[edition urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2] [episode] |1 τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας |2 χώρους ἀφίγμεθʼ ἢ τίνων ἀνδρῶν πόλιν; |3 τίς τὸν πλανήτην Οἰδίπουν καθʼ ἡμέραν |4 τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν; |5 σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δʼ ἔτι |6 μεῖον φέροντα, καὶ τόδʼ ἐξαρκοῦν ἐμοί· |7 στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν |8 μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον. |9 ἀλλʼ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις |10 ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, |11 στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα |12 ὅπου ποτʼ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν |13 ξένοι πρὸς ἀστῶν, ἃν δʼ ἀκούσωμεν τελεῖν. |14 πάτερ ταλαίπωρʼ Οἰδίπους, πύργοι μέν, οἳ |15 πόλιν στέγουσιν, ὡς ἀπʼ ὀμμάτων, πρόσω· |16 χῶρος δʼ ὅδʼ ἱερός, ὡς ἀπεικάσαι, βρύων |17 δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δʼ |18 εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες· |19 οὗ κῶλα κάμψον τοῦδʼ ἐπʼ ἀξέστου πέτρου· |20 μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. |21 κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν. |22 χρόνου μὲν οὕνεκʼ οὐ μαθεῖν με δεῖ τόδε. |23 ἔχεις διδάξαι δή μʼ ὅποι καθέσταμεν; |24 τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ. |25 πᾶς γάρ τις ηὔδα τοῦτό γʼ ἡμὶν ἐμπόρων. |26 ἀλλʼ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι; |27 ναί, τέκνον, εἴπερ ἐστί γʼ ἐξοικήσιμος. |28 ἀλλʼ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν |29 οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ. |30 ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον; |31 καὶ δὴ μὲν οὖν παρόντα· χὤ τί σοι λέγειν |32 εὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε. |33 ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ |34 αὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιος |35 σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι— |36 πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδρας |37 ἔξελθʼ· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν. |38 τίς δʼ ἔσθʼ ὁ χῶρος; τοῦ θεῶν νομίζεται; |39 ἄθικτος οὐδʼ οἰκητός· αἱ γὰρ ἔμφοβοι |40 θεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι. |41 τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων; |42 τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂν |43 εἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά. |44 ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο· |45 ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι. |46 τί δʼ ἐστὶ τοῦτο; |46a ξυμφορᾶς ξύνθημʼ ἐμῆς. |47 ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεως |48 δίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ. |49 πρός νυν θεῶν, ὦ ξεῖνε, μή μʼ ἀτιμάσῃς, |50 τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι. |51 σήμαινε, κοὐκʼ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ. |52 τίς ἔσθʼ ὁ χῶρος δῆτʼ, ἐν ᾧ βεβήκαμεν; |53 ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων· |54 χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νιν |55 σεμνὸς Ποσειδῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς |56 Τιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον, |57 χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός, |58 ἔρεισμʼ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαι |59 τόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσιν |60 ἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνομα |61 τὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι. |62 τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὦ ξένʼ, οὐ λόγοις |63 τιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον. |64 ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους; |65 καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι. |66 ἄρχει τις αὐτῶν ἢ ʼπὶ τῷ πλήθει λόγος; |67 ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται. |68 οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ; |69 Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος. |70 ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι; |71 ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν; |72 ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα. |73 καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις; |74 ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν. |75 οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰ |76 γενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος, |77 αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼ |78 τοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταις |79 λέξω τάδʼ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι |80 εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν. |81 ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος; |82 βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ, |83 ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας. |84 ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδρας |85 πρώτων ἐφʼ ὑμῶν τῆσδε γῆς ἔκαμψʼ ἐγώ, |86 Φοίβῳ τε κἀμοὶ μὴ γένησθʼ ἀγνώμονες, |87 ὅς μοι, τὰ πόλλʼ ἐκεῖνʼ ὅτʼ ἐξέχρη κακά, |88 ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ, |89 ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶν |90 σεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν, |91 ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον, |92 κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις, |93 ἄτην δὲ τοῖς πέμψασιν, οἵ μʼ ἀπήλασαν· |94 σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα, |95 ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας, |96 ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸν |97 οὐκ ἔσθʼ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸν |98 ἐξήγαγʼ εἰς τόδʼ ἄλσος· οὐ γὰρ ἄν ποτε |99 πρώταισιν ὑμῖν ἀντέκυρσʼ ὁδοιπορῶν, |100 νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμην |101 βάθρον τόδʼ ἀσκέπαρνον. ἀλλά μοι, θεαί, |102 βίου κατʼ ὀμφὰς τὰς Ἀπόλλωνος δότε |103 πέρασιν ἤδη καὶ καταστροφήν τινα, |104 εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶ |105 μόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν. |106 ἴτʼ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου, |107 ἴτʼ, ὦ μεγίστης Παλλάδος καλούμεναι |108 πασῶν Ἀθῆναι τιμιωτάτη πόλις, |109 οἰκτίρατʼ ἀνδρὸς Οἰδίπου τόδʼ ἄθλιον |110 εἴδωλον· οὐ γὰρ δὴ τόδʼ ἀρχαῖον δέμας. |111 σίγα· πορεύονται γὰρ οἵδε δή τινες |112 χρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι. |113 σιγήσομαί τε καὶ σύ μʼ ἐξ ὁδοῦ πόδα |114 κρύψον κατʼ ἄλσος, τῶνδʼ ἕως ἂν ἐκμάθω |115 τίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖν |116 ἔνεστιν ηὑλάβεια τῶν ποιουμένων. [choral] [strophe 1] |117 ὅρα. τίς ἄρʼ ἦν; ποῦ ναίει; |118 ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντων |120 ὁ πάντων ἀκορέστατος; |121 προσδέρκου λεῦσσέ νιν, |122 προσπεύθου πανταχῇ. |123 πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼ |125 ἔγχωρος· προσέβα γὰρ οὐκ |126 ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς |127 τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν, |128 ἃς τρέμομεν λέγειν |130 καὶ παραμειβόμεσθʼ ἀδέρκτως, |131 ἀφώνως, ἀλόγως τὸ τᾶς. |132 εὐφάμου στόμα φροντίδος |133 ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν |134 λόγος οὐδὲν ἅζονθʼ, |135 ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω |136 δύναμαι τέμενος |137 γνῶναι ποῦ μοί ποτε ναίει. |138 ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ, |139 τὸ φατιζόμενον. |140 ἰὼ ἰώ, |141 δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν. |142 μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον. |143 Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς; |144 οὐ πάνυ μοίρας εὐδαιμονίσαι |145 πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας. |146 δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις |147 ὄμμασιν εἷρπον |148 κἀπὶ σμικροῖς μέγας ὥρμουν. [antistrophe 1] |149 ἐή, ἀλαῶν ὀμμάτων |150 ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων |151 μακραίων γʼ, ὅσʼ ἐπεικάσαι. |152 ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοὶ |153 προσθήσει τάσδʼ ἀράς. |155 περᾷς γάρ, περᾷς· ἀλλʼ ἵνα τῷδʼ ἐν ἀ- |156 φθέγκτῳ μὴ προπέσῃς νάπει |157 ποιάεντι, κάθυδρος οὗ |158 κρατὴρ μειλιχίων ποτῶν |160 ῥεύματι συντρέχει, |161 τόν, ξένε πάμμορʼ, εὖ φύλαξαι; |162 μετάσταθʼ ἀπόβαθι. πολ- |163 λὰ κέλευθος ἐρατύει· |165 κλύεις, ὦ πολύμοχθʼ ἀλᾶτα; |166 λόγον εἴ τινʼ οἴσεις |167 πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς, |168 ἵνα πᾶσι νόμος, |169 φώνει· πρόσθεν δʼ ἀπερύκου. |170 θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ; |171 ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν, |172 εἴκοντας ἃ δεῖ κἀκούοντας. |173 πρόσθιγέ νύν μου. |173a ψαύω καὶ δή. |174 ὦ ξένε, μὴ δῆτʼ ἀδικηθῶ σοὶ |175 πιστεύσας καὶ μεταναστάς. [strophe 2] |176 οὔ τοι μήποτέ σʼ ἐκ τῶνδʼ ἑδράνων, |177 ὦ γέρον, ἄκοντά τις ἄξει. |178 ἔτʼ οὖν; |178a ἔτι βαῖνε πόρσω. |179 ἔτι; |180 προβίβαζε, κούρα, |181 πόρσω· σὺ γὰρ ἀΐεις. |182 ἕπεο μάν, ἕπεʼ ὧδʼ ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σʼ ἄγω. |184 τόλμα ξεῖνος ἐπὶ ξένης, |185 ὦ τλάμων, ὅ τι καὶ πόλις |186 τέτροφεν ἄφιλον ἀποστυγεῖν |187 καὶ τὸ φίλον σέβεσθαι. |188 ἄγε νυν σύ με, παῖ, |189 ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες |190 τὸ μὲν εἴποιμεν, τὸ δʼ ἀκούσαιμεν, |191 καὶ μὴ χρείᾳ πολεμῶμεν. [antistrophe 2] |192 αὐτοῦ· μηκέτι τοῦδʼ αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς. |193 οὕτως; |193a ἅλις, ὡς ἀκούεις. |195 ἦ ἑσθῶ; |195a λέχριός γʼ ἐπʼ ἄκρου |196 λᾶος βραχὺς ὀκλάσας. |197 πάτερ, ἐμὸν τόδʼ· ἐν ἁσυχαίᾳ |198 ἰώ μοί μοι. |199 βάσει βάσιν ἅρμοσαι, |200 γεραὸν ἐς χέρα σῶμα σὸν |201 προκλίνας φιλίαν ἐμάν. |202 ὤμοι δύσφρονος ἄτας. |203 ὦ τλάμων, ὅτε νῦν χαλᾷς, |204 αὔδασον, τίς ἔφυς βροτῶν; |205 τίς ὁ πολύπονος ἄγει; τίνʼ ἂν |206 σοῦ πατρίδʼ ἐκπυθοίμαν; [epode] |207 ὦ ξένοι, |208 ἀπόπτολις· ἀλλὰ μὴ |209 τί τόδʼ ἀπεννέπεις, γέρον; |210 μὴ μὴ μή μʼ ἀνέρῃ τίς εἰμι, |211 μηδʼ ἐξετάσῃς πέρα ματεύων. |212 τί τόδʼ; |212a αἰνὰ φύσις. |212b αὔδα. |213 τέκνον, ὤμοι, τί γεγώνω; |214 τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν. |215 ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν; |216 λέγʼ, ἐπείπερ ἐπʼ ἔσχατα βαίνεις. |217 ἀλλʼ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν. |218 μακρὰ μέλλετον, ἀλλὰ τάχυνε. |220 Λαΐου ἴστε τινʼ; |220a ὢ ἰοὺ ἰού. |221 τό τε Λαβδακιδᾶν γένος; |221a ὦ Ζεῦ. |222 ἄθλιον Οἰδιπόδαν; |222a σὺ γὰρ ὅδʼ εἶ; |223 δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ. |224 ἰὼ ὢ ὤ. |224a δύσμορος. |224b ὢ ὤ. |225 θύγατερ, τί ποτʼ αὐτίκα κύρσει; |226 ἔξω πόρσω βαίνετε χώρας. |227 ἃ δʼ ὑπέσχεο ποῖ καταθήσεις, |228 οὐδενὶ μοιριδία τίσις ἔρχεται |230 ἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δʼ ἀπά- |231 ταις ἑτέραις ἑτέρα παραβαλλομέ- |232 να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ- |233 χειν. σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοπος |234 αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε, |235 μή τι πέρα χρέος |236 ἐμᾷ πόλει προσάψῃς. |237 ὦ ξένοι |238 αἰδόφρονες, ἀλλʼ ἐπεὶ |239 γεραὸν πατέρα τόνδʼ ἐμὸν |240 οὐκ ἀνέτλατʼ, ἔργων |241 ἀκόντων ἀΐοντες αὐδάν, |242 ἀλλʼ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθʼ, ἃ |243 πατρὸς ὑπὲρ τοὐμοῦ μόνου |244 ἄντομαι οὐκ ἀλαοῖς προσορωμένα |245 ὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφʼ αἵματος |246 ὑμετέρου προφανεῖσα, τὸν ἄθλιον |247 αἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷ |248 κείμεθα τλάμονες. ἀλλʼ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν· |250 πρός σʼ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι, |251 ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός· |252 οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν, |253 εἰ θεὸς ἄγοι, |253b ἐκφυγεῖν δύναιτο. [episode] |254 ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσου |255 οἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν· |256 τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂν |257 φωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων. |258 τί δῆτα δόξης ἢ τί κληδόνος καλῆς |259 μάτην ῥεούσης ὠφέλημα γίγνεται, |260 εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάτας |261 εἶναι, μόνας δὲ τὸν κακούμενον ξένον |262 σῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν; |263 κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρων |264 ἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε, |265 ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γε |266 σῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μου |267 πεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα, |268 εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν, |269 ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶς |270 ἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν, |271 ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶν |272 ἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός; |273 νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην, |274 ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην. |275 ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι, |276 ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε, |277 καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺς |278 μοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ |279 βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν, |280 βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ του |281 μήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν. |282 ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμονας |283 ἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν, |284 ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον, |285 ῥύου με κἀκφύλασσε· μηδέ μου κάρα |286 τὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς, |287 ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρων |288 ὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ ὁ κύριος |289 παρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών, |290 τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲ |291 μεταξὺ τούτου μηδαμῶς γίγνου κακός. |292 ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματα |293 πολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰρ |294 οὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆς |295 ἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι. |296 καὶ ποῦ ʼσθʼ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι; |297 πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν, |298 ὃς κἀμὲ δεῦρʼ ἔπεμψεν, οἴχεται στελῶν. |299 ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τινʼ ἐντροπὴν |300 ἢ φροντίδʼ, ἕξειν, αὐτὸν ὥστʼ ἐλθεῖν πέλας; |301 καὶ κάρθʼ, ὅταν περ τοὔνομʼ αἴσθηται τὸ σόν. |302 τίς δʼ ἔσθʼ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν; |303 μακρὰ κέλευθος· πολλὰ δʼ ἐμπόρων ἔπη |304 φιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων, |305 θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸν |306 ὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺς |307 εὕδει, κλύων σοῦ δεῦρʼ ἀφίξεται ταχύς. |308 ἀλλʼ εὐτυχὴς ἵκοιτο τῇ θʼ αὑτοῦ πόλει |309 ἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος; |310 ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ; |311 τί δʼ ἔστι, τέκνον Ἀντιγόνη; |311a γυναῖχʼ ὁρῶ |312 στείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶ |313 πώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστεγὴς |314 κυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει. |315 τί φῶ; |316 ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ; |317 καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ. |318 τάλαινα. |319 οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτων |320 σαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτι |321 μόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα. |322 πῶς εἶπας, ὦ παῖ; |322a παῖδα σήν, ἐμὴν δʼ ὁρᾶν |323 ὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν. |324 ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶ |325 ἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλις |326 εὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω. |327 ὦ τέκνον, ἥκεις; |327a ὦ πάτερ δύσμοιρʼ ὁρᾶν. |328 τέκνον, πέφηνας; |328a οὐκ ἄνευ μόχθου γέ μοι. |329 πρόσψαυσον, ὦ παῖ. |329a θιγγάνω δυοῖν ὁμοῦ. |330 ὦ σπέρμʼ ὅμαιμον. |330a ὦ δυσάθλιαι τροφαί. |331 ἦ τῆσδε κἀμοῦ; |331a δυσμόρου τʼ ἐμοῦ τρίτης. |332 τέκνον, τί δʼ ἦλθες; |332a σῇ, πάτερ, προμηθίᾳ. |333 πότερα πόθοισι; |333a καὶ λόγων γʼ αὐτάγγελος, |334 ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ. |335 οἱ δʼ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν; |336 εἴσʼ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν. |337 ὦ πάντʼ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοις |338 φύσιν κατεικασθέντε καὶ βίου τροφάς· |339 ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγας |340 θακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοι |341 τἄξω βίου τροφεῖα πορσύνουσʼ ἀεί. |342 σφῷν δʼ, ὦ τέκνʼ, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε, |343 κατʼ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι, |344 σφὼ δʼ ἀντʼ ἐκείνων τἀμὰ δυστήνου κακὰ |345 ὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέας |346 τροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας, |347 ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένη |348 γερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίαν |349 ὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη, |350 πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασιν |351 μοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆς |352 οἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι. |353 σὺ δʼ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶ |354 μαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ, |355 ἃ τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μου |356 πιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην· |357 νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶ |358 φέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος; |359 ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶς |360 ἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι. |361 ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ, |362 ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν, |363 παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαι |364 πονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν. |365 ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰ |366 νῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα. |367 πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τε |368 θρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν, |369 λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν, |370 οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον· |371 νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸς |372 εἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή, |373 ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ. |374 χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼς |375 τὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνων |376 ἀποστερίσκει, κἀξελήλακεν πάτρας. |377 ὁ δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ ὁ πληθύων λόγος, |378 τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνει |379 κῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλους |380 ὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδον |381 τιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν. |382 ταῦτʼ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων, |383 ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶ |384 πόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν. |385 ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺς |386 ὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε; |387 ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν. |388 ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον; |389 σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ |390 θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν. |391 τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν; |392 ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη. |393 ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ; |394 νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν. |395 γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ. |396 καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάριν |397 ἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου. |398 ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι. |399 ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπως |400 κρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων. |401 ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου; |402 κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς. |403 κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι. |404 τούτου χάριν τοίνυν σε προσθέσθαι πέλας |405 χώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς. |406 ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει; |407 ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ. |408 οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε. |409 ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος. |410 ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς; |411 τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις. |412 ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον; |413 ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας. |414 καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ; |415 ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον. |416 παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε; |417 ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς. |418 κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάρος |419 τοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα; |420 ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως. |421 ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένην |422 ἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλος |423 αὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι, |424 ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ· |425 ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχει |426 μείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλιν |427 ἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲ |428 οὕτως ἀτίμως πατρίδος ἐξωθούμενον |429 οὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος |430 αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς. |431 εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότε |432 πόλις τὸ δῶρον εἰκότως κατῄνεσεν. |433 οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν, |434 ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοι |435 τὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις, |436 οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν· |437 χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων, |438 κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοι |439 μείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων, |440 τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳ |441 ἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν, |442 οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶν |443 οὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάριν |444 φυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί. |445 ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσις |446 δίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίου |447 καὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν· |448 τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνους |449 καὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός. |450 ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου, |451 οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲ |452 ὄνησις ἥξει· τοῦτʼ ἐγῷδα, τῆσδέ τε |453 μαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦ |454 παλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε. |455 πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦ |456 μαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει. |457 ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦ |458 προστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖς |459 ἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγαν |460 σωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους. |461 ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι, |462 αὐτός τε παῖδές θʼ αἵδʼ· ἐπεὶ δὲ τῆσδε γῆς |463 σωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ, |464 παραινέσαι σοι βούλομαι τὰ σύμφορα. |465 ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει. |466 θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃς |467 τὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον. |468 τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε. |469 πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς |470 κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών. |471 ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω; |472 κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη, |473 ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους. |474 θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ; |475 οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών. |476 εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή; |477 χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω. |478 ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε; |479 τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον. |480 τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε. |481 ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ. |482 ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ; |483 τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖν |484 τιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς. |485 τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ. |486 ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶν |487 στέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον, |488 αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ, |489 ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν· |490 ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοι |491 δράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ· |492 ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι. |493 ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων; |494 ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν. |495 ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐν |496 τῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν· |497 σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε. |498 ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίαν |499 ψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ. |500 ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ με |501 μὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμας |502 ἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα. |503 ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵνα |504 χρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν. |505 τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ του |506 σπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει. |507 χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδε |508 φύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰρ |509 οὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν. [choral] [strophe 1] |510 δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν· |511 ὅμως δʼ ἔραμαι πυθέσθαι |512 τί τοῦτο; |513 τᾶς δειλαίας ἀπόρου φανείσας |514 ἀλγηδόνος, ᾇ ξυνέστας. |515 μὴ πρὸς ξενίας ἀνοίξῃς |516 τᾶς σᾶς ἃ πέπονθʼ ἀναιδῆ. |517 τό τοι πολὺ καὶ μηδαμὰ λῆγον |518 χρῄζω, ξεῖνʼ, ὀρθὸν ἄκουσμʼ ἀκοῦσαι. |519 ὤμοι. |519a στέρξον, ἱκετεύω. |519b φεῦ φεῦ. |520 πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις. [antistrophe 1] |521 ἤνεγκʼ οὖν κακότατʼ, ὦ ξένοι, ἤνεγκʼ ἀέκων μέν, |522 θεὸς ἴστω, |523 τούτων δʼ αὐθαίρετον οὐδέν. |524 ἀλλʼ ἐς τί; |525 κακᾷ μʼ εὐνᾷ πόλις οὐδὲν ἴδριν |526 γάμων ἐνέδησεν ἄτᾳ. |527 ἦ ματρόθεν, ὡς ἀκούω, |528 δυσώνυμα λέκτρʼ ἐπλήσω; |529 ὤμοι θάνατος μὲν τάδʼ ἀκούειν, |530 ὦ ξεῖνʼ· αὗται δὲ δύʼ ἐξ ἐμοῦ μὲν |531 πῶς φῄς; |532 παῖδε, δύο δʼ ἄτα |533 ὦ Ζεῦ. |534 ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος. [strophe 2] |535 σαί τʼ εἴσʼ ἄρʼ ἀπόγονοί τε καὶ |536 κοιναί γε πατρὸς ἀδελφεαί. |537 ἰώ. |537a ἰὼ δῆτα μυρίων γʼ ἐπιστροφαὶ κακῶν. |538 ἔπαθες |538a ἔπαθον ἄλαστʼ ἔχειν. |539 ἔρεξας |539a οὐκ ἔρεξα. |539b τί γάρ; |539c ἐδεξάμην |540 δῶρον, ὃ μήποτʼ ἐγὼ ταλακάρδιος |541 ἐπωφέλησας πόλεος ἐξελέσθαι. [antistrophe 2] |542 δύστανε, τί γάρ; ἔθου φόνον |543 τί τοῦτο; τί δʼ ἐθέλεις μαθεῖν; |544 πατρός; |544a παπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον, |545 ἔκανες |545a ἔκανον. ἔχει δέ μοι |546 τί τοῦτο; |546a πρὸς δίκας τι. |546b τί γάρ; |546c ἐγὼ φράσω. |547 καὶ γὰρ ἄν, οὓς ἐφόνευσʼ, ἔμʼ ἀπώλεσαν· |548 νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδʼ ἦλθον. [episode] |549 καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνος |550 Θησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα. |551 πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳ |552 τὰς αἱματηρὰς ὀμμάτων διαφθορὰς |553 ἔγνωκά σʼ, ὦ παῖ Λαΐου, τανῦν θʼ ὁδοῖς |554 ἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι. |555 σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάρα |556 δηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσας |557 θέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίνα |558 πόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων, |559 αὐτός τε χἠ σὴ δύσμορος παραστάτις. |560 δίδασκε· δεινὴν γάρ τινʼ ἂν πρᾶξιν τύχοις |561 λέξας ὁποίας ἐξαφισταίμην ἐγώ, |562 ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος, |563 ὥσπερ σύ, χὢς εἷς πλεῖστʼ ἀνὴρ ἐπὶ ξένης |564 ἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ· |565 ὥστε ξένον γʼ ἂν οὐδένʼ ὄνθʼ, ὥσπερ σὺ νῦν, |566 ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶ |567 ἔξοιδʼ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριον |568 οὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας. |569 Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳ |570 παρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι. |571 σὺ γάρ μʼ ὅς εἰμι κἀφʼ ὅτου πατρὸς γεγὼς |572 καὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς· |573 ὥστʼ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴν |574 εἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται. |575 τοῦτʼ αὐτὸ νῦν δίδασχʼ, ὅπως ἂν ἐκμάθω. |576 δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμας |577 σοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ |578 κέρδη παρʼ αὐτοῦ κρείσσονʼ ἢ μορφὴ καλή. |579 ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων; |580 χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που. |581 ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται; |582 ὅταν θάνω ʼγὼ καὶ σύ μου ταφεὺς γένῃ |583 τὰ λοίσθιʼ αἰτεῖ τοῦ βίου, τὰ δʼ ἐν μέσῳ |584 ἢ λῆστιν ἴσχεις ἢ διʼ οὐδενὸς ποεῖ. |585 ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται. |586 ἀλλʼ ἐν βραχεῖ δὴ τήνδε μʼ ἐξαιτεῖ χάριν. |587 ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε. |588 πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;— |589 κεῖνοι κομίζειν κεῖσʼ ἄναξ, χρῄζουσί με. |590 ἀλλʼ εἰ θέλοντά γʼ οὐδὲ σοὶ φεύγειν καλόν. |591 ἀλλʼ οὐδʼ, ὅτʼ αὐτὸς ἤθελον, παρίεσαν. |592 ὦ μῶρε, θυμὸς δʼ ἐν κακοῖς οὐ ξύμφορον. |593 ὅταν μάθῃς μου, νουθέτει, τανῦν δʼ ἔα. |594 δίδασκʼ· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν. |595 πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά. |596 ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς; |597 οὐ δῆτʼ, ἐπεὶ πᾶς τοῦτό γʼ Ἑλλήνων θροεῖ. |598 τί γὰρ τὸ μεῖζον ἢ κατʼ ἄνθρωπον νοσεῖς; |599 οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθην |600 πρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοι |601 πάλιν κατελθεῖν μήποθʼ, ὡς πατροκτόνῳ. |602 πῶς δῆτα σʼ ἂν πεμψαίαθʼ, ὥστʼ οἰκεῖν δίχα; |603 τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα. |604 ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων; |605 ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί. |606 καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά; |607 ὦ φίλτατʼ Αἰγέως παῖ, μόνοις οὐ γίγνεται |608 θεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε. |609 τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ ὁ παγκρατὴς χρόνος. |610 φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος, |611 θνῄσκει δὲ πίστις, βλαστάνει δʼ ἀπιστία, |612 καὶ πνεῦμα ταὐτὸν οὔποτʼ οὔτʼ ἐν ἀνδράσιν |613 φίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει. |614 τοῖς μὲν γὰρ ἤδη, τοῖς δʼ ἐν ὑστέρῳ χρόνῳ |615 τὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα. |616 καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖ |617 καλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος |618 χρόνος τεκνοῦται νύκτας ἡμέρας τʼ ἰών, |619 ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματα |620 δόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου· |621 ἵνʼ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυς |622 ψυχρός ποτʼ αὐτῶν θερμὸν αἷμα πίεται, |623 εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής. |624 ἀλλʼ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητʼ ἔπη, |625 ἔα μʼ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνον |626 πιστὸν φυλάσσων, κοὔποτʼ Οἰδίπουν ἐρεῖς |627 ἀχρεῖον οἰκητῆρα δέξασθαι τόπων |628 τῶν ἐνθάδʼ, εἴπερ μὴ θεοὶ ψεύσουσί με. |629 ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτʼ ἔπη |630 γῇ τῇδʼ ὅδʼ ἁνὴρ ὡς τελῶν ἐφαίνετο. |631 τίς δῆτʼ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοι |632 τοιοῦδʼ, ὅτῳ πρῶτον μὲν ἡ δορύξενος |633 κοινή παρʼ ἡμῖν αἰέν ἐστιν ἑστία; |634 ἔπειτα δʼ ἱκέτης δαιμόνων ἀφιγμένος |635 γῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει. |636 ἁγὼ σεβισθεὶς οὔποτʼ ἐκβαλῶ χάριν |637 τὴν τοῦδε, χώρᾳ δʼ ἔμπολιν κατοικιῶ. |638 εἰ δʼ ἐνθάδʼ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιν |639 τάξω φυλάσσειν, εἴτʼ ἐμοῦ στείχειν μέτα, |640 τόδʼ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοι |641 κρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι. |642 ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ. |643 τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς; |644 εἴ μοι θέμις γʼ ἦν· ἀλλʼ ὁ χῶρός ἐσθʼ ὅδε, |645 ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι. |646 ἐν ᾧ κρατήσω τῶν ἔμʼ ἐκβεβληκότων. |647 μέγʼ ἂν λέγοις δώρημα τῆς συνουσίας. |648 εἰ σοί γʼ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι. |649 θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ. |650 οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι. |651 οὔκουν πέρα γʼ ἂν οὐδὲν ἢ λόγῳ φέροις. |652 πῶς οὖν ποήσεις; |652a τοῦ μάλιστʼ ὄκνος σʼ ἔχει; |653 ἥξουσιν ἄνδρες |653a ἀλλὰ τοῖσδʼ ἔσται μέλον. |654 ὅρα με λείπων |654a μὴ δίδασχʼ ἃ χρή με δρᾶν. |655 ὀκνοῦντʼ ἀνάγκη. |655a τοὐμὸν οὐκ ὀκνεῖ κέαρ. |656 οὐκ οἶσθʼ ἀπειλὰς |656a οἶδʼ ἐγώ σε μή τινα |657 ἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ. |658 πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπη |659 θυμῷ κατηπείλησαν, ἀλλʼ ὁ νοῦς ὅταν |660 αὑτοῦ γένηται, φροῦδα τἀπειλήματα. |661 κείνοις δʼ ἴσως κεἰ δείνʼ ἐπερρώσθη λέγειν |662 τῆς σῆς ἀγωγῆς, οἶδʼ ἐγώ, φανήσεται |663 μακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον. |664 θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευ |665 γνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε· |666 ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδʼ ὅτι |667 τοὐμὸν φυλάξει σʼ ὄνομα μὴ πάσχειν κακῶς. [choral] [strophe 1] |668 εὐίππου, ξένε, τᾶσδε χώρας |669 ἵκου τὰ κράτιστα γᾶς ἔπαυλα, |670 τὸν ἀργῆτα Κολωνόν, ἔνθʼ |671 ἁ λίγεια μινύρεται |672 θαμίζουσα μάλιστʼ ἀηδὼν |673 χλωραῖς ὑπὸ βάσσαις, |674 τὸν οἰνωπὸν ἔχουσα κισσὸν |675 καὶ τὰν ἄβατον θεοῦ |676 φυλλάδα μυριόκαρπον ἀνήλιον |677 ἀνήνεμόν τε πάντων |678 χειμώνων· ἵνʼ ὁ βακχιώτας |679 ἀεὶ Διόνυσος ἐμβατεύει |680 θεαῖς ἀμφιπολῶν τιθήναις. [antistrophe 1] |681 θάλλει δʼ οὐρανίας ὑπʼ ἄχνας |682 ὁ καλλίβοτρυς κατʼ ἦμαρ ἀεὶ |683 νάρκισσος, μεγάλαιν θεαῖν |684 ἀρχαῖον στεφάνωμʼ, ὅ τε |685 χρυσαυγὴς κρόκος· οὐδʼ ἄϋπνοι |686 κρῆναι μινύθουσιν |687 Κηφισοῦ νομάδες ῥεέθρων, |688 ἀλλʼ αἰὲν ἐπʼ ἤματι |689 ὠκυτόκος πεδίων ἐπινίσσεται |690 ἀκηράτῳ σὺν ὄμβρῳ |691 στερνούχου χθονός· οὐδὲ Μουσᾶν |692 χοροί νιν ἀπεστύγησαν οὐδʼ ἁ [strophe 2] |693 χρυσάνιος Ἀφροδίτα. |695 ἔστιν δʼ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούω |696 οὐδʼ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸν |697 φύτευμʼ ἀχείρωτον αὐτόποιον, |698 ἐγχέων φόβημα δαΐων, |700 ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ, |701 γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας· |702 τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳ |703 συνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλος |705 λεύσσει νιν μορίου Διὸς |706 χἀ γλαυκῶπις Ἀθάνα. [antistrophe 2] |707 ἄλλον δʼ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστον |710 δῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον, |711 εὔιππον, εὔπωλον, εὐθάλασσον. |712 ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰς |713 τόδʼ εἷσας αὔχημʼ, ἄναξ Ποσειδάν, |715 ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸν |716 πρώταισι ταῖσδε κτίσας ἀγυιαῖς. |717 ἁ δʼ εὐήρετμος ἔκπαγλʼ ἁλία χερσὶ παραπτομένα πλάτα |718 θρῴσκει, τῶν ἑκατομπόδων |719 Νηρῄδων ἀκόλουθος. [episode] |720 ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον, |721 νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη. |722 τί δʼ ἔστιν, ὦ παῖ, καινόν; |722a ἆσσον ἔρχεται |723 Κρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ. |724 ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶ |725 φαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας. |726 θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ, |727 τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος. |728 ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες, |729 ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφότας |730 φόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου, |731 ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν. |732 ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶ |733 γέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαι |734 σθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα. |735 ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάλην |736 πείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον, |737 οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ |738 πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένει |739 τὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως. |740 ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦ |741 ἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼς |742 καλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ, |743 ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυν |744 κάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον, |745 ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον, |746 ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶς |747 βιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλας |748 οὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖν |749 ἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος, |750 ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάρα |751 πτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμων |752 ἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι. |753 ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ, |754 ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος; |755 ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νιν |756 πρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶ |757 κρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖν |758 τοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλως |759 εἰπών· ἐπαξία γάρ· ἡ δʼ οἴκοι πλέον |760 δίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός. |761 ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρων |762 λόγου δικαίου μηχάνημα ποικίλον, |763 τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλεις |764 ἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς; |765 πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖς |766 νοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός, |767 οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν· |768 ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς ἦ θυμούμενος |769 καὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ, |770 τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοι |771 τὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον· |772 νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοι |773 ξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν, |774 πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων. |775 καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν; |776 ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖν |777 μηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι, |778 πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότε |779 δωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι· |780 ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις; |781 τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί, |782 λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά. |783 φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν. |784 ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς, |785 ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοι |786 κακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός. |787 οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖ |788 χώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί· |789 ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆς |790 χθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον. |791 ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ; |792 πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω, |793 Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ. |794 τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα, |795 πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγειν |796 κάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια. |797 ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι· |798 ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶς |799 οὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα. |800 πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά, |801 ἤ σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐνἐς τῷ νῦν λόγῳ; |802 ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲ |803 πείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας. |804 ὦ δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖ |805 φρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει; |806 γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼ |807 δίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει. |808 χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια. |809 ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις. |810 οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα. |811 ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ με |812 φύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ. |813 μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλους |814 οἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέ |815 τίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ; |816 ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει. |817 ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις; |818 παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼ |819 ξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα. |820 οἴμοι. |820a τάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε. |821 τὴν παῖδʼ ἔχεις μου; |821a τήνδε τʼ οὐ μακροῦ χρόνου. |822 ἰὼ ξένοι, τί δράσετʼ; ἦ προδώσετε, |823 κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός; |824 χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦν |825 δίκαια πράσσεις οὔθʼ ἃ πρόσθεν εἴργασαι. |826 ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγειν |827 ἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται. |828 οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβω |829 θεῶν ἄρηξιν ἢ βροτῶν; |829a τί δρᾷς, ξένε; |830 οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς. |831 ὦ γῆς ἄνακτες. |831a ὦ ξένʼ, οὐ δίκαια δρᾷς. |832 δίκαια. |832a πῶς δίκαια; |832b τοὺς ἐμοὺς ἄγω. |833 ἰὼ πόλις. |834 τί δρᾷς, ὦ ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν. |835 εἴργου. |835a σοῦ μὲν οὔ, τάδε γε μωμένου. |836 πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ. |837 οὐκ ἠγόρευον ταῦτʼ ἐγώ; |837a μέθες χεροῖν |838 τὴν παῖδα θᾶσσον. |838a μὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς. |840 χαλᾶν λέγω σοι. |840a σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν. |841 πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι· |842 πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι. |843 ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι. |844 ποῦ, τέκνον, εἴ μοι; |844a πρὸς βίαν πορεύομαι. |845 ὄρεξον, ὦ παῖ, χεῖρας. |845a ἀλλʼ οὐδὲν σθένω. |846 οὐκ ἄξεθʼ ὑμεῖς; |846a ὦ τάλας ἐγώ, τάλας. |848 οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτι |849 ὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλεις |850 πατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼ |851 ταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως, |852 νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε, |853 ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰ |854 δρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων, |855 ὀργῇ χάριν δούς, ἥ σʼ ἀεὶ λυμαίνεται. |856 ἐπίσχες αὐτοῦ, ξεῖνε. |856a μὴ ψαύειν λέγω. |857 οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος. |858 καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχα |859 θήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν. |860 ἀλλʼ ἐς τί τρέψει; |860a τόνδʼ ἀπάξομαι λαβών. |861 δεινὸν λέγοις ἄν. |861a τοῦτο νῦν πεπράξεται. |862 ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ. |863 ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ; |864 αὐδῶ σιωπᾶν. |864a μὴ γὰρ αἵδε δαίμονες |865 θεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι, |866 ὅς μʼ, ὦ κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσας |867 πρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ. |868 τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶν |869 ὁ πάντα λεύσσων Ἥλιος δοίη βίον |870 τοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε. |871 ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι; |872 ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτι |873 ἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι. |874 οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳ |875 κεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς. |876 ἰὼ τάλας. |877 ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν. |878 δοκῶ. |879 τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν. |880 τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν. |881 ἀκούεθʼ οἷα φθέγγεται; |881a τά γʼ οὐ τελεῖ. |882 ἴστω μέγας Ζεύς. |883 Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ. |884 ἆρʼ οὐχ ὕβρις τάδʼ; |884a ὕβρις, ἀλλʼ ἀνεκτέα. |885 ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι, |886 μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή. |887 τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲ |888 βουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷ |889 τοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν, |890 οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός. |891 ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου, |892 πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως. |893 τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε. |894 Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνων |895 ἀποσπάσας μου τὴν μόνην ξυνωρίδα. |896 πῶς εἶπας; |896a οἷά περ πέπονθʼ ἀκήκοας. |897 οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼν |898 πρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼν |899 ἄνιππον ἱππότην τε θυμάτων ἄπο |900 σπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοι |901 μάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί, |902 ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼ |903 ξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ. |904 ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ, |905 εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος, |906 ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός. |907 νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων, |908 τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται. |909 οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂν |910 κείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων· |911 ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίως |912 οὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός· |913 ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλιν |914 κἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶς |915 τὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼν |916 ἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ, |917 καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰ |918 ἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί. |919 καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν· |920 οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν, |921 οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατο |922 συλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳ |923 ἄγοντα φωτῶν ἀθλίων ἱκτήρια. |924 οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός, |925 οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα, |926 ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸς |927 οὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμην |928 ξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών. |929 σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιν |930 τὴν αὐτὸς αὑτοῦ, καί σʼ ὁ πληθύων χρόνος |931 γέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν. |932 εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν, |933 τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά, |934 εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλεις |935 εἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοι |936 τῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω. |937 ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶ |938 φαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά. |939 ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων, |940 ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς, |941 τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτι |942 οὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοι |943 ζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ. |944 ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνον |945 κἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοι |946 ξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων. |947 τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγον |948 ἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷ |949 τοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει· |950 ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν. |951 καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰς |952 αὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει· |953 ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν. |954 θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴν |955 θανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται. |956 πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶ |957 ἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω, |958 σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως, |959 καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι. |960 ὦ λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς, |961 πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε; |962 ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰς |963 τοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλας |964 ἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον, |965 τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι. |966 ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶ |967 ἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτου |968 τάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον. |969 ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶ |970 χρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν, |971 πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί, |972 ὃς οὔτε βλάστας πω γενεθλίους πατρός, |973 οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ἦ; |974 εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην, |975 ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον, |976 μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων, |977 πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις; |978 μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμους |979 οὔσης ὁμαίμου σῆς μʼ ἀναγκάζων λέγειν, |979a οἵους ἐρῶ τάχʼ· οὐ γὰρ οὖν σιγήσομαι, |980 σοῦ γʼ εἰς τόδʼ ἐξελθόντος ἀνόσιον στόμα. |981 ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν, |982 οὐκ εἰδότʼ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με, |983 αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι. |984 ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲ |985 κείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νιν |986 ἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε. |987 ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἁλώσομαι κακὸς |988 γάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοι |990 φόνους πατρῴους ἐξονειδίζων πικρῶς. |991 ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ. |992 εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδε |993 κτείνοι παραστάς, πότερα πυνθάνοιʼ ἂν εἰ |994 πατήρ σʼ ὁ καίνων ἢ τίνοιʼ ἂν εὐθέως; |995 δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιον |996 τίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις. |997 τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά, |998 θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸς |999 ψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί. |1000 σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸν |1001 λέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος, |1002 τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον. |1003 καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν, |1004 καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς· |1005 κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει, |1006 ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταται |1007 τιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει· |1008 ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲ |1009 αὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών. |1010 ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶ |1011 καλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖς |1012 ἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃς |1013 οἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις. |1014 ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶ |1015 αὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν. |1016 ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοι |1017 σπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν. |1018 τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν; |1019 ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ με |1020 χωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχεις |1021 τὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί· |1022 εἰ δʼ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν. |1023 ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτε |1024 χώρας φυγόντες τῆσδʼ ἐπεύξωνται θεοῖς. |1025 ἀλλʼ ἐξυφηγοