[edition urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2] |1 ]κιο[ |2 ]πειτα[ |3 ]ἐπεσσύθ[ην |5 ]γ[]λ[ |6 ]ω[ |7 [πᾶσιν θεοῖς καὶ πᾶσι]ν ἀγγέλλω [β]ροτο[ῖς |8 [καὶ δῶρʼ ὑπις]χνοῦμαι τελεῖ[ν |9 [ ἀ]πόπροθεν· |10 ον[ δύς]λοφον φρενὶ |11 τα[ βο]ῦς ἀμολγάδας |12 [μός]χους [τε καὶ νέων νόμευμ]α πορτίδων |13 [ἅπα]ντα φρ[οῦδα καὶ μάτη]ν ἰχνοσκοπῶ |14 [λαθ]ραῖʼ ἰόν[τα τῆλε βου]στάθμου κάπης |15 [ἀφα]νῶς τέχνα[ισιν· ὡς ἐ]γὼ οὐκ ἂν ᾠόμην |16 [οὔτʼ ἂ]ν θεῶν τιν[ʼ οὔτʼ ἐφημ]έρων βροτῶν |17 [δρᾶς]αι τόδʼ ἔργ[ον ὧδερσθβ; πρὸς τόλμαν πεσεῖν. |18 [ταῦτ]ʼ οὖν ἐπείπερ [ἔμα]θον ἐκπλαγεὶς ὄκνῳ |19 [στείχ]ῶ, ματεύω, παντελὲς κήρυγμʼ ἔχων |20 [θεοῖ]ς βροτοῖς τε μηδένʼ ἀγνοεῖν τάδε. |21 [ἀκολο]υθίᾳ γὰρ ἐμμανὴς κυνηγετῶ· |22 [Θρᾳκ]ῶν δʼ ἐπῆλθ[ο]ν φ[ῦ]λα τ[οῦ] παντὸς στρατ[οῦ |23 [ἀλλʼ οὔ]τις[ ] |25 ς |26 λκιο |27 ιςἔπειτα [δὲ |30 [τ]ὰ Θεσσαλῶν [τʼ ἔγκαρπα πεδίʼ ἐ]πεσσύθ[ην |31 Βοιωτίας τε γ[ῆς πολυκτήτου]ς [πό]λ]εις, |32 [ἔπει]τα δʼ[ |33 [column 2] |34 ς Δωρικο[ |35 [γεί]τονʼ ἐνθ[εν |36 [ ]ήκω ξυν[]α[ |37 [ Κυλ]λήνης τε δύ[σβατον |38 [ ]τε χῶρον, ἐς δʼ ὑλ[ |39 [ὡς εἴτε ποι]μὴν εἴτʼ ἀγρωστή[ρων τις ἢ |40 [μαριλοκαυ]τῶν ἐν λόγῳ παρ[ίσταται |41 [ἢ τῶν ὀρ]είων νυμφογεννή[του γένους |42 [θηρῶ]ν τίς ἐστι, πᾶσιν ἀγγέλ[λω τάδε, |43 [τὸν φ]ῶρα τῶν Παιῶνος ὅστις ἂ[ν λάβῃ, |44 [τῷδʼ α]ὐτόχρημα μισθός ἐσθʼ ὁ κε[ίμενος. |45 [ὦ Φοῖβε,] σοῦ φώνημαθʼ ὡς ἐπέκλυον |46 [βοῶ]ντος ὀρθίοισι σὺν κηρύγμας[ι, |47 [ς]πουδῇ τάδʼ, ἣ πάρεστι πρεσβύτῃ [μαθών |48 [ς]οί, Φοῖβʼ Ἄπολλον, προσφιλὴς εὐε[ργέτης |49 θέλων γενέσθαι τῷδʼ ἐπεσσύθην δρ[ό]μ[ῳ, |50 ἄν πως τὸ χρῆμα τοῦτό σοι κυνηγ[έ]σω. |51 τ[ὸ]τʼ αγγε[λό]ς μοι κείμενον χρ[υ]σο[ν ς]τέφε |52 μά[λι]στʼ ἐπ αις[ι π]ρόσθε ςν, |53 παῖδας δʼ εμ[οὺ]ς ὄσσοισι αυεβα |54 [ ιμ]ʼ [ἂ]ν εἴπερ ἐκτε[λ]εῖς ἅπερ λέγεις |55 [ ]ώσω· μοῦνον ἐμπ[έδου τ]άδε. |56 τα[ς βοῦς ἀπάξω ς]οι· σὺ δʼ ἐμπέδου [δόσι]ν. |57 [ἕξει σφʼ ὁ γʼ εὑ]ρὼν ὅστι[ς] ἔ[ς]θʼ· ἑτ[οῖμ]α δ[έ. |58 []ις εζητ[ |59 []εσο[ [column 3] |61 α[ ] |62 τί τοῦτο; πο[ιλέγ]εις; |63 ἐλεύθερος σὺ [πᾶν τε γένος ἔσται τέκν]ων. |64 ἴθʼ ἄγε δ[ ] |65 πόδα βά[σιν τε]ν |66 ἀπαπαπ[αῖ ] |67 ὢ ὤ, σέ τοι [ ] |68 ἔπιθι κλωπ[ ] |69 ὑπόνομα κ[ ] |70 διανύτων ό[ ] |71 πατρικὰν γῆρ[υν ] |72 πῶς πᾷ τὰ λάθρι[α νύχια ] |73 κλέμματα ποσσὶ[ ] |74 εἴ πως, ἂν τύχω, πο[ ] |75 πατρί τʼ ἐλεύθερον β[]μετ[] |76 ξυνάμα θεὸς ὁ φίλος ἀνέτω |77 πόνους, προφήνας ἀρίζηλα |78 χρυσοῦ παραδείγματα. |79 θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε, |80 τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται, |81 λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι |82 Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ. |83 [τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος, |84 [ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε |85 [Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της. |86 []α[]τ[]ς τοῦ λό[γου]θʼ ἅμα[ [column 4] |87 μήνυ[τρα |88 ἰὼ ς[ |89 ϋηο[ |90 δʼ οὐδ[ |91 φησίν τις; ἢ[ |92 ἔοικεν ἤδη κ[ |93 ἄγʼ εἷα δὴ πᾶς ς[ |94 ῥινηλατῶν ὀσμ[αῖσι |95 αὔρας ἐάν πῃ πρ[ ] |96 διπλοῦς ὀκλάζω[ν ]ν |97 ὕποσμος ἐν χρῷ [ ] |98 οὕτως ἔρευναν καὶ π[] |99 ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν. |100 θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα· |101 ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρτει. |102 ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα. |103 σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει. |104 τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν; |105 τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ; |105b δοκεῖ πάνυ. |106 σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε. |107 ἰδοὺ ἰδού· |108 καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν. |109 ἄθρει μάλα. |110 αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε[τρού]μ[ε]νον. |111 χ[ώ]ρει δρόμῳ καὶ τα[]ν ἔχου |112 οπ[][]μενος [column 5] |113 ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ |114 οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος. |115 ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε |116 κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα. |117 ἔα μάλα· |118 παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα |119 εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε. |120 τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος; |121 εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ |122 ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα· |123 δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην. |124 τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ, |125 πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν |126 πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω· |127 [ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών, |128 [ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί. |129 [τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ; |130 ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου. |131 ὕ [ὗ] ὕ ὗ. |132 τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς; |133 τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων; |134 α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν |135 τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι; |136 ς[ίγα μὲν οὖν.] |137 τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων; |138 ἄ[κουε δή. [column 6] |139 καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων; |140 ἐμοὶ πιθοῦ. |141 ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε. |142 ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά, |143 [ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα |144 ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν. |145 τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε, |146 μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα |147 κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ |148 φόβον βλέποντες, πάν[τα] δειματούμενοι, |149 ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα |150 διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον |151 κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ, |152 πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε. |153 τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων, |154 οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο |155 κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα, |156 οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου, |157 οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν |158 [π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου |159 [ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται |160 [ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν, |161 [ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν, |162 πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε, |163 ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο, |164 καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν [column 7] |165 ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε. |166 εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε |167 τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν, |168 κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε. |169 πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι, |170 ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία· |171 γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν. |172 ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ, |173 κυνορτικὸν σύριγμα διακαλούμεν[ος. |174 ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν· |175 ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ. |176 ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς. |177 τί μάτην ὑπέκλαγες, ὑπέκριγες |178 ὑπό μʼ ἴδες; ἔχεται |179 ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ; |180 ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν. |181 ἐμὸς εἶ, ἀνάγου. |182 δεῦτʼ ὤ, τίς ὅδε [ ]της |183 ὁ δράκις, ὁ γράπις, [ ] |184 [Ο]ὐρίας Οὐρίας, αδ[]κεις |185 παρέβης· μεθυ[ ] |186 ὅ τι ποτε φερε[]ι[]ν |187 ἔποχον ἔχει τι[ ] |188 στίβος ὁδενες[ ] |189 στράτιος, στράτ[ιος ]υ[] |190 δεῦρʼ ἕπου· τ[]δρ[] [column 8] |191 ἔνι β[ο]ῦς ἔνι πονο[ |192 μὴ μεθῇ κρ[ο]κι [ |193 σὺ τί καλ[ὸ]ν ἐπιδ[ |194 ὅδε γʼ ἀγαθὸς ὁ τρε[ |195 κατὰ νόμον ἕπετα[ι |196 ἐφέπου, ἐφέπου μ[ |197 ὀπποποῖ· ἆ μιαρέ, γε[ |198 ἦ τάχʼ ὁπόταν ἀπίη[ις |199 ἀπελεύθερος ὢν ολ [ |200 ἀλλὰ μὴ παραπλακ[ |201 ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι[ |202 τ[ὸ] δὲ πλάγιον ἔχομ[εν |203 πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν; |204 οὐ[κ ε]ἰσακο[ύε]ις; ἦ κεκώφη[σαι, ψόφον; |205 σί[γα·] τί ἔστιν; |205b οὐ μενῶ. |205c μένʼ, ε[ἰ] δύνᾳ. |206 οὐκ ἔστιν. ἀλλʼ αὐτὸς σὺ ταῦθ[ʼ ὅπῃ θέλεις] |207 ζήτει τε κἀξίχνευε καὶ πλού[τει λαβὼν |208 τὰς βοῦς τε κα[ὶ] τὸν χρυσὸν [ ]ε[ |209 μὴ πλεῖστ[ον] ἔτι ς[]ν [] χρόνον. |210 ἀλλʼ οὔ τι μ[ή σοί] μ[ʼ ἐκλιπεῖν ἐφήσομαι] |211 οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς |212 εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.] |213 