Id 1.1 Ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς αἰπόλε τήνα, Id 1.2 ἃ ποτὶ ταῖς παγαῖσι μελίσδεται, ἁδὺ δὲ καὶ τὺ Id 1.3 συρίσδες· μετὰ Πᾶνα τὸ δεύτερον ἆθλον ἀποισῇ. Id 1.4 αἴκα τῆνος ἕλῃ κεραὸν τράγον, αἶγα τὺ λαψῇ. Id 1.5 αἴκα δʼ αἶγα λάβῃ τῆνος γέρας, ἐς τὲ καταρρεῖ Id 1.6 ἁ χίμαρος· χιμάρῳ δὲ καλὸν κρέας, ἕστέ κʼ ἀμέλξῃς. Αἴπολος Id 1.7 Ἅδιον ὦ ποιμὴν τὸ τεὸν μέλος ἢ τὸ καταχὲς Id 1.8 τῆνʼ ἀπὸ τᾶς πέτρας καταλείβεται ὑψόθεν ὕδωρ. Id 1.9 αἴκα ταὶ Μοῖσαι τὰν οἰίδα δῶρον ἄγωνται, Id 1.10 ἄρνα τὺ σακίταν λαψῇ γέρας· αἰ δέ κʼ ἀρέσκῃ Id 1.11 τήναις ἄρνα λαβεῖν, τὺ δὲ τὰν ὄιν ὕστερον ἀξῇ. Θύρσις Id 1.12 λῇς ποτὶ τᾶν Νυμφᾶν, λῇς αἰπόλε τεῖδε καθίξας, Id 1.13 ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι, Id 1.14 συρίσδεν; τὰς δʼ αἶγας ἐγὼν ἐν τῷδε νομευσῶ. Αἴπολος Id 1.15 οὐ θέμις ὦ ποιμὴν τὸ μεσαμβρινόν, οὐ θέμις ἄμμιν Id 1.16 συρίσδεν. τὸν Πᾶνα δεδοίκαμες· ἦ γὰρ ἀπʼ ἄγρας Id 1.17 τανίκα κεκμακὼς ἀμπαύεται· ἔστι δὲ πικρός, Id 1.18 καί οἱ ἀεὶ δριμεῖα χολὰ ποτὶ ῥινὶ κάθηται. Id 1.19 ἀλλὰ τὺ γὰρ δὴ Θύρσι τὰ Δάφνιδος ἄλγεʼ ἀείδες Id 1.20 καὶ τᾶς βουκολικᾶς ἐπὶ τὸ πλέον ἵκεο μοίσας, Id 1.21 δεῦρʼ ὑπὸ τὰν πτελέαν ἑσδώμεθα, τῶ τε Πριήπω Id 1.22 καὶ τᾶν Κραναιᾶν κατεναντίον, ᾇπερ ὁ θῶκος Id 1.23 τῆνος ὁ ποιμενικὸς καὶ ταὶ δρύες. αἰ δέ κʼ ἀείσῃς Id 1.24 ὡς ὅκα τὸν Λιβύαθε ποτὶ Χρόμιν ᾆσας ἐρίσδων, Id 1.25 αἶγα δέ τοι δωσῶ διδυματόκον ἐς τρὶς ἀμέλξαι, Id 1.26 ἃ δύʼ ἔχοισʼ ἐρίφως ποταμέλγεται ἐς δύο πέλλας, Id 1.27 καὶ βαθὺ κισσύβιον κεκλυσμένον ἁδέι κηρῷ, Id 1.28 ἀμφῶες, νεοτευχές, ἔτι γλυφάνοιο ποτόσδον. Id 1.29 τῶ περὶ μὲν χείλη μαρύεται ὑψόθι κισσός, Id 1.30 κισσὸς ἑλιχρύσῳ κεκονιμένος· ἁ δὲ κατʼ αὐτὸν Id 1.31 καρπῷ ἕλιξ εἱλεῖται ἀγαλλομένα κροκόεντι. Id 1.32 ἔντοσθεν δὲ γυνά, τί θεῶν δαίδαλμα τέτυκται, Id 1.33 ἀσκητὰ πέπλῳ τε καὶ ἄμπυκι. πὰρ δέ οἱ ἄνδρες Id 1.34 καλὸν ἐθειράζοντες ἀμοιβαδὶς ἄλλοθεν ἄλλος Id 1.35 νεικείουσʼ ἐπέεσσι. τὰ δʼ οὐ φρενὸς ἅπτεται αὐτᾶς· Id 1.36 ἀλλʼ ὁκὰ μὲν τῆνον ποτιδέρκεται ἄνδρα γελᾶσα, Id 1.37 ἄλλοκα δʼ αὖ ποτὶ τὸν ῥιπτεῖ νόον. οἱ δʼ ὑπʼ ἔρωτος Id 1.38 δηθὰ κυλοιδιόωντες ἐτώσια μοχθίζοντι. Id 1.39 τοῖς δὲ μετὰ γριπεύς τε γέρων πέτρα τε τέτυκται Id 1.40 λεπράς, ἐφʼ ᾇ σπεύδων μέγα δίκτυον ἐς βόλον ἕλκει Id 1.41 ὁ πρέσβυς, κάμνοντι τὸ καρτερὸν ἀνδρὶ ἐοικώς. Id 1.42 φαίης κεν γυίων νιν ὅσον σθένος ἐλλοπιεύειν· Id 1.43 ὧδέ οἱ ᾠδήκαντι κατʼ αὐχένα πάντοθεν ἶνες Id 1.44 καὶ πολιῷ περ ἐόντι, τὸ δὲ σθένος ἄξιον ἅβας. Id 1.45 τυτθὸν δʼ ὅσσον ἄπωθεν ἁλιτρύτοιο γέροντος Id 1.46 πυρναίαις σταφυλαῖσι καλὸν βέβριθεν ἀλωά, Id 1.47 τὰν ὀλίγος τις κῶρος ἐφʼ αἱμασιαῖσι φυλάσσει Id 1.48 ἥμενος· ἀμφὶ δέ νιν δύʼ ἀλώπεκες ἁ μὲν ἀνʼ ὄρχως Id 1.49 φοιτῇ σινομένα τὰν τρώξιμον, ἁ δʼ ἐπὶ πήρᾳ Id 1.50 πάντα δόλον κεύθοισα τὸ παιδίον οὐ πρὶν ἀνησεῖν Id 1.51 φατὶ πρὶν ἢ ἀκράτιστον ἐπὶ ξηροῖσι καθίξῃ. Id 1.52 αὐτὰρ ὅγʼ ἀνθερίκοισι καλὰν πλέκει ἀκριδοθήραν Id 1.53 σχοίνῳ ἐφαρμόσδων· μέλεται δέ οἱ οὔτέ τι πήρας Id 1.54 οὔτε φυτῶν τοσσῆνον, ὅσον περὶ πλέγματι γαθεῖ. Id 1.55 παντᾷ δʼ ἀμφὶ δέπας περιπέπταται ὑγρὸς ἄκανθος· Id 1.56 αἰολικόν τι θέαμα, τέρας κέ τυ θυμὸν ἀτύξαι. Id 1.57 τῶ μὲν ἐγὼ πορθμεῖ Καλυδωνίῳ αἶγά τʼ ἔδωκα Id 1.58 ὦνον καὶ τυρόεντα μέγαν λευκοῖο γάλακτος· Id 1.59 οὐδέ τί πω ποτὶ χεῖλος ἐμὸν θίγεν, ἀλλʼ ἔτι κεῖται Id 1.60 ἄχραντον. τῷ καί τυ μάλα πρόφρων ἀρεσαίμαν, Id 1.61 αἴκά μοι τὺ φίλος τὸν ἐφίμερον ὕμνον ἀείσῃς. Id 1.62 κοὔτί τυ κερτομέω. πόταγʼ ὦγαθέ· τὰν γὰρ ἀοιδὰν Id 1.63 οὔτί πᾳ εἰς Ἀίδαν γε τὸν ἐκλελάθοντα φυλαξεῖς. Θύρσις Id 1.64 Ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.65 Θύρσις ὅδʼ ὡξ Αἴτνας, καὶ Θύρσιδος ἁδέα φωνά. Id 1.66 πᾷ ποκʼ ἄρʼ ἦσθʼ, ὅκα Δάφνις ἐτάκετο, πᾷ ποκα Νύμφαι; Id 1.67 ἢ κατὰ Πηνειῶ καλὰ τέμπεα; ἢ κατὰ Πίνδω; Id 1.68 οὐ γὰρ δὴ ποταμοῖο μέγαν ῥόον εἴχετʼ Ἀνάπω, Id 1.69 οὐδʼ Αἴτνας σκοπιάν, οὐδʼ Ἄκιδος ἱερὸν ὕδωρ. Id 1.70 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.71 τῆνον μὰν θῶες, τῆνον λύκοι ὠρύσαντο, Id 1.72 τῆνον χὡκ δρυμοῖο λέων ἔκλαυσε θανόντα. Id 1.73 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.74 πολλαί οἱ πὰρ ποσσὶ βόες, πολλοὶ δέ τε ταῦροι, Id 1.75 πολλαὶ δʼ αὖ δαμάλαι καὶ πόρτιες ὠδύραντο. Id 1.76 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.77 ἦνθʼ Ἑρμῆς πράτιστος ἀπʼ ὤρεος, εἶπε δέ· Δάφνι, Id 1.78 τίς τυ κατατρύχει; τίνος ὦγαθὲ τόσσον ἐρᾶσαι; Id 1.79 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.80 ἦνθον τοὶ βοῦται, τοὶ ποιμένες, ᾡπόλοι ἦνθον· Id 1.81 πάντες ἀνηρώτευν, τί πάθοι κακόν. ἦνθʼ ὁ Πρίηπος Id 1.82 κἤφα· Δάφνι τάλαν, τί τὺ τάκεαι, ἁ δέ τε κώρα Id 1.83 πάσας ἀνὰ κράνας, πάντʼ ἄλσεα ποσσὶ φορεῖται— Id 1.84 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς— Id 1.85 ζάτεισʼ; ἆ δύσερώς τις ἄγαν καὶ ἀμήχανος ἐσσί. Id 1.86 βούτας μὰν ἐλέγευ, νῦν δʼ αἰπόλῳ ἀνδρὶ ἔοικας. Id 1.87 ᾡπόλος ὅκκʼ ἐσορῇ τὰς μηκάδας οἷα βατεῦνται, Id 1.88 τάκεται ὀφθαλμώς, ὅτι οὐ τράγος αὐτὸς ἔγεντο. Id 1.89 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.90 καὶ τὺ δʼ ἐπεί κʼ ἐσορῇς τὰς παρθένος οἶα γελᾶντι, Id 1.91 τάκεαι ὀφθαλμώς, ὅτι οὐ μετὰ ταῖσι χορεύεις. Id 1.92 τὼς δʼ οὐδὲν ποτελέξαθʼ ὁ βουκόλος, ἀλλὰ τὸν αὐτῶ Id 1.93 ἄνυε πικρὸν ἔρωτα, καὶ ἐς τέλος ἄνυε μοίρας· Id 1.94 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. Id 1.95 ἦνθέ γε μὰν ἁδεῖα καὶ ἁ Κύπρις γελάοισα, Id 1.96 λάθρια μὲν γελάοισα, βαρὺν δʼ ἀνὰ θυμὸν ἔχοισα, Id 1.97 κεἶπε· τύ θην τὸν Ἔρωτα κατεύχεο Δάφνι λυγιξεῖν· Id 1.98 ἦ ῥʼ οὐκ αὐτὸς Ἔρωτος ὑπʼ ἀργαλέω ἐλυγίχθης; Id 1.99 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. Id 1.100 τὰν δʼ ἄρα χὡ Δάφνις ποταμείβετο· Κύπρι βαρεῖα, Id 1.101 Κύπρι νεμεσσατά, Κύπρι θνατοῖσιν ἀπεχθής· Id 1.102 ἤδη γὰρ φράσδῃ πάνθʼ ἅλιον ἄμμι δεδύκειν· Id 1.103 Δάφνις κἠν Ἀίδα κακὸν ἔσσεται ἄλγος Ἔρωτι. Id 1.104 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. Id 1.105 ὧ λέγεται τὰν Κύπριν ὁ βουκόλος—ἕρπε ποτʼ Ἴδαν, Id 1.106 ἕρπε ποτʼ Ἀγχίσην. τηνεῖ δρύες, ἔνθα κύπειρος· Id 1.108 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.109 ὡραῖος χὥδωνις, ἐπεὶ καὶ μᾶλα νομεύει. Id 1.110 καὶ πτῶκας βάλλει καὶ θηρία πάντα διώκει. Id 1.111 ἄρχετε βουκολικᾶς Μοῖσαι φίλαι ἄρχετʼ ἀοιδᾶς. Id 1.112 αὖθις ὅπως στασῇ Διομήδεος ἆσσον ἰοῖσα, Id 1.113 καὶ λέγε· τὸν βούταν νικῶ Δάφνιν, ἀλλὰ μάχευ μοι. Id 1.114 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. Id 1.115 ὦ λύκοι, ὦ θῶες, ὦ ἀνʼ ὤρεα φωλάδες ἄρκτοι, Id 1.116 χαίρεθʼ. ὁ βουκόλος ὔμμιν ἐγὼ Δάφνις οὐκέτʼ ἀνʼ ὕλαν, Id 1.117 οὐκέτʼ ἀνὰ δρυμώς, οὐκ ἄλσεα. χαῖρʼ Ἀρέθοισα, Id 1.118 καὶ ποταμοί, τοὶ χεῖτε καλὸν κατὰ Θύμβριδος ὕδωρ. Id 1.119 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. Id 1.120 Δάφνις ἐγὼν ὅδε τῆνος ὁ τὰς βόας ὧδε νομεύων, Id 1.121 Δάφνις ὁ τὼς ταύρως καὶ πόρτιας ὧδε ποτίσδων. Id 1.122 ἄρχετε βουκολικᾶς Μοῖσαι πάλιν ἄρχετʼ ἀοιδᾶς. Id 1.123 ὦ Πὰν Πάν, εἴτʼ ἐσσὶ κατʼ ὤρεα μακρὰ Λυκαίω, Id 1.124 εἴτε τύ γʼ ἀμφιπολεῖς μέγα Μαίναλον, ἔνθʼ ἐπὶ νᾶσον Id 1.125 τὰν Σικελάν, Ἑλίκας δὲ λίπʼ ἠρίον αἰπύ τε σᾶμα Id 1.126 τῆνο Λυκαονίδαο, τὸ καὶ μακάρεσσιν ἀγητόν. Id 1.127 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. Id 1.128 ἔνθʼ ὦναξ καὶ τάνδε φέρευ πακτοῖο μελίπνουν Id 1.129 ἐκ κηρῶ σύριγγα καλάν, περὶ χεῖλος ἑλικτάν. Id 1.130 ἦ γὰρ ἐγὼν ὑπʼ ἔρωτος ἐς Ἅιδαν ἕλκομαι ἤδη. Id 1.131 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. Id 1.132 νῦν δʼ ἴα μὲν φορέοιτε βάτοι, φορέοιτε δʼ ἄκανθαι, Id 1.133 ἁ δὲ καλὰ νάρκισσος ἐπʼ ἀρκεύθοισι κομάσαι· Id 1.134 πάντα δʼ ἔναλλα γένοιτο, καὶ ἁ πίτυς ὄχνας ἐνείκαι. Id 1.135 Δάφνις ἐπεὶ θνάσκει· καὶ τὼς κύνας ὥλαφος ἕλκοι, Id 1.136 κἠξ ὀρέων τοὶ σκῶπες ἀηδόσι γαρύσαιντο. Id 1.137 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. Id 1.138 χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δʼ Ἀφροδίτα Id 1.139 ἤθελʼ ἀνορθῶσαι· τά γε μὰν λίνα πάντα λελοίπει Id 1.140 ἐκ Μοιρᾶν, χὡ Δάφνις ἔβα ῥόον. ἔκλυσε δίνα Id 1.141 τὸν Μοίσαις φίλον ἄνδρα, τὸν οὐ Νύμφαισιν ἀπεχθῆ. Id 1.142 λήγετε βουκολικᾶς Μοῖσαι ἴτε λήγετʼ ἀοιδᾶς. Id 1.143 καὶ τὺ δίδου τὰν αἶγα τό τε σκύφος, ὥς κεν ἀμέλξας Id 1.144 σπείσω ταῖς Μοίσαις. ὦ χαίρετε πολλάκι Μοῖσαι, Id 1.145 χαίρετʼ· ἐγὼ δʼ ὔμμιν καὶ ἐς ὕστερον ἅδιον ᾀσῶ. Αἴπολος Id 1.146 πλῆρές τοι μέλιτος τὸ καλὸν στόμα Θύρσι γένοιτο, Id 1.147 πλῆρές τοι σχαδόνων, καὶ ἀπʼ Αἰγίλω ἰσχάδα τρώγοις Id 1.148 ἁδεῖαν, τέττιγος ἐπεὶ τύγα φέρτερον ᾄδεις. Id 1.149 ἠνίδε τοι τὸ δέπας· θᾶσαι φίλος, ὡς καλὸν ὄσδει· Id 1.150 Ὡρᾶν πεπλύσθαί νιν ἐπὶ κράναισι δοκησεῖς. Id 1.151 ὧδʼ ἴθι Κισσαίθα, τὺ δʼ ἄμελγέ νιν. αἱ δὲ χίμαιραι, Id 1.152 οὐ μὴ σκιρτασεῖτε, μὴ ὁ τράγος ὔμμιν ἀναστῇ. Φαρμακεύτριαι Id 2.1 πᾷ μοι ταὶ δάφναι; φέρε Θεστυλί· πᾷ δὲ τὰ φίλτρα; Id 2.2 στέψον τὰν κελέβαν φοινικέῳ οἰὸς ἀώτῳ, Id 2.3 ὡς τὸν ἐμὸν βαρὺν εὖντα φίλον καταθύσομαι ἄνδρα, Id 2.4 ὅς μοι δωδεκαταῖος ἀφʼ ὧ τάλας οὐδέποθʼ ἵκει, Id 2.5 οὐδʼ ἔγνω πότερον τεθνάκαμες ἢ ζοοὶ εἰμές. Id 2.6 οὐδὲ θύρας ἄραξεν ἀνάρσιος. ἦ ῥά οἱ ἀλλᾷ Id 2.7 ᾤχετʼ ἔχων ὅ τʼ Ἔρως ταχινὰς φρένας ἅ τʼ Ἀφροδίτα; Id 2.8 βασεῦμαι ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν Id 2.9 αὔριον, ὥς νιν ἴδω, καὶ μέμψομαι οἷά με ποιεῖ. Id 2.10 νῦν δέ νιν ἐκ θυέων καταθύσομαι. ἀλλὰ Σελάνα, Id 2.11 φαῖνε καλόν· τὶν γὰρ ποταείσομαι ἅσυχα, δαῖμον, Id 2.12 τᾷ χθονίᾳ θʼ Ἑκάτα, τὰν καὶ σκύλακες τρομέοντι Id 2.13 ἐρχομέναν νεκύων ἀνά τʼ ἠρία καὶ μέλαν αἷμα. Id 2.14 χαῖρʼ Ἑκάτα δασπλῆτι, καὶ ἐς τέλος ἄμμιν ὀπάδει. Id 2.15 φάρμακα ταῦτʼ ἔρδοισα χερείονα μήτέ τι Κίρκης Id 2.16 μήτέ τι Μηδείας μήτε ξανθᾶς Περιμήδας. Id 2.17 Ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.18 ἄλφιτά τοι πρᾶτον πυρὶ τάκεται· ἀλλʼ ἐπίπασσε Id 2.19 Θεστυλί. δειλαία, πᾷ τὰς φρένας ἐκπεπότασαι; Id 2.20 ἦ ῥά γε τρισμυσαρὰ καὶ τὶν ἐπίχαρμα τέτυγμαι; Id 2.21 πάσσʼ ἅμα καὶ λέγε ταῦτα· τὰ Δέλφιδος ὀστία πάσσω. Id 2.22 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.23 Δέλφις ἔμʼ ἀνίασεν· ἐγὼ δʼ ἐπὶ Δέλφιδι δάφναν Id 2.24 αἴθω· χὡς αὕτα λακεῖ μέγα καππυρίσασα Id 2.25 κἠξαπίνας ἅφθη, κοὐδὲ σποδὸν εἴδομες αὐτᾶς, Id 2.26 οὕτω τοι καὶ Δέλφις ἐνὶ φλογὶ σάρκʼ ἀμαθύνοι. Id 2.27 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.28 ὡς τοῦτον τὸν κηρὸν ἐγὼ σὺν δαίμονι τάκω, Id 2.29 ὣς τάκοιθʼ ὑπʼ ἔρωτος ὁ Μύνδιος αὐτίκα Δέλφις. Id 2.30 χὡς δινεῖθʼ ὅδε ῥόμβος ὁ χάλκεος ἐξ Ἀφροδίτας, Id 2.31 ὣς τῆνος δινοῖτο ποθʼ ἁμετέραισι θύραισιν. Id 2.32 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.33 νῦν θυσῶ τὰ πίτυρα. τὺ δʼ Ἄρτεμι καὶ τὸν ἐν Ἅιδα Id 2.34 κινήσαις ἀδάμαντα καὶ εἴ τί περ ἀσφαλὲς ἄλλο. Id 2.35 Θεστυλί, ταὶ κύνες ἄμμιν ἀνὰ πτόλιν ὠρύονται. Id 2.36 ἁ θεὸς ἐν τριόδοισι· τὸ χαλκίον ὡς τάχος ἄχει. Id 2.37 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.38 ἠνίδε σιγῇ μὲν πόντος, σιγῶντι δʼ ἀῆται· Id 2.39 ἁ δʼ ἐμὰ οὐ σιγῇ στέρνων ἔντοσθεν ἀνία, Id 2.40 ἀλλʼ ἐπὶ τήνῳ πᾶσα καταίθομαι, ὅς με τάλαιναν Id 2.41 ἀντὶ γυναικὸς ἔθηκε κακὰν καὶ ἀπάρθενον ἦμεν. Id 2.42 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.43 ἐς τρὶς ἀποσπένδω καὶ τρὶς τάδε πότνια φωνέω· Id 2.44 εἴτε γυνὰ τήνῳ παρακέκλιται εἴτε καὶ ἀνήρ, Id 2.45 τόσσον ἔχοι λάθας, ὅσσόν ποκα Θησέα φαντὶ Id 2.46 ἐν Δίᾳ λασθῆμεν ἐυπλοκάμω Ἀριάδνας. Id 2.47 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.48 ἱππομανὲς φυτόν ἐστι παρʼ Ἀρκάσι· τῷ δʼ ἐπὶ πᾶσαι Id 2.49 καὶ πῶλοι μαίνονται ἀνʼ ὤρεα καὶ θοαὶ ἵπποι. Id 2.50 ὣς καὶ Δέλφιν ἴδοιμι, καὶ ἐς τόδε δῶμα περάσαι Id 2.51 μαινομένῳ ἴκελος λιπαρᾶς ἔκτοσθε παλαίστρας. Id 2.52 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.53 τοῦτʼ ἀπὸ τᾶς χλαίνας τὸ κράσπεδον ὤλεσε Δέλφις, Id 2.54 ὡγὼ νῦν τίλλοισα κατʼ ἀγρίῳ ἐν πυρὶ βάλλω. Id 2.55 αἰαῖ Ἔρως ἀνιηρέ, τί μευ μέλαν ἐκ χροὸς αἷμα Id 2.56 ἐμφὺς ὡς λιμνᾶτις ἅπαν ἐκ βδέλλα πέπωκας; Id 2.57 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.58 σαύραν τοι τρίψασα ποτὸν κακὸν αὔριον οἰσῶ. Id 2.59 Θεστυλί, νῦν δὲ λαβοῖσα τὺ τὰ θρόνα ταῦθʼ ὑπόμαξον Id 2.60 τᾶς τήνω φλιᾶς καθʼ ὑπέρτερον, ἇς ἔτι καὶ νύξ, Id 2.62 καὶ λέγʼ ἐπιφθύζοισα· τὰ Δέλφιδος ὀστία μάσσω. Id 2.63 ἶυγξ, ἕλκε τὺ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα. Id 2.64 νῦν δὴ μώνα ἐοῖσα πόθεν τὸν ἔρωτα δακρύσω; Id 2.65 ἐκ τίνος ἄρξωμαι; τίς μοι κακὸν ἄγαγε τοῦτο; Id 2.66 ἦνθʼ ἁ τῶὐβούλοιο κανηφόρος ἄμμιν Ἀναξὼ Id 2.67 ἄλσος ἐς Ἀρτέμιδος, τᾷ δὴ τόκα πολλὰ μὲν ἄλλα Id 2.68 θηρία πομπεύεσκε περισταδόν, ἐν δὲ λέαινα. Id 2.69 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.70 καί μʼ ἁ Θευχαρίδα Θρᾷσσα τροφὸς ἁ μακαρῖτις Id 2.71 ἀγχίθυρος ναίοισα κατεύξατο καὶ λιτάνευσε Id 2.72 τὰν πομπὰν θάσασθαι· ἐγὼ δέ οἱ ἁ μεγάλοιτος Id 2.73 ὡμάρτευν βύσσοιο καλὸν σύροισα χιτῶνα, Id 2.74 κἀμφιστειλαμένα τὰν ξυστίδα τὰν Κλεαρίστας. Id 2.75 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.76 ἤδη δʼ εὖσα μέσον κατʼ ἀμαξιτόν, ᾇ τὰ Λύκωνος, Id 2.77 εἶδον ὁμοῦ Δέλφιν τε καὶ Εὐδάμιππον ἰόντας. Id 2.78 τοῖς δʼ ἦν ξανθοτέρα μὲν ἑλιχρύσοιο γενειάς, Id 2.79 στήθεα δὲ στίλβοντα πολὺ πλέον ἢ τὺ Σελάνα, Id 2.80 ὡς ἀπὸ γυμνασίοιο καλὸν πόνον ἄρτι λιπόντων. Id 2.81 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.82 χὡς ἴδον, ὡς ἐμάνην, ὥς μευ πέρι θυμὸς ἰάφθη Id 2.83 δειλαίας· τὸ δὲ κάλλος ἐτάκετο, κοὔτέ τι πομπᾶς Id 2.84 τήνας ἐφρασάμαν, οὐδʼ ὡς πάλιν οἴκαδʼ ἀπῆνθον Id 2.85 ἔγνων· ἀλλά μέ τις καπυρὰ νόσος ἐξεσάλαξε, Id 2.86 κείμαν δʼ ἐν κλιντῆρι δέκʼ ἄματα καὶ δέκα νύκτας. Id 2.87 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.88 καί μευ χρὼς μὲν ὁμοῖος ἐγίνετο πολλάκι θάψῳ, Id 2.89 ἔρρευν δʼ ἐκ κεφαλᾶς πᾶσαι τρίχες, αὐτὰ δὲ λοιπὰ Id 2.90 ὀστίʼ ἔτʼ ἦς καὶ δέρμα. καὶ ἐς τίνος οὐκ ἐπέρασα Id 2.91 ἢ ποίας ἔλιπον γραίας δόμον, ἅτις ἐπᾷδεν; Id 2.92 ἀλλʼ ἦς οὐδὲν ἐλαφρόν· ὁ δέ χρόνος ἄνυτο φεύγων. Id 2.93 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.94 χοὕτω τᾷ δούλᾳ τὸν ἀλαθέα μῦθον ἔλεξα· Id 2.95 εἰ δʼ ἄγε Θεστυλί μοι χαλεπᾶς νόσω εὑρέ τι μῆχος. Id 2.96 πᾶσαν ἔχει με τάλαιναν ὁ Μύνδιος· ἀλλὰ μολοῖσα Id 2.97 τήρησον ποτὶ τὰν Τιμαγήτοιο παλαίστραν· Id 2.98 τηνεῖ γὰρ φοιτῇ, τηνεῖ δέ οἱ ἁδὺ καθῆσθαι. Id 2.99 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.100 κἠπεί κά νιν ἐόντα μάθῃς μόνον, ἅσυχα νεῦσον, Id 2.101 κεἴφʼ ὅτι Σιμαίθα τυ καλεῖ, καὶ ὑφαγέο τᾷδε. Id 2.102 ὣς ἐφάμαν· ἁ δʼ ἦνθε καὶ ἄγαγε τὸν λιπαρόχρων Id 2.103 εἰς ἐμὰ δώματα Δέλφιν· ἐγὼ δέ νιν ὡς ἐνόησα Id 2.104 ἄρτι θύρας ὑπὲρ οὐδὸν ἀμειβόμενον ποδὶ κούφῳ— Id 2.105 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα— Id 2.106 πᾶσα μὲν ἐψύχθην χιόνος πλέον, ἐν δὲ μετώπῳ Id 2.107 ἱδρώς μευ κοχύδεσκεν ἴσον νοτίαισιν ἐέρσαις, Id 2.108 οὐδέ τι φωνᾶσαι δυνάμαν, οὐδʼ ὅσσον ἐν ὕπνῳ Id 2.109 κνυζεῦνται φωνεῦντα φίλαν ποτὶ ματέρα τέκνα· Id 2.110 ἀλλʼ ἐπάγην δαγῦδι καλὸν χρόα πάντοθεν ἴσα. Id 2.111 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.112 καί μʼ ἐσιδὼν ὥστοργος, ἐπὶ χθονὸς ὄμματα πήξας Id 2.113 ἕξετʼ ἐπὶ κλιντῆρι καὶ ἑζόμενος φάτο μῦθον· Id 2.114 ἦ ῥά με Σιμαίθα τόσον ἔφθασας, ὅσσον ἐγώ θην Id 2.115 πρᾶν ποκα τὸν χαρίεντα τρέχων ἔφθασσα Φιλῖνον, Id 2.116 ἐς τὸ τεὸν καλέσασα τόδε στέγος ἤ με παρῆμεν. Id 2.117 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.118 ἦνθον γάρ κεν ἐγώ, ναὶ τὸν γλυκὺν ἦνθον Ἔρωτα, Id 2.119 ἢ τρίτος ἠὲ τέταρτος ἐὼν φίλος αὐτίκα νυκτός, Id 2.120 μᾶλα μὲν ἐν κόλποισι Διωνύσοιο φυλάσσων, Id 2.121 κρατὶ δʼ ἔχων λεύκαν, Ἡρακλέος ἱερὸν ἔρνος, Id 2.122 πάντοθε πορφυρέαισι περὶ ζώστραισιν ἑλικτάν. Id 2.123 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.124 καί μʼ εἰ μέν κʼ ἐδέχεσθε, τάδʼ ἦς φίλα· καὶ γὰρ ἐλαφρὸς Id 2.125 καὶ καλὸς πάντεσσι μετʼ ἠιθέοισι καλεῦμαι· Id 2.126 εὗδόν τʼ, εἴ κε μόνον τὸ καλὸν στόμα τεῦς ἐφίλασα· Id 2.127 εἰ δʼ ἀλλᾷ μʼ ὠθεῖτε καὶ ἁ θύρα εἴχετο μοχλῷ, Id 2.128 πάντως καὶ πελέκεις καὶ λαμπάδες ἦνθον ἐφʼ ὑμέας. Id 2.129 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.130 νῦν δὲ χάριν μὲν ἔφαν τᾷ Κύπριδι πρᾶτον ὀφείλειν, Id 2.131 καὶ μετὰ τὰν Κύπριν τύ με δευτέρα ἐκ πυρὸς εἵλευ Id 2.132 ὦ γύναι ἐσκαλέσασα τεὸν ποτὶ τοῦτο μέλαθρον Id 2.133 αὔτως ἡμίφλεκτον· Ἔρως δʼ ἄρα καὶ Λιπαραίω Id 2.134 πολλάκις Ἡφαίστοιο σέλας φλογερώτερον αἴθει. Id 2.135 φράζεό μευ τὸν ἔρωθʼ ὅθεν ἵκετο, πότνα Σελάνα. Id 2.136 σὺν δὲ κακαῖς μανίαις καὶ παρθένον ἐκ θαλάμοιο Id 2.137 καὶ νύμφαν ἐφόβησʼ ἔτι δέμνια θερμὰ λιποῖσαν Id 2.138 ἀνέρος. ὣς ὁ μὲν εἶπεν· ἐγὼ δέ οἱ ἁ ταχυπειθὴς Id 2.139 χειρὸς ἐφαψαμένα μαλακῶν ἔκλινʼ ἐπὶ λέκτρων. Id 2.140 καὶ ταχὺ χρὼς ἐπὶ χρωτὶ πεπαίνετο, καὶ τὰ πρόσωπα Id 2.141 θερμότερʼ ἦς ἢ πρόσθε, καὶ ἐψιθυρίσδομες ἁδύ· Id 2.142 χὥς κά τοι μὴ μακρὰ φίλα θρυλέοιμι Σελάνα, Id 2.143 ἐπράχθη τὰ μέγιστα, καὶ ἐς πόθον ἤνθομες ἄμφω. Id 2.144 κοὔτέ τι τῆνος ἐμὶν ἐπεμέμψατο μέσφα τό γʼ ἐχθές, Id 2.145 οὔτʼ ἐγὼ αὖ τήνῳ. ἀλλʼ ἦνθέ μοι ἅ τε Φιλίστας Id 2.146 μάτηρ τᾶς ἀλαᾶς αὐλητρίδος ἅ τε Μελιξοῦς Id 2.147 σάμερον, ἁνίκα πέρ τε ποτʼ ὠρανὸν ἔτρεχον ἵπποι Id 2.148 Ἀῶ τὰν ῥοδόπαχυν ἀπʼ Ὠκεανοῖο φέροισαι. Id 2.149 κεἶπέ μοι ἄλλά τε πολλὰ καὶ ὡς ἄρα Δέλφις ἐρᾶται, Id 2.150 κεἴτέ νιν αὖτε γυναικὸς ἔχει πόθος εἴτε καὶ ἀνδρός, Id 2.151 οὐκ ἔφατʼ ἀτρεκὲς ἴδμεν, ἀτὰρ τόσον· αἰὲν Ἔρωτος Id 2.152 ἀκράτω ἐπεχεῖτο καὶ ἐς τέλος ᾤχετο φεύγων, Id 2.153 καὶ φάτο οἱ στεφάνοισι τὰ δώματα τῆνα πυκάσδειν. Id 2.154 ταῦτά μοι ἁ ξείνα μυθήσατο· ἔστι δʼ ἀλαθής· Id 2.155 ἦ γάρ μοι καὶ τρὶς καὶ τετράκις ἄλλοκʼ ἐφοίτη, Id 2.156 καὶ παρʼ ἐμὶν ἐτίθει τὰν Δωρίδα πολλάκις ὄλπαν· Id 2.157 νῦν δέ τε δωδεκαταῖος ἀφʼ ὧτέ νιν οὐδὲ ποτεῖδον. Id 2.158 ἦ ῥʼ οὐκ ἄλλό τι τερπνὸν ἔχει, ἁμῶν δὲ λέλασται; Id 2.159 νῦν μὲν τοῖς φίλτροις καταθύσομαι· αἰ δʼ ἔτι κἠμὲ Id 2.160 λυπῇ, τὰν Ἀίδαο πύλαν ναὶ Μοίρας ἀραξεῖ. Id 2.161 τοῖά οἱ ἐν κίστᾳ κακὰ φάρμακα φαμὶ φυλάσσειν, Id 2.162 Ἀσσυρίω δέσποινα παρὰ ξείνοιο μαθοῖσα. Id 2.163 ἀλλὰ τὺ μὲν χαίροισα ποτʼ Ὠκεανὸν τρέπε πώλους, Id 2.164 πότνιʼ· ἐγὼ δʼ οἰσῶ τὸν ἐμὸν πόνον ὥσπερ ὑπέσταν. Id 2.165 χαῖρε Σελαναία λιπαρόχροε, χαίρετε δʼ ἄλλοι Id 2.166 ἀστέρες, εὐκήλοιο κατʼ ἄντυγα Νυκτὸς ὀπαδοί. Κῶμος Id 3.1 Κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες Id 3.2 βόσκονται κατʼ ὄρος, καὶ ὁ Τίτυρος αὐτὰς ἐλαύνει. Id 3.3 Τίτυρʼ ἐμὶν τὸ καλὸν πεφιλαμένε, βόσκε τὰς αἶγας, Id 3.4 καὶ ποτὶ τὰν κράναν ἄγε Τίτυρε, καὶ τὸν ἐνόρχαν Id 3.5 τὸν Λιβυκὸν κνάκωνα φυλάσσεο, μή τι κορύψῃ. Id 3.6 Ὦ χαρίεσσʼ Ἀμαρυλλί, τί μʼ οὐκέτι τοῦτο κατʼ ἄντρον Id 3.7 παρκύπτοισα καλεῖς τὸν ἐρωτύλον; ἦ ῥά με μισεῖς; Id 3.8 ἦ ῥά γέ τοι σιμὸς καταφαίνομαι ἐγγύθεν ἦμεν, Id 3.9 νύμφα, καὶ προγένειος; ἀπάγξασθαί με ποησεῖς. Id 3.10 ἠνίδε τοι δέκα μᾶλα φέρω· τηνῶθε καθεῖλον, Id 3.11 ὧ μʼ ἐκέλευ καθελεῖν τύ· καὶ αὔριον ἄλλά τοι οἰσῶ. Id 3.12 θᾶσαι μὰν θυμαλγὲς ἐμὸν ἄχος· αἴθε γενοίμαν Id 3.13 ἁ βομβεῦσα μέλισσα καὶ ἐς τεὸν ἄντρον ἱκοίμαν Id 3.14 τὸν κισσὸν διαδὺς καὶ τὰν πτέριν, ᾇ τὺ πυκάσδῃ. Id 3.15 νῦν ἔγνων τὸν Ἔρωτα· βαρὺς θεός· ἦ ῥα λεαίνας Id 3.16 μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ, Id 3.17 ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει. Id 3.18 ὦ τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· ὦ κυάνοφρυ Id 3.19 νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω. Id 3.20 ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. Id 3.21 τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς, Id 3.22 τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω Id 3.23 ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.— Id 3.24 Ὤμοι ἐγώ, τί πάθω; τί ὁ δύσσοος; οὐχ ὑπακούεις;— Id 3.25 τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι, Id 3.26 ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις ὁ γριπεύς· Id 3.27 καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται. Id 3.28 ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με, Id 3.29 οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα, Id 3.30 ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη. Id 3.31 εἶπε καὶ ἀγροιῶτις ἀλαθέα κοσκινόμαντις, Id 3.32 ἁ πρᾶν ποιολογεῦσα Παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν Id 3.33 τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ. Id 3.34 ἦ μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω, Id 3.35 τάν με καὶ ἁ Μέρμνωνος ἐριθακὶς ἁ μελανόχρως Id 3.36 αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ. Id 3.37 Ἅλλεται ὀφθαλμός μευ ὁ δεξιός· ἦ ῥά γʼ ἰδησῶ Id 3.38 αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς, Id 3.39 καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν. Id 3.40 Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι, Id 3.41 μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· ἁ δʼ Ἀταλάντα Id 3.42 ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα. Id 3.43 τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους Id 3.44 ἐς Πύλον· ἁ δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη, Id 3.45 μάτηρ ἁ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης. Id 3.46 τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων Id 3.47 οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας, Id 3.48 ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι; Id 3.49 ζαλωτὸς μὲν ἐμὶν ὁ τὸν ἄτροπον ὕπνον ἰαύων Id 3.50 Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναι Ἰασίωνα, Id 3.51 ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι. Id 3.52 Ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω, Id 3.53 κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται. Id 3.54 ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο. νομεῖς Βάττος καὶ Κορύδων Βάττος Id 4.1 εἰπέ μοι ὦ Κορύδων, τίνος αἱ βόες; ἦ ῥα Φιλώνδα; Κορύδων Id 4.2 οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν. Βάττος Id 4.3 ἦ πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις; Κορύδων Id 4.4 ἀλλʼ ὁ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει. Βάττος Id 4.5 αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος ὁ βουκόλος ᾤχετο χώραν; Κορύδων Id 4.6 οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων. Βάττος Id 4.7 καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει; Κορύδων Id 4.8 φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν. Βάττος Id 4.9 κἤμʼ ἔφαθʼ ἁ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω. Κορύδων Id 4.10 κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα. Βάττος Id 4.11 πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν. Κορύδων Id 4.12 ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι. Βάττος Id 4.13 δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον. Κορύδων Id 4.14 ἦ μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι. Βάττος Id 4.15 τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται Id 4.16 τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ ὁ τέττιξ; Κορύδων Id 4.17 οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω Id 4.18 καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι, Id 4.19 ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον. Βάττος Id 4.20 λεπτὸς μὰν χὡ ταῦρος ὁ πυρρίχος. εἴθε λάχοιεν Id 4.21 τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι Id 4.22 τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ ὁ δᾶμος. Κορύδων Id 4.23 καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω, Id 4.24 καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι, Id 4.25 αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια. Βάττος Id 4.26 φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες ὦ τάλαν Αἴγων Id 4.27 εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας, Id 4.28 χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα. Κορύδων Id 4.29 οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων Id 4.30 δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς, Id 4.31 κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω. Id 4.32 αἰνέω τάν τε Κρότωνα—καλὰ πόλις, ἅ τε Ζάκυνθος— Id 4.33 καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ ὁ πύκτας Id 4.34 Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας. Id 4.35 τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας Id 4.36 τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες Id 4.37 μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν. Βάττος Id 4.38 ὦ χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας Id 4.39 λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης. Id 4.40 αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει. Κορύδων Id 4.41 θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον. Id 4.42 ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες. Id 4.43 χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει. Βάττος Id 4.44 θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας Id 4.45 τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ ὁ λέπαργος. Κορύδων Id 4.46 σίτθʼ ἁ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις; Id 4.47 ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν, Id 4.48 εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει. Id 4.49 εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα. Βάττος Id 4.50 θᾶσαί μʼ ὦ Κορύδων πὸτ τῶ Διός· ἁ γὰρ ἄκανθα Id 4.51 ἀρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι Id 4.52 τἀτρακτυλλίδες ἐντί. κακῶς ἁ πόρτις ὄλοιτο· Id 4.53 ἐς ταύταν ἐτύπην χασμεύμενος. ἦ ῥά γε λεύσσεις; Κορύδων Id 4.54 ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά. Βάττος Id 4.55 ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει. Κορύδων Id 4.56 εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε. Id 4.57 ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται. Βάττος Id 4.58 εἴπʼ ἄγε μʼ ὦ Κορύδων, τὸ γερόντιον ἦ ῥα διώκει, Id 4.59 τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη; Κορύδων Id 4.60 ἀκμάν γʼ ὦ δειλαῖε· πρόαν γε μὲν αὐτὸς ἐπενθὼν Id 4.61 καὶ ποτὶ τᾷ μάνδρᾳ κατελάμβανον ἆμος ἐνήργει. Βάττος Id 4.62 εὖ γʼ ὤνθρωπε φιλοῖφα. τό τοι γένος ἢ Σατυρίσκοις Id 4.63 ἐγγύθεν ἢ Πάνεσσι κακοκνάμοισιν ἐρίσδεις. Βουκολιασταὶ Κομάτας καὶ Λάκων Κομάτας Id 5.1 αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα Id 5.2 φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν. Λάκων Id 5.3 οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε Id 5.4 τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν; Κομάτας Id 5.5 τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα Id 5.6 ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι Id 5.7 ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι; Λάκων Id 5.8 τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον Id 5.9 Λάκων ἀγκλέψας πόκʼ ἔβα νάκος; εἰπὲ Κομάτα· Id 5.10 οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν. Κομάτας Id 5.11 τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε Id 5.12 ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ ὦ κακὲ καὶ τόκʼ ἐτάκευ Id 5.13 βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας. Λάκων Id 5.14 οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων Id 5.15 τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος, ἢ κατὰ τήνας Id 5.16 τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν. Κομάτας Id 5.17 οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας, Id 5.18 αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν, Id 5.19 οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας. Λάκων Id 5.20 αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν. Id 5.21 ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν—ἔστι μὲν οὐδὲν Id 5.22 ἱερόν—ἀλλά γε τοι διαείσομαι, ἕστέ κʼ ἀπείπῃς. Κομάτας Id 5.23 ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται Id 5.24 ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε. Λάκων Id 5.25 καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν; Id 5.26 τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας Id 5.27 αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν; Κομάτας Id 5.28 ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις, Id 5.29 σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι Id 5.30 ὥριφος ἰσοπαλής, τυῖδʼ ὁ τράγος οὗτος. ἔρισδε. Λάκων Id 5.31 μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ Id 5.32 τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας. Id 5.33 ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκει Id 5.34 ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι. Κομάτας Id 5.35 ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇς Id 5.36 ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα Id 5.37 παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει. Id 5.38 θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι. Λάκων Id 5.39 καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας Id 5.40 μέμναμʼ; ὦ φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως. …… Id 5.44 ἀλλὰ γὰρ ἕρφʼ ὦδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ. Κομάτας Id 5.45 οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος, Id 5.46 ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι· Id 5.47 ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρει Id 5.48 ὄρνιχες λαλαγεῦντι· καὶ ἁ σκιὰ οὐδὲν ὁμοία Id 5.49 τᾷ παρὰ τίν· βάλλει δὲ καὶ ἁ πίτυς ὑψόθε κώνοις. Λάκων Id 5.50 ἦ μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς, Id 5.51 αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι Id 5.52 ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον ἢ τύ περ ὄσδεις. Id 5.53 στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος Id 5.54 ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω. Κομάτας Id 5.55 αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς Id 5.56 καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν Id 5.57 δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν. Id 5.58 στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος, Id 5.59 ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας. Λάκων Id 5.60 αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ· Id 5.61 τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε Id 5.62 τίς κρινεῖ; αἴθʼ ἔνθοι πόθʼ ὁ βουκόλος ὧδʼ ὁ Λυκώπας. Κομάτας Id 5.63 οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα, Id 5.64 αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας Id 5.65 τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων. Λάκων Id 5.66 βωστρέωμες. Κομάτας τὺ κάλει νιν. Λάκων ἴθʼ ὦ ξένε μικκὸν ἄκουσον Id 5.67 τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων Id 5.68 βουκολιαστάς ἐστι. τὺ δʼ ὦ φίλε μήτʼ ἐμὲ Μόρσων Id 5.69 ἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς. Κομάτας Id 5.70 ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ Id 5.71 τὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ. Id 5.72 ἅδέ τοι ἁ ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα, Id 5.73 Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα. Λάκων Id 5.74 μή τύ τις ἠρώτη πὸτ τῶ Διός, αἴτε Σιβύρτα Id 5.75 αἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον; ὡς λάλος ἐσσί. Κομάτας Id 5.76 βέντισθʼ οὗτος, ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω Id 5.77 κοὐδὲν καυχέομαι· τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί. Λάκων Id 5.78 εἶα λέγʼ εἴ τι λέγεις, καὶ τὸν ξένον ἐς πόλιν αὖθις Id 5.79 ζῶντʼ ἄφες· ὦ Παιάν, ἦ στωμύλος ἦσθα Κομάτα. Κομάτας Id 5.80 ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν Id 5.81 Δάφνιν· ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα. Λάκων Id 5.82 καὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα, καὶ καλὸν αὐτῷ Id 5.83 κριὸν ἐγὼ βόσκω. τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει. Κομάτας Id 5.84 πλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω, Id 5.85 καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις; Λάκων Id 5.86 φεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ Id 5.87 τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει. Κομάτας Id 5.88 βάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα Id 5.89 τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει. Λάκων Id 5.90 κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν Id 5.91 ἐκμαίνει· λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα. Κομάτας Id 5.92 ἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα Id 5.93 πρὸς ῥόδα, τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει. Λάκων Id 5.94 οὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὁμομαλίδες· αἱ μὲν ἔχοντι Id 5.95 λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί. Κομάτας Id 5.96 κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν Id 5.97 ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει. Λάκων Id 5.98 ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω Id 5.99 τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός. Κομάτας Id 5.100 σίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε, Id 5.101 ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι. Λάκων Id 5.102 οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος ὁ Κώναρος ἅ τε Κιναίθα; Id 5.103 τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς ὁ Φάλαρος. Κομάτας Id 5.104 ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ, Id 5.105 ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω. Λάκων Id 5.106 χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει, Id 5.107 ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν. Κομάτας Id 5.108 ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν, Id 5.109 μή μευ λωβασεῖσθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἇβαι. Λάκων Id 5.110 τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω· Id 5.111 οὑτῶς χὑμές θην ἐρεθίζετε τὼς καλαμευτάς. Κομάτας Id 5.112 μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος Id 5.113 αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι. Λάκων Id 5.114 καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα Id 5.115 σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται. Κομάτας Id 5.116 ἦ οὐ μέμνᾳ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς Id 5.117 εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας; Λάκων Id 5.118 τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας Id 5.119 Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι. Κομάτας Id 5.120 ἦ δή τις Μόρσων πικραίνεται· ἢ οὐχὶ παρῄσθευ; Id 5.121 σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν. Λάκων Id 5.122 κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις. Id 5.123 ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἄλεντα. Κομάτας Id 5.124 Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι Id 5.125 οἴνῳ πορφύροις, τὰ δέ τʼ οἴσυα καρπὸν ἐνείκαι. Λάκων Id 5.126 ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον Id 5.127 ἁ παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι. Κομάτας Id 5.128 ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι, Id 5.129 καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται. Λάκων Id 5.130 ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν ἁ μελίτεια Id 5.131 φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ. Κομάτας Id 5.132 οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε Id 5.133 τῶν ὤτων καθελοῖσʼ, ὅκά οἱ τὰν φάσσαν ἔδωκα. Λάκων Id 5.134 ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ Id 5.135 τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν. Κομάτας Id 5.136 οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν, Id 5.137 οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ ὦ τάλαν ἐσσὶ φιλεχθής. Μόρσων Id 5.138 παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα Id 5.139 δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας Id 5.140 ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον. Κομάτας Id 5.141 πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων Id 5.142 νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ Id 5.143 κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι πόκʼ ἤδη Id 5.144 ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι. Id 5.145 αἶγες ἐμαὶ θαρσεῖτε κερούτιδες· αὔριον ὔμμε Id 5.146 πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας. Id 5.147 οὗτος ὁ Λευκίτας ὁ κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς Id 5.148 τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν ἤ γʼ ἐμὲ καλλιερῆσαι Id 5.149 ταῖς Νύμφαις τὰν ἀμνόν. ὁ δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν, Id 5.150 αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα. Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας Id 6.1 Δαμοίτας χὡ Δάφνις ὁ βουκόλος εἰς ἕνα χῶρον Id 6.2 τὰν ἀγέλαν πόκʼ Ἄρατε συνάγαγον· ἦς δʼ ὁ μὲν αὐτῶν Id 6.3 πυρρός, ὁ δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω Id 6.4 ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον. Id 6.5 πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε. Id 6.6 βάλλει τοι Πολύφαμε τὸ ποίμνιον ἁ Γαλάτεια Id 6.7 μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα· Id 6.8 καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι Id 6.9 ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει, Id 6.10 ἅ τοι τᾶν ὀίων ἕπεται σκοπός· ἁ δὲ βαΰσδει Id 6.11 εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει Id 6.12 ἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν. Id 6.13 φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ Id 6.14 ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ. Id 6.15 ἁ δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθας Id 6.16 ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει· Id 6.17 καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει, Id 6.18 καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· ἦ γὰρ ἔρωτι Id 6.19 πολλάκις ὦ Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται. Id 6.20 τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν. Id 6.21 εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε, Id 6.22 κοὔ μʼ ἔλαθʼ, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι Id 6.23 ἐς τέλος· αὐτὰρ ὁ μάντις ὁ Τήλεμος ἔχθρʼ ἀγορεύων Id 6.24 ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι. Id 6.25 ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι, Id 6.26 ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· ἁ δʼ ἀίοισα Id 6.27 ζαλοῖ μʼ ὦ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας Id 6.28 οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας. Id 6.29 σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων Id 6.30 αὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα. Id 6.31 ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ Id 6.32 ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἕστέ κʼ ὀμόσσῃ Id 6.33 αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω. Id 6.34 καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι. Id 6.35 ἦ γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα, Id 6.36 καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ ἁ μία κώρα, Id 6.37 ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων Id 6.38 λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο. Id 6.39 ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον· Id 6.40 ταῦτα γὰρ ἁ γραία με Κοτυταρὶς ἐξεδίδαξε. Id 6.41 ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει. Id 6.42 τόσσʼ εἰπὼν τὸν Δάφνιν ὁ Δαμοίτας ἐφίλησε, Id 6.43 χὡ μὲν τῷ σύριγγʼ, ὁ δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν. Id 6.44 αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις ὁ βούτας, Id 6.45 ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ. Id 6.46 νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο. θαλύσια Id 7.1 Ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα Id 7.2 εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας· Id 7.3 τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος Id 7.4 κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν Id 7.5 χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ Id 7.6 Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν Id 7.7 εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν Id 7.8 αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον, Id 7.9 χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι. Id 7.10 κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα Id 7.11 ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν Id 7.12 ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα, Id 7.13 οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν Id 7.14 ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει. Id 7.15 ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο Id 7.16 κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον, Id 7.17 ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος Id 7.18 ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω Id 7.19 δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς Id 7.20 ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς· Id 7.21 Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις, Id 7.22 ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει, Id 7.23 οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι; Id 7.24 ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι; ἤ τινος ἀστῶν Id 7.25 λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο Id 7.26 πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει. Id 7.27 τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες Id 7.28 συριγκτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν Id 7.29 ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει Id 7.30 ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν Id 7.31 ἔλπομαι. ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς· ἦ γὰρ ἑταῖροι Id 7.32 ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι Id 7.33 ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ Id 7.34 ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν. Id 7.35 ἀλλʼ ἄγε δή—ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς— Id 7.36 βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ. Id 7.37 καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι Id 7.38 πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής, Id 7.39 οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν Id 7.40 Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν Id 7.41 ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω. Id 7.42 ὣς ἐφάμαν ἐπίταδες· ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας, Id 7.43 τάν τοι" ἔφα "κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ Id 7.44 πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος. Id 7.45 ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ Id 7.46 ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος, Id 7.47 καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν Id 7.48 ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι. Id 7.49 ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς, Id 7.50 Σιμιχίδα· κἠγὼ μέν—ὅρη φίλος, εἴ τοι ἀρέσκει Id 7.51 τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα. Λυκίδας Id 7.52 ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν, Id 7.53 χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ Id 7.54 κύματα, χὡρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ, Id 7.55 αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας Id 7.56 ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει. Id 7.57 χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν Id 7.58 τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ· Id 7.59 ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα Id 7.60 ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα. Id 7.61 Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν Id 7.62 ὥρια πάντα γένοιτο, καὶ εὔπλοξν ὅρμον ἵκοιτο. Id 7.63 κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα Id 7.64 ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων Id 7.65 τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ Id 7.66 πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ. Id 7.67 χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν Id 7.68 κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ. Id 7.69 καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος Id 7.70 αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων. Id 7.71 αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς, Id 7.72 εἷς δὲ Λυκωπίτας· ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ, Id 7.73 ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας, Id 7.74 χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν, Id 7.75 Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο, Id 7.76 εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον Id 7.77 ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα. Id 7.78 ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ Id 7.79 ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος, Id 7.80 ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι Id 7.81 κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι, Id 7.82 οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ. Id 7.83 ὦ μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις, Id 7.84 καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν Id 7.85 κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας. Id 7.86 αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν, Id 7.87 ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας Id 7.88 φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις Id 7.89 ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα. Id 7.90 χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις Id 7.91 κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα Id 7.92 νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα Id 7.93 ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα· Id 7.94 ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, ᾧ τυ γεραίρειν Id 7.95 ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις. Σιμιχίδας Id 7.96 Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· ἦ γὰρ ὁ δειλὸς Id 7.97 τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι. Id 7.98 ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ Id 7.99 παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις, Id 7.100 ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν Id 7.101 Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι, Id 7.102 ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι. Id 7.103 τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας, Id 7.104 ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις, Id 7.105 εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος. Id 7.106 κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε, μή τί τυ παῖδες Id 7.107 Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους Id 7.108 τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη· Id 7.109 εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι Id 7.110 δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις, Id 7.111 εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ Id 7.112 Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω, Id 7.113 ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις Id 7.114 πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός. Id 7.115 ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες Id 7.116 νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας, Id 7.117 ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι, Id 7.118 βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον, Id 7.119 βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ. Id 7.120 καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες Id 7.121 αἰαῖ" φαντὶ "Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ. Id 7.122 μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε, Id 7.123 μηδὲ πόδας τρίβωμες· ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ Id 7.124 κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη, Id 7.125 εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας, Id 7.126 ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη, Id 7.127 ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι. Id 7.128 τόσσʼ ἐφάμαν· ὁ δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας Id 7.129 ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν. Id 7.130 χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας Id 7.131 εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάυω Id 7.132 στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις Id 7.133 ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες Id 7.134 ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι. Id 7.135 πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο Id 7.136 αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ Id 7.137 Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε. Id 7.138 τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες Id 7.139 τέττιγες λαλαγεῦντες ἔχον πόνον· ἁ δʼ ὀλολυγὼν Id 7.140 τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις. Id 7.141 ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών, Id 7.142 πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι. Id 7.143 πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας. Id 7.144 ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα Id 7.145 δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο Id 7.146 ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε· Id 7.147 τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ. Id 7.148 νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι, Id 7.149 ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον Id 7.150 κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων; Id 7.151 ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ, Id 7.152 τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε, Id 7.153 τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι, Id 7.154 οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι Id 7.155 βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ Id 7.156 αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, ἁ δὲ γελάσσαι Id 7.157 δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Id 8.1 Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι Id 8.2 μᾶλα νέμων, ὡς φαντί, κατʼ ὤρεα μακρὰ Μενάλκας. Id 8.3 ἄμφω τώγʼ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω, Id 8.4 ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν. Id 8.5 πρᾶτος δʼ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας· Id 8.6 μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι; Id 8.7 φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων. Id 8.8 τὸν δʼ ἄρα χὡ Δάφνις τοιῷδʼ ἀπαμείβετο μύθῳ· Id 8.9 ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα, Id 8.10 οὔποτε νικασεῖς μʼ, οὐδʼ εἴ τι πάθοις τύγʼ ἀείδων. Μενάλκας Id 8.11 χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον; Δάφνις Id 8.12 χρῄσδω τοῦτʼ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον. Μενάλκας Id 8.13 καὶ τίνα θησεύμεσθʼ, ὅτις ἁμῖν ἄρκιος εἴη; Δάφνις Id 8.14 μόσχον ἐγὼ θησῶ· τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν. Μενάλκας Id 8.15 οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς ὁ πατήρ μευ Id 8.16 χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι. Δάφνις Id 8.17 ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ ὁ νικῶν; Μενάλκας Id 8.18 σύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον, Id 8.19 λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν, Id 8.20 ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ. Δάφνις Id 8.21 ἦ μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον. Id 8.22 λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν. Id 8.23 πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω Id 8.24 τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν. Μενάλκας Id 8.25 ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων; Δάφνις Id 8.26 τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες; Id 8.27 ᾧ ποτὶ ταῖς ἐρίφοις ὁ κύων ὁ φάλαρος ὑλακτεῖ. Id 8.28 χοἱ μὲν παῖδες ἄυσαν, ὁ δʼ αἰπόλος ἦνθʼ ἐπακοῦσαι. Id 8.29 χοἱ μὲν παῖδες ἄειδον, ὁ δʼ αἰπόλος ἤθελε κρίνειν. Id 8.30 πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας, Id 8.31 εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν. Id 8.32 βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος. Μενάλκας Id 8.33 Ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας Id 8.34 πήποχʼ ὁ συριγκτὰς προσφιλὲς ᾆσε μέλος, Id 8.35 βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ Id 8.36 Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι. Δάφνις Id 8.37 κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον Id 8.38 μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι, Id 8.39 τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας Id 8.40 τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι. Μενάλκας Id 8.41 ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι Id 8.42 σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι, Id 8.43 ἔνθʼ ὁ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ, Id 8.44 χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι. Δάφνις Id 8.45 παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος Id 8.46 οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται, Id 8.47 ἐνθʼ ἁ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ, Id 8.48 χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι. Μενάλκας Id 8.49 ὦ τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, ὧ βάθος ὕλας Id 8.50 μυρίον, (ὦ σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·) Id 8.51 ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ ὦ κόλε καὶ λέγε· Μίλων, Id 8.52 ὁ Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε. Δάφνις Id 8.53 μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα Id 8.54 εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων· Id 8.55 ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾁσομαι, ἀγκὰς ἔχων τυ, Id 8.56 σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα. Δάφνις Id 8.57 δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός, Id 8.58 ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα, Id 8.59 ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. ὦ πάτερ ὦ Ζεῦ, Id 8.60 οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας. Id 8.61 ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν· Id 8.62 τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας. Id 8.63 Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ, Id 8.64 μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω. Id 8.65 ὦ Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ; Id 8.66 οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα. Id 8.67 ταὶ δʼ ὄιες, μηδʼ ὔμμες ὀκνεῖθʼ ἁπαλᾶς κορέσασθαι Id 8.68 ποίας· οὔτι καμεῖσθʼ, ὅκκʼ αὖ πάλιν ἅδε φύηται. Id 8.69 σίττα νέμεσθε νέμεσθε, τὰ δʼ οὔθατα πλήσατε πᾶσαι, Id 8.70 ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δʼ ἐς ταλάρως ἀποθῶμαι. Id 8.71 δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετʼ ἀείδειν· Id 8.72 κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα Id 8.73 τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν· Id 8.74 οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ, Id 8.75 ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον. Id 8.76 ἁδεῖʼ ἁ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα· Id 8.77 ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς· Id 8.78 ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν. Id 8.79 τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα, Id 8.80 τᾷ βοῒ δʼ ἁ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί. Id 8.81 Ὣ οἱ παῖδες ἄεισαν, ὁ δʼ αἰπόλος ὧδʼ ἀγόρευεν· Id 8.82 ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος ὦ Δάφνι φωνά. Id 8.83 κρέσσον μελπομένω τευ ἀκουέμεν ἢ μέλι λείχειν. Id 8.84 λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων. Id 8.85 αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι, Id 8.86 τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα, Id 8.87 ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ. Id 8.88 Ὡς μὲν ὁ παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε Id 8.89 νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο. Id 8.90 ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ Id 8.91 ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο. Id 8.92 κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο, Id 8.93 καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν. Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας Id 9.1 Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος, Id 9.2 ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας, Id 9.3 μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως. Id 9.4 χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο Id 9.5 μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ Id 9.6 ἐκτόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας. Δάφνις Id 9.7 Ἁδὺ μὲν ἁ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς, Id 9.8 ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών. Id 9.9 ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται Id 9.10 λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας Id 9.11 λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε. Id 9.12 τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω, Id 9.13 ὅσσον ἐρῶντε πατρὸς μύθων καὶ ματρὸς ἀκούειν. Id 9.14 οὑτῶς Δάφνις ἄεισεν ἐμίν, οὑτῶς δὲ Μενάλκας. Μενάλκας Id 9.15 Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω Id 9.16 κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ Id 9.17 φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας, Id 9.18 ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται. Id 9.19 ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι Id 9.20 φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν Id 9.21 χείματος ἢ νωδὸς καρύων ἀμύλοιο παρόντος. Id 9.22 τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα, Id 9.23 Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός, Id 9.24 αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων, Id 9.25 τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, ὧ κρέας αὐτὸς Id 9.26 σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας, Id 9.27 πέντε ταμὼν πέντʼ οὖσιν· ὁ δʼ ἐγκαναχήσατο κόχλῳ. Id 9.28 Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς, Id 9.29 τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι, Id 9.30 μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω. Id 9.31 τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ, Id 9.32 ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά. Id 9.33 τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος Id 9.34 οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις Id 9.35 ἄνθεα· τόσσον ἐμὶν Μοῖσαι φίλαι. οὓς μὲν ὁρεῦντι Id 9.36 γαθεῦσαι, τοὺς δʼ οὔτι ποτῷ δαλήσατο Κίρκη. ἐργατίναι ἢ Θερισταί Μίλων Id 10.1 Ἐργατίνα βουκαῖε, τί νῦν ᾦζυρὲ πεπόνθεις; Id 10.2 οὔθʼ ἑὸν ὄγμον ἄγειν ὀρθὸν δύνᾳ, ὡς τὸ πρὶν ἆγες, Id 10.3 οὔθʼ ἅμα λᾳοτομεῖς τῷ πλατίον, ἀλλʼ ἀπολείπῃ Id 10.4 ὥσπερ ὄις ποίμνας, ἇς τὸν πόδα κάκτος ἔτυψε. Id 10.5 ποῖός τις δείλαν τυ καὶ ἐκ μέσω ἄματος ἐσσῇ, Id 10.6 ὃς νῦν ἀρχόμενος τᾶς αὔλακος οὐκ ἀποτρώγεις; Βάττος Id 10.7 Μίλων ὀψαμάτα, πέτρας ἀπόκομμʼ ἀτεράμνω, Id 10.8 οὐδαμά τοι συνέβα ποθέσαι τινὰ τῶν ἀπεόντων; Μίλων Id 10.9 οὐδαμά. τίς δὲ πόθος τῶν ἔκτοθεν ἐργάτᾳ ἀνδρί; Βάττος Id 10.10 οὐδαμά νυν συνέβα τοι ἀγρυπνῆσαι διʼ ἔρωτα; Μίλων Id 10.11 μηδέ γε συμβαίη· χαλεπὸν χορίω κύνα γεῦσαι. Βάττος Id 10.12 ἀλλʼ ἐγὼ ὦ Μίλων ἔραμαι σχεδὸν ἑνδεκαταῖος. Μίλων Id 10.13 ἐκ πίθω ἀντλεῖς δῆλον· ἐγὼ δʼ ἔχω οὐδʼ ἅλις ὄξος. Βάττος Id 10.14 τοιγάρτοι πρὸ θυρᾶν μοι ἀπὸ σπόρω ἄσκαλα πάντα. Μίλων Id 10.15 τίς δέ τυ τᾶν παίδων λυμαίνεται; Βάττος ἁ Πολυβώτα, Id 10.16 ἃ πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει. Μίλων Id 10.17 εὗρε θεὸς τὸν ἀλιτρόν· ἔχεις πάλαι ὧν ἐπεθύμεις. Id 10.18 μάντίς τοι τὰν νύκτα χροϊξεῖθʼ ἁ καλαμαία. Βάττος Id 10.19 μωμᾶσθαί μʼ ἄρχῃ τύ· τυφλὸς δʼ οὐκ αὐτὸς ὁ Πλοῦτος, Id 10.20 ἀλλὰ καὶ ὡφρόντιστος Ἔρως. μὴ δὴ μέγα μυθεῦ. Μίλων Id 10.21 οὐ μέγα μυθεῦμαι· τὺ μόνον κατάβαλλε τὸ λᾷον, Id 10.22 καί τι κόρας φιλικὸν μέλος ἀμβάλευ. ἅδιον οὑτῶς Id 10.23 ἐργαξῇ· καὶ μὰν πρότερόν ποκα μουσικὸς ἦσθα. Βάττος Id 10.24 Μοῖσαι Πιερίδες, συναείσατε τὰν ῥαδινάν μοι Id 10.25 παῖδʼ· ὧν γάρ χʼ ἅψησθε θεαί, καλὰ πάντα ποεῖτε. Id 10.26 Βομβύκα χαρίεσσα, Σύραν καλέοντί τυ πάντες, Id 10.27 ἰσχνὰν ἁλιόκαυστον, ἐγὼ δὲ μόνος μελίχλωρον. Id 10.28 καὶ τὸ ἴον μέλαν ἐστὶ καὶ ἁ γραπτὰ ὑάκινθος, Id 10.29 ἀλλʼ ἔμπας ἐν τοῖς στεφάνοις τὰ πρᾶτα λέγονται. Id 10.30 ἁ αἲξ τὰν κύτισον, ὁ λύκος τὰν αἶγα διώκει, Id 10.31 ἁ γέρανος τὤροτρον, ἐγὼ δʼ ἐπὶ τὶν μεμάνημαι. Id 10.32 αἴθέ μοι ἦς, ὅσσα Κροῖσόν ποκα φαντὶ πεπᾶσθαι, Id 10.33 χρύσεοι ἀμφότεροί κʼ ἀνεκείμεθα τᾷ Ἀφροδίτᾳ, Id 10.34 τὼς αὐλὼς μὲν ἔχοισα καὶ ἢ ῥόδον ἢ μᾶλον τύ, Id 10.35 σχῆμα δʼ ἐγὼ καὶ καινὰς ἐπʼ ἀμφοτέροισιν ἀμύκλας. Id 10.36 Βομβύκα χαρίεσσʼ, οἱ μὲν πόδες ἀστράγαλοί τευς, Id 10.37 ἁ φωνὰ δὲ τρύχνος· τὸν μὰν τρόπον οὐκ ἔχω εἰπεῖν. Μίλων Id 10.38 Ἦ καλὰς ἄμμι ποέων ἐλελήθει βοῦκος ἀοιδάς. Id 10.39 ὡς εὖ τὰν ἰδέαν τᾶς ἁρμονίας ἐμέτρησεν. Id 10.40 ὤμοι τῶ πώγωνος, ὃν ἀλιθίως ἀνέφυσα. Id 10.41 θᾶσαι δὴ καὶ ταῦτα τὰ τῶ θείω Λιτυέρσα. Id 10.42 Δάματερ πολύκαρπε πολύσταχυ, τοῦτο τὸ λᾷον Id 10.43 εὔεργόν τʼ εἴη καὶ κάρπιμον ὅττι μάλιστα. Id 10.44 Σφίγγετʼ ἀμαλλοδέται τὰ δράγματα, μὴ παριών τις Id 10.45 εἴποι· σύκινοι ἄνδρες, ἀπώλετο χοὗτος ὁ μισθός. Id 10.46 Ἐς βορέην ἄνεμον τᾶς κόρθυος ἁ τομὰ ὔμμιν Id 10.47 ἢ ζέφυρον βλεπέτω· πιαίνεται ὁ στάχυς οὑτῶς. Id 10.48 σῖτον ἀλοιῶντας φεύγειν τὸ μεσαμβρινὸν ὕπνον· Id 10.49 ἐκ καλάμας ἄχυρον τελέθει τημόσδε μάλιστα. Id 10.50 ἄρχεσθαι δʼ ἀμῶντας ἐγειρομένω κορυδαλλῶ, Id 10.51 καὶ λήγειν εὕδοντος, ἐλινῦσαι δὲ τὸ καῦμα. Id 10.52 εὐκτὸς ὁ τῶ βατράχω παῖδες βίος· οὐ μελεδαίνει Id 10.53 τὸν προπιεῖν ἐγχεῦντα· πάρεστι γὰρ ἄφθονον αὐτῷ. Id 10.54 κάλλιον ὦπιμελητὰ φιλάργυρε τὸν φακὸν ἕψειν· Id 10.55 μή τι τάμῃς τὰν χεῖρα καταπρίων τὸ κύμινον. Id 10.56 ταῦτα χρὴ μοχθεῦντας ἐν ἁλίῳ ἄνδρας ἀείδειν, Id 10.57 τὸν δὲ τεὸν βουκαῖε πρέπει λιμηρὸν ἔρωτα Id 10.58 μυθίσδεν τᾷ ματρὶ κατʼ εὐνὰν ὀρθρευοίσᾳ. Κύκλωψ Id 11.1 οὐδὲν πὸτ τὸν ἔρωτα πεφύκει φάρμακον ἄλλο Id 11.2 Νικία οὔτʼ ἔγχριστον, ἐμὶν δοκεῖ, οὔτʼ ἐπίπαστον, Id 11.3 ἢ ταὶ Πιερίδες· κοῦφον δέ τι τοῦτο καὶ ἁδὺ Id 11.4 γίνετʼ ἐπʼ ἀνθρώποις, εὑρεῖν δʼ οὐ ῥᾴδιόν ἐστι. Id 11.5 γινώσκειν δʼ οἶμαί τυ καλῶς ἰατρὸν ἐόντα Id 11.6 καὶ ταῖς ἐννέα δὴ πεφιλάμενον ἔξοχα Μοίσαις. Id 11.7 οὕτω γοῦν ῥάιστα διᾶγʼ ὁ Κύκλωψ ὁ παρʼ ἁμῖν, Id 11.8 ὡρχαῖος Πολύφαμος, ὅκʼ ἤρατο τᾶς Γαλατείας, Id 11.9 ἄρτι γενειάσδων περὶ τὸ στόμα τὼς κροτάφως τε. Id 11.10 ἤρατο δʼ οὐ μάλοις οὐδὲ ῥόδῳ οὐδὲ κικίννοις, Id 11.11 ἀλλʼ ὀρθαῖς μανίαις, ἁγεῖτο δὲ πάντα πάρεργα. Id 11.12 πολλάκι ταὶ ὄιες ποτὶ ταὐλίον αὐταὶ ἀπῆνθον Id 11.13 χλωρᾶς ἐκ βοτάνας· ὁ δὲ τὰν Γαλάτειαν ἀείδων Id 11.14 αὐτόθʼ ἐπʼ ἀιόνος κατετάκετο φυκιοέσσας Id 11.15 ἐξ ἀοῦς, ἔχθιστον ἔχων ὑποκάρδιον ἕλκος Id 11.16 Κύπριδος ἐκ μεγάλας, τό οἱ ἥπατι πᾶξε βέλεμνον. Id 11.17 ἀλλὰ τὸ φάρμακον εὗρε, καθεζόμενος δʼ ἐπὶ πέτρας Id 11.18 ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα. Id 11.19 Ὦ λευκὰ Γαλάτεια, τί τὸν φιλέοντʼ ἀποβάλλῃ; Id 11.20 λευκοτέρα πακτᾶς ποτιδεῖν, ἁπαλωτέρα ἀρνός, Id 11.21 μόσχω γαυροτέρα, σφριγανωτέρα ὄμφακος ὠμᾶς. Id 11.22 φοιτῇς δʼ αὖθʼ οὑτῶς, ὅκκα γλυκὺς ὕπνος ἔχῃ με, Id 11.23 οἴχῃ δʼ εὐθὺς ἰοῖσʼ, ὅκκα γλυκὺς ὕπνος ἀνῇ με, Id 11.24 φεύγεις δʼ ὥσπερ ὄις πολιὸν λύκον ἀθρήσασα. Id 11.25 ἠράσθην μὲν ἔγωγα τεοῦς κόρα, ἁνίκα πρᾶτον Id 11.26 ἦνθες ἐμᾷ σὺν ματρὶ θέλοισʼ ὑακίνθινα φύλλα Id 11.27 ἐξ ὄρεος δρέψασθαι, ἐγὼ δʼ ὁδὸν ἁγεμόνευον. Id 11.28 παύσασθαι δʼ ἐσιδών τυ καὶ ὕστερον οὐδέ τί πᾳ νῦν Id 11.29 ἐκ τήνω δύναμαι· τὶν δʼ οὐ μέλει, οὐ μὰ Δίʼ οὐδέν. Id 11.30 γινώσκω χαρίεσσα κόρα, τίνος ὥνεκα φεύγεις· Id 11.31 ὥνεκά μοι λασία μὲν ὀφρῦς ἐπὶ παντὶ μετώπῳ Id 11.32 ἐξ ὠτὸς τέταται ποτὶ θὥτερον ὦς μία μακρά, Id 11.33 εἷς δʼ ὀφθαλμὸς ἔπεστι, πλατεῖα δὲ ῥὶς ἐπὶ χείλει. Id 11.34 ἀλλʼ οὗτος τοιοῦτος ἐὼν βοτὰ χίλια βόσκω, Id 11.35 κἠκ τούτων τὸ κράτιστον ἀμελγόμενος γάλα πίνω· Id 11.36 τυρὸς δʼ οὐ λείπει μʼ οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρᾳ, Id 11.37 οὐ χειμῶνος ἄκρω· ταρσοὶ δʼ ὑπεραχθέες αἰεί. Id 11.38 συρίσδεν δʼ ὡς οὔτις ἐπίσταμαι ὧδε Κυκλώπων, Id 11.39 τὶν τὸ φίλον γλυκύμαλον ἁμᾷ κἠμαυτὸν ἀείδων Id 11.40 πολλάκι νυκτὸς ἀωρί. τρέφω δέ τοι ἕνδεκα νεβρὼς Id 11.41 πάσας μηνοφόρως καὶ σκύμνως τέσσαρας ἄρκτων. Id 11.42 ἀλλʼ ἀφίκευσο ποθʼ ἁμέ, καὶ ἑξεῖς οὐδὲν ἔλασσον, Id 11.43 τὰν γλαυκὰν δὲ θάλασσαν ἔα ποτὶ χέρσον ὀρεχθεῖν. Id 11.44 ἅδιον ἐν τὤντρῳ παρʼ ἐμὶν τὰν νύκτα διαξεῖς. Id 11.45 ἐντὶ δάφναι τηνεῖ, ἐντὶ ῥαδιναὶ κυπάρισσοι, Id 11.46 ἔστι μέλας κισσός, ἔστʼ ἄμπελος ἁ γλυκύκαρπος, Id 11.47 ἔστι ψυχρὸν ὕδωρ, τό μοι ἁ πολυδένδρεος Αἴτνα Id 11.48 λευκᾶς ἐκ χιόνος ποτὸν ἀμβρόσιον προΐητι. Id 11.49 τίς κα τῶνδε θάλασσαν ἔχειν καὶ κύμαθʼ ἕλοιτο; Id 11.50 αἰ δέ τοι αὐτὸς ἐγὼ δοκέω λασιώτερος ἦμεν, Id 11.51 ἐντὶ δρυὸς ξύλα μοι καὶ ὑπὸ σποδῷ ἀκάματον πῦρ. Id 11.52 καιόμενος δʼ ὑπὸ τεῦς καὶ τὰν ψυχὰν ἀνεχοίμαν Id 11.53 καὶ τὸν ἕνʼ ὀφθαλμόν, τῶ μοι γλυκερώτερον οὐδέν. Id 11.54 ὤμοι, ὅ τʼ οὐκ ἔτεκέν μʼ ἁ μάτηρ βραγχίʼ ἔχοντα, Id 11.55 ὡς κατέδυν ποτὶ τὶν καὶ τὰν χέρα τευς ἐφίλασα, Id 11.56 αἰ μὴ τὸ στόμα λῇς, ἔφερον δέ τοι ἢ κρίνα λευκὰ Id 11.57 ἢ μάκωνʼ ἁπαλὰν ἐρυθρὰ πλαταγώνιʼ ἔχοισαν. Id 11.58 ἀλλὰ τὰ μὲν θέρεος, τὰ δὲ γίνεται ἐν χειμῶνι, Id 11.59 ὥστʼ οὐκ ἄν τοι ταῦτα φέρειν ἅμα πάντʼ ἐδυνάθην. Id 11.60 νῦν μὰν ὦ κόριον, νῦν αὐτόγα νεῖν κε μάθοιμι, Id 11.61 αἴκά τις σὺν ναῒ πλέων ξένος ὧδʼ ἀφίκηται, Id 11.62 ὡς εἰδῶ, τί ποθʼ ἁδὺ κατοικεῖν τὸν βυθὸν ὔμμιν. Id 11.63 ἐξένθοις Γαλάτεια καὶ ἐξενθοῖσα λάθοιο Id 11.64 ὥσπερ ἐγὼ νῦν ὧδε καθήμενος οἴκαδʼ ἀπενθεῖν. Id 11.65 ποιμαίνειν δʼ ἐθέλοις σὺν ἐμὶν ἅμα καὶ γάλʼ ἀμέλγειν Id 11.66 καὶ τυρὸν πᾶξαι τάμισον δριμεῖαν ἐνεῖσα. Id 11.67 ἁ μάτηρ ἀδικεῖ με μόνα, καὶ μέμφομαι αὐτᾷ· Id 11.68 οὐδὲν πήποχʼ ὅλως ποτὶ τὶν φίλον εἶπεν ὑπέρ μευ, Id 11.69 καὶ ταῦτʼ ἆμαρ ἐπʼ ἆμαρ ὁρεῦσά με λεπτὸν ἐόντα. Id 11.70 φασῶ τὰν κεφαλὰν καὶ τὼς πόδας ἀμφοτέρως μευ Id 11.71 σφύζειν, ὡς ἀνιαθῇ, ἐπεὶ κἠγὼν ἀνιῶμαι. Id 11.72 ὦ Κύκλωψ Κύκλωψ, πᾷ τὰς φρένας ἐκπεπότασαι; Id 11.73 αἴκʼ ἐνθὼν θαλάρως τε πλέκοις καὶ θαλλὸν ἀμάσας Id 11.74 ταῖς ἄρνεσσι φέροις, τάχα κα πολὺ μᾶλλον ἔχοις νῶν. Id 11.75 τὰν παρεοῖσαν ἄμελγε. τί τὸν φεύγοντα διώκεις; Id 11.76 εὑρησεῖς Γαλάτειαν ἴσως καὶ καλλίονʼ ἄλλαν. Id 11.77 πολλαὶ συμπαίσδέν με κόραι τὰν νύκτα κέλονται, Id 11.78 κιχλίζοντι δὲ πᾶσαι, ἐπεί κʼ αὐταῖς ὑπακούσω Id 11.79 δῆλον ὅ τʼ ἐν τᾷ γᾷ κἠγώ τις φαίνομαι ἦμεν. Id 11.80 οὕτω τοι Πολύφαμος ἐποίμαινεν τὸν ἔρωτα Id 11.81 μουσίσδων, ῥᾷον δὲ διᾶγʼ ἢ εἰ χρυσὸν ἔδωκεν. Ἀίτης Id 12.1 Ἤλυθες ὦ φίλε κοῦρε τρίτῃ σὺν νυκτὶ καὶ ἀοῖ; Id 12.2 ἤλυθες· οἱ δὲ ποθεῦντες ἐν ἤματι γηράσκουσιν. Id 12.3 ὅσσον ἔαρ χειμῶνος, ὅσον μᾶλον βραβίλοιο Id 12.4 ἅδιον, ὅσσον ὄις σφετέρας λασιωτέρα ἀρνός, Id 12.5 ὅσσον παρθενικὴ προφέρει τριγάμοιο γυναικός, Id 12.6 ὅσσον ἐλαφροτέρη μόσχου νεβρός, ὅσσον ἀηδὼν Id 12.7 συμπάντων λιγύφωνος ἀοιδοτάτη πετεηνῶν, Id 12.8 τόσσον ἔμʼ εὔφρανας τὺ φανείς, σκιερὰν δʼ ὑπὸ φαγὸν Id 12.9 ἀελίου φρύγοντος ὁδοιπόρος ἔδραμον ὥς τις. Id 12.10 εἴθʼ ὁμαλοὶ πνεύσειαν ἐπʼ ἀμφοτέροισιν Ἔρωτες Id 12.11 νῶιν, ἐπεσσομένοις δὲ γενοίμεθα πᾶσιν ἀοιδά. Id 12.12 θείω δή τινε τώδε μετὰ προτέροισι γενέσθην Id 12.13 φῶθʼ, ὁ μὲν εἴσπνηλος, φαίη χʼ ὡμυκλαϊάσδων, Id 12.14 τὸν δʼ ἕτερον πάλιν ὥς κεν ὁ Θεσσαλὸς εἴποι ἀίταν. Id 12.15 ἀλλήλους δʼ ἐφίλησαν ἴσῳ ζυγῷ. ἦ ῥα τότʼ ἦσαν Id 12.16 χρύσειοι πάλιν ἄνδρες, ὃ κἀντεφίλησʼ ὁ φιληθείς. Id 12.17 εἰ γὰρ τοῦτο πάτερ Κρονίδα πέλοι, εἰ γὰρ ἀγήρῳ Id 12.18 ἀθάνατοι, γενεαῖς δὲ διηκοσίαισιν ἔπειτα Id 12.19 ἀγγείλειεν ἐμοί τις ἀνέξοδον εἰς Ἀχέροντα· Id 12.20 ἡ σὴ νῦν φιλότης καὶ τοῦ χαρίεντος ἀίτεω Id 12.21 πᾶσι διὰ στόματος, μετὰ δʼ ἠιθέοισι μάλιστα. Id 12.22 ἀλλʼ ἤτοι τούτων μὲν ὑπέρτεροι Οὐρανίωνες Id 12.23 ἔσσονθʼ ὡς ἐθέλοντι. ἐγὼ δέ σε τὸν καλὸν αἰνέων Id 12.24 ψεύδεα ῥινὸς ὕπερθεν ἀραιᾶς οὐκ ἀναφύσω. Id 12.25 ἢν γὰρ καί τι δάκῃς, τὸ μὲν ἀβλαβὲς εὐθὺς ἔθηκας, Id 12.26 διπλάσιον δʼ ὤνασας, ἔχων δʼ ἐπίμετρον ἀπῆνθον. Id 12.27 Νισαῖοι Μεγαρῆες ἀριστεύοντες ἐρετμοῖς, Id 12.28 ὄλβιοι οἰκείοιτε, τὸν Ἀττικὸν ὡς περίαλλα Id 12.29 ξεῖνον ἐτιμήσασθε Διοκλέα τὸν φιλόπαιδα. Id 12.30 αἰεί οἱ περὶ τύμβον ἀολλέες εἴαρι πράτῳ Id 12.31 κοῦροι ἐριδμαίνοντι φιλήματος ἄκρα φέρεσθαι. Id 12.32 ὃς δέ κε προσμάξῃ γλυκερώτερα χείλεσι χείλη, Id 12.33 βριθόμενος στεφάνοισιν ἑὰν ἐς μητέρʼ ἀπῆνθεν. Id 12.34 ὄλβιος, ὅστις παισὶ φιλήματα κεῖνα διαιτᾷ. Id 12.35 ἦ που τὸν χαροπὸν Γανυμήδεα πόλλʼ ἐπιβωτᾷ Id 12.36 Λυδίῃ ἶσον ἔχειν πέτρῃ στόμα, χρυσὸν ὁποίῃ Id 12.37 πεύθονται μὴ φαῦλος ἐτήτυμω ἀργυραμοιβοί. ὕλας Id 13.1 οὐχ ἁμῖν τὸν Ἔρωτα μόνοις ἔτεχʼ, ὡς ἐδοκεῦμες, Id 13.2 Νικία, ᾧ τινι τοῦτο θεῶν ποκα τέκνον ἔγεντο. Id 13.3 οὐχ ἁμῖν τὰ καλὰ πράτοις καλὰ φαίνεται εἶμεν, Id 13.4 οἳ θνατοὶ πελόμεσθα, τὸ δʼ αὔριον οὐκ ἐσορῶμες· Id 13.5 ἀλλὰ καὶ ὡμφιτρύωνος ὁ χαλκεοκάρδιος υἱός, Id 13.6 ὃς τὸν λῖν ὑπέμεινε τὸν ἄγριον, ἤρατο παιδός, Id 13.7 τῶ χαρίεντος Ὕλα, τῶ τὰν πλοκαμῖδα φορεῦντος, Id 13.8 καί νιν πάντʼ ἐδίδαξε πατὴρ ὡσεὶ φίλον υἱέα, Id 13.9 ὅσσα μαθὼν ἀγαθὸς καὶ ἀοίδιμος αὐτὸς ἔγεντο· Id 13.10 χωρὶς δʼ οὐδέποκʼ ἦς, οὔτʼ εἰ μέσον ἆμαρ ὄροιτο, Id 13.11 οὔτʼ ἄρʼ ὅχʼ ἁ λεύκιππος ἀνατρέχοι ἐς Διὸς Ἀώς, Id 13.12 οὐδʼ ὁπόκʼ ὀρτάλιχοι μινυροὶ ποτὶ κοῖτον ὁρῷεν, Id 13.13 σεισαμένας πτερὰ ματρὸς ἐπʼ αἰθαλόεντι πετεύρῳ, Id 13.14 ὡς αὐτῷ κατὰ θυμὸν ὁ παῖς πεποναμένος εἴη, Id 13.15 αὐτῷ δʼ εὖ ἕλκων ἐς ἀλαθινὸν ἄνδρʼ ἀποβαίη. Id 13.16 ἀλλʼ ὅτε τὸ χρύσειον ἔπλει μετὰ κῶας Ἰήσων Id 13.17 Αἰσονίδας, οἱ δʼ αὐτῷ ἀριστῆες συνέποντο Id 13.18 πασᾶν ἐκ πολίων προλελεγμένοι, ὧν ὄφελός τι, Id 13.19 ἵκετο χὡ ταλαεργὸς ἀνὴρ ἐς ἀφνειὸν Ἰωλκόν, Id 13.20 Ἀλκμήνης υἱὸς Μιδεάτιδος ἡρωίνης, Id 13.21 σὺν δʼ αὐτῷ κατέβαινεν Ὕλας εὔεδρον ἐς Ἀργώ, Id 13.22 ἅτις κυανεᾶν οὐχ ἥψατο συνδρομάδων ναῦς, Id 13.23 ἀλλὰ διεξάιξε—βαθὺν δʼ εἰσέδραμε Φᾶσιν— Id 13.24 αἰετὸς ἐς μέγα λαῖτμα· ἀφʼ οὗ τότε χοιράδες ἔσταν. Id 13.25 ἆμος δʼ ἀντέλλοντι Πελειάδες, ἐσχατιαὶ δὲ Id 13.26 ἄρνα νέον βόσκοντι, τετραμμένου εἴαρος ἤδη, Id 13.27 τᾶμος ναυτιλίας μιμνάσκετο θεῖος ἄωτος Id 13.28 ἡρώων, κοίλαν δὲ καθιδρυνθέντες ἐς Ἀργὼ Id 13.29 Ἑλλάσποντον ἵκοντο νότῳ τρίτον ἆμαρ ἀέντι, Id 13.30 εἴσω δʼ ὅρμον ἔθεντο Προποντίδος, ἔνθα Κιανῶν Id 13.31 αὔλακας εὐρύνοντι βόες τρίβοντες ἄροτρα. Id 13.32 ἐκβάντες δʼ ἐπὶ θῖνα κατὰ ζυγὰ δαῖτα πένοντο Id 13.33 δειελινοί, πολλοὶ δὲ μίαν στορέσαντο χαμεύναν. Id 13.34 λειμὼν γάρ σφιν ἔκειτο, μέγα στιβάδεσσιν ὄνειαρ, Id 13.35 ἔνθεν βούτομον ὀξὺ βαθύν τʼ ἐτάμοντο κύπειρον. Id 13.36 κᾤχεθʼ Ὕλας ὁ ξανθὸς ὕδωρ ἐπιδόρπιον οἰσῶν Id 13.37 αὐτῷ θʼ Ἡρακλῆι καὶ ἀστεμφεῖ Τελαμῶνι, Id 13.38 οἳ μίαν ἄμφω ἑταῖροι ἀεὶ δαίνυντο τράπεζαν, Id 13.39 χάλκεον ἄγγος ἔχων. τάχα δὲ κράναν ἐνόησεν Id 13.40 ἡμένῳ ἐν χώρῳ· περὶ δὲ θρύα πολλὰ πεφύκει, Id 13.41 κυάνεόν τε χελιδόνιον χλωρόν τʼ ἀδίαντον Id 13.42 καὶ θάλλοντα σέλινα καὶ εἰλιτενὴς ἄγρωστις. Id 13.43 ὕδατι δʼ ἐν μέσσῳ Νύμφαι χορὸν ἀρτίζοντο, Id 13.44 νύμφαι ἀκοίμητοι, δειναὶ θεαὶ ἀγροιώταις, Id 13.45 Εὐνείκα καὶ Μαλὶς ἔαρ θʼ ὁρόωσα Νύχεια, Id 13.46 ἤτοι ὁ κοῦρος ἐπεῖχε ποτῷ πολυχανδέα κρωσσὸν Id 13.47 βάψαι ἐπειγόμενος, ταὶ δʼ ἐν χερὶ πᾶσαι ἔφυσαν· Id 13.48 πασάων γὰρ ἔρως ἁπαλὰς φρένας ἐξεσόβησεν Id 13.49 Ἀργείῳ ἐπὶ παιδί· κατήριπε δʼ ἐς μέλαν ὕδωρ Id 13.50 ἀθρόος, ὡς ὅτε πυρσὸς ἀπʼ οὐρανοῦ ἤριπεν ἀστὴρ Id 13.51 ἀθρόος, ἐν πόντῳ, ναύταις δέ τις εἶπεν ἑταίροις· Id 13.52 κουφότερʼ ὦ παῖδες ποιεῖσθʼ ὅπλα· πνευστικὸς οὖρος. Id 13.53 νύμφαι μὲν σφετέροις ἐπὶ γούνασι κοῦρον ἔχοισαι Id 13.54 δακρυόεντʼ ἀγανοῖσι παρεψύχοντʼ ἐπέεσσιν. Id 13.55 Ἀμφιτρυωνιάδας δὲ ταρασσόμενος περὶ παιδὶ Id 13.56 ᾤχετο, μαιωτιστὶ λαβὼν εὐκαμπέα τόξα Id 13.57 καὶ ῥόπαλον, τό οἱ αἰὲν ἐχάνδανε δεξιτερὴ χείρ. Id 13.58 τρὶς μὲν Ὕλαν ἄυσεν, ὅσον βαρὺς ἤρυγε λαιμός· Id 13.59 τρὶς δʼ ἄρʼ ὁ παῖς ὑπάκουσεν, ἀραιὰ δʼ ἵκετο φωνὰ Id 13.60 ἐξ ὕδατος, παρεὼν δὲ μάλα σχεδὸν εἴδετο πόρρω. Id 13.61 ὡς δʼ ὁπότʼ ἠυγένειος ἀπόπροθι λῖς ἐσακούσας†, Id 13.62 νεβροῦ φθεγξαμένας τις ἐν οὔρεσιν ὠμοφάγος λῖς Id 13.63 ἐξ εὐνᾶς ἔσπευσεν ἑτοιμοτάταν ἐπὶ δαῖτα· Id 13.64 Ἡρακλέης τοιοῦτος ἐν ἀτρίπτοισιν ἀκάνθαις Id 13.65 παῖδα ποθῶν δεδόνητο, πολὺν δʼ ἐπελάμβανε χῶρον. Id 13.66 σχέτλιοι οἱ φιλέοντες· ἀλώμενος ὅσσʼ ἐμόγησεν Id 13.67 οὔρεα καὶ δρυμούς, τὰ δʼ Ἰήσονος ὕστερα πάντʼ ἦς. Id 13.68 ναῦς γέμεν ἄρμενʼ ἔχοισα μετάρσια τῶν παρεόντων, Id 13.69 ἱστία δʼ ἡμίθεοι μεσονύκτιον ἐξεκάθαιρον Id 13.70 Ἡρακλῆα μένοντες. ὁ δʼ ᾇ πόδες ἆγον ἐχώρει Id 13.71 μαινόμενος· χαλεπὸς γὰρ ἔσω θεὸς ἧπαρ ἄμυσσεν. Id 13.72 οὕτω μὲν κάλλιστος Ὕλας μακάρων ἀμιθρεῖται· Id 13.73 Ἡρακλέην δʼ ἥρωες ἐκερτόμεον λιποναύταν, Id 13.74 οὕνεκεν ἠρώησε τριακοντάζυγον Ἀργώ, Id 13.75 πεζᾷ δʼ ἐς Κόλχους τε καὶ ἄξενον ἵκετο Φᾶσιν. Κυνίσκας Ἔρως ἢ Θυώνιχος. Αἰσχίνης Id 14.1 χαίρειν πολλὰ τὸν ἄνδρα Θυώνιχον. Θυώνιχος ἀλλὰ τὺ ταὐτά, Id 14.2 Αἰσχίνα. Αἰσχίνης ὡς χρόνιος. Θυώνιχος χρόνιος; τί δέ τοι τὸ μέλημα; Αἰσχίνης Id 14.3 πράσσομες οὐχ ὡς λῷστα Θυώνιχε. Θυώνιχος ταῦτʼ ἄρα λεπτός, Id 14.4 χὡ μύσταξ πολὺς οὗτος, ἀυσταλέοι δὲ κίκιννοι. Id 14.5 τοιοῦτος πρώαν τις ἀφίκετο Πυθαγορικτάς, Id 14.6 ὠχρὸς κἀνυπόδητος· Ἀθηναῖος δʼ ἔφατʼ ἦμεν. Id 14.7 ἤρατο μὰν καὶ τῆνος, ἐμὶν δοκεῖ, ὀπτῶ ἀλεύρω. Αἰσχίνης Id 14.8 παίσδεις ὦγάθʼ ἔχων· ἐμὲ δʼ ἁ χαρίεσσα Κυνίσκα Id 14.9 ὑβρίσδει· λασῶ δὲ μανείς ποκα, θρὶξ ἀνὰ μέσσον. Θυώνιχος Id 14.10 τοιοῦτος μὲν ἀεὶ τὺ φίλʼ Αἰσχίνα, ἁσυχᾷ ὀξύς, Id 14.11 πάντʼ ἐθέλων κατὰ καιρόν· ὅμως δʼ εἶπον, τί τὸ καινόν. Αἰσχίνης Id 14.12 ὡργεῖος κἠγὼ καὶ ὁ Θεσσαλὸς ἱπποδιώκτας Id 14.13 Ἆπις καὶ Κλεύνικος ἐπίνομες ὁ στρατιώτας Id 14.14 ἐν χώρῳ παρʼ ἐμίν. δύο μὲν κατέκοψα νεοσσὼς Id 14.15 θηλάζοντά τε χοῖρον, ἀνῷξα δὲ βίβλινον αὐτοῖς Id 14.16 εὐώδη, τετόρων ἐτέων, σχεδὸν ὡς ἀπὸ λανῶ. Id 14.17 βολβὸς κτεὶς κοχλίας ἐξῃρέθη. ἦς πότος ἁδύς. Id 14.18 ἤδη δὲ προϊόντος, ἔδοξʼ ἐπιχεῖσθαι ἄκρατον Id 14.19 ὧτινος ἤθελʼ ἕκαστος· ἔδει μόνον ὧτινος εἰπεῖν. Id 14.20 ἄμμες μὲν φωνεῦντες ἐπίνομες, ὡς ἐδέδοκτο· Id 14.21 ἁ δʼ οὐδὲν παρεόντος ἐμεῦ. τίνʼ ἔχειν με δοκεῖς νοῦν; Id 14.22 οὐ φθεγξῇ; λύκον εἶδες· ἔπαιξέ τις. ὡς σοφός εἶπε, Id 14.23 κἠφᾶπτʼ· εὐμαρέως κεν ἀπʼ αὐτᾶς καὶ λύχνον ἇψας. Id 14.24 ἔστι Λύκος, Λύκος ἐστί, Λάβα τῶ γείτονος υἱός, Id 14.25 εὐμάκης ἁπαλός, πολλοῖς δοκέων καλὸς ἦμεν. Id 14.26 τούτω τὸν κλύμενον κατετάκετο τῆνον ἔρωτα. Id 14.27 χἁμῖν τοῦτο διʼ ὠτὸς ἔγεντό ποθʼ ἁσυχᾷ οὑτῶς· Id 14.28 οὐ μὰν ἐξήταξα μάταν εἰς ἄνδρα γενειῶν. Id 14.29 ἤδη δʼ ὦν πόσιος τοὶ τέσσαρες ἐν βάθει ἦμες, Id 14.30 χὡ Λαρισαῖος τὸν ἐμὸν Λύκον ᾆδεν ἀπʼ ἀρχᾶς, Id 14.31 Θεσσαλικόν τι μέλισμα, κακαὶ φρένες· ἁ δὲ Κυνίσκα Id 14.32 ἔκλαιʼ ἐξαπίνας θαλερώτερον ἢ παρὰ ματρὶ Id 14.33 παρθένος ἑξαέτης κόλπω ἐπιθυμήσασα. Id 14.34 τᾶμος ἐγώ, τὸν ἴσαις τὺ Θυώνιχε, πὺξ ἐπὶ κόρρας Id 14.35 ἤλασα, κἄλλαν αὖθις. ἀνειρύσσασα δὲ πέπλως Id 14.36 ἔξω ἀπῴχετο θᾶσσον. ἐμὸν κακόν, οὔ τοι ἀρέσκω; Id 14.37 ἄλλός τοι γλυκίων ὑποκόλπιος; ἄλλον ἰοῖσα Id 14.38 θάλπε φίλον. τήνῳ τὰ σὰ δάκρυα μᾶλα ῥέοντι. Id 14.39 μάστακα δοῖσα τέκνοισιν ὑπωροφίοισι χελιδὼν Id 14.40 ἄψορρον ταχινὰ πέτεται βίον ἄλλον ἀγείρειν· Id 14.41 ὠκυτέρα μαλακᾶς ἀπὸ δίφρακος ἔδραμε τήνα Id 14.42 ἰθὺ διʼ ἀμφιθύρω καὶ δικλίδος, ᾇ πόδες ἆγον. Id 14.43 αἶνός θην λέγεταί τις· ἔβα τάχα ταῦρος ἀνʼ ὕλαν. Id 14.44 εἴκατι· ταὶ δʼ ὀκτώ, ταὶ δʼ ἐννέα, ταὶ δὲ δέκʼ ἄλλαι, Id 14.45 σάμερον ἑνδεκάτα, ποτίθει δύο, καὶ δύο μῆνες, Id 14.46 ἐξ ὧ ἀπʼ ἀλλάλων. οὐδʼ εἰ Θρᾳκιστὶ κέκαρμαι, Id 14.47 οἶδε. Λύκος νῦν πάντα, Λύκῳ καὶ νυκτὸς ἀνῷκται. Id 14.48 ἄμμες δʼ οὔτε λόγω τινὸς ἄξιοι οὔτʼ ἀριθμητοί, Id 14.49 δύστηνοι Μεγαρῆες ἀτιμοτάτῃ ἐνὶ μοίρῃ. Id 14.50 κεἰ μὲν ἀποστέρξαιμι, τὰ πάντά κεν εἰς δέον ἕρποι. Id 14.51 νῦν δὲ πόθεν; μῦς, φαντὶ Θυώνιχε, γεύμεθα πίσσας. Id 14.52 χὥτι τὸ φάρμακόν ἐστιν ἀμηχανέοντος ἔρωτος, Id 14.53 οὐκ οἶδα. πλὰν Σῖμος ὁ τᾶς Ἐπιχάλκω ἐρασθεὶς Id 14.54 ἐκπλεύσας ὑγιὴς ἐπανῆλθʼ, ἐμὸς ἁλικιώτας. Id 14.55 πλευσοῦμαι κἠγὼ διαπόντιος, οὔτε κάκιστος Id 14.56 οὔτε πρᾶτος ἴσως, ὁμαλὸς δέ τις ὁ στρατιώτας. Θυώνιχος Id 14.57 ὤφελε μὰν χωρεῖν κατὰ νοῦν τεόν, ὧν ἐπεθύμεις Id 14.58 Αἰσχίνα. εἰ δʼ οὑτῶς ἄρα τοι δοκεῖ ὥστʼ ἀποδαμεῖν, Id 14.59 μισθοδότας Πτολεμαῖος ἐλευθέρῳ οἷος ἄριστος, Αἰσχίνης Id 14.60 τἄλλα δʼ ἀνὴρ ποῖός τις ἐλευθέρῳ οἷος ἄριστος; Θυώνιχος Id 14.61 εὐγνώμων, φιλόμουσος, ἐρωτικός, εἰς ἄκρον ἁδύς, Id 14.62 εἰδὼς τὸν φιλέοντα, τὸν οὐ φιλέοντʼ ἔτι μᾶλλον, Id 14.63 πολλοῖς πολλὰ διδούς, αἰτεύμενος οὐκ ἀνανεύων Id 14.64 οἷα χρὴ βασιλῆʼ· αἰτεῖν δὲ δεῖ οὐκ ἐπὶ παντὶ Id 14.65 Αἰσχίνα. ὥστʼ εἴ τοι κατὰ δεξιὸν ὦμον ἀρέσκει Id 14.66 λῶπος ἄκρον περονᾶσθαι, ἐπʼ ἀμφοτέροις δὲ βεβακὼς Id 14.67 τολμασεῖς ἐπιόντα μένειν θρασὺν ἀσπιδιώταν, Id 14.68 ᾇ τάχος εἰς Αἴγυπτον. ἀπὸ κροτάφων πελόμεσθα Id 14.69 πάντες γηραλέοι, καὶ ἐπισχερὼ ἐς γένυν ἕρπει Id 14.70 λευκαίνων ὁ χρόνος· ποιεῖν τι δεῖ, ἇς γόνυ χλωρόν. Συρακούσιαι ἢ Αδωνιάζουσαι Γοργώ Id 15.1 ἔνδοι Πραξινόα; Πραχινόα Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι. Id 15.2 θαῦμʼ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ. Id 15.3 ἔμβαλε καὶ ποτίκρανον. Γοργώ ἔχει κάλλιστα. Πραχινόα καθίζευ. Γοργώ Id 15.4 ὢ τᾶς ἀλεμάτω ψυχᾶς· μόλις ὔμμιν ἐσώθην Id 15.5 Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων. Id 15.6 παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες· Id 15.7 ἁ δʼ ὁδὸς ἄτρυτος· τὺ δʼ ἑκαστάτω ὅσσον ἀποικεῖς. Πραχινόα Id 15.8 ταῦθʼ ὁ πάραρος τῆνος ἐπʼ ἔσχατα γᾶς ἔλαβʼ ἐνθὼν Id 15.9 ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες Id 15.10 ἀλλάλαις, ποτʼ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος. Γοργώ Id 15.11 μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα, Id 15.12 τῶ μικκῶ παρεόντος· ὅρη γύναι, ὡς ποθορῇ τυ. Id 15.13 θάρσει Ζωπυρίων, γλυκερὸν τέκος· οὐ λέγει ἀπφῦν. Πραχινόα Id 15.14 αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν. Γοργώ καλὸς ἀπφῦς. Πραχινόα Id 15.15 ἀπφῦς μὰν τῆνος τὰ πρόαν (λέγομες δὲ πρόαν θην Id 15.16 πάντα) νίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων Id 15.17 ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς. Γοργώ Id 15.18 χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας· Id 15.19 ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν, Id 15.20 πέντε πόκως ἔλαβʼ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπʼ ἔργῳ. Id 15.21 ἀλλʼ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ. Id 15.22 βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω Id 15.23 θασόμεναι τὸν Ἄδωνιν· ἀκούω χρῆμα καλόν τι Id 15.24 κοσμεῖν τὰν βασίλισσαν. Πραχινόα ἐν ὀλβίω ὄλβια πάντα. Γοργώ Id 15.25 ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι. Id 15.26 ἕρπειν ὥρα κʼ εἴη. Πραχινόα ἀεργοῖς αἰὲν ἑορτά. Id 15.27 Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε Id 15.28 θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν· Id 15.29 κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ. Id 15.30 ἁ δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε. Id 15.31 ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις; Id 15.32 παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι. Id 15.33 ἁ κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρʼ αὐτάν. Γοργώ Id 15.34 Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα Id 15.35 τοῦτο πρέπει· λέγε μοι, πόσσω κατέβα τοι ἀφʼ ἱστῶ; Πραχινόα Id 15.36 μὴ μνάσῃς Γοργοῖ· πλέον ἀργυρίω καθαρῶ μνᾶν Id 15.37 ἢ δύο· τοῖς δʼ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα. Γοργώ Id 15.38 ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι. Πραχινόα τοῦτο κάλʼ εἶπες. Id 15.39 τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον Id 15.40 ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος. Id 15.41 δάκρυʼ, ὅσσα θέλεις, χωλὸν δʼ οὐ δεῖ τυ γενέσθαι. Id 15.42 ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα, Id 15.43 τὰν κύνʼ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.— Id 15.44 ὦ θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι Id 15.45 χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι. Id 15.46 πολλά τοι ὦ Πτολεμαῖε πεποίηται καλὰ ἔργα, Id 15.47 ἐξ ὧ ἐν ἀθανάτοις ὁ τεκών· οὐδεὶς κακοεργὸς Id 15.48 δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί, Id 15.49 οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον, Id 15.50 ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί. Id 15.51 ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ Id 15.52 ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς. Id 15.53 ὀρθὸς ἀνέστα ὁ πυρρός· ἴδʼ ὡς ἄγριος. κυνοθαρσὴς Id 15.54 Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα. Id 15.55 ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον. Γοργώ Id 15.56 θάρσει Πραξινόα· καὶ δὴ γεγενήμεθʼ ὄπισθεν, Id 15.57 τοὶ δʼ ἔβαν ἐς χώραν. Πραχινόα καὐτὰ συναγείρομαι ἤδη. Id 15.58 ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω Id 15.59 ἐκ παιδός. σπεύδωμες· ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ. Γοργώ Id 15.60 ἐξ αὐλᾶς ὦ μᾶτερ; Γραῦς ἐγὼν ὦ τέκνα. Γοργώ παρενθεῖν Id 15.61 εὐμαρές; Γραῦς ἐς Τροίαν πειρώμενοι ἦνθον Ἀχαιοί, Id 15.62 καλλίστα παίδων· πείρᾳ θην πάντα τελεῖται. Γοργώ Id 15.63 χρησμὼς ἁ πρεσβῦτις ἀπῴχετο θεσπίξασα. Πραχινόα Id 15.64 πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθʼ Ἥρην. Γοργώ Id 15.65 θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος. Πραχινόα Id 15.66 θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι· λάβε καὶ τὺ Id 15.67 Εὐνόα Εὐτυχίδος· πότεχʼ αὐτᾷ, μή τι πλαναθῇς. Id 15.68 πᾶσαι ἅμʼ εἰσένθωμες· ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν. Id 15.69 οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη Id 15.70 ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο Id 15.71 εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ. Ξένος Id 15.72 οὐκ ἐπʼ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι· Πραχινόα ὄχλος ἄθρως. Id 15.73 ὠθεῦνθʼ ὥσπερ ὕες. Ξένος θάρσει γύναι· ἐν καλῷ εἰμές. Πραχινόα Id 15.74 κεἰς ὥρας κἤπειτα φίλʼ ἀνδρῶν ἐν καλῷ εἴης Id 15.75 ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός. Id 15.76 φλίβεται Εὐνόα ἇμιν· ἄγʼ ὦ δειλὰ τὺ βιάζευ. Id 15.77 κάλλιστʼ· ἔνδοι πᾶσαι, ὁ τὰν νυὸν εἶπʼ ἀποκλᾴξας. Γοργώ Id 15.78 Πραξινόα, πόταγʼ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον, Id 15.79 λεπτὰ καὶ ὡς χαρίεντα· θεῶν περονάματα φασεῖς. Πραχινόα Id 15.80 πότνιʼ Ἀθαναία, ποῖαί σφʼ ἐπόνασαν ἔριθοι, Id 15.81 ποῖοι ζῳογράφοι τἀκριβέα γράμματʼ ἔγραψαν. Id 15.82 ὡς ἔτυμʼ ἑστάκαντι, καὶ ὡς ἔτυμʼ ἐνδινεῦντι, Id 15.83 ἔμψυχʼ, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμʼ ὥνθρωπος. Id 15.84 αὐτὸς δʼ ὡς θαητὸς ἐπʼ ἀργυρέας κατάκειται Id 15.85 κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων, Id 15.86 ὁ τριφίλητος Ἄδωνις, ὃ κἠν Ἀχέροντι φιλεῖται. Ἕτερος Ξένος Id 15.87 παύσασθʼ ὦ δύστανοι, ἀνάνυτα κωτίλλοισαι Id 15.88 τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα. Γοργώ Id 15.89 μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές; Id 15.90 πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις; Id 15.91 ὡς δʼ εἰδῇς καὶ τοῦτο· Κορίνθιαι εἰμὲς ἄνωθεν, Id 15.92 ὡς καὶ ὁ Βελλεροφῶν· Πελοποννασιστὶ λαλεῦμες· Id 15.93 δωρίσδεν δʼ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι. Πραχινόα Id 15.94 μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη, Id 15.95 πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς. Γοργώ Id 15.96 σιγᾷ Πραξινόα· μέλλει τὸν Ἄδωνιν ἀείδειν Id 15.97 ἁ τᾶς Ἀργείας θυγάτηρ πολύιδρις ἀοιδός, Id 15.98 ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε. Id 15.99 φθεγξεῖταί τι σάφʼ οἶδα καλόν· διαθρύπτεται ἤδη. Γυνή Ἀοιδός Id 15.100 δέσποινʼ, ἃ Γολγώς τε καὶ Ἰδάλιον ἐφίλασας Id 15.101 αἰπεινάν τʼ Ἐρύκαν, χρυσῷ παίζοισʼ Ἀφροδίτα· Id 15.102 οἷόν τοι τὸν Ἄδωνιν ἀπʼ ἀενάω Ἀχέροντος Id 15.103 μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον Ὧραι. Id 15.104 βάρδισται μακάρων Ὧραι φίλαι, ἀλλὰ ποθειναὶ Id 15.105 ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι. Id 15.106 Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς, Id 15.107 ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν, Id 15.108 ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός· Id 15.109 τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε, Id 15.110 ἁ Βερενικεία θυγάτηρ Ἑλένᾳ εἰκυῖα Id 15.111 Ἀρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει Ἄδωνιν. Id 15.112 πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται, Id 15.113 πὰρ δʼ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις Id 15.114 ἀργυρέοις, Συρίω δὲ μύρω χρύσειʼ ἀλάβαστρα. Id 15.115 εἴδατα δʼ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται, Id 15.116 ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ, Id 15.117 ὅσσά τʼ ἀπὸ γλυκερῶ μέλιτος τά τʼ ἐν ὑγρῷ ἐλαίῳ, Id 15.118 πάντʼ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι. Id 15.119 χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ Id 15.120 δέδμανθʼ· οἱ δέ τε κῶροι ὑπερπωτῶνται Ἔρωτες, Id 15.121 οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων Id 15.122 πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπʼ ὄζω. Id 15.123 ὢ ἔβενος, ὢ χρυσός, ὢ ἐκ λευκῶ ἐλέφαντος Id 15.124 αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες. Id 15.125 πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω, Id 15.126 ἁ Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων· Id 15.127 ἔστρωται κλίνα τῷ Ἀδώνιδι τῷ καλῷ ἄλλα. Id 15.128 τὰν μὲν Κύπρις ἔχει, τὰν δʼ ὁ ῥοδόπαχυς Ἄδωνις Id 15.129 ὀκτωκαιδεκέτης ἢ ἐννεακαίδεχʼ ὁ γαμβρός. Id 15.130 οὐ κεντεῖ τὸ φίλαμʼ, ἔτι οἱ περὶ χείλεα πυρρά. Id 15.131 νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα· Id 15.132 ἀῶθεν δʼ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω Id 15.133 οἰσεῦμες ποτὶ κύματʼ ἐπʼ ἀιόνι πτύοντα, Id 15.134 λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι Id 15.135 στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθʼ ἀοιδᾶς· Id 15.136 Ἕρπεις ὦ φίλʼ Ἄδωνι καὶ ἐνθάδε κεἰς Ἀχέροντα Id 15.137 ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτʼ Ἀγαμέμνων Id 15.138 τοῦτʼ ἔπαθʼ, οὔτʼ Αἴας ὁ μέγας βαρυμάνιος ἥρως, Id 15.139 οὔθʼ Ἕκτωρ Ἑκάβας ὁ γεραίτερος εἴκατι παίδων, Id 15.140 οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών, Id 15.141 οὔθʼ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες, Id 15.142 οὐ Πελοπηιάδαι τε καὶ Ἄργεος ἄκρα Πελασγοί· Id 15.143 ἵλαθι νῦν φίλʼ Ἄδωνι, καὶ ἐς νέωτʼ εὐθυμήσαις. Id 15.144 καὶ νῦν ἦνθες Ἄδωνι, καὶ ὅκκʼ ἀφίκῃ, φίλος ἡξεῖς. Γοργώ Id 15.145 Πραξινόα, τὸ χρῆμα σοφώτερον ἁ θήλεια. Id 15.146 ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ. Id 15.147 ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας. Id 15.148 χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς. Id 15.149 χαῖρε Ἄδων ἀγαπητέ· καὶ ἐς χαίροντας ἀφίκευ. Χάριτες ἢ Ἱέρων Id 16.1 αἰεὶ τοῦτο Διὸς κούραις μέλει, αἰὲν ἀοιδοῖς, Id 16.2 ὑμνεῖν ἀθανάτους, ὑμνεῖν ἀγαθῶν κλέα ἀνδρῶν. Id 16.3 Μοῦσαι μὲν θεαὶ ἐντί, θεοὺς θεαὶ ἀείδοντι· Id 16.4 ἄμμες δὲ βροτοὶ οἵδε, βροτοὺς βροτοὶ ἀείδωμεν. Id 16.5 τίς γὰρ τῶν ὁπόσοι γλαυκὰν ναίουσιν ὑπʼ ἀῶ Id 16.6 ἡμετέρας Χάριτας πετάσας ὑποδέξεται οἴκῳ Id 16.7 ἀσπασίως, οὐδʼ αὖθις ἀδωρήτους ἀποπέμψει; Id 16.8 αἱ δὲ σκυζόμεναι γυμνοῖς ποσὶν οἴκαδʼ ἴασι, Id 16.9 πολλά με τωθάζοισαι, ὅ τʼ ἀλιθίαν ὁδὸν ἦνθον, Id 16.10 ὀκνηραὶ δὲ πάλιν κενεᾶς ἐν πυθμένι χηλοῦ Id 16.11 ψυχροῖς ἐν γονάτεσσι κάρη μίμνοντι βαλοῖσαι, Id 16.12 ἔνθʼ αἰεί σφισιν ἕδρα, ἐπὴν ἄπρηκτοι ἵκωνται. Id 16.13 τίς τῶν νῦν τοιόσδε; τίς εὖ εἰπόντα φιλήσει; Id 16.14 οὐκ οἶδʼ· οὐ γὰρ ἔτʼ ἄνδρες ἐπʼ ἔργμασιν ὡς πάρος ἐσθλοῖς Id 16.15 αἰνεῖσθαι σπεύδοντι, νενίκηνται δʼ ὑπὸ κερδέων. Id 16.16 πᾶς δʼ ὑπὸ κόλπῳ χεῖρας ἔχων πόθεν οἴσεται ἀθρεῖ Id 16.17 ἄργυρον, οὐδέ κεν ἰὸν ἀποτρίψας τινὶ δοίη, Id 16.18 ἀλλʼ εὐθὺς μυθεῖται· ἀπωτέρω ἢ γόνυ κνάμα· Id 16.19 αὐτῷ μοί τι γένοιτο· θεοὶ τιμῶσιν ἀοιδούς. Id 16.20 τίς δέ κεν ἄλλου ἀκούσαι; ἅλις πάντεσσιν Ὅμηρος. Id 16.21 οὗτος ἀοιδῶν λῷστος, ὃς ἐξ ἐμεῦ οἴσεται οὐδέν. Id 16.22 δαιμόνιοι, τί δὲ κέρδος ὁ μυρίος ἔνδοθι χρυσὸς Id 16.23 κείμενος; οὐχ ἅδε πλούτου φρονέουσιν ὄνασις, Id 16.24 ἀλλὰ τὸ μὲν ψυχᾷ, τὸ δὲ καί τινι δοῦναι ἀοιδῶν· Id 16.25 πολλοὺς δʼ εὖ ἔρξαι παῶν, πολλοὺς δὲ καὶ ἄλλων Id 16.26 ἀνθρώπων, αἰεὶ δὲ θεοῖς ἐπιβώμια ῥέζειν, Id 16.27 μηδὲ ξεινοδόκον κακὸν ἔμμεναι, ἀλλὰ τραπέζῃ Id 16.28 μειλίξαντʼ ἀποπέμψαι, ἐπὴν ἐθέλωντι νέεσθαι, Id 16.29 Μουσάων δὲ μάλιστα τίειν ἱεροὺς ὑποφήτας, Id 16.30 ὄφρα καὶ εἰν Ἀίδαο κεκρυμμένος ἐσθλὸς ἀκούσῃς, Id 16.31 μηδʼ ἀκλεὴς μύρηαι ἐπὶ ψυχροῦ Ἀχέροντος, Id 16.32 ὡσεί τις μακέλᾳ τετυλωμένος ἔνδοθι χεῖρας Id 16.33 ἀχὴν ἐκ πατέρων πενίην ἀκτήμονα κλαίων. Id 16.34 πολλοὶ ἐν Ἀντιόχοιο δόμοις καὶ ἄνακτος Ἀλεύα Id 16.35 ἁρμαλιὴν ἔμμηνον ἐμετρήσαντο πενέσται· Id 16.36 πολλοὶ δὲ Σκοπάδῃσιν ἐλαυνόμενοι ποτὶ σακοὺς Id 16.37 μόσχοι σὺν κεραῇσιν ἐμυκήσαντο βόεσσι, Id 16.38 μυρία δʼ ἀμπεδίον Κραννώνιον ἐνδιάασκον Id 16.39 ποιμένες ἔκκριτα μῆλα φιλοξείνοισι Κρεώνδαις· Id 16.40 ἀλλʼ οὔ σφιν τῶν ἦδος, ἐπεὶ γλυκὺν ἐξεκένωσαν Id 16.41 θυμὸν ἐς εὐρεῖαν σχεδίαν στυγνοῦ Ἀχέροντος, Id 16.42 ἄμναστοι δὲ τὰ πολλὰ καὶ ὄλβια τῆνα λιπόντες Id 16.43 δειλοῖς ἐν νεκύεσσι μακροὺς αἰῶνας ἔκειντο, Id 16.44 εἰ μὴ κεῖνος ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων Id 16.45 βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκʼ ὀνομαστοὺς Id 16.46 ὁπλοτέροις, τιμᾶς δὲ καὶ ὠκέες ἔλλαχον ἵπποι, Id 16.47 οἵ σφισιν ἐξ ἱερῶν στεφανηφόροι ἦλθον ἀγώνων. Id 16.48 τίς δʼ ἂν ἀριστῆας Λυκίων ποτέ, τίς κομόωντας Id 16.49 Πριαμίδας ἢ θῆλυν ἀπὸ χροιᾶς Κύκνον ἔγνω, Id 16.50 εἰ μὴ φυλόπιδας προτέρων ὕμνησαν ἀοιδοί; Id 16.51 οὐδʼ Ὀδυσεὺς ἑκατόν τε καὶ εἴκοσι μῆνας ἀλαθεὶς Id 16.52 πάντας ἐπʼ ἀνθρώπους, Ἀίδαν τʼ εἰς ἔσχατον ἐλθὼν Id 16.53 ζωός, καὶ σπήλυγγα φυγὼν ὀλοοῖο Κύκλωπος, Id 16.54 δηναιὸν κλέος ἔσχεν, ἐσιγάθη δʼ ἂν ὑφορβὸς Id 16.55 Εὔμαιος, καὶ βουσὶ Φιλοίτιος ἀμφʼ ἀγελαίαις Id 16.56 ἔργον ἔχων, αὐτός τε περίσπλαγχνος Λαέρτης, Id 16.57 εἰ μή σφεας ὤνασαν Ἰάονος ἀνδρὸς ἀοιδαί. Id 16.58 Ἐκ Μοισᾶν ἀγαθὸν κλέος ἔρχεται ἀνθρώποισι, Id 16.59 χρήματα δὲ ζώοντες ἀμαλδύνουσι θανόντων. Id 16.60 ἀλλʼ ἶσος γὰρ ὁ μόχθος ἐπʼ ᾀόνι κύματα μετρεῖν, Id 16.61 ὅσσʼ ἄνεμος χέρσονδε μετὰ γλαυκᾶς ἁλὸς ὠθεῖ, Id 16.62 ἢ ὕδατι νίζειν θολερὰν διαειδέι πλίνθον, Id 16.63 καὶ φιλοκερδείᾳ βεβλαμμένον ἄνδρα παρελθεῖν. Id 16.64 χαιρέτω ὃς τοιοῦτος, ἀνάριθμος δέ οἱ εἰη Id 16.65 ἄργυρος, αἰεὶ δὲ πλεόνων ἔχοι ἵμερος αὐτόν. Id 16.66 αὐτὰρ ἐγὼ τιμήν τε καὶ ἀνθρώπων φιλότητα Id 16.67 πολλῶν ἡμιόνων τε καὶ ἵππων πρόσθεν ἑλοίμαν. Id 16.68 δίζημαι δʼ, ὅτινι θνατῶν κεχαρισμένος ἔνθω Id 16.69 σὺν Μοίσαις· χαλεπαὶ γὰρ ὁδοὶ τελέθουσιν ἀοιδοῖς Id 16.70 κουράων ἀπάνευθε Διὸς μέγα βουλεύοντος. Id 16.71 οὔπω μῆνας ἄγων ἔκαμʼ οὐρανὸς οὐδʼ ἐνιαυτούς· Id 16.72 πολλοὶ κινήσουσιν ἔτι τροχὸν ἅρματος ἵπποι· Id 16.73 ἔσσεται οὗτος ἀνήρ, ὃς ἐμεῦ κεχρήσετʼ ἀοιδοῦ, Id 16.74 ῥέξας ἢ Ἀχιλεὺς ὅσσον μέγας ἢ βαρὺς Αἴας Id 16.75 ἐν πεδίῳ Σιμόεντος, ὅθι Φρυγὸς ἠρίον Ἴλου. Id 16.76 ἤδη νῦν Φοίνικες ὑπʼ ἠελίῳ δύνοντι Id 16.77 οἰκεῦντες Λιβύας ἄκρον σφυρὸν ἐρρίγασιν. Id 16.78 ἤδη βαστάζουσι Συρακόσιοι μέσα δοῦρα Id 16.79 ἀχθόμενοι σακέεσσι βραχίονας ἰτεΐνοισιν· Id 16.80 ἐν δʼ αὐτοῖς Ἱέρων προτέροις ἴσος ἡρώεσσι Id 16.81 ζώννυται, ἵππειαι δὲ κόρυν σκεπάουσιν ἔθειραι. Id 16.82 αἰ γὰρ Ζεῦ κύδιστε πάτερ καὶ πότνιʼ Ἀθάνα Id 16.83 κούρη θʼ, ἣ σὺν ματρὶ πολυκλήρων Ἐφυραίων Id 16.84 εἴληχας μέγα ἄστυ παρʼ ὕδασι Λυσιμελείας, Id 16.85 ἐχθροὺς ἐκ νάσοιο κακὰ πέμψειεν ἀνάγκα Id 16.86 Σαρδόνιον κατὰ κῦμα, φίλων μόρον ἀγγέλλοντας Id 16.87 τέκνοις ἠδʼ ἀλόχοισιν, ἀριθμητοὺς ἀπὸ πολλῶν· Id 16.88 ἄστεά τε προτέροισι πάλιν ναίοιτο πολίταις, Id 16.89 δυσμενέων ὅσα χεῖρες ἐλωβήσαντο κατάκρας· Id 16.90 ἀγροὺς δʼ ἐργάζοιντο τεθαλότας· αἱ δʼ ἀνάριθμοι Id 16.91 μήλων χιλιάδες βοτάνᾳ διαπιανθεῖσαι Id 16.92 ἀμπεδίον βληχοῖντο, βόες δʼ ἀγελαδὸν ἐς αὖλιν Id 16.93 ἐρχόμεναι σκνιφαῖον ἐπισπεύδοιεν ὁδίταν· Id 16.94 νειοὶ δʼ ἐκπονέοιντο ποτὶ σπόρον, ἁνίκα τέττιξ Id 16.95 ποιμένας ἐνδίους πεφυλαγμένος ἔνδοθι δένδρων Id 16.96 ἀχεῖ ἐν ἀκρεμόνεσσιν· ἀράχνια δʼ εἰς ὅπλʼ ἀράχναι Id 16.97 λεπτὰ διαστήσαιντο, βοᾶς δʼ ἔτι μηδʼ ὄνομʼ εἴη. Id 16.98 ὑψηλὸν δʼ Ἱέρωνι κλέος φορέοιεν ἀοιδοὶ Id 16.99 καὶ πόντου Σκυθικοῖο πέραν καὶ ὅθι πλατὺ τεῖχος Id 16.100 ἀσφάλτῳ δήσασα Σεμίραμις ἐμβασίλευεν. Id 16.101 εἷς μὲν ἐγώ, πολλοὺς δὲ Διὸς φιλέοντι καὶ ἄλλους Id 16.102 θυγατέρες, τοῖς πᾶσι μέλοι Σικελὰν Ἀρέθοισαν Id 16.103 ὑμνεῖν σὺν λαοῖσι καὶ αἰχμητὰν Ἱέρωνα. Id 16.104 ὦ Ἐτεόκλειοι θύγατρες θεαί, ὦ Μινύειον Id 16.105 Ὀρχομενὸν φιλέοισαι ἀπεχθόμενόν ποτε Θήβαις, Id 16.106 ἄκλητος μὲν ἔγωγε μένοιμί κεν, ἐς δὲ καλεύντων Id 16.107 θαρσήσας Μοίσαισι σὺν ἁμετέραισιν ἱκοίμαν. Id 16.108 καλλείψω δʼ οὐδʼ ὔμμε· τί γὰρ Χαρίτων ἀγαπητὸν Id 16.109 ἀνθρώποις ἀπάνευθεν; ἀεὶ Χαρίτεσσιν ἅμʼ εἴην. ἐγκώμιον εἰς Πτολεμαῖον Id 17.1 Ἐκ Διὸς ἀρχώμεσθα καὶ ἐς Δία λήγετε Μοῖσαι, Id 17.2 ἀθανάτων τὸν ἄριστον ἐπὴν αὐδῶμεν ἀοιδαῖς· Id 17.3 ἀνδρῶν δʼ αὖ Πτολεμαῖος ἐνὶ πρώτοισι λεγέσθω Id 17.4 καὶ πύματος καὶ μέσσος· ὁ γὰρ προφερέστατος ἄλλων. Id 17.5 ἥρωες, τοὶ πρόσθεν ἀφʼ ἡμιθέων ἐγένοντο, Id 17.6 ῥέξαντες καλὰ ἔργα σοφῶν ἐκύρησαν ἀοιδῶν· Id 17.7 αὐτὰρ ἐγὼ Πτολεμαῖον ἐπιστάμενος καλὰ εἰπεῖν Id 17.8 ὑμνήσαιμʼ· ὕμνοι δὲ καὶ ἀθανάτων γέρας αὐτῶν. Id 17.9 Ἴδαν ἐς πολύδενδρον ἀνὴρ ὑλατόμος ἐλθὼν Id 17.10 παπταίνει, παρεόντος ἄδην, πόθεν ἄρξεται ἔργου. Id 17.11 τί πρῶτον καταλέξω; ἐπεὶ πάρα μυρία εἰπεῖν, Id 17.12 οἷσι θεοὶ τὸν ἄριστον ἐτίμησαν βασιλήων. Id 17.13 Ἐκ πατέρων οἷος μὲν ἔην τελέσαι μέγα ἔργον Id 17.14 Λαγείδας Πτολεμαῖος, ὅτε φρεσὶν ἐγκατάθοιτο Id 17.15 βουλάν, ἃν οὐκ ἄλλος ἀνὴρ οἷός τε νοῆσαι. Id 17.16 τῆνον καὶ μακάρεσσι πατὴρ ὁμότιμον ἔθηκεν Id 17.17 ἀθανάτοις, καί οἱ χρύσεος δόμος ἐν Διὸς οἴκῳ Id 17.18 δέδμηται· παρὰ δʼ αὐτὸν Ἀλέξανδρος φίλα εἰδὼς Id 17.19 ἑδριάει, Πέρσαισι βαρὺς θεὸς αἰολομίτρας. Id 17.20 ἀντία δʼ Ἡρακλῆος ἕδρα κενταυροφόνοιο Id 17.21 ἵδρυται στερεοῖο τετυγμένα ἐξ ἀδάμαντος· Id 17.22 ἔνθα σὐν ἄλλοισιν θαλίας ἔχει οὐρανίδαισι, Id 17.23 χαίρων υἱωνῶν περιώσιον υἱωνοῖσιν, Id 17.24 ὅττί σφεων Κρονίδης μελέων ἐξείλετο γῆρας, Id 17.25 ἀθάνατοι δὲ καλεῦνται ἑοὶ νέποδες γεγαῶτες. Id 17.26 ἄμφω γὰρ πρόγονός σφιν ὁ καρτερὸς Ἡρακλείδας, Id 17.27 ἀμφότεροι δʼ ἀριθμεῦνται ἐς ἔσχατον Ἡρακλῆα. Id 17.28 τῷ καὶ ἐπεὶ δαίτηθεν ἴοι κεκορημένος ἤδη Id 17.29 νέκταρος εὐόδμοιο φίλας ἐς δῶμʼ ἀλόχοιο, Id 17.30 τῷ μὲν τόξον ἔδωκεν ὑπωλένιόν τε φαρέτραν, Id 17.31 τῷ δὲ σιδάρειον σκύταλον κεχαραγμένον ὄζοις. Id 17.32 οἱ δʼ εἰς ἀμβρόσιον θάλαμον λευκοσφύρου Ἥβης Id 17.33 ὅπλα καὶ αὐτὸν ἄγουσι γενειήταν Διὸς υἱόν. Id 17.34 οἵα δʼ ἐν πινυταῖσι περικλειτὰ Βερενίκα Id 17.35 ἔπρεπε θηλυτέραις, ὄφελος μέγα γειναμένοισι. Id 17.36 τᾷ μὲν Κύπρον ἔχοισα Διώνας πότνια κούρα Id 17.37 κόλπον ἐς εὐώδη ῥαδινὰς ἐσεμάξατο χεῖρας. Id 17.38 τῷ οὔπω τινὰ φαντὶ ἁδεῖν τόσον ἀνδρὶ γυναικῶν, Id 17.39 ὅσσόν περ Πτολεμαῖος ἑὴν ἐφίλησεν ἄκοιτιν. Id 17.40 ἦ μὰν ἀντεφιλεῖτο πολὺ πλέον· ὧδέ κε παισὶ Id 17.41 θαρσήσας σφετέροισιν ἐπιτρέποι οἶκον ἅπαντα, Id 17.42 ὁππότε κεν φιλέων βαίνῃ λέχος ἐς φιλεούσης. Id 17.43 ἀστόργου δὲ γυναικὸς ἐπʼ ἀλλοτρίῳ νόος αἰεί, Id 17.44 ῥηίδιοι δὲ γοναί, τέκνα δʼ οὐ ποτεοικότα πατρί. Id 17.45 κάλλει ἀριστεύουσα θεάων πότνʼ Ἀφροδίτα, Id 17.46 σοὶ τήνα μεμέλητο· σέθεν δʼ ἕνεκεν Βερενίκα Id 17.47 εὐειδὴς Ἀχέροντα πολύστονον οὐκ ἐπέρασεν, Id 17.48 ἀλλά μιν ἁρπάξασα, πάροιθʼ ἐπὶ νῆα κατελθεῖν Id 17.49 κυανέαν καὶ στυγνὸν ἀεὶ πορθμῆα καμόντων, Id 17.50 ἐς ναὸν κατέθηκας, ἑᾶς δʼ ἀπεδάσσαο τιμᾶς. Id 17.51 πᾶσιν δʼ ἤπιος ἥδε βροτοῖς μαλακοὺς μὲν ἔρωτας Id 17.52 προσπνείει, κούφας δὲ διδοῖ ποθέοντι μερίμνας.— Id 17.53 Ἀργεία κυάνοφρυ, σὺ λαοφόνον Διομήδεα Id 17.54 μισγομένα Τυδῆι τέκες, Καλυδώνιον ἄνδρα, Id 17.55 ἀλλὰ Θέτις βαθύκολπος ἀκοντιστὰν Ἀχιλῆα Id 17.56 Αἰακίδᾳ Πηλῆι, σὲ δʼ αἰχμητὰ Πτολεμαῖε Id 17.57 αἰχμητᾷ Πτολεμαίῳ ἀρίζηλος Βερενίκα. Id 17.58 καί σε Κόως ἀτίταλλε βρέφος νεογιλλὸν ἐόντα, Id 17.59 δεξαμένα παρὰ ματρός, ὅτε πρώταν ἴδες ἀῶ. Id 17.60 ἔνθα γὰρ Εἰλείθυιαν ἐβώσατο λυσίζωνον Id 17.61 Ἀντιγόνας θυγάτηρ βεβαρημένα ὠδίνεσσιν· Id 17.62 ἡ δέ οἱ εὐμενέοισα παρίστατο, κὰδ δʼ ἄρα πάντων Id 17.63 νωδυνίαν κατέχευε μελῶν· ὁ δὲ πατρὶ ἐοικὼς Id 17.64 παῖς ἀγαπητὸς ἔγεντο. Κόως δʼ ὀλόλυξεν ἰδοῖσα, Id 17.65 φᾶ δὲ καθαπτομένα βρέφεος χείρεσσι φίλῃσιν· Id 17.66 Ὄλβιε κοῦρε γένοιο, τίοις δέ με τόσσον, ὅσον περ Id 17.67 Δᾶλον ἐτίμησεν κυανάμπυκα Φοῖβος Ἀπόλλων· Id 17.68 ἐν δὲ μιᾷ τιμᾷ Τρίοπον καταθεῖο κολώναν, Id 17.69 ἶσον Δωριέεεσσι νέμων γέρας ἐγγὺς ἐοῦσιν. Id 17.70 ἶσον καὶ Ῥήναιαν ἄναξ ἐφίλησεν Ἀπόλλων. Id 17.71 Ὣς ἄρα νᾶσος ἔειπεν· ὁ δʼ ὑψόθεν ἔκλαγε φωνᾷ Id 17.72 ἐς τρὶς ἀπὸ νεφέων μέγας αἰετὸς αἴσιος ὄρνις. Id 17.73 Ζηνός που τόδε σᾶμα. Διὶ Κρονίωνι μέλοντι Id 17.74 αἰδοῖοι βασιλῆες· ὁ δʼ ἔξοχος, ὅν κε φιλήσῃ Id 17.75 γεινόμενον τὰ πρῶτα· πολὺς δέ οἱ ὄλβος ὀπαδεῖ, Id 17.76 πολλᾶς δὲ κρατέει γαίας, πολλᾶς δὲ θαλάσσας. Id 17.77 μυρίαι ἄπειροί τε καὶ ἔθνεα μυρία φωτῶν Id 17.78 λήιον ἀλδήσκουσιν ὀφελλόμεναι Διὸς ὄμβρῳ· Id 17.79 ἀλλʼ οὔτις τόσα φύει, ὅσα χθαμαλὰ Αἴγυπτος, Id 17.80 Νεῖλος ἀναβλύζων διερὰν ὅτε βώλακα θρύπτει. Id 17.81 οὐδέ τις ἄστεα τόσσα βροτῶν ἔχει ἔργα δαέντων. Id 17.82 τρεῖς μέν οἱ πολίων ἑκατοντάδες ἐνδέδμηνται, Id 17.83 τρεῖς δʼ ἄρα χιλιάδες τρισσαῖς ἐπὶ μυριάδεσσι, Id 17.84 δοιαὶ δὲ τριάδες, μετὰ δέ σφισιν ἐννεάδες τρεῖς· Id 17.85 τῶν πάντων Πτολεμαῖος ἀλήνωρ ἐμβασιλεύει. Id 17.86 καὶ μὴν Φοινίκας ἀποτέμνεται Ἀρραβίας τε Id 17.87 καὶ Συρίας Λιβύας τε κελαινῶν τʼ Αἰθιοπήων. Id 17.88 Παμφύλοισί τε πᾶσι καὶ αἰχμηταῖς Κιλίκεσσι Id 17.89 σαμαίνει, Λυκίοις τε φιλοπτολέμοισί τε Καρσί, Id 17.90 καὶ νάσοις Κυκλάδεσσιν, ἐπεί οἱ νᾶες ἄρισται Id 17.91 πόντον ἐπιπλώοντι, θάλασσα δὲ πᾶσα καὶ αἶα Id 17.92 καὶ ποταμοὶ κελάδοντες ἀνάσσονται Πτολεμαίῳ. Id 17.93 πολλοὶ δʼ ἱππῆες, πολλοὶ δέ μιν ἀσπιδιῶται. Id 17.94 χαλκῷ μαρμαίροντι σεσαγμένοι ἀμφαγέρονται. Id 17.95 ὄλβῳ μὲν πάντάς κε καταβρίθοι βασιλῆας· Id 17.96 τόσσον ἐπʼ ἆμαρ ἕκαστον ἐς ἀφνεὸν ἔρχεται οἶκον Id 17.97 πάντοθε. λαοὶ δʼ ἔργα περιστέλλουσιν ἕκηλοι. Id 17.98 οὐ γάρ τις δηίων πολυκήτεα Νεῖλον ὑπερβὰς Id 17.99 πεζὸς ἐν ἀλλοτρίαισι βοὰν ἐστάσατο κώμαις, Id 17.100 οὐδέ τις αἰγιαλόνδε θοᾶς ἐξάλατο ναὸς Id 17.101 θωρηχθεὶς ἐπὶ βουσὶν ἀνάρσιος Αἰγυπτίῃσι· Id 17.102 τοῖος ἀνὴρ πλατέεσσιν ἐνίδρυται πεδίοισι Id 17.103 ξανθοκόμας Πτολεμαῖος, ἐπιστάμενος δόρυ πάλλειν, Id 17.104 ᾧ ἐπὶ πάγχυ μέλει πατρώια πάντα φυλάσσειν Id 17.105 οἷʼ ἀγαθῷ βασιλῆι, τὰ δὲ κτεατίζεται αὐτός. Id 17.106 οὐ μὰν ἀχρεῖός γε δόμῳ ἐνὶ πίονι χρυσὸς Id 17.107 μυρμάκων ἅτε πλοῦτος ἀεὶ κέχυται μογεόντων· Id 17.108 ἀλλὰ πολὺν μὲν ἔχοντι θεῶν ἐρικυδέες οἶκοι, Id 17.109 αἰὲν ἀπαρχομένοιο σὺν ἄλλοισιν γεράεσσι, Id 17.110 πολλὸν δʼ ἰφθίμοισι δεδώρηται βασιλεῦσι, Id 17.111 πολλὸν δὲ πτολίεσσι, πολὺν δʼ ἀγαθοῖσιν ἑταίροις. Id 17.112 οὐδὲ Διωνύσου τις ἀνὴρ ἱεροὺς κατʼ ἀγῶνας Id 17.113 ἵκετʼ ἐπιστάμενος λιγυρὰν ἀναμέλψαι ἀοιδάν, Id 17.114 ᾧ οὐ δωτίναν ἀντάξιον ὤπασε τέχνας. Id 17.115 Μουσάων δʼ ὑποφῆται ἀείδοντι Πτολεμαῖον Id 17.116 ἀντʼ εὐεργεσίας. τί δὲ κάλλιον ἀνδρί κεν εἴη Id 17.117 ὀλβίῳ ἢ κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἀρέσθαι; Id 17.118 τοῦτο καὶ Ἀτρείδαισι μένει· τὰ δὲ μυρία τῆνα, Id 17.119 ὅσσα μέγαν Πριάμοιο δόμον κτεάτισσαν ἑλόντες, Id 17.120 ἀέρι πᾳ κέκρυπται, ὅθεν πάλιν οὐκέτι νόστος· Id 17.121 μοῦνος δὲ προτέρων τε καὶ ὧν ἔτι θερμὰ κονία Id 17.122 στειβομένα καθύπερθε ποδῶν ἐκμάσσεται ἴχνη, Id 17.123 ματρὶ φίλᾳ καὶ πατρὶ θυώδεας εἵσατο ναούς· Id 17.124 ἐν δʼ αὐτοὺς χρυσῷ περικαλλέας ἠδʼ ἐλέφαντι Id 17.125 ἵδρυται πάντεσσιν ἐπιχθονίοισιν ἀρωγούς. Id 17.126 πολλὰ δὲ πιανθέντα βοῶν ὅγε μηρία καίει Id 17.127 μησὶ περιπλομένοισιν ἐρευθομένων ἐπὶ βωμῶν, Id 17.128 αὐτός τʼ ἰφθίμα τʼ ἄλοχος, τᾶς οὔτις ἀρείων Id 17.129 νυμφίον ἐν μεγάροισι γυνὰ περιβάλλετʼ ἀγοστῷ, Id 17.130 ἐκ θυμοῦ στέργοισα κασίγνητόν τε πόσιν τε. Id 17.131 ὧδε καὶ ἀθανάτων ἱερὸς γάμος ἐξετελέσθη, Id 17.132 οὓς τέκετο κρείουσα Ῥέα βασιλῆας Ὀλύμπου· Id 17.133 ἓν δὲ λέχος στόρνυσιν ἰαύειν Ζηνὶ καὶ Ἥρῃ Id 17.134 χεῖρας φοιβήσασα μύροις ἔτι παρθένος Ἶρις. Id 17.135 χαῖρε ἄναξ Πτολεμαῖε· σέθεν δʼ ἐγὼ ἶσα καὶ ἄλλων Id 17.136 μνάσομαι ἡμιθέων, δοκέω δʼ ἔπος οὐκ ἀπόβλητον Id 17.137 φθέγξομαι ἐσσομένοις· ἀρετήν γε μὲν ἐκ Διὸς αἰτεῦ. Ἑλένης Ἐπιθάλαμιος Id 18.1 ἔν ποκʼ ἄρα Σπάρτᾳ ξανθότριχι πὰρ Μενελάῳ Id 18.2 παρθενικαὶ θάλλοντα κόμαις ὑάκινθον ἔχοισαι Id 18.3 πρόσθε νεογράπτω θαλάμω χορὸν ἐστάσαντο, Id 18.4 δώδεκα ταὶ πρᾶται πόλιος, μέγα χρῆμα Λακαινᾶν, Id 18.5 ἁνίκα Τυνδαριδᾶν κατεδέξατο τὰν ἀγαπητὰν Id 18.6 μναστεύσας Ἑλέναν ὁ νεώτερος Ἀτρέος υἱός. Id 18.7 ἄειδον δʼ ἄρα πᾶσαι ἐς ἓν μέλος ἐγκροτέοισαι Id 18.8 ποσσὶ περιπλέκτοις, ὑπὸ δʼ ἴαχε δῶμʼ ὑμεναίῳ. Id 18.9 οὕτω δὴ πρωιζὲ κατέδραθες ὦ φίλε γαμβρέ; Id 18.10 ἦ ῥά τις ἐσσὶ λίαν βαρυγούνατος; ἦ ῥα φίλυπνος; Id 18.11 ἦ ῥα πολύν τινʼ ἔπινες, ὅτʼ εἰς εὐνὰν κατεβάλλευ; Id 18.12 εὕδειν μὰν σπεύδοντα καθʼ ὥραν αὐτὸν ἐχρῆν τυ, Id 18.13 παῖδα δʼ ἐᾶν σὺν παισὶ φιλοστόργῳ παρὰ ματρὶ Id 18.14 παίσδειν ἐς βαθὺν ὄρθρον, ἐπεὶ καὶ ἔνας καὶ ἐς ἀῶ Id 18.15 κεἰς ἔτος ἐξ ἔτεος Μενέλαε τεὰ νυὸς ἅδε. Id 18.16 ὄλβιε γάμβρʼ, ἀγαθός τις ἐπέπταρεν ἐρχομένῳ τοι Id 18.17 ἐς Σπάρταν, ἅπερ ὥλλοι ἀριστέες, ὡς ἀνύσαιο. Id 18.18 μοῦνος ἐν ἡμιθέοις Κρονίδαν Δία πενθερὸν ἑξεῖς. Id 18.19 Ζανός τοι θυγάτηρ ὑπὸ τὰν μίαν ἵκετο χλαῖναν, Id 18.20 οἵα Ἀχαιιάδων γαῖαν πατεῖ οὐδὲ μίʼ ἄλλα. Id 18.21 ἦ μέγα κέν τι τέκοιτʼ, εἰ ματέρι τίκτοι ὁμοῖον. Id 18.22 ἄμμες δʼ αἱ πᾶσαι συνομάλικες, αἷς δρόμος ωὑτός Id 18.23 χρισαμέναις ἀνδριστὶ παρʼ Εὐρώταο λοετροῖς, Id 18.24 τετράκις ἑξήκοντα κόραι, θῆλυς νεολαία, Id 18.25 τᾶν οὐδέν τις ἄμωμος, ἐπεί χʼ Ἑλένᾳ παρισωθῇ. Id 18.26 Ἀὼς ἀντέλλοισα καλὸν διέφανε πρόσωπον, Id 18.27 πότνια νὺξ τό τε λευκὸν ἔαρ χειμῶνος ἀνέντος· Id 18.28 ὧδε καὶ ἁ χρυσέα Ἑλένα διαφαίνετʼ ἐν ἁμῖν. Id 18.29 πιείρᾳ μέγα λᾷον ἀνέδραμε κόσμος ἀρούρᾳ Id 18.30 ἢ κάπῳ κυπάρισσος ἢ ἅρματι Θεσσαλὸς ἵππος· Id 18.31 ὧδε καὶ ἁ ῥοδόχρως Ἑλένα Λακεδαίμονι κόσμος. Id 18.32 οὔτέ τις ἐκ ταλάρω πανίσδεται ἔργα τοιαῦτα, Id 18.33 οὔτʼ ἐνὶ δαιδαλέῳ πυκινώτερον ἄτριον ἱστῷ Id 18.34 κερκίδι συμπλέξασα μακρῶν ἔταμʼ ἐκ κελεόντων. Id 18.35 οὐ μὰν οὐδὲ λύραν τις ἐπίσταται ὧδε κροτῆσαι Id 18.36 Ἄρτεμιν ἀείδοισα καὶ εὐρύστερνον Ἀθάναν, Id 18.37 ὡς Ἑλένα, τᾶς πάντες ἐπʼ ὄμμασιν ἵμεροι ἐντί. Id 18.38 ὦ καλὰ ὦ χαρίεσσα κόρα, τὺ μὲν οἰκέτις ἤδη, Id 18.39 ἄμμες δʼ ἐς δρόμον ἦρι καὶ ἐς λειμώνια φύλλα Id 18.40 ἑρψοῦμες στεφάνως δρεψούμεναι ἁδὺ πνέοντας, Id 18.41 πολλὰ τεοῦς Ἑλένα μεμναμέναι ὡς γαλαθηναὶ Id 18.42 ἄρνες γειναμένας ὄιος μαστὸν ποθέοισαι. Id 18.43 πρᾶταί τοι στέφανον λωτῶ χαμαὶ αὐξομένοιο Id 18.44 πλέξασαι σκιερὰν καταθήσομεν ἐς πλατάνιστον, Id 18.45 πρᾶται δʼ ἀργυρέας ἐξ ὄλπιδος ὑγρὸν ἄλειφαρ Id 18.46 λαζύμεναι σταξεῦμες ὑπὸ σκιερὰν πλατάνιστον· Id 18.47 γράμματα δʼ ἐν φλοιῷ γεγράψεται, (ὡς παριών τις Id 18.48 ἀννείμῃ,) δωριστί· σέβου μʼ· Ἑλένας φυτὸν εἰμί. Id 18.49 χαίροις ὦ νύμφα, χαίροις εὐπένθερε γαμβρέ. Id 18.50 Λατὼ μὲν δοίη, Λατὼ κουροτρόφος ὔμμιν Id 18.51 εὐτεκνίαν, Κύπρις δέ, θεὰ Κύπρις ἶσον ἔρασθαι Id 18.52 ἀλλάλων, Ζεὺς δέ, Κρονίδας Ζεὺς ἄφθιτον ὄλβον, Id 18.53 ὡς ἐξ εὐπατριδᾶν εἰς εὐπατρίδας πάλιν ἔνθῃ. Id 18.54 εὕδετʼ ἐς ἀλλάλων στέρνον φιλότητα πνέοντες Id 18.55 καὶ πόθον, ἔγρεσθαι δὲ πρὸς ἀῶ μἠπιλάθησθε. Id 18.56 νεύμεθα κἄμμες ἐς ὄρθρον, ἐπεί κα πρᾶτος ἀοιδὸς Id 18.57 ἐξ εὐνᾶς κελαδήσῃ ἀνασχὼν εὔτριχα δειράν. Id 18.58 Ὑμὴν ὦ Ὑμέναιε, γάμῳ ἐπὶ τῷδε χαρείης. Κηριοκλέπτης Id 19.1 τὸν κλέπταν πότʼ Ἔρωτα κακὰ κέντασε μέλισσα Id 19.2 κηρίον ἐκ σίμβλων συλεύμενον, ἄκρα δὲ χειρῶν Id 19.3 δάκτυλα πάνθʼ ὑπένυξεν. ὁ δʼ ἄλγεε καὶ χέρʼ ἐφύση Id 19.4 καὶ τὰν γᾶν ἐπάταξε καὶ ἅλατο, τᾷ δʼ Ἀφροδίτᾳ Id 19.5 δεῖξεν τὰν ὀδύναν καὶ μέμφετο, ὅττί γε τυτθὸν Id 19.6 θηρίον ἐστὶ μέλισσα καὶ ἁλίκα τραύματα ποιεῖ. Id 19.7 χἁ μάτηρ γελάσασα· τί δʼ; οὐκ ἴσος ἐσσὶ μελίσσαις; Id 19.8 ὡς τυτθὸς μὲν ἔφυς, τὰ δὲ τραύματα χἁλίκα ποιεῖς. Βουκολίσκος Id 20.1 Εὐνείκα μʼ ἐγέλαξε θέλοντά μιν ἁδὺ φιλῆσαι, Id 20.2 καί μʼ ἐπικερτομέοισα τάδʼ ἔννεπεν· ἔρρʼ ἀπʼ ἐμεῖο. Id 20.3 βουκόλος ὢν ἐθέλεις με κύσαι τάλαν; οὐ μεμάθηκα Id 20.4 ἀγροίκως φιλέειν, ἀλλʼ ἀστικὰ χείλεα θλίβειν. Id 20.5 μή τύ γέ μευ κύσσῃς τὸ καλὸν στόμα μηδʼ ἐν ὀνείροις. Id 20.6 οἷα βλέπεις, ὁπποῖα λαλεῖς, ὡς ἄγρια παίσδεις, Id 20.7 ὡς τρυφέρʼ αἰκάλλεις, ὡς κωτίλα ῥήματα φράσδεις· Id 20.8 ὡς μαλακὸν τὸ γένειον ἔχεις, ὡς ἁδέα χαίταν. Id 20.9 χείλεά τοι νοσέοντι, χέρες δέ τοι ἐντὶ μέλαιναι, Id 20.10 καὶ κακὸν ἐξόσδεις. ἀπʼ ἐμεῦ φύγε, μή με μολύνῃς. Id 20.11 τοιάδε μυθίζοισα τρὶς εἰς ἑὸν ἔπτυσε κόλπον, Id 20.12 καί μʼ ἀπὸ τᾶς κεφαλᾶς ποτὶ τὼ πόδε συνεχὲς εἶδε Id 20.13 χείλεσι μυχθίζοισα καὶ ὄμμασι λοξὰ βλέποισα, Id 20.14 καὶ πολὺ τᾷ μορφᾷ θηλύνετο, καί τι σεσαρὸς Id 20.15 καὶ σοβαρόν μʼ ἐγέλαξεν. ἐμοὶ δʼ ἄφαρ ἔζεσεν αἷμα, Id 20.16 καὶ χρόα φοινίχθην ὑπὸ τὤλγεος ὡς ῥόδον ἕρσᾳ. Id 20.17 χἁ μὲν ἔβα με λιποῖσα· φέρω δʼ ὑποκάρδιον ὀργάν, Id 20.18 ὅττί με τὸν χαρίεντα κακὰ μωμήσαθʼ ἑταίρα. Id 20.19 ποιμένες, εἴπατέ μοι τὸ κρήγυον· οὐ καλὸς ἐμμί; Id 20.20 ἆρά τις ἐξαπίνας με θεὸς βροτὸν ἄλλον ἔτευξε; Id 20.21 καὶ γὰρ ἐμοὶ τὸ πάροιθεν ἐπάνθεεν ἁδύ τι κάλλος Id 20.22 ὡς κισσὸς ποτὶ πρέμνον, ἐμὰν δʼ ἐπύκαζεν ὑπήναν, Id 20.23 χαῖται δʼ οἷα σέλινα περὶ κροτάφοισι κέχυντο, Id 20.24 καὶ λευκὸν τὸ μέτωπον ἐπʼ ὀφρύσι λάμπε μελαίναις· Id 20.25 ὄμματά μοι γλαυκᾶς χαροπώτερα πολλὸν Ἀθάνας, Id 20.26 καὶ στόμα δʼ αὖ πακτᾶς γλυκερώτερον, ἐκ στομάτων δὲ Id 20.27 ἔρρεέ μοι φωνὰ γλυκερωτέρα ἢ μέλι κηρῶ. Id 20.28 ἁδὺ δέ μοι τὸ μέλισμα, καὶ ἢν σύριγγι μελίσδω, Id 20.29 κἢν αὐλῷ δονέω, κἢν δώνακι, κἢν πλαγιαύλῳ. Id 20.30 καὶ πᾶσαι καλόν με κατʼ ὤρεα φαντὶ γυναῖκες, Id 20.31 καὶ πᾶσαί με φιλεῦντι· τὰ δʼ ἀστικά μʼ οὐκ ἐφίλασεν, Id 20.32 ἀλλʼ ὅτι βουκόλος ἐμμὶ παρέδραμε κοὔποτʼ ἀκούει, Id 20.33 ὡς ὁ καλὸς Διόνυσος ἐν ἄγκεσι πόρτιν ἔλαυνεν· Id 20.34 οὐκ ἔγνω δʼ, ὅτι Κύπρις ἐπʼ ἀνέρι μήνατο βούτᾳ Id 20.35 καὶ Φρυγίοις ἐνόμευσεν ἐν ὤρεσι καὶ τὸν Ἄδωνιν Id 20.36 ἐν δρυμοῖσι φίλασε καὶ ἐν δρυμοῖσιν ἔκλαυσεν. Id 20.37 Ἐνδυμίων δὲ τίς ἦν; οὐ βουκόλος; ὅν γε Σελάνα Id 20.38 βουκολέοντα φίλασεν, ἀπʼ Οὐλύμπω δὲ μολοῖσα Id 20.39 λάθριον ἀν νάπος ἦλθε καὶ εἰς ἕνα παιδὶ κάθευδε. Id 20.40 καὶ τὺ Ῥέα κλαίεις τὸν βουκόλον. οὐχὶ δὲ καὶ τὺ Id 20.41 ὦ Κρονίδα διὰ παῖδα βοηνόμον ὄρνις ἐπλάγχθης; Id 20.42 Εὐνείκα δὲ μόνα τὸν βουκόλον οὐκ ἐφίλασεν, Id 20.43 ἁ Κυβέλας κρέσσων καὶ Κύπριδος ἠδὲ Σελάνας. Id 20.44 μηκέτι μηδὲ σὺ Κύπρι τὸν ἁδέα μήτε κατʼ ἄστυ Id 20.45 μήτʼ ἐν ὄρει φιλέοις, μούνη δʼ ἀνὰ νύκτα καθεύδοις. ἁλιεῖς Id 21.1 Ἁ πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει, Id 21.2 αὐτὰ τῶ μόχθοιο διδάσκαλος· οὐδὲ γὰρ εὕδειν Id 21.3 ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι. Id 21.4 κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον Id 21.5 αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι. Id 21.6 Ἰχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες, Id 21.7 στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι, Id 21.8 κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ· ἐγγύθι δʼ αὐτοῖν Id 21.9 κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι, Id 21.10 τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα Id 21.11 ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι, Id 21.12 μήρινθοι κώπα τε γέρων τʼ ἐπʼ ἐρείσμασι λέμβος· Id 21.13 νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τʼ ἐπί σφι Id 21.14 οὗτος τοῖς ἁλιεῦσιν ὁ πᾶς πόρος, οὗτος ὁ πλοῦτος. Id 21.15 οὐδεὶς δʼ οὐ σισύραν εἶχʼ οὐ λίνα· πάντα περισσά, Id 21.16 πάντʼ ἐδόκει τήνοις· ἁ γὰρ πενία σφας ἔτειρε Id 21.17 οὐδεὶς δʼ ἐν μέσσῳ γείτων· πενίᾳ δὲ παρʼ αὐτὰν Id 21.18 θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα. Id 21.19 κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας, Id 21.20 τοὺς δʼ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ Id 21.21 ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν. Ἀσφαλίων Id 21.22 ψεύδοντʼ ὦ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον Id 21.23 τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς. Id 21.24 ἤδη μυρίʼ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς. Id 21.25 μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δʼ αἱ νύκτες ἔχοντι. Ἑταῖρος Id 21.26 Ἀσφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ ὁ καιρὸς Id 21.27 αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον· ἀλλὰ τὸν ὕπνον Id 21.28 ἁ φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι. Ἀσφαλίων Id 21.29 ἆρʼ ἔμαθες κρίνειν πόκʼ ἐνύπνια; χρηστὰ γὰρ εἶδον. Id 21.30 οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον. Id 21.31 ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ. Id 21.32 ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος Id 21.33 ἐστὶν ὀνειροκρίτας, ὁ διδάσκαλός ἐστι παρʼ ᾧ νοῦς. Id 21.34 ἄλλως καὶ σχολά ἐστι· τί γὰρ ποιεῖν ἂν ἔχοι τις Id 21.35 κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων, Id 21.36 ἀλλʼ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ· Id 21.37 φαντὶ γὰρ ἀγρυπνίαν τόδʼ ἔχειν. Ἑταῖρος λέγε μοί ποτε νυκτὸς Id 21.38 ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ. Ἀσφαλίων Id 21.39 δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν Id 21.40 (οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ, Id 21.41 εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθʼ), εἶδον ἐμαυτὸν Id 21.42 ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δʼ ἐδόκευον Id 21.43 ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν. Id 21.44 καί τις τῶν τραφερῶν ὠρέξατο· καὶ γὰρ ἐν ὕπνοις Id 21.45 πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών. Id 21.46 χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα, Id 21.47 τὸν κάλαμον δʼ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον Id 21.48 τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα, Id 21.49 πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις. Id 21.50 εἶθʼ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμʼ ἔνυξα, Id 21.51 καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα. Id 21.52 ἤνυσα δʼ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν, Id 21.53 παντᾷ τοι χρυσῷ πεπυκασμένον· εἶχε δὲ δεῖμα, Id 21.54 μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς Id 21.55 ἢ τάχα τᾶς γλαυκᾶς κειμήλιον Ἀμφιτρίτης. Id 21.56 ἠρέμα δʼ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα, Id 21.57 μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν. Id 21.58 καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν, Id 21.59 ὤμοσα δʼ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι, Id 21.60 ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν. Id 21.61 ταῦτά με κἀξήγειρε, τὺ δʼ ὦ ξένε λοιπὸν ἔρειδε Id 21.62 τὰν γνώμαν· ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ. Ἑταῖρος Id 21.63 καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας· οὐδὲ γὰρ ἰχθὺν Id 21.64 χρύσεον ὡς ἴδες εὗρες, ἴσα δʼ ἦν ψεύδεσιν ὄψις, Id 21.66 ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν, Id 21.65 εἰ γάρ πᾳ κνώσσων ἔτʼ ἐτώσια ταῦτα ματεύσεις, Id 21.67 μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις. Διόσκουροι Id 22.1 Ὑμνέομεν Λήδας τε καὶ αἰγιόχου Διὸς υἱώ, Id 22.2 Κάστορα καὶ φοβερὸν Πολυδεύκεα πὺξ ἐρεθίζειν Id 22.3 χεῖρας ἐπιζεύξαντα μέσας βοέοισιν ἱμᾶσιν. Id 22.4 ὑμνέομεν καὶ δὶς καὶ τὸ τρίτον ἄρσενα τέκνα Id 22.5 κούρης Θεστιάδος, Λακεδαιμονίους δύʼ ἀδελφούς, Id 22.6 ἀνθρώπων σωτῆρας ἐπὶ ξυροῦ ἤδη ἐόντων, Id 22.7 ἵππων θʼ αἱματόεντα ταρασσομένων καθʼ ὅμιλον, Id 22.8 νηῶν θʼ, αἳ δύνοντα καὶ οὐρανὸν ἐξανύοντα Id 22.9 ἄστρα βιαζόμεναι χαλεποῖς ἐνέκυρσαν ἀήταις. Id 22.10 οἱ δέ σφεων κατὰ πρύμναν ἀείραντες μέγα κῦμα, Id 22.11 ἠὲ καὶ ἐκ πρῴρηθεν, ἢ ὅππῃ θυμὸς ἑκάστου, Id 22.12 ἐς κοίλην ἔρριψαν, ἀνέρρηξαν δʼ ἄρα τοίχους Id 22.13 ἀμφοτέρους· κρέμαται δὲ σὺν ἱστίῳ ἄρμενα πάντα Id 22.14 εἰκῇ ἀποκλασθέντα· πολὺς δʼ ἐξ οὐρανοῦ ὄμβρος Id 22.15 νυκτὸς ἐφερπούσης· παταγεῖ δʼ εὐρεῖα θάλασσα, Id 22.16 κοπτομένη πνοιαῖς τε καὶ ἀρρήκτοισι χαλάζαις. Id 22.17 ἀλλʼ ἔμπης ὑμεῖς γε καὶ ἐκ βυθοῦ ἕλκετε νῆας Id 22.18 αὐτοῖσιν ναύτῃσιν ὀιομένοις θανέεσθαι· Id 22.19 αἶψα δʼ ἀπολήγοντʼ ἄνεμοι, λιπαρὴ δὲ γαλάνη Id 22.20 ἀμπέλαγος· νεφέλαι δὲ διέδραμον ἄλλυδις ἄλλαι· Id 22.21 ἐκ δʼ ἄρκτοι τʼ ἐφάνησαν, ὄνων τʼ ἀνὰ μέσσον ἀμαυρὴ Id 22.22 φάτνη σημαίνοισα τὰ πρὸς πλόον εὔδια πάντα. Id 22.23 ὦ ἄμφω θνητοῖσι βοηθόοι, ὦ φίλοι ἄμφω, Id 22.24 ἱππῆες κιθαρισταί, ἀεθλητῆρες ἀοιδοί· Id 22.25 Κάστορος ἢ πρώτου Πολυδεύκεος ἄρξομʼ ἀείδειν; Id 22.26 ἀμφοτέρους ὑμνέων Πολυδεύκεα πρῶτον ἀείσω. Id 22.27 Ἡ μὲν ἄρα προφυγοῦσα πέτρας εἰς ἓν ξυνιούσας Id 22.28 Ἀργὼ καὶ νιφόεντος ἀταρτηρὸν στόμα Πόντου Id 22.29 Βέβρυκας εἰσαφίκανε θεῶν φίλα τέκνα φέρουσα. Id 22.30 ἔνθα μιῆς πολλοὶ κατὰ κλίμακος ἀμφοτέρων ἒξ Id 22.31 τοίχων ἄνδρες ἔβαινον Ἰησονίης ἀπὸ νηός. Id 22.32 ἐκβάντες δʼ ἐπὶ θῖνα βαθὺν καὶ ὑπήνεμον ἀκτὴν Id 22.33 εὐνάς τʼ ἐστόρνυντο πυρεῖά τε χερσὶν ἐνώμων. Id 22.34 Κάστωρ δʼ αἰολόπωλος ὅ τʼ οἰνωπὸς Πολυδεύκης Id 22.35 ἄμφω ἐρημάζεσκον ἀποπλαγχθέντες ἑταίρων, Id 22.36 παντοίην ἐν ὄρει θηεύμενοι ἄγριον ὕλην. Id 22.37 εὗρον δʼ ἀέναον κρήνην ὑπὸ λισσάδι πέτρῃ Id 22.38 ὕδατι πεπληθυῖαν ἀκηράτῳ· αἱ δʼ ὑπένερθεν Id 22.39 λάλλαι κρυστάλλῳ ἠδʼ ἀργύρῳ ἰνδάλλοντο Id 22.40 ἐκ βυθοῦ· ὑψηλαὶ δὲ πεφύκεσαν ἀγχόθι πεῦκαι Id 22.41 λεῦκαί τε πλάτανοί τε καὶ ἀκρόκομοι κυπάρισσοι, Id 22.42 ἄνθεά τʼ εὐώδη, λασίαις φίλα ἔργα μελίσσαις, Id 22.43 ὅσσʼ ἔαρος λήγοντος ἐπιβρύει ἀν λειμῶνας. Id 22.44 ἔνθα δʼ ἀνὴρ ὑπέροπλος ἐνήμενος ἐνδιάασκε, Id 22.45 δεινὸς ἰδεῖν, σκληραῖσι τεθλασμένος οὔατα πυγμαῖς· Id 22.46 στήθεα δʼ ἐσφαίρωτο πελώρια καὶ πλατὺ νῶτον Id 22.47 σαρκὶ σιδηρείῃ, σφυρήλατος οἷα κολοσσός. Id 22.48 ἐν δὲ μύες στερεοῖσι βραχίοσιν ἄκρον ὑπʼ ὦμον Id 22.49 ἕστασαν ἠύτε πέτροι ὁλοίτροχοι, οὕστε κυλίνδων Id 22.50 χειμάρρους ποταμὸς μεγάλαις περιέξεσε δίναις· Id 22.51 αὐτὰρ ὑπὲρ νώτοιο καὶ αὐχένος ᾐωρεῖτο Id 22.52 ἄκρων δέρμα λέοντος ἀφημμένον ἐκ ποδεώνων. Id 22.53 τὸν πρότερος προσέειπεν ἀεθλοφόρος Πολυδεύκης. Πολυδεύκης Id 22.54 χαῖρε ξεῖνʼ, ὅτις ἐσσί. τίνες βροτοί, ὧν ὅδε χῶρος; Ἄμυκος Id 22.55 χαίρω πῶς, ὅτε τʼ ἄνδρας ὁρῶ, τοὺς μὴ πρὶν ὄπωπα; Πολυδεύκης Id 22.56 θάρσει. μήτʼ ἀδίκους μήτʼ ἐξ ἀδίκων φάθι λεύσσειν. Ἄμυκος Id 22.57 θαρσέω, κοὐκ ἐκ σεῦ με διδάσκεσθαι τόδʼ ἔοικεν. Πολυδεύκης Id 22.58 ἄγριος εἶ, πρὸς πάντα παλίγκοτος, ἢ ὑπερόπτης; Ἄμυκος Id 22.59 τοιόσδʼ οἷον ὁρᾷς· τῆς σῆς γε μὲν οὐκ ἐπιβαίνω. Πολυδεύκης Id 22.60 ἔλθοις, καὶ ξενίων γε τυχὼν πάλιν οἴκαδʼ ἱκάνοις. Ἄμυκος Id 22.61 μήτε σύ με ξείνιζε, τά τʼ ἐξ ἐμεῦ οὐκ ἐν ἑτοίμῳ. Πολυδεύκης Id 22.62 δαιμόνιʼ, οὐδʼ ἂν τοῦδε πιεῖν ὕδατος σύγε δοίης; Ἄμυκος Id 22.63 γνώσεαι, εἴ σευ δῖψος ἀνειμένα χείλεα τέρσει. Πολυδεύκης Id 22.64 ἄργυρος ἢ τίς ὁ μισθός, ἐρεῖς, ᾧ κέν σε πίθοιμεν; Ἄμυκος Id 22.65 εἷς ἑνὶ χεῖρας ἄειρον ἐναντίος ἀνδρὶ καταστάς. Πολυδεύκης Id 22.66 πυγμάχος, ἢ καὶ ποσσὶ θενὼν σκέλος; Ἄμυκος ………ὄμματά γʼ ὀρθὸς Id 22.67 πὺξ διατεινάμενος σφετέρης μὴ φείδεο τέχνης. Πολυδεύκης Id 22.68 τίς γάρ, ὅτῳ χεῖρας καὶ ἐμοὺς συνερείσω ἱμάντας; Ἄμυκος Id 22.69 ἐγγὺς ὁρᾷς· οὐ γύννις ἐὼν κεκλήσεθʼ ὁ πύκτης. Πολυδεύκης Id 22.70 ἦ καὶ ἄεθλον ἑτοῖμον, ἐφʼ ᾧ δηρισόμεθʼ ἄμφω Ἄμυκος Id 22.71 σὸς μὲν ἐγώ, σὺ δʼ ἐμὸς κεκλήσεαι, αἴκε κρατήσω. Πολυδεύκης Id 22.72 ὀρνίθων φοινικολόφων τοιοίδε κυδοιμοί. Ἄμυκος Id 22.73 εἴτʼ οὖν ὀρνίθεσσιν ἐοικότες εἴτε λέουσι Id 22.74 γινόμεθʼ, οὐκ ἄλλῳ γε μαχεσσαίμεσθʼ ἐπʼ ἀέθλῳ. Id 22.75 Ἦ ῥʼ Ἄμυκος, καὶ κόχλον ἑλὼν μυκήσατοκοίλην. Id 22.76 οἱ δὲ θοῶς συνάγερθεν ὑπὸ σκιερὰς πλατανίστους Id 22.77 κόχλου φυσηθέντος ἀεὶ Βέβρυκες κομόωντες. Id 22.78 ὣς δʼ αὔτως ἥρωας ἰὼν ἐκαλέσσατο πάντας Id 22.79 Μαγνήσσης ἀπὸ νηὸς ὑπείροχος ἐν δαῒ Κάστωρ. Id 22.80 οἱ δʼ ἐπεὶ οὖν σπείρῃσιν ἐκαρτύναντο βοείαις Id 22.81 χεῖρας καὶ περὶ γυῖα μακροὺς εἵλιξαν ἱμάντας, Id 22.82 ἐς μέσσον σύναγον φόνον ἀλλήλοισι πνέοντες. Id 22.83 ἔνθα πολύς σφισι μόχθος ἐπειγομένοισιν ἐτύχθη, Id 22.84 ὁππότερος κατὰ νῶτα λάβοι φάος ἠελίοιο· Id 22.85 ἰδρείῃ μέγαν ἄνδρα παρήλυθες ὦ Πολύδευκες, Id 22.86 βάλλετο δʼ ἀκτίνεσσιν ἅπαν Ἀμύκοιο πρόσωπον. Id 22.87 αὐτὰρ ὅγʼ ἐν θυμῷ κεχολωμένος ἵετο πρόσσω, Id 22.88 χερσὶ τιτυσκόμενος. τοῦ δʼ ἄκρον τύψε γένειον Id 22.89 Τυνδαρίδης ἐπιόντος· ὀρίνθη δὲ πλέον ἢ πρίν, Id 22.90 σὺν δὲ μάχην ἐτάραξε, πολὺς δʼ ἐπέκειτο νενευκὼς Id 22.91 ἐς γαῖαν. Βέβρυκες δʼ ἐπαΰτεον, οἱ δʼ ἑτέρωθεν Id 22.92 ἥρωες κρατερὸν Πολυδεύκεα θαρσύνεσκον, Id 22.93 δειδιότες μή πώς μιν ἐπιβρίσας δαμάσειε Id 22.94 χώρῳ ἐνὶ στεινῷ Τιτυῷ ἐναλίγκιος ἀνήρ. Id 22.95 ἤτοι ὅγʼ ἔνθα καὶ ἔνθα παριστάμενος Διὸς υἱὸς Id 22.96 ἀμφοτέρῃσιν ἄμυσσεν ἀμοιβαδίς, ἔσχεθε δʼ ὁρμῆς Id 22.97 παῖδα Ποσειδάωνος ὑπερφίαλόν περ ἐόντα. Id 22.98 ἔστη δὲ πληγαῖς μεθύων, ἐκ δʼ ἔπτυσεν αἷμα Id 22.99 φοίνιον· οἱ δʼ ἅμα πάντες ἀριστῆες κελάδησαν, Id 22.100 ὡς ἴδον ἕλκεα λυγρὰ περὶ στόμα τε γναθμούς τε· Id 22.101 ὄμματα δʼ οἰδήσαντος ἀπεστείνωτο προσώπου. Id 22.102 τὸν μὲν ἄναξ ἐτάρασσεν ἐτώσια χερσὶ προδεικνὺς Id 22.103 πάντοθεν· ἀλλʼ ὅτε δή μιν ἀμηχανέοντʼ ἐνόησε, Id 22.104 μέσσης ῥινὸς ὕπερθε κατʼ ὀφρύος ἤλασε πυγμῇ, Id 22.105 πᾶν δʼ ἀπέσυρε μέτωπον ἐς ὀστέον. αὐτὰρ ὁ πληγεὶς Id 22.106 ὕπτιος ἐν φύλλοισι τεθηλόσιν ἐξετανύσθη. Id 22.107 ἔνθα μάχη δριμεῖα πάλιν γένετʼ ὀρθωθέντος· Id 22.108 ἀλλήλους δʼ ὄλεκον στερεοῖς θείνοντες ἱμᾶσιν. Id 22.109 ἀλλʼ ὁ μὲν ἐς στῆθός τε καὶ ἔξω χεῖρας ἐνώμα Id 22.110 αὐχένος ἀρχηγὸς Βεβρύκων· ὁ δʼ ἀεικέσι πληγαῖς Id 22.111 πᾶν συνέφυρε πρόσωπον ἀνίκητος Πολυδεύκης. Id 22.112 σάρκες δʼ αἱ μὲν ἱδρῶτι συνίζανον, ἐκ μεγάλου δὲ Id 22.113 αἶψʼ ὀλίγος γένετʼ ἀνδρός· ὁ δʼ αἰεὶ πάσσονα γυῖα Id 22.114 ἁπτομένου φορέεσκε πόνου καὶ χροιῇ ἀμείνων. Id 22.115 πῶς γὰρ δὴ Διὸς υἱὸς ἀδηφάγον ἄνδρα καθεῖλεν; Id 22.116 εἰπὲ θεά, σὺ γὰρ οἶσθα· ἐγὼ δʼ ἑτέρων ὑποφήτης Id 22.117 φθέγξομαι, ὡς ἐθέλεις σύ, καὶ ὅππως τοι φίλον αὐτῇ. Id 22.118 Ἤτοι ὅγε ῥέξαί τι λιλαιόμενος μέγα ἔργον Id 22.119 σκαιῇ μὲν σκαιὴν Πολυδεύκεος ἔλλαβε χεῖρα, Id 22.120 δοχμὸς ἀπὸ προβολῆς κλινθείς, ἑτέρῃ δʼ ἐπιβαίνων Id 22.121 δεξιτερῆς ἤνεγκεν ἀπὸ λαγόνος πλατὺ γυῖον. Id 22.122 καί κε τυχὼν ἔβλαψεν Ἀμυκλαίων βασιλῆα. Id 22.123 ἀλλʼ ὅγʼ ὑπεξανέδυ κεφαλῇ, στιβαρῇ δʼ ἅμα χειρὶ Id 22.124 πλῆξεν ὑπὸ σκαιὸν κρόταφον καὶ ἐπέμπεσεν ὤμῳ· Id 22.125 ἐκ δʼ ἐχύθη μέλαν αἷμα θοῶς κροτάφοιο χανόντος· Id 22.126 λαιῇ δὲ στόμα κόψε, πυκνοὶ δʼ ἀράβησαν ὀδόντες· Id 22.127 αἰεὶ δʼ ὀξυτέρῳ πιτύλῳ δηλεῖτο πρόσωπον, Id 22.128 μέχρι συνηλοίησε παρήια. πᾶς δʼ ἐπὶ γαίῃ Id 22.129 κεῖτʼ ἀλλοφρονέων, καὶ ἀνέσχεθε νεῖκος ἀπαυδῶν Id 22.130 ἀμφοτέρας ἅμα χεῖρας, ἐπεὶ θανάτου σχεδὸν ἦεν. Id 22.131 τὸν μὲν ἄρα κρατέων περ ἀτάσθαλον οὐδὲν ἔρεξας, Id 22.132 ὦ πύκτη Πολύδευκες· ὄμοσσε δέ τοι μέγαν ὅρκον, Id 22.133 ὃν πατέρʼ ἐκ πόντοιο Ποσειδάωνα κικλήσκων, Id 22.134 μήποτʼ ἔτι ξείνοισιν ἑκὼν ἀνιηρὸς ἔσεσθαι. Id 22.135 καὶ σὺ μὲν ὕμνησαί μοι ἄναξ. σὲ δὲ Κάστορ ἀείσω, Id 22.136 Τυνδαρίδη ταχύπωλε δορυσσόε χαλκεοθώρηξ. Id 22.137 τὼ μὲν ἀναρπάξαντε δύω φερέτην Διὸς υἱὼ Id 22.138 δοιὰς Λευκίπποιο κόρας· δοιὼ δʼ ἄρα τώγε Id 22.139 ἐσσυμένως ἐδίωκον ἀδελφεὼ υἷʼ Ἀφαρῆος, Id 22.140 γαμβρὼ μελλογάμω, Λυγκεὺς καὶ ὁ καρτερὸς Ἴδας. Id 22.141 ἀλλʼ ὅτε τύμβον ἵκανον ἀποφθιμένου Ἀφαρῆος, Id 22.142 ἐκ δίφρων ἅμα πάντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν, Id 22.143 ἔγχεσι καὶ κοίλοισι βαρυνόμενοι σακέεσσι. Id 22.144 Λυγκεὺς δʼ αὖ μετέειπεν ὑπὲκ κόρυθος μέγʼ ἀύσας· Id 22.145 δαιμόνιοι, τί μάχης ἱμείρετε; πῶς δʼ ἐπὶ νύμφαις Id 22.146 ἀλλοτρίαις χαλεποί, γυμναὶ δʼ ἐν χερσὶ μάχαιραι; Id 22.147 ἡμῖν τοι Λεύκιππος ἑὰς ἕδνωσε θύγατρας Id 22.148 τάσδε πολὺ προτέροις, ἡμῖν γάμος οὗτος ἐν ὅρκῳ· Id 22.149 ὑμεῖς δʼ οὐ κατὰ κόσμον ἐπʼ ἀλλοτρίοις λεχέεσσιν Id 22.150 βουσὶ καὶ ἡμιόνοισι καὶ ἄλλοισι κτεάτεσσιν Id 22.151 ἄνδρα παρετρέψασθε, γάμον δʼ ἐκλέπτετε δώροις. Id 22.152 ἦ μὰν πολλάκις ὔμμιν ἐνώπιον ἀμφοτέροισιν Id 22.153 αὐτὸς ἐγὼ τάδʼ ἔειπα καὶ οὐ πολύμυθος ἐών περ· Id 22.154 οὐχ οὕτω φίλοι ἄνδρες ἀριστήεσσιν ἔοικε Id 22.155 μνηστεύειν ἀλόχους, αἷς νυμφίοι ἤδη ἑτοῖμοι. Id 22.156 πολλή τοι Σπάρτη, πολλὴ δʼ ἱππήλατος Ἦλις, Id 22.157 Ἀρκαδίη τʼ εὔμηλος Ἀχαιῶν τε πτολίεθρα, Id 22.158 Μεσσήνη τε καὶ Ἄργος ἅπασά τε Σισυφὶς ἀκτή· Id 22.159 ἔνθα κόραι τοκέεσσιν ὑπὸ σφετέροισι τρέφονται Id 22.160 μυρίαι οὔτε φυῆς ἐπιδευέες οὔτε νόοιο. Id 22.161 τάων εὐμαρὲς ὔμμιν ὀπυίειν ἅς κʼ ἐθέλητε· Id 22.162 ὡς ἀγαθοῖς πολέες βούλοιντό κε πενθεροὶ εἶναι· Id 22.163 ὑμεῖς δʼ ἐν πάντεσσι διάκριτοι ἡρώεσσι, Id 22.164 καὶ πατέρες καὶ ἄνωθεν ἅπαν πατρώιον αἷμα. Id 22.165 ἀλλὰ φίλοι τοῦτον μὲν ἐάσατε πρὸς τέλος ἐλθεῖν Id 22.166 ἄμμι γάμον· σφῷν δʼ ἄλλον ἐπιφραζώμεθα πάντες. Id 22.167 ἴσκον τοιάδε πολλά, τὰ δʼ εἰς ὑγρὸν ᾤχετο κῦμα Id 22.168 πνοιὴ ἔχουσʼ ἀνέμοιο, χάρις δʼ οὐχ ἕσπετο μύθοις. Id 22.169 σφὼ γὰρ ἀκηλήτω καὶ ἀπηνέες. ἀλλʼ ἔτι καὶ νῦν Id 22.170 πείθεσθʼ· ἄμφω δʼ ἄμμιν ἀνεψιὼ ἐκ πατρὸς ἐστόν. Id 22.171 εἰ δʼ ὑμῖν κραδίη πόλεμον ποθεῖ, αἵματι δὲ χρὴ Id 22.172 νεῖκος ἀναρρήξαντας ὁμοίιον ἔγχεα λοῦσαι, Id 22.173 Ἴδας μὲν καὶ ὅμαιμος ἐμός, κρατερὸς Πολυδεύκης, Id 22.174 χεῖρας ἐρωήσουσιν ἀπεχθομένης ὑσμίνης, Id 22.175 νῶι δʼ, ἐγὼ Κάστωρ τε, διακρινώμεθʼ ἄρηι Id 22.176 ὁπλοτέρω γεγαῶτε. γονεῦσι δὲ μὴ πολὺ πένθος Id 22.177 ἡμετέροισι λίπωμεν. ἅλις νέκυς ἐξ ἑνὸς οἴκου Id 22.178 εἶς· ἀτὰρ ὥλλοι πάντες ἐυφρανέουσιν ἑταίρους Id 22.179 νυμφίοι ἀντὶ νεκρῶν, ὑμεναιώσουσι δὲ κούρας Id 22.180 τάσδʼ· ὀλίγῳ τοι ἔοικε κακῷ μέγα νεῖκος ἀναιρεῖν. Id 22.181 εἶπε, τὰ δʼ οὐκ ἄρʼ ἔμελλε θεὸς μεταμώνια θήσειν. Id 22.182 τὼ μὲν γὰρ ποτὶ γαῖαν ἀπʼ ὤμων τεύχεʼ ἔθεντο, Id 22.183 ὣ γενεῇ προφέρεσκον· ὁ δʼ ἐς μέσον ἤλυθε Λυγκεύς, Id 22.184 σείων καρτερὸν ἔγχος ὑπʼ ἀσπίδος ἄντυγα πρώτην· Id 22.185 ὣς δʼ αὔτως ἄκρας ἐτινάξατο δούρατος ἀκμὰς Id 22.186 Κάστωρ· ἀμφοτέροις δὲ λόφων ἐπένευον ἔθειραι. Id 22.187 ἔγχεσι μὲν πρώτιστα τιτυσκόμενοι πόνον εἶχον Id 22.188 ἀλλήλων, εἴ πού τι χροὸς γυμνωθὲν ἴδοιεν. Id 22.189 ἀλλʼ ἤτοι τὰ μὲν ἄκρα πάρος τινὰ δηλήσασθαι Id 22.190 δοῦρʼ ἐάγη, σακέεσσιν ἐνὶ δεινοῖσι παγέντα. Id 22.191 τὼ δʼ ἄορ ἐκ κολεοῖο ἐρυσσαμένω φόνον αὖτις Id 22.192 τεῦχον ἐπʼ ἀλλήλοισι· μάχης δʼ οὐ γίνετʼ ἐρωή. Id 22.193 πολλὰ μὲν ἐς σάκος εὐρὺ καὶ ἱππόκομον τρυφάλειαν Id 22.194 Κάστωρ, πολλὰ δʼ ἔνυξεν ἀκριβὴς ὄμμασι Λυγκεὺς Id 22.195 τοῖο σάκος, φοίνικα δʼ ὅσον λόφον ἵκετʼ ἀκωκή. Id 22.196 τοῦ μὲν ἄκρην ἐκόλουσεν ἐπὶ σκαιὸν γόνυ χεῖρα Id 22.197 φάσγανον ὀξὺ φέροντος ὑπεξαναβὰς ποδὶ Κάστωρ Id 22.198 σκαιῷ· ὁ δὲ πληγεὶς ξίφος ἔκβαλεν, αἶψα δὲ φεύγειν Id 22.199 ὡρμήθη ποτὶ σῆμα πατρός, τόθι καρτερὸς Ἴδας Id 22.200 κεκλιμένος θηεῖτο μάχην ἐμφύλιον ἀνδρῶν. Id 22.201 ἀλλὰ μεταΐξας πλατὺ φάσγανον ὦσε διαπρὸ Id 22.202 Τυνδαρίδης λαγόνος τε καὶ ὀμφαλοῦ· ἔγκατα δʼ εἴσω Id 22.203 χαλκὸς ἄφαρ διέχευεν· ὁ δʼ ἐς στόμα κεῖτο νενευκὼς Id 22.204 Λυγκεύς, κὰδ δʼ ἄρα οἱ βλεφάρων βαρὺς ἔδραμεν ὕπνος. Id 22.205 οὐ μὰν οὐδὲ τὸν ἄλλον ἐφʼ ἑστίῃ εἶδε πατρῴῃ Id 22.206 παίδων Λαοκόωσσα φίλον γάμον ἐκτελέσαντα. Id 22.207 ἦ γὰρ ὅγε στήλην Ἀφαρηίου ἐξανέχουσαν Id 22.208 τύμβου ἀναρρήξας ταχέως Μεσσήνιος Ἴδας Id 22.209 μέλλε κασιγνήτοιο βαλεῖν σφετέροιο φονῆα· Id 22.210 ἀλλὰ Ζεὺς ἐπάμυνε, χερῶν δέ οἱ ἔκβαλε τυκτὴν Id 22.211 μάρμαρον, αὐτὸν δὲ φλογέῳ συνέφλεξε κεραυνῷ. Id 22.212 οὕτως Τυνδαρίδαις πολεμιζέμεν οὐκ ἐν ἐλαφρῷ. Id 22.213 αὐτοί τε κρατέοντε καὶ ἐκ κρατέοντος ἔφυσαν. Id 22.214 χαίρετε Λήδας τέκνα, καὶ ἡμετέροις κλέος ὕμνοις Id 22.215 ἐσθλὸν ἀεὶ πέμποιτε· φίλοι δέ τε πάντες ἀοιδοὶ Id 22.216 Τυνδαρίδαις Ἑλένῃ τε καὶ ἄλλοις ἡρώεσσιν, Id 22.217 Ἴλιον οἳ διέπερσαν ἀρήγοντες Μενελάῳ. Id 22.218 ὑμῖν κῦδος ἄνακτες ἐμήσατο Χῖος ἀοιδός, Id 22.219 ὑμνήσας Πριάμοιο πόλιν καὶ νῆας Ἀχαιῶν Id 22.220 Ἰλιάδας τε μάχας Ἀχιλῆά τε πύργον ἀυτῆς· Id 22.221 ὑμῖν αὖ καὶ ἐγὼ λιγεῶν μειλίγματα Μουσέων, Id 22.222 οἷʼ αὐταὶ παρέχουσι καὶ ὡς ἐμὸς οἶκος ὑπάρχει, Id 22.223 τοῖα φέρω. γεράων δὲ θεοῖς κάλλιστον ἀοιδαί. ἐραστής Id 23.1 Ἀνήρ τις πολύφιλτρος ἀπηνέος ἤρατʼ ἐφάβω, Id 23.2 τὰν μορφὰν ἀγαθῶ, τὸν δὲ τρόπον οὐκέθʼ ὁμοίω. Id 23.3 μίσει τὸν φιλέοντα καὶ οὐδὲ ἓν ἅμερον εἶχε, Id 23.4 κοὐκ ᾔδει τὸν Ἔρωτα, τίς ἦν θεός, ἡλίκα τόξα Id 23.5 χερσὶ κρατεῖ, πῶς πικρὰ βέλη ποτικάρδια βάλλει· Id 23.6 πάντα δὲ κἠν μύθοισι καὶ ἐν προσόδοισιν ἀτειρής. Id 23.7 οὐδέ τι τῶν πυρσῶν παραμύθιον, οὐκ ἀμάρυγμα Id 23.8 χείλεος, οὐκ ὄσσων λιπαρὸν σέλας, οὐ ῥοδόμαλον, Id 23.9 οὐ λόγος, οὐχὶ φίλαμα, τὸ κουφίζει τὸν ἔρωτα. Id 23.10 οἷα δὲ θὴρ ὑλαῖος ὑποπτεύῃσι κυναγώς, Id 23.11 οὕτως πάντʼ ἐποίει ποτὶ τὸν φίλον· ἄγρια δʼ αὐτῷ Id 23.12 χείλεα καὶ κῶραι δεινὸν βλέπος· εἶχε γὰρ ὄγκον· Id 23.13 τᾷ δὲ χολᾷ τὸ πρόσωπον ἀμείβετο, φεῦγε δʼ ἀπὸ χρὼς Id 23.14 ὕβριν τᾶς ὀργᾶς περικείμενος. ἀλλὰ καὶ οὕτως Id 23.15 ἦν καλός· ἐξ ὀργᾶς ἐρεθίζετο μᾶλλον ἐραστάς. Id 23.16 λοίσθιον οὐκ ἤνεικε τόσαν φλόγα τᾶς Κυθερείας, Id 23.17 ἀλλʼ ἐλθὼν ἔκλαιε ποτὶ στυγνοῖσι μελάθροις, Id 23.18 καὶ κύσε τὰν φλιάν, οὕτω δʼ ἀνενείκατο φωνάν· Id 23.19 Ἄγριε παῖ καὶ στυγνέ, κακᾶς ἀνάθρεμμα λεαίνας, Id 23.20 λάινε παῖ καὶ ἔρωτος ἀνάξιε, δῶρά τοι ἦλθον Id 23.21 λοίσθια ταῦτα φέρων, τὸν ἐμὸν βρόχον· οὐκέτι πὰρ σὲ Id 23.22 κῶρʼ ἐθέλω λύπης κεχολωμένος, ἀλλὰ βαδίζω, Id 23.23 ἔνθα τύ μευ κατέκρινας, ὅπῃ λόγος ἦμεν ἀταρπὸν Id 23.24 ξυνάν, τοῖσιν ἐρῶσι τὸ φάρμακον ἔνθα τὸ λᾶθος. Id 23.25 ἀλλὰ καὶ ἢν ὅλον αὐτὸ λαβὼν ποτὶ χεῖλος ἀμέλξω, Id 23.26 οὐδʼ οὕτως σβέσσω τὸν ἐμὸν χόλον. ἄρτι δὲ χαίρειν Id 23.27 τοῖσι τεοῖς προθύροις ἐπιτέλλομαι. οἶδα τὸ μέλλον. Id 23.28 καὶ τὸ ῥόδον καλόν ἐστι, καὶ ὁ χρόνος αὐτὸ μαραίνει· Id 23.29 καὶ τὸ ἴον καλόν ἐστιν ἐν εἴαρι, καὶ ταχὺ γηρᾷ· Id 23.30 λευκὸν τὸ κρίνον ἐστί, μαραίνεται ἁνίκα πίπτῃ· Id 23.31 ἁ δὲ χιὼν λευκά, καὶ τάκεται ἁνίκα πασθῇ. Id 23.32 καὶ κάλλος καλόν ἐστι τὸ παιδικόν, ἀλλʼ ὀλίγον ζῇ. Id 23.33 ἥξει καιρὸς ἐκεῖνος, ὁπανίκα καὶ τὺ φιλάσεις, Id 23.34 ἁνίκα τὰν κραδίαν ὀπτεύμενος ἁλμυρὰ κλαύσῃ. Id 23.35 ἀλλὰ τὺ παῖ καὶ τοῦτο πανύστατον ἁδύ τι ῥέξον· Id 23.36 ὁππόταν ἐξενθὼν ἠρτημένον ἐν προθύροισι Id 23.37 τοῖσι τεοῖσιν ἴδῃς τὸν τλάμονα, μή με παρένθῃς, Id 23.38 στᾶθι δὲ καὶ βραχὺ κλαῦσον, ἐπισπείσας δὲ τὸ δάκρυ Id 23.39 λῦσον τῶ σχοίνω με καὶ ἀμφίθες ἐκ ῥεθέων σῶν Id 23.40 εἵματα καὶ κρύψόν με, τὸ δʼ αὖ πύματόν με φίλασον, Id 23.41 κἂν νεκρῷ χάρισαι τὰ σὰ χείλεα. μή με φοβαθῇς· Id 23.42 οὐ δύναμαι λυπεῖν σε, διαλλάξεις με φιλάσας. Id 23.43 χῶμα δέ μοι χῶσόν τι ὅ μευ κρύψει τὸν ἔρωτα. Id 23.44 κἂν ἀπίῃς, τόδε μοι τρὶς ἐπαίασον· ὦ φίλε κεῖσαι. Id 23.45 ἢν δὲ θέλῃς, καὶ τοῦτο· καλὸς δέ μοι ὤλεθʼ ἑταῖρος. Id 23.46 γράψον καὶ τόδε γράμμα, τὸ σοῖς τοίχοισι χαράξω· Id 23.47 τοῦτον ἔρως ἔκτεινεν. ὁδοιπόρε, μὴ παροδεύσῃς, Id 23.48 ἀλλὰ στὰς τόδε λέξον· ἀπηνέα εἶχεν ἑταῖρον. Id 23.49 Ὧδʼ εἰπὼν λίθον εἷλκεν, ἐρεισάμενος δʼ ἐπὶ τοίχω Id 23.50 ἄχρι μέσων οὐδῶν φοβερὸν λίθον ἅπτετʼ ἀπʼ αὐτῶν, Id 23.51 τὰν λεπτὰν σχοινῖδα, βρόχον δʼ ἐνέβαλλε τραχήλῳ, Id 23.52 τὰν ἕδραν δʼ ἐκύλισεν ὑπὲκ ποδός, ἠδʼ ἐκρεμάσθη Id 23.53 νεκρός. ὁ δʼ αὖτʼ ὤιξε θύρας καὶ τὸν νεκρὸν εἶδεν Id 23.54 αὐλᾶς ἐξ ἰδίας ἠρτημένον, οὐδʼ ἐλυγίχθη Id 23.55 τὰν ψυχάν, οὐ κλαῦσε νέον φόνον, ἀλλʼ ἐπὶ νεκρῷ Id 23.56 εἵματα πάντʼ ἐμίανεν, ἐφαβικὰ βαῖνε δʼ ἐς ἄθλα Id 23.57 γυμναστῶν, καὶ τῆλε φίλων ἐπεμαίετο λουτρῶν, Id 23.58 καὶ ποτὶ τὸν θεὸν ἦλθε, τὸν ὕβρισε· λαϊνέας δὲ Id 23.59 ἵστατʼ ἀπὸ κρηπῖδος ἐς ὕδατα· τῷ δʼ ἐφύπερθεν Id 23.60 ἅλατο καὶ τὤγαλμα, κακὸν δʼ ἔκτεινεν ἔφαβον· Id 23.61 νᾶμα δʼ ἐφοινίχθη· παιδὸς δʼ ἐπενάχετο σῶμα. Id 23.62 χαίρετε τοὶ φιλέοντες· ὁ γὰρ μισῶν ἐφονεύθη. Id 23.63 στέργετε δʼ οἱ μισεῦντες· ὁ γὰρ θεὸς οἶδε δικάζειν. Ἡρακλίσκος Id 24.1 Ἡρακλέα δεκάμηνον ἐόντα πόχʼ ἁ Μιδεᾶτις Id 24.2 Ἀλκμήνα καὶ νυκτὶ νεώτερον Ἰφικλῆα, Id 24.3 ἀμφοτέρους λούσασα καὶ ἐμπλήσασα γάλακτος, Id 24.4 χαλκείαν κατέθηκεν ἐς ἀσπίδα, τὰν Πτερελάου Id 24.5 Ἀμφιτρύων καλὸν ὅπλον ἀπεσκύλευσε πεσόντος. Id 24.6 ἁπτομένα δὲ γυνὰ κεφαλᾶς μυθήσατο παίδων· Id 24.7 εὕδετʼ ἐμὰ βρέφεα γλυκερὸν καὶ ἐγέρσιμον ὕπνον, Id 24.8 εὕδετʼ ἐμὰ ψυχά, δύʼ ἀδελφεώ, εὔσοα τέκνα· Id 24.9 ὄλβιοι εὐνάζοισθε καὶ ὄλβιοι ἀῶ ἵκοισθε. Id 24.10 Ὣς φαμένα δίνασε σάκος μέγα· τοὺς δʼ ἔλαβʼ ὕπνος. Id 24.11 ἆμος δὲ στρέφεται μεσονύκτιον ἐς δύσιν ἄρκτος Id 24.12 Ὠρίωνα κατʼ αὐτόν, ὁ δʼ ἀμφαίνει μέγαν ὦμον, Id 24.13 τᾶμος ἄρʼ αἰνὰ πέλωρα δύω πολυμήχανος Ἥρη Id 24.14 κυανέαις φρίσσοντας ὑπὸ σπείραισι δράκοντας Id 24.15 ὦρσεν ἐπὶ πλατὺν οὐδόν, ὅθι σταθμὰ κοῖλα θυράων Id 24.16 εἶκεν, ἀπειλήσασα φαγεῖν βρέφος Ἡρακλῆα. Id 24.17 τὼ δʼ ἐξειληθέντες ἐπὶ χθονὶ γαστέρας ἄμφω Id 24.18 αἱμοβόρους ἐκύλιον· ἀπʼ ὀφθαλμῶν δὲ κακὸν πῦρ Id 24.19 ἐρχομένοις λάμπεσκε, βαρὺν δʼ ἐξέπτυον ἰόν. Id 24.20 ἀλλʼ ὅτε δὴ παίδων λιχμώμενοι ἐγγύθεν ἦνθον, Id 24.21 καὶ τότʼ ἄρʼ ἐξέγροντο, Διὸς νοέοντος ἅπαντα, Id 24.22 Ἀλκμήνας φίλα τέκνα, φάος δʼ ἀνὰ οἶκον ἐτύχθη. Id 24.23 ἤτοι ὅγʼ εὐθὺς ἄυσεν, ὅπως κακὰ θηρίʼ ἀνέγνω Id 24.24 κοίλου ὑπὲρ σάκεος καὶ ἀναιδέας εἶδεν ὀδόντας, Id 24.25 Ἰφικλέης, οὔλαν δὲ ποσὶν διελάκτισε χλαῖναν, Id 24.26 φευγέμεν ὁρμαίνων· ὁ δʼ ἐναντίος εἴχετο χερσὶν Id 24.27 Ἡρακλέης, ἄμφω δὲ βαρεῖ ἐνεδήσατο δεσμῷ, Id 24.28 δραξάμενος φάρυγος, τόθι φάρμακα λυγρὰ κέκρυπται Id 24.29 οὐλομένοις ὀφίεσσιν, ἃ καὶ θεοὶ ἐχθαίροντι. Id 24.30 τὼ δʼ αὖτε σπείραισιν ἑλισσέσθην περὶ παῖδα Id 24.31 ὀψίγονον γαλαθηνόν, ὑπὸ τροφῷ αἰὲν ἄδακρυν· Id 24.32 ἂψ δὲ πάλιν διέλυον ἐπεὶ μογέοιεν ἀκάνθας, Id 24.33 δεσμοῦ ἀναγκαίου πειρώμενοι ἔκλυσιν εὑρεῖν. Id 24.34 Ἀλκμήνα δʼ ἐσάκουσε βοᾶς καὶ ἐπέγρετο πράτα· Id 24.35 Ἄνσταθʼ Ἀμφιτρύων· ἐμὲ γὰρ δέος ἴσχει ὀκνηρόν· Id 24.36 ἄνστα, μηδὲ πόδεσσιν ἑοῖς ὑπὸ σάνδαλα θείῃς. Id 24.37 οὐκ ἀίεις, παίδων ὁ νεώτερος ὅσσον ἀυτεῖ; Id 24.38 ἢ οὐ νοέεις, ὅτι νυκτὸς ἀωρί που, οἱ δέ τε τοῖχοι Id 24.39 πάντες ἀριφραδέες, καθαρᾶς ἅπερ ἠριγενείας; Id 24.40 ἔστί τί μοι κατὰ δῶμα νεώτερον, ἔστι φίλʼ ἀνδρῶν. Id 24.41 Ὣς φάθʼ. ὁ δʼ ἐξ εὐνᾶς ἀλόχῳ κατέβαινε πιθήσας· Id 24.42 δαιδάλεον δʼ ὥρμασε μετὰ ξίφος, ὅ οἱ ὕπερθεν Id 24.43 κλιντῆρος κεδρίνου περὶ πασσάλῳ αἰὲν ἄωρτο. Id 24.44 ἤτοι ὅγʼ ὠριγνᾶτο νεοκλώστου τελαμῶνος, Id 24.45 κουφίζων ἑτέρᾳ κολεὸν μέγα, λώτινον ἔργον. Id 24.46 ἀμφιλαφὴς δʼ ἄρα παστὰς ἐνεπλήσθη πάλιν ὄρφνας· Id 24.47 δμῶας δὴ τότʼ ἄυσεν ὕπνον βαρὺν ἐκφυσῶντας· Id 24.48 οἴσετε πῦρ ὅτι θᾶσσον ἀπʼ ἐσχαρεῶνος ἑλόντες, Id 24.49 δμῶες ἐμοί, στιβαροὺς δὲ θυρᾶν ἀνακόψατʼ ὀχῆας. Id 24.50 ἄνστατε δμῶες ταλασίφρονες. αὐτὸς ἀυτεῖ. Id 24.51 Ἦ ῥα γυνὰ Φοίνισσα μύλαις ἔπι κοῖτον ἔχουσα. Id 24.52 οἱ δʼ αἶψα προγένοντο λύχνοις ἅμα δαιομένοισι Id 24.53 δμῶες· ἐνεπλήσθη δὲ δόμος σπεύδοντος ἑκάστου. Id 24.54 ἤτοι ἄρʼ ὡς εἴδοντʼ ἐπιτίτθιον Ἡρακλῆα Id 24.55 θῆρε δύω χείρεσσιν ἀπρὶξ ἁπαλαῖσιν ἔχοντα, Id 24.56 συμπλήγδην ἰάχησαν· ὁ δʼ ἐς πατέρʼ Ἀμφιτρύωνα Id 24.57 ἑρπετὰ δεικανάασκεν, ἐπάλλετο δʼ ὑψόθι χαίρων Id 24.58 κουροσύνᾳ, γελάσας δὲ πάρος κατέθηκε ποδοῖιν Id 24.59 πατρὸς ἑοῦ θανάτῳ κεκαρωμένα δεινὰ πέλωρα. Id 24.60 Ἀλκμήνα μὲν ἔπειτα ποτὶ σφέτερον βάλε κόλπον Id 24.61 ξηρὸν ὑπαὶ δείους ἀκρόχλοον Ἰφικλῆα· Id 24.62 Ἀμφιτρύων δὲ τὸν ἄλλον ὑπʼ ἀμνείαν θέτο χλαῖναν Id 24.63 παῖδα, πάλιν δʼ ἐς λέκτρον ἰὼν ἐμνάσατο κοίτου. Id 24.64 ὄρνιθες τρίτον ἄρτι τὸν ἔσχατον ὄρθρον ἄειδον· Id 24.65 Τειρεσίαν τόκα μάντιν ἀλαθέα πάντα λέγοντα Id 24.66 Ἀλκμήνα καλέσασα τέρας κατέλεξε νεοχμόν, Id 24.67 καί νιν ὑποκρίνεσθαι, ὅπως τελέεσθαι ἔμελλεν, Id 24.68 ἠνώγει. μηδʼ εἴ τι θεοὶ νοέοντι πονηρόν, Id 24.69 αἰδόμενος σύ με κρύπτε· καὶ ὣς οὐκ ἔστιν ἀλύξαι Id 24.70 ἀνθρώποις ὅ τι Μοῖρα κατὰ κλωστῆρος ἐπείγει. Id 24.71 ἀλλʼ Εὐηρείδα μάλα σε φρονέοντα διδάσκω. Id 24.72 τόσσʼ ἔλεγεν βασίλεια· ὁ δʼ ἀνταμείβετο τοίως· Id 24.73 θάρσει ἀριστοτόκεια γύναι, Περσήιον αἷμα. Id 24.74 θάρσει· μελλόντων δὲ τὸ λώιον ἐν φρεσὶ θέσθαι. Id 24.75 ναὶ γὰρ ἐμὸν γλυκὺ φέγγος ἀποιχόμενον πάλαι ὄσσων, Id 24.76 πολλαὶ Ἀχαιιάδων μαλακὸν περὶ γούνατι νῆμα Id 24.77 χειρὶ κατατρίψοντι ἀκρέσπερον ἀείδοισαι Id 24.78 Ἀλκμήναν ὀνομαστί, σέβας δʼ ἔσῃ Ἀργείαισι. Id 24.79 τοῖος ἀνὴρ ὅδε μέλλει ἐς οὐρανὸν ἄστρα φέροντα Id 24.80 ἀμβαίνειν τεὸς υἱός, ἀπὸ στέρνων πλατὺς ἥρως, Id 24.81 οὗ καὶ θηρία πάντα καὶ ἀνέρες ἥσσονες ἄλλοι. Id 24.82 δώδεκά οἱ τελέσαντι πεπρωμένον ἐν Διὸς οἰκεῖν Id 24.83 μόχθους, θνητὰ δὲ πάντα πυρὰ Τραχίνιος ἑξεῖ. Id 24.84 γαμβρὸς δʼ ἀθανάτων κεκλήσεται, οἳ τάδʼ ἐπῶρσαν Id 24.85 κνώδαλα φωλεύοντα βρέφος διαδηλήσασθαι. Id 24.86 ἔσται δὴ τοῦτʼ ἆμαρ, ὁπηνίκα νεβρὸν ἐν εὐνᾷ Id 24.87 καρχαρόδων σίνεσθαι ἰδὼν λύκος οὐκ ἐθελήσει. Id 24.88 ἀλλὰ γύναι πῦρ μέν τοι ὑπὸ σποδῷ εὔτυκον ἔστω, Id 24.89 κάγκανα δʼ ἀσπαλάθου ξύλʼ ἑτοιμάσατʼ ἢ παλιούρου Id 24.90 ἢ βάτου ἢ ἀνέμῳ δεδονημένον αὖον ἄχερδον· Id 24.91 καῖε δὲ τώδʼ ἀγρίαισιν ἐπὶ σχίζαισι δράκοντε Id 24.92 νυκτὶ μέσᾳ, ὅκα παῖδα κανεῖν τεὸν ἤθελον αὐτοί. Id 24.93 ἦρι δὲ συλλέξασα κόνιν πυρὸς ἀμφιπόλων τις Id 24.94 ῥιψάτω εὖ μάλα πᾶσαν ὑπὲρ ποταμοῖο φέρουσα Id 24.95 ῥωγάδας ἐς πέτρας ὑπερούριον, ἂψ δὲ νέεσθαι Id 24.96 ἄστρεπτος· καθαρῷ δὲ πυρώσατε δῶμα θεείῳ Id 24.97 πρᾶτον, ἔπειτα δʼ ἅλεσσι μεμιγμένον, ὡς νενόμισται, Id 24.98 θαλλῷ ἐπιρραίνειν ἐστεμμένῳ ἀβλαβὲς ὕδωρ· Id 24.99 Ζηνὶ δʼ ἐπιρρέξαι καθυπερτέρῳ ἄρσενα χοῖρον, Id 24.100 δυσμενέων αἰεὶ καθυπέρτεροι ὡς τελέθοιτε. Id 24.101 φᾶ, καὶ ἐρωήσας ἐλεφάντινον ᾤχετο δίφρον Id 24.102 Τειρεσίας πολλοῖσι βαρύς περ ἐὼν ἐνιαυτοῖς. Id 24.103 Ἡρακλέης δʼ ὑπὸ ματρὶ νέον φυτὸν ὣς ἐν ἀλωᾷ Id 24.104 ἐτρέφετʼ Ἀργείου κεκλημένος Ἀμφιτρύωνος. Id 24.105 γράμματα μὲν τὸν παῖδα γέρων Λίνος ἐξεδίδαξεν, Id 24.106 υἱὸς Ἀπόλλωνος μελεδωνεὺς ἄγρυπνος ἥρως, Id 24.107 τόξον δʼ ἐντανύσαι καὶ ἐπίσκοπον εἶναι ὀϊστῶν Id 24.108 Εὔρυτος ἐκ πατέρων μεγάλαις ἀφνειὸς ἀρούραις. Id 24.109 αὐτὰρ ἀοιδὸν ἔθηκε καὶ ἄμφω χεῖρας ἔπλασσε Id 24.110 πυξίνᾳ ἐν φόρμιγγι Φιλαμμονίδας εὔμολπος. Id 24.111 ὅσσα δʼ ἀπὸ σκελέων ἑδροστρόφοι Ἀργόθεν ἄνδρες Id 24.112 ἀλλάλους σφάλλοντι παλαίσμασιν, ὅσσά τε πύκται Id 24.113 δεινοὶ ἐν ἱμάντεσσιν, ἅ τʼ ἐς γαῖαν προπεσόντες Id 24.114 πάμμαχοι ἐξεύροντο σοφίσματα σύμφορα τέχνᾳ, Id 24.115 πάντʼ ἔμαθʼ Ἑρμείαο διδασκόμενος παρὰ παιδὶ Id 24.116 Ἁρπαλύκῳ Φανοτῆι, τὸν οὐδʼ ἂν τηλόθι λεύσσων Id 24.117 θαρσαλέως τις ἔμεινεν ἀεθλεύοντʼ ἐν ἀγῶνι· Id 24.118 τοῖον ἐπισκύνιον βλοσυρῷ ἐπέκειτο προσώπῳ. Id 24.119 ἵππους δʼ ἐξελάσασθαι ὑφʼ ἅρματι, καὶ περὶ νύσσαν Id 24.120 ἀσφαλέως κάμπτοντα τροχῷ σύριγγα φυλάξαι, Id 24.121 Ἀμφιτρύων ὃν παῖδα φίλα φρονέων ἐδίδαξεν Id 24.122 αὐτός, ἐπεὶ μάλα πολλὰ θοῶν ἐξήρατʼ ἀγώνων Id 24.123 Ἄργει ἐν ἱπποβότῳ κειμήλια, καί οἱ ἀαγεῖς Id 24.124 δίφροι, ἐφʼ ὧν ἐπέβαινε, χρόνῳ διέλυσαν ἱμάντας. Id 24.125 δούρατι δὲ προβολαίῳ ὑπʼ ἀσπίδι ὦμον ἔχοντα Id 24.126 ἀνδρὸς ὀρέξασθαι ξιφέων τʼ ἀνέχεσθαι ἀμυχμόν, Id 24.127 κοσμῆσαί τε φάλαγγα λόχον τʼ ἀναμετρήσασθαι Id 24.128 δυσμενέων ἐπιόντα καὶ ἱππήεσσι κελεῦσαι Id 24.129 Κάστωρ Ἱππαλίδας δέδαεν, φυγὰς Ἄργεος ἐνθών, Id 24.130 ὁππόκα κλᾶρον ἅπαντα καὶ οἰνόπεδον μέγα Τυδεὺς Id 24.131 ναῖε παρʼ Ἀδρήστοιο λαβὼν ἱππήλατον Ἄργος. Id 24.132 Κάστορι δʼ οὔτις ὁμοῖος ἐν ἡμιθέοις πολεμιστὴς Id 24.133 ἄλλος ἔην πρὶν γῆρας ἀποτρῖψαι νεότητα. Id 24.134 Ὧδε μὲν Ἡρακλῆα φίλα παιδεύσατο μάτηρ. Id 24.135 εὐνὰ δʼ ἦς τῷ παιδὶ τετυγμένα ἀγχόθι πατρὸς Id 24.136 δέρμα λεόντειον μάλα οἱ κεχαρισμένον αὐτῷ, Id 24.137 δεῖπνον δὲ κρέα τʼ ὀπτὰ καὶ ἐν κανέῳ μέγας ἄρτος Id 24.138 Δωρικός· ἀσφαλέως κε φυτοσκάφον ἄνδρα κορέσσαι. Id 24.139 αὐτὰρ ἐπʼ ἄματι τυννὸν ἄνευ πυρὸς αἴνυτο δόρπον. Id 24.140 εἵματα δʼ οὐκ ἀσκητὰ μέσας ὑπὲρ ἕννυτο κνάμας. Ἡρακλῆς Λεοντοφόνος Id 25.1 τὸν δʼ ὁ γέρων προσέειπε φυτῶν ἐπίουρος ἀροτρεὺς Id 25.2 παυσάμενος ἔργοιο, τό οἱ μετὰ χερσὶν ἔκειτο· Id 25.3 ἔκ τοι ξεῖνε πρόφρων μυθήσομαι ὅσσʼ ἐρεείνεις, Id 25.4 Ἑρμέω ἁζόμενος δεινὴν ὄπιν εἰνοδίοιο· Id 25.5 τὸν γάρ φασι μέγιστον ἐπουρανίων κεχολῶσθαι, Id 25.6 εἴ κεν ὁδοῦ ζαχρεῖον ἀνήνηταί τις ὁδίτην. Id 25.7 ποῖμναι μὲν βασιλῆος εὔτριχες Αὐγείαο Id 25.8 οὐ πᾶσαι βόσκονται ἴαν βόσιν οὐδʼ ἕνα χῶρον· Id 25.9 ἀλλʼ αἱ μέν ῥα νάοντος ἐπʼ ὄχθαις ἀμφʼ Ἐλισοῦντος, Id 25.10 αἱ δʼ ἱερὸν θείοιο παρὰ ῥόον Ἀλφειοῖο, Id 25.11 αἱ δʼ ἐπὶ Βουπρασίου πολυβότρυος, αἱ δὲ καὶ ὧδε. Id 25.12 χωρὶς δὴ σηκοί σφι τετυγμένοι εἰσὶν ἑκάσταις. Id 25.13 αὐτὰρ βουκολίοισι περιπλήθουσί περ ἔμπης Id 25.14 πάντεσσιν νομοὶ ὧδε τεθηλότες αἰὲν ἔασι, Id 25.15 Μηνίου ἀμμέγα τῖφος, ἐπεὶ πολυειδέα ποίην Id 25.16 λειμῶνες θαλέθουσιν ὑπόδροσοι εἰαμεναί τε Id 25.17 εἰς ἅλις, ἥ ῥα βόεσσι μένος κεραῇσιν ἀέξει. Id 25.18 αὖλις δέ σφισιν ἥδε τεῆς ἐπὶ δεξιὰ χειρὸς Id 25.19 φαίνεται εὖ μάλα πᾶσα πέρην ποταμοῖο ῥέοντος, Id 25.20 κείνῃ, ὅθι πλατάνιστοι ἐπηεταναὶ πεφύασι Id 25.21 χλωρή τʼ ἀγριέλαιος, Ἀπόλλωνος νομίοιο Id 25.22 ἱερὸν ἁγνόν, ξεῖνε, τελειοτάτοιο θεοῖο. Id 25.23 εὐθὺς δὲ σταθμοὶ περιμήκεες ἀγροιώταις Id 25.24 δέδμηνθʼ, οἳ βασιλῆι πολὺν καὶ ἀθέσφατον ὄλβον Id 25.25 ῥυόμεθʼ ἐνδυκέως, τριπόλοις σπόρον ἐν νειοῖσιν Id 25.26 ἔσθʼ ὅτε βάλλοντες καὶ τετραπόλοισιν ὁμοίως. Id 25.27 οὔρους μὴν ἴσασι φυτοσκάφοι οἱ πολύεργοι, Id 25.28 ἐς ληνοὺς δʼ ἱκνεῦνται, ἐπὴν θέρος ὥριον ἔλθῃ. Id 25.29 πᾶν γὰρ δὴ πεδίον τόδʼ ἐπίφρονος Αὐγείαο, Id 25.30 πυροφόροι τε γύαι καὶ ἀλωαὶ δενδρήεσσαι, Id 25.31 μέχρις ἐπʼ ἐσχατιὰς πολυπίδακος ἀκρωρείης, Id 25.32 ἃς ἡμεῖς ἔργοισιν ἐποιχόμεθα πρόπαν ἦμαρ, Id 25.33 ἣ δίκη οἰκήων, οἷσιν βίος ἔπλετʼ ἐπʼ ἀγροῦ. Id 25.34 ἀλλὰ σύ πέρ μοι ἔνισπε, τό τοι καὶ κέρδιον αὐτῷ Id 25.35 ἔσσεται, οὗτινος ὧδε κεχρημένος εἰλήλουθας, Id 25.36 ἠὲ σύγʼ Αὐγείην ἢ καὶ δμώων τινὰ κείνου Id 25.37 δίζεαι, οἵ οἱ ἔασιν. ἐγὼ δέ κέ τοι σάφα εἰδὼς Id 25.38 ἀτρεκέως εἴποιμʼ, ἐπεὶ οὐ σέγε φημὶ κακῶν ἒξ Id 25.39 ἔμμεναι οὐδὲ κακοῖσιν ἐοικότα φύμεναι αὐτόν, Id 25.40 οἷόν τοι μέγα εἶδος ἐπιπρέπει. ἦ ῥά νυ παῖδες Id 25.41 ἀθανάτων τοιοίδε μετὰ θνητοῖσιν ἔασι. Id 25.42 τὸν δʼ ἀπαμειβόμενος προσέφη Διὸς ἄλκιμος υἱός. Id 25.43 ναὶ γέρον Αὐγείην ἐθέλοιμί κεν ἀρχὸν Ἐπειῶν Id 25.44 εἰσιδέειν· τοῦ γάρ με καὶ ἤγαγεν ἐνθάδε χρειώ. Id 25.45 εἰ δʼ ὁ μὲν ἂρ κατὰ ἄστυ μένει παρὰ οἷσι πολίταις Id 25.46 δήμου κηδόμενος, διὰ δὲ κρίνουσι θέμιστας, Id 25.47 δμώων δή τινα πρέσβυ σύ μοι φράσον ἡγεμονεύσας, Id 25.48 ὅστις ἐπʼ ἀγρῶν τῶνδε γεραίτερος αἰσυμνήτης, Id 25.49 ᾧ κε τὸ μὲν εἴποιμι, τὸ δʼ ἐκ φαμένοιο πυθοίμην. Id 25.50 ἄλλου δʼ ἄλλον ἔθηκε θεὸς ἐπιδευέα φωτῶν. Id 25.51 τὸν δʼ ὁ γέρων ἐξαῦτις ἀμείβετο δῖος ἀροτρεύς· Id 25.52 Ἀθανάτων ὦ ξεῖνε φραδῇ τινος ἐνθάδʼ ἱκάνεις, Id 25.53 ὥς τοι πᾶν ὃ θέλεις αἶψα χρέος ἐκτετέλεσται. Id 25.54 ὧδε γὰρ Αὐγείης, υἱὸς φίλος Ἠελίοιο, Id 25.55 σφωιτέρῳ σὺν παιδί, βίῃ Φυλῆος ἀγαυοῦ, Id 25.56 χθιζός γʼ εἰλήλουθεν ἀπʼ ἄστεος, ἤμασι πολλοῖς Id 25.57 κτῆσιν ἐποψόμενος, ἥ οἱ νήριθμος ἐπʼ ἀγρῶν· Id 25.58 ὥς που καὶ βασιλεῦσιν ἐείδεται ἐν φρεσὶν ᾗσιν Id 25.59 αὐτοῖς κηδομένοισι σαώτερος ἔμμεναι οἶκος. Id 25.60 ἀλλʼ ἴομεν μάλα πρός μιν· ἐγὼ δέ τοι ἡγεμονεύσω Id 25.61 αὖλιν ἐφʼ ἡμετέρην, ἵνα κεν τέτμοιμεν ἄνακτα. Id 25.62 Ὣς εἰπὼν ἡγεῖτο, νόῳ δʼ ἔτι πόλλʼ ἐμενοίνα, Id 25.63 δέρμά τε θηρὸς ὁρῶν χειροπληθῆ τε κορύνην, Id 25.64 ὁππόθεν ὁ ξεῖνος· μέμονεν δέ μιν αἰὲν ἔρεσθαι· Id 25.65 ἂψ δʼ ὄκνῳ ποτὶ χεῖλος ἐλάμβανε μῦθον ἰόντα, Id 25.66 μή τί οἱ οὐ κατὰ καιρὸν ἔπος προτιμυθήσαιτο, Id 25.67 σπερχομένου· χαλεπὸν δʼ ἑτέρου νόον ἴδμεναι ἀνδρός. Id 25.68 τοὺς δὲ κύνες προσιόντας ἀπόπροθεν αἶψʼ ἐνόησαν, Id 25.69 ἀμφότερον ὀσμῇ τε χροὸς δούπῳ τε ποδοῖιν. Id 25.70 θεσπέσιον δʼ ὑλάοντες ἐπέδραμον ἄλλοθεν ἄλλος Id 25.71 Ἀμφιτρυωνιάδῃ Ἡρακλέι· τὸν δὲ γέροντα Id 25.72 ἀχρεῖον κλάζοντε περίσσαινον ἑτέρωθεν. Id 25.73 τοὺς μὲν ὅγε λάεσσιν ἀπὸ χθόνος ὅσσον ἀείρων Id 25.74 φευγέμεν ἂψ ὀπίσω δειδίσσετο, τρηχὺ δὲ φωνῇ Id 25.75 ἠπείλει μάλα πᾶσιν, ἐρητύσασκε δʼ ὑλαγμοῦ, Id 25.76 χαίρων ἐν φρεσὶν ᾗσιν, ὁθούνεκεν αὖλιν ἔρυντο Id 25.77 αὐτοῦ γʼ οὐ παρεόντος· ἔπος δʼ ὅγε τοῖον ἔειπεν· Id 25.78 Ὢ πόποι, οἷον τοῦτο θεοὶ ποίησαν ἄνακτες Id 25.79 θηρίον ἀνθρώποισι μετέμμεναι, ὡς ἐπιμηθές. Id 25.80 εἴ οἱ καὶ φρένες ὧδε νοήμονες ἔνδοθεν ἦσαν, Id 25.81 ᾔδει δʼ, ᾧ τε χρὴ χαλεπαινέμεν ᾧ τε καὶ οὐκί, Id 25.82 οὐκ ἄν οἱ θηρῶν τις ἐδήρισεν περὶ τιμῆς· Id 25.83 νῦν δὲ λίην ζάκοτόν τε καὶ ἀρρηνὲς γένετʼ αὔτως. Id 25.84 Ἦ ῥα, καὶ ἐσσυμένως ποτὶ ταὐλίον ἷξον ἰόντες. Id 25.85 Ἠέλιος μὲν ἔπειτα ποτὶ ζόφον ἔτραπεν ἵππους Id 25.86 δείελον ἦμαρ ἄγων· τὰ δʼ ἐπήλυθε πίονα μῆλα Id 25.87 ἐκ βοτάνης ἀνιόντα μετʼ αὐλία τε σηκούς τε. Id 25.88 αὐτὰρ ἔπειτα βόες μάλα μυρίαι ἄλλαι ἐπʼ ἄλλαις Id 25.89 ἐρχόμεναι φαίνονθʼ ὡσεὶ νέφη ὑδατόεντα, Id 25.90 ἅσσά τʼ ἐν οὐρανῷ εἶσιν ἐλαυνόμενα προτέρωσε Id 25.91 ἠὲ νότοιο βίῃ ἠὲ Θρῃκὸς βορέαο· Id 25.92 τῶν μέν τʼ οὔτις ἀριθμὸς ἐν ἠέρι γίνετʼ ἰόντων, Id 25.93 οὐδʼ ἄνυσις· τόσα γάρ τε μετὰ προτέροισι κυλίνδει Id 25.94 ἲς ἀνέμου, τὰ δέ τʼ ἄλλα κορύσσεται αὖτις ἐπʼ ἄλλοις· Id 25.95 τόσσʼ αἰεὶ μετόπισθε βοῶν ἐπὶ βουκόλιʼ ᾔει. Id 25.96 πᾶν δʼ ἄρʼ ἐνεπλήσθη πεδίον, πᾶσαι δὲ κέλευθοι Id 25.97 ληίδος ἐρχομένης (στείνοντο δὲ πίονες ἀγροί), Id 25.98 μυκηθμῷ· σηκοὶ δὲ βοῶν ῥεῖα πλήσθησαν Id 25.99 εἰλιπόδων, ὄιες δὲ κατʼ αὐλὰς ηὐλίζοντο. Id 25.100 ἔνθα μὲν οὔτις ἕκηλος ἀπειρεσίων περ ἐόντων Id 25.101 εἱστήκει παρὰ βουσὶν ἀνὴρ κεχρημένος ἔργου· Id 25.102 ἀλλʼ ὁ μὲν ἀμφὶ πόδεσσιν ἐυτμήτοισιν ἱμᾶσι Id 25.103 κωλοπέδας ἀράρισκε περισταδὸν ἐγγὺς ἀμέλγειν· Id 25.104 ἄλλος δʼ αὖ φίλα τέκνα φίλαις ὑπὸ μητράσιν ἵει Id 25.105 πινέμεναι λιαροῖο μεμαότα πάγχυ γάλακτος, Id 25.106 ἄλλος ἀμόλγιον εἶχʼ, ἄλλος τρέφε πίονα τυρόν, Id 25.107 ἄλλος ἐσῆγεν ἔσω ταύρους δίχα θηλειάων. Id 25.108 Αὐγείης δʼ ἐπὶ πάντας ἰὼν θηεῖτο βοαύλους Id 25.109 ἥντινά οἱ κτεάνων κομιδὴν ἐτίθεντο νομῆες, Id 25.110 σὺν δʼ υἱός τε βίη τε βαρύφρονος Ἡρακλῆος Id 25.111 ὡμάρτευν βασιλῆι διερχομένῳ μέγαν ὄλβον. Id 25.112 ἔνθα καὶ ἄρρηκτόν περ ἔχων ἐν στήθεσι θυμὸν Id 25.113 Ἀμφιτρυωνιάδης καὶ ἀρηρότα νωλεμὲς αἰεὶ Id 25.114 ἐκπάγλως θαύμαζε θεῶν τόγε μυρίον ἕδνον Id 25.115 εἰσορόων. οὐ γάρ κεν ἔφασκέ τις οὐδὲ ἐώλπει Id 25.116 ἀνδρὸς ληίδʼ ἑνὸς τόσσην ἔμεν οὐδὲ δέκʼ ἄλλων, Id 25.117 οἵτε πολύρρηνες πάντων ἔσαν ἐκ βασιλήων. Id 25.118 Ἠέλιος δʼ ᾧ παιδὶ τόγʼ ἔξοχον ὤπασε δῶρον, Id 25.119 ἀφνειὸν μήλοις περὶ πάντων ἔμμεναι ἀνδρῶν, Id 25.120 καί ῥά οἱ αὐτὸς ὄφελλε διαμπερέως βοτὰ πάντα Id 25.121 ἐς τέλος· οὐ μὲν γάρ τις ἐπήλυθε νοῦσος ἐκείνου Id 25.122 βουκολίοις, αἵτʼ ἔργα καταφθείρουσι νομήων, Id 25.123 αἰεὶ δὲ πλέονες κερααὶ βόες, αἰὲν ἀμείνους Id 25.124 ἐξ ἔτεος γίνοντο μάλʼ εἰς ἔτος· ἦ γὰρ ἅπασαι Id 25.125 ζωοτόκοι τʼ ἦσαν περιώσια θηλυτόκοι τε. Id 25.126 ταῖς δὲ τριηκόσιοι ταῦροι συνάμʼ ἐστιχόωντο Id 25.127 κνήμαργοί θʼ ἕλικές τε, διηκόσιοί γε μὲν ἄλλοι Id 25.128 φοίνικες· πάντες δʼ ἐπιβήτορες οἵγʼ ἔσαν ἤδη. Id 25.129 ἄλλοι δʼ αὖ μετὰ τοῖσι δυώδεκα βουκολέοντο Id 25.130 ἱεροὶ Ἠελίοιο· χρόην δʼ ἔσαν ἠύτε κύκνοι Id 25.131 ἀργησταί, πᾶσιν δὲ μετέπρεπον εἰλιπόδεσσιν Id 25.132 οἳ καὶ ἀτιμαγέλαι βόσκοντʼ ἐριθηλέα ποίην Id 25.133 ἐν νομῷ· ὧδʼ ἔκπαγλον ἐπὶ σφίσι γαυριόωντο. Id 25.134 καί ῥʼ ὁπότʼ ἐκ λασίοιο θοοὶ προγενοίατο θῆρες Id 25.135 ἐς πεδίον δρυμοῖο βοῶν ἕνεκʼ ἀγροτεράων, Id 25.136 πρῶτοι τοίγε μάχηνδε κατὰ χροὸς ᾔεσαν ὀσμήν, Id 25.137 δεινὸν δʼ ἐβρυχῶντο φόνον λεύσσοντε προσώπῳ. Id 25.138 τῶν μέν τε προφέρεσκε βίηφί τε καὶ σφένεϊ ᾧ Id 25.139 ἠδʼ ὑπεροπλίῃ Φαέθων μέγας, ὅν ῥα βοτῆρες Id 25.140 ἀστέρι πάντες ἔισκον, ὁθούνεκα πολλὸν ἐν ἄλλοις Id 25.141 βουσὶν ἰὼν λάμπεσκεν, ἀρίζηλος δʼ ἐτέτυκτο. Id 25.142 ὃς δή τοι σκύλος αὖον ἰδὼν χαροποῖο λέοντος Id 25.143 αὐτῷ ἔπειτʼ ἐπόρουσεν ἐυσκόπῳ Ἡρακλῆι Id 25.144 χρίμψασθαι ποτὶ πλευρὰ κάρη στιβαρόν τε μέτωπον. Id 25.145 τοῦ μὲν ἄναξ προσιόντος ἐδράξατο χειρὶ παχείῃ Id 25.146 σκαιοῦ ἄφαρ κέραος, κατὰ δʼ αὐχένα νέρθʼ ἐπὶ γαίης Id 25.147 κλάσσε βαρύν περ ἐόντα, πάλιν δέ μιν ὦσεν ὀπίσσω Id 25.148 ὤμῳ ἐπιβρίσας· ὁ δέ οἱ περὶ νεῦρα τανυσθεὶς Id 25.149 μυὼν ἐξ ὑπάτοιο βραχίονος ὀρθὸς ἀνέστη. Id 25.150 θαύμαζεν δʼ αὐτός τε ἄναξ υἱός τε δαΐφρων Id 25.151 Φυλεὺς οἵ τʼ ἐπὶ βουσὶ κορωνίσι βουκόλοι ἄνδρες, Id 25.152 Ἀμφιτρυωνιάδαο βίην ὑπέροπλον ἰδόντες. Id 25.153 τὼ δʼ εἰς ἄστυ λιπόντε καταυτόθι πίονας ἀγροὺς Id 25.154 ἐστιχέτην, Φυλεύς τε βίη θʼ Ἡρακληείη. Id 25.155 λαοφόρου δʼ ἐπέβησαν ὅθι πρώτιστα κελεύθου, Id 25.156 λεπτὴν καρπαλίμοισι τρίβον ποσὶν ἐξανύσαντες, Id 25.157 ἥ ῥα διʼ ἀμπελεῶνος ἀπὸ σταθμῶν τετάνυστο Id 25.158 οὔτι λίην ἀρίσημος ἐν ὕλῃ χλωρὰ θέουσα, Id 25.159 τῇ μιν ἄρα προσέειπε Διὸς γόνον ὑψίστοιο Id 25.160 Αὐγείω φίλος υἱὸς ἕθεν μετόπισθεν ἰόντα, Id 25.161 ἦκα παρακλίνας κεφαλὴν κατὰ δεξιὸν ὦμον· Id 25.162 ξεῖνε, πάλαι τινὰ πάγχυ σέθεν πέρι μῦθον ἀκούσας Id 25.163 ὡσεί περ σφετέρῃσιν ἐνὶ φρεσὶ βάλλομαι ἄρτι. Id 25.164 ἤλυθε γὰρ στείχων τις ἀπʼ Ἄργεος ὡς μέσος ἀκμῆς Id 25.165 ἐνθάδʼ Ἀχαιὸς ἀνὴρ Ἑλίκης ἐξ ἀγχιάλοιο· Id 25.166 ὃς δή τοι μυθεῖτο καὶ ἐν πλεόνεσσιν Ἐπειῶν, Id 25.167 οὕνεκεν Ἀργείων τις ἕθεν παρεόντος ὄλεσσε Id 25.168 θηρίον, αἰνολέοντα, κακὸν τέρας ἀγροιώταις, Id 25.169 κοίλην αὖλιν ἔχοντα Διὸς Νεμέοιο παρʼ ἄλσος, Id 25.170 οὐκ οἶδʼ ἀτρεκέως ἢ Ἄργεος ἐξ ἱεροῖο Id 25.171 αὐτόθεν ἢ Τίρυνθα νέμων πόλιν ἠὲ Μυκήνην. Id 25.172 ὣς κεῖνος ἀγόρευε· γένος δέ μιν εἶναι ἔφασκεν, Id 25.173 εἰ ἐτεόν περ ἐγὼ μιμνήσκομαι, ἐκ Περσῆος. Id 25.174 ἔλπομαι οὐχ ἕτερον τόδε τλήμεναι Αἰγιαλήων Id 25.175 ἠὲ σέ· δέρμα δὲ θηρὸς ἀριφραδέως ἀγορεύει Id 25.176 χειρῶν καρτερὸν ἔργον, ὅ τοι περὶ πλευρὰ καλύπτει. Id 25.177 εἴπʼ ἄγε νῦν μοι πρῶτον, ἵνα γνώω κατὰ θυμόν, Id 25.178 ἥρως, εἴτʼ ἐτύμως μαντεύομαι εἴτε καὶ οὐκί, Id 25.179 εἰ σύγʼ ἐκεῖνος, ὃν ἧμιν ἀκουόντεσσιν ἔειπεν Id 25.180 οὑξ Ἑλίκηθεν Ἀχαιός, ἐγὼ δέ σε φράζομαι ὀρθῶς. Id 25.181 εἰπὲ δʼ ὅπως ὀλοὸν τόδε θηρίον αὐτὸς ἔπεφνες, Id 25.182 ὅππως τʼ εὔυδρον Νεμέης εἰσήλυθε χῶρον· Id 25.183 οὐ μὲν γάρ κε τοσόνδε κατʼ Ἀπίδα κνώδαλον εὕροις Id 25.184 ἱμείρων ἰδέειν, ἐπεὶ οὐ μάλα τηλίκα βόσκει, Id 25.185 ἀλλʼ ἄρκτους τε σύας τε λύκων τʼ ὀλοφώιον ἔρνος. Id 25.186 τῷ καὶ θαυμάζεσκον ἀκούοντες τότε μῦθον· Id 25.187 οἱ δέ νυ καὶ ψεύδεσθαι ὁδοιπόρον ἀνέρʼ ἔφαντο Id 25.188 γλώσσης μαψιδίοιο χαριζόμενον παρεοῦσιν. Id 25.189 Ὣς εἰπὼν μέσσης ἐξηρώησε κελεύθου Id 25.190 Φυλεύς, ὄφρα κιοῦσιν ἅμα σφίσιν ἄρκιος εἴη, Id 25.191 καί ῥά τε ῥηίτερον φαμένου κλύοι Ἡρακλῆος, Id 25.192 ὅς μιν ὁμαρτήσας τοίῳ προσελέξατο μύθῳ· Id 25.193 Ὦ Αὐγηιάδη, τὸ μὲν ὅττί με πρῶτον ἀνήρευ, Id 25.194 αὐτὸς καὶ μάλα ῥεῖα κατὰ στάθμην ἐνόησας. Id 25.195 ἀμφὶ δέ σοι τὰ ἕκαστα λέγοιμί κε τοῦδε πελώρου Id 25.196 ὅππως ἐκράανθεν, ἐπεὶ λελίησαι ἀκούειν, Id 25.197 νόσφίν γʼ ἢ ὅθεν ἦλθε· τὸ γὰρ πολέων περ ἐόντων Id 25.198 Ἀργείων οὐδείς κεν ἔχοι σάφα μυθήσασθαι· Id 25.199 οἶον δʼ ἀθανάτων τίνʼ ἐίσκομεν ἀνδράσι πῆμα Id 25.200 ἱρῶν μηνίσαντα Φορωνείδῃσιν ἐφεῖναι. Id 25.201 πάντας γὰρ πισῆας ἐπικλύζων ποταμὸς ὣς Id 25.202 λῖς ἄμοτον κεράιζε, μάλιστα δὲ Βεμβιναίους, Id 25.203 οἵ ἑθεν ἀγχόμοροι ναῖον πασχόντες ἄτλητα. Id 25.204 τὸν μὲν ἐμοὶ πρώτιστα τελεῖν ἐπέταξεν ἄεθλον Id 25.205 Εὐρυσθεύς, κτεῖναι δέ μʼ ἐφίετο θηρίον αἰνόν. Id 25.206 αὐτὰρ ἐγὼ κέρας ὑγρὸν ἑλὼν κοίλην τε φαρέτρην Id 25.207 ἰῶν ἐμπλείην νεόμην, ἑτέρηφι δὲ βάκτρον Id 25.208 εὐπαγὲς αὐτόφλοιον ἐπηρεφέος κοτίνοιο Id 25.209 ἔμμητρον, τὸ μὲν αὐτὸς ὑπὸ ζαθέῳ Ἑλικῶνι Id 25.210 εὑρὼν σὺν πυκινῇσιν ὁλοσχερὲς ἔσπασα ῥίζαις. Id 25.211 αὐτὰρ ἐπεὶ τὸν χῶρον, ὅθι λῖς ἦεν, ἵκανον, Id 25.212 δὴ τότε τόξον ἑλὼν στρεπτὴν ἐπέλασσα κορώνῃ Id 25.213 νευρειήν, περὶ δʼ ἰὸν ἐχέστονον εἶθαρ ἔβησα. Id 25.214 πάντῃ δʼ ὄσσε φέρων ὀλοὸν τέρας ἐσκοπίαζον, Id 25.215 εἴ μιν ἐσαθρήσαιμι, πάρος γʼ ἐμὲ κεῖνον ἰδέσθαι. Id 25.216 ἤματος ἦν τὸ μεσηγύ, καὶ οὐδέ πῃ ἴχνια τοῖο Id 25.217 φρασθῆναι δυνάμην οὐδʼ ὠρυγμοῖο πυθέσθαι. Id 25.218 οὐδὲ μὲν ἀνθρώπων τις ἔην ἐπὶ βουσὶ καὶ ἔργοις Id 25.219 φαινόμενος σπορίμοιο διʼ αὔλακος, ὅντινʼ ἐροίμην· Id 25.220 ἀλλὰ κατὰ σταθμοὺς χλωρὸν δέος εἶχεν ἕκαστον. Id 25.221 οὐ μὴν πρὶν πόδας ἔσχον ὄρος τανύφυλλον ἐρευνῶν, Id 25.222 πρὶν ἰδέειν ἀλκῆς τε παραυτίκα πειρηθῆναι. Id 25.223 ἤτοι ὁ μὲν σήραγγα προδείελος ἔστιχεν εἰς ἥν, Id 25.224 βεβρωκὼς κρειῶν τε καὶ αἵματος, ἀμφὶ δὲ χαίτας Id 25.225 αὐχμηρὰς πεπάλακτο φόνῳ χαροπόν τε πρόσωπον Id 25.226 στήθεά τε, γλώσσῃ δὲ περιλιχμᾶτο γένειον. Id 25.227 αὐτὰρ ἐγὼ θάμνοισιν ἄφαρ σκιεροῖσιν ἐκρύφθην Id 25.228 ἐν ῥίῳ ὑλήεντι δεδεγμένος ὁππόθʼ ἵκοιτο, Id 25.229 καὶ βάλον ἆσσον ἰόντος ἀριστερὸν ἐς κενεῶνα Id 25.230 τηϋσίως· οὐ γάρ τι βέλος διὰ σαρκὸς ὄλισθεν Id 25.231 ὀκριόεν, χλωρῇ δὲ παλίσσυτον ἔμπεσε ποίῃ. Id 25.232 αὐτὰρ ὁ κρᾶτα δαφοινὸν ἀπὸ χθονὸς ὦκʼ ἐπάειρε Id 25.233 θαμβήσας, πάντῃ δὲ διέδρακεν ὀφθαλμοῖσι Id 25.234 σκεπτόμενος, λαμυροὺς δὲ χανὼν ὑπʼ ὀδόντας ἔφηνε. Id 25.235 τῷ δʼ ἐγὼ ἄλλον ὀιστὸν ἀπὸ νευρῆς προΐαλλον Id 25.236 ἀσχαλόων, ὅ μοι ὁ πρὶν ἐτώσιος ἔκφυγε χειρός· Id 25.237 μεσσηγὺς δʼ ἔβαλον στηθέων, ὅθι πνεύμονος ἕδρη. Id 25.238 ἀλλʼ οὐδʼ ὣς ὑπὸ βύρσαν ἔδυ πολυώδυνος ἰός, Id 25.239 ἀλλʼ ἔπεσε προπάροιθε ποδῶν ἀνεμώλιος αὔτως. Id 25.240 τὸ τρίτον αὖ μέλλεσκον ἀσώμενος ἐν φρεσὶν αἰνῶς Id 25.241 αὐερύειν· ὁ δέ μʼ εἶδε περιγληνώμενος ὄσσοις Id 25.242 θὴρ ἄμοτος, μακρὴν δὲ περʼ ἰγνύῃσιν ἕλιξε Id 25.243 κέρκον, ἄφαρ δὲ μάχης ἐμνήσατο· πᾶς δέ οἱ αὐχὴν Id 25.244 θυμοῦ ἐνεπλήσθη, πυρσαὶ δʼ ἔφριξαν ἔθειραι Id 25.245 σκυζομένῳ, κυρτὴ δὲ ῥάχις γένετʼ ἠύτε τόξον, Id 25.246 πάντοθεν εἰληθέντος ὑπὸ λαγόνας τε καὶ ἰξύν. Id 25.247 ὡς δʼ ὅτʼ ἂν ἁρματοπηγὸς ἀνὴρ πολέων ἴδρις ἔργων Id 25.248 ὄρπηκας κάμπτῃσιν ἐρινεοῦ εὐκεάτοιο, Id 25.249 θάλψας ἐν πυρὶ πρῶτον, ἐπαξονίῳ κύκλα δίφρῳ· Id 25.250 τοῦ μὲν ὑπὲκ χειρῶν ἔφυγεν τανύφλοιος ἐρινεὸς Id 25.251 καμπτόμενος, τηλοῦ δὲ μιῇ πήδησε σὺν ὁρμῇ· Id 25.252 ὣς ἐπʼ ἐμοὶ λῖς αἰνὸς ἀπόπροθεν ἀθρόος ἆλτο Id 25.253 μαιμώων χροὸς ἆσαι· ἐγὼ δʼ ἑτέρηφι βέλεμνα Id 25.254 χειρὶ προεσχεθόμην καὶ ἀπʼ ὤμων δίπλακα λώπην, Id 25.255 τῇ δʼ ἑτέρῃ ῥόπαλον κόρσης ὕπερ αὖον ἀείρας Id 25.256 ἤλασα κὰκ κεφαλῆς, διὰ δʼ ἄνδιχα τρηχὺν ἔαξα Id 25.257 αὐτοῦ ἐπὶ λασίοιο καρήατος ἀγριέλαιον Id 25.258 θηρὸς ἀμαιμακέτοιο· πέσεν δʼ ὅγε πρὶν ἔμʼ ἱκέσθαι Id 25.259 ὑψόθεν ἐν γαίῃ, καὶ ἐπὶ τρομεροῖς ποσὶν ἔστη Id 25.260 νευστάζων κεφαλῇ· περὶ γὰρ σκότος ὄσσέ οἱ ἄμφω Id 25.261 ἦλθε, βίῃ σεισθέντος ἐν ὀστέῳ ἐγκεφάλοιο. Id 25.262 τὸν μὲν ἐγὼν ὀδύνῃσι παραφρονέοντα βαρείαις Id 25.263 νωσάμενος, πρὶν αὖτις ὑπότροπον ἀμπνυνθῆναι, Id 25.264 αὐχένος ἀρρήκτοιο παρʼ ἰνίον ἤλασα προφθάς, Id 25.265 ῥίψας τόξον ἔραζε πολύρραπτόν τε φαρέτρην· Id 25.266 ἦγχον δʼ ἐγκρατέως στιβαρὰς σὺν χεῖρας ἐρείσας Id 25.267 ἐξόπιθεν, μὴ σάρκας ὑποδρύψῃ ὀνύχεσσι, Id 25.268 πρὸς δʼ οὖδας πτέρνῃσι πόδας στερεῶς ἐπίεζον Id 25.269 οὐραίους ἐπιβάς, μηροῖσί τε πλεύρʼ ἐφύλασσον, Id 25.270 μέχρί οἱ ἐξετάνυσσα βραχίονας ὀρθὸν ἀείρας Id 25.271 ἄπνευστον, ψυχὴν δὲ πελώριος ἔλλαχεν Ἅιδης. Id 25.272 καὶ τότε δὴ βούλευον, ὅπως λασιαύχενα βύρσαν Id 25.273 θηρὸς τεθνειῶτος ἀπὸ μελέων ἐρυσαίμην, Id 25.274 ἀργαλέον μάλα μόχθον, ἐπεὶ οὐκ ἔσκε σιδήρῳ Id 25.275 τμητὴ οὐδὲ λίθοις πειρωμένῳ, οὐδὲ μὲν ἄλλῃ Id 25.276 ἔνθά μοι ἀθανάτων τις ἐπὶ φρεσὶ θῆκε νοῆσαι Id 25.277 αὐτοῖς δέρμα λέοντος ἀνασχίζειν ὀνύχεσσι. Id 25.278 τοῖσι θοῶς ἀπέδειρα, καὶ ἀμφεθέμην μελέεσσιν Id 25.279 ἕρκος ἐνυαλίου ταμεσίχροος ἰωχμοῖο. Id 25.280 οὗτός τοι Νεμέου γένετʼ ὦ φίλε θηρὸς ὄλεθρος, Id 25.281 πολλὰ πάρος μήλοις τε καὶ ἀνδράσι κήδεα θέντος. Λῆναι ἢ Βάκχαι Id 26.1 Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα Id 26.2 τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι. Id 26.3 χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα Id 26.4 κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς Id 26.5 ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς, Id 26.6 τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ. Id 26.7 ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι Id 26.8 εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν, Id 26.9 ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος. Id 26.10 Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει, Id 26.11 σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος. Id 26.12 Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα, Id 26.13 σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου, Id 26.14 ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι. Id 26.15 μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι. Id 26.16 Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον, Id 26.17 πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι. Id 26.18 Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες; Id 26.19 Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι. Id 26.20 μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα, Id 26.21 ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας· Id 26.22 Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον Id 26.23 λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός· Id 26.24 αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες. Id 26.25 ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι, Id 26.26 ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι. Id 26.27 οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ Id 26.28 φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν, Id 26.29 εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι· Id 26.30 αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι. Id 26.31 ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος. Id 26.32 εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ. Id 26.33 χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι Id 26.34 Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας· Id 26.35 χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς Id 26.36 Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις, Id 26.37 αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου Id 26.38 οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο. Οαριστύς Κόρη Id 27.1 τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος. Δάφνις Id 27.2 μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα. Κόρη Id 27.3 μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν. Δάφνις Id 27.4 ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις. Κόρη Id 27.5 τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα. Δάφνις Id 27.6 πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω. Κόρη Id 27.7 καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν. Δάφνις Id 27.8 μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη. Κόρη ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω. Δάφνις Id 27.9 Κόρη ἁ σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται. Δάφνις Id 27.10 δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω. Κόρη Id 27.11 οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ. Δάφνις Id 27.12 δεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς. Κόρη Id 27.13 τὴν σαυτοῦ φρένα τέρψον· ὀιζύον οὐδὲν ἀρέσκει. Δάφνις Id 27.14 φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα. Κόρη Id 27.15 χαιρέτω ἁ Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη. Δάφνις Id 27.16 μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς. Κόρη Id 27.17 βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει. Id 27.18 μἠπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω. Δάφνις Id 27.19 οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη. Κόρη Id 27.20 φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις. Δάφνις Id 27.21 δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει. Κόρη Id 27.22 πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει. Δάφνις Id 27.23 εἶς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω. Κόρη Id 27.24 καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας. Δάφνις Id 27.25 οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην. Κόρη Id 27.26 ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας. Δάφνις Id 27.27 μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες; Κόρη Id 27.28 ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης. Δάφνις Id 27.29 ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν. Κόρη Id 27.30 ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω. Δάφνις Id 27.31 ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας. Κόρη Id 27.32 καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω; Δάφνις Id 27.33 πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις. Κόρη Id 27.34 ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν. Δάφνις Id 27.35 οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι. Κόρη Id 27.36 τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς; Δάφνις Id 27.37 τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω. Κόρη Id 27.38 πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω; Δάφνις Id 27.39 αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομʼ ἀκούσῃ. Κόρη Id 27.40 οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει. Δάφνις Id 27.41 Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία. Κόρη Id 27.42 ἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων. Δάφνις Id 27.43 οἶδʼ, ἄκρα τιμίη ἐσσί· πατὴρ δέ τοί ἐστι Μενάλκας. Id 27.44 Ἠλακάτη Id 28.1 Γλαύκας ὦ φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας Id 28.2 γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος, Id 28.3 θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν, Id 28.4 ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω. Id 28.5 τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος, Id 28.6 ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν, Id 28.7 Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον, Id 28.8 καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν Id 28.9 δῶρον Νικιάας εἰς ὀλόχω χέρρας ὀπάσσομεν, Id 28.10 σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις, Id 28.11 πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη. Id 28.12 δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις Id 28.13 πέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω· Id 28.14 οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες. Id 28.15 οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν Id 28.16 ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος. Id 28.17 καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσέ ποτʼ Ἀρχίας Id 28.18 νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν. Id 28.19 νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα Id 28.20 ἀθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν, Id 28.21 οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼἸαόνων, Id 28.22 ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ, Id 28.23 καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω. Id 28.24 κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· ἦ μεγάλα χάρις Id 28.25 δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων. Εἰδύλλιον Ἐρῶντος Id 29.1 οἶνος ὦ φίλε παῖ λέγεται καὶ ἀλάθεα· Id 29.2 κἄμμε χρὴ μεθύοντας ἀλαθέας ἔμμεναι. Id 29.3 κἤγω μὲν τὰ φρενῶν ἐρέω κέατʼ ἐν μυχῷ. Id 29.4 οὐκ ὄλας φιλέειν μʼ ἐθέλησθʼ ἀπὸ καρδίας. Id 29.5 γινώσκω· τὸ γὰρ ἅμισυ τᾶς ζοΐας ἔχω Id 29.6 ζὰ τὰν σὰν ἰδέαν, τὸ δὲ λοιπὸν ἀπώλετο. Id 29.7 χὥτα μὲν σὺ θέλῃς, μακάρεσσιν ἴσαν ἄγω Id 29.8 ἁμέραν· ὅτα δʼ οὐκ ἐθέλῃς τύ, μάλʼ ἐν σκότῳ. Id 29.9 πῶς ταῦτʼ ἄρμενα, τὸν φιλέοντʼ ἀνίαις δίδων; Id 29.10 ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ, Id 29.11 τῷ κε λώιον αὔτος ἔχων ἔμʼ ἐπαινέσαις, Id 29.12 ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ, Id 29.13 ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον. Id 29.14 νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον, Id 29.15 ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης· Id 29.16 καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι, Id 29.17 τῷ δʼ εὔθυς πλέον ἢ τριέτης ἐγένευ φίλος, Id 29.18 τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο. Id 29.19 ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν. Id 29.20 φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει. Id 29.21 αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι Id 29.22 ἐξ ἄστων· ὁ δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι, Id 29.23 ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται, Id 29.24 κἤμε μάλθακον ἐξ ἐπόησε σιδαρίω. Id 29.25 ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι Id 29.26 ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος, Id 29.27 χὥτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι Id 29.28 καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον Id 29.29 οὐκ ἔστι· πτέρυγας γὰρ ἐπομμαδίαις φόρη, Id 29.30 κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλάβην. Id 29.31 ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον, Id 29.32 καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν, Id 29.33 ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς, Id 29.34 ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι. Id 29.35 αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρόπῃς, Id 29.36 ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης; Id 29.37 νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν Id 29.38 βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον, Id 29.39 τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις Id 29.40 προμόλοιμί κε παυσάμενος χαλέπω πόθω. Παιδικά Id 30.1 Ὤιαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος· Id 30.2 τετορταῖος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον, Id 30.3 μᾶκος μὲν μετρίω γʼ, ἀλλʼ ὁπόσον τῶ πέδα περρέχε Id 30.4 τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι. Id 30.5 καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι, Id 30.6 τάχα δʼ οὐδʼ ὅσον ὕπνω ’πιτύχην ἔσσετʼ ἐρωία· Id 30.7 ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύγων Id 30.8 αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα. Id 30.9 ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὥʼ ρος ἐδράξατο, Id 30.10 εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ κέαρ δακών . Id 30.11 πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν· Id 30.12 τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται; Id 30.13 λεύκας οὐκετʼ ἴσησθʼ ὅττι φορῇς ἐν κροτάφοις τρίχας; Id 30.14 ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ. Id 30.15 πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι. Id 30.16 καὶ μὰν ἄλλο δε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι Id 30.17 ξέννον τῶν χαλεπῶν παιδὸς ἐράν νω παράπαν πόθων Id 30.18 τῷ μὲν γὰρ βίος ἕρπει προγόνοις ἶσʼ ἐλάφω θοᾶς, Id 30.19 χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα. Id 30.20 οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων Id 30.21 μένει· τῷ δʼ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει Id 30.22 ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄρη νυκτὸς ἐνύπνια, Id 30.23 παύσασθαι δʼ ἐνιαυτὸς χαλεπᾶς οὐκ ἰκανὸς νόσω. Id 30.24 ταῦτα χἅτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν. Id 30.25 ὁ δὲ τοῦτʼ ἔφατʼ· ὄττις δοκίμοι τὸν δολομάχανον Id 30.26 νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἄμμεων Id 30.27 εὑρεῖν βραϊδίως ἀστέρας ὁπποσσάκιν ἐννέα. Id 30.28 καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα Id 30.29 ἕλκειν τὸν ζυγόν, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γὰρ ὦγαθὲ Id 30.30 βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον Id 30.31 καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον, Id 30.32 σμίκρας δεύμενον αὔρας ὀνέμων ᾇ κε θέλῃ φόρη.