ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Α. Τῶν φυτῶν αἱ γενέσεις ὅτι μέν εἰσι πλείους καὶ πόσαι καὶ τίνες ἐν ταῖς ἱστορίαις εἴρηται πρότερον. ἐπεὶ δὲ οὐ πᾶσαι πᾶσιν οἰκείως ἔχει διελεῖν τίνες ἑκάστοις καὶ διὰ ποίας αἰτίας ἀρχαῖς χρωμένους ταῖς κατὰ τὰς ἰδίας οὐσίας· εὐθὺ γὰρ χρὴ συμφωνεῖσθαι τοὺς λόγους τοῖς εὑρημένοις. ἡ μὲν οὖν ἀπὸ τοῦ σπέρματος γένεσις κοινὴ πάντων ἐστὶ τῶν ἐχόντων σπέρμα· πάντα γὰρ δύναται γεννᾶν. τοῦτο δὲ καὶ τῇ αἰσθήσει φανερὸν ὅτι συμβαίνει, κατὰ δὲ τὸν λόγον ἴσως ἀναγκαῖον· ἡ γὰρ φύσις οὐδὲν ποιεῖ μάτην, ἥκιστα δὲ ἐν τοῖς πρώτοις καὶ κυριωτάτοις· πρῶτον δὲ καὶ κυριώτατον τὸ σπέρμα, ὥστε τὸ σπέρμα μάτην ἂν εἴη μὴ δυνάμενον γεννᾶν, εἴπερ τούτου χάριν αἰεὶ τὸ σπέρμα καὶ πρὸς τοῦτο πέφυκεν. ὅπερ ἐκ τῶν ἄλλων πάντων λαμβάνειν ἐστὶν ὁμολογούμενον. ἀλλὰ διὰ τὸ μὴ χρῆσθαι τοὺς γεωργοὺς ἐπ᾽ ἐνίων, ὅτι θᾶττον ἀπ᾽ αὐτομάτων παραγίνεται καὶ διὰ τὸ μὴ εἶναι ῥᾳδίως ἐπί τινων λαμβάνειν μήτε τῶν δένδρων μήτε τῶν ποιωδῶν τὰ σπέρματα, διὰ ταῦτ᾽ οὐκ οἴονταί τινες πάντ᾽ ἀπὸ σπέρματος ἐνδέχεσθαι. καίτοι, καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται, καὶ φανερώτατον ἐπὶ τῶν συκῶν. ἔτι δὲ κατ᾽ ἄλλον τρό πον ἡ βλάστησις αὐτῶν, εἴ τι τῶν αὐτομάτων ἐκ συρροῆς καὶ σήψεως μᾶλλον δὲ ἀλλοιώσεως γινομένης φυσικῆς. ὅτι μὲν οὖν κοινὴ πᾶσιν ἡ διὰ τοῦ σπέρματος γένεσις φανερόν· εἰ δ’ ἀμφοτέρως ἔνια καὶ αὐτόματα καὶ ἐκ σπέρματος οὐδὲν ἄτοπον· ὥσπερ καὶ ζῶά τινα καὶ ἐξ ἀλλήλων καὶ ἐκ τῆς γῆς. δι᾽ ὃ καὶ αἱ γενέσεις κατὰ τὰς ἰδίας ἑκάστων φύσεις· ὅσα μὲν γὰρ ξηρὰ καὶ μονοφυῆ καὶ ἀπαράβλαστα, ταῦτ᾽ οὐδεμίαν, ὡς εἰπεῖν, δέχεται φυτείαν οὔτε ἀπὸ παρασπάδος οὔτε ἀπὸ ἀκρεμόνος· τὴν μὲν ἀπὸ παρασπάδος τῷ μὴ ἔχειν τὰ μονοφυῆ, τὴν δὲ ἀπὸ ἀκρεμόνος καὶ κλωνὸς διὰ τὴν ξηρότητα. ἀεὶ γὰρ τὸ μέλλον βλαστάνειν ἔχειν τε δεῖ τὴν ἔμβιον ὑγρότητα καὶ ταύτην δύνασθαι τηρεῖν. τὰ δὲ φύσει ξηρὰ διὰ τὸ ὀλίγην ἔχειν, ὅταν ἀπὸ τοῦ δένδρου ἀφαιρεθῇ ταχὺ διαπνεῖται καὶ ἐξατμίζεται συνεξάγονθ᾽ ἅμα καὶ τὸ σύμφυτον θερμόν. καὶ ταῦτα μὲν διὰ τὰς εἰρημένας αἰτίας, τὰ ἀπαράβλαστα καὶ μονοφυῆ ἀσυμμετρίᾳ τινὶ τοῦ θερμοῦ καὶ ὑγροῦ. δέχεται δὲ τὰς ἄλλας ἃ δύναται τηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν ξύμφυτον, ὥστε βλαστάνειν μὴ μόνον ἀπὸ παρασπάδος ἀλλ᾽ ἔνια καὶ ἀπὸ τῶν ἄκρων οἷον συκῆ καὶ ἄμπελος καὶ τῶν ἀκάρπων δὲ καὶ φιλύδρων ὥσπερ ἰτέα καὶ ἀκτὴ καὶ λεύκη καὶ αἴγειρος. καθόλου μὲν οὖν καὶ τύπῳ τοῦτον διωρίσθω τὸν τρόπον. Οὐ μὴν ἀλλὰ μάλιστ᾽ ἢ μόνος τῶν ξηρῶν καὶ μονοφυῶν καὶ ἀπαραβλάστων ὁ φοῖνιξ δέχεται καὶ ἑτέρας γενέσεις παρὰ τὴν σπερματικήν. τάς τε γὰρ ῥάβδους φασὶ μοσχεύειν περὶ Βαβυλῶνα τὰς ἁπαλωτάτας καὶ ὅταν ἐμβιώσωσι μεταφυτεύουσι· καὶ ἐν τοῖς περὶ τὴν Ἑλλάδα τόποις ἐὰν ἀποκόψας τις τἄνω φυτεύσῃ ῥιζοῦσθαι. καὶ βλαστάνειν οὐκ ἀπὸ τοῦ ἐγκεφάλου μόνον ἀλλὰ καὶ κάτωθεν αὔξειν τὰς ῥίζας. ἔτι δὲ ἂν πλάγιος τεθῇ καὶ ἔνικμος ἡ γῆ τυγχάνῃ πολλαχόθεν ῥιζοφυεῖν καὶ ἐκβλαστάνειν, οὐ μέντοι μέγεθος τοῦτο λαμβάνειν. ἐπὶ δὲ πεύκης καὶ ἐλάτης καὶ εἴ τι παραπλήσιον τούτοις οὐδὲν συμβαίνει τοιοῦτον οὐδ᾽ ἐπὶ κυπαρίσσου, πλὴν εἰ τί που καὶ παραβλαστάνει καθάπερ φασὶν ἐν Κρήτῃ περὶ τοὺς καλουμένους δρυΐτας· ἐνταῦθα γὰρ οὐδὲν ἄλογον ὥσπερ καὶ τὰς ἄλλας παραφυάδας ὑπορρίζους οὔσας καὶ ἐνύγρους καὶ ταύτας βλαστάνειν· ἐπεὶ εἴ γε μὴ ἦσαν ὑπόρριζοι χαλεπὸν ἢ ἀδύνατον. τοῦτο μὲν οὖν ὡς πρὸς ὑπόθεσιν λεγόμενον. ὁ δὲ φοῖνιξ ἀπὸ μὲν τῶν ῥάβδων βλαστάνει χώρας εὐβοσίᾳ καὶ εὐφυΐᾳ πρὸς τὸ θᾶττον βλαστάνειν. τὸ δ᾽ ἀπὸ τῶν ἁπαλοτάτων εὔλογον εἰ ὑγρόταται αὗται καὶ γεννητικώταται. ἀπὸ δὲ τοῦ ἐγκεφάλου διὰ τῶν ὑποκάτω μᾶλλον ἔτι τοῦτο εὔλογον· ἐντεῦθεν γὰρ καὶ ἡ τῶν ῥάβδων φύσις καὶ ὅλως οἷον ἀρχή τις αὕτη ζωτική. δι᾽ ὃ καὶ ἐξαιρουμένου καὶ πονήσαντος θνήσκει· ἐπεὶ καὶ ἡ ἐκ τῶν πλαγίων ἔκφυσις ἔχοντός ἐστι τὸν ἐγκέφαλον· ἐξαιρουμένου γὰρ αὐαίνεσθαι κατὰ λόγον, εἴπερ καὶ πεφυκότος καὶ ἐρριζωμένου τοῦτο συμβαίνει. ἡ δὲ ἔκφυσις δῆλον ὅτι πανταχόθεν· πανταχοῦ γὰρ διαμένει μέχρι τινὸς ἡ ὑγρότης καὶ ἡ θερμότης διὰ τὸ μὴ εὐξήραντον εἶναι τῇ πυκνότητι τῶν πόρων, δι᾽ ὃ καὶ δυσδιάπνευστον. ὁ μὲν οὖν φοῖνιξ διὰ ταῦτα πλεοναχῶς γίνεται. τῶν δὲ ἄλλων τῶν μονοφυῶν οὐδὲν διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν φύσιν. Ὅσα δὲ πλείους γεννᾶται τρόπους ἔχει καὶ ἐν αὐτοῖς διαφοράν. τὰ γὰρ ἀπὸ παρασπάδος καὶ ῥίζης καὶ κλωνὸς οὐ πάντως δύναιντ᾽ ἂν καὶ ἀπὸ ξύλου καὶ ἀπὸ ἀκρεμόνος καθάπερ ἄμπελος καὶ συκῆ, τὰ δὲ πάλιν οὐκ ἀπὸ τῶν βλαστῶν ὥσπερ καὶ ἡ ἐλάα. τὸ δὲ αἴτιον ἐν ἀμφοῖν ταὐτὸν καὶ παραπλήσιον. ἀμπέλου μὲν γὰρ καὶ συκῆς καὶ τῶν ἄλλων τῶν τοιούτων ξηρὰ καὶ ξυλώδη τὰ μέσα καὶ ἐνίων τραχέα, τὸ δὲ τραχὺ δυσβλαστές· τὰ δὲ ἄκρα καὶ ἁπαλὰ καὶ ἔνυγρα καθάπερ τὸ κλῆμα καὶ ἡ κράδη· καὶ ἐπὶ τῆς ἰτέας δὲ καὶ τῶν ἄλλων ὁμοίως. ἐλάας δὲ τὰ μὲν τῶν ἀκρεμόνων ἔνικμα διὰ τὴν λιπαρότητα καὶ πυκνότητα καὶ ἀμφοτέρως οὐκ εὐξήραντα, τὰ δ᾽ ἄκρα διὰ λεπτότητα ξηρὰ καὶ οὐ δυνάμενα διαμένειν. ὡσαύτως καὶ ἀπίου καὶ ἀμυγδαλῆς καὶ μηλέας καὶ δάφνης καὶ ἄλλων· ἀβλάστητα γὰρ τὰ τούτων διὰ τὴν αὐτὴν αἰτίαν πλὴν εἴ τι σπάνιον καὶ ὡς ἐν παραλόγῳ· καὶ γὰρ τὸ ἀπ᾽ ἀκρεμόνων ἐνίων σπάνιον οἷον ἀμυγδαλῆς· δάφνην δὲ ἀδύνατον, ἐπεὶ οὐδὲ ἀπὸ παρασπάδος θέλει ῥᾳδίως. αἰτία δ’, ὥσπερ ἐλέγομεν, ἡ ξηρότης καὶ τούτου γ᾽ ἔτι ἡ μανότης· ἀσθενέστερον γὰρ καὶ πρὸς τὸ διατηρῆσαι ἐπὶ πλεῖον τὸ μανόν. ὅσα δὲ καὶ ἀπὸ ξύλων ἔμβια καὶ δύναται βλαστάνειν, οἷον ἐλάα μύρρινος κότινος, καὶ αὐτὰ τῇ πυκνότητι καθάπερ ἐλέχθη τηρεῖ τὴν ζωτικὴν ἀρχὴν ἔχοντά τινα ὑγρότητα τοιαύτην. οὐ γὰρ ἱκανὸν ἐὰν ᾖ πυκνόν γε, εἰ ξηρὸν καὶ ἀπαράβλαστον· ἔτι δὲ καὶ ἡ παραβλάστησις τῶν τοιούτων διὰ τὸ πρεμνώδη καὶ συνεστραμμένην πως εἶναι τὴν ῥίζαν ὥσπερ καὶ τῆς δάφνης. ἰσχύει γὰρ μᾶλλον ᾗ καὶ δυσώλεθρα τὰ τοιαῦτα· τὸ γὰρ καταλειπόμενον ἀεὶ βλαστητικόν· τῶν δὲ μακρορρίζων διὰ τὴν τῶν ῥιζῶν ἰσχὺν ὥσπερ ἀπίου καὶ κοκκυμηλέας καὶ ἑτέρων. τάχα δὲ καθόλου περὶ πάντων ὧδε λεκτέον· πρῶτον μὲν ὅτι μετέωρα καὶ οὐ βαθύρριζα, ἢ εἰ καί τινα εἰς βάθος καθιᾶσιν ἀλλ᾽ ἐνίας καὶ ἐπιπολῆς. ἔπειθ᾽ ὅτι πάντων, ὅταν συρροῆς γενομένης συνθερμανθῇ τοῦτο καὶ πεφθὲν ὑπὸ τοῦ ἡλίου καθάπερ κυῆσαν ἐκτέκῃ, καὶ ἐκ τῶν ἀκρεμόνων οὕτω καὶ ἐκ τῶν ἄλλων οἱ βλαστοί. τούτων δὲ ὑποκειμένων κατὰ λόγον ἤδη τὸ παραβλαστάνειν. ἡ γὰρ ῥίζα μετέωρος οὖσα καὶ συρροὴν λαμβάνουσα ταύτην ἐκ θερμαίνουσα καὶ πέττουσα μεθίησι τὸν βλαστὸν. τὰ μὲν οὖν πλεῖστα παρ᾽ αὐτὸ τὸ στέλεχος ἐκβλαστάνει· μετεωρόταται γὰρ αὗται· καὶ ἥ γε ἐλάα καὶ ἐκ τῶν πρέμνων. ἄπιος δὲ καὶ ῥόα καὶ ὅσα μὴ μόνον σύνεγγυς, ἀλλὰ διὰ πολλοῦ, μακρόρριζα ὄντα, ᾗ ἂν ἡ ῥίζα μετέωρος ᾖ ταύτῃ τὸν βλαστὸν ἀφίησιν· ἐνταῦθα γὰρ ἡ συρροὴ καὶ πέψις θερμαινομένης. δι᾽ ὃ καὶ ἄτακτος ὁ τόπος ὅτι ἄτακτος ὁ μετεωρισμὸς καὶ ἡ συρροή. τὰ δ᾽ ἄκαρπα καὶ εὔζωα καθάπερ αἴγειρος καὶ λεύκη καὶ συμπληροῦν δύναται βλαστάνοντα. τὰ δ᾽ ἄλλα οὐχ ὁμοίως, ἀλλ᾽ ἐπὶ τῶν ὑλημάτων καὶ ποιωδῶν ἐνίων τοῦτο συμβαίνει. πρὸς ἃ καὶ δεῖ μεταβῆναι τὸν λόγον. ὑπὲρ γὰρ τῶν δένδρων ἱκανῶς εἴρηται. Τούτων δὲ τὰς μὲν γενέσεις ἐκ τῶν αὐτῶν θεωρητέον κοινοτάτην πᾶσι τὴν ἀπὸ σπέρματος τιθέντας. οὐ μὴν ἀλλὰ καὶ πλείους εἰσὶ καὶ τούτων, ᾗ δὲ ἕκαστα τῶν προειρημένων ἐφάπτεται ταύτῃ διαιρετέον· οἷον καὶ ὑπὲρ ἧς νῦν λέγομεν τῆς ἀπὸ τῶν ῥιζῶν. ἔνια γὰρ καὶ αὐτόματα βλαστάνει καὶ φυτεύουσιν ἀπὸ τῶν ῥιζῶν, ὥσπερ τὰ κεφαλόρριζα καὶ ὅλως ὧν παχεῖα καὶ σαρκώδης ἐστὶν ἡ ῥίζα. δεῖ δὲ καὶ τὸ μὲν ὑδατῶδες μὴ πλεῖον ἔχειν ὥσπερ τῆς γογγυλίδος καὶ ῥαφανίδος· εὐξήραντοι γὰρ αὗται καὶ ἀσθενεῖς εἰς διαμονήν. ἀλλ᾽ ἤτοι χιτῶνας ἔχειν πλείους καὶ ἅμα γλισχρότητά τινα καθάπερ αἱ τοῦ βολβοῦ καὶ σκίλλης καὶ ὅλως εὔχυλόν τινα καὶ εὔσαρκον εἶναι καθάπερ αἱ τοῦ ἀμαράκου τοῦ χλωροῦ καὶ τοῦ λειρίου καὶ τῶν ὁμοειδῶν. αἱ γὰρ τοιαῦται φυτείαν μόνον δέχονται καὶ μέταρσιν. καὶ τούτων αἱ μὲν καὶ πλείω χρόνον διαμένουσιν, αἱ δὲ ἐλάττω κατὰ τὰς ἰδίας φύσεις ἑκάστων. ἄλλαι δ᾽ αὖ πάλιν εἰσί τινες αἳ μένουσαι μὲν ἐν ταῖς ἑαυτῶν χώραις ἀφιᾶσι βλαστὸν οἷον αἱ τῶν ἐπετειοκαύλων, μεταιρόμεναι δὲ οὐ δύναν ται διὰ τὴν ξηρότητα. τὴν γὰρ αὐτὴν αἰτίαν ὑποληπτέον καὶ ἐπὶ τούτων ἥνπερ ἐπ᾽ ἐκείνων. ἔστι δέ τινων καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ τῶν ἄκρων φυτεία καὶ γένεσις. ἀπὸ παρασπάδος μὲν καὶ ῥαφάνου καὶ πηγάνου, τῶν δὲ στεφανωτικῶν οἷον ἀβροτόνου καὶ σισυμβρίου καὶ ἑρπύλλου· καὶ ἀπὸ τῶν ἄκρων δ᾽ ἐνίων τῶν αὐτῶν πηγάνου τε καὶ ἀβροτόνου καὶ τῶν στεφανωτικῶν· καὶ γὰρ ἔχει ταῦτά γε καὶ καθίησιν εὐθὺς ῥίζας ἐκ τῶν βλαστῶν ὥσπερ ὁ κιττός· οὗτος γὰρ δὴ μάλισθ᾽ ὅλως ἔμβιος καὶ εἰσδυόμενος εἰς αὐτὰ τὰ δένδρα καὶ ἐν τῇ γῇ κρυπτόμενος. τῶν δὲ λαχανωδῶν τὸ ὤκιμον· καὶ γὰρ τὰς ἀποφυτείας ἐκ τῶν ἄνω δέχεται καίπερ ξυλῶδες ὄν, ἀλλ᾽ ὅτι δυσξήραντόν ἐστι ταύτῃ φύεται, δι᾽ ὃ καὶ πολὺν χρόνον διαμένει καὶ κολουόμενον πάλιν βλαστάνει. ξυλῶδες δὲ καὶ τὸ ἀβρότονον, ἀλλ᾽ ἔχει τινὰ τῇ πυκνότητι καὶ δριμύτητι φυλακὴν ὥσπερ ὁ κιττός· καὶ γὰρ οὗτος φύεται καταπηγνύμενος. αὗται μὲν οὖν κοιναὶ πλειόνων. αἱ δὲ τοιαῦται καὶ σπάνιαι καὶ ἐλάττους ὥσπερ τῆς κρινωνίας καὶ ῥοδωνίας καὶ ὁ καυλὸς ὁ σχισθεὶς φύεται καὶ βλαστάνει. ταῦτα δὲ ὅμοια καὶ παραπλήσια καὶ τὰ τῆς ἐλάας καὶ εἴ τι ἄλλο βλαστητικὸν ἀπὸ τοῦ ξύλου. δι᾽ ὃ καὶ ὑπὸ τὴν αὐτὴν αἰτίαν πίπτει· δύναται γὰρ διατηρεῖν τὴν ὑγρότητα καὶ θερμότητα τὴν γόνιμον. καὶ τό τε κατακόπτειν καὶ κατασχίζειν εὔλογον· ἐκ γὰρ τοῦ ἐλάττονος καὶ ἀνεωγμένου θᾶττον ἡ ἀρχὴ καὶ εὐκολωτέρα· τὸ δὲ μέγα καὶ συμπεπτωκὸς οὐχ ὁμοίως παθητικὸν οὐδὲ βλαστητικόν. δι᾽ ὃ καὶ τὰ σκόρδα διαιροῦσιν εἰς τὰς γέλγεις καὶ τῶν κρομύων ἀφαιροῦσι τάς τε ῥίζας τὰς κάτω καὶ τὰ κελύφη. ταῦτα γὰρ παρέχει πᾶν τὸ ἀλλότριον· ἀλλότριον δὲ τῷ ζῶντι τὸ μὴ ζῶν· ὥσπερ καὶ τῶν δένδρων τὰ ἀφαυαινόμενα. τῆς μὲν οὖν ἐλάας καὶ τῶν μυρρίνων οὐ δεῖ περιαιρεῖν τὸν φλοιόν· ἀποστέγει γὰρ καὶ τηρεῖ τὴν ζωήν· τῶν δὲ κρομύων καὶ σκόρδων δεῖ, δεῖ δὲ μὴ τοὺς ζῶντας μηδὲ τοὺς κυρίους ἀφαιρεῖν· ἐπεὶ κἀκείνων εἴ τις ἀφαιροίη τούτους οὐ βλαστάνει. ἰδιωτάτη δὲ βλάστησις ἡ ἐκ τῶν δακρύων οἷον τοῦ θ᾽ ἱπποσελίνου καὶ τοῦ κρίνου καὶ ἐνίων ἑτέρων· οὐκ ἄλογος δὲ ἀλλ᾽ ὁμολογουμένη τῇ ἐκ τῶν καυλῶν. οὐδὲν γὰρ ἕτερον ἀλλ᾽ ἢ ξυνηθροισμένην δεῖ εἶναι καὶ ἐν ἐκείνοις ἀρχὴν τὴν γόνιμον· οὐ γὰρ ἄνευ θερμότητος ἡ τοιαύτη καὶ ὑγρότητος. ὅτι δ᾽ οὐ πάντων οἱ ὀποὶ καὶ τὰ δάκρυα γεννητικὰ πρὸς τὰς ἐπάνω καὶ προτέρας αἰτίας ἀνακτέον. ὅτι δ᾽ οὐδ᾽ οἱ καυλοὶ οὐδ᾽ αἱ ῥίζαι, κατὰ λόγον δὲ καὶ τοῦτ᾽ ἐστὶν ὅπερ ἐλέχθη πρότερον, ὅτι πλείους αἱ γενέσεις καὶ τῶν ἄλλων ἢ τῶν ἄλλων ῥᾴδιον γεννῆσαι τὰ ἀτελέστερα καὶ ἀπ᾽ ἐλάττονος ἀρχῆς. αἱ μὲν οὖν ἐκ τῶν μορίων ὁποῖαι καὶ διὰ τίνας αἰτίας ἐκ τούτων θεωρείσθω. καὶ γὰρ εἴ τι παραλέλειπται προσθεῖναι καὶ συνιδεῖν οὐ χαλεπόν. Αἱ δ᾽ αὐτόματοι γίνονται μὲν ὡς ἁπλῶς εἰπεῖν τῶν ἐλαττόνων καὶ μάλιστα τῶν ἐπετείων καὶ ποιωδῶν· οὐ μὴν ἀλλὰ καὶ τῶν μειζόνων ἔστιν ὅτε συμβαίνουσιν ὅταν ἢ ἐπομβρίαι κατάσχωσιν ἢ ἄλλῃ ἰδιότης τις γένηται περὶ τὸν ἀέρα καὶ τὴν γῆν· οὕτω γὰρ καὶ τὸ σίλφιον ἀνατεῖλαί φασιν ἐν Λιβύῃ πιττώδους τινὸς ὕδατος γενομένου καὶ παχέος, καὶ τὴν ὕλην δὲ τὴν νῦν οὖσαν ἐξ ἑτέρας τινὸς τοιαύτης αἰτίας· οὐ γὰρ ἦν πρότερον. αἱ δ᾽ ἐπομβρίαι καὶ σήψεις τινὰς ποιοῦσι καὶ ἀλλοιώσεις ἐπὶ πολὺ διϊκνουμένου τοῦ ὑγροῦ καὶ τρέφειν καὶ ἐπαύξειν δύνανται τὰ συνιστάμενα θερμαίνοντος τοῦ ἡλίου καὶ καταξηραίνοντος, ὥσπερ καὶ τὴν τῶν ζώων γένεσιν οἱ πολλοὶ ποιοῦσιν· εἰ δὲ δὴ καὶ ὁ ἀὴρ σπέρματα δίδωσι συγκαταφέρων ὥσπερ φησὶν Ἀναξαγόρας καὶ πολλῷ μᾶλλον· ἄλλας γὰρ ἂν ποιοῖεν ἀρχὰς καὶ τροφάς· ἔτι δ᾽ οἱ ποταμοὶ καὶ αἱ συρροαὶ καὶ ἐκρήγματα τῶν ὑδάτων πολλαχόθεν ἐπάγουσι σπέρματα καὶ δένδρων καὶ ὑλημάτων, δι᾽ ὃ καὶ αἱ μεταστάσεις τῶν ποταμῶν πολλοὺς τόπους ποιοῦσιν ὑλώδεις τοὺς πρότερον ἀνύλους. ἀλλ᾽ αὗται μὲν οὐκ αὐτόματοι δόξαιεν ἂν, ἀλλ᾽ ὥσπερ σπειρόμεναί τινες καὶ φυτευόμεναι. τὸ δὲ τῶν ἀκάρπων οἰηθείη τις ἂν μᾶλλον αὐτομάτους εἶναι μήτε φυτευομένων μήτε ἀπὸ σπέρματος γινομένων, ὅπερ ἀναγκαῖον εἰ μηδ᾽ ἕτερον τούτων· ἀλλὰ μὴ ποτ᾽ οὐκ ᾖ τοῦτ᾽ ἀληθὲς ἐπί γε τῶν μειζόνων, ἀλλὰ μᾶλλον λανθάνουσιν αἱ πᾶσαι τῶν σπερμάτων φύσεις ὅπερ καὶ ἐν ταῖς ἱστορίαις ἐλέχθη περί τε τῆς ἰτέας καὶ τῆς πτελέας· ἐπεὶ καὶ τῶν ἐλαττόνων πολλαὶ διαλανθάνουσι τῶν ποιωδῶν, ὥσπερ καὶ περὶ τοῦ θύμου καὶ ἑτέρων εἴπομεν ὡς κατὰ μὲν τὴν ὄψιν οὐ φανερὰ, κατὰ δὲ τὴν δύναμιν φανερά· σπειρομένων γὰρ τῶν ἀνθῶν γεννᾶται. καὶ δυσόρατα καὶ μικρὰ καὶ τῶν δένδρων ἔνια σπέρματα τυγχάνει καθάπερ καὶ τῆς κυπαρίσσου· ταύτης γὰρ οὐχ ὅλος ὁ καρπὸς ὁ σφαιροείδης ἐστὶν ἀλλὰ τὸ ἐγγινόμενον ἐν τούτῳ λεπτὸν καὶ ὥσπερ πιτυρῶδες καὶ ἀμενηνὸν ὅπερ ἐκπέταται διαχασκόντων τῶν σφαιρίων, δι᾽ ὃ καὶ ἐμπείρου τινός ἐστι συλλέξαι, τὴν θ᾽ ὥραν παρατηρεῖν αὐτό τε τὸ σπέρμα γνωρίζειν δυναμένου. ἐπὶ πολλῶν μὲν οὖν καὶ τοῦτο συμβαίνει καὶ μάλιστα ὅσα συνεχῆ ἐν ταῖς ὕλαις ταῖς ἀγρίαις καὶ τοῖς ὄρεσίν ἐστιν· οὐ γὰρ ῥᾴδιον αὐτομάτως συνισταμένων διαμένειν τὸ συνεχὲς, ἀλλὰ δυοῖν θάτερον ἢ ἀπὸ ῥίζης ἢ ἀπὸ σπέρματος βλαστάνει. ὀλίγα δ᾽ ἄκαρπα τῶν ὁμογενῶν οἱ ὑλοτόμοι φασὶν εἶναι· ταῦτα ἤτοι λανθάνειν εἰκὸς ἢ διὰ τὸ καταναλίσκειν εἰς τὰ ἄλλα τὴν τροφὴν ἄκαρπα γίνεσθαι καθάπερ τὰς ἀμπέλους τὰς τραγώσας καὶ ὅσοις ἄλλοις τοῦτο συμβαίνει· γιγνόμενον δ᾽ ἐπὶ τῶν καρπίμων καὶ ἀνθοφόρων τί κωλύει τοῦτο συμβαίνειν ἐπὶ τῶν ἄλλων ὥσπερ πηρουμένων πρὸς καρπογονίαν. ἀλλὰ τοῦτο μὲν ὡς ἐπιδοξαζόμενον εἰρήσθω, δεῖ δὲ ἀκριβέστερον ὑπὲρ αὐτοῦ σκέψασθαι καὶ ἀνιστορῆσαι τὰς αὐτομάτους γενέσεις. ὡς δὲ ἀπλῶς εἰπεῖν ἀναγκαῖον γίνεσθαι διαθερμαινομένης τῆς γῆς καὶ ἀλλοιουμένης τῆς ἀθροισθείσης μίξεως ὑπὸ τοῦ ἡλίου καθάπερ ὁρῶμεν καὶ τὰς τῶν ζώων. Λοιπὸν δ᾽ εἰπεῖν ὑπὲρ τῶν ἐν ἄλλοις γενέσεων οἷον τῶν κατὰ τὰς ἐμφυτείας καὶ τοὺς ἐνοφθαλμισμούς. ἁπλοῦς δέ τις λόγος καὶ σχεδὸν εἰρημένος πρότερον. ὥσπερ γὰρ γῇ χρῆται θατέρῳ τὰ ἐμφυτευόμενα. καὶ φυτεία δέ τις ὁ ἐνοφθαλμισμὸς οὐ μόνον παράταξις· ἀλλ᾽ ἐνταῦθα δῆλον ὅτι καὶ τὸ βλαστάνον καὶ τὸ γεννῶν ἡ ὑγρότης ἐστὶν ἡ γόνιμος· ἥνπερ ὁ ὀφθαλμὸς ἔχων ἁρμόττεται θατέρῳ καὶ τὴν τροφὴν ἔχων ἀποδίδωσι τὴν οἰκείαν βλάστησιν. εὐαυξῆ δὲ πάντα τὰ τοιαῦτα διὰ τὸ κατειργάσθαι τὰς τροφὰς καὶ τὰς διὰ τῶν ἐνοφθαλμισμῶν ἔτι μᾶλλον· καθαρωτάτη γὰρ αὕτη ὥσπερ ἐν τοῖς στελέχεσιν ἤδη τῶν καρπῶν. εὐπρόσφυτον δ᾽ ἀεὶ τῷ ὁμοίῳ τὸ ὅμοιον· ὁ δὲ ὀφθαλμὸς ὥσπερ ὁμογενές. εὐλόγως δὲ καὶ ἡ ἀντίληψις μάλιστα τῶν ὁμοιοφλοίων· ἐλαχίστη γὰρ ἡ ἐξαλλαγὴ τῶν ὁμογενῶν καὶ ὥσπερ μετάθεσις γίνεται μόνον· ἅμα γὰρ συμβαίνει καὶ τοὺς καρποὺς ὀργᾶν καὶ τὰ ὅλα δένδρα πρὸς τὴν βλάστησιν, ὥσθ᾽ ὅταν ὅμοιόν τε ᾖ καὶ ὁμοιοπαθὲς τοῖς καρποῖς ἐξ ἀμφοτέρων εὔλογον τὸ τάχος τῆς αὐξήσεως· ἐν δὲ τοῖς ἄλλοις ὅσῳ ἂν ἥττων ᾖ καὶ τοῖς γένεσι καὶ τοῖς τόποις καὶ τοῖς καιροῖς παραλλαγή. εὔλογοι δὲ καὶ αἱ ὧραι μᾶλλον δὲ ἴσως ἀναγκαῖαι καθ᾽ ἃς καὶ ὅλως ἐπιβλαστήσεις γίνονται μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· δεῖ γὰρ ὀργῶντα φέρειν. παραπλήσιοι δὲ καὶ οἱ λόγοι καὶ περὶ ἑκάστης οἵπερ καὶ περὶ τῆς φυτείας. οἱ μὲν γὰρ τὴν ἐαρινὴν ἐπαινοῦσιν ἐπ᾽ ἰσημερίαις ἔτι κυόντων· ἅμα γὰρ τῇ ἐγκυήσει καὶ βλαστήσει ὁ φλοιὸς ἐπιφύεται καὶ περιλαμβάνει. οἱ δὲ περὶ τὴν ἐπ᾽ ἀρκτούρῳ· παρὰ χρῆμα μὲν γὰρ οἷον ῥιζοῦται καὶ οἷον ἐπισυμμύει· προσφυὴς δὲ γενομένη πρὸς τὸ ἔαρ ἀθρόον ἀποδίδωσι τὴν βλάστην ἀπὸ ἰσχυροτέρας ἀρχῆς. εὐλόγως δ᾽ ἔχει τὸ τὰς μασχάλας ἐνοφθαλμίζειν τὰς λειοτάτας καὶ νεωτάτας· ἀντιλαμβάνεται γὰρ ἐντεῦθεν μάλιστα διὰ τήν τε λειότητα καὶ ἡλικίαν· εὔζωα γὰρ καὶ εὐβλαστῆ ἐστι τὰ νέα. μάλιστα δ᾽ εὐφυῆ ὥς γ᾽ ἑνὶ λαβεῖν ὅσων ἡ ὑγρότης ἔχει τι γλίσχρον, ἔτι δ᾽ ἃ μαλακόφλοια καὶ ὁμοιόφλοια καὶ ὁμοιοπαθῆ· δι᾽ ὃ καὶ εἰς τὰ παραπλήσια φύσει καὶ ἡλικίᾳ κάλλιστος ὁ ἐνοφθαλμισμός· ἥ τε γὰρ γλισχρότης καὶ ἀντιληπτικὴ ὅ τε φλοιὸς μαλακὸς ὢν καὶ ὁμοίως εὐμενὴς καὶ οὐ ποιεῖ μεγάλην τὴν μεταβολήν. ἔστι δὲ τοῖς μὲν ἄλλοις βραχὺς ὁ καιρὸς διὰ τὸ ταχεῖαν εἶναι τὴν βλάστησιν, τῇ ἐλάᾳ δὲ πλείων χρόνος διὰ τὸ πλείω χρόνον ποιεῖν τοὺς ὀφθαλμούς· ἔτι δεῖ ἁπαλὰ τὰ ἔρνη καὶ ἀθρόα διὰ τέλους καὶ τὸν τόπον αὐτῆς ὑγρὸν εἶναι πᾶν τὸ θέρος καὶ ἀπὸ τούτων μάλιστα πάντων βλαστάνει· διὰ τοῦτο οἴονταί τινες καὶ τέτταρας καὶ πέντε μῆνας ἀρδεύεσθαι τὴν ἐμφυτείαν. τὸ δ᾽ ὕδωρ τῷ μὲν ἐνοφθαλμισμῷ πολέμιον· ἐκσήπει γὰρ καὶ ἀπόλλυσι παραρρέον διὰ τὴν ἀσθένειαν· δι᾽ ὃ καὶ ἐπὶ κυνὶ δοκεῖ ἀσφαλέστατος εἶναι. καίτοι νῦν γέ τινες οὕτως περιδοῦσι τοῖς φλοιοῖς ὥστε μὴ παραρρεῖν. τῇ δ᾽ ἐμφυτείᾳ χρήσιμον ἂν μὴ ᾖ ὑγρὸν τῇ φύσει· δι᾽ ὃ καὶ οἱ μὲν αὐτῷ πηλὸν ἐπικολλαίνουσιν, οἱ δὲ χύτραν προσβάλλουσιν ὕδατος ὥστε κατὰ μικρὸν ἐπιρρεῖν· ἀναξηραίνεται γὰρ ἂν τύχῃ μὴ ἔχον ὑγρότητα διὰ τὸ μέγεθος τῆς ἑλκώσεως. ὀρθῶς δὲ καὶ διατηρεῖν ἀρραγῆ τὸν ὀφθαλμὸν καὶ τὸν φλοιὸν καὶ τὸ ἔνθεμα οὕτως ἀποξύειν ὥστε μὴ γυμνοῦν τὴν μήτραν· ῥαγέντος γὰρ ἢ γυμνωθείσης ἀναξηραίνεται καὶ διαφθείρεται. διὰ τοῦτο γὰρ καὶ περιδοῦσι φιλύρας ἔξωθεν φλοιῷ καὶ ἐπὶ τούτοις περιαλείφουσι πηλῷ τετριχωμένῳ ὅπως ἔμμονος ἡ ὑγρότης ᾖ καὶ μήθ᾽ ἥλιος μήθ᾽ ὕδωρ μήτε ψύχος παραλυπῇ. καὶ ὅταν σχίσαντες ἐντιθῶσι τὸ ἔνθεμα σφηνοειδὲς ποιήσαντες ἐν σφύρᾳ ἐλαύνουσιν ὅπως ὅτι μάλιστα προσαχθῇ· χρὴ δὲ καὶ τῆς ὑγρότητος τῆς αὐτῶν συμμετρίαν τινὰ ὑπάρχειν. δι᾽ ὃ καὶ τὴν μὲν ἄμπελον προαποτέμνουσι ἡμέραις τρισὶ πρότερον ὅπως προαπορρυῇ τὸ δάκρυον καὶ μὴ σήπηται μηδ᾽ εὐρωτιᾷ· ῥόα δὲ καὶ συκῆ καὶ ὅσα τούτων ἐστὶ ξηρότερα παρὰ χρῆμα. δεῖ δὲ καὶ πρὸς τὰς χώρας λαμβάνειν τὰς οἰκείας ὥρας καὶ πρὸς τὰς τῶν δένδρων φύσεις· ἐπεὶ τὰ μὲν ἔνυδρα, τὰ δὲ ξηρά. καὶ λεπτογείῳ μὲν ἄμεινον τὸ ἔαρ· οἰκεῖον γὰρ οὕτως διὰ τὸ ὀλίγον ἔχειν τὸ ὑγρὸν· ἐν δὲ τῇ εὐγείῳ καὶ πηλώδει τὸ μετόπωρον· τοῦ γὰρ ἦρος πολλὴ λίαν ἡ ὑγρότης πρὸς τὸ διατηρεῖν ἕως ἔτι διαμένει τὸ δάκρυον. ὁρίζονται δέ τινες τοῦτο τριάκονθ᾽ ἡμέραις. εὔλογον δὲ καὶ τὸ καλλικαρπότερα ταῦτα γίνεσθαι καὶ μάλιστα ἐὰν τὰ ἥμερα εἰς τὰ ἄγρια τιθῆται τῶν φυτῶν· εὐτροφία γὰρ συμβαίνει πλείων διὰ τὴν ἰσχὺν τῶν ὑποκειμένων· δι᾽ ὃ καὶ κελεύουσι κοτίνους φυτεύσαντες ἐνοφθαλμίζειν ἢ ἐμφυτεύειν ὕστερον. ἀντιλαμβάνονται γὰρ μᾶλλον ἰσχυροτέρου καὶ τροφὴν ἐπισπώμενα πλείω καλλίκαρπον τὸ δένδρον ποιεῖ· ἐπεὶ εἴ γέ τις ἀνάπαλιν τὸ ἄγριον εἰς τὸ ἥμερον ἐμβάλλοι, διαφορὰν μέν τινα ποιήσει, τὸ δὲ καλλικαρπεῖν οὐχ ἕξει. καὶ τά μεν περὶ τὰς φυτείας καὶ τὰς ἐμφυτείας ἱκανῶς εἰρήσθω. Τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφὴν ἐν αὑτοῖς, ἣ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν τοῖς ὠοῖς· ᾗ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων ὠοτοκεῖν μακρὰ δένδρεα. παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὠοῖς· πλὴν ἔδει περὶ πάντων εἰπεῖν καὶ μὴ μόνον τῶν δένδρων· ἅπαν γὰρ ἔχει τινὰ τροφὴν ἐν αὑτῷ. δι᾽ ὃ καὶ δύνανται διαμένειν εἰς χρόνον οὐχ ὥσπερ τὰ τῶν ζώων εὐθὺς φθείρεται χωριζόμενα πλὴν τὰ τῶν ὠοτόκων. ταῦτα γὰρ ὥσπερ εἴρηται τροφὴν ἔχοντα καὶ φυλακὴν ἅμα τῆς ἀρχῆς διαμένει. χρονιώτερα δὲ ἑτέρων ἕτερα καὶ μάλιστα τὰ πυκνὰ καὶ ξηρὰ καὶ ξυλώδη καθάπερ τὰ τοῦ φοίνικος· οὐκ ἔχει γὰρ οὔτε ἔξωθεν οὐδεμίαν παρείσδυσιν οὔτε ἐν αὐτοῖς ὑγρότητα τὴν διαφθειρομένην. ὅθεν καὶ οὔτε θηριοῦται καθάπερ τὰ σιτηρὰ τῶν σπερμάτων οὔτε ἀναξηραίνεται καθάπερ τὰ τῶν λαχάνων, ἀλλ᾽ ἐν αὑτοῖς περιστέγοντα σώζει τὴν ἀρχήν. ὅτι δ᾽ ἐν ἅπασι σπέρμασι τροφὴ κἀκεῖθεν δῆλον· ἃ γὰρ δοκεῖ ξηρὰ καὶ ὥσπερ κελυφανώδη πάμπαν οἷα τὰ τῶν λαχάνων ταῦτα κινεῖται κατὰ τὰς οἰκείας ὥρας ἐὰν καὶ ὁτιοῦν ἰκμάδος λάβῃ· καὶ διὰ τοῦτο ἐν ὑπερώοις τιθέασι καὶ κρεμάννυσιν ἐν ἀρρίχοις καὶ οὔτε ῥαίνουσιν οὐθ᾽ ὕδωρ ὅλως εἰσφέρουσιν εἰς τὰ οἰκήματα. τῶν δὲ δὴ λοιπῶν καὶ τῇ αἰσθήσει φανερὰ τὰ προσόντα· καὶ τά γε δὴ τῶν σαρκωδῶν ὡσπερεὶ γαλακτοῦται διαβλαστανόντων. σχεδὸν δὲ ὁμολογούμενον τοῦτο καὶ ἐπὶ τῶν ζώων ἐστίν· οὐδὲ γὰρ ἐν τούτοις ἅπαν τὸ κατὰ πρόεσιν σπέρμα καθαρὸν καὶ εἰλικρινὲς ὑποληπτέον. ὅσα δὲ ξυλώδη καὶ πυρηνώδη περίκειταί τισι φυλακῆς χάριν οἰητέον ὥσπερ καὶ τὰ δερματικὰ καὶ ὑμενώδη· πάντα γὰρ ταῦτα πρὸς τὴν σωτηρίαν ἐστίν· ὑγρὰ γὰρ ἡ ἀρχὴ δυνάμει πάντων. ἔχουσι δέ τινων τὰς ζωτικὰς ἀρχὰς ὥσπερ ἐλέχθη καὶ ῥίζαι καὶ ἀκρεμόνες καὶ ξύλα καὶ καυλοὶ χωριζόμενοι τῶν φυτῶν ὥστε κινεῖσθαι μέχρι τοῦ βλαστάνειν οἷον αἵ τε σκίλλαι καὶ ὅσα σκιλλώδη καὶ τὰ τῆς ἐλάας ξύλα καὶ οἱ τῶν κρίνων καυλοὶ καὶ οἱ τῆς βλήχρου κλῶνες· ἀνθεῖ γὰρ καὶ αὕτη περὶ τροπάς, ὃ δὴ καὶ μάλιστα θαυμαστόν· ἐπεὶ τά γ᾽ ἄλλα φαίνεταί τινα ἔχειν ὑγρότητα κούφην καὶ γλίσχραν τὰ δὲ λιπαράν· καὶ ἔτι περιέχεσθαι τὰ μὲν χιτῶσι πλέοσι, τὰ δὲ πυκνότητι τῇ αὑτῶν ὥστε μὴ εὐξήραντα εἶναι· τοῦ δ᾽ ἀέρος μεταβάλλοντος καὶ τῆς οἰκείας ὥρας συμπαθῆ τε γίνεται καὶ βλαστάνει. ἡ δὲ βλῆχρος ξηρὰ φαίνεται παντελῶς, ἀλλὰ δῆλον ὡς ἔχει τινὰ τοιαύτην ἀρχὴν, ἣ κινεῖται τῇ τοῦ ἀέρος ἅμα μεταβολῇ καὶ ἀλλοιώσει. θαυμαστὸν δὲ καὶ τὸ τῆς ὥρας· οὐ γὰρ ἀνιεμένης, ἀλλὰ μᾶλλον ἐπιτεινούσης, εἰ μὴ ἄρα περὶ τὰς ἁλκυονίδας· ἱκανὸς γὰρ ὁποσοσοῦν χρόνος εἰς τὰς τῶν ἀσθενῶν καὶ μικρῶν μεταβολάς. αἱ μὲν οὖν γενέσεις πόσαι τε καὶ ποσαχῶς καὶ τίνες ἑκάστοις οἰκεῖαι φανερὸν ἐκ τῶν εἰρημένων. Εὐβλαστῆ δὲ καὶ εὐαυξῆ τὰ ἐκ τῶν φυτευμάτων μᾶλλον ἢ ἐκ τῶν σπερμάτων εὐλόγως, ἄλλως τε καὶ ὑπόρριζ᾽ ἂν ληφθῇ· προϋπάρχει γὰρ πολλὰ τῶν μορίων ἃ δεῖται μόνον τροφῆς· τῶν δ᾽ ἐκ τῶν σπερμάτων ἅπαντα ταῦτα ἀνάγκη γεννᾶσθαι πρῶτον ἔπειθ᾽ οὕτως αὐξηθῆναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ὅσα ῥιζοφυῆ τυγχάνει καθάπερ τὰ κεφαλόρριζα. καὶ γὰρ ἐν τούτοις προΐσταται τῆς φύσεως ἐξ ὧν πλείων ἡ ὁρμὴ πρὸς τὴν βλάστησιν ἢ τῶν σπερμάτων· ῥιζωθῆναι γὰρ ἐκεῖνα δεῖ πρότερον. ὅσα δὲ κατὰ τὰς ἰδίας φύσεις ὡς ἂν γένος πρὸς γένος ὁ συγκρίνων λάβοι τις, πότερα κατὰ τὰς εὐθύτητας τῶν πόρων ληπτέον, ὥσπερ Δημόκριτος· εὔρους γὰρ ἡ φορὰ καὶ ἀνεμπόδιστος ὥς φησιν· ἢ μᾶλλον ὅσα μανότερα καὶ ὑγρότερα; τὰ μὲν γὰρ πυκνὰ καὶ ξηρὰ δυσαύξητα· πᾶν γὰρ ἔμπυρον τὸ πυκνὸν καὶ ξηρὸν καὶ πικρὸν ὥστε βραδεῖαν εἶναι τὴν ἐπίδοσιν· θα τέρου δ᾽ ἐν ὀλίγῳ πολλὴ διὰ τὴν μανότητα· καὶ ὅλως ἡ μανότης εὔβλαστόν τι καὶ εὔτροφον. σημεῖον δὲ καὶ τὸ κατὰ τοὺς τόπους καὶ τὰς φυτείας συμβαῖνον· ἐν μὲν γὰρ τοῖς εὐδιεινοῖς καὶ ἀπνευμάτοις ἔτι δὲ ὅταν ἡ φυτεία πυκνὴ εὐαυξῆ μὲν τὰ δένδρα μανὰ δὲ καὶ ὑγρὰ μᾶλλον. ἐν δὲ τοῖς πνευματώδεσι καὶ ψυχροῖς καὶ τῇ φυτείᾳ μανῇ ἀναυξέστερα μὲν, πυκνότερα δὲ καὶ ξηρότερα. συνίστησι γὰρ τὰ πνεύματα καὶ τὰ ψύχη καὶ ὅλως ὁ προσπίπτων ἀήρ· ἅμα δὲ καὶ συστέλλεται καὶ οὐ λαμβάνει τὸν ἶσον ὄγκον. ὡσαύτως δὲ ὅταν ἡ φυτεία μανὴ· καὶ γὰρ ἐνταῦθα πυκνότερα καὶ εἰς βάθος αὐξανόμενα μᾶλλον, ἐν δὲ ταῖς πυκναῖς ἀνάπαλιν. φανερὸν δὲ καὶ ἐπὶ τῶν ἄλλων ζώων τοῦτο συμβαῖνον καὶ μάλιστα ἐπὶ τῶν ἀνθρώπων· εὐαυξέστερα γὰρ τὰ θήλεα τῶν ἀρρένων ὑγρότερα καὶ μανότερα τὴν φύσιν ὄντα. δῆλον δὲ καὶ ἐπ᾽ αὐτῶν τῶν δένδρων· ῥόα μὲν γὰρ καὶ συκῆ καὶ ἄμπελος εὐαυξῆ, φοῖνιξ δὲ καὶ κυπάριττος καὶ δάφνη καὶ πεύκη καὶ ἐλάα δυσαυξῆ. καίτοι τό γ᾽ εὐθυπορεῖν ὑπάρχει τισὶ τούτων, ἀλλ᾽ ἤτοι πυκνότης ἢ ξηρότης ἢ ἄμφω κωλύει· καὶ γὰρ ἡ ξηρότης ἀναυξής. ἔτι δὲ πρὸς τούτοις ἔνια ὑπὸ τῆς ἀσθενείας· καὶ γὰρ τοιαῦτα δυσαυξῆ καὶ δύστροφα. δεῖ γὰρ μὴ κρατεῖσθαι μηδὲ κωλύεσθαι τὴν τροφὴν ὑπὸ τοῦ περιέχοντος· ἐπεὶ καὶ τὸ εὐθυπορεῖν προσδεῖται δυνάμεως καὶ τῆς κατεργαστικῆς καὶ τῆς ἀπαθοῦς· ἄλλως δ᾽ οὐδὲν ὄφελος. εὐαυξῆ μὲν οὖν καὶ δυσαυξῆ τοῖς τοιούτοις ἀφοριστέον. Ἅπαντα δὲ χείρω τὰ ἐκ σπέρματος ὡς ἐπὶ πᾶν ἔν γε τοῖς ἡμέροις οἷον ῥόα, συκῆ, ἄμπελος, ἀμυγδαλῆ. καὶ γὰρ ὅλως τὰ γένη μεταβάλλει καὶ ἐξαγριοῦται πολλάκις ἔνια καθάπερ ἐν ταῖς ἱστορίαις εἴρηται. τούτου δ᾽ αἴτιον ἡ ἀσθένεια τῶν σπερμάτων. κρατεῖται γὰρ ὑπὸ τῆς ἐπιρροῆς πλείονος οὔσης· καὶ ὥσπερ ἄκαρπα γίνεται διὰ πλῆθος τροφῆς οὐ δυνάμενα πέττειν οὕτως καὶ χείρω γίνεται διὰ τὸ μὴ κρατεῖν. καὶ διὰ τοῦτο Θάσιοι τὰς ἀμυγδαλᾶς ὅταν προσαυξηθῶσιν ἐνοφθαλμίζουσιν· ἐκ γὰρ μαλακῶν σκληραὶ γίνονται μετὰ τὴν φυτείαν· εἴη δ᾽ ἂν τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν. ὅσα δὲ ἰσχυρὰ τῶν σπερμάτων ταῦτα διαμένει μᾶλλον ὥσπερ ὅ τε φοῖνιξ καὶ πεύκη ἡ κωνοφόρος καλουμένη καὶ πίτυς ἡ φθειροφόρος. ὡσαύτως δὲ καὶ τὰ τῶν ἀγρίων· ἴσως δ᾽ οὐκ ἔχει ταῦτά γε μετάβασιν εἰς τὸ χεῖρον· ἡ γὰρ ἀγριότης ἔσχατον. ἀλλ᾽ ἡ εὐχυλία καὶ ἡ εὐσαρκία τούτων πρὸς ἄλληλα γίνεται διὰ τὸν ἀέρα καὶ ἁπλῶς τοὺς τόπους. ἐπεὶ καὶ τὰ ἥμερα εἰς τοῦτο διαφέρει· δύνανται γάρ τινες χῶραι διατηρεῖν τὰς φύσεις, αἱ μὲν μέχρι τινὸς, αἱ δ᾽ ἁπλῶς· αἱ δὲ καὶ μεθιστάναι πρὸς τὸ βέλτιον καθάπερ εἴρηται περί τε τῶν ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ ῥοῶν· αἱ μὲν γὰρ γλυκεῖαι καὶ οἰνώδεις, αἱ δ᾽ ἀπύρηνοι καὶ καλλίκοκκοι γίνονται περὶ τὸν Πίναρον ποταμόν. ἁπλῶς δ᾽ ὅταν οἰκείαν χώραν λάβωσιν οἱ καρποὶ. μᾶλλον δύνανται τὰ γένη διατηρεῖν ὅταν μάλιστ᾽ εὐσθενῇ καὶ καλλικαρπῇ τὰ δένδρα. ἐν δὲ τοῖς ἐπετείοις σπέρμασι πανταχοῦ πρὸς τὴν χώραν ἡ μεταβολὴ γίνεται πλὴν οὐκ εὐθὺς σπαρέντων, ὀλίγος γὰρ ὁ ἐν τῇ γῇ χρόνος, ἀλλὰ τρίτῳ δὴ ἔτει· τότε γὰρ ἀλλοιοῦται πρὸς τὴν ἐκτελείωσιν ὥσπερ καὶ τὰ ζῶα· καὶ γὰρ ταῦτα τριγονήσαντα συνεξομοιοῦται· οὐ μὴν ἀλλ᾽ ἐπίδηλόν γέ τι ποιεῖ καὶ ὁ πρῶτος ἐνιαυτός. καὶ τὰ μὲν ἐκ τῶν σπερμάτων χείρω διὰ ταύτας τὰς αἰτίας. Ἡ δ᾽ ἐπέτειος βλάστησις, αὕτη γὰρ οἷον δευτέρα γένεσίς ἐστιν, οὐχ ἅμα γίνεται πᾶσιν ἀλλὰ παραλλάττει ταῖς ὥραις, ὥστε σχεδὸν ἐν ταῖς ἐναντίαις ἐνίων εἶναι καὶ τὰ μὲν θέρους, τὰ δὲ χειμῶνος βλαστάνειν. ὁμοίως δὲ καὶ ἡ καρπογονία· καὶ γὰρ αὕτη διέ- στηκε τοῖς χρόνοις· ὡς μὲν οὖν ἁπλῶς εἰπεῖν τὰ πρὸς ἑκάστην ὥραν σύμμετρον ἔχοντα τὴν κρᾶσιν ταῦτα καὶ τὰς βλαστήσεις ἐν ἑκάστῃ καὶ τὰς τελειώσεις τῶν καρπῶν ἀποδίδωσιν· οὐ μὴν ἀλλὰ δεῖ καὶ τοῖς καθέκαστα πειρᾶσθαι διαιρεῖν· ἔνια μὲν γὰρ εὐβλαστῆ καὶ ἡ βλάστησις δι᾽ ἰσχὺν καὶ πολυτροφίαν ὥσπερ ἀμυγδαλῆ ῥοιά καὶ ὅλως τὰ ἄγρια μᾶλλον τῶν ἡμέρων. ἔνια δὲ δι᾽ ἀσθένειαν ὥσπερ τὰ ποιώδη καὶ ἐπέτεια· καὶ γὰρ ἀνθεῖ πολλὰ τούτων κατὰ χειμῶνα καθάπερ καὶ ἡ ἀνεμώνη· φαίνεται δὲ οὐδ᾽ ἡ μηλέα προανθεῖν δι᾽ ἰσχὺν, ἀλλὰ δι᾽ ἄλλην αἰτίαν. ἑκάτερα δ᾽ εὐλόγως πρωϊβλαστεῖ καὶ τὰ ἰσχυρὰ καὶ τὰ ἀσθενῆ· τὰ μὲν γὰρ τῇ δυνάμει καὶ τῷ πλήθει προωθεῖ, τὰ δὲ ὑπὸ μικρῶν εὐκίνητα τῶν κατὰ τῶν ἀέρα. μέγα δὲ καὶ ὑγρότης καὶ μαλακότης εἰς τὸ προϊέναι ὥσπερ καὶ ἐπὶ τῆς πρώτης φύσεως ἐλέχθη· τὸ γὰρ ξηρὸν καὶ πυκνὸν οὐτ᾽ εὐδίοδον ὁμοίως οὐθ᾽ ὕλης ἔχει πλῆθος. ὅσα δὲ ἐν ταῖς ἐναντίαις ὥραις ἐκβλαστάνει τούτων αἰτιῶνταί τινες τὴν ψυχρότητα καὶ θερμότητα· τὰ μὲν γὰρ ψυχρὰ τοῦ θέρους, τὰ δὲ θερμὰ τοῦ χειμῶνος βλαστάνειν, ὥστε ἑκατέραν τὴν φύσιν σύμμετρον εἶναι πρὸς ἑκατέραν τῶν ὡρῶν. οὕτω γὰρ οἴεται καὶ Κλείδημος· οὐ κακῶς μὲν οὖν ἴσως οὐδὲ τοῦτο λέγεται, δεῖ δὲ καὶ τὴν ὀλιγότητα καὶ τὴν ἀσθένειαν καὶ εἴ τι ἄλλο συναίτιον προστιθέναι καθάπερ καὶ ἐπὶ τῶν λαχανωδῶν ὁρῶμεν. ἡ μὲν γὰρ ἀνδράχνη καὶ ὁ σίκυος καὶ ὅλως τὰ τοιαῦτα κάθυγρα καὶ ψυχρά· τὸ δ᾽ ὤκιμον ξηρὸν καὶ ξυλῶδες· ἀλλ᾽ ὅμως οὐ δύναται πρὸ τῶν θερμημεριῶν βλαστάνειν εἴς γε διαμονὴν καὶ τελέωσιν· αἴτιον δ᾽ ἡ ἀσθένεια καθάπερ καὶ τῆς σικύας καλουμένης. αὕτη γὰρ δένδρου ὕψος λαμβάνουσα καὶ σχιζομένη τοῖς κλωσὶν ὥσπερ ἡ ἀναδενδρὰς ὅμως ἐπικηρόν τε καὶ οὐ δύναται πρὸ τῶν θερινῶν ἀλλὰ δεῖται πορρωτέρω τῆς ὥρας παρατείνειν πρὸς τὸ μετόπωρον. καὶ τὰ ἀκανθώδη καὶ ποιώδη καὶ ῥιζοκέφαλα· καθάπερ ὁ τε σκορπίος καλούμενος καὶ τὰ τίφυα καὶ ἡ ἄκανθα βασιλικὴ καὶ τὸ λείριον ἔνια δὲ καὶ μετ᾽ ἀρκτοῦρον. εἴτε οὖν ὕστερα χρὴ καὶ ὀψιαίτερα ταῦτα λέγειν εἴτε καὶ πρωϊαίτερα γινομένων τῶν πρώτων ὑδάτων, οὐδὲν γὰρ διαφέρει πρός γε τὸ νῦν, ἀλλ᾽ ἐκεῖνο φανερὸν ὡς οὔτε μεγέθει καὶ μικρότητι τὸ πρωϊβλαστὲς καὶ ὀψιβλαστὲς ἀφοριστέον οὔτ᾽ ἴσως θερμότητι καὶ ψυχρότητι καὶ ὑγρότητι καὶ ξηρότητι μόνον, ἀλλὰ δεῖ τινα συμμετρίαν ἕκαστον ἔχειν πρὸς τὴν ὥραν γίνεται γὰρ ἁπαλωτάτη . φαίνεται γὰρ ἅπαντα τὴν οἰκείαν ἀναμένειν τελείωσιν, ἀβλαστῆ τε τέως καὶ ἀκίνητα ὄντα ὁμοίως δένδρα καὶ ὑλήματα καὶ ποιώδη· φανερώτατον γὰρ τοῦτ᾽ ἐν τοῖς ἀγρίοις ἐν οἷς δὴ καὶ ἡ γένεσις αὐτοφυὴς καὶ ἄνευ παρασκευῆς. πάντα δ᾽ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα τῶν μετοπωρινῶν ἐν τοῖς ὑλήμασι καὶ τοῖς φρυγανικοῖς καὶ ποιώδεσίν ἐστιν· ἐπεὶ δένδρον γε οὐδὲν πλὴν εἰ μή τι κατὰ τὴν ἐπιβλάστησιν· ἐπιβλαστάνει γὰρ ἔνια μετ᾽ ἀρκτοῦρον. ὡς δ᾽ ἐπὶ πᾶν καὶ καθόλου λαβεῖν τὰ ἀείφυλλα τῶν δένδρων καὶ ὀψιβλαστότερα καὶ ὀψικαρπότερα διά τε πυκνότητα καὶ ξηρότητα, κατὰ μικρὸν γὰρ ἡ ἐπιρροὴ, καὶ διὰ τὸ συνεχὲς ἀεὶ τῆς εἰς τὰ φύλλα διδομένης τροφῆς· οὐ γίνεται γὰρ ἀθροισμὸς ὥστε προορμᾶν, ἀλλ᾽ ἀπὸ τῆς ὥρας κινεῖται τῆς οἰκείας τὸ καθῆκον. σπάνια γὰρ ἄν τις λάβοι τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα τῶν ἀειφύλλων οἷον τόν τε κιττὸν καὶ τὴν ῥάμνον καὶ εἴ τι τοιοῦτον. ἡ δὲ ἰδιότης εἴτε διὰ θερμότητα τούτων εἴτε καὶ μανότητα καὶ ὑγρότητα εἴτε καὶ διὰ ταύτας πάσας συμβαίνει τὰς αἰτίας διαιρετέον αὐτὸ τοῦτο πρῶτον ἴσως εἰπόντας ποῖα θερμὰ καὶ ποῖα ψυχρὰ καὶ τοῖς ποίοις ληπτέον. ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς ὕστερον πειρατέον εἰπεῖν· διὰ τί δὲ τὰ μὲν πρωϊβλαστῆ, τὰ δὲ ὀψιβλαστῆ ταύτας ἄν τις ἀποδοίη τὰς αἰτίας. Ὅσα δὲ κατὰ πᾶσαν ὥραν βλαστάνει τε καὶ ἀνθεῖ καὶ καρποτοκεῖ καθάπερ ἡ περσικὴ μηλέα καὶ εἴ τι ἄλλο τοιοῦτον ἀπορήσειεν ἄν τις οὐ μόνον ὅτι οὐ πρὸς πάσας ἁρμόττει τὰς ὥρας ἡ κρᾶσις, ἀλλ᾽ ὅτι οὐδ᾽ αὐτὰ αὑτοῖς ὁμοβλαστάνει τὰ γένη καὶ ὁμοκαρπεῖ. τοῦτο γὰρ ἐν τοῖς κεχωρισμένοις τῶν ὁμογενῶν ἀξιοῦμεν καὶ ὁρῶμεν συμβαῖνον. τὸ μὲν οὖν πάθος ὅμοιον φαίνεται τοῖς ἐπικυϊσκομένοις ζώοις, πλήν γ᾽ ἡ αἰτία τοῖς μὲν φανερὰ, τοῖς δὲ λόγου δεομένη. τὰ μὲν γὰρ οὐχ ἅμα λαμβάνουσι τὰς παρ᾽ ἑτέρων ἀρχὰς οὐδ᾽ ἴσως εἰς τὸν αὐτὸν τόπον οὐδ᾽ ἅμα κυΐσκεται, εἰ μὴ καθάπαξ ἅμα καταλάβοι. τῶν δὲ διὰ τί ἡ βλάστησις οὐχ ἅμα οὐ ῥᾴδιον εἰπεῖν· ἀνάγκη γὰρ διὰ τὸ τὰς ῥίζας μηδ᾽ ἅμα μηδ᾽ ὁμοίως ἔχειν ἢ τοὺς ἀκρεμόνας μὴ δέχεσθαι μηδ᾽ ἐκπέττειν ἐξ ὧν ἡ πρώτη βλάστησις· ταῦτα δὲ διὰ τί καὶ τίνος ἕνεκα γένοιτ᾽ ἂν οὐκ εὔλογον εἰπεῖν. ἡ μὲν γὰρ ἄμπελος ἡ μαινομένη τάχ᾽ ἂν δόξειεν οὐκ ἀλόγως δέχεσθαι· τῷ μὲν γὰρ μὴ ἐκπέττειν τὸν καρπὸν ὑπολείμματα πολλὰ ποιεῖται ὑγρότητος γονίμου, ταῦτα δ᾽ ὅταν ἀὴρ ἐπιλάβῃ μαλακὸς ἐκτίκτει, καθάπερ καὶ ἄλλοις τῶν δένδρων αἱ πορρώτεραι βλαστήσεις ἐπιγίνονται. ἡ δὲ μηλέα καὶ ὅσα ἄλλα τοιαῦτα τελεογονεῖ καὶ ἐκπέττει· δι᾽ ὃ τὸ μερίζεσθαι καὶ ἄλλοτ᾽ ἄλλο βλαστάνειν ἄτοπον καὶ ταῦτ᾽ ἀπὸ μιᾶς ὁρμῆς. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗται καὶ τοιαῦται εἴρηνται περὶ τούτων. πρὸς δὲ τὸ τὴν αἰτίαν τοῖς ἀπορουμένοις λέγειν πρῶτον ληπτέον ὅπερ εἴρηται καὶ πρότερον ὅτι πᾶν δένδρον ἀρχὰς πολλὰς ἔχει πρὸς τὴν βλάστησιν καὶ τὴν καρποτοκίαν· τοῦτο δ᾽ ὥσπερ ἐλέχθη τῆς οὐσίας ὅτι καὶ πολλαχόθεν ζῇ δι᾽ ὃ καὶ βλαστητικόν. εἰσὶ δ᾽ οἱ πρῶτοι τούτων ἀναγκαιό- τεροι, ἐκ τῶν ἀρχῶν δὲ τούτων οὐθ᾽ ὅμοιοι πάντες οὐθ᾽ ἴσοι οὐθ᾽ ἅμα βλαστάνουσιν οἱ βλαστοὶ, ἀλλ᾽ ὅταν ᾖ πλείων συρροὴ καὶ ἰσχυροτέρα κατὰ ταῦτα θᾶττον καὶ πλεῖον· ἕκαστος γὰρ αὐτῶν ὥσπερ φυτόν ἐστιν ἐν τῷ δένδρῳ καθάπερ ἐν τῇ γῇ· μὴ ἅμα δὲ τῆς βλαστήσεως οὔσης μηδ᾽ ἴσης τῆς ἰσχύος εὐλόγως οὐδὲ τῶν καρπῶν ἡ πέψις ἅμα γίνεται πάντων· ἐπεὶ καὶ ἡ θέσις διαφορὰν ποιήσει τῶν μερῶν οἷον ἢ πρὸς ἀνατολὰς ἢ δύσεις ἢ πρὸς ἄρκτον ἢ̓̀ μεσημβρίαν· ὥσπερ γοῦν καὶ ὅλων τῶν δένδρων εἰ ἐν εὐδιεινῷ τόπῳ· πρωϊβλαστῆ γὰρ ταῦτα καὶ πρωΐκαρπα. τοιαύτης δὲ τῆς φύσεως οὔσης τῆς κοινῆς ὅπου μὲν ὁ ἀὴρ μαλακὸς καὶ εὐδιεινὸς ὀλίγον χρόνον οὐ βλαστητικὰ τὰ δένδρα γίνεται καθάπερ καὶ περὶ Αἴγυπτον, ὅπου δὲ χειμέριος καὶ σκληρὸς πλείω· τὸ γὰρ ὅλον βραχεῖά τις ἂν γένοιτο διάλειψις εἰ ἡ ἐκ τῆς γῆς τροφὴ δαψιλὴς εἴη καὶ ὁ ἀήρ εὐκραής. ἐπεὶ καὶ τὰ μὴ φυλλορροοῦντα παρά τισιν οἷον συκῆ καὶ ἄμπελος διὰ τοῦτο οὐ φυλλορροεῖ καθάπερ εἴρηται δι᾽ ὅτι διαρκὴς ἡ τροφή· τουτὶ μὲν οὖν κοινὸν ἐπὶ πλειόνων ἐστί· τὰ μὲν γὰρ διὰ τὴν φύσιν, τὰ δὲ διὰ τὸν τόπον ἔχει τοιαύτην. διῃρημένων δὲ τῶν μὲν φυλλοβόλων, τῶν δὲ ἀειφύλλων αἰτίας δ᾽ οὔσης τοῖς ἀειφύλλοις τῆς διαρκείας τῆς τροφῆς ὧν τὰ μὲν διὰ τὴν ἰδίαν φύσιν, τὰ δὲ διὰ τὸν τόπον τοιαῦτα, τρίτον δὴ καὶ ὥσπερ ἐφεξῆς τούτοις τὴν ἀειβλάστησιν θετέον, ὅτι τὸ ἀείφυλλον οὐκ ἀειβλαστὲς, ἀλλ᾽ ἐκεῖνα μὲν ὥσπερ διατηρεῖν μόνον δύνανται τὰ προϋπάρχοντα ταῦτα δὲ καὶ προσεπιγεννᾶν ἕτερα διὰ τὴν ἰδίαν δῆλον ὅτι φύσιν· τοῦτο δὲ καὶ ἐν ἄλλοις μέχρι τινός· ἐπιβλαστάνει μὲν γὰρ τὰ μὲν ἅμα τοῖς ἄστροις, τὰ δὲ καὶ ἀορίστως ὥσπερ καὶ ἄμπελος. ὃ δὴ τούτοις μέχρι τινὸς ἐκείνοις δι᾽ ὅλου δέδωκεν ἡ φύσις ὥστε καὶ βλαστοφυεῖν καὶ καρπογονεῖν. οὔσης δὲ τοιαύτης τῆς οὐσίας οὐδὲν ἄτοπον ἤδη τὰ μὲν τελεοῦν, τὰ δ᾽ ἀνθεῖν, τὰ δὲ βλαστάνειν, τὰ δὲ μέλλειν· ἐπείπερ οὐδ᾽ ἐν τοῖς ἄλλοις δένδρεσιν ἅπανθ’ ἅμα τὰ μερῆ διαφέρει δὲ τοῖς χρόνοις ὅτι τὰ μὲν ἄλλα παρ᾽ ὀλίγον, τὰ δ᾽ ἐφεξῆς. ἀλλ᾽ ἐκεῖνο μᾶλλον ζητητέον τίς ἢ πόθεν ἡ κρᾶσις καὶ ἡ σύστασις τῶν τοιούτων· ἔοικε δὲ παραπλήσιον πλὴν χαλεπώτερον καὶ τίς ἡ τῶν ἀειφύλλων· προσεπειπεῖν γὰρ δεῖ καὶ διὰ τί τοσαύτην λαμβάνει καὶ δύναται πέττειν ὥστε γεννᾶν· ἡ γὰρ ἐπιβλάστησις καρποτοκίας ἕνεκα· ἐπεὶ τό γε πλείους ἅμα καρποὺς ἔχειν τὸν μὲν τέλειον, τὸν δ᾽ ἀτελῆ, τὸν δ᾽ ὑποφυόμενον συμβαίνει καὶ τῇ ἀρκεύθῳ καὶ ἄλλοις ὧν βραδεῖά τε ἡ ἐκπέψις καὶ δυσαπόπτωτος ὁ καρπός. ἡ μὲν οὖν τούτων αἰτία μέχρι τούτων εἰρήσθω τὰ νῦν. Πότερα δ᾽ ἡ βλάστησις καὶ αὔξησις ἅμα τῶν ἄνω τε γίνεται καὶ τῶν ὑπὸ γῆς ἢ διῃρημέναι τοῖς χρόνοις; ὥσπερ τινές φασι τὰς μὲν ῥίζας αὐξάνεσθαι μετοπώρου καὶ χειμῶνος, τὰ δὲ στελέχη καὶ τοὺς ἀκρεμόνας ἔαρος καὶ θέρους καὶ μάλιστα δ᾽ ὑπὸ τὸ ἄστρον. τοῦτο δὲ κατὰ λόγον οὕτω συμβαίνειν, τῇ γὰρ πρώτῃ γενέσει κατακολουθεῖν· ἐν ἐκείνῃ γὰρ τὴν ῥίζαν πρότερον ἢ τὸν βλαστὸν ἀφιέναι πάντα· προϋπάρχειν γὰρ ἀναγκαῖον, ᾧ τὴν τροφὴν ἐπάξεται. φανερὸν δὲ καὶ ἐν ταῖς μετοπωριναῖς φυτείαις· τότε γὰρ ῥιζοῦται οὐ βλαστάνει δὲ τὰ φυτευόμενα ἢ ἐπὶ βραχύ τι πρὸ τοῦ ἔαρος· εἰ γὰρ ἦν ἄρριζα, ἐσήπετ᾽ ἄν· ἀλλὰ διὰ τοῦτο ἐπαινοῦσι ταύτην τὴν φυτείαν, ὅτι μᾶλλον τὰς ἀρχὰς ἰσχυροτέρας ποιεῖ δι᾽ ὧν ἡ τοῦ στελέχους καὶ ἡ τῶν ἄλλων γένεσις· ὡς τά γ᾽ εὐθὺς ἀνατρέχοντα πρὸς τὴν βλάστησιν ἀσθενῆ καὶ ἄκαρπα γίνεται καθάπερ ἐπὶ τῶν σπερμάτων οἱ Ἀδώνιδος κῆποι· πιθανὸς δὲ καὶ ταύτῃ δόξειεν ἂν ὁ λόγος ὅτι τὰ μὲν ἄνω κωλύεται διὰ τὸν πέριξ ἀέρα ψυχρὸν ὄντα, τὰ δὲ κάτω στεγαζόμενα τῇ γῇ καὶ ἅμα συγκατακλειόμενα ὑπὸ τοῦ θερμοῦ διὰ τὴν ἀντιπερίστασιν τῇ τε ὑγρότητι καὶ τροφῇ προσαύξεται. πάντα γὰρ αὐτοῖς ὑπάρχει δι᾽ ὦν ἡ αὔξησις καὶ ἡ γένεσις. σημεῖον δὲ καὶ τὸ ἐπὶ τοῦ σίτου συμβαῖνον, ὃς ὑπὸ τοῦ χειμῶνος πιλούμενος ῥιζοῦται μᾶλλον, ὃ δὴ καρκινοῦσθαι λέγουσιν, ὡς τὴν ἀπὸ τῶν ἄνω δύναμιν καὶ τροφὴν εἰς τὰ κάτω τρεπομένην. ταύτῃ μὲν οὖν δόξειεν ἂν μερίζεσθαι τὸ τῆς αὐξήσεως· τῇδε δὲ πάλιν οὐκ ἂν δόξειεν· ἔν τε γὰρ τῇ πρώτῃ γενέσει προτερεῖ μὲν ἡ ῥίζα τῶν βλαστῶν οὐ μὴν τοσοῦτον ὥστε χρόνου γίνεσθαι πλῆθος, ἀλλὰ βραχύ τι πάντως ὥσπερ καὶ ἐπὶ τῶν ζώων ἡ καρδία καὶ τὰ περὶ τὴν καρδίαν· ἁπλῶς γὰρ ὡς εἰπεῖν ἡ φύσις οὐθὲν καθάπερ ἡ τέχνη ποιεῖ κατὰ μέρος, ἀλλὰ πάντ᾽ ἀθρόα καταβάλλεται. συντελεῖ δὲ ἑτέρων ἕτερα πρότερον. εἰ δὲ καὶ ἐν τῇ πρώτῃ γενέσει τοῦτ᾽ ἐπί τινων ἀναγκαῖόν ἐστιν, ἀλλ᾽ οὔτι γε ἐν τῇ τροφῇ καὶ αὐξήσει, τὰ μὲν πρότερον τρέφεσθαι, τὰ δ᾽ ὕστερον, ὥσπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἅμα πως μάλιστα πάντα καὶ ὁ ὅλος ὄγκος ὥσπερ κατὰ συνέχειαν καὶ τρέφεται καὶ ἐπιδίδωσιν. ὃ καὶ κατὰ τὴν αὔξησίν ἐστι φανερόν. ἐπεὶ καὶ ἄτοπον εἰ τὸ θρεπτικὸν, ὃ δὴ διαπλάττει καὶ δίδωσι τροφὰς, διαιρεῖται κατὰ μέρη τὴν ἐνέργειαν· ἢ πάλιν εἴ τι τῶν σωματικῶν τὸ ἐνεργοῦν οἷον πνεῦμα ἢ πῦρ· οὐδὲ γὰρ ταῦτα εἰκός, ἀλλ᾽ ὅταν ἅμα ταῖς ὥραις κινηθῶσιν ὁμοίως δι᾽ ὅλων διήκειν τῶν φυτῶν· ἓν γάρ τι τὸ γεννῶν, οὐχ ὥσπερ Ἐμπεδοκλῆς διαιρεῖ καὶ μερίζει τὴν μὲν γῆν εἰς τὰς ῥίζας, τὸν δ᾽ αἰθέρα εἰς τοὺς βλαστοὺς ὡς ἑκάτερον ἑκατέρου χωριζόμενον, ἀλλ᾽ ἐκ μιᾶς ὕλης καὶ ὑφ᾽ ἑνὸς αἰτίου γεννῶντος. ὡς ἡ τῶν ὅλων σύστασις μικρὰν ἀεί τινα λαμβάνει ἔφεξιν καὶ κατὰ τὰς τροφὰς καὶ κατὰ τὰς αὐξήσεις, ὥστε δ᾽ ὅλαις ὥραις χωρίζειν μέγα κομιδῆ τὸ διάστημα τῶν χρόνων. ἡ δ᾽ ὑπὸ τοῦ ψύχους κώλυσις τῆς βλαστήσεως ἀληθὴς μὲν οὐκ ἔτι δὲ ποιεῖ μερισμὸν φυσικόν. ἀλλ᾽ ὥσπερ ἐν συμβαίνοντι τὸ προσαύξεσθαι τὰς ῥίζας· ὃ καὶ καθηκούσης ἐνίοτέ γε γίνεται τῆς ὥρας ὅταν ἀντικόψῃ ὁ χειμών· ἡ μὲν γὰρ βλάστησις κατέχεται, τὸ δὲ τῶν ῥιζῶν οὐ κωλύεται διὰ τὴν ἀλέαν ὅταν ἤδη προορμώμεναι τύχωσιν εἰς ἔκφυσιν καὶ αὔξησιν ἔρχεσθαι. ἀλλὰ τοῦτο οὐ τῆς φύσεως θετέον ὃ διακωλύειν ποτὲ συμβαίνει τι τῶν ἐκτὸς, ἀλλ᾽ ὅσα τῇ ὁρμῇ γίνεται τῇ αὐτῆς. ὡραίων δὲ χειμώνων καὶ εὐδιεινῶν γενομένων ἅμα τά τε ἄνω καὶ τὰ κάτω λαμβάνει τὰς αὐξήσεις. ἐπεὶ ὅπου ὁ ἀὴρ εὐβλαστὴς καὶ μαλακὸς βραχύν τινα χρόνον ὥσπερ εἴρηται διαλείπουσιν αἱ βλαστήσεις οὐ μεριζομένων τοὺς χρόνους. τοὺς δὲ χειμῶνας οὐ μόνον τὰς βλάστας, ἀλλὰ καὶ τὰς ῥίζας εὔλογον κατέχειν εἴπερ ἀπὸ τῆς τοῦ ἡλίου θερμότητος καὶ αἱ τούτων αὐξήσεις καὶ γενέσεις οὐκ εἰς πλεῖον καταλαμβάνουσαι βάθους οὗ ὁ ἥλιος ἐφικνεῖται· πλὴν ἐάν που τόπος εὐδίοδος ᾖ καὶ μανὸς καὶ κενός. μὴ γὰρ τούτου συμβαίνοντος ἀπορήσειεν ἄν τις εὐλόγως, διὰ τί ποτ᾽ οὐκ αὐξάνονται τοῦ χειμῶνος τροφήν τε λαμβάνοντα καὶ ἀποστέγοντος τοῦ ψύχους. τάχα δὲ καὶ τοῦτο κοινὸν ἀπόρημα καὶ ἐπὶ τῶν ἄλλων μερῶν. ἅπαν μὲν γὰρ τὸ ζῶν τρέφεται, τὸ δ᾽ ἐν ὁρμῇ τῆς αὐξήσεως ὂν οὐκ αὔξεται· τὰ δὲ φυτὰ πανταχῆ καὶ τὰ νέα καὶ τὰ παλαιὰ προορμᾷ πρὸς αὔξησιν. εἰ μὴ ἄρα συμβαίνει τότε μὲν αὐξάνεσθαι τοὺς ὅλους ὄγκους ἅμα δὲ τῇ ὥρᾳ διαγελώσῃ τὰς ἐκβλαστήσεις γίνεσθαι· τοῦτο δὲ οἷον γένεσίς τις ἤδη· δι᾽ ὃ καὶ οὐκ ἄλογον ἐν αὑτοῖς ὥσπερ κύοντα κατέχειν ἢ συναθροίζοντα καὶ λαμβάνοντα πρὸς τὴν κύησιν ἐν οἷς ὄγκος γίνεται καὶ αὔξησις, εἶθ᾽ ἅμα ταῖς ὥραις ἀποτίκτουσιν. ἔχουσι γὰρ δή τινας οἱ κλάδοι καὶ οἱ ἀκρεμόνες ἐν ἑαυτοῖς ἀρχὰς ζωτικὰς, αἳ διαθερμαινόμεναι τῇ ὥρᾳ προΐενται τοὺς βλαστοὺς καὶ μὴ ῥιζουμένων τῶν κάτω· τοῦτο δὲ μάλιστα φανερὸν ἐν τοῖς ἀφαιρουμένοις φυτοῖς τῶν ἀμπέλων τε καὶ ἑτέρων καὶ συντιθεμένοις ἐν πίθοις· προβλαστάνουσι γὰρ οἱ βλαστοὶ τῆς ὥρας καθηκούσης· ὁτὲ δὲ καὶ τὰ πηγνύμενα κλήματα καὶ κράδαι καὶ χάρακες ἐκ τῶν ἄνωθεν ἐβλάστησαν ὅσον εἰς ἀρχὴν, κάτωθεν δὲ οὐκ ἐρριζώθησαν, ὡς ἔχοντα μὲν ἐν ἑαυτοῖς ἤδη τὰς ἀρχὰς καὶ τὰς δυνάμεις, τροφῆς δὲ δεόμενα μετὰ τὸν τόκον ἧς μὴ γινομένης καταξηραίνεται. δι᾽ ὃ καὶ οὐκ ἐοίκασιν κακῶς λέγειν οἱ φάσκοντες εὐθὺς ἀνθεῖν τοὺς νέους καρποὺς ἔτι τῶν ἑτέρων ἐπόντων· τοῦτο γὰρ δῆλον ὡς δυνάμει λέγουσιν. τὰς μὲν οὖν αὐξήσεις εἴη μὲν ἂν ἀμφοτέρως συμβαίνειν, οὐ μὴν ἀλλὰ διὰ ταῦτά γε μᾶλλον ἄν τις ὅλων τῶν δένδρων ἢ μεριζομένας ὑπολαμβάνοι γίνεσθαι. Ζητήσειε δ᾽ ἄν τις ἐκ τῶν μικρῷ πρότερον εἰρημένων πότερον τὰ δένδρα κατὰ χειμῶνα κύει πρὸς καρπογονίαν, τοῦ δ᾽ ἦρος ἀποτίκτει καὶ τοῦθ᾽ οἷον περίοδός ἐστι χρόνοις ὡρισμένοις καθάπερ τοῖς ζώοις ἢ διὰ τὴν ἔνδειαν τῆς τροφῆς συμβαίνει καὶ διὰ τὴν ψυχρότητα τοῦ ἀέρος. εἰ γὰρ ἐν τοῖς εὐδιεινοῖς καὶ μαλακοῖς αἰεὶ βλαστάνουσιν οὐκ ἂν εἴη τεταγμένη ἐν τοῖς χρόνοις ἡ κύησις, εἰ δὲ μὴ οὔτι γε ταύταις ταῖς ὥραις ὡς ὅλον ἅμα βλαστάνειν πάλιν καὶ εἴ τι τὸ ὀργῶν ἀποτίκτειν. εἰ δὲ καὶ συνεχῶς ὁ ἀὴρ ἀκολουθοίη τούτοις ἴσως οὐδὲ τὰ παρὰ τῶν ποιητῶν λεγόμενα δόξειεν ἂν ἀλόγως ἔχειν οὐδ᾽ ὡς Ἐμπεδοκλῆς ἀείφυλλα καὶ ἐμπεδόκαρπά φησι θάλλειν καρπῶν ἀφθονίῃσι κατ᾽ ἠέρα πάντ’ ἐνιαυτόν, ὑποτιθέμενός τινα τοῦ ἀέρος κρᾶσιν τὴν ἠρινὴν κοινήν· ἐκεῖνο δ᾽ ἄν τις ἴσως ἐν τούτοις ἀπορήσειε πότερα καὶ πεπάνσεις ὅμοιαι τῶν καρπῶν ἢ ἐνδεέστεραι γίνονται ἀσθενεστέρου ὄντος τοῦ θερμοῦ καὶ τῆς ὥρας ὑγροτέρας· τοῦτο μὲν οὖν ὡς καθ᾽ ὑπό θεσιν θεωρείσθω· ἐν δὲ τῇ νῦν περιόδῳ τῶν ὡρῶν ἔοικε τὰ δένδρα κενωθέντα τοῦ θέρους ἐκ τῆς βλαστήσεως καὶ τῆς καρπογονίας ἀντιπληροῦσθαι πάλιν εἶτ᾽ ἐκ ταύτης τῆς ἀντιπεριστάσεως ἀποτίκτειν καὶ βλαστάνειν κατὰ τοὺς ἱκνουμένους καιροὺς, ἔχοντά πως τὴν κύησιν καὶ ἐν τοῖς μέρεσι καὶ ἐν τοῖς ὅλοις. εὐλόγως δὲ καὶ αἱ φυτεῖαι καὶ αἱ ἐπιβλαστήσεις γίνονται κατὰ πλείους ὥρας δοκοῦσι δ᾽ ἐναντία πως εἶναι μετόπωρόν τε καὶ ἔαρ καὶ κυνὸς ἐπιτολή· ἡ γὰρ περὶ τροπὰς βραχεῖα, ἀλλὰ μετ᾽ ἀρκτοῦρον ἐπιβλαστάνει πλείω καὶ ὑπὸ κύνα. τὸ μὲν οὖν ἔαρ οὐδὲ θαυμάζεται, ζωτικωτάτη γὰρ ἡ ὥρα καὶ μάλιστα γόνιμος ὑγρά τις οὖσα καὶ θερμή. τὸ δὲ θέρος ὥσπερ ἐναντίον· ξηρά τε γὰρ καὶ ἐμπυροτάτη καὶ μάλιστα ὑπὸ τὸ ἄστρον. ἔτι δὲ τὸ μετόπωρον οὐ μόνον ξηρὸν, ἀλλὰ καὶ ψυχρὸν ἤδη μεταβάλλον ἐπιλαμβανούσης τῆς ὥρας· ἐναντιωτάτη δὲ βλαστήσει ψυχρότης καὶ ξηρότης. ἀλογία μὲν γὰρ δή τις φαίνεται διὰ τούτων. οὐ μὴν οὔτε πρὸς τὰς βλαστήσεις ἐναντία ταῦτά ἐστιν οὕτε αὖ ἀσύμφωνα κατὰ τὰς δυνάμεις ἀλλ᾽ ἔχοντά τινα ὁμοιότητα. δεῖ γὰρ δὴ τὴν ὥραν ὑγρότητά τινα καὶ θερμότητα ἔχειν ὥσπερ καὶ τὸ ἔαρ. αὕτη μὲν ὁμολογουμένη μάλιστα πρὸς βλάστησιν. ἐν ἀμφοῖν δὲ τοῦτο συμβαίνει καὶ ἐν τῇ τοῦ κυνὸς ἐπιτολῇ καὶ μετ᾽ ἀρκτοῦρον· ὑπὸ γὰρ αὐτὸ τὸ ἄστρον καίπερ ὄντος ἐμπύρου τοῦ ἀέρος ὅμως καὶ νότια πνεῖ καὶ νέφη συνίσταται καὶ αὐτὰ τὰ δένδρα διυγραίνεται φανερῶς καὶ ὑπὸ τὸν φλοιὸν αὐτῶν διαδίδοταί τις ὑγρότης, ὅθεν καὶ ῥοαί τισι κατὰ τοῦτον τὸν καιρὸν εἴτ᾽ οὖν συνελαυνομένου τοῦ ὑγροῦ καὶ ἀντιπεριστάσεως γινομένης εἴτε δι᾽ ἄλλην αἰτίαν· πλὴν συμβαίνει γε τοῦτο καὶ τοῖς ἀνθρώποις, δι᾽ ὃ καὶ αἱ κοιλίαι μάλιστα λύονται καὶ πυρετοὶ πολλοὶ γίνονται καθυγραινομένων τῶν σωμάτων. δοκεῖ δὲ καὶ ἡ γῆ τότε καθυγράνθαι μᾶλλον ὅθεν καὶ ὑδάτων ἀναδόσεις καὶ ἕτεραι μεταβολαὶ γίνονται πλείους. ἀλλὰ δι᾽ ἣν μὲν αἰτίαν ἕκαστα συμβαίνει τούτων ἕτερος λόγος· ὅτι δὲ ἐξυγραινομένων τῶν φυτῶν καὶ τοῦ ἔξωθεν ἀέρος οὐκ ἀντιπίπτοντος ἡ ἐπιβλάστησις οὐκ ἄλογος φανερὸν ἐκ τῶν εἰρημένων. τὸ δὲ μετόπωρον οὐχ ὥσπερ ἐλέχθη ξηρὸν καὶ ψυχρόν ἐστιν, ἀλλὰ μᾶλλον θερμόν· ἅμα γὰρ ἐν τῇ τοῦ ἄστρου μεταβολὴ ἐν τῷ ἀέρι γίνεται, δι᾽ ὃ καὶ ὥσπερ μίξιν τινὰ συμβαίνει γίγνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ θερμοῦ καθάπερ καὶ ἐν τῷ ἦρι προσγίνεται τὸ θερμὸν ἀπὸ τῆς ὥρας· ἐνταῦθα δὲ τοῦ θερμοῦ προϋπάρχοντος ὑγρότης ἐπιγίνεται διὰ τὴν πύκνωσιν καὶ κατάψυξιν τοῦ ἀέρος. εὔλογον δὲ καὶ τὰ μὴ κάρπιμα καὶ ὅλως τὰ νέα τῶν πρεσβυτέρων ἐπιβλαστικώτερα, καὶ τὰ ἐν ταῖς ὑγραῖς καὶ χειμερίοις χώραις. τὰ μὲν γὰρ κάρπιμα καὶ πρεσβύτερα ξηρότερα, τὰ μὲν εἰς τοὺς καρποὺς καταναλωκότα, τὰ δὲ καὶ τῇ φύσει τοιαῦτα. τὰ δὲ ἄκαρπα καὶ νέα καὶ ὑγρότητα ἔχει καὶ θερμότητα πλείω. πάλιν δὲ ὅπου μὲν οἱ τόποι χειμέριοι καὶ ὑγροὶ τυγχάνουσι καὶ ὁ ἀὴρ εὔπνους ἐνταῦθα καὶ τὰ μετοπωρινὰ γίνεται μακρὰ καὶ ὑγρὰ καὶ καλὰ· πολλάκις δὲ καὶ ὕδατα θερινὰ κατά γε τὰς πλείστας, ὥσθ᾽ ὑγροῦ τοῦ ἀέρος ὄντος ἐπιγινομένης θέρμης εὐβλαστότερα γίνεται καὶ εὐαυξῆ μᾶλλον· ἐπεὶ καὶ τὰ δοκοῦντα δικαρπεῖν μηλεῶν τέ τινα γένη καὶ ἀπίων ἐν τούτοις μάλιστα γίνεται τοῖς τόποις ἅτε παρεκτεινούσης ἐπὶ πολὺ τῆς ὥρας. καὶ ταχὺ τῶν προτέρων ἀφαιρουμένων ἃ μὴ πρωϊκαρπεῖ ὅμως διφορεῖ. θᾶττον γὰρ πάλιν ἀναπληροῦνται καὶ κυΐσκονται, δι᾽ ὃ᾽ καὶ χρῶνταί τινες αὐτῷ τῶν πρὸς τὴν ἀγορὰν βλεπόντων. οὐ μὴν ἀλλ᾽ οὐδέν γε ὡς εἰπεῖν τῶν δικαρπούντων ὅμοιον γίνεται τοῖς ἐξ ἀρχῆς ἀλλ᾽ ὡς ὁρμὴν μόνον τοῦ φυτοῦ λαμβάνοντος, οὐ συνεκτελέσαντος δὲ τοῦ ἡλίου καὶ τοῦ ἀέρος. καὶ ἐφ᾽ ἑτέρων ἔτι μᾶλλον συμβαίνει· προφαίνει γὰρ καρπὸν καὶ ἡ ῥόα καὶ ἡ μύρρινος ἀλλὰ μέχρι τοῦ προδεῖξαι μόνον. ἐπιβλαστικώτατα δ᾽ οὖν ὡς εἰπεῖν τὰ μάλιστα εὐβλαστῆ τῇ φύσει, πλὴν εἴ τι διὰ ξηρότητα κατακωλύεται καθάπερ ἡ ἀμυγδαλῆ καὶ εἴ τινων ὑπόγυιος ἡ ἀφαίρεσις τῶν καρπῶν πρὸς τὴν τῆς ὥρας ἐπιβλάστησιν. ἐὰν οὖν μακρὸν γίνηται τὸ μετόπωρον οὐκ ἄλογον καὶ ῥόδα γίνεσθαι καὶ ἄλλ᾽ ἄττα τῶν τοιούτων ὥσπερ καὶ περὶ Δίον φασὶ τῆς Μακεδονίας οὐκ ἰσχυρᾶς γε δεόμενα τῆς πέψεως χρόνον δὲ λαβόντα ἱκανὸν ἐξέφηνε τὸ ἄνθος. ὅλως δὲ ὃ πλεονάκις εἴρηται μαλακοῦ καὶ ὑγροῦ τοῦ ἀέρος καὶ τὸ σύνολον εὐκράτου ἀεὶ δύνατον βλαστάνειν οὐ πάντα, ἀλλ᾽ ἔνια τῶν δένδρων τὰ δ᾽ ἐλάττω τούτων ἔτι μᾶλλον. ὃ καὶ νῦν ἐπί τινων στεφανωμάτων συμβαίνει τόπους ἐχόντων εὐσκεπεῖς καὶ προσείλους· διατελεῖν γὰρ ἀνθοῦντα δοκεῖ καὶ ἡ οἰνάνθη καὶ τὸ ἴον τὸ μέλαν καὶ ἄλλ᾽ ἄττα, θεραπείας δέ τινος προσγενομένης ἔτι μᾶλλον. ὅτι δὲ μεγάλην ῥοπὴν ὁ τόπος παρέχεται πρόσειλος ὢν καὶ εὐσκεπὴς καὶ αὐτὰ τὰ δένδρα μαρτυρεῖ· φύεται γὰρ ἐν τούτοις ἔνια κατὰ τὴν ἄλλην χώραν οὐ φυόμενα καὶ καρποφορεῖ τῶν ἄλλων οὐ φερόντων καὶ προανθεῖ καὶ προβλαστάνει πρότερον τῶν λοιπῶν. ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω. Τὸ δ᾽ ἐπὶ τῶν διφορούντων δένδρων ὅμοιόν τινα τρόπον ἐστὶ τῷ ἐπὶ τῶν προβάτων γινομένῳ· ἐκεῖνα γὰρ εὐτοκήσαντα καὶ εὐγονοῦντα πάλιν ὁρμᾷ πρὸς τὴν κύησιν ἐκποιούσης ἔτι τῆς ὥρας. καὶ τὰ δένδρα παραιρεθέντων τῶν πρώτων καρπῶν γονεύει πάλιν ἑτέρους, δεῖται δ᾽ ἴσως χώρας τε εὐτρόφου τὰ τοιαῦτα τῆς τε θεραπείας πλείονος ἢ ἀμφοῖν καὶ μάλισθ᾽ ὡς εἰπεῖν τῆς τοῦ ἀέρος κράσεως ὅπως λάβῃ τὸν χρόνον ἱκανὸν εἰς τὴν κύησιν. διὰ τοῦτο γὰρ οὐδ᾽ ἐάν τις ἀφέλῃ τὸν καρπὸν ἢ ἄνθος, δύναται πάλιν ἕτερα γεννᾶν διὰ τὸ μὴ λαμβάνειν τὸν τῆς κυήσεως χρόνον· οὐ γὰρ οἷόν τε ἄνευ τοῦ κυῆσαι γεννᾶν ἐξανηλωμένου τοῦ προϋπάρχοντος. ἅμα δὲ ὥσπερ πηροῦσθαι συμβαίνει τὴν ἀρχὴν διὰ τὴν ἕλκωσιν, ὥστε βλαστάνειν ἀπὸ τούτου μὴ καινῆς ἄλλης γινομένης οὐκ ἐκποιεῖ τὸ τῆς ὥρας· τούτων μὲν οὖν οὕτως ταύτας ὑποληπτέον τὰς αἰτίας. αἱ δὲ πεπάνσεις τῶν καρπῶν οὐ κατὰ τὰς βλαστήσεις γίνονται· βλαστάνει γὰρ τά γε πολλὰ σύνεγγυς αὐτοῖς κατὰ μίαν ὡς εἰπεῖν ὥραν· τοῦ δὲ πεπαίνειν τοὺς καρποὺς πολλοῖς χρόνοις ὕστερον ἐκείνην τὴν αἰτίαν ὑποληπτέον, ὅτι τὰ μὲν τῶν φύλλων καὶ βλαστῶν εὐκινητότερα καὶ ῥᾴονα σωματικωτέραν ἔχοντα καὶ περιττωματικὴν τὴν ὕλην, οἱ δὲ καρποὶ καθαρωτέραν καὶ μάλιστα δὴ τῶν χυλῶν αὐτῶν· αὕτη δ᾽ ἡ τῶν καρπῶν πέπανσις εἰς ἣν πλείονος δεῖται καὶ δυνάμεως καὶ κατεργασίας· ἔτι δὲ μεγάλας εὐθὺς διαφορὰς ἔχουσιν οἱ καρποὶ τῷ ξυλώδεις ἢ γεώδεις ἢ ξηροὶ ἢ λιπαροὶ τὴν φύσιν εἶναι· δυσκατεργαστότεροι γὰρ οἱ τοιοῦτοι, δι᾽ ὃ καὶ προανθοῦντα ἔνια τὸν καρπὸν ἔχει πολὺν χρόνον ὥσπερ ἀμυγδαλῆ· δυσκατάπεπτος γὰρ ὁ ξυλώδης· τὸ δ᾽ ἄνθος ὠθεῖ διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, εἴπερ βούλονται πάντα ταῦτα συμμετρίαν τινὰ ἔχειν καὶ τάξιν. ἀλλὰ καὶ αὐτῶν τῶν ἀνθῶν ὅσα μετὰ σωματικῶν ὄγκων, ὀψιαίτερόν τι γίνεται καθάπερ τὸ τῆς ῥόας· ἐν γὰρ τῷ κυτίνῳ τὸ ἄνθος. Τὰ δ᾽ ἀργὰ τῶν εἰργασμένων πρωϊβλαστότερα καθάπερ ἄμπελος, μηλέα, ἐλάα, συκῆ, τὰ ἄλλα, διὰ τὸ κατέχειν ἔνια τὴν θερμότητα μᾶλλον μὴ ἀνασκα πτομένης τῆς γῆς μηδὲ γυμνουμένων τῶν ῥιζῶν· αὕτη γὰρ ἡ κινοῦσα· καὶ διὰ τὸ μηδεμίαν ἐν τοῖς ἄνω γίνεσθαι πληγὴν κλωμένων ἢ καρπολογουμένων· ἀφελκούμενα γὰρ πόνον τε παρέχει καὶ καταψύχει καὶ εἰς ὀλίγον συστέλλει. τοῖς δὲ πολλοῖς διαδίδοται κατὰ μικρὰ, δι’ ὃ ταῦτα ταῖς ὥραις ὑπακούει, καὶ ἔτι δὴ καὶ μάλισθ᾽ ὡς εἰπεῖν διὰ τὸ ἀκλάστων ὄντων καὶ ἀκαθάρτων ἐν πολλοῖς εἶναι καὶ κατὰ μικρὰ τὰς γονίμους ἀρχὰς, ὧν ἕκαστον διὰ τὴν ὀλιγότητα καὶ σμικρᾶς δεῖται κινήσεως καὶ εὐθὺς ποιεῖται τὰς ἐκβλαστήσεις· ὃ καὶ ἐπὶ τῶν ἀπίων ξυμβαίνει· καὶ γὰρ ἐκεῖνα εὐβλαστότερα τῶν ἡμέρων ἐστὶ διὰ τὰς αὐτὰς αἰτίας· εἰς πλείω γὰρ καὶ κατὰ μικρὰ μεμερισμένων τῶν ἀρχῶν εὐκίνητα γίνεται τῷ περιέχοντι πρὸς βλάστησιν. ἔτι δὲ καὶ ἡ ξηρότης συμβάλλεται. καὶ γὰρ διὰ τοῦτ᾽ ἐλάττων ἡ ὑγρότης, τὸ δὲ ἔλαττον εὐκινητότερον. καλλίων μὲν οὖν καὶ ἀθροωτέρα τῶν εἰργασμένων ἡ βλάστησις καὶ ἡ καρπογονία, προτέρα δ᾽ ἐκείνη. αὐτὸ δὲ τοῦτ᾽ ἄν τις ἀπορήσειε διὰ τί τὰ ἄγρια τῶν ἡμέρων ἰσχυρότερα ὄντα τοὺς καρποὺς οὐ πεπαίνει· κατὰ γὰρ τὰς δυνάμεις ἐχρῆν καὶ τὰς πέψεις εἶναι. μία μὲν δή τις αἰτία τὸ πλῆθος τῶν καρπῶν. οὐ γὰρ τοσοῦτον ὑπερίσχουσι τῷ ἰσχύειν ὅσῳ πλείω τοῦ συμμέτρου τὸν καρπὸν ἴσχουσιν· ἂν δὲ πλῆθος πολὺ κἀκείνων οὐκέτι γίνεται πέψις, δι᾽ ὃ καὶ οἱ γεωργοὶ παραιροῦσιν, ὅταν ὦσι πλείω. ἑτέρα δ᾽ ὅτι πυκνότερα καὶ ξηρότερα καὶ εἰς ἑαυτὰ μᾶλλον ἕλκοντα τὸ ὑγρὸν, ἡ δὲ τροφὴ καὶ ἡ πέψις ἐνδόσει τῆς ὑγρότητος ἣν οὐ ῥᾴδιον ἀντισπωμένην λαμβάνειν. ἁπλῶς δ᾽ οὐ τὰ ἰσχυρότερα καὶ τροφιμώτερα καθάπερ οὐδ᾽ ἐπὶ τῶν ζώων, ἀλλ᾽ ἑτέρα τις καθ᾽ ἑαυτὴν πρὸς καρπογονίαν ἰσχὺς καὶ δύναμις. μανὸν γὰρ καὶ εὐδίοδον καὶ ὑγρὸν εἶναι δεῖ τὸ καρποτοκῆσον, ἡ δὲ πυκνότης ἐναντίον ὥσπερ καὶ ἐπὶ τῶν γυναικῶν καὶ ἐπὶ τῶν ἄλλων ζώων· ὃ καὶ ἡ γεωργία βούλεται ποιεῖν ἀφαιροῦσά τε τὰ περιττὰ καὶ τροφὴν παρέχουσα καὶ εὔειλα καὶ εὔπνοα ποιοῦσα. προφαίνει μὲν οὖν πλείω καρπὸν διὰ τὸ πρότερον εἰρημένον, τοῦτον δὲ οὐκ ἐκπέττει διὰ ταύτας τὰς αἰτίας. Ἡ δὲ πέψις ἐστὶν ἐν τῷ περικαρπίῳ· τοῦτο δὲ δεῖ γίνεσθαι καὶ λαβεῖν χυλὸν ἁρμόττοντα πρὸς τὴν ἡμετέραν φύσιν. ἴσως δὲ αὐτὸ τοῦτο πρότερον εὖ ἔχει διελεῖν ὅτι πέψις ἐστὶν ἡ μὲν οὖν τῶν περικαρπίων, ἡ δ᾽ αὐτῶν τῶν καρπῶν, καὶ ἡ μὲν πρὸς τὰς ἡμετέρας τροφὰς, ἡ δὲ πρὸς γέννησιν καὶ διαμονὴν τῶν δένδρων· οἱ γὰρ καρποὶ καὶ τὰ σπέρματα τούτων χάριν. ἑκατέρα δέ πως ἐναντιοῦται πρὸς τὴν ἑτέραν. ἅμα γὰρ τὸ περικάρπιον ὑγρότερον καὶ πλεῖον καὶ ὁ καρπὸς ἐλάττων καὶ ἅμα μείζων οὗτος καὶ τὸ περικάρπιον ἔλαττον καὶ σκληρότερον καὶ δυσχυλότερον. πρὸς ὃ δὴ καὶ ἡ γεωργία μεμηχάνηται κωλύουσα τὴν τούτων αὔξησιν καὶ τροφήν. ἅπαν γὰρ ὡς εἰπεῖν καὶ ἥμερον ἀγρίου καὶ γεωργούμενον ἀγεωργήτου καὶ κάλλιον εἰργασμένον τοῦ χεῖρον μικροπυρηνότερον ἀνυγραινόμενόν τε μᾶλλον καὶ τὴν τροφὴν περισπῶν εἰς τὸ περικάρπιον, ἔτι δὲ τοὺς χυλοὺς ἐκπεπαῖνον εἰς συμμετρίαν τῆς ἡμετέρας χρείας. αἱ μὲν οὖν πέψεις τοσοῦτον διεστᾶσιν εἴπερ δεῖ καὶ τὴν μὴ εἰωθυῖαν πέψιν λέγειν. τάχα δ᾽ ἄν τις ἀπορήσειεν ἐκεῖνο καὶ ἀξιώσειεν ὃ τὰ ἰσχυρότερα κατακρατεῖ τοῦτο καὶ τὰ ἀσθενέστερα κατακρατεῖν. τὸ δὲ σπέρμα πάντων ἰσχυρότατον, κοινὸν γὰρ τέλος πάντων τῶν φυτῶν ἐστιν ἐπείπερ ἡ τοῦ ὁμοίου γένεσις τέλος· ἅμα δὲ καὶ ἐν τοῖς ζώοις δοκεῖ τελειουμένης ἐπιγίνεσθαι τῆς φύσεως, ὅταν δὲ ἐλλείπῃ διὰ τὴν ἡλικίαν ἢ παρακμάσῃ διὰ τὸ γῆρας ἐξαδυνατεῖ τὸ γεννᾶν. οὐκ ἀλόγως δ᾽ ἂν οὔτε ἀπορήσειεν οὔτε ἀξιώσειεν· ἐν τελειότητι μὲν γάρ τινι τὸ σπερμοφυεῖν καὶ τῶν ζώων ὅσων ἡλικίαν λάβοι τις ἄν. οὐ μήν γε οὐδὲ τὰ ἰσχυρότατα σπερματικώτατα ἀλλὰ σχεδὸν ἐναντίως ἑκατέρωθεν μεριζομένης τῆς τροφῆς καὶ δυνάμεως· ὃ δὴ καὶ ἐπὶ τῶν φυτῶν συμβαίνει κατὰ λόγον συμβαῖνον. οὕτω δὲ δεῖ τὴν ἀναλογίαν λαμβάνειν ὡς εἰς ὁπότερον ἂν τούτων ὁρμήσῃ θάτερον ἐλλιπέστερον ἔσται· διαρκεῖν γὰρ οὐ δύναται πρὸς ἄμφω· τοῦτο γὰρ σχεδὸν ἐν ἅπασιν ὁμολογούμενον. ἐν δὲ τοῖς φυτοῖς τρεῖς τινές εἰσιν οἱ μερισμοὶ, πρὸς αὐτὸ τὸ δένδρον καὶ τὴν βλάστησιν ὅπερ ἐναντίον τοῖς καρποῖς ἐὰν πλεῖον γένηται τοῦ ξυμμέτρου, διὰ τοῦτο γὰρ ἀκαρπία· καὶ πά- λιν ἐν αὐτοῖς καὶ τοῖς περικαρπίοις· ἡ γὰρ εἰς τὸ ἕτερον ὁρμὴ κωλύει τὴν ἑτέραν. ὥσπερ οὖν ἐπ᾽ ἐκείνων οὐκ ἄλογον οὐδ᾽ ἐπὶ τούτων, ἀλλ᾽ ἔχει τὸ ἀνάλογον· τὰ γὰρ ἄγρια καὶ εἰς τὸν καρπὸν καὶ εἰς ἑαυτὰ τὴν ὑγρότητα ἄγοντα παραιρεῖται τῶν περικαρπίων ὥστε μείζω γίνεσθαι τὸν καρπόν· τάχα δ᾽ οὐδ᾽ ἄν που δόξειεν ὅλως ἄτοπον εἶναι τὸ μᾶλλον ἐφικνεῖσθαι τὰ ἄγρια τῶν σπερμάτων ὥσπερ ἄρρενα ὄντα πυκνότερά τε καὶ ξηρότερα τὴν φύσιν· διαθηλύνουσι γὰρ αἱ κατεργασίαι καὶ αἱ τροφαί· τοῦτο μὲν οὖν ὡς καθ᾽ ὁμοιότητά τινα λεγέσθω πορρωτέρω κείμενον· τῶν δὲ πεπάνσεων εἰς μὲν τὴν γένεσιν αὕτη κυριωτέρα, πρὸς δὲ τὴν ἡμετέραν χρείαν ἡ τῶν περικαρπίων. ἐν ποτέρᾳ δὲ δεῖ θέσθαι τὸ τελειότερον ἄλλος λόγος· ἐπεὶ οὕτω γε καὶ ὧν τοῖς φύλλοις μόνον χρώμεθα καὶ ὧν ταῖς ῥίζαις ὥσπερ τῶν λαχάνων αὕτη κυριωτέρα πέψις ἔσται. καίτοι γε τούτων τὸ τέλος ἐν τοῖς σπέρμασιν οἷς ἡμεῖς οὐδὲν χρώμεθα πρὸς τὴν τροφήν. ἔστι δέ τις καὶ οὗτος ὁ λόγος ὡς διὰ τὴν ψυχρότητα τῶν ἀγρίων οὐ δυναμένων πέττειν. τοὺς δὲ πυρῆνας ἐκ τῆς ξυλώδους καὶ περιττωματικῆς γίνεσθαι τροφῆς ὥσπερ τὰ ὀστᾶ ἐν τοῖς ζώοις· αὐτὸ μὲν τοῦτ᾽ ἴσως οὐ κακῶς εἰ ὁ πυρὴν ἐκ τοῦ γεώδους καὶ ξυλώδους, ἀλλὰ τὸ σπέρμα οὐκ ἔθ᾽ ὁμοίως, ἀλλ᾽ ἐκ τῆς καθαρωτάτης περιττώσεως. πέφυκε δὲ τὰ θερμὰ μάλιστα σπερμοφυεῖν ᾗ θερμότερα ἂν εἴη. καίτοι γε τῆς τῶν ἡμέρων θερμότητος ἐκεῖνο φέρεται σημεῖον ἡ τῶν ὀπῶν δύναμις· ὁ μὲν γὰρ τῆς συκῆς τὸ γάλα πήγνυσιν, ὁ δὲ τοῦ ἐρινεοῦ οὐ πήγνυσιν ἢ κακῶς. πρὸς αὐτὸ δὲ τοῦτο πάλιν ἀντικεῖταί τις ἑτέρα καθόλου πίστις ὑπὲρ τῆς θερμότητος, ὅτι τὰ ἄγρια μᾶλλον ἐν τοῖς ψυχροῖς δύνανται διαμένειν καὶ ὅλως δὲ διὰ θερμότητα ἡ ἰσχύς. ἀλλ᾽ ὑπὲρ μὲν τούτων τάχα ἂν ὕστερον εἴη λεκτέον. πλείων γὰρ ὁ λόγος καὶ ἔχων τινὰ ἀπορίαν, ποῖα θερμὰ καὶ ψυχρὰ καὶ ποίοις διοριστέον καὶ προσέτι τὸ ποῖον τὸ αἴτιον εἴτε μόνον εἴτε μεθ᾽ ἑτέρων. καὶ χυλῶν δὲ ἡ πέψις δόξειεν ἂν ἔχειν διαίρεσιν καὶ ἁπλῶς καὶ πρὸς ἡμᾶς οἷον ὅσα ταῖς δριμύτησι καὶ ὅσα τοῖς φαρμακώδεσι καὶ ὀπώδεσι χυλοῖς, ἃ δὴ καὶ ἐπαινοῦσι καὶ μάλιστα χρῶνται τοῖς τοιούτοις. ταῦτα μὲν οὖν ὥσπερ ἰδιότης τις φύσεως πρὸς ἣν δῆλον ὅτι καὶ αἱ τροφαὶ καὶ αἱ κατεργασίαι τείνουσιν ἢ τοὐναντίον αἱ ἀγρίαι καθάπερ τῷ σιλφίῳ καὶ τῇ καππάρει καὶ εἴ τι ἄλλο φεύγει τὴν ἐργασίαν, ἢ εἴ τι πάλιν αὖ διώκει τὴν ξηρὰν καὶ ὑγρὰν καὶ χειμερινήν. αὐτοῦ δὲ τούτου τάχ᾽ ἄν τις πάλιν ἀπορήσειε κοινήν τινα ἀπορίαν καὶ καθόλου πότερα τὴν φύσιν ἐκ τῶν αὐτομάτων μᾶλλον θεωρητέον ἢ ἐκ τῶν κατὰ τὰς ἐργασίας καὶ ἐν ποτέροις τὸ κατὰ φύσιν. σχεδὸν δὲ τούτῳ ταὐτὸ, μᾶλλον δὲ μέρος τούτου καὶ πότερον ἐκ τῶν ἀγρίων ἢ καὶ ἐκ τῶν ἡμέρων. ἡ μὲν γὰρ φύσις ἐν αὑτῇ τὰς ἀρχὰς ἔχει καὶ λέγομεν τὸ μὲν κατὰ φύσιν, τὸ δ᾽ ἐκ τῶν αὐτομάτων τοιοῦτον· τὸ δ᾽ ἔξωθεν ἄλλως τε καὶ κατὰ τέχνην· ἀφ᾽ ἑτέρας γὰρ ἀρχῆς. οὐδ᾽ ἐν τοῖς ζώοις ὅσα πλάττεται ἢ καταναγκά- ζεται πρὸς μικρότητα καὶ μέγεθος καί τιν᾽ ἄλλον τύπον τῆς μορφῆς οὐ θετέα ταῦτα κατὰ φύσιν. ἡ δ᾽ ἀεὶ πρὸς τὸ βέλτιστον ὁρμᾷ καὶ τοῦθ᾽ ὥσπερ ὁμολογούμενόν ἐστι, ταύτῃ δὲ καὶ τὰ τῆς θεραπείας· ἅμα γὰρ καὶ τελείωσις γίνεται τῆς φύσεως ὅταν ὧν ἐλλιπὴς τυγχάνῃ ταῦτα προσλάβῃ διὰ τέχνης οἷον τροφῆς τε ποιότητα καὶ ἀφθονίαν καὶ τῶν ἐμποδιζόντων καὶ τῶν κωλυόντων ἀφαίρεσιν· ἃ παρέχουσι δῆλον ὅτι καὶ οἱ οἰκεῖοι τόποι πρὸς ἕκαστον, ἐν οἷς δή φαμεν δεῖν θεωρεῖν τὰς φύσεις αὐτῶν. ἀλλ᾽ ἐκεῖνοι μὲν ἀπὸ τῶν ἔξωθεν μόνον παρέχουσιν οἷον ἀέρος καὶ πνεύματος καὶ ἐδάφους καὶ τροφῆς, ἡ δὲ γεωργία καὶ ἐν αὐτοῖς μετακινεῖ καὶ μετατίθησιν· ὥστ᾽ εἴπερ καὶ ἐκεῖνά γε προσαπαιτεῖ πρὸς τὸ βέλτιον καὶ ταῦτα προσδέχοιτ᾽ ἂν ὡσὰν οἰκεῖα· προσαπαιτεῖν δ᾽ αὐτὴν καὶ ζητεῖν εὔλογον ἄλλως τε καὶ ἐκ τούτων ἠρτημένην καὶ ἐν τούτοις ἔχουσαν τὰς ἀρχάς· ἐπεὶ κἀκεῖνο τοῖς αὐτομάτοις ἄτοπον συμβαίνει καὶ ὥσπερ παρὰ φύσιν τὸ ἐκ τῶν σπερμάτων χείρω γίνεσθαι καὶ ὅλως μὲν ἐξίστασθαι τοῦ γένους· οὐδὲ γὰρ δὴ τοῦτο κατὰ φύσιν, ἀλλ᾽ ἀεὶ τὸ ὅμοιον ἀπογεννᾶν. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν αὗταί τε καὶ τοιαῦται, φαίνεται δὲ καὶ ἐκ τῶν πρότερον εἶναι δῆλον ὅτι διαιρετέον τὰς φύσεις ὥσπερ καὶ τὰς πέψεις λέγομεν. τοῖς μὲν γὰρ ἡ αὐτόματος ἡ οἰκειοτέρα, τοῖς δὲ ἡ τῆς θεραπείας καὶ γεωργίας, ἔνια δ᾽ ἀμφοτέρως. ἐξ ὧν καὶ διαιρετέον ὥσπερ καὶ ἡ φύσις διῄρηται ἡμέροις καὶ ἀγρίοις ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς. ἑκατέροις γάρ ἐστι πολλὰ φυσικὰ καὶ οἰκεῖα καὶ πρὸς σωτηρίαν καὶ πρὸς διαμονὴν καὶ πρὸς αὔξησιν καὶ βλάστησιν καὶ τῶν καρπῶν γέννησιν. ἴσως δὲ καὶ ἐν αὐτοῖς τοῖς καρπίμοις πάλιν ἄν τις διέλοι τὰ μὲν εἰς τὸ αὐτόματον ἀφιεὶς, τὰ δ᾽ εἰς ἐπιμέλειαν καὶ κατεργασίαν μόνον. ἀλλὰ γὰρ τούτων μὲν ἐνταῦθ᾽ ὁ διορισμός. Περὶ δὲ τῆς πέψεως ὅθεν ὁ λόγος ἐξέβη πάλιν τὰ ἐπίλοιπα λεκτέον. ὡς γὰρ ἐπὶ τὸ πᾶν ὧν μὲν ὁ καρπὸς ὑγρὸς καὶ γυμνὸς ἢ λεπτὸν ἔχων περὶ αὑτὸν κέλυφος ταῦτα μὲν πρωΐκαρπα καθάπερ ἄμπελος καὶ συκῆ, μάλιστα δὲ συκάμινος· αὕτη γὰρ γυμνὸν ἔχει τὸν καρπὸν ὥσθ᾽ ὅσον ἂν ὁ ἥλιος ἐπέλθῃ, ταχὺ προηλλοίωσε βραχείας δέομενον θερμότητος· ἅμα δὲ καὶ ἐν αὐτῷ συνεργάζεται δύναμις ἰσχυρὰ καὶ ἀθρόως ἐπιοῦσα καθάπερ καὶ πρὸς τὴν βλάστησιν· ἡ γὰρ ὀψιότης ἐποίησεν ἀθροισμὸν, ὅθεν αἵ τε βλαστήσεις ἀθρόαι καὶ μετὰ φορᾶς γίνονται νεανικῆς ὥστε καὶ ψόφον ποιεῖν καθάπερ τινές φασι καὶ αἱ πέψεις ταχεῖαι· παρόμοιον γὰρ τὸ συμβαῖνον ὥσπερ καὶ τοῖς σίτοις ὑπὸ τῶν χειμώνων κατεχομένοις· ἀνεθέντες γὰρ οὕτω ταχείας ποιοῦνται τὰς αὐξήσεις ὥστε μὴ πολὺ καθυστερεῖν ἢ μὴ κατὰ λόγον τοῖς εὐδιεινοῖς. ἡ μὲν οὖν τῆς συκαμίνου διὰ τοῦτο πρώϊος. ὡς δὲ Μενέστωρ φησὶν, ἡ μὲν βλάστησις αὐτῆς ὀψία διὰ τὴν ψυχρότητα τοῦ τόπου, ἡ δὲ πέψις ταχεῖα διὰ τὴν ἀσθένειαν· οἱ δὲ τῆς ἀμπέλου καὶ τῆς συκῆς ὀψιαίτεροι, ὅτι καὶ τὰ κελύφη περίκειται καὶ ὑγρότης πλείων καὶ παχυτέρα. καὶ τὸ μὲν σῦκον μεῖζον τῷ ὄγκῳ καὶ ἀθροωτέρα πως ἡ πέψις αὐτῶν, οἱ δὲ βότρυες καὶ τῷ πλήθει πλείους ὡς πρὸς τὴν δύναμιν καὶ ἐν τούτοις ἀθρόος ὁ καρπὸς καὶ οὐ διειλημμένος, ἔτι δὲ ὑπόσκιος καὶ οὐχ ὁμοίως ὑπαίθριος καὶ ἡ ὑγρότης πολλὴ, φύσει γὰρ τὸ δένδρον φίλυδρόν ἐστιν. ἔτι δὲ καὶ ταύτῃ συμβαίνει τὸ μὴ ἀθρόον ἀλλὰ κατὰ μέρος πέττειν δι᾽ ὃ καὶ πολὺν διαμένει χρόνον καὶ ἐπὶ πλεῖον δὴ τούτοις ἡ ὑγρότης λεπτὴ καὶ ὑδατώδης. ἅπαντα γὰρ τὰ γλυκέα βραχυτέρας ποιεῖ τὰς πεπάνσεις, ἐὰν δὲ δή τις καὶ πρὸς τὰς ἡμετέρας χρείας ποιῇ τὰς ἀφαιρέσεις ἔτι μᾶλλον. αὐτῶν μὲν οὖν τούτων σχεδὸν ἐν τούτοις αἱ αἰτίαι τοῦ πρότερον καὶ ὕστερον. οὐ μὴν καθόλου τῶν δένδρων ἐστὶ τὸ πρώϊον. πολ λαὶ γὰρ διαφοραὶ καὶ ἀμπέλων καὶ συκῶν ὥστ᾽ ἐνίων πόρρω πάνυ πεπαίνεσθαι, δι᾽ ὅπερ ἴσως τὰς καθόλου λεκτέον αἰτίας. πρωΐκαρπα μὲν ὅσα μήτε κάθυγρα μήτε ψυχρὰ τοῖς ὀποῖς, ἔτι δὲ γυμνὰ ἢ λεπτοῖς ὑμέσι περιεχόμενα καὶ τὴν πέψιν ἔχοντα τῶν χυλῶν ὑδαρῆ καὶ μὴ παχεῖαν· ὀψίκαρπα δὲ τὰ ἐναντία τούτων ὅσα κάθυγρα καὶ ψυχρὰ καὶ τοῖς καρποῖς ἢ τοῖς περικαρπίοις ξυλώδη καὶ σκληρὰ καὶ ὧν αἱ περιοχαὶ τοιαῦται καὶ ἅμα πλείους, ἔτι δὲ ὧν οἱ χυλοὶ καὶ πρὸς τὰς πέψεις λιπαροὶ ἢ ἄλλην τινὰ ἔχοντες παραπλησίαν δύναμιν. ἐὰν ξηροί τε καὶ ὀλίγην ἔχοντες ἅμα καὶ τοιαύτην ὑγρότητα πρὸς τὴν πέψιν· ἅπαντα γὰρ ταῦτα κωλυτικὰ τῶν πέψεων. ἐκ δὲ τῶν καθ᾽ ἕκαστα θεωροῦσι σύμφωνος ὁ λόγος τῶν γιγνομένων. τῶν γὰρ ἀειφύλλων ἅπανθ᾽ ὡς εἰπεῖν ὀψίκαρπα. ξυλώδεις δὲ οἱ καρποὶ καὶ τὰ περικάρπια καθάπερ πεύκης, πίτυος, κυπαρίττου, τῶν δ᾽ αὖ ξηροὶ ἢ λιπαροὶ ἢ γλισχρότητά τινα ἔχοντες, ὥσπερ ὁ τῆς κέδρου καὶ τῆς ἰξύας, δι᾽ ὃ καὶ οὐκ ὄντες μεγάλοι δυσκατέργαστοι τῷ εἶναι τοιοῦτοι καὶ ἅμα διὰ τὴν πυκνότητα μικρὰ καὶ ἡ ἐπιρροὴ καὶ ἡ ἐπίσπασις ὅλη. τῶν δὲ μὴ ἀειφύλλων ὅσα κάθυγρά τε καὶ ψυχρὰ καὶ ὅσα γεώδη· καὶ γὰρ ἡ ψυχρότης καὶ τὸ πλῆθος δυσέργαστον καὶ τὸ γεῶδες καὶ ἡ ξηρότης ὥσπερ τῶν ἀχράδων καὶ τῶν βαλάνων. ὅσα δὲ κέκραται πρὸς τούτοις καὶ ἐν θερμασίᾳ τυγχάνει καὶ μανὰ ταῦτα καὶ πρωϊβλαστῆ καὶ πρωΐκαρπα συμμετρίαν ἔχοντα τῆς μίξεως καὶ ἐν αὑτοῖς καὶ πρὸς τὸ περιέχον. χρὴ δὲ λαμβάνειν ἕκαστα ὥσπερ τῶν εἰρημένων ἐὰν μή τις ᾖ κώλυσις. οὐδὲ γὰρ ἓν τούτων κύριον ἐπενεγκεῖν οὔτε πρωϊκαρπίαν οὔτε ὀψικαρπίαν οὐδέ γε πλείω ἢ πάντα, ἐὰν ἕτερ᾽ ἄττα ἐναντιώτατα. λέγω δ᾽ οἷον ἔνια γυμνόκαρπα μὲν, ὄψια δὲ, καθάπερ μίλαξ καὶ ἄλλ᾽ ἄττα βοτρυώδη. τὰ δὲ πρὸς τῷ ὀψίῳ καὶ κατὰ μέρος πεπαίνεται καθάπερ ὁ βάτος. τούτων γὰρ τὰ μὲν, ὅτι ψυχρὰ τῇ φύσει, ὀψίκαρπα καὶ ὀψιβλαστῆ, ὅσα δὲ γυμνὰ καὶ ἀκέλυφα οὐχ ἱκανὰ περιλαμβανόμενα τῇ ὥρᾳ· τὰ δ᾽ ὅτι ξηρὰ τῇ φύσει· πᾶν δὲ τὸ ξηρὸν ἰκμάδος δεῖται καὶ πρὸς τροφὴν καὶ πρὸς πέψιν· ὡς δὲ ὁ βλαστὸς ἀμφοτέρων μετέχει τῶν ὡρῶν ἐπὶ πολὺν χρόνον παρεκτείνων· ἀλλ᾽ ὥστε τύπῳ εἰπεῖν ταύτας ὑποληπτέον εἶναι τὰς αἰτίας. ἐπεὶ καθ᾽ ἡλικίαν ὀψικαρπότερα καὶ μὴ κατὰ τὰς ἐνιαυσίους ὥρας οἷον τὰ νέα τῶν φυτῶν διὰ πλῆθος ὑγρότητος καὶ τὸ ὅλον τροφῆς ὀψίκαρπα. τὰ δ᾽ αὖ πάλιν ὡς ὀψίφορα πόρρω τῆς ἡλικίας ὄντα καθάπερ τὸ ἐν Αἰγύπτῳ λεγόμενον δένδρον ὃ ἑκατόστῳ ἔτει μυθολογοῦσι φέρειν καρπόν. ἡ δ᾽ αὖ συκάμινος οὐδὲ πέττειν δύναται δι᾽ εὐτροφίαν καὶ πλῆθος ὑγρότητος μὴ ἐπικνισθέντων καὶ ἐπαλειφθέντων ἐλαίῳ τῶν καρπῶν. οὐ μόνον δὲ τὸ πλῆθος ὀψικαρπεῖν ποιεῖ τῆς τροφῆς, ἀλλὰ καὶ ἀκαρπεῖν ἔνια, καθάπερ ἐπί τε τῶν ἀμπέλων εἴρηται καὶ ἐπὶ τῶν ἀμυγδαλῶν καὶ ὅλως τῶν διατιτραινομένων καὶ τοῖς παττάλοις κολαζομένων. ἅπαντα γὰρ ὅταν τοῦτο πάθωσι, τῆς ὑγρότητος ἀπελαθείσης, τὰ μὲν ἐξ ἀκάρπων κάρπιμα, τὰ δὲ καλλικαρπότερα καὶ ἐγχυλότερα γίνεται. τῆς δὲ ἀμυγδαλῆς ἐάν τις ἐγκόψας τὸν πάτταλον ἀποκαθάρῃ τὴν ἐπιρροὴν τῆς ὑγρότητος ἐπὶ ἔτη δύο ἢ τρία καὶ γλυκεῖαν ἐκ πικρᾶς γίγνεσθαί φασι. δοκεῖ δὲ καὶ ἡ συκῆ ῥιζοτομηθεῖσα καὶ κατασχασθεῖσα εὔφορός τε ἐξ ἀφόρου γίνεσθαι καὶ πολυκαρπεῖν μᾶλλον. σχεδὸν δὲ καὶ τὸ περὶ τὰς ἀμπέλους τὰς τραγώσας ὅμοιόν ἐστιν. καὶ γὰρ τούτων ἀφελεῖν δεῖ καὶ ἀντισπάσαι τὴν εἰς τὴν βλάστησιν ὁρμὴν ὅπως καρποτοκῶσιν. Ἐν τῷ αὐτῷ δέ πως γένει τῆς αἰτίας ἐστὶ καὶ τὸ μὴ τὴν ἀρίστην καὶ πίειραν καὶ βαθύγειον ἀρίστην εἶναι τοῖς δένδροις ἀλλὰ τὴν δευτέραν, τῷ δὲ σίτῳ ἐκείνην. ἐν μὲν γὰρ τῇ ἀρίστῃ κατὰ βάθους ἰούσης τῆς ῥίζης καὶ τῆς χώρας εὐτραφοῦς πλείω τῆς συμμέτρου τροφὴν ἐπισπῶνται, ἐν δὲ τῇ λεπτογείῳ καὶ μὴ βαθείᾳ τὰς ῥίζας ἀναγκαῖον ἐπιπολαιοτέρας εἶναι καὶ τροφὴν ἐλάττω καὶ σύμμετρον· ἐπεὶ καὶ ἐν ταῖς ψαφαραῖς καὶ ταῖς πετρώδεσι δύνανται λαμβάνειν ἱκανὴν καθιέντα καὶ βιαζόμενα ταῖς ῥίζαις, ἔτι δὲ καὶ καταψύχειν τὰς ῥίζας ἥ γε πετρώδης δοκεῖ μᾶλλον ὅπερ ἐπιζητεῖ τὰ δένδρα. ὁ δὲ σῖτος ἐν μὲν ταῖς ἀγαθαῖς συλλαμβάνει μὲν πλείω διὰ τὸ μὴ κατὰ βάθους εἶναι τὰς ῥίζας ἐν δὲ ταῖς μοχθηραῖς καὶ καταξηραίνεται διὰ τὸ μὴ ἔχειν πολλάς· καταψύξεως δὲ δεῖται διὰ τὸ μὴ κατὰ βάθους εἶναι· ὅταν δὲ ἐπομβρίαι γένωνται οὐ πολὺς ὁ διασωζόμενος καὶ χείρων ἐστίν. ἐπεὶ καὶ οἱ τῶν δένδρων καρποὶ διὰ τὸ κρατεῖσθαι τῷ πλήθει τῆς τροφῆς ἐξίστανται τῶν γενῶν ὥσπερ ἐλέχθη πρότερον. ἄτοπον δ᾽ ἄν δόξειεν τὸ τῶν ὁμογενῶν ἔνια τὰ μὲν εἶναι πρώϊα, τὰ δ᾽ ὄψια καθάπερ συκαῖ τέ τινες καὶ ἄμπελοι καὶ μηλέαι καὶ ἄπιοι καὶ τἆλλα· τῶν γὰρ ζώων οὐδὲν τοιοῦτον πλὴν κυνὸς, ἀλλὰ παρισόχρονα κατὰ τὰς κυήσεις καὶ τὰς ἐκτροφὰς, ἀλλὰ μόνον παραλλάττει ταῖς ὥραις κατὰ τοὺς τόπους καὶ μάλιστά γε ξυνανθρωπευόμενα. τάχα μὲν οὖν καὶ αἱ βλαστήσεις ἐνίων ὕστεραι καὶ παραδιδόασι τὸ ἀνάλογον. οὐ μὴν ἀλλ᾽ ἐφ᾽ ὧν τοῦτο μέν ἐστιν ἔοικεν ὥσπερ ἐν ὁμωνυμίᾳ γίνεσθαι τὸ ἀπόρημα· ἔστι γὰρ εὐθὺ τῇ φύσει καὶ τοῖς ζώοις καὶ τοῖς φυτοῖς ὥσπερ τὰ ἥμερα καὶ τὰ ἄγρια καὶ τὰ πολύκαρπα, τὰ δὲ ὀλιγόκαρπα, τὰ δ᾽ ὅλως ἄκαρπα. τὸ γὰρ τῶν ἐρινεῶν ἕτερον γένος οὐ δυνάμενον πέττειν οὐδὲ διϊκνεῖσθαι πρὸς τὴν τελείωσιν. ἕτερον δὲ καὶ τὸ τῶν ἀμπέλων τῶν μαινομένων καλουμένων, αἳ οὐ μόνον βλαστά- νουσιν, ἀλλὰ καὶ πέττουσι καὶ ἀνθοῦσι καὶ βοτρυοῦνται καὶ οὐ δύνανται τελειοῦν. ὡσαύτως δὲ καὶ τῶν ῥοῶν καὶ εἴ τι ἄλλο μέχρι τοῦ ἄνθους ἀφικνεῖται μόνον. ἐν γὰρ τῇ ἰδίᾳ φύσει τὰς διαφορὰς ἕκαστα τούτων ἔχοντα δικαίως ἕτερ᾽ ἂν λέγοιντο κατὰ τὸ εἶδος. ὅσα δὲ δύνανται βλαστάνειν καὶ ἀνθεῖν καὶ πεπαίνειν κατ᾽ ἄλλα καὶ ἄλλα μέρη καθάπερ ἡ μηδικὴ μηλέα ταῦτα μείζω τινὰ ἔχει καὶ ἰδιωτέραν δύναμιν ἐν ἑαυτοῖς εἴπερ αἰεὶ διὰ τέλους τοῦτο δρᾷ· παρόμοιον γὰρ τὸ συμβαῖνον ὥσπερ ἐν τῷ ἀέρι πρότερον ἐλέχθη τῷ μαλακῷ καὶ εὐκράτῳ καθ᾽ ὃν ἡ καρποφορία καὶ ἡ βλάστησις· πλὴν ἐκείνων μὲν ὁ ἀὴρ αἴτιος δι᾽ ὃ καὶ πᾶσι κοινὸν, ἐνταῦθα δὲ ἡ τοῦ δένδρου φύσις καὶ δύναμις εὔκρατος οὖσα πρὸς ἁπάσας τὰς ὥρας. Ἐπεὶ δ᾽ ἕτερον τὸ περικάρπιον, τοῦτο γὰρ πρὸς τὴν χρῆσιν ἡμῶν, ἀνάγκη μὲν τούτων ὅρον τινὰ καὶ τὸν χρόνον εἶναι, τὸν δὲ ὑπερβάλλοντα λυμαίνεσθαι χειμώνων τε καὶ ὑδάτων καταλαμβανόντων· τῶν δὲ καρπῶν μὴ εἶναι· συγκαταρρέουσι γὰρ τούτοις προεκπηδῶσιν ὥσπερ οἱ τῆς πιττώδους πεύκης καὶ ὅλως τῶν κωνοφόρων· προσηρτημένων γὰρ ἔτι τῶν κώνων ἐκπηδᾷ τὰ κάρυα καὶ καταλείπονται κενοί. ταὐτὸ δὲ συμβαίνει τοῦτο καὶ ἐπὶ τῶν κυπαρίττων, ἀλλ᾽ ἔνθα μὲν τὸ σπέρμα καρυῶδες, ἔνθα δὲ ὑμενῶδες καὶ ἀμενηνόν. ὅσα μὲν οὖν ξυλώδεσιν ἢ δερματικοῖς τισι περιέχεται καθάπερ τά τε κάρυα καὶ βάλανοι ταῦτα μὲν περιστεγόμενα διατηρεῖται πρὸς τὴν τῆς βλαστήσεως ὥραν, ὧν δὲ σαρκώδη τὰ περικάρπια ταῦτα δὴ σηπομένων καὶ περιρρεόντων αὐτὰ καθ᾽ αὑτὰ σώζεται, τὰ μὲν ὄντα ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ ὁ τοῦ φοίνικος καὶ ὁ τῆς ἐλάας πυρὴν, τὰ δὲ ἐν ὑμέσι καὶ χιτῶσι περιεχόμενα πλείοσι, τὰ δὲ καὶ ἀλλήλοις πως συνημμένα καὶ κοινὴν περιοχὴν ἔχοντα καθάπερ καὶ τὰ τῶν ἀπίων καὶ μήλων· ἅπαντα γὰρ ταῦθ᾽ ὡς εἰπεῖν ἐν μείζοσι περικαρπίοις ἵνα πλείω διαμένῃ χρόνον. τῶν μὲν οὖν καρπῶν αὕτη φυλακὴ καὶ σωτηρία πρὸς τὴν γένεσιν. ἡ δὲ τῶν περικαρπίων παραμονὴ ὅρον τινὰ ἔχει καθάπερ ἐλέχθη πρὸς τὴν χρείαν. ἐπεὶ καὶ οἱ χυλοὶ χρονιζόμενοι καὶ ἀνυγραινόμενοι χείρους γίνονται, τῶν δὲ οὐδὲ πλείους οὐδὲ ἀπό τινος ὥρας ὥσπερ οὐδὲ τῶν ἐλαῶν ἀπ᾽ ἀρκτούρου· μέχρι τούτου γὰρ τὸ ἔλαιον ἐγγίνεσθαι δοκεῖ, ἀπὸ δὲ τούτου τῆς σαρκὸς ἡ αὔξησις, καὶ ἐάν γε δὴ πλείω ποιῇ ὕδατα καὶ χεῖρον γίνεσθαι τὸ ἔλαιον ἀμόργην λαμβάνον πλείω, πολλάκις δὲ καὶ σηπομένου τοῦ καρποῦ. περιμένουσι δὲ τὴν πέπανσιν καὶ οὐκ εὐθὺς ἀφαιροῦσιν ὅτι καὶ ἡ κατεργασία καὶ ἡ ἀφαίρεσις χαλεπωτέρα καὶ ἔτι τὰ δένδρα λυμαίνοιτ᾽ ἂν ῥαβδιζόμενα. φαίνεται δ᾽ οὖν εἴπερ τοῦτ᾽ ἀληθὲς ἡ τοῦ θερμοῦ φύσις δημιουργεῖν τὸ ἔλαιον καὶ τὴν λιπαρότητα τοῦ χυλοῦ συμμετρίαν ἔχουσα πρὸς τὸ ὑποκείμενον. ἡ δὲ πλείων ὥσπερ ἀλλοτρία καὶ ἐπίθετος πρὸς περιττώματος χώραν. οἷον ἀντισπῶσα μᾶλλον εἰς τὴν σάρκα τὴν τοῦ χυλοῦ δύναμιν· ὃ καὶ τοῦ θέρους καὶ τοῦ χειμῶνος συμβαίνει γιγνομένων ὑδάτων ἐκ Διὸς καὶ βρεχομένων τοῖς ναματιαίοις ἐν ὁρμῇ τῆς αὐξήσεως οὔσης. ἐκσαρκοῦνται γὰρ καὶ ἀπολλύασι τὸ ἔλαιον διὰ τὴν πολυτροφίαν ἂν μὴ μετὰ ταῦτα αἰθρίαι γινόμεναι καταξηράνωσιν, οὕτω δὲ σώζεται καὶ πληθύει μᾶλλον. ὅπερ ἤδη καὶ πρότερον πολλάκις γέγονε καὶ τὸ τελευταῖον ἤδη ἐπ᾽ ἄρχοντος Νικοδώρου, δι᾽ ὃ καὶ ἡ ῥύσις ἐγένετο καλλίων, ἐκ γὰρ τῶν ἡμίσεων ἡ αὐτή. τὰς μὲν πέψεις ὅτι πρὸς τὴν χρείαν τὴν ἡμετέραν εὑρίσκομεν ἐκ τούτων καὶ ἐκ τῶν πρότερον δῆλον ἐν οἷς ὑπὲρ τῶν ἀγρίων εἴπομεν. Φέρει δὲ τοὺς καρποὺς τὰ μὲν ἐκ τῶν ἔνων, τὰ δὲ ἐκ τῶν νέων βλαστῶν διεστῶτα ταῖς φύσεσιν εὐθὺς κατὰ τὰς κράσεις. ὅσα μὲν ξηρὰ καὶ πυκνὰ καὶ ξυλώδη ταῦτα μὲν ἐκ τῶν ἔνων, ἅτε μικρᾶς καὶ βραχείας οὔσης τῆς ἐπιρροῆς. ἅμα δὲ καὶ ὁ βλαστὸς ἀσθενὴς ὥστε μήτε μετενεγκεῖν δύνασθαι μήτε κατασχεῖν, ὥσπερ ὁ τῆς ἐλάας. ὅσα δὲ ὑγρὰ καὶ μανὰ καὶ τὸ ὅλον εὐτραφῆ, ταῦτα ἐκ τῶν νέων · ἀθρόα γὰρ ἡ ὁρμὴ καὶ πολλὴ, δι᾽ ὃ ἄμφω δύναται ποιεῖν ἅμα τόν τε βλαστὸν καὶ τὸν καρπόν. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκ τῶν ἔνων φέροντ᾽ ἀποβλάστημά τι ποιεῖται μικρὸν καὶ οὐκ εὐθὺς ἐκ τοῦ ξυλώδους ὁ καρπός· οὐδὲ γὰρ οὐδὲ πέφυκεν ἂν μή τι παράλογον. ἰδιωτάτη δὲ καὶ πρὸς τὰ ἄλλα καὶ πρὸς αὐτὰ τὰ ξυλώδη τῶν καρπῶν ἡ γένεσις τοῦ φοίνικος, οὐ τῷ φέρειν ἀπό τινων ἔνων ἢ νέων, ἀλλὰ τῷ κυούμενον πρότερον ὥσπερ τὰ σταχυηρὰ τῶν σπερμάτων ἐκφαίνειν. ἐκ γὰρ τῶν ὁμογενῶν, ἃ καλοῦσί τινες πλοῖα, περιρρηγνυμένων ἐκφαίνεται καθάπερ στάχυς ἡ ῥάβδος ἔχουσα πρὸς ἑαυτῇ τὸν καρπόν. αἰτιάσαιτο δ᾽ ἄν τις τὴν ξηρότητα τοῦ δένδρου καὶ τὴν ὅλην μορφήν· ἐπεὶ γὰρ φυλακῆς οἱ καρποὶ δέονται καὶ ἔξω συνιστάμενοι καὶ ἐξ αὐτῶν προφαινόμενοι τοῖς μὲν ἄλλοις τὰ φύλλα ταῦτα ποιεῖ καθάπερ εἴρηται· τούτου δὲ ἐπείπερ οὐ παρὰ τὸ φύλλον ὁ καρπὸς ἀναγκαῖον ἐν αὐτῷ πως τὴν σύστασιν γενέσθαι ὅπως ἰσχύων ἤδη καὶ μεμορφωμένος ἀποδοθῇ τῷ ἀέρι. διόπερ ἐν τῷ συγγενεῖ καὶ οἰκείῳ τὴν κύησιν ἐξέτεκεν. ἴσως δὲ εἴπερ ὅμοιον τὸ σταχυοβολεῖν τοῦτο καὶ πλειόνων ἐστὶ καὶ τὴν αἰτίαν κοινήν τινα λεκτέον· ἀλλ᾽ εἰ ἄρα μόνῳ τῶν δένδρων τῷ φοίνικι τοῦτο συμβαίνει· τὸ γὰρ ἴδιον ἐν τοῖς ὁμογενέσι θαυμάζεται· περὶ μὲν οὖν τούτου σκεπτέον. παρενιαυτοφόρα δὲ καὶ οὐκ ἐπετειοφόρα τῶν δένδρων ὡς τύπῳ λαβεῖν τὰ ξηρὰ καὶ ξυλώδη καὶ ὅσα μὴ ἐκ τῶν νέων, ἀλλ᾽ ἐκ τῶν ἔνων φέρει τοὺς καρπούς. οἷον γὰρ προσυλλέξαι δεῖ καὶ προγεννῆσαι τὸ γεννῶν· οὐ δύναται δ᾽ ἅμα ταῦτα διὰ τὴν πρότερον λεχθεῖσαν αἰτίαν, ὥσπερ τὰ εὔχυλα καὶ εὔτροφα· μάλιστα δ᾽ ἐπιδήλως ἡ ἐλάα τοιοῦτο, καὶ γὰρ ἀσθενέστατον καὶ ἐπικηρότατον καὶ ἅμα ῥαβδιζομένη πονεῖ καὶ κατακοπτομένη τὰς θαλείας· ἐπεὶ ὅσοι γε μὴ οὕτω συλλέγουσιν, ἀλλὰ αὐτομάτως ἀεὶ τὴν ἀπορρέουσαν καὶ ἀποσείοντες ἐπετειοφορεῖν φασι μᾶλλον. μέγα δὲ καὶ αἱ χῶραι διαφέρουσιν. ἐν γοῦν τῇ Ὀλυνθίᾳ φασὶν ὡς ἀεί τι καρποφορεῖ, παραλλαγὴν δὲ ποιοῦνται κατὰ τριετίαν. ὅσα δὲ ἰσχυρότερα τῶν ἐκ τῶν ἔνων φερόντων οἵας ἂν ὁ θεὸς ἄγῃ τὰς ὥρας οὕτως καὶ τὰ τῶν καρπῶν ἀποδιδόασιν, ὥσπερ καὶ τὰ ἐκ τῶν νέων καρποφοροῦντα· καὶ γὰρ ταῦτα ξυνακολουθεῖ ταῖς ὥραις καὶ τῇ κράσει τοῦ ἀέρος. συμβαίνει δὲ, ὅταν εὐβλαστῶσι ἄγαν, ἀκαρπεῖν μᾶλλον, ὅταν δ᾽ εὐκαρπῶσιν, ἀβλαστεῖν ὡς οὐ δυναμένης εἰς ἄμφω διήκειν τῆς φύσεως, ἀλλὰ καὶ καταναλισκούσης θάτερον πρὸς θάτερον. ἴδιον δὲ τὸ ἐπὶ τῆς συκῆς καὶ τῶν λευκῶν ἀμπέλων συμβαῖνον, ὥς τινές φασι· ταῦτα γὰρ ὅταν εὐβλαστῶσι τότε μάλιστα εὐκαρπεῖ. εἰ δὲ τοῦτό ἐστι καὶ τὸ πρότερον εἰρημένον ἀληθές· ἡ γὰρ εὐβλάστεια ἀφαιρεῖται τοὺς καρπούς· γίνεται δὲ τοῦτο μάλιστα χώρας ἀρετῇ καὶ ἰσχύϊ τῶν δένδρων· ἐν γῇ μὲν γὰρ ἀφθόνῳ τάδε ἑλκῦσαι δεινὰ διὰ τὴν ἰσχὺν, ὥσπερ ἡ ἀμυγδαλῆ καὶ ἡ ῥόα. δῆλον δὲ ὡς, ὅσα τὴν φύσιν ἀσθενῆ, ταῦθ᾽ ἥκιστα ὑπερβλαστάνει, ἀλλὰ σύμμετρος αὐτῶν ἡ εὐβλαστία γίνεται πρὸς τὴν καρπογονίαν· δεῖ γὰρ μήθ᾽ ὑπερβλαστὲς μήτε κακοβλαστὲς εἶναι τὸ καρποτοκῆσον. ἡ δὲ συκῆ καὶ ἡ ἄμπελος ἡ τοιαύτη μάλιστα λαμβάνει τὸ ξύμμετρον διὰ τὴν ἀσθένειαν· δεῖ δὲ ἴσως καὶ χώραν εἶναι μὴ ἀγαθὴν, ἵνα μηδ᾽ ἐκ ταύτης ᾖ ὑπερβολὴ, διόπερ εἰς τὰς νήσους τὰ τοιαῦτα μᾶλλον ξυμβαίνει. κοινὸς δὲ ὁ λόγος περὶ πάντων τῶν ἀσθενῶν. τούτου μὲν οὖν ἐντεῦθεν τὸ αἴτιον ὑποληπτέον. Ἐν ἅπασι δὲ τοῖς καρποῖς τὸ περικάρπιον πρότερον μᾶλλον ἢ αὐτός γε ὁ καρπὸς καὶ τὸ σπέρμα γίνεται· τοῦτο δ᾽ οὐ μόνον ὅτι ξυλώδη καὶ πυρηνώδη γίνεται τὰ πολλὰ τῶν σπερμάτων, τὰ δὲ τοιαῦτα συνίσταται βραδύτερον, ἀλλὰ καὶ ὅτι τέλος ὥσπερ ἐλέχθη τὸ σπέρμα, δεῖ δὲ τὸ ἕνεκα ἄλλου πρότερον ἢ ἐκεῖνό γε εἶναι· ἐν προϋπάρχοντι γὰρ ἡ τῶν τοιούτων γένεσις. δι᾽ ὃ οὐχ ἅπαντα ἐνίων τὰ περικάρπια σπερμοφόρα καθάπερ τῶν βοτρύων αἱ μικραὶ ῥάγες ὡς οὐκέτι δυναμένης τελειῶσαι τῆς φύσεως ταύτας· γλυκεῖαι δ᾽ οὐδὲν ἧττον τῶν μεγάλων. ᾗ καὶ δῆλον ὡς ἄρα ῥᾷον ἐκπέψαι τὸ περικάρπιον· ἔοικε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος καὶ τῆς ὥρας συνέψεσθαι τὸ δὲ σπέρμα τῆς φύσεως ἰδιώτερον εἶναι. πρὸς ἡμᾶς δὲ τὰ μὲν ἐν οὐδενὶ, τὰ δὲ ἐν ἐλάττονι λόγῳ, ἐλάττων γὰρ ἡ χρεία, δι᾽ ὃ καὶ τὰ ἀπύρηνα καὶ τὰ μαλακοπύρηνα μάλιστα ζητοῦμεν καὶ ἐφ᾽ ὅσον δυνάμεθα τοῦτο σπεύδομεν ὥσπερ οἱ τοὺς βότρυς τοὺς ἀγιγάρτους ποιοῦντες. ἡ δὲ φύσις δῆλον ὡς ἀμφοῖν ἀποδιδόναι βούλεται τὸ σύμμετρον. ὁπότερον δ᾽ ἂν πλεονάζῃ θάτερον ἔλαττον· τοῦτο δὲ τῶν μὲν δι᾽ ὑγρότητα καὶ ἁπλῶς εὐτροφίαν γίνεται· δι᾽ ὃ καὶ τὴν γεωργίαν ἔφαμεν ξυμπονεῖν. τῶν δὲ διὰ ξηρότητα καὶ πυκνότητα καὶ τὸ ὅλον ἀτροφίαν. καὶ πρὸς μὲν τὴν ἑκατέρου τελείωσιν καὶ πέψιν, τάχα δὲ καὶ τῶν φυτῶν γένεσιν ὅλως καὶ πρωϊβλαστίαν ἅπαντα τὰ τοιαῦτα τήν τε τοῦ ἀέρος καὶ τοῦ ἡλίου δύναμιν αἰτιατέον καὶ τὰς ἰδίας ἑκάστων φύσεις εἴτ᾽ οὖν ὑγρότητι καὶ ξηρότητι καὶ πυκνότητι καὶ μανότητι καὶ τοῖς τοιούτοις διαφερούσας εἴτε θερμότητι καὶ ψυχρότητι· καὶ γὰρ ταῦτα τῆς φύσεως· τούτων δὲ τὰ μὲν ἄλλα σχεδὸν τῇ αἰσθήσει φανερά· τὸ δὲ θερμὸν καὶ ψυχρὸν ἐπείπερ οὐκ εἰς αἴσθησιν, ἀλλ᾽ εἰς λόγον ἀνήκει, διαμφισβητεῖται καὶ ἀντιλέγεται καθάπερ τὰ ἄλλα τὰ τῷ λόγῳ κρινόμενα· περὶ ὧν καλῶς ἔχει διωρίσθαι πως, ἄλλως τ᾽ ἐπεὶ καὶ πολλὰ πρὸς ταύτας ἀνάγεται τὰς ἀρχάς. ἀνάγκη δὲ ἐκ τῶν συμβεβηκότων ἅπαντα τὰ τοιαῦτα σκοπεῖν· ἐκ τούτων γὰρ κρίνομεν καὶ θεωροῦμεν τὰς δυνάμεις. μία μὲν οὖν αἰτία λέγεται τῶν θερμῶν καὶ ψυχρῶν ἡ εἰς τὸ κάρπιμον ἀνάγουσα καὶ ἄκαρπον ὡς τῶν μὲν θερμῶν καρπίμων ὄντων, καθάπερ καὶ ἐπὶ τῶν ζώων τῶν γονίμων καὶ ἀγόνων καὶ τῶν ζωοτόκων καὶ ὠοτόκων. ἑτέρα δ᾽ ἡ κατὰ τὰς χώρας θερμὰς ἢ ψυχράς· τὰ γὰρ ἐναντία ἐν ταῖς ἐναντίαις δύνασθαι διαμένειν, τὰ μὲν θερμὰ ἐν ταῖς ψυχραῖς, τὰ δὲ ψυχρὰ ἐν ταῖς θερμαῖς. οὕτω γὰρ εὐθὺς καὶ τὴν φύσιν γεννᾶν ὡς ὑπὸ μὲν τοῦ ὁμοίου φθειρομένων διὰ τὴν ὑπερβολὴν, ὑπὸ δὲ τοῦ ἐναντίου σωζομένων οἷον εὐκρασίας τινὸς γινομένης. ὥσπερ καὶ Ἐμπεδοκλῆς λέγει περὶ τῶν ζώων· τὰ γὰρ ὑπέρπυρα τὴν φύσιν ἄγειν εἰς τὸ ὑγρόν. συνηκολούθηκε δὲ ταύτῃ τῇ δόξῃ καὶ Μενέστωρ οὐ μόνον ἐπὶ τῶν ζώων, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· θερμότατα γὰρ εἶναι φησὶ τὰ μάλιστα ἔνυγρα οἷον σχοῖνον κάλαμον κύπειρον, δι᾽ ὃ καὶ ὑπὸ τῶν χειμώνων οὐκ ἐκπήγνυσθαι· καὶ τῶν ἄλλων ὅσα μάλιστα ἐν τοῖς ψυχροῖς δύνασθαι διαμένειν οἷον ἐλάτην πεύκην κέδρον ἄρκευθον κιττόν· ἐπὶ τούτου γὰρ οὐδὲ τὴν χιόνα τῇ θερμότητι ἐπιμένειν· ἔτι δὲ σκολιὸν εἶναι διὰ τὴν ἐντεριώνην θερμὴν οὖσαν καὶ διαστρέφειν. τρίτην δ᾽ αἰτίαν λέγει τοῦ πρωϊβλαστῆ καὶ πρωΐκαρπα εἶναι· φύσει γὰρ καὶ ὁ ὀπὸς αὐτὸς ὢν θερμὸς καὶ βλαστάνειν πρωῒ ποιεῖ καὶ πέττειν τοὺς καρ πούς· σημεῖον δὲ ποιεῖ καὶ τούτου τὸν κιττὸν καὶ ἕτερ᾽ ἄττα. τετάρτη δὲ ἡ τῶν ἀειφύλλων· διὰ γὰρ θερμότητα καὶ ταῦτα οἴεται διατηρεῖν, τὰ δὲ ἐνδείᾳ τούτου φυλλοβολεῖν. προσεπιλέγει δὲ τοῖς εἰρημένοις καὶ τὰ τοιαῦτα σημειούμενος ὅτι τὰ πυρεῖα ἄριστα καὶ κάλλιστα ἐκπυροῦται τὰ ἐκ τῶν ἐνύδρων ὡς τὰ μάλιστα τοῦ πυρὸς ὄντα τάχιστα ἐκπυρούμενα. καὶ τὰ μὲν ὑπὲρ τῆς θερμότητος λεγόμενα σχεδὸν ταῦτ᾽ ἐστιν. Ἔχει δ᾽ ἀπορίαν εὐθὺς ἐπὶ τοῦ πρώτου λεχθέντος ὡς οὔκ ἐστι τὰ καρπιμώτερα θερμότερα. τὰ γὰρ θήλεα τῶν δένδρων πολὺ καρπιμώτερα μὲν, ἧττον δὲ θερμὰ τῶν ἀρρένων ὅπερ ἐκ τῆς τῶν ζώων ὁμοιότητος ληπτέον καὶ μὴ ὁμωνύμως. ἔτι δὲ οὐδὲ τὰ ζῶα τὰ πολυγονώτερα θερμότερα οὐδὲ ἀνάπαλιν ψυχρότερα τὰ ὀλιγογονώτερα καθάπερ τὰ σαρκοφάγα καὶ λαίμαργα. μόνα γὰρ τῶν θερμῶν δοκεῖ κύων καὶ ὗς πολυτοκεῖν. αὐτῶν δὲ τῶν ὁμογενῶν τὰ ὁμοειδέστερα πολυγονώτερα, καθάπερ ἐπὶ τῶν ὀρνίθων. ἡ γὰρ θερμότης ἐξαύξειν φαίνεται καὶ διαρθροῦν τὰ μέλη καὶ σκληρύνειν. ἀλλὰ καὶ εἰς τὴν ζωογονίαν καὶ εἰς τὴν καρποτοκίαν καὶ πέπανσιν συμμετρίας τινὸς δεῖ τοῦ θερμοῦ καὶ οὐχ ὑπερβολῆς, εἴπερ αὕτη μὲν ξηραίνει καὶ πυκνοῖ μᾶλλον. ὥστε ταῦτα μὲν ἐν ἀμφιδόξῳ, προσδεόμενα δέ τινος διορισμοῦ. περὶ δὲ τῶν ἐνύδρων ῥᾴων ἡ ἀμφισβήτησις· οὐ γὰρ οὔτε γεννᾶν οὔτε εὖ τρέφειν οὔτε σώζειν πέφυκε τὸ ἐναντίον, ἀλλὰ τὸ ὅμοιον. ἐπεὶ καὶ Ἐμπεδοκλεῖ πρὸς τοῖς ἄλλοις καὶ τοῦτ᾽ ἄτοπον, ὅπερ καὶ ἐν ἑτέροις εἴρηται, τὸ γεννήσασαν ἐν τῷ ξηρῷ τὴν φύσιν μεταίρειν εἰς τὸ ὑγρόν· πῶς γὰρ ἂν διέμενεν ἢ πῶς οἷόν τε καὶ διαμένειν ὁντιναοῦν χρόνον εἴπερ ἦν ὅμοια τοῖς νῦν· ἔτι δ᾽ αὐτὸ τὸ συμβαῖνον κατὰ τὴν νῦν γέννησιν ἀποσημαίνει. ἅπαντα γὰρ φαίνεται τὰ ζῶα καὶ τὰ φυτὰ καὶ διαμένοντα καὶ γεννώμενα ἐν τοῖς οἰκείοις τόποις ὁμοίως ἔνυδρα καὶ χερσαῖα καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά. δι᾽ ὃ καὶ ἀπαθῆ μὲν ὑπὸ τούτων, παθητικὰ δ᾽ ὑπὸ τῶν ἐναντίων ἄτε μεγάλης τῆς μεταβολῆς γινομένης. ἀσύμφωνοι δὲ καὶ αἱ δόξαι πρὸς αὑτὰς ὅταν ἅμα τε τὰ ἔνυδρα θερμότερα ᾖ καὶ τὰ καρπιμώτερα. πολλὰ γὰρ ἄκαρπα τῶν ἐνύδρων· καὶ πάλιν ὅταν τά τε πρωϊβλαστῆ καὶ πρωΐκαρπα καὶ τὰ ἀείκαρπα καὶ ἀείφυλλα θερμὰ λέγωσιν· ὀψικαρπότατα γὰρ ὡς εἰπεῖν τὰ ἀείφυλλα. καὶ τὸ ὅλον ὥσπερ πρότερον εἴρηται, τὰ πρωϊβλαστῆ καὶ πρωΐκαρπα δι᾽ ἀσθένειαν. ἔνια δὲ παρακολουθεῖ βλαστάνοντα καὶ ἀνθοῦντα πλείω χρόνον ὥσπερ καὶ ἐν τοῖς ἐπετείοις ὁ ἠριγέρων ἔχων δῆλον ὅτι συμμετρίαν τινὰ κατὰ τὴν ἐπιρροὴν τῆς τροφῆς. ὃ δὲ προσεπιλέγει περὶ τῶν πυρείων οὐκ ἄν τις ἴσως φαίη θερμότητος, ἀλλὰ ξηρότητος εἶναι σημεῖον· ἡ γὰρ τρίψις ἐστὶν ἡ ποιοῦσα τὸ πῦρ· σφοδροτέρα δὲ ἐν τούτοις, ᾗ καὶ μᾶλλον ἐξαεροῦν δυναμένη τὸ ὑγρόν. ἀλλὰ δὴ μάλιστα ἐκεῖνα φαίνεται καὶ κατὰ τὴν αἴσθησιν θερμὰ καὶ κατὰ λόγον τὰ λιπαρά τε καὶ τὰ δριμέα καὶ εὔοσμα οὕτως ἔχει· πάντα γὰρ ταῦτα δοκοῦσι θερμότατα εἶναι. διὸ καὶ ξηρά τε ὄντα καὶ ὡς ἐπὶ πᾶν πυκνὰ καὶ ἀσαπῆ καὶ τοὺς χυλοὺς ἔχοντα λιπαροὺς καὶ δριμεῖς· ὅθεν τέ ἐστι καὶ ἄφρων· καὶ ἡ πεύκη θερμὴ καὶ εὐπύρωτός ἐστιν· οὐ μὴν μόνα γε ταῦτα, ἀλλὰ καὶ ἄλλα δοκεῖ θερμὰ εἶναι καθάπερ καὶ ἡ φίλυρα καὶ ὅλως ὅσα τὴν τοῦ σιδήρου βαφὴν ἀνίησι. χρὴ δὲ καὶ ταῖς τοιαύταις δυνάμεσιν ἀθρεῖν τὰ θερμὰ καὶ ἐπικρίνειν, οἷον ὅσα κατὰ τὰς προσφορὰς τοῖς σώμασι θερμότητάς τινας ἐμποιεῖ καὶ πέψεις ἢ συντήξεις ἢ καὶ τὸ ὅλον κατὰ τὴν ἁφὴν καὶ τὴν γεῦσιν διαδίδωσι τὴν αἴσθησιν· οὐ γὰρ ἔτι ταῦτα λόγου δεῖται πρὸς τὴν πίστιν, ἀλλὰ καὶ ἡ τῶν ἰατρῶν χρεία μαρτυρεῖ καὶ ἡ αἴσθησις· ὡς δ᾽ ἐπὶ τὸ πᾶν πλείω ταῦτα ἐν τοῖς θερμοῖς ἢ ψυχροῖς ἢ οὐκ ἐλάττω γίνεται· δι᾽ ὃ καὶ πρὸς τὴν ἐν τοῖς ἐναντίοις γένεσιν καὶ τοῦτ᾽ ἀμφισβητεῖται. τὸ μέντοι παρέπεσθαί τινα τροφὴν εἰς τὸ διαμένειν ἐν τοῖς ψυχροῖς ἔνια τῶν θερμῶν τάχ᾽ ἄν τις συγχωρήσειεν· ἀλλὰ τὰ ποῖα καὶ πῶς τοῦτο πειρατέον διορίζειν, εἰ μὴ ἄρα ἁπλῶς ἰσχύϊ τινὶ μᾶλλον ἢ ῥιζῶν ἢ τῶν ὅλων σωμάτων ἡ διαμονὴ, καθάπερ καὶ τῆς ἀπίου καὶ τῆς ἀχράδος καὶ τῆς ἀμυγδαλῆς, ἃ δὴ καὶ ἥκιστα ἐκπήγνυται. καὶ περὶ μὲν θερμότητος ἐκ τούτων ληπτέος ὁ διορισμός. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Β. Περὶ δὲ τὰς βλαστήσεις καὶ καρποτοκίας τῶν δένδρων καὶ ἁπλῶς τῶν φυτῶν ὅσα μὴ πρότερον εἴρηται πειρατέον ὁμοίως ἀποδοῦναι διαιροῦντες χωρὶς ἕκαστα τά τε κατὰ τὰς ἐνιαυσίους ὥρας γινόμενα καὶ ὅσα κατὰ τὰς γεωργικὰς θεραπείας. δύο γὰρ δὴ μέρη ταῦτ᾽ ἐστὶ, τὸ μὲν ὥσπερ φυσικὸν καὶ αὐτόματον τὸ δὲ τέχνης καὶ παρασκευῆς δεόμενον εἰς τὸ εἶναι· ὁ λόγος δ᾽ ἀμφοῖν ἐστιν οὐχ ὁ αὐτὸς ἀλλ᾽ ὁ μὲν οἷον φυσικὸς ὁ δὲ ἐπινοητικός· οὔτε γὰρ ἡ φύσις οὐθὲν ποιεῖ μάτην ἥ τε διάνοια βοηθεῖν θέλει τῇ φύσει. ἐπεὶ δὲ πρότερα τὰ τῆς φύσεως ὑπὲρ τούτων καὶ ῥητέον πρότερον. μέγιστον μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν παντὶ δένδρῳ καὶ ἡμέρῳ καὶ ἀγρίῳ καὶ ὅλως δὲ φυτῷ παντὶ πρὸς εὐβλάστειαν καὶ εὐκαρπίαν τὸ χειμασθῆναι χειμῶσιν ὡραίοις καὶ καλοῖς· οὕτω γὰρ αἱ βλαστήσεις κάλλισται καὶ αἱ καρποτοκίαι γίνονται. καλὸς δὲ χειμὼν ἐὰν πολυϋδρίαν τε ἔχῃ βόρειον καὶ χιόνος πλῆθος καὶ τὸ ὅλον ψύχη χωρὶς πάγου· δεῖ γὰρ κεκενωμένα τὰ δένδρα μετὰ τοὺς καρποὺς ἀντιπληρωθῆναι πάλιν τῆς τροφῆς καὶ ταύτην πέψαι καὶ κατασχεῖν εἴπερ εὐβλαστῆ καὶ εὔκαρπα μέλλει γενήσεσθαι. τροφῆς μὲν οὖν πλῆθος ἐν ὄμβρου πλήθει, τὸ δὲ κατασχεῖν καὶ πέψαι ταύτην ἐὰν ὁ χειμὼν πιέσῃ καὶ μὴ εὐθὺς ἡ ἐκδρομὴ γένηται. τὰς γὰρ ῥίζας ὀρεγομένας ἀφθόνου τροφῆς διαδιδόναι δεῖ παντὶ τῷ δένδρῳ καὶ ταύτην ὥσπερ κυουμένην καὶ πεττομένην χρόνον λαμβάνειν σύμμετρον. οὐκ ἔσται δὲ τοῦτο ἐὰν μὴ κατάσχῃ τὰ ψύχη· ταχὺ γὰρ ἡ μαλακότης τοῦ ἀέρος ἐκκαλεῖται τὴν βλάστησιν· δι᾽ ὃ τούς τε ὄμβρους συμφέρει βορείους μὴ νοτίους εἶναι καὶ πλῆθος χιόνος ὅπως τηκομένη κατὰ μικρὸν διαδύηται πρὸς τὸ ἔδαφος καὶ μὴ ἀθρόον τὸ ὑγρὸν ἀπορρυῇ προσπεσὸν ἅμα τε καὶ τὴν γῆν ἀναζυμοῖ συγκατακλείουσα καὶ ἐναπολαμβάνουσα τὸ θερμόν. ὃ καὶ τοῖς σπέρμασι συμφέρει· ῥιζωθέντα γὰρ καὶ ἐπισχύσαντα τῇ πιλήσει καὶ τῇ καταπιέσει τοῦ ψύχους ἅμα τῇ ὥρᾳ διαγελώσῃ ταχείας ποιεῖ καὶ ἀθρόας τὰς ἀναδόσεις. ἀλλὰ τὰ μὲν σπέρματα προσεπιζητεῖ καὶ τοὺς ἠρινοὺς ὑετοὺς μᾶλλον κατὰ μικρά τε καὶ πλείους γινομένους διὰ τὴν ἀσθένειαν καὶ τὸ ἐπιπόλαιον τῶν ῥιζῶν· ταχὺ γὰρ ἀναξηραίνονται καὶ ταχὺ πάλιν δέονται· τὰ δὲ δένδρα καὶ ἰσχυρότερα καὶ βαθυρριζότερα καὶ ἅμα διάπλεα τροφῆς ἐν ἑαυτοῖς ὥστε τρόπον τινὰ μᾶλλον τοῦ συνεργήσοντος δεῖσθαι πρὸς τὴν πέψιν καὶ τὴν βλάστησιν· σημεῖον δὲ τὸ μὴ βλαστάνειν πρὸ τοῦ ἦρος. ὅτι δὲ ἡ πολυϋδρία συμφέρει τοῖς δένδροις κἀκεῖθεν φανερόν· ἐν γὰρ ταῖς ἐπομβρίαις ἅπανθ᾽ ὡς εἰπεῖν εὐσθενεῖ μᾶλλον. ἀλλ᾽ ὅταν μὲν ὦσι νότιαι διυγραίνονται καὶ ἀσθενέστερα γίνονται βορείων δ᾽ οὐσῶν ἰσχυρά τε καὶ ἐκπέττει μᾶλλον ἅτε τῆς μὲν γῆς διακόρου οὔσης αὐτά τε ξυνεστῶτα μᾶλλον καὶ ἐναπειληφότα τὸ οἰκεῖον θερμόν. ὅπου γὰρ ἀεὶ μάλιστα μαλακὸς ὁ ἀὴρ ἐνταῦθ᾽ ἡ εὐβλαστία καὶ εὐκαρπία γίνεται τῶν δένδρων ὥσπερ ἐν Αἰγύπτῳ διά τε τὴν εὐτροφίαν καὶ διὰ τὸ μηδὲν ἀντικόπτειν τῶν ἔξωθεν· ἀφθόνου γὰρ τῆς τροφῆς οὔσης καὶ τοῦ ἀέρος εὐτρόφου εὐλόγως ἡ εὐβλαστία καὶ εὐκαρπία. πρὸς δὲ τὸ ποιοῦν αὐτῶν ἢ πάντων ἤ τινων δεῖταί τινος ἴσως ἑτέρας κράσεως. ἐνταῦθα δὲ ἐὰν μὴ καθ᾽ ὥραν ἔτους αἱ βλαστήσεις ὦσιν ἀλλὰ προεκδραμῶσιν δι᾽ εὐτροφίαν καὶ ἄνεσιν τοῦ ἀέρος ἐπιγινόμενα ψύχη διελυμήνατο καὶ ἀπέκαυσεν δι᾽ ὃ καὶ ὀπισθοχειμῶνες χαλεποὶ τοῖς δένδροις· ὅταν γὰρ ἅπαξ ἐκτέκωσιν εὐθὺς οἱ καρποὶ μαλακοῦ τινος ἀέρος δέονται καὶ εὐμενοῦς εἰς τὴν ἐκτροφὴν καὶ μάλιστ᾽ ἐν ταῖς ἀρχαῖς· τότε γὰρ ἀσθενέστατοι, τὸ δὲ ἀσθενὲς οἷον τιθηνήσεως δεῖται· καὶ γὰρ ὅλως πᾶσα μεταβολὴ καὶ γένεσις δεῖται τῆς τοιαύτης εὐκρασίας. μεταβολαὶ δὲ ἅμα καὶ ὥσπερ γενέσεις τινὲς ἥ τε βλάστησις καὶ ἡ ἄνθησις καὶ εἴ τι τοιοῦτον ἕτερον ἐν αἷς καὶ πλεῖσται φθοραὶ γίνονται τῶν καρπῶν ἐρυσιβουμένων τε καὶ ἀποκαομένων καὶ ἀποπιπτόντων καὶ τὸ ὅλον χειμαζομένων. ἐπεὶ καὶ τὰ ἄγρια μάλιστα συμβαίνει πονεῖν ὅταν μάλιστα ἀρτιβλαστῶν ὄντων ἐπιγίνηταί τι πνεῦμα ψυχρὸν ἄγαν ἢ θερμόν· ἀποκάει γὰρ ἄμφω καὶ ἀπόλλυσιν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς καθ᾽ ἕκαστα δεῖ θεωρεῖν. ἡ δὲ ὅλη διάθεσις καὶ κατάστασις τοῦ ἀέρος εἰς τὴν τῶν δένδρων εὐσθένειαν ὅτι ταύτῃ ξυμφέρει φανερόν ἐστι διὰ τῶν εἰρημένων. Ἑπόμενον δέ πως τούτοις ἐστὶ περὶ τῶν ὡραίων ὑδάτων εἰπεῖν. ὡραιότατα μὲν γὰρ τὰ χειμερινὰ διὰ τὰς λεχθείσας αἰτίας. δεύτερα δὲ τὰ πρὸ τῆς βλαστήσεως· οὕτω γὰρ ἀθροωτέρα τε καὶ καλλίων ἡ βλάστησις ἐκπληρωθέντων πάντων ταῖς τροφαῖς· εἰ δὲ μὴ ἀβλαστεῖς καὶ ἄμπελοι γίνονται καὶ τἆλλα τῶν μὲν ἐχόντων τῶν δὲ λειπομένων. τρία δὲ τὰ μετὰ τὴν ἀπάνθησιν ἃ πρὸς τὴν ἐκτροφὴν ἤδη καὶ τελείωσίν ἐστι, ταῦτα δὲ μὴ εὐθὺς ἀλλ᾽ ὅταν ὁ καρπὸς ἰσχύσῃ· εἰ δὲ μὴ συμβαίνει τὰ μὲν ἄλλα καὶ ἀπορρεῖν κἂν μὴ τοῦτο πάθῃ διυγραινόμενα χείρω καὶ ἀσθενέστερα γίνεσθαι τὴν δ᾽ ἐλάαν καὶ ἐπιβλαστοῦσαν ἀποβάλλειν ἅτε τῆς τροφῆς ἰούσης εἰς τὸν βλαστόν. ἀώρια μὲν οὖν ταῦτα. χείριστα δὲ καὶ παρακαιρότατα τὰ περὶ τὰς ἀνθήσεις ἑκάστων. ἅπαντα γὰρ ἀσθενῆ καὶ πάνθ᾽ ὡς εἰπεῖν ἢ τά γε πλεῖστα ἀπόλλυται καὶ ἀποπίπτει τὰ μὲν ἐρυσιβούμενα τὰ δὲ ὑγραινόμενα τὰ δὲ ἐπιμένοντα χεῖρον ἀνθεῖ. καὶ τοῦτ᾽ οὐχ ἧττόν ἐστιν ἐν τοῖς φρυγανικοῖς καὶ τοῖς ποιώδεσι πλὴν εἴ τινων ὀλίγων οἷον τὰ στεφανωτικὰ καὶ ὅλως τὰ ἄγρια καὶ αὐτόματα τῶν ἀνθῶν ἔτι δὲ τῶν ποιωδῶν ἔνια καὶ τῶν ἡμέρων σπερμάτων τὰ χεδροπά· ταῦτα δὲ διαμένει δυοῖν θάτερον ἢ δι᾽ ἰσχὺν ἑαυτῶν τε καὶ τῶν προσφύσεων καθάπερ καὶ τὸ ῥόδον καὶ τὸ κρίνον καὶ τὰ ἄλλα ὅσα τούτοις ὅμοια ἢ διὰ ξηρότητα τῆς ὅλης φύσεως ἀναλαμβανόντων τὸ ὑγρόν· ἐπικρατεῖ γὰρ οὕτω τὸ δ᾽ ἐπικρατοῦν ἀπαθές. ὧν δὲ οἱ καρποὶ χρονιώτεροι καὶ πλείονος δεόμενοι τροφῆς καὶ πέψεως τούτοις ὡραῖα καὶ τὰ ὀψιαίτερα καθάπερ ἀμπέλῳ ῥόᾳ ἐλάᾳ τοῖς ἄλλοις, ἁπλῶς δὲ ἑκάστοις πρὸς τὴν αὐτοῦ τελείωσιν. δι᾽ ὃ καὶ οὐχ ὁ αὐτὸς ἅπασι καιρὸς ὥσπερ ὁ τοῦ χειμῶνος πρὸς τὴν βλάστησιν ἀλλ᾽ ἕτερος τοῖς ὀψικάρποις καὶ πρωϊκάρποις, ὥσπερ καὶ τῶν σπερμάτων τοῖς τριμήνοις καὶ ἁπλῶς τοῖς ὀψίοις καὶ πρωΐοις. ἁπλῶς δ᾽ αἰεὶ τὰ βόρεια βελτίω τῶν νοτίων· καὶ γὰρ ψυχρότερα καὶ τὴν ἀπόλαυσιν ποιεῖ πλείω ξυνεστηκότων καὶ ἰσχυόντων καὶ τῶν καρπῶν καὶ τῶν δένδρων. δι᾽ ὃ καὶ τὰ ἐπιγινόμενα πνεύματα ὠφελεῖ καὶ μάλιστ᾽ ἐὰν ᾖ βόρεια· περιαιρεῖ γὰρ ταῦτα καὶ ἀπόλαυσιν ποιεῖ πλείω, ἔτι δὲ ἀφαιρεῖ τὸ περιττὸν καὶ ἀποξηραίνει καὶ οὐκ ἐᾷ προσκαθήμενον διυγραίνειν οὐδ᾽ ὑπὸ τοῦ ἡλίου συνεψόμενον λυμαίνεσθαι. διὰ ταῦτα γὰρ καὶ τὰ παραπλήσια καὶ τὰ νυκτερινὰ βελτίω τῶν ἡμερινῶν· ἀπόλαυσίς τε γὰρ γίνεται πλείων μὴ εὐθὺς ἀφαιρουμένου τοῦ ἡλίου καὶ τῶν ἄλλων ἀκινδυνότερα. Τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν πνευμάτων τὰ βόρεια τῶν νοτίων βελτίω καὶ τὰ πόντια τῶν ἀπογείων ὅτι ψυχρότερα καὶ τὰ ἀπὸ δύσεως τῶν ἀφ᾽ ἑῴων. καθόλου γὰρ ὡς εἰπεῖν τὰ ψυχρὰ τῶν θερμῶν ἐὰν μὴ ἀρτιβλαστῆ ᾖ ἢ καὶ ἐν ἀνθήσει λαμβάνῃ· τότε γὰρ ἀποκάει τὰ ψυχρὰ καθάπερ εἴρηται. βελτίω δὲ καὶ τὰ ζεφύρια καὶ αἱ τροπαὶ καὶ ὅλως αἱ αὖραι τῶν σκληρῶν καὶ διατόνων· τὰ μὲν γὰρ τρέφει θάτερον δὲ πιλοῖ καὶ κωλύει τὰς αὐξήσεις. ἰσχύει δ᾽ ἕκαστον κατὰ τὴν θέσιν τῆς χώρας· ἄλλα γὰρ ἄλλοις τοιαῦτα καθάπερ ἐλέχθη καὶ πρότερον· δι᾽ ὃ καὶ ὡς μὲν ἐπίπαν εἰπεῖν βελτίω τὰ βόρεια τῶν νοτίων. οὐ μὴν ἀλλ᾽ ἐπείπερ αἱ παραλλαγαὶ καὶ τῆς χώρας ποιοῦσι τὰς δυνάμεις καὶ δεῖ τοῦ μὲν χειμῶνος εἶναι θερμὰ τοῦ δὲ θέρους ψυχρά· βοηθεῖ γὰρ οὕτως ἑκάτερα πρὸς τὰς ὥρας ὥσπερ εἴπομεν, ἐὰν δὲ ὅμοια βλάπτει, ποιεῖ γὰρ ὑπερβολήν. εὔλογον δὴ μὴ τὰ αὐτὰ πᾶσιν εὔτροφα καὶ ὠφέλιμα καὶ βλαβερὰ γίνεσθαι· δι᾽ ὃ τοῖς μὲν ὁ νότος ἐπισινὴς τοῖς δ᾽ ὠφέλιμος, ὡσαύτως δὲ καὶ ὁ ζέφυρος καὶ τῶν ἄλλων ἕκαστος. ἅπασι δὲ χαλεπὰ καθάπερ εἴρηται τὰ κατὰ τὴν βλάστησιν εὐθὺς ἢ θερμὰ λίαν ἢ ψυχρὰ πνέοντα· διαφθείρει γὰρ ἄμφω διὰ τὴν ἀσθένειαν. ὡς δὲ τὸ σύνολον εἰπεῖν εὔπνουν εἶναι χρὴ τὸν τόπον· ἕτερος δ᾽ εὔπνους καὶ ὅλως ὁ προσήνεμος ἀναυξής. σχεδὸν δ᾽ ὁμολογουμένη τις καὶ ἡ τοῦ ἀέρος διάθεσίς ἐστι τούτοις· ὁ γὰρ εὐκραὴς ἀὴρ ὡς ἁπλῶς εἰπεῖν ἄριστος τοῖς δένδροις εὐβλαστὴς ὢν καὶ εὔκαρπος, οἱ δὲ περισκελεῖς ἐφ᾽ ἑκάτερα διαφθείρουσιν οἱ μὲν τοὺς καρποὺς οἱ δ᾽ ὅλως καὶ τὰ δένδρα, πλὴν ὅσα πέφυκεν οἰκεῖα τούτοις· ἔνια γὰρ δὴ ταῖς ὑπερβολαῖς χαίρει καὶ τὰ μέν ἐστι φιλόθερμα καθάπερ φοῖνιξ τὰ δὲ φιλόψυχρα μᾶλλον ὥσπερ ὁ κιττὸς καὶ ἡ ἐλάτη· ταῦτα γὰρ ὅλως ἐν τοῖς ἐμπύροις οὐ φύεται, χαλεπῶς δὲ καὶ πύξος καὶ φιλύρα καθάπερ ἐν ταῖς ἱστορίαις εἴπομεν. αἴτιον δὲ ἡ θερμότης καὶ ἡ ξηρότης· οἷον γὰρ πῦρ γίνεται, συμμετρίας δέ τινος δεῖται καὶ τὸ ὅμοιον. ὡσαύτως δὲ οὐδ᾽ ἐν τοῖς ψυχροῖς ἔνια φύεται τῶν ψυχρῶν διὰ τὴν αὐτὴν αἰτίαν. ἔστι δὲ καὶ τῶν ἐναντίων δῆλον ὅτι συμμετρία τις πρὸς ἄλληλα ὥστε τὰ μὲν δύνασθαι βλαστάνειν τὰ δὲ μή · ἀεὶ γὰρ δεῖ λόγον τινὰ ἔχειν τὴν κρᾶσιν τῆς φύσεως πρὸς τὸ περιέχον. ἔοικε δὲ κοινὸν εἶναι τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ζῶα καθ᾽ ἑκάτερον τῶν τόπων ἴδια τυγχάνει τὰ μὲν δεχόμενα τὰ δ᾽ οὐ δεχόμενα τὴν τοῦ ἀέρος διάθεσιν, ὁτὲ δὲ καὶ τροφὰς οὐκ ἔχοντα τὰς οἰκείας. ἐνδέχεται γὰρ καὶ τοῦτο κωλύειν ὁμοίως καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχα δὲ καὶ ἑτέρας πλείους αἰτίας αἳ πρὸς τὰς ἰδίας φύσεις εἰσὶν ἐναντίαι. μεγίστη δ᾽ οὖν διαφορὰ κατὰ τὰ ἔνυδρα καὶ χερσαῖα ζῶα καὶ φυτὰ περὶ ὧν οὐδὲ ζητοῦμεν λόγον ὡς εἰπεῖν πλὴν ὑπὲρ τοῦ πότερα θερμότερα καὶ ψυχρότερα, τοῦτο γὰρ ἀμφισβητεῖται, τὰ δ᾽ ἄλλα ὡς συγκεχωρημένα τῇ φύσει τίθεται. καίτοι τὰ καθόλου καὶ κοινὰ πρῶτα ἔδει ζητεῖν, εὑρεθέντων γὰρ τούτων καὶ τὰ κατὰ μέρος φανερά. τοῦτο μὲν οὖν ἴσως κωλύοιτ᾽ ἂν διὰ τὸ χαλεπὸν εἴτε πλείους αἰτίαι τυγχάνουσιν εἴτε μία· περὶ δὲ τῶν ἐν τοῖς καθ᾽ ἕκαστα μᾶλ λον εὐποροῦμεν· ἡ γὰρ αἴσθησις δίδωσιν ἀρχὰς ἐπ᾽ ἄμφω καὶ ἔτι μᾶλλον καὶ πλείους ἐπὶ τῶν φυτῶν· ἐμφανέστατα γὰρ τὰ συμβαίνοντα περὶ αὐτά. μεγίστη δὲ διαίρεσις κατά γε τὸν αὐτὸν τόπον τοῖς ἡμέροις καὶ ἀγρίοις· ἀεὶ γὰρ τὰ ἥμερα μαλακωτέρους καὶ ὑγροτέρους ζητεῖ τοὺς ἀέρας. οὐ μὴν ἀλλ᾽ ἔνιά γε καὶ τῶν ἡμέρων ἀδυνατεῖ βλαστάνειν ἐν τοῖς θερμοῖς καὶ ψυχροῖς οὐ μόνον διὰ τὴν ἀσθένειαν ἢ τὴν κρᾶσιν ἀλλὰ δι᾽ ἕτερ᾽ ἄττα καθάπερ ἡ ἐλάα καὶ θερμὸν καὶ πυκνὸν ἐν τοῖς ψυχροῖς διὰ τὸ μετέωρον τῶν ῥιζῶν· ἐμπήγνυται γάρ· ἡ δὲ ἄχρας ἐν τοῖς σφόδρα θερμοῖς ὥσπερ περὶ Αἴγυπτον· μοχθηραὶ δὲ καὶ αἱ ἄπιοι καὶ μηλέαι καὶ σπάνιαι. τὴν δ᾽ αἰτίαν σκεπτέον ἐπεὶ οὐκ ἂν θερμὰ δόξειεν εἶναι. τὰ μὲν οὖν ὅλως οὐδὲ βλαστάνειν ἐνιαχοῦ δύναται τὰ δὲ βλαστάνει μὲν ἄκαρπα δὲ γίνεται καθάπερ ἡ περσέα ἡ αἰγυπτία περὶ Ῥόδον, προϊόντι δὲ οὕτω φέρει μὲν ὀλίγον δὲ καὶ καλλικαρπεῖ καὶ γλυκυκαρπεῖ ἐκεῖ μόνον. ὁμοίως δὲ καὶ ὁ φοῖνιξ καὶ ἔτι μᾶλλον ἐν τοῖς περὶ Βαβυλῶνα καὶ Συρίαν καλλίκαρπος. ὁ γὰρ ἀὴρ διὰ ψυχρότητα τὰ μὲν ὅλως οὐ δέχεται τὰ δὲ ὅσον εἰς βλάστησιν ἔνια δὲ εἰς καρπὸν ὁ δὲ οἰκεῖος ἤδη διατελειοῖ τὰ τῆς φύσεως. διὰ τὴν αὐτὴν δ᾽ αἰτίαν οὐδὲ αἱ συκαῖ περὶ Αἴγυπτον οὐδ᾽ ὅλως ἐν ἐκείνοις τοῖς τόποις χρησταί· θερμὸς γὰρ ὢν ἄγαν ὁ ἀὴρ περικάει καὶ οὐ ποιεῖ πέψιν ἀλλ᾽ ἡ ἐκ τῆς γῆς εὐτροφία διυγραίνει μόνον ἀπέπαντος οὖσα, δι᾽ ὃ καὶ τοῖς μεγέθεσι γίνεται μικρά. τοὐναντίον δὲ ὁ ψυχρός· ἐξαιρεῖ γὰρ τὴν ὑγρότητα, τὴν δ᾽ οὖσαν οὐ δύναται πρὸς τὴν οἰκείαν πέψιν ἀγαγεῖν ὥσπερ ἐν ταῖς ἐλάαις, δι᾽ ὃ καὶ αἱ μὲν ἄσαρκοι πάμπαν ἐλαιηρότεραι δὲ τῶν ἐν τοῖς ψυχροῖς, αἱ δὲ σαρκώδεις μὲν ἀνέλαιοι δέ· πλείονος γὰρ τοῦτο θερμότητος δεῖται πρὸς τὴν πέψιν. αἱ μὲν οὖν τοῦ ἀέρος κράσεις καὶ διαθέσεις τοιαύτας τινὰς παρέχονται δυνάμεις. Ἐπεῖ δὲ καὶ τὰ ἐδάφη μεγάλας ἔχει διαφορὰς λεκτέον καὶ περὶ τούτων, καὶ γὰρ αὐτὰ τῆς φύσεως ἐστιν. ἀβλαστῆ δὲ δι᾽ ἄμφω γίνεται καὶ διὰ τὸν ἀέρα καὶ διὰ τὴν γῆν πολλάκις· ὁτὲ μὲν γὰρ τὰ κάτω χρηστότατα τὰ δ᾽ ὑπὲρ γῆς φαῦλα ὁτὲ δὲ ὁ μὲν ἀὴρ εὔτροφος τὰ δὲ τῆς γῆς φαῦλα καθάπερ ὅταν ἀμμώδης ἢ κεραμὶς ἢ κατακεκαυμένη τις τυγχάνῃ· ῥίζωσιν γὰρ καὶ τροφὴν οὐδεμία τῶν τοιούτων ἔχει. καὶ σχεδὸν αἱ μὲν ἀβλαστεῖς εἰσιν αὗται καὶ εἴ τις ἄρα δίυγρος ὅλως ἢ πηλώδης. τῶν δὲ βλαστητικῶν καὶ ἐγκάρπων οὐ κακῶς ἡ διαίρεσις ἡ πρὸς τὰ σπέρματα καὶ τὰ δένδρα λέγεται τῷ τὴν μὲν πίειραν ἀμείνω σιτοφόρον τὴν δὲ λεπτοτέραν δενδροφόρον εἶναι. λαμβάνει γὰρ ὥσπερ καὶ πρότερον εἴπομεν ὁ σῖτος καὶ ἁπλῶς τὰ ἐπέτεια τὴν ἐπιπολῆς τροφὴν ἣν δεῖ μὴ ὀλίγην μηδ᾽ εὐξήραντον εἶναι καθάπερ ἐν ταῖς λεπταῖς, τὰ δὲ δένδρα διὰ τὸ μεγάλας καὶ ἰσχυρὰς ἔχειν τὰς ῥίζας καὶ τὴν ἐκ βάθους. αὕτη δὲ ἐν μὲν τῇ πιείρᾳ δαψιλὴς λίαν οὖσα βλάστην μὲν ποιεῖ καλὴν καὶ μέγεθος τοῖς δένδροις καρπὸν δ᾽ οὐ ποιεῖ διὰ τὸ μὴ ἐκπέττειν, ἐν δὲ τῇ λεπτοτέρᾳ ξύμμετρος γίνεται πρὸς ἄμφω καὶ κρατοῦντα τὰ δένδρα δύναται καρποτοκεῖν. ἡ δὲ πίειρα πάμπαν οὐδενὶ ξυμφέρει φυτῷ· ξηραίνει γὰρ μᾶλλον τοῦ δέοντος ὥσπερ καὶ Μενέστωρ φησί· τοιαύτην δ᾽ εἶναι τὴν πλυντρίδα χρῶμα δ᾽ ὑπόλευκον. ἀρίστη δὲ δῆλον ὡς ἡ ἄριστα κεκραμένη καὶ ὅλως μανή τις οὖσα καὶ μὴ ψυχρὰ καὶ ἔνικμος· καὶ εὐδίοδος γὰρ οὕτω ταῖς ῥίζαις ἐστὶ καὶ εὔτροφος ὅπερ βούλονται καὶ αἱ ἡμερώσεις καὶ αἱ κατεργασίαι καὶ κοπρίσεις ποιεῖν. ἄλλη δὲ πρὸς ἄλλα τῶν δένδρων ἁρμόττει μᾶλλον ὥσπερ καὶ διαιροῦσιν, ὥσπερ ἡ σπιλὰς καὶ ἔτι μᾶλλον ἡ λευκόγειος ἐλαιοφόρος· ἰκμάδα τε γὰρ ἔχει καὶ πνεῦμα πολὺ δεῖται δὲ καὶ ἀμφοῖν. ἡ δὲ λειμωνία καὶ ἔφαμμος ἀμπελοφόρος ἀγαθὴ καὶ ὅλως ἥτις ἂν ᾖ μανὴ καὶ κούφη καὶ λεπτὴ καὶ ἔφυδρος οὕτως ὥστε τὸ οὐράνιον ὕδωρ μὴ διϊκνεῖσθαι πρὸς τὸ ἐν αὐτῇ· τροφῆς γὰρ πολλῆς ἡ ἄμπελος δεῖται διὰ τὸ θερμὴ καὶ μανὴ καὶ ὑγρὰ καὶ πολύκαρπος εἶναι· τάχα δὲ καὶ δι᾽ αὐτὰ ταῦτα καὶ πολύκαρπος· ἔτι δὲ οὐκ εὔσηπτοι τῶν ὑγρῶν αἱ ῥίζαι καθάπερ αἱ τῶν ξηρῶν ὥστε δύνασθαι καὶ ἐπισπᾶσθαι καὶ ἀντέχειν καὶ διαδιδόναι. τὸν αὐτὸν δὲ τρόπον καὶ τῶν ἄλλων ἑκάστοις ἐστί τις οἰκεία πρὸς τὴν φύσιν καὶ ἡ αὐτὴ τοῖς μὲν μᾶλλον τοῖς δ᾽ ἧττον. ὡς δ᾽ ἁπλῶς εἰπεῖν τοῖς μὲν πλείοσιν οὐ συμφέρει ἡ πίειρα· δοκεῖ γὰρ καταξηραίνειν μᾶλλον τοῦ μετρίου δι᾽ ὃ καὶ πημαίνεσθαι καὶ νοσεῖν· ὅσα δὲ λυπρὰ τούτοις ξυμφέρει· σημεῖον δὲ ὅτι τὰ λάχανα καὶ ὁ δημήτριος καρπὸς ἐν ταῖς τοιαύταις εὐθενεῖ, πάντα δὲ ταῦτα λυπρὰ τῇ φύσει· τὰ γὰρ φύσει λυπρὰ πιοτέρας τροφῆς δέονται. δηλοῦν δὲ οἴονται καὶ τὴν τῶν ἀνθρώπων τοιαύτην φύσιν· τοὺς γὰρ ἐκλίμους καὶ χαίρειν μάλιστα ταύτῃ καὶ ἐπιδιδόναι πρὸς εὔχροιαν καὶ ἰσχύν· ἰσχνὰ γὰρ ὄντα τὰ σώματα δεῖσθαι τροφῆς πολλῆς καὶ πιείρας· ὑπὸ δὲ τῶν ξηρῶν καὶ λυπρῶν οὐθὲν ὠφελεῖσθαι διὰ τὸ μὴ ἀπολαύειν ἀλλὰ καὶ ἐπικίνδυνα εἶναι πρὸς νόσους ἄλλας τε καὶ μάλιστα δὴ τὰς τῆς κοιλίας. ὁμοίως δὲ καὶ ἐπὶ τῶν δένδρων ἔχει τοῦτο, πλὴν ταῦτα μὲν ὅμοια διατελεῖ τὸ δὲ σῶμα ὅταν ἀνακομισθῇ μεταβαίνει εἰς τὴν τετριμμένην καὶ ἄκνισον. οὗτος μὲν οὖν καθόλου τις διορισμός. διαφοραὶ δὲ πολλαὶ καὶ τῆς γῆς καὶ τῶν δένδρων, ὥσπερ καὶ τῶν ἀμπέλων ταῖς μὲν ἡ πεδεινὴ ταῖς δ᾽ ἡ ὀρείνη μᾶλλον ἁρμόττει καὶ ἐν αὐταῖς ταύταις αἱ τοιαίδε ταῖς τοιαῖσδε· μικραὶ δὲ παραλλαγαὶ φαινόμεναι μεγάλας ποιοῦσι ῥοπὰς εἰς τὴν φύσιν. τὸ δ᾽ ἁπλοῦν ῥᾴδιον εἰπεῖν ὥσπερ καὶ κελεύουσι τὰ μὲν στερεὰ καὶ πυκνὰ ἐν τοῖς ξηροῖς καὶ πυκνοῖς φυτεύειν, τὰ δ᾽ ἀραιὰ καὶ ὑγρὰ ἐν τοῖς μαλακωτέροις καὶ ἐφυγροτέροις· ἑκατέροις γὰρ οὕτως αἱ τροφαὶ δὲ δῆλον ὅτι σύμμετροι, τοῖς μὲν πολλῆς δεομένοις τοῖς δ᾽ ὀλίγης. καὶ τὸ καθόλου λεχθὲν ὑπὲρ πάντων ἴσως τῶν δένδρων ἀληθὲς ὅτι καθ᾽ ἑκατέρας τὰς χώρας ἑκάτερα δεῖ καὶ τῶν δένδρων φυτεύειν, ἀλλ᾽ ἐν τοῖς καθ᾽ ἕκαστα τὸ ἀκριβὲς μᾶλλον ἴσως αἰσθητικῆς δεῖται συνέσεως λόγῳ δὲ οὐκ εὐμαρὲς ἀφορίσαι· ἐπεὶ καὶ ταῖς πρὸς τὸν ἥλιον διαφοραῖς οἷον ἀνιόντα ἢ δυόμενον ἢ μεσοῦντα ἤ πως ἄλλως ἔχοντα δεῖ μὴ ἀγνοεῖν ποῖα τῶν φυτῶν τὰ οἰκεῖα καὶ ὅλως καὶ τῶν ὁμογενῶν· ὅπερ οἵ γ᾽ ἀμπελουργοὶ πειρῶνται διαιρεῖν ὅταν συνάγκειάν τινα λαβόντες φυτεύσωσιν· οὐ γὰρ ταὐτὰ τιθέασιν εἰς ἑκάτερον τὸ μέρος ἀλλὰ διαιροῦσιν καὶ ποιεῖ μεγάλην διαφορὰν οὕτω τε φυτευθέντα καὶ ἀνάπαλιν. ὁμοίως δὲ τοῦτ᾽ ἔχει καὶ ἐπὶ τῶν λοιπῶν. ἀλλ᾽ ὥσπερ ἐλέχθη πρότερον αἰσθητικῆς δεῖται ταῦτα συνέσεως. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἡ μέσην ἔχουσα τῶν ἐναντίων κρᾶσιν πυκνοῦ καὶ ἀραιοῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ κούφου καὶ βαρέος ἔτι δὲ τὰ ἄνω πρὸς τὰ κάτω σύμμετρα τούτοις πασῶν ἀρίστη πρὸς ἅπαντα ὡς εἰπεῖν δένδρα τε καὶ σπέρματα. φαίνεται γὰρ ὁμοιότητα ἔχειν τῷ ἀέρι πρὸς τὰς ἄλλας χώρας. οὐ μὴν ἀλλ᾽ αὐτῶν γε τούτων ἡ πρὸς θάτερον μέρος ἀποκλίνουσα τῆς ἐναντιώσεως κρείττων ἣν δὴ καὶ ἁπλῶς τίθενταί τινες ἀρίστην οἷον τὴν κούφην καὶ μανὴν καὶ ἔνικμον· ἔχει τε γὰρ τροφὴν ἐν ἑαυτῇ καὶ εὐδίοδός ἐστι ταῖς ῥίζαις· ἡ δὲ πυκνὴ καὶ βαρεῖα καὶ ξηρὰ δῆλον ὡς ἐναντία. κατὰ δὲ τὰς παραλλαγὰς τῶν ἀντιθέσεων καὶ τὰς πρὸς ἕκαστον ἕξουσιν ἤδη διαφοράς· οἷον ἐὰν ᾖ μανὴ μὲν καὶ λεπτὴ βαθύγεως δὲ καὶ ξηρὰ καὶ ἄϋδρος δενδροφόρος μὲν ἀγαθὴ σιτοφόρος δὲ κακή· διὰ γὰρ τὴν μανότητα δίεισιν εἰς βάθος τὸ χειμερινὸν ὕδωρ ὥστε τὸν μὲν σίτον μὴ ἐφικνεῖσθαι διὰ τὸ ἐπιπολῆς εἶναι τὰ δένδρα δ᾽ εἰς βάθος καθιέντα τὰς ῥίζας ἐφικνεῖσθαι καὶ ἕλκειν. ὡσαύτως δὲ καὶ εἴ τις ἄλλη τοιαύτη διαφορά· τὸ γὰρ πρόσφορον ἀποδώσει τινὶ γένει διὰ τὴν παραλλαγήν. οὐκ ἀλόγως δὲ οὐδ᾽ ὅσοι ταύτην ἀρίστην ὑπολαμβάνουσιν ἥτις ἂν ᾖ θερμή τε καὶ ἔνικμος· ἄμφω γὰρ ἔοικεν ἔχειν ἃ δεῖ τροφήν τε καὶ τὸ κατεργαζόμενον εὐλόγως δὲ καὶ μετὰ τὸ πρῶτον ὕδωρ ἀτμίζειν· ἀλλὰ τὴν μὲν ἔνικμον αὐτῆς εἶναι τὴν δὲ ξηράν. τὴν μὲν οὖν ἔνικμον σιτοφόρον ἀγαθήν· ἱκανὸν γὰρ ἔχειν πρὸς τὴν ἐκτροφὴν ὑγρὸν τῷ σίτῷ τοῖς δὲ δένδροις ἔλαττον. τὴν δὲ ξηρὰν σιτοφόρον φαύλην διὰ τὸ μὴ ἔχειν μηδὲ τούτῳ τροφὴν ἀρκοῦσαν. ἐπὶ ταὐτὸ δέ πως φέρονται καὶ ὅσοι φασὶ δεῖν πίειράν τε εἶναι καὶ μὴ παγώδη μηδὲ πυκνὴν μηδ᾽ ἁλμυρὰν ἀλλὰ τρόφιμον καὶ ψαθυράν· τροφήν τε γὰρ οἴονται δεῖν ἔχειν καὶ θερμότητα καὶ ἔτι ταῖς ῥίζαις εὐδίοδον εἶναι· πάντα δὲ ταῦτα οἰκεῖα πρὸς αὔξησιν καὶ καρποτοκίαν. ὁμοίως δὲ καὶ οἱ τὴν μελάγγεων ἐπαινοῦντες ὥσπερ Λεωφάνης· εὐθὺς γὰρ ἀποδιδόναι πειρᾶται τὰς αἰτίας ὅτι δύναται καὶ ὄμβρον καὶ αὐχμὸν φέρειν δοχὸς οὖσα καὶ τοῦ θερμοῦ καὶ τοῦ ὑγροῦ. τὴν μὲν οὖν ἀρετὴν τῆς χώρας σχεδὸν ὥσπερ εἴρηται διὰ τῶν αὐτῶν πως καὶ ἐν τοῖς αὐτοῖς ἐστι λαβεῖν ἐν οἷς καὶ ἀποδιδόασι πάντες. αἱ διαφοραὶ δ᾽ ἐπεὶ πλείους εἰσὶ καὶ ταύτης καὶ τῶν φυτῶν πειρατέον πρὸς ἕκαστον λαμβάνειν καὶ θεωρεῖν. Τὰς δὲ τῶν ὑδάτων διαφορὰς τῶν ἐπιγείων, καὶ γὰρ ταῦτα οὐ μικρὰν ἔχει μερίδα πρὸς αὔξησιν καὶ τροφὴν, ὁμοίως τούτοις ληπτέον. ὅσα μὲν οὖν ἁλμυρὰ καὶ νιτρώδη καὶ στυπτηριώδη καὶ εἴ τις ἄλλος τοιοῦτος χυλὸς ἄτροφα καὶ ἄγονα φυτῶν ὡς ἁπλῶς ἐστιν εἰπεῖν· πλὴν εἴ τι συγγενὲς αὐτοῖς ἐκτρέφειν δύναται καθάπερ καὶ ἡ θάλαττα· βραχὺ δέ τι τοῦτο ἢ οὐδὲν ὡς εἰπεῖν ἐστιν· ἐνιαχοῦ δὲ ποτίμων παραμιγέντων ἡ ἐκτροφὴ καθάπερ τοῖς ἐν Θρᾴκῃ θέρμοις, καθ᾽ αὑτὰ δὲ ὥσπερ καὶ ζώων καὶ φυτῶν ἄγονα. ἡ δὲ θάλαττα πολλὰ καὶ παντοῖα φύει καί ἐστιν ὥσπερ ζώων τι γένος ἐν αὐτῇ καὶ φυτῶν. ὅσα δ᾽ ἐν τῇ ἀμπώτει δένδρα μέγεθος ἔχοντα καὶ καρπὸν τυγχάνει περὶ τούτων οὐκ ἄν τις ἴσως ἀποδοίη τῇ θαλάττῃ τὴν τροφὴν ἀλλ᾽ ἐνδέχεσθαι πότιμον ἕλκειν ἐν τῇ γῇ τὰς ῥίζας τὴν δὲ θάλατταν ἀβλαβῆ περιέχουσαν εἶναι καθάπερ καὶ τὸ ὕδωρ τοῖς ἐνύδροις· ἀλλὰ τούτων μὲν πέρι λόγος ἕτερος. καὶ ὅσα δὴ πρὸς αὐτῇ τῇ θαλάττῃ φύεται χρῆταί πως τῇ ἁλμυρίδι πρὸς εὐσθένειαν καὶ τροφήν· ἔοικε γὰρ τοῦτο ἴδιόν τι γένος εἶναι παρὰ τὰ εἰρημένα καθάπερ ἀνὰ μέσον ὄντα. τὰ δ᾽ ἁλυκὰ τῶν ὑδάτων τρέφει μὲν καὶ τὰ ἔγγεια χεῖρον δὲ τῶν γλυκέων· ἀναυξῆ γὰρ ποιεῖ καὶ ἐπικάει, τὸ δ᾽ ἀλυπότερα τοῖς δένδροις ἢ τοῖς λαχανώδεσιν ἢ ὅλως τοῖς ἐπετείοις εἶναι καθάπερ τινές φασιν οὐκ ἄλογον ὅσῳπερ ἰσχυρότερα· τάχα γὰρ ἄν τισι πρόσφορον τὸ ὅλον ὥσπερ τοῖς φοίνιξιν εἴπερ καὶ οἱ ἅλες παραβαλλόμενοι· παραπλήσιος γὰρ ἢ ὁ αὐτὸς χυλός. οὐ μὴν ἀλλὰ καὶ τῶν λαχανωδῶν ἐστί τισι τὰ ἁλυκὰ πρόσφορα καθάπερ ῥαφάνῳ τευτλίῳ πηγάνῳ εὐζώμῳ· βελτίω γὰρ γίνεται τοῖς ἁλυκοῖς ἀρδόμενα ταῦτα, δι᾽ ὃ πρός γε τὴν ῥάφανον νίτρον τινὲς παραμιγνύουσιν ἐν τῷ βρέχειν ὥσπερ οἱ ἐν Αἰγύπτῳ καὶ γίνεται πολλῷ γλυκυτέρα καὶ ἁπαλωτέρα καθάπερ καὶ ἡ ἑψομένη. τοῦτο δὲ συμβαίνει καὶ ὅλως ἡ ἁλυκότης πρόσφορος ὅτι πικρότητά τινα ἔχουσιν ἐν τῇ φύσει ταύτην δὲ διαδυόμενον καὶ ὥσπερ ἀναστομοῦν τὸ ἁλυκὸν ἐξάγει, δι᾽ ὃ καὶ ἐν ταῖς ἁλμυρίσιν ἡ ῥάφα νος ἀρίστη· τὸ δὲ πικρὸν ἄτροφόν τε καὶ δύσχυλον ὥστε ἐξαγομένου τούτου καὶ γλυκυτέρα καὶ ἁπαλωτέρα καὶ εὐαυξεστέρα γίνεται· τὰ δ᾽ ἄλλα χείρω διὰ τὸ μὴ ἐξάγειν τὸ ἀλλότριον ἀλλὰ τὸ οἰκεῖον ἐπικάουσαν. δῆλον δ᾽ ὅτι καὶ ἐπὶ τῶν λοιπῶν πικρῶν ὁμοίως ἂν ἔχοι καθάπερ καὶ ὁ κορωνόπους καὶ τὰ κιχόρια. τοῖς δὲ δριμέσι οἷον κρομύῳ σκορόδῳ τοῖς ἄλλοις οὐκέτι πρόσφορον· οὐ γὰρ ἀφαιρεῖ τὴν δριμύτητα διὰ τὴν ὁμοιότητα τῶν χυλῶν. τὸ γὰρ ὅμοιον ἐπὶ τὸ ὅμοιον φέρεται καὶ εἰς τοὺς πόρους ἐνδύεται καθάπερ ἐπὶ τῶν καθαιρόντων καὶ ἐξαγόντων τὰς ἐπιχροΐσεις. καὶ τὰ μὲν ἁλυκὰ τοῖς τοιούτοις πρόσφορα διὰ τὴν εἰρημένην αἰτίαν. εἰ δ᾽ ἀληθὲς ὃ ἔλεγεν Ἀνδροσθένης ὑπὲρ τῶν ἐν Τύλῳ τῇ νήσῳ τῇ περὶ τὴν ἐρυθρὰν θάλατταν ὅτι τὰ ναματιαῖα μᾶλλον συμφέρει τῶν οὐρανίων ἁλυκὰ ὄντα καὶ τοῖς δένδροις καὶ πᾶσι τοῖς ἄλλοις, δι᾽ ὃ καὶ ὅταν ὕσῃ τούτοις ἀποβρέχειν, αἰτιάσαιτ᾽ ἄν τις τὴν συνήθειαν· τὸ γὰρ ἔθος ὥσπερ φύσις γέγονε. συμβαίνει δὲ τὰ μὲν οὐράνια σπάνια γίνεσθαι τούτοις δ᾽ ἐκτρέφεσθαι καὶ τὰ δένδρα καὶ τὸν σῖτον καὶ τἆλλα δι᾽ ὃ καὶ πᾶσαν ὥραν σπείρουσι. ταῦτα μὲν οὖν ὡς ἐξ ὑποθέσεως εἰρήσθω. Τῶν δὲ ποτίμων τὰ ψυχρὰ βέλτιστα· καὶ γὰρ πέψιν ποιεῖ μάλιστα διὰ τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ κατάψυξιν ταῖς ῥίζαις· δεῖται δὲ τὰ δένδρα ταύτης. ὅτι δὲ βελτίω σημεῖον τὸ γλυκύτερα καὶ εὐχυλότερα τοῖς ψυχροῖς ἀρδευόμενα καὶ λάχανα καὶ ῥίζας καὶ καρποὺς καὶ τἆλλα ὁμοίως. ἔοικε δὲ κατὰ λόγον ἔχειν ὥσπερ καὶ ἐπὶ τῶν ἐκ διὸς ὑδάτων τὰ νυκτερινὰ καὶ τὰ βόρεια καὶ ἐπ᾽ αὐτῶν δὲ τῶν πνευμάτων ὅταν ᾖ βόρεια καὶ μὴ νότια καὶ ὅλως ὅταν ψυχρὰ καὶ μὴ θερμά· τὴν γὰρ αὐτὴν ὄνησιν πάντα ἔχει καὶ διὰ τὰς αὐτὰς ἀνάγκας· τὰ γὰρ θερμὰ διαχεῖ καὶ ἀνυγραίνει καὶ ἀσθενὲς ποιεῖ τὸ σύμφυτον θερμόν. ὑπερβολὴ δέ τίς ἐστιν ἴσως καὶ τοῦ ψυχροῦ καὶ πρὸς τροφὴν καὶ πρὸς γένεσιν ὥσπερ καὶ ἐπὶ τῶν ζώων εἴπερ ἀφαιρεῖται τὴν τοῦ θερμοῦ δύναμιν· ἀφαιρεῖται γὰρ τὴν ζωήν· οὐ μὴν πολλή γε οὐδ᾽ ἐν πολλοῖς ἐὰν μή τινα καὶ ἄλλον ἔχῃ χυμὸν ἀλλότριον· οὐδὲ γὰρ οὐδ᾽ ὅμοια τὰ ἐπὶ τῶν ζώων ἐστὶ τῶν ἐν φυτοῖς· ἐκεῖνα μὲν γὰρ ὅλως ὑπὸ τοῦ ὑγροῦ περιέχεται καὶ ἐν τούτῳ ξυνίσταται ταῦτα δ᾽ ἐν τῇ γῇ καὶ ἐν τῷ ἀέρι· μιγνυμένου δὲ τοῦ ὕδατος τούτοις οὔτε τὴν ἐκ τῆς γῆς οὔτε τὴν οἰκείαν ἀφαιρεῖται θερμότητα πλήν γ᾽ εἴ που καὶ ὁ ἀὴρ ὅλος τοιοῦτος· οὕτως γὰρ ἀβλαστὴς καὶ ἄγονος ἡ γῆ τὸ ὅλον. τὰ μὲν οὖν ψυχρὰ διὰ ταῦτα βελτίω, τὰ δὲ πότιμα τῶν ἀπότων ὅτι τροφιμώτερα. μιγνυμένη γὰρ ἡ ἁλμυρὶς καὶ πᾶς ὁ τοιοῦτος χυλὸς οὐ μόνον ἀτροφίας ἀλλὰ καὶ ἄλλας βλάβας ἐμποιεῖ καθάπερ ἐπὶ τῶν σωμάτων. ἡ δὲ μίξις τῶν ὑδάτων ἡ τοιαύτη χρήσιμος ὅταν τὸ μὲν ἄγαν σκληρὸν ᾖ καὶ ὥσπερ ἄπεπτον καὶ ὠμὸν τὸ δὲ θῆλυ καὶ μαλακὸν ᾖ καὶ ἐάν τινα γεώδη συνεπιφέρῃ χυλὸν ὅπερ ἔχει τὰ θολερὰ καὶ κοπριώδη· καὶ γὰρ τῆς τοιαύτης δέονται τροφῆς. δ᾽ ὃ πολλάκις ἂν ἁρμόσειε λεπτὸν καὶ καθαρὸν μὴ καθαρῷ καὶ παχεῖ καὶ φρεατιαῖον ναματιαίῳ καὶ ῥυτὸν καὶ ὄμβριον λιμναίῳ καὶ ἁπλῶς στασίμῳ. θαυμασιώτερον δ᾽ ἂν δόξειεν εἴ τι γλυκὺ καὶ πότιμον ἢ ὅλως ἄτροφον ἢ μὴ τελεσφόρον ἐστὶν ὥσπερ καὶ τὸ περὶ τὴν Πυρραίαν ὃ καὶ ἐν ταῖς ἱστορίαις εἴρηται. τὴν δ᾽ αἰτίαν ἐν δυσὶν ἄν τις λάβοι τούτων, ἢ ὅτι πάντως ἀσθενὲς ὅπερ οὐκ ἔοικεν, ἐπεὶ καὶ ὁ ἀὴρ δοκεῖ τρέφειν, ἢ ὅτι χυλόν τινα ἔχει κακοποιὸν ὃς λανθάνει τὴν γεῦσιν ὅπερ ἐκδηλούμενον φαίνεται καὶ ἐπὶ τούτου τοῦ ὕδατος· καὶ γὰρ ἄνθρωποι λουόμενοι λεπροὶ γίνονται καὶ τὰ φυτὰ παραπλησίαν τινὰ λαμβάνει διάθεσιν· οὐ γὰρ δὴ τό γε ἄγαν τρόφιμον λεκτέον ὡς διὰ τὸ μὴ δύνασθαι κρατεῖν ἀτραφῆ καὶ χείρω γίνεται. περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω. Τοὺς δὲ τόπους ζητεῖ τοὺς οἰκείους οὐ μόνον τὰ περιττὰ καὶ ἴδια τῶν δένδρων ἀλλὰ καὶ τὰ κοινότερα γινόμενα· τὰ μὲν γὰρ φιλεῖ ξηροὺς τὰ δὲ εὐΰδρους τὰ δὲ χειμερινοὺς τὰ δὲ προσείλους τὰ δὲ παλισκίους καὶ ὅλως τὰ μὲν ὀρεινοὺς τὰ δὲ ἑλώδεις ὥσπερ καὶ διαιροῦσιν. οὐκ ἀεὶ δὲ πάντα τοὺς αὐτοὺς ἴσως οὐδὲ διὰ μίαν αἰτίαν ἀλλὰ διὰ πλείους ὥσπερ καὶ ἐν τοῖς πρότερον ἐλέχθη. καὶ γὰρ τὸ συγγενὲς τῆς φύσεως ἕκαστον ἄγει πρὸς τὸν οἰκεῖον ἐν ᾧπερ καὶ τὰ αὐτόματα φύεται· τὸ δ᾽ αὐτόματον μηνύει τὴν φύσιν εἴπερ ἐκ τῶν αὐτῶν αἱ τροφαὶ καὶ αἱ γενέσεις. καὶ αἱ καθ᾽ ἕκαστον διαιρέσεις οἷον ἡ θερμότης καὶ ἡ ψυχρότης καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης· ζητεῖ γὰρ τὰ πρόσφορα κατὰ τὴν κρᾶσιν. ἔτι δὲ ἀσθενῆ καὶ ἰσχυρὰ καὶ βαθύρριζα καὶ ἐπιπολαιόρριζα καὶ εἴ τις ἄλλη διαφορὰ κατὰ τὰ μέρη. πολλάκις δὲ καὶ διὰ πλείω τούτων· καὶ ἐνίοτε τὰ μὲν ἔχοντα τὰ δὲ οὐκ ἔχοντα· πάντα γὰρ οὐ ταὐτά. ἔτι δὲ καὶ τὰ ὅμοια ζητεῖ τὸ ὅμοιον καὶ τὰ ἀνόμοια μὴ τὸν αὐτὸν ὅταν μὴ ᾖ τις παραλλαγὴ τῆς φύσεως. ἐν οἷς καὶ τὰ περὶ τὴν ἐλάτην καὶ πεύκην ἐστίν· ἡ μὲν γὰρ χαίρει παλισκίοις ἡ δὲ πεύκη τοῖς προσείλοις ἐν ἐκείνοις δὲ οὐ φύεται παράπαν ἢ κακῶς. θερμὰ μὲν ἴσως ἄμφω καθάπερ φασὶν ἀλλ᾽ ἡ μὲν ἐλάτη ξηρὸν ἡ δὲ πεύκη ὑγρόν· σημεῖον δὲ καὶ ἡ τῆς πίττης γένεσις· ἅμα δ᾽ ὑγρότητος πλῆθος καὶ ὁ πρόσειλος τόπος οἰκεῖος· πέψις γὰρ οὕτω μᾶλλον· ἀεὶ δὲ κατὰ τὸ ὑπεραῖρον ἡ ὄρεξις. ᾗ καὶ δῆλον ὡς ἐν τοῖς δοκοῦσι παραλλάττειν τῶν ὁμογενῶν ἀεί τινα ζητητέον τοιαύτην διαφοράν. ἐπεὶ ὅσα μὴ ὁμογενῆ τὸν αὐτὸν ζητεῖ καθάπερ ὁ κιττὸς καὶ τὰ πάρυδρα καὶ ἀλσώδη ῥᾴδιον εἰπεῖν· ὁ μὲν γὰρ θερμὸς καὶ ξηρὸς τῶν δὲ ἡ φύσις ὅλως συγγενής. ἔνια δὲ καὶ τούτων ἐν ταῖς καθ᾽ ἕκαστον διαφοραῖς ἔδειξε τὴν αἰτίαν. ὁμοίως δὲ καὶ ὅσα φιλόσκεπα τυγχάνει καὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὥσπερ ἡ ῥόα καὶ ὁ μύρρινος καὶ ὁ μὲν πυκνὸς ὢν καὶ ξηρὸς ἡ δὲ μανὴ καὶ οὐ ξηρά· τὸν μὲν γὰρ καρπὸν ἀμφότερα πυρηνώδη καὶ οὐχ ὑγρὸν ἔχει. τῷ μὲν οὖν ἡλίῳ παραδιδόμενος ταχὺ καταξηραίνεται σκιατροφούμενος δὲ καὶ μετρίως εἰσλάμποντος σώζει τε τὴν οἰκείαν ὑγρότητα καὶ πεπαίνει δι᾽ ὃ καὶ τὰς ῥόας πυκνὰς φυτεύουσι καὶ τοὺς μυρρίνους ἵνα συσκεπάζωσιν ἄλληλα καὶ προβολὴν ἔχωσι τοῦ ἡλίου· ἅμα δὲ καὶ τῷ μὴ πολύρριζα τυγχάνειν οὐκ ἐνοχλοῦνται κατὰ τὰς τροφάς. εἰ γὰρ αὖ τἀναντία τις οὕτω φυτεύοι καθάπερ ἄμπελον καὶ συκῆν οὐκ ἂν ὁμοίως εὐκαρποῖ· ἔνυγρα γὰρ ὄντα καὶ πέψεως δεῖται πλείονος. αἱ μὲν οὖν τῶν τόπων παραλλαγαὶ διὰ τοιαύτας τινάς εἰσιν αἰτίας ὅπου μὴ καὶ ἄλλο τι συμβαίνει κώλυμα καὶ σίνος πρὸς εὐκαρπίαν ὥσπερ περὶ Τάραντα ταῖς ἐλάαις· ἢ γὰρ ἀπνοίᾳ κατὰ τὴν ἄνθησιν ἀποκάεται τὰ πολλὰ ἢ ὅταν πνέῃ τοιοῦτόν τι πνεῖ πόντιον ὃ τῇ ἅλμῃ τῇ ἐπιφερομένῃ κατεσθίει καὶ λυμαίνεται τὰ ἄνθη. δοκεῖ δὲ καὶ ὁμίχλη τις ἄνευ πνοῆς ἐκβαίνειν ἣ ὅταν ἅψηται τῶν ἀνθῶν ἀποκάει δι᾽ ὃ καὶ μάντεις θύουσιν ὥστε μὴ ἐκβῆναι καί φασι κωλύειν. τὸν αὐτὸν δὲ τρόπον καὶ εἴ τι πάλιν σωτήριον ἢ καὶ πρόσφορόν ἐστι τοῦ ἀέρος· ἐνίοτε γὰρ τῶν ἐδαφῶν ὄντων φαύλων ὁ ἀὴρ ἐκτρέφει τῇ εὐκρασίᾳ καθάπερ ἐλέχθη καὶ τοῖς οἰκείοις πνεύμασιν. Εἰ δὲ ἥ γε πέψις τῶν καρπῶν τοῖς μὲν ὑπὸ θερμοῦ δοκεῖ τοῖς δ᾽ ὑπὸ ψυχροῦ γίνεσθαι κατὰ συμβεβηκὸς ἥ γε ὑπὸ τοῦ ψυχροῦ γινομένη. τὸ γὰρ θερμὸν ἐν ἀμφοῖν πέττει καὶ μία τις ἡ αἰτία φανερὸν δὲ οὐχ ὁμοίως διὰ τὴν ἀντιπερίστασιν. ὅλως γὰρ πάντων τῶν τοιούτων τὰς αὐτὰς δυνάμεις ὑποληπτέον αἰτίας εἶναι. ξυμβαίνει δὲ δὴ τοῖς ὀψικάρποις ὑπὸ τοῦ χειμῶνος πεπαίνεσθαι περικαταλαμβανομένοις τῇ ὥρᾳ. ὀψίκαρπα δ᾽ ὥσπτερ ἐλέχθη διὰ πλείους αἰτίας. ὅσα μὲν οὖν ὑγρὰ τῇ φύσει συντονωτέρων δεῖται τῶν ψυχρῶν ὥσπερ ἡ ἄμπελος· οὕτω γὰρ μᾶλλον ἡ πέπανσις. ὅσα δὲ ξηροκαρπότερα καθάπερ ὁ μύρρινος, καὶ γὰρ τοῦτο τῶν ὀψικάρπων, ἐλαφροτέρων· ἀποξηραίνει γὰρ καὶ ἀποστύφει τὸ ἄγαν. ἡ δ᾽ εὐκρασία καὶ ὁ ὑγρότερος καὶ ὁ ὑπὸ νότου ἀὴρ εὐτροφώτατος. ἐπεὶ οὐδὲ τὰ ὑγρότερα τῇ φύσει πέττουσιν αἱ ὑπερβολαὶ τῶν χειμώνων ἀλλὰ τὰ μὲν ὅλως ἀποξηραίνουσι τῶν δ᾽ ἐξαιροῦνται τὸν οἰκεῖον χυλὸν ὥσπερ τῶν συκῶν. ἀντέχειν δὲ μάλιστα δύναται τά τε ἐν ὑγρότητι λιπαρόν τι ἔχοντα καθάπερ τῶν ἀγρίων τὰ μιμαίκυλα καὶ ἔνια γεώδη καὶ στρυφνὰ καὶ ἰσχυρὰ τὴν φύσιν οἷον βάλανος ἀχρὰς οὖον· ὀψὲ γὰρ ταῦτά γε λαμβάνει τὴν οἰκείαν ὑγρότητα. τοιαῦτα δὲ καὶ τὰ μέσπιλα καὶ τὰ μῆλα τὰ ἄγρια καὶ πάνθ᾽ ὅλως ἃ δύναται ἀφαιρεθέντα πεπαίνεσθαι καθάπερ ἡ ἀχρὰς καὶ τὸ οὖον, οὐ τὴν αὐτὴν μὲν πέπανσιν ἥνπερ καὶ ἐπὶ τῷ δένδρῳ τὴν φυσικὴν ἔχουσαν δέ τινα γλυκύτητα τὴν ποιοῦσαν ἐδώδιμα, εἴτ᾽ οὖν σῆψιν αὐτὴν χρὴ λέγειν ὥσπερ ἐπὶ τῶν δρυπεπῶν ἐλαῶν φασιν εἴτε καὶ ἄλλην τινὰ διάθεσιν ἡνπεροῦν. οὐ μὴν ἀλλ᾽ ἴσως οὐθὲν ἂν κωλύοι καὶ τῇ ἔσωθεν θερμότητι πέττεσθαι καθάπερ τὰ οὖα πεπαυμένης ἤδη τῆς ἐπιρροῆς ἐκ τῶν δένδρων· τότε μὲν γὰρ ἀεί τινος ἐπιούσης οὐκ ἐκράτει κωλυόμενα ἅμα διὰ τὰ ψύχη, μὴ προσγινομένης δ᾽ ἑτέρας ἅμα δὲ καὶ τοῦ θερμοῦ συγκατακλειομένου δι᾽ ἄμφω πέττεται καὶ λαμβάνει τὴν μεταβολήν· ἐπεὶ καὶ οἱ ἐπὶ τῶν δένδρων καρποὶ πεπαινόμενοι καθάπερ οἱ βότρυες ἀφαιρεθέντες γλυκύτεροι γίνονται τοῦ ὑδατώδους ὑπὸ τοῦ ἡλίου καταξηραινομένου, ἐπ᾽ αὐτῶν δὲ τῶν ἀμπέλων ὅταν ἐπιστρέφωσι ἢ καὶ γηράσαντες ἀποσταφιδωθῶσι. σχεδὸν δὲ καὶ ἐν τοῖς ἄλλοις γίνεταί τις τοιαύτη μεταβολὴ τῶν μὲν ἐπ᾽ ἔλαττον τῶν δ᾽ ἐπὶ πλεῖον, ἔνια δ᾽ ἐναντίως. καὶ γὰρ ἐπ᾽ αὐτῶν τῶν δένδρων ἐν τόποις θερμοῖς καὶ οἰκείοις ἀπέπαντα μὴ ἐπικνισθέντα καὶ ἐπαλειφθέντα ἐλαίῳ καθάπερ καὶ πρότερον ἐλέχθη διὰ τὴν εὐτροφίαν, ὥσπερ καὶ τὰ ἐν Αἰγύπτῳ συκάμινα, τοῦτο δὲ παθόντα καὶ ἀπέρασίν τινα ἔλαβεν ὑγροῦ καὶ πνεύματος καὶ τὸ θερμὸν εἰσδέχεται. τῶν δὲ λαχανωδῶν ἔνια καὶ τὸ ὅλον ἀπέπαντα καὶ ἀμετάβλητα καθάπερ ἡ κολοκύνθη. πέψεως μὲν οὖν καὶ ἀπεψίας καὶ ἁπλῶς τῶν γινομένων μεταβολῶν ἐν τούτοις αἱ αἰτίαι. Τῶν δὲ δένδρων αὐτῶν ἀεὶ τὰ ἐν τοῖς ἀπνόοις καὶ παλισκίοις ὀρθὰ καὶ ἀστραβῆ καὶ λειότερα καὶ εὐμηκέστερα γίνεται τὸν αὐτὸν δὲ τρόπον κἂν πυκνὰ τυγχάνῃ πεφυκότα, τὰ δ᾽ ἐν τοῖς εὐπνόοις καὶ προσηνέμοις καὶ εὐείλοις ἔτι δὲ μανὰ πεφυκότα ἧττον. ἥ τε γὰρ εἰς βάθος αὔξησις κωλύει τὸ μῆκος καὶ τὰ πνεύματα τραχύνει καὶ ὄζους ἐμποιεῖ καθάπερ ἐλέχθη διὰ τὴν ἐπίστασιν· ἐκείνοις δὲ ἀφῃρημένων τούτων ἡ εἰς τὸ μῆκος αὔξησις μόνη γίνεται· δι᾽ ὃ καὶ τὰ μὴ ὁμοίως ὀρθοφυῆ μηδ᾽ εὐμήκη τὴν αὐτὴν διάθεσιν λαμβάνει τοῖς ὀρθοφυέσι καὶ μακροῖς ὅταν ἐν τόποις γένηται τοιούτοις ὥσπερ αἱ δρῦς· λεῖαι γὰρ καὶ εὐθεῖαι καὶ σχεδὸν ἰσομήκεις γίνονται ταῖς ἐλάταις καθάπερ φασὶ καὶ περὶ τὸν Αἶμον. ἅμα δὲ καὶ μανότερα καὶ ἀσθενέστερα τὰ τοιαῦτα γίνεται διὰ τὸ μήτε ὑπὸ τοῦ ἡλίου μήτε ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ψύχους λαμβάνειν πύκνωσιν. ἀποβλητικὰ δὲ μάλιστα τῶν καρπῶν πρὶν πεπᾶναι συκῆ καὶ φοῖνιξ καὶ ἀμυγδαλῆ καὶ διὰ τὴν ἐναπόληψιν ὑγρότητός τέ τινος καὶ πνεύματος ὥσπερ συκαῖ τὰ δὲ τῷ τὴν προσ άρτησιν ἔχειν ἀσθενῆ τοὺς δ᾽ ὄγκος μείζους ὥσπερ ἡ ἀμυγδαλῆ καὶ μηλέα καὶ ἄπιος· ἱκανὸν γὰρ καὶ ὁτιοῦν διυγρᾶναι καὶ ἀσθενὲς ποιῆσαι· καὶ ἅμα τούτοις γε καὶ πνευμάτων ἐπιγίνεται μέγεθος. ἡ δὲ ῥόα τοῖς μὲν κυτίνοις εὐαπόπτωτος, ἀσθενὴς γὰρ αὐτῶν ἡ πρόσφυσις ὥστε ὅταν ψακάδια καὶ δρόσοι πέσωσιν εἰσδυόμενα κατὰ τὸ ἄνθος ἀνυγραίνει καὶ ποιεῖ τὴν βολήν· δι᾽ ὃ καὶ κατάγουσι τὰ δένδρα καὶ οὐκ ἀφιᾶσιν εἰς ὕψος ὅπως οἱ κύτινοι μὴ ὀρθοὶ γινόμενοι δέχωνται τὸ ὑγρόν· οἱ δὲ καὶ ἀνάπαλιν κελεύουσι φυτεύειν τὰς ῥάβδους τούτου χάριν ὅπως εὐθὺ κατανεύσωσιν. ὅτι δ᾽ ἡ ὑγρότης αἰτία τῆς ἀποβολῆς κἀκεῖθεν δῆλον· αἱ γὰρ ἄπιοι καὶ ἀμυγδαλαῖ κἂν μὴ βρέχῃ νότιος δ’ ὁ ἀὴρ ᾖ καὶ ἐπινεφὴς ἀποβάλλουσι καὶ τὰ ἄνθη καὶ τοὺς πρώτους καρποὺς ἐὰν εὐθὺς μετὰ τὴν ἀπάνθησιν ᾖ. καὶ τούτων μὲν καὶ τῶν τοιούτων ἐν τῇ προσαρτήσει τε καὶ τοῖς ὄγκοις ἡ αἰτία. τῶν δὲ συκῶν καὶ τῶν φοινίκων οὐκ ἐν τούτοις ἐστὶ μόνον ἀλλὰ καὶ ἐν τῇ αὐτῶν διαστάσει· δι᾽ ὃ καὶ ἐρινάζουσι τὰς συκᾶς· τοῦτο δὲ ποιοῦσιν ὅπως οἱ ψῆνες οἱ ἐκ τῶν ἐρινῶν τῶν ἐπικρεμαννυμένων γινόμενοι διοίγωσι τὰ ἐπὶ τῆς συκῆς· ἡ μὲν γὰρ γένεσις ἐξ ἐκείνων· ζητοῦντες δὲ τὴν ὁμοίαν τροφὴν ἐκπέτονται καὶ προσίπτανται τοῖς ἐπὶ τῆς συκῆς ἐρινοῖς. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν μὴ ἐριναζομένων ὅταν πλησίον τῶν συκῶν ἐρινεοὶ ὦσιν, δι᾽ ὃ καὶ παραφυτεύουσι ταῖς συκαῖς ἐρινεοὺς ἐπὶ τῶν ἄκρων ὅπως κατ᾽ ἄνεμον ἡ πτῆσις οὐρία γίνηται, ταῖς μὲν πρωΐαις πρωΐους ταῖς δ᾽ ὀψίαις ὀψίους ταῖς δὲ μέσαις μέσους ἵνα κατὰ τὴν οἰκείαν ὥραν ἑκάστοις ὁ ἐρινασμὸς ᾖ. διοιχθέντος δὲ τοῦ μέσου τὴν ὑγρότητα ἐκβόσκονται τὴν πλείω καὶ τῷ ἔξωθεν ἀέρι δίοδον διδόασι καὶ τὸ ὅλον εὐπνούστερα ποιοῦσι· συμβαίνει γὰρ ἅμα τῇ θερμότητι τῇ κατεργαζομένῃ συγκα τακλείεσθαί τι πνεῦμα καθάπερ τοῖς ἑψομένοις οὗ χωρισθέντος ἅμα τῇ ὑγρότητι καὶ διεκπνεύσαντος ἐπιμένει· τὰ γὰρ αἴτια τοῦ ἀποβάλλειν ταῦτ᾽ ἐστίν. εὐλόγως δὲ καὶ γίνονται καὶ εἰσδύονται πάλιν οἱ ψῆνες εἰς τὰ ἐρινά· γίνονται μὲν γὰρ διὰ τὸ μὴ δύνασθαι πεπαίνειν μηδὲ τελειουργεῖν τοὺς ἐρινεούς· ὥσπερ γὰρ καὶ τῶν ἄλλων σηπομένων καὶ ἐν τούτοις ζωοποιὸς ἡ φύσις· οὐκ ἔχοντες δὲ τροφὴν ζητοῦντες δὲ τὴν οἰκείαν φέρονται πρὸς τὸ ὅμοιον· ἡ γὰρ ἐπιθυμία πᾶσι τοῦ συγγενοῦς ὥσπερ τοῖς φθειρσὶν αἵματος ἐξ οὗ διαφθαρέντος ἡ γένεσις. εὐλόγως δὲ καὶ ἐν τοῖς λεπτογείοις καὶ καταβόρροις οὐκ ἐπιζητοῦσι τὸν ἐρινασμόν· ξηρὰ γὰρ γίνονται τῇ φύσει δι᾽ ὀλιγότητα τῆς τροφῆς, οὐδὲ δὴ εἴ τις ἑτέρα χώρα τοιαύτην ἔχει τὴν κρᾶσιν ὥστε σύμμετρον ἐκδιδόναι τὴν τροφήν· ἡ γὰρ ἀποβολὴ δι᾽ ἀπεψίαν καὶ τὸ μὴ κρατεῖν. ὡσαύτως δὲ καὶ ὅπου κονιορτὸς πολὺς, ἀποξηραίνει γὰρ καὶ οὗτος. ἄτοπον δ᾽ ἂν δόξειεν ὅτι βορείοις ἀποβάλλουσι μᾶλλον ἢ νοτίοις ξηροτέρων ὄντων· αἴτιον δ᾽ ὅτι πυκνούμενα μᾶλλον τὰ ἐρινὰ κωλύεται διεκπνεῖν· ἅμα δ᾽ ἴσως καὶ πῆξίς τις γίνεται τοῦ ὀποῦ· ταύτην γὰρ καὶ τῆς φυλλοβολίας αἰτίαν φέρουσί τινες ὥσπερ εἴπομεν. ὅσα δ᾽ ὄψια πάμπαν τῶν γενῶν οὐκ ἀποβάλλει διὰ τὴν ὀψιότητα τῆς βλαστήσεως· οὐ γὰρ ἔτι συμβαίνει κατακλείεσθαι καὶ ἐναπολαμβάνεσθαι τὸ πνεῦμα διὰ τὴν ὥραν ἀλλ᾽ ἐπικρατεῖ ἀντιπεριϊστάμενον τὸ θερμόν· ἅμα δὲ καὶ φύσει ξηρά πως ἐστὶ καὶ ὀψὲ διϋγραίνεται, δι᾽ ὃ καὶ τὴν ἄρδευσιν αἱ τοιαῦται ζητοῦσι καὶ δέχονται μᾶλλον. ἔοικε δ᾽ εἴπερ ἡ ἄνοιξις ποιεῖ τὴν ἐπιμονὴν εὔπνοιάν τε καὶ ἀπέρασιν ποιοῦσα παραπλήσιον τρόπον τινὰ τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ἐν Αἰγύπτῳ συκαμίνων· ἀλλὰ τοῦτο διαμφισβητοῦσί τινες ὡς ἄρ᾽ οὐκ ἀνοίγουσιν οἱ ψῆνες ἀλλὰ συμμύειν ποιοῦσιν ὅταν εἰσδύωσιν ὅθεν καὶ τὴν αἰτίαν ἐστὶν ἐκ τοῦ ἐναντίου φέρειν ὡς τούτου χάριν ἐριναζομένων· ἐὰν γὰρ συμμύωσιν οὔθ᾽ ἡ δρόσος οὔτε τὰ ψακάδια δύναται διαφθείρειν ὑφ᾽ ὧν ἀποπίπτουσι διυγραινόμενοι ὥσπερ καὶ οἱ κύτινοι τῶν ῥοῶν. ὅτι δὲ ταῦτα αἴτια μηνύει τὸ συμβαῖνον ὃ δὴ καὶ λέγουσί τινες· ἀποβάλλουσι γὰρ μᾶλλον ὑδατίων ἐπιγινομένων. σημεῖον δ᾽ ὅτι κἀκεῖνό ἐστι τοῦ συμμύσαι χάριν· ἐὰν γὰρ μὴ ἔχωσι περιάπτειν τῇ ἄμμῳ ἐπιπάττουσιν ἵνα συμμύσῃ· καὶ ὁ κονιορτὸς δὲ ποιεῖ διὰ τοῦτο ἐπιμένειν ὅτι συμμύει κονιορτούμενα· τὰ δὲ τῶν ὀψίων οὐ διοίγεται κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἀλλὰ συμμύει, δι᾽ ὃ καὶ ἐπιμένει καὶ οὐδὲ ὅλως ἐρινασμοῦ δέονται· μετὰ ταῦτα δ᾽ ἰσχύοντ᾽ ἤδη καὶ ἅμα τῆς ὥρας μεταβεβληκυίας ἀνοίγεταί τε καὶ οὐκ ἀποπίπτει. τὴν μὲν οὖν αἰτίαν ἀμφοτέρως λαβεῖν ἐνδέχεται. τάχα δ᾽ ἄν τις φαίη ταῦτά γε οὐδὲν ὑπεναντιοῦσθαι· καὶ γὰρ ὑδάτων ἐπιγινομένων ἀσθενέστερα τὰ ἐρινὰ καὶ πλείων ὑγρότης γίνεται δι᾽ ἣν ἐκπνευματουμένην ἡ ἀποβολή· καὶ τῇ ἄμμῳ πάττειν ἀποξηραίνειν βουλομένους δι’ ὃ καὶ τὸν κονιορτὸν ὠφελεῖν· ἐξαιρεῖν γὰρ τὸ ὑγρὸν ὃ τῆς ἀποβολῆς αἴτιον. εἰ μὲν οὖν μηθὲν ἀντιλέγει δῆλον ὡς ἐν ἐκείνῳ τὸ αἴτιον. εἰ δὲ ἐναντιοῦται συμβαίνοι ἂν ἐκείνως μὲν ἀπὸ τῶν ἐντὸς εἶναι τὴν ἀρχὴν καὶ εἴ τι προσεπιγίνεται τῶν ἐκτὸς, οὕτως δ᾽ ἀπὸ τῆς ἔξωθεν ὑγρότητος ὑφ᾽ ἧς μάλιστ᾽ ἂν ἀποπίπτοι τὰ ὀρθὰ πεφυκότα καὶ μὴ κατακλινῆ καθάπερ οἱ κύτινοι· πιθανὸν δὲ καὶ ἐξ αὐτῶν τινας αἰτίας εἶναι τῆς ἀποβολῆς ὥσπερ νοσησάντων πλὴν ἡ μὲν νόσος ἴσως κοινὴ πάντων τῶν καρπῶν. τοῦ δὲ συμμύειν ὅταν εἰσδύωσιν οἱ ψῆνες ἀνάγκη τινὰ λέγειν αἰτίαν· ἐπεὶ τό γ᾽ ἐκβόσκεσθαι τὴν ὑγρότητα τὴν ἐνυπάρχουσαν οἰκείαν οὖσαν ἀληθὲς, δι᾽ ὅπερ πρὸς τὴν ἐπιμονὴν χρήσιμον, τὰ μέντοι σῦκα χείρω ποιεῖ· κενωθέντα γὰρ τὰ ἐριναστὰ μᾶλλον ἐπισπᾶται καὶ πλείω τὸν ὀπόν· ὅθεν ἔνιοί γ᾽ οὐδ᾽ ἐρινάζουσιν ἀλλὰ καὶ πωλοῦντες κηρύττουσιν ὡς ἀνερίναστα καὶ δοκεῖ πολὺ διαφέρειν. ἔτι δ᾽ ἐχρῆν τοῖς βορείοις ἧττον ἀποπίπτειν, συμμύει γὰρ μᾶλλον, εἰ μὴ ἄρα τῷ ξηραίνεσθαι διαχάσκει. φαίνεται δ᾽ οὖν πλείους ἀντιλογίας ἔχειν τῶν πρότερον, εἰ μὴ ἄρα ἀμφοτέρως συμβαίνει καὶ ἐνδέχεται. τὸ δ᾽ ἐνίους τόπους μὴ δεῖσθαι τῶν ἐρινασμῶν οὐκ ἄτοπον ὥσπερ ἐλέχθη, συμμετρίαν ἔχοντας τῆς τε τροφῆς καὶ τοῦ ἀέρος· ἐπεὶ ὅτι γε ἡ ὑγρότης πολλὴ καθ᾽ ὅλον τὸ γένος καὶ ἐξ αὐτῶν τῶν ἀγρίων δῆλον. καὶ γὰρ ἡ ἀπεψία διὰ τοῦτο γίνεται καὶ ἐρινάζουσι κἀκείνους ὅπως ἐπιμείνωσι· διὰ τὰς αὐτὰς δ᾽ αἰτίας καὶ διφοροῦσιν ἔνιοι δὲ καὶ τριφοροῦσιν αὐτῶν διὰ πλῆθος τροφῆς· ἀφαιρουμένων γὰρ τῶν πρώτων ῥᾳδίως ἕτερα φύουσι καὶ πάλιν τούτων ἕτερα πληθύοντές τε τῇ ὑγρότητι καὶ μέχρι τούτου κρατοῦντες ἐπὶ πλεῖον δ᾽ οὐ δυνάμενοι διὰ τὴν ὑπερβολήν· μόνον γὰρ δὴ τοῦτο τῶν ἀγρίων ἢ μετ᾽ ὀλίγων ἀτελῆ φέρει τὸν καρπόν· εἰ μὴ ἄρα ἐνταῦθα αὐτῶν ἦν τὸ τέλος. φύεται γοῦν καὶ αὐτόματος· ἡ δὲ τῶν αὐτομάτων γένεσις ἐκ σπέρματος καὶ ὅσα δὴ διὰ σῆψίν τινα μᾶλλον δ᾽ ἀλλοίωσιν γίνεται τῆς γῆς· ὥστε καὶ τοῦτο ὠλεσίκαρπον ἄν τις φαίη καθάπερ ὁ ποιητής φησι τὴν ἰτέαν· ἐπεὶ τά γε ἄλλα κἂν ἀβρώτους ἔχῃ πᾶσι τοὺς καρποὺς ὅμως ἐκτελεῖ καὶ πεπαίνει κατὰ τὴν τῆς φύσεως ὁρμήν. ἀλλὰ γὰρ αὕτη μὲν ἰδιότης ἄν τις εἴη πρὸς τὰ ἄλλα. τὸ δὲ ἐπὶ τῶν φοινίκων συμβαῖνον οὐ ταὐτὸν μὲν ἔχει δέ τινα ὁμοιότητα τούτῳ δι᾽ ὃ καλοῦσιν ὀλυνθάζειν αὐτούς· τὸ γὰρ ἀπὸ τῆς ἄρρενος ἄνθος καὶ ὁ κονιορτὸς καὶ χνοῦς συγκαταπαττόμενος ποιοῦσί τινα τῇ θερμότητι καὶ τῇ ἄλλῃ δυνάμει ξηρότητα καὶ εὔπνοιαν· διὰ τούτων δὲ ἡ ἐπιμονή· φαίνεται δὲ τρόπον τινὰ ὅμοιον τούτῳ καὶ τὸ ἐπὶ τῶν ἰχθύων συμβαῖνον ὅταν ὁ ἄρρην ἐπιρραίνῃ τοῖς ὠοῖς ἀποτικτομένοις τὸν θορόν. ἀλλὰ τὰς μὲν ὁμοιότητας καὶ ἐκ τῶν ἀπηρτημένων ἐστὶ λαμβάνειν. Τῶν δὲ ὁμογενῶν ἐν οἷς τὰ μὲν ἄκαρπα τὰ δὲ κάρπιμα τῶν ἀγρίων, ἃ δὴ θήλεα τὰ δ᾽ ἄρρενα καλοῦσιν, ἐν ἐκείνῃ τῇ αἰτίᾳ περιλαμβάνεται τῇ καὶ πρότερον εἰρημένῃ περὶ τῶν ἀκάρπων ὅτι διὰ πυκνότητα καὶ ἰσχὺν καὶ εὐτροφίαν ἄκαρπα γίνεται· συμβαίνει γὰρ ἅπαντα εἰς ἑαυτὰ καταναλίσκειν. ἡ δὲ καρποτοκία δεῖται μὲν τῆς φυσικῆς περιττώσεως· ἐκ ταύτης γὰρ ὁ καρπὸς ὥσπερ καὶ τοῖς ζώοις τὸ σπέρμα· τρεπομένης δ’ εἰς ἕτερον ἀεὶ καὶ ἀναλισκομένης ἀφαιρεῖται τὴν γένεσιν· ἡ γὰρ φύσις οὐ διαρκὴς εἰς ἄμφω μὴ λαμβάνουσα τὸ σύμμετρον. οἷς μὲν οὖν ἐνίοτε τοῦτο συμβαίνει τότε ἄκαρπα γίνεται, οἷς δ᾽ εὐθὺς ἐνταῦθα ἡ ὁρμὴ τῆς φύσεως ὅλως ἄκαρπα. δι᾽ ὃ δὴ καὶ τῶν ἀγρίων ἔνια τοιαῦτ᾽ ἐν τοῖς ὁμογενέσιν ἅπερ ἰσχυρότερα καὶ πυκνότερα καὶ ὡς ἐπὶ πᾶν μείζω γίνεται διὰ τὴν εὐτροφίαν. ἐπεὶ καὶ τὰ μικρόκαρπα πάνθ᾽ ὡς ἐπὶ τὸ πολὺ μείζω καὶ τὰ εἰς μέγεθος ὡρμημένα μικροκαρπότερα καθάπερ καὶ ἡ ἰνδικὴ συκῆ καλουμένη. θαυμαστὴ γὰρ οὖσα τῷ μεγέθει μικρόν τε ἔχει φύσει σφόδρα τὸν καρπὸν καὶ ὀλίγον ὡς εἰς τὴν βλάστησιν ἐξαναλίσκουσα πᾶσαν τὴν τροφήν· καὶ γὰρ σφόδρα μεγαλόφυλλος ἀφ᾽ ὧν ἔοικε διὰ τὴν εὐβοσίαν καὶ ἡ τῶν ῥιζῶν τῶν καθιεμένων εἶναι γένεσις. ἴσως δ᾽ ἀνάπαλιν ὅτι καὶ εἰς ταῦτα καταμερίζεται, διὰ τοῦτο οὖν ἀσθενέστερός ἐστι καὶ ἐλάττων ὁ καρπός· ὑπὲρ δὲ τῶν ῥιζῶν ἐν ἑτέροις εἴρηται. μόνα δὲ ἢ μάλιστα τῶν πολυκάρπων αὔξησιν λαμβάνει μεγέθους ἄμπελος καὶ συκῆ· δύναται γὰρ ἡ μὲν ἐφ᾽ ὁσονοῦν ἐφικνεῖσθαι κληματουμένη καὶ ἔδαφος εὔγειον ἔχουσα καὶ εὔτροφον, ἡ δὲ καὶ εἰς ὕψος αἴρεσθαι καὶ πολύκλαδος γινομένη πολὺν καταλαμβάνειν τόπον. Εὐλόγως δὲ καὶ μακροβιώτερα τὰ ἄκαρπα τῶν καρπίμων καὶ τὰ ὀλιγόκαρπα τῶν πολυκάρπων ὅσα μὴ δι᾽ ἀσθένειαν ἢ ὑγρότητα ἢ δι᾽ ἄλλην τινὰ αἰτίαν ἄκαρπα ἢ ὀλιγόκαρπα καθάπερ τά τε πάρυδρα καὶ ἀλσώδη καὶ ὅσα μανὰ καὶ εὔσηπτα καθάπερ ἡ δάφνη· ταῦτα μὲν γὰρ καὶ εἴ τι τοιοῦτον ἄλλο διὰ τὰς εἰρημένας αἰτίας. ἡ δὲ καρποτοκία πολὺ τῆς φύσεως ἀφαιρεῖ καὶ τὸ κυριώτατον ὅπερ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· τὰ γὰρ πολυτοκώτατα καὶ γηράσκει τάχιστα καὶ ἀπόλλυται. φανερὸν δὲ ἀμέλει καὶ ἐπ᾽ αὐτῶν ἐστι τῶν δένδρων· ὅσα γὰρ πολυφόρα καὶ πολύκαρπα ταῦτα καὶ ὅλως καταγηρᾷ θᾶττον καὶ ἐν τοῖς ὁμογενέσιν οἷον ἀμπέλοις συκαῖς τοῖς τ᾽ ἄλλοις, τὰ δὲ στέριφα καὶ ὀλιγόκαρπα χρονιώτερα ὡς εἰπεῖν. καί ποτε μᾶλλον δὲ πολλάκις ὑπερκαρπήσαντα τὰ δένδρα δι᾽ ἀσθένειαν ἀφαυάνθη καὶ μάλιστα τοῦθ᾽ αἱ ἄμπελοι πάσχουσι καὶ τἆλλα δὲ τὰ πολύκαρπα διὰ τὸ ἐξανηλῶσθαι τὴν φύσιν εἰς τοὺς καρποὺς ὃ καὶ τοῖς σιτηροῖς σπέρμασι καὶ ὅλως τοῖς ἐπετείοις συμβαίνει, δι᾽ ὃ καὶ ἐπέτεια· συνεξαυαίνονται γὰρ εὐθὺς αἱ ῥίζαι τελειουμένων τῶν καρπῶν διὰ τὰς αὐτὰς ἀνάγκας ἐκδιδομένης πάσης τῆς φύσεως. τὰ δὲ δένδρα παραχρῆμα μὲν ἢ οὐ πάσχει τοῦτο ἢ οὐ φανερὰ γίνεται περιϊσταμένης δὲ τῆς ὥρας ἐξεδήλωσεν. ἐὰν δέ τι καὶ ἐπιγένηται τοιοῦτον ἐκ τοῦ ἀέρος ὥστε πιέσαι καὶ κακῶσαι καὶ θᾶττον. οὐ μόνον δ᾽ οὕτω τὰ ὑπερκαρπήσαντα ἀλλὰ καὶ τὰ πολυκαρπήσαντα πονεῖ πολλάκις δὲ καὶ φθείρεται· κενωθὲν γὰρ ἅπαν ἀσθενὲς ἐν ἀσθενεῖ δὲ καὶ τὸ μὴ ἰσχυρόν· διὰ τοῦτο καὶ τὰ γεωργούμενα τῶν ἀγεωργήτων θᾶττον γηράσκει καὶ τὰ βελτίω τῶν χειρόνων καὶ τὰ ἥμερα ὅλως τῶν ἀγρίων· καί- τοι τάχ᾽ ἂν δόξειεν ἄτοπον εἰ τὰ μᾶλλον τυγχάνοντα θεραπείας· ἀλλ᾽ ἡ θεραπεία πρὸς καρπογονίαν οὐ πρὸς ἰσχύν· αὕτη δὲ ἀναιρεῖ, τὸ δὲ μακρόβιον ἐν τῷ ἰσχύειν, ἰσχυρὸν δὲ τὸ πυκνὸν καὶ στέριφον. ὅθεν καὶ Θάσιοι τὰς γεωργίας ἀπομισθοῦντες οὐ φροντίζουσι τῶν ἄλλων ἐτῶν ἀλλὰ καὶ βούλονται κακουργεῖν ὑπὲρ δὲ τοῦ τελευταίου συγγράφονται πρὸς τὴν αὐτῶν κατάληψιν. συμβαίνει δὲ τοῦτο καὶ ἐπὶ τῶν ζώων· καὶ γὰρ τὰ ὅλως εὔτοκα βραχύβια καὶ τὰ ὑπερτοκήσαντα πολλάκις ἀπόλλυται καὶ μάλιστα εἴ τι ἀεὶ ὡς τῶν γε συνανθρωπευομένων αἱ ὄρνιθες· αὕτη τε δὴ βραχυβιότητος αἰτία καὶ ἡ ἐναντία δῆλον ὅτι μακροβιότητος ὥσπερ εἴρηται. καὶ ὅσα δι᾽ ἀσθένειαν εὔφθαρτα, μὴ πάντως ὄντα πολύκαρπα ἀλλ᾽ ἔνια καὶ ἄκαρπα καθάπερ ἐν τοῖς ἐπετείοις ὡς ἡ σικύα περὶ ἧς καὶ πρότερον ἐλέχθη· ταῦτα γὰρ οὐδ᾽ εἰς τελείωσιν ἀφικνεῖσθαι δύνανται τῆς φύσεως. ἔνια δὲ καὶ τῶν δένδρων εὔφθαρτα διὰ μανότητα καὶ ἀσθένειαν οὐκ ὄντα πολύκαρπα καθάπερ ἡ δάφνη· ταύτης γάρ ἐστιν ἣ καὶ ἄκαρπος ὅλως ἡ βρυοφόρος. πλὴν οὐχ ἁπλῶς ταύτῃ γε ἀλλὰ κατὰ μέρος καὶ ἡ φθορὰ καὶ τὸ γῆρας· ἀεὶ γὰρ τὸ μάλιστα παχυνόμενον ὡς εἰπεῖν σήπεται καὶ φθείρεται. παραβλαστήσεις δὲ ἔχει πολλὰς ὡς ὅμοιον εἶναι τρόπον τινὰ τοῖς ἀφαυαινομένοις ἀκρεμόσιν ἐπὶ τῶν δένδρων· ἀλλ᾽ ἡ διαφορὰ τοῖς μὲν ὅτι τὸ κυριώτατον τοῖς δὲ τῶν ἀπηρτημένων τι μορίων, ἀλλ᾽ ὅτι ἡ παραβλάστησις ἀπὸ τῶν αὐτῶν διὰ τοῦτο καὶ ταὐτὸ δοκεῖ καὶ τὸ δένδρον εἶναι περὶ οὗ καὶ διηπορήθη πρότερον. ἀρχαὶ δὲ φθορᾶς τοῖς ἀσθενέσι καὶ ἀπὸ πληγῆς καὶ ἀπὸ πνευμάτων μεγέθους καὶ ἀφ᾽ ἑτέρων τινῶν τοιούτων· ἐκ πολλῶν γὰρ εὐκίνητον τὸ ἀσθενές. ἐὰν δὲ πρὸς τούτῳ καὶ πολύκαρπον ᾖ καθάπερ ἡ ῥόα καὶ μηλέα ἡ ἐαρινὴ καὶ μᾶλλον· ἐξ ἀμφοτέρων γὰρ τάχα δ᾽ ἐκ πολλῶν αἱ ἀρχαί. καὶ αἵ γε μηλέαι καὶ σκωληκοῦνται τάχιστα θᾶττον δὲ αἱ γλυκεῖαι. καὶ τοῦτο πάσχουσι καὶ ὅλως γηράσκουσιν οὐχ αἱ μηλέαι μόναι ἀλλὰ καὶ αἱ ῥόαι· τὸ γὰρ ποτιμώτατον ἀφαιρεῖται τῆς φύσεως. ἅμα δὲ καὶ αἱ μὲν ὥσπερ ἄγριαί τινες αἱ δ᾽ ἥμεροι τυγχάνουσιν. ἀνὰ λόγον δὲ καὶ αἱ ἀπύρηνοι τῶν πυρηνωδῶν καὶ αἱ μαλακοπύρηνοι τῶν σκληρῶν, καὶ ἐπὶ μυρρίνων δὲ καὶ τῶν ἄλλων ὡσαύτως· καὶ γὰρ πλεῖον ἀφαιρεῖται τῆς φύσεως καὶ τὸ ὅλον ἀσθενέστερα καὶ μανότερα ταῦτα δι᾽ ὃ καὶ πρωϊκαρπότερα· θᾶττον γὰρ καὶ μᾶλλον ὑπακούει τῷ ἀέρι τὸ ἀσθενές· ὡς δὲ Δημόκριτος αἰτιᾶται τὰ εὐθέα τῶν σκολίων βραχυβιώτερα καὶ πρωϊβλαστότερα διὰ τὰς αὐτὰς ἀνάγκας εἶναι, – τοῖς μὲν γὰρ ταχὺ διαπέμπεσθαι τὴν τροφὴν ἀφ᾽ ἧς ἡ βλάστησις καὶ οἱ καρποὶ, τοῖς δὲ βραδέως διὰ τὸ μὴ εὔρουν εἶναι τὸ ὑπὲρ γῆς ἀλλ᾽ αὐτὰς τὰς ῥίζας ἀπολαύειν, καὶ γὰρ μακρόρριζα ταῦτα εἶναι καὶ παχύρριζα – δόξειεν ἂν οὐ καλῶς λέγειν. καὶ γὰρ τὰς ῥίζας ἀσθενεῖς φησιν εἶναι τῶν εὐθέων ἐξ ὧν ἀμφοτέρων γίνεσθαι τὴν φθοράν· ταχὺ γὰρ ἐκ τοῦ ἄνω διϊέναι καὶ τὸ ψύχος καὶ τὴν ἀλέαν ἐπὶ τὰς ῥίζας διὰ τὴν εὐθυπορίαν, ἀσθενεῖς δ᾽ οὔσας οὐχ ὑπομένειν. ὅλως δὲ τὰ πολλὰ τῶν τοιούτων κάτωθεν ἄρχεσθαι γηράσκειν διὰ τὴν ἀσθένειαν τῶν ῥιζῶν. ἔτι δὲ τὰ ὑπὲρ γῆς διὰ τὴν λεπτότητα καμπτόμενα ὑπὸ τῶν πνευμάτων κινεῖν τὰς ῥίζας, τούτου δὲ συμβαίνοντος ἀπορρήγνυσθαι καὶ πηροῦσθαι καὶ ἀπὸ τούτων τῷ ὅλῳ δένδρῳ γιγνεσθαι τὴν φθοράν. ἃ μὲν οὖν λέγει ταῦτά ἐστιν. οὐ μὴν δόξειέ γ᾽ ἂν ὥσπερ εἴρηται καλῶς λέγειν. οὔτε γὰρ τὸ τῶν ῥιζῶν ἐστιν ἀληθὲς ὥσπερ καὶ πρότερον ἐλέχθη τὸ τῶν μακροβίων εἶναι μακρὰς καὶ παχείας· οὐ γὰρ μακρόβιον οὔθ᾽ ἡ συκῆ οὔθ᾽ ἕτερα τῶν μακρορρίζων καὶ παχυρρίζων οὔτε τὰ εὐθέα καὶ τὰ ὀρθὰ βραχύβια οἷον ἐλάτη φοῖνιξ κυπάριττος· οὐδ᾽ εὐαυξῆ δὲ ταῦτα οὐδὲ πρωΐκαρπα· καίτοι καὶ ταῦτα ἐχρῆν εὐθὺς τοιούτων γε τῶν πόρων ὄντων καὶ τῶν ῥιζῶν μὴ μακρῶν· ὅσα γὰρ ἀπὸ τῆς αὐτῆς αἰτίας ἅπαντα δεῖ συνακολουθεῖν τοῖς αὐτοῖς. ἀλλὰ μή ποτε οὐ τοῦτο ᾖ τὸ αἴτιον ἀλλὰ τὰ προειρημένα πρότερον, ἐν οἷς καὶ τὸ δυσφυὲς ὅλως καὶ τὸ μικρόκαρπον καὶ ὀλιγόκαρπον καὶ ὅλως τὸ ἰσχυρόν ἐστιν· ἡ γὰρ πυκνότης καὶ ἡ ξηρότης καὶ ἡ στερεότης καὶ ἡ λιπαρότης ἐν οἷς ὑπάρχει καὶ μακροβιότητος καὶ πάντων τῶν τοιούτων αἴτια τὰ δ᾽ ἐναντία τῶν ἐναντίων. ὅσα δὲ πολυκαρποῦντα μὴ βραχύβια μηδὲ ταχὺ γηράσκει καθάπερ ἄπιος ἀμυγδαλῆ δρῦς καὶ πρεσβύτερα γιγνόμενα καρπιμώτερα καθάπερ ἐλέχθη· παραιρουμένης γὰρ τῆς ἰσχύος παραιρεῖται τὸ πλῆθος τῆς τροφῆς ὥστε ῥᾴδιον καταπέττειν τὴν λοιπήν· ἅμα δ᾽ ἴσως συμβάλλεται καὶ τὸ μὴ ἐνδελεχὲς ἢ πᾶσιν ἤ τισιν· ἡ γὰρ ἄπιος καὶ ἔτι μᾶλλον ἡ ἀμυγδαλῆ προφαίνουσι πολὺν ἐκτρέφουσι δ᾽ οὐ πολλάκις τοῦτον· ἔστι δ᾽ ἐν τῇ τελειώσει ὁ πόνος καὶ ἡ ἀπέρασις. ἡ δὲ συκάμινος ἐλαφρόν τινα καὶ ὑδατώδη καὶ μικρὸν ὡς πρὸς τὸ μέγεθος ἔχει τοῦ δένδρου τὸν καρπόν. ἀλλὰ γὰρ περὶ μὲν μακροβιότητος ἐν τούτοις ἔστωσαν αἱ αἰτίαι· περὶ δὲ πολυκαρπίας τῶν δένδρων εἴρηται πρότερον ὅτι τὰ θερμὰ καὶ μανὰ καὶ ὑγρά. Τῶν δὲ σπερμάτων ὡς ἁπλῶς εἰπεῖν τὰ ἐλάττω πολυχούστερα· καὶ γὰρ τὰ ἐλάχιστα μάλιστα καθάπερ κέγχρος σήσαμον ἐρύσιμον μήκων κύμινον. αἴτιον δὲ δοκεῖ καθόλου μὲν καὶ κοινῶς εἰπεῖν ὅτι τὰ ἐλάττω ῥᾷον ἐπιτελεῖν· ἐν δὲ τῷ ῥᾳδίῳ τὸ πλῆθος. ὡς δ᾽ ἐγγυτέρω ὅτι πάντα τὰ τοιαῦτα εὐβλαστότερα καὶ θᾶττον ὑπακούει τῷ ἀέρι. σημεῖον δὲ καὶ ἡ ὀλιγοχρονιότης τῆς τελειώσεως· ἐπεὶ καὶ τὰ σπέρματα διὰ τοῦθ᾽ ὡς ἁπλῶς εἰπεῖν πολυκαρπότερα τῶν δένδρων καὶ αὐτῶν τούτων τὰ χεδροπὰ τῶν σιτωδῶν· θᾶττον γὰρ ἡ τελείωσις καὶ ἡ ἅδρυνσις· ἔτι δ᾽ οἱ καυλοὶ τῶν πλείστων ἰσχυροὶ καὶ οὐ ξυλώδεις καὶ οὐ μονοφυεῖς ἀλλὰ πλείους καὶ ἀκρεμονικοί· πολλῶν δὲ καὶ ἰσχυρῶν ὄντων εὔλογον ἤδη καὶ τὸ τοῦ καρποῦ πλῆθος ἄλλως τε κἂν αἱ ῥίζαι μὴ ἀντισπῶσιν ὥσπερ τῶν ναρθηκωδῶν καὶ κεφαλορρίζων ἀλλ᾽ αἰεὶ διαδιδῶσιν ὃ ἂν λαμβάνωσιν. ὅπερ καὶ ἐπὶ τῶν χεδροπῶν ἐστι καὶ ἐπὶ τῶν ἄλλων τῶν πλείστων· μονόρριζα γὰρ καὶ οὐ παχύρριζα ἀλλ᾽ εἰς τἄνω φερόμενα τῇ ὁρμῇ καὶ μάλιστα ὡς εἰπεῖν τὸ κύμινον· μικρὰ γάρ τις ἡ ῥίζα τούτου πάμπαν. ὅσα δὲ ἰσχυρόρριζα τούτων, ἔνια γὰρ τοιαῦτα καθάπερ ὁ κέγχρος καὶ ὁ μέλινος, ταῦτα δὲ κατὰ λόγον ἀποδίδωσι τοὺς καυλοὺς ἀπ᾽ ἰσχυρῶν ἰσχυροὺς καὶ πολυσχιδεῖς ὥσθ᾽ ὅταν ἀπὸ μιᾶς ἀρχῆς πολλοὶ γένωνται κατὰ λόγον ἤδη καὶ τὸν καρπὸν εἶναι πολὺν ὥσπερ καὶ ἐπὶ τῶν πυρῶν καὶ κριθῶν ὅταν ἐξ ἑνὸς πλείονες ἐκβλαστῶσι κάλαμοι, πλείους γὰρ οἱ στάχυς. ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν λαχανηρῶν ἐστιν ὅτι πολύσπερμα καὶ ἰσχυρόρριζα τυγχάνει· τὰ μὲν γὰρ πλείστους καυλοὺς ἀφιᾶσι τὰ δ᾽ ἀπὸ τοῦ ἑνὸς ἀκρεμόνας πλείους· ἅπαντα γὰρ ἀποδενδροῦται τῇ ὄψει διακαυλήσαντα, πανταχόθεν δὲ καὶ ἐκ πολλῶν πολὺς ὁ καρπός. ὅταν δ᾽ οὖν καὶ τὰ τοῦ ἀέρος εὐμενῆ τυγχάνῃ, πραῢς γὰρ ἤδη καὶ ἀχείμαντος τοῖς ὀψισπόροις, καὶ ἡ φύσις εἰς τὰ ἄνω μᾶλλον ὁρμᾷ καὶ μὴ ἀντισπᾷ τὰ τῶν ῥιζῶν ἀλλὰ συνεργῇ καὶ προσέτι μανὰ σπείρηται, κατὰ λόγον ἤδη ταῦτα πολυκαρπότερα γίνεται τῶν ἄλλων. ὁ δὲ κύαμος καὶ εἴ τι τῶν χεδροπῶν ἄλλο μὴ πολύκαρπον δι᾽ ἀσθένειαν ὀλιγόκαρπον· δι᾽ ὃ δὴ καὶ πρωϊσπορεῖται προλαμβανόντων τοὺς χειμῶνας εἰς τὴν ῥίζωσιν· ἔστι δὲ ἐπίκηρον ἐν πολλοῖς καὶ πολλάκις ὥστε ἂν καὶ προ φανῇ μὴ δύνασθαι τελειοῦν. ἡ δὲ ἀσθένεια καὶ τῇ αἰσθήσει φανερά· μανὸν γὰρ καὶ κενὸν καὶ οὐ πολύρριζον ὥστε εὐδίοδον εἶναι τῷ κακοποιοῦντι. τοῦ μὲν οὖν πολυκαρπεῖν ἐν τούτοις αἱ αἰτίαι καὶ τοῖς ἐπετείοις καὶ τοῖς χρονιωτέροις· ἐπεὶ καὶ αἱ διακαθάρσεις τῶν δένδρων καὶ αἱ κατακοπαὶ ποιοῦσι πολυκαρπεῖν· ὅτι τὰ μὲν ἄλλα κωλύει τὰ δ᾽ αὐτὰ λαμβάνει τὰς τροφάς· τούτων οὖν ἀφαιρεθέντων εἰς τὸν καρπὸν ἡ ὁρμή. καὶ διὰ τοῦτο τὰς ἡρακλεωτικὰς καρύας θαμνώδεις ποιοῦσι κατακόπτοντες· ἐξαναλίσκουσι γὰρ ἀποδενδρούμενα πᾶσαν τὴν τροφήν. Αἱ δὲ μεταβολαὶ τῶν καρπῶν κατὰ τὰς χώρας δῆλον ὅτι κατὰ τὸν ἀέρα καὶ τὰ ἐδάφη γίνονται, διὰ τούτων γὰρ καὶ ἐκ τούτων αἱ τροφαὶ πᾶσιν. ἰσχυρὸν δ᾽ ἡ τροφὴ πρὸς ὁμοίωσιν εἴ γε καὶ ἐν τοῖς ζώοις οὕτως γίνεται ὁμοιότης. φαίνεται δ᾽ οὐ μόνον τὰ σπέρματα καὶ τὰ φυτὰ καὶ τὰ δένδρα μεταβάλλειν ἀλλὰ καὶ τὰ ζῶα καὶ τρόπον τινὰ μᾶλλον ταῦτα· καὶ γὰρ τὰς μορφὰς ἐξομοιοῦνται κατὰ τοὺς τόπους· ἐν δὲ τοῖς καρποῖς οὐχ ὁμοίως τοῦτο ἐπίδηλον, οὐ μὴν ἀλλὰ καὶ ἐνταῦθα γίνεται καὶ μάλιστα ἐκδήλως κατὰ τὰ χρώματα καὶ τὰ μεγέθη καὶ τοὺς χυλούς· χρώματα μὲν οἷον τὰ σπέρματα· λευκὰ γὰρ ἐκ μελάνων καὶ μέλανα ἐκ λευκῶν μεταβάλλει· χυλοὺς δὲ καὶ οἱ καρποί, τὸ δὲ ἐκ τῶν χρωμάτων ἢ οὐκ ἐμφανὲς ἢ οὐχ ὁμοίως συμβαίνει πλὴν ἐὰν ὅλον μεταστῇ τὸ δένδρον ὥστε ἐκ μέλανος γενέσθαι λευκὸν ὅπερ ἐνίοτε συμβαίνει τοῖς ἐκ σπέρματος φυομένοις. κοινοῦ δὲ τοῦ πάθους ὄντος ὁμοίως ζώων τε καὶ φυτῶν κοινήν τινα δεῖ καὶ τὴν αἰτίαν ζητεῖν· ἐπεὶ κἀκεῖνο ὅμοιον ἔν τε τοῖς σπέρμασι καὶ ἐν τοῖς ζώοις ὥστε μὴ εὐθὺς ἀλλὰ τριγονήσαντα μεταβάλλειν· ἅπαντα γὰρ κατὰ μικρὸν ἐξαλλοιοῦται καὶ μεθίσταται. τὸ δ᾽ ἐπὶ τῶν δένδρων ἀνάπαλιν εὐλόγως· ἀσθενέστατα γὰρ ἐν ἀρχῇ καὶ μάλιστα ὅταν ἐκ σπέρματος. ἀτοπώτατον δὲ καὶ θαυμάζεται μάλιστα ἐπὶ τῶν δένδρων ἡ εἰς τὸ βέλτιον μεταβολὴ καθάπερ ἐν Αἰγύπτῳ τε καὶ ἔτι μᾶλλον ἐν Κιλικίᾳ τῶν ῥοῶν ἔτι δ᾽ ἡ τῆς μυρρίνης περὶ Αἴγυπτον εὐωδία· τὰς γὰρ ἐπὶ τὸ χεῖρον καὶ πολλὰς ὁρῶμεν καὶ πανταχοῦ δι᾽ ὃ καὶ οὐ θαυμαζομεν. ἔστιν οὖν δῆλον ὅτι καὶ ἐπὶ τῶν σπερμάτων συμβαῖνον ὅταν εἰς τὸ βέλτίον ᾖ σχεδὸν ὅμοιον· ἐν τούτῳ γὰρ ἡ διαφορὰ τῷ τὸ μὲν ἀεὶ τοιοῦτο μένειν ὅταν φυτευθῇ τὸ δ᾽ ἄλλο καὶ ἄλλο μεταβάλλειν· ἐπεὶ τό γε γινόμενον ταὐτό· παραιρεῖται γὰρ ἀεί τι τῆς φύσεως ἐπικρατοῦν. ὡσαύτως ἀμφοῖν, ξυμβαίνει γὰρ τοῦτο καὶ ἐπὶ τῶν ζώων· ἐκ μελάνων γὰρ λευκὰ γίνεται καὶ ἐκ τραχέων μαλακὰ καὶ ἄλλας τοιαύτας ἔχοντα μεταβολάς. αἴτιον δὲ ἐνταῦθα δοκεῖ τῶν μὲν φανερῶν εἶναι τὸ ὕδωρ τῶν δὲ καὶ ὅλως αἱ τροφαὶ καὶ ὁ ἀήρ· ὥστε κἀκεῖ χρὴ νομίζειν καὶ εἴπου ἄλλοθι τοιοῦτόν τι συμβαίνει τὰς αὐτὰς εἶναι καὶ παραπλησίας ἀνάγκας. τὰ δὲ καθ᾽ ἕκαστα μᾶλλον ἴσως δὲ καὶ μόνως ἄν τις ἀποδοίη τὴν ἐμπειρίαν προσλαβὼν χώρας καὶ τόπου διὰ τῆς ἱστορίας. Ὅμοιον γοῦν τούτῳ καὶ παραπλήσιον φαίνεται καὶ ὅσα διὰ τῆς θεραπείας ἀλλοιοῦται πρῶτον μὲν καὶ καθόλου πᾶσιν εἰπεῖν ἡμερούμενα δεύτερον δὲ ἐν αὐτῷ τῷ τόπῳ. βελτίω δὲ καὶ χαίρει γεωργούμενα... καὶ γὰρ τοὺς πυρῆνας ὥσπερ εἴπομεν ἐλάττους ἔχει αὐτὰ δὲ βελτίονά ἐστι. ἡ δὲ πολυϋδρία γλυκαίνει τε τὰς ῥόας καὶ μαλακωτέρας ποιεῖ· δεῖται γὰρ ἡ στρυφνότης τοιαύτης καὶ ἡ σκληρότης ἐπικουρίας· καὶ γὰρ τὸ ἐνδεὲς δεῖται βοηθείας. ἄμεινον γὰρ δὴ τοῦτο διχῶς ἢ πρόσθεσιν τινα λαμβάνον ἢ ἀφαιρέσεως θατέρου γενομένης· καθάπερ καὶ ἐπὶ τῶν ἀμυγδαλῶν ἐλέχθη τῶν κολαζομέ- νων καὶ περιαιρουμένων τὰς ῥίζας καὶ ἐπὶ τῶν συκῶν τῶν κατασχαζομένων· ἀφαιρεθέντος γὰρ τοῦ πλήθους τῆς τροφῆς ἰσχύει μᾶλλον τὸ σύμφυτον θερμὸν εἰς τὸ κατάλοιπον. ἰδιωτάτη δ᾽ ἂν δόξειεν ἡ ἀπὸ τῆς τῶν ῥιζῶν εἶναι θεραπείας τῆς τε κόπρου τῆς ὑείας ταῖς ῥόαις παραβαλλομένης καὶ εἴ τις ἄλλη τοιαύτη τινὶ δίδοται τροφὴ δι᾽ ἧς γλυκαίνει τὸν χυλόν. λέγεται δὲ καὶ ὡς ἡ πολυϋδρία καὶ ἡ ψυχροϋδρία ποιεῖ τινα μεταβολὴν καὶ ἐμφανέστατα δὴ καὶ μάλιστα ἡ τῶν ἐδαφῶν ἐνίων καὶ τοῦ ἀέρος φύσις ὥσπερ καὶ ἐν Αἰγύπτῳ καὶ ἐν Κιλικίᾳ· ἐν τούτοις γὰρ καὶ ζητεῖν ὅλως δεῖ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἐδάφει καὶ ὕδατι καὶ ἀέρι καὶ ἐργασίᾳ. καὶ γὰρ ἁπλῶς ἡ γεωργία μεθίστησιν ἐξημεροῦσα τὰ δένδρα καὶ τοὺς καρπούς. ὑπὲρ μὲν οὖν τῶν λοιπῶν ἕτεραί τινες αἰτίαι ὑπὲρ δὲ τῆς ἀπὸ τῶν ῥιζῶν μεταβολῆς ὑπὲρ ἧς τὰ νῦν ὁ λόγος ἐκεῖνο δεῖ λαβεῖν ὅτι καθάπερ ἀρχαί τινες αἱ ῥίζαι τῶν δένδρων· ἀκολουθεῖν δὲ φιλεῖ ταῖς ἀρχαῖς τὰ ἄλλα. δι᾽ ὃ καὶ ἐπὶ τῶν σικύων ἐλέχθη πρότερον ὅτι βρεχομένων ἐν γάλακτι τῶν σπερμάτων ἢ ἐν μελικράτῳ γλυκύτεροι γίνονται. καὶ ἐπ᾽ ἄλλων. αὗται δὲ καὶ τὴν τροφὴν πεπεμμένην μᾶλλον λαμβάνουσαι καὶ αὐταὶ μεταβάλλουσαι συμμεταβάλλειν ποιοῦσι καὶ τὸ δένδρον· ἀπὸ γὰρ τούτων ἡ διάδοσις. ἐπεὶ καὶ αἱ πολυϋδρίαι καὶ τὰ ἐδάφη καὶ αἱ κατεργασίαι περὶ ταύτας πρῶτον καὶ ἀπὸ τούτων ἀρχόμεναι τὰ ἄλλα συναλλοιοῦσι. πρὸς ἕτερα δ᾽ ἴσως καὶ ἕτεραι βοήθειαι συνεργοῦσιν οἷον αἱ σχάσεις συκῶν καὶ κλάσεις τῶν ἀμπέλων καὶ αἱ κολάσεις τῶν ἀμυγδαλῶν ἢ πληγαῖς ἢ διειρόντων τοὺς παττάλους· ἀπορρεούσης γὰρ τῆς ὑγρότητος ἡ καταλειπομένη ῥᾷον ἐκπέττεται γλυκύτης. τὰ δ᾽ ἐν οφθαλμιζόμενα ἢ ἐγκεντριζόμενα οὐ πέφυκε μεταβάλλειν ὅτι καθάπερ ἀρχή τις ἑτέρα τούτων ἐστὶν ἧς οὐκέτι δύναται κατακρατεῖν· ὥσπερ γὰρ γῇ χρῆται τῷ ὑποκειμένῳ τὸ ἐμφυτευόμενον ἢ ἐν οφθαλμιζόμενον ὥσπερ ἐλέχθη. καί εἰσιν αὗται δύο μεταβολαὶ καὶ ἀπὸ δυοῖν, ἥ τε ἀπὸ τῶν ῥιζῶν καὶ ἡ ἀπὸ τῶν ἐν οφθαλμιζομένων ἢ ἐμφυτευομένων, ἡ μὲν αὐτῶν τῶν ὑποκειμένων ἀλλοιουμένων, ἡ δὲ ἑτέρων τινῶν ἐμβαλλομένων δι᾽ ὃ καὶ ἧττον ἐπὶ ταύτης τὸ θαυμαστόν. διὰ τί δ᾽ ἡ ῥόα μάλιστα μὲν μεταβάλλει τὴν μανότητα καὶ τὴν ἀσθένειαν αἰτιάσαιτ᾽ ἄν τις· εὐηκοώτατα γὰρ τὰ τοιαῦτα πρὸς μεταβολήν. ἐπισκεπτέον δὲ καὶ εἴ τις ἄλλη τῆς φύσεως ἰδιότης. Τῆς δ᾽ εἰς τὸ χεῖρον μεταβολῆς δῆλον ὡς ἐναντίαι αἱ αἰτίαι καὶ ἐμφανεστάτη γε καὶ κοινοτάτη πᾶσιν ἀγεωργησία· πάντα γὰρ ὡς εἰπεῖν ἀπαγριοῦται. ἐνίοτε δὲ καὶ οἱονεὶ πηρώσει τινὶ μεταβάλλουσιν εἰς τὸ χεῖρον κολουόμενα κατὰ τὴν πρώτην γένεσιν τὰ φυτὰ καθάπερ ἡ ἀμυγδαλῆ· πικρὰ γὰρ ἐκ γλυκείας γίνεται καὶ ἐκ μαλακῆς σκληρά· τὰ δ᾽ ἄλλα οὐκ ἔστιν ἐπίδηλα μεταβάλλοντα. καίτοι τά γε τῆς ἀμπέλου φυτὰ καὶ ἀπόλλυται πονοῦντα· τὰ δὲ μᾶλλον καὶ μεταβάλλειν εἰκὸς μᾶλλον ἦν. τῇ γὰρ ἀμυγδαλῇ καὶ τὸ ὅλον φαίνεται παράλογον· ἰσχυρότερον γὰρ τὸ δένδρον. ἔνια δὲ καὶ βελτίω κολουόμενά φασι γίνεσθαι καθάπερ οἱ Χῖοι τὴν ἄπιον τὴν φωκίδα. τὸ μὲν οὖν ἰσχυρὸν τῆς ἀμυγδαλῆς οὐκ ἐν τῷ αὐτῷ λαμβάνεται. δενδρωθεῖσα μὲν γὰρ ἰσχυρὰ φυομένη δὲ ἀσθενὴς ἄλλως τε καὶ ἀπὸ σπέρματος. ἐπεὶ καὶ μὴ κολουσθεῖσαι πικραὶ γίνονται καὶ σκληραὶ καθάπερ ἐν τοῖς πρότερον ἐλέχθη. πᾶν γὰρ ὅλως ἀπὸ σπέρματος ἐξαλλοιοῦται πρὸς τὸ χεῖρον· κινηθείσης δὲ τῆς φυσικῆς ὁρμῆς εἰκὸς ἔτι μᾶλλον, οἷον γὰρ ἄλλη καὶ ἀσθενεστέρα γέγονεν. ἐπεὶ καὶ τὰ ἑψόμενα κωλύεται μὴ ἐν καιρῷ κινούμενα καὶ ἡ γῆ δυσδιάτηκτος ἡ βρεχομένη· ὃ δὲ ἐν ἀρχῇ μέγα καὶ διατενὲς πρὸς τὴν τε λείωσιν. ἐπὶ μόνης δὲ ταύτης μάλιστ᾽ ἔνδηλον εἶναι τὴν μεταβολὴν οὐκ ἄτοπον καὶ διὰ τὰς προειρημένας αἰτίας καὶ διότι τῆς μὲν ἀμπέλου καὶ τῶν ἄλλων οὐθενὸς ὁ καρπὸς τελεούμενος πικρὸς ἢ ὀξὺς ἀλλ᾽ ἤτοι γλυκὺς ἢ οὐκ ἐπέφθη ταύτης δὲ οὐχ ὑπάρχει τοιοῦτος εὐθὺς ἐν τοῖς τελείοις καὶ εὐκαρποῦσι. τάχα δὲ καὶ τῶν ἄλλων ἐστί τις καὶ εἰς τὸ στρυφνότερον ἢ ὑδαρέστερον ἢ μὴ ὁμοίως γλυκὺ λανθάνει δὲ τὴν ἡμετέραν αἴσθησιν. καὶ γὰρ αὐτῶν τῶν ὁμογενῶν αἱ μὲν μᾶλλον αἱ δ᾽ ἧττον τοιαῦται. συμβαίνει δὲ ταῖς κολουσθείσαις ἂν πρεσβύτεραι γενόμεναι πάλιν ἐπικόπτωνται καὶ διακαθαίρωνται γλυκυτέραις γίνεσθαι καὶ τέλος ἀποκαθίστασθαι πρὸς τὴν φύσιν. αἴτιον δὲ ἔτι πρὸς τῷ εἰρημένῳ δι᾽ ὅτι ἡ μὲν κόλουσις κωλύσασα τὴν εἰς τὸν ὄγκον βλάστην κατέμιξε καὶ χείρω τὴν ὑγρότητα τὴν εἰς τὸν καρπὸν ἐποίησε· πλείονος δ᾽ οὔσης ἄπεπτος ὥστε μικρός. καὶ κατακοπτομένη δὲ λαμβάνει τινα ἀποπνοὴν καὶ ἀφαίρεσιν ὥσπερ καὶ ὅταν οἱ σφῆνες διακρουσθῶσιν· ἐλάττονος δὲ γινομένης καὶ αὐτὸ μᾶλλον ἰσχύον διὰ τὴν εὐσθένειαν ἐκπέττει τε μᾶλλον καὶ ἀποκαθίσταται. ταύτης μὲν οὖν ὥσπερ ἀνασώζεται πάλιν ἡ φύσις. ἔνια δὲ ἐὰν μὴ κολουσθῇ τὸν καρπὸν οὐ πέττει καθάπερ ἡ ἄμπελος ἡ κανθάρεως καλουμένη δι᾽ ὃ καὶ κολούουσιν ἄκρον τὸν βότρυν, εἰ δὲ μὴ σήπει καὶ διαφθείρει. δῆλον οὖν ὡς ἁπλῶς εἰπεῖν ὅτι ἀφαιρέσεως δεῖται τῆς ὑγρότητος. ἡ δ᾽ ἄπιος ἡ φωκὶς κολουομένη βελτίων πρὸς δένδρωσιν οὐ πρὸς εὐκαρπίαν· ἐκτρέχει γὰρ ἄγαν μὴ κολουσθεῖσα καὶ γίνεται μονόκωλος καὶ ἀσθενὴς, εἰ δὲ μὴ παραβλαστάνουσα δενδροῦται. τάχα δ᾽ ἄν τι συμβάλλοιτο τοῦτο καὶ πρὸς εὐκαρπίαν· ἰσχυροτέρας γὰρ γινομένης ἡ πέψις καλλίων. τῶν δὲ λαχανωδῶν ἢ ποιωδῶν ὅσα κολουόμενα ἢ κειρόμενα βελτίω καθάπερ τά τε πράσα καὶ ἡ ΤEOPhRAsI 78 ῥάφανος ἢν παλιμβλαστὴς ᾖ καὶ ἡ μηδικὴ καὶ ἡ θρίδαξ καὶ τὸ ὤκιμον ἅπαντα ταῦτα τῇ ἁπαλότητι καὶ εὐτροφίᾳ βελτίω καὶ εὐχυλότερα γίνεται. παραιρεῖται γὰρ ἡ δριμύτης καὶ ἡ ξηρότης καὶ εἰ ἔν τινι τὸ ὀπῶδες τούτων· ἁπαλὰ δὲ καὶ εὐτραφῆ γίνεται διὰ τὸ τὰς ῥίζας ἰσχυροτέρας εἶναι καὶ ὅλως αὐξανομένης ἔτι μᾶλλον κολουομένων τῆς ἰσχύος. αἱ δὲ καὶ ἐπισπῶνται πλείω καὶ καταπέττουσι μᾶλλον. ἔτι δὲ ἀφαιρουμένων τῶν ξυλωδῶν καὶ σκληρῶν ἡ ἐπίδοσις πλείων μηθενὸς ἐμποδίζοντος. ἡ δὲ πρώτη βλάστησις ἐξ ἀσθενοῦς ὡρμημένη μᾶλλον χείρων. αὗται μὲν οὖν ἐν τοῖς χυλοῖς αἱ μεταβολαί. Γίνονται δὲ καὶ κατὰ τὰς ὀσμὰς μάλιστα μὲν αὐτομάτως διὰ τὸν ἀέρα καὶ τὴν χώραν. εὐοσμότερα γὰρ ὡς ἐπὶ πᾶσιν αἱ ξηραὶ ποιοῦσι καὶ ὁ ἀὴρ ὁ τοιοῦτος δι᾽ ὃ καὶ τὰ ἄγρια εὐοσμότερα. τάχα δὲ οὐ πάντως οὐδ᾽ ὀδμωδέστερα, δριμύτερα γάρ· ἀρίστη δὲ ἡ μέση καὶ ὁ μέσος. ἐπεὶ καὶ τὰ ἐν τῇ γῇ ὑδαρῆ καὶ ἄοσμα. καὶ περὶ μὲν ὀσμῶν καὶ χυλῶν αὐτὰ καθ᾽ αὑτὰ δεῖ θεωρεῖν ἐπὶ πλέον ἐν τοῖς ὕστερον. αἱ δὲ μεταβολαὶ διότι καὶ ἐν τούτοις γίνονται καὶ φυσικῶς καὶ ἐκ θεραπείας φανερὸν ἐκ τῶν εἰρημένων. ἔνιαι δὲ δοκοῦσιν ὅλων τῶν δένδρων καὶ φυτῶν αὐτόματαί τινες εἶναι μεταβολαὶ καθάπερ τὴν λεύκην ἐξαιγειροῦσθαί φασι καὶ φύλλοις καὶ τῇ ὅλῃ προσόψει καὶ τὸ σισύμβριον εἰς μίνθαν μεταβάλλειν μὴ κατεχόμενον ταῖς ἐργασίαις καὶ μεταφυτευόμενον πολλάκις, ἔτι δὲ καὶ τὸν πυρὸν ἐξαιροῦσθαι καὶ τὸ λίνον. αὕτη μὲν οὖν εἴπερ ἀληθὴς ὥσπερ φθορά τις ἔοικεν εἶναι διὰ πλῆθος ὑγροῦ· γίνεται γὰρ δι᾽ ἐπομβρίαν. ἀλλοιωθείσης δὲ τῆς ἀρχῆς ἀλλοῖον τὸ ἀναβλαστάνον· ἡ δὲ αἶρα φίλυδρον. ἥ τε τῆς λεύκης εἰ ἄρα ἐστὶ μεταβολὴ γινομένη τις ἂν εἴη παχυνομένου τοῦ δένδρου μᾶλλον ὃ συμβαίνει διὰ τὴν ἡλικίαν· εἰς βάθος γὰρ ἡ αὔξησις ἀπογηρασκόντων, ἐν ᾧπερ οἵ τε φλοιοὶ παχύτεροι καὶ οἱ ἀκρεμόνες μείζους καὶ πλείους. ὁ δὲ τῶν φύλλων μετασχηματισμὸς καὶ ἑτέρων κοινός· ἐπεὶ καὶ τὰ τοῦ κρότωνος ἔνια περιφερῆ φυόμενα τὴν ἀρχὴν ὕστερον ἀπογωνιοῦται καθαπερανεὶ διαρθρούμενα· τοῦτο δ᾽ ὅτι ῥᾷον τὸ ἁπλοῦν ἢ τὸ πολυειδὲς, ἀσθενὴς δ᾽ ἡ ἀρχή. τὸ δὲ σισύμβριον εἰς μίνθαν κατὰ τὴν ὀσμὴν εἴπερ ἄρα μεταβάλλει μόνον ἀπόλλυον τὴν οἰκείαν ἐξαμαυρούμενον διὰ τὴν ἀργίαν, ἐκείνην δ’ οὐ λαμβάνον ἀλλ᾽ ὥσπερ ὅμοιον ταῖς καλαμίνθαις γινόμενον. ἡ γὰρ μεταβολὴ πᾶσιν εἰς ὅμοιόν τι καὶ οὐ πόρρω τελέως φθειρομένων. ἡ δὲ θεραπεία καὶ ἡ μεταφυτεία κατέχει καὶ σώζει τὴν φύσιν· σημεῖον δὲ ὅτι καὶ τὸ ἄγριον τοιοῦτον τῇ ὀσμῇ· καὶ γὰρ δὴ κἀκείνῳ τὸ τῆς φύσεως ἐναντίον· ἡ μὲν γὰρ μίνθα βαθύρριζον τὸ δὲ σισύμβριον ἐπιπολῆς καὶ οὐχ ὁμοίως πολύρριζον. ὥστε μᾶλλον ἔοικεν ἐπί γε τῶν τοιούτων κατὰ φαντασίαν ἡ μεταβολὴ γίνεσθαι καὶ ὥσπερεὶ τοῦ ἡμέρου εἰς τὸ ἄγριον. οὐδ᾽ ἑτέρως δ᾽ ἄτοπον ἐπεί γε καὶ οἱ τόποι μεταβάλλουσιν. εἰ δὲ καὶ ἐπὶ τῶν ζώων τοῦτο συμβαίνει καθάπερ φασὶν ἐπὶ τῶν ὀρνίθων καὶ χρώμασι καὶ σχήμασι καὶ δυνάμεσι καὶ τοῦτο καθ᾽ ἕκαστον ἐνιαυτὸν οὐκ ἐν πλήθει χρόνου πλείονι κἂν θαυμάσειεν ἄν τις μᾶλλον· εἰ μή τι συμβαίνει καὶ ἐνταῦθα τοιοῦτον· ἀτακτοτέραν γὰρ καὶ μᾶλλον ξυγκεχυμένην εἰκὸς ταύτην εἶναι τὴν φύσιν, τάχα δ᾽ ἰσχυροτέραν δι᾽ ὃ καὶ μεταβάλλειν οὔτε χρώμασιν οὔτε ἐν τοῖς ἄλλοις φθειρομένην· καὶ τοῦτο ἐν ὀλίγοις ὥστε εἰς ἄλλο γε μεταλλάττεσθαι φυτόν. οὐδὲ γὰρ κατὰ τὴν γένεσιν οὐδὲν μεταβάλλει τὰς μορφὰς ὥσπερ ἔνια τῶν ζώων ἀλλ᾽ ἁπλῆ τις ἡ φύσις πάντων. ἀλλ᾽ αἱ μεταβολαὶ γίνονται καθάπερ πολλάκις λέγεται τοῖς τε χυλοῖς μάλιστα καὶ ταῖς ὀσμαῖς καὶ τοῖς μεγέθεσιν αὐτῶν τε τῶν καρ πῶν καὶ τῶν φύλλων, καὶ γὰρ τὰ στενόφυλλα πλατυφυλλότερα γίνεται, καὶ ὅλως τῶν μερῶν τούτων. διὰ τοῦτο καὶ ζητεῖ τόπον ἕκαστον οἰκεῖον, οἰκεῖος δ᾽ ἐν ᾧπερ εὐθενεῖ. δι᾽ ὅπερ καὶ οὐ πᾶσιν ὁ ἄριστος ἀλλ᾽ ἔνια λεπτὴν καὶ λυπρὰν χώραν φιλεῖ τὰ δὲ ὕφαμμον ἔνια δὲ καὶ ἁλμώδη τινὰ καθάπερ ἡ ῥάφανος. διττῶς δὲ καὶ τὸ τῆς χώρας πρόσφορον· ἢ γὰρ τὸ οἰκεῖον τῆς φύσεως ἢ τὸ πρὸς ἰσχὺν καὶ δύναμιν ἁρμόττον, οἷον ταῖς ἀμυγδαλαῖς ἡ λεπτή· βαθείας γὰρ οὔσης καὶ πιείρας ἐξυβρίσασαι διὰ τὴν εὐτροφίαν ἀκαρποῦσι. καὶ καθόλου περὶ τῶν δένδρων εἴρηται πρότερον· ἀλλὰ δὴ τὰ μὲν περὶ τὰς ἀλλοιώσεις καὶ μεταβολὰς ἀχρὶ τούτων διωρίσθω. Θαυμασιώτατον δ᾽ ἂν δόξειε καὶ ὅλως ἄτοπόν τι καὶ παράδοξον εἶναι τὸ ἔνια μὴ δύνασθαι βλαστάνειν ἐν τῇ γῇ καὶ σπέρματα καὶ φυτὰ καθάπερ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ, ὧν τὴν μὲν καλοῦσιν Εὐβοεῖς τὸ δὲ ὑφέαρ Ἀρκάδες, ἡ δὲ ἰξία κοινή· φασὶν οὖν οἱ μὲν εἶναι πάντα μίαν τινὰ φύσιν τῷ δὲ ἐν ἑτέροις φύεσθαι διαφέρειν καὶ δοκεῖν. τὸ γὰρ ὑφέαρ ἐν ταῖς ἐλάταις καὶ πεύκαις γίνεται καὶ ἡ στελὶς ἡ δ᾽ ἰξία καὶ ἐν δρυῒ καὶ ἐν τερμίνθῳ καὶ ἐν ἑτέροις πλείοσιν. οἱ δὲ διαφέρειν καὶ σημεῖον λέγουσιν οὐ μικρὸν εἰ γὰρ ἀληθὲς ὡς οὐ μόνον ἐν τοῖς ὁμογενέσιν ἕκαστον ἐμφύεται τούτων οἷον ἐλάταις καὶ πεύκαις ἀλλὰ καὶ ἐν τῷ αὐτῷ πλείω καθ᾽ ἑκάτερον τῶν μερῶν ἔνθεν μὲν στελὶς ἢ ἰξία ἔνθεν δὲ ὑφέαρ· ἔτι δὲ οὐ μόνον τὰς μορφὰς ἀλλ᾽ οὐδὲ τοὺς καρποὺς ὁμοίους ἔχειν φασὶ καὶ τοῦτό γε πανταχόθεν διατηρεῖσθαι καὶ ἐν ταῖς πλεῖστον διαφερούσαις χώραις. ἐπεὶ τό γε τὴν μὲν ἀείφυλλον εἶναι τῶν ἰξιῶν τὴν δὲ φυλλοβόλον οὐθὲν ἄτοπον, κἂν ἡ μὲν ἐν ἀειφύλλοις ἡ δὲ ἐν φυλλοβόλοις ἐμβιῴη· συμβαίνει γὰρ ἔνθα μὲν ἔχειν ἔνθα δὲ μὴ ἔχειν διαρκῆ τὴν τροφήν· αἰτία δὲ αὕτη τῆς ἀειφυλλίας καὶ μὴ καθάπερ εἴπομεν. ἀλλὰ τοῦτο μὲν ὁποτέρως ποτ᾽ ἔχει πρὸς τὸ νῦν ἀπορούμενον οὐθὲν διαφέρει. τὸ δὲ μὴ φύεσθαι χαμαὶ μηδαμῶς ἄτοπον ἄλλως τε καὶ οὕτω πολὺν καὶ ἰσχυρὸν ἔχουσαν καρπόν. εἰ δὲ καὶ σπέρματα τὰ τοιαῦτά ἐστιν οἷον τὸ περὶ Βαβυλῶνα τῇ ἀκάνθῃ περὶ τὸ ἄστρον ἐπισπειρόμενόν φασιν αὐθημερὸν ἀναβλαστάνειν καὶ ταχὺ περιλαμβάνειν καὶ τὴν ἄκανθαν, ἔτι δὲ τὸ συριακὸν βοτάνιον ὁ καλούμενος καδύτας καὶ δένδροις καὶ ἀκάνθαις ἐμφύεται καὶ ἄλλοις τισὶ, τῇ μὲν ἔλαττον ἂν εἴη τῇ δὲ πλεῖον τὸ θαυμαστόν· ἀμφότερα γὰρ ποιεῖ τὸ πλῆθος ἐν τοῖς παραδόξοις ὁτὲ μὲν ὡς πεφυκὸς οὕτω μὴ θαυμάζειν ὁτὲ δὲ μᾶλλον θαυμάζειν διὰ τὸ πλῆθος. ἐπεὶ τό γε ἐμφύεσθαι καὶ ἐν δένδροις καὶ ἐν φυτοῖς ἑτέροις τὸ καὶ ἐν τῇ γῇ φυόμενον οὐκ ἄτοπον ἄλλως τε καὶ γινόμενον ὥσπερ ὁ κιττὸς ἐν πολλοῖς. ἔτι γὰρ τοῦτο παραδοξότερον ὅτι καὶ ἐν ἐλάφου κέρασιν ὦπται καὶ ἡ τέρμινθος δὲ ἐν ἐλάᾳ καὶ τὸ πολυπόδιον καλούμενον ἐπί τισι δένδροις καὶ ὅσα δὴ σπανιώτερα καὶ τερατωδέστερα φαίνεται, καθάπερ ἡ δάφνη ποτὲ ἐν πλατάνῳ καὶ ἐν δρυῒ καὶ τὰ ἄλλα ὅσα ὡς τέρατα προφαίνουσιν. ὅταν γὰρ εἰς γεῶδες γεγενημένον διὰ σῆψιν ἐμπέσῃ τὸ σπέρμα διεβλάστησεν εἶτα ζῇ τὴν τροφὴν τὴν ἐκ τοῦ δένδρου λαμβάνον, ὃ καὶ ἐπὶ τοῦ κιττοῦ τοῦ περὶ τὰ κέρατα βλαστοῦντος εἴπερ ἦν οὐκ ἄλογον. ἀλλὰ τὸ ἐν ἑτέρῳ μόνον φύεσθαι χαμαὶ δὲ μὴ τοῦτ᾽ ἄτοπον· προσφιλῆ γὰρ δὴ ἀλλήλοις καθάπερ καὶ τὰ ζῶα καὶ τὰ φυτὰ τάχ᾽ ἂν εἴη· τὸ δ᾽ ὅλως ἐπὶ τῆς γῆς μὴ φύεσθαι θαυμαστὸν ἄλλως τε καὶ καρπὸν ἔχον καὶ σπέρμα καὶ ἀπὸ τούτου βλαστάνον. εἰ γὰρ ἦν ἐκ διαφθορᾶς τινος τῶν ἐν τοῖς δένδροις ἡ γένεσις ὥσπερ ἐν τοῖς ζώοις ἐγγίνεται τοιαῦτα ζῶα λόγον rorrs. II. τινὰ εἶχεν· ἀλλ᾽ οὐκ ἔστιν οὐδὲ γίνεται πλὴν ἀπὸ σπέρματος ὅταν οἱ ὄρνιθες ἐσθίοντες τὸν καρπὸν προΐωνται τὴν περίττωσιν ἐπὶ τῶν δένδρων· τότε γὰρ αὐτὸς ὁ καρπὸς σωζόμενος καὶ ἐπιμείνας διεβλάστησε. τὸ μὲν οὖν θαυμαστὸν πολὺ καὶ ἐκ πολλῶν. ἔοικεν οὖν ὅμοιόν τι συμβαίνειν ταῖς ἐμφυτείαις καὶ τοῖς ἐνοφθαλμισμοῖς· ἑτοιμοτέραν γὰρ λαμβάνει τροφὴν καὶ ὥσπερ κατειργασμένην καὶ πεπεμμένην σχεδὸν ὃ καὶ ἡ ἰξία ζητεῖν φαίνεται. τὸ δὲ τοιαύτης δεόμενον ἀσθενὲς ἂν εἴη τῇ φύσει, τοῦτο δὲ πάλιν οὐκ ἔοικεν ἀλλ᾽ ἰσχυρὸν εἶναι καὶ τρόφιμον καὶ ἡ ἰξία καὶ ἡ στελὶς καὶ τὸ ὑφέαρ· τούτοις γὰρ δὴ καὶ τοὺς βοῦς καὶ τὰ ὑποζύγια χιλεύουσι καὶ ἀνατρέφουσι μετὰ τοὺς θερισμούς. ἔτι δὲ καὶ αὐτὸς ὁ καρπὸς τῆς ἰξίας μηνύει τὴν ἰσχύν. ἀλλὰ μὴν εἴ γε ἰσχυρὰ καὶ μὴ ἀσθενῆ διὰ τί ποτ᾽ οὐ βλαστάνει καθ᾽ αὑτὰ καὶ φύεται· διαβιάσασθαι γὰρ τὴν γῆν τῶν ἰσχυόντων ἐστὶ ὅπερ ποιεῖ καὶ ὁ θέρμος. εἰ δ᾽ αὖ ψυχρὸν ἔχει τὸ σπέρμα καὶ δύσπεπτον ἀλλὰ χρονιωτέραν ἐχρῆν εἶναι τὴν ἔκφυσιν ὥσπερ καὶ ἑτέρων. ἐπεὶ καὶ τῶν τευτλίων ἔνιά φασι τῷ ὕστερον ἔτει διαφύεσθαι καὶ διαβλαστάνειν· οὐδὲ γὰρ οὐδὲ ταύτῃ κίνδυνος ὥστε σαπῆναι· διαμένον γὰρ καὶ τοῦτο φαίνεται καὶ ἕτερα πολλῷ τούτων ἀσθενέστερα. ταῦτα μὲν οὖν οὐ λύει τὴν ἀπορίαν ἀλλ᾽ ἐπιξυνδεῖ μᾶλλον. ἡ δ᾽ ἀρχὴ ληπτέα φυσικῶς ἀκολουθοῦσι κατὰ τὸ γινόμενον ὅτι πέφυκεν ἐν ἑτέρῳ μόνον ταῦτα γίνεσθαι καθάπερ καὶ ζῶα ἐν ζώοις οἷον τά τε ἐν ταῖς πίνναις ἐστὶ καὶ ὅσα ἄλλα ζωοτροφεῖ. πλὴν τῶν μὲν οὐκ ἔχομεν τὴν γένεσιν τῶν δ᾽ ἔχομεν λέγειν. τὸ δὲ ἀπὸ τῆς τῶν ὀρνίθων προσφορᾶς εἶναι τὴν ἀρχὴν ὥσπερ συμβεβηκός ἐστι πρὸς τὴν γένεσιν ὅπερ καὶ ἐπ᾽ ἄλλων γίνεται. κατορύττει γὰρ ἡ κίττα θησαυριζομένη τὰς βαλάνους καὶ ἄλλα τῶν ὀρνέων· περιαιρεθέντος δὲ τοῦ ἰξοῦ καὶ κατεργασθέντος ἐν ταῖς κοιλίαις ὅπερ ἐστὶ ψυχρότατον σὺν τῷ περιττώματι καταπίπτον τὸ σπέρμα καθαρὸν καὶ τοῦ δένδρου λαμβάνοντός τινα μεταβολὴν ὑπὸ τῆς κόπρου διαβλαστάνει καὶ φύεται. τὴν δ᾽ ἰσχὺν εὐλόγως ἔχει καὶ διὰ τὴν εὐτροφίαν καὶ μάλιστ᾽ ἴσως διὰ τὴν αὐτοῦ φύσιν. ἰσχυρότερα δὲ εἰκὸς τὰ ἐν ταῖς ἐλάταις καὶ πεύκαις εἶναι· πλείων γὰρ ἡ τροφὴ καὶ λιπαρωτέρα. πολλὰ δ᾽ ἡ φύσις φαίνεται καὶ ἐν τοῖς ζώοις τοιαῦτα ποιεῖν ὥσθ᾽ ἕτερον ἑτέρῳ χρήσιμον εἶναι πρὸς σωτηρίαν καὶ γένεσιν ἅπερ ἐν ταῖς ἱστορίαις ταῖς περὶ τούτων εἴρηται· δι᾽ ὃ καὶ ἐνταῦθα ἴσως οὐ θαυμαστέον τὸ τῶν ὀρνίθων εἴτε ἐπίτηδες εἴτε κατὰ συμβεβηκὸς γέγονεν οὐδὲ λεκτέον ὅτι οὐκ ἂν ἦν ἡ γένεσις εἰ μὴ διὰ τούτους. οὔτε γὰρ ἴσως ταῖς πίνναις βίος εἰ μὴ διὰ τὸν καρκίνον, οὐδ᾽ ἡ τῶν μελιττῶν φύσις εἰ μὴ διὰ τὸν γόνον ὥς φασί τινες, οὐδ᾽ ἡ τοῦ κόκκυγος εἰ μὴ ἦν ἡ ὑπολαῒς ᾗ εἰς τὴν νεοττίαν τὰ ὠὰ τίθησιν. ἀλλ᾽ ὥσπερ καὶ φθοραὶ καὶ σωτηρίαι τινὲς γίνονται δι᾽ ἀλλήλων καὶ εἰς τοὺς βίους καὶ εἰς τὰς γενέσεις οὕτω καὶ πρὸς τὰ φυτὰ διήκειν οὐθὲν κωλύει παρὰ τῶν ζώων. ὥστε ταύτην ἢ τοιαύτην αἰτίαν ὑποληπτέον εἶναι τῶν ἀπορηθέντων. ἐν δὲ τοῖς ἐπισπειρομένοις ἀφῄρηται καὶ τὸ ξυμβεβηκὸς, προαιρέσει γὰρ δρῶσιν, ἀλλὰ τὸν καιρὸν δῆλον ὅτι λαμβάνουσι τῆς ἐπισπορᾶς ὅταν ὀργᾷ τὸ ὑποκείμενον ὥσπερ ἡ ἄκανθα φαίνεται περὶ τὸ ἄστρον· ἔνικμον γὰρ δεῖ καὶ εὐαφὲς εἶναι πρὸς τὴν διαβλάστησιν· τὸ δὲ ταχὺ τῆς ἐκφύσεως οὐ μόνον διὰ τοῦτο καὶ τὴν ὥραν ἀλλὰ δῆλον ὅτι καὶ διὰ τὴν ἰδίαν γίνεται φύσιν. καὶ περὶ μὲν τούτων ἅλις. Ὅτι δὲ καὶ ἐν τοῖς φυτοῖς ἔνια συνεργεῖ πρὸς τὴν ἀλλήλων σωτηρίαν καὶ γένεσιν καὶ ἐκ τῶνδε φανερόν· ἐν μὲν γὰρ τοῖς ἀγρίοις τὰ φυλλοβόλα τοῖς ἀειφύλλοις ὅτι σηπομένων ξυμβαίνει καθάπερ κοπρίζεσθαι τὴν γῆν ὃ καὶ πρὸς εὐτροφίαν καὶ πρὸς τὴν βλάστησιν τῶν σπερμάτων χρήσιμον. ἐν δὲ τοῖς ἡμέροις ὅσα τοῖς φυτοῖς ἐπισπείρουσι τῶν ἀμπέλων ἀφαιρεῖν βουλόμενοι τὸ πλῆθος τῆς ὑγρότητος καὶ τοῖς λαχάνοις ἢ τούτου χάριν ἢ τῶν γινομένων θηρίων οἷον ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὰς ψύλλας καὶ εἴ τι τοιοῦτον ἕτερον ἑτέροις. οἴεσθαι γὰρ χρὴ τοιαῦτα καὶ ἐν τοῖς αὐτομάτοις τῆς φύσεως ὑπάρχειν ἄλλως τε καὶ εἰ ἡ τέχνη μιμεῖται τὴν φύσιν. ἔτι δὲ ὅσα πρόσδενδρα καὶ περιαλλόκαυλα τυγχάνει· ταῦτα γὰρ τὸ πρὸς ἑτέρῳ διώκει καθάπερ ὅ τε κιττὸς καὶ ἡ σμίλαξ καὶ ἡ σικύα καὶ ἄλλ᾽ ἄττα καὶ τῶν ἐλαττόνων ἕρπυλλος ἰασιώνη· πάντα γὰρ ταῦτα ζῇ πρὸς ἑτέρῳ, μὴ ἔχοντα δὲ χαμαίκαυλα γίνεται πλὴν ὅσα καὶ δενδροῦσθαι πέφυκε καθάπερ ὁ κιττός. ἔστι δὴ καὶ ἡ ἄμπελος τοιοῦτον· οὐ γὰρ ἂν δύναιτο φέρειν τὰ κλήματα καὶ τὴν βλάστησιν ἢ οὐχ ὁμοίως καλὰ μὴ ἔχουσα τὸ ὑπερεῖσον, ἀλλὰ καὶ τὴν ἕλικα δοκεῖ τούτου χάριν ἔχειν ὅπως εὐθὺς ἀντίληψις γένηται καὶ οἷον δεσμὸς ὥσπερ ὁ κιττὸς τὰ ῥιζία τὰ ἐκ τῶν βλαστῶν. ὅσα δὲ κοῦφα καὶ λεπτὰ ῥᾳδίως ἀναβαίνει καὶ ἐπιμένει καθάπερ ἡ ἰασιώνη καὶ ὁ θέρμος καὶ ὁ δόλιχος. πάντα δὲ ταῦτα βλάπτει τὰ δένδρα καταπνίγοντά τε καὶ ἐπισκιάζοντα καὶ τὴν τροφὴν ἀφαιρούμενα τὰ μὲν τῷ κωλύειν ὁ δὲ κιττὸς καὶ τῷ ἐμφυόμενος ἐξαιρεῖσθαι δι᾽ ὃ χαλεπώτατος τοῖς δένδροις οὗτος· πρὸς γὰρ τοῖς ἄλλοις ἀείφυλλος ὢν καὶ ἰσχυρὸς ἀεὶ δεῖται τροφῆς καὶ πολλῆς. ἀφαυαίνει δὲ τελέως ὅταν ἐπὶ τὰ ἄκρα συναυξηθῇ· τότε γὰρ καρπὸν πέττει καὶ ἐξαιρεῖται πανταχόθεν τὴν τροφήν. οὐ χαλεπὸν δ᾽ ἴσως οὐδὲ ἐν ἄλλοις καὶ πλείοσι λαβεῖν τὰς βλάβας· πολλῷ γὰρ πλείους εἰσὶ τῶν ὠφελίμων ὥσπερ καὶ τοῖς ζώοις· ἐπεὶ καὶ ταῖς ὀσμαῖς ἔνια βλάπτεται καθάπερ ἡ ἄμπελος τῇ τῆς δάφνης καὶ τῇ τῆς ῥαφάνου καὶ τοῦτο εὐθὺς ἐκδηλοῖ κατὰ τὴν βλάστησιν. ὅταν γὰρ πλησίον ᾖ τῆς ῥαφάνου καὶ τῆς δάφνης ὁ βλαστὸς ἀποστρέφεται τὸ ἄκρον αὐτοῦ καὶ ὥσπερ ἀνακάμπτει διὰ δριμύτητα τῆς ὀσμῆς· ὀσφραντικὸν γὰρ ἡ ἄμπελος ὥσπερ καὶ ὁ οἶνος δεινὸς ἑλκύσαι τὰς ἐκ τῶν προκειμένων ὀσμὰς καὶ μᾶλλον καὶ θᾶττον ὁ κατεσταμνισμένος διὰ τὴν ὀλιγότητα καὶ τὸ γυμνόν. ἀλλὰ τὸ μὲν τοιοῦτον γένος ῥᾴδιον ἐν πολλοῖς ὥσπερ ἐλέχθη συνιδεῖν. Ὅσα δὲ κοινὰ γένους τινὸς ἢ καὶ πλειόνων μὴ ὁμογενῶν οἷον τὸ στρέφειν τὰ φύλλα τὴν φιλύραν καὶ τὴν ἐλάαν καὶ τὴν πτελέαν ταῖς τροπαῖς ταῖς θεριναῖς καὶ ὡς ἔνια τῶν ἀνθῶν νύκτωρ μὲν συμμύει μεθ᾽ ἡμέραν δὲ ἐκπετάννυται καὶ ὡς ἐν τῷ Εὐφράτῃ λέγουσιν οὐ μόνον τοῦ λωτοῦ τὸ ἄνθος ἀνοίγεσθαι καὶ συμμύειν ἀλλὰ καὶ τὸν καυλὸν ὁτὲ μὲν ἀναβαίνειν ὁτὲ δὲ δύεσθαι καὶ καταβαίνειν ἀπὸ δυσμῶν μέχρι μέσων νυκτῶν, ὡσαύτως δὲ καὶ εἴ τι ἄλλο τοιοῦτον, ἐν ἅπασι καὶ πανταχοῦ κοινήν τινα αἰτίαν ὑποληπτέον εἶναι. ῥᾴδιον δὲ ἴσως ἐν τοῖς ὁμογενέσιν ἰδεῖν. ἐπὶ δ᾽ οὖν τῶν εἰρημένων ἡ μὲν τῶν φύλλων στροφὴ γίνεται διὰ τὸ περὶ τοῦτον τὸν καιρὸν μάλιστά πως τὰ ἀεί φυλλα φυλλορροεῖν. ἡ δ᾽ αἰτία πρότερον εἴρηται περὶ πάντων τούτων. γινομένης οὖν τῆς φυλλορροίας ἀνάγκη μάλιστα πάσχειν τι τὰ φύλλα καὶ τὰ μὲν ἀσθενῆ καὶ ὥσπερ γεγηρακότα καταξηρανθέντα πίπτειν τὰ δ᾽ ἄλλα τὴν ἐπιστροφὴν μόνον λαμβάνειν. ἅπασι μὲν οὖν τοῦτο συμβαίνει ἢ μᾶλλον ἢ ἧττον ἔνδηλον δὲ μάλιστα ἐπὶ τούτων ὅτι μεγίστη διαφορὰ τῶν χρωμάτων τοῖς πρανέσι πρὸς τὰ ὕπτια· τὰ μὲν γὰρ χλωρὰ τὰ δὲ ὑγρὰ καὶ ὑδατώδη· μᾶλλον δ᾽ ἐπὶ τῆς φιλύρας· μείζω γὰρ καὶ κάτω λευκότερα δι᾽ ὃ ἀνόμοια ὡς καὶ ἐπὶ τῆς λεύκης. τῶν δ᾽ ἀει φύλλων οἷς μὴ συμβαίνει τοῦτο διὰ τὸ κατ᾽ ἐκεῖνον τὸν καιρὸν ἀκμήν τινα καὶ ὥσπερ ἰσχύν τινα εἶναι τῆς βλαστήσεως διὰ τοῦτο οὐκ ἂν συμβαίνοι· τῶν γὰρ ἰσχόντων οὐθὲν εὐπαθές. ἡ δὲ τῶν ἀνθῶν σύμμυσις καὶ δίοιξις ἐλαφροτέρα καὶ ῥᾴων ἰδεῖν· ὑπὸ γὰρ τοῦ ψύχους καὶ τῆς ἀλέας γίνεται ψυχρῶν ὄντων καὶ ἀσθενῶν· συμμύει μὲν γὰρ ξυνιόντος καὶ οἷον πηγνυμένου τοῦ ὑγροῦ, συναπολείπει γὰρ καὶ τὸ θερμὸν, ἀνοίγεται δὲ πάλιν διαχεομένου καὶ ἀνιέντος ὅπερ ὁ ἥλιος ποιεῖ. τὰ δὲ πλέον καταδυόμενα καὶ ὑπερίσχοντα δῆλον ὅτι ψυχρότερα καὶ ἀσθενέστερα δι᾽ ὃ μᾶλλον συμπάσχει ταῖς μεταβολαῖς. ἡ δὲ αἴσθησις οὕτως ὀξεῖα γινομένη τοῖς καθ᾽ ὕδατος οὐκ ἄλογος ἄλλως τε καὶ ἐν τόποις θερμοῖς καὶ ἐμπύροις. ἐπεὶ καὶ ἐν τοῖς μὴ τοιούτοις αἱ διαδόσεις ταχεῖαι πάντων ἀπὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων. φαίνεται γοῦν συμπάσχειν οὐ μόνον τὰ ἐπὶ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς· ὕδατα τροπαῖς τε καὶ ἐπιτολαῖς· ἐπ᾽ ἐνίων δὲ ἄστρων καὶ αὐτὴ ἡ γῆ καὶ ἡ θάλαττα μεταβάλλει. πάσχει δέ τι παραπλήσιον τούτῳ καὶ τῶν ἀνθῶν πολλὰ καθ᾽ ἡμέραν· ἀεὶ γὰρ συμπεριφέρεται τῷ ἡλίῳ νεύοντα καὶ ἐγκλίνοντα πρὸς αὐτόν. μᾶλλον δ᾽ ἐστὶ τοῦτο καταμαθεῖν ἐν τοῖς ἐλάττοσιν. ἐνίων δὲ καὶ τὰ φύλλα πάσχει ταὐτὸ καθάπερ τῆς μαλάχης καὶ τῶν τοιούτων· αἴτιον δὲ τοῦ ὑγροῦ ἡ ἀφαίρεσις· ᾗ γὰρ ἂν ἐξάγῃ θερμαίνων ὁ ἥλιος ἐν τούτῳ ἡ ἔγκλισις. ἐξάγει δὲ καθ᾽ αὑτὸν ὥστε τοῦτο ποιοῦντος ἐπιστρέφεται γὰρ καὶ περιάγεται. τοῦτο μὲν οὖν ὡς πίστεως χάριν εἰρήσθω πρὸς τὸ πρότερον ῥηθέν. ὑπὲρ δὲ τῶν ἄλλων ὅσα συμβαίνει τοῖς δένδροις ἢ φυτοῖς πειρατέον ἐκ τῶν δένδρων μετιέναι καὶ θεωρεῖν τὴν ἰδίαν οὐσίαν ἑκάστου λαμβάνοντας καὶ τὴν τῆς χώρας φύσιν. ἐκ τούτων γὰρ τὰ κοινὰ πάθη καὶ αἱ κατὰ γένη παραλλαγαὶ καὶ τὸ ἁρμόττον καὶ τὸ οἰκεῖον ἑκάστοις γίνεται φανερόν· δεῖ δὲ καὶ τὸ ὅμοιον καὶ τὸ αὐτὸ δύνασθαι θεωρεῖν· πολλὰ γὰρ δοκεῖ διαφέροντα οὐ διαφέρειν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ ταῦτα μὲν ἐνταῦθα ἐχέτω τὸ πέρας. ὅσα δὲ κατὰ τὰς γεωργίας συμβαίνει καὶ ὧν χάρις ἕκαστα ποιοῦσιν λεκτέον ὁμοίως. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Γ. Ἡ περὶ τῶν φυτῶν θεωρία διττὰς ἔχει τὰς σκέψεις καὶ ἐν δυσὶ, μίαν μὲν τὴν ἐν τοῖς αὐτομάτοις γινομένην ἥπερ ἀρχὴ τῆς φύσεως, ἑτέραν δὲ τῶν ἐκ τῆς ἐπινοίας καὶ παρασκευῆς ἣν δή φαμεν συνεργεῖν τῇ φύσει πρὸς τὸ τέλος. ἐπεὶ δὲ περὶ τῆς πρότερον εἴρηται λεκτέον ὁμοίως καὶ περὶ ταύτης ὑπὲρ αὐτοῦ τούτου πρώτου εἰπόντας ὅτι καὶ τῶν δένδρων ἔνια καὶ τῶν ἐλαττόνων ὑλημάτων οὐ δέχεται γεωργίαν. τοῦτο γὰρ ἂν εἴη τῶν μὲν οἷον πέρας τῶν δὲ ἀρχὴ μεταβαίνουσιν ἐκ τῶν αὐτοφυῶν εἰς τὰ διὰ τέχνης. ἄτοπον δ᾽ ἂν ἴσως δόξειε τὸ νῦν λεχθὲν, εἰ τὸ προσλαμβάνον θεραπείαν ὥσπερ χώραν οἰκείαν μὴ μᾶλλον εὐσθενεῖ καὶ καλλικαρπεῖ συνεργούσης τῇ φύσει τῆς τέχνης· ἀλλ᾽ οὐκ ἔστιν ἄτοπον οὐδ᾽ ἀλλότριον, ἀρχὴν δὲ αὐτοῦ ληπτέον τήνδε, τὴν φύσιν ἑκάστου μὴ ἐκ τῶν αὐτῶν εἶναι μηδὲ ἐκ μιᾶς τινος ὕλης μηδ᾽ αὖ πᾶσι ταὐτὸ τέλος τῆς πέψεως καὶ δυνάμεως τῶν καρπῶν ἀλλ᾽ ἕκαστον πρὸς ὃ πέφυκε καὶ χυλοῖς καὶ ὀσμαῖς καὶ τοῖς ἄλλοις. μάλιστα δέ πως ἐν δυοῖν τούτοιν ὁρίζομεν τὴν πέψιν ὀσμαῖς καὶ χυλοῖς ἀναφέροντες καὶ ταῦτα πρὸς τὴν ἡμετέραν χρείαν ὥσπερ διωρίσθη καὶ πρότερον. ἐπεὶ δ᾽ ἐξ ὧν συνέστηκεν ἕκαστον καὶ τρέφεται καὶ τὸ πρόσφορον οὐ κατὰ τὸ ποιὸν μόνον ἐστὶν ἀλλὰ καὶ κατὰ τὸ ποσὸν ἐν ἀμφοτέροις ἂν εἴη τούτοις τὸ οἰκεῖον. ἡ δὲ γεωργία πλῆθός τε τροφῆς καὶ ποιότητα κατασκευάζει. κατεργαζομένη γὰρ ἡ γῆ καὶ ἀπόλαυσιν πλείω δίδωσι καὶ μεταβάλλει τοὺς χυλοὺς ὥστ᾽ εὐλόγως οὐκ ἂν εἴη πρόσφορον ἐνίοις οἷον ὅσα ξηρά τε καὶ δριμέα καὶ πικρὰ καὶ ἁπλῶς ὅσα φαρμακώδη καὶ ἐν τούτοις παρέχεται τὴν χρείαν ἡμῖν· ἐκθηλύνεται γὰρ ἀφαιρουμένων τῶν δυνάμεων καὶ τὰ μὲν ὅλως οὐκ ἐκφέρει καρποὺς τὰ δ᾽ ὑγροτέρους καὶ χείρους, τὰ δὲ καὶ αὐτὰ ὑδαρέστερα γίνεται καθάπερ τὸ ἀψίνθιον καὶ τὸ κενταύριον καὶ ὅλως δὲ πᾶσα φαρμακώδης δύναμις ἢ κατὰ ῥίζαν ἢ κατὰ καυλὸν ἢ κατὰ καρπὸν ἢ κατὰ κλῶνας· ἀνὰ λόγον δὲ τούτοις καὶ ὅσα δριμύτητά τινα ἔχει δήλην κατὰ τὴν γεῦσιν. ὧν καὶ ἡ κάππαρις ἔοικεν εἶναι καὶ τὸ σίλφιον καὶ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ τὸ θύμον· τὰ μὲν γὰρ ὅλως οὐδὲ φύεται τούτων ἐν τοῖς ἡμέροις ἢ κακῶς τὰ δὲ χείρω πολλῷ καθάπερ τὸ λάπαθον καὶ ἡ θύμβρα καὶ ἡ κάππαρις ἔνια δὲ καὶ τὰς γλυκύτητας αὐτῶν ἀποβάλλει καθυγραινόμενα καὶ πληθυνόμενα ταῖς τροφαῖς ὥσπερ τὸ κράνον, καὶ γὰρ τοῦτο χεῖρον ἡμερούμενον γίνεται καὶ ἁπλῶς δὲ αὐτὸ τὸ δένδρον ὑδαρές τε καὶ μανὸν καὶ ἀσθενές. τῆς δ᾽ οἴης γλυκύτερος μὲν ὁ καρπὸς ἧττον δ᾽ εὐώδης· ἀφαιρεῖται γὰρ τὴν εὐτροφίαν καὶ τὸ εὔοσμον. ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ σιλφίου καὶ θέρμου καὶ εἴ τι τοιοῦτον ἕτερον. τὸ μὲν γὰρ οὐχ ὁμοίως ἔχει τὴν δριμύτητα διὰ τὸ πλείω καὶ ὑδαρεστέραν εἶναι τὴν τροφὴν, ὁ δὲ θέρμος ἄκαρπος γίνεται καθάπερ ὑλομανῶν καὶ ἐξυβρίζων· ποιεῖ γὰρ καὶ ταύτην τὴν ἐναντίωσιν ἡ κατεργασία καθάπερ εἴρηται πλῆθος παρέχουσα τροφῆς· ἐκ δὲ τῆς ἀρχῆς ταμιεύεται τὸ σύμμετρον ἕκαστον ἑαυτῷ καὶ λαμβάνει τὴν οἰκείαν χώραν· ἡ γὰρ αὐτοφυὴς γένεσις ἐν ταύταις. ἁπλῶς γὰρ τὸ μέγιστον ὥσπερ πολλάκις εἴρηται τὸ λαβεῖν οἰκεῖον ἀέρα καὶ τόπον· ἐκ τούτων γὰρ ἡ εὐθένεια καὶ εὐκαρπία. ταῦτα δ᾽ ἐναντία φαίνεται τοῖς παρὰ φύσιν ἡμερουμένοις· εἴς τε γὰρ ἀέρα μαλακώτερον μετατεθέντα καὶ τροφὴν ἀλλοιοτέραν λαμβάνοντα ἐξ ἀμφοτέρων τούτων ἡ μεταβολὴ καὶ οἷον ἔκστασις τῆς φύσεως. ἐπιμαρτυρεῖ δέ πως καὶ ἐν αὐτοῖς τοῖς γεωργουμένοις τὸ μὴ φιλεῖν ἔνια τὴν ἀκριβῆ καὶ τὴν πολλὴν ἄγαν ἐξεργασίαν ὥστε καὶ ταύτην ζητεῖν τινα ὅρον· καὶ τρόπον τινὰ οὐδὲν κωλύει κατὰ τὴν μετάβασιν οὕτως ἔνια μηδὲ ζητεῖν ὅλως. ὅτι μὲν οὖν οὐ πάντα προσδέχεται τὰς γεωργίας φανερὸν ἔστω διὰ τούτων· ἴσως γὰρ τὰ μὲν ὅλως οὐ δεῖται τῶν δ᾽ οὐκ ἐξευρίσκομεν τὰς αἰτίας. Ἡ δὲ γεωργία, δυοῖν ὄντων ἐξ ὧν αἱ τροφαὶ καὶ εὐσθένειαι τῆς τε γῆς καὶ τοῦ ἀέρος, τὴν ἀπὸ τῆς γῆς παρασκευάζει βοήθειαν· τὸν ἀέρα γὰρ οὐκ ἐπ᾽ αὐτῇ ποιόν τινα ποιεῖν ἀλλὰ δεῖ πρὸς τὰς μεταβολὰς τὰς κατὰ τὰς ὥρας γινομένας αὐτὰ τὰ δένδρα καὶ τὴν χώραν διακεῖσθαί πως ἵνα τε ἀπολαύῃ τῆς πρὸς αὔξησιν τροφῆς καὶ μὴ πάσχῃ μηδὲν ὑπὸ τῶν ἐναντίων· δεῖ γὰρ καὶ πρὸς ταῦτα φυλακῆς, λέγω δ᾽ οἷον τομάς τε καὶ διακαθάρσεις καὶ βλαστολογίας καὶ κοπρίσεις καὶ σκαπάνην καὶ ὅσα ἄλλα πραγματεύονται. καὶ περὶ τῆς ἀροσίμου δὲ καὶ σπερματουμένης ὁμοίως. τοῖς μὲν γὰρ οὐ ταὐτὰ τοῖς δ᾽ οὐκ ἴσα τοῖς δ᾽ οὐ τὸν αὐτὸν τρόπον οὐδὲ τὴν αὐτὴν ὥραν ἀποδιδόναι δεῖ τοῖς δὲ ἴσως οὐδὲ ποιεῖν ἔνια τὸ ὅλον. ἃ δὴ καὶ φαίνονται διαιροῦντες οἱ γεωργοὶ καθάπερ καὶ ἐν τῇ διακαθάρσει τὰ μὲν σιδήροις τὰ δὲ ταῖς χερσὶ τὰ δ᾽ ἀγκύραις τισὶ κελεύοντες ἀφαιρεῖν, οἷον τῆς τε ἐλάας καὶ τῆς ἀπίου καὶ τῆς μηλέας ὅπως μὴ ἑλκούμενα πονῇ διὰ τὴν λεπτότητα καὶ ξηρότητα τῶν κλάδων. καὶ γὰρ ἀφαιρεῖν δεῖ τούτων τὰ αὖά τε καὶ τὰ τρώξανα μόνον. ὁμοίως δὲ καὶ τῶν ἀμπέλων διαιρετέον τάς τε πρωτοτόμους καὶ τὰς ὀψιτόμους καὶ τὰς βραχυτόμους καὶ τὰς μακροτόμους καὶ τοῖς ἄλλοις ὡσαύτως ἀναφέροντας ἀεὶ πρὸς τὸ τέλος. ὁ μὲν οὖν σκοπὸς οὗτος καὶ ἡ καθ᾽ ἕκαστα διαίρεσις. ὑπὲρ ἑκάστου δέ ἐστιν ὁ λόγος ὁ τὴν αἰτίαν ἔχων ἣν δεῖ μὴ λανθάνειν· ὁ γὰρ ἄνευ ταύτης ποιῶν καὶ τῷ ἔθει καὶ τοῖς συμβαίνουσι κατακολουθῶν κατορθοῖ μὲν ἴσως οὐκ οἶδε δὲ καθάπερ ἐν ἰατρικῇ τὸ διὰ τί· τὸ δὲ τέλειον ἐξ ἀμφοῖν. ὅσοι δὲ καὶ τὸ θεωρεῖν μᾶλλον ἀγαπῶσιν αὐτὸ τοῦτο ἴδιον τοῦ λόγου καὶ τῆς αἰτίας. ἀντιλέγεται δὲ περὶ πολλῶν καὶ τὰ μὲν ἁπλῶς τὰ δ᾽ εἰς τὸ βέλτιον καὶ χεῖρον ὥσπερ κατὰ τὰς ἄλλας τέχνας. ἐνταῦθα δὲ καὶ ἰδιώτερόν τι συμβαίνει. πρὸς γὰρ τὴν ἑαυτῶν ἔνιοι χώραν τετραμμένοι τὰ πρόσφορα πολλάκις καθόλου λέγουσιν. ὁτὲ δὲ καὶ ἀμφοτέρως γινομένων ἄκριτόν ἐστι τὸ βέλτιον· ὁποῖα γὰρ ἂν ᾖ τὰ ἀπὸ τοῦ ἀέρος συμβαίνοντα τοιαῦτα ἀποβαίνει καὶ κατὰ τὰς ἐργασίας. οὐδὲ γὰρ δεῖ μᾶλλον ἀκολουθεῖν τῇ τοῦ ὅλου καταστάσει καὶ περιφορᾷ ἢ τῇ φύσει τῶν δένδρων καὶ φυτῶν καὶ σπερμάτων ὡς πολλάκις τὰ ἁμαρτανόμενα τῇ ἀπὸ τούτου ἀκρασίᾳ τῇ αὐτῶν δυνάμει τὰ μὲν ὑπομένει τὰ δέ τινα ἀναμάχεται καθάπερ καὶ τῶν ἀνθρώπων ἡ φύσις τὰ ὑπὸ ἰατρικῆς. ὥστε αἱ μὲν ἀντιλογίαι πρὸς ταῖς κοιναῖς τῶν τεχνῶν καὶ διὰ ταύτας γίνονται τὰς αἰτίας. οὐ μὴν ἀλλὰ καὶ συνομολογεῖται πολλὰ καὶ παρὰ πάντων ὥσπερ ἐξ αὐτῶν τῶν πραγμάτων εἰληφότα πίστιν τὰ μὲν καθόλου τὰ δὲ διαιρούμενα γένεσι καὶ χώραις οἷον εὐθὺς τὰ περὶ γενέσεις καὶ φυτείας ὑπὲρ ὧν οὐ χαλεπὸν εἰπεῖν τὰς αἰτίας. ἀεὶ γὰρ δεῖ φυτεύειν καὶ σπείρειν εἰς ὀργῶσαν τὴν γῆν· οὕτω γὰρ καὶ ἡ βλάστησις καλλίστη καθάπερ τοῖς ζώοις ὅταν εἰς βουλομένην πέσῃ τὸ σπέρμα τὴν ὑστέραν. ὀργᾷ δ᾽ ὅταν ἔνικμος ᾖ καὶ θερμὴ καὶ τὰ τοῦ ἀέρος ἔχῃ σύμμετρα· τότε γὰρ εὐδιάχυτός τε καὶ εὐβλαστὴς καὶ ὅλως εὐτραφής ἐστι. τοῦτο δ᾽ ἐν δυοῖν ὥραιν γίνεται μάλιστα τοῖς γε δένδροις ἔαρι καὶ μετοπώρῳ καθ᾽ ἃς καὶ φυτεύουσι μᾶλλον, καὶ κοινοτέρως ἐν τῷ ἦρι· τότε γὰρ ἥ τε γῆ δίυγρος καὶ ὁ ἥλιος θερμαίνων ἄγει καὶ ὁ ἀὴρ μαλακός ἐστι καὶ ἐρσώδης ὥστε ἐξ ἁπάντων εἶναι τὴν ἐκτροφὴν καὶ τὴν εὐβλαστίαν. ἔχει δέ τινα καὶ τὸ μετόπωρον τοιαύτην κρᾶσιν δι᾽ ὃ καὶ τὰς ἐπιβλαστήσεις ἔφαμεν γίνεσθαι τῶν δένδρων. οἱ δὲ ἐπαινοῦντες αὐτὴν μᾶλλον τοῦ ἔαρος τοιαῦτα λέγουσιν ὅτι τὰ φυτὰ θερμῆς οὔσης ἔτι τῆς γῆς ῥιζοῦται κάλλιον· δεῖν δ᾽ ἀεὶ τὴν ἀρχὴν ἰσχυροτέραν ποιεῖν ἀφ᾽ ἧς καὶ ἡ τῶν ἄλλων γένεσις καὶ ὅλως ἡ ζωὴ δι᾽ ὃ καὶ τὴν βλάστησιν ἅμα τῷ ἦρι καλὴν γίνεσθαι καὶ ἀθρόαν ἐκβεβηκυίας ἤδη καὶ κυούσης τῆς ῥίζης, τοῦ δὲ ἦρος εἰς ψυχρὰν τιθεμένων τὴν γῆν, ψυχρὰν γὰρ ἔτι διαμένειν ἐκ τοῦ χειμῶνος, ῥιγοῦν καὶ κακοβλαστεῖς γίνεσθαι τὰς ῥίζας. καὶ διὰ τοῦτο πάντα κελεύουσι τοῦ μετοπώρου μᾶλλον φυτεύειν ὅσα δύναται βλαστάνειν· ἔνια γὰρ οὐ δύναται καθάπερ ἄπιος καὶ μηλέα καὶ ὅλως τὰ λεπτὰ καὶ ξυλώδη· καὶ γὰρ ξηρὰ φύσει καὶ διὰ τὴν ἀσθένειαν οὐχ ὑπομένει τοὺς χειμῶνας. ἔτι τὸ μὲν μετοπωρινὸν ἔγκυμον εἶναι καὶ ἐπίφορον τὸ δὲ ἐαρινὸν ἄρτι κυΐσκεσθαι· τὸ δὲ τίκτειν ἀμφοτέροις τὴν αὐτὴν ὥραν ὥστε συμβαίνειν τῷ μὲν ἄρτι κυϊσκομένῳ πολλὰ τυφλὰ τίκτειν τῶν βλαστημάτων τῷ δὲ πάλαι κύοντι καὶ ἐπιφόρῳ τὰ πλεῖστα τέλεα καὶ καλά. σχεδὸν γὰρ ταύτας καὶ τοιαύτας λέγουσι τὰς αἰτίας. Οὐ μὴν ἀλλὰ καθάπερ εἴρηται κοινοτέρα πᾶσιν ἢ τοῖς πλείστοις καὶ δένδροις καὶ φυτοῖς ἡ τοῦ ἔαρός ἐστιν· αὐτά τε γὰρ τὰ φυτὰ προωρμημένα καὶ ὁ ἀὴρ μαλακὸς καὶ εὐβλαστὴς καὶ ὅλως ἡ ὥρα γονιμωτάτη καὶ αἱ ἡμέραι θερμότεραι καὶ μῆκος ἔχουσαι ταχείας ποιοῦσι τὰς βλαστήσεις. ἡ δὲ ῥίζωσις ἰσχυρὰ καὶ οὕτω διά τε τὴν τῶν φυτευτηρίων ὁρμὴν, εἰς ἄμφω γὰρ ὁμοίως ἐστὶ, καὶ διὰ τὸ τὴν γῆν ὀργᾶν καὶ ἔτι τὸν ἀέρα συνεκτρέφειν. ὁ γὰρ ἥλιος οὐ μόνον δοκεῖ τὰ ὑπὲρ γῆς ἀλλὰ καὶ τὰ ὑπὸ γῆς εὐτραφέστερα καὶ καλλίω ποιεῖν. σημεῖον δ᾽ ὅτι τῶν ῥιζῶν ἡ βλάστησις ἢ οὐ γίνεται πορρωτέρω τῆς τοῦ ἡλίου δυνάμεως ἢ χείρων. ὁ δὲ χειμὼν ἐπιλαμβάνων τὴν φυτείαν ἔνιά γε δοκεῖ φθείρειν οἷον τῆς μὲν ἐλάας ἀφιστὰς τὸν φλοιὸν τῆς δὲ συκῆς παχύνων καὶ πηγνὺς τὸν ὀπὸν τὸν ἐν τῇ κράδῃ καὶ τῶν ἄλλων σχεδὸν τῶν πλείστων τοιοῦτόν τι πονούντων. ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἀφορίζοιτ᾽ ἂν ὁ φάσκων τὴν μετοπωρινὴν εἶναι τὴν βελτίω τοῖς δεχομένοις λέγων. εἰ δὲ πλείω ταῦτα τῆς φύσεως αὐτῆς ἐστι σημεῖα τῶν πρὸς τὴν φυτείαν ὡρῶν τό τε παρορμᾶν αὐτὰ τὰ δένδρα τοῦ ἦρος καὶ τὸ κοινοτέραν εἶναι πᾶσι ταύτην, δῆλον ὡς φυσικωτέραν ἄν τις θείη ταύτην. ἐπεὶ καὶ ὅπου περὶ κύνα καὶ τοὺς ἐτησίας εὐθενεῖ καὶ ἐπιβλαστάνει τὰ δένδρα τηνικαῦτα καὶ τὰς φυτείας ποιοῦνται, πολλῷ δέον ἀκολουθεῖν τῇ τοῦ ἀέρος κράσει καὶ τῇ τῶν φυτῶν ὁρμῇ. τάχα δὲ καὶ ἡ ὁρμὴ γίνεται διὰ τὸ περιέχον· ὅπου δ᾽ αὖ θερινὸς ὄμβρος πολὺς ὥσπερ ἐν Αἰθιοπίᾳ καὶ ἐν Ἰνδοῖς ἢ περὶ Αἴγυπτον ὁ Νεῖλος ἐνταῦθα δὴ πρὸ τούτων ἢ μετὰ τούτους εἰκὸς τὴν φυτείαν ἁρμόττειν· τηνικαῦτα γὰρ ἡ τοῦ ἀέρος κρᾶσις σύμμετρος. εἴη δ᾽ ἂν διελεῖν καὶ τοῖς κατὰ φύσιν τόποις πρὸς τὰς ὥρας, οἷον τοὺς μὲν εὐκράτους τῷ ἀέρι τοῦ ἦρος τοὺς δὲ ῥοώδεις καὶ ἐπόμβρους καὶ ἑλείους θέρους ὑπὸ τὸ ἄστρον ὥσπερ καὶ ἐν Λακωνικῇ πολλὰ φυτεύουσι, τοὺς δ᾽ αὐχμώδεις μετοπώρου. συμβήσεται γὰρ οὕτω θερμῆς οὔσης ἐν βάθει τῆς γῆς κατὰ χειμῶνα ψυχροῦ δὲ τοῦ πέριξ τὴν αὔξησιν κατακλειομένην εἰς τὰς ῥίζας ἰέναι. πλείονος δ᾽ ὄντος καὶ ἰσχυροτέρου τοῦ ῥιζώματος πλείων ἡ βλάστησις ἔσται καὶ καλλίων. καὶ περὶ μὲν ὡρῶν τῶν εἰς τὰς φυτείας ἱκανῶς εἰρήσθω. Ἐπεὶ δὲ ὑπόκειται τὴν γῆν ἔνικμόν τε δεῖν καὶ εὐδίοδον εἶναι ταῖς ῥίζαις ὅπως εὐμήκεις καὶ παχεῖαι καὶ ἰσχυραὶ γίνωνται διὰ ταῦτα δεῖ τοὺς γύρους προορύττειν ἐκ πολλῶν μάλιστα δὲ ἐνιαυτῷ πρότερον ὅπως ἡ γῆ καὶ ἡλιωθῇ καὶ χειμασθῇ καθ᾽ ἑκατέραν τὴν ὥραν. ἄμφω γὰρ ταῦτα ποιεῖ μανὴν καὶ χαύνην. ἔνιοι δὲ καὶ διορίζουσι τοὺς χρόνους· ἀπὸ γὰρ τροπῶν θερινῶν μέχρι ἀρκτούρου· τότε γὰρ τήν τε γῆν διαχεῖσθαι μάλιστα καὶ τὴν ἔξω καὶ τὴν ἐν τοῖς γύροις καὶ βλαστάνειν ὅλως οὐδὲν. φυτεύουσι δὲ τὴν μετοπωρινὴν φυτείαν μετὰ πλειάδος δύσιν δεξάμενοι τὸ ἐπὶ τῷ ἄστρῳ ὕδωρ ὅπως ἔνικμος ἡ γῆ γενομένη παρέχῃ τροφήν. καὶ τοὺς γύρους οὐκ εὐθὺς συμπληροῦσιν ὅπως ῥιζωθῇ τὰ κάτω πρότερον, εἰ δὲ μὴ φέρονται πρὸς τὸ ἄνω· τρέφει γὰρ καὶ αὔξει πάνθ᾽ ὁ ἥλιος καὶ ὁ ἀήρ. ὄντων δὲ τῶν μὲν βαθυρρίζων τῶν δ᾽ ἐπιπολαιορρίζων διὰ τοῦτο τοὺς γύρους οὐκ ἰσοβαθεῖς ὀρύττουσιν ἀλλὰ βαθυτέρους τοῖς ἐπιπολαιορρίζοις οἷον ἐλάᾳ καὶ συκῇ βουλόμενοι πιέζεσθαι καὶ ὥσπερ ἀντιταττόμενοι πρὸς τὰς φύσεις. ὅπως δὲ καὶ τῶν ὑδάτων τοῦ χειμῶνος ἀπολαύωσι καὶ τοῦ θέρους καταψύχωνται, δεῖ γὰρ δὴ πρὸς ἀμφοτέρας τὰς ὥρας παρεσκευάσθαι, διὰ τοῦτ᾽ ὑποβάλλουσι κάτω λίθους ὅπως συρροὴ γίνηται τοῦ ὕδατος καὶ τοῦ θέρους οὗτοι καταψύχωσι τὰς ῥίζας. οἱ δὲ κληματίδας ὑποτιθέασιν οἱ δὲ κέραμον παρακατορύττουσιν ὕδατος οἱ δὲ ξύλον κνημοπαχὲς εἶτ᾽ ἐξαιροῦσιν ὅπως ἔχῃ τροφὴν ἀεὶ τὰ φυτὰ διϊκμαζομένης τῆς γῆς καὶ συρρεόντων τῶν ὑδά- των. ἁπλῶς γὰρ τοῦτο δεῖ τηρεῖν ὅπως καὶ πρὸς τοὺς ὄμβρους τοὺς γινομένους καὶ πρὸς τὸν ἀέρα καὶ τὸν ἥλιον ἕξει συμμέτρως· αἱ γὰρ τροφαὶ καὶ αἱ αὐξήσεις διὰ τούτων. ἐπεὶ δὲ ἡ γῆ βορείοις καὶ πεπηγυῖα καὶ ξηρὰ νοτίοις δὲ κεχυμένη καὶ ἔνικμος ὡσαύτως δὲ καὶ τὸ φυτὸν ὑγρότερον καὶ ξηρότερον αὐτὸ ἑαυτοῦ μᾶλλον διὰ ταῦτα βελτίων ἡ τοῖς νοτίοις φυτεία· ταχεῖα γὰρ ἡ ῥίζωσις καὶ ἡ βλάστησις ὅταν ὀργῶν εἰς ὀργῶσαν τεθῇ καὶ τὰ τοῦ ἀέρος ᾖ μαλακὰ καὶ εὐμενῆ· δεῖ γὰρ δὴ τὸ μέλλον ἔσεσθαι καλὸν ἅμα κάτωθεν καὶ ἄνωθεν βλαστάνειν. τοῖς δὲ βορείοις ἅπαντα τἀναντία γίνεται ῥιγοῦν τε καὶ κακοπαθεῖν τὰ φυτά· ἔτι δὲ τῆς γῆς πεπηγυίας οὔτε ῥιζοῦσθαι δύναιντ᾽ ἂν ὁμοίως οὔτε βλαστάνειν. ἡ μὲν οὖν τοιαύτη παρατήρησις τοῦ ἀέρος ἂν εἴη. Τὰ δὲ φυτευτήρια δεῖ λαμβάνειν ἀπὸ νέων γε τῶν δένδρων ἢ ἀκμαζόντων καὶ ὅλως λειότατα καὶ εὐθύτατα καὶ ὡς κάλλιστα· καὶ γὰρ ἀντιλαμβάνεται καὶ ἰσχύει τὰ τοιαῦτα μάλιστα καὶ διὰ τὴν ἡλικίαν καὶ τὸ πάχος εὐβλαστότερα τυγχάνει· τὸ γὰρ λεῖον ὥσπερ ὑγιὲς καὶ ἀπήρωτον τὸ δὲ τραχὺ καὶ ὠζωμένον ἄλλως τε τυφλοῖς ὄζοις ὥσπερ πεπηρωμένον, ἐάν τε ζῶσι τὸ ἐκβεβλαστηκὸς ἐκ τούτων ἀσθενέστερον ὅσων μὴ καὶ ἡ φύσις τοιαύτη καθάπερ τῶν κλημάτων· διὰ τοῦτο γὰρ καὶ ἐπὶ τῶν δένδρων ἔνιοι μοσχεύουσιν οἱ δὲ περιαιροῦσι τὴν θάλειαν τῶν κλάδων ὅπως μὴ ἐξαναλώσῃ τὴν δύναμιν εἰς τὴν βλάστησιν. ἔτι δ᾽ εὐθύτης λειότης τε εὔρουν καὶ εὐδίοδον ποιεῖ τὴν ῥοὴν ὥστε ταχείας εἶναι τὰς αὐξήσεις. ὀρθῶς δὲ καὶ τὸ μᾶλλον ἐξ ὁμοίας γῆς εἰ δὲ μὴ ἐκ χείρονος λαμβάνειν· ἡ μὲν γὰρ οὐδεμίαν ποιή- σει μεταβολὴν ἡ δ᾽ ἐπὶ τὸ βέλτιον συντροφοῦντος· μέγα δὲ αἱ μεταβολαὶ ταῖς ἀσθενέσιν, ἀσθενὲς δὲ τὸ φυτόν. διὰ τοῦτο γὰρ καὶ τὰς θέσεις τῶν φυτευμάτων τὰς αὐ- τὰς ἀποδιδόασι κατὰ τὰ πρόσβορρα καὶ νότια καὶ πρὸς ἕω καὶ δυσμὰς ὡς ἐπὶ τῶν δένδρων εἶχε βουλόμενοι τηρεῖν μάλιστα καὶ μηθὲν τῆς φύσεως καὶ τῶν εἰωθότων μετακινεῖν ὡς οὐκ ἂν ῥᾳδίως ἐνεγκόντων μεταβολήν· ἐπεὶ καὶ τοὺς τόπους ὅτι μάλιστα ὁμοίους ζητοῦσι διὰ τὰς αὐτὰς αἰτίας καὶ προμοσχεύοντες φυτεύουσιν· ἰσχυρότερα γὰρ καὶ ὥσπερ ἤδη βεβιωκότα. καὶ τὰ φυτὰ μάλιστα μὲν ὑπόρριζα λαμβάνουσιν, ἔχει γὰρ εὐθὺς καὶ ἀρχάς· εἰ δὲ μὴ μᾶλλον ἀπὸ τῶν κάτω ἢ τῶν ἄνω καὶ γὰρ ταῦτα ἐμβιώτερά ἐστι πλὴν ἀμπέλου καὶ συκῆς καὶ εἴ τι ἄλλο ὑγρὸν ὥσπερ εἴρηται. τὰ γὰρ ὑγρὰ κάλλιον ἀπὸ τῶν ἄνω βλαστάνει τὰ δ᾽ ἄλλα διὰ τὴν ξηρότητα καὶ τὴν λεπτοδερμίαν τὰ μὲν ὅλως οὐ βλαστάνει τὰ δὲ χεῖρον· τὸ δ᾽ ὑπόρριζον ὡς προπεπονημένον τι τῆς φύσεως ἔχει καθάπερ τὸ μεμοσχευμένον ᾧ δεῖ χρῆσθαι. καὶ διὰ τοῦτο βέλτιον λέγουσιν ὀρθὰ κελεύοντες τὰ τοιαῦτα τιθέναι καὶ μὴ ὑποβάλλοντές τι μέρος ὥσπερ τοῖς ἀρρίζοις ὅπως ἡ ῥίζα βλαστάνῃ. συμβαίνειν γὰρ δοκεῖ πλαγίων τιθεμένων ἀφαυαίνεσθαι τὰς πρότερον, ἄτοπον δὲ ζητεῖν ἑτέρας ἀποβάλλοντα τὰς ὑπαρχούσας. ὀρθῶς δὲ καὶ τὸ μὴ πολὺ τῆς γῆς ὑπερέχειν τὸ φυτὸν, εἰ δὲ μὴ γίνεται δυσαυξὲς ὅταν ᾖ πλέον τοῦ τρεφομένου τὸ πονοῦν. ἔνια δὲ καὶ ἀφαυαίνεται καθάπερ ἡ συκῆ καὶ εἴ τι ἄλλο μανόν· ἅμα δὲ καὶ ἀθροωτέρα φέρεται μᾶλλον ἡ τροφὴ πρὸς τὴν βλάστησιν, ὃ καὶ ἐπὶ τῶν κατακοπτομένων συμβαίνει. τὰ γὰρ παρὰ τὴν γῆν ὅτι μάλιστα κοπέντα θᾶττον παραγίνεται τῶν ἐν ὕψει. φανερὸν δὲ καὶ ἐπὶ τῶν τῆς ἀμπέλου φυτῶν καὶ εἴ τι ἄλλο τομὴν ζητεῖ κατὰ τὴν φυτείαν. τῶν δὲ τῆς ἐλάας καὶ τῶν μυρρίνων καὶ ὅλως ὅσα φύεται μείζω πάντων ἀποστέγουσι τὰς τομὰς ὅπως μήθ᾽ ἥλιος μήθ᾽ ὕδωρ λάβῃ· κίνδυνος γὰρ νοσῆσαι ῥαγέν. περιαλείφουσι δὲ οἱ μὲν πηλὸν μόνον οἱ δὲ σκίλλαν ὑποτιθέντες εἶτ᾽ ἄνωθεν τὸν πηλὸν ἐπὶ τούτῳ δὲ τὸ ὄστρακον· δοκεῖ γὰρ ἡ μὲν σκίλλα χλωρὸν παρέχειν ὁ δὲ πηλὸς ἐκείνην τηρεῖν τὸ δ᾽ ὄστρακον τὸν πηλόν. Ἡ δὲ κόπρος ὅτι μὲν καὶ μανοῖ τὴν γῆν καὶ διαθερμαίνει δι᾽ ὧν ἀμφοτέρων ἡ εὐβλάστεια φανερόν. ὑπὲρ δε τῆς χρήσεως διαμφισβητοῦσι καὶ οὐχ ὡσαύτως χρῶνται πάντες ἀλλ᾽ οἱ μὲν εὐθὺς ἀναμίξαντες τῇ γῇ πρὸς τὸ φυτὸν προσβάλλουσιν οἱ δ᾽ ἀνὰ μέσον ποιοῦσι τῆς τε πρώτης γῆς καὶ τῆς ἐπ᾽ ἄνω· κάτωθεν γὰρ παραβαλλομένην εἰς τὸ ἄνω φέρεσθαί φασιν ὅταν ὕσῃ· βέλτιστον γὰρ εἶναι τὸν χυλὸν, ἄνωθεν δ᾽ ἐξικμάζεσθαι ὑπὸ τοῦ ἡλίου καὶ ὕοντος οὐ διϊκνεῖσθαι τὰ κάτω. πάντες δὲ τό γε τοσοῦτον συμφωνοῦσιν ὥστε μὴ δριμεῖαν καὶ ἰσχυρὰν ἀλλὰ κούφην δι᾽ ὃ καὶ μάλιστα χρῶνται τῇ τῶν λοφούρων· ἡ γὰρ δριμεῖα καὶ ἰσχυρὰ διαθερμαίνει μᾶλλον ἢ καὶ ξηραίνει. χρὴ δὲ καὶ πρὸς τὴν χώραν ἑκάστην ποιεῖν τὸ ἁρμόττον· οἷον ἐὰν μέν τις ἐν ἐμπύρῳ τόπῳ φυτεύῃ τοὺς γύρους ὕδατος ἐμπιπλάναι πρότριτα καὶ ἐπειδὰν ἀναπίωσι καταβάλλειν ὅπως ἔνικμος ἡ γῆ γενομένη μᾶλλον δέχηται καὶ καλλίω ποιῇ τὴν ῥίζωσν. ἐὰν δὲ ἐν ἁλμώδει ἢ ἐφάμμῳ λίθους περιτιθέναι περὶ τὸ πρέμνον τοῦ φυτευτηρίου καὶ περιχωννύναι γῆν ὅπως ἀποστέγωσι τὴν ἁλμυρίδα. συμφέρει δὲ καὶ ἄμμον ποτάμιον παραβάλλειν καὶ ψήφους ἐκ ποταμοῦ ἢ χαράδρας· ἀποστέγει γὰρ καὶ ταῦτα καὶ ἅμα δι᾽ αὐτῶν παρέχεταί τινα δύναμιν. ἐὰν δ᾽ ἐν ἐφύδρῳ καὶ ναματώδει τάφρους ὀρύσσοντα τὰς μὲν πλαγίους ἵνα τὸ ὕδωρ δέχωνται τὰς δὲ ὀρθίας καὶ λίθων πληροῦντα καὶ γῆς ὥστε μὴ ἅπτεσθαι τῆς σκαπάνης εἶτα ἄμμον ἐμβάλλοντα καὶ χοῦν· ἅπαντα γὰρ ταῦτα ὠφελεῖ πρὸς τὴν ὑπερβολήν. αἵ τε γὰρ πλάγιοι τάφροι δεχόμενοι τὸ ὕδωρ ξηροτέραν ποιοῦσι αἱ τ᾽ ὄρθιαι κάτω λίθους ἔχουσαι δέχονται τὴν συρροὴν, ἔτι δ᾽ ἡ ἄμμος καὶ ὁ χοῦς ἀναξηραίνουσι· διὰ τοῦτ᾽ οὐδ᾽ ἐάν που ἐνῶσι λίθοι ταῖς τοιαύταις οὐκ ἐκλεκτέοι, ὑπάρχει γὰρ φύσει τὸ βοηθοῦν· ὅλως ἐν ὁποιᾳοῦν ἐὰν ὀρύττων τις λίθους εὕρῃ ἢ τρόχμαλον ἢ ἄμμον ἢ γῆν μοχθηρὰν οὐκ ἄκος τὸ μὴ συμμιγνύναι μηδὲ σκεδαννύναι ταύτην ἀλλὰ τοσούτῳ βαθύτερον τὸν γύρον ἢ τὴν τάφρον ὀρύξαντα τόν τε τρόχμαλον ὑποστρωννύναι καὶ τὴν ἄμμον. ὁ μὲν γὰρ λίθος ὁ μὲν πλατὺς καὶ συμφυὴς βλάπτει τὰ δένδρα ὁ δὲ τρόχμαλος ὑποκάτω τεθεὶς ψύχος τε παρέχεται τό θ᾽ ὕδωρ δέχεται καὶ ταῖς ῥίζαις εὐδίοδον ποιεῖ τὸν τόπον. ἁπλῶς δὲ τούς γε λίθους ἐκλέγειν οὐδ᾽ ἐκ γῆς ψιλῆς οἴονταί τινες συμφέρειν· καὶ γὰρ ἀλέαν παρέχειν τοῦ χειμῶνος καὶ ψύχος τοῦ θέρους. ὁμοίως δὲ καὶ κατὰ τὰς ἄλλας διαφορὰς τῆς χώρας τὰ πρόσφορα ληπτέον. ὡς γὰρ ὅλως εἰπεῖν οὐδενὸς ἔλαττον ἀλλὰ πάντων πρῶτον καὶ μέγιστον τὸ δύνασθαι θεωρῆσαι ποῖον ἐν ποίᾳ χώρᾳ φυτευτέον οὐ μόνον ἁπλῶς ἀλλὰ καὶ αὐτῆς τῆς συνεχοῦς ὅταν ἀνωμαλὴς ᾖ κατὰ τοὺς τόπους ἑκάστους. ὥσπερ γὰρ λέγεται πολλάκις ἡ οἰκεία μεγίστην ἔχει ῥοπὴν καὶ πρὸς ἀντίληψιν καὶ πρὸς εὐκαρπίαν ὃ καὶ καθ᾽ ὅλων τῶν γενῶν ἐστιν καὶ ἐν αὐτοῖς τοῖς ὁμοειδέσιν. οἷον ὡς μὲν ἁπλῶς εἰπεῖν ἡ συκῆ φιλεῖ τοὺς ξηροὺς τόπους· οἱ γὰρ ὑγροὶ σήπουσιν ἢ οὐ καλῶς πεπαίνουσι διὰ τὸ καὶ αὐτὸν εἶναι τὸν καρπὸν ὑγρόν. οὐ μὴν ἀλλ᾽ ὅσαι γε ὑδρεύεσθαι ζητοῦσι καθάπερ ἡ λακωνικὴ τὰ ὕφυδρα ζητοῦσιν. ὡσαύτως δὲ καὶ τῶν ἀμπέλων αἱ μὲν στερεαὶ καὶ πυκναὶ καθάπερ καὶ πρότερον ἐλέχθη τὴν ὀρεινὴν μᾶλλον φιλοῦσιν αἱ δὲ μαναὶ καὶ ὑγραὶ τὴν πεδεινήν· ἑκατέραις γὰρ ἡ τροφὴ πρὸς τὴν φύσιν σύμμετρος ταῖς μὲν ἐλάττων οὖσα ταῖς δὲ πλείων. ὅλως δὲ τὰ ἀκρόδρυα καλὰ δοκεῖ περὶ τὰς ὑπωρείας γίνεσθαι· σημεῖα δὲ ποι οῦνται τὴν αὐτομάτην γένεσιν· ὅπου γὰρ ἡ φύσις αὐτὴ γεννᾷ τοῦτον οἰκειότατον εἶναι τόπον. αἱ δὲ καθ᾽ ἕκαστα διαφοραὶ δῆλον ὅτι κυριώταται· καὶ γὰρ ὑπώρειαι πολλαὶ καὶ παντοῖαι. καὶ τὸ ὅλον ὥσπερ μία τις αὕτη διαφορὰ καθ᾽ ὕψος καὶ ταπεινότητα πολλῶν οὐσῶν ἑτέρων καὶ μειζόνων ὥσπερ ἐν ταῖς ἱστορίαις εἴπομεν, ὧν οὐδεμίαν ἀθεώρητον εἶναι χρή. τὴν γοῦν λειμωνίαν καὶ ἔφυδρον σχεδὸν οἱ πλείους ὁμολογοῦσιν ἀγαθὴν εἶναι ταῖς ἀμπέλοις ὥσπερ καὶ τὴν εὔγειον ἐλάαις καὶ συκαῖς· αἱ μὲν γὰρ ὑγροτέρας δέονται καὶ μαλακωτέρας τροφῆς αἱ δὲ ξηροτέρας καὶ σωματωδεστέρας. ὅλως δ᾽ αἰεὶ τὰ μὲν ξηρὰ ξηρὰν ζητεῖ χώραν τὰ δὲ ὑγρὰ ὑγράν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἀρίστη πᾶσιν ἡ μανὴ καὶ κούφη καὶ ἔνικμος, εὐτραφὴς γὰρ μάλιστα καὶ εὐαυξὴς, εἰ μὴ ὅσα διὰ τὴν ἰσχὺν λαμβάνοντα πλῆθος τροφῆς ἐξυβρίζει καθάπερ ἡ ἀμυγδαλῆ. ταύτῃ γὰρ ἡ λεπτόγειος οἰκειοτέρα καὶ τόπος εὐδιεινὸς καὶ εὔειλος ἐναντίως δὲ τῇ εὐβοϊκῇ παλίσκιος καὶ δροσερός. οὐ μικρὸν δὲ οὐδὲ τὸ πρὸς τὰ πνεύματα καλῶς κεῖσθαι τοὺς τόπους ὥστε καὶ τοῦτο θεωρητέον. εὔπνουν μὲν γὰρ ἅπαντα ζητεῖ· τροφαί τε γὰρ ἐν τοῖς τοιούτοις βελτίους καὶ οἱ καρποὶ πεπειρότεροι. πνευματώδη δὲ καὶ προσήνεμον οὐδὲν ὡς εἰπεῖν τῶν γε ἡμέρων· ἀναυξῆ γὰρ καὶ μικρὰ καὶ καυλώδη γίνεται διὰ τὰς πληγὰς τὰς ὑπὸ τῶν πνευμάτων. ἔνια δὲ οὐδὲ τῶν ἀγρίων· οὐ γὰρ τελειοκαρπεῖ καθάπερ οὐδὲ τὴν εὐβοϊκήν φασιν ἀλλὰ μέχρι τοῦ ἄνθους ἀφικνεῖσθαι τὰς δ᾽ ἐν τοῖς ὑπηνέμοις εὐαυξεῖς τε καὶ πολυκάρπους γίνεσθαι. τὸ γὰρ ὅλον ὥσπερ πολλάκις εἴρηται συμμετρίας τινὸς ἔοικεν ἕκαστα δεῖσθαι πρὸς τὴν φύσιν ὁμοίως ἔν τε ταῖς ἄλλαις τροφαῖς καὶ ταῖς τοῦ ἀέρος μεταβολαῖς. ἀλλὰ τοῦτο μὲν ἂν εἴη καθόλου καὶ κοινόν. Τὰς δὲ μανότητας καὶ πυκνότητας τῶν φυτευομένων οὐχ οὕτω πρὸς τὸν τόπον ὡς πρὸς αὐτὰ τὰ φυτευόμενα σκεπτέον ὅσα τε φιλόσκια καὶ μὴ καὶ ὅσα μακρόρριζα καὶ βραχύρριζα· τὰ μὲν γὰρ δῆλον ὅτι μανὰ τὰ δὲ πυκνὰ φυτευτέον. φιλόσκια δὲ ὧν οἱ καρποὶ ξηροί τε καὶ πυρηνώδεις ὥσπερ ῥόας καὶ μυρρίνου καὶ ὅσα φύσει μανά τε καὶ ξηρὰ καὶ μὴ μακρόρριζα καθάπερ ἡ δάφνη. τῶν μὲν γὰρ ὁ καρπὸς ἡλιούμενος στρυφνὸς γίνεται τὰ δὲ ὥσπερ προβολῆς δεῖται καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα διὰ τὴν ἀσθένειαν· οὐκ ἐνοχλεῖ γὰρ τῷ ταρρῷ διὰ τὴν βραχυρριζίαν· καίτοι τινὲς ἅπαντα κελεύουσι διὰ πολλοῦ φυτεύειν ὅπως μὴ σύνταρρα γίνηται μηδ᾽ ἀναυξῆ τροφήν τ᾽ ἐλάττω λαμβάνοντα καὶ τοῦ πνεύματος ἀποκλειόμενα. οὐ μὴν ὀρθῶς γε λέγουσιν ἀλλ᾽ ἑκάτερα διαιρετέον ὥσπερ εἴρηται. χρὴ δὲ καὶ πρὸς τὸν τόπον ὁρῶντα ποιεῖσθαι τὰς ἀποστάσεις· ἐν γὰρ τοῖς ὀρεινοῖς ἐλάττους ἢ ἐν τοῖς πεδεινοῖς· ἐπ᾽ ἔλαττον γὰρ αἵ τε ῥίζαι προσαύξονται καὶ ἡ κόμη. ἅπαν δὲ φυτὸν ὅταν ἐκβλάστῃ τὸ πρῶτον ἐᾷν ῥιζωθῆναι μηδὲν κινοῦντα τῶν ἄνω καθάπερ ἐπὶ τῶν ἀμπέλων ποιοῦσιν ἀφιέντες τὰς ῥάχους, εἶθ᾽ ὅταν ἰσχύωσιν τότε περιαιρεῖν τὰ ἄνω καταλιπόντα τὰ κάλλιστα καὶ τὰ ἐπιτηδειότατα πεφυκότα. κατὰ γὰρ τὰ δένδρα τοῦτ᾽ ἀναγκαῖον οὐδ᾽ ὥσπερ ἐπὶ τῶν ἄλλων ἀφαιρεῖν ἐνδέχεται πάντα καὶ τέμνειν ἰσόγεων· ἀρριζώτου γὰρ ὄντος ἐὰν περιαιρῇ καὶ κινῇ τις ἀσθενὲς ὂν κινδυνεύσει μᾶλλον, ἐὰν δ᾽ ἐρριζωμένου καὶ ἰσχύοντος αὐτό τε ἀπαθὲς ἔσται καὶ τὴν τροφὴν ἀποδώσει πλείονα τοῖς καταλοίποις. ἡ δὲ ἀναγωγὴ καὶ ἣν καλοῦσιν οἱ πολλοὶ τῶν φυτῶν παιδείαν οἷον σχηματισμός ἐστι καὶ μόρφωσις τῶν δένδρων ὕψει τε καὶ ταπεινότητι καὶ πλάτει καὶ τοῖς ἄλλοις. ὡς δ᾽ ἐπὶ πᾶν ἐπιτέμνουσι τὰ ὑψηλὰ πλὴν ὅσα φύσει τοιαῦτα καὶ ἔστι καὶ βούλεται καθάπερ φοῖνιξ πεύκη κυ πάριττος. ἀκαρπότερα γὰρ γίνεται διὰ πολλοῦ τῆς τροφῆς ἰούσης καὶ ἐνταῦθα καταναλισκομένης ἀλλὰ δεῖ πολύκλαδα καὶ πολυβλαστῆ ποιεῖν· ἅμα γὰρ τῇ πολυκαρπίᾳ καὶ εὐτρυγητότερα καὶ τὸ ὅλον εὐθεραπευτότερα γίνεται, δι᾽ ὃ καὶ περιαιρετέον τὰς μὴ κατὰ καιρὸν βλαστήσεις. σχεδὸν δ᾽ ἡ τοιαύτη θεραπεία καὶ κατάστασις ὁμοία τῇ διακαθάρσει τυγχάνει τελείων ὄντων τῶν δένδρων· ὑπὲρ ἧς καὶ δεικτέον πρῶτον τῶν κατὰ τὰς θεραπείας εἶθ᾽ οὕτω περὶ τῶν ἄλλων. ὥσπερ γὰρ ἐφεξῆς ταῦτα τῶν περὶ τὴν φυτουργίαν ἐστί. κοινοτάτη μὲν οὖν καὶ μάλιστα ἔνδηλος ἐπὶ τῶν ἀμπέλων τυγχάνει· πάντες γὰρ χρῶνται καὶ πάντες ἀμπελουργοῦσιν ὑπ᾽ αὐτῆς ἀναγκαζόμενοι τῆς φύσεως διὰ τὴν εὐβλάστειαν καὶ πολυβλαστίαν· ὑπὲρ ἧς ἐπειδὴ καὶ ἐν τῇ κλάσει καὶ ἐν τοῖς ἄλλοις διηκρίβωται μάλισθ᾽ ἡ θεραπεία πειρατέον αὐτὰ καθ᾽ αὑτὰ θεωρεῖν ὕστερον· νῦν δ᾽ ὑπὲρ τῶν ἄλλων λέγωμεν. οὐδὲ γὰρ οὐδ᾽ ἐπὶ τούτων μικρόν ἐστι τὸ καταστήσασθαί πως τὰ δένδρα καὶ τὰ κακῶς πεφυκότα καὶ τὰ ἐμποδίζοντα τοὺς καρποὺς ἀφαιρεῖν. ἐμποδίζει γὰρ οὐ ταῦτα μόνον ἀλλὰ καὶ τὰ ἀπηρτημένα καὶ αὖα ὅλως τὰ παρακαίρως πεφυκότα. δι᾽ ὃ δεῖ ταῦτ᾽ ἐξαιροῦντα μετατιθέναι τὴν βλάστησιν εἰς τὸ δέον· ἔοικε γὰρ ὡστεπερ ὀχετεία τις εἶναι τῆς τροφῆς τῶν δένδρων ὅπως ἂν ἄγῃ τις· εἰς γὰρ τὰ καταλειπόμενα ῥεῖ καὶ ταῦτ᾽ αὔξει. τοῦτο δὲ ξυμβαίνει δι᾽ ὅτι τοῖς μέρεσιν ἄριστα πέφυκε καὶ ἔτι προσεπιβλαστάνει κατ᾽ ἐνιαυτόν· ἐπεὶ καὶ εἴ τις ἀεὶ βούλεται κολούειν τὰ ἄνω πρὸς τὰς ῥίζας ἡ τροφὴ πᾶσα φέρεται κἀκεῖναι λαμβάνουσιν αὔξησιν ὥστε συνταρροῦσθαι τὰ χωρία, καὶ τέλος ἀναυξῆ γίνεται τὰ ἄνω πάσης ἐνταῦθ᾽ ὡρμηκυίας τῆς τροφῆς· οἷον γὰρ ἤδη φύσις γέγονε χρονισθέντων. ἡ μὲν οὖν ἄμπελος ἀεὶ τὴν τομὴν ἐπιζητεῖ κατ᾽ ἐνιαυτὸν διὰ τὸ εὐαυξὲς τὰ δὲ ἄλλα τὰ μὲν παρ᾽ ἔτος τὰ δὲ διὰ τετραετίας, οὐδὲν γὰρ οὕτως εὐαυξές· ἐπεὶ εἴ γέ τι τοιοῦτον εἴη δέοιτ᾽ ἄν. ἀφαιρεῖν ἀπὸ τῶν ὑγρῶν περίεργον ἅμα δ᾽ ἡ ἕλκωσις πόνον παρέχει καὶ κακοῖ τὰ δένδρα, δι᾽ ὃ καὶ μετὰ τὴν διακάθαρσιν εὐθὺς οἴονται δεῖν κοπρίζειν καὶ τὴν ἄλλην ἀποδιδόναι θεραπείαν ὅπως ἐπαναλάβωσι τῇ τροφῇ τὴν κακοπάθειαν ἀλλὰ μόνον τό γε συνεχὲς ἐν τῇ τῶν αὔων ἀφαιρέσει ποιεῖσθαι· ταῦτα γὰρ οὔτε πόνον ποιεῖ τῇ ἑλκώσει κωλύει τε προσηρτημένα τὰς τροφάς. ἐν δὲ τῇ διακαθάρσει τά τε μὴ κάρπιμα διαιρετέον καὶ ὅσα τῶν ἑτέρων αὔξησιν ἀφαιρεῖται καὶ ὅσα διαπέφυκεν, ἐν τοῖς ἔξω γὰρ δεῖ τὴν βλάστησιν εἶναι, καὶ ἔτι τὰ πυκνὰ καὶ ἀλλήλοις ἐπιβάλλοντα καὶ ὅσα τὴν ἔκφυσιν ἐκ τῶν μέσων ἔχει· πάντα γὰρ ταῦτα καὶ τὸ πνεῦμα καὶ τὸν ἥλιον ἀφαιρεῖται. δεῖ δὲ καὶ εὔπνουν εἶναι καὶ πρόσειλον τὸ δένδρον δι᾽ ὃ καὶ οὐ κακῶς οἱ οὕτω ῥυθμίζοντες ὥστε πρὸς μεσημβρίαν βλέπειν, καθάπερ οἱ τὰς συκᾶς καὶ τὰ ἄλλα καὶ μάλιστα τὴν ἐλάαν. ἐπεὶ δ᾽ ἐπίπονος ἡ διακάθαρσις διὰ τὰς πληγὰς διὰ τοῦτ᾽ οὐ τὴν τυχοῦσαν ὥραν ἀλλὰ τὴν μετὰ πλειάδα ληπτέον· ἰσχυρότατα γὰρ τότε καὶ μάλιστα αὑτῶν τὰ δένδρα καταναλωκότα τὸ ὑγρὸν εἰς τοὺς καρποὺς ἕτερον δὲ οὐδέπω δεδεγμένα. τὰ δ᾽ ὀψικαρπότερα δῆλον ὅτι κατὰ λόγον μετὰ τὴν τῶν καρπῶν ἀφαίρεσιν. ἴδιον δ᾽ ἐπὶ τῆς συκῆς· μόνη γὰρ διακαθαίρεται μικρὸν πρὸ τῆς βλαστήσεως· αἴτιον δ᾽ ὅτι τότε μάλιστα εὐσύμφυτος· δεῖ δὲ τοῦτο σπεύδειν, ἀσθενὲς γὰρ ὂν καὶ μανὸν πονεῖ μάλιστα διὰ τοῦ μετοπώρου καὶ περὶ πλειάδα ξηροτέρας οὔσης τῆς ὥρας οὐ δυναμένη συμφῦναι σήπεταί τε παραρρέοντος τοῦ ὕδατος καὶ ὑπὸ τῶν χειμώνων κακοπαθεῖ καὶ τὸ ὅλον διαφθείρεται. τοῦτο μὲν οὖν ἴδιον τῶν ἀσθενῶν καὶ μανῶν. οὐκ ἴση δὲ πάντων ἡ ἀφαίρεσις ἀλλὰ πλείων τῶν μᾶλλον δεομέ- νων. δεῖται δὲ τὰ εὐβλαστοῦντα πολλῆς γινομένης οἷον ἐλάα δοκεῖ καὶ ῥόα καὶ μύρρινος· ὅσῳ γὰρ ἄν τις ἐλάττω τούτοις καταλίπῃ βέλτιον βλαστάνει καὶ τοὺς καρποὺς φέρει βέλτιον· τοῦτο δ᾽ ὅτι πυκνόβλαστα καὶ λεπτόβλαστά ἐστι καὶ ταχὺ παραυαινόμενα δι᾽ ὃ καὶ φρυγανικώτατα πάντων τῇ προσόψει. χρὴ δ᾽ ἐλάττονος ὅσα πρὸς τὰς τομὰς ἀσθενῆ καθάπερ ἄπιος καὶ μηλέα καὶ εἴ τι ἄλλο ξηρὸν καὶ λεπτόφλοιον, καὶ γὰρ ταῦτα πονεῖ· δι᾽ ὃ καὶ τὰ αὖα τούτων ἢ ταῖς χερσὶν ἀφαιρεῖν ὥσπερ ἐλέχθη τινὲς κελεύουσιν ἢ τοῖς σιδήροις ὡς ἐλαφρότατα· κίνδυνος γὰρ ἅμα τῷ πόνῳ διὰ τὴν ἕλκωσιν. ὥσπερ γὰρ καὶ τῶν ῥιζῶν ἐν τῇ σκαπάνῃ τιτρωσκομένων χείρω γίνεται πολλάκις δὲ καὶ νοσεῖ καὶ ἀφαυαίνεται, τὸν αὐτὸν τρόπον οἴεσθαι χρὴ καὶ ἀπὸ τῶν ἄνωθεν ἐν τοῖς μὴ δυναμένοις φέρειν. καὶ περὶ μὲν καθάρσεως ἀρκείτω τὰ εἰρημένα. Ῥιζοτομεῖται δὲ μετὰ τὴν φυτείαν καὶ ὅταν ᾖ νέα πάνθ᾽ ὡς εἰπεῖν ὅπως τε κατὰ βάθους ὠθῶνται καὶ πλείω λαμβάνωσιν αὔξησιν, μάλιστα δ᾽ ὧν ἐπιπολῆς αἱ ῥίζαι καθάπερ ἐλάα καὶ ἄμπελος. ὅταν δὲ πρεσβύτερα γένηται τὰς μὲν ἐπετείους καὶ ὅλως τὰς ἐπιπολῆς ἀφαιρετέον ὅπως αἱ κάτω πλείους καὶ ἰσχυρότεραι γίγνωνται· φθείρουσι γὰρ ἐκεῖναι ταύτας καὶ ἐμποδίζουσιν αὐταὶ δ᾽ οὐ δύνανται παρέχειν τροφὴν ἀλλὰ καὶ πονοῦσι καὶ ὑπὸ τοῦ ἡλίου καὶ ὑπὸ τοῦ ψύχους. ἀφαιρετέον δὲ καὶ τὰς αὔας· προσηρτημέναι γὰρ καὶ ἄλλως λυμαίνονται καὶ σκώληκας ἐμποιοῦσι τοῖς δένδροις. τὰς δὲ ἄλλας οὐ κινητέον· οὐδὲ γὰρ τὴν διακάθαρσιν ἔστιν ὥσπερ τῶν ἄνω ποιεῖσθαι· καὶ γὰρ τὸ γυμνοῦν ἐπὶ πλέον χαλεπὸν καὶ ὅλως οὐκ εὔσημον ὅθεν ἀφαιρετέον. ἅμα δὲ καὶ ὁποθενοῦν φυομένη μόνον δὲ ἰσχύουσα τὴν τροφὴν ἀποδώσει, κάλλιον δ᾽ ἐὰν παντα χόθεν· τὸ δὲ δὴ μῆκος καὶ πλάτος ὅσῳ ἂν ᾖ πλέον ὠφελιμώτερον ὥστε τὰ πρὸς τὴν βλάστησιν καὶ τὴν εὐτροφίαν μόνον δεῖ παρασκευάζειν. περὶ δὲ ἀρδεύσεως καὶ ὑδάτων σχεδὸν εἴρηται πρότερον. ὅσα γὰρ ἐν τοῖς οὐρανίοις ὠφέλιμα κατὰ ποίας ὥρας ἢ ἔτους ἢ νύκτωρ ἢ μεθ᾽ ἡμέραν δῆλον ὅτι καὶ ἐν τοῖς ἐπιρρύτοις καὶ ὀχετευομένοις ὁμοίως ἔσται. τοῦ δὲ θέρους εὐλόγως μάλιστα χρῶνται διὰ τὴν σπάνιν τῶν ἐκ διὸς καὶ ἅμα πρὸς τὴν ἐκτροφὴν τῶν καρπῶν ἀναγκαῖον. οἱ δὲ καὶ οἴονται τότε μάλιστα δεῖσθαι πλείστης ἀφαιρέσεως καὶ κυριωτάτης γινομένης. ἰσχυρὸν δ᾽ ὥσπερ ἐν τοῖς ἄλλοις καὶ ἐν τούτοις τὸ ἔθος, οἷον γὰρ φύσις γίνεται. δι᾽ ὃ καὶ τὰ ἐν τοῖς ξηροῖς καὶ ἀνύδροις οὐδὲν ζητεῖ πλὴν τὸ ἀναγκαῖον καὶ χείρω γίνεται βρεχόμενα καθάπερ τὰ εἰωθότα μὴ βρέχεσθαι. καὶ κίνδυνος δὲ ἐὰν μὴ συνεχῶς ἀποδιδῷ βρέχειν ἀρξάμενος. ἐκείνην τε γὰρ ἀφαιρεῖται τὴν ἰσχὺν καὶ τὴν τροφὴν καὶ ἑτέραν οὐ διδοὺς ἀμφοτέρων ἀφαιρέσει ἁμαρτάνει, ὥστε πολλάκις ὑπὸ τῶν καυμάτων αὐαίνεται. σχεδὸν δὲ οἱ καρποὶ χείρους τῶν γε πλεῖστον βρεχομένων, ἐὰν δὲ σύμμετρον λάβῃ πλείους καὶ πολλῷ καλλίους. Περὶ δὲ κοπρίσεως ἀκολούθως δῆλον ὅτι τῇ διακαθάρσει λεκτέον τοὺς χρόνους ἄλλως τε εἰ καὶ μετ᾽ ἐκείνην εὐθὺς κοπρίζειν δεῖ· ἅμα δὲ καὶ οὐδ᾽ ἂν δύναιντο δέχεσθαι συνεχῶς ἀλλ᾽ ἀφαυαίνονται διὰ τὴν θερμότητα. τὸ γὰρ τὴν ψιλὴν κοπρίζειν οὐχ ὅμοιον· ἐν ἐκείνῃ μὲν γὰρ εἰς πολλὰ μερίζεται καὶ ἐξαναλίσκεται τὰ δεχόμενα τῶν σπερμάτων ἐνταῦθα δὲ εἰς αὐτὰς τὰς ῥίζας δύεται καὶ οὐ δύναται πᾶν διαδιδόναι τοῖς καρποῖς οὐχ ὁμοίως εὔτροφον ὂν οὐδὲ πολύχουν ὥστε πάλιν ἄλλης καὶ ἄλλης ἐπιγινομένης ὡς ἐκθερμαινόμενον αὐαίνεται. ἐπεὶ καὶ ὁ σῖτος, ἄν τις κατακόρως χρῆται καὶ μὴ ἐπιγίνηται πλῆθος ὕδατος· δι᾽ ὃ καὶ ταῖς ἐπομβρίαις χρησιμώτερος ὅ γε συνεχὴς καὶ πλείων κοπρισμὸς ἐν δὲ ταῖς αὐχμώδεσι καὶ λεπταῖς ὁ σύμμετρος. διὰ ταῦτα δὲ ἴσως οὐδὲ ἡ δριμυτάτη τοῖς δένδροις ἁρμόττει. καίτοι δόξειεν ἂν ἄτοπον εἶναι τὸ μὴ τοῖς ἰσχυροτάτοις τὴν ἰσχυροτάτην· ἀλλ᾽ ἐν τῷ προειρημένῳ τὸ αἴτιον ληπτέον. ἐπεὶ καὶ τοῖς λαχάνοις διὰ τοῦθ᾽ ἁρμόττει μεθ᾽ ὑδρείας ἡ χύλωσις καὶ ὅλως ὅτι πολλῷ τῷ ὑγρῷ χρῶνται καὶ καθ᾽ ἡμέραν καὶ αὐτὰ φύσει ὑγρά· φυλλοφορεῖν γὰρ ἐθέλουσι οὐ καρπογονεῖν αὐτά. οὐ μὴν ἀλλ᾽ ἐνίαις γε χρῶνται καὶ πρὸς τὰ δένδρα τῶν ἰσχυροτέρων καὶ μάλιστα εἰς μαλακότητα καὶ μεταβολὴν τῶν καρπῶν οἷον ὑείᾳ πρὸς τὸ γλυκαίνειν καὶ ἀπυρήνους ποιεῖν τὰς ῥόας καὶ τὰς ἀμυγδαλᾶς ἐκ πικρῶν γλυκείας καὶ ὡς παρὰ τοὺς μυρρίνους κελεύουσιν ἰσχυροτέραν ἔτι παραβάλλειν οἷον τὴν βυρσοδεψικὴν καὶ οὖρον παραχεῖν ὅταν ἐκβλαστήσωσιν ὡς ἂν ἀπυρήνων γινομένων· οἱ δὲ καὶ ἐλάᾳ συμφέρειν οἴονται πρὸς εὐκαρπίαν. ἔοικε δὲ καὶ τὸ ἐν τῇ ἀρχῇ μέγα διαφέρειν, εἴ γε καὶ τὰ τῶν σικύων σπέρματα γάλακτι βρεχόμενα καὶ μελικράτῳ γλυκυτέρους ποιεῖ. νομίσειε δ᾽ ἄν τις ταῦτα καὶ ἐπὶ τῶν ἄλλων γίνεσθαι λαχάνων, ἀλλ᾽ ἴσως τὸ δριμὺ χρησιμώτερον. ἡ δὲ ῥίζα τῶν δένδρων ἀρχή τις οὖσα καὶ τὰ περικάρπια συνεξομοιοῖ τὰ ἐφ᾽ ἑαυτῆς. περὶ μὲν οὖν τούτων καὶ πρότερον εἴρηται. τὴν δὲ χρησίμην ἀεὶ πρὸς τὰς δυνάμεις ἀποδοτέον τῆς μὲν δριμυτέρας ἐλάττονα τῆς δὲ μαλακωτέρας πλείονα. δεῖ δὲ καὶ τὴν πρόσφορον ἑκάστοις τῶν δένδρων μὴ ἀγνοεῖν· οὐ γὰρ ὥσπερ ὕδωρ τὸ αὐτὸ πᾶσιν οὕτω καὶ κόπρος ἀλλ᾽ ὥσπερ τὰ ἐδάφη πρὸς ἕκαστον οἰκεῖα οὕτω καὶ ἡ κόπρος. ἐπεὶ καὶ κατὰ τὰς ἡλικίας τῶν δένδρων ἐστί τις διαφορά· δι᾽ ὃ καὶ φυτεύοντες ὑποβάλλουσιν εὐθὺς ὥσπερ ἐλέχθη τὴν τῶν λοφούρων ὅτι κουφοτάτη, τὸ δ᾽ ἀσθενὲς κουφοτάτης δεῖται. τὸ δ᾽ ὅλον ἐν ταῖς θεραπείαις τῶν δένδρων ὅσα μὲν κοινὰ πᾶσίν ἐστι ταῦτα τῷ ποσῷ καὶ τῷ ποιῷ διοίσει καὶ τοῖς καιροῖς οἷον τομὴ διακάθαρσις σκαπάνη κόπρισις. ταῖς δ᾽ οὖν ἀμπέλοις ἢ διὰ τεττάρων ἢ πλειόνων ἐτῶν παραβάλλουσι κόπρον· οὐ γὰρ δύνανται φέρειν δι᾽ ἐλαττόνων οὐδ᾽ ἔστι βοήθεια καθάπερ τοῖς δένδροις ἡ ὕδρευσις ἀλλ᾽ ἐκκαίονται. δι᾽ ὃ καθάπερ ἐλέχθη ταῖς ἐπομβρίαις χώραις συμφέρει μᾶλλον· ἄλλως γὰρ κίνδυνος μὴ ἐπιγινομένων τῶν ἐκ διός. Σκαπάνη δὲ πᾶσι συμφέρει· τά τε γὰρ ἐμποδίζοντα καὶ τὰ παραιρούμενα τὰς τροφὰς ἐξαιρεῖ καὶ αὐτὴν τὴν γῆν ἐνικμοτέραν ποιεῖ καὶ κουφοτέραν· ἔτι δ᾽ ὁ ἀὴρ ἐγκαταμιγνύμενος, ἀνάγκη γὰρ ἐγκαταμίγνυσθαι κινουμένης, ἰκμάδα τέ τινα δίδωσι καὶ παρέχει τροφήν. δι᾽ ὃ καὶ τὴν αὐχμώδη καὶ ἄνυδρον σκάπτειν δεῖ καὶ μεταβάλλειν πολλάκις ὥσπερ καὶ πρότερον εἴρηται. συμφέρει δ᾽ ἡ σκαπάνη καὶ τοῖς ἑλώδεσι καὶ τοῖς ἐφύδροις. καίτοι δόξειεν ἂν ἄτοπον εἰ τοῖς ἐναντίοις· ἀλλ᾽ οὐδὲν ἄτοπον, τὴν μὲν γὰρ ξηραίνει τὴν δ᾽ ὑγραίνει, δεῖται δ᾽ ἑκάτερα τοῦ ἐναντίου. τροφῆς δὲ πλείονος καὶ βελτίονος γινομένης αὐτὸ τὸ δένδρον εὐθενεῖ καὶ οἱ καρποὶ καλλίους· ποιεῖ γὰρ καὶ τοὺς πυρῆνας ἐλάττους καὶ ὅσων ξυλώδη καὶ δερματικὰ τὰ ἐκτὸς οἷον ἀμυγδαλῆς καρύας εὐβοϊκῆς τούτων λεπτότερα ταῦτα τὰ δ᾽ ἐντὸς μείζω. τὸ γὰρ ὅλον ἡ εὐτροφία διϋγραίνει καὶ τὸ σαρκῶδες αὔξει. διὰ ταῦτα καὶ κατὰ λόγον ἀμφοῖν τὸ συμβαῖνον. ποιεῖ δὲ καὶ εὐχυλότερα καὶ μείζω καὶ ἡδίω μετὰ τῆς ἄλλης θεραπείας ὅτι καὶ τροφὴ πλείων καὶ πέψις γίνεται μᾶλλον. ἐπὶ δὲ τοῦ κράνου, περὶ τούτου γὰρ μάλιστα ἀντιλέγεται, δῆλον εἴπερ ὡς ἀληθῶς πλεῖον ἀναλαμβάνει τῆς συμμέτρου τροφῆς, ὡς ἧτ τον ποιεῖ εὔχυλον. ὅπερ καὶ ἐπ᾽ ἄλλων συμβαίνει περικαρπίων ἐν ταῖς πιείραις λίαν χώραις καὶ εὐτρόφοις. ἡ μὲν οὖν σκαπάνη πάντα ταῦτα συναπεργάζεται καὶ τὸ ὅλον ὠφελεῖ διὰ τὸ ἐξαιρεῖν τὰ παραιρούμενα· ἐπεὶ καὶ τὰ παραφυτευόμενα καὶ τὰ παρασπειρόμενα διὰ τοῦτο βλάπτει πάντα τὰ δὲ καὶ ὅλως ἀναιρεῖ πλὴν ὅσα γ᾽ ἐν φαρμάκου μέρει· λέγω δ᾽ ὡς οἱ τὰς κριθὰς ἐπισπείροντες τοῖς τῶν ἀμπέλων φυτοῖς ἢ εἴ τι ἄλλο ξηρὸν ὅπως τῆς ὑγρότητος τὸ πλῆθος ἀφαιρεθῇ, καὶ ὡς ταῖς ῥαφανίσι τοὺς ὀρόβους πρὸς τὸ μὴ κατεσθίεσθαι καὶ εἰ δή τι ἄλλο τοιοῦτον· καὶ ὅσα προσφιλῆ τυγχάνει καθάπερ δοκεῖ τῶν δένδρων ἐλάα καὶ μύρρινος· τάς τε γὰρ ῥίζας συμπλέκεσθαί φησι τῶν δένδρων Ἀνδροτίων καὶ τὰς τοῦ μυρρίνου ῥάβδους φύεσθαι διὰ τῶν ἀκρεμόνων τῆς ἐλάας, τόν τε καρπὸν ἔχοντα τοῦ ἡλίου καὶ τῶν ἀνέμων προβολὴν τὴν ἐλάαν ἁπαλὸν γίνεσθαι καὶ γλυκὺν ἐλάττω δὲ τοῦ ἐν τοῖς προσείλοις. ἄλλο δ᾽ οὐδὲν ἐθέλει φυτεύεσθαι πρὸς ταῖς ἐλάαις. εὐμενὲς δὲ καὶ ἡ πεύκη δοκεῖ πᾶσιν εἶναι διά τε τὸ μονόρριζος εἶναι καὶ βαθύρριζος· ὑποφυτεύεται γὰρ ὑπ᾽ αὐτῇ καὶ μύρρινος καὶ δάφνη καὶ ἕτερα πλείω καὶ αὔξησιν λαμβάνει. καὶ φανερὸν ὅτι μᾶλλον παροχλοῦσιν αἱ ῥίζαι τῆς σκιᾶς· σκιὰν γὰρ πολλὴν ποιεῖ ἡ πεύκη. κατὰ λόγον δὲ καὶ τὰ ἄλλα τὰ ὀλιγόρριζα καὶ βαθύρριζα καὶ πρὸς τούτοις ὧν μὴ κατὰ τὴν αὐτὴν ὥραν ἡ βλάστησις καὶ καρποτοκία· τροφήν τε γὰρ ἐλαχίστην παραιρεῖται ταῦτα καὶ παραλλάττοντες οἱ χρόνοι τῇ τε βλαστήσει καὶ τῇ τελειώσει τῶν καρπῶν ἧττον λυποῦσι. χαλεπώτατα δὲ καὶ ἀμπέλῳ καὶ τοῖς ἄλλοις συκῆ καὶ ἐλάα· καὶ γὰρ τροφὴν πολλὴν ἀμφότερα λαμβάνει καὶ σκιὰν παρέχει πλείστην· χαλεπὸν δὲ καὶ ἡ ἀμυγδαλῆ διά τε τὴν ἰσχὺν καὶ διὰ τὴν πολυρριζίαν. καίτοι φυτεύουσί τινες ἐν ταῖς ἀμπέλοις ὡς ἀσι νέστατον τροφῆς τε ἐλαφρᾶς δεομένην καὶ ἅμα διὰ τὸ πρωΐκαρπον καὶ μὴ παλίσκιον ἥκιστα ἐνοχλοῦσαν· οὐ μὴν ὀρθῶς κελεύουσιν. οὐ γὰρ οὕτως ἡ σκιὰ λυπεῖ καθάπερ εἴρηται καὶ τὸ ὄψιον ὡς ἡ ἰσχὺς τῶν ῥιζῶν· ἀφαιρεῖται γὰρ τὴν τροφὴν συντάρρων γινομένων. ἀλλὰ κουφότατον καὶ ἀσινέστατον πάντων ἐστὶ μηλέα καὶ ῥόα· καὶ γὰρ οὐ πολύρριζα καὶ τροφῆς ἐλαφρᾶς δεῖται καὶ ταχὺ γηράσκουσιν ὥστε μὴ πολὺν χρόνον ἐνοχλεῖν. ἁπλῶς δ᾽ ἅπαντα ἐπισινῆ καὶ βλάπτει τῇ παραφύσει. καίτοι συμβαίνει γ᾽ ἐνίοτε τῶν παραφύτων παραιρουμένου θατέρου καὶ θάτερον αὐαίνεσθαι· τοῦτο γὰρ ἤδη τινὶ συνέπεσεν ἅμα πεφυκυιῶν ἀναδενδράδων καὶ συκῶν ὡς αἱ συκαῖ παρῃρέθησαν· αἴτιον δ᾽ ὅτι μεγάλην ἐποίησε μεταβολὴν συνηυξημένων ἤδη καὶ συντεθραμμένων· ὥσπερ γὰρ μία φύσις ἐγεγένητο διὰ τὸν χρόνον. ἐπεὶ νέων ὄντων εἴ τις παρεῖλεν οὐχ ὅτι ἂν ἀφαύανεν ἀλλὰ καὶ εὐαυξεστέρας καὶ καλλίους ἐποίησε. καὶ περὶ μὲν τῶν ἄλλων δένδρων ἐκ τούτων θεωρείσθω. Περὶ δὲ ἀμπέλων ὅσα μὴ κοινὰ καὶ ἐν τοῖς πρότερον εἴρηται λεκτέον ὁμοίως. ἐπεὶ δὲ καὶ τὰ γένη διαφέρει καὶ αἱ χῶραι τοῦτο χρὴ πειρᾶσθαι διαιρεῖν τὰ ποῖα ταῖς ποίαις οἰκεῖα. κατὰ φύσιν μὲν γὰρ ἐὰν φυτεύῃ τις ἀγαθὰ, παρὰ φύσιν δὲ ἄκαρπα γίνεται. τὸ δὲ κατὰ φύσιν σχεδὸν καθ᾽ ὁμοιότητά τινα λαμβάνουσιν ὥσπερ εἴπομεν, ἐν μὲν τῇ στερεᾷ καὶ αὐχμώδει τὰ στερεὰ καὶ τὰ τῶν λευκῶν καὶ τῶν μελάνων, ὡς δ᾽ ἐπὶ τὸ πᾶν τὰ μέλανα στερεώτερα, ἐν δὲ τῇ ἐπόμβρῳ τὰ μανά. διάδηλα δὲ τὰ πυκνὰ καὶ τὰ μανὰ ταῖς μήτραις ἃς δεῖ θεωρεῖν ἀποτέμνοντας τὰ νέα τῶν κλημάτων· ἔχει γὰρ ἡ μὲν μανὴ πολλὴν τὸ δὲ ξύλον λεπτὸν ἡ δὲ πυκνὴ μικρὰν τὸ δὲ ξύλον παχύ. ὅτι δὲ ἑκάτερον ἑκατέρᾳ τῇ χώρα συμφέρει διὰ τῶνδε φανερόν· ὧν μὲν γὰρ ἡ μήτρα μεγάλη τούτων καὶ οἱ πόροι πολλοὶ καὶ εὐρέες, ὧν δὲ μικρὰ στενοί τε καὶ ὀλίγοι· δι᾽ ὃ καὶ διὰ τοῦ ἔαρος τροφῆς ἐλάττονος δεῖται τὰ πυκνὰ καὶ ἅμα διατηρεῖν δύναται τὸ ὑγρὸν εἰς τὸ θέρος· ὁ γὰρ ἥλιος οὐχ ὁμοίως ἐξάγει διὰ τὴν πυκνότητα, δι᾽ ὃ μικρᾶς τῆς ἀφαιρέσεως οὔσης ὀλίγης δὲ τῆς ἐπιρροῆς διὰ τὴν ξηρότητα τῆς γῆς τά τε κλήματα ἀσθενῆ καὶ τοὺς καρποὺς ἀτελεῖς φέρουσι. τῇ δὲ ἐπόμβρῳ προσφορώτατον τὸ γένος ἅτε πολλῆς τροφῆς δεόμενον καὶ μεγάλης ἀφαιρέσεως γινομένης, ὁ ἥλιος ἐξάγει γὰρ, τοσούτῳ μᾶλλον ἐπιδίδωσι καὶ εἰς μέγεθος καὶ εἰς εὐκαρπίαν ἄφθονον μὲν τροφὴν ἔχουσα ταύτης τε κατακρατοῦσα καὶ πέττουσα ῥᾳδίως. διὰ τοῦτο γὰρ καὶ ἡ λειμωνία δοκεῖ ταῖς ἀμπέλοις εἶναι καὶ κρατίστη δι᾽ ὅτι πρὸς τῷ κούφη καὶ μὴ πίειρα εἶναι καὶ ἔφυδρός ἐστιν ὥστε μὴ δύνασθαι τὸ οὐράνιον ὕδωρ διϊκνεῖσθαι πρὸς τὸ ἐκ τῆς γῆς, ἡ δὲ ἄμπελος ὕδατος πλείστου δεῖται διὰ τὸ καὶ ἐν τῷ καρπῷ πλεῖστον ἔχειν τὸ ὑγρόν· ἔτι δὲ μάλιστ᾽ ἀντέχειν δύναται ἐν ταῖς ἐπομβρίαις. ἐὰν δὲ ἡ χώρα μήτε αὐχμηρὰ μήτε ἔπομβρος ἀλλὰ μέση τυγχάνῃ τὰ ἀνὰ μέσον φυτεύειν ὅσα μήτε πυκνὰ μήτε μανά. γένη μὲν οὖν πρὸς ἑκάστην ταῦτα οἰκεῖα διαιρεῖται. περὶ δὲ τῶν σπερμάτων ἐπείπερ ἰσχυρότατα δεῖ διὰ τοῦτό τινες κελεύουσιν ὡς ἐκ ψυχροτάτης χώρας λαμβάνειν· πυκνότατα γὰρ ὄντα μᾶλλον ἀντέχειν ὥστε καὶ ἐν ταῖς λεπταῖς ἀντιλαμβάνεσθαι καὶ ἐν ταῖς ἐπομβρίαις μὴ ἐκσήπεσθαι. διὰ τοῦτο γὰρ καὶ τὰ μοσχεύματα δεῖν ἐς τὰς ἐπομβρίους μᾶλλον ἐμβάλλειν ἢ τὰ φυτεύματα πάντων τῶν δένδρων ὅτι τὰς ῥίζας τὰς καθιεμένας τῶν φυτευμάτων ἀσθενεῖς οὔσας ἐκσήπει τὰ δὲ τῶν μεμοσχευμένων ἰσχυρότερα καὶ εὐθὺς ἀντιλαμβάνεται. τὰ δὲ πάχη τῶν φυτῶν εἰς μὲν τὴν ἔπομβρον οἰκεῖα· δεῖ γὰρ ὅτι μάλιστα ἰσχυρὰ καθάπερ λέγο μεν· εἰς δὲ τὴν αὐχμηρὰν μήτε παχέα μήτε ἄγαν λεπτά· τὰ μὲν γὰρ οὐκ ἂν δύναιντο σῆψαι τὰ δὲ ἀσθενῆ κίνδυνος μὴ πρὸ τῆς βλαστήσεως ἀποξηρανθῇ. παραλλάττουσι δὲ καὶ οἱ χρόνοι τῆς φυτείας καθ᾽ ἑκάτερον· τὴν μὲν γὰρ ἔπομβρον καὶ ψυχρὰν ὀλίγον πρὸ ἰσημερίας δεῖ, τότε γὰρ ξηροτάτη καὶ θερμοτάτη· τὴν δ᾽ αὐχμηρὰν καὶ θερμὴν μεθ᾽ ἡλίου τροπάς· ὅσῳ γὰρ ἂν μᾶλλον βρέχηται τοσούτῳ βελτίων ἡ βλάστησις· τὴν δ᾽ ἄλλην ἅπασαν τεκμαιρόμενον πρὸς τοῦτο τὸν χρόνον. Χρὴ δὲ καὶ τὴν ἐργασίαν ποιεῖσθαι πρὸς τὴν χώραν εὐθὺς ἀπ᾽ αὐτῶν τῶν γύρων ἀρξαμένους· οἷον ἐν τῇ ἐπόμβρῳ μήτε μεγάλους ὀρύττοντας μήτε βαθεῖς ὅπως μὴ πολὺ συνιστάμενον ἐκσήπῃ τὸ ὕδωρ· διὰ τοῦτο γὰρ ἐὰν σφόδρα κάτομβρος ᾖ τοῖς παττάλοις τοῖς σιδηροῖς φυτεύουσι. μηδὲ δὴ συσκάπτειν αὐτοετεὶ μηδὲ τῷ ὕστερον ὅπως μάλισθ᾽ ὁ ἥλιος ξηραίνῃ τὴν κατὰ τὸ φυτὸν γῆν· ἐὰν δὲ αὐχμηρὰ καὶ ξηρὰ δῆλον ὡς ἐναντίως. οὐ γὰρ γύρους ἀλλὰ πᾶσαν εἰ δύνατον ὀρυκτέον ἵν᾽ ὡς μάλιστα συνεργασθεῖσα δέχηται τὸ ὕδωρ. εἰ δὲ μὴ τάφρους ὡς βαθυτάτας καὶ μεγίστας ποιοῦντα συσκάπτειν ὅτι μάλιστα πρὸς αὐτὸ τὸ φυτὸν ὅπως ἥκιστα διαθερμαίνηται τοῦ θέρους. ὁμοίως δὲ καὶ τἆλλα τὰ τούτοις ἀκόλουθα ποιεῖν. ὡς γὰρ ἁπλῶς εἰπεῖν ἀληθὲς τὸ καὶ πρότερον λεχθὲν ὅτι δεῖ ταῖς ἐργασίαις τὴν μὲν ὑγρὰν ξηραίνειν τὴν δὲ ξηρὰν ὑγραίνειν· δι᾽ ὃ καὶ τοῦ ἔαρος κελεύουσιν ὡς βαθύτατα σκάπτειν ὅπως ὅτι πλεῖστον ἐγκαταμιχθὲν πνεῦμα παράσχῃ τροφήν. ὥσπερ γὰρ εἴρηται πολλάκις οὐκ ἀπὸ τῆς γῆς μόνον ἀλλὰ καὶ ἀπὸ τοῦ ἡλίου καὶ ἀπὸ τοῦ ἀέρος ἡ τροφή. λαμβάνουσι δὲ καὶ κατὰ τὰς ὀρεινὰς καὶ ἀνεμώδεις τὰ πρόσφορα ταῖς φυτείαις οἷον τούς τε γύρους ὀρύττοντες τοῖς καθεστῶσι πνεύμασι καὶ τὸ φυτὸν τιθέντες τὸν αὐτὸν τρόπον ὅπως ἡ βλάστησις μὴ ἐναντία γίνηται τῷ πνεύματι, θραύεσθαι γὰρ ἐκείνως ἀνάγκη, μηδ᾽ ἔμπαλιν ὑπερπεσοῦσα παρὰ φύσιν αὔξηται· τούτων γάρ τι πάσχουσα χείρων ἡ ἄμπελος. ὡσαύτως δὲ καὶ τὰ ἄλλα τὰ ἀκόλουθα πρὸς τὴν χώραν. τὰς μὲν οὖν φυτείας οὕτω καὶ διὰ ταῦτα ποιοῦνται. Τὰς δὲ τομὰς πανταχοῦ τῶν φυτῶν βραχείας ὡς ἂν ῥιζωθῶσι καὶ αὐξηθῶσι· ἅμα δὲ ἡ γῆ αὐχμηρὰ καὶ τρέφειν ἀδύνατος τὰ πολλά. κατὰ δὲ τὴν ὀρεινὴν καὶ ψυχρὰν ἢ καὶ ὅλως ἔναυρον κατὰ τὸ ἔαρ τέμνειν εὐλαβοῦνται, τὸ γὰρ ψύχος ἀποξηραίνει. ὥραν δὲ τῆς τομῆς σχεδὸν τὴν αὐτὴν πᾶσιν ἀποδιδόασιν ὑπ᾽ αὐτὴν τὴν βλάστησιν ὅπως τὸ φυτὸν πλῆρες ὂν τοῦ ὑγροῦ πρὸς τὴν ἀφαίρεσιν ὁρμήσῃ καὶ ὁ βλαστὸς ὅτι κάλλιστος γένηται· τὴν γὰρ τομὴν ταύτην οὐ καρποῦ χάριν ἀλλὰ βλαστοῦ γίνεσθαι· τὴν δὲ μετοπωρινὴν καρποῦ δι᾽ ὅπερ ἐκείνην ποιητέον εὐθὺ μετὰ πλειάδος δύσιν· τότε γὰρ εἶναι συνεστηκότα τε μάλιστα καὶ ἥκιστα τεμνόμενα δακρυρροεῖν καὶ ῥήγνυσθαι. μεθ᾽ ἡλίου δὲ τροπὰς καὶ μετὰ ζεφύρυου πνοὰς ἀμφότερα πάσχειν ταῦτα τεμνόμενα καὶ τό τε φυτὸν πονεῖν καὶ τὸν βλαστὸν ἐξ ἄκρου φύεσθαι πρὸς τῇ τομῇ διὰ τὸ τὴν τροφὴν τὴν μὲν ἐξερρυηκέναι τὴν δ᾽ ἐν τοῖς ἄκροις καταλελεῖφθαι. τέμνειν δὲ τὰ μὲν ἐν τῇ χέρσῳ φυτευόμενα τῷ τρίτῳ ἔτει· θᾶττον γὰρ παραγίνεσθαι διὰ τὸ νεοργοτάτην εἶναι τὴν γῆν καὶ ἀκάρπωτον. τὰ δ᾽ ἐν τῇ γεωργουμένῃ ὀψιαίτερον. τὴν δ᾽ ἄμπελον ἄγειν δεῖ κύκλῳ περὶ τὸν πυθμένα· πανταχόθεν γὰρ ὁμαλοῦς οὔσης καλλίων καὶ εὐκαρποτέρα· τοῦτο δ᾽ οὐ χαλεπὸν ἐάν τις καταλίπῃ μὴ τὰ κάλλισθ᾽ ὡρμηκότα τῶν κλημάτων ἀλλὰ τὰ ἄριστα πεφυκότα πρὸς τὴν ἀγωγήν· ἀρκεῖ γὰρ εἷς ὀφθαλμὸς λειφθεὶς εἰς τὸ δέον. ἐὰν δέ τις ἀπορῇ καὶ τοῦτο διὰ τὸ τὴν ἄμπελον μὴ ὡρμηκέναι κατὰ τὸ αὐτὸ τῶν λειφθέντων κλημάτων ἀφελεῖν τοὺς ἐντὸς ὀφθαλμοὺς ὅπως εἰς τοὺς ἔξω ῥέουσα ἡ τροφὴ σχίσῃ τὴν ἄμπελον· ἀεὶ γὰρ πρὸς τὸ ζῶν καὶ τὸ δεχόμενον ἡ ἐπιρροὴ, δι᾽ ὃ καθάπερ ἐλέχθη ῥᾴδιον ποιεῖν τὰς ἀγωγάς. τοῦτο δ᾽ ἐν ταῖς ἐνίκμοις καὶ ἀγαθαῖς· ἐν δὲ ταῖς αὐχμώδεσι καὶ ξηραῖς ἀνάγκη τὰ βέλτιστα λείπειν· ξηρὰ γὰρ οὖσα καὶ ὀλιγοτρόφος οὐ ῥᾳδίως ἕτερα προήσεται, δι᾽ ὃ συνακολουθητέον τῇ ὁρμῇ· χρὴ δὲ καὶ πρὸς τὰ πνεύματα τῇ αὐτῇ τομῇ χρῆσθαι καὶ μὴ βιάζεσθαι παρὰ φύσιν. τῶν μὲν οὖν φυτῶν τοιαύτας καὶ διὰ ταῦτα ποιοῦνται τὰς θεραπείας. Τῶν δ᾽ ἀμπέλων τῶν τελέων ἤδη πρῶτον καὶ μέγιστόν ἐστιν ἡ κλάσις· καλῶς γὰρ ἀμπελουργουμένη καὶ εὐβλαστοτέρα καὶ εὐκαρποτέρα καὶ πολυχρονιωτέρα γίνεται. δεύτερον δὲ καὶ τρόπον τινὰ τούτῳ παραπλήσιον ἡ βλαστολογία· καὶ γὰρ ἐνταῦθα εἰδέναι δεῖ τὰ ποῖα συμφέρει καταλιπεῖν καὶ τὰ ποῖα ἀφαιρεῖν καὶ πρὸς τοὺς ἐτείους καρποὺς καὶ πρὸς τὴν ὅλην φύσιν. τὰ δ᾽ ἄλλα ἤδη κοινότερα καὶ ῥᾴω πάντα δ᾽ ἔχοντα διαφορὰν ὥστε καὶ καιρὸν ζητεῖν καὶ τρόπον. αἱ δὲ διαφοραὶ κατὰ τὰς ὥρας τῶν ἔργων αἱ μὲν καὶ ἐν τοῖς ἄλλοις εἰσὶν, οὐ μὴν ἀλλὰ πλείστη γε κατὰ τὴν κλάσιν καὶ τὴν ἀμπελουργίαν ὑπὲρ ἧς καὶ πειρῶνταί γε διαιρεῖν ἅμα τοῖς τε γένεσι ποιούμενοι καὶ ταῖς χώραις τὸν ἀφορισμόν. ὁ δ᾽ ἀφορισμὸς ἐν δυοῖν ἐν ποίαις ἕκαστα ὥραις δεῖ καὶ ἐν τῷ βραχυτομεῖν ἢ μακροτομεῖν· ἐπεὶ τό γ᾽ εἰς τὴν ἀγωγὴν καὶ τὴν ὅλην τομὴν τῶν ἀμπέλων πανταχοῦ τὰ αὐτά. σχεδὸν δ᾽ ἔνιοί γε τὸν αὐτὸν ἀποδιδόασιν ἐπί τε τῶν γενῶν καὶ τῆς ὁμοίας χώρας ἀφορισμόν· οἷον τὸ βραχυτομεῖν ἔν τε ταῖς καυσώδεσι καὶ ξηραῖς καὶ τῶν ἀμπέλων ὅσαι τοιαῦται τυγχάνουσιν. ἐγκαρπότεραι γὰρ γίνονται διὰ τὸ μᾶλλον δύνασθαι τρέ- φειν· μακροτομεῖν δ᾽ ἐν ταῖς ἐναντίαις καὶ τὰς ἐναντίας οἷον ἐν ταῖς ἐφύγροις καὶ εὐτραφέσι καὶ ὅσαι τῶν ἀμπέλων τοιαῦται· φύσει τε γὰρ καρπιμωτέρας εἶναι καὶ τὸν γινόμενον καρπὸν ἐν ἄκροις μᾶλλον φύεσθαι τοῖς κλήμασιν. ἔνιοι δὲ καθόλου περὶ πασῶν διαιροῦσιν οὐκ εἰς τὰς χώρας ἀποβλέποντες ἀλλ᾽ εἰς αὐτὰ τὰ γένη καὶ τὰς διαθέσεις κελεύοντες σκοπεῖν πρὸς τὴν μήτραν ὥσπερ ἐπὶ τῶν αὐτῶν εἴπομεν ἐν τοῖς ἀποτεμνομένοις τῶν νέων κλημάτων. ἐὰν μὲν γὰρ ἔχῃ πολλὴν πολλὰ καὶ βραχέα καταλιπεῖν, ὅπως βραχέων μὲν ὄντων δύνηται τρέφειν ἀπὸ πολλῶν δὲ πολὺς ὁ καρπὸς γίνηται, ἐὰν δ᾽ ὀλίγην καὶ πολὺ τοῦ ἔνου κλήματος ἔχωσιν, ἐλάττω μὲν τὸ πλῆθος μείζω δὲ τὸ μέγεθος· ἀεὶ δὲ ὅσῳ ἐλάττω τὴν μήτραν τοσούτῳ μακρότερα λείπειν ἐν ἁπάσαις. καθόλου μὲν οὖν οὕτω τὸ μέγεθος καὶ τὴν βραχύτητα τῶν κλημάτων καθ᾽ ἑκάστην ποιεῖσθαι πρὸς τὴν μήτραν τὴν ἐν τοῖς ἀποτόμοις ὅπως ἴση τὸ πλάτος ᾖ τῷ περιειληφότι κλήματι. τῆς γὰρ ἀμπέλου τεμνομένης ἐξ ἴσου πρός τε τὴν ἕξιν τὴν ἑαυτῆς καὶ πρὸς τὴν τοῦ καρποῦ φορὰν πολυχρόνιον ἔσεσθαι καὶ ἀγαθὴν διὰ τέλους. ἐὰν δὲ ἡ μήτρα πλέον μέρος κατέχῃ τῆς τομῆς καρπὸν μὲν γίνεσθαι πολὺν τὰ δὲ κλήματα ἀμενηνὰ διὰ τὴν τῆς τροφῆς ἀσθένειαν. ἐὰν δὲ αὖ τὸ κλῆμα τὸ ἐν τῇ τομῇ δυνατὸν ᾖ καὶ νεανικὸν καρπὸν ὀλίγον ἀπὸ μικρᾶς τῆς μήτρας· γίνεσθαι γὰρ τὸν μὲν βότρυν ἀπὸ τῆς μήτρας τὸ δὲ κλῆμα ἀπὸ τοῦ περιειληφότος κλήματος· δηλοῦν δὲ τὴν ἄμπελον αὐτήν. τὰ γὰρ ἐκ τῶν ἔνων νέα βλαστήματα πάντα ἄκαρπα γίνεσθαι διὰ τὴν μικρότητα τῆς μήτρας καὶ τὰς νέας τῶν παλαιῶν ἀφορωτέρας διὰ τὴν αὐτὴν αἰτίαν ὡς ἀπὸ τῆς μήτρας τῆς τε σαρκὸς καὶ τοῦ γιγάρτου γινομένου· ὅπερ οὐδ᾽ ὑπολαμβάνουσιν οὐδ᾽ ἔοικεν εἴπερ ἐξαιρεθείσης ἡ μὲν σὰρξ γίνεται τὸ δὲ γίγαρτον οὐ γίνεται, πλὴν εἰ ἄρα τοῦ ἐνδοτάτω τῆς μήτρας ἐξαιρουμένης. τοῦτο μὲν οὖν ἐπισκεπτέον. εἰ δ᾽ ὅλως αἱ μείζους ἔχουσαι τὰς μήτρας εὐκαρπότεραι καὶ πολυκαρπότεραι τυγχάνουσιν οὐδὲν ἂν διαφέροι πρὸς τὰ νῦν. κοινοτάτην μὲν δὴ ταύτην εἶναι πάσαις. ὅσαι δὲ κλήματα μὲν πολλὰ φύουσι καρπὸν δ᾽ ὀλίγον τούτων τὰ μὲν ἐξ ἄκρας τὰ πρῶτα ὡς μακρότατα λείπειν τὰ δὲ πρὸς αὐτὸ τὸ στέλεχος βραχέα, ὅπως ἀπὸ μὲν τῆς βραχείας τομῆς ἡ ἄμπελος αὔξηται ἀπὸ δὲ τῶν ἐξ ἄκρου κλημάτων ὁ καρπὸς ἀπὸ μεγάλης τῆς μήτρας πολὺς ᾖ . ὅταν δὲ βλαστάνῃ περιαιρεῖν τὰ ἄλλα πάντα πλὴν ὅσα καρπὸν ἔχει, τούτων δ’ ἐπικνίζειν τὰς κορυφὰς ἐν αὐταῖς ταῖς οἰνάνθαις ἵνα μήθ᾽ ἡ ἄμπελος εἰς τοῦτο τὸ κλῆμα ἀφίῃ τὴν αὔξησιν ὅπερ ἀποτέμνεται ἥ τε περιοῦσα τροφὴ σνειληθεῖσα ἐπὶ ταῖς οἰνάνθαις αὔξῃ τὸν βότρυν. ἀεὶ γὰρ δεῖ τοῦτο ζητεῖν ἐκ τῆς τομῆς ὅπως ἥ τε ἄμπελος ἰσχύσει καὶ ὁ καρπὸς ἔσται πολύς. αὕτη μὲν δὴ καθόλου τίς ἐστι κοινὴ πάσαις. Ὥραν δὲ τῆς ἀμπελουργίας οἱ μὲν ταῖς χώραις μόνον διαιροῦσιν οἱ δὲ καὶ τῶν γενῶν ἐφάπτονκελεύουσι ται. δὲ τὰς μὲν ἐν τῇ ξηρᾷ καὶ θερμῇ πρωΐας ἀμπελουργεῖν ὅταν τάχιστα παύσωνται φυλλοβολοῦσαι, τὰς δ᾽ ἐν τῇ ψυχρᾷ καὶ ἐπόμβρῳ μικρὸν πρὸ τῆς βλαστήσεως. αἱ μὲν γὰρ ἐν τῇ ξηρᾷ διασώζουσαι τὸ ὑγρὸν αὐταί τε βελτίους γίγνονται καὶ ὁ καρπὸς ἡδυοινότερος, αἱ δὲ ἐν τῇ ψυχρᾷ μεθεῖσαι τὸ ὕδωρ αὐταὶ μὲν οὐδὲν χείρους ὁ δὲ καρπὸς ἀσηπτότερος καὶ ἡδυοινότερος. τὰς δ᾽ ἐν τῇ μέσῃ καὶ εὐκράτῳ κατὰ τὸ μέσον τῶν ὡρῶν. ἔνιοι δὲ ὅλως πρωῒ πάσας κελεύουσιν ὥσπερ εἴπομεν ὅτι παχύτερόν τε τὸ κλῆμα γίνεται καὶ ἀμβλωπεῖς οὐκ ἔσονται καὶ ἐν εὐδίᾳ συμβήσεται τὰς τομὰς ἐπιξηραίνεσθαι· πάντα δὲ ταῦτα συμφέρει. χειμῶνος μὲν γὰρ οἱ πολλοὶ τῶν ὀφθαλμῶν ἀπόλλυνται ῥίγει καὶ ἡ τομὴ βίᾳ ξηραινομένη ῥήγνυται, τοῦ δὲ ἔαρος ῥεῖ τό τε δάκρυον καὶ ἀμβλωπεῖς ἐπιγίνονται πολλαί. καίτοι τινὲς οὐ διὰ τοῦθ᾽ ὑπολαμβάνουσιν ἀλλ᾽ ὡς τίκτουσαν τὴν ἄμπελον εὐθὺς ὅταν τρυγηθῇ καὶ τότε γινόμενον τὸν καρπόν· οὐ γὰρ οἷόν θ᾽ ἅμα δύο γόνους ἔχειν· οὐκ ὀρθῶς λέγοντες· γίνεσθαι γὰρ θέρους τὸν καρπὸν ὅταν ᾖ πολὺ τὸ ὑγρόν· ἐκ τούτου γὰρ τὴν γένεσιν εἶναι· τεκμήριον δὲ· ἐὰν γάρ τις ἐργάσηται τὰς διὰ χειμῶνος ἀργὰς ἀρχομένου τοῦ θέρους εὐθὺ τὰ κλήματα πυκνόφθαλμα γίνεσθαι διὰ τὸ πλῆθος τοῦ ὑγροῦ· τοῦτο δὲ τὴν ἐργασίαν ποιεῖν ὅτι πληροῖ. τὸν δ᾽ ἥλιον θερμαίνοντα πηγνύναι καὶ πυκνοτέρους τοὺς ὀφθαλμοὺς γίνεσθαι καὶ βότρυς πλείους. οἱ δὲ ταῦτα κελεύοντες ἄλλως πως τὰς αἰτίας λέγουσι· φασὶ γὰρ τοῦτο δεῖν ἐν τῇ θερμῇ καὶ λεπτῇ καὶ διὰ τοῦτο πρωῒ ποιεῖν ὅπως τὸ ὕδωρ εἰς τὰ καιριώτατα τῶν κλημάτων ἔλθῃ καὶ ἔχῃ τροφὴν ἐν τῷ θέρει· τὰς δ᾽ ἐν τοῖς ἐφύδροις ἢ ὅσα τῶν γενῶν ὑβριστικὰ τοῦ ἦρος ὅπως διεσκεδασμένου τοῦ ὑγροῦ καὶ τμηθείσης ἐν ὥρᾳ τοῦτ᾽ ἀπορρυῇ. διὰ γὰρ τὸ πλῆθος οὐ πεττούσας τοῦθ᾽ ὑβρίζειν ἄλλως καὶ ἐκκληματοῦσθαι. φυτοῖς δ᾽ οὖσι τοῖς τοιούτοις καὶ ἐπισπείρειν ἐπὶ τὰ ἄνδηρα δεῖ κριθὰς καὶ κυάμους ἐπειδὴ ταῦτα ξηραντικώτατα πάντων. αἱ μὲν οὖν αἰτίαι σχεδὸν αὗται παρ᾽ ἑκάστων. ἀκριβεστάτη δὲ ἡ ἐν ἀμφοῖν διαίρεσις, ἔν τε ταῖς χώραις καὶ τοῖς γένεσι καὶ πρὸς τὰς ὥρας καὶ πρὸς τὸ βραχυτομεῖν ἢ μακροτομεῖν. ἔνια γὰρ οὐ φέρουσι κἂν βραχὺ τμηθῶσιν ἀλλ᾽ εἰς τὴν βλάστησιν τρέπονται καθάπερ ἡ ἀφυταῖος καλουμένη. καὶ ἐν Ἀκάνθῳ δὲ ἐπὶ τέτταρας ὀφθαλμοὺς ἐλαχίστους τέμνουσιν. αἱ δὲ μακροτομούμεναι ταχὺ καταγηράσκουσι διὰ τὴν πολυκαρπίαν. νέας δ᾽ οὖν οὔσας ἀναγκαῖον βραχυτομεῖν ὅπως καὶ ῥιζωθῶσι καὶ αὐξηθῶσι. καὶ περὶ μὲν ἀμπελουργίας ἐκ τούτων ἄν τις θεωρήσειεν. Ἐπεὶ δ᾽ ὅμοιον τῷ τοιούτῳ καὶ ὥσπερ δεύτερον ἡ βλαστολογία δεῖ καὶ ταύτην εὐθὺς ποιεῖσθαι καὶ βλαστολογεῖν ὅταν διαφαίνωσι τὸν καρπόν. μετὰ δὲ ταῦτα εὐθὺς τὸ δεύτερον σκάπτειν ὅπως ὅ τε καρπὸς καὶ ὁ βλαστὸς νέος ὢν καὶ ἐν ὁρμῇ τοῦ βλαστάνειν ὡραίαν λάβῃ τὴν σκαπάνην, ἔπειτα πάλιν βλαστολογεῖν πρὸ τοῦ ἀνθεῖν. συμβαίνει γὰρ ἐν τούτῳ τὸ βοστρύχιον αὔξεσθαι διὰ τὸ μήπω συνεστᾶναι τὰς ῥάγας, ὅταν δὲ ἀπανθήσῃ τὸ μὲν συνέστηκεν αἱ δὲ συνίστανται καὶ αὔξονται. τὸ δ᾽ ὅλον ἀκμαῖα μάλιστ᾽ ἀποδίδοσθαι ζητεῖ τῶν ἔργων ἥ τε βλαστολογία καὶ ὁ σκαφητὸς ὁ μέσος· τῇ γὰρ ἀμπέλῳ τότε συμβαίνει πρὸς αὔξησιν ὁρμᾷν τῶν τε παρόντων καρπῶν καὶ τῶν βλαστῶν ἐν οἷς ἄρχεται γονεύειν τὸν εἰς νέωτα καρπόν. ἐὰν οὖν ὁ καιρὸς μὴ παρεθῇ καλῶς γονεύσει· βλαστάνει δὲ μέχρι τοῦ κυνὸς ἐπιτολῆς, ὅταν δὲ ἐπιτείλῃ παύεται τὰ μέλλοντα καλῶς ἐγκύμονα γίνεσθαι. θερμαίνοντος γὰρ τοῦ ἡλίου τὸ προηγούμενον τῶν βλαστῶν ἁπαλὸν ἀποσκληρύνεται καὶ παύεται· πεπαυμένης δὲ τῆς αὐξήσεως φύσιν ἔχει τὸ συνίστασθαι τὴν ὑγρότητα τοῦ βλαστοῦ καὶ ἐκ ταύτης φύεσθαι τὸν καρπόν. ὅσα δ᾽ ἐν παλινσκίοις ἢ ἐφύδροις ἐστὶ κρατεῖ τοῦ ἡλίου καὶ πλείω χρόνον αὔξεται. καιρὸν δέ τινα ζητεῖ καὶ ἡ διαστολὴ καὶ ἡ κόλουσις, οὐ μὴν ἄσημόν γ᾽ ὁμοίως οὐδὲ χαλεπὸν καταμαθεῖν. τὴν δ᾽ ὑποκόνισιν τὸ μὲν ἐν τοῖς πρώτοις καιροῖς ὅταν ἄρχωνται περκάζειν οἱ βότρυες μὴ ἐᾷν ἄχρι οὗ πεπανθῶσιν ὀρθῶς ἔχει· κωλύουσι γὰρ τὴν ὁρμὴν τῆς πέψεως ἀντισπῶντες ἑτέρᾳ κινήσει· δι᾽ ὃ οὐδὲ τὴν πόαν οἴονται δεῖν ἐκτίλλειν. ὡς δ᾽ ὅλως ἀχρεῖον καὶ βλάπτον οὐκ ὀρθῶς· ἥτε γὰρ χρεία μαρτυρεῖ καὶ τὸ ἐφ᾽ ἑτέρων γινόμενον· οἱ γὰρ σίκυοι δοκοῦσι τρέφεσθαι τούτῳ καὶ ἁπαλώτεροι γίνεσθαι κατακρυπτόμενοι τῷ κονιορτῷ δι᾽ ὃ καὶ Μεγαρεῖς κρύπτουσι. θαυμάζεται δ᾽ εἰ ξηρὸς ὢν τρέφει· τὸ δ᾽ αἴτιον ἴσως ἐκ πλειόνων ἂν εἴη καὶ τῷ κινουμένης τῆς γῆς ἀναδίδοσθαι τροφὴν ἐνίκμου τινὸς ἀέρος ὥσπερ ἐπὶ τῶν ἀτμωδῶν ἐλέχθη καὶ τῷ προβολὴν ἅμα πρὸς τὸν ἥλιον εἶναι· καὶ ἔτι καταξηραινόμενος ἁπαλῇ ξηρότητι καὶ μαλακῇ μᾶλλον ἐπισπᾶται τὴν τροφὴν ἐκτοῦ ἀέρος· πάντα γὰρ ταῦτα συνεργεῖ καὶ πρὸς εὐτροφίαν καὶ πέψιν. ἡ δὲ τῶν σικύων κατάκρυψις οὐκ ἄλογος· ἀναξηραίνων γὰρ ὁ ἥλιος σκληρύνει δι᾽ ὃ καὶ ὑπὸ τὰ φύλλα κρύπτουσιν ὥστε ἐπιβολὴν ἔχοντες καὶ βρεχόμενοι ἀμφοτέρως εὐτραφεῖς γίνονται καὶ ἁπαλοί. καὶ περὶ μὲν ἀμπέλων ἱκανῶς εἰρήσθω. Πάντων δὲ ἰδιώτατον εἶναι δοκεῖ τῶν κατὰ τὰς θεραπείας οἱ ἅλες οἱ τοῖς φοίνιξι παραβαλλόμενοι, καὶ γὰρ πρὸς εὐβλαστίαν καὶ πρὸς εὐκαρπίαν χρήσιμοι· ἐπεὶ ὅσα γε πρὸς ἰατρείαν τινὰ τῶν τοιούτων ἢ φυλακὴν οὐδὲν ἄτοπον οἷον ἡ τέφρα ταῖς τε συκαῖς καὶ τῷ πηγάνῳ ξηρὰ γὰρ πρὸς τὸ μὴ σκωληκοῦσθαι μηδὲ σήπεσθαι τὰς ῥίζας· βοηθεῖ γὰρ καταξηραίνουσα. περὶ δὲ τῶν ἁλῶν ἢ τῆς ἅλμης ἣν παρέχουσιν, οἱ μὲν γὰρ οὕτως ποιοῦσιν οἱ δ᾽ ἐκείνως, ἁπλῆ μέν τις αἰτία δι᾽ ὅτι φιλεῖ χωρία ἁλμυρώδη. σημεῖον δ᾽ ὅτι παρ᾽ οἷς πλῆθος φοινίκων ἐν τούτοις ἅλς ἐστιν, οἷον Λιβύῃ Συρίᾳ ταῖς ἄλλαις ὥστε καθάπερ οἰκείαν τινὰ βοήθειαν βοηθοῦσι διὰ τῶν ἁλῶν. ὅτι μὲν γὰρ ὁ φοῖνιξ χαίρει τῷ ἁλμώδει κοινή τις ἂν αἰτία λέγοιτο περὶ πάντων ὅσα ζητεῖ τόπους διαφόρους ἀπὸ τῶν πρώτων καὶ μεγίστων ἀρχομένοις οἷον ἐνύδρων χερσαίων καὶ ὅσαι δὴ καθ᾽ ἑκάτερα τούτων διαφοραί. δῆλον γὰρ ὡς τῇ κράσει πως σύμμετροί τε καὶ οἰκεῖοι καθ᾽ ἕκαστα τυγχάνουσιν ὥσπερ ἐπὶ τῶν ζώων· ὁ γὰρ αὐτὸς λόγος καὶ περὶ τούτων καὶ ἡ αὐτὴ ζήτησις. οὐ μὴν ἀλλ᾽ εἴ γέ τι καὶ περὶ τούτου ἴδιον χρὴ εἰπεῖν ἐν ἀμφοῖν τὴν αἰτίαν ζητητέον ἔν τε τῷ τὴν γῆν ποιάν τινα ποιεῖν καὶ ἐν τῷ τὰς ῥίζας ἅπερ ἄμφω συμβαίνει διὰ τῶν ἁλῶν· τὴν μὲν γὰρ ποιοῦσι κούφην καὶ χαύνην τὰς δὲ ῥίζας εὐτραφεστέρας καὶ παχυτέρας ἑλκτικωτέρας ποιοῦντες τῷ πόρους τινὰς ἀνοίγειν καὶ ἔτι τῷ καταψύχειν, ὅπερ ἡ κόπρος οὐ ποιεῖ διὰ τὸ ἔμπυρον. ὁ δὲ φοῖνιξ τὸν μὲν ἀέρα τὸν περιέχοντα ζητεῖ θερμὸν, οὕτω γὰρ ἡ πέπανσις τοῦ καρποῦ, τὰς δὲ ῥίζας καταψύχεσθαι διὰ τὴν ξηρότητα, τοῦτο δὲ ποιοῦσιν οἱ ἅλες. ὅθεν καὶ τοῖς μὲν χρῶνται Βαβυλώνιοι τῇ κόπρῳ δὲ οὐ χρῶνται. τοῦ δὲ μόνῳ τούτῳ συμφέρειν τὴν ἰδιότητα τῆς φύσεως αἰτιατέον· ὥσπερ γὰρ τὸ ξύλον καὶ αἱ ῥίζαι διάφοροι τῶν ἄλλων δι᾽ ὅπερ ἀναδηχθεῖσαι μᾶλλον ἐπισπῶνται τὴν τροφὴν καὶ αὐταὶ αὔξονται καὶ τὸ ὅλον δένδρον αὔξουσι. ποιεῖ δὲ καὶ ὡς ἡ γεωργία τὰς ῥίζας πάντων ἑλκτικωτέρας· οὕτω γὰρ καὶ ἐζημεροῦνται τῶν ἀγρίων ἔνια· καὶ ἡ κόπρος δ᾽ ἡ ἰσχυροτάτη τὸ αὐτὸ τοῦτο δρᾷ, καθάπερ ἡ σκυτοδεψικὴ τὰς τῶν μυρρίνων καὶ οὖρον παραχεόμενον· ἄμφω γὰρ διαδύνεται μᾶλλον· αἱ δὲ ῥίζαι δέονται τῆς ἀναδήξεως καί τινων ἄλλων τοιούτων καὶ τῶν ῥοιῶν· καὶ γὰρ ταύταις παρέχουσιν καὶ τὴν σκυτοδεψικὴν παραβάλλουσι πλὴν οὐχ ὁμοίως καὶ τῆς μυρρίνης ἀλλ᾽ ἧττον· αἱ δ᾽ ὑγραὶ καὶ σαρκώδεις οὐ δέονται τῆς ἀναστομώσεως καὶ δήξεως. ὅλως δ᾽ αἱ μεταβολαὶ τῶν δένδρων διὰ τὰς θεραπείας ὥστε ἐξ ὀξέων καὶ πικρῶν γλυκέα γίγνεσθαι καθάπερ αἵ τε ῥοαὶ καὶ αἱ ἀμυγδαλαῖ καὶ εἴ τι ἄλλο τῷ τὰς ῥίζας ἀλλοιοῦσθαι μεταβάλλει· μεταβάλλουσι δὲ κατὰ τὴν γῆν καὶ τὴν τροφὴν. γλυκέα μὲν οὖν μετὰ τρία ἢ τέτταρα ἔτη γίνονται· τοσοῦτον γὰρ ἡ θεραπεία· ῥόαι δὲ πικραὶ διαμέ- νουσι καί τινα πλείω χρόνον. μεταβολὴ δ᾽ εὐλόγως τῶν καρπῶν ἐκπεττομένης μᾶλλον τῆς τροφῆς, ἐκπέττεται δὲ τῷ τοιούτῳ ποιάν τινα τὴν ῥίζαν εἶναι. τὸ δ᾽ ὅλον ὥσπερ καὶ πρότερον ἐλέχθη περὶ τῶν σπερμάτων κινουμένης καὶ μεταβαλλούσης τῆς ἀρχῆς συμμεταβάλλει καὶ τἆλλα καὶ ἡ ὅλη φύσις. αἱ τροφαὶ δὲ κινοῦσιν καὶ ἐξαλλοιοῦσιν ἐὰν πλείω γίνωνται χρόνον. ἐπεὶ καὶ ὅσα τοῖς θερμοῖς ἀρδευόμενα βελτίω καθάπερ ἥ τε μηλέα ἡ ἠρινὴ καὶ ὁ μύρρινος· καὶ γὰρ οὕτως ἀπύρηνος ὥσπερ φασὶ γίνεται. καὶ ἐξ ἀρχῆς οὕτω συνώφθη κατὰ σύμπτωμα πρὸς λούτρῳ ὄντος μυρρίνου καὶ ἐξημελημένου· τούτου γὰρ ἀπυρήνου γενομένου λαμβάνοντες ἐφύτευον ὅθεν τὸ γένος Ἀθήνῃσι γέγονεν. ἀλλὰ ταῦτα μὲν ἔχοντά τινα ὁμοιότητα πρὸς πίστιν εἴρηται τῶν ἐξ ἀρχῆς. ἡ δ᾽ ἁλυκότης τῶν ὑδάτων ὅτι καὶ τῶν λαχανωδῶν τισὶν ἁρμόττει καὶ δι᾽ ὅτι τῷ λίτρῳ χρῶνται πρὸς ἔνια πρότερον εἴρηται, δι᾽ ὃ καὶ τοῦθ᾽ ὡς ἐοικὸς οἰκεῖον παραληπτέον· ἀπὸ γὰρ τούτων δῆλον ὅτι καὶ τῆς τροφῆς καὶ τούτων ἡ γλυκύτης. ἀλλὰ τοῖς μὲν πικρότης τις ἐν τοῖς χυλοῖς σύμφυτος τῷ δὲ φοίνικι στρυφνότης ἣν ἐξαιροῦσιν εὐθὺς οἱ ἅλες ἐκ τῆς πρώτης ἀρχῆς. περὶ μὲν οὖν τῶν ἁλῶν ἱκανῶς εἰρήσθω. Τὸ δὲ μὴ ἐπιμένειν ἐπὶ τῷ θήλει φοίνικι τὸν καρπὸν ἂν μὴ τὸ τοῦ ἄρρενος ἄνθος κατασείωσι ἅμα τῷ κονιορτῷ κατ᾽ αὐτοῦ, καὶ γὰρ τοῦτο λέγουσί τινες, ἴδιον μὲν παρὰ τὰ ἄλλα παρόμοιον δὲ τῷ ἐρινασμῷ τῶν συκῶν. ἐξ ὧν πρὸς τὸ τελειογονεῖν μὴ αὔταρκες εἶναι τὸ θῆλυ καὶ μάλιστα ἄν τις ἐπαγάγοι, πλὴν ἐχρῆν τοῦτο μὴ ἐφ᾽ ἑνὸς ἢ δυοῖν ἀλλ᾽ ἐπὶ πάντων ἢ τῶν πλείστων εἶναι· τὴν γὰρ φύσιν οὕτω κρίνομεν τοῦ γένους. ἀτοπώτατον δὲ καὶ ἐπ᾽ αὐτῶν τούτων τὸ τοῦ φοίνικος, ὁ γὰρ ἐρινασμὸς δοκεῖ φανερὰν ἔχειν τὴν αἰτίαν. ἀλλὰ περὶ μὲν τούτων ἅλις. ἡ δὲ τῶν ἄλλων ἰδιότης ὅσων ἐστὶν συμφανεστέρας ἔχει τὰς αἰτίας, οἷον ὡς τὴν ἀμυγδαλῆν ὅταν ἄρχηται καρποφορεῖν οὔτε ὑδρεύουσιν οὔτε κοπρίζουσιν οὔτε διακαθαίρουσιν εἰ μὴ τὰ αὖα μόνον, οὐδ᾽ ἄλλο τῶν τοιούτων οὐδὲν δρῶσι· πάντα γὰρ ἀφαιροῦσιν ὅπως μὴ ὑπερισχύσασα ἀποβάλλῃ τοὺς καρποὺς ἐν τῷ ἀνθεῖν, δι᾽ ὃ καὶ χώραν οὐκ ἀγαθὴν ζητοῦσιν. ἐὰν δὲ μετὰ ταῦτα ἀκαρπῇ τάς τε ῥίζας γυμνώσαντες παραδιδόασι τῷ χειμῶνι καὶ τὰς ἄλλας κολάσεις προσφέρουσι τὰς εἰρημένας. ὁμοίως δὲ ὅσων οἱ φλοιοὶ περιαιροῦνται καθάπερ ἀμπέλου κέδρου φιλύρας καὶ ὅλως τῶν φλοιορραγῶν. αὐτὴ γὰρ ἡ φύσις ἐνταῦθα ἔοικεν ἐπιδεικνύναι τὸ συμφέρον ἀφισταμένη καὶ ἀλλότριον ποιοῦσα· τὸ δ᾽ ἀλλότριον ἅπαν βλαβερὸν ὥσπερ καὶ τὸ αὖον. καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ὅπου τις ἰδιότης οἰκεία πρὸς τὴν φύσιν. καὶ περὶ μὲν δένδρων ἐκ τούτων θεωρητέον. Ἔχει δὲ ὁμοίως καὶ ἐπὶ τῶν στεφανωματικῶν καὶ ὅλως τῶν φρυγανικῶν σχεδὸν δὲ καὶ τῶν λαχανηρῶν. τὰ μὲν γάρ ἐστι κοινὰ πᾶσιν οἷον ὕδρευσις κόπρισις ἡ τοῦ ἐδάφους ἐργασία τὰ δὲ ἴδια καθ᾽ ἕκαστον γένος οἷον ἡ διακάθαρσις· τοῖς φρυγανικοῖς ὁμοίως ἐν στεφανώμασι καὶ λαχάνοις καὶ γὰρ ὁ ἕρπυλλος αὐαίνεται μὴ διακαθαιρόμενος καὶ τὸ σισύμβριον καὶ τἆλλα. τὰς δὲ δὴ ῥοδωνίας οὐ κατακόπτουσι μόνον ἀλλὰ καὶ ἐπικάουσιν· ἀνανθεῖς γὰρ γίνονται καὶ ἐκλοχμοῦνται μὴ τοῦτο πάσχουσαι δι᾽ εὐτροφίαν. καὶ ὁ ῥάφανος δὲ καὶ τὸ πήγανον ἀποσκληρύνονται καὶ ἀποξηραίνονται. κολουσθέντα δὲ καὶ παλιμβλαστῆ γενόμενα μείζω καὶ καλλίω καὶ εὐχυλότερα· δεῖ γὰρ καὶ τῶν χυλῶν καὶ τῶν ὀσμῶν ἀφαιρεῖσθαι τὸ ἄγαν δριμὺ, τῇ γὰρ μεσότητι τὸ ἡδὺ καὶ τὸ σύμμετρον. ἐν δὲ τοῖς ἄλλοις ἀφαίρεσις μὲν οὐκ ἔστι πλὴν ὅσα κειρόμενα καλλίω καθάπερ τὸ πράσον ἢ εἴ τι τῶν πολυβλαστῶν. ἡ δὲ τῶν παραφυομένων ἐξαίρεσις καὶ ἡ αὐτῶν τῶν ὁμογενῶν ὅταν ᾖ πυκνὰ καθαπερεὶ διακάθαρσις γίνεται τροφὴν πλείω ποιοῦσα καὶ αὔξησιν τοῖς λοιποῖς. ἔχει δὲ καὶ ἰδιότητας ἔνια καθάπερ ἐπὶ τοῦ πηγάνου πρότερον ἐλέχθη καὶ ἐπ᾽ ἄλλων ἐστίν. ἀλλὰ ταῦτα μὲν ἐλάττω καὶ σχεδὸν φανερά. Λοιπὰ δὲ καὶ ὥσπερ ἀντικείμενα τοῖς περὶ τὰ δένδρα τὰ περὶ τὴν ψιλὴν γεωργίαν ἐστίν· ἐνταῦθα δὲ ἥ τε τῆς γῆς κατεργασία καὶ ἡ τῶν σπόρων ὥρα καὶ μετὰ ταῦτα σπαρέντων κατεργασία, πρότερον δ᾽ ἔτι τούτων ἢ καὶ ἅμα τὴν οἰκείαν ἑκάστῳ σπέρματι ἰδεῖν ὥσπερ καὶ ἐπὶ τῶν δένδρων. ἔστι δὲ καὶ κατὰ τὰς ἐργασίας τὸ οἰκεῖον, οἱονεὶ τὴν μὲν θέρους τὴν δὲ χειμῶνος νεᾷν ἢ σκάπτειν ἤ τι τοιοῦτον ἕτερον, ἅπερ ἐπιχειροῦσί τινες διαιρεῖν. δεῖ γὰρ ὥς φασι τὴν μὲν ἔπομβρον καὶ στερεὰν καὶ βαρεῖαν καὶ τὴν πίειραν θέρους ἐργάζεσθαι καὶ τοῖς ἀρότροις καὶ τῇ σκαπάνῃ, τὴν δὲ ξηρὰν καὶ μανὴν καὶ τὴν λεπτὴν καὶ κούφην τοῦ χειμῶνος. δύναται γὰρ ἡ μὲν ξηραίνειν καὶ λεπτύνειν ἡ δὲ χειμερινὴ παχύνειν καὶ ὑγραίνειν. ἑκατέρα δὲ τούτων δεῖται πρὸς τὸ ἐνδεὲς τῆς φύσεως. καὶ κοπρίζειν πλεῖον μὲν τὴν λυπρὰν ἔλαττον δὲ τὴν ἀγαθὴν καὶ διὰ τὴν ἀρετὴν τῆς γῆς καὶ διὰ τὸ ἐκ τῆς κόπρου πλείω λαμβάνειν τροφὴν ἢ ὥστε πέττειν. μίσγειν δὲ καὶ τὴν γῆν τὴν ἐναντίαν οἷον τῇ βαρείᾳ τὴν κούφην καὶ τῇ κούφῃ τὴν βαρεῖαν καὶ τὴν λεπτὴν τῇ πιείρᾳ ὡσαύτως δὲ καὶ τὴν ἐρυθρὰν καὶ τὴν λευκὴν καὶ εἴ τις ἄλλη ἐναντιότης. οὐ γὰρ μόνον ἡ μίξις ἀποδίδωσι τὸ ἐλλεῖπον ἀλλὰ καὶ ὅλως σφοδροτέρας ποιεῖ καὶ ἐὰν ἡ τυχοῦσα ᾖ μίξις· οἷον ἐὰν τὴν ἀπειρηκυῖαν καὶ μὴ δυναμένην φέ- ρειν ἑτέρᾳ μίξῃς πάλιν φέρει καθαπερανεὶ καινὴ γεγενημένη, καὶ ἡ καθ᾽ αὑτὴν οὐ φέρουσα καθάπερ ἡ ἄργιλος ὅταν μιχθῇ ποιεῖ φορόν· ὥσπερ γὰρ κόπρος ἡ ἑτέρα τῇ ἑτέρᾳ γίνεται. δι᾽ ὃ ταῦτα ποιοῦσι Μεγαρεῖς καὶ δι᾽ ἐτῶν πέντε ἢ ἓξ σκάπτοντες βαθεῖαν ἀναβάλλουσι τὴν κάτωθεν ἐφ᾽ ὅσον διϊκνεῖται τὸ ὕδωρ ἵνα καινὴν ποιῶσιν· ἡ γὰρ τρόφιμος ἀεὶ καταρρεῖ ὑπὸ τοῦ ὕδατος. σπείρειν δὲ κελεύουσι τὴν ξηρὰν καὶ τὴν θερμὴν πρὸ τῶν ὑδάτων ὅπως λαμβάνουσα πλῆθος ὕδατος ἐκτρέφειν δύνηται. καὶ τὴν δ᾽ ἐπομβρίαν ὡσαύτως ἵνα τὰ σπέρματα λαμβάνωσι καὶ βλαστόντα καὶ αὐξηθέντα θερμῇ τῇ γῇ δυνατώτερα δέχηται τὸν ὄμβρον· ἐὰν δὲ μὴ ἐν ξηρᾷ προεργασάμενον τὴν γῆν ὀψὲ ποιεῖσθαι τὸν σπόρον. σπείρειν δὲ δεῖ τὸν μὲν πρωϊνὸν μανὸν τὸν δὲ ὄψιον πυκνόν· ὁ μὲν γὰρ οὐκ ἔχει ῥίζωσιν ὁ δὲ ἔχει καὶ γίνεται πολυσχιδής. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα, πλείω γάρ ἐστι, διακριβοῦν εἴ τις θέλει τὰς ἐργασίας μᾶλλον, ἕκαστα δεῖ σκοπεῖν πρὸς τὴν χώραν· ἔνιαι γὰρ οὐ δέχονται τὰς ἀκριβείας ἀλλὰ διαμάρτοι ἂν ὁ ποιῶν. ὅπερ ἔπαθέ τις ἀνελθὼν εἰς Συρακούσας ἐκ Κορίνθου τὴν ἐργασίαν τὴν ἐντεῦθεν μεταφέρων· καὶ γὰρ τὸ χωρίον τὸ δοκοῦν ἀγαθὸν ἐκλιθολογήσας διέφθειρεν· ἐξεπήγνυτο γοῦν ὁ σῖτος οὐκ ἔχων οὐδεμίαν προβολὴν ἐξαιρεθέντων τῶν λίθων. καί τις ἐν Συρίᾳ κατὰ βάθος ἀρόσας ἀνεξήρανεν· ὑπὸ γὰρ τοῦ θέρους διακαιομένη ἡ γῆ ἐπὶ πλεῖον ὑπόπετρος οὖσα διέκαιε δι᾽ ὃ καὶ μικροῖς ἀρότροις οἱ Σύροι χρῶνται. ταῦτα μὲν οὖν πειρατέον ἐπικρίνειν. ὡς δὲ κοινῇ καὶ καθόλου πᾶσιν εἰπεῖν μέγιστον μὲν καὶ πρῶτόν ἐστι τὴν σπορευτὴν χώραν κατειργάσθαι καλῶς· εἰς διειργασμένην γὰρ καλῶς πεσὸν τὸ σπέρμα καλῶς ἐκφύεται διημερωθείσης τῆς γῆς. εἶθ’ ἡ κόπρισις καὶ ἡ ἄλλη θεραπεία μετὰ ταῦτα διαβεβλαστηκότων ἤδη, οἷον σκάλσις καὶ ποασμός. ἡ δὲ κατεργασία ἐν τῷ νεᾷν κατ᾽ ἀμφοτέρας τὰς ὥρας καὶ θέρους καὶ χειμῶνος ὅπως χειμασθῇ καὶ ἡλιωθῇ ἡ γῆ καθάπερ καὶ ἐπὶ τῆς φυτείας ἐλέχθη. πολλάκις γὰρ μεταβληθεῖσα μανὴ καὶ κούφη καὶ καθαρὰ γίνεται τῆς ὕλης ὥστε ῥᾳδίως ἐκτρέφειν. καὶ διὰ τοῦτο κελεύουσιν οὐδὲ τὰ χεδροπὰ συμβάλλειν εἰς τὰς νέας ἐὰν μή τι σφόδρα πρώϊον ὅπως μὴ κωλύσωσι τὴν θερινὴν νέανσιν· ἀγαθὴν γὰρ οἴονται τὴν χιόνα ταῖς χειμεριναῖς νέαις καὶ οὐχ ἧττον τὴν πάχνην εἶναι· διεσθίειν γὰρ καὶ μανοῦν τὴν γῆν. καὶ ὅταν μετὰ τοὺς πρώτους ἀρότους νεάσωσι πάλιν τοῦ ἦρος μεταβάλλουσιν ὅπως τὴν ἀναφυομένην πόαν ἀπολέσωσιν, εἶτα θέρει ἀροῦσι καὶ πάλιν ὅταν μέλλωσι σπείρειν ὑπήροσαν ὡς δέον καθάπερ ἐλέχθη προκατεργάσασθαι καὶ περὶ τοῦτο μάλιστα σπουδάσαι. δι᾽ ὃ καὶ τὴν ἀπὸ τῆς δικέλλης ἐργασίαν μᾶλλον ἐπαινοῦσιν, ἡ δ᾽ ἀπὸ τοῦ ἀρότρου δοκεῖ πολλὰ παραλείπειν. Θέτταλοι δ᾽ ἰσχυρότερον ἔτι τῆς δικέλλης ὄργανον ἔχουσι ὃ καλοῦσι μίσχον ὃ μᾶλλον εἰς βάθος κατιὸν πλείω γῆν περιτρέπει καὶ κατωτέρωθεν. αὕτη μὲν οὖν τῆς χώρας ἡ κατεργασία. συμβαίνει δὲ τοῖς εἰς ταῦτα πονήσασιν ἧττον ἐν τοῖς ἄλλοις κακοπαθεῖν· ὅσοι δ᾽ ἂν μαλακωτέρως, ἀναγκάζονται πολλάκις καὶ σκάλλειν καὶ βοτανίζειν ἅτε πολλῆς πόας ἐκφυομένης. οὕτω γὰρ ἀπόλλυται τὰ σπέρματα, προτερεῖ δὲ τοῦ σίτου διά τε τὴν ἰσχὺν καὶ τὸ προϋπάρχειν· ἐπεὶ πρότερον αὐξηθέντος τοῦ σίτου πολλὰ καταπνίγεται καὶ ἀπόλλυται καὶ τὸ ὅλον οὐχ ὁμοίως βλάπτει τὰ σπέρματα. Τὰ δ᾽ οἰκεῖα τῇ μὲν ἐπόμβρῳ καὶ ψυχρᾷ τὰ ἀνοστιμώτατα πρὸς τὴν σιτοποιΐαν ὁμοίως καὶ πυρῶν καὶ κριθῶν καὶ τῶν ἄλλων· ἀραιὰ γὰρ ταῦτα. τὰ δ᾽ ἄλλα πλείονος ὄμβρου δεῖται· καὶ τὰ μέλανα τῶν λευκῶν. ἐν δὲ ξηρᾷ καὶ ἐρυθρᾷ καὶ ἐν ψυχροῖς τόποις πολύνοστα· καὶ τὰ λευκὰ μᾶλλον τῶν μελάνων ὅπως ἁδρύνηται πρὸ τῆς ἀπολήψεως τῶν ὑδάτων· αὔξεται γὰρ καὶ φθάνει τὰ λευκὰ μᾶλλον τῶν μελάνων. ἐν δὲ ταῖς εὐκρασίαις τὰ ἀνὰ μέσον. οἱ μὲν οὖν οὕτω διαιροῦσιν οἱ δ᾽ ἄλλως. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἡ μὲν λεπτὴ κριθοφόρος ἀμείνων ἡ δὲ πίειρα πυροφόρος· αἱ μὲν γὰρ ἐλάττους καὶ κουφοτέρας δέονται τροφῆς οἱ δὲ πλείονος καὶ σωματωδεστέρας. τῶν δὲ πυρῶν ὁ μὲν τρίμηνος ἐν τοῖς λεπτογείοις καλλίων· σύμμετρος γὰρ ἡ τροφὴ κούφη κούφοις· ὁ δὲ λυβικὸς καὶ ὁ δρακοντίας καὶ ὁ στραγγίας καὶ ὁ σελινούσιος ἐν ἀγαθῇ, πολύτροφοι γάρ· σημεῖον δ᾽ ὅτι κάλαμον ἔχουσι παχύν· ἁπλῶς δὲ καὶ εἴ τις ἄλλος τοιοῦτος. εἰ δέ τις πολυχίτων ὥσπερ ὁ θρᾴκιος ἐν τοῖς χειμερινοῖς· ἀπαθὴς γὰρ ὑπὸ τοῦ ψύχους· ὁ δὲ χαῦνος καὶ μανὸς ὥσπερ ὁ καγχρυδίας ἐν τοῖς ἐπόμβροις· τροφῆς γὰρ πολλῆς καὶ οὗτος δεῖται, δι᾽ ὃ καὶ παχυκάλαμος. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν χεδροπῶν. ἡ μὲν γὰρ γλίσχρα καὶ μελάγγεως ἐρέβινθον ἡ δὲ κούφη κύαμον φέρει καλλίω, σύμμετρα γὰρ ἑκατέρῳ τὰ τῆς τροφῆς. καὶ ἐπὶ τῶν ἄλλων δὲ τὸν αὐτὸν τρόπον ἀεὶ πρὸς τὰ τῆς τροφῆς ἀνακτέον συμπαραλαμβάνοντα καὶ τὰ τοῦ ἀέρος. ἡ γὰρ εὔειλος καὶ ἁπλῶς ἡ εὐδιείνη τὰ ἀσθενέστερα ἐκφέρει μᾶλλον ἡ δ᾽ ἐναντία τὰ ἰσχυρά. καὶ ἡ ἀνύφαμμος δὲ καὶ πηλώδης τὰ ὀλιγότροφα καὶ ξηρὰ καθάπερ τὴν ἀχιλληΐδα· καὶ γὰρ λευκαίνει μᾶλλον ἐκπέττουσα τὰς τροφάς· καὶ φέρει δὲ καὶ τεράμονα τὰ ξηρὰ καὶ τὰ πρόσειλα, πέττει γὰρ ὁ ἥλιος μᾶλλον, ἐν δὲ τοῖς εὐγείοις καὶ πίοσιν οὐχ ὁμοίως. πυρὸς δὲ κριθῆς ἐν τοῖς ὀμβρώδεσιν εὐθενεῖ μᾶλλον καὶ τὸ ὅλον δὲ πρὸς τὰς ἐπομβρίας ἰσχυρότατος. φέρει δὲ καὶ ἐν τοῖς ἀκόπροις μᾶλλον· αἴτιον δὲ ὅτι θερμὸς ὢν ἐκπέττειν δύναται μᾶλλον καὶ κόπρον οὐκ ἐπι ζητεῖ διὰ τὸ ἔχειν ἐν ἑαυτῷ ὃ ἔδει ἐκ τῆς κόπρου γίνεσθαι καὶ τὸ ὅλον ἰσχυρότατός ἐστι καὶ πρωϊσπορεῖται καὶ ἐν τοῖς ψυχροῖς καταβάλλεται μᾶλλον. ἡ δὲ ἰσχὺς θερμότητι καὶ τῷ μᾶλλον πολυχίτωνα εἶναι· δι᾽ ὃ καὶ ἡ διὰ χρόνου γεωργουμένη γῆ πυροὺς φέρει μᾶλλον ἢ κριθάς· κατακρατεῖ γὰρ τῆς τροφῆς ἰσχυροτέρας οὔσης ὁ πυρὸς μᾶλλον. ἐνιαχοῦ δ᾽ οὐχ ὁμοίως ἐθέλει φέρειν μὴ ἐμπρησθείσης τῆς ὕλης· οὕτως δ᾽ ὥσπερ μανοῦται καὶ κοπρίζεται. ὡς δὲ ἁπλῶς εἰπεῖν πάντα ἐν ταύταις μεγίσταις καὶ κοινοτάταις ἐστὶν διαφοραῖς, ἐν τῇ τῆς χώρας φύσει τῇ τῶν σπερμάτων ἰσχυῒ καὶ ἀσθενείᾳ καὶ ἐν τῇ τοῦ ἀέρος κράσει, δι᾽ ὃ σκεπτέον ταῦτα. χειμῶνες δὲ ἐπιγινόμενοι πανταχοῦ μὲν χρήσιμοι· ῥιζοῦται γὰρ καὶ καρκινοῦται μᾶλλον ὥστ᾽ εἰς τὸ ἔαρ σύμμετρον ἀποδίδοται μέγεθος. μάλιστα δ᾽ ἐν ταῖς ἀγαθαῖς χώραις· τὰ γὰρ νότια καὶ ὅταν εὐδία ταχὺ ἀναδιδόασι καὶ ποιοῦσι λοχαίαν καὶ καρπὸν ἐρυσιβώδη. τὰ δὲ πυκνόσπορα πρότερον ἀποχεῖται τῶν μανοσπόρων ὅτι τὰ μὲν ῥιζοῦται καὶ εἰς τὰ κάτω σχίζεται διὰ τὸ ἔχειν τόπον τὰ δ᾽ εὐθὺς εἰς τὸ ἄνω τρέχει. Χρὴ δὲ καὶ τὰ οἰκεῖα σπέρματα πρὸς εὐφορίαν καὶ τὰ νοσήματα τὰ συμβαίνοντα λαμβάνειν οἷον ἐρυσίβας· ἐπεὶ ἐν τοῖς κοίλοις καὶ ἀπνόοις γίνεται τὰ μὴ ἐρυσιβούμενα· τοιαῦτα δὲ τὰ ἐπικλινῆ τῷ στάχυϊ καὶ μὴ ὀρθά. διὰ τοῦτο δὲ καὶ τὸ ἐπικύπτειν συμφέρει τὸν στάχυν ὅπως ἀπορρέῃ καὶ μὴ ἐμμένῃ τὸ ὕδωρ καὶ ἡ δρόσος. ἐπικλίνουσι δὲ οἱ μακροὶ στάχυες μᾶλλον οἱ δὲ πλατεῖς καὶ βραχεῖς ὀρθότεροι δι᾽ ὃ καὶ ἐρυσιβοῦνται ταῦτα διυγραινόμενα. καὶ ὧν ὁ στάχυς ἀπήρτηται πολὺ τῶν φύλλων· ἐν γὰρ τοῖς φύλλοις ἐμμένει μᾶλλον ἡ ὑγρότης ὥστε πλησίον μὲν ὄντος εὐθὺς ἅπτεται πόρρω δὲ οὐχ ὁμοίως. δι᾽ ὃ καὶ ἡ μὲν ἀχιλληῒς κριθὴ καὶ λευκὴ καὶ μέλαινα ἐρυσιβώδης, ὀρθοὶ γὰρ οἱ στάχυες, ἡ δ᾽ ἐτεόκριθος ἀσφαλὴς, ἀπονεύει γάρ. τὰ δὲ προσήνεμα τῶν χωρίων ἧττον ἐρυσιβοῦνται· διὰ γὰρ τὴν κίνησιν ἀποσείεται καὶ ἀποπίπτει τὸ ὑγρόν. ἐπεὶ καὶ ὅταν ὕσαντος πνεῦμα ἐπιγένηται καὶ πάλιν ἐπιλαμβάνῃ νὺξ ἧττον· τὸ μὲν γὰρ διέσεισεν ὁ δ᾽ ἥλιος οὐκ εὐθὺς ἐπιγενόμενος οὐκ ἐποίησε σῆψιν ἀλλ᾽ ἀνεξηράνθη πρότερον. ἡ δ᾽ ἐρυσίβη σαπρότης τις οὐδὲν δὲ σαπρὸν ἄνευ θερμότητος ἀλλοτρίας. μάλιστα δὲ ἐρυσιβοῦται σῖτος ταῖς πανσελήνοις διὰ τὸ καὶ τὴν σελήνην τῇ θερμότητι σήπειν τῇ ἑαυτῆς. ἀσθενέστερα δὲ καὶ ἐπικηρότερα πάνθ᾽ ὡς ἁπλῶς εἰπεῖν τὰ λευκὰ τῶν μελάνων καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν ζώων. ὅτι μὲν οὖν οἰκεῖα τὰ σπέρματα ταῖς χώραις ληπτέον φανερὸν ἐκ πολλῶν. νοσήματα δὲ γίνεται πᾶσι τοῖς σπέρμασιν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσυμμετρίαν τῆς τροφῆς τε καὶ τοῦ περιέχοντος ἀέρος ὅταν ἡ μὲν πλείων ἡ δὲ ἐλάττων ὁ δὲ κάτομβρος ἢ κατάξηρος ἄγαν ἢ μὴ κατὰ καιρὸν ἀνυγραινόμενος τύχῃ· τότε γὰρ καὶ οἱ σκώληκες ἐγγίνονται τοῖς ὤχροις καὶ τοῖς λαθύροις καὶ τοῖς πισοῖς καὶ αἱ κάμπαι τοῖς ἐρεβίνθοις ὅταν οἱ μὲν ἀνυγρανθῶσι καὶ μεταξὺ ἐγγίνωνται θερμημερίαι· τῶν δὲ ἐρεβίνθων ὅταν ἡ ἅλμη κατακλυσθῇ καὶ ἀναγλυκανθῶσι· πανταχοῦ γὰρ ἡ φύσις ζωογονεῖ μιξαμένη πως τῇ ὑγρότητι τὸ θερμὸν καθάπερ ὕλην οὖσαν τὴν ὑγρότητα τῷ θερμῷ πρὸς τὴν σῆψιν. ὃ καὶ ἐπὶ τῶν πυρῶν συμβαίνει κατὰ τοὺς σκώληκας· γίνονται γὰρ ἐν ταῖς ῥίζαις ὅταν νότια πλείω μετὰ τοὺς σπόρους ἐπιγένηται· τότε γὰρ ἀνυγραινομένης τῆς ῥίζης καὶ τοῦ ἀέρος ὄντος θερμοῦ ζωοποιεῖ πως ἡ θερμότης συσσήπουσα τὴν ῥίζαν, ὁ δὲ γενόμενος εὐθὺς κατεσθίει. πέφυκε γὰρ ἐκ τῶν αὐτῶν ἑκάστοις ἡ γένεσις καὶ ἡ τροφή. ἕτερος δ᾽ ὅταν ἀποχυθῆναι διὰ τὸν αὐχμὸν μὴ δύνηται τὸ ἐγκατακλειόμενον ὑγρὸν ὑπὸ τοῦ θερμοῦ σήψεως γινομένης ἐζωοποίησεν, εἶθ᾽ ὁμοίως ἡ τροφὴ διὰ τοῦ αὐτοῦ. ταὐτὸ δ᾽ ἔοικε τοῦτο καὶ ἐπὶ τῶν μηλέων καὶ ὅλως ἐπὶ τῶν δένδρων συμβαίνειν ὅσα σκωληκοῦται διψήσαντα· διὰ γὰρ τὸ ὀλίγον εἶναι τὸ ὑγρὸν καὶ μένειν ἐν τῷ δένδρῳ θερμαινόμενον σῆψιν ἐποίησεν ἐξ ὧν ὁ σκώληξ. σημεῖον δὲ ὅταν ἄφθονος ἡ τροφὴ γίνηται· τότε γὰρ καὶ ἡ ἐπιρροὴ πρὸς τὰ ἄνω διαδίδοται καὶ πλείων οὖσα κατακρατεῖ καὶ οὐ σήπεται. παραπλήσιον δὲ τὸ συμβαῖνόν ἐστι καὶ τῇ ἀμπέλῳ· καὶ γὰρ ἐν ταύτῃ τοῖς νοτίοις οἱ ἶπες γίνονται μᾶλλον ἅτε διυγραινομένης καὶ τοῦ ἀέρος γονεύοντος· εἶτ᾽ εὐθὺς ἐξεσθίουσι τὸ ὁμογενές. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἐλαῶν αἱ κάμπαι καὶ ἐφ᾽ ὧν ἄλλα ἐγγίνεται ζῶα περὶ τὴν βλάστησιν ἢ τὴν ἄνθησιν ἢ καὶ ὕστερον· πάντα γὰρ ἐκ παραπλησίας αἰτίας ἐστὶ συνιστάμενα. τῇ δ᾽ ἀμπέλῳ μάλιστα τοῦτο συμβαίνει δι᾽ ὅτι φύσει ὑγρόν ἐστι καὶ ἡ ὑγρότης αὐτῆς ἄχυλος καὶ ὑδατώδης· εὐπαθεστάτη γὰρ ἡ τοιαύτη. ἐνιαχοῦ δὲ οὐ γίνονται τὸ ὅλον ἶπες ὅταν εὔπνους τε καὶ μὴ ἔνυγρος μηδ᾽ εὔτροφος ὁ τόπος ὑπάρχῃ. καὶ περὶ μὲν νοσημάτων ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥητέον. Σπείρειν δὲ κελεύουσιν οἱ μὲν πρὸ πλειάδος· ξηρὰν γὰρ ἄνικμόν τε οὖσαν διαφυλάττειν τὸ σπέρμα τὴν γῆν. οἱ δ᾽ ἅμα πλειάσι δυομέναις ὥσπερ καὶ Κλείδημος· ἐπιγίνεσθαι γὰρ ὕδατα τὰ πολλὰ τῇ ἑβδόμῃ μετὰ τὴν δύσιν. ἄριστον δὲ ἴσως καὶ ἀσφαλέ- στατον εἰς ὀργῶσαν τὴν γῆν ἐμβληθῆναι εὐλαβούμενον ὅπως μήτ᾽ ἐμβληθῇ πηλῷ μήθ᾽ εἰς ἡμιβρεχῆ καὶ ἡμίειλον ἣν δὴ καλοῦσί τινες ἀμφίεργον. ἡ μὲν γὰρ ὑγρὰ καὶ πηλώδης διαχεῖ καὶ ἐκγαλακτοῖ καὶ ἐὰν ξηρανθῇ συναλείφει καὶ οὐ διαδίδωσιν, ἡ δὲ ἡμιβρεχὴς κατασήπει· τοσοῦτον γὰρ ἔχει τὸ θερμὸν καὶ τὸ ὑγρὸν ὥστε κινῆσαι μὲν μὴ ἐκβιάσασθαι δὲ μηδ᾽ ἐκβλαστεῖν. καὶ χείριστος οὗτος τῶν σπόρων. ὁ γὰρ ἐν ξηρᾷ σπόρος γινόμενος καθʹ ὥραν ἔτους οὐκ ἀπόλλυσι τὸ σπέρμα· τοὺς δὲ περὶ τροπὰς σπόρους Κλείδημός φησιν ἐπισφαλεῖς εἶναι· διερὰν γὰρ οὖσαν καὶ βαρεῖαν τὴν γῆν ἀτμιδώδη γίνεσθαι καὶ ἐοικέναι ἐρίοις κακῶς ἐξαμμένοις· ἔτι δ᾽ οὐ δύνασθαι τὰς ἀτμίδας ἕλκειν οὐδὲ διαπέμπειν ἅτε θερμὸν οὐκ ἔχουσαν ἱκανὸν καὶ ἐπαλείφειν ἔλαττον. ἀλλὰ τὰ ὄψια δεῖ σπείρειν ὑπὸ τροπάς. συμφέρει δὲ σπειρομένοις καὶ σπαρεῖσιν εὐδίας ἐπιγίνεσθαι πλείους ἡμέρας ὅπως διαβλαστῶσι, μετὰ δὲ ταῦτα ψύχη βόρεια καὶ μέτρια λεπτὰ χειμῶνος ἰσχυρῶς ἐρριζωμένων ἤδη καὶ ταρρουμένων· ἀνθέξουσι γὰρ μᾶλλον· ἐπεὶ πιλούμενά γε βελτίω καὶ ἐγκαρπότερα. τῆς γὰρ ῥίζας ἰσχυούσης ἥ τε τροφὴ πλείων καὶ ἡ αὔξησις μετὰ ταῦτα θᾶττον· τὰ γὰρ εὐθὺς ἀνατρέχοντα λεπτὰ καὶ ἀσθενῆ γίνεται καὶ ἅμα πρὸ τῆς ὥρας κυϊσκόμενα καὶ ἀποχεόμενα φθείρεται. τὸ γὰρ ὅλον ἡ πάρωρος εὐτροφία σφαλερὰ δι᾽ ὃ καὶ ἐπιτέμνουσιν οἱ δὲ κείρουσιν. ἀγαθὸν δὲ καὶ ἡ χιὼν ὅτι ἀναζυμοῖ καὶ μανοῖ τὴν γῆν καὶ τροφήν τε παρέχει καὶ ἐγκατακλείουσα τὸ θερμὸν αὔξει τε καὶ ἰσχύειν ποιεῖ τὴν ῥίζαν. ᾗ καὶ τὸ ἀπορούμενον οὐκ ἀφανὲς διὰ τί αἱ ψυχειναὶ χῶραι καὶ αἱ θερμαὶ σιτοφόροι καθάπερ ἡ Θρᾴκη καὶ ὁ Πόντος καὶ ἡ Λιβύη καὶ ἡ Αἴγυπτος. πρὸς γὰρ τοῖς ἄλλοις ποιεῖ τι ὁ χειμὼν καὶ τὰ καύματα καθάπερ ἐν ταῖς ἐργασίαις ἐλέχθη τῆς γῆς. οὐδὲν δὲ ἔλαττον ἀλλὰ πάντων μέγιστον ὁ περιέχων ἀὴρ πρὸς εὐκαιρίας ὑδάτων καὶ βίας χειμώνων καὶ πνευμάτων. ὁποῖα γὰρ ἂν ᾖ ταῦτα καὶ τὰ σπέρματα οὕτως ἐκτελεῖται ὃ καὶ ἡ παροιμία καλῶς ἔτος φέρει οὔτι ἄρουρα. μέγα δὲ καὶ ἡ θέσις τῆς χώρας ἡ πρὸς τὰ πνεύματα καὶ τὸν ἥλιον ὥσπερ καὶ ἐπὶ τῶν δένδρων ἐλέχθη· πολλαὶ γὰρ οὖσαι λεπταὶ καὶ φαῦλαι τελέσφοροι γίνονται διὰ τὸ πρὸς ταῦτα κεῖσθαι καλῶς. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἡ ἀγαθὴ χώρα καὶ χειμώνων δεῖται πολλῶν· ἂν γὰρ εὐδίαι καὶ τὰ νότια ἐνισχύωσι λοχαίους ποιοῦσιν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐρυσιβώδεις. ὁ δὲ χειμὼν πιλώσας καὶ καρκινώσας τὰς ῥίζας σύμμετρον εἰς τὸ ἔαρ ποιεῖ τὸ μέγεθος ὅλως δὲ καὶ τὴν χώραν ἂν εἰργασμένην λάβῃ μανοῖ. διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ εἰς τὸ ἔαρ αἱ αὐξήσεις ταχεῖαι γίνονται καὶ ἐκφύσεις καὶ τελειώσεις ὥστε δοκεῖν μὴ κατὰ λόγον ἀπολείπεσθαι τῶν ἐν ταῖς ἀλεειναῖς ἀλλὰ καὶ προτερεῖν ὥσπερ καὶ τὰ περὶ Ἑλλήσποντον. ἰσχυρᾶς γὰρ τῆς ὁρμῆς γενομένης διὰ τὸν ἀθροισμὸν καὶ τοῦ ἀέρος ὑπηρετοῦντος ταχεῖαι καὶ αἱ ἐπιδόσεις καὶ αἱ τελειώσεις γίνονται. ταῦτα μὲν οὖν ἐν ταῖς τῆς χώρας διαφοραῖς ἐστι. Τὰ δὲ σπέρματα καθάπερ ἐπὶ τῶν δένδρων ἐκ τῶν ὁμοίων ἢ τῶν χειρόνων ληπτέον ὅπως δὴ μηδεμία μεταβολὴ ἢ ἐπὶ τὸ βέλτιον γίνηται. καίτοι φασὶν ἐκ τῆς ἀγαθῆς ἰσχυρότερα εἶναι δι᾽ ὃ καὶ ἐπὶ δύο ἔτη διαμένειν τὴν δύναμιν. εἰ δὲ τοῦτο ἀληθὲς ὅμοιον ἂν εἴη καὶ τὸ ἐπὶ τῶν φυτευμάτων τὸ τὰ κάλλιστα καὶ ἰσχυρότατα λαμβάνειν ὥστ᾽ ἀμφοτέρως ἂν ἔχοι λόγον. χρὴ δὲ καὶ ταῖς τοῦ ἀέρος ἀνωμαλίαις προσέχειν. οὔτε γὰρ τὰ ἐκ τῶν εὐείλων καὶ πρωΐνων εἰς τοὺς ὀψίους καὶ διαχειμέρους οὔτε τὰ ἐκ τούτων εἰς ἐκείνους ἁρμόττει. τὰ μὲν γὰρ προτερεῖν δοκεῖ τὰ δ᾽ ὑστερεῖν ὥστε τὰ μὲν ὑπὸ χειμῶνος τὰ δ᾽ ὑπ᾽ αὐχμῶν ἀπόλλυται καὶ ἀνυδρίας· ὄψια γὰρ ὄντα βραδέως τε κυΐσκεται καὶ ἀποτίκτει δι᾽ ὃ καὶ ὑστερεῖ. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν σπερμάτων ὅσαπερ εὐβλαστεῖ καὶ ταχὺ παραγίνεται καθάπερ τὰ τριμηνιαῖα. σπαρέντα γὰρ πρώϊα προτερεῖ καιρῶν εἰ μή τι τοιοῦτον ὥστε προλαβεῖν τοὺς χει μῶνας πρὸς τὴν ῥίζωσιν ὥσπερ καὶ τὸν κύαμον διὰ τοῦτο πρωϊσποροῦσι καὶ ἅμα διὰ τὸ φιλεῖν ἀνθοῦντα βρέχεσθαι καὶ ἀπανθεῖν πολὺν χρόνον· ὀψὲ γὰρ σπειρόμενος οὐκ ἂν βρέχοιτο. τὸ δὲ ὕδωρ ἐν τῷ ἀνθεῖν τούτῳ μὲν συμφέρει διὰ τὴν μανότητα, τῷ σίτῳ δὲ ἀσύμφορον διὰ τὴν λεχθεῖσαν πρότερον αἰτίαν, τοῖς δὲ ἄλλοις χεδροποῖς ἀβλαβὲς πλὴν ἐρεβίνθῳ, τοῦτον δὲ ἀπολλύει· καταπλυθείσης γὰρ τῆς ἅλμης ὥσπερ συμφύτου τινὸς στερόμενος σφακελίζει τε καὶ ὑπὸ καμπῶν κατεσθίεται· ζωογονεῖται γὰρ ὥσπερ εἴρηται. βραχέντος δὲ οἴνῳ τοῦ σπέρματος ἧττον δοκεῖ νοσεῖν, ὅπερ οὐκ ἄλογον ἔχοντά τινα δριμύτητα· διατηροῦσι γὰρ αὗται. τὸ γὰρ ὅλον ἐάν τις ἀλλοιώσας μεταβάλῃ τὸ σπέρμα καθάπερ πρότερον ἐλέχθη μεταβάλλειν καὶ τὰ φυτὰ καὶ τοὺς καρποὺς οὐκ ἄλογον· οἵα γὰρ ἡ ἀρχὴ τοιαῦτα καὶ τὰ ἀπὸ τῆς ἀρχῆς. ἔτι δ᾽ ὁρῶμεν ὅτι καὶ ταῖς τροφαῖς ἀλλοιούμενα μεταβάλλει καὶ ὅλα γένη τῶν δένδρων ὥσπερ ἐξ ἀγρίων ἥμερα γινόμενα καὶ ἐκ μελάνων λευκά· καὶ κατὰ τοὺς καρποὺς ὁμοίως ὥστε καὶ πρὶν πεσεῖν αὐτὸ ποιόν τι γινόμενον οὐκ ἄτοπον ἀλλοιοῦν καὶ τὴν ῥίζαν εὐθὺς καὶ τὸν καυλὸν καὶ τὸν καρπόν. ἀπηνθηκότος δ᾽ οὐ συμφέρει κατὰ μικρὸν ἐφύειν οὐδ᾽ ἥλιον ἐπιλαμβάνειν ἀλλὰ ψύχη γίνεσθαι καὶ ἐπινεφεῖν ὅπως μὴ ἐπικαθήμενον τὸ ὕδωρ ἐπιλαβὼν ὁ ἥλιος ἐρυσιβώσῃ σῆψιν ποιήσας. δι᾽ ὃ καὶ αἱ δροσοβόλοι χῶραι καὶ ἔγκοιλοι καὶ ἀπνεύματοι μάλιστα ἐρυσιβώδεις. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Δ. Ἐπειδὴ πλείους αἱ γενέσεις τῶν φυτῶν τούτων δὲ κοινοτάτη πᾶσιν ἡ ἀπὸ σπέρματός ἐστιν ὅσα ἔχει σπέρμα καὶ καρπὸν ἀπορήσειεν ἄν τις διὰ τί ποτε οὐκ ἀνὰ λόγον ἡ ἰσχὺς ἑκάστῳ ἐστὶ τῶν σπερμάτων ἀλλ᾽ ἀσθενεστέρα τῶν ἰσχυροτέρων οἷον τὰ τῶν δένδρων τῶν ἐπετείων. ἀμφοτέρως γὰρ φαίνεται τὸ ὁμολογούμενον· καὶ εἰ ἀπὸ τῶν ἀσθενεστέρων ἰσχυρότερα τὰ γινόμενα· τὰ γὰρ σπέρματα γεννᾷ τὰ δένδρα· τῆς δὲ ἀσθενείας καὶ τῆς ἰσχύος ἐκεῖνα σημεῖα· τὰ μὲν γὰρ ἐπέτεια ὅταν σπαρῇ διαμένει τὰ αὐτὰ καὶ ἐξομοιοῖ τοὺς καρποὺς τὰ δὲ τῶν δένδρων μεταβάλλει καὶ χείρω ποιεῖ, καὶ τὰ μὲν ταχεῖαν ἀποδίδωσι τὴν τελείωσιν τὰ δὲ χρόνιον καὶ βραδεῖαν. καὶ ἀνάπαλιν δὲ λαμβανομένων· ἰσχυρότερα γὰρ ὄντα τὰ δένδρα βραδύτερον ἐκπέττει τοὺς καρπούς. ἔτι δὲ τὰ μὲν ἐν κελύφεσι δερματικοῖς καὶ ξυλώδεσιν· τὰ δ᾽ αὐτὰ πάλιν ἐν περικαρπίοις σαρκώδεσιν οἷον τὸ τῆς ἐλάας καὶ τὸ τῆς κοκκυμηλέας καὶ τὰ τῆς ἀπίου καὶ ἀμπέλου καὶ μηλέας· ἔνια δ᾽ ἐν ξυλώδεσιν ἅμα καὶ σαρκώδεσιν καὶ ὅλως ὅσα κάρυον ἐντὸς ἔχει τῆς σαρκός. τὰ δὲ τοῦ σίτου γυμνὰ καὶ μάλιστα τοῦ πυροῦ καὶ τῆς κριθῆς, εἰ δὲ μὴ χιτῶσί γε περιέχεται λεπτοῖς. ἀεὶ δὲ τὸ ἀσθενέστερον ἡ φύσις εἰς πλείω τίθεται φυλακήν. αἱ μὲν οὖν ἀπορίαι σχεδὸν τοιαῦται. δεῖ δὲ λαβεῖν πρὸς αὐτὰς ἀρχὴν τήνδε, τὸ σπέρμα μὴ μόνον ἔχειν δύναμιν τοῦ ποιεῖν ἀλλὰ καὶ τοῦ πάσχειν, ὅπερ καὶ κατὰ πάντων τῶν τῆς φύσεως ἀληθὲς, καὶ κατ᾽ αὐτὴν δὲ τὴν γένεσιν ἀμφοῖν εἶναι τὴν ἐνέργειαν καὶ τρόπον τινὰ οὐχ ἧττον τοῦ πάσχειν· τότε γὰρ καὶ ἡ ἐν τοῖς σπέρμασι κινεῖται δύναμις οἷον διαθερμαινομένων. δι᾽ ὃ καὶ οὐ πάντα βλαστάνει κατὰ τὴν αὐτὴν αἰτίαν ἀλλ᾽ ὅταν ἡ οἰκεία τοῦ ἀέρος κατάσχῃ κράσις. ὑποκειμένου δὲ τούτου φανερὸν ὡς οὐκ ἰσχύος ἀλλ᾽ ἀσθενείας μᾶλλον ἡ ταχυβλαστία· τὸ γὰρ ἀσθενὲς εὐπαθέστερον. δι᾽ ὃ καὶ τὰ εὐπαθέστερα ἐπέτει ταχυβλαστότερα καὶ ἅμα τὸ κοινὸν αὐτοῖς ὥσπερ ἕτερον εἰς τὸ παθεῖν. ὁ δ᾽ αὐτὸς λόγος καὶ περὶ τῆς τελειώσεως τὰ ἀσθενέστερα ῥᾷον ἐκτελεώσασθαι καὶ τῷ περιέχοντι καὶ ταῖς ἐν αὐτοῖς ἀρχαῖς. ὃ καὶ περὶ ζώων ἐστίν· αἰεὶ γὰρ τὰ ἰσχυρότερα χρονιωτέρας ὡς ἐπὶ πᾶν ποιεῖται καὶ τὰς κυήσεις καὶ τὰς τροφάς. ἅμα δ᾽ ὥσπερ ἐὰν τὰ μὲν αὐτοῦ τοῦ χειμῶνος σπέρματος γεννητικὰ σώματα οὐ δὲ μικρὰ ὑπόκειται, τὰ δὲ ἐν ὄγκοις μείζοσιν οἱ καταναλίσκουσι καὶ ἀντισπῶσιν εἰς ἑαυτοὺς τὰς τροφὰς ὥστε τὰ μὲν ὀλιγόκαρπα τὰ δὲ ὅλως ἄκαρπα ποιεῖν ὡς ἐπὶ τῶν ζώων συμβαίνει τῶν ἐκπαχυνομένων καὶ εὐτροφουμένων. τοῦ μὲν οὖν θᾶττον ἐκτελεοῦν οὐχ ἡ ἰσχὺς ἀλλὰ ταῦτα τὰ αἴτια, δι᾽ ὃ καὶ πολυγονώτερα. καίτοι τάχ᾽ ἄν τις ἀντείποι περὶ τοῦ πλήθους φάσκων πλείω τὰ ἀπὸ τῶν δένδρων εἶναι. πολλὰ γὰρ ἕκαστον ἔχειν τῶν περικαρπίων τὸ δὲ δένδρον ἀφ᾽ ἑνὸς γεγενῆσθαι σπέρματος. ἀλλὰ ταῦτα μὲν ἐλαφρότερα καὶ οἷον ἀπηρτημένα ἂν φανείη. τὸ δὲ μὴ δύνασθαι τηρεῖν τὰ γένη μηδ᾽ ἐξομοιοῦν ἐν ἀμφοῖν ἂν ἔχοι τὸ αἴτιον, καὶ τῷ πλείω χρόνον τὰ κατὰ γῆς μᾶλλον κατακρατεῖσθαι καὶ τῷ τοὺς σωματικοὺς ὄγκους ἀντισπᾷν. ὃ γοῦν καὶ τῆς ἀκαρπίας αἴτιον καὶ τῆς κακοκαρπίας εὐλόγως, φανερὸν δὲ μάλιστα ἐκ τῶν ἀμυγδαλῶν εἴπερ ἀφαιρουμένης τῆς ὑγρότητος καὶ τῆς εὐτροφίας μεταβάλλουσι. τὰ δ᾽ ἐπέτεια βραχύν τινα χρόνον ἐν τῇ γῇ γίνεται καὶ ὀλίγην ἕλκει τροφὴν δι᾽ ὃ καὶ οὐκ ἐξίσταται μιᾷ σπορᾷ τῶν γενῶν, ἀλλ᾽ εἰ τῇ τρίτῃ, τότε γὰρ ποιεῖται τὴν μεταβολήν· ὥστ᾽ ὅπερ ἐκείνοις διὰ τὸ πλῆθος τῆς τροφῆς εὐθὺς τοῦτο τοῖς σπέρμασι χρονισθεῖσι κατὰ λόγον· πλὴν ὅτι τὰ μὲν εἰς τὸ χεῖρον ἀεὶ μεταβάλλει τὰ δὲ καὶ ἐπὶ τὸ βέλτιον ἐὰν ἡ χώρα τοιάδε καὶ ὁ ἀήρ· ἀλλὰ δὴ τοῦτο μὲν ἕτερον. εἰς ἄλλο δ᾽ ἐξίσταται γένος μάλιστα τῶν σπερμάτων τὰ ἰσχυρότερα καθάπερ ὁ πυρὸς καὶ ἡ κριθή· μόνα γὰρ ἐξαιροῦνται· μᾶλλον δ᾽ ὁ πυρὸς ἰσχυρότερον ὄν. ὥστε καὶ τοῦτο ὁμολογούμενον τῷ πλείω τροφὴν ἕλκειν. ὁ γὰρ θέρμος ὥσπερ ἄπεπτόν τι τὸ ὅλον. Τὰ μὲν οὖν κατὰ τὴν βλάστησιν ἐν τούτοις ἂν εἴη. πρὸς δὲ τὴν ἔξω διαμονὴν φυλαττομένων ἄλλοις μὲν ἄλλως συμβαίνει κατὰ τοὺς χρόνους. οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἄλογον ἔνια προτερεῖν τῶν δενδρικῶν εἰς τὴν φθορὰν οἷον ὅσα ἐν περικαρπίοις ἐστὶ σαρκώδεσιν οἷον ὅταν χωρισθῇ καὶ σαπῇ· γυμνούμενα γὰρ ἀναξηραίνεται καὶ θνήσκει· τὰ δὲ ἐν δερματικοῖς καὶ μὴ χωριζόμενα· καὶ γὰρ ὑγρότερα καὶ παρεισδέχεται τὸν ἀέρα. μάλιστα δὲ διαμένει τὰ ἐν ξυλώδεσι καὶ τούτων ὅσα πυκνόν τε τὸ κέλυφος ἔχει καὶ αὐτὰ λιπαρὰ καθάπερ τὰ κάρυα τὰ ἡρακλεωτικὰ, πλὴν ἐκπικροῦται· τὰ δ᾽ ἀμύγδαλα ἐλάττω χρόνον· ἐλάχιστον δὲ τὰ βασιλικὰ μένει, μανότατον γὰρ τὸ πέριξ καὶ ἥκιστα συμφυές. διαμένει δὲ καὶ τὸ τῆς ἐλάας καὶ εἴ τι ἄλλο τοιοῦτον· τῶν δ᾽ ἐν σαρκώδεσι περικαρπίοις χρονιώτατον τὸ τοῦ φοίνικος ἅτε ξηρότατον ὂν καὶ πυκνόν. τὰ μὲν οὖν τῶν δένδρων διὰ ταύτας τὰς αἰτίας τὰ μὲν μᾶλλον τὰ δ᾽ ἧττον διαμένει. σχεδὸν δὲ καὶ τὰ τῶν σιτωδῶν διὰ παραπλησίας αἰτίας. ἢ γὰρ τῷ περιέχεσθαι πλείοσι χιτῶσιν ἡ διαμονὴ καθάπερ ὁ κέγχρος, ἢ τῷ λίπος ἔχειν ὥσπερ τὸ σήσαμον ἢ τῷ δριμύτητά τινα καὶ πικρότητα χυλοῦ καθάπερ ὁ θέρμος καὶ ὁ ἐρέβινθος καὶ ὁ ὄροβος· μόνα γὰρ δὴ καὶ οὐ ζωοῦται τῶν χεδροπῶν ὁ θέρμος καὶ ὁ ἐρέβιν θος· ἀλλ᾽ ὅ γε ἐρέβινθος μέλας γίνεται διαφθειρόμενος. ὁ δὲ πυρὸς μᾶλλον τῆς κριθῆς καὶ τῶν χεδροπῶν διὰ τὸ θερμότερον εἶναι καὶ χιτῶνας ἔχειν πλείους· ἡ γὰρ αὖ κριθὴ καθάπερ γυμνόν. τὰ δὲ χεδροπὰ παχέα μὲν τοῖς κελύφεσιν ἀλλὰ μανὰ καὶ γλυκύτητά τινα ἔχοντα φαίνεται· οὐχ ἧττον δ᾽ αἴτια ταῦτα τῆς φθορᾶς. δι᾽ ὃ καὶ ὁ κύαμος καὶ ὁ ὦχρος τάχιστα κόπτεται. τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὡς κατὰ τὰς χώρας· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον πολλά φασιν ἔτη διαμένειν τοὺς κυάμους, πολλὰ δὲ καὶ περὶ Κύζικον. ἀλλὰ περὶ μὲν τῆς τούτων διαμονῆς καὶ τὸ ὅλον τῆς φύσεως τάχ᾽ ἂν ἐν τοῖς ὕστερον ἐπὶ πλέον ῥηθείη· πρὸς δὲ τὰ τῶν δένδρων συγκρινόμενα ταύτας ἔχει τὰς διαφοράς. Ἐν δὲ τοῖς τῶν λαχανωδῶν τὰ μὲν ἄλλα τὴν ἐξομοίωσιν ἀποδίδωσι, ῥάφανος δὲ καὶ μαλάχη δοκεῖ παραλλάττειν καὶ δενδρικώτερα· τὰς δ᾽ ἐκφύσεις πλέον ἀλλήλων ἔτι ταῦτα παραλλάττει τῶν σιτηρῶν. τὰ μὲν γὰρ τριταῖα διαβλαστάνει καθάπερ ὤκιμον σίκυος κολοκύντη, τὰ δὲ πεμπταῖα ἢ ἑκταῖα, τὰ δὲ πεντεκαιδεκαταῖα καθάπερ πράσον, τὸ δὲ σέλινον τεσσαρακοσταῖον ἐνιαχοῦ δὲ πεντηκοσταῖον, δυσφυέστατον γὰρ τοῦτο πάντων. δυσφυὲς δὲ καὶ τὸ κορίαννον, οὐ γὰρ βλαστάνει μὴ βρεχθὲν, αἰτία δ᾽ ἡ σκληρότης, ὥσπερ γὰρ ξυλῶδές ἐστι τὸ περιέχον. ἡ δὲ τῶν τευτλίων ἀνωμαλία τῷ τὰ μὲν ὕστερον μηνὶ ἐκβλαστάνειν τὰ δὲ δυοῖν τὰ δὲ πλείοσι τὰ δὲ καὶ ἐνιαυτῷ σημαίνειν ἔοικε τῶν σπερμάτων αὐτῶν ἀτεραμνότητά τινα πρὸς τὴν βλάστησιν. τὰ δὲ θερινὰ σπειρόμενα δῆλον ὡς δι᾽ ἀσθένειαν· δι᾽ ὃ ταχύ τε παραγίνεται καὶ ταύτην τὴν ὥραν φύεται φέρειν οὐ δυνάμενα τὸν χειμῶνα, τὰ μὲν ὄντα ξηρὰ καθάπερ καὶ τὸ ὤκιμον τὰ δ᾽ ὑγρὰ καὶ ψυχρὰ καθάπερ ὁ σίκυος καὶ ἡ ἀνδράχνη. θαυμαστὸν δ᾽ ἂν δόξειε τὸ τοῦ ἀβροτόνου μάλιστα δι᾽ ὅτι θερμὸν ὂν τὴν ἀλέαν διώκει· αἰτία δὲ ἡ ἀσθένεια· πρὸς ἄμφω γὰρ ἀσθενεῖ καὶ πρὸς τοὺς χειμῶνας καὶ πρὸς τὰ καύματα. τὸ δ᾽ ὅλον οὐ ποιεῖ ἡ θερμότης μάλιστα εὐβλαστεῖν εἴπερ θερμὰ τὰ δριμέα· καὶ γὰρ τὸ πράσον καὶ τὸ γήτειον καὶ ἔτι μᾶλλον ἡ θύμβρα καὶ ἡ ὀρίγανος δυσβλαστῆ· δεῖ γὰρ ἔχειν τινὰ ὑγρότητα καὶ οὐχ ἧττον ἀλλὰ μᾶλλον ἴσως εὐκρασίαν τὸ εὐβλαστὲς πρὸς τὸ ποιεῖν καὶ πάσχειν. ὅλως δ᾽ ὡς ἐν γένει λαβεῖν ξηρότατα τῶν σπερμάτων τὰ στεφανωματικὰ καὶ τὰ τῶν λαχάνων ὅθεν καὶ τάχιστα τὰς ἰκμάδας ἕλκει· δι᾽ ὃ καὶ κρεμαννύουσιν αὐτὰ καὶ οὐ ῥαίνουσι τὰ οἰκήματα οὐδ᾽ ὕδωρ εἰσφέρουσιν ὅλως. ἡ δὲ διαμονὴ θησαυριζομένων πρός τε τοὺς σπόρους καὶ πρὸς τὰς ἄλλας χρείας παραπλησία καὶ τοῖς σιτηροῖς, γόνιμα μὲν εἰς τετραετίαν μάλιστα χρήσιμα δὲ πρὸς τἆλλα πλείω χρόνον ὥσπερ ὁ σῖτος εἰς τροφήν. καὶ τοῦτο δὲ καὶ κατὰ λόγον ὥσπερ καὶ τοῖς ζώοις πρῶτον ἀπολιπεῖν τὴν τῆς γονῆς δύναμιν . καὶ γὰρ ἐν τούτοις ἡ ἀρχὴ τοῦ γεννᾷν ὅπερ ἄν τις ὡς σπέρμα θείη τὸ δὲ λοιπὸν ὡς τροφὴν καὶ ὕλην προσηρτημένην· ἀλλὰ τὸ ὅλον καλεῖται σπέρμα δι᾽ ὃ καὶ ζῆν αὐτά φασι καὶ μὴ ζῆν ὅταν διαμένῃ ταύτῃ ἢ φθαρῇ καθάπερ καὶ τὰ ὠά· συμβαίνει δὲ καὶ τοῦτο καὶ τοῖς βαλανώδεσι καὶ τοῖς ἄλλοις. εἰς βλάστησιν δὲ τὰ ἔνα τῶν νέων οὐκ ἄλογον εἶναι βελτίω, ξυνεστηκότα τε καὶ οἷον αὐτὰ αὑτῶν ὄντα μᾶλλον. πρόσεστι γάρ τις καὶ τούτων πέψις ἀποπνεύσαντος τοῦ ἀλλοτρίου· χρονιζομένου δὲ πάλιν γῆρας καὶ φθίσις. περὶ δὲ τοῦ ἐκκαυλεῖν τάχιστα μὲν τὰ ἀπὸ τῶν ἀκμαζόντων ὡς ἰσχυροτάτων, τελέωσις γάρ τις ἡ ἐκκαύλησις εἴπερ ὁ καρπὸς ὡς τέλος, οὐκ ἄλογον. δευτέρα δὲ ἡ ἐκ τῶν παλαιοτέρων, καὶ γὰρ ἐκ τούτων οἷον καθαρωτέρα τις καὶ πλείων ἡ δύναμις. ἐν δὲ τοῖς νέοις ἀναμεμιγμένη καὶ τὸ πλέον εἰς τὴν τροφὴν ἄγουσα καθάπερ ἐν τοῖς ἄλλοις· αἰεὶ γὰρ ὀψιαίτερα τὰ πολύτροφα· δι᾽ ὃ καὶ εἰ μὴ τὰ ἀπὸ τῶν ἀκμαζόντων ἐκκαυλεῖ πρῶτα ἀλλὰ τὰ ἀπὸ τῶν παλαιοτέρων οὐκ ἄλογον. περὶ οὗ δὴ καὶ ἀντιλέγουσί τινες. ἐκκαυλεῖν γάρ φασι τὰ ἀσθενέστερα μᾶλλον ὥσπερ ἐπὶ τῶν λαχάνων. αἴτιον δὲ ὅτι εὐπαθέστερά τε καὶ ἐλάττω τροφὴν ἔχοντα τελειοῖ τὸ δὲ ἐκκαυλεῖν ὥσπερ τελέωσις, δι᾽ ὃ καὶ τῶν δένδρων τὰ πρεσβύτερα θᾶττον πέττει καὶ μᾶλλον τοὺς καρποὺς, τὰ δὲ ἐν ἀκμῇ πλείους μὲν καὶ καλλίους ἔχει βραδύτερον δέ. φαίνεται δ᾽ οὖν εἰ τοῦτο ἀληθὲς ὅτι ταχυγονώτερα τὰ παλαιότερα. μεμίχθαι γάρ τις ἐν τοῖς σπέρμασι δοκεῖ οἷον ὕλη καὶ τροφὴ ταῖς ἀρχαῖς ἣν δεῖ προκατειργάσθαι πρότερον ἢ εἰς τὴν βλάστησιν ἐλθεῖν. εἴη δ᾽ ἂν κἀκεῖνο λέγειν πρός γε τὸ ἐκκαυλεῖν ὡς ἧττον ῥιζουμένων τῶν παλαιῶν εἰς δὲ τὸ ἄνω μᾶλλον φερομένων ταχεῖαν ποιεῖ τὴν τελείωσιν ὥσπερ σχεδὸν καὶ ἐπὶ τῶν ὀλιγοχρονίων πάντων ἐστὶ καθάπερ καὶ ἐπὶ τῶν τριμήνων λέγεται. τοὺς δὲ χρόνους δῆλον ὅτι καὶ τὰς ἀκμὰς κατὰ τὰς φύσεις ἑκάστων ληπτέον. ἀλλὰ γὰρ ταῦτα μὲν ὁμοιότητά τινα ἔχει. τὰ δ᾽ ἴδια καθ᾽ ἕκαστον γένος αὐτὰ καθ᾽ ἑαυτὰ λέγουσιν ἐπὶ πλέον. ῥητέον δὲ τοῖς τῶν δένδρων καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ ἄλλα θεωροῦσιν. Ἄτοπον δ᾽ ἂν δόξειε καὶ ἅμα θαυμαστὸν εἰ ἀπὸ τῶν ἀτελῶν ἔνια γεννᾷ καὶ ταῦτα δένδρων φύσεις μεγάλας οὕτως οἷον ἰτέας καὶ πτελέας· ἀτελὲς γὰρ τὸ ὠμόν. ἆρ᾽ οὖν εἴπερ τοῦτ᾽ ἀληθὲς διαιρετέον τὴν τελειότητα τήν τε πρὸς ἡμᾶς καὶ τὴν πρὸς γένεσιν. ἡ μὲν γὰρ πρὸς τροφὴν ἡ δὲ πρὸς δύναμιν τοῦ γεννᾷν· ἔνια δὲ ἄτροφα γεννητικὰ δὲ, τὰ δ᾽ ἴσως ἀνάπαλιν. τάχα δ᾽ ἐκείνη πρός γε τὰ νῦν ἡ διαίρεσις ὅτι τὴν πέψιν τιθέμεθα χρώμασι καὶ χυλοῖς καὶ πυκνότητι καὶ τοῖς τοιούτοις· ἐπεὶ τό γ᾽ ἐδώδιμον ὑπάρχει καὶ τοῖς τῆς πτελέας καὶ ἄλλοις· ἀλλ᾽ οὐ τοῦτο κύριον ἀλλὰ τὸ γεννᾷν· ἕκαστον γὰρ τῷ ἔργῳ κρίνεται. καὶ ταῦτα μὲν ὡς πρὸς ὑπόθεσιν. ἐκεῖνο δὲ ἀτοπώτατον εἰ τελεούμενα γένους τινὸς ἄγονα γίνεται τὸ ὅλον καίτοι ἀπὸ σπέρματος γινομένου τοῦ δένδρου καθάπερ ἐπὶ τῆς κυπαρίττου. τὸ γὰρ ἄρρεν γένος ὅλως ἄγονον πολλὰ δὲ καὶ τῶν θηλειῶν. ἐπεὶ τό γε μὴ καρποφορεῖν ἔνια τῶν ὁμογενῶν ἧττον ἄτοπον. καὶ πάλιν ἐπὶ τῶν σπερμάτων αὖ τὸ πηρωθὲν ἄγονον, ἀλλ᾽ ἴσως τοῦτό γε καὶ ἀναγκαῖον. τὸ δὲ μηδὲν ὅλως γόνιμον ὥσπερ ἐλέγχει τὴν φύσιν ὅτι ποιεῖ μάτην, ὃ καὶ ἡμῖν ὑπεναντίον πρὸς τὰ πρότερον. καὶ τὰ μὲν τῆς πτελέας ἀμφισβητούμενα καὶ τῆς ἰτέας. ὁ δ᾽ ἐρινεὸς ὁμολογουμένως γεννᾷ καὶ ἄπεπτον εἰς τὴν ἡμετέραν τροφήν. γεννᾷ δὲ καὶ τὸ θύμου ἄνθος καὶ ἄλλων ἃ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἀφανῆ τὸ δ᾽ ἄνθος μόνον φανερόν. ἀλλὰ τὸ μὲν τῶν δένδρων τινῶν ἔτι καὶ ἄλλας ἴσως ἀπορίας ἔχει. καὶ γὰρ τὸ περὶ τοὺς φοινίκας ἄτοπον καὶ λόγου δεόμενον, καὶ τὸ οὕτως ἀμενηνά τινων εἶναι τὰ σπέρματα καθάπερ καὶ τῆς κυπαρίττου. τὰ γὰρ τοιαῦτα δίδωσί τινα ἔννοιαν καὶ ὑπὲρ τοῦ μὴ ἔχειν ἔνια τροφὴν πρὸς ἑαυτοῖς· πλὴν ἴσως ἄλλοις ἄλλη καὶ ὕλη καὶ τροφὴ καὶ ἱκανόν τισιν ἂν ἔχῃ τὸ διατηρῆσον. ὑπὲρ δὲ τῶν σιτηρῶν καὶ ὅλως τῶν ἐπετείων αἱ μὲν τοιαῦται διαφοραὶ ῥᾴους οἷον αἱ κατὰ τὰς βλαστήσεις καὶ τελειώσεις καὶ τὰ λοιπὰ πάθη τὰ συμβαίνοντα τοῖς τοιούτοις. περὶ δὲ τῆς ἐξαλλαγῆς εἰς ἕτερον γένος ὥσπερ ἐκ πυρῶν εἰς αἴρας καὶ εἰ δὴ πάλιν τῶν αἰρῶν εἰς πυροὺς καὶ τῶν ζειῶν εἰς βρόμον ἄτοπον αὐτῷ τε τῷ συμβαίνοντι καὶ τῷ ἰδίῳ· μόνα γὰρ δὴ ταῦτα μεταβάλλει τῶν σπερμάτων φυσικῶς· ὁ γὰρ ἐκ τῆς τίφης καὶ τῆς ζειᾶς πυρὸς παρασκευῇ πως καὶ τέχνῃ καθάπερ οἱ τὰ σπέρματα προβρέχοντες εἰς τὴν γλύκανσιν. ἄτοπον δὲ πρὸς τῷ μόνα καὶ ὅτι ἰσχυρότερα δοκοῦντα τῶν χεδροπῶν εἶναι· τὸ γὰρ ἀσθενὲς εὐφθαρτότερον, φθορὰ δέ τις ἡ ἔκστασις· καὶ μᾶλλον πυρὸς εἰ κριθῆς ἰσχυρότερον. ἔτι δὲ τὰ μὲν ἰσχυρότερα εἰς τὸ ἀσθενέστερον μεταβάλλειν· ἡ δὲ αἶρα καὶ πυροῦ καὶ κριθῆς ἰσχυρότερον ὥσθ᾽ ἅμα συμβαίνει καὶ τὸ παρὰ φύσιν τοῦ κατὰ φύσιν ἰσχυρότερον. ἡ δὲ διαφθορὰ καὶ ἡ μεταβολὴ δυοῖν θάτερον ἢ ἐν τοῖς σπέρμασιν ἢ ἐν τῇ χλόῃ. σπέρματος μὲν οὖν γαλάκτωσις, σῆψις, ὅλως διάχυσις ὧν οὐδὲν φύσιμον. ἡ δὲ χλόη ῥιζωθέντων ἤδη, τὰς δὲ ῥίζας μεταβάλλειν ἄτοπον. ὅθεν δὴ τοῖς τοιούτοις παραπεπεισμένοι τινὲς ὡς ἀλόγοις ὅλως οὐδὲ γίνεσθαί φασιν τὴν ἔκστασιν ἀλλ᾽ ἐπομβρίαις φύεσθαι καὶ συνίστασθαι τὴν αἶραν ὃ καὶ καθ᾽ αὑτὴν φαίνεται ποιοῦσα μὴ σπαρέντων πυρῶν ἢ κριθῶν ἐν ταῖς ἐπομβροτάταις χώραις. αἱ μὲν οὖν ἐναντιώσεις αὗται δοκοῦσιν ἐλέγχεσθαι τοῖς ἔργοις· πολλοὶ γὰρ ὥς φασι σπείραντες πυροὺς ἢ κριθὰς ἐθέρισαν αἴρας. τὴν δὲ ἔκστασιν καὶ τὴν μεταβολὴν θείη τις ἂν ἀμφοτέρως γίνεσθαι καὶ τοῦ σπέρματος ἀλλοιουμένου καὶ τῶν ῥιζῶν· ἡ γὰρ ἐν τῇ χλόῃ μεταβολὴ δι᾽ ἐκείνας· συμφυεῖς δ᾽ οὔσας οὐκ ἄλογον συμπάσχειν. ἐπεὶ τό γε σπέρμα διαφθαρὲν οὐ φύσιμον ὅλως ἦν· τοῦτο μὲν κοινόν· οὐδὲ γὰρ ῥίζαι φθαρεῖσαι τρέφοιεν ἄν. τὴν δὲ τοῦ σπέρματος φθορὰν οὐδεμίαν τῶν εἰρημένων ὑποληπτέον, σῆψιν ἢ γαλάκτωσιν, ἀλλ᾽ ἑτέραν ἣ γίνεται διὰ πλῆθος τῆς τροφῆς ἐκτηκομένων· αὕτη δὲ τὸ μὲν ὅλον οὐκ ἀπόλλυσι μεθίστησι δὲ εἰς ἕτερον ἐπικρατοῦσα πως τῆς ἀρχῆς. τὸ δὲ συμβαῖνον ὅμοιον τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων ὡς κατ᾽ ἀναλογίαν ἂν τὸ θῆλυ κρατήσῃ τοῦ ἄρρενος ἢ καὶ ἔτι μείζων ἐναλλαγὴ γένηται πρὸς τὸ παρὰ φύσιν. δεῖ γὰρ δὴ τὴν γῆν ὥσπερ τὸ θῆλυ νοῆσαι καὶ τὸ ἀνάλογον οὕτω λαμβάνειν. ὅταν οὖν ἐκ ταύτης ἡ τροφὴ πλείων γίνηται διὰ τὰς ἐπομβρίας τότε τὴν ἔκστασιν συμβαίνειν οὐ φθείρουσαν μὲν ὅλως τὴν γεννητικὴν δύναμιν ἐξαλλοιοῦσαν δ᾽ εἰς ἑτέραν. εὐζώου δὲ τῆς φύσεως οὔσης, εὐζωότερα γὰρ πολὺ τῆς τῶν ζώων, εὔλογον καὶ διαμένειν μᾶλλον ταύτην. ἐπεὶ καὶ ἄνευ σπερματικῆς ἀρχῆς αὐτόματα πολλὰ συνίσταται καὶ τῶν ἐλαττόνων καὶ τῶν μειζόνων φυτῶν. ὅθεν καὶ τοῦτο ἂν εἴη φανερὸν εἴ τις ἀκολουθήσει τῇ ἀναλογίᾳ δι᾽ ὅτι τῇ τῶν σπερμάτων ἀλλοιώσει καὶ οὐ τῇ τῆς χλόης μεταβολῇ· καὶ γὰρ ἐπὶ τῶν ζώων οὕτω γίνεται. καὶ ἅμα δὴ τότε ἀσθενέστατον ὅταν ἐν μεταβολῇ τυγχάνῃ τῇ κατὰ τὴν βλάστησιν, ἤδη δ᾽ ἐκβεβλαστηκὸς καὶ ἐρριζωμένον ὥσπερ γέγονε. τούτου δὲ καὶ μείωσις εἰς αὔξησιν καὶ τροφὴν ἢ καὶ τὴν ὅλην φθορὰν οὐκ εἰς μεταβολήν. ἔτι δὲ καί φασιν οἱ ἔμπειροι φανερὸν εὐθὺς εἶναι τὸ φύλλον ἀνατέλλον τῆς αἴρας λιπαρώτερον ὂν καὶ ποιωδέστερον καὶ στενότερον καὶ οὐχ ὕστερον τοιοῦτον γινόμενον. ἐκ μὲν οὖν τούτων δόξειεν ἂν τοῖς σπέρμασιν. οὐ μὴν οὐδὲ θάτερον ἀδύνατον οὐδ᾽ ἄλογον ὥστε ἐν τῇ χλόῃ μεταβάλλειν ἀλλοιουμένων τῶν ῥιζῶν· τοῦτο γὰρ ἀνάγκη συμβαίνειν εἴπερ ἅπαν ἀπὸ τῆς ἀρχῆς ἑτέρας ἕτερον. φαίνεται δὲ τοῦτο καὶ ἐφ᾽ ἑτέρων συμβαίνειν ὥσπερ τῶν δένδρων ὅσα μεταβάλλει ταῖς θεραπείαις τοὺς καρποὺς ἐξ ὀξέων καὶ πικρῶν εἰς γλυκεῖς καὶ ποτίμους ἢ ἐκ πολυπυρήνων εἰς ἀπυρήνους. ἡ δ᾽ αἰτία τῆς μεταβολῆς ὁμοίως καὶ ταύτης πλήθει τροφῆς ὅταν ἐπομβρίαι γίνωνται καὶ ὥς γε δή τινές φασι μάλιστα τοῦ ἦρος ἐὰν ἥλιοι συνεπιλάμψωσιν ὡς ἐξ ἀμφοῖν γινομένης τῆς μεταστάσεως. ἐνιαχοῦ γὰρ ἔν τισι τόποις ἑλώδεσιν ὅλως τοῦτο συμβαίνει καὶ τό τε φύλλον μεταβάλλει ὥστε πᾶσιν εἶναι φανερόν. ἐὰν δὲ ὕδατα ἐαρινὰ μὴ γίνηται πολὺ γίνεσθαι πυρῶν πλῆθος. ὥστε τοῦτο μὲν οὐδ᾽ ἑτέρως ἄλογον. εἰ δὲ καὶ ἀμφοτέρως συμβαίνει τάχ᾽ ἂν οὐδ᾽ ἄτοπον εἴη διαφοράν τινα συναιτίαν εἶναι καὶ τῶν ἐδαφῶν καὶ τοῦ ἀέρος· ἐπεὶ καὶ σπαρέντων εὐθὺ μεγάλη βλάβη πολυϋδρίαν ἐπιγίνεσθαι. συμβαίνει γὰρ ἀσθενεστέρας εἶναι τὰς ῥίζας, τὸ δ᾽ ἀσθενὲς εὐπαθέστερον. ἡ μὲν οὖν ἐξαλλαγὴ διὰ τοῦτ᾽ ἂν εἴη. Τὸ δὲ μόνα ταῦτα πάσχειν ἔτι δ᾽ ἰσχυρότατα δοκοῦντ᾽ εἶναι, καὶ γὰρ ἡ ζειὰ ἰσχυρὸν, μιᾷ τινι λύοιτ᾽ ἂν αἰτίᾳ καὶ τῇ αὐτῇ· διὰ γὰρ τὸ ἰσχυρότατα καὶ πολυρριζότατα εἶναι πλείστην ἔχοντα τροφὴν καὶ μάλιστα πάσχοντα ὑπομένει τὰ δ᾽ ἄλλα φθείρεται τελέως. ἔτι δ᾽ ἡ ὥρα καθ᾽ ἣν ὁ σπόρος ἐπομβροτέρα καὶ πλείω χρόνον ἐν τῇ γῇ γίνεται, τὰ δὲ πρὸς τὸ ἔαρ καὶ διαγελῶντος ἤδη τοῦ ἀέρος ἐν εὐκρασίᾳ μᾶλλον καὶ εὐθὺς εἰς τὴν βλάστησιν ἡ ἀναδρομή· δι᾽ ὃ καὶ οὐδ᾽ ἕτερον οὐδὲν ἐκ τῆς διαφθορᾶς αὐτῶν ἄν ποτε διαφθαρῇ γίνεται. τὸ μὲν γὰρ εἰς αἶραν ἀξιοῦν ἄτοπον· εἰς γὰρ τὸ σύνεγγυς καὶ ὁμογενές πως αἱ μεταβολαί· τὸ δὲ μηδὲ εἰς ἕτερον μηδὲν εἰς ἀσθένειαν ἀνακτέον ὡς ὅλως φθειρομένων· ἀλλὰ τοῖς ὁμοιοπύροις ἂν εἴη καὶ ὁμοιοκρίθοις μᾶλλον εἰς αἶραν. τούτων δὲ τὰ μὲν ὅλως οὐχ ὑπομένει διὰ τὴν ἀσθένειαν ὥσπερ ἡ τίφη τὰ δὲ εἰς τὸ σύνεγγυς μᾶλλον μεταβάλλει καθάπερ ἡ ζειὰ πρὸς τὸν βρόμον. ὁ δὲ πυρὸς εἰς τίφην οὐ μεταβάλλει καὶ ζειὰν ἐξαμβλούμενος ὅτι πλείων ἡ τροφὴ καὶ ἰσχυροτέρα δι᾽ ἣν συμμένει. τοιαύτη δ᾽ οὖσα οὐκ ἂν ἐκθηλύνειεν ἀλλ᾽ εἰς τὸ σφοδρότερον ἀγάγοι καὶ ὅλως ἐκστήσειε τοῦ γένους. ἐπεὶ μᾶλλον ἄν τις εὐλόγως θαυμάσειεν ὅτι οὐκ εἰς τὸν ἄγριον πυρὸν ὥσπερ καὶ ἄλλα. τυγχάνει δὲ καὶ τούτου παραπλησία τις ἡ αἰτία· μετακινεῖ γὰρ ἁπλῶς ἡ φύσις. ἄτοπον δὲ καὶ λόγου δεόμενον εἰ καὶ τὸ λίνον ἐξαιροῦται· με γάλη γὰρ ἡ διάστασις· εἰ μὴ ἄρα καὶ τοῦτο τῆς τροφῆς ὄγκῳ· φιλεῖ γοῦν χώραν ἀγαθὴν ὥστ᾽ ἐκ τῆς ὑπερβολῆς ἡ ἔκστασις. ὁ δὲ θέρμος ἰσχυρὸς ὢν καὶ πρώϊος σπειρόμενος οὐδὲ εἰς ἓν μεταβάλλει διὰ τὴν ἄγαν ἰσχύν· ἐπικρατεῖ γάρ· δεῖ δὲ τὸ μέλλον μεταβάλλειν μὴ ἀπαθὲς εἶναι μήτ᾽ ἄγαν εὐπαθές· τὸ μὲν γὰρ οὐ μετακινεῖται τὸ δ᾽ ὅλως ἀσθενὲς ὂν φθείρεται καθάπερ ἐλέχθη. σκεπτέον δὲ καὶ εἴ τι τῶν ἄλλων σπερμάτων ἢ τῶν ἀγρίων ἢ τῶν ἡμέρων δέχεται τὴν τοιαύτην ἀλλοίωσιν. καὶ περὶ μὲν αἰρῶν ἀρκείτω τὰ εἰρημένα. τὰς γὰρ ἐν αὐτοῖς τοῖς γένεσι τῶν πυρῶν μεταβολὰς, οἷον εἰ ἐκ τοιῶνδε τοιοίδε γίνονται, καὶ κριθαὶ καὶ τἆλλα ὡσαύτως οὐκέτι ζητοῦμεν οὐδὲ τοῦτ᾽ ἔχει τι θαυμαστόν. ἡ γὰρ ὥρα καὶ αἱ τροφαὶ καὶ ὁ ἀὴρ καθάπερ εἴρηται ποιοῦσι τὰς ἀλλοιώσεις ὁμοίως ζώων καὶ φυτῶν· ὃ καὶ πρὸς τὴν ἔκστασιν ὅλως τοῦ γένους χρῆναί φαμεν μετενεγκεῖν, ποιάν τινα καὶ ποσὴν ποιήσαντες τὴν τροφήν· ἐπεὶ καὶ τῶν δένδρων καὶ ὅλως τῶν φυτῶν αἱ ἐν ταῖς ἱστορίαις εἰρημέναι μεταβολαὶ διὰ ταύτας γίνονται τὰς αἰτίας ὥσπερ ἐν τοῖς πρότερον ἐλέχθη· τῶν μὲν ἀτροφούντων ἐν μὴ οἰκείαις τροφαῖς καὶ θεραπείαις· ὥσπερ τὸ σισύμβριον ὅταν εἰς μίνθαν· ἀπόλλυται γὰρ τὸ δριμὺ τῆς ὀσμῆς καὶ οἷον ἀποθηλύνεται, διὰ τὴν τροφὴν δὲ καὶ ἀργίαν ἡ ἀπαγρίωσις· ἔνια δ᾽ ὅλως καὶ ἀπόλλυσιν ὥσπερ τὴν μίνθαν καταπνιγομένων τῶν ῥιζῶν ὑφ᾽ αὑτῶν. ἡ δὲ λεύκη τὸ μὲν ὅλον οὐ πόρρω τῆς αἰγείρου καὶ τῇ ὅλῃ μορφῇ καὶ τοῖς φύλλοις· ἀπογηράσκουσαν δὲ ἐξομοιοῦσθαι τῷ καταξηραίνεσθαι καὶ μᾶλλον ἀτροφεῖν οὐκ ἄλογον. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις διὰ πλειόνων εἴρηται, καὶ ὅτι δὲ καὶ περὶ τὰ ζῶα κατὰ μὲν τὰς γενέσεις τοιοῦτόν τι συμβαίνει, τελεσθεισῶν δὲ τῶν νεοσσιῶν οὐκέτι, πλὴν εἴ τις τὰς κατὰ τὰς ὀρνίθας ἀλλοιώσεις ἅμα ταῖς ὥραις γινομένας λέγοι. φαίνονται δὲ αὗταί γε πάθεσι μᾶλλον ὅμοιαι σωματικοῖς ἢ μεταβολαῖς. Τῶν δὲ ἄλλων τῶν περὶ τὰ σπέρματα μάλιστα ἄπορον εἴπερ ἀληθὲς τὸ παρὰ μέρος καὶ μὴ ἅμα γεννᾷν ἔνια καθάπερ ἐπί τε τοῦ αἰγίλωπος λέγεται καὶ τοῦ λωτοῦ καὶ τοῦ βολβοῦ. τοῦτο δ᾽ οἱ μέν φασιν εἶναι ψεῦδος ἀλλ᾽ ἀπὸ τῆς ῥίζης βλαστάνειν τῷ ὕστερον ἔτει ἢ ἀπὸ τοῦ σπέρματος ὑπολαμβάνουσιν· οἱ δ᾽ ὡς ἀληθὲς διατείνονται σημεῖα φέροντες ἄλλα τε καὶ ὅτι ἀπολλύντες τὸν αἰγίλωπα διετῆ τὸν ἀργὸν ποιοῦσι ὅπως ἀμφότερα τὰ σπέρματα ἐκβλαστήσῃ καὶ ἐπινεμηθῇ τε καὶ ἐκθερισθῇ τὸ ὅλον ὁ καρπός. ἔχει δέ τινα καὶ ἄλλως ἀπορίαν ἡ παρ᾽ ἔτος βλάστησις καὶ εἴπερ συνεχὲς ὂν καὶ δίκρουν ὥσπερ φαίνεται καὶ ἅμα πίπτον τὸ μὲν ἀλλοιοῦται καὶ διαβλαστάνει τὸ δ᾽ ἀπαθὲς διαμένει πάντα τὸν ἐνιαυτόν· ὅσῳ γὰρ ἀσθενέστερον τὸ ἔλαττον ὃ δή φασι διαμένειν τοσούτῳ καὶ εὐπαθέστερον ἐχρῆν εἶναι καὶ εἰς τὴν διαβλάστησιν καὶ εἰς τὴν ὅλην φθοράν. ἀνάγκη δὲ δῆλον ὅτι καὶ ὅταν ἐκβλαστήσῃ θάτερον χωρίζεσθαι· μὴ γὰρ χωρισθὲν καὶ εἰ μὴ γίνεται συμπαθὲς, ἀλλ᾽ ἐξαιρουμένων γε τῶν ῥιζῶν συναίροιτ᾽ ἂν, πολλάκις δὲ τοῦτο δρῶσιν οἱ γεωργοὶ καὶ οὔ φασι φθείρειν. τὸ δὲ διαρκεῖν ἀπαθὲς ἐν τῇ γῇ μέχρι μὲν τῆς οἰκείας ὥρας εἰς τὴν ἔκφυσιν εὔλογόν τε καὶ ἐπὶ πολλῶν γινόμενον· τὸ δ᾽ ὅλον ἐνιαυτὸν ἐπισχεῖν ἤδη θαυμασιώτερον. ἀλλὰ μὴν καὶ τὸ μὲν τέλεον τὸ δὲ ἀτελὲς αὐτῶν εἶναι τελεοῦσθαι δὲ παρ᾽ ἐνιαυτὸν ἄλογον· οὔτε γὰρ ἀσθενὲς ἀλλ᾽ ἰσχυρὸν ὁ αἰγίλωψ ὥστε ἐκτελεοῦν δύνασθαι πλείω καὶ ἔνια δὴ καὶ τῶν ἀσθενεστέρων τοῦτο δρᾷ· ἥ τε αὖ τελέωσις ἡ κατὰ φύσιν οἰκειοτάτη τάχα δὲ καὶ μόνη· τροφὴν γὰρ τότε λαμβάνει τὴν αὑτοῦ διὰ δὲ τῆς τροφῆς ἡ αὔξη καὶ τὸ τέλεον, χωρισθὲν δὲ ἤτοι φθεί- ρεται πάμπαν ἢ ἀναυξὲς καὶ ἀνεπίδοτον ἔσται. πολυχίτωνι δ᾽ εἶναι καὶ τῷ βρόμῳ καὶ τῇ ζειᾷ συμβέβηκεν ὥστ᾽ ἐχρῆν καὶ ταῦτα διαμένειν ἀπαθῆ. τὰ μὲν οὖν ἀντιβαίνοντα σχεδὸν ταῦτ᾽ ἐστίν. οὐ μὴν ἀλλ᾽ εἰ δεῖ λέγειν τὴν αἰτίαν ἐκείνην ἄν τις ἴσως μάλιστα εἴποι τὴν φάσκουσαν μὴ τελεοῦσθαι ἄμφω πρὸς τὸ φύσιμα ποιεῖν, ἀλλ᾽ ὅμοιόν τι ξυμβαίνειν καὶ τῶν ὠοτόκων καὶ τῶν σκωληκοτόκων τισί· τὰ γὰρ ὠὰ ἀποτικτόμενα τρέφεται καὶ ἐκτελεοῦται τὰ μὲν ἐν τῷ ὕδατι καὶ τῇ θαλάττῃ τὰ δὲ ἐν τῇ γῇ καὶ τῷ ἀέρι καὶ ταῦτα δεχόμενα ζωοποιεῖ, τὰ δὲ φύσαντα καὶ ἐκτεκόντα ἐξαδυνατεῖ. φαίνεται δὲ τοῦτό γε καὶ ἄλλως ἀληθὲς ὡς οὐκ εὐθὺς ἀλοηθέντα τὰ σπέρματα βελτίω τῶν χρονισθέντων οὐδὲ τὰ νέα τῶν ἔνων ὥσπερ εἴπομεν ἀλλὰ δεῖ τινα λαβεῖν ἐν ἑαυτοῖς οἷον πέψιν καὶ δύναμιν ἀποπνεύσαντος τοῦ ἀλλοτρίου. τί οὖν ἴσως ἄν τις φαίη κωλύει καὶ ἐπὶ τῶν ἀπορουμένων τοιοῦτόν τι συμβαίνειν ὥστε καὶ τελέωσιν λαμβάνειν καὶ δύναμιν ἐκπεττόμενά πως τῇ θερμότητι τῇ τε ἐν ἑαυτοῖς καὶ τῇ περιεχούσῃ. ἢ τοῦτο παράλογον ὡς μᾶλλον ἐν τῇ γῇ κατακλειομένη ἡ θερμότης ἐκπέττει τὴν τροφὴν τὴν ἐν τῷ σπέρματι καὶ τελεοῖ τῆς ἐν τῷ ἀέρι, καὶ ταῦτα πεφυκότων ἐν τούτῳ τελεοῦσθαι καὶ ἅμα λαμβανόντων τροφὴν οὐκ ὠμὴν ἀλλὰ προπεπονημένην ὑπὸ τοῦ καυλοῦ καὶ τῶν ῥιζῶν; ἔτι δὲ τῶν μὲν ὠῶν μία τις ἡ πέψις καὶ τελέωσις ἁπάντων, εἶθ᾽ ὑπὸ τῶν ἔξω· συμβαίνει γὰρ ὥσπερ τὸ μὲν κατὰ φύσιν τὸ δὲ παρὰ φύσιν· καὶ ταῦτ᾽ ἰσχύοντος ἔτι τοῦ φυτοῦ καὶ οὐ περιλαμβανομένου τῇ ὥρᾳ πρὸς τὴν πέψιν. πλὴν εἴ τις λέγοι ὅτι προεκπηδᾷ τὰ σπέρματα πρὶν τελειωθῆναι διὰ τὸ τὴν φύσιν ἔχειν ἀσθενῆ. συμβαίνει μὲν δὴ τοῦτο καὶ πολὺ προτερεῖ τῶν κριθῶν ὥστε κενὸν ἑστάναι τὸν κάλαμον· τοῦτό τε οὖν εἰς τὴν οὐσίαν ἀνακτέον καὶ τὸ συνεκτρέφεσθαι δὲ καὶ τελειοῦσθαι τοῖς περιέχουσιν οὐκ ἄλογον. ἐπεὶ τό γε διαμένειν ἀπαθὲς ἄλλως τε καὶ ἐν χιτῶσι τοσούτοις ἧττον θαυμαστόν. πολλὰ γοῦν φαίνεται καθάπερ ἐλέχθη καὶ τῶν ἄλλων μᾶλλον δὲ πάντα διατηρούμενα πρὸς τὴν οἰκείαν ὥραν. ἐκεῖνο γὰρ ἔτι θαυμασιώτερον ὅπερ εἴρηται περὶ τῶν τευτλίων ὅτι οὐ μόνον ἑνὶ μηνὶ καὶ δυοῖν καὶ τρισὶν ὕστερον ἀλλ᾽ ἐνιαυτῷ διαβλαστάνει τινὰ καὶ ταῦτα βρεχομένου καὶ κηπευομένου τοῦ τόπου. ἔστι δὲ καὶ τὸ τοῦ λωτοῦ σπέρμα τοιοῦτον ἢ τό γε περιέχον τὸν καρπὸν διὰ τὸ μὴ εὐχώριστον εἶναι μηδ᾽ ὁμοίως ἀφαδρύνεσθαι. τὸ δὲ τοῦ βολβοῦ καὶ τῷ μεγέθει διάφορον, σκεπτέον δὲ ὑπὲρ αὐτοῦ. εἰ δ᾽ οὖν οὕτως ἔνια δυσφυῆ τῶν σπερμάτων ὥστε πολλοῖς ὕστερον χρόνοις ἀνατέλλειν δῆλον ὅτι ταῦτα πέττεται καὶ τελειοῦται πρὸς τὴν βλάστησιν ἐν τῇ γῇ δι᾽ ὃ καὶ αὕτη τις ἂν εἴη συνεργοῦσα πίστις. ἀντιβαίνει δ᾽ αὐτῇ τὸ καὶ πρότερον λεχθὲν ὅτι καὶ τελειοῦταί τινα κατὰ τὴν πρόσ φυσιν ἃ καὶ σπειρόμενα διαβλαστάνει παραχρῆμα. μεῖζον δ᾽ ἔτι καὶ τῶν περὶ τὰ σπέρματα καὶ τοὺς καρποὺς ἀπορημάτων οὐχ ὑποπίπτον δὲ ὑπὸ τὴν αἰτίαν ταύτην τὸ περὶ τὸν λωτὸν συμβαῖνον· τοῦτο δέ ἐστι δένδρον παρόμοιον ἔχον τὸν καρπὸν τῷ λωτῷ· καὶ τὸ περὶ τὸν τιθύμαλλον τὸν μυρτίτην καλούμενον· τοῦτο δ᾽ οὐ δένδρον ἀλλὰ θάμνος ἐπιγειόκαυλος· ἀμφότερα γὰρ ταῦτά φασι παρὰ μέρος φέρειν ἐξ ἑκατέρων τῶν βλαστῶν ὥστ᾽ ἀνάγκη τὸν μερισμὸν τῶν δυνάμεων ἐν ταῖς ῥίζαις ποιεῖν. ἀλλὰ περὶ μὲν τούτων ἐπισκεπτέον. Τῶν δὲ σιτηρῶν σπερμάτων εἴ τινες διαφοραὶ κατὰ τὴν ἔκφυσιν ἢ τοὺς καρποὺς ἢ τὴν ἄλλην οὐσίαν δεῖ πειρᾶσθαι λέγειν. οἷον ὅτι πυρὸς μὲν καὶ κριθὴ καὶ τὰ ὅμοια πρωϊσπορεῖται, χεδροπὰ δὲ πρὸς τὸ ἔαρ πλὴν κυάμου καὶ θέρμου. τοῦτο γὰρ ποιοῦσιν ὅτι τὰ μὲν σιτώδη ῥιζωθῆναι δεῖ πρὸς τὸ μὴ μονόκαυλα γίνεσθαι τῆς ἀναφορᾶς εὐθὺ ἄνω γινομένης. ῥιζοῦται δὲ κατεχόμενα καὶ πιλούμενα τοῖς χειμῶσιν ὥστε πολλὰς ἀρχὰς λαμβάνειν τῆς βλάστης. τὰ δὲ χεδροπὰ μονόρριζά τε καὶ ἰσχυρόρριζα καὶ εὐθὺς τὴν ὁρμὴν ἄνω ποιούμενα προσφόρως ἔχει τῇ ὥρᾳ· τὸ γὰρ πολὺ τῆς φύσεως ἐν τῷ ἀέρι. τὸν δὲ κύαμον πρωϊσποροῦσιν ὥσπερ εἴρηται διὰ τὴν ἀσθένειαν ὅπως ῥιζωθεὶς ἐν ταῖς εὐδίαις ἀντέχῃ τοῖς χειμῶσι, τὸν δ᾽ αὖ θέρμον εὐθὺς ἀπὸ τῆς ἅλω δι᾽ ὅτι μὴ καταβληθεὶς ἔτι θερμῆς οὔσης τῆς γῆς κακοβλαστὴς γίνεται. τούτου δ᾽ αἴτιον ὅτι ἀτέραμον φύσει καὶ ὥσπερ ἄπεπτον· δηλοῖ δ᾽ ἡ πικρότης δι᾽ ὅτι πολλῆς δεῖται θερμότητος. ἐὰν μὲν οὖν προσλάβῃ τὴν ἐκ τῆς χώρας δύναται κατεργασθῆναι καὶ εὐβλαστεῖν, εἰ δὲ μὴ κακοβλαστεῖ καὶ παρόμοιον τὸ ξυμβαῖνον ὥσπερ εἴ τις ὀλίγῳ πυρὶ τὸ ἰσχυρότατον κρέας ὀπτᾷν ἐπιχειροίη. διὰ τοῦτο δ᾽ ἔοικεν οὐδὲ τὴν ἀγαθὴν χώραν φιλεῖν ἀλλὰ τὴν ὕφαμμον· εὐθερμαντοτέρα γὰρ αὕτη καὶ οἷον εὐκατεργαστοτέρα. καὶ κρύπτεσθαι οὐκ ἐθέλει κατὰ βάθους ἀλλ᾽ ἐπιπολῆς ὅπως μᾶλλον ἀπολάβῃ τῆς θερμότητος τῆς ἀπὸ τοῦ ἀέρος καὶ μετέωρος ὢν ἐκβλαστάνῃ καὶ καθίῃ τὴν ῥίζαν. καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὥσπερ γεωργικά· τὰ δὲ αὖ τῆς φύσεως οἷον ὅτι τῶν μὲν χεδροπῶν ἐκ τοῦ αὐτοῦ μέρους ἥ τε ῥίζα καὶ ὁ καυλὸς ἐκβλαστάνει καὶ τὸ μὲν εὐθὺς ἄνω τὸ δὲ κάτω νεύει καὶ ὁρμᾷ, πυροῦ δὲ καὶ κριθῆς καὶ ὅλως τῶν σιτωδῶν ἐξ ἑκατέρων τῶν ἄκρων, ἀπὸ μὲν τοῦ παχέος ᾗ πρὸς τῷ στάχυϊ προσπέφυκεν ἡ ῥίζα ἀπὸ δὲ τοῦ λεπτοῦ ὅθεν ὁ ἀθὴρ ὁ καυλὸς ὡς ὂν ἑκάτερον ἀνὰ λόγον τὸ μὲν ἀπὸ τοῦ ἄνω τὸ δὲ ἀπὸ τοῦ κάτω, καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς οὕτω. τὴν δ᾽ αἰτίαν εὐθὺς ἐν τῇ φύσει ληπτέον ὅτι τὰ μὲν χεδροπὰ δίθυρα ὄντα μίαν τινὰ καὶ τὴν αὐτὴν ἀρχὴν ἀμ φοῖν ἔχει κατὰ τὸ ἄκρον ὃ καὶ φαίνεται προσπεφυκὸς ὥσπερ ἔξωθεν ᾗ καὶ συνάπτουσι πρὸς τὸν λοβός. ἅτε γὰρ ἐναγγειόσπερμα ὄντα ταύτην μὲν ἐξ ἀνάγκης ἔχει, τρέφεσθαι γὰρ ἄλλως οὐκ ἦν, τὴν δ᾽ ἐκ τοῦ ἑτέρου μέρους ἀδύνατον συνεχῆ τ᾽ ἀλλήλοις ὄντα καὶ περιεχόμενα τῷ λοβῷ· τὸ δ᾽ εἶναι τοιαῦτα τῆς οὐσίας. ὥστε τούτων μὲν εἰκότως ἡ φύσις εἰς ταὐτὸ τὰς ἀρχὰς ἔθηκε, τῶν δὲ σιτωδῶν καθ᾽ αὑτά τε πεφυκότων καὶ περιεχομένων ἔτι δ᾽ ὥσπερ εὐθέων πως ὄντων τὴν μορφὴν ἐχώρισε τὴν ἔκφυσιν ἀπὸ μιᾶς μὲν ἀρχῆς ἀμφοτέρας ποιήσασα συνεχοῦς δέ τινος οὔσης καὶ διηκούσης ἐφ᾽ ἑκάτερον τῶν ἄκρων ὥσπερ καὶ κατὰ τὴν βλάστησιν φανερὰ διατείνουσα κατὰ τὴν ἐντομήν. τοῦ μὲν οὖν μὴ ὁμοίως ἔχειν ταύτην ὑποληπτέον τὴν αἰτίαν· ἐκεῖνο δ᾽ ὁμοίως ἐν ἀμφοῖν ἐστιν ὥστε τὴν τῆς ῥίζης φύσιν ἀπὸ τοῦ αὐτοῦ κατὰ τὴν ἐν τῷ στάχυϊ καὶ τῷ λοβῷ γίνεσθαι πρόσφυσιν ἀφ᾽ οὗ ἀμφοτέρων αἱ τροφαὶ, τοῦ μὲν καλάμου καὶ τῆς πρώτης βλάστης ἡ ῥίζα τῶν δὲ καρπῶν ἡ πρόσφυσις ἥ τε πρὸς τὸν λοβὸν καὶ πρὸς τὸν στάχυν πίπτοι δὲ τῶν καρυωδῶν καὶ βαλανωδῶν. καὶ τὰ μὲν περὶ τὴν ἔκφυσιν οὕτως ἄν τις διέλοι. Τὴν δὲ ταχυβλαστίαν τοῖς χεδροποῖς ἀποδοίη τις ἂν διὰ τὴν ὥραν ὅτι μαλακωτέρα καὶ γονιμωτέρα τῆς χειμερινῆς· ἀλλὰ μᾶλλον τούτου αἰτιάσαιτ᾽ ἄν τις τὴν ἀσθένειαν δι᾽ ἣν καὶ σπείρονται πρὸς τὸ ἔαρ καὶ διαβλαστάνουσι θᾶττον· τὸ γὰρ ἀσθενέστερον ὥσπερ πολλάκις ἐλέγομεν εὐπαθέστερον. τάχα δὲ καὶ τῆς πολυκαρπίας, πολυχούστερα γὰρ δὴ τὰ χεδροπὰ, τὴν αὐτὴν ἢ παραπλησίαν, καὶ τοῦ θᾶττον δὲ ἐκτελεοῦν καὶ μὴ καρπίζεσθαι τὴν γῆν ἀλλὰ νειὸν ποιεῖν· ἅπαντα γὰρ ταῦτα ἢ τὰ τοιαῦτα συμβαίνει σχεδὸν ὡς ἁπλῶς εἰπεῖν διὰ τὴν ἀσθένειαν. καὶ γὰρ ἐκθρέψαι καὶ τελειῶσαι ῥᾷον τὸ ἀσθενέστερον ὥστε καὶ πολυκαρπεῖν καὶ τὴν γῆν ἧττον καρπίζεσθαι καὶ τὴν ἔκφυσιν δὲ τὴν πρώτην ῥᾴω καὶ θάττω ποιεῖσθαι. πλὴν εἴ τι κωλύεται διὰ τὴν ἰσχὺν τοῦ περιέχοντος ὥσπερ ὁ κύαμος· αἰτία γὰρ τούτῳ τῆς δυσφυΐας ἡ τοῦ κελύφους παχύτης· ἐὰν δὲ καὶ ἐφύσῃ σπαρέντι δυσφυέστερον ἔτι καθάπερ ἐδαφιζομένης τῆς γῆς. ἐν δὲ τοῖς σιτηροῖς καὶ ταῦθ᾽ ὁμολογούμενα πρός τε τὴν χρονιότητα τῆς πέψεως καὶ πρὸς τὸν καρπισμὸν τῆς γῆς οἷον ἥ τε πολυρριζία καὶ ἡ γλισχρότης τῶν καρπῶν· βραδέως γὰρ τὰ γλίσχρα καὶ καθαρὰ καὶ ἐν τοῖς δένδροις πεπαίνεται. δι᾽ ὃ καὶ πυροὶ κριθῶν ὀψιαίτεροι καὶ ὀλιγοχούστεροι· καὶ αἱ ῥίζαι δὲ τῶν σιτηρῶν πολλαὶ καὶ κατὰ βάθους οὖσαι καρπίζονται μᾶλλον τὸ ἔδαφος, τῶν δὲ χεδροπῶν ὅ τε καρπὸς γεωδέστερος καὶ ἡ ῥίζα μία καὶ ἐπιπολῆς καὶ ἡ σπορὰ μανή. πάντα δὲ ταῦτα συνεργεῖ καὶ πρὸς πλῆθος καρποῦ καὶ πρὸς κουφότητα τῆς γῆς καὶ τὸ μὴ ὁμοίως καρπίζεσθαι πρὸς ταχύτητα πέψεως. ἅπασα γὰρ ἡ δύναμις ἄνω φερομένη καὶ οὐκ ἀντισπώσης τῆς ῥίζης πλῆθος ἀποδίδωσι καὶ συνεργοῦντος τοῦ ἀέρος ἐκπέττει ῥᾳδίως. ἐπεὶ ὧν τε πλείων ἡ ῥίζα καὶ κατὰ βάθους καὶ οἱ καρποὶ ξυλώδεις τάχιστα ἐκκαρπίζεται τὰ ἐδάφη καθάπερ ὁ ἐρέβινθος δι᾽ ὃ καὶ μόνος οὐ ποιεῖ νειὸν οὐδ᾽ ἐστὶ τῆς τυχούσης χώρας ἀλλ᾽ ἀγαθῆς. ἄλογον δὲ ἐπὶ τούτου φαίνεται τὸ ταχὺ τελειοῦσθαι εἴπερ ἐν τετταράκοντα ἡμέραις ἢ μικρῷ πλείοσι τέλειος. αἰτίαν δ᾽ ἄν τις ὑπολάβοι τὴν ἰσχὺν ᾗ δύναται τῶν τε ἄλλων κρατεῖν καὶ πρὸς τοῦτο διαρκεῖν εἴπερ καὶ ὕδατος ἐλαχίστου δεῖται πρὸς τὸ διαβλαστεῖν μόνον εἶτα αὐτὸς αὑτὸν ἐκτρέφει, εἰ μὴ ἄρα τι καὶ ἡ ἅλμη πρὸς τὴν τελείωσιν συμβάλλεται καταξηραίνουσα καὶ ἐξικμάζουσα τὴν ὑγρότητα τὴν πλείω τῆς συμμέτρου. φαίνεται δὲ συνεργεῖν πως τῇ γενέσει καὶ οἰ- κεῖον εἶναι· σημεῖον δ᾽ ὅτι καὶ οἱ πρὸς τῇ θαλάττῃ βελτίους γίνονται καὶ ὅτι καταπλυθείσης τῆς ἅλμης ἀπόλλυται καὶ ἐκζωοῦται· δι᾽ ἣν δ᾽ αἰτίαν μόνον τοῦτο σκεπτέον εἰ μὴ ἄρα τῆς οὐσίας. μόνα δ᾽ ἀπὸ τῶν ῥιζῶν ἀποφύεται τῷ ὕστερον ἔτει πυρὸς καὶ κριθὴ καὶ αὐτοετεῖς δὲ καὶ ἀπὸ τῶν εἰς κράστιν σπαρέντων ἑτέρου καλάμου παραβλαστάνοντος· αἴτιον δ᾽ ὅτι μόνοις ὕπεστι πλῆθος ῥιζῶν καὶ δύναμις, τὰ χεδροπὰ δὲ μονόρριζα καὶ ξυλώδη καὶ ἐπιπολῆς. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν καταπατουμένων ὑπὸ τῶν στρατοπέδων ὥστε μηδὲν εἶναι δῆλον. ἐξ ἁπάντων δὲ οἱ στάχυες μικροὶ καὶ ἀτελεῖς ἅτε παλιμβλαστεῖς ὄντες. Περὶ δὲ τοῦ εἶναι βαρύτερα τὰ χεδροπὰ πρὸς τὰς τροφὰς ἢ τὸν σῖτον ἡμῖν καίπερ ἐλάττω χρόνον ἐν τῇ γῇ γινόμενα — δοκεῖ δὲ καὶ πρὸς κουφότητα διαφέρειν τοῦτο, δι᾽ ὃ καὶ τῶν πυρῶν οἱ τρίμηνοι κουφότατοι καὶ τῶν κριθῶν ὁμοίως ὡς ἐλάττονος ἐνυπάρχοντος τοῦ γεώδους διὰ τὴν βραχύτητα τοῦ χρόνου —, τοῖς δὲ ἄλλοις ζώοις καὶ προσφιλῆ καὶ ἄλυπα ταῦτ᾽ εἶναι ἃ χαλεπώτατα ἡμῖν καὶ πάλιν ἃ ἡμῖν εὐκατέργαστα ταῦτ᾽ ἐκείνοις χαλεπώτατα καίπερ ἰσχυροτέροις οὖσι. πολλὰ γοῦν ἀπόλλυται χορτασθέντα πυρῶν· καίτοι τὸ γεῶδες ἐλάχιστον ἔχουσι. πρὸς δὴ ταύτας τὰς ἀπορίας καὶ εἴ τις ἄλλη παραπλησία ταύταις καθόλου μὲν καὶ κοινὴν τήνδε λαβεῖν χρὴ τὴν ἀρχὴν ὡς οὐ πᾶσι ταὐτὰ πρόσφορα κατὰ τὰς τροφὰς ἀλλ᾽ ἑκάστοις κατὰ τὰς ἰδίας φύσεις. ὅπερ ἐν πολλοῖς μὲν φανερὸν ἐκ πλείστης δ᾽ ἀποφάνσεως ὡς εἰπεῖν τῶν γε γνωρίμων τὸ περὶ τὰς ἐλάφους αἳ τοὺς ἔχεις ἐσθίουσιν ὑφ᾽ ὧν τὰ ἄλλα θνήσκουσι πολὺ μείζω καὶ ἰσχυρότερα τὴν φύσιν ὄντα· καὶ ἐπ᾽ ἄλλων δὲ τό γε τοιοῦτόν ἐστι ὥστ᾽ ἀναιρεῖσθαι ταῖς πληγαῖς ὑφ’ ὧν οὐδὲν ἄνθρωποι πάσχουσι καθάπερ οἱ ὄφεις ὑπὸ τῶν σκορπίων. ὑποκειμένου δ᾽ οὖν τούτου καὶ τῶν ἄλλων γεωδεστέρᾳ τροφῇ χρωμένων οὐκ ἄλογον ἐκείνην μᾶλλον αὐτοῖς ἁρμόττειν, ταύτην δ᾽ ἀλλοτριωτέραν εἶναι καὶ ἀπρόσφορον καὶ διὰ τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν πλείω προσενεγκαμένων ῥήγνυσθαι. τοῦτο μὲν οὖν καθόλου καὶ κοινόν. ἴδιον δ᾽ ὅτι καὶ συμβαίνει τὰς κοιλίας ἐκπνευματοῦσθαι ἢ πᾶσιν ἢ τοῖς ἔχουσιν ἐχῖνον· φυσῶδες γὰρ καὶ οὐκ εὐκατέργαστον ὁ πυρὸς ὠμὸς ὢν ἔτι δ᾽ ἧττον τὸ ἄχυρον· μέγα δὲ καὶ τὸ ἀσύνηθες εἶναι· τὰ γὰρ ξένα κἂν ᾖ κοῦφα διαταράττει πλῆθος λαμβάνοντα. διὰ δὴ ταύτας τὰς αἰτίας ὡς ἁπλῶς εἰπεῖν οὐκ ἀλόγως μὲν ἔχει δοκεῖ δὲ τῇ παραλλαγῇ· ὡς δὲ ἁπλῶς εἰπεῖν τύπῳ πρὸς βαρύτητα καὶ κουφότητα τροφῆς καὶ ἡμῖν καὶ τοῖς ἄλλοις τῆς κατὰ φύσιν ἑκάστοις οἰκείας αἱ χῶραι καὶ ὁ ἀὴρ ποιεῖ τὰς διαφοράς· τὰ μὲν γὰρ ἐκ τῶν εὐείλων καὶ εὔπνων καὶ λεπτογείων κουφότατα· τὰ δ᾽ ἐκ τῶν ψυχρῶν καὶ ἐπόμβρων βαρύτερα διὰ τὸ πλείω τροφὴν καὶ ἰσχυροτέραν ἔχειν. καὶ διὰ τοῦτο τοῦ μὲν ἄλλου πυροῦ δοκεῖ τοῦ Ἀθήναζε καταπλέοντος ὁ σικελικὸς ἰσχυρότατος εἶναι, τούτου δ᾽ ἔτι βαρύτερος μᾶλλον ὁ βοιώτιος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται· καὶ γὰρ ἡ χώρα πίειρα καὶ ὁ ἀὴρ ψυχρός. καὶ τὰ ἄλλα γένη τῶν καρπῶν παραπλησίως ἔχει τῇ βαρύτητι. ἐν δὲ ταῖς Πιεσάγγαις ὁ διαρρηγνύων ὃν εἴπαμεν ὑπερβάλλων δῆλον ὅτι τῇ βαρύτητι. ὁ δὲ ποντικὸς κουφότατος καὶ σκληρότατος καίπερ ψυχροῦ τοῦ ἀέρος ὄντος ὅτι καὶ τὰ σπέρματα καὶ τὰ ἐδάφη κουφότερα καὶ ἡ χιὼν συνεκπέττει μᾶλλον. ὅτι δὲ καὶ τὰ σπέρματα ῥοπὴν οὐ μικρὰν ἔχει φανερὸν ἐκ τῶν τριμήνων καὶ εἴ τινες ἐν ἐλάττονι χρόνῳ τελειοῦνται τούτου· οὐ πολὺ γὰρ τοῦ γεώδους ἕλκοντες ἀλλὰ κουφοτέρᾳ τῇ τροφῇ χρώμενοι κουφοτέραν ποιοῦσι καὶ τὴν προσφοράν. ἔοικε δὲ καὶ ἡ ὥρα τι συμβάλλεσθαι πρὸς τὸ μὴ χρονίζειν. οἷον γὰρ εἰς ὀργῶσαν πίπτει τὴν γῆν καὶ παραπλήσιον τὸ συμβαῖνον ὥσπερ τὰ ἐπὶ τὸ ζέον ἐμβαλλόμενα τῶν ἑψομένων· οὐδεμίαν γὰρ οὐδὲ κἀκεῖνα λαμβάνει μόλυνσιν. εἰ δέ τινες τῶν ὀλιγοχρονίων τούτων βαρεῖς ὥσπερ φασὶ τοὺς περὶ Λῆμνον ἐνταῦθα τοῦ σπέρματος τὴν φύσιν αὐτοῦ κατάλοιπον αἰτιᾶσθαι. καὶ περὶ μὲν τούτων ἀρκεῖ τὰ εἰρημένα. Τὴν δὲ ἄνθησιν πολυχρονιωτέραν ποιοῦνται τὰ χεδροπὰ τῶν σιτωδῶν ὅτι τῶν μὲν ἀσθενὲς τὸ ἄνθος· εἴρηται δὲ ὅτι τὰ ἀσθενέστερα πανταχοῦ θᾶττον τελεοῦται. δι᾽ ὃ καὶ βρέχεσθαι τὰ μὲν οὐ δύναται τὰ δὲ καὶ ζητεῖ καὶ ὀνίναται· τάχα δὲ τοῦτό γε κατὰ συμβεβηκὸς ὅτι τὸ ὅλον φυτὸν εὐτραφεῖ βρεχόμενον, ὁ δὲ καρπὸς δεῖται βοηθείας πρὸς τὴν τελέωσιν, μάλιστα δ᾽ ὁ κύαμος ὅτι μανότατον καὶ πολυανθέστατον καὶ πολυκαρπότατον. ὁ δὲ ἐρέβινθος ἀπόλλυται διὰ τὴν εἰρημένην αἰτίαν. ἀλλὰ περὶ μὲν τοῦ σίτου τῆς διαφθορᾶς λεκτέον. αἰτιάσαιτο δ᾽ ἄν τις μάλιστα τὴν ἀσθένειαν· οὐχ ὑποφέρει γὰρ ἀλλὰ φθείρεται καὶ ἀποπίπτει καθάπερ καὶ τῶν δένδρων ἐνίων ὁτὲ μὲν οἷον ἐρυσιβούμενα ὁτὲ δὲ ἐξυγραινόμενα λίαν. εὐλόγως δὲ καὶ ἡ ἄνθησις οὐχ ἅμα πᾶσι τοῖς μέρεσι· κεχώρισται γὰρ ἐκτὸς τῶν λοβῶν καὶ διὰ τὴν εὐτροφίαν· τὰ μὲν γὰρ ἤδη κύει καὶ ἀνθεῖ τὰ δ᾽ ἄνω προσαύξεται· δι᾽ ὃ καὶ τὰ μὲν αὖα καὶ τέλεια καίπερ ἐγγυτάτω τῆς τροφῆς ὄντα τὰ δ᾽ ἐπὶ τῶν ἄκρων χλωρά· τοῦτο δ᾽ οὐκ ἴδιον ἀλλὰ καὶ ἑτέρων καὶ πλειόνων κοινόν· πολλὰ γὰρ ἀνθεῖ καὶ γονεύει κατὰ μέρος καὶ ἅμα τὴν βλάστην ἀφίησι εἰς τὸ ἄνω, δι᾽ ὃ καὶ τὰ μὲν τέλεα τὰ δ᾽ ἀτελῆ τὰ δὲ μέλλοντα. καὶ οὐκ ἐμποδίζεται τὰ κάτω διὰ τὴν ἐπιρροὴν καὶ τὴν ἀναφορὰν τὴν εἰς τὸ ἄνω. καθάπερ γὰρ ὑποκείμενόν τι πᾶσιν ὁ καυλὸς ἐξ οὗ τὴν τροφὴν ἔχουσιν ὥσπερ ὀχετοῦ τινος. ἡ μὲν οὖν ἄνθησις εὐλόγως χρόνιός τε καὶ ἀβλαβὴς αὐτοῖς ὑπὸ τῶν ὑδάτων· ἐν δὲ τοῖς ἄλλοις ὅταν ἀπανθήσῃ σχεδὸν ἐπισινέστερα τοῦ σίτου διὰ τὴν ἀσθένειαν καὶ μάλισθ᾽ ὁ κύαμος, ἀσθενέστερον γάρ. καὶ περὶ μὲν τῶν πρὸς ἄλληλα διαφορῶν τοσαῦτα εἰρήσθω. Περὶ δὲ τῶν ὁμογενῶν τάχα ἄν τις ἀπορήσειε τίποτ᾽ οὐκ ἐν ἴσοις χρόνοις ἅπαντα τελειοῦται ἀλλ᾽ οἱ μὲν τρίμηνοι τῶν πυρῶν οἱ δὲ δίμηνοι καὶ τῶν κριθῶν ὡσαύτως. εἰ δὲ καὶ ἐν ἐλάττονί τινες χρόνῳ πλείων ἡ διαφορὰ πρὸς τοὺς χειμοσπόρους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων μάλιστα δὲ ἐπὶ τῶν εἰρημένων τάχα δὲ καὶ μόνων αἱ διαφοραί. καὶ τοῦτ᾽ εὐλόγως· τὰ μὲν γὰρ ὄσπρια σπαρέντα χειμῶνος οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν πλὴν εἴ τινων ὀλίγων. ὄροβον γὰρ σπείρουσι καὶ πρώϊον ὥστε μὴ ὥρα καταλείπεται· ἡ κριθὴ δὲ καὶ ὁ πυρὸς ἀμφοτέρως καὶ ὅσα μήτρην ἁπλῆν ἐλάττους καὶ ἀσθενεστέρους φέρει τοὺς στάχυς. τοῦτο μὲν οὖν ὡς καθόλου τῷ γένει πρὸς τὸ γένος. τὸ δὲ μὴ ἰσοχρονίους εἶναι κοινὸν καὶ ἐπὶ τῶν δένδρων· ἔστι γὰρ ἐν ἑκάστοις τὰ μὲν πρώϊα τὰ δ᾽ ὄψια καθάπερ ἄμπελος συκῆ μηλέα ἄπιος. αἴτιον δ᾽ ἐν ἀμφοῖν ὅτι τῆς ἰδίας φύσεως ἡ διαφορὰ τὸ δ᾽ ὄνομα κοινὸν ὥσπερ καὶ ἐν τοῖς ζώοις ἐπὶ τῶν κυνῶν, οὐδὲ γὰρ ἐκεῖνο τὸ γένος ἕν. ἡ δ᾽ αἰτία παραπλησία καὶ διὰ τί τὰ μὲν πρώϊα τὰ δ᾽ ὄψια. εἴτε γὰρ θερμότης εἴτε ψυχρότης εἴθ᾽ ὅτι ποτὲ καὶ ἐνταῦθ᾽ ὁμοίως τὸ αἴτιον. καὶ καθόλον μὲν οὕτω. τοῖς δὲ σπέρμασι καὶ ἐμφανέστερον ἐκ τῶν συμβαινόντων τὸ αἴτιον. ὁ μὲν γὰρ χειμοσπορούμενος πυρὸς πολύρριζος ὢν καὶ ἐνταῦθα πρῶτον ἀποδοὺς τὴν δύναμιν ἀποδίδωσι πλῆθος καλάμου, καὶ γὰρ πολυκάλαμος. ὁ δὲ τρίμηνος καὶ δίμηνος ὀλιγόρριζος καὶ ὀλιγοκάλαμος δι᾽ ὅτι τήν τε ἀναφορὰν εὐθὺς ἄνω ποιεῖται καὶ τὴν τελείωσιν ταχεῖαν, ῥᾷον γὰρ τὸ ἔλαττον ἀποτελεῖσθαι· δι᾽ ὃ καὶ ὁ μὲν πολύχους ὁ δ᾽ ὀλιγόχους καὶ κοῦφος. ὁ δὲ βαρὺς ὥσπερ ἐλέχθη πλείω τὴν τροφὴν ἕλκων καὶ θολερωτέραν ἡ δ᾽ ἀναδρομὴ ταχεῖα κατὰ λόγον ἅτε καὶ μὴ χρονίζοντος ἐν ταῖς ῥίζαις δι᾽ ὀλιγότητα. μέγα δὲ καὶ ἡ ὥρα συνεργεῖ· καὶ γὰρ ὁ πολύρριζος σπαρεὶς ἐν ταύτῃ θᾶττον ἀναβλαστάνει καὶ ὀλιγοκαλαμώτερος καὶ ὁ στάχυς μικρὸς καὶ ὀλιγόπυρος. ὁ δὲ τρίμηνος πρωϊσπορηθεὶς οὐκ ἂν ὑπομείνειε διὰ τὴν ἀσθένειαν. ἄτοπον δὲ καὶ ὑπεναντίον τὸ συμβαῖνον εἰ βαρεῖς οἱ ὀλιγοχρόνιοι καθάπερ οἱ περὶ Αἶνόν φασι τοὺς ἰσημερίνους. λοιπὸν γὰρ αἰτιᾶσθαι τὴν ἰδίαν φύσιν ἣν ὁρῶμεν ἐν πλείοσι μεγάλας ἔχουσαν διαφορὰς καὶ κατὰ τὴν ἔκφυσιν καὶ τελείωσιν καὶ κατὰ τὰς ἰδίας μορφὰς οἷον μεγέθους καὶ μικρότητος καὶ σχήματος· καὶ τὸ πολυάχυρον εἶναι καὶ μὴ κατωφελῆ τὸ πρὸς ἡμᾶς κατὰ τροφὴν καὶ σίτησιν. τάχα δὲ καὶ τὰ γένη ποιοῦσιν αἱ χῶραι ἤτοι πάντα ἢ ἔνια· συνεξομοιοῦσι γάρ πως ἑαυταῖς ἢ διαφορὰν γενῶν ἐμποιοῦσιν καὶ πρὸς τὸ χρήσιμον, ὥσπερ τῷ θρᾳκίῳ πυρῷ τὸ πολύλοπον εἶναι καὶ ὀψιβλαστῆ· διὰ τοὺς γὰρ χειμῶνας ἄμφω συμβαίνει. καὶ διὰ ταῦτα καὶ ἐν ταῖς ἄλλαις πρωϊσπορούμενος ὁ θρᾴκιος ὀψὲ διαβλαστάνει καὶ ἐξαύξεται καὶ πάλιν ὁ παρὰ τῶν ἄλλων ἐκεῖ σπειρόμενος ὀψὲ βλαστάνει· γέγονε γὰρ οἷον φύσις ἤδη τὸ ἔθος. οἷον ἐν τοῖς Ἐπισυνάγγαις καλουμέναις τῆς Ἀσίας οἱ διαρρηγνύναι λεγόμενοι καὶ οἱ τὰ μεγέθη τοῖς πυρῆσιν ἴσοι χώρας ἰδιότητι καὶ φύσει τὰς δυνάμεις ἔχουσι ταύτας καὶ οὐκ ἂν τηροῖεν μετενεχθέντες. ὃ γὰρ ἐπὶ τῶν ἀμπέλων λέγουσιν ὡς ὅσα χώρας εἴδη τοσαῦτα καὶ ἀμπέλων τοῦτ᾽ ἀληθὲς καθόλου. καὶ οὐχ ἧττον ἐφ᾽ ἑτέρων ἐὰν ἅμα τῇ χώρᾳ καὶ τὸν ἀέρα τις προσθῇ. διὰ τοῦτο γὰρ αἵ τε ἀνωμαλίαι τῶν καρπῶν ἀπὸ τῶν αὐτῶν φυ τευομένων αἵ θ᾽ ὅλως ἀκαρπίαι μὴ φερούσης τῆς χώρας. ἐκ δυοῖν γὰρ ἢ καὶ πλειόνων ὅταν γένηταί τι δύναμιν ἐχόντων ἀνάγκη κατὰ τὰς τούτων διαφορὰς καὶ τὸ ὅλον διαφέρειν, ὃ καὶ ἐπὶ τῶν ζώων συμβαίνει· καὶ γὰρ καὶ τῷ ἄρρενι καὶ τῷ θήλει καὶ τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ἁπλῶς ταῖς τροφαῖς λαμβάνουσι διαφορὰς ὅθεν καὶ γενῶν ἰδιότητες γίγνονται καὶ πολλάκις τὸ παρὰ φύσιν ἐγένετο κατὰ φύσιν ὅταν χρονισθῇ καὶ λάβῃ πλῆθος. ἀλλὰ γὰρ τοῦτο καθόλου μὲν καὶ κοινόν. αἱ δὲ τῶν σπερμάτων διαφοραὶ γίνονται διὰ τὰς εἰρημένας αἰτίας· ἐπεὶ καὶ τοῦ θᾶττον τελειοῦσθαι παρά τισιν, ὥσπερ ἐν Αἰγύπτῳ φασὶ μηνὶ πρότερον ἢ ἐν τῇ Ἑλλάδι, τὸν ἀέρα τις ἂν αἰτιάσαιτο μαλακὸν ὄντα καὶ εὐτραφῆ· τὸ δ᾽ ὅλον ἐν δυοῖν τούτοιν θετέον τὰς αἰτίας ὥσπερ εἴρηται ἀέρι καὶ ἐδάφει. τὸ γὰρ αὖ περὶ Μῆλον συμβαῖνον τῆς τελεώσεως ὥστε τὸν ὕστατον σπείροντα θερίζειν ἅμα τοῖς πρώτοις ἐπὶ τὴν χώραν ἀνοιστέον ὡς εὔτροφον, ὁ γὰρ ἀὴρ παραπλήσιος. τὸ γὰρ μὴ ἰσοχρονεῖν τὰ σπέρματα καθάπερ καὶ τὰ ζῶα παρὰ πᾶσιν ὁποιασοῦν οὔσης τῆς χώρας οὐδὲν ἄτοπον. ἐκεῖνα μὲν γὰρ ἐν ἑαυτοῖς ἔχει τὰς ἀρχὰς τὰς κυριωτάτας τὸ δὲ σπέρμα καὶ ὅλως τὸ φυτὸν ἐν τῷ ἀέρι μᾶλλον. εἰ δὲ μὴ τήν γε πρὸς βλάστησιν καὶ ὅλως γένεσιν καὶ διαφθοράν. διόπερ οἷον ἂν ᾖ τὸ ἔτος ἀκολουθεῖ καὶ τὰ τῶν καρπῶν ἔν τε τοῖς ἄλλοις καὶ ἐν τῇ πρωϊότητι καὶ ὀψιότητι. σύμφωνον δὲ τρόπον τινὰ καὶ οὐ πόρρω τούτων καὶ τὸ μὴ κινεῖσθαι πρότερον μήτε σπέρμα μηδὲν μήτε φυτὸν ἀλλὰ κατὰ τὴν οἰκείαν ὥραν. ὃ καὶ θαυμάζεται περὶ τῶν σπερμάτων ὅτι διαμένει πρὸς τὸ θέρος ἔνια καὶ οὐ διαφθείρεται πολλῶν ὑδάτων καὶ εὐδιῶν γενομένων. ἐπεὶ τό γε μὴ διαβλαστάνειν ἧττον ἄλογον μὴ ἔχοντα τὴν οἰκείαν κρᾶσιν. αἴτιον δὲ τούτου πως ὑποληπτέον, ἐς ἀσφαλὲς τῆς φύσεως πρὸς ἄμφω τι θεμένης ἐν τῇ τῶν περιεχόντων ἰσχύϊ· φαίνεται γὰρ τὰ μὲν ξυλώδη καθάπερ τὰ ἀνθικὰ τὰ δὲ πολυχίτωνα τὰ δ᾽ ἄλλας τοιαύτας ἔχοντα φυλακάς. καὶ ταῦτα μὲν δὴ κοινά πως τῆς φύσεως. Ὑπὲρ δὲ τῶν σπερμάτων πῶς ποτε τὰ τεράμονα ἢ ἀτεράμονα γίνεται πότερα διὰ τὴν χώραν ἢ διὰ τὸν ἀέρα καὶ τὰς ἰδίας διαθέσεις ἢ δι᾽ ἄλλο τι πάθος καὶ πάντα ἢ ἔνια. δοκεῖ γὰρ δὴ καὶ μάλιστα ἐπὶ τῶν κυάμων καὶ φακῶν συμβαίνειν, πολλάκις δὲ καὶ τὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα τῆς αὐτῆς ἐργασίας τυγχάνον· καὶ τῶν συνεχῶν αὔλακος μόνον διειργούσης τὸ μὲν ἀτεράμονα τὸ δὲ τεράμονα· καὶ τῶν σπερμάτων ὁτὲ μὲν ἐκ τῶν ἀτεραμόνων τεράμονα γίνεσθαι ὁτὲ δ᾽ ἐκ τῶν τεραμόνων ἀτεράμονα. κατὰ δὲ τὴν ἔκφυσιν καὶ βλάστησιν καὶ τὴν ἁδρότητα καὶ εὐκαρπίαν οὐδὲν διαφέρει τὸ ἀτέραμον ὡσάν τι νενοσηκὸς ἢ πεπονηκός. ὑπὲρ δὴ τούτων ἢ εἰ ἄλλο τι συνάπτει πρὸς τὴν ἀπορίαν ταύτην πρῶτον ἐκεῖνο λεκτέον ὅτι τὸ τεράμον καὶ ἀτεράμον πρὸς τὴν πύρωσιν λέγεται καὶ διάχυσιν καὶ ὡς ἁπλῶς εἰπεῖν πρὸς τὴν τροφὴν τὴν ἡμετέραν. τὸ μὲν γὰρ εὐδιάχυτον καὶ τῇ ἑψήσει ταχὺ ἀλλοιούμενον τεράμον τὸ δ᾽ ἀδιάχυτον ἢ ἀναλλοίωτον ἢ βραδέως ἀλλοιούμενον ἀτεράμον. τοιοῦτον δ᾽ ἑκάτερον εἰ τὸ μὲν μανὸν εἴη καὶ μαλακὸν τὸ δὲ πυκνὸν καὶ σκληρόν· οὕτω γὰρ ἂν τὸ μὲν δέχοιτο τὴν θερμότητα καὶ ὑγρότητα δι᾽ ὧν ἡ διάχυσις τὸ δ᾽ οὐ δέχοιτο ἀλλ᾽ ἀποστέγοι τῇ πυκνότητι καὶ σκληρότητι. διῃρημένου δ᾽ οὕτω τοῦ τεράμονος καὶ ἀτεράμονος σκεπτέον παρὰ τίνας καὶ ποίας τινὰς αἰτίας ταῦτα συμβαίνει. τὸ μὲν οὖν ἁπλοῦν ἐκεῖνο καὶ νῦν ἀληθὲς ὃ καὶ ἐπὶ τῶν πρότερον εἴρηται δι᾽ ὅτι παρὰ τὴν τροφὴν τὰ τοιαῦτα γίνεται πάντα τῷ ποιάν τε καὶ ποσὴν εἶναι. μεθίστησι γὰρ αὕτη· συμβαίνει γὰρ τὰ μὲν ἐν τοῖς ἀλεεινοῖς καὶ διακόπροις καὶ λεπτογείοις καὶ ἡλιοβόλοις κούφην τε τὴν τροφὴν καὶ εὐκατέργαστον ἔχειν ὥστε καὶ τὰ ξυνιστάμενα μανὰ καὶ μαλακὰ γίνεσθαι. διὰ τοῦτο γὰρ καὶ τὰ λήμνια τεράμονα δι᾽ ὅτι τοιαῦτα τὰ ἐδάφη. τὸ γὰρ ὅλον τὴν γῆν τεράμονά τινες καλοῦσι τὴν τοιαύτην, ἐν δὲ τῇ τεράμονί φασι γίνεσθαι τεράμονα . τεράμονα δὲ καὶ τὰ ἐν Αἰγύπτῳ διά τε τὸ ἔδαφος καὶ διὰ τὸν ἀέρα· τὸ γὰρ θερμὸν οἰκεῖον τῇ τεραμότητι καὶ ὅλως τῇ πέψει· δι᾽ ὃ καὶ τὰ κοπριζόμενα προτερεῖν φασι τῶν ἀκοπρίστων σχεδὸν εἴκοσιν ἡμέραις. τὰ μὲν οὖν ἐν τῇ ἀλεεινῇ καὶ κούφῃ διὰ ταύτας τὰς αἰτίας τεράμονα τὰ δ᾽ ἐν τῇ ψυχρᾷ καὶ πιείρᾳ καὶ γλίσχρᾳ καὶ ὥσπερ κεραμίᾳ καὶ ἔτι δὲ τῇ λειμωνίᾳ καὶ ἐφύδρῳ καὶ ἑλώδει πάντ᾽ ἀτεράμονα διά τε τὸ πλῆθος καὶ τὴν ἰσχὺν τῆς τροφῆς πυκνά τε καὶ βαρέα καὶ σκληρὰ τοῦ γεώδους τε πολλοῦ καὶ τοῦ ψυχροῦ καταμιγνυμένων· ἡ γὰρ δὴ πῆξις καὶ ἡ πύκνωσις ἐκ τούτων ἐξ ὧνπερ καὶ ἡ σκληρότης. ἐν δὲ τοῖς ἑλώδεσι καὶ ἐφύδροις ἀχρεῖα τὸ ὅλον· οὐ γὰρ ἐνδιδοῖ βρεχόμενα δι᾽ ὃ καὶ καταχρῶνται πρὸς τὰς ὗς. αἱ μὲν οὖν ἐκ τῶν ἐδαφῶν αἰτίαι σχεδὸν αὗται. ἐπεὶ δὲ καὶ τὰ ὕδατα τὰ οὐράνια καὶ ὁ ἀὴρ συνεργεῖ ταῖς τροφαῖς διὰ τοῦτο ταῖς γε ἐπομβρίαις ἀτεράμονα μᾶλλον γίνεται πλέονος οὔσης καὶ ἀπεπτοτέρας τῆς τροφῆς. σχεδὸν γὰρ τοῦτο συμβαίνει καὶ εἰ ἐκ τῆς τοιαύτης γῆς καὶ εἰ τοιαύτη τοῦ ἀέρος ἡ ψυχρότης ὥστε ἔνυδρός τις εἶναι καὶ μὴ πνευματική· πῆξιν γὰρ οὕτω ποιήσει καὶ πύκνωσιν. διῃρημένων δ᾽ εἰς ταῦτα τῶν αἰτίων οὐδὲν κωλύει καὶ τὸ αὐτὸ χωρίον ὁτὲ μὲν τεράμονα φέρειν ὁτὲ δὲ ἀτεράμονα μὴ ὁμοίων ἀλλ᾽ ἐναντίων γινομένων τῶν ἐκ διὸς καὶ τῶν διειργομένων αὔλακι τὰ μὲν τεράμονα τὰ δὲ ἀτεράμονα γίνεσθαι εἴπερ τοῦ μὲν τοιόνδε τοῦ δὲ τοιόνδε τὸ ἔδαφος. ὥσπερ γὰρ ἐν τοῖς μετάλλοις ῥάβδους οὕτως κἀν τοῖς ἐργασίμοις ὑπολαβεῖν χρὴ διατετάσθαι τὴν μὲν τοιάνδε τὴν δὲ τοιάνδε παρ᾽ ἀλλήλας ὥστε τῶν αὐτῶν ἐκ τοῦ ἀέρος γινομένων ταῖς ἰδίαις δυνάμεσι ποιεῖν τὰς διαφορὰς, ὁτὲ δὲ καὶ τοῦ αὐτοῦ χωρίου μικρόν τι μέρος εἶναι τοιοῦτον· ὡσαύτως δὲ καὶ εἴ τις ἀέρος ἢ πνεύματος προσπέσοι τοιαύτη ψυχρότης ὥστε ποιῆσαι πῆξιν ἢ καθ᾽ ὅλον ἢ κατὰ μόριον. ὃ καὶ κατὰ τὴν φθορὰν συμβαίνει τῷ τὰ μὲν παραλλάττειν τὰ δ᾽ ἐπιβαίνειν. καὶ εἴ τις ἐν αὐτοῖς τοῖς σπέρμασιν ἀνόμοια διάθεσις ὑπάρχει· τὰ γὰρ ἀσθενέστερα δῆλον ὡς εὐπαθέστερα, τὸ δ᾽ ἀσθενὲς κἂν φύσει γίνοιτο τῷ λαμβάνειν τινὰ μεταβολὴν ἐν ἑαυτῷ. δι᾽ ὃ καὶ τῶν ἐπὶ τοῦ αὐτοῦ καυλοῦ κυάμων οὐδὲν κωλύει τῶν μὲν ἀτεράμονα τὸν λοβὸν εἶναι καὶ ἐν τῷ αὐτῷ λοβῷ καθάπερ τινές φασι εἴπερ λέγουσιν ἀληθῆ· τὸν μὲν γὰρ ἀσθενέστερον εἶναι τὸν δὲ ἰσχυρότερον ἐνδέχεται. τῆς δ᾽ ἀσθενείας τοῦ κυάμου κἀκεῖνο σημεῖον ἄν τις λάβοι· μόνος γὰρ δοκεῖ μεταβάλλειν τὴν χρόαν ἐκ λευκοῦ μέλας. ὅτι δὲ πῆξίς τις καὶ πύκνωσίς ἐστιν ὑπὸ τοῦ ψυχροῦ δι᾽ ἣν ἀτεράμονα γίνεται μαρτυρεῖ καὶ τὸ περὶ Φιλίππους συμβαῖνον περὶ τοὺς κυάμους· ἐκεῖ γὰρ σφόδρα ψυχροὶ ἄνεμοί τινες γίνονται· ἐὰν οὖν ἐν τοῖς ἀχύροις μὴ ἠλοημένοι ἐν τῇ ἅλῳ κατατεθῶσιν οὐ μεταβάλλουσιν ἀλλὰ τεράμονες· ὁτὲ μὲν γὰρ ὑπὸ τῶν ἀχύρων ὁτὲ δ᾽ ὑπὸ τῆς πρὸς ἀλλήλους συναφῆς σκεπάζονται καὶ ἅμα τῇ τῆς γῆς θερμότητι· ὅταν δὲ μετέωροι ληφθῶσι τό τε πνεῦμα μᾶλλον ἰσχύει καὶ οὐδαμόθεν ἐχόντων σκέπην εἰσδύεται καὶ πήγνυσιν· ἅμα δὲ καὶ ἀσθενέστατοι τότε γίγνονται γυμνούμενοι πρῶτον τῶν ἀχύρων καὶ τῆς θερμότητος τῆς περιεχούσης. αἱ δὲ μεγάλαι μεταβολαὶ μάλιστα κινοῦσιν. ἐπιγενομένου δὲ χρόνου καὶ ὥσπερ ἤδη συνεστηκότων ἐὰν διϊκμῶνται πάλιν μηδὲν πάσχειν ὑπὸ τοῦ πνεύματος· ἰσχυρότερόν τε γὰρ ἤδη καὶ τὸ κέλυφος τὸ περιέχον. τὸ δὲ πλείω χρόνον ἐᾷν ἠλοημένους ὑπαιθρίους ποιεῖν ἀτεράμονα ὥσπερ τινές φασιν οὐκ ἄλογον· ἀποψύχονται γὰρ δῆλον ὅτι μᾶλλον τοῦ συμμέτρου καὶ ἅμα κατασκληρύνονται. ἀκόλουθον δέ πως τούτῳ καὶ ὅτι τὸ μετὰ τὴν σπορὰν εὐθὺς ἐπιγινόμενον ὕδωρ ἀτεράμονας ποιεῖ· ἀσθενῆ γὰρ αὐτὸν λαβὸν ἐν τῷ διαβλαστάνειν ὄντα κατέψυξεν ὃ πρὸς μὲν τὴν φύσιν οὐκ ἔβλαπτε πρὸς δὲ τὴν ἕψησιν. ἐν ἑτέροις δὲ καὶ δι᾽ ἄλλα τῆς δυνάμεως οὔσης οὐκ ἄλογον τὸ μὲν ὑπάρχειν τὸ δὲ μή. τό τε γὰρ ἀβλαστὲς καὶ ἄγονον ἢ καὶ δυσαυξὲς ὅταν κακωθῇ πρὸς τὴν γέννησιν οὐκ ἄλογον. οὐδ᾽ ἐξ ἀτεραμόνων τεράμονα γίνεσθαι σπαρέντα πάλιν· ὑπὸ γὰρ τῶν αὐτῶν ἐναντίως διατιθεμένων ὥσπερ εἴπομεν οὐκ ἄλογος ἡ τεραμότης. ὥστ᾽ εἰ ὁ ἀὴρ καὶ τὰ ὕδατα καὶ τὰ ἐδάφη τοιαῦτα τί κωλύει καὶ τὰ σπέρματα μεταβάλλειν. εἰ δὲ συμβαίνει τὰ μὲν τεράμονα μᾶλλον ἐνδεδωκέναι τὰ δὲ ἀτεράμονα περιτετάσθαι τῷ κελύφει καθάπερ τινές φασι καὶ καταχασμωμένων τὰ μὲν μεταβάλλειν τὴν χρόαν τὰ δὲ μὴ καὶ τὰ ἐγχυλότερα θεριζόμενα τεραμονέστερα γίνεσθαι, καὶ γὰρ τοῦτο λέγουσιν, οὐθὲν ἄτοπον· ἥ τε γὰρ περίτασις σκληρότητος καὶ πήξεως καὶ ἁδρύνσεως οὐθὲν δὲ τούτων ἀλλότριον τοῖς ἀτεράμοσιν. τό τε μὴ ἀλλοιοῦσθαι καταπνεόμενα σημαίνει σκληρότητά τινα καὶ ἀπάθειαν, θάτερον δὲ τοὐναντίον· καὶ τὸ μὴ ἔγχυλα θερίζεσθαι σκληρότητα πλέω καὶ πῆξιν· τὸ δὲ ἄγαν σκληρὸν οὐκ εὐδιάχυτον. ὃ καὶ ἐπὶ τῆς ἅλω φασί τινες ἂν συμβῇ γίνεσθαι ἀτεράμονα οὐκ ἄγαν τοῦτό γε λέγοντες πιθανόν. ἡ γὰρ ἀπὸ τοῦ ἡλίου ξηρότης ἀχυλότερα μὲν ποιεῖ καὶ ἧττον ἡδέα εὐεψητότερα δὲ οὐδὲν ἧττον ἀλλὰ μᾶλλον. τὰ γοῦν ἐρέγματα διηλιωθέντα θᾶττον διαχεῖται. εἰ δ᾽ ἄρα καὶ τοῦτ᾽ ἀλη θὲς οὐκ ἐναντιοῦται τοῖς πρότερον. οὐδ᾽ εἰ παλαιούμενα γίνεται μᾶλλον ἀτεράμονα· καὶ γὰρ οὕτω ξηρότερα συμβαίνει γίνεσθαι διά τε τοῦ περιέχοντος καὶ ὑπὸ τῆς διεκπνοῆς τοῦ θερμοῦ ὃ συνεξάγει καὶ τὸ ὑγρόν. εὔλογον δὲ καὶ θᾶττον καὶ μᾶλλον κόπτεσθαι τὰ τεράμονα· καὶ γὰρ γλυκύτερα, ταῦτα δὲ μᾶλλον ζωοποιεῖ, καὶ πεπεμμένα, μεταβολὴ δὲ καὶ τούτων θᾶττον. καὶ ταῦτα μὲν ἂν ἔχοι τὰς εἰρημένας αἰτίας. τὸ δὲ μόνα τῶν ὀσπρίων ἢ καὶ τοῦ παντὸς σίτου κύαμον καὶ φακὸν ἀτεράμονα γίνεσθαι ψεῦδος ὑποληπτέον ἀλλὰ μάλιστα διαπειρώμενοι τούτων διὰ τὴν χρείαν ταῦτα μόνα φαμὲν ὅτι τοῖς μὲν ἀλήθοντες χρώμεθα τοῖς δ᾽ ὅλοις· αὕτη δ᾽ οὐ μικρὰ διαφορά· καὶ γὰρ ἐπ᾽ ἐκείνων εἰ λεπτύνοντες οὐκ ἂν ὁμοίως ἔνδηλον ἦν. ἐκφαίνεται γοῦν καὶ ἐπὶ τῶν ἐρεβίνθων καὶ τῶν ἄλλων ἑψομένων ὅλων τὸ ἀτεράμον. εἰ δ᾽ ἀτεράμονα μόνα ταῦτα οὐδὲ τοῦτ᾽ ἄλογον· ἀσθενέστερα γὰρ ὡς εἰπεῖν, τὸ δ᾽ ἀσθενὲς παθητικώτερον. ὃ δὲ λέγουσιν οἱ πολλοὶ ὅτι τὸ κερασβόλον ἀτεράμον γίνεται μή ποτ᾽ ἄγαν εὐηθὲς ᾖ· σκληρότερος γὰρ ὁ λίθος πρὸς ὃν πολλάκις προσπίπτει τὰ σπέρματα. κἂν μὴ προσκόψῃ μηδὲ βουσὶν ἀροτριᾷ τις οὐδὲν ἧττον ἀτεράμον γίνεται. περὶ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω. Ὅσα δὲ τῶν ὁμογενῶν μὴ ἅμα διαβλαστάνει τοῖς ἄλλοις ἀλλ᾽ ὕστερον πολλῷ καθάπερ ἐλέχθη περὶ τοῦ τευτλίου παραπλησία τις ἡ αἰτία ταύτῃ καθάπερ εἴπομέν ἐστιν· ὥσπερ γὰρ πρὸς ἕψησιν καὶ ὅλως πύρωσιν ἀτεράμονα, καὶ πρὸς ἔκφυσιν οὕτω καὶ πρὸς βλάστησιν· ἡ γὰρ τοιαύτη ἀτέλειά τις τῶν σπερμάτων. ὁμοίως δὲ ἐπὶ πάντων ὧν τοῦτο συμβαίνει. περὶ μὲν οὖν τούτων ἐπισκεπτέον. περὶ δὲ τοῦ ἰσχυρότερα καὶ εὐχυλότερα γίνεσθαι καὶ νοστιμώτερα ἢ ἀνοστότερα καὶ πρὸς τὴν σίτησιν βελτίω ἢ χείρω τὰ μὲν τοῖς τόποις διαφέρει καθάπερ εἴρηται τῷ ξηρότερα ποιεῖν καὶ πυκνότερα καὶ ξυνεστηκότα μᾶλλον οἷον τὰ ὀρεινὰ τῶν πεδεινῶν καὶ ἔτι μᾶλλον τῶν ἐπόμβρων· εὐπνούστερά τε γὰρ καὶ ἐν τροφῇ συμμετρότερα. νοστιμώτερα δ᾽ ἐκ τῆς αὐτῆς παρὰ τὴν τοῦ ἀέρος κρᾶσιν· οὐ γὰρ πάντως ὅταν πλεῖστος καὶ ἁδρότατος γένηται καὶ νοστιμώτατος ἀλλ᾽ ἑτέραν δεῖ διάθεσιν ἔχειν. δοκεῖ δὲ μεγάλα συμβάλλεσθαι καὶ ἡ σκάλσις πρὸς τὸ νοστιμώτερον ποιεῖν καὶ τὸ ἐγχυλότερα θερίζειν· ἐξαναλωθέντος γὰρ παντὸς τοῦ ὑγροῦ καὶ χείρω πρὸς τὴν σίτησιν καὶ ἐλάττω. τὰ δ᾽ ὄσπρια θερίζουσιν ἐγχυλότερα καὶ πρὸς τὸ δύνασθαι συλλέγειν, ξηρανθέντα γὰρ καταρρεῖ. τὸν δὲ θέρμον ἤδη λήγοντος τοῦ θέρους ἀνυγραινομένου τοῦ ἀέρος κατὰ τὸ ἑωθινόν· ἂν γὰρ πρότερον θίγῃ τις ἐκπίπτει καὶ οὐκ ἔστι λαβεῖν. καὶ ταῦτα μὲν ὡς γεωργικά. τὰ δὲ τῆς φύσεως οἷον τὸ ἁδρύνειν τὰ πνεύματα καὶ τὸ βόρεια μᾶλλον καὶ ὅλως ἃ ἑκάστοις ψυχρὰ καὶ τἀναντία δὴ φθείρειν καὶ ὅσα δὴ τοῖς ὕδασιν ἢ τοὶς πνεύμασιν ἀπόλλυνται τοῖς παρώροις, ὥσπερ ἐλέχθη περὶ ἐρεβίνθων τῶν ἀνθούντων. ὁ δὲ κύαμος ἐὰν πνεῦμα ἐπιγένηται λαμπρὸν καὶ ὁ πυρὸς καὶ ἡ κριθὴ καὶ ἀπηνθηκότα ὑγρὰ δ᾽ ἔτι ἂν ληφθῇ· διαπνεῖται γὰρ καὶ κοπτόμενα πρὸς ἄλληλα κενοῦται. τελεουμένων δὲ ἐπιγινόμενον ὕδωρ ἐναντίως τὴν μὲν κριθὴν βλάπτει τὸν δὲ πυρὸν ὠφελεῖ μᾶλλον· καὶ γὰρ γυμνὴ καὶ τὸ ὅλον ἀσθενὴς, ὁ δὲ καὶ ἐν χιτῶσι καὶ πυκνότερον καὶ ἰσχυρότερον ὥστε τὴν μὲν ὀλίγης δεῖσθαι τροφῆς καὶ σχεδὸν τῆς ἀπὸ τοῦ ἀέρος μόνης τὸν δὲ πλείονος· ἔτι δὲ ἰσχυρότερος ὢν καὶ κατακρατεῖ καὶ συμπέττει μᾶλλον καὶ τὸ ὅλον οὐδὲ πολλὴν δέχεται διὰ τὴν πυκνότητα καὶ τοὺς χιτῶνας, ἡ δὲ πλείω τε ἕλκει μανὴ τὴν φύσιν οὖσα καὶ ταύτην οὐ καταπέττει δι᾽ ἀσθένειαν καὶ ὑγρᾶς γενομένης ὁ ἥλιος ἅμα τῇ ἐπιγενομένῃ συνεξ άγει τὴν οἰκείαν ὑγρότητα συνεφελκομένην. καὶ τὰ πνεύματα δὲ κόπτοντα φθείρει μᾶλλον διὰ τὴν ἀσθένειαν. ἀπορεῖται δὲ καὶ διὰ τί ἁδροῦ ὄντος τοῦ σίτου καὶ σχεδὸν ὥσπερ ξηροῦ ἐφυσθεὶς οὐχ ὅτι βελτίων ἀλλὰ καὶ χείρων γίνεται, ἐὰν δὲ θερισθεὶς εἰς θωμοὺς συντεθῇ ἁδρότερος καὶ βελτίων· ἔνιοι δὲ καὶ ῥαίνουσιν. αἴτιον δὲ ὅτι τότε μὲν ἀνυγραίνεται καὶ ὁ ἥλιος ὅταν ἀναλάμψῃ συνεξάγει τὴν οἰκείαν ὑγρότητα καὶ ἰσχάνει· ὅταν δὲ εἰς θωμοὺς συντεθῇ συνικμάζεταί τε καὶ ἡ ἀναγομένη ἀτμὶς λεπτὴ καὶ πνευματώδης οὖσα παρεισδύεται καὶ ἁδρύνει τοὺς ὄγκους. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ὅταν εἰς τὰ οἰκία τεθῇ χύδην, δι᾽ ὃ καὶ τὸ ἐπίμετρον ποιεῖ· τὸν γὰρ ἀτμὸν τὸν ἀνιόντα λεπτὸν ὄντα δέχεται καὶ διὰ τοῦτο εἰς βάθος καταβάλλουσιν ὅπως πλέον ἀνίῃ· πάντα δὲ ταῦτα διασημαίνει καὶ ἔτι πρὸς τούτοις ἡ ἐμβαλλομένη γῆ καὶ ἄκοπον παρέχουσα καὶ ἀνοιδίσκουσα ὅτι δύναταί τινα δι᾽ αὑτῶν ἕλκειν τροφὴν ἄνευ τῶν ῥιζῶν, ὅθεν καὶ ἡ ὑπὸ τῶν πνευμάτων καὶ τοῦ ἀέρος οὐκ ἄλογος. Τὸ δὲ τῆς ἐρυσίβης κοινὸν οὐχ ἧττον ἀλλὰ μᾶλλον ἅπτεται τῶν σιτωδῶν, κριθῆς δὲ μᾶλλον ἢ πυροῦ διά τε τὸ γυμνοτέραν εἶναι τὸν δ᾽ ἐν χιτῶσι πλείοσι καὶ διὰ τὸ ἐγγυτέρω τοῦ στάχυος ἔχειν τὸ φύλλον ὅθεν ἡ ἀπόχυσις ἐν ᾧ μένει καὶ ἡ ὑγρότης ὥστε σαπεῖσα μᾶλλον ἅπτεται· καὶ ἔτι τὸν στάχυν ὀρθὸν εἶναι καὶ πυκνότερον· ἀπορρεῖ γὰρ ἧττον δι᾽ ὃ καὶ ἐπικύπτειν ξυμφέρει· καὶ ἀπολλύει τὸ συνεχὲς θᾶττον, ἐν δὲ τῷ μανῷ πρὸς τοῖς ἄλλοις καὶ διεκπίπτει ἡ ὑγρότης. ἡ δ᾽ αὐτὴ αἰτία καὶ τῇ λευκῇ πρὸς τὰς ἄλλας, ἅπαντα γὰρ μάλιστα ἔχει τῶν ἄλλων. τῶν δ᾽ ὀσπρίων μάλιστα ἐρυσιβᾷ κύαμος καὶ διὰ τὸ πολύφυλλος εἶναι πολλαχόθεν καὶ διὰ τὸ πυκνοσπορεῖσθαι καὶ διὰ τὸ τὴν ὑγρότητα μάλισθ᾽ ἕλκειν εἰς ἑαυτὸν διὰ τὴν μάνωσιν καὶ ἔτι διὰ τὸ πρὸς τῇ γῇ μάλιστα τὸν καρπὸν ἔχειν· σήπεται γὰρ μάλιστα τὰ κάτω διὰ τὴν ἄπνοιαν. καὶ ὅλως δὲ τῶν χεδροπῶν τὰ τοιαῦτα. ἐρυσίβη δὲ σῆψίς τίς ἐστι τοῦ ἐφισταμένου ὑγροῦ, δι᾽ ὃ πολὺ μὲν ὕσαντος οὐ γίνεται, καταπλύνεται γάρ· ἐὰν δὲ ψεκάδες ἢ καὶ δρόσοι πλείους γένωνται καὶ ὁ ἥλιος ἐπιλάβῃ καὶ ἄπνοια τότε σήπεται· δι᾽ ὃ καὶ ἐν τοῖς εὔπνοις καὶ μετεώροις ἧττον ἐν δὲ τοῖς κοίλοις καὶ δροσοβόλοις μᾶλλον. καὶ πανσελήνοις δὲ μᾶλλον ὅτι συνεργεῖ καὶ ἡ τῆς σελήνης θερμότης καὶ ὅλως ὁ ἀὴρ ὑγρότερος. πάντων δ᾽ ἐπικηρότατον ὁ πίσος· πρὸς μὲν τὰς ἐρυσίβας ὅτι πολύφυλλον καὶ χαμαισχιδὲς καὶ εὐαυξές· συμπληροῖ γὰρ τὸν τόπον κἂν ἀραιὸς ᾖ· πρὸς δὲ τὰ ψύχη καὶ τοὺς πάγους ὅτι ἀσθενόρριζον. σκωληκοῦται δὲ μάλιστ᾽ ἢ μόνα πυρὸς καὶ ἐρέβινθος, οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερος, ἀλλ᾽ ὁ μὲν ἐν τῷ καρπῷ ὁ δὲ ἐν ταῖς ῥίζαις, ἄμφω δὲ διὰ γλυκύτητα. ὁ μὲν ἐρέβινθος ὅταν ἡ ἅλμη περιπλυθῇ καθάπερ εἴρηται, ὁ δὲ πυρὸς ὅταν ἡ ῥίζα ὑγρανθῇ. ζωοποιεῖ δὲ σηπόμενα τὰ γλυκέα· γλυκύτερον γὰρ ὁ πυρὸς κριθῆς δι᾽ ὃ καὶ τὸ ἄχυρον ἥδιον. ὁ δὲ σκώληξ γινόμενος ὅταν ἐξαναλώσῃ τὴν ἐν τῷ καλάμῳ τροφὴν αὐτὸς ἢ ὥστε ὅλον ἐξαπολλύναι τὸν στάχυν ἢ κατὰ θάτερον μέρος. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα καθάπερ νοσήματος ἔχει χώραν ὧν οὐ χαλεπὸν τὰς αἰτίας ἰδεῖν. Περὶ δὲ τῶν θερινῶν σπερμάτων οἷον σησάμου ἐρυσίμου κέγχρου ἐλύμων ἐπὶ τοσοῦτον μὲν εἰπεῖν ἐστι παντὶ πρόχειρον ὅτι δι᾽ ἀσθένειαν ταύτην τὴν ὥραν σπείρεται καὶ διὰ τὸ ταχὺ τελεοῦν· ἡ δὲ φύσις αὐτῶν ποία τις ἂν εἴη σκεπτέον· οὐδὲ γὰρ γεώδης ὥσπερ τῶν ὀσπρίων οὔτε πάντη κούφη· τὸ γὰρ σήσαμον λιπαρὸν καὶ δεόμενον πέψεως. καὶ τοῦτο μὲν μονόρριζον ὁ δὲ κέγχρος καὶ πολύρριζον καὶ βαθύρριζον καὶ πολυκάλαμον ὥστ᾽ εἰς ἀμφότερα μεριζομένης τῆς τροφῆς καὶ τῆς δυνάμεως χρονιώτερον ἐχρῆν εἶναι. τὸ γὰρ σήσαμον ἐπεὶ μονόρριζον καὶ βαθύρριζον ἄνω πᾶσαν ἀφίησι τὴν δύναμιν· ἀλλ᾽ ἀντίκειται τούτῳ τὸ λιπαρόν· τὰ γὰρ αὖ γλίσχρα πλείονος πέψεως δεῖται. ταῦτα δ᾽ ὥσπερ εἴρηται πάντα πολύκαρπα. περὶ μὲν οὖν τούτων σκεπτέον. ἐπεὶ δ᾽ ὅλως εἰπεῖν τὰ μικρόκαρπα πολυκαρπότερα καθάπερ τά τε νῦν εἰρημένα καὶ οἱ φακοὶ δὴ καὶ ὅσα τοιαῦτα καὶ ἐπὶ πᾶσι τὰ πολυχούστατα λεγόμενα κύμινόν τε καὶ μήκων καὶ ὅλως δὴ τὰ λαχανώδη πάντα καὶ τὰ ἐναγγειόσπερμα πολύχοα τίς ἂν οὖν αἰτία τούτων εἴη; πότερον ὅτι τὰ μικρὰ ῥᾷον ποιῆσαι· καὶ γὰρ ζῶά φαμεν ἔνια τοιαῦτα καὶ μάλιστα δὴ τὰ ὠοτόκα καὶ σκωληκοτόκα· ἢ αὕτη μὲν ἔξωθεν ἄλλην δέ τινα οἰκειοτέραν ζητητέον; ἐπεὶ καὶ τῇδε διαφέρει τῶν περὶ τὰ ζῶα· τῶν μὲν γὰρ ἐκτρέφει τὰ ὠὰ καὶ τελειοῖ καὶ ὅλως ζωογονεῖ τὸ περιέχον ὥσπερ καὶ ἐν τοῖς πρότερον εἴρηται. τῶν δὲ καρπῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἡ ἐκτροφὴ καὶ τελείωσις ὥστε πλείονος δεῖ δυνάμεως. πρὸς δὲ θησαυρισμὸν ἄριστα μὲν κέγχρος καὶ ἔλυμος καὶ σήσαμον καὶ θέρμος καὶ ἐρέβινθος, τὰ μὲν ὅτι πολυχίτωνα καὶ ξηρὰ, τὸ δ᾽ ὅτι λιπαρὰ, ὁ δὲ θέρμος καὶ ὁ ἐρέβινθος ὅτι πικρότητά τινα ἔχουσι καὶ δριμύτητα. διατηροῦσι δ᾽ αὗται τὸ ἀπαθὲς ὥσπερ εἴρηται ὅθεν καὶ διαφθειρόμενα μόνα τῶν σιτωδῶν οὐ ζωοῦται καθάπερ οὐδὲ τὰ τῶν λαχάνων· καὶ γὰρ ταῦτα ἄζωα καὶ ὅσα δὴ τῇ ξηρότητι ἢ τῇ δριμύτητι. συμβαίνειν γὰρ ὥσπερ ἀνάμιξίν τινα γίνεσθαι τοῦ ἔξωθεν. σηπόμενον δὲ ἕκαστον ἴδιον γεννᾷ ἐκ τῆς οἰκείας ὑγρότητος οἷον οἱ μὲν πυροὶ καὶ αἱ κριθαὶ τοὺς κίας ὁ δὲ κύαμος τὸν ὑπό τινων καλούμενον μίδαν· ὡσαύτως δὲ καὶ οἱ φακοὶ καὶ αἱ ἀφάκαι καὶ πίσοι καὶ ἄλλα. τὸ δὲ αἴτιον κοινὸν πλειόνων· οὐ γὰρ μόνον ἐν τοῖς καρποῖς ἀλλὰ καὶ ἐν τοῖς δένδροις καὶ μετὰ ταῦτα τοῖς ξύλοις· καὶ ὅλως ὅσα τῶν ἀψύχων ζωογονεῖται διαφόρους ποιεῖ πάσας τὰς μορφὰς ὡς ἂν ἐξ ἑτέρας ὕλης. Ὁ δὲ κονιορτώδης σῖτος θᾶττον σήπεται καὶ ὁ ἐν τοῖς κονιατοῖς ἢ ἀκονιάτοις οἰκήμασι διὰ τὸ πλείω θερμότητα ἔχειν. καὶ γὰρ ὁ κονιορτὸς θερμὸς ἅτε ξηρὸς ὢν καὶ τὸ κονίαμα ὅταν ἀναδέξηται τηρεῖ τὴν θερμότητα· ἐπεὶ καὶ ἀθρόος καὶ κατὰ βάθους ὢν, πλείων γὰρ ἡ θερμότης. θᾶττον δὲ πολὺ κόπτεται κριθὴ πυροῦ διὰ τὸ μανότερον εἶναι καὶ γυμνότερον. τάχιστα δ᾽ ὁ κύαμος· θερισθεὶς γὰρ εὐθὺς καὶ συντεθεὶς ἐνιαχοῦ καθάπερ ἐν Θετταλίᾳ. φαίνεται δὲ κατὰ τοὺς τόπους. παρ᾽ ἐνίοις γὰρ ἀσηπτότατος ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται περὶ Ἀπολλωνίαν καὶ περὶ Τάραντα. καὶ ἀναπληροῦσθαι δέ φασι κοπέντα. τοῦτο μὲν οὖν σκεπτέον. ἀκόπως δὲ ἔχει τάδε· θέρμος κέγχρος αἰγίλωψ αἶρα σήσαμον ἐρέβινθος καὶ ὅλως τὰ δριμέα. ὁ μὲν οὖν αἰγίλωψ πολυχίτων ἡ δ᾽ αἶρα γυμνὴ δι᾽ ὃ καὶ ἄλλῃ τινὶ δυνάμει. τὸ δ᾽ ὅλον ἄκοπα τὰ μὲν ξηρότητι δι᾽ ὃ καὶ ἡ κάχρυς χρονιώτερον, τὰ δὲ ἀμιξίᾳ καὶ καθαρότητι καθάπερ ὁ χόνδρος, τὰ δὲ χυμῶν φύσει καὶ δυνάμει φυσικῇ καθάπερ ἐρέβινθος θέρμος σήσαμον, τὰ δὲ τῷ πολὺ τὸ ἀποστέγον ἔχειν ὥσπερ ὁ ὦχρος, ἅμα δὲ τοῦτό γε καὶ ξηρὸν καὶ θερμόν. τῷ δὲ σίτῳ κοπέντι βοήθεια ταχίστη τὸ εἰς τὴν ἅλω φέροντας ἀπικμῆσαι. καὶ τούτων μὲν σχεδὸν ἐνταῦθά που τὸ αἴτιον. ὃ δὲ παρά τινων ζητεῖται διὰ τί ποτε ὁ κεκομμένος σῖτος καὶ παλαιὸς ὕδατος μὲν ἐπιχεομένου θερμοῦ διαβλαστάνει — ταύτην γὰρ δὴ διάπειραν λαμβάνουσιν εἰ φύσιμος ὅταν ἐμβάλλοντες εἰς σκαφίον ἐπιχέωσι, — σηπόμενος δ᾽ οὐ διαβλαστάνει, — καίτοι ἡ σῆψις ὑπὸ θερμοῦ καὶ ἐν ὑγρῷ ἐστι — κομιδῆ δόξειεν ἂν παρ᾽ ὁμωνυμίαν εἶναι. διαφέρει γὰρ ἥ τε φθαρτικὴ καὶ ἡ γόνιμος θερμότης καὶ ἡ ὑγρότης δὲ ὡσαύτως. ἔστι δ᾽ ἡ μὲν σήπουσα ἀλλοτρία καὶ φθαρτικὴ ἡ δὲ τοῦ ὕδατος τοῦ θερμοῦ συμμετρίαν τινὰ ἔχουσα· δεῖται γὰρ τοιαύτης πρὸς τὴν βλάστησιν. ἐπεὶ τρόπον τινὰ παρόμοιον καὶ εἴ τις ἀποροίη διὰ τί ἡ θερμότης καὶ ἡ ὑγρότης καὶ ὑγείαν ἐν τοῖς σώμασι ποιοῦσι καὶ νόσον· δῆλον δ᾽ ὡς οὐχ αἱ αὐταὶ ἀλλ᾽ ὡς ἕτεραι καὶ ἐναντίαι. θερμὸν δ᾽ ἐπιχέουσι διὰ τὴν ἀσθένειαν τῶν σπερμάτων ὅπως μὴ καθάπερ ἐκπαγῇ διά τε τὸ θᾶττον ἀποδηλοῦν· ἐπεὶ οἵ γε μὴ παντελῶς διεφθαρμένοι καὶ ἐν ψυχρῷ διαβλαστάνουσι. συμβαίνει δὲ καὶ κόπτεσθαι καὶ σήπεσθαι δι᾽ ἀλλοτρίας θερμότητος. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Ε. Τῶν δ᾽ ἐν τοῖς δένδροις καὶ φυτοῖς τὰ μὲν αὐτόματα γίγνεται, τὰ δὲ ἐκ παρασκευῆς καὶ θεραπείας, ἑκάτερα δὲ αὐτῶν ἔχει διαίρεσιν· τῶν γὰρ αὐτομάτων τὰ μέν ἐστι φύσει, τὰ δὲ παρὰ φύσιν· καὶ γὰρ ἐν τοῖς φυτοῖς ὑπάρχει τι τοιοῦτον ὥσπερ καὶ ἐν τοῖς ζώοις· οἷον ἐάν τι μὴ τὸν οἰκεῖον ἐνέγκῃ βλαστὸν ἢ καρπὸν ἢ μὴ κατὰ τὴν τεταγμένην ὥραν ἢ μὴ ἐκ τῶν εἰωθότων μερῶν ἤ τι τοιοῦτον ἕτερον· ἅπαντα γὰρ ταῦτα παρὰ φύσιν· τῶν δὲ ἐκ τέχνης καὶ θεραπείας τὸ μέν ἐστι συνεργοῦν τῇ φύσει πρὸς εὐκαρπίαν καὶ πλῆθος, τὸ δὲ εἰς ἰδιότητα καὶ τὸ περιττὸν τῶν καρπῶν, οἷον τὸ ποιῆσαι βότρυν ἀγίγαρτον ἢ ἐκ τοῦ αὐτοῦ κλήματος μέλανα καὶ λευκὸν φέρειν ἢ καὶ ἐν αὐτῷ τῷ βότρυϊ καὶ ὅσα δὴ τοι αῦθ᾽ ἕτερα ποιοῦσι, πλείω γάρ ἐστιν· περὶ μὲν οὖν τῶν κατὰ φύσιν καὶ τῶν συνεργούντων τῇ φύσει πρότερον εἴρηται· περὶ δὲ τῶν παρὰ φύσιν καὶ ὅσα πρὸς τὸ περιττὸν ἥκει νῦν λεκτέον καὶ πρῶτον μὲν ὑπὲρ τῶν παρὰ φύσιν ἢ ὄντων ἢ δοκούντων· καὶ γὰρ τούτων ἐστί τις αἰτία καθάπερ ἐν τοῖς ζώοις· οἷον ὅσαι πάρωροι καρποτοκίαι καὶ μὴ ἐκ τῶν αὐτῶν μερῶν γίνονται· λέγω δ᾽ οἷον εἴ ποτε συκῆ κατὰ χειμῶνα τοῦ ἦρος ὑποφαίνοντος ἤνεγκε καρπὸν καὶ ῥόα καὶ ἄμπελος ἐκ τῶν ἀκρεμόνων καὶ ἐκ τοῦ στελέχους καὶ εἰ δή τι παραπλήσιον τουτοισί· πρὸς δὴ ταῦτα λαβεῖν δεῖ πρῶτον ὅτι συμβαίνει τὰ τοιαῦτα τοῖς πολυκάρποις καὶ ὑγροῖς οἷον ἀμπέλῳ καὶ τοῖς εἰρημένοις· ἅπαντα γὰρ ταῦτα ὑγρὰ καὶ πολύκαρπα· ξηρῷ δ᾽ οὐδενὶ καὶ ὀλιγοκάρπῳ. δεύτερον δὲ πρός τε τὰς βλαστήσεις καὶ καρποτοκίας τὰς παρώρους ὅτι πάντων ἔχουσί τινας ἀρχὰς ἐν αὑτοῖς βλαστητικὰς ἢ κλῶνες ἢ πτόρθοι ἢ ἀκρεμόνες ἢ ὅτι χρὴ καλεῖν τὰ ἐσχατεύοντα τῶν δένδρων· οὐδὲν γὰρ ἐπὶ πᾶσι κοινὸν, ἀλλ᾽ ἔνια προσηγορίας τινὰς ἔχει καθάπερ θαλία, κράδη, κλῆμα· καλοῦσι δέ τινες καὶ κλῶνας. ὅτι δὲ ἔχουσιν ἀρχάς τινας τοῦ βλαστάνειν φανερὸν ἐκ τῶν καταπηγνυμένων ἃ πολλάκις ἀρριζώτων ὄντων τῶν κάτω μεθίησι βλαστόν. οἷον κλήματα καὶ κράδαι καὶ ἐλάας χάρακες ἐνίοτε δὲ καὶ μὴ καταπαγέντα, ἀλλ᾽ ἀφῃρημένα καθάπερ τά τε κλήματα καὶ τὰ τῆς ἐλάας ξύλα. τρίτον δ᾽ ὅτι συμβαίνει τὴν πάρωρον βλάστησιν γίνεσθαι χειμώνων μαλακῶν ἢ νοτίων γενομένων· ἐκ τούτων γὰρ οὐκ ἂν δόξειεν ἄλογον εἶναι τὸ συμβαῖνον ἠθροισμένης τῆς γονίμου δυνάμεως καὶ ὑγρότητος ὁτὲ μὲν καθ᾽ αὑτὴν, ὁτὲ δὲ λειπομένης τῆς ἔμπροσθεν, ἀφ᾽ ἧς ὁ καρπὸς ἦλθεν. ὥσπερ συμβαίνει καὶ ἐπὶ τῆς συκῆς. ὑπολειπομένης γὰρ πλείονος τῆς τοιαύτης ὑγρότητος ὅταν ἀὴρ ἐπιγένηται μαλακὸς καὶ ὑγρὸς καὶ θερμὸς, ἐξεκαλέσατο τὴν βλάστησιν. ὅτι δὲ τοῦτο συμβαίνει φανερὸν εἰ ἐκ τούτου τοῦ μέρους ὁ καρπὸς ἀνίεται ὅθεν καὶ οἱ πρόδρομοι. τάχα δὲ καὶ οἱ πρόδρομοι διὰ τὴν μαλακότητα τοῦ ἀέρος προτεροῦσί τε καὶ πέττονται μᾶλλον· εἰ δ᾽ ἄρα μὴ τοῦτο, ἀλλὰ τἆλλά γε πάντα διὰ τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ἐστὶν ἤτοι γενομένων τινῶν ὑπολειμμάτων ἢ καθ᾽ αὑτὰ συνισταμένων ἀμφοῖν· οὐκ ἄλογον δὲ, οὐδ᾽ ἕτερον· προϋπάρχει γὰρ ἡ τοῦ δένδρου πρὸς ἄμφω φύσις ὑγρά τις οὖσα καὶ πρόβλαστος ὥστ᾽ ἂν εὐδίαι πλείω χρόνον ἐπιγένωνται καὶ τοῦ χρώματος ποιεῖν τὴν μεταβολήν· ἐπεὶ τόν γε χυλὸν οὐ δύναται πέττειν οὐδαμῶς, ἀλλ᾽ ἡ φαντασία σχεδὸν γίνεται κατὰ τὴν χρόαν. οἱ δ᾽ ὄλυνθοι συνεργούσης ἤδη τῆς ὥρας πεπαίνονται μέχρι τινός· ἔτι δ᾽ οὗτοί γε κατὰ φύσιν πώς εἰσιν. ἀεὶ γὰρ γίνονται τὴν αὐτὴν καὶ τεταγμένην ὥραν ὥσπερ καὶ ὁ τῶν διφόρων συκῶν λεγομένων καρπός· ἀλλ᾽ ἐπὶ τοσοῦτον τὸ ὅμοιον ληπτέον ὅτι παραπλησία τις ἡ αἰτία πάντων ἐκ τοῦ συνίστασθαι τὴν τοιαύτην ὑγρότητα καὶ δύναμιν δι᾽ ὃ καὶ ὄπισθεν τοῦ φύλλου πάντα ταῦτα γίνεται καὶ οὐχ ὥσπερ τὸ σῦκον ἔμπροσθεν· ἀλλ᾽ αἱ μὲν φύουσαι τοὺς προδρόμους ἀσθενέστεραι τυγχάνουσιν ὥστε οὐδ᾽ ἐπιμένειν δύνανται τῆς βλαστήσεως γινομένης ἐκεῖσε· ὅλως δὲ πολυειδές τι τὸ τῶν συκῶν ἐστιν· αἱ μὲν γὰρ ὀλυνθοφόροι μόνον σῦκα δ᾽ οὐ φέρουσιν οἷον αἱ τοὺς λευκοὺς ὀλύνθους φέρουσαι τοὺς ἐδωδίμους. ἕτεραι δὲ φέρουσι καὶ σῦκα καὶ ὀλύνθους μέλανας, ἀβρώτους δὲ τούτους ἢ καὶ ἐδωδίμους φέρουσαι δὲ τὸν ὄλυνθον ὄπισθεν τοῦ θρίου· γίνονται δ᾽ ἐν αὐτοῖς καὶ ψῆνες· αἱ δ᾽ ὅλως οὐ φέρουσιν ὀλύνθους. πάλιν δὲ τοὺς προδρόμους αἱ μὲν φέρουσιν οἷον ἥ τε λακωνικὴ καὶ λευκομφάλιος καὶ ἕτεραι πλείους, αἱ δ᾽ οὐ φέρουσιν· τῶν δὲ φερουσῶν οὐ συνεχὴς, ἀλλὰ παραλλάττουσα ἡ φορὰ κατὰ τὴν διάθεσιν. ὁτὲ μὲν γὰρ ἤνεγκαν, ὁτὲ δ᾽ οὐκ ἤνεγκαν, ἐὰν δὲ κακῶς οὐκ ἤνεγκαν. φέρουσι δὲ οὐ παρ᾽ αὐτὸ τὸ θρίον μόνον, ἀλλὰ καὶ κατωτέρω πολὺ καὶ ἔνιαί γε ἐκ τῶν παχέων σφόδρα· συμβαίνει δὲ ἐνίους καὶ ἐκπέττειν τινὰς τῶν ὕστερον· οὐ γὰρ ἅμα πάντας, ἀλλὰ τοὺς μὲν πρότερον φέρουσι, τοὺς δὲ μικρῷ πρὸ τῶν ἐρινῶν· ἐγγύτεροι δὲ οὗτοι τοῦ βλαστοῦ καὶ τῶν σύκων· ἀποπίπτουσι δ᾽ ἐκεῖνοι πρότερον καὶ ἧττον ἐκπέττονται· τὰ μὲν οὖν συμβαίνοντα ταῦτ᾽ ἐστὶν, οὐκ ἀλόγως δ᾽ ἂν δόξειεν οὐδὲν. τὸ γὰρ μὴ πάσας φέρειν, ἀλλ᾽ ὅσαι ὑγρότεραι καὶ ἰσχὺν ἔχουσαι εἰς τὴν ἐπίσπασιν εὔλογον· ἐκ γὰρ τῆς ὑπολοίπου τροφῆς ἐβλάστησεν ἡ σύστασις· ἐφελκυσαμένη δὲ πλέον οὐκ ἄλογον τὸ μὴ πᾶσαν καταπέψαι τότε· τό τε μὴ ἐνδελεχὲς αὐτῶν τούτων διὰ τὸ μὴ ὁμοίας εἶναι τὰς διαθέσεις. ἀσθενεστέρως γὰρ ἔχουσα καὶ χεῖρον θεραπευθεῖσα δῆλον ὡς ἐλάττω λήψεται τὴν ὑγρότητα, μὴ λαβοῦσα δὲ πλῆθος, οὐδ᾽ ὑπόλειμμα ποιήσει· ἐπεὶ γεωργηθεῖσα ὁμοίως καὶ τῶν ἐκ τοῦ ἀέρος συνεργησάντων ἀποδώσει καὶ τὸ ὕστερον. ἐνίοτε δὲ κἀκεῖνο συμβαίνει μὴ τυχούσης θεραπείας ὥστε τοὺς μὲν προδρόμους ἐνεγκεῖν, τὸν δὲ καρπὸν μὴ δύνασθαι. τοῦτο δ᾽ ὅτι τὸ μὲν ὑπῆρχε προκατειργασμένον, θάτερον δ᾽ ὥσπερ ἐκ καινῆς ἔδει ποιεῖν· ἀλλὰ μὴν οὐδὲ τὸ μὴ ἐκπέττειν τοὺς ἐκ τῶν παχέων, ἀλλὰ τοὺς ἄνω μᾶλλον· ἡ γὰρ τροφὴ ἅμα καὶ ἡ θερμότης ἄνω φέρεται καὶ ὅλως ἡ τοῦ δένδρου ὁρμὴ πρὸς τὴν βλάστησιν· ὥσθ᾽ ἅμα συναναφερομένου καὶ τοῦ θερμοῦ δι᾽ ἀμφοτέρων ἡ ὑπόλειψις· δι᾽ ὃ καὶ αἱ βλαστήσεις καὶ αἱ κατὰ μέρος ἀνθήσεις καὶ αἱ καρποτοκίαι τῶν αὐτῶν ὕστερον· ἀλλὰ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω. παραπλήσιον δὲ καὶ τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ἀμπέλων ἐστίν· καὶ γὰρ αὗται προβλαστά- νουσιν ἐνίοτε συνηθροισμένης τῆς γονίμου καὶ βλαστητικῆς ἀρχῆς· ὁ δὲ τόπος ὡρισμένος αὐταῖς, ἐκ τῶν ὀφθαλμῶν γὰρ ἡ βλάστησις· ὁποῖα δ᾽ ἂν καὶ τὰ τοῦ ἀέρος ἐπιγένηται καὶ ἐπὶ πόσον χρόνον, οὕτω καὶ τὰ τῆς αὐξήσεως ἀκολουθεῖ. σχεδὸν δὲ καὶ ὅσα πρωϊβλαστῆ καὶ πρωϊανθῆ φύσει ταὐτὸ τοῦτο πάσχει· κυϊσκόμενα γὰρ ἐν ὥρᾳ προκαλουμένων τῶν εὐδιῶν πολλάκις ἀποτίκτει πρὸ τῶν καιρῶν καὶ προάγει μέχρι οὗ ἂν ὁ ἀὴρ ὁμαλίζῃ· τὰς μὲν οὖν παρώρους βλαστήσεις ἐν ταύταις ὑποληπτέον ταῖς αἰτίαις εἶναι. Τὰς δὲ μὴ ἐκ τῶν οἰκείων μερῶν, ἀλλ᾽ οἷον ἀκρεμόνων καὶ στελέχους οὐ πόρρω ταύτης ὅταν ἀθροισμὸς εἰς ταῦτα γένηται τῆς γονίμου δυνάμεως· ἀρχῆς γὰρ ἐπισυστάσης ἡ ἐπιρροὴ τῆς τροφῆς ἐξομοιοῦται τῷ ὑποκειμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. ἡ δὲ σύστασις οὐκ ἄλογος εἰ τοιαύτην τινὰ κατὰ μόριον ἔλαβε κρᾶσιν, ἀλλ᾽ εὐλογωτέρα πολὺ τῆς ἐν ζώοις γινομένης οἷον εἰ κέρας ἐκ τοῦ στήθους ἤ τι τοιοῦτον ἕτερον· αὕτη γὰρ μείζων ἡ παραλλαγὴ τῶν ἐν τοῖς φυτοῖς ὅσῳ μᾶλλον ὁμοιομερῆ τὰ φυτὰ τῶν ζώων· ἐὰν δὲ δὴ καὶ προβλάστημά τι γένηται τῷ καρπῷ ἔλαττον ἔτι τὸ ἄτοπον· ἐνίοτε γὰρ καὶ φύεται κλῆμα ἐκ τοῦ στελέχους ἰσχύσαντα δὲ καρποτοκῆσαι ταῦτ᾽ οὐκ ἄλογον. ἀλλ᾽ ὅταν αὐτὸς ὁ καρπὸς ἐκ τοῦ ἀκρεμόνος ἢ τοῦ στελέχους ἀτοπώτερον ὥσπερ ἐπὶ τῶν ῥοῶν· αἰτίαν δὲ τὴν εἰρημένην ὑποληπτέον. αἱ δὲ τοιαῦται παραλλαγαὶ τῶν τόπων ἐλάττους εἰσὶν οἷον εἴ ποτε συκῆ τις ἤνεγκεν ἐκ τοῦ ὄπισθεν τοῦ θρίου τὸν καρπόν· μικρὰ γὰρ ἡ μεταβολὴ καὶ ὁ τόπος ὅλως οὐκ ἀλλότριος τοῦ συμβαίνοντος. αἴτιον δὲ ὅτι τὴν μὲν ἐπιβλάστησιν ἀσθενῆ, τὴν δ᾽ ἐνταῦθα συρροὴν ἰσχυροτέραν ἔσχεν ὥστ’ ὀψιαιτέρας γενομένης τῶν προδρόμων ἐπένειμέ τε καὶ ἐξέπεψεν. φαίνεται δὲ καὶ τῇδε ἧττον ἄτοπον ὅτι γένος τί φασιν εἶναι τοιοῦτον ὃ δὴ καλοῦσιν ὀπισθοκάρπιον· εἰ γὰρ ὅλως τι πέφυκεν οὕτω καρποτοκεῖν τῶν ὁμογενῶν οὐκ ἄτοπον συμβῆναί ποτε καὶ τοῖς μὴ πεφυκόσι τῆς ὁμοίας διαθέσεως γενομένης. ἐπεὶ καὶ τὸ ἐκ τῶν ἀκρεμόνων ἐνεγκεῖν τινα ὁμοιότητα ἔχει τῇ ἐν Αἰγύπτῳ συκαμίνῳ· φέρει γὰρ δὴ κἀκείνη τὸν καρπὸν ἐκ τοῦ στελέχους, οὐκ ἐκ τῶν ἀκρεμόνων εὐβλαστής τις οὖσα καὶ εὔτονος ὡς ἔοικε πρὸς καρποτοκίαν· σημαίνει δὲ τὸ πλεονάκις ἀπὸ τῶν αὐτῶν φέρειν ἀφαιρουμένων. οὐ πεπαίνει δὲ καλῶς μὴ ἐπικνισθέντων καὶ περιαλειφθέντων ἐλαίῳ καθάπερ ἐλέχθη διὰ τὴν εὐτροφίαν καὶ τὸ πλῆθος τῆς ἐπιρροῆς· ἀφαίρεσίς τε γὰρ γίνεται τῇ ἐπικνίσει καὶ τὸ ἔλαιον ἅμα διαθερμαῖνον καὶ ὁ ἥλιος ἀνεῳγμένων ταχεῖαν ποιεῖται τὴν πέψιν. ἔοικε δὲ παραπλήσιον τρόπον τινὰ τὸ συμβαῖνον τοῖς κατὰ μέρος ἀνθοῦσιν ἀπὸ τῶν κάτωθεν ἀρχομένοις. ἐκείνων τε γὰρ τὰ μὲν ἰσχύοντα καὶ οἷον τετελεωμένα καὶ ἀνθεῖ καὶ καρπογονεῖ, τὰ δ᾽ ἀσθενέστερα καὶ ἐπάνω προσαύξεται καὶ βλαστάνει καὶ ἀεὶ τὸ τελεούμενον ἀνθεῖ, τὴν δὲ τῆς τροφῆς ἐπιρροὴν ἕκαστον εἰς τὴν ἑαυτοῦ φύσιν καταμερίζεται καὶ δύναμιν· καὶ τούτων ὁμοίως μὲν εἰς τὴν βλάστησιν φέρεταί τι τῆς τροφῆς, ἡ δ᾽ εἰς τὸ ἰσχυρὸν ἤδη καὶ καρπογονοῦν· ἐκεῖνο δ᾽ οὔπω δύναται διὰ τὴν ὑγρότητα καὶ τὴν ἀτέλειαν· καὶ περὶ μὲν τούτων ἀρκείτω τὰ εἰρημένα. Τὰς δὲ μεταβολὰς τῶν καρπῶν εἴ τινες ἢ ἐκ λευκῶν μέλανες ἢ ἐκ γλυκέων ὀξεῖς ἢ ἀνάπαλιν καθάπερ φασὶν ἐπί τε συκῆς καὶ ἀμπέλου καὶ ῥόας τοῦτο συμβαίνειν ἐνιαχοῦ μὲν οὐδὲ θαυμαστὸν οὐδ᾽ ὅλως ἄτοπον φαίνεται τὸ τὴν φύσιν, ὁτὲ μὲν οὕτως, ὁτὲ δὲ ἐκείνως καὶ τοῖς μέρεσιν ἀνομοίως φέρειν οἷον τὴν κάπνεον ἄμπελον καλουμένην· αὕτη γὰρ δοκεῖ τοὺς μὲν λευκοὺς ἐνίοτε, τοὺς δὲ μέλανας καὶ ὁτὲ μὲν πάντας τοιούτους, ὁτὲ δὲ τοιούτους φέρειν. δι᾽ ὃ καὶ οὐδ᾽ οἱ μάντεις εἰώθασι τοῦτο κρίνειν ὡς τέρας· τὸ γὰρ εἰωθὸς οὐ τέρας. αἴτιον δὲ τῆς παραλλαγῆς ὅτι τὸ χρῶμα τούτων τῶν βοτρύων οὔτε μέλαν οὔτε λευκόν ἐστιν ἀλλὰ καπνῶδες, ὅθεν καὶ τὴν προσηγορίαν ἔσχεν. ἐὰν οὖν μικρά τις ἐναλλαγὴ γένηται δοκεῖ μεταβεβληκέναι τὴν χρόαν· οὐδ᾽ ἕτερον δ᾽ εἰλικρινὲς οὔτε τὸ μέλαν οὔτε τὸ λευκὸν ἔχει δι᾽ ὃ καὶ ἐνίοτε τῶν βοτρύων ἑτερόχροοί τινες, οἱ μὲν εἰς τὸ λευκὸν, οἱ δ᾽ εἰς τὸ μέλαν μᾶλλον ἀποκλίνοντες. αἰτία δ᾽ ἡ τροφὴ καὶ ἡ διάθεσις αὐτῆς τῆς ἀμπέλου. τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη συγχωρεῖται τῷ μὴ θαυμαστῷ. τὸ δ᾽ ἐπὶ τῶν ῥοῶν εἰ μὲν ὅλων τῶν δένδρων γίνονται μεταβολαὶ παρόμοιον ἄν τι τὸ συμβαῖνον εἴη τοῖς περὶ Κιλικίαν καὶ Αἴγυπτον εἴπερ αὐτόματος ἡ μεταβολή. τῆς γὰρ χώρας τὸ πάθος καὶ ἡ δύναμις. εἰ δὲ μὴ ὅλων ἀλλά ποτε τοῦτο συνέβη τῇ τροφῇ καὶ τῇ διαθέσει τὴν αἰτίαν ἀποδοτέον ὡς ἐκ τοιαύτης γεγενημένης καὶ κρατηθείσης ἐν τῇ ἀνθήσει. εἰ δ᾽ ἀνωμάλους ἤνεγκεν ἐν ταῖς ῥίζαις ἡ αἰτία καὶ εἴ τι μέρος ἄλλο κύριον τῷ τὰ μὲν τοιαύτην, τὰ δὲ τοιαύτην λαβεῖν ἢ καὶ ποιῆσαι καὶ ἀναδοῦναι τὴν τροφήν· ἅμα δὲ καὶ τὸν ἀέρα συνεργεῖν τι, καὶ γὰρ ὑπὸ τούτων γίγνονται διαφοραί. δόξειε δ᾽ ἂν ἀτοπώτατον ἐνταῦθα εἶναι τὸ μερίζεσθαι τὰς ῥίζας· ἐνίοτε γὰρ ἐκ θατέρου μέρους οὐκ ἔχει τὸ δένδρον ἢ ἐλάττους, ὁ δὲ καρπὸς ὁμοίως πανταχόθεν ὡς ἀναμιγνυμένης δῆλον ὅτι πανταχοῦ τῆς τροφῆς. οὐ μὴν ἀλλ᾽ ἴσως ἐὰν μὲν ἐκλείπωσί τινες ἀπὸ τῶν ἑτέρων ἡ τροφὴ πᾶσιν. ἐὰν δὲ πανταχόθεν ἔχῃ τῷ καθ᾽ αὑτὴν ἑκάστην οὐ κατὰ λόγον ὡς ἄν τις φράσειεν εὐθυπορούντων πως τῶν πόρων· ἔνια γὰρ συμβαίνει καὶ ζῆν τῶν φυτῶν ἐκ θατέρου μέρους· αὐξανόμενα γὰρ συμπληροῦν πως τὸ ὅλον τὰ μὲν ἐμπεριλαμβάνοντα, τῶν δὲ καὶ ἀποπιπτόντων διὰ τὸ αὖον· εἰ δέ τις καὶ αὕτη πίστις ἐστὶν ἐκ τῶν συντιθεμένων κλημάτων μὴ ὁμογενῶν ὅτι μία μὲν ἡ ἄμπελος, φέρει δ᾽ ἑκάτερον τῶν μερῶν τὸν οἰκεῖον καρπὸν ὡς οὐ μιγνυμένης ἀλλ᾽ εὐθυπορούσης τῆς τροφῆς εἴη δ᾽ ἂν καὶ ταύτῃ χρῆσθαι· τοῦτο μέντοι ἥκιστα γινόμενον καὶ ἥκιστα πίστιν ἔχον ἐστίν· αἱ δ᾽ ἄλλαι μεταβολαὶ μάλιστα τὰς εἰρημένας ἂν ἔχοιεν αἰτίας ὁμοίως ἐπὶ πάντων εἴτε χρώμασιν εἴτε χυλοῖς εἴτε ἄλλῳ τινὶ μεταβάλλουσιν. αἱ γὰρ τροφαὶ τὰς διαθέσεις ἀλλοιοῦσι καὶ μεθίστασιν ὁτὲ μὲν κρατούμεναι, ὁτὲ δὲ κρατοῦσαι καθάπερ καὶ ἐν τοῖς ἀπὸ τῶν σπερμάτων φυομένοις, πλὴν ἐνταῦθα ἡ ἔκστασις ἀεὶ πρὸς τὸ χεῖρον, ἀλλ᾽ ἐπὶ τῶν ἐξειργασμένων καὶ ἡμερωμένων ἔχει τὴν ὁμοίωσιν. ἁπλῶς δ᾽ ὥσπερ ἐλέχθη μικράν τινα χρὴ νομίζειν ἐν τούτοις εἶναι τὴν μεταβολὴν ὅπου μὴ ἡ χώρα μεταβάλλει· τὰ δὲ τοιαῦτα χρόνῳ γίγνεται καὶ οὐκ ἐπέτεια καθάπερ οὐδὲ τὰ ἡμερούμενα καὶ ἀγριούμενα. μέγα δ᾽ οὖν πρὸς πίστιν τῆς μεταβολῆς τῆς παρὰ τὰς χώρας καὶ ὅτι θεραπεῖαί τινες τῶν ῥιζῶν καὶ τῆς τροφῆς ποιοῦσι μεταβολὰς, ἀλλὰ τὸ οὕτως ἐν βραχεῖ χρόνῳ καὶ ταχέως ἄπιστον εἰ μή τις ἄμφω ταῦτα συνθήσει καὶ τὸν χρόνον λανθάνειν καὶ τὴν μεταβολὴν εἶναι βραχεῖαν· ἐπεὶ ἔν γε τοῖς ἐπετείοις οὐκ ἄλογον οὐδ᾽ ὁμοίως ἐφ᾽ ὧν συμβαίνει θαυμαστὸν εἴπερ ἄρα συμβαίνει καθάπερ ὅταν ἐκ πυρῶν αἶρα γένηται διά τε τὸ πολλάκις γίνεσθαι καὶ διὰ τὸ τὴν αἰτίαν οἴεσθαί πως· αἱ γὰρ ὑπερομβρίαι ποιοῦσιν· εἰ δὲ καὶ ἐκ τῶν αἰρῶν εἰς πυροὺς πάλιν ἀποκαθίσταται, τοῦτο θαυμασιώτερον· εἴη δ᾽ ἂν ὥσπερ ἀσθένειά τις ἢ νόσος γεγενημένη τοῦ σπέρματος ἥτις ἀπολύεται μεθισταμένων ἄρα τῶν περὶ τὸν ἀέρα καὶ τὴν τροφήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται συμπαραλαμβάνοντα πρὸς τὴν τῆς αἰτίας πίστιν τὰ ὁμολογούμενα. Τὸ δ᾽ ἐνεγκεῖν ἄμπελόν ποτε καρπὸν ἄνευ φύλλων ὡς μὲν ὅλως εἰπεῖν οὐ πιθανὸν, ὡς δὲ μικρᾶς τινος γενομένης βλαστήσεως καὶ ταύτης διὰ τὴν ἀσθένειαν ἀπορρυείσης μᾶλλον πιθανὸν ὡς ἐνταῦθα πλείονος καὶ σφοδροτέρας τῆς ὁρμῆς γινομένης· ὅπερ ἐπί γέ τινων δένδρων καὶ συμβαίνει σχεδὸν ὅταν εὐκαρπήσωσιν ὥσπερ ἐπὶ τῆς ἀμυγδαλῆς· διὰ γὰρ τὸ πλῆθος οὐδὲ φαίνεται τὰ φύλλα καὶ ἄλλα μικρὰ καὶ ἀσθενῆ γίνεται τῆς φύσεως ἐνταῦθα ὡρμηκυίας. ὥσπερ καὶ ἐν τῷ ἀνθεῖν ἡ ἄμπελος ὅταν ὀψίσῃ καὶ διατηρῇ τὸν καρπὸν ἄνευ τῶν οἰνάρων ὥσπερ καὶ ἡ συκῆ τῶν θρίων· ἰσχυρότεροι γὰρ ὅταν ἅπαξ συστῶσι γίνονται τῶν φύλλων, οἱ μὲν διὰ τὸν μίσχον καὶ τὴν προσάρτησιν, οἱ δὲ διὰ τὸ πιλοῦσθαι τῷ ψύχει. τῶν μὲν γὰρ φύλλων ἐξαιρεῖται τὴν ὑγρότητα καὶ τὸν ὀπὸν, τῶν δὲ καρπῶν διὰ τὸ πλῆθος καὶ τὸ μᾶλλον ἔχειν θερμότητα τοῦτο μόνον δύναται συμπυκνῶσαι καὶ πιλῶσαι. παραπλήσιον δὲ τούτῳ καὶ εἴ ποτέ τις ἐλάα τὰ μὲν φύλλα ἀπέβαλε, τὸν δὲ καρπὸν ἐξήνεγκεν. ἀσθενέστερον γὰρ ὂν μᾶλλον ὑπήκουσε τοῦ ψύχους ἢ εἴ τι πάθος εἴη ἕτερον· πεπανθεὶς μὲν γὰρ ὁ καρπὸς αὐτόματος ἀπορρεῖ, πρὸ δὲ τοῦ πεπανθῆναι μᾶλλον ἰσχύει καὶ προσήρτηται. δι᾽ ὃ καὶ ῥαβδίζουσι τὰς ἐλάας. ταῦτα μὲν οὖν καὶ ὅσα ἄλλα τοιαῦτα φυσικάς τινας ἀρχὰς τὰ μὲν ἐξ αὐτῶν, τὰ δ᾽ ἐκ τοῦ περιέχοντος ἔχει· ἐπεὶ καὶ τὰ αὐτόματα διαβλαστάνοντα ξύλα, καθάπερ τὰ ἐλάϊνα καὶ εἴ τι ἄλλο τοιοῦτον ἅπερ εἰς τέρατα καὶ σημεῖα ἀνάγουσιν οὐκ ἔστιν ἄλογον· φύσει τε γὰρ εὔζωα καὶ βλαστητικὰ διὰ πυκνότητα καὶ τὸ ἔγχυμον. καὶ ὅταν ἔξωθεν ἰκμάδα τινὰ λάβῃ, ταχὺ ἀναδίδωσιν, ὡς δ᾽ ἐπὶ τὸ πολὺ κατορυττόμενα καὶ ἐν ὑγρῷ τόπῳ βλα στάνει πλὴν εἴ τι κοπὲν ὕστερον μικρῷ διεβλάστησεν ἔχον ἐν ἑαυτῷ συνηθροισμένην τὴν γόνιμον ὑγρότητα ἅμα δὲ καὶ τῆς ὥρας ὑπογυίου τῆς βλαστητικῆς οὔσης. τούτῳ δὲ ὅμοιον τρόπον τινὰ τὸ ἐπὶ τῆς σκίλλης καὶ ἐπὶ τῶν ἄλλων τῶν ἔξω βλαστανόντων· ὡσαύτως δὲ καὶ τὰ ἐκ τῶν ξύλων ἐκφυόμενα καὶ μάλιστα ἐκ τῶν ἐλατίνων ἃ καλοῦσιν οἱ μάντεις εἰλειθυίας· ἀνειμένου γὰρ ὄντος καὶ μαλακοῦ τοῦ ἀέρος ἐκφύεται μάλιστα ὁπότε ἡ ἐνυπάρχουσα ὑγρότης συρρυεῖσα καὶ ἡ ἔξωθεν προσπίπτουσα συνεπάγη καὶ ἐποίησεν οἷον σφαιροειδές. ὁμοίως δὲ καὶ ὅσα ἰδίει τῶν ξύλων· καὶ γὰρ ταῦτα νοτίου καὶ ὑγροῦ τοῦ ἀέρος ὄντος τουτὶ πάσχει καὶ οὐ πάντα, ἀλλ᾽ ἐν οἷς ἐστι λιπαρότης οἷον κέδρου κυπαρίττου ἐλάας, ἃ δὴ καὶ σημεῖα καὶ τέρατα νομίζουσιν. ὅσα δὲ ἄλλα συμβαίνει καὶ προφέρεται τῶν τοιούτων οἷον ὥς ποτέ φασιν ἐν πλατάνῳ φῦναι δάφνην ἢ ἁπλῶς περὶ τὰς ἐμβλαστήσεις τὰς ἐν ἀλλήλοις ἐκ λανθανούσης ἀρχῆς ὑποληπτέον γίνεσθαι καθάπερ ἐλέχθη· τὸ γὰρ αὐτοῦ τοῦ δένδρου τοιαύτην τινὰ γίνεσθαι σῆψιν ἢ ἀλλοίωσιν ἄλλως τε καὶ πολὺ διεστώσης οὐκ εὔλογον· οἱ δὲ τρόποι τοιοῦτοι· λέγω δὲ λανθανούσης εἰ ἐπιπέσοι σπέρμα καὶ ἔμβιον γένοιτο σῆψιν ἔχοντος γεώδη τινὰ τοῦ δένδρου· βλαστοίη γὰρ ἂν οὕτως ἕτερον ἐν ἑτέρῳ· ἀλλ᾽ ἡ τοιαύτη βλάστησις ὁμοία τῇ τῶν ἰξιῶν· ἢ ὡς διὰ πλείονος ἐπὶ τῇ πλατάνῳ ἐκ τοῦ χαλκοῦ τρίποδος· μᾶλλον δ᾽ ἀμφότεραι τῇ ἐκ τῆς γῆς· οὐ γὰρ οἷόν τε φῦναι μὴ γεώδους τινὸς ἐνυπάρχοντος ὥσπερ οὐδ᾽ ἐκ τῶν τοίχων τῶν λιθίνων ἐὰν μὴ τοιαύτη τις συρροὴ γένηται καὶ σῆψις ἐξ ἧς πέφυκε βλαστάνειν ἔτι δ᾽ ὕστερον ἐπιρροήν τινα λαμβάνῃ τῆς τροφῆς· οὕτω γὰρ αὐτῶν ἡ αὔξησις. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ αὐτομάτως ἢ πάντα ἢ ἔνια γίνεται, τάχα δὲ καὶ σπερμάτων τινῶν καταρρυέντων ἅμα τῇ σήψει καὶ συστάσει· δάφνη δὲ καὶ εἴ τι τοιοῦτον ἕτερον ἀπὸ τῶν καρπῶν· εἰ δ᾽ ἄρα καὶ τοῦτο ἀπὸ σήψεώς τινος οὐδὲν διαφέρει πρὸς τὴν αἰτίαν. εἰ δέ ποτε δένδρον ἐκπεσὸν ὑπὸ χειμῶνος ἀνέστη πάλιν αὐτόματον ὥσπερ ἐν Φιλίπποις μὲν ἰτέα, ἐν δὲ Ἀντάνδρῳ πλάτανος καὶ τῆς μὲν οὐδὲν ἀφῃρέθη πλὴν ὅσοι τῶν ἀκρεμόνων κατεκλάσθησαν ἐν τῇ πτώσει, τῆς πλατάνου δὲ ἀφῃρέθη καί τι παρεπελεκήθη τὴν δ᾽ αἰτίαν ὑπελάμβανον ὅτι πεσοῦσα ἐπὶ θάτερον μέρος ἀνέσπασε πολλὴν γῆν, ἐπιγενομένου δὲ εἰς νύκτα τότε πνεύματος ἐναντίου καὶ μεγάλου κινήσαντος αὐτὸ διὰ τὸ ἐμπίπτειν τοῖς ἀκρεμόσι ῥοπὴν ἐποίησεν ἐγκείμενον τὸ μέρος καὶ κατασπάσαν ὤρθωσεν· οὕτω γὰρ συνέβη τῷ ἐν Φιλίπποις· τὸ δ᾽ ἕτερον ἐκινήθη μὲν ὁμοίως καὶ τὴν ἀνάσπασιν εἶχε τῆς γῆς, διὰ δὲ τὴν περικοπὴν ἀνέστη ῥᾷον· ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἔξω φυσικῆς αἰτίας ἐστίν· ὑπὲρ δὲ τῶν ἐν αὐτοῖς τοῖς φυτοῖς ἐκ τῶν εἰρημένων πειρατέον μετιέναι καὶ θεωρεῖν. Ἑπόμενα δέ πώς ἐστι τούτοις εἰπεῖν ὅσα δὴ διὰ τέχνης καὶ παρασκευῆς γίνεται τῶν περιττῶν ὑπὲρ ὧν φανερωτέρας ἄν τις ὑπολάβοι τὰς αἰτίας εἶναι καθάπερ καὶ εἰσίν. ἀγιγάρτους μὲν γὰρ ποιοῦσι τοὺς βότρυς ἐξαιροῦντες τὴν μήτραν, ἀφ᾽ ἧς γίνεται τὸ γίγαρτον. ἐκ τοῦ αὐτοῦ δὲ κλήματος φέρειν λευκὸν καὶ μέλανα βότρυν ἢ ἐν αὐτῷ τῷ βότρυϊ τὰς ῥᾶγας τὰς μὲν τοιαύτας, τὰς δὲ τοιαύτας, ὅταν διελόντες συνθῶσι ἑκατέρου τὸ ἥμισυ πλὴν τοῦ κάτω μέρους καὶ συνδήσαντες καταπήξωσι· συμφύεται γὰρ ἀλλήλοις· σύμφυτον μὲν γὰρ ἅπαν τὸ ζῶν τῷ ζῶντι καὶ μάλιστα τὸ ὁμογενὲς, ὅταν ἀφελκωθῇ καὶ γένηται μία τις φύσις. ἑκάτερον δὲ καθ᾽ ἑαυτὸ τὴν τροφὴν διΐησιν ὥστε μὴ ἐπιμιγνυμένης ἀποδιδόναι τὸν οἰκεῖον καρπόν· ὅπερ καὶ οἱ ποταμοὶ ποιοῦσιν οἱ συμβάλλοντες ἀλλήλοις ὥσπερ ὅ τε Κηφισὸς ἐν τῇ Βοιωτίᾳ καὶ ὁ Μέλας· ἑκάτερος γὰρ ῥεῖ τὸν αὑτοῦ πόρον. ἐνταῦθα δ᾽ οὐδὲ συμβάλλουσιν, ἀλλὰ παρ᾽ ἀλλήλας ὀχετεύονται καὶ ῥέουσιν αἱ τροφαί. ταὐτὸ δὲ καὶ παραπλήσιον τούτῳ καὶ ὅταν τὸ αὐτὸ δένδρον παντοδαπὰς φέρῃ ῥόας ἢ μῆλα· τῇ σφυρᾷ γὰρ οἷον μαλάξαντες τὰς ῥάβδους ἵνα συμφύωσιν ἢ διὰ τὴν ἀφέλκωσιν συνδήσαντες ἐφύτευσαν, εἶτα γίνεται τὸ μὲν δένδρον ἓν τῇ συμφύσει, διατηρεῖ δὲ ἕκαστον τὸ γένος ἕλκον καθ᾽ αὑτὸ καὶ πέττον τὴν τροφὴν, οὐδὲν δὲ ἄλλο ἢ τῆς συμφύσεως κοινωνοῦν. σχεδὸν δὲ καὶ παρόμοιον τούτῳ καὶ ἐπὶ τῶν μειζόνων γίνεται καὶ μάλιστα ἐπὶ τῶν ἀγρίων τῇ φύσει· περιπλακεῖσα γὰρ συκῆ καὶ εἴ τι ἄλλο τοιοῦτόν ἐστι συμφύεταί τε καὶ ἓν ποιεῖ τὸ στέλεχος· καὶ τούτων τὰ μὲν ἐξεπίτηδες ποιοῦσιν, ἔνια δὲ καὶ αὐτομάτως λαμβάνει τοιαύτην σύμφυσιν, ὅσα προσφιλῆ τε καὶ μὴ ἐναντία ἀλλήλοις· ὅταν γὰρ ἅπαξ συμπλακῇ καὶ δέξηται, καθάπερ φύσις τις αὕτη μία γίνεται, δι᾽ ὃ κᾂν ἀφαιρῇ κᾂν λύῃ τις αὐαίνονται, καθάπερ καὶ τῶν μὴ ὁμογενῶν τὰ ὁμοβλαστῆ καὶ σύντροφα γενόμενα ἀλλήλοις ὥσπερ ἐπὶ τῆς ἀναδενδράδος ἐλέχθη καὶ τῆς συκῆς. ἐπεὶ ὅσα γε βλάπτει περιφυόμενα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττὸς, ἐκ τούτων γε οὐ γίνεται μία φύσις· αὐαίνεται γὰρ θάτερον. πολυφορεῖν μὲν οὖν ταὐτὸ διὰ ταύτας ὑποληπτέον τὰς αἰτίας· ὅμοιον γὰρ τρόπον τινὰ καὶ ὥσπερ εἴ τις ἐνοφθαλμίσειε δένδρον ἓν ἀπὸ πλειόνων καὶ διαφόρων· ἀρχὰς γὰρ πεποίηκε καὶ φύσεις πλείους ἀπὸ μιᾶς οὐσίας, ἐκεῖνο δὲ ἐξ ἀρχῶν πλειόνων μίαν οὐσίαν τῇ φύσει. Τὰ δὲ τῶν καρπῶν μεγέθη τῶν κατορυττομένων ἐν ταῖς χύτραις ὅταν κατάγωσι τοὺς ἀκρεμόνας, οἷον ῥοῶν καὶ μήλων εὐλόγως γίνεται. τό τε γὰρ ὑπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος ἀφαιρούμενον ἡ χύτρα κω λύει ἀποστέγουσα καὶ ἅμα τὴν ἐκ τῆς γῆς ἕλκει νοτίδα δι᾽ ἧς τρέφεται· τὴν γὰρ ἀπὸ τοῦ δένδρου ἐπιρροὴν οὐκ εὔλογον γίνεσθαι πάρωρον οὖσαν ἢ βραχεῖάν τινα πάμπαν, δι᾽ ὃ καὶ ὁ μὲν κόκκος οὐδὲν μείζων τῆς ῥόας γίνεται, τὸ δὲ σίδιον παχύτερον ὡς οὐ διικνουμένης εἰς ἐκεῖνον τῆς τροφῆς· ἔοικε γὰρ ὁ οἰκεῖος χυλὸς τῇ φυσικῇ δυνάμει πάντων γίνεσθαι καὶ πεπαίνεσθαι, δι᾽ ὃ καὶ τὰ μῆλα χείρω καὶ ἀχυλότερα γίνεται· τὸ δὲ σίδιον καὶ ἐκ τῶν ἔξωθεν λαμβάνει τὴν αὔξησιν ὡς ἀλλοτριώτερον τῆς φύσεως. ἡ δ᾽ ὁλκὴ τῆς νοτίδος, ἐξ ἧς ἡ τροφὴ καὶ ἐπίδοσις οὐκ ἄλογος ὥσπερ τοῦ ἄρου καὶ ἑτέρων ὥσπερ πρότερον εἴπομεν. ὁμοίως δὲ τοῦτο συμβαίνει καὶ ἐν τοῖς λαχάνοις, ἐφ᾽ ὧν παχύνουσι τὰς ῥίζας τῶν μὲν ἀφαιροῦντες τὰ φύλλα, καθάπερ τῆς ῥαφανίδος, ὅταν μάλιστα ἀκμάζωσι τοῦ χειμῶνος, καὶ κατασάττοντες τὴν γῆν ὥστε καὶ τὸ ὕδωρ ἀποστέγειν. ἐν γὰρ τῷ θέρει γίνονται θαυμασταὶ τῷ πάχει. τοῦ δὲ σελίνου περιορύξαντες κάτω μέχρι τῶν ῥιζῶν καχρύδιον περιβάλλοντες καὶ ἄνωθεν τὴν γῆν. αἴτιον δὲ ὅτι τὴν τροφὴν ἅπασαν αὗται λαμβάνουσιν καὶ οὐ διδόασιν εἰς τοὺς βλαστούς· μὴ μεριζομένης δὲ πλείων ἡ αὔξησις. ὅσα μὲν οὖν παραβλαστικὰ οἷον κρόμυα ῥίζας ἑτέρας ἀφίησι καὶ ἄλλα δὲ τῶν ἀγρίων· ἡ δὲ ῥαφανὶς μὴ οὖσα παραβλαστικὴ, τροφὴν δὲ λαμβάνουσα καὶ οὐ διαπέμπουσα εἰς τὸ ἄνω παχύνεται καὶ μείζων γίνεται. τοῦ δὲ μὴ συμβαίνειν φθορὰν καὶ σῆψιν ἡ ἐπίσαξις αἰτία τῆς γῆς ἀποστέγουσα τὸ ὕδωρ καὶ ὅλως πᾶν τὸ ἀλλότριον· τοῖς δὲ σελίνοις τὸ καχρύδιον θερμὸν καὶ πυκνὸν ὂν συνανέλκει μὲν τῇ πυκνότητι τὴν τροφὴν, κατέχει δὲ καὶ οὐ διαδίδωσιν εἰς τὸ ἄνω καὶ ἅμα τῇ θερμότητι πέττει· πολλῆς οὖν τροφῆς γινομένης καὶ πεττομένης πολλὴ καὶ αὔξησις. παραπλήσια δὲ τούτοις καὶ τὰ περὶ τοὺς σικύους καὶ τὰς κολοκύντας γινόμενα κατά τε τὴν ἁπαλότητα καὶ τὴν αὔξησιν οἷον ἐάν τις μικρὰς οὔσας κρύψῃ κατὰ τῆς γῆς· οὐδὲν γὰρ ἀφαιρεῖται τῆς τροφῆς, ὁ δ᾽ ἥλιος καὶ τὰ πνεύματα ἀναξηραίνοντα τοὺς ὄγκους ἐλάττους ποιοῦσιν ὥσπερ καὶ τῶν δένδρων τῶν ἐν τοῖς προσηνέμοις καὶ εὐείλοις. ὡσαύτως δὲ καὶ οἱ ἐν τοῖς ἀγγείοις τιθέμενοι καθάπερ ἐν νάρθηκι καὶ καλυπτῆρσιν. ἡ μὲν γὰρ τροφὴ πλείων διὰ τὸ μήτ᾽ ἀποπνεῖσθαι μήτ᾽ ἀποξηραίνεσθαι μηδὲν, ἡ δ᾽ αὔξησις εἰς μῆκος καὶ διὰ τὸ εὐροεῖν τὴν τροφὴν εὐθυποροῦσαν καὶ διὰ τὸ μηδὲν ἀντισπᾷν μηδ᾽ ἀντιπίπτειν. ὁμοία δ᾽ αἰτία καὶ τοῦ διαμένειν χλωροὺς ἐάν τις φυτεύσας περὶ φρέαρ ὅταν ὦσιν ὡραῖοι καθεὶς ἀποστεγάσῃ· ἡ μὲν γὰρ ἀπὸ τοῦ ἡλίου καὶ τοῦ πνεύματος οὐ γίνεται ξηρότης, ἅμα δὲ καὶ ἡ ἀπὸ τοῦ ὕδατος ἀτμὶς οἷον θάλλοντάς τε παρέχει καὶ κωλύει ξηραίνεσθαι. τροφὴν δὲ λαμβάνοντες διαμένουσι σωζομένων τῶν ῥιζῶν· ἔμβιοι δὲ γίνονται καὶ θεραπευόμεναι πλείω χρόνον δι᾽ ὃ καὶ ἄν τις περιτεμὼν τὴν βλάστησιν ὅταν καρποτοκήσωσι περισάξῃ γίνονται πάλιν ἐκ τῶν ῥιζῶν σίκυοι καὶ πρωΐτεροι πολὺ τῶν σπειρομένων ὅτι προϋπάρχει τὸ τῶν ῥιζῶν. ἔτι δὲ ἡ περίσαξις ἀλέαν παρέχουσα θᾶττον ἀνιέναι ποιεῖ βλαστόν· μέγα γὰρ καὶ ἡ ἀλέα πρὸς τὸ πρωϊβλαστεῖν. σημεῖον δὲ καὶ τοῦτο φανερόν· ἐὰν γάρ τις χειμῶνος ἐν ταλάροις φυτεύσῃ σικύου σπέρματα καὶ ἄρδῃ τε θερμῷ καὶ πρὸς τὸν ἥλιον ἐκφέρῃ καὶ πρὸς τὸ πῦρ τιθῇ καὶ ὅταν ἡ ὥρα τοῦ σπείρειν καθήκῃ σὺν αὐτοῖς ταλάροις φυτεύσῃ πρώϊοι σφόδρα γίνονται· ταῦτα μὲν οὖν διὰ τὰς εἰρημένας αἰτίας συμβαίνει. τῷ δὲ σχή- ματι καὶ τῇ μορφῇ μεταβάλλει τὸ σέλινον ἐὰν σπαρὲν καταπατηθῇ καὶ ἐπικυλινδρωθῇ· γίνεται γὰρ οὖλον διὰ τὸ μὴ διϊέναι τὴν βλάστησιν, ἀλλὰ ἐξομοιοῦται γὰρ ἐν ᾧ ἂν τεθῇ ἀγγείῳ· τοῦτο δ᾽ ὅτι ἡ τροφὴ κωλυο μένη καὶ ἀποστεγομένη τῷ πέριξ φέρεται πρὸς τὸ ἐφελκόμενον καὶ εὐοδοῦν, οἷον γὰρ ὀχετεία τίς ἐστιν, ὥστε λαμβάνειν τὴν ὁμοιότητα τῷ περιέχοντι. συμβαίνει δὲ τρόπον τινὰ καὶ ἐπὶ τῶν ζώων τοῦτο κατὰ μικρότητα καὶ μέγεθος καὶ βραχύτητα καὶ μῆκος· μεμορφωμένα γὰρ εὐθὺς ἐκεῖνα ταῦτα δ᾽ ἅμα τῇ γενέσει μορφοῦται· δι᾽ ὃ καὶ τὸ σέλινον ὅταν μεταφυτεύηται κελεύουσιν ὁπόσον ἄν τις βούληται ποιῆσαι τηλικοῦτον πάτταλον κατακρούειν ὥστ᾽ ἐκπληροῦν πάντα τὸν τόπον τὴν ῥίζαν. ὅμοιον δὲ τρόπον τινὰ τούτῳ καὶ ἡ τῶν ῥιζῶν αὔξησις ἐν τοῖς ἡμερώμασιν· εὐοδοῦσαι γὰρ καὶ ἔχουσαι τροφὴν αὔξονται μᾶλλον καὶ εἰς μῆκος καὶ εἰς πάχος. ποιεῖ δὲ μεγάλας καὶ τὰς ῥίζας καὶ τὰς βλάστας καὶ ἐὰν πλείω τις εἰς ταὐτὸ σπέρματα ξυνδήσας εἰς ὀθόνιον φυτεύσῃ, δι᾽ ὃ καὶ ἐπί τινων τοῦτο ποιοῦσι, καθάπερ ἐπὶ τοῦ πράσου καὶ σελίνου καὶ ἑτέρων· ἰσχύει γὰρ τὰ πλείω δῆλον ὅτι μᾶλλον καὶ ἐξ ἁπάντων γίνεται μία τις φύσις. ἔνια δὲ κατὰ τὴν τῆς σπορᾶς ὥραν λαμβάνει μορφὴν ἀλλοίαν, οἷον ἡ γογγυλὶς ἂν εὐθύς τις ἐπὶ τῆς ἅλω φυτεύσῃ πλατεῖα γίνεται· οὕτω δ᾽ ἧττον ῥιζοῦται καὶ διευρύνεται μᾶλλον. ὅσα δ᾽ ἐν σχίνῳ φυτεύουσιν ἢ σκίλλῃ πάντα τῆς εὐβλαστίας ἕνεκα καὶ εὐτροφίας φυτεύουσιν· ἔχει γάρ τινα ἄμφω θερμότητα καὶ ὑγρότητα καὶ γίνεται καθάπερ ἐμφυτεία τις. ὁμοίως δὲ καὶ εἴ τι ἕτερον ἐν ἑτέρῳ καθάπερ τὸ πήγανον ἐν συκῇ, δοκεῖ γὰρ δὴ κάλλιστον γίνεσθαι. φυτεύεται δὲ παρὰ τὸν φλοιὸν παραπηγνύμενον καὶ τῇ γῇ κατακρύπτεται· καὶ ξυμβαίνει δὲ τὸν ὀπὸν ἅμα τῇ τροφῇ καὶ θερμότητι καὶ βοήθειάν τινα ἔχειν εὔκαιρον ὥσπερ καὶ τὴν τέφραν παραπαττομένην εἶτ᾽ οὖν πρὸς τὸ μὴ σκωληκοῦσθαι τὰς ῥίζας εἴτε καὶ πρὸς τὸ τρέφεσθαι ἅλμῃ· ἔχει γάρ τινα ὁμοίαν θερμότητα. μέγεθος δὲ γίνεται φακῶν καὶ ἐρεβίνθων τῶν μὲν ἂν ἐν βολίτῳ φυτεύηται τὸ σπέρμα· συντρέχει γὰρ τῇ θερμότητι καὶ ξηρότητι· τῶν δ᾽ ἐρεβίνθων ἐὰν μετὰ τῶν κελύφων βρεχθέντες· ἔλαττον γὰρ τὸ ἀποσηπόμενον καὶ ἡ τροφὴ πλείων ἡ πρώτη· πρώϊοι δὲ ἂν ἅμα τοῖς ἄλλοις σπαρῶσι· καὶ ταῦτα μὲν δή τι θαυμαστὸν ἔχει καὶ ἔνια δοκεῖ καὶ παρὰ φύσιν. αἱ δὲ τοιαῦται μεταβολαὶ καὶ αὐτόματοι γίνονται καὶ τέχνῃ καὶ κατὰ φύσιν· οἷον ἐπὶ τίφης καὶ ζειᾶς περιπλαττομένοις πυροῖς, ὥσπερ καὶ ὅσα τῶν σπερμάτων ἢ ἐν λίτρῳ προβρεχόμενα τεραμονέστερα ἢ ἐν μέλιτι καὶ γάλακτι γλυκύτερα γίνεται· πέφυκε γὰρ οἷον ἂν σπαρῇ τοιοῦτον καὶ γεννᾷν· σπείρεται δὲ διηλλοιωμένον καὶ μεταβεβηκός· ἐν ἀμφοῖν δέ πως ἢ ἐν ἅπασι συμβαίνει μετακινεῖσθαι τὴν ἀρχὴν, ἔνθα μὲν κατὰ τὸ ποιὸν, ἔνθα δὲ καθάπερ ταῖς τίφαις καὶ ζειαῖς καὶ τῷ μορίον τι μὴ ἔχειν ὅπερ ἐξ ἀρχῆς μὲν περιαιρεθὲν οὐκ ἀδυνατεῖ γεννᾷν· πλεονάκις δὲ τοῦτο παθοῦσα καὶ ὥσπερ τελέως γυμνωθεῖσα καὶ παθητικωτέρα γινομένη τῷ τε ποιῷ μεταβάλλει καὶ τὸ πλῆθος οὐκ ἴσχει τοῦ ἀχύρου· συμβαίνει δὲ καὶ ἐν ἄλλοις μορίων τινῶν ἀφαιρουμένων ποιεῖν τινα διαφορὰν ὥσπερ ταῖς ἀμπέλοις ὅταν ἡ μήτρα τοῦ κλήματος ξυσθῇ τοὺς βότρυς ἀγιγάρτους εἶναι· καὶ πίστιν ταῦτα παράσχοιτ᾽ ἂν ἴσως τοῖς ἀφ᾽ ἑκάστου τῶν μερῶν λέγουσιν ἀπιέναι σπέρμα· λύσις δ᾽ ἥπερ εἴρηται καὶ ἐπὶ τῶν ζώων. Αἱ μὲν οὖν τούτων μεταβολαὶ διὰ τὰς εἰρημένας αἰτίας. ἡ δὲ τοῦ σισυμβρίου εἰς μίνθαν ὥσπερ ἐναντία δι᾽ ἀργίαν γινομένη· συμβαίνει γὰρ ὅταν μή τις ἐξεργάζηται μηδ᾽ ἀποδιδῷ τὴν οἰκείαν θεραπείαν ῥιζοῦσθαι μᾶλλον εἰς τὸ κάτω, ῥιζούμενον δὲ καὶ τὴν δύναμιν ἐκεῖσε τρέπον πᾶσαν ἀσθενέστερον ἄνωθεν γίνεσθαι καὶ τὴν δριμύτητα ἀποβάλλειν τῆς ὀσμῆς ὥστε ἐξ ἀμφοτέρων ἡ ὁμοιότης τῆς τε βλάστης καὶ τῆς ὀσμῆς· τῆς γὰρ δριμύτητος ἀφαιρουμένης ἡ κατάλοιπος ὀσμὴ μαλακή τις οὖσα καὶ ἀνειμένη προσεμφερὴς τῇ μίνθῃ γίνεται δι᾽ ὃ μεταφυτεύειν κελεύουσι πολλάκις ὅπως τοῦτο μὴ συμβαίνῃ· καὶ τοῦ μὲν σισυμβρίου τοιαύτην τὴν αἰτίαν ὑποληπτέον. τὸ δ᾽ ὤκιμον τὸ ἐν ἡλίῳ πολλάκις κείμενον ἀφερπυλλοῦται διὰ τὸ καταξηραίνεσθαι μᾶλλον· καὶ γὰρ τὸ φύλλον ἔλαττον γίνεται καὶ ἡ ὀσμὴ δριμυτέρα τῶν ξηρῶν· ἐλάττων γὰρ καὶ ἡ τροφή· δεῖ δὲ τὰς μεταβολὰς τοιαύτας ὑπολαμβάνειν ὡς ἂν ὁμοιότητά τινα ἐχούσας οὐχ ὡς τελέας ὥσπερ καὶ ἡ ἐξαιγειρουμένη λεύκη . ἡ δὲ λεύκη πλατυφυλλότερόν τε τῆς αἰγείρου καὶ λειοφλοιότερον καὶ τὸ ὅλον εὐτροφώτερον· ἀπογηράσκουσαν δὲ καὶ ἐλάττονι τροφῇ χρωμένην οὐκ ἄλογον καὶ τὸ φύλλον στενότερον καὶ τὸν φλοιὸν τραχύτερον ἔχειν καὶ εἴ τι ἄλλο συνακολουθεῖ τοῖς μὴ ὁμοίως εὐτρόφοις. τὸ δ᾽ ὅλον οὐκ ἄγαν ἴσως τὸ συμβαῖνον θαυμαστὸν τῷ τε εἰς τὸ σύνεγγυς καὶ τὸ ὅμοιόν πως μεταβάλλειν καὶ ἔτι τῷ ὁρᾷν καὶ ἐπί γε τῶν ζώων γινομένας τοιαύτας τινὰς μεταβολὰς τὰς μὲν κατὰ τὴν γέννησιν οἷον ἐπ᾽ ἄλλων καὶ ἐπὶ τῶν καλουμένων ψυχῶν· ἐκ κάμπης γὰρ χρυσαλλὶς, εἶτα ἐκ ταύτης ἡ ψυχή· τοῦτο δὲ πλὴν τῶν ψυχῶν ἐπ᾽ οὐδενὸς συμβαίνει. τῶν δὲ καὶ τετελειωμένων ἤδη κατὰ τὰ πάθη καὶ τὰς διαθέσεις τοῦ σώματος, αἳ γίνονται διὰ τὰς ἐπετείους ὥρας ὥσπερ ταῖς ὄρνισιν· ἐπὶ τούτων γὰρ μάλιστα καὶ λέγεται καὶ ἔνδηλος τῶν χρωμάτων μεταβολὴ καὶ τῶν ὅλων σωμάτων ὥστε δοκεῖν ἑτέρους εἶναι. ταῦτα μὲν οὖν ὥσπερ εἴρηται φυσικῶς ὑποληπτέον· τὰ δ᾽ ἐξ ἀρχῆς λελεγμένα μᾶλλον κατὰ φύσιν. Ἀκόλουθα δέ πως τοῖς εἰρημένοις καὶ ὥσπερ ἐσχάτης θεωρίας περὶ νοσημάτων καὶ φθορᾶς εἰπεῖν ἀμφοτέρων μετέχοντα καὶ τῶν κατὰ φύσιν καὶ τῶν παρὰ φύσιν. φθοραὶ μὲν γὰρ εὐθὺς αἱ μὲν οὕτως, αἱ δ᾽ ἐκείνως λέγονται, νόσοι δὲ τῇ μὲν ὅλως δόξαιεν ἂν εἶναι παρὰ φύσιν, ἔκβασις γάρ τις αἰεὶ καὶ σύγχυσις τοῦ κατὰ φύσιν ἡ νόσος, τῷ δ᾽ εἰωθέναι καὶ πολλάκις συμβαίνειν κατὰ φύσιν λέγομεν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς, αὐτὰ ταῦτα διαιροῦντες τὰ βίαια πάθη καὶ φανερῶς ἀπὸ τῶν ἔξωθεν αἰτιῶν, οἷον τραυμάτων καὶ πληγῶν· τὰ γὰρ ὑπὸ ψύχους ἢ καύματος ἤ τινος ἑτέρου συμβαίνοντα τῶν ἐν τῷ ἀέρι παθημάτων οὐ λέγομεν παρὰ φύσιν· καίτοι βίαιά γέ πως καὶ ταῦτα καὶ ἀπὸ τῶν ἔξωθέν ἐστιν· ἀλλὰ γὰρ τοῦτο μὲν οὔτ᾽ ἴδιόν ἐστιν ἐπὶ τῶν φυτῶν ἀλλὰ καὶ ἐπὶ τῶν ζώων οὔτε διάφορον πρὸς ὃ νῦν ζητοῦμεν· τῶν δὲ νόσων ἀρχαὶ καθάπερ τοῖς ζώοις ἢ ἀπ᾽ αὐτῶν ἢ ἀπὸ τῶν ἔξωθεν καὶ ἡ φθορὰ ἢ ὅλως ἢ εἰς καρπογονίαν. ἀπ᾽ αὐτῶν μὲν ὅταν ἢ πλῆθος ἢ ἔνδεια τῆς τροφῆς ἢ ποιότης, ἀπὸ δὲ τῶν ἔξωθεν ὅταν ἢ χειμῶνες ὑπερβάλλοντες ἢ καύματα ἢ ἐπομβρίαι ἢ ἄλλη τις δυσκρασία τοῦ ἀέρος· ἔτι δὲ ὅσα διὰ πληγὴν ἢ ἕλκωσιν ἐκ σκαπάνης ἢ ἐκτομῆς ἢ διακαθάρσεως ἢ ἐξ ἄλλης τοιαύτης αἰτίας· ὧν γ᾽ ἔνιαι καὶ ἀπὸ τοῦ δαίμονος συμβαίνουσι καθάπερ ἡ χαλαζοκοπία· εἰ δὲ καὶ ἡ ἔνδεια καὶ ἡ ὑπερβολὴ τῆς τροφῆς τῶν ἔξωθεν ὥς τινές φασιν οὐδὲν ἂν διαφέροι. πάντα δὲ ἰσχύει μᾶλλον τὰ ἀπὸ τοῦ ἀέρος ἐν τοῖς ἀσθενῶς διακειμένοις· τὰς γὰρ ὑπερβολὰς ἧττον δύνανται φέρειν. ἀσθενεστάτη δὲ διάθεσις μελλόντων τε καὶ ἀρχομένων βλαστάνειν καὶ πάλιν μετὰ τὴν καρποτοκίαν ὥσπερ ἐξηραμμένων· τότε γὰρ ἐν μεγίστῃ μεταβολῇ· δι᾽ ὃ καὶ τὰ ἄγρια μάλιστα πονεῖ πρὸ τῆς βλαστήσεως ἢ ὑπ᾽ αὐτὴν τὴν βλάστησιν ὅταν χαλαζοκοπηθῇ ἢ πνεύματα ἐπιγένηται ψυχρὰ σφόδρα ἢ θερμά. κρατεῖται γὰρ ταῖς ὑπερβολαῖς. οἱ δ᾽ ὡραῖοι χειμῶνες ὠφελοῦσι καὶ τὰ ἄγρια καὶ τὰ ἥμερα· καὶ γὰρ ἰσχὺν ἐμποιοῦσι καὶ τῇ πιλήσει καὶ πυκνώσει καὶ εὐβλαστίαν. Ταῦτα μὲν οὖν ἀμφοῖν κοινά. νοσήματα δὲ τῶν ἀγρίων οὐ λέγεται, τῶν δ᾽ ἡμέρων λέγεται πλείω, τάχα δὲ καὶ ἔστι διὰ τὴν ἀσθένειαν ὧν τὰ μὲν ἀνώνυμα, τὰ δὲ ὠνομασμένα, καθάπερ ἡ ψώρα καὶ ὁ σφακελισμὸς καὶ ἀστρόβλητα καὶ σκωληκόβροτα γίνεσθαι. ἀστρόβλητα μὲν οὖν μάλιστα γίνεται τὰ φυτὰ καὶ οἱ μόσχοι διὰ τὴν ἀσθένειαν. συμβαίνει δὲ τὸ πάθος ὅταν ἡ γῆ ξηρανθῇ καὶ μὴ ἔχωσιν ἕλκειν ὑγρότητα, δι᾽ ὃ καὶ ὑπὸ τὸ ἄστρον πλεῖστα· τὰ δὲ πρεσβύτερα διὰ τὴν ἰσχὺν ἀντέχει τε μᾶλλον καὶ ἕλκει πόρρωθεν, ἔτι δ᾽ ὑγρότης ἡ οἰκεία πιοτέρα καὶ λιπαρωτέρα καὶ πρωϊκαρπότερα τῶν νέων καὶ ὅσα ἂν προδείξωσιν πάντ᾽ ἐκφέρουσιν· ὅλως δὲ πᾶσαν μεταβολὴν ἧττον δύναται τὰ ἀσθενέστερα φέρειν, ὑπὸ δὲ τὸ ἄστρον καὶ διυγραίνεταί πως μᾶλλον τὰ δένδρα, καθάπερ πρότερον ἐλέχθη, δι᾽ ὃ καὶ ἡ ἐπιβλάστησις· ἡ μὲν οὖν ἀστροβολία διὰ ταῦτα συμβαίνει καὶ ἔτι διὰ τὰς πληγὰς τὰς ἔξωθεν καὶ τὰς ἑλκώσεις· ἀσθενέστερα γὰρ διὰ ταῦτα γίνεται καὶ ἐπὶ πλέον αὐτῶν αἱ δυνάμεις διϊκνοῦνται· σκωληκοῦται δὲ μᾶλλον τὰ πρεσβύτερα. συμβαίνειν δὲ δοκεῖ καὶ τοῦτο τὸ πάθος ἢ διὰ τὰς ἑλκώσεις τῶν περισκαπτομένων ἢ ὅταν ἐκδιψήσῃ διὰ τοὺς αὐχμούς· ἐκ μὲν γὰρ τῆς πληγῆς σήπεται, ἀλλοιούμενα δὲ τῇ σήψει ζωογονεῖ καθάπερ καὶ τὰ ἄλλα· ἐκ δὲ τοῦ διψῆσαι διὰ τὸ ἔλαττον ἔχειν τοῦ συμμέτρου τὸ ὑγρόν· οἷον γὰρ ἔκστασις γίνεταί τις ἐκ φύσεως, ἐν δὲ τῇ ἐκστάσει μεταβολὴ καὶ ἀλλοίωσις, ἐν δὲ τῇ μεταβολῇ διὰ τὴν σῆψιν ἡ ζωογονία. συμβαίνει δὲ τοῦτο καὶ ἐν ταῖς ἀφαυαινομέναις· ἐνισχύει γὰρ τότε τὸ θερμόν. σκωληκοῦνται δὲ μάλισθ᾽ αἱ μηλέαι δι᾽ ὃ κἀν τοῖς ἐμπύροις φαῦλαι· ταχὺ γὰρ αἱ ῥίζαι ξηραίνονται. κοινότατα δὲ φαίνεται τῶν νοσημάτων εἶναι τοῦτό τε καὶ ἡ ἀστροβολησία. πάντα γὰρ ὡς εἰπεῖν σκώληκα ἴσχει πλὴν τὰ μὲν πλείους καὶ θᾶττον ἀπόλλυται, καθάπερ μηλέα συκῆ ἄπιος, τὰ δ᾽ ἐλάττους καὶ βραδύτερον. ἥκιστα δὲ σκωληκοῦται τὰ δριμέα οὐχ ὅτι ἄσηπτα μόνον, ἀλλ᾽ ὅτι καὶ ἡ δριμύτης κωλύει ζωογονεῖν· σημεῖον δὲ τὸ τῆς δάφνης· αὕτη μὲν γὰρ σήπεται ταχέως, σκωληκοῦται δ᾽ οὐχ ὁμοίως· ἐπεὶ διὰ τοῦτο οὐδ᾽ ἐρίνεος ὁμοίως τῇ συκῇ· δριμύτερος γὰρ ὁ ὀπός. ὅλως γὰρ τὰ γλυκέα σήπεται θᾶττον, εὐμετάβλητος γὰρ ὁ χυλὸς ἀσθενέστερος ὢν, δι᾽ ὃ καὶ αἱ μηλέαι καὶ αἱ ῥόαι μᾶλλον αἱ γλυκεῖαι τῶν ὀξειῶν· πάντων δὲ αἱ ἠριναὶ μᾶλλον διὰ τὴν ἀσθένειαν τοῦ τε χυλοῦ καὶ τῆς ὅλης φύσεως. ἐν σχίνῳ δὲ φυτευόμενα πάνθ᾽ ἧττον σκωληκόβρωτα διά τε τὴν θερμότητα καὶ τὴν ὀσμήν. ταῦτα μὲν οὖν τὰ νοσήματα συμβαίνει διὰ τὰς ῥηθείσας αἰτίας. οἴονται δέ τινες καὶ τὸν σφακελισμὸν ἀπὸ τῶν πληγῶν καὶ τῶν ἔξωθεν γίνεσθαι τραυμάτων καθάπερ καὶ ἐπὶ τῶν ζώων· μετενεχθῆναι γὰρ τοὔνομα κατὰ τὴν ὁμοιότητα τοῦ πάθους. οὐ μὴν ἔοικεν ἀληθὲς οὐδὲ τοῦτ᾽ ἐπὶ πάντων εἴπερ ὁ ἐρέβινθος ἀπόλλυται σφακελίσας ὅταν ἀνθοῦσιν ὕδωρ ἐπιγινόμενον ἀποκλύσῃ τὴν ἅλμην· τὸ γὰρ ἔφαλμα οἷον σφακελίζειν ἐστίν· φαίνεται δὲ καὶ ἄλλα χωρὶς πληγῆς πάσχειν τοῦτο τὸ πάθος. ἔνιοι δὲ καὶ τὸ ἀστροβολεῖσθαι σφακελίζειν καλοῦσι· τοῦτο μὲν οὖν τάχ᾽ ἂν ὀνόματος εἴη διαφορά· δι᾽ ὑπερβολὴν γὰρ καὶ ἔνδειαν τροφῆς καὶ οὕτως ἀπόλλυται τὰ δένδρα, τάχα δὲ μᾶλλον δι᾽ ἀπεψίαν καὶ τὴν ἔξωθεν δύναμιν οἷον ὅταν μετὰ τὴν καρποτοκίαν λεπτῆς οὔσης ἔτι τῆς ὑγρότητος διὰ τὴν ἀσθένειαν ἐπιγένηται πάγος ἰσχυρός· ἀποθνήσκει γὰρ καταψυχόμενα· τὸ γὰρ ὀρρῶδες καὶ λεπτὸν ψυχρὸν, τὸ δὲ παχὺ καὶ ὥσπερ πῖον θερμόν. αὕτη μὲν οὖν εἴτε διὰ πλῆθος εἴτε δι᾽ ἀπεψίαν εἴτε δι᾽ ἄμφω καὶ ἔτι ἀσθένειαν ἡ φθορά. δι᾽ ἔνδειαν δὲ κατ᾽ ἄλλον τε τρόπον καὶ ὅταν αἱ ῥίζαι μετέωροι γένωνται καὶ ἐπιφανεῖς· οὐ γὰρ δύνανται παρέχειν ἰκμάδα διὰ τὸν ἥλιον ὥστε συγκάεται καὶ παχύνεται μᾶλλον τοῦ δέοντος ὁ ὀπὸς, ἐκ τούτου δὲ νόσος καὶ φθορά. παραπλήσιον δὲ τὸ συμβαῖνον καὶ ὅταν ἐξαυχμῶσι δι᾽ ἀνυδρίαν, οὐδὲ γὰρ τότε διαδιδόασιν. βοήθεια δὲ καὶ φυλακὴ πρὸς τὰς ἐνδείας τὸ κινεῖν ἀεὶ καὶ ὁμαλίζειν τὴν γῆν· οὕτω γὰρ τοῦ θέρους ἕλξει τινὰ ἰκμάδα καὶ τοῦ χειμῶνος ἐνυπάρξει μᾶλλον τὸ θερμὸν, ὃ διαδίδωσι τὴν τροφήν. ἐξ ὑπερβολῆς δὲ διὰ τὴν ἐπομβρίαν. τότε γὰρ διὰ τὴν ἀτροφίαν — ἀτροφεῖ γὰρ τὸ μὴ κρατοῦν μηδὲ πέττον — ἐκλευκαίνεταί τε καὶ ἀπόλλυται τὰ δένδρα, καθάπερ ὁ σῖτος· ἐνίοτε δὲ οὐκ ἀπόλλυται μὲν, εἰς δὲ τὴν καρπογονίαν νοσοῦσιν· ἀκαρπεῖ γὰρ τὸ μὴ πέττον μηδὲ κρατοῦν. τῇ δὲ συκῇ καὶ νόσημά τι συμβαίνει περὶ τὰς ῥίζας, ὃ καλοῦσι λοπᾷν· τοῦτο δ᾽ οἷον μάδισίς τίς ἐστι τῶν ῥιζῶν καὶ τῶν μικρὸν ἐπάνω διὰ τὴν πολυϋδρίαν. ἐξ ὑπερβολῆς δὲ καὶ τὸ τραγᾷν τῆς ἀμπέλου καὶ ὅσοις ἄλλοις ἀκαρπεῖν συμβαίνει διὰ τὴν εὐβλάστειαν· οὐ δύνανται γὰρ οὐδὲ ταῦτ᾽ ἐκπέττειν, ἀλλ᾽ εἰς τὴν βλάστησιν ἡ ὁρμὴ τρέπεται, καθάπερ ἐπισπωμένη διὰ τὸ πλῆθος. ὡς ἐπὶ πολὺ δὲ ἐκ τῶν τοιούτων συμβαίνει συκῇ μὲν ψωριᾷν, ἐλάᾳ δὲ λειχηνιᾷν, ἀμπέλῳ δὲ ῥεῖν ὥσπερ καὶ Κλείδημός φησιν· λεπτὸς γὰρ ὁ καρπὸς ἄπεπτος ὢν καὶ ῥοώδης. ἡ βοήθεια δ᾽ ἐν δυεῖν ἔν τε τῷ παραιρεῖσθαι τὴν εὐτροφίαν ὥσπερ καὶ τὰς ἀμυγδαλᾶς καὶ τὰς ῥόας τινὲς κολάζουσι καὶ ἐν τῷ δύναμίν τινά προστιθέναι τῷ δένδρῳ καὶ ἰσχύν. τοῦτο γὰρ αἵ τε διακόψεις ποιοῦσι τῆς συκῆς, ὅταν ἄρχηται βλαστάνειν, ὅπως μὴ παλίσκιος οὖσα παχύνῃ τὸν ὀπὸν καὶ αἱ ἀποψιλώσεις τῶν ἀμπέλων καὶ ἀποκνίσεις τῶν οἰνάρων τῶν μεγίστων παρ᾽ ὅλον τὸ θέρος ὥς τινες κελεύουσιν· καὶ αἱ περικαθάρσεις δὲ τῶν ἀνωτάτων ῥιζῶν καὶ τὰ κλή- ματα ἐπιβαλλόμενα καὶ ἀποκατώρυγες καθιέμεναι· καὶ ἡ σκαπάνη βοηθεῖ γενομένη καιρία γυμνοῦσα τὰς ῥίζας, ὅπως ἐθισθῶσι πνεύματι καὶ ψύχει, καθάπερ ἔνιοι κελεύουσι πάγον εὐλαβουμένους καὶ μετὰ ταῦτα δὲ τὴν κατεργασίαν ἀποδιδόναι. πάντα γὰρ ταῦτα τῆς τροφῆς ἀφαιρεῖ καὶ συναύξει τὴν δύναμιν. ἐναντίως δὲ τοῖς ἐξησθενηκόσι διὰ τὴν ἔνδειαν ἡ κατεργασία καὶ ἡ ἄλλη θεράπεια τήν τε δύναμιν ἅμα καὶ τὴν εὐτροφίαν ἀποδίδωσιν. τὴν δὲ ψώραν οἴονταί τινες γίνεσθαι καὶ ἄλλως οἷον ὅταν ὕδωρ ἐπὶ Πλειάδι γένηται μὴ πολὺ· τότε γὰρ ἀναζυμοῦται τὰ ἀναθερμαινόμενα καὶ δίεισιν ἔξω καθάπερ τὰ ἐξανθήματα· ἐὰν δὲ πολὺ γένηται, ἀποκλύζεται τὰ αἴτια, τάχα δὲ καὶ διαδίδωσιν εἰς τὰ ἐντὸς καὶ παύει· συμβαίνει δὲ τότε καὶ τὰ ἐρινὰ καὶ τοὺς ὀλύνθους ἀπορρεῖν· διϊκνεῖται γὰρ εἰς ταῦτα ἡ ὑγρότης· τῆς μὲν οὖν ψώρας ταῦτ᾽ αἴτια τῇ συκῇ λέγουσιν· τῇ δὲ ἀμπέλῳ τοῦ τραγᾷν, ὅταν ἢ ὑπὸ πνεύματος βλαστοκοπηθῇ, ἢ ὅταν τῇ ἐργασίᾳ συμπάθῃ, ἢ τρίτον ὅταν ὑπτία τμηθῇ· συμβαίνει γὰρ πλείω τὸν ἀθροισμὸν γινόμενον μᾶλλον εἰς τὴν βλάστησιν σφοδροτέρως ὁρμᾷν, ὥστε μὴ δύνασθαι καρπογονεῖν. τοῦ δὲ ῥυάδα γίνεσθαι δύο αἴτια ἢ ὅταν ἐπινιφθῇ κατὰ τὴν ἀπάνθησιν ἢ ὅταν κρειττωθῇ· τοῦτο δ᾽ εἰ ἀληθὲς ἔοικε κατὰ μὲν τὴν ἀπάνθησιν ὑγρότερος ὢν ὁ ἀὴρ ὥσπερ ἀπερυσιβοῦν, ἡ δὲ κρείττωσις οἷον ἀντισπᾷν καὶ μεθιστάναι τὴν τροφὴν, ὥστε ἐξ ἀμφοτέρων εὔλογον ἀπορρεῖν τὰς ῥάγας καὶ τὰς ἐπιμενούσας μικρὰς εἶναι. ἡ δ᾽ ἄμβλωσις τῶν ὀφθαλμῶν ὅταν ῥιγῶσι ταὐτὸν καὶ παραπλήσιόν ἐστιν, ὅπερ ἐπὶ τῶν ἀγρίων προβλαστάνειν ἀρχομένων ἐὰν ἐπιγένηται χειμών. πάσχει δὲ τοῦτο καὶ ἡ πρὸ ὥρας ἄνθησις· ἐπ᾽ ἀσθενεῖ γὰρ πνεύσας ἄνεμος ψυχρὸς ἀπέκαυσεν. ταῦτα μὲν οὖν τῶν δένδρων αὐτῶν ἐστι νοσήματα καὶ πάθη. Τὰ δὲ τῶν καρπῶν οἷον τῶν μὲν βοτρύων ὁ καλούμενος κράμβος· τοῦτο δ᾽ ὅμοιον τῇ ἐρυσίβῃ· γίνεται γὰρ ὅταν ἐπούσης ὑγρότητος μετὰ τὰς ψεκάδας ἐπικαύσῃ σφοδροτέρως ὁ ἥλιος, ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν οἰνάρων. μηλέας δὲ καὶ ἐλάας καὶ συκῆς καὶ σκωληκοῦνται οἱ καρποί. καὶ τὰς μὲν μηλέας καὶ συκᾶς ἀεὶ διαφθείρουσιν οἱ σκώληκες· τὰς δὲ ἐλάας, ἐὰν μὲν ὑπὸ τὸ δέρμα γένωνται, διαφθείρουσιν· ἐξεσθίουσι γάρ· ἐὰν δ᾽ ἐν τῷ ἔσω τὸν πυρῆνα διαφάγωσιν, ὠφελοῦσιν· ἐντὸς γὰρ ὄντες οὐχ ἅπτονται τῆς σαρκός. κωλύονται δ᾽ ὑπὸ τῷ δέρματι εἶναι ὕδατος ἐπ᾽ ἀρκτούρῳ γενομένου· καταψυχόμενοι γὰρ φεύγουσιν. νοσεῖ δὲ πολλάκις καὶ τὰ σῦκα καὶ οἱ ἄλλοι καρποί. τὸ δ᾽ αἴτιον, ὡς ἁπλῶς εἰπεῖν, ἐν δυοῖν· ἢ γὰρ ἀπ᾽ αὐτοῦ τοῦ δένδρου καὶ τῆς τούτου διαθέσεως ὥσπερ ὅταν ἐν ταῖς ἀμυγδαλαῖς ἡ ὑγρότης κομμιδώδης ὑπογένηται, ἢ ἀπὸ τῶν κατὰ τὸν ἀέρα ξυμβαινόντων· τῇ δ᾽ οὖν ἐλάᾳ καὶ τὸ ἀράχνιον ἐμφύεται δι᾽ ὑγρασίαν τινὰ τοῦ ἀέρος τοῦ περὶ αὐτὰς, ὃ καὶ διαφθείρει τὸν καρπόν. ἡ δὲ ἐκ τοῦ ἔνου βλάστησις ὑδάτων ἐπιγινομένων γίνεται, δι᾽ ἣν ἀποβάλλει τὸν καρπὸν ἐνταῦθα τῆς τροφῆς ῥεούσης, ἅτε μὴ ἰσχύοντος τοῦ καρποῦ, τῆς δ᾽ ὑγρότητος ἠθροισμένης τῆς βλαστήσεως. χείριστον δ᾽ ἐὰν ἀνθούσαις ἐφύσῃ καὶ ἐλάαις καὶ ἀμπέλοις καὶ τοῖς ἄλλοις· ἀπορρεῖ γὰρ τὰ ἄνθη καὶ οἱ καρποὶ δι᾽ ἀσθένειαν. ἐνιαχοῦ δὲ ἴδια πάθη συμβαίνει, καθάπερ ἐν Μιλήτῳ καὶ Τάραντι περὶ τὰς ἐλάας. ἐν Μιλήτῳ μὲν γὰρ, ὅταν περὶ τὸ ἀνθεῖν ὦσι, νοτίου ἀέρος ὄντος καὶ εὐδιεινοῦ κάμπαι γενόμεναι κατεσθίουσιν αἱ μὲν τὰ φύλλα, αἱ δὲ τὰ ἄνθη ἕτεραι οὖσαι τῷ γένει. βοηθεῖ δὲ πρὸς ταῦτα, ἐὰν ἐπιγένηται καῦμα· διαρρήγνυνται γάρ. ἐν Τάραντι δὲ περὶ τὴν ἄνθησιν ὁτὲ μὲν ἀπερυσιβοῦνται διὰ τὴν ἄπνοιαν, ὁτὲ δὲ πνεῦμά τι πνέον ἐκ τῆς θαλάττης ὁμιχλῶδες καὶ παχὺ προσίζον ἐν τοῖς ἄνθεσιν ἀπόλλυται τὰ ἄνθη τῇ ἅλμῃ· διὰ τοῦτο καλλίστων ὄντων καὶ μεγίστων τῶν δένδρων ἐλάχιστος παρ᾽ αὐτοῖς ὁ καρπός. ὅλως δὲ ἕκαστοι τῶν τόπων ἰδίας ἔχουσι κῆρας, οἱ μὲν ἐκ τοῦ ἐδάφους, οἱ δ᾽ ἐκ τοῦ ἀέρος, οἱ δ᾽ ἐξ ἀμφοῖν. ἐκείνη δὲ αἰτία κοινὴ πᾶσιν ἡ ἀπὸ τῶν πνευμάτων κατὰ τὰς χώρας ἑκάστας, ὅσα θερμὰ τοῦ θέρους πνεῖ καὶ τοῦ ἦρος ψυχρὰ σφόδρα τῶν δένδρων ἄρτι βλαστανόντων καὶ ὑπὸ τὴν ἄνθησιν· τὸ γὰρ ὅλον ἀληθὲς καὶ ἐπὶ τούτων, ὅτι δι᾽ ὑπερβολὴν καὶ ἔνδειαν τροφῆς καὶ καύματος καὶ ψύχους νοσοῦσιν· ἔτι δ᾽ ἂν μὴ κατὰ καιρὸν τὰ πνεύματα καὶ τὰ ὕδατα οὐράνια γένηται. συμβαίνει γὰρ ὁτὲ μὲν ἀποβάλλειν γενομένων ἢ μὴ γενομένων ὑδάτων, ὥσπερ τὰς συκᾶς, ὁτὲ δὲ χείρους γίνεσθαι σηπομένους καὶ καταπνιγομένους ἢ πάλιν ἀποξηραινομένους παρὰ τὸ δέον. ἐπεὶ καὶ καύματα ἔνια καὶ βότρυν καὶ ἐλάαν ἀποκάει καὶ ἄλλους καρπούς· τῶν δὲ σκωλήκων πολλοὶ διαφέρουσι μὲν ταῖς μορφαῖς οὐ μὴν ἀλλ᾽ ἐκείνη μείζων ἡ διαφορὰ τὸ μὴ δύνασθαι τὰ ἐξ ἑτέρου δένδρου καὶ καρποῦ μετατεθέντα ἐν ἑτέρῳ γένει σώζεσθαι· τοῦτο δ᾽ εὔλογον· ἑκάστῳ γὰρ ἐκ τῆς οἰκείας ὕλης ἡ τροφή· πλὴν ἴδιον τὸ περὶ τὸν κεράστην καλούμενον ξυμβαῖνον· τοῦτον γάρ φασι καὶ ἐν τῇ ἐλάᾳ γίνεσθαι καὶ εἰς τὴν συκῆν ἐντίκτειν· ἔχει δὲ ἡ συκῆ καὶ ἐξ ἑαυτῆς σκώληκας καὶ τοὺς ἐντικτομένους τρέφει, πάντα δ᾽ εἰς κεράστην ἀποκαθίστανται· φθέγγονται οἷον τριγμόν· περὶ μὲν οὖν νοσημάτων ἱκανῶς εἰρήσθω. Περὶ δὲ φθορᾶς ἁπλῶς τῶν δένδρων ἐκεῖνο πρῶτον δεῖ διελεῖν ὅτι εἰσὶν αἱ μὲν κατὰ φύσιν, αἱ δὲ παρὰ φύσιν . κατὰ φύσιν μὲν αἱ γήρᾳ καὶ δι᾽ ἀσθένειαν αὐάνσεις ὥσπερ ἀποπνεόντων καὶ ἀπομαραινομένων αὐτομάτων· παρὰ φύσιν δὲ αἱ ἀπὸ τῶν ἔξωθεν, τούτων δὲ αἱ μὲν βιαιότεραι φαίνονται καθάπερ ἐὰν κοπὲν ἢ πληγὲν, αἱ δ᾽ ἧττον αἱ διὰ χειμῶνας ἢ πνεύματα, πασῶν δ᾽ ἥκιστ᾽ αἱ διὰ νόσον ὥσπερ ἐπὶ τῶν ζώων· ἐγχρονίζουσι γὰρ αὗται μάλιστα δι᾽ ὃ καὶ οὐδὲ φαίνονται παρὰ φύσιν ὁμοίως ἔν τε ζώοις καὶ φυτοῖς εἴπερ ἐκείνη τῆς φύσεως ἡ ἔκλειψις. ἔστι δέ τις καὶ ἑτέρα ἡ διὰ τὴν εὐκαρπίαν καὶ πολυκαρπίαν· ταῦτα μὲν οὖν, ὥσπερ ἐλέχθη, φύσει βραχύβια ἐξαναλισκομένης ἐνταῦθα τῆς οὐσίας, ὅσα πολυκαρπήσαντα ἀφαυαίνεται καθάπερ ἐλέχθη· συμβαίνει γὰρ τοῦτο πλείοσιν· ἐπεὶ καὶ ἐλάαι αἱ νέαι δοκοῦσι φθείρεσθαι δι᾽ εὐκαρπίαν ὅτι οὔπω τετελεσμέναι τὴν τῆς αὐξήσεως τροφὴν ἐξαναλίσκουσιν εἰς τοὺς καρπούς· ταύτην δ᾽ οὐ τῶν κατὰ φύσιν ἄν τις θείη τὴν φθορὰν οὐδ᾽ ὡς ἀπὸ τῶν ἔξωθεν καὶ βιαίως, ἀλλ᾽ ὡς ἀπ᾽ αὐτῶν διὰ τὴν ἐπὶ πλέον ὁρμὴν τοῦ συμμέτρου πρὸς τὸν καρπόν ᾗ συναίτιός πως καὶ ὁ ἀὴρ καὶ ἡ τοῦ ὅλου κατάστασις· εὐκαρπία γὰρ γίνεται τοιαύτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν· ταύτην μὲν οὖν εἴτε κατὰ φύσιν εἴτε παρὰ φύσιν εἴτε καὶ μέσην τινὰ χρὴ λέγειν οὐδὲν διαφέρει. τάχα δὲ καὶ γένει τινὶ δένδρων ἔνιαι κατὰ φύσιν αὐτομάτως τε γινόμεναι καὶ οὐ κακουμένοις, ἀλλ᾽ εὐθενοῦσι, οἷον τῆς πεύκης ὅταν αἱ ῥίζαι δᾳδωθῶσι· πάσχουσι μὲν γὰρ τοῦτο δι᾽ εὐτροφίαν καὶ ὑπερβολὴν, ἅμα δὲ τῇ δᾳδώσει τὴν τροφὴν οὐ διεῖσαι φθείρονται. καὶ ἔοικε παραπλήσιον τὸ συμβαῖνον καὶ ἐπὶ τῶν ζώων, ὅταν ὑπερπαχυνθῶσιν· οὐ δυνάμενα γὰρ ἕλκειν τὴν πνοὴν οὐδ᾽ ὅλως τῷ πνεύματι χρῆσθαι διὰ τὴν σύμφραξιν καὶ τὴν πύκνωσιν ἐκεῖνά τε ἀποπνίγονται καὶ αἱ πεῦκαι δι᾽ ὃ καὶ οὐ κακῶς οἱ ὀρείτυποι τοὔνομα τέθεινται· φασὶ γὰρ ἀποπνίγεσθαι τὴν πεύκην διὰ τὴν πιότητα· πάντα γὰρ ὡς ἔοικε δεῖται πνεύματός τινος ἢ μανώσεως ἢ πόρων. τὰς μὲν οὖν τοι αύτας μᾶλλον ἄν τις θείη φυσικὰς ἐκείνας δὲ ὁποτέρως δεῖ προσαγορεύειν μηδὲν διαφερέτω καθάπερ ἐλέχθη. Περὶ δὲ τῶν κατὰ φύσιν λεκτέον ἐπείπερ αἱ κατὰ φύσιν ἁπλαῖ τινές εἰσι καὶ φανεραί. τούτων δὲ σχεδὸν ἐν δυοῖν αἱ αἰτίαι τῶν κατὰ τὸν ἀέρα γινομένων ὑπερβολῇ ψύχους τε καὶ καύματος· αἱ γὰρ δι᾽ ἔνδειαν τροφῆς οἷον ἢ λειψυδρίαν ἢ χώρας κακίαν ἕτερον εἶδος ἔχουσι καὶ φανεραὶ ἐκ τῶν εἰρημένων. αἱ μὲν οὖν ὑπὸ καύματος ἐλάττους ἂν μή τις αὐχμὸς ὑπερβάλλων γένηται, καὶ οὗτος δὲ μᾶλλον τἆλλ᾽ ἀπόλλυσιν ἢ τὰ δένδρα, ταῦτα δ᾽ ἂν συνεχὴς γίνηται καὶ πλείω χρόνον· ἀλλ᾽ οἷα δὴ τὰ ἐπέτεια καύματα γίνεται κατὰ τὸν οἰκεῖον καιρὸν οἷον ὑπὸ κύνα ἀπόλλυται τὰ φυτὰ ἀστροβολούμενα καὶ ἐὰν ἄρα τι τύχῃ πεπηρωμένον ἢ ἀσθενές· οὐδὲ γὰρ ταῦτ᾽ ὑπομένει. ὑπὸ δὲ τοῦ χειμῶνος πλείω καὶ κατὰ πλείους τρόπους, ὁτὲ μὲν γὰρ αἱ αἰθρίαι καὶ πάγων σφοδρότητες ἐκπηγνύουσιν, ὁτὲ δ᾽ ἄνεμοι ψυχροὶ πνεύσαντες ἀπέκαυσαν· ἐνίοτε δὲ καὶ ἀπνοίας οὔσης ἢ μετρίας πνοῆς, οὐ καθαροῦ δὲ τοῦ ἀέρος, ἀλλὰ θολεροῦ καὶ ἐπινεφοῦς. καὶ σχεδὸν οὕτως ἥ γε τῶν δένδρων γίνεται πῆξις ἐάν τε αἴθριος ἐάν τε μὴ ὁ οὐρανὸς ᾖ. γίνεται δὲ περὶ μὲν Ἀρκαδίαν καὶ Εὔβοιαν αἰθρίας καὶ πνεύματος, περὶ δὲ Θετταλίαν καὶ τούτους τοὺς τόπους ἀπνοίας καὶ ἐπινεφοῦς, οὐ μὴν ἀλλὰ καὶ πνευμάτων ὄντων συμβαίνει τὸ πάθος, ὅτανπερ τὰ ὄρη λάβῃ χιόνα τὰ περικείμενα καθ᾽ ἑκάστους τόπους· ἀφ᾽ ἑκάστου γὰρ αἱ ἀπόπνοιαι καὶ τὸ ψύχος τὸ ἀποκάον, ὁτὲ δὲ νηνεμίας οὔσης εἰσδυόμενος ὁ ἀήρ. ὃ δὲ λέγουσιν, ὡς ἧττον γίνεται περὶ Εὔβοιαν καὶ τὴν Βοιωτίαν, ὅταν ἡ ὀρχομενία λίμνη πληρωθῇ, τάχ᾽ ἄν τις ἀμφοτέρως λάβοι καὶ ὡς κατὰ συμβεβηκὸς, ὅτι ἔπομβρα συμβαίνει τότε μᾶλλον εἶναι τὰ ἔτη καὶ χιόνα μὴ πίπτειν καὶ ὡς ὑδρωδεστέραν τὴν ἀναθυμίασιν γινομένην διὰ τὸ ἀπὸ πλέονος· ἡ τοιαύτη δ᾽ ἧττον ψυχρὰ καὶ κακοποιός· καὶ φανερὸν ἔν τισι τόποις γέγονεν· ἀλεεινότεροι γὰρ γεγένηνται λιμνωθέντων τῶν πλησίον· πνεῖ δὲ τὰ πνεύματα τὰ ἀποκαίοντα περί γε τοὺς κατὰ τὴν Ἑλλάδα τόπους ἀπὸ δυσμῶν ὥσπερ ὁ Ὀλυμπίας ὁ ποιῶν ἄλλοθί τε καὶ ἐν Χαλκίδι τὸν καλούμενον καυθμόν· ἐν Θετταλίᾳ γὰρ ἀμφοτέρωθεν πνέοντες ἐκπηγνύουσιν· ἡ δ᾽ ὥρα τῆς πνοῆς μάλιστά πως περὶ τροπὰς ὑπὸ τὰς τετταράκοντα· τότε γὰρ καὶ ὁ ἀὴρ ὅλως ψυχρότατος. τὰ μὲν οὖν γινόμενα ταῦτ᾽ ἐστὶν, ἡ δ᾽ αἰτία σχεδὸν ὡς καθόλου γε εἰπεῖν φανερά· τὸ γὰρ θερμὸν ἐξελαυνόμενον ὑπὸ τοῦ ψύχους συνεξάγει καὶ τὸ ὑγρὸν ὥστε διαπνεῖσθαι. συμβαίνει δὲ τοῦθ᾽ ὡς ἐπὶ τὸ πλέον ἐν τοῖς ὑπὲρ γῆν, τὰ δὲ κατώτατα περὶ τὰς ῥίζας ἀπαθῆ, πολλάκις δὲ καὶ αὐτοῦ τι του στελέχους· οὐ μὴν ἀλλ᾽ ἐνίοτε διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας ὥσθ᾽ ὅλως ἐξαυαίνειν τὸ δένδρον· ἁπλῶς γὰρ ἄνωθεν ἡ ἀρχὴ καὶ ἡ παρείσδυσις τοῦ ψύχους εἶτ’ ἀπὸ τούτων ὥσπερ ὀχετῶν τινων καταβαίνει πρὸς τὰ κάτω δι᾽ ὃ καὶ παρ᾽ οἷς συμβαίνει τὸ πάθος κατακρύπτουσι τὰς ἀμπέλους καὶ τὰς συκᾶς θαμνώδεις ποιοῦσιν· οὐδὲν δὲ δεῖ πολλῆς γῆς, ἀλλὰ μετρία τις ἐποῦσα δύναται διατηρεῖν· ἔνιοι δὲ μόνον παρὰ τὰ ἄκρα τῶν κλημάτων καὶ τὰς κράδας αὐτὰς καθάπερ ἔν τε τῷ Πόντῳ καὶ περὶ Μήδειαν οἷον ἐμφράττοντες τὰς ἀρχάς· ἐὰν γὰρ ταῦτα συγκλεισθῇ καίπερ τἆλλα ὄντα γυμνὰ οὐδὲν πάσχουσι διὰ τὸ μὴ ἔχειν εἴσοδον. διϊκνεῖται γὰρ ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω καὶ τὰς ῥίζας· ἡ δ᾽ ἰδιότης ἰσχυρὰ καθάπερ ὑφ᾽ ἡλίου καὶ χρόνου πολλοῦ διὰ τὴν σφοδρότητα καὶ τὴν ἰσχὺν τοῦ ψύχους· ἐξάγει γὰρ μᾶλλον καὶ ἀθροώτερον τὸ ὑγρὸν ἅμα τῷ θερμῷ. τὸ δὲ πονεῖν μάλιστα τῶν τόπων ὅσοι κοῖλοι καὶ αὐλῶνές εἰσι καὶ ὅσοι περὶ τοὺς ποταμοὺς καὶ ὅλως τοὺς ἀπνευστοτάτους οὐκ ἄλογον. ἵσταται γὰρ μάλιστα ἐνταῦθα φερόμενον τὸ πνεῦμα καὶ πλεῖστον διατρίβει χρόνον ὥστε καὶ μάλιστα ἀπεργάζεται. καὶ γὰρ ὅπου μὴ διὰ πνεύματα τὸ πάθος, ἀλλὰ διὰ παρουσίαν καὶ στάσιν τινὰ τοῦ ἀέρος γίνεται καθάπερ ἐν Μακεδονίᾳ τε καὶ Θετταλίᾳ ἐνιαχοῦ καὶ περὶ Φιλίππους ἐνταῦθ᾽ οἱ κοῖλοι τόποι μάλιστα πονοῦσιν· ἐφεστηκὼς γὰρ ὁ ἀὴρ πήγνυται καὶ πήγνυσιν καὶ τὸ ὅλον πλείω χρόνον ἐργάζεται. κατὰ δὲ τοὺς ὑπτίους οὐδὲ γίνεται πῆξις ὅλως ὥσπερ ἡ τοῦ ὕδατος ἢ πνεύματος· κωλύει γὰρ ἡ κίνησις. ἀλλ᾽ ἐκεῖνο θαυμαστὸν καὶ λόγου δεόμενον ὅτι οὐ τὰ ἀσθενέστατα μάλιστα πονεῖν εἴωθεν, ἀλλ᾽ ἐνίοτε τὰ ἰσχυρὰ μᾶλλον· ἐλάαν γὰρ καὶ συκῆν οὐδὲν ἄλογον ἀποκαυθῆναι· τῆς μὲν γὰρ μετέωροι, τῆς δὲ μαναὶ αἱ ῥίζαι, ὥστε καὶ ἄνωθεν τὸ ψύχος διϊκνεῖσθαι· καὶ ἡ ἄμπελος δὲ ἔχει τινὰ αἰτίαν ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἑλκώσεως τῆς περὶ τὴν τομήν· ἀλλὰ τὸ τὸν κότινον μᾶλλον πονῆσαι τῆς ἐλάας ἄτοπον καὶ τὸ τὴν ῥόαν μηδὲν παθεῖν ἀσθενῆ πρὸς τοὺς χειμῶνας οὖσαν· ἐκπήγνυσθαι γὰρ τάχιστα δοκεῖ. καὶ γὰρ εἰ διαφέρουσιν αἱ ἐκπήξεις αἱ ὑπὸ τῶν πάγων καὶ τῶν πνευμάτων ὅλως οὐκ ἄλογον ἀμφοτέρων τὰ ἀσθενέστατα μάλιστα ὑπακούειν, εἰ μὴ ἄρα τὸ αὐτὸ γίνεται καὶ ἐνταῦθα τῷ πρότερον εἰρημένῳ· μᾶλλον γὰρ ἐφίσταται καὶ ἐμμένει τοῖς πυκνοῖς ἢ τοῖς μανοῖς, τὰ δὲ μανὰ διΐησιν ὃ καὶ τοῦ μὴ ἐκπήγνυσθαι τὰς μηλέας αἴτιον ἢ ἧττόν γ᾽ ἑτέρων ἀσθενεῖς οὔσας ὥσπερ καὶ περὶ Θετταλίαν· τῇ γὰρ μανότητι διΐησιν καὶ οὐκ ἀποστέγει· τὸ δὲ μὴ χρονιζόμενον μηδὲ ἀθρόον οὐδ᾽ ἐργατικὸν, ὥσπερ οὐδ᾽ ἐν τοῖς κεραυνοῖς. δεῖ δὲ δυοῖν θάτερον ἢ μὴ δέχεσθαι, καθάπερ τὰ πυκνὰ καὶ ἰσχυρὰ, τοιοῦτον γὰρ ἡ ἄπιος καὶ τὰ ἄγρια δὲ καὶ τὰ ἄκαρπα ἔτι μᾶλλον οἷον πτελέα ὀστρύη, ἢ δεξάμενον διϊέναι καὶ μὴ κατέχειν. ὑπὲρ μὲν οὖν τούτων ἐνταῦθά που τὸ αἴτιον. ἡ δὲ τοῦ πνεύματος φορὰ, καθ᾽ ὃν ἂν γένηται τόπον, ἐπέκλυσεν οἷον ποταμός τις ῥυεὶς, ὥσπερ ἐν τοῖς λοιμοῖς δι᾽ ὃ καὶ τὰ ἁπτόμενα καὶ τὰ σύνεγγυς ἀπαθῆ πολλάκις, ἐνίοτε δ᾽ οὕτως εἰς ἀκριβὲς διῆλθεν, ὥστε τῶν ἐπὶ τοῦ αὐτοῦ κλήματος ὀφθαλμῶν οἱ μὲν ὑγιεῖς, οἱ δὲ πεπηγότες εἰσίν· πολλάκις δὲ κεκρυμμένης ὑπὸ χιόνος ὅλης τῆς ἀμπέλου, γίνεται γὰρ τοῦτο ἐν τοῖς ψυχροῖς τόποις, ἐὰν λάβῃ γυμνὰ τὰ ἄκρα κλήματα, ταῦτα ἀπέκαυσε καὶ ἀπὸ τούτων διαδίδωσι πρὸς τὰς ῥίζας ὥστ᾽ ἐνίοτε ζῆν· περὶ δὲ τὸν Πόντον ὑπὸ τῶν πνευμάτων ἔκπηξις γίνεται, ὅταν αἰθρίας οὔσης λεπίδες καταφέρωνται· ταῦτα δέ ἐστι πλατέα ἄττα φερόμενα μὲν φανερὰ, πεσόντα δ᾽ οὐ διαμένει· δῆλον δὲ ὅτι πῆξίς τις τῆς ὑγρότητος ἐν τῷ ἀέρι, καθάπερ τῆς πάχνης· ὅταν οὖν τοιοῦτος ὁ ἀὴρ προσπίπτων ὑπὸ τοῦ πνεύματος ᾖ καὶ ταῦτα συγκαταφέρηται, κατὰ λόγον ἡ ἔκπηξις γίνεται. τὰ δὲ πνεύματα τοῖς μὲν ψυχροῖς φύσει τῶν τόπων, ὥσπερ ἐγχώρι᾽ ἄττ᾽ ἂν εἴη, καθάπερ ἐν τῷ Πόντῳ καὶ τῇ Θράκῃ, τοῖς δ᾽ ἀλεεινοτέροις ἐκ τῶν ἔξωθεν ἡ ἐπιφορὰ, καθάπερ ἐν Εὐβοίᾳ· δηλοῖ δὲ καὶ ἡ φύσις, ὡς οὐκ αὐτόθεν καὶ οὐκ ἐκ στασίμου τινὸς καὶ ὅλου πνεύματος, ἀλλ᾽ ᾗ ἂν τοῦτο τύχῃ, ῥυέν· οὐδὲ γὰρ ἂν ἦν ἀκέραια τὰ πλησίον· τῶν μὲν οὖν πνευμάτων καὶ αὕτη τις ἰδιότης. Ὁ δὲ τῆς γῆς πάγος χαλεπώτατος, ὅταν περιβεβοθρωμένα καὶ γυμνὰ λάβῃ τὰ δένδρα, μάλιστα δὲ ἐὰν καὶ ὕδωρ ἐνεστηκός· ἐὰν γὰρ διαμένῃ πλείω χρόνον, ἐξέπηξεν εἰς ἀσθενεῖς τε καὶ γυμνὰς τὰς ῥίζας εἰσ δυόμενος· ἐπεὶ καὶ ὅλως ἂν διειργασμένην λάβῃ τὴν γῆν, χαλεπώτερος· μανῆς γὰρ οὔσης, ἐσικνεῖται μᾶλλον· ἀπαθέστεραι δὲ, ἐὰν κεκοπρισμένη τύχῃ· θερμὴ γὰρ ἡ κόπρος οὖσα βοηθεῖ· εὐλόγως δὲ καὶ χιόνος πεσούσης καὶ ἐὰν ἀναζυμωμένης τῆς γῆς ἐπιγένηται ψύχη καὶ πάχνη καὶ πάγος ἐκπήγνυσιν· καὶ διαδύεται διὰ τὴν μανότητα καὶ αὐτὴν τὴν γῆν πήγνυσιν. ὁ δὴ τῆς γῆς πάγος ὀλεθριώτερος τοῖς δένδροις· ἅπτεται γὰρ μᾶλλον τῶν ῥιζῶν· ὁ δὲ τοῦ ὕδατος καὶ ἧττον· χαλεπώτερος δὲ καὶ οὗτος κἀκεῖνος, ὅταν ἀνίῃ καὶ πάλιν ἐπιπηγνύηται καὶ τοῦτο ποιῇ πολλάκις· ἐξαιρεῖται γὰρ τὴν δύναμιν· ὁ δὲ συνεχὴς ἐγκατακλείσας τὸ θερμὸν οὐχ ὁμοίως πλὴν ἐὰν ὑπερβάλλῃ τῷ χρόνῳ· καὶ χαλεπώτερος δ᾽ ὅλως ὁ κάτωθεν πάγος ταῖς μὴ εὐγείοις μηδὲ πυκναῖς μηδ᾽ ἐνίκμοις· οὐδὲ γὰρ ὁμοίως θερμαίνει, καὶ διαδύεται δὲ πορρωτέρω καὶ ἅπτεται τῆς ῥίζης. συμβαίνει δὲ τὰς μὲν τῶν βλαστῶν ἐκπήξεις καὶ ἁπλῶς τῶν ἄνω πολλάκις γίνεσθαι, τὰς δὲ τῶν ῥιζῶν καὶ ὅλων τῶν δένδρων ὀλιγάκις καὶ παρ᾽ ὀλίγοις· αἴτιον δὲ τὸ ἔχειν προβολὴν καὶ οἷον ἀποστέγασμα τοῦ ψύχους τὴν γῆν, εἰς ἣν καὶ συνελαύνεται τὸ θερμόν· ἐνίοτε δ᾽ οὐκ ἀπόλλυται οὐδὲ τὰ ἄνω, ἀλλὰ μᾶλλον ἐπικάεται. καὶ ταῦτ᾽ οὐκ εὐθὺς ἀφαιρεῖν δεῖ· πολλάκις γὰρ ἅμα τῇ ὥρᾳ διεβλάστησε καὶ αὐτὰ τὰ φύλλα δοκοῦντα αὖα εἶναι πάλιν ὑγράνθη καὶ ἐγένετο χλωρά. δι᾽ ὃ καὶ οὐκ ἄτοπον, εἴ τι συνέβη τοιοῦτον, ὥστε ἐλάας αὐανθείσης καὶ αὐτῆς καὶ τῶν φύλλων πάλιν ἀναβλαστῆσαι· οὐ γὰρ ἦν αὔανσις, ἀλλὰ φαινομένη τις ξηρότητι καὶ τῇ ἄλλῃ χρόᾳ, πρὸς δὲ τὴν ἀρχὴν οὔτε τὴν τῶν φύλλων διῆκεν, ἔτι δὲ ἧττον τῶν βλαστῶν καὶ τῶν ἀκρεμόνων. ὁμοίως δὲ καὶ ἐπ᾽ ἄλλων τινῶν τοῦτο ξυμβαίνει, μάλιστα δ᾽ εἰκὸς ὧν τὸ φύλλον σαρκῶδες καὶ αὐτὰ τῇ φύσει θερμά· τὰ γὰρ ἀσθενῆ καὶ λεπτὰ τοῦτ᾽ οὐ πάσχει, καθάπερ τὰ τῶν μυρρίνων, ἀλλὰ καὶ τάχιστα ἀποκάεται· λεπτὰ γὰρ καὶ αὐτὰ τὰ κλωνία καὶ ἁπαλὰ τῇ φύσει καὶ ὅλον τὸ δένδρον οὐ θερμὸν, δι᾽ ὃ καὶ ἐκπήγνυται τάχιστα· ἡ γὰρ αὖ δάφνη, καίπερ οὖσα μανὴ, καὶ διαμένει διὰ τὸ θερμὸν, ἡ δὲ ῥόα καὶ ἡ συκῆ μαναί τε καὶ ὑγραὶ καὶ οὐχ ὁμοίως θερμαί· ταχεῖα δὲ ἡ ἐκ τῶν ἐκπηγνυμένων ἀναβλάστησις, ὅτι συμβαίνει τὴν ῥίζαν ἰσχυρὰν γίνεσθαι καὶ πλήρη συνηθροισμένης τῆς ἔνης τροφῆς ἣν οὐ διέδωκεν, ἔτι δὲ τὴν πρότερον οὐ πολλὴν καὶ ἰσχυρὰν διανεμομένην τότ᾽ εὔλογον ἀναλίσκεσθαι, ὥστ᾽ εὐλόγως καὶ ἡ αὔξησις ταχεῖα καὶ ἡ καρποτοκία. τοῦτο μὲν οὖν ὁμολογουμένως γίνεται παρὰ πᾶσιν. ὃ δέ τινες θαυμάζουσιν, ὅτι ἡ μὲν χιὼν οὐκ ἐκπήγνυσιν, ἡ δὲ πάχνη μετριωτέρα τῆς χιόνος οὖσα, οὐδὲν ἄτοπον· πρῶτον μὲν ὅτι ἡ μὲν οὐκ ἐπιμένει, ἀλλ᾽ ἀποτήκεται ἀπὸ τῶν κλημάτων καὶ τῶν βλαστῶν, ἡ δὲ πάχνη ταῦτ᾽ ἀποκάει· ἔπειτα καὶ ἡ διάθεσις αὐτὴ τοῦ κλήματος· ἡ μὲν γὰρ ἀβλαστοῦς, ἡ δὲ βεβλαστηκότος ἄρτι πίπτει ὅτε ἀσθενέστατον ἐνίοτε δὲ ἀνοιδοῦντος πρὸς τὴν βλάστησιν ὅτε οὐχ ἧττον ὡς εἰπεῖν ἐπίκηρον ἐπὶ πᾶσι διϋγραινομένου ἤδη καὶ μανουμένου· ἔτι καὶ λεπτοτέρα τῆς χιόνος, ὥστε δι᾽ ἄμφω σφοδροτέραν τὴν πῆξιν εἶναι. ἡ δὲ χιὼν ὅλως οὐδ᾽ ἂν ἐπιμείνειεν ἐπὶ τοῖς κλήμασι μὴ κατακρυπτομένης ὅλης. ὅταν δὲ τοῦτο πάθῃ, σκεπάζει τῷ ἐπιμένειν ἐγκατακλείουσα τὴν θερμότητα καὶ ἀποστέγουσα τὴν ἔξω, καθάπερ καὶ τὴν γῆν· τὸ δ᾽ ὅλον καὶ τμητικωτέρα δοκεῖ ἡ πάχνη τῆς χιόνος εἶναι, δι᾽ ὃ καὶ τὰς νεοὺς οἴονταί τινες βελτίους ταύτην ποιεῖν· διαχεῖν γὰρ τὰς βώλους διαδυομένην καὶ δάκνουσαν τῷ συνεστάναι μᾶλλον· λεπτοτέρα δ᾽ ἐστὶ τῆς χιόνος ὅτι ἡ μὲν ἐκ νέφους καὶ οἷον ἀφρός τις ἐμπεριειληφυῖα πνεῦμα, ἡ δ᾽ αὐτὴ καθ᾽ αὑτὴν συνεστηκυῖα καὶ ἐκ λεπτοτέρου τινὸς ἀέρος καὶ ὑγροῦ· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας. Αἱ δ᾽ ἐκπήξεις ὅλως πότερον διὰ τὴν παχύτητα τοῦ ἀέρος ἢ διὰ τὴν λεπτότητα γίνονται καὶ εἰ δι᾽ ἄμφω, διὰ πότερον μᾶλλον, ἀπορήσειεν ἄν τις· εἰ μὲν γὰρ οὐδὲ τοῦ ἀέρος γίνεται πῆξις, ὅταν μὴ αἴθριος ὁ ἀὴρ, μηδ᾽ ἂν τοῦ παχέος δόξειεν· ὁ γὰρ αἴθριος λεπτότερος, ἅμα δὲ καὶ διαδυτικώτερος ὁ λεπτὸς, ἡ δ᾽ ἔκπηξις εἰσδυομένου τοῦ τέμνοντος, ἔτι δ᾽ εὐψυχότερος καὶ εὐπαθέστερος ὅλως ὁ λεπτός· διὰ τοῦτο γὰρ καὶ τὰ ὕδατα προθερμανθέντα ψύχεται καὶ πήγνυται θᾶττον ὅτι λεπτύνεται τῇ θερμότητι. συνεπιμαρτυρεῖν δὲ καὶ οἱ τόποι δοκοῦσιν οἱ ἐναίθριοι λεγόμενοι· πλείω γὰρ ἐκπήγνυται καὶ πλεονάκις ἐν τούτοις ἐνιαχοῦ μὲν καὶ μικρὸν πάνυ διεχόντων, ὥσπερ ἐν Κορίνθῳ τὸ Κράνιον καὶ τὸ Ὀλύμπιον. σκληραὶ γὰρ αἱ αἰθρίαι σφόδρα περὶ τὸ Κράνιον, ὥστε καὶ τοῖς φυτοῖς καὶ τῇ αἰσθήσει δῆλον εἶναι. ἐνιαχοῦ δὲ καὶ ἐπὶ πλείονι διαστήματι. καὶ ὅλως οἱ πρότερον οὐκ ἐκπήγνυντες τόποι παχέος ὄντος τοῦ ἀέρος νῦν ἐκπηγνύουσι, καθάπερ οἱ περὶ Λάρισσαν τὴν ἐν Θετταλίᾳ· τότε μὲν γὰρ ἐνεστηκότος ὕδατος πολλοῦ καὶ λελιμνωμένου τοῦ πεδίου παχὺς ὁ ἀὴρ ἦν καὶ ἡ χώρα θερμοτέρα· τούτου δ᾽ ἐξαχθέντος καὶ ἐνίστασθαι κωλυθέντος ἥ τε χώρα ψυχροτέρα γέγονε καὶ αἱ ἐκπήξεις πλείους· σημεῖον δὲ λέγουσιν, ὅτι τότε μὲν ἦσαν ἐλάαι καὶ ἄλλοθι καὶ ἐν αὐτῷ τῷ ἄστει μεγάλαι καὶ καλαὶ νῦν δὲ οὐδαμοῦ, καὶ αἱ ἄμπελοι τότε μὲν οὐκ ἐξεπήγνυντο νῦν δὲ πολλάκις. ὅτι δὲ τὸ ὕδωρ οὐκ ἀεὶ ψυχροτέρας ποιεῖ, ἀλλ᾽ ὅπερ καὶ τὸ πρότερον ἐλέχθη σημεῖον τὸ περὶ Αἶνον γενόμενον· αὕτη γὰρ ἀλεεινοτέρα δοκεῖ νῦν γεγονέναι πλησιαίτερον ὄντος τοῦ Ἕβρου· ταύτῃ μὲν οὖν δόξειεν ἂν ὁ λεπτὸς ἀὴρ πηκτικώτερος εἶναι· τῇ δὲ πάλιν ὁ παχύτερος· ἀκινητότερος γὰρ, ὁ δ᾽ εὐκίνητος εὐπηκτότερος· ἔτι δὲ αἱ στύγες ἐν τοῖς τοιούτοις γίνονται τόποις, αἵπερ μάλιστα εἰσδύονται εἰς τὰ σώματα· φυλάξασθαι γὰρ οὐκ ἔστιν οὐδ᾽ ἐν τοῖς στρώμασι κατακείμενον· ἐπιβεβαιοῖ δὲ καὶ τὸ ἐν τοῖς ὄρεσιν ἧττον, ἢ ἐν τοῖς πεδίοις ἔκπηξιν γίνεσθαι· λεπτότερος γὰρ ὁ ἀὴρ καὶ εὐκινητότερος. οἱ δὲ καθ᾽ ἕκαστα τόποι καὶ ἐπὶ τούτων πίστιν ἔχουσι· τῆς τε γὰρ Θετταλίας περὶ Κίθρον μάλισθ᾽ ὡς εἰπεῖν ἔκπηξίς ἐστιν· ὁ δὲ τόπος κοῖλος καὶ ἔφυδρος· ἔν τε Φιλίπποις πρότερον μὲν μᾶλλον ἐξεπήγνυντο, νῦν δ᾽ ἐπεὶ καταποθεὶς ἐξήρανται τὸ πλεῖστον ἥ τε χώρα πᾶσα κάτεργος γέγονεν ἧττον πολύ· καίτοι λεπτότερος ὁ ἀὴρ δι᾽ ἄμφω καὶ διὰ τὸ ἀνεξηράνθαι τὸ ὕδωρ καὶ διὰ τὸ κατειργάσθαι τὴν χώραν· ἡ γὰρ ἀργὸς ψυχροτέρα καὶ παχύτερον ἔχει τὸν ἀέρα διὰ τὸ ὑλώδης εἶναι καὶ μήτε τὸν ἥλιον ὁμοίως διϊκνεῖσθαι μήτε τὰ πνεύματα διαπνεῖν ἅμα δὲ καὶ αὐτὴν ἔχειν ὑδάτων συρροὰς καὶ συστάσεις πλείους· ὃ καὶ περὶ τὰς Κρηνίδας ἦν τῶν Θρᾳκῶν κατοικούντων. ἅπαν γὰρ τὸ πεδίον δένδρων πλῆρες ἦν καὶ ὑδάτων· ὁπότε νῦν μᾶλλον πρότερον ἐκπήγνυσιν ἐξηραμμένων τῶν ὑδάτων οὐ τὴν λεπτότητα τοῦ ἀέρος αἰτιατέον ὥς τινές φασιν. αἱ μὲν οὖν αἰτίαι ὑπὲρ ἑκατέρου καὶ τοιαῦταί τινες. ἴσως δ᾽ ἀμφοτέρων γινομένων ἐκπήξεων, τοῦτο γὰρ φανερὸν ἐκ τῶν εἰρημένων, διαφέρει καὶ τόπος τόπου καὶ ἀὴρ ἀέρος τῷ μᾶλλον παχύνεσθαι καὶ λεπτύνεσθαι· ὁ γὰρ ὑδατώδης καὶ θολερὸς οὐχ ὁμοίως ἐργατικός· οὐδ᾽ αὖ πάλιν ὁ λεπτὸς, καὶ γὰρ εὐκίνητος καὶ οὐκ ἔμμονος· ἡ πῆξις δὲ δεῖται χρόνου, ἔτι δὲ καὶ τὰ ἐπιγινόμενα δεῖ ποῖ᾽ ἄττα εἶναι καὶ τὴν ὅλην κατάστασιν καὶ εἴ τι ἄλλο τῶν ἔξωθεν· εἰ γὰρ αἱ μεταβολαὶ ταχεῖαι πρὸς τὰς ἀνέσεις, κωλύοιντ᾽ ἂν αἱ πήξεις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν εὐπαθέστερος μὲν εἰς τὸ πάσχειν ὁ λεπτός· ὅταν μέντοι καταψυχθῇ ὁ παχύτερος ψυχρότερος, ὥσπερ καὶ θερμότερος· ἔμμονος γὰρ μᾶλλον ἡ θερμότης καὶ ἡ ψυχρότης ὥσπερ καὶ ἐν τοῖς ἄλλοις τοῖς σωματωδεστέροις. δι᾽ ὃ καὶ εἴ που μὴ ὑδατώδης, ἀλλ᾽ ἅμα τῷ πάχει ξηρὸς οὐκ ἄλογον εἰ μᾶλλον ἐκπηκτικός. ἀλλὰ γὰρ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω. ἡ δὲ τοῦ καύματος ὑπερβολὴ τὰ μὲν φυτὰ καὶ τὰ παντελῶς νέα φθείρει διὰ τὴν ἀσθένειαν, ὥσπερ καὶ τὰ ἐπέτεια, τὰ δ᾽ ἐρριζωμένα καὶ ἔχοντα μέγεθος οὐ φθείρει διὰ τὸ μὴ δύνασθαι διαδύεσθαι μηδὲ ὁμοίως θιγγάνειν τῆς ἀρχῆς, ἀλλ᾽ εἴπερ τοὺς βλαστοὺς καὶ τοὺς καρποὺς ἐπικάει. καὶ τὸ ὅλον ἴσως ἀλλοτριώτερον τῇ φύσει τὸ ψυχρόν· ἐπεὶ ὥς γ᾽ ἁπλῶς εἰπεῖν ἐπὶ πάντων γίνεται ἡ φθορὰ ταῖς ὑπερβολαῖς ὅσα συνεργεῖ πρὸς τὸ ζῆν· καὶ γὰρ χώρα τις ἄφορος ἡ μὲν διὰ λιπαρότητα, ἡ δὲ διὰ λεπτότητα καὶ ἀὴρ κωλύει περισκελὴς ὢν ἐφ᾽ ἑκάτερα καὶ ὕδατος ἔνδεια καὶ πλῆθος· φθείρει γὰρ καὶ τὸ στάσιμον, ἐὰν ὑπεραίρῃ τὸ μέγεθος τοῦ δένδρου, καθάπερ ἐν ταῖς ἐπομβρίαις καὶ τοῖς λιμνουμένοις τόποις, ὃ καὶ περὶ Φενεὸν ξυνέ- βαινεν· ὅπου δ᾽ ἀπορροὴ γίνεται κᾂν ἔχῃ βάθος διαφέ- ρουσι μᾶλλον· βοηθεῖ γὰρ ἡ κίνησις καὶ τῷ ἱκανὸν ἀεὶ τὸ προσπίπτον εἶναι· τούτων μὲν οὖν ταύτας ὑποληπτέον τὰς αἰτίας. Λοιπὸν δ᾽ ἐστὶν εἰπεῖν περί τε τῶν βιαίων παθῶν καὶ εἴ τις ἄλλη μὴ ὑπὸ τοῦ ἀέρος καὶ τῶν τῆς φύσεως ἀλλ᾽ ὑφ᾽ ἡμῶν γίνεται· καθάπερ ἥ τε διὰ τὸν περιφλοϊσμὸν καὶ διὰ τὴν ἕλκωσιν τῶν φυτῶν καὶ ὅσα παραβαλλόμενα παρὰ τὰς ῥίζας αὐαίνει, καθάπερ τὰ τῶν κυάμων κελύφη καὶ εἴ τι ἄλλο τοιοῦτον ἕτερον. καὶ πρῶτον ὑπὲρ τῶν κυάμων λέγωμεν· φθείρει γὰρ τὰ τῶν κυάμων κελύφη περιβαλλόμενα ταῖς ῥίζαις καὶ τοῖς βλαστοῖς οὐ πάντα, ἀλλὰ τὰ ἄρτι ἀναφυόμενα, ταῦτα γὰρ ἀσθενέστερα· φθείρει δὲ ὅτι τῇ σκληρότητι καὶ τῇ ξηρότητι ἀφαιρεῖται τὴν τροφὴν τὴν μὲν ἕλκοντα αὐτὰ, τὴν δ᾽ ἀποστέγοντα· μὴ τρεφόμενα γὰρ φθείρεται. καὶ ταῦτα καὶ εἴ τι τοιοῦτον ἕτερον ὥσπερ ἐναντία πρὸς τὴν βλάστησιν ὄντα φθείρει· ἔνια δὲ καὶ τῶν οἰκείων καὶ συνεργούντων, ἐὰν πλείω συνενεχθῇ τῶν συμμέτρων ἢ ἰσχυρότερα ἢ μὴ κατὰ καιρὸν οἷον ἡ κόπρος ἢ συνεχῶς ἢ πλείων ἢ ἰσχυροτέρα παραβαλλομένη καθάπερ ἡ σκυτοδεψική· πάντα γὰρ ὡς εἰπεῖν αὕτη δοκεῖ φθείρειν ἄκρατος οὖσα ἢ μὴ καλῶς κραθεῖσα· καὶ ὅσαι δὲ θερμαὶ καὶ ξηραὶ καὶ ἰσχυραὶ τὸ ὅλον καὶ μὴ οἰκεῖαι πρὸς ἕκαστον. εἰσὶ γὰρ ὥσπερ εἴπομεν αἱ πρὸς τὰς φυτείας ἁρμόττουσαι καὶ οὐχ ὥσπερ τὸ ὕδωρ πᾶσι κοινόν· ἀλλὰ τοῦτο ἐνίοτε τῷ πλήθει διαφθείρει σῆπον τὰς ῥίζας καὶ λίαν ἐκμεθύσκον· ἐὰν δὲ δὴ νέα τύχῃ καὶ μὴ ἄγαν ὄντα φίλυδρα καθάπερ ἡ κυπάριττος καὶ τἆλλα τὰ ξηρὰ καὶ μᾶλλον. καὶ ἐὰν δή τις μὴ κατὰ καιρὸν ἢ τούτοις ἢ τῇ διακαθάρσει ἢ τῇ σκαπάνῃ χρήσηται· πάντα γὰρ συναίτια γίνεται φθορᾶς· ὁ δὲ καιρὸς καὶ πρὸς αὐτὰ καὶ πρὸς τὰ ἐπιγινόμενα παρὰ τοῦ θεοῦ κατὰ τὰς ὥρας. αὗται μὲν ἐν τοῖς οἰκείοις αἱ φθοραὶ δι᾽ ὑπερβολὴν ἢ δι᾽ ἔλλειψιν τροφῆς ἢ ἀκαιρίαν ἔργων. αἱ δ᾽ ἀπὸ τῶν παραφυτευομένων ἢ παραβλαστανόντων αὐτομάτων τῷ ἀφαιρεῖσθαι τὰς τροφὰς θᾶττον δ᾽ ἐὰν ἰσχυρότερα καὶ πλείω, καθάπερ τὰ ἄγρια καὶ ὅσα δὴ πολύρριζα καὶ πολύτροφα καὶ ἐπισχίζοντα καὶ περιπλεκόμενα καὶ καταπνίγοντα καὶ ἐμφυόμενα, καθάπερ ὁ κιττός. ἐπεὶ καὶ ἡ ἰξία δοκεῖ καὶ ὅλως τὰ ἐμβλαστάνοντα φθείρειν· ὁ δὲ κύτισος καὶ τὸ ἅλιμον τῇ τε πολυτροφίᾳ καὶ τῇ ἁλμυρίδι τῇ περὶ αὐτά· ἰσχυρότερον δὲ τὸ ἅλιμον διὰ τὸ πλείω ἔχειν. φθοραὶ δὲ καὶ ἄλλοις ὑπ᾽ ἄλλων εἰσὶν ἴδιαι καθάπερ ἐν τοῖς ἐλάττοσιν· καὶ γὰρ ἡ ὀροβάγχη καλουμένη φθείρει τὸν ὄροβον τῷ περιπλέκεσθαι καὶ καταλαμβάνειν καὶ τὸ λειμόδωρον τὸ βούκερας εὐθὺς τῇ ῥίζῃ παραφυόμενον καὶ ἄλλα δ᾽ ἄλλων. καὶ ὅσα δὴ συγγεννᾶται καθ᾽ ἕκαστον σπέρμα οἷον αἶρα καὶ αἰγίλωψ καὶ πυροῖς καὶ κριθαῖς καὶ ἀπαρίνη φακοῖς καὶ ἕτερα δ᾽ ἑτέροις· ἅπαντα δὲ τῷ τὰς τροφὰς ἀφαιρεῖσθαι τάς τε ἐκ τῆς γῆς καὶ τὰς ἀπὸ τοῦ ἡλίου καὶ τοῦ ἀέρος. καὶ τούτων μὲν σχεδὸν φανεραί τινες αἱ αἰτίαι. ἡ δ᾽ ὑπὸ τοῦ ἐλαίου καὶ τῆς πίττης καὶ τοῦ στέατος — καὶ γὰρ ταῦτα φθείρει καὶ μάλιστα τὰ φυτὰ τὰ νέα· καὶ οὐκ ἐῶσιν ἅπτεσθαι καὶ περιπλέκουσιν — ἐν ἐκείναις ἐστὶ ταῖς αἰτίαις, ὅτι θερμὰ καὶ λεπτὰ τὴν φύσιν ὄντα διαδύεταί τε πόρρω καὶ πυκνοῖ καὶ ἐπικάει τὸν φλοιόν· σημεῖον δ᾽ ὅτι σκληρύνεται καὶ ἀφίσταται· πονήσαντος δὲ καὶ ἀποσκληρυνθέντος καὶ τούτου καὶ τοῦ ἐντὸς οὐ δύναται διϊέναι ἡ τροφή· τοῦ δ᾽ ἐπικάειν καὶ διαδύεσθαι πόρρω κἀκεῖνο σημεῖον· οἱ γὰρ ἡμεροῦντες τοῦ θέρους ἐπὶ τὰ ὑπολείμματα τῶν ῥιζῶν ἔλαιον ἢ πίτταν ἐπιχέουσιν ἢ τῷ στέατι ἀλείφουσιν, ἅπερ ὅλως ξηραίνουσι καὶ μάλισθ᾽ ἡ πίττα διὰ τὸ ἰσχυροτάτη εἶναι. Λοιπαὶ δὲ τῶν φθορῶν αἱ βίαιοι λεγόμεναι· αὗται δὲ γίνονται πληγῇ ἢ περιαιρέσει τινῶν ἢ κολούσει ἢ τὸ ὅλον ἀφαιρέσει. ἔνια μὲν γὰρ ἑλκούμενα βαθύτερον ἀπόλλυται διὰ τὴν ξηρότητα καὶ ἀσθένειαν· ὁ δὲ φοῖνιξ καὶ τιτρωσκόμενος εἰς τὸν ἐγκέφαλον, ἐν τούτῳ γὰρ ἡ ζωὴ καὶ ἡ βλάστησις· ὅταν οὖν ἀναξηρανθῇ ἢ τὸ ὅλον ἀλλοιωθῇ, παρεισπεσόντος ἀέρος τε καὶ ἀλλοτρίου θερμοῦ διαφθείρεται καὶ διαφθειρόμενος διΐησιν εἰς τὰ κάτω· τούτου μὲν οὖν καὶ ἰδία τις ἡ φύσις ὥστε καὶ ἐμφανὲς εἶναι τὸ κύριον τοῦ ζῆν. ἔνια δ᾽ οὐ πρὸς πληγὴν ἀπαθῆ μόνον, ἀλλὰ καὶ ξύλων ἐξαιρουμένων ἐκ τοῦ στελέχους οἷον ὅσα φύσει καὶ εὐβλαστῆ καὶ ὑγρὰ, καθάπερ πτελέα πλάτανος, τὰ πολλὰ τῶν παρύδρων· ἡ δὲ πεύκη καὶ δᾳδοκοπουμένη σώζεται· μέγα δὲ ταύτῃ καὶ ἡ λιπαρότης. ἅπαντα δὲ ταῦτα καὶ τἆλλα μέγεθος ἔχοντα ὑπομένει δι᾽ ὃ καὶ ἐκσηπόμενα σώζεται καὶ ζῇ. ἐπεὶ καὶ τὴν πεύκην γ᾽ οὐ νέαν δᾳδουργοῦσι, ἀλλ᾽ ὅταν ἐν ἀκμῇ καὶ πορρωτέρω γένηται· νέα γὰρ οὐκ ἔχει διὰ τὸ μὴ πέττειν μηδὲ συναθροίζειν τὸ ὑγρὸν ἀλλ᾽ εἰς τὴν βλάστησιν καὶ τὸ μῆκος καταναλίσκειν· ἅμα γὰρ τῇ εἰς βάθος αὔξῃ καὶ ἡ τοιαύτη διάθεσις καὶ δύναμις ἔοικεν ἀκολουθεῖν. ὅσα δὲ καὶ τετρωμένα καὶ κολαζόμενα βελτίω γίνεται καὶ καρπιμώτερα δῆλον καὶ ταῦθ᾽ ὑπομένειν. πληγὴν μὲν οὖν καὶ διαίρεσιν τὰ τοιαῦτα δέχεται· σχίσιν δὲ τοῦ στελέχους πρὸς τούτοις ἄμπελος καὶ συκῆ καὶ ῥόα καὶ μηλέα, τὰ δὲ ἄλλα ἀπόλλυται· ὅσα γὰρ αὖ πληγέντα καὶ σχισθέντα συμμύει πάλιν καὶ συμφύεται ταῦθ᾽ ὥσπερ ὑγιασθέντα ζῇ καὶ οὐχ ὥσπερ ἐκεῖνα διεσχισμένα· τῆς δ᾽ ὑπομονῆς αἴτιον ἡ ὑγρότης καὶ ἡ φύσει μανότης· τροφήν τε γὰρ ἱκανὴν λαμβάνουσι καὶ οὐκ ἀναξηραίνεται διὰ τὴν σχίσιν, ὑπὸ δὲ τοῦ ψύχους οὐδὲν πάσχουσιν. εἰ δ᾽ οὕτω δεῖ λαβεῖν τὴν σχίσιν ὥστε ἀνέχεσθαι μὲν ἃ μόνα δοκεῖ τῶν ἡμέρων τοῦτο δύνασθαι συκῆ, ἄμπελος, ἐλάα, ἀμυγδαλῆ διὰ τὸ συμμύειν τάχιστα δι᾽ ὃ καὶ δύσσχιστα τῷ κολλώδη τὴν ὑπόστασιν ἔχειν· καὶ γὰρ ὁ ὀπὸς καὶ τὸ τῆς ἐλάας τοιοῦτο καὶ πᾶν τὸ λιπαρὸν, τὸ δὲ τῆς ἀμπέλου ξύλον αὐτὸ τοιοῦτον· σημεῖον δὲ ὅτι καὶ σχιζόμενα τὰ κλήματα καὶ τῆς ἐντεριώνης ἐξαιρουμένης τάχα συμφύεται· καὶ τούτου γε μᾶλλον ὁ κάλαμος, καὶ γὰρ συνέρχεται αὐτόματος· φασὶ δὲ καὶ τὴν ἄπιον σχίζεσθαι· περὶ μὲν οὖν τούτων σκεπτέον. Ἡ δὲ τοῦ φλοιοῦ περιαίρεσις κοινὴ πάντων ἢ τῶν πλείστων ἐστὶ φθορὰ, περὶ ἧς εἴρηται πρότερον. εἴτε γὰρ ἐν τοῖς κυρίοις ἐστὶ τοῦ ζῆν εἴτε καὶ ἀπὸ τούτων πυκνουμένων διϊκνεῖται πρὸς τὸ ὅλον εὔ λογον καὶ οὕτως. ἡ δὲ μήτρα μέχρι μέν τινος ἐξαιρουμένη οὐ φθείρει, δι᾽ ὅλου δὲ φθείρει καθάπερ οἱ περὶ Ἀρκαδίαν φασὶ καὶ πεύκην καὶ ἐλάτην καὶ ἀλλ᾽ ὅτι ἄν· οὐκ ἄλογος δ᾽ οὐδὲ ταύτης ἡ αἰτία· καὶ ταῦτ᾽ εἴη τῶν εἰρημένων· ὑγρότατον γὰρ δοκεῖ καὶ ὥσπερ μάλιστα εἶναι ζωτικόν. σημεῖον δ᾽ ὅτι καὶ τὰ ξύλα τὰ ἔμμητρα διαστρέφεται κατειργασμένα ἤδη μέχρι οὗ ἂν τελέως ἀναξηρανθῇ, δι᾽ ὃ καὶ ἔνσχιστα καὶ οὐκ ἔμμητρα ποιοῦσι τὰ τῆς ἐλάτης καὶ τῆς πεύκης. ταύτης δ᾽ οὖν μέχρι μέν τινος ἐξαιρουμένης οὐκ ἄτοπον διαμένειν τὸ δένδρον ὥσπερ καὶ τοῦ φλοιοῦ μέχρι τινὸς ἀφαιρουμένου, τελέως δ᾽ ἐξαιρεθείσης αὐαίνεσθαι καθάπερ ἀρχῆς τινος ἢ καὶ οἰκείας ὑγρότητος συμφύτου στερούμενον. περὶ δὲ τῆς ἐπικοπῆς καὶ τῆς κολούσεως ἐν ὀλίγοις ἡ σκέψις· ὀλίγα γὰρ τὰ φθειρόμενα κατὰ μὲν τὴν ἐπικοπὴν, ἐλάτη, πεύκη, πίτυς, φοῖνιξ, ἔνιοι δὲ καὶ κέδρον καὶ κυπάριττόν φασιν· καλοῦσι δ᾽ ἐπικοπὴν, ὅταν ἀφαιρεθείσης τῆς κόμης ἐπικόψῃ τις τὸ ἄκρον· οὐκ ἀλόγως δ᾽ ἂν δόξειε φθείρεσθαι ξηρά τε τῇ φύσει καὶ εὐθυπορώτατα μὲν, μονόρριζα δ᾽ ὄντα. καὶ γὰρ αἱ ἑλκώσεις πόνον παρέχουσι καὶ εὐπαθέστερα ποιοῦσιν εἰς τὸ διϊκνεῖσθαι καὶ τὸ καῦμα καὶ τὸ ψύχος ἄλλως τε καὶ πανταχόθεν οὖσαι καὶ διὰ τὴν ὀρθότητα καὶ διὰ τὴν εὐθυπορίαν ταχὺ διϊκνεῖται καὶ πρὸς τὰς ῥίζας, ὥστε πολλαχόθεν ἡ φθορά· φύσει δὲ ἀπαράβλαστα πάντα καὶ διὰ τὴν ξηρότητα τῶν ῥιζῶν καὶ διὰ τὴν εἰς τὸ ἄνω φορὰν καὶ ἔτι τῷ μονόρριζα εἶναι καὶ τῷ βαθυτέρας ἔχειν. οὐδαμοῦ γὰρ οὐδὲν περιττὸν οὐδὲ παροχετευόμενον ἐκπίπτει τῆς τροφῆς ὥστε μὴ εἶναι βλαστήσεως ἀρχήν· ὅταν οὖν πάντα ταῦθ᾽ ὑπάρχῃ πᾶσι σχεδὸν ἀναγκαῖον τὴν φθορὰν εἶναι τελείαν· αἱ δὲ κολούσεις φθείρουσιν ὅλως ὀλίγα· μόνον γὰρ μάλιστα τὸ τῆς ἀμπέλου φυτὸν ἀπόλλυται καὶ εἴ τι ἕτερον ἁπαλὸν καὶ ἀσθενὲς καὶ εὐθύπορον· ταῦτα γὰρ αἴτια τοῖς τοιούτοις τῆς φθορᾶς· χείρω δὲ ποιοῦσι πλείω· καὶ γὰρ ἡ ἀμυγδαλῆ πικρὰ γίνεται καὶ ἡ ῥόα σκληροτέρα καὶ ἕτερ᾽ ἄττα μεταβάλλει· τὸ δ᾽ αἴτιον εἴρηται πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης συναλλοιοῦται καὶ τὸ τέλος· χαλεπαὶ δὲ καὶ αἱ ἐπιβοσκήσεις ὅτι συνεπικάουσιν ἅμα τῇ τομῇ καὶ ἀφαιρέσει δι᾽ ὃ καὶ ὁ πόνος πλείων. ἴδιον δὲ τὸ περὶ τὸν φοίνικα καὶ τὴν πίτυν· ὅταν γάρ τι κολουσθῇ ταῦτ᾽ οὐκ ἀπόλλυται μὲν, ἄκαρπα δὲ γίνεται· τὴν δ᾽ αἰτίαν παραπλησίαν ὑποληπτέον εἶναι τοῖς πρότερον ὅτι τῆς ἀρχῆς ἀλλοιουμένης καὶ ἀσθενεστέρας γινομένης ἀφαιρεῖταί τι τῆς δυνάμεως καὶ μάλιστα τὸ ἔσχατον καὶ τελεώτατον ὁ καρπός. ἅμα δὲ καὶ ἡ μὲν βλάστησις ὑπάρχει καὶ ὥσπερ ἤδη γέγονεν, ἐκεῖνον δὲ δεῖ γίνεσθαι· τὸ δ᾽ ἐν γενέσει καὶ μέλλον εἶναι τοῦ ὄντος ἀσθενέστερον· ἐπὶ τούτων δὲ μάλιστ᾽ ἢ μόνων ὅτι ὀλιγόκαρπα καὶ βραδύκαρπα κατά γε τὴν παρ᾽ ἡμῖν φυτείαν· ἐν δὲ ταῖς οἰκείαις χώραις ἴσως οὐκ ἀκαρπεῖ οὐδὲ θαυμαστὸν εἰ μὴ ἀκαρπεῖ ταῦθ᾽ ἐκεῖ κολουόμενα. τὰ δὲ τῆς ἀρχῆς ὅτι μεγάλα πολλαχόθεν μὲν φανερόν· εἰ δὲ μὴ καὶ ἐκ τῶν βλαστήσεων ὅταν κακωθῶσιν ἐν ἄλλοις τε καὶ οὐχ ἥκιστα ἐν τῇ ἀμπέλῳ· κατεδεσθεῖσα γὰρ ὑπὸ τῶν κτηνῶν οὐκέτι δύναται βλαστάνειν, ἀλλ᾽ αὐτὴ ἡ τῆς βλαστήσεως ἐπιρροὴ παύεται καὶ ἀποσβέννυται, ᾧ φαίνεται ὥσπερ τυφλουμένη καὶ πηρουμένη πως· ἰσχυρὸν δὲ ἐν ἅπασιν ἡ ἀρχὴ καὶ ἀσθενὲς οὐ τὸν αὐτὸν δὲ τρόπον· ἐπεὶ ὅτι γε βλαστητικὸν ἄμπελος καὶ αἱ εἰς τὸν ὕστερον χρόνον ἐπιβλαστήσεις μηνύουσιν. Φθοραὶ δὲ καὶ τῶν σπερμάτων εἰσί τινες τῶν μὴ κατὰ φύσιν σπειρομένων ὁμοίως τῶν τε δενδρικῶν καὶ τῶν σιτηρῶν καὶ τῶν ἄλλων· ὧν καὶ χρόνοι τινές εἰσιν ὡρισμένοι· πάντα γὰρ ζῇ μέχρι τινὸς εἶτ᾽ ἀπόλλυται· ζῆν δὲ λέγω δυνάμει· φθείρονται δὲ φυσικῶς ἀποξηραινόμενα καὶ ὥσπερ διαπνεούσης ἅμα τῆς θερμότητος καὶ ὑγρότητος· αἱ δὲ ἄλλαι πᾶσαι παρὰ φύσιν οἷον ὅσα θηριοῦται καὶ ἀνυγραίνεται καὶ ἄλλως πως ἐξίσταται· δι᾽ ὃ καὶ τὰ μὲν πολύλοπα καὶ πολυχίτωνα καὶ λιπαρὰ καὶ δριμέα καὶ πικρὰ καὶ ὀστώδη καὶ ξηρὰ πάντα πολυχρόνια· τὰ δ᾽ ἄλλα ταχὺ ἐξίσταται· τὰ μὲν γὰρ ὑπ᾽ ἀλλήλων θερμαινόμενα καθάπερ ὁ σῖτος καὶ τὰ χεδροπὰ, τὰ δ᾽ ὑπὸ τοῦ ἀέρος καὶ τῶν ἔξωθεν ὑγραινόμενα καθάπερ τὰ τῶν λαχάνων καὶ τῶν στεφανωμάτων· οἷον γὰρ μαδᾷ καὶ εἰς διαβλάστησιν ὁρμᾶται· ζωοῦται δὲ θᾶττον καὶ φθείρεται τῶν χεδροπῶν τὰ τεράμονα· γλυκύτερα γὰρ ἐν τούτῳ δὲ ἡ ζωοποιΐα καὶ ἅμα θᾶττον ἐξίσταται δι᾽ ἀσθένειάν τε καὶ διὰ τὸ ὥσπερ ἐν πέρατι εἶναι· καὶ τοῦ σίτου δὲ ὡσαύτως ὁ γλυκύτερος. μέγα δ᾽ οἱ τόποι διαφέρουσιν εἰς φυλακὴν ἐὰν ὦσι ξηροὶ καὶ ψυχροί. διαμένουσι γὰρ πλείω χρόνον ὥσπερ ἔν τε Μηδείᾳ καὶ Παφλαγονίᾳ καὶ τούτων ἐν τοῖς ὑψηλοτάτοις χωρίοις ὡσαύτως δὲ καὶ εἴπου ἄλλοθι τοιοῦτον· ἀμφότερα γὰρ ἐξείργονται τὰ διαφθείροντα τό τε θερμὸν καὶ τὸ ὑγρόν· ἐπεὶ καὶ ἡ διαπαττομένη γῆ τοῦτο ποιεῖ, ξηραίνει τε καὶ ψύχει. τῶν δὲ δενδρικῶν ὅσα μὲν μαλακὰ καὶ σαρκώδη καθάπερ ἡ ἀμυγδαλῆ καὶ τὸ κάρυον καὶ ἡ βάλανος τοῖς περιέχουσι σώζεται, τὰ δὲ ξηρὰ καὶ ξυλώδη καθάπερ τὸ γίγαρτον καὶ τὰ τοιαῦτα καὶ ἑαυτοῖς. ὡς δ᾽ ἁπλῶς εἰπεῖν πάντα πολυχρονιώτερα διὰ τὸ περιέχον· ἐπεὶ καὶ τὸ γίγαρτον καὶ ἡ κεγχραμὶς καὶ τὰ ἄλλα τὰ τοιαῦτα πολλῷ μᾶλλον ἀποξηραίνεται γυμνούμενα. μάλιστα δὲ διαμένει τῶν τοιούτων ὅσα πυρῆνι περιέχεται, καθάπερ τὸ τῆς ἐλάας καὶ εἴ τι ξυλῶδες ἢ ὀστῶδες τυγχάνει, καθάπερ τὸ τοῦ φοίνικος καὶ ὁ κνῆκος καὶ τἆλλα τὰ κνηκώδη· πυκνὰ γὰρ πάντα καὶ προβολὴν ἔχοντα· τὸ δὲ σπέρμα τὸ ἔντος ὁτὲ μὲν κεχωρισμένον τι καὶ φανερὸν, ὁτὲ δὲ ἀχώριστον καὶ ἀφανὲς, ὥσπερ τὸ τῶν φοινίκων. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΦΥΤΩΝ ΑΙΤΙΩΝ ΤΟ Ζ. Περὶ δὲ χυλῶν καὶ ὀσμῶν, ἐπειδὴ καὶ ταῦτα τῶν φυτῶν οἰκεῖα, πειρατέον ὁμοίως ἀποδοῦναι τοῖς πρότερον τά τε συμβαίνοντα περὶ ἕκαστον εἶδος καὶ διὰ τίνας αἰτίας. ἡ μὲν οὖν φύσις ποία τις ἑκατέρου τοῦ γένους ἐν ἄλλοις ἀφώρισται καὶ ὅτι μικτά πως ἄμφω κατὰ λόγον ἐστί. χυμὸς μὲν ἡ τοῦ ξηροῦ καὶ γεώδους τῷ ὑγρῷ ἐναπόμιξις ἢ ἡ τοῦ ξηροῦ διὰ τοῦ ὑγροῦ διήθησις ὑπὸ θερμοῦ· διαφέρει δ᾽ ἴσως οὐδέν. ὀσμὴ δὲ τοῦ ἐν χυμῷ ξηροῦ ἐν τῷ διαφανεῖ· τοῦτο γὰρ κοινὸν ἀέρος καὶ ὕδατος. καὶ σχεδὸν τὸ αὐτὸ πάθος ἐστὶ χυμοῦ τε καὶ ὀσμῆς οὐκ ἐν τοῖς αὐτοῖς δὲ ἑκάτερον. ταῦτα μὲν οὖν οὕτω κείσθω κατὰ τὸν εἰρημένον ἀφορισμόν. τὰ δ᾽ εἴδη τῶν χυμῶν ὡς μὲν εἰς ἀριθμὸν ἀποδοῦναι ῥᾴδιον οἷον γλυκὺς λιπαρὸς αὐστηρὸς στρυφνὸς δριμὺς ἁλμυρὸς πικρὸς ὀξύς. ὡς δὲ κατὰ τὴν οὐσίαν ἑκάστου χαλεπώτερον. αὐτὸ γὰρ τοῦτο πρῶτον ἔχει τινὰ σκέψιν πότερον γὰρ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις ἀποδοτέον ἢ ὥσπερ Δημόκριτος τοῖς σχήμασιν ἐξ ὧν ἕκαστοι· εἰ μὴ ἄρα καὶ ταῦτα συνάπτει πως εἰς τὰς δυνάμεις κἀκείνων λέγεται χάριν· ἢ καὶ εἴ τις ἄλλος τρόπος ἐστὶ παρὰ τούτους. λέγω δὲ τοῖς πάθεσι τοῖς κατὰ τὰς αἰσθήσεις οἷον εἴ τις ἀποδοίη γλυκὺν μὲν τὸν διακριτικὸν τῆς ἐν τῇ γλώττῃ συμφύτου ὑγρότητος ἢ χυμὸν λεαντικὸν ἢ λεπτὸν ἢ λεῖον· στρυφνὸν δὲ τὸν ξηραντικὸν ἢ πηκτικὸν ἠρέμα ταύτης· δριμὺν δὲ τὸν πηκτικὸν ἢ δηκτικὸν ἢ ἐκκριτικὸν τῆς ἐν τῇ συμφύτῳ ὑγρότητι θερμότητος εἰς τὸν ἄνω τόπον ἢ ἁπλῶς χυμὸν καυτικὸν ἢ θερμαντικόν· ἁλμυρὸν δὲ τὸν δηκτικὸν καὶ ξηραντικόν· πικρὸν δὲ τὸν φθαρτικὸν τῆς ὑγρότητος ἢ τηκτικὸν ἢ δηκτικὸν ἢ ἁπλῶς τραχὺν ἢ μάλιστα τραχὺν· αὐστηρὸν δὲ τὸν ῥυπτικὸν τῆς αἰσθήσεως ἢ τῆς ὑγρότητος τῆς ἐν αὐτῇ ἢ τῆς ἐπιπολῆς ὑγρότητος δηκτικὸν ἢ πηκτικὸν ἢ ξηραντικὸν ἢ ἁπλῶς στρυφνότητά τινα ἠρεμαίαν καὶ μαλακήν. ἢ πάλιν ὡς Πλάτων καθόλου τὰς διαφορὰς τῶν δυνάμεων ἀποδίδωσι τῷ συγκρίνειν καὶ διακρίνειν κεχρημένος τραχύτητι καὶ λειότητι καθ᾽ ἑκάστας δὲ διαιρεῖ τοῖς εἴδεσιν. ὅσα μὲν οὖν κάει τὰ φλέβια καὶ ἀποξηραίνει τραχύνοντα στρυφνά· αὐστηρὰ δὲ τὰ τούτων ῥυπτικώτερα καὶ πᾶν τὸ περὶ τὴν γλώτταν ἀποπλύνοντα· ὅσα δὲ ῥύπτει πέρα μὲν τοῦ μετρίου ὥστε καὶ ἀποτήκειν αὐτῆς τι τῆς φύσεως οἷον ἡ τῶν νίτρων δύναμις πικρά· τὰ δὲ ὑποδεέστερα τούτων καὶ ἐπὶ τὸ μέτριον τῇ ῥύψει χρώμενα ἁλυκὰ ἄνευ πικρότητος τραχείας καὶ φίλα μᾶλλον ἡμῖν. τὰ δὲ τῇ τοῦ στόματος θερμότητι κοινωνήσαντα καὶ λεαινόμενα καὶ συνεκπυρούμενα καὶ πάλιν ἀντικάοντα φερόμενα δ᾽ ὑπὸ κουφότητος ἄνω πρὸς τὰς τῆς κεφαλῆς αἰσθήσεις καὶ τέμνοντα δριμέα· τὰ δὲ προλελεπτυσμένα ὑπὸ σηπεδόνος εἰς δὲ τὰς στενὰς φλέβας εἰσδυόμενα καὶ ἀνακυκῶντα καὶ ἀναζυμοῦντα καὶ ἀφρίζειν ποιοῦντα καὶ ἕλκειν ὀξέα. τὸ δὲ σύμπασι τοῖς περὶ ταῦτα πάθος ἐναντίον οἰκεῖόν ἐστι τῆς γλυκύτητος· ὅταν γὰρ λεαίνῃ ἐπαλεῖφον τὰ τραχυνθέντα καθιστᾷ δὲ καὶ συνάγῃ τὰ παρὰ φύσιν κεχυμένα τὰ δ᾽ αὖ συνεστῶτα διαχαλᾷ καὶ ἅπανθ᾽ ὅτι μάλιστα ἱδρύῃ κατὰ φύσιν, γλυκύ. οὗτος μὲν οὖν ὁ τρόπος ταῖς δυνάμεσι ἀφορίζει. Δημόκριτος δὲ σχῆμα περιτιθεὶς ἑκάστῳ γλυκὺν μὲν τὸν στρογγύλον καὶ εὐμεγέθη ποιεῖ· στρυφνὸν δὲ τὸν μεγαλόσχημον τραχύν τε καὶ πολυγώνιον καὶ ἀπεριφερῆ· ὀξὺν δὲ κατὰ τοὔνομα τὸν ὀξὺν τῷ ὄγκῳ καὶ γωνοειδῆ καὶ κάμπυλον καὶ λεπτὸν καὶ ἀπεριφερῆ· δριμὺν δὲ τὸν περιφερῆ καὶ λεπτὸν καὶ γωνοειδῆ καὶ κάμπυλον· ἁλμυρὸν δὲ τὸν γωνοειδῆ καὶ εὐμεγέθη καὶ σκολιὸν καὶ ἰσοσκελῆ· πικρὸν δὲ τὸν περιφερῆ καὶ λεῖον ἔχοντα σκολιότητα μέγεθος δὲ μικρόν· λιπαρὸν δὲ τὸν λεπτὸν καὶ στρογγύλον καὶ μικρόν. οἱ μὲν οὖν τρόποι τοσοῦτον διαφέρουσι. Τάχα δ᾽ ἂν δόξειεν ὥσπερ ἐλέχθη καὶ οὗτος ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων ὁ οὕτως ἀποδιδοὺς οἴεται τὰς αἰτίας ἀποδιδόναι δι᾽ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾷ. πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπιζητήσειε παρὰ τούτων ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποιόν τι· δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν ἀλλὰ καὶ τὸ πάσχον ἄλλως τ᾽ εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς ὁμοίως φαίνεται καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως. δῆλον γὰρ ὡς ἐν τῷ αἰσθητηρίῳ τίς ἐστιν ἑτέρα διάθεσις. ἐπεὶ τό γε τοῦ χυμοῦ σχῆμα ταὐτὸ καὶ ἐν ἄλλῳ ἔοικεν οὐ ταὐτὸ δύνασθαι πανταχοῦ ποιεῖν. εἰ δὲ τοῦτο ἀληθὲς δεῖ τι ἀνομοιότητος εἶναι τῶν ὑποκειμένων δι᾽ ὃ δὴ καὶ λεκτέον ὑπὲρ αὐτῶν. ἅμα δὲ κἀκεῖνο φανερὸν ὡς οὐ μία τις δύναμις τοῦ αὐτοῦ σχήματος εἴ γε τἀναντία πέφυκε ποιεῖν ἐν ἄλλῳ καὶ ἄλλῳ· τὸ μὲν γὰρ μὴ πάντα πρὸς τὴν αὑτοῦ δύναμιν ἄγειν οὐχ ὁμοίως ἄτοπον ὥσπερ οὐδὲ τὸ πῦρ κάειν. εἰ δὲ καὶ ἐναντίως ἔνια διατίθεται τοῦτο πλείονος λόγου δεῖται. καίτοι κἀκείνου δεῖ τινα λέγειν αἰτίαν. ἐπὶ γοῦν τοῦ πυρὸς ὅσα μὴ δύναται κάειν ἢ τὸ ὕδωρ ὑγραίνειν ἔστι τις αἰτία καὶ λόγος· εἰ δὲ καὶ τοὐναντίον ἑκάτερον ἐποίει μᾶλλον ἂν ἐδεῖτο καὶ πλειόνων· τούτοις μὲν οὖν ὑπὲρ ἁπάντων τούτων λεκτέον· τοῖς δὲ κατὰ τὰς δυνάμεις ἐκεῖνο μόνον ἀναγκαῖον ποῖόν τι τῶν αἰσθητηρίων ἕκαστον. δεῖ γὰρ εἰδέναι καὶ τὴν τούτων φύσιν καὶ διάθεσιν ἐπείπερ οὐχ ὁτιοῦν μόριον αἰσθητικὸν, ἴσως δὲ καὶ ὅταν ἐκ πλειόνων ἕν τι γένηται τὴν ἐκ θατέρου δύναμιν καὶ οὐσίαν οὐ δεῖ λανθάνειν. ἄτοπον δὲ κἀκεῖνο τοῖς τὰ σχήματα λέγουσιν ἡ τῶν ὁμοίων διαφορὰ κατὰ μικρότητα καὶ μέγεθος εἰς τὸ μὴ τὴν αὐτὴν ἔχειν δύναμιν· οὐ γὰρ ἐπὶ τῆς μορφῆς ἀλλὰ τῶν ὄγκων αἱ δυνάμεις οὓς εἰς μὲν τὸ διαβιάσασθαι καὶ ἁπλῶς τὸ μᾶλλον καὶ τὸ ἧττον τάχ᾽ ἄν τις ἀποδοίη εἰς δὲ τὸ μὴ ταὐτὸ δύνασθαι μηδὲ ποιεῖν οὐκ εὔλογον· ἐπεὶ ἐν τοῖς σχήμασιν αἱ δυνάμεις· εἰ γὰρ ὁμοιοσχήματα ταὐτὸν ἂν εἴη τὸ ὑπάρχον ὥσπερ καὶ ἐν τοῖς ἄλλοις. τὸ γὰρ τρίγωνον τὸ ποδιαῖον καὶ τὸ μυριόπουν ὁμοίως δυσὶν ὀρθαῖς καὶ τὸ τετράγωνον τέτταρσιν ὀρθαῖς. καὶ ταῦτα μὲν καὶ κατὰ τὸ ποσὸν διάφορα· τὰ δὲ λόγῳ μὲν ὄντα τὰ αὐτὰ οἷον ἡ ἀσυμμετρία τῆς διαμέτρου τὸ δὲ ποσὸν διάφορον· ὥστ᾽ εἰ ἐκ τούτων ἢ ἀπὸ τούτων ἐγίνετο τὸ μὲν ποσὸν διάφορον ἂν ἦν τῷ δ᾽ εἴδει ἀδιάφορον. ἀλλὰ γὰρ αἱ μὲν κατὰ τὰ σχήματα καὶ τὰς μορφὰς δυνάμεις πλείω καὶ περὶ πλειόνων ἔχουσιν ἀπορίαν. Ὅτι δ᾽ ἐναπομίξει πως ὁ χυμὸς καὶ ἡ ὀδμὴ καὶ ἐκ τῶνδε φανερόν· οὐδὲν γὰρ φαίνεται τῶν ἁπλῶν ἔχειν χυμὸν οὐδ᾽ ὀδμὴν ἐὰν μὴ λάβῃ μίξιν οἷον ὁ ἀὴρ ἢ πῦρ ἢ ὕδωρ· ἄχυμον γὰρ καὶ τὸ ὕδωρ καθ᾽ αὑτό, δι᾽ ὃ καὶ οἱ παλαιοί φασι δι᾽ οἵας ἂν γῆς ῥέῃ τοι οῦτον καὶ εἶναι. καὶ ἡ θάλαττα δὲ καὶ τὰ νιτρώδη καὶ σαπρὰ καὶ ὀξέα τῶν ὑδάτων ἔχει τινὰ μίξιν ὧν ἐνίοις καὶ ἡ ὀσμὴ μάλιστα δὲ τῇ θαλάττῃ συνακολουθεῖ. γῆ δὲ καὶ λίθος ἄχυμα πλὴν ἐάν τινα τοιαύτην λάβῃ μίξιν. καίτοι φαίνεταί γε ταῦτα μᾶλλον ἔχειν οἷον ὅσαι θ᾽ ἁλμώδεις καὶ ὅσαι καὶ ὡς ἡ τέφρα πικραὶ καὶ ἔνιαι γλυκεῖαι δοκοῦσιν εἶναι ὥσπερ καὶ ἡ ἄργιλος. ἅμα δὲ καὶ οὐκ ἄλογον εἴπερ τῇ τοῦ γεώδους ἐναπομίξει γίνεται χυμός. τὰ δὲ δὴ μεταλλευόμενα καὶ λίθων ἔνια γένη καὶ ὀσμὰς ἔχει πρὸς τοῖς χυμοῖς. ἅπαντα δ᾽ οὖν ταῦτα μίξει τινὶ καὶ ἀλλοιώσει ἔγχυμα φαίνεται καὶ ὀσμώδη. καὶ γὰρ ἡ τέφρα διὰ τὴν κατάκαυσιν ἐξαλλοιουμένη καὶ ὅσα πυροῦται λαμβάνει τινὰ χυμὸν τὰ μὲν ἁπλᾶ τὰ δὲ μιγνύμενα τοῖς ὑγροῖς. ἡ μὲν οὖν φύσις ὅτι τοιαύτη καὶ πρότερον εἴρηται καὶ νῦν. ἐπεὶ δ᾽ ἐν τρισὶν οἱ χυμοὶ — φυτοῖς τε γὰρ καὶ ζώοις εἰσί τινες καὶ ὀσμαὶ καὶ χυμοὶ κατὰ τὰς κράσεις, ἔτι δ᾽ ἐν τοῖς κατὰ τέχνης παρασκευήν τινα μιγνυμένοις ἢ καὶ αὐτομάτως ἀλλοιουμένοις ὁτὲ μὲν ἐπὶ τὸ βέλτιον ὁτὲ δ᾽ ἐπὶ τὸ χεῖρον ὥσπερ τῶν σηπομένων — τὸ μὲν ὑπὲρ ἁπάντων τούτων εἰπεῖν κοινότερόν τε καὶ καθόλου μᾶλλόν ἐστιν ὑπὲρ δὲ τῶν φυσικῶν πρῶτον λεκτέον, ἀρχὴ γὰρ ἐν ἅπασιν ἡ φύσις, καὶ τούτων ὅσοι κατά τε τὰ ἁπλᾶ φαίνονται καὶ ὅλως τὰ ἄψυχα καὶ ὅσοι κατὰ τὰ φυτὰ καὶ τοὺς καρπούς. καὶ γὰρ ταῦτα πρότερ᾽ ἄν τις τιθεῖτο τῶν ζώων ἅμα δὲ καὶ ἡμῖν ἡ σκέψις ὑπὲρ τούτων οἷον συνεχὴς οὖσα τοῖς πρότερον. οἱ μὲν οὖν ἐν τῇ γῇ ξυνιστάμενοι χυμοὶ τῶν ὑγρῶν, οὗτοι γὰρ ἐμφανέστατοι, λέγω δ᾽ οἷον ὀξεῖς καὶ ἁλμυροὶ γινόμενοι μὲν δῆλον ὅτι διὰ τὰς αὐτάς πως ἢ παραπλησίας ἀνάγκας δι᾽ ἃς καὶ ἐν τοῖς φυτοῖς, οὐ μὴν οὔτε ἴσοι τὸ πλῆθος οὐδ᾽ ὅμοιοι τούτοις ἀλλὰ θολερώτεροι διὰ τὸ μὴ τὴν αὐτὴν πέψιν μηδ᾽ ὁμοίαν ἔχειν. τὸ δὲ πλῆθος οὐ συμ βλητοί. πολλοὶ γὰρ οἱ τῶν καρπῶν καὶ ἀνόμοιοι χυμοὶ καὶ οὐδαμῶς ἔνιοί γε ἐμφαινόμενοι τοῖς ἐκ τῆς γῆς οἷον ὁ αὐστηρὸς καὶ δριμὺς καὶ ἄλλοι δὲ πλείους. εἰ μή τις λέγοι τῇ μίξει καὶ τῇ κράσει τῶν ἄλλων γίνεσθαι τούτους τοῖς δὲ γένεσιν εἶναι τοὺς αὐτούς· οὕτω δ᾽ ἂν εἴησαν ἄπειροι, ἄπειροι γὰρ οἱ λόγοι τῶν μίξεων. καὶ ἔτι δὲ κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ διαφοραὶ δι᾽ ὃ καὶ οἱ ὁμογενεῖς πλείους οἷον αὐστηροὶ λιπαροὶ πικροὶ γλυκεῖς ὅθεν καὶ οἱ παλαιοὶ τῶν φυσιολόγων ἀπείρους ἐτίθεντο τοὺς χυμοὺς ὥσπερ καὶ Μενέστωρ· ὁποία γὰρ ἄν τις ἡ μίξις καὶ ἡ πέψις γένηται τοῦ ὑγροῦ ἐμφύτου τοιοῦτον εἶναι καὶ τὸν χυμόν. οὐ μὴν ἀλλὰ βέλτιόν γε οἱ ὡρισμένους λέγοντες ἐκ τούτων δ᾽ ἤδη κατὰ τὰς μίξεις ποιοῦντες τὰς διαφοράς. ἴδιος γοῦν τῶν ἐκ τῆς γῆς ὁ ἁλμυρός· οὐδ᾽ ἑνὸς γὰρ καρποῦ τοιοῦτος ἀλλ᾽ εἴπερ φύλλου καὶ καυλοῦ καὶ κελύφους. ἀλλὰ περὶ μὲν τούτου τὴν αἰτίαν ὕστερον λεκτέον. Αἱ δὲ ἰδέαι τῶν χυμῶν ἑπτὰ δοκοῦσιν εἶναι καθάπερ καὶ τῶν ὀσμῶν καὶ τῶν χρωμάτων, τοῦτο δὲ ἄν τις τὸν ἁλμυρὸν οὐχ ἕτερον τιθῇ τοῦ πικροῦ καθάπερ καὶ τὸ φαιὸν τοῦ μέλανος· ἐὰν δὲ χωρίζῃ συμβαίνει τοῦτον ὄγδοον εἶναι. γλυκὺς γὰρ καὶ λιπαρὸς καὶ πικρὸς καὶ αὐστηρὸς καὶ δριμὺς καὶ ὀξὺς καὶ στρυφνὸς ἀριθμοῦνται· προστίθεται δὲ καὶ ὁ ἁλμυρὸς ὄγδοος. οἴονται δέ τινες καὶ τὸν οἰνώδη δεῖν. ἔν τε γὰρ τοῖς καρποῖς ὑπάρχει πλείοσι καὶ ἐκ τῆς γῆς ἀναπιδύει τις ἐνιαχοῦ τοιοῦτος χυμός· ἔτι δ᾽ οὐδ᾽ ὥσπερ ὁ γαλακτώδης εἰς τὸν γλυκὺν ἄν τεθείη — καὶ γὰρ οὗτος ἐν ἐνίοις ὡς εἶδος ἄν τι τιθοῖτο τοῦ γλυκέος — οὕτω τὸν οἰνώδη τῶν ἄλλων τινὶ προσνεῖμαι ῥᾴδιον ἀλλ᾽ ἰδία τις ἡ φύσις καθ᾽ αὑτὴν ἐπιδεχομένη καὶ τὸ γλυκὺ καὶ τὸ στρυφνὸν καὶ αὐστηρόν. ἀλλὰ γὰρ τοῦτο μὲν οὐκ ἂν ἴσως διαφέροι πρὸς τὴν τῶν ἄλλων θεωρίαν. ὁ δὲ ἀριθμὸς ὁ τῶν ἑπτὰ καιριώτατος καὶ φυσικώτατος. πότερον δὲ τοὺς μὲν ὥσπερ ἀρχὰς τοὺς δὲ ὡς στερήσεις δεῖ λέγειν οἷον τὸν μὲν γλυκὺν καὶ λιπαρὸν καὶ ὅσοι σύστοιχοι τούτοις ἀρχὰς, ἐκ τούτων γὰρ αἱ γενέσεις καὶ αἱ τροφαὶ, τοὺς δ᾽ ἄλλους στερήσεις, ἢ πάντας φυσικούς; ἔοικε γὰρ εἰ μὲν εἰς τὸ ἄριστον δεῖ τάττειν τὴν φύσιν ἐν τούτοις εἶναι μόνον, ἅμα δὲ καὶ τὸ τῆς τροφῆς καὶ γενέσεως ἀληθινόν. οὐδὲν γὰρ ὡς εἰπεῖν οὔτε τρέφεσθαι δοκεῖ διὰ τῶν ἑτέρων οὔτε γίνεσθαι. εἰ δ᾽ εἰς τὸ πλείονα εἴδη εἶναι ἐκεῖνοί γε μᾶλλον ἢ οὐχ ἧττον κατὰ φύσιν, ὀλίγοι γὰρ ἐν τούτῳ τῷ μέρει. σχεδὸν δέ τι παρόμοιόν ἐστι τὸ ζητούμενον καὶ ἐπὶ τῶν ἄλλων ζώων πρὸς τὸν ἄνθρωπον πότερα κατὰ φύσιν ἢ κατὰ στέρησιν τἆλλα. καθάπερ γὰρ καὶ τούτων ἴδιαί τινες αἱ οὐσίαι καὶ τῶν φυτῶν ὁμοίως. εἰ οὖν ἡ μὲν στέρησις ἐν ἀτελείᾳ τινὶ καὶ ἐνδείᾳ ταῦτα δὲ καὶ γεννᾷ καὶ ἐκτρέφει τὰ ὅμοια καὶ ἰσχυρότερα πολὺ τῶν ἑτέρων οὐκ ἂν εἴησαν κατὰ στέρησιν. ἔτι δὲ ἔν γε τοῖς φυτοῖς ἅμα συμβαίνει μὴ τελεοκαρπεῖν καὶ ἧττον εἶναι πικρὰ τὰ ἐν τούτῳ τῷ γένει, καθάπερ ἐπὶ τοῦ κενταυρίου καὶ ἀψινθίου καὶ τῶν τοιούτων, ὡς ἐκεῖσε τῆς φύσεως φερομένης καὶ τὴν γλυκύτητα καθάπερ ἀπεψίαν τινὰ οὖσαν ἢ ἔλλειψιν πέψεως. ἀεὶ γὰρ ἡ φύσις ἐξομοιοῦν ἐθέλει τῷ ὑποκειμένῳ τοῦτο καὶ ἐν τοῖς ζώοις καὶ ἐν τοῖς φυτοῖς. ποιεῖται γὰρ καὶ τροφὴ γίνεται πᾶσιν ὅταν κρατηθῇ τὸ λαμβανόμενον. εἰ δὲ δὴ καὶ ἔνια τρέφεται διεφθαρμένοις τισὶν ὥσπερ καὶ τῶν ζώων ὧν καὶ ἡ γένεσις ἐκ τούτων οὐδ᾽ ἂν ἡ τῆς τροφῆς ἱκανὴ πίστις εἴη πρὸς τὸ κατὰ φύσιν οὐδ᾽ ἂν ἡ πρώτη σύστασις ἀλλ᾽ ἑκάστοις μεμερισμέναι κατὰ τὰς μίξεις. ἐπεὶ οὐδ᾽ οἱ γλυκεῖς χυμοὶ τρόφιμοι πάντες ἡμῖν ἀλλ᾽ οἱ μὲν ἐκστατικοὶ καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ ῥίζα καὶ ἄλλαι τινὲς, οἱ δ᾽ ὑπνωτικοὶ πλείους δὲ διδόμενοι καὶ θανατηφόροι καθάπερ ὁ μανδραγόρας ἔνιοι δὲ ὁμολογουμένως ἐπιθάνατοι· πολλοὶ γὰρ ἤδη καὶ πολλαχοῦ ῥίζας φαγόντες ἃς ἠγνόουν γλυκείας τε τῇ γεύσει καὶ ἡδείας ἀπέθανον καὶ ἄλλα τοιαῦτα πλείω τυγχάνει τὰ μὲν βλάπτοντα τὰ δὲ καὶ ὅλως ἀναιροῦντα τῶν κατὰ τὴν προσφορὰν ἡδέων ἢ ἀλύπων. ἔνια δὲ πάλιν ὠφελοῦντα τῶν ἀηδῶν καὶ πικρῶν οἷον καὶ τὰ ἄρτι λεχθέντα κενταύριον καὶ ἀψίνθιον καὶ ὅσα δὴ φαρμακωδεστέρους ἔτι τοὺς χυμοὺς ἔχει· πολλὰ γὰρ καὶ τούτων ὀνίνησι. τῶν δὲ καὶ ὅλως ὁ χυμὸς ἄτροφος ὢν ὡσπερεὶ ἥδυσμα τῆς τροφῆς ἐστιν οἷον ὁ ἁλμυρὸς καὶ ὀξύς· οὐδὲ γὰρ δυνάμεθα κρατεῖν ἀκράτου καθάπερ οὐδὲ τῶν ἁλῶν ἔνια ζώων δι᾽ ὃ καὶ τούτοις παρέχομεν τοὺς ἅλας. ἔνια δὲ καὶ αὐτὰ ἑαυτοῖς εὑρίσκει τὰ πρόσφορα πρὸς τὴν τοιαύτην ἐπικουρίαν ὥσπερ καὶ οἱ ὀρνίθες ἤδη. καὶ φανερὸν ἂν δόξειεν ὡς οὐκ ἔστιν ἁπλῶς μεμερισμένα τὸ μὲν ὥσπερ φυσικὸν τὸ δ᾽ ὡς ἐν στερήσει καὶ παρὰ φύσιν. ἀλλὰ καὶ τὸ ἡμῖν ἄτροφον ἑτέροις τρόφιμον καὶ τὸ ἄλλοις τρόφιμον ἄλλοις ἄτροφον. ὡς γὰρ ἂν αἱ φύσεις ἔχωσι κατὰ τὰς κράσεις οὕτως καὶ αἱ τροφαὶ καθ᾽ ἕκαστον ἁρμόσουσιν. ὁμοίως δὲ καὶ αἱ ἡδοναὶ καὶ αἱ λύπαι καὶ αἱ βοήθειαι πρὸς τὰ πάθη καὶ τὰς διαθέσεις ὃ καὶ φανερὰ ποιοῦντα πολλὰ τῶν ζώων ἐστὶν οὐ πρὸς τὰ συμβαίνοντα πάθη μόνον αὐτομάτως ἀλλὰ καὶ κατ᾽ αὐτὰς τὰς ἐδωδὰς ὅταν ἄλλο φάγωσιν ἕτερον ἐπεσθίοντα καθάπερ οἱ ἔχεις τὸ πήγανον ὅταν τὸ σκόρδον. Ἔχει δὲ καὶ κατὰ τὰς ὀσμὰς ὁμοίως· ἄλλαι γὰρ ἄλλοις ἐναντίαι καὶ οὐ πρόσφοροι καὶ οὐ μόνον εἰς τὸ μὴ δεῖσθαι μηδὲ ζητεῖν ἀλλ᾽ ὑπὸ τῶν ἡδίστων ἡμῖν ἀναιρεῖσθαι καθάπερ οἱ γύπες ὑπὸ τῶν μύρων καὶ οἱ κάνθαροι ὑπὸ τῶν ῥόδων. πολεμοῦσι δὲ δὴ σφόδρα καὶ αἱ μέλιτται τοῖς μεμυρισμένοις. ὅλως μὲν γὰρ ἢ οὐδὲν ἢ βραχύ τι πάμπαν ἐστὶν ἐν τοῖς ἄλλοις ζώοις τὸ τὴν εὐωδίαν δίωκον αὐτῆς χάριν, ἀλλ᾽ εἴπερ κατὰ συμβεβηκὸς ὧν ἡ τροφὴ τοιαύτη· πρὸς ταύτην γὰρ ἦν ἡ ἐπιθυμία καὶ ταύτης. εἰ δ᾽ ἄρα καὶ τοιοῦτόν ἐστι ἡμῖν γε οὐ σαφές. ἐπεὶ καὶ τὴν πάρδαλιν τοῖς μὲν ἄλλοις ἡδύ φασιν ὄζειν δι᾽ ὃ καὶ θηρεύειν αὐτὴν κατακειμένην καὶ ταύτῃ προσαγομένην, ἡμῖν δ᾽ οὐδεμίαν εὐωδίαν ἐμφαίνει· εἰ μὴ κἀκεῖνο ἀληθὲς ὥσπερ ἐστὶν ἀληθὲς ὅτι χειρίστην ἔχομεν πάντων τὴν ὄσφρησιν. καὶ διὰ τοῦτο ὡς εἰπεῖν πολλαὶ λανθάνοιεν ἂν ἡμᾶς ὀσμαὶ καὶ τὰ ἡδέα καὶ τὰ λυπηρὰ τὰ κατὰ ταύτας. ὃ δ᾽ ἄν τῳ δόξειεν ἄτοπον εἶναι τὸ τὰ ἄλλα ζῶα σαφεστέραν ἔχοντα μηδ᾽ αἰσθάνεσθαι μηδὲ κρίνειν τὰς εὐωδίας οὐκ ἔστιν ἄτοπον. τάχα μὲν γὰρ καὶ αἰσθάνονται πρὸς δὲ τὴν φύσιν αὐτῶν οὐχ ἁρμόττουσιν ἀλλὰ καὶ ἐναντίαι καθάπερ ἐπὶ τῶν γυπῶν ἐλέχθη καὶ ὡς τὰ ἔντομα πάντα ὑπὸ τοῦ ἐλαίου βαρύνεται· φεύγει γὰρ αὐτὰ τὴν ὀσμήν. ἕτερα δ᾽ ὑφ᾽ ἑτέρας τινὸς ἴσως. ἄλογον δ᾽ ἐνταῦθα δόξειεν ἂν συμβαίνειν πρὸς ἐκείνην τὴν ὑπόθεσιν εἰ ὁ λιπαρὸς τοῦ γλυκέος εἶδος ἔνια δὲ προσφιλέστατα τῷ γλυκεῖ καθάπερ οἱ κνῖπες οὐδὲν γὰρ τῶν οἰκείων φθαρτικὸν εἰ μὴ ταῖς ὑπερβολαῖς. ἀλλὰ τούτου μὲν τὴν αἰτίαν ἐν τῇ δριμύτητι ληπτέον ὥσπερ καὶ τῆς ὀριγάνου καὶ τῶν τοιούτων· ἅπαντα γὰρ φεύγει. τὸ δὲ μὴ αἰσθάνεσθαι καθάπερ λέγουσιν οὐ σαφὲς ἡμῖν· εἰ μὴ ἄρα καὶ τοὺς πόρους ἐνταῦθα ἄν τις αἰτιάσαιτο καθάπερ ἔνιοι τῶν φυσικῶν τῷ ἢ ἁρμόττειν ἢ μή· δι᾽ ὃ καὶ διαιροῦσι τοῖς μεγέθεσι τὰ μὲν μικρὰ φάσκοντες τῶν τοιῶνδε αἰσθάνεσθαι τὰ δὲ μείζω τῶν τοιῶνδε μᾶλλον οὐχ ἱκανὴν οὐδ᾽ οἰκείαν ἴσως διαίρεσιν διαιροῦντες. οὐδ᾽ ἐν τοῖς πόροις ἡ αἴσθησις ἀλλὰ μᾶλλον πρὸς τὴν διάθεσιν καὶ τὴν κρᾶ σιν τό τε πάθος ἀποδοίη καὶ τὴν ἀπάθειαν ἐν οἷς τὸ ἡδὺ καὶ τὸ λυπηρόν. ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν ἀνθρώπων· οὐ γὰρ πᾶσιν αἱ αὐταὶ προσφιλεῖς ἀλλὰ μᾶλλον ἐν ταῖς κακώδεσι καὶ βαρείαις ὧν ἔνιαί γε κοιναὶ πᾶσιν οἷον αἱ ἔκ τινων ἐκπνέουσαι χασμάτων καὶ ἄντρων θανατηφόροι τοῖς προσπελάζουσιν. εἰ δ᾽ ἄρα καὶ αὗται τοῖς ἀναπνευστικοῖς μόνον ἀλλὰ τοῦτό γε φανερὸν ὥσπερ ἐπὶ τῶν χυμῶν ὅτι καὶ ὀσμαί τινες ἑκάστοις εἰσὶν οἰκεῖαι καὶ ὅτι τὸ εὐῶδες τὸ μὴ κατὰ τὴν τροφὴν ὀλίγοις ἢ οὐδενὶ προσφιλές· εἰ δὲ δή τινι καὶ συμφέρον ἀδηλότερόν ἐστιν. ἀλλὰ γὰρ ταῦτα μὲν ἐπὶ πλέον εἴρηται τῶν ὑποκειμένων, ὅθεν δὲ ὁ λόγος ἐκεῖσε ἐπανιτέον. ἑκάστου τῶν χυμῶν καὶ τῶν ὀσμῶν ἐστί τις φύσις ὥσπερ καὶ τῶν ζώων ἣ πρὸς ἑκάστην διάθεσιν ἁρμόττει καὶ κρᾶσιν. οὐ μὴν ἀλλ᾽ ὥστε καθόλου καὶ κοινῶς εἰπεῖν οἱ γλυκεῖς καὶ οἱ κατὰ ταύτην τὴν συστοιχίαν τροφιμώτεροι καὶ μᾶλλόν εἰσι κατὰ φύσιν· ἐναντίωμα δέ τι τάχα δ᾽ οὐκ ἀκόλουθον ἔσται τὸ ἀνάλογον, ὅτι χυμὸς μὲν ἅπασι προσφιλὴς ὁ γλυκὺς ὀσμὴν δὲ οὐκ ἔστιν οὕτω λαβεῖν, οὕτω γε τῷ γένει λαμβάνοντας εἰ μή τις ἄρα λανθάνει διὰ τὴν ἡμετέραν ἀσθένειαν τῆς αἰσθήσεως. ἴσως δ᾽ οὐδὲ τὸ περὶ τοῦ γλυκέος εἰρημένον ἁπλῶς ἀληθές. ὑπὲρ μὲν οὖν τούτων ἀρκείτω τὰ εἰρημένα. Τῶν δὲ φυτῶν μᾶλλον δὲ πάντων ἐν οἷς οἱ χυμοὶ διὰ τί μὲν ἕκαστα τούτους ἔχει λέγω δ᾽ οἷον γλυκεῖς ἢ πικροὺς ἢ λιπαροὺς τὴν πρώτην αἰτιατέον σύστασιν ὑπὲρ ἧς οἱ μὲν τοῖς σχήμασι διορίζοντες ὥσπερ Δημόκριτος οἴονται λέγειν τινὰς αἰτίας ὁμοίως δὲ καὶ εἴ τις κατ᾽ αὐτὴν ἔχει τὸν ἴδιον ἀποδοῦναι περὶ ἑκάστου λόγον· οἱ δὲ κατὰ πέψιν καὶ ἀπεψίαν διαιροῦντες τὰ γλυκέα καὶ τὰ πικρὰ καὶ τὰ ἄλλα τάχ᾽ ἂν δόξειαν κωλύειν τὰ μικρῷ πρότερον ἡμῖν εἰρημένα· πέψει γὰρ πρότερόν τινι φαίνεται πάντ᾽ ἐξομοιοῦσθαι καὶ τοῖς φυτοῖς καὶ τοῖς ζώοις. ἀλλὰ τούτοις ὁμοίως λεκτέον ὅτι καὶ οἱ γλυκεῖς καὶ οἱ ἁπλῶς τρόφιμοι χυμοὶ καὶ αἱ ὀσμαὶ αἱ εὐώδεις πέψει τινὶ γίνονται καὶ κατεργασίᾳ καὶ ὅτι μᾶλλον ὡς τῷ γένει λαβεῖν πεπεμμένα τῶν ἀπέπτων ἑκατέρων πεττομένων κατὰ τὴν οἰκείαν πέψιν. ὑπὲρ μὲν οὖν τούτων ἐν τοῖς ἑπομένοις ἔσται φανερώτερον. τῶν δ᾽ ἄλλων ἐκεῖνο δεῖ λαβεῖν πρῶτον ὃ κοινόν ἐστι τῆς τῶν φυτῶν οὐσίας. πάντα γὰρ ἐν τῇ γενέσει τῶν χυμῶν μεταβάλλει κατὰ τὴν πέψιν ἐξ ἄλλων εἰς ἄλλους χυμοὺς ὡς μὲν ἁπλῶς εἰπεῖν ἐκ τῶν στερητικῶν εἰς τοὺς κατ᾽ εἶδος οἷον ἐκ πικρῶν καὶ στρυφνῶν εἰς γλυκεῖς καὶ λιπαροὺς καὶ εἴ τις ἄλλος ὁμόστοιχος· ὡς δὲ καθ᾽ ἕκαστον ὡς ἂν ἡ διάκρισις ἔχῃ τῆς φύσεως, καὶ τὰ μὲν εἰς πλείους τὰ δ᾽ εἰς ἐλάττους· τὰ μὲν γὰρ ἐκ τοῦ πικροῦ καθάπερ ἐλάα συνεκβαίνουσα πρὸς τὸ στρυφνόν. τὰ δ᾽ ἐκ τοῦ στρυφνοῦ καθάπερ ἄπιοι καὶ τἆλλα· καὶ γὰρ τὰ ὀξέα πρότερον στρυφνά· τὰ δ᾽ ἐκ τοῦ στρυφνοῦ πρῶτον εἰς τὸν ὀξὺν εἶτ’ ἐκ τοῦ ὀξέος εἰς τὸν γλυκὺν ὥσπερ βότρυς. ὡς γὰρ ὅλως εἰπεῖν πλείστας ἀλλοιώσεις οὗτος λαμβάνει καὶ ὅλως οἱ οἰνώδεις χυλοί. τὸ μὲν γὰρ πρῶτον ὥσπερ ὑδατώδης γίνεται μετὰ δὲ ταῦτα στρυφνὸς εἶτ᾽ ὀξὺς εἶτ᾽ ἔσχατον γλυκύς. ὡσαύτως δὲ καὶ τὸ συκάμινον· ἐκ στρυφνοῦ γὰρ ὀξὺ καὶ ἐξ ὀξέος γλυκὺ καὶ ἐπ᾽ ἄλλων δὲ τοῦτο συμβαίνει· τῆς γὰρ οἰνώδους γλυκύτητος ἐγγυτάτω κεῖται τὸ ὀξύ. δι᾽ ὃ καὶ οἱ ἀποροῦντες δι᾽ ὅτι τὸ συκάμινον ἐρυθρὸν ὂν ὀξύτερόν ἐστιν ἢ λευκὸν ἐγγυτέρω τῆς πέψεως ὂν οὐκ ὀρθῶς ἀποροῦσι· τότε γὰρ οἷον γένεσίς ἐστιν αὐτοῦ τοῦ οἰκείου χυμοῦ. λευκοῦ δ᾽ ὄντος ἡ στρυφνότης πλέον ἀπηρτημένη καὶ κοινοτέρα. διὰ τοῦτο γὰρ καὶ ἐνταῦθα ὅταν ᾖ ξηρότερόν ἐστιν· ἐρυθραινόμενον δὲ ἐξυγραίνεται καθάπερ ἔγχυλον γινόμε νον. ὅλως γὰρ πᾶν τὸ περικάρπιον ξηρὸν ὂν τὸ πρῶτον ἀνυγραίνεται καὶ ἔστι γένεσις αὕτη τῶν χυλῶν ἐπιρρέοντος καὶ ὥσπερ διηθουμένου πλείονος ἀεὶ τοῦ ὑγροῦ καὶ ἀεὶ συναύξοντος ᾗ καὶ στρυφνὰ τὰ πολλὰ κατ᾽ ἀρχὰς οὐκ ἀλόγως ἅτε καὶ ξηρὰ ὄντα. ξηρότατα δὲ δοκεῖ τῶν ὑγρῶν ὧν ὀπώδης ἡ ὑγρότης ὥσπερ τῆς συκῆς κατὰ τὸ πάχος. τούτοις μὲν οὖν ὥσπερ ὑλικοί τινές εἰσι οἱ κατὰ τὰς στερήσεις ἐξ ὧν ἡ μετάβασις εἰς τὴν πέψιν, τοῖς δ᾽ οἷον οὐσία ταῦτα καὶ τέλη· πολλοὶ γὰρ καὶ πικροὶ καὶ στρυφνοὶ κατὰ φύσιν καὶ ὀξεῖς ὧν ἐξ ἀρχῆς ἧττον ἔγχυμος ἡ ὑγρότης. ἅπαντες δέ πως ἐμφαίνουσιν οἱ καρποὶ καὶ τὸν τοῦ φυτοῦ χυλὸν ὅπερ ἴσως ἀναγκαῖον ἐξ ἐκείνου γενομένους. ὠμοὶ μὲν ὄντες μᾶλλον πεπαινόμενοι δ᾽ ἧττον ἅτε καὶ τῆς ἐκκρίσεως ἀεὶ καθαρωτέρας γινομένης. καὶ τῶν μὲν τοιαύτη τις σύστασις. ἐνίων δ᾽ ὥσπερ ἄχυμος ἡ πρώτη καὶ ὑδατώδης οἷον τῶν σιτωδῶν ὥσπερ πυροῦ καὶ κριθῆς καὶ τῶν ὁμοίων. ὧν δὴ καὶ ἡ τελέωσις εὐθὺς ἐκ ταύτης λαμβάνουσα πλείους μεταβολάς. οὐ γὰρ οὐδ᾽ ἡ γλυκύτης πόρρω ταύτης ὥστε μὴ δεῖσθαι πλειόνων. δι᾽ ὃ καὶ φαίνεται διττή τις ἡ γένεσις εἶναι τῶν χυμῶν ἑκατέρα κατὰ τὰς ὑποκειμένας φύσεις· ἡ μὲν γὰρ ἐξ ἀπέπτων καὶ πλειόνων μεταβάλλουσα πρὸς τὴν τελέωσιν ἡ δὲ ὥσπερ ἄχυμος καὶ ἀειδὴς ἐν ἁπλῇ τινι γενέσει καὶ ἀλλοιώσει διὰ τὴν ὑποκειμένην φύσιν· ὧν ἑκάτερον ὡς ἁπλῶς εἰπεῖν τὸ μὲν ἐν τοῖς ἐπετείοις μᾶλλον τὸ δ᾽ ἐν τοῖς δένδροις ἐστὶν ὡς πλείονος δεομένων πέψεως. τάχα δ᾽ ἀληθέστερον ἐκείνως ἀποδοῦναι καὶ μὴ ἐπετείοις καὶ δένδροις ἀλλ᾽ ὅλως τῇ κράσει διορίζοντας· ὁποία γὰρ ἄν τις αὕτη τυγχάνῃ αἱ μεταβολαὶ συνακολουθήσουσι κατὰ λόγον· ἐπεὶ καὶ ἡ ἀμυγδάλη τὸ πρῶτον ὑδατώδης ἕως ἂν ᾖ χλωρὰ ξηραινομένη δὲ λῖπος λαμβάνει· καὶ ἄλλα δέ τινα τῶν καρυωδῶν· ὧν καὶ τὰ κελύφη στρυφνὰ τῶν δὲ καὶ ὀξέα καθάπερ τῶν ἀμυγδαλῶν ὡς ἐνταῦθα παντὸς ἐκκρινομένου τοῦ περιττωματικοῦ καὶ γεώδους. ἡ δ᾽ οὖν φύσις ἔοικεν ὥσπερ ἐκ μεμιγμένων τινῶν χυμῶν ἐκκρίνειν τῇ πέψει τὸν ἁπλοῦν ᾗ καὶ δόξειεν ἂν ἐναντίως ἢ ἐπὶ τῶν ἄλλων. ἐν μὲν γὰρ τοῖς ἄλλοις ἐκ μίξεως ἡ γένεσις ἐνταῦθα δ᾽ ὥσπερ ἐξ ἀφαιρέσεως καὶ χωρισμοῦ, καὶ ἔνθα μὲν ἐκ τῶν ἀρχῶν ἔνθα δ᾽ αὐτῆς τῆς ἀρχῆς· ἀρχὴ γὰρ τὸ γλυκὺ, τούτου δ᾽ ἡ πέψις ὡς ἁπλῶς εἰπεῖν. ἀλλὰ ταῦτα μὲν ἴσως ἄλλην τινὰ ἔχει θεωρίαν. ἔπειτα κἀκεῖνο ἄτοπον εἰ οἱ χυμοὶ πάντες ἐκ τοῦ πικροῦ καὶ γλυκέος μιγνυμένων ὥσπερ ἐκ τῶν στοιχείων τὰ σώματα. πάλιν δ᾽ αὖθ᾽ ἕτερον εἰ ἐκ μὲν τούτων μηδὲν ταῦτα δὲ ἐκ τῶν ἄλλων· οὐ γὰρ ἀρχῶν ἡ τοιαύτη φύσις· εἰ μὴ ἄρα πλεοναχῶς αἱ ἀρχαὶ καὶ κατὰ πλείους τρόπους ὅπερ ἔοικεν ὥσπερ κατὰ συστοιχίαν ἐνίων λεγομένων. ἀλλ᾽ οὖν δὴ τούτων μὲν πέρι λόγος ἕτερος. Αἱ δὲ γενέσεις τῶν χυμῶν ἐν τοῖς εἰρημένοις τρόποις ἢ ἐκ τοῦ εἴδους εἰς εἶδος ἢ ἐκ τῶν ἐναντίων εἰς τοὺς ἐναντίους ἀλλοιουμένων. κοινὴ δ᾽ ἡ ὕλη πάντων τὸ ὑγρόν· ἀλλοιοῖ δὲ καὶ ποιεῖ τὸ θερμὸν τὸ ἐν αὐτῷ καὶ τὸ τοῦ ἡλίου. τοῦτο γὰρ ὥσπερ εἴρηται μάλιστα τῶν φυτῶν οἰκεῖον οὐχ ὥσπερ τῶν ζώων τὸ ἐν αὐτοῖς· ἐπεὶ μεταβολαί γε καὶ ἀλλοιώσεις καὶ ἐν ἐκείνοις εἰσὶ τῶν χυλῶν. Δημοκρίτῳ μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις ἀπορήσειεν ἄν τις. ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι τὰ τῶν πρότερον ἀεὶ θάτερα δὲ ὑπομένειν τὰ οἰκεῖα καθ᾽ ἕκαστον, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δ᾽ ἐπεισιέναι. ἐπεὶ δ᾽ ἀδύνατον μετασχηματίζεσθαι, τὸ γὰρ ἄτο μον ἀπαθὲς, λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δ᾽ ἐξιέναι ἢ τὰ μὲν ὑπομένειν τὰ δ᾽ ἐξιέναι. ἄμφω δὲ καὶ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν. ἀλλὰ γὰρ τούτου μὲν ὑπὲρ πλειόνων ἴσως ὁ λόγος· ἁπάντων γὰρ οὕτω ποιεῖ τὰς γενέσεις οἷον οὐσίας ποσοῦ ποιότητος. τῶν δ᾽ ἄλλων ἡ ὑπὸ τοῦ θερμοῦ πέψις γινομένη τὰ μὲν ἐκκρίνει καὶ διατμίζει τὰ δὲ παχύνει καὶ συνίστησι τὰ δὲ λεπτύνει τὰ δ᾽ ὡς ἁπλῶς εἰπεῖν ἀλλοιοῖ καθάπερ καὶ ἐν τοῖς πυρουμένοις. ὅλως δὲ τοῦτο ληπτέον ὅτι πάντες ἐνυπάρχουσιν οἱ χυμοὶ δυνάμει προσιούσης δὲ μεταβολῆς τότε γίνεσθαι καὶ εἶναι κατ᾽ ἐνέργειαν· πεφθέντων δ᾽ οἱ μὲν εὐθὺς φανεροὶ τῇ αἰσθήσει καθάπερ ὁ γλυκὺς καὶ ὁ λιπαρός· καὶ γὰρ ἀποπιεζόμενος οὗτός γε ἐξ ἐνίων ῥεῖ καὶ χωρισμὸς ἔκ γε τῶν πλείστων οὕτως αὐτοῦ. οἱ δ᾽ οὐχ ὁμοίως ἔνδηλοι καθάπερ ὁ οἰνώδης ἐν τῷ μύρτῳ· ἔτι δ᾽ ἧττον ὁ λιπαρός· ἔχει γὰρ καὶ τοιοῦτον ὃς ἐφίσταται τῷ οἴνῳ σακκιζομένῳ καὶ ἀφαιροῦσιν αὐτὸν καὶ κάουσιν ἐπὶ τῶν λύχνων. ἀκρατέστεροι δὲ πάντες γίνονται χωρισθέντες τῶν περικαρπίων καὶ ὅσοι δὲ χρονίζονται μᾶλλον. τότε γὰρ ἥ τε τοῦ ὑδατώδους ἀποπνοὴ καὶ ἡ τοῦ γεώδους ὑπόστασις καὶ τὸ ὅλον ἡ τοῦ θερμοῦ τοῦ ἐν αὐτῷ δύναμις· ἐπεὶ καὶ ἀφαιρεθέντων τῶν καρπῶν ἐν αὐτοῖς τούτοις ἀλλοιοῦνται καὶ τά γε κάρυα καὶ ὅσα γε τοῦτον τὸν τρόπον ἐλαιώδη χρονιζόμενα μᾶλλον ἐξελαιοῦται διὰ τὰς εἰρημένας αἰτίας. ᾗ καὶ φανερὸν ὥσπερ ἐλέχθη δι᾽ ὅτι δυνάμει πάντες ἐνυπάρχουσι τὰς δ᾽ ἐνεργείας αἱ ἀλλοιώσεις ποιοῦσιν. εἰσὶ δ᾽ ὥσπερ ἐν αὐτοῖς τοῖς περικαρπίοις ὡρισμέναι μεταβολαὶ χωρισθέντων ὁμοίως εἴς τε τοὺς κατὰ τὰς πέψεις καὶ εἰς τοὺς κατὰ τὰς φθοράς. μάλιστα δὲ τοῦτ᾽ ἔνδηλον ἐπὶ τοῦ οἴνου· καὶ γὰρ παριστάμενος καὶ ἐξιστάμενος καὶ οἷον γηράσκων ἐν ὡρισμένοις τισὶ μεταβάλλει χυμοῖς· ἀλλοιωθεὶς γὰρ ὁ μὲν ὥσπερ κατὰ φύσιν ὁ παλαιούμενος ἐκπεπίκρωται. τοῦτο δὲ συμβαίνει δι᾽ ὅτι τὸ πότιμον ὁ ἀὴρ ἐξάγει καὶ τὸ περιέχον· ἀπιόντος γὰρ τούτου καταλείπεται τὸ γεῶδες καὶ πικρὸν. ὁ δ᾽ ὥσπερ βίᾳ καὶ παρὰ φύσιν εἰς τὸ ὀξὺ, τοῦτο γὰρ ἐναντίον. ἔχει δὲ καὶ ἐπὶ τῶν ἄλλων παραπλησίως. συμβαίνει δὲ τῷ οἴνῳ τὴν ἐκστατικὴν ταύτην ποιεῖσθαι φθορὰν ἐξ οὗπερ καὶ ἡ φυσικὴ γένεσις· ἐκ γὰρ τοῦ ὀξέος καὶ εἰς τὸ ὀξὺ καθάπερ εἰς τὴν ὕλην ἀναλυόμενον μεταβάλλει. καὶ ἀποκαθίστασθαι πάλιν συμβαίνει μὲν ὡσαύτως σπανίως δὲ καὶ μάλισθ᾽ ὅταν ἢ θαλαττωθῇ ἢ ἐπὶ τῆς τοῦ ἄστρου ἐπιτολῆς παρακινήσῃ· καὶ γὰρ τότε παραπλήσιον τὸ πάθος ἂν μὴ γένηται σφοδρόν· ἀλλ᾽ ὑπὲρ μὲν τῶν τοιούτων ἐν τοῖς ἑπομένοις οἰκειότερον ἐπελθεῖν. ἡ δὲ φθορὰ καὶ ἡ ἀλλοίωσις ἐν τεταγμένοις πάθεσιν· ἐπεὶ καὶ τὸ μὲν διαφθειρόμενον ἐξυγραίνεται πολλάκις δὲ ἐξοξύνεται γηράσκον δὲ καὶ χρονιζόμενον ἀποξηραίνεται καταλειπομένου καὶ ἐνταῦθα τοῦ γεώδους. ὅλως δ᾽ αἱ φθοραὶ πάντων ἢ καταμίξει τοῦ ἀλλοτρίου ἢ ἐκλείψει τοῦ οἰκείου διὰ χρόνον. αἱ δὲ καταμιξεις ὁτὲ μὲν τῶν ἔξω τινῶν μιχθέντων ὁτὲ δὲ τῶν αὐτοῦ νοσήσαντός τινος καὶ πλεονάσαντος. τάχα δ᾽ ἀληθέστερον εἰπεῖν ὅτι κινηθέντος τινὸς καὶ διαφθαρέντος ὑπὸ τῶν ἐκτός. οὕτως γὰρ καὶ ἡ τῶν περικαρπίων φθορὰ καὶ αὐτῶν τῶν ὑγρῶν οἷον οἴνου γάλακτος. οὐδὲν δ᾽ ἧττον τεταγμένη καὶ ἐπὶ τούτων ἡ μετάβασις· ἐναντία γὰρ πᾶσιν, αἱ δὲ ἐναντιότητες πλείους· ὥστε τοῦτο μὲν φανερόν. ἡ δὲ πέψις πάντων τῶν καρπῶν γίνεται μὲν ὑπὸ τοῦ θερμοῦ καθάπερ εἴρηται δοκεῖ δὲ τῶν ὀψικάρπων ὑπὸ τοῦ ψύχους διὰ τὴν ὥραν. πέττει γὰρ ὥσπερ ἀεὶ λέγομεν τὸ θερμὸν ἀντιπεριϊστάμενον. Ἴδιον δ᾽ ἐπὶ τῆς ἐλάας τὸ συμβαῖνον εἴπερ ἀληθές· λέγουσι γὰρ ὡς οὐδὲν πλεῖον ἴσχει τοὔλαιον μετ᾽ Ἀρκτοῦρον ἢ ὅσον λαμβάνει τοῦ θέρους· ἅμα δὲ καὶ ὁ πυρὴν τότε γίνεται σκληρὸς μεθ᾽ ὃν οὐκέτι δύνανται τὸ ὑγρὸν ἐξελαιοῦν. ὥστ᾽ εἰ μὲν τῷ φυσικῷ δεῖ πάθει καὶ συμπτώματι τὸν ὅρον λαμβάνειν τῷ πυρῆνι ληπτέον, εἰ δὲ τῇ ὥρᾳ τῇ τοῦ ἄστρου δύσει. τάχα δ᾽ ἄμφω συμβαίνει διὰ τὴν αὐτὴν αἰτίαν τοῦ μὲν οἷον πεττομένου διαμφισβητοῦσι δέ τινες τῷ εἰκότι προσάγοντες ὡς ἄτοπον τὸ μηδὲν πληθύεσθαι τῆς τροφῆς καὶ ὑδάτων ἐπιγινομένων καὶ τῇ αἰσθήσει· φανερὸν γὰρ εἶναι καὶ τῇ πιείρᾳ· λευκὰς γὰρ τριβομένας ἔλαττον ἀφιέναι· πασῶν γὰρ ἄριστα ῥεῖν τὰς ἐσχάτας συλλεγομένας καὶ κεχειμασμένας τε μάλιστα καὶ τετελεωμένας· διὰ γὰρ τὴν τελέωσιν καὶ διὰ τὸ κεχειμάσθαι τοῦ ὑδατώδους ἀφῃρημένου τὸ λοιπὸν ἐκπέττεσθαι μᾶλλον· ὁ μὲν οὖν λόγος ὁ ἀντιλεγόμενος οὗτος. ἐνδέχεσθαι δὲ δοκεῖ καὶ φαίνεσθαι πλεῖον διὰ τὸ ὑδατῶδες καὶ τὴν ἀμόργην· ἐπεὶ ὅτι γε ἔχουσι τὸ ἔλαιον πρὸ τοῦ μελανθῆναι φανερὸν καὶ ὅτι καθαρώτερον καὶ λευκότερον· ἐκ γὰρ τῶν φαυλίων ὠμῶν τὸ λευκόν· τὸ δ᾽ ἐμφαίνειν τινὰ πικρότητα τῶν λευκῶν θλιβομένων οὐδὲν ἄτοπον εἰ ὕστερον ἐκπεφθεῖσα παύεται. τοῦτο γὰρ οὐκ ὀλιγότητος καὶ πλήθους σημεῖον ἀλλ᾽ ὅτι συναπολαύει τι τοῦ πέριξ ὁ χυλὸς ὥσπερ καὶ τῶν ἀγγείων. ὅτι δὲ οὐκ ἀναμένει τὴν τοῦ περικαρπίου πέψιν φανερόν· ῥεῖ γὰρ ἐκ τῶν λευκῶν. ὥστε οὐδὲ δυνάμει καὶ ἐνεργείᾳ διαιρεῖν ἐστιν ὅτι τὴν ὕλην ἐξ ἧς μέλλει πρότερον ἔχει. τίς οὖν ἡ αἰτία καὶ τίς ὁ τρόπος εἴπερ ἀληθὲς ἢ ἁπλῶς ἢ ὡς βραχεῖ τινι πλέον; ἀμφότερα γὰρ ἄλογα μεῖζον δὲ θάτερον. ἢ πρῶτον μὲν οὐχ ἡ αὐτὴ πέψις τοῦ τε χυλοῦ καὶ τοῦ περικαρπίου πρὸς ἐδωδήν· τὸ μὲν γὰρ δεῖ προσφιλὲς εἶναι τῇ γεύσει τοῦτο δ᾽ ἐν ἀλλοιώσει τοῦ γεώδους, ὡς δ᾽ ἔνιοί φασι σήψει, καὶ γὰρ ἡ δρυπεπὴς ἐν σήψει· τὸ δ᾽ ἔλαιον αὐτῇ τῇ τοῦ χυλοῦ μεταβολῇ· τοῦτο δ᾽ ὅσῳ χαλεπώτερον οὐκ ἄλογον ὑπὸ τοῦ πλείονος θερμοῦ δημιουργεῖσθαι καὶ εὐθὺς ἀναπομίκτῳ χυλῷ τῷ γεώδει καὶ ὑδατώδει. πρὸς Ἀρκτοῦρον μὲν οὖν ἄμφω ταῦτ᾽ ἐστίν· καὶ γὰρ ἡ ὥρα θερμοτέρα καὶ ὁ χυλὸς ἀμιγέστερος. μετ᾽ Ἀρκτοῦρον δ᾽ ἐναντίως· αὔξεται γὰρ ἡ σάρξ τότε καὶ τελεοῦται. ὅτι δ᾽ οὐκ ἐν πλήθει τροφῆς οὐδ’ ἐν εὐσαρκίᾳ τῶν ἐλαῶν τὸ τοῦ ἐλαίου πλῆθος ἐκ πολλῶν φανερόν· αἵ τε γὰρ ἐπομβρίαι ποιοῦσιν ἔλαττον αἵ τ᾽ ἀρδόμεναι χεῖρον ῥέουσιν· ὧν δὲ ἡ σάρξ πολλὴ ὁ δὲ πυρὴν μικρὸς ὀλιγοέλαιοι καθάπερ αἱ φαυλίαι ὡς ἐνταῦθα τῆς φύσεως κεκμηκυίας. οὐδὲ δὴ ἐν τοῖς ψυχροῖς ἴσχουσιν ἀλλὰ σάρκα πολλήν. ὃ καὶ ἀποροῦσιν διὰ τί ἡ μὲν ἄμπελος ἐν τοῖς χειμεριωτάτοις ἔχει χυλὸν ἡ ἐλάα δ᾽ οὔ. αἴτιον δὲ τό τε νῦν εἰρημένον ὅτι εἰς τὴν σάρκα ἡ δύναμις τοῦ βότρυος δ᾽ ὁ χυλὸς ἐν αὐτῇ τῇ σαρκὶ καὶ ἔτι πρότερον ἴσως καὶ κυριώτερον ὅτι ἡ θερμότης ἡ ποιοῦσα τοὔλαιον ἀσθενής· ἦρι μὲν γὰρ οὐ γίνεται, τὸ δὲ θέρος οὐ καλὸν ἀλλὰ τὸ μετόπωρον, οὐκέτι δὲ δύναται ἐν τούτῳ κατακρατεῖν ὁ ἥλιος, ὃ καὶ σημεῖον ἄν τις λάβοι διὰ τί τοῦ θέρους γίνεται· τὸν μὲν γὰρ οἰνώδη καὶ ὑδατώδη χυλὸν δύναται τὸ ψύχος ἐκπέττειν τὸν ἐλαιώδη δ᾽ ἀδύνατον. τὰ ὕδατα δὲ τὰ ἐκ διὸς γινόμενα καὶ τὰ ἐκ τῶν ὀχετῶν ἄρδοντα τὴν σάρκα πληθύει καθάπερ εἴρηται τὸ δ᾽ ἔλαιον ἄμικτον ὥσπερ καὶ ὅταν τοῦ περικαρπίου χωρισθῇ. ἐν Αἰγύπτῳ δὲ τὸ μὲν τῶν αἰγυπτίων καλουμένων ἐλαῶν γένος τῶν πολυσάρκων τε καὶ μεγάλων ἀνέλαιόν ἐστι θάτερον δ᾽ ἐλαιῶδες· πολλὰ γὰρ εἴδη ὥσπερ ἐν ταῖς ἱστορίαις εἴρηται. περὶ μὲν οὖν τῆς τοῦ ἐλαίου γενέσεως τοιαύτην τιν᾽ ὑποληπτέον τὴν αἰτίαν. περὶ δὲ τῶν ἄλλων τῶν λιπαρῶν περὶ τούτου συμφωνεῖται ἐκ πάντων. εἰ δ᾽ ἔνια κατ᾽ ἄλλην ὥραν διαιρετέον ἢ τὰς φύσεις ἑκάστων ἢ ποῖόν τι τὸ λιπαρὸν ἢ τὸν τρόπον τῆς γενέσεως· πλὴν εἰ χρονιζόμενα καθάπερ τὰ καρυώδη· ταῦτα γὰρ δύναμιν μὲν ἔχει καθάπερ ἐλέχθη τὴν δ᾽ ἐνέργειαν ὁ χρόνος ἀποδίδωσι τοῦ μὲν ὑδατώδους ἀπογινομένου τοῦ λιπαροῦ δὲ ξυνισταμένου καὶ πεττομένου. τῶν δὲ καὶ κομιδῆ ξηρά τις ἡ λιπαρότης εἰ μὴ ἄρα καὶ ἀντιπεριϊστάμενον τὸ θερμὸν ἔν τισιν ἐνδέχεται ταὐτὸ τοῦτο ποιεῖν. Ἁπάντων δ᾽ ὅσα χυμὸν ἔχει τὰ μὲν εὐθὺ καὶ ὀσμώδη τυγχάνει τὰ δὲ πολλὰ συνεμφαίνει τινὰ γευομένοις ὀσμὴν ἔνια δὲ καὶ θλιβόμενα μόνον καὶ κινούμενα. καὶ πάλιν τὰ ὀσμώδη διαμασωμένοις καὶ γευομένοις χυμὸν σύνεγγυς τῶν αἰσθήσεων κειμένων. ἀλλὰ τρόπον τινὰ καὶ τῶν αἰσθητῶν, ᾗ καὶ οὐ κακῶς ἂν δόξειε λέγεσθαι τὸ κατὰ τοὺς χυλοὺς τελεῖν τὰς ὀσμάς· αὕτη γὰρ εἰς ἐκεῖνον φέρει τὴν δόξαν ὡς ἐχόντων τινὰ συγγένειαν καὶ ἀπὸ ταὐτοῦ πῶς γινομένων. ἃ δὴ καὶ δεῖ διελεῖν εἴ τι ἑκάτερον ἢ πως ταὐτὸ διαφέρον. οὐ μὴν ἴσως κατά γε τὰς προσηγορίας ἀποδοθήσονται πᾶσαι· πικρὰν γὰρ ὀδμὴν καὶ ἁλμυρὰν καὶ λιπαρὰν καὶ στρυφνὴν οὐκ ἂν ἐθέλοις λέγειν· οὐδὲ γὰρ οἱ χυμοὶ πάντες κατὰ τὰς ὀσμάς. ἀλλ᾽ οὐδὲν ἧττόν ἐστί πως κατάλληλα καὶ συνακολουθεῖ καὶ θατέρῳ θάτερον. ἑκάστου δὲ τῶν χυμῶν ἰδέαι πλείους οἷον γλυκέος πικροῦ τῶν ἄλλων· καὶ γὰρ μελιτώδης καὶ οἰνώδης καὶ γαλακτώδης καὶ ὑδατώδης ἐστὶν, τάχα δὲ καὶ τῷ μᾶλλον καὶ ἧττον διαφέρουσαι κυριωτάτως δὲ τῇ καταμίξει τῶν ὑποκειμένων· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ταῦτα μὲν οὖν σχεδὸν συμφωνοῦσι πάντες. ἡ δὲ τῇ γεύσει τῶν ὀσμῶν αἴσθησις οὐκ ἄλογος ἥπερ μάλιστα ἔνδηλος ἐπὶ τῶν εὐστόμων λεγομένων τῶν τε λαχανηρῶν ὥσπερ ἀνή θου μαράθου μύριδος. ἐνίων δ᾽ οὐδ᾽ ἐχόντων ὅλως ὀσμὴν καὶ ἔτι μᾶλλον ἐπὶ τῶν ξηρῶν ἀόσμων δὲ τελέως οἷον φακοῦ κνίκου τῶν τοιούτων· διαθραυόμενα γὰρ ἅμα τῇ μασήσει καὶ διαθερμαινόμενα ποιεῖ τινα ἀτμὸν ὃς ἀναπέμπεται λεπτὸς ὢν διὰ τῶν πόρων εἰς τὴν ὄσφρησιν· ἐμφαίνεται δὲ καί τινων διαμασωμένων χυμός. ὡς ἐπὶ πᾶν δὲ τά γ᾽ εὔοσμα πάντα πικρά· τούτου μὲν οὖν τὴν αἰτίαν ὕστερον λεκτέον. ἔοικε δὲ δυοῖν ὄντοιν ἐναντίων οἷον τοῦ τε γλυκέος καὶ πικροῦ τὸ μὲν οἷον εὐχυλίας ἀρχὴ τὸ δ᾽ εὐοσμίας εἶναι καὶ τρόπον τινὰ μᾶλλον τὸ πικρὸν τῆς εὐοσμίας. εὔοσμον γὰρ ἔργον λαβεῖν μὴ πικρὸν εὔχυμα δὲ πολλὰ καὶ μὴ γλυκέα. σχεδὸν δὲ ταῦτα καὶ ὀσμώδη κατὰ τὴν γεῦσιν καὶ τὴν πρόσφοραν ἡ δὲ γλυκύτης σπανίως καὶ ἥκιστα εὔοσμον ὡς οὐ μιγνυμένων ἅμα τοῦ γλυκέος καὶ εὐόσμου· καίτοι ἄμφω γε διὰ πέψεως. ἀλλὰ περὶ μὲν τούτων ὕστερον. Ἐπεὶ δ᾽ οἱ χυμοὶ πλείους ἀπορήσειεν ἄν τις διὰ τί ποτ᾽ οἱ μὲν ἄλλοι πάντες ἐν τοῖς φυτοῖς καὶ καρποῖς γίνονται, καὶ γὰρ πικρὸς καὶ δριμὺς καὶ ὀξὺς, ὁ δ᾽ ἁλμυρὸς οὐκέτι· οὐδὲν γὰρ τῶν φυομένων ἁλυκὸν ὥστε καὶ ἐν ἑαυτῷ τοιοῦτον ἔχειν τὸν χυλὸν ἀλλ᾽ ἐν τοῖς περὶ τὰ ἔξω γίνεταί τις ἁλμυρὶς οἷον καὶ τοῖς ἐρεβίνθοις, αὐτοὶ δὲ γλυκεῖς. αἴτιον δ᾽ ὅτι ἄτροφον καὶ ὥσπερ ἀγέννητον τὸ ἁλμυρόν. σημεῖον δ᾽ ὅτι οὐδὲ φύεται οὐδὲν ὡς εἰπεῖν ἐν ταῖς τοιαύταις χώραις· διεσθίει γὰρ καὶ ἐξαιρεῖται τὰς δυνάμεις ὥστε κωλύειν τὴν σύστασιν. ὃ δὲ καὶ τοῖς ἄλλοις τούτου αἴτιον εὔλογον μηδὲ καθ᾽ αὑτὸ γεννᾷν· ἐπεὶ καὶ τὰ ἐν τῇ θαλάττῃ φυόμενα γλυκύτητί τινι καὶ ἑτέροις χυμοῖς φύεται καὶ συνίσταται καθάπερ ἰχθῦς καὶ τἆλλα ζῶα τὰ ἐν αὐτῇ. καθόλου μὲν οὖν τοιαύτη τις ἡ αἰτία· δεῖ γὰρ ἐξ οὗ τι μέλλει γίνεσθαι μεταβλητικὸν εἶναι· τὸ δ᾽ ἁλμυρὸν ἀσαπὲς καὶ ἀμετάβλητον δι᾽ ὅπερ οὔτε φύεται οὐδὲν ἐξ αὐτοῦ οὔτε αὐτοτελὲς οὐδέν. ὅλως δὲ ἐν τοῖς καθ᾽ ἕκαστα καὶ ἐν τοῖς παρακολουθοῦσι καὶ τὰ τοιαῦτα δόξειεν ἂν συμφωνεῖν· οἷον ὅτι ὁ ἥλιος καὶ τὸ ἐν ἑκάστῳ θερμὸν ἕλκει τὸ κουφότατον καὶ τὸ τροφιμώτατον· τὸ δ᾽ ἁλμυρὸν βαρὺ φύσει καὶ ἄτροφον ἔπειτα ἀσαπὲς καὶ ἀναλλοίωτον· καταλειπόμενον οὖν καὶ οὐ συνελκόμενον ὑπὸ τῶν ῥιζῶν οὐκ ἀναμίγνυται τοῖς φυτοῖς· ἔτι δ᾽ ἐπείπερ ἀπερίττωτον τὸ φυτὸν οὐδ᾽ ἐπισπᾶσθαι καὶ ἕλκειν εἰκὸς τὸ ἄτροφον· ἔδει γὰρ καὶ ἔκκρισίν τινα γίνεσθαι καὶ διὰ τοῦτο ἥκιστά τε ὑπὸ τοῦ ἡλίου ἀνάγεσθαι καὶ ἐπιπολάζειν. πανταχοῦ γὰρ πλατέα καὶ μεγάλα τοῖς ὑγροῖς ἐπιφέρεσθαι ἀσύμπλεκτα δὲ καὶ ἄκολλα διὰ τὸ μηδὲν ἔχειν σκαληνὲς ἀλλὰ γωνοειδῆ τε εἶναι καὶ πολυκαμπῆ. ταῦτα μὲν εἰ κωλύει πρὸς τὴν τῶν φυτῶν κατάμιξιν ἔξεστι σκοπεῖν. πρὸς δὲ τὰ πρότερον εἰρημένα ζητήσειεν ἄν τις περὶ τὰ καθόλου λεχθέντα διὰ τί ποτε ἐνίοις ἐγγίνεταί γε καὶ πόθεν ἡ ἁλμυρίς. εἰ μὲν γὰρ ἐν αὐτοῖς ὑπάρχει δῆλον ὡς οἰκεῖον ἄν τι τῆς τροφῆς εἴη καὶ τῆς φύσεως· εἰ δ᾽ ἔξωθεν ἐπιγίνεται καὶ τοῦτο μὲν ἧττον ἐκεῖνο δ᾽ ἄν τις ὁμοίως ἀπορήσειε πόθεν καὶ ὑπό τινος· ἀνάγκη γὰρ ἐκ τοῦ ἀέρος ἢ ἐκ τῆς ἀτμίδος τῆς ἀναφερομένης ἢ κατὰ τὰς ῥίζας ἑλκυσθὲν ἐξανθεῖν οἷον περίττωμά τι. φαίνεται δ᾽ ἡ ἅλμη καὶ ὅλως τὸ ἁλμῶδες ἐπιπολάζειν. εἰ μὲν οὖν οὕτω φανερὸν ὅτι ἕλκοιεν ἂν εἰ δ᾽ ἐκείνως ἄτοπον διὰ τί μόνον ἐπικαθίζει τούτοις οἷόνπερ ἐρεβίνθῳ καὶ ἁλίμῳ καὶ τοῖς τοιούτοις. ὅσα γὰρ ἁλμᾷ νοσηματικῶς ὥσπερ ἡ ῥοδωνία καὶ ἄλλ᾽ ἄττα περὶ τούτων ἕτερος λόγος, τῷ δ᾽ ἐρεβίνθῳ καὶ οἰκεῖον φαίνεται καὶ χρήσιμον· ἀποπλυθέντων γοῦν ὅταν ἀνθοῦσιν ἐφύσῃ καὶ ἄρτι συνισταμένοις ἀπόλλυνται καὶ διαφθείρονται σφακελίσαντες ὥστε πρὸς σωτηρίαν ἡ φύσις ἐπάγοιτ᾽ ἂν τὰ τοιαῦτα ὡς συγγενῆ. φαίνεται δὲ καὶ ὅλως τινὰ ἔχειν τοιοῦτον χυλὸν ἔν τε τοῖς φύλλοις καὶ τοῖς κλωσὶν ὃς καὶ ἀποπλυθέντων ὅλως ἔνδηλός ἐστι κατὰ τὴν γεῦσιν οὐ μόνον ἐν τούτοις ἀλλὰ καὶ ἐν αὐτῷ τῷ καρπῷ. δῆλον δὲ τοῦτο ἐν τῇ γεύσει γίνεται ἐάν τις ἐπὶ τὴν γλῶτταν ἐπιθῇ μὴ διαμασησάμενος ὅλως· ἐν τῷ κελύφει γὰρ ἡ ἁλμυρὶς οὐκ ἐν τῷ ἐντὸς ἣ καὶ συνδιατηρεῖ πρὸς τὸ ἄκοπον εἶναι. καὶ φαίνεται τὴν αὐτὴν ἔχειν τάξιν ἥπερ καὶ πεφυκότος· καὶ γὰρ ἐν ἀμφοῖν ἔξω καὶ ὥσπερ φυλακῆς χάριν· χλωροῦ μὲν οὖν ὄντος ἐν τῷ καυλῷ καὶ λοβῷ καθάπερ εἴρηται. ξηραινομένου δὲ καὶ τὸ κέλυφος λαμβάνει τοιοῦτον χυλὸν ὥσπερ ἐκκρινόμενον ἀπὸ τοῦ ἐντός· ἔξω γὰρ ἀφίστασθαι τὰ τοιαῦτα εὔλογον ὡς ἂν ἀλλότρια καθάπερ καὶ ἐν τοῖς σικύοις ἡ ἐν τῷ χνοῒ πικρότης, καὶ ὡς ἐν Καρίᾳ φασὶν ἄπιόν τιν᾽ ἔχειν χνοῦν ἁλμώδη θαυμαστῶς ὥστε ἐὰν μὴ ἀποπλύνῃ τις μὴ δύνασθαι ἐσθίειν. οὐδὲν δὲ ἄτοπον οὐδ᾽ εἰ πλείω τοιαῦτ᾽ ἐστίν. ἐπεὶ οὐδὲ τοῦτο πόρρω τῶν εἰρημένων οἷον τὸ ταῖς βαλάνοις ἐπὶ τῶν ἄκρων τὴν πικρίαν εἶναι καὶ τοῖς βολβοῖς ἐν τῇ καλουμένῃ κορυφῇ καὶ τοῖς σκόρδοις τὴν δριμύτητα ἐν τῷ διήκοντι τῆς γελγίδος· πλὴν ταῦτα μὲν ὡς καθ᾽ ὁμοιότητά τινα εἰρήσθω. ὅτι δὲ φαίνεται φυσικόν τι καὶ συγγενὲς ἐκεῖθεν δῆλον· ὅπου γὰρ ἂν σπαρῇ καὶ φυῇ πανταχοῦ λαμβάνει τὴν ἁλμυρίδα κἂν μὴ τὸ ἔδαφος ᾖ τοιοῦτον· ἐπεὶ καὶ τά γ᾽ ἐν τοῖς ἁλμώδεσι φυόμενα τὸ ἔχειν ἁλμυρίδα τινὰ οὐκ ἄλογον ὥσπερ ἄλλα τε καὶ τὸ ἅλιμον, ἔνια δὲ καὶ εὐχυλότερα καὶ βελτίω γίνεσθαι καθάπερ τὴν ῥάφανον· ἐξεσθίει γὰρ αὕτη τὴν δριμύτητα καὶ τὴν πικρότητα τὴν ἐνυπάρχουσαν ἅμα δὲ καὶ εὐμέριστόν τινα ποιεῖ παραιρουμένη τὴν ὑγρότητα τὴν πλείω· δεινοὶ γὰρ οἱ ἅλες ἀφελεῖν· ἐμφανὲς δὲ τοῦτο καὶ ὠμῆς οὔσης· πίπτουσαν γὰρ ἐπὶ τὴν γῆν ἔνια θραύεσθαί φασιν. ὅταν οὖν τοιαύτη καὶ οὕτως ἔχουσα παραδοθῇ τῷ πυρὶ κατὰ λόγον ἤδη τοῦ χυλοῦ εἶναι γλυκεῖαν καὶ ἁπαλήν. ἐπεὶ καὶ οἱ τὸ λίτρον ἐμβάλλοντες τοῦτο βούλονται ποιεῖν ἀλλ᾽ ἐξ ὀλίγου ποιοῦσιν, ἡ δὲ φύσις ἐκ πολλοῦ καὶ κατὰ μικρὸν ποιήσασα τοιαύτην ἀπέδωκεν. ὅθεν οὐδὲ τοῦτο ἄλογον τὸ περὶ τροπὰς καὶ περὶ τὸ ἄστρον ἐνιαχοῦ καὶ ὅλως τοῦ θέρους εἶναι βελτίω καθάπερ ἐν Ἐρετρίᾳ· τότε γὰρ μᾶλλον ἡ ἁλμυρὶς ἐργάζεται καὶ κρατεῖ αὐτὴ μὲν οὖσα πλείων τῆς δ᾽ ὑγρότητος ἐλάττονος γινομένης ἐν ἐκείνῃ· κατὰ λόγον δὲ καὶ τὸ ἐν Αἰγύπτῳ καὶ τὸ ἐν ἅπασι τοῖς τοιούτοις τόποις εἶναι χρηστήν. ἀλλὰ γὰρ ταῦτα μὲν ἴσως ἐπὶ πλέον εἴρηται. ἡ δ᾽ ἁλμυρὶς εἴθ᾽ ὑπὸ τῶν ῥιζῶν ἕλκεται εἴθ’ ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος ἀναφέρεται κατ᾽ ἀμφοτέρους τοὺς τρόπους οὐκ ἂν ἀκίνητον ἀπὸ τῆς γῆς εἴη περὶ οὗπερ ἦν ὁ ἐξ ἀρχῆς λόγος. ἀλλὰ περὶ μὲν τούτων ἅλις. Ἐκεῖνο δ᾽ ὡς οἰκεῖον τῶν χυλῶν πειρᾶσθαι δεῖ διαιρεῖν οἷον ποῖον μᾶλλον καθ᾽ ἕκαστον γένος ἢ τὸ ξηρὸν ἢ τὸ ὑγρὸν, ὥσπερ ὁ ὀξὺς ὑγροῦ δοκεῖ μᾶλλον καὶ ὁ αὐστηρὸς ὁ δὲ δριμὺς ξηροῦ καὶ ὁ γλυκύς· παχυνόμενα δ᾽ οὖν τὰ ὑγρὰ γλυκύτερα. ὁ δὲ πικρός τάχα δὲ οὐθὲν ἂν ταῦτα διαφέροι γινομένων γε πάντων ἐξ ἀμφοῖν εἰ μὴ αὐτῶν τούτων θάτερον μᾶλλον ὑλικόν. οὕτω δὲ πάντες ἀπὸ τοῦ αὐτοῦ καί εἰσιν ὥσπερ ἐλέχθη πάντες ἐν ξηροῖς. ἀλλὰ τοὺς μὲν ἀποχωρίζομεν αὐτῶν καθάπερ τοῦ βότρυος καὶ τῆς ἐλάας· τοῦτο δὲ οὐ πρὸς τὴν χρείαν ὁρῶντες. ἐνίους δὲ καὶ ὕδωρ ἐπιχέοντες λαμβάνουσιν ὥσπερ τοὺς ἀπὸ τῶν ἀκροδρύων καὶ σύκων· τοὺς δὲ καὶ ἐξίσταντες τῆς φύσεως καὶ ὑποσήποντες εἰς χυλοὺς ἄγουσι ποτίμους οἷον ὡς οἱ τοὺς οἴνους ποιοῦντες ἐκ τῶν κριθῶν καὶ τῶν πυρῶν καὶ τὸ ἐν Αἰγύπτῳ καλούμενον ζῦθος. ἁπάντων δὲ τούτων αἱ μὲν ἀρχαὶ καὶ αἱ δυνάμεις φυσικαὶ τὰ δὲ γινόμενα τέχνης μᾶλλον καὶ συνέσεως. ἀλλὰ περὶ μὲν τῶν ἀπὸ διανοίας καὶ τέχνης γινομένων αὐτὰ καθ᾽ αὑτὰ δεῖ θεωρεῖν, τῶν δὲ φυσικῶν χυλῶν τὰ πάθη καὶ τὰς γενέσεις ἐκ τῶν εἰρημένων θεωρητέον. ὑποκειμένων δ᾽ οὖν καὶ δεδειγμένων τούτων ἀπορήσειεν ἄν τις διὰ τί ποτ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσιν ἡ εὐχυμία καὶ ἡ εὐοσμία γίνεται πᾶσιν ἀλλὰ τοῖς μὲν ἐν τοῖς ἄνω τοῖς δὲ ἐν τοῖς κάτω καὶ περὶ τὰς ῥίζας. καὶ οὐδὲ τῶν ἄνω πάντων ἐν τοῖς αὐτοῖς ἀλλὰ τῶν μὲν ἐν τοῖς περικαρπίοις τῶν δὲ ἐν τοῖς φύλλοις τῶν δὲ ἐν τοῖς ἄνθεσι καὶ τοῖς κλωσὶν, καὶ μᾶλλον αἱ ὀσμαὶ τῶν χυμῶν· ἐπεὶ καὶ ἐν τοῖς φλοιοῖς ἐνίων· ἐπὶ δὲ τῶν εὐόσμων ὅλως ἥκισθ᾽ ὡς εἰπεῖν εὔοσμα τὰ ἄνθη καθάπερ ἑρπύλλου σισυμβρίου ἑλενίου· καίτοι κατὰ λόγον ἦν ὃ καὶ τοῖς ἄλλοις εὐοσμότατον ἀόσμοις οὖσι τοῦτο καὶ ἐν τοῖς εὐόσμοις εὐωδέστατον εἶναι. θαυμαστὸν δὲ καὶ τὸ ἐνίων τὸ μὲν ἄνθος ἥδιστον ὄζειν τῶν δ᾽ ἄλλων μορίων ὅλως μηδὲν ὥσπερ ἐπὶ τῶν ἴων καὶ τῶν ῥόδων. ἔχει δὲ καὶ τὸ πρῶτον λεχθὲν ἀπορίαν ὅσων ἐν ταῖς ῥίζαις ἡ εὐχυμία καὶ ἡ εὐοσμία τυγχάνει· ἄμφω μὲν γὰρ ταῦτα πέψει γίνεται. τὸ δὲ πλείστην ἔχον καὶ ἀεὶ καινὴν τροφὴν ἀφ᾽ οὗ τοῖς ἄλλοις ἡ διάδοσις ἥκιστ᾽ εὔλογον εἰς πέψιν ἥκειν ἢ εὐχυλίας ἢ εὐοσμίας ὡς οὐδὲ τῶν ζώων αἱ κοιλίαι. περὶ δὴ τούτων καὶ τῶν τοιούτων ἀρχῇ χρωμένους τῇ πολλάκις εἰρημένῃ δι᾽ ὅτι πέψει τινὶ ταῦτα γίνεται τὸ μετὰ τοῦτο δεῖ λαβεῖν ἐπὶ τοῦ τευτλίου λεχθὲν τὸ πρῶτον ὅτι αἱ ῥίζαι ὡς κοιλίαι τοῖς φυτοῖς εἰσι πάντως διὰ τὸ τὴν τροφὴν ἀλλοιοῦσθαί πως ἐν αὐταῖς. εἰ δὲ μὴ τοῦτό τις θείη ἀλλ᾽ ἐκεῖνό γε φανερὸν ὡς οὐκ ἔχουσιν οὐδὲν περίττωμα δύναμιν δὲ ἔχουσιν εἰς τὸ πέττειν. τοιαύτας δ᾽ οὔσας οὐδὲν κωλύει εὐχυμίαν καὶ εὐοσμίαν ἔχειν ὅσαι κρᾶσιν εἰλήφασι τοιαύτην. ἐπεὶ καὶ ἐν ταῖς τῶν ζώων κοιλίαις περιττώματα ἔχουσιν ὅμως ὕπεστιν ὑγρότης εὐχυλία τις οὖσα καὶ πέψις ὡς μάλιστα τῆς τοιαύτης ἀλλοιώσεως ἐνταῦθα γινομένης. καὶ ἐπὶ τῶν δένδρων ὅσα πίονα τυγχάνει καθάπερ ἡ πεύκη· πᾶσα γὰρ ἔνδᾳδος ταῖς ῥίζαις ὥσπερ ἐλέχθη καὶ πρότερον· αἴτιον δ᾽ ὅπερ ἐπὶ τῶν ζώων ὅτι τὸ διαθερμαινόμενον ἀεὶ καὶ πεττόμενον καθαρώτατον ὂν προσίζει καὶ ἀθροιζόμενον καὶ πυκνωθὲν ἐποίησέ τινα πιότητα. τὸ δὲ ἰὸν εἰς τὰ ἄνω μέρη τροφὴ γίνεται τοῖς ὑπὲρ γῆς οὐ διὰ τῆς πιότητος ταύτης ἀλλ᾽ ἔχον τινὰς ἑτέρους πόρους· ἐπεὶ πάντων γε δᾳδωθέντων ἀπόλλυται τὰ δένδρα καθάπερ ἐλέχθη συμπνιγόμενα καὶ οὐδεμίαν ἔχοντα δίοδον τῷ πνεύματι. τοῦτο δὲ συμβαίνει καὶ ἐπὶ τῶν ζώων ὅσα διαπιαίνεται· ξυμφράττονται γὰρ οἱ πόροι διὰ τὴν πυκνότητα τῆς πιμελῆς ὥστε μὴ διϊέναι εἰς τέλος τὴν πνοήν· οἷς μὲν οὖν μὴ ἔνεστιν ὅλως λιπαρότης καὶ πιότης ἢ αὕτη μὴ πολλὴ μηδὲ σωματώδης τούτοις οὐ γίνεται τοιαύτη πάχυνσις· οἷς δ᾽ ἔνεστι γίνεται κατισχυού- σης τῆς θερμότητος. παρόμοιον δὲ τούτῳ καὶ τὸ περὶ τὴν οὐλότητα τῶν ξύλων ἐστίν· οὐλότερα γὰρ ἀεὶ τὰ μὲν ἐν τοῖς στελέχεσιν τῶν ἄνω, τούτων δὲ αὐτῶν τὰ κάτω καθάπερ καὶ πυκνότατα καὶ παχύτατα. συμβαίνει δὲ τοῦτο διὰ τὸ μᾶλλον καταλύειν καὶ ξυνίστασθαι τὴν τροφὴν ὥσπερ ὅλως καὶ ἡ εἰς βάθος αὔξησις· ἡ δ᾽ εἰς τὸ ἄνω διϊοῦσα πρὸς τὴν βλάστην καὶ τὸ μῆκός ἐστιν. ἐφισταμένης οὖν καὶ ὥσπερ εἰλουμένης ἐνταῦθα καὶ ἡ πυκνότης καὶ ἡ οὐλότης γίνεται τῶν ξύλων, ἐκείνη δὲ ἀεὶ διΐεται πρὸς τὸ πόρρω. δι᾽ ὃ καὶ οὐκ ἐν τοῖς νέοις ἐστὶν οὐλότης ἅτε καὶ ἐπ᾽ αὔξησιν ὡρμηκότων ἀλλ᾽ ὅταν στῇ τὰ τοῦ μήκους ὥσπερ ἐπὶ τῶν ζώων. ἡ αὐτὴ δὲ καὶ σύνεγγυς αἰτία καὶ διὰ τί δᾷδα καὶ πίτταν καὶ ῥητίνην ὅλως οὐκ ἔχει τὰ νέα· καταναλίσκεται γὰρ ἡ τροφὴ πᾶσα πρὸς τὴν αὔξησιν καὶ καρπογονίαν· ὕστερον γὰρ ἐκδᾳδοῦνται καὶ ὅλως τὴν τοιαύτην ὑγρότητα μετὰ τὴν καρπογονίαν λαμβάνουσιν ὥστε γε καὶ πλῆθος εἰπεῖν· τότε γὰρ οἷον περίττωμα γίνεται τοῦτο φυσικὸν ἀφῃρημένης μὲν τῆς εἰς τὸ μῆκος ὁρμῆς, ἰσχυόντων δὲ μᾶλλον τῶν ῥιζῶν καὶ τοῦ ὅλου δένδρου. τοῦτο μὲν οὖν διὰ τὸ συγγενὲς τῆς αἰτίας ἔλαβε τὴν χώραν ταύτην. ἡ δ᾽ εὐχυμία καὶ ἡ γλυκύτης καὶ ἡ εὐοσμία ἐνίων ῥιζῶν ἄνευ τῶν ἄλλων μερῶν διὰ τὴν εἰρημένην αἰτίαν γίνεται. φανερὸν δὲ καὶ ἐπὶ τῶν ἐλαττόνων ἐστὶν οἷον ποιωδῶν καὶ λαχανωδῶν καὶ ἐνίων ὑληματικῶν ὧν αἱ μὲν ῥίζαι γλυκεῖαι τὰ δὲ ὑπὲρ γῆς οὐχ ὅμοια, λέγω δ᾽ οἷον ἀγρωστίδος κυπείρου τευτλίου σελίνου ἱπποσελίνου τῶν ἐν ταῖς λίμναις καὶ τῶν ἐν τοῖς ποταμοῖς τούτων φυομένων ἐδωδίμων· αἱ μὲν γὰρ ῥίζαι γλυκεῖαι πολλῶν καὶ ἐδώδιμοι καὶ οἱ καυλοὶ τὰ φύλλα δ᾽ οὔ. τὸ δ᾽ αἴτιον ἐπὶ πάντων τῶν τοιούτων ἐν δυσίν. ἢ γὰρ ὑγρότερα καὶ ὑδατωδέστερα καθάπερ ἐπὶ τοῦ τευτλίου καὶ τῶν λιμναίων· ἅμα γὰρ ὑδατώδη καὶ λεπτὰ καὶ οὐκ ἔχει πέψιν μὴ ἔχοντα δ᾽ οὐδὲ χυλὸν ἔνδηλον εἰς ἡδονὴν, ἡ δὲ ῥίζα καὶ ὁ καυλὸς ἔχουσιν. ἢ πάλιν διὰ ξηρότητα τῶν ἄνω καθάπερ ἡ ἄγρωστις καὶ ἁπλῶς πάντα τὰ καλαμώδη· ξηρὰ γὰρ τὰ ἐπάνω τὰ κάτω δ᾽ ἔνυγρα· χυλὸς δὲ οὔτε ἐν ξηρότητι οὔτε ἐν ὑγρότητος πλήθει δι᾽ ὃ καὶ τῆς ἀγρωστίδος καὶ τοῦ σισυριγχίου καὶ τῶν ἄλλων τῶν τοιούτων αἱ μὲν ῥίζαι γλυκεῖαι τὰ δ᾽ ἄνω ξηρὰ καὶ οὐχ ἡδέα καθάπερ ἄχυλα. ταὐτὸ δὲ καὶ ἐπὶ τῶν σελίνων καὶ ἱπποσελίνων· αἱ μὲν γὰρ ῥίζαι σαρκώδεις καὶ εὔστομοι τὰ δὲ φύλλα ξηρότερα καὶ ὥσπερ δριμύτερα· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἅπαντα δ᾽ ὡς εἰπεῖν ἐν ταύταις ταῖς αἰτίαις ἐστὶ, δι’ ὃ καὶ ὅπου πλείων εὐτροφία καὶ τὰ ἄνω τῶν φύσει ξη ρῶν ἐδώδιμα καθάπερ ἐν Αἰγύπτῳ τοῦ καλάμου τοῦ ἐν τοῖς ἕλεσιν· ἔχει μὲν γάρ τινα γλυκύτητα καὶ ἄλλος ἐπὶ τῶν ἄκρων ἀλλ᾽ ἐπὶ βραχὺ πάντως ἐκεῖνος δὲ διὰ τὴν εὐτροφίαν ἁπαλός τε ἐπὶ πλεῖόν ἐστι καὶ γλυκύς. ἔχουσι δὲ καὶ αἱ ῥίζαι τὴν γλυκύτητα μέχρι οὗ ἂν ξηρανθῶσι ἀναξηρανθεῖσαι δὲ οὐκέτι· τὸ γὰρ ξηρὸν οὔτε ἐδώδιμον οὔτ᾽ ἔγχυμον δι᾽ ὃ καὶ τῶν καυλῶν ἀκμή τις. ἡ δ᾽ ὀσμὴ σχεδὸν ἀνάπαλιν ἐπί γε τούτων· χλωραὶ μὲν γὰρ οὐκ ὄζουσιν ἢ οὐχ ὁμοίως ἀποξηρανθεῖσαι δ᾽ ὄζουσιν ὥσπερ καὶ τῆς ἴριδος καὶ ἡ τῶν καλάμων δὲ καὶ σχοίνων καὶ ἁπλῶς τῶν ἐνύγρων. ἐπεὶ καὶ τὸ κύπειρον καίπερ ὀσμῶδες ὂν καὶ μὴ ξηρὸν ὂν ἧττον ὄζει πρόσφατον. ἀκμὴ δέ τις καὶ τούτων ὥστ᾽ ἀπομαραινόμενα μᾶλλον ἀοσμότερα γίνεσθαι. ἀλλὰ τοῦτο μὲν ὥσπερ σύμφωνον οἱ δὲ χυμοὶ καὶ ἐν τοῖς ἄλλοις ὁμοίως ἔχουσι τὰς δυνάμεις. ἐνίων γὰρ ἐν ταῖς ῥίζαις μάλιστά εἰσι καθάπερ τῶν δριμέων οἶον σκόρδων κρομύων ῥαφανίδων ὡσαύτως δὲ καὶ τῶν φαρμακωδῶν· ἅπασαι δὲ καὶ αὗται σαρκώδεις οὐ μὴν ἀλλὰ διαμένουσιν αἱ δυνάμεις τῶν φαρμακωδῶν ἀποξηραινομένων μέχρι τινὸς, εἶτ᾽ ἀκμάζουσιν· ἐπεὶ τὸ ὅλον γ᾽ ἰσχυρότεραι ξηρανθεῖσαι διὰ τὸ ἀφῃρῆσθαι τὸ ὑδατῶδες· οὕτω γὰρ καὶ οἵ γ᾽ ὀποὶ πάντες χρήσιμοι καὶ σωματωθέντες· ἡ δὲ σωμάτωσις ἐκκρινομένου τοῦ ὑδατώδους, δι᾽ ὃ καὶ παρασκευάζουσιν αὐτοὺς τὰ μὲν ἐγχυλίζοντες καὶ ξηραίνοντες τὰ δ᾽ ἐντέμνοντες ὅπως ὁ ἥλιος καὶ ὁ ἀὴρ πήξῃ καθάπερ τὰς ῥητίνας καὶ ὅσα ἄλλα τοιαῦτα καὶ τὸν λιβανωτὸν καὶ τὴν σμύρναν καὶ τὸν ὀπὸν τοῦ σιλφίου. ἔστι δὲ καὶ τῶν μὲν καὶ ἄνω καὶ ἐν ταῖς ῥίζαις ἡ ἐντομὴ καθάπερ φαρμακωδῶν τέ τινων καὶ τοῦ σιλφίου· καὶ γὰρ ἡ ῥίζα καὶ ὁ καυλὸς ἐντέμνεται καὶ ἑκατέρωθεν ὁ ὀπός· τῶν δὲ μεμερισμένη τῶν μὲν ἐν ταῖς ῥίζαις τῶν δὲ ἐν τοῖς καυλοῖς ὡς ἂν ἔχωσιν ἑκάτερα τῆς φύσεως· ἐὰν μὲν τὰς ῥίζας εὐχυλοτέρας ταύτας ἐὰν δὲ τὰ ἄνω τοὺς καυλούς· ἐπεὶ ὧν γε ξηραὶ καὶ ξυλώδεις οὐκ ὀπίζουσιν. ὁμοίως δὲ καὶ τῶν αὐτομάτως ἐπιπηγνυμένων δακρύων οἷον ἐπί τε τῆς σχίνου κἀν ἀκάνθαις τισὶ καὶ ἐπὶ τῶν δένδρων διαδίδωσι ὥσπερ ἀμυγδαλῆ καὶ ἡ ἄρρην ἐλάτη καὶ τέρμινθος· τούτων δὲ καὶ τὰ μὲν καὶ εὔστομα καὶ εὐώδη τὰ δ᾽ ἄχυμα καὶ ἄοσμα καθάπερ τὸ κόμμι τὸ τῆς ἀκάνθης τῆς ἐν Αἰγύπτῳ. καλοῦσι δὲ τὰ μὲν ὀποὺς τὰ δὲ δάκρυα, κοινότερον δὲ ὀπὸς, διαφέρει δὲ ἴσως οὐδέν· ἐπεὶ τό γε κοινότατον ἀνωνύμως λεγόμενον ἡ ὑγρότης ἡ οἰκεία καθ᾽ ἕκαστον πέψιν ἔχουσα. διὰ δὲ τὸ σωματωδεστέρας εἶναι καὶ γλίσχρας τὰς δ᾽ ὑδατώδεις ἀγλίσχρους τῶν μὲν γίνεται πῆξις τῶν δ᾽ οὔ. πρὸς ἐνίας δὲ καὶ παρεμβάλλουσί τι τοῦ πῆξαι καὶ συλλέγειν. Ὅτι δὲ τὰ μὲν ἐν ταῖς ῥίζαις τὰ δ᾽ ἐν τοῖς καυλοῖς τὰς δυνάμεις ἔχει ταύτας ἐκείνην χρὴ τὴν αἰτίαν ὑπολαβεῖν τὴν μικρῷ πρότερον λεχθεῖσαν ὡς ἡ φύσις ἑκατέρων σύμμετρος εἰς τὴν δύναμιν ἔνθα μὲν ὑγρὸν ἱκανὸν ἔνθα δὲ ἔλαττον ἔχουσα καὶ ξηρὸν ὡσαύτως, ἔτι δ᾽ ὡς ἡ οὐσία μᾶλλον ἐφ᾽ ἑκάτερα ῥέπει. καὶ γὰρ ἐπὶ τῆς αὐξήσεως καὶ τοῦ μεγέθους τοῦτ᾽ ἐστί· τὰ μὲν ἐν τοῖς ἄνω τὰ δ᾽ ἐν ταῖς ῥίζαις ἔχει μᾶλλον. οἱ μὲν γὰρ σίκυοι καὶ κολοκύνται καὶ ἄλλ᾽ ἄττα πλείω τὰ ἄνω μείζω ῥίζαν δὲ μικρὰν ἔχουσι, σκίλλα δὲ καὶ βολβὸς καὶ ἁπλῶς τὰ κεφαλόρριζα τὰ μὲν ἄνω λεπτὰ καὶ ἀσθενῆ τὰς δὲ ῥίζας μεγάλας καὶ σαρκώδεις. οἷς δ᾽ ἐνυπάρχει δριμύτης ἢ καὶ ἄλλη τις τοιαύτη δύναμις ἐν ταῖς ῥίζαις γίνεται μᾶλλον ὥσπερ τοῖς κρομύοις καὶ τοῖς σκόρδοις καὶ ταῖς σκίλλαις· τοῦτο δ᾽ εὐλόγως ἐνταῦθα τῆς φύσεως ὡρμηκυίας μᾶλλον· ἀκολουθοῦσι γὰρ ταύτῃ καὶ αἱ δυνάμεις ὃ καὶ ἐπὶ τῶν φαρμακωδῶν ἐστὶ σχεδὸν τῶν πλείστων. αἱ γὰρ ῥίζαι φαρμακωδέστεραι καὶ μᾶλλον ἔχουσι τὴν δύναμιν· ἡ δ᾽ αἰτία ἐν δυοῖν ἐκείνοιν ἅπερ εἴρηται τῷ τε μὴ κάθυγρα καὶ τῷ μὴ κατάξηρα γίνεσθαι. τὰ μὲν γὰρ οὐκ ἔχει πέψιν διὰ τὸ πλῆθος τὰ δ᾽ οἷον ὕλην εἰς τὴν πέψιν διὰ ξηρότητα. πέψις δὲ ἑκάστων ἐστὶν ὥσπερ εἴρηται πρὸς τὴν οἰκείαν φύσιν καὶ δύναμιν. ὅτι μὲν οὖν ὥσπερ ἐναντίως τῶν μὲν ἄνω τῶν δὲ κάτω συμβαίνει τοὺς χυμοὺς καὶ τὰς ὀσμὰς καὶ ἁπλῶς τὰς τοιαύτας δυνάμεις ἐκ τῶν εἰρημένων δεῖ θεωρεῖν. ὅτι δ᾽ οὐκ ἐν τοῖς αὐτοῖς μέρεσι τοῖς ἄνω πᾶσιν οὔθ᾽ οἱ χυμοὶ τυγχάνουσιν οὔθ᾽ αἱ ὀσμαὶ σχεδὸν οὐ πόρρω τῶν εἰρημένων αἰτιῶν ἐστίν· ὡς μὲν γὰρ ἁπλῶς εἰπεῖν ἔχει τινʹ ὁμοιότητα καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς ὀσμὰς ἕκαστον τῶν μερῶν διαφέρει δὲ τῷ μᾶλλον καὶ ἧττον. ἐμφανὲς δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἀκρατεστέρων ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς οἷον ἐλάτης πεύκης κυπαρίττου πίτυος ἔτι δὲ τῶν ἡμέρων συκῆς. ἐν δὲ τοῖς ὑδαρεστέροις οὐχ ὁμοίως ἀλλ᾽ ἐν τούτοις διαφέρουσιν ὥστε τὰ μὲν ἔγχυμα τὰ δὲ ἄχυμα καὶ δύσχυμα καὶ εὔοσμα τὰ δ᾽ ἄοσμα γίνονται. καὶ διαφέροντα δὲ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς ὥσπερ τῆς ἀμπέλου τό τε οἴναρον καὶ ὁ βότρυς. καὶ ἁπλῶς δὲ πάντων καὶ τῶν φύλλων καὶ τῶν καρπῶν. αἴτιον δ᾽ ὅτι τὸ μὲν ἄπεπτον τὸ δὲ πεπεμμένον, τάχα δὲ μᾶλλον ὅτι οὐδ᾽ ἐκ τῆς αὐτῆς ὕλης ἑκάτερον ἀλλὰ τὸ μὲν ὥσπερ ἐκ καθαρᾶς τινος καὶ εἰλικρινοῦς τὰ δ᾽ ἐκ περιττωματικῆς. εἰσὶ δ᾽ ἐκ βλοσυρωτέρας καὶ σωματωδεστέρας οἱ βλαστοὶ καὶ ἀκρεμόνες καὶ ὁ ὅλος ὄγκος, ὥστ᾽ ἀνομοίων οὐσῶν ἀνόμοιον καὶ τὸ τέλος ἑκάστου πρὸς τὴν ἰδίαν φύσιν ὥσπερ ἐν τοῖς ζώοις· ἴσως δ᾽ ἀνάπαλιν, ἐπεὶ καὶ τὸ τέλος ἑκάστου ἴδιον καὶ ἡ ὕλη διάφορος, ὡς δὲ ἁπλῶς εἰπεῖν πάντων πρὸς τὴν ὑποκειμένην φύσιν. ἐπεὶ δ᾽ αὗται διάφοροι καὶ κατὰ χυμοὺς καὶ ἀχυμίας καὶ ὀσμὰς καὶ ἀοσμίας ἡ δ᾽ ἀναφορὰ πρὸς τὴν ἡμετέραν αἴσθησιν ἐν ταύτῃ παραλλαγὴ γίνεται τῶν μερῶν· οὐδὲν γὰρ κωλύει τὴν μὲν ἐν τοῖς φύλλοις κρᾶσιν ἐνίοτε σύμμετρον εἶναι τῇ γεύσει τὴν δ᾽ ἐν τοῖς καρποῖς ἀσύμμετρον καὶ σφοδροτέραν ἢ κατὰ στρυφνότητα καὶ αὐστηρίαν ἢ κατὰ πικρότητα καὶ ἄλλην τινὰ διάθεσιν. ὅπερ φανερὸν καὶ ἐπὶ τῶν λαχάνων ἐστί· τὰ μὲν γὰρ φύλλα σύμμετρα καὶ προσφιλῆ τὰ δὲ σπέρματα δριμέα καὶ πικρότερα καὶ ὅλον ἰσχυρότερα πρὸς τὴν αἴσθησιν ὥστε σχεδὸν ἀνάπαλιν ἔχειν καὶ ἐπὶ τῶν δένδρων καὶ ἐπὶ τοῦ σίτου· τῶν μὲν γὰρ οἱ καρποὶ χρήσιμοι τὰ δὲ φύλλα ἀχρεῖα τῶν δὲ ταῦτα μόνον χρήσιμα τὰ δὲ ἄλλα ὡς ἂν ἐν φαρμάκου λόγῳ. ὅπερ οὖν ἐπὶ τούτων οὐδὲν κωλύει εἰ καὶ ἐπὶ τῆς φιλύρας καὶ ἐπ᾽ ἄλλων δένδρων τινῶν ὁ μὲν καρπὸς ἄβρωτος τὸ δὲ φύλλον γλυκὺ καὶ βρωτόν· ἐκεῖνος μὲν γὰρ τὸ ἄκρατον ἔχων καὶ καθαρὸν τῆς φύσεως, εἴτε ξηρὸς ὢν ἄγαν καὶ ξυλώδης εἴτ᾽ αὐστηρὸς καὶ πικρὸς ἢ κακώδης ἢ καὶ ἄλλην τινὰ ἔχων δυσχέρειαν ἄβρωτος γίνεται, τὸ δὲ φύλλον ὑγρότερον ὂν καὶ ἅμα κεκραμένον ἔχει τινὰ συμμετρίαν. ὃ καὶ ἐπὶ τοῦ σιλφίου καὶ ἄλλων δριμέων ἐστίν· ἡδὺ γὰρ τὸ φύλλον αὐτοῦ καὶ ὁ καρπὸς ἁπαλὸς ὢν διὰ τὴν ὑπάρχουσαν ὑγρότητα· σύμμετρος γὰρ ἡ δριμύτης γίνεται κραθεῖσα τῷ ὑδατώδει καὶ ποιεῖ τινα χυμόν, ἀποξηραινομένου δὲ σφοδροτέρα, καὶ ἡ τοῦ σπέρματος δ᾽ ἔτι μᾶλλον. ὅλως δ᾽ ἐν πολλοῖς τοῦτ᾽ ἔστιν ὥστε χλωρὰ μὲν ὄντα βρωτὰ γίνεσθαι καὶ ἔχειν τινὰ χυμὸν διὰ τὸ ἀναμεμίχθαι τῷ ὑδατώδει, καταξηραινόμενα δὲ καὶ λυομένης τῆς κράσεως ἄβρωτα· καὶ γὰρ οἱ τῶν ἀμπέλων βλαστοὶ τοιοῦτοι καὶ οἱ τῶν ἀσφαράγων ἔτι δὲ ἄλλων τινῶν ἀκανθωδῶν ὄντων καὶ τῶν χεδροπῶν ἐνίων οἷον ὤχρων κυάμων καὶ ἁπλῶς ὅσα γλυκύτητά τινα ἔχει. σχεδὸν δ᾽ ἐστὶ κοινὸν τοῦτο ἐπὶ πάντων ὧν στρυφνότεροι καὶ δριμύτεροι καὶ πικρότεροι καθ᾽ αὑτοὺς οἱ χυλοί· κεραννύμενοι γὰρ ὑπὸ τῆς φύσεως τῷ ὑδατώδει βελτίους καὶ γλυκυτέρους ποιοῦσι τοὺς χυλοὺς, ὅπερ καὶ ἐπὶ τῶν μύρτων γίνεται καὶ τῶν ῥοῶν. εἰ δέ τις τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων τοιαύτη φύσις ἐστὶν ὥστε τοὺς μὲν καρποὺς ἀμίκτους ποιεῖν ἔχοντας τὴν οἰκείαν δύναμιν καθαρὰν τὰ δὲ φύλλα καὶ ἄλλο τι τῶν μορίων μικτὰ τούτων οὐδὲν κωλύει καθάπερ εἴρηται τὰ μὲν φύλλα βρωτὰ τὸν δὲ καρπὸν ἄβρωτον εἶναι. παραπλήσιον δέ τι τούτοις καὶ ἐπὶ τῶν ῥιζῶν τῶν ἐδωδίμων ἐστὶν ὧν τὰ μὲν φύλλα σχεδὸν ἄβρωτα διὰ τὸ ξηρὰ εἶναι καὶ ἀκανθώδη οἱ δὲ καυλοὶ ἐδώδιμοι αὐταὶ δὲ αἱ ῥίζαι καὶ ἡδεῖαι. τῶν δ᾽ ἀνάπαλιν τὰ μὲν ἄλλα βρωτὰ καὶ ἔχοντα τιν᾽ ἡδονὴν αἱ ῥίζαι δὲ ἄβρωτοι διὰ τὸ ξυλῶδες ἢ πικρὸν ἢ ὅλως δύσχυμον ἢ ἄχυμον· διαφορὰ δὲ οὐ μικρὰ καὶ διὰ τὰς φύσεις τῶν ζώων· τὰ μὲν γὰρ ἡμῖν ἄχυμα τοῖς ἄλλοις ἔγχυμα φαίνεται διὰ τὴν ἰσχὺν καὶ τὴν κατεργασίαν· ἄλλα δὲ ἄλλοις κἀκείνων προσφιλῆ καὶ κατὰ τοὺς χυμοὺς καὶ κατὰ τὰς διαθέσεις. χαίρει γὰρ τὰ μὲν τοῖς ἁπαλοῖς τὰ δὲ τοῖς ξηροῖς μᾶλλον, ἔνια δὲ καὶ ἀνάπαλιν ἁπαλὰ μὲν ὄντα ἄβρωτα ξηραινόμενα δὲ ἐδώδιμα διὰ τὸ συνεκπέττεσθαι καὶ ἐκκρίνεσθαι τὸ πικρὸν ὑπὸ τοῦ ἡλίου καθάπερ τὸ σήσαμον καὶ τὸ ἐρύσιμον· τούτων γὰρ χλωρῶν ὄντων οὐδὲν ἅπτεσθαι δοκεῖ ζῶον διὰ τὴν πικρότητα καὶ δυσχυμίαν, ξηρανθέντων δὲ μᾶλλον, οἱ δὲ δὴ καρποὶ καὶ ἡδεῖς. ἀλλὰ δὴ τούτων μὲν τοιαῦταί τινες αἱ αἰτίαι. Περὶ δὲ δὴ τῶν καρπῶν τῶν τροφίμων δῆλον ὅτι ῥᾴων ὁ λόγος· οὗτοι γὰρ καθαροὶ καὶ εἰλικρινεῖς οἷον ἐξηθημένοι πως ὑπὸ τῆς φύσεως ὥστε πλείοσι καὶ μᾶλλον ἁρμόττειν. ἀλλ᾽ ἐπὶ τῶν φαρμακωδῶν καὶ ὅλως τῶν κατὰ τὰς δυνάμεις θεωρητέον· καὶ γὰρ ἐν τούτοις οὔθ᾽ αἱ αὐταὶ δυνάμεις οὔτ᾽ ἴσαι πάντων εὐθὺς ἀπὸ τῶν ῥιζῶν ἀρχομένοις· οὐδὲ δὴ τῶν ἄνω πᾶσιν οἷον φύλλοις καὶ κλωσὶ καὶ καρποῖς. καὶ τὸ μὲν τῷ μᾶλλον καὶ ἧττον διάφορον ἔχει τιν᾽ εὐλογίαν τὸ δ᾽ ὅλως ἔνια μηδὲ δύνασθαι ποιεῖν ὥσπερ τὰ τῶν ῥιζῶν τὰ σπέρματα καὶ τοὺς καυλοὺς ἢ πάλιν τὰ τῶν φύλλων τοὺς καρποὺς καὶ τὰς ῥίζας μᾶλλον ἄν τις θαυμάσειε. τὰς δ᾽ αἰτίας καὶ τούτων ἐν τοῖς εἰρημένοις ἀνασκεπτέον. ἑκάστου γὰρ ἰδία κρᾶσις οὖσα καὶ φύσις διαφόρους ποιεῖ καὶ τὰς δυνάμεις ὥστε τὰ μὲν συντήκειν καὶ διακρίνειν τὰ δὲ μὴ, καὶ τὰ μὲν μᾶλλον τὰ δ᾽ ἧττον καὶ θερμαίνειν καὶ πέττειν καὶ ψύχειν καὶ ξηραίνειν καὶ τἆλλα ὡσαύτως. τὸ δὲ δὴ μάλιστα τοὺς καρποὺς εἶναι τοιούτους οὐκ ἄλογον εἴπερ μηδ᾽ ἡ ὅλη φύσις ὁμοία ῥίζης τε καὶ καρτοῦ καὶ τῶν ἄλλων μορίων ἀλλὰ τὰ μὲν ὅλως ἄπεπτα τὰ δὲ πεπεμμένα καὶ ὅλως ἐκ πλειόνων σύνθετα δι᾽ ὃ καὶ τοῖς χυλοῖς καὶ ταῖς δυνάμεσιν ἕτερα. τοῦτο γὰρ καὶ ἐπὶ τῶν ἀγρίων καὶ τῶν ἡμέρων ὁρῶμεν, ὧν αἱ ῥίζαι πικραὶ καὶ ὀπώδεις τούτων τοὺς καρποὺς γλυκεῖς ὄντας ὡς ἂν ἐξ ἀπέπτου τινὸς πεπεμμένους ὄντας· ταὐτὸν δὲ καὶ ἐν ταῖς τῶν φαρμάκων δυνάμεσιν ὑποληπτέον συμβαίνειν ὥστ᾽ οὐκ ἄλογον εἰς ἔνια μὲν τὰς ῥίζας ἰσχύειν μᾶλλον εἰς ἔνια δὲ τῶν λοιπῶν τι μερῶν. ἐπεὶ καὶ ῥίζαι ῥιζῶν ἐν τοῖς ὁμογενέσι καὶ σπέρματα σπερμάτων καὶ τἆλλα μέρη πολὺ διαφέρουσιν ἰσχύϊ διὰ τὸν ἀέρα ἑκάστης χώρας, ὥσπερ καὶ ὁ σῖτος καὶ οἱ ἄλλοι καρποὶ τῇ βαρύτητι καὶ κουφότητι διὰ τὰς τροφάς. καὶ διὰ τοῦτο φάρμακα φαρμάκων ἀμείνω κατὰ τοὺς τόπους οὐ μακρὰν ἀπέχοντας· οἷον ὁ ἐκ τῆς Οἴτης ἐλλέβορος τοῦ ἐν τῷ Παρνασῷ· δοκεῖ γὰρ ἰσχυρότερος εἶναι οὗτος καὶ οὐχ ἁρμόττειν εἰς τὴν χρείαν. ἡ δὲ ἰσχὺς ἐκ παραπλησίας τινὸς αἰτίας γίνεται καὶ ἐπὶ τῶν καρπῶν· καὶ γὰρ ἐνταῦθα σκληρότητί τε τοῦ ἀέρος καὶ πλήθει τῆς τροφῆς βαρεῖς γίνονται διὰ τὸ πολὺ τὸ γεῶδες ἔχειν ὥσπερ οἱ ἐν τῇ Βοιωτίᾳ· κἀκεῖ διὰ τὰς ὁμοίας αἰτίας. ἄλλη δὲ πρὸς ἄλλην δύναμιν οἰκεία χώρα καθάπερ ἐπὶ τῶν καρπῶν· ἔνιαι γὰρ οὐδὲ ἐκπέττουσιν ὅλως τὰς φαρμακώδεις δυνάμεις· ἐπεὶ πολλαχοῦ καὶ μέλας ἐλλέβορός ἐστι καὶ ἄλλαι τῶν ῥιζῶν ἀλλ᾽ ἀμβλεῖαι καὶ ἀδύνατοί τινες. ᾗ καὶ δόξειεν ἂν ψυχροῦ τινος ἀέρος ἅμα καὶ εὔπνου δεῖσθαι καὶ ἔτι τροφῆς συμμέτρου· φαίνεται δ᾽ οὖν ἐν τοῖς ὄρεσι πλεῖστα φάρμακα γίνεσθαι καὶ ἐν τοῖς ὑψηλοτάτοις καὶ μεγίστοις μάλιστα. καὶ περὶ μὲν τούτων ἱκανῶς εἰρήσθω. Περὶ δὲ τῶν ὀδμῶν ἐπειδὴ καὶ αὗται κατὰ μέρη γίνονται τὰς αὐτὰς καὶ παραπλησίας αἰτίας ὑποληπτέον· ἡ γὰρ πέψις τοῖς μὲν ἐν τῷ ἄνθει μᾶλλον τοῖς δὲ καὶ ἐν τῷ καρπῷ τοῖς δὲ καὶ ἐν τοῖς φύλλοις καὶ ἐν τοῖς κλωσὶ γίνεται. τοῖς μὲν ἐν τοῖς ὑδαρέσι καὶ ὥσπερ ἐν τοῖς ἀχύλοις ἢ δριμέσιν. ἐν τοῖς ἄνθεσιν οἷον ῥόδῳ κρόκῳ καὶ τοῖς τοιούτοις. ὅσα δὲ αὐτῶν μὴ εὔχυλα καὶ ἐν ταῖς ὀσμαῖς ἐμφαίνει τινὰ βαρύτητα καθάπερ τὸ κρίνον καὶ τὸ λείριον καὶ τὰ παραπλήσια τούτοις. ἔνια δ᾽ ὅλως οὐδ᾽ εὐοσμίαν ἀλλὰ βαρύτητα ἔχει κατὰ τὴν ὄσφρησιν καὶ φανερὸν ὡς ἀπὸ τοῦ χυλοῦ πως γίνεται καὶ οὐκ ἔστιν ἀπηρτημένον τὸ τῆς ὀσμῆς. ὅσα γὰρ ὑδαρῆ καὶ ἄχυμα καὶ ἄοσμα ὡς ἐπὶ πᾶν· ἐν δυσὶ γὰρ τούτοιν ὡς εἰπεῖν ἡ ἀοσμία τῷ τε τὸν χυλὸν ὑδαρῆ τιν᾽ ἔχειν φύσει καὶ τὸ πολὺ τὸ ὑδατῶδες. τὸ μὲν γὰρ ὥσπερ ἄμικτον τὰ δ᾽ ὑπὸ τοῦ πλήθους ἀφανίζεται δι᾽ ὃ τρόπον τινὰ καὶ τοῦθ᾽ ὥσπερ ἄμικτον· ἐν μίξει δέ τινι καὶ τὸ τῆς ὀσμῆς. ὅσα δὲ ἐν τροφῇ πλείονι καὶ βλοσυρωτέρᾳ καθάπερ τὰ λιμναῖα ταῦτα καὶ τὰς ὀσμὰς ἔχει παραπλησίας βαρείας τινὰς καὶ θολεράς. ἐπεὶ οὖν τῶν μὲν ἐν ταῖς ῥίζαις ἡ τοιαύτη μίξις καὶ συμμετρία τῶν δ᾽ ἐν τοῖς κλωσὶ καὶ τοῖς φύλλοις τῶν δ᾽ ἐν τοῖς καρποῖς πλείστων δ᾽ ἐν τοῖς ἄνθεσιν εὐλόγως εὔοσμα ταῦθ᾽ ἑκάστων. καὶ διὰ τοῦτ᾽ ἐν τοῖς δένδροις τὰ ἐλάττω τῶν ἀνθῶν εὔοσμα καὶ ἧττον ἐν τοῖς ἄλλοις καὶ τὸ γεῶδες πλέον καὶ ἡ ὑγρότης. εἰ δὲ μὴ ζητητέον αἰτίαν. ἴσως μὲν οὖν καθόλου καὶ ἁπλῶς εἴρηται. εἰ δὲ καθ᾽ ἕκαστον δεῖ σκοπεῖν τὰς εἰρημένας συμμετρίας οὐκ ἂν δόξαιεν ἀλόγως ἐν τῷ ἄνθει τοῖς πλείστοις· ἐνταῦθα γὰρ οἷον πρώτη καὶ ἐλαφροτάτη πέψις τοῦ ὑγροῦ ἀποξηραινομένου θ᾽ ἅμα καὶ μεταβάλλοντος· ὅταν δ᾽ εἰς τὸν καρπὸν ἔλθῃ πλείονος τῆς ὑγρότητος οὔσης οὐκέτι διαμένει τὸ τῆς ὀσμῆς ἐφ᾽ ὧν μὴ φύσει τοιοῦτος ὁ χυλός. ὡς δ᾽ ἐπὶ τὸ πᾶν ἔν τε τῶν οἰνωδῶν τισι καρπῶν ἡ εὐοσμία, τοιοῦτο γὰρ καὶ τὸ μῆλον καὶ τὸ ἄπιον καὶ τὸ μέσπιλον· καὶ τῶν εὐστόμων διὰ δριμύτητός τινος οἷον κεδρίδος τε καὶ τερμίνθου καὶ τῶν τοιούτων· καὶ τῶν λιπαρῶν ὥσπερ ὅ τε τῆς ἐλάτης καὶ τῆς πεύκης καὶ τῆς πίτυος καὶ τῆς δάφνης. τῶν δὲ γλυκέων οὐδεὶς ὡς εἰπεῖν ἢ ἐπὶ μικρόν· ἐπεὶ καὶ τὰ μῆλα τὰ γλυκέα πάντων ἥκιστα εὔοσμα καὶ ὅσῳ ἂν γλυκύτερα ἧττον· ἅμα δὲ καὶ ταῦτ᾽ ἔχει πως οἰνώδη τὸν χυλόν· αἴτιον δ᾽ ὅτι παχύτερος καὶ γεωδέστερος ὁ γλυκὺς χυλὸς ἄλλως τε καὶ ἐν τῷ περικαρπίῳ μεμιγμένος. ἡ δὲ ὀσμὴ λεπτοτέρου καὶ ξηροτέρου καὶ διαπνεομένων μᾶλλόν ἐστιν ὑπὲρ ὧν καὶ ὕστερον διασαφητέον. ἀλλ᾽ ὡς ἐπὶ κεφαλαίων ἐν τούτοις τοῖς γένεσιν ἡ εὐοσμία. τῶν δὲ φύλλων καὶ κλωνῶν καὶ ὅλως τῶν δένδρων καὶ ὑλημάτων ἐν οἷς καὶ δριμύτης τις ὑπάρχει καὶ λιπαρότης ὥσπερ ἀμέλει καὶ οἱ προειρημένοι καρποὶ καὶ ἐπὶ τῶν οἰνωδῶν ἐνίων· ὁ γὰρ τοῦ μυρρίνου καρπὸς εὐώδης, εὔοσμος δὲ καὶ αὐτὴ καὶ εἴ τις ἄλλη τοιαύτην ἔχει δριμύτητα εἴτε λιπαροῦ τινος εἴτ᾽ οἰνώδους εἴτε καὶ ἄλλου χυλοῦ κατὰ τοὺς καρπούς. ὁμοίως δὲ καὶ ἐπὶ τῶν στεφανωμάτων οἷον ἑρπύλλου σισυμβρίου καὶ ἐπὶ τῶν ἄλλων, καὶ ἐπὶ λαχάνων οἷον πηγάνου σελίνου μίνθης τό τε ξηρὸν καὶ δριμὺ καὶ στυπτικόν πως ἔνδηλον οὐκ ἐπὶ τοῖς καρποῖς οὐδ᾽ ἐν τοῖς ἄλλοις ἐχόντων τὴν ὑγρότητα τοιαύτην. ἐν ἅπασι δ᾽ ἐνυπάρχει καὶ τούτοις τὸ κατὰ τὸν διωρισμὸν τοῖς εὐώδεσιν ὥστε τὸ ἔγχυλον ξηρῷ ἀπομιγνύμενον ἐμφαίνειν τινὰ δύναμιν. εὐοσμότερα δὲ καὶ ἡδίω καὶ ὅλα καὶ κατὰ μέρος ἐν τοῖς εὔπνοις καὶ ξηροῖς τόποις ἀφῃρημένου τοῦ ὑδατώδους καὶ τοῦ καταλοίπου πεπεμμένου μᾶλλον. ὡς γὰρ ἁπλῶς εἰπεῖν ἡ ξηρότης οἰκειοτέρα ταῖς ὀσμαῖς καὶ μᾶλλον ἐνταῦθ᾽ ἀποκλίνει πάντα· σημεῖον δὲ καὶ τὸ ἐν ταῖς θερμοτέραις χώραις πλείω γίνεσθαι καὶ μᾶλλον τὰ εὔοσμα· πεπεμμένα γὰρ δῆλον ὅτι μᾶλλον· καὶ ἔνια ξηραινόμενα ὄζει, χλωρὰ δ᾽ οὐκ ὄζει καθάπερ ὁ κάλαμος καὶ ὁ σχοῖνος, τὰ δὲ καὶ μᾶλλον ὄζει ξηρανθέντα καθάπερ ἴρις καὶ ὁ μελίλωτος· οὗτος δὲ καὶ οἴνῳ ῥανθεὶς εὐοσμότερος. οὐ μὴν πάνθ᾽ οὕτως ἀλλ᾽ ἔνια καὶ ἀνάπαλιν· ἃ δεῖ διαιρεῖν· ἁπλῆ δέ τις ἡ διαίρεσις· τῶν μὲν γὰρ ἀσθενεῖς αἱ ὀσμαὶ· τοιαῦτα δὲ ὡς ἐπὶ πᾶν τὰ ἄνθη μάλιστα· ταῦτα μὲν εὐοσμότερα χλωρὰ καὶ πρόσφατα χρονιζόμενα δὲ ἀμβλύνεται διὰ τὴν ἀποπνοήν· ὧν δ᾽ ἰσχυρότεραι, τοιαῦτα δὲ ὅσα γεωδέστερα καὶ ἐν γεωδεστέροις καὶ οὗ μέμικταί τις ὑδατώδης δύναμις, ταῦτ᾽ ἀποξηραινόμενα καὶ παλαιούμενα μέχρι τινὸς, ὡς καὶ τὰ μῆλα τὰ κυδώνια καὶ ὅσα τῶν στεφανωματικῶν δριμείας ἔχει τὰς ὀσμὰς οἷον τὸ ἀβρότονον μάλιστα καὶ τὸ ἀμάρακον καὶ ὁ κρόκος· ἅμα γὰρ ἀποπνεῖταί τε τὸ ὑδατῶδες καὶ ἡ τῆς τροφῆς ἐπιρροὴ παύεται καὶ ὥσπερ πέψιν ἐν ἑαυτοῖς ἔνιά γε λαμβάνει καὶ ἀφαιρεθέντα ἀπὸ τῶν φυτῶν εὐωδέστερα καθάπερ τὰ μῆλα καὶ ἄλλ᾽ ἄττα. συμβαίνει δὲ καὶ τῶν ποιωδῶν ἔνια χλωρὰ μὲν ὄντα μὴ ὄζειν διὰ τὴν ὑγρότητα ξηρανθέντα δὲ καθάπερ ἄλλα τε καὶ τὸ βούκερας. ἐπεὶ καὶ ὁ οἶνος τότε μάλιστα παρίσταται καὶ ὀσμὴν λαμβάνει ὅταν ἀποκριθῇ τὸ ὑδατῶδες αὐτοῦ. τὰ μὲν οὖν τοιαῦτα πάντα παλαιούμενα εὐοσμότερα. τὰ δ᾽ ἀσθενῆ ταχὺ διαπνεῖται καθάπερ τὰ ἴα· καὶ τά γε λευκὰ πικρὰ καὶ κακώδη παλαιούμενα καὶ οὐχ ὥσπερ τὰ ῥόδα διατηρεῖ τὴν εὐοσμίαν ἀποξηραινόμενα μέχρι οὗ ἂν ἐκλίπῃ· πλὴν τὰ μὲν χλωρὰ καὶ πόρρωθεν ὄζει ταῦτα δ᾽ οὔ· τὸ δ᾽ αἴτιον ὅτι κατέσκληκέ πως ἐλλελοιπότος τοῦ οἰκείου θερμοῦ καὶ οὐ δίδωσιν ἀποπνοήν· ἐπεὶ πρός γε τὰς χρείας οἱ μυρεψοὶ καὶ ταῦτα ἀποξηραίνουσι μέχρι τινὸς ὅπως ἄκρατον καταλίπωσι τὴν ὀσμήν. ὁ δὲ μελίλωτος καὶ εἰς πλείω χρόνον εὔοσμος διαμένει. οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν εὐωδῶν ἄγαν καταξηραινόμενα χείρους ἴσχει τὰς ὀσμὰς τῷ δριμυτέρας εἶναι καὶ σκληροτέρας· ἔστι γάρ τις ὥσπερ καὶ οἴνου καὶ ἁπλῶς χυλοῦ σκληρότης καὶ ἰσχὺς οὕτω καὶ ὀσμῶν ὃ καὶ τῶν ἀγρίων ἔνια ὁμογενῆ δοκεῖ πρὸς τὰ ἥμερα πεπονθέναι καθάπερ ἕρπυλλος καὶ τὸ σισύμβριον καὶ τῶν λαχανωδῶν μάλιστα τὸ πήγανον· σκληραὶ γὰρ αἱ ὀσμαὶ καὶ ἀγλυκεῖς, αἱ δὲ τῶν ἡμέρων ἔχουσί τινα ἅμα τῷ ὑφειμένῳ γλυκύτητα καὶ εὐμένειαν. ἔστι γὰρ ὥσπερ ἐν χυμοῖς καὶ ἐν ὀσμαῖς γλυκύτης. σχεδὸν δὲ καὶ αἱ ἄλλαι προσηγορίαι τῶν εἰδῶν ὡς οὐ πόρρω τῆς φύσεως ἑκατέρας οὔσης. Ἀλλὰ γὰρ ποῖαι μέν τινες ὀσμαὶ χρόνιοι καὶ ποῖαι ξηραινομένων εὐοσμότεραι καὶ τἆλλα τὰ τούτοις ὅμοια διὰ τῶν εἰρημένων θεωρείσθω· καὶ γὰρ ὅσα μὴ εἴρηται ῥᾴδιον ἐκ τούτων συνιδεῖν. ὅσα δὲ μὴ κατὰ μέρος εὔοσμα ἀλλ᾽ ὅλα τυγχάνει περὶ τούτων ἀπορήσειεν ἄν τις ὃ καὶ πρότερον ἐλέχθη, διὰ τί τὸ ἄνθος οὐκ εὔοσμον αὐτῶν ἢ οὐ κατὰ λόγον. ἔδει γὰρ καὶ τοῖς ἄλλοις μὴ οὖσιν εὐόσμοις τούτοις μάλιστα διὰ τὸ προϋπάρχειν τὴν φύσιν. αἴτιον δὲ φαίνεται δι᾽ ὅτι πέψις τις ἡ ἄνθησις τὸ δὲ πεττόμενον ἐν μεταβολῇ τοῦ ὑπάρχοντος. ὅσα μὲν οὖν αὐτὰ μὴ ὀσμώδη τούτων πεττομένων τῶν χυλῶν λαμβάνει τινὰ τὸ ἄνθος εὐοσμίαν ἐπείπερ ἡ πέψις ἐν μεταβολῇ· ὅσα δ᾽ εὔοσμα τούτων διὰ τὴν μεταβολὴν ἀναγκαῖον ἐξαλλάττειν τὴν ὀσμήν· ὀσμωδῶν δὲ ὄντων ἧττον εὔοσμον ἔσται τὸ ἄνθος. αὕτη γὰρ ἡ ἐξαλλαγὴ ἔοικεν ὥσπερ ἐξάτμισίς τις εἶναι τῆς προϋπαρχούσης ὀσμῆς καὶ δυνάμεως, δι᾽ ὃ καὶ ἧττόν φασιν ὄζειν τότε. τοῦτο μὲν οὖν εἰ γίνεται σκεπτέον· φέρει γάρ τινα πίστιν. φαίνεται δὲ παρόμοιον συμβαίνειν ὥσπερ ἐπὶ τῶν χυλῶν τῶν τοιούτων τῶν ἐν τέλει καὶ πεπεμμένων πρὸς τοὺς ἀπέπτους ὅταν πυρῶνται καὶ ἡλιῶνται· μεταβολῆς γὰρ γινομένης οἱ μὲν εἰς τὸ βέλτιον οἱ δὲ εἰς τὸ χεῖρον μεταβάλλουσι· τοὺς μὲν γὰρ πέττει τοὺς δ᾽ οἷον ἐξίστησι τὸ θερμόν· ἀνάγκη γὰρ ὅταν ἐν τῷ τέλει γίνηται τὴν μεταβολὴν εἶναι πρὸς τὸ χεῖρον, ὃ δὴ καὶ ἐνταῦθα φαίνεται συμβαῖνον μαλακωτέρας τῆς ὀσμῆς γινομένης· οἷον γὰρ ἄνεσίς τις γίνεται τῆς ἀκράτου. ἅμα δὲ καὶ διυγραίνεσθαι συμβαίνει ξηρὸν ὂν φύσει κατὰ τὴν ἄνθησιν· ὧν γένεσις οὐκ ἄνευ τούτων κἂν ταύτῃ γίνοιτό τις ἄνεσις· εἰ δὲ μὴ ὑγρότης ἀλλ᾽ οἷον γλυκύτης ἐγγίνεται πρὸς τὴν τοῦ καρποῦ γένεσιν· ἅπαντα γὰρ ἐκ γλυκέος γεννᾶται δι᾽ ὃ καὶ τὰ πολλὰ τῶν ἀνθῶν ἐστι γλυκέα. καὶ τοῦτο κατὰ λόγον ἐκλελυμένην τε καὶ θηλυτέραν εἶναι τὴν ὀσμὴν οἷον ἐπιγλυκαίνουσαν ἀφῃρημένης τῆς ἀκράτου δριμύτητος. τούτων μὲν οὖν τοιαύτην τινὰ αἰτίαν ὑποληπτέον. Διὰ τί δ᾽ οἱ ἄγριοι καρποὶ τῶν ἡμέρων εὐοσμότεροι τῶν ὁμογενῶν οἷον μῆλά τε καὶ ἀχράδες καὶ οὖα καὶ μέσπιλα καὶ τἆλλα καὶ αὐτῶν δὲ τῶν μήλων ἔν τε τοῖς ἀγρίοις καὶ τοῖς ἡμέροις τὰ στρυφνότατα εὐοσμότατα — καίτοι διὰ πέψιν γινομένης τῆς ὀσμῆς προσῆκεν εὐοσμεῖν τὰ μάλιστα πεπεμμένα — περὶ δὴ τούτων ἔστι μὲν ἁπλῶς εἰπεῖν ὅτι τὰ ἄγρια ὡς σκληρότερα εὐοσμότερα καθάπερ ἐν τοῖς ἄλλοις. ἔστι δὲ καὶ οἰκειοτέρως εἴ τις δύναιτο διελεῖν τὰς πέψεις τήν τε τοῦ χυλοῦ καὶ τὴν τῆς ὀσμῆς ἐν τίνι ἑκατέρα γίνεται· φαίνεται γάρ τινα ἔχειν διαφορὰν εἴθ’ ἑτέρων ὄντων εἴτε τοῦ αὐτοῦ μεταβάλλοντος. τοῦτο μὲν οὖν καθόλου διαίρεσιν ἔχει, πρὸς δὲ τὸ νῦν ἱκανὸν τοσοῦτον ὅπερ καὶ φανερὸν ὅτι ἡ μὲν γλυκύτης καὶ ὅλως ἡ εὐστομία παχύνσει τῶν χυλῶν δι᾽ ὃ καὶ γηράσκοντες οἱ καρποὶ καὶ ἡλιούμενοι πάντες γλυκύτεροι· παχύνονται γὰρ ἀφαιρουμένου τοῦ ὑδατώδους. ἡ δὲ τῶν ὀσμῶν ἐν προτέρᾳ τινὶ καὶ ἀτελεστέρᾳ πέψει. σημεῖον δὲ καὶ ὅτι αὐτὰ τὰ εὐώδη καθάπερ ἄπιοι καὶ μῆλα καὶ τὰ ἄλλα μᾶλλον εὔοσμα γίνεται μὴ τελέως ἐκπεπανθέντα. καίτοι τότε τοῦ χυλοῦ μάλιστα πέψις. καὶ ἔοικε ἐν ταῖς προτέραις μεταβολαῖς τῶν χυλῶν, πλείους γὰρ, εὐοσμία γίνεσθαι καθάπερ ἅμα πνευματική τις οὖσα καὶ οὔπω τοῦ χυλοῦ τὴν οἰκείαν ἔχοντος φύσιν· ὅταν δ᾽ εἰς ταύτην ἐπέλθῃ παχυνθεὶς καὶ πεφθεὶς τὰ μὲν τῆς ὀσμῆς ἐλάττω τὴν δὲ γλυκύτητα τὴν οἰκείαν καὶ ὅλως τὴν τῇ αἰσθήσει πρόσφορον λαμβάνει. τὰ μὲν οὖν ἄγρια μέχρι τῆς προτέρας προϊόντα καὶ τὴν εὐωδίαν ἔχει κατὰ λόγον. τὰ δὲ ἥμερα τελεούμενα τῇ πέψει καὶ εὐτροφοῦντα διὰ τὴν κατεργασίαν μεταβάλλει τοὺς χυλοὺς εἰς γλυκύτητα καὶ εὐστομίαν. ἅμα δὲ καὶ τὴν ὑγρότητα καὶ τὴν ξηρότητα καὶ τὴν πολυτροφίαν καὶ τὴν ὀλιγοτροφίαν καὶ τὴν εὔπνοιαν εἰκός τι συμβάλλεσθαι πρὸς τὰς ὀσμὰς εἴπερ ὅλως καὶ τὰ ξηρὰ καὶ ἐν ξηροῖς καὶ ὀλιγότροφα καὶ ἐν εὔπνοις εὐοσμότερα· μιγνυμένη γὰρ ἡ πλείων ὑγρότης ἀμβλύνει τὴν ὀσμήν· δι᾽ ὃ καὶ ἐν τοῖς παλισκίοις καὶ ἐφύδροις οὐκ εὔοσμα καὶ μάλιστα δὴ τῇ παχύνσει καθάπερ εἴρηται λαμβάνει τὴν μεταβολήν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν καὶ ξηρότερα τὰ ἄγρια καὶ ὀλιγοτροφώτερα καὶ ἐν εὐπνοίᾳ μᾶλλον καὶ ἐν ἡλιώσει καὶ ἔτι λεπτοχυλότερα καὶ οὐχ ὁμοίως τὸν χυλὸν ἀναμεμιγμένον ἔχοντα τῇ σαρκὶ τοῖς ἡμέροις· ἅπαντα δὴ ταῦτα συμβάλλεται πρὸς εὐοσμίαν. ἰδεῖν δὲ τοῦτ᾽ ἔστι καὶ ἐπὶ τῶν οἴνων· οἱ μὲν γὰρ γλυκεῖς ὅλως ἄοσμοι καὶ οἱ μαλακοὶ, τῶν δὲ ἄλλων οἱ λεπτοὶ μᾶλλον εὐώδεις καὶ θᾶττον τῶν πιόνων παριστάμενοι καὶ παχέων· ἔτι δὲ ἅμα τῇ εὐοσμίᾳ συμβαίνει καθάπερ χωρισμόν τινα γίνεσθαι τοῦ ὑγροῦ καὶ τοῦ γεώδους ὑφισταμένης τῆς τρυγὸς καὶ πρὸς τούτοις ἀποπνοὴν τοῦ ὑδατώδους ὥστε διὰ πάντων εἶναι τὴν εὐωδίαν λεπτότητός τε καὶ χωρισμοῦ καὶ διαπνοῆς· ἐπεὶ καὶ αὐτοῦ τοῦ κεραμίου τὸ πρὸς τῇ τρυγὶ ἧττον εὔοσμον. ἡ δ᾽ αὐτὴ αἰτία καὶ τοῦ θᾶττον παρίστασθαι τοὺς ἠθητικούς τῶν οἴνων· λεπτότεροι γὰρ καὶ ὥσπερ εὐθὺς ἄμικτοι. συνεπιμαρτυρεῖ δὲ καὶ τὸ ἐκ τῶν λεπτοτέρων καὶ εὐείλων καὶ εὐπνόων εὐωδεστέρους γίνεσθαι καὶ ἐκ τῶν πρεσβυτέρων ἢ νεωτέρων· ἔτι δ᾽ ὅσοι πολύοσμοι καὶ ἰσχυροὶ ταῖς ὀσμαῖς οὐκ ἔχουσιν ἐν τῇ γεύσει τὸ μαλακὸν ὡς οὐκ οὔσης ἅμα τῆς τε κατὰ τὸν χυλὸν εὐστομίας καὶ πολυοσμίας καὶ ἰσχύος. ὅπερ καὶ ἐπὶ τῶν μύρων καὶ ἐπὶ τῶν θυμιαμάτων καὶ ἐπὶ τῶν στεφανωμάτων καὶ ἐπὶ τῶν ἄλλων τῶν εὐόσμων συμβαίνει· πάντα γὰρ πικρὰ καὶ δύσχυμα τὰ τοιαῦτα καθάπερ αἱ ἀμυγδάλαι. καὶ οἱ ὀρεινοὶ δὲ τῶν οἴνων ὀσμὴν μὲν ἔχουσιν ἔνιοι σκληροὶ δὲ καὶ οὐκ εὔχυλοι. ἐξ ἁπάντων οὖν τούτων δῆλον ὡς ἕτερον τὸ τὴν εὐοσμίαν ποιοῦν. ἐὰν οὖν συμμετρίαν τινὰ λάβῃ τῆς κράσεως ἥδιστον τὸ ἐξ ἀμφοῖν ἄλλως τε καὶ ὧν κατὰ τὴν γεῦσιν ἡ ἀπόλαυσις. ἐπεὶ καὶ τῶν ἐν ταύτῃ ἀγρίων τινῶν ἔφαμεν λυπεῖν τὸ δριμὺ καὶ ἄκρατον ὥσπερ ἑρπύλλου καὶ ἀβροτόνου καὶ πηγάνου· μιχθείσης δὲ ὑγρότητος συμφύτου μᾶλλον εὔστομον γίνεται εὐχυλοτέρων γινομένων· ἐὰν δὲ ὑπεραίρῃ θάτερον ἐπιζητοῦμεν τὸ ἐλλεῖπον· ἅμα γάρ πως ἡ ἀπόλαυσις ἐν τοῖς τοιούτοις τῶν γευστῶν ὀσμῶν καὶ χυλῶν. χρὴ δὲ πειρᾶσθαι καθόλου διαιρεῖν ὥσπερ εἴπομεν εἰ ἐν τῷ χυλῷ μὲν ἡ εὐστομία καὶ ἡ γλυκύτης ἀπὸ τοῦ χυλοῦ δὲ ἡ ὀσμὴ ποῖος ἑκάτερος καὶ πῶς ἔχων. ἐκεῖνο δ᾽ οὖν φανερὸν ἐκ τῶν εἰρημένων ὅπερ ἐξ ἀρχῆς ἠπορήθη διὰ τί οἱ ἄγριοι τῶν καρπῶν εὐοσμότεροι. φαίνεται δὲ κἀκεῖνο συμφωνεῖν ὥστε ἐν τοῖς ἀτέλεσι καὶ τοῖς στερητικοῖς χυλοῖς μᾶλλον εἶναι τὴν εὐοσμίαν εἴ γε τὰ μὲν πικρὰ τὰ δὲ δριμέα τὰ δ᾽ αὐστηρὰ τὰ δὲ στρυφνὰ τὰ δὲ ἄλλας ἔχοντα δυσχερείας. οὐκ ἀλόγως δ᾽ ἴσως· ἡ ἀποπνοὴ γάρ τις μᾶλλον ἀπὸ τούτων ὥστ᾽ ἐὰν μὲν εὔκρατα λάβῃ σύμμετρον εἶναι πρὸς τὴν ὄσφρησιν ἐὰν δὲ ὑπερβάλλοντα δυσχερῆ καὶ βαρεῖαν ἤδη. καὶ οὐκ ἂν δόξειεν ἐν στερήσει τοιοῦτον εἶναι γένος ἀλλ᾽ ἑτέραν τινα φύσιν ἔχειν εἴ γε ἔνια ποιητικὰ τῶν ἄκρων. ἡ μὲν οὖν εὐοσμία διὰ τοῦτο ἐν τοῖς μὴ γλυκέσι καὶ δυσχύλοις μᾶλλον ὡς εἰπεῖν. τῶν δ᾽ ὀσμῶν ἡ μὲν ἰσχὺς ἑκάστων δῆλον ὅτι κατὰ τὴν ὑποκειμένην φύσιν. Οὐ μὴν ἀλλ᾽ ἔνιά γε τῶν ἀνθέων ἐξ ἀποστάσεως ἢ πλησίον ἐλθοῦσιν εὐοσμότερα καθάπερ καὶ τὰ ἴα δοκεῖ. τὸ δ᾽ αἴτιον ὅτι πρὸς μὲν τὰ πόρρω καθαρὰ φέρεται καὶ ἀμιγὴς ἡ ὀσμὴ πλησίον δ᾽ ὄντων ὅτι συναπορρεῖ τινα καὶ ἀπὸ τῶν ἄλλων μορίων ἅπερ οὐ διϊκνεῖται πρὸς τὰ πόρρω διὰ τὸ γεωδέστερα καὶ παχύτερα εἶναι. καθόλου γὰρ ταῖς μὲν ἀσθενέσι τῶν ὀσμῶν ἡ ἀμιξία τῶν δ᾽ ἰσχυροτέρων ἐνίαις αἱ μίξεις αἱ οἰκεῖαι χρησιμώτεραι καθάπερ τοῖς χυλοῖς οἷον καὶ τῇ σμύρνῃ· δοκεῖ γὰρ ἄμεινον θυμιᾶσθαι καταβραχεῖσα μελικράτῳ ἢ γλυκεῖ· μαλακωτέρα γὰρ ὀσμὴ κεραννυμένη καὶ γλυκυτέρα γίνεται. ταὐτὸ δὲ τοῦτο συμβαίνει καὶ ἐπὶ τῶν χυλῶν. ἔνιοι γὰρ δέονται μίξεως πρὸς εὐστομίαν. ὡς δ᾽ ἁπλῶς εἰπεῖν ἕωθεν καὶ ὀσμαὶ πλεῖσται καὶ ἀκρατέστεραι, προσιούσης δὲ τῆς μεσημβρίας ἧττον, μεσημβρίας δ᾽ ἥκιστα διὰ τὸ ἀναξηραίνειν τὸν ἥλιον. ὡς δ᾽ ἐν ταῖς τῆς ἡμέρας ὥραις ὁμοίως καὶ ἐν ταῖς τοῦ ἐνιαυτοῦ κατὰ λόγον πλὴν εἴ τινων ὀσμαὶ καὶ πεπάνσεις κατ᾽ ἄλλην ὥραν ἢ εἴ τινων αἱ κράσεις τοῦ ἀέρος σύμμετροι πρὸς τὰς ὀσμὰς, ὅπερ καὶ καθ᾽ ἑσπέραν ἐστὶν ἐπὶ τῆς ἑσπερίδος καλουμένης· αὕτη γὰρ τῆς νυκτὸς ὄζει μᾶλλον. κατὰ δὲ τὰς ἡλικίας οὐκ ἐν ταῖς ἄκραις ἀλλ᾽ ἐν ταῖς ἀκμαῖς εὐοσμότατα μικρόν τε παρεγκλίνοντα τὴν ἀκμήν. οὐ γὰρ ἴσως ἡ αὐτὴ χυλοῦ καὶ ὀσμῆς πέψις. τὸ μὲν γὰρ νέον ἅτε πλείω τροφὴν ἐπισπώμενον οὐ πέττει τὸ δὲ γεγηρακὸς ἐξασθενεῖ δι᾽ ἔνδειαν θερμότητος. οὐ μὴν ἀλλὰ ταῦτά γε εὐοσμότερα τῶν νέων· ἐλάττων γὰρ ἡ ὑγρότης ὥστ᾽ ἐπικρατεῖ μᾶλλον ὥσπερ καὶ τὰ ἐν ταῖς χώραις ταῖς λεπτογείοις. ὡς δ᾽ ἁπλῶς εἰπεῖν τὰ ἐν τῇ ἀκμῇ καὶ πρὸς εὐχυλίαν ἄριστα καὶ πρὸς εὐοσμίαν ὧν ἑκατέροις ἐνταῦθα τὸ τέλος. ἐν δὲ τοῖς ψύχεσι καὶ πάγοις ἀμβλύτεροι καὶ οἱ χυλοὶ καὶ αἱ ὀσμαὶ διὰ τὴν πῆξιν· πεπηγότα γὰρ οὐ διαδίδωσιν. ἅμα δὲ καὶ ἀφανίζεταί πως ὑπὸ τοῦ ψύχους κατακρατοῦντος μᾶλλον κἀκεῖνα καὶ ἡ αἴσθησις· ἀμφότερα γὰρ ἐξίστησιν ἐκεῖνα δὲ μᾶλλον. ἐπεὶ καὶ τῶν καρπῶν ἐξαιρεῖται τὴν γλυκύτητα διατμίζον τῇ πήξει καὶ ἐξαεροῦν. ὡσαύτως δὲ καὶ ἡ τῶν καυμάτων ὑπερβολὴ τοὺς χυλοὺς λυμαίνεται· τὰ μὲν γὰρ κατακάει τὰ δὲ οὐ πέττει τὰ δ᾽ ὥσπερ σήπει καὶ διυγραίνει καθάπερ καὶ ἐπὶ τῶν συκῶν ἐλέχθη· τὰς δ᾽ ὀσμὰς ἴσως ἐνίων μᾶλλον διατηρεῖ. τάχα δὲ καὶ ποιεῖ τάς γε ἐν τοῖς ξηροῖς γινομένας, ἄκρατοι γὰρ αὗται. πολλὰς δὲ καὶ φθείρει· τὰς δ᾽ ἐν τοῖς καρποῖς ἐγχυλοτέρας καὶ μεμιγμένας τινὰς εἶναι μὴ πεπαινομένων δὲ καλῶς οὐ γίνεσθαι. τὸ δ᾽ ὅλον ἐν συμμετρίᾳ τινὶ τὴν μίξιν ὑπάρχειν καὶ ἐμφαίνεσθαί πως τὴν τοῦ ξηροῦ φύσιν ἐν ταῖς ὀσμαῖς. τοῦτο γὰρ τὸ τὰς ὀσμὰς ποιοῦν ἢ πάντων ἤ τινων· ὅπερ φανερὸν εὐθὺ καὶ ἐπὶ τῆς γῆς ἐστιν ἐν τοῖς τοιούτοις ὑετοῖς. διακεκαυμένης γὰρ ἐν τῷ θέρει τὸ θερμόν πως καὶ τὸ ὕδωρ ποιεῖ τὴν εὐωδίαν. ταῦτα δὲ ποιεῖ καὶ ἐν ἄλλοις. καὶ γὰρ τὸ περὶ τὴν ἴριν λεγόμενον ὡς ὅπου ἂν κατάσχῃ ποιεῖ τὰ δένδρα καὶ τὸν τόπον εὐώδη τοιοῦτόν ἐστι· ποιεῖ γὰρ οὐ πάντως ἀλλ᾽ ἐὰν ὕλη τις ᾖ νεόκαυτος οὐδ᾽ ἴσως καθ᾽ αὑτὴν ἀλλὰ τρόπον τινὰ κατὰ συμβεβηκός· ἐφύει γὰρ ὅπου ἂν ἐπιστῇ· πεπυρωμένης γὰρ τῆς ὕλης ἡ κατάμιξις ποιεῖ τινα ἀτμίδα καὶ εὐωδίαν· οὐδὲ γὰρ οὐδὲ γίνεται πλῆθος ὕδατος ἀλλ᾽ ὡς ἐπὶ τὸ πολὺ ψεκὰς ὥστε συμμετρίαν εἶναι πρὸς τὴν θερμότητα καὶ ξηρότητα. δεῖ δὲ καὶ αὐτὴν τὴν ὕλην ποιάν τινα προϋπάρχειν, οὐ γὰρ ἐν πάσῃ καὶ πάντως. ὅλως δὲ καὶ ἐν ἄλλοις ἡ πύρωσις καὶ ἡ κατάμιξις τῶν πεπυρωμένων ποιεῖ τινας εὐωδίας καὶ τὸ ὅλον ὀσμὰς ἐὰν ἔχῃ τὸ σύμμετρον. ἐπεὶ καὶ τὰ θυμιάματα ταῦτα πυρωθέντα ἀνίει εὐωδίας μαλακῇ δὲ καὶ οὐ κατακαιούσῃ· τὸ γὰρ σύμμετρον οὕτω πρὸς ὀσμὴν ἐκείνως δὲ φθορά. πάρεγγυς δὲ καὶ ταὐτό πως τούτῳ εἰ ἔστι μὲν τῶν δένδρων καὶ ὅλως τῶν ὑλημάτων εὔοσμα πολλὰ ζῶον δὲ οὐδὲν εἰ μὴ τὴν πάρδαλίν φασι καθάπερ ἐλέχθη τοῖς θηρίοις. τὰ μὲν γὰρ θερμὰ καὶ ξηρὰ τὴν φύσιν ὥστε λεπτοτέρα καὶ καθαρωτέρα τις ἡ αὐτῶν ἀποπνοὴ, τὰ δ᾽ ἐν ὑγρότητι πλείονι καὶ ὑλωδεστέρᾳ δι᾽ ὃ καὶ ἡ ἀποπνοὴ τοιαύτη καὶ ὅλως ἡ τροφὴ τῶν μὲν ἁπλῆ καὶ ἀπερίττωτος τῶν δὲ ποικίλη καὶ περιττωματική. συμβάλλεται δέ τι καὶ τοῦτο πρὸς εὐοσμίαν ὅταν ἡ φύσις ἅμα προϋπάρχῃ ποιά τις, ἀρχὴ γὰρ αὕτη καὶ πρῶτον· ἐπεὶ οὐδὲ τὰ δένδρα πάντα εὐώδη διὰ τὸ μὴ τὰς ὁμοίας ἔχειν κράσεις. τάχα δὲ καὶ ἡμῖν οὐκ ἔνδηλον ἐκ τῶν ζώων τὸ εὔοσμον διὰ τὸ χειρίστην εἶναι τὴν ὄσφρησιν· ἐπεὶ τά γ᾽ ἄλλα καὶ πόρρωθεν αἰσθάνεται καὶ τὸ σύνεγγυς ἀκριβέστερον· ἢ καὶ τὰ μὲν ἴσως αὐτοῖς εὐώδη τὰ δὲ καὶ ἀηδῆ πάντα φαίνεται καθάπερ καὶ ἡμῖν ἕτερα ἑτέρων μᾶλλον ἔνια δὲ καὶ ὅλως φεύγομεν. ἀλλ᾽ ἐκεῖνο ἄτοπον ὃ καὶ πρότερον εἴπομεν εἰ τὸ ἡμῖν κακῶδες καὶ ἄοσμον ἐκείνοις εὔοσμον γίνεται· τάχα δ᾽ οὐκ ἄτοπον. ὁρῶμεν δ᾽ οὖν τοῦτο καὶ ἐφ᾽ ἑτέροις συμβαῖνον οἷον ἐν αὐταῖς εὐθὺ ταῖς τροφαῖς ὧν μάλιστ᾽ ἄν τις αἰτιάσαιτο τὰς κράσεις ἀνωμαλεῖς γε οὔσας. ἐπεὶ τά γε σχήματα Δημοκρίτου καθάπερ ἐλέχθη τεταγμένα ἔχοντα τὰς μορφὰς τεταγμένα καὶ τὰ πάθη καὶ ἐχρῆν ποιεῖν. ἀλλὰ ταῦτα μὲν οὕτω λεκτέον. ὃ δὲ καὶ μικρῷ πρότερον ἐλέχθη καὶ νῦν πάλιν εἴπωμεν ὅτι καὶ ἡ εὐοσμία καὶ ἡ εὐχυμία ζητεῖ τινα καὶ χώρας καὶ ἀέρος ποιότητα καὶ τροφῆς. δεῖ γὰρ μήτε ὑπερβάλλειν μήτ᾽ ἐλλείπειν μήτε ἀλλοτρίαν εἶναι τοῖς ὑποκειμένοις τὴν τροφὴν ὡς τὸ μὲν πλῆθος κωλύει τὴν πέψιν τὸ δ᾽ ἐνδεὲς οἷον ὕλην οὐκ ἔχει τὸ δὲ μὴ οἰκεῖον οὐ ποιεῖ τὸ τῆς φύσεως. τοῦτο δὲ μάλιστα ἐν τῷ ποιόν τι τὸ ἔδαφος εἶναι καὶ τὸν ἀέρα καὶ τὴν θερμότητα τοῦ ἡλίου· ταῦτα γάρ ἐστι τὰ τὰς τροφὰς καὶ τὰς πέψεις οἵας δεῖ ποιοῦντα. πρὸς ἑτέρους δὲ καρποὺς καὶ χυλοὺς ἑτέρα καὶ διάφορος. ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον ἐκ πολλῶν φανερόν. ἄλλα γὰρ ἐν ἄλλῃ χώρᾳ καὶ εὔοσμα καὶ εὔχυλα καὶ κάρπιμα καὶ ἄκαρπα καὶ βλαστητικὰ καὶ ἀβλαστῆ. καὶ γὰρ ἂν ταῦθ᾽ ὑπὸ τὴν αἰτίαν τὴν αὐτὴν πίπτοι περὶ ὧν οὐδὲν ἕτερον ἄν τις αἰτιάσαιτο παρὰ τὴν ἐκ τοῦ ἀέρος κρᾶσιν καὶ τὴν ἐκ τοῦ ἐδάφους τροφήν. καὶ γὰρ τὰ κωλύοντα καὶ αὔξοντα ταῦτα καὶ τὰ τὴν πέψιν ποιοῦντα καὶ εὐχυλίαν. ἐπεὶ δὲ καὶ αἱ ὀσμαὶ καὶ οἱ χυλοὶ πολυειδεῖς διὰ τοῦτ᾽ οὐ μία κρᾶσις οὐδὲ μία τροφὴ πᾶσι πρόσφορος ἀλλ᾽ ἑκάστοις ἡ πρὸς τὴν ἰδίαν φύσιν. Ὅθεν καὶ ταύτης τῆς ἀπορίας λύσις διὰ τί ποτε μᾶλλον ὄντων εὐόσμων τῶν θερμῶν τόπων οὐχ ἅπαντα ἐν ἅπασι τοῖς θερμοῖς τὰ εὔοσμα, ἔτι δὲ μᾶλλον διὰ τί ποτε τὰ μὲν παρὰ τοῖς ἄλλοις ἄοσμα παρὰ τούτοις εὔοσμα καθάπερ κάλαμος καὶ σχοῖνος ἐν Συρίᾳ, τὰ δὲ παρὰ τοῖς ἄλλοις εὔοσμα παρ᾽ ἐκείνοις οὐδὲν μᾶλλον ὡς δέ τινές φασι καὶ ἧττον· καίτοι κατὰ λόγον καὶ ταῦτα μᾶλλον· ὑπὸ γὰρ τὴν λεχθεῖσαν αἰτίαν ἅπαντα ταῦτ᾽ ἐστίν. ἡ γὰρ ἀνωμαλία τοῦ ἀέρος καὶ τῆς τροφῆς ἑτέρων ὄντων τῶν εἰδῶν ἄλλη πρὸς ἄλλους ἁρμόττει. διὰ τοῦτο γὰρ καὶ αὐτῆς τῆς Συρίας βραχύς τις τόπος καὶ τοῦ καλάμου καὶ τοῦ σχοίνου. καὶ πάλιν τὸ ὀποβάλσαμον καὶ τῶν ἄλλων τῶν τὰς εὐοσμίας ποιούντων πρὸς μὲν τὴν οἰκείαν πρὸς δὲ τὰ παρὰ τοῖς ἄλλοις εὐώδη παραπλησίαν ἢ χείρω κρᾶσιν ἔχει. καθάπερ συμβαίνει καὶ ἐπὶ καρπῶν· οὐ γὰρ ἴσης πάντα δεῖ θερμότητος οὐδ᾽ ὁμοίας ἀλλὰ τὰ μὲν πλείονος τὰ δὲ ἐλάττονος καὶ μαλακωτέρας ὥσπερ καὶ ἐπὶ τῶν ἑψομένων καὶ ὅλως τῶν κατὰ τὰς τέχνας γινομένων. ἐνιαχοῦ δὲ καὶ τοῖς καθ᾽ ἕκαστα εὔδηλον· ἐν Αἰγύπτῳ γὰρ χείριστα τὰ ἄνθη καὶ τὰ στεφανώμαθ᾽ ὡς εἰπεῖν ὅτι ὁ ἀὴρ ὁμιχλώδης καὶ δροσοβόλος. ἐν δὲ ταῖς τοιαύταις χώραις οὐ γίνεται τὸ ὅλον εὐωδία διὰ τὸ μὴ γίνεσθαι πέψιν ἀλλὰ μᾶλλον ἐν ταῖς καταξήροις, ἐν ταύτῃ γὰρ ἐκπέττουσιν· ἐπεὶ τὰ περὶ Κυρήνην διὰ ταῦτα εὔοσμα τά τ᾽ ἄλλα καὶ μάλιστα τὸ ῥόδον καὶ ὁ κρόκος. ἡ γὰρ χώρα λεπτὴ καὶ ξηρὰ καὶ οὐκ ἄγαν θερμὴ καθαρῷ δὲ τῷ ἀέρι καὶ ἀνύδρῳ. πρὸς εὐωδίαν δὲ αἱ τοιαῦται τροφαὶ συμμετροῦνται· τὸ δὲ ῥόδον καὶ ὁ κρόκος ὀλιγότροφα δι᾽ ὃ καὶ τῶν ἄλλων εὐοσμότερα. θαυμασιώτερον δ᾽ ἐν Αἰγύπτῳ τὸ περὶ τὰς μυρρίνας ὅτι τῶν ἄλλων ὄντων ἀόσμων ὑπερβάλλουσιν αὗται τῇ εὐοσμίᾳ· καὶ γὰρ ἡ ξηρότης καὶ ἡ θερμότης οὐχ ἧττον ἀλλὰ μᾶλλον ἔν τισιν ὑπάρχει τῶν λοιπῶν καὶ τὰ ἄλλα δὲ σχεδὸν τὰ κατὰ τὴν αἴσθησιν. ἔστι μὲν δὴ καί τι γένος ἴσως ὃ μεταφυτευόμενον εἰς ἑτέρας χώρας οἷον Κύπρον Ῥόδον Κνίδον ἐμφαίνει τι τῆς δυνάμεως· οὐθὲν μέντοι τῶν αὐτῶν ἀλλὰ καὶ πλατυφυλλοτέρα γίνεται, λεπτὴ γὰρ ἐκείνη, καὶ τὴν εὐωδίαν οὐκ ἐγγὺς πρὸς ἐκείνην. οὐ μὴν ἀλλὰ τό γε πλεῖστον ἐν τῇ χώρᾳ τὸ αἴτιον καὶ τὴν ἰδιότητα ποιεῖ πρὸς τὰ ἄλλα τὴν θαυμαζομένην. τὸ γὰρ αὖ πάλιν μικρόκαρπον εἶναι μήτε λευκὴν ἀλλὰ μέλαιναν οὐχ ὑπεναντίον πρὸς τὴν εὐωδίαν· ἄμφω γὰρ ἡ ξηρότης· αἰτιῶνται δὲ ὡς μικρόμυρτον διὰ τὸ μὴ γίνεσθαι τὸ οὐράνιον ὕδωρ ὡς ἐπιζητοῦντα τὸν καρπὸν, τὰς δὲ δρόσους οὐ βοηθεῖν. τοῦτο μὲν οὖν καὶ εἴ τι τοιοῦτον ἕτερον ᾧ συμβαίνει δυνάμεις ἰδίας ἔχειν παρὰ τὰ ἄλλα κατὰ τόπους ἐνίους ἰδιωτέρων δεῖται λόγων. ὁ γὰρ κοινὸς ὅτι πολλὰς ἀνωμαλίας αἱ χῶραι φέρουσιν ἀληθὴς μὲν προσαπαιτεῖ δὲ καὶ τὰς οἰκείας δυνάμεις καὶ διαφοράς. ἔοικεν οὖν ὁμοίως καὶ τὸ ἐν Κιλικίᾳ περὶ τὰς ῥόας συμβαῖνον· ὡς γὰρ ἐκεῖ περὶ τὸν χυλὸν ἐνταῦθα περὶ τὴν ὀσμὴν ἡ δύναμις καὶ ἡ ἰδιότης. ἐκεῖ μὲν οὖν αἰτιάσαιτ᾽ ἄν τις τὴν τοῦ ποταμοῦ γειτνίασίν τε καὶ φύσιν· ἡ γὰρ ῥόα φίλυδρον καὶ μεταβάλλειν φασὶν ἐξ ὀξέος εἰς γλυκὺν ἐὰν ἔχῃ πολυϋδρίαν ὥστ᾽ εἰ διαρρέων ὁ ποταμὸς ἅμα τῷ πλήθει καὶ τῇ ποιότητι ποιεῖ τοιαύτην μεταβολὴν οὐδὲν ἄτοπον. ἐνταῦθα δὲ πειρᾶσθαί γέ τινα δεῖ ζητεῖν αἰτίαν ἥτις οἰκεία πρὸς τὴν εὐοσμίαν· ἔοικε δὲ μάλιστα τοιαύτη τις εἶναι συντιθεμένων εἰς ταὐτὸ πάντων οἷον τοῦ τε κοινοῦ καὶ τοῦ ἰδίου γένους τῆς μυρρίνης καὶ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος. αὐτό γε τὸ φυτὸν ὅλως ξηρὸν καὶ τὸ γένος τοῦτο μᾶλλον τῶν ἄλλων. δη λοῖ δὲ ἡ στενοφυλλία καὶ ἡ μικροκαρπία καὶ ἡ χρόα τοῦ καρποῦ, πάντα γὰρ ταῦτα ξηρότητος. τὸ δὲ ξηρὸν ὀλίγον ὑγρὸν ἔχει τὸ δ᾽ ὀλίγον εὔπεπτον ἡ εὐωδία δ᾽ ἐν πέψει τῇ πρὸς ὄσφρησιν αὕτη δ᾽ ἀγλυκὴς καὶ οὐκ εὔχυλος. ἀπὸ μὲν οὖν τοῦ φυτοῦ ταῦτα προϋπάρχοντα ἀπὸ δὲ τοῦ ἐδάφους καὶ τοῦ ἀέρος ὅτι τὸ μὲν ξηρὸν ὁ δ᾽ ἀὴρ μαλακὸς ἄμφω δὲ ταῦτ᾽ εἰς πέψιν τὸ μὲν τῷ συνέψειν ὁ δὲ τῷ καθυγραίνειν. ἐπεὶ καὶ ἐνταῦθα αἱ ἄγριαί τε τῶν ἡμέρων εὐοσμότεραι καὶ αἱ ἐν προσείλοις τῶν ἐν παλισκίοις καὶ μάλισθ᾽ αἱ πρὸς μεσημβρίαν. ἅπασαι δ᾽ αὗται τροφὴν ἐλάττω καὶ τὸ πέττον πλέον ἔχουσιν δι᾽ ὃ καὶ οὐδ᾽ εὐαυξεῖς εἰς μῆκος ἀλλὰ θαμνωδέστεραι. καὶ γὰρ πάχος λαμβάνουσι καὶ σχίζονται μᾶλλον διὰ τὸ πολλὰς λαμβάνειν ἀρχὰς πέττοντος τοῦ θερμοῦ καὶ μερίζονται πανταχῆ· τῶν δ᾽ ἐν τοῖς παλισκίοις εἰς ἓν μόνον ἡ ὁρμὴ δι᾽ ὃ καὶ μήκη μὲν αἱ ῥάβδοι μᾶλλον λαμβάνουσι πάχη δ᾽ οὔ, καὶ ἐκ τούτων αἱ βακτηρίαι καθάπερ ἄλλοθί τε καὶ ἐν Σκιάθῳ. κοινὸν δὲ τοῦτο ἴσως ἐπὶ πάντων τῶν δένδρων ἐστί. λοιπὸν δ᾽ οὖν εἰπεῖν διὰ τί ταῦτα οὐκ εὐώδη· τούτων δ᾽ αἰτιατέον δρόσον τὴν πρόσειλον. αὕτη δὴ πολλὴ πίπτουσα καθυγραίνει τὰ μὲν ἄνθη καὶ ὑγρότερα τὴν φύσιν ὄντα μᾶλλον τὰ δὲ ἄμικτα καὶ ξηρὰ ἔλαττον καὶ ἀσθενέστερον, δι᾽ ὃ καὶ κρατεῖται μᾶλλον ἀπὸ τῆς αὐτῆς ὑγρότητος. ὁ δὲ μύρρινος σημεῖον δὲ καὶ τὸ εἰρημένον ὑπέρ αὐτοῦ· μικρόκαρπος γὰρ εἶναι δοκεῖ διὰ τὸ μὴ λαμβάνειν τὸ κατὰ κεφαλῆς ὕδωρ ἱκανόν. ὥστε τοῦ μὲν μυρρίνου διὰ τούτων πειρατέον ἀναζητεῖν τὰς αἰτίας. τῶν δ᾽ ἐν τοῖς ψυχροῖς εὐόδμων τὴν θερμότητα τὴν ἐν τῇ γῇ νομιστέον εἶναι· πανταχοῦ γὰρ τὸ θερμὸν τὸ πέττον ἄλλοτε μὲν ἐκτὸς προσπίπτον ὁτὲ δὲ κατακλειόμενον ὥσπερ καὶ ἐν τῇ τῆς ὀπώρας πεπάνσει· παραπλήσιον γὰρ τὸ συμβαῖνον· ἀντιπεριϊσταμένη γὰρ ἡ θερμότης εἰς τὴν γῆν καὶ συνελαυνομένη πέττει. δεῖ δὲ καὶ τὴν γῆν μήτε πηλώδη μήτε πίειραν εἶναι μήτε γλίσχραν· διὰ γὰρ τὴν ὑγρότητα καὶ τὴν γλισχρότητα οὐχ ὁμοίως ἐργάσεται τὸ θερμὸν, ἀλλὰ χρὴ τοιαύτην ὥστε μήτε τὸ ἐκ τοῦ ἀέρος δέχεσθαι ψυχρὸν τό τε ἐν αὐτῇ θερμὸν ἀποστέγειν καὶ τηρεῖν. διὰ τοῦτο γὰρ καὶ ἐν τῇ Ἰλλυρίδι βελτίων ἡ ἴρις ἢ ἐν Μακεδονίᾳ, ἐν δὲ τῇ Θράκῃ καὶ ταῖς ἔτι ψυχροτέραις ἅμα καὶ ἀπεπτοτέραις ὅλως ἄοσμος· καὶ γὰρ ἡ γῆ πίειρα καὶ ἡ ὑγρότης πολλὴ καὶ ὁ χειμὼν ἔκτοπος· ἐν δὲ ταῖς ἀλεειναῖς καὶ λεπταῖς διὰ τὴν μαλακότητα τοῦ ἀέρος ἄοδμος· οὐκ ἴση γὰρ ἡ ἀντιπερίστασις. ἐξ ἀμφοῖν δὲ ζητητέον ὥσπερ καὶ ἐν τοῖς ὑπὲρ γῆς εὐόδμοις καὶ ἐκ τοῦ ἐδάφους καὶ ἐκ τοῦ ἀέρος τὰς δυνάμεις τὰς εἰς τὴν πέψιν συνεργούσας. ὑπὲρ μὲν οὖν τούτων ἱκανῶς εἰρήσθω. Τὰς δ᾽ ὀσμὰς ἤδη τὰς ἀπ᾽ ἀλλήλων οἱ καρποὶ μὲν οὐχ ἕλκουσιν οὐδ᾽ ὅλως οὐδὲν τῶν ἐν τοῖς φυτοῖς μορίων ὥστε γε καὶ ποιεῖν τι δῆλον. ὥστε καὶ παραφυτεύομέν γ᾽ ἔνια τῶν δριμέων οἷον σκόρδα καὶ κρόμυα τοῖς στεφανώμασι· φασὶ γὰρ ὠφελεῖν εἰς εὐωδίαν. τοῦτο δ᾽ εἴπερ ἀληθὲς δυοῖν θάτερον αἰτιάσαιτ᾽ ἄν τις ὡς τὸ κακῶδες ἀφαιρουμένων. ἕκαστον γὰρ δὴ τρέφεται τῷ οἰκείῳ καὶ ἕλκει τὸ συγγενὲς, ἀφαιρεθέντος δὲ τοῦ ἀλλοτρίου καθαρώτερον καὶ εὐωδέστερον τὸ λοιπόν· ἢ ὡς καταξηραινόντων τὸν τόπον διὰ τὴν θερμότητα καὶ πολυτροφίαν· ἐν δὲ τοῖς ξηροῖς ἅπαντα εὐοδμότερα. τοῦτο μὲν οὖν ὡς ἂν καθ᾽ ὑπόθεσιν εἰρήσθω. οἱ δὲ χυλοὶ χωρισθέντες ἕλκουσι, καὶ μάλιστα τό τε ἔλαιον καὶ ὁ οἶνος. ὃ δὴ καὶ ἄλογον φαίνεται τί δή ποτε τὸ μὲν ὕδωρ καὶ λεπτομερὲς ὂν τοῦτο καὶ ἄοδμον καὶ ἄχυμον καὶ ὅλως ὂν διειδὲς οὐ δέχεται τὰ δὲ καὶ ἔγχυμα καὶ ὀδμώδη καὶ παχύτερα δέχεται ὁ δὲ οἶνος καὶ μὴ ἐμβαλ λομένων ἀλλὰ πλησίον ὄντων· ἕλκει γὰρ τῷ ἔχειν τινὰ θερμότητα ἐν ἑαυτῷ· τοῦτο γὰρ τὸ ἕλκον, τὸ δ᾽ ὕδωρ ἥκιστα ἔχει, φύσει γὰρ ψυχρόν. δεῖ δὲ τὸ δεξόμενόν τε ἅμα καὶ διατηρῆσον μὴ οὕτω λεπτόν τι ὡς στεγνὸν καὶ φυλακτικόν τι εἶναι· τὸ μὲν γὰρ διΐησιν ὥσπερ ἠθμὸς οὐκ ἔχον ᾧ στέγει· τὸ δὲ σωματωδέστερον καὶ πυκνότερον εἴς τε τὸ δέξασθαι καὶ τηρεῖν εὐφυὲς πρὸς ἄμφω συμμετρίαν ἔχον, ἅπερ ἀμφότερα τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ συμβέβηκε. καὶ οἱ μυρεψοὶ δὲ τὰς ὀσμὰς εἰς τὸ ἔλαιον τίθενται· καὶ γὰρ ἄλλως ἁρμόττον πρὸς τὴν χρείαν καὶ ἅμα δύναται μάλιστα θησαυρίζειν διὰ τὴν ἀμεταβλησίαν· τὸ δὲ ὕδωρ εὐθὺς διαπνεῖ καὶ ὥσπερ ἐκπλύνει καὶ διΐστησιν. ἡ δὲ λεπτότης ὥσπερ εἴπομεν οὐ χρήσιμος, ἐπεὶ οὐδ᾽ ὁ ἀὴρ δύναται κατέχειν ἀλλὰ διαπέμψαι μόνον. τῶν δὲ ξηρῶν μάλιστα μὲν ὅσα μανὰ καὶ ἄοσμα καὶ ἄχυλα καθάπερ ἔρια καὶ τὰ ἱμάτια καὶ εἴ τι ἄλλο τοιοῦτον· οὐ μὴν ἀλλὰ καὶ ὅσα χυλοὺς ἔχει καὶ ὀσμὰς ὥσπερ καὶ τὸ μῆλον· καὶ γὰρ τοῦτο δέχεται καὶ ἕλκει τὰς ἐκ τῶν χυλῶν ὀσμάς· ἔγχυλον γὰρ αὐτὸ μᾶλλον· χρὴ γὰρ ὡς ἁπλῶς εἰπεῖν μήτε κατάξηρον εἶναι τὸ δεξόμενον ὥσπερ τέφραν ἢ ἄμμον μήτε κάθυγρον· τὸ μὲν γὰρ διϊὸν οὐχ ἅπτεται ἐν τῷ δὲ διαχεῖται καὶ ἐκκλύζεται. διὰ τοῦτο γὰρ καὶ τὰ ἴχνη τῶν λαγῶν εὐσημότερα ψεκασθέντα μαλακῶς ὑπ᾽ αὐτὴν τὴν κυνηγίαν· ἐμμένει γὰρ μᾶλλον διὰ τὸ σφοδρῶς ἀπερείδεσθαι καὶ εἰς βάθος καὶ οὐχ ὥσπερ ξηρᾶς οὔσης ἐπιπολῆς οὐδ᾽ αὖ πηλώδους ὥσπερ ἐφ᾽ ὕδατι καὶ νότῳ. ἐναντία γὰρ καὶ τὰ πνεύματα καὶ τὰ ὕδατα καὶ ἀπόλλυσιν ἄμφω τὰς ὀσμάς. ἀλλὰ δεῖ καθάπερ τὰ ἀπομάγματα τῶν δακτυλίων μέσην τινὰ κρᾶσιν ἔχειν. καὶ περὶ μὲν τούτων ἅλις. Ἐπεὶ δὲ τὰ μὲν ἥμερα τὰ δ᾽ ἄγρια τῶν ἀόσμων οὐκ ἀκολουθεῖ κατὰ τὸ γένος ἀλλ᾽ ἔνθα μὲν εὔοσμον τὸ ἥμερον καθάπερ τὸ ῥόδον ἔνθα δὲ τὸ ἄγριον ὥσπερ ἴον τὸ μέλαν καὶ ὁ κρόκος. ὁ δὲ ἕρπυλλος καὶ τὸ ἑλένιον δριμύτερα καθάπερ καὶ τῶν λαχανωδῶν τὸ πήγανον. αἴτιον δὲ ὡς μὲν εἰπεῖν καθόλου τὸ καὶ πρότερον λεχθὲν ὅτι τὴν συμμετρίαν ἑκάτερα λαμβάνει δι᾽ ἑκατέρου τῆς ὑγρότητος καὶ ξηρότητος ἐξ ὧν αἱ ὀσμαί. ὡς δὲ καθ᾽ ἕκαστα φανερὸν ἐπισκοποῦσι. τὸ μὲν γὰρ ἴον τό γε μέλαν καὶ ὁ κρόκος οὔτε πολλῆς δεῖται τροφῆς ἐξ αὑτῶν θ᾽ ἱκανήν κεφαλόρριζα γὰρ ὥστ᾽ ἐν τοῖς ἡμέροις ἡ πλείων ἀπεπτοτέρα. διὰ τοῦτο γὰρ καὶ τοῖς μὲν τέφραν περιβάλλουσι τοῖς δ᾽ ἐπιπάττουσι. τὸ δὲ ῥόδον καὶ ὁ ἕρπυλλος καὶ ὅσα ὅμοια τούτοις ἄγρια μὲν ὄντα ξηρότερα τοῦ συμμέτρου γίνεται δι᾽ ὃ τὸ μὲν ῥόδον ἀσθενὲς οἷόν τι ἄοδμον καὶ ἄνικμον ὄν· οὐδὲ γὰρ τὸ ἴον τὸ λευκὸν ἐν ταῖς ἄγαν ξηραῖς καὶ λεπταῖς εὔοσμον οὐδ᾽ ὅπου θερμὸς σφόδρα καὶ ἔμπυρος ὁ ἀήρ· ἀναξηραίνει γάρ. ὁ δ᾽ ἕρπυλλος καὶ τὸ ἑλένιον καὶ τἆλλα τὰ τοιαῦτα διὰ τὴν ξηρότητα δριμείας ἄγαν ἴσχει καὶ σκληρὰς τὰς ὀδμὰς ἡμερούμενα δὲ μαλακωτέρας. ἡ δὲ συμμετρία δι᾽ ὅτι καὶ πέψιν ποιεῖ φανερόν. ἐπεὶ καὶ τῶν εὐωδῶν ὀσμαὶ πρὸς τῇ τοῦ ἐδάφους καὶ τὴν τοῦ ἀέρος εὐκρασίαν ἀπαιτοῦσιν ὥστ᾽ ἀναμίγνυσθαι μήτε κωλύεσθαι μήθ᾽ ὑφ᾽ ἑνός. ἔοικε γὰρ τοιοῦτόν τι συμβαίνειν καὶ περὶ τὰ ἴχνη τῶν λαγῶν ὧν καὶ ἀρτίως ἐμνήσθημεν. οὔτε γὰρ θέρους εὔοσμα οὔτε χειμῶνος οὔτε ἦρος ἀλλὰ μάλιστα τοῦ φθινοπώρου. χειμῶνος μὲν γὰρ ὑγρὰ θέρους δ᾽ αὖ ξηρανθέντα δι᾽ ὃ καὶ μεσημβρίας χείριστα· τοῦ δ᾽ ἦρος αἱ τῶν ἀνθῶν ὀσμαὶ παρενοχλοῦσι· τὸ δὲ μετόπωρον σύμμετρον ἔχει πρὸς ἅπαντα τὴν κρᾶσιν. περὶ μὲν οὖν ὀσμῶν καὶ χυλῶν τῶν ἐν τοῖς φυτοῖς καὶ καρποῖς ἐκ τούτων θεωρητέον. ὅσα δ᾽ ἤδη κατὰ τὰς μίξεις καὶ τὰ πάθη πρὸς ἄλληλα καὶ τὰς δυνάμεις ταῦτα καθ᾽ αὑτὰ λεκτέον.