ἶὼ γ[ |214 φθέγ[μα ]ου |215 []ηδ[ μισ-] [column 9] |216 θο[ν δ]όμοισιν ὀλβίσῃς. |217 ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα |218 φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω |219 π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν |220 ὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ. |221 θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον |222 ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ; |223 τίς ἥδε τέχνη; τίς μετάστασις πόνων, |224 οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων, |225 ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς |226 δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων |227 ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν |228 σὺν ἐγγόνοις νύμφαισι καὶ παίδων ὄχλῳ; |229 νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων |230 μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον |231 ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν |232 ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς, |233 ὁμοῦ δʼ ἂν αὖτι[ς ] αι φωρ[ |234 γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν []έναι· |235 αὖτις δʼ α[]τ[ ] μενων []α |236 κηρυκ[]ι[] κηρυγμα [ |237 καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι |238 [κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ] |239 [καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[]μ[ |240 [φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων |241 φ[]η[] νων ὑμᾶς νοσεῖν |242 νο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν; [column 10] |243 νύμφη βαθύζωνε π[αῦσαι χόλου ] |244 τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι |245 δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν |246 γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι. |247 μή με μὴ προψαλ[άξῃς κακοῖς, |248 ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ- |249 μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα- |250 στῶς ἐγάρυσε θέσπιν αὐδά[ν. |251 ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα, |252 καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν |253 ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων |254 νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν |255 ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι. |256 ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι |257 ὅτου μάλιστα πράγματος χρείαν ἔχεις. |258 τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος, |259 ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω· |260 τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον |261 καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν. |262 ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς |263 ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ, |264 αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται· |265 καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις, |266 Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου. |267 Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος |268 []εύσατο· |269 []υ []φιλας [column 11] |270 [] λήθῃ τῆς βαθυζώνου θεᾶς |271 [κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον· |272 [τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω· |273 [μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται· |274 [κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα |275 [πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν |276 [ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν. |277 [ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα |278 [μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει. |279 [οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς |280 [γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν, |281 [κἀξορ]μενίζει κοὐκέτι σχολάζεται |282 [βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει. |283 [δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει. |284 [ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον |285 καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ |286 ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο· |287 τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς |288 ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.] |290 ἄφραστ[ο ] παῖς βοῆς |291 παιδο[]μαζεις[ |292 θηρευμ[α ]λέγεις |293 φώνημ[α ]σεθου[ |294 τόνδʼ αφ[ ]ον[ |295 τως ἐξεφ[ ] |296 ροντʼ ἄπα[ ] ἐ[κ θανόν- [column 12] |297 τος πορίζειν τοιάνδε γῆρυν. |298 μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη. |300 καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν; |301 πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ. |302 ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς; |303 βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος. |304 ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις; |305 πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές. |306 οὐδʼ ὡς ἰχνευμων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίνος; |307 οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον. |308 ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν; |309 νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον. |310 τ[ί δʼ αὖ τὸ ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον. |311 []λο[φ]ορίνη σύγγονος τῶν ὀστράκων. |312 [ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις. |313 [τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ. |314 [ ] κτέανον ησύ[] τινι; |314b [ ] δέρμα κ[]στ [ |315 [ ]ον ὧδ[ε] κλαγγάνει [ |316 [ ]όρως ἐρείδεται |317 [ ]πλεκτα [ |318 [ ]λάδος κ[ |319 [ κόλ]λοπες δε[ |320 [ ]αμματω [ |321 [ ]ον[ |322 [column 13] |325 καὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]ν |326 κείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλος |327 ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας. |328 οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο. |329 ὀρθοψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου, |330 πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ- |331 χωρʼ ἐπανθεμίζει. |332 τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην, |333 ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς |334 ταῦτʼ ἐτεχνήσατʼ, οὐκ ἄλλος ἐστὶν κλ[οπεὺς |335 ἀντʼ ἐκείνου, γύναι, σάφʼ ἴσθι. |336 σὺ δʼ ἀντὶ τῶνδε μὴ χαλε- |337 φθῇς μηδὲ δυσφορηθῇς. |338 [τίς ἔχει πλά]νη σε; τίνα κλοπὴν ὠνείδις[ας; |339 [οὐ μὰ Δία σʼ, ὦ πρές]βειρα χειμάζειν [ θέλω. |340 [μῶν τὸν Διὸς παῖδʼ ὄ]ντα φηλήτην κα[λεῖς; |341 [ ]αν αὐτῇ τῇ κλο[πῇ. |342 [ ε]ἴ γε τἀληθῆ λέ[γεις. |343 [ τ]ἀληθῆ λέγ[ω. |344 [ κεκλο]φεναισαφ[ |345 [ ]δε βοῦς πάνυ |346 [ ]ᾳ καθήρ[μ]ο[σε |347 [ ]λου τεμὼν |348 [ ]φο δ[ο]ρα[ |349 [column 14] |352 [ ] ἄρτι μανθάνω χρόνῳ |353 [ ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ |354 [ ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν. |355 [σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων, |356 [εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς |357 [ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα· |358 [τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ |359 [μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον· |360 [οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ |361 [οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ. |362 [εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει |363 [ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ πεινῇ δόμος. |364 [ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν |365 [πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει. |366 ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ |367 π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς. |368 παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς. |369 [ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ |370 [χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λέγω. |371 στρέφου λυγίζου τε μύθοις, ὁποι- |372 ´άν θέλεις βάξιν εὕρισκʼ ἀπό- |373 ψηκτον· οὐ γάρ με ταῦτα πείσεις, |374 ὅπως τὸ χρῆμʼ οὗτος εἰργασμένος |375 ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν |376 που δοράς [ ἢ] ʼπὸ τῶν Λοξίου. |377 [μ]ή με τᾶ[σδʼ ἐ]ξ ὁδοῦ βίβαζε. [column 15] |379 [ὁ Ζ]εὺς γὰρ ] |380 [ὁ] παῖς κλο[π |381 [εἰ] τοι πονη[ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ. |382 [κ]ακῶς ἀκού[ειν οὐ πρέπει Διὸς γόνῳ. |383 [ε]ἰ δʼ ἔστʼ ἀλη[θῆ, χρή με καὶ λέγειν τάδε. |384 [ο]ὐ μὴ ταδʼ [εἴπῃς |395 ποῦ καὶ βόες νέμουσι τ[ |396 π[λ]είους δέ γʼ ἤδη νῦν [ |397 τ[ί]ς, ὦ πόνηρʼ, ἔχει; τί πλε[ |398 ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλη[ιμένος. |399 [τὸ]ν παῖδα παῦσαι τοῦ Διὸς [ κακῶς λέγων. |400 π[α]ύοιμ[ʼ ἄ]ν [, εἰ] τὰς βοῦς τις ἐ[ξελᾶν θέλοι. |401 ἤδη με πνίγεις καὶ σὺ χα[ἰ βόες σέθεν. |402 []λεισεπ[]υ[ ἐ]ξελαυν[ [column 16] |403 [column 17] |404 ἰοὺ ἰοὺ [ |405 ἥν τʼ ἔφη π[ |406 οὗτος οὐ φ[ |407 ω Λ[οξία |408 ιω δ[ |409 ὦ Λοξία, δε[ |410 καὶ παρη[ |411 τῶν [β]οῶ[ν |412 []νυ[ |413 ε[]ει[ |414 βο[ |415 οπο[ |416 πρ[ |417 μισθ̀ς [ |418 ἐλεύθερο[ |419 τὸν ἐγ[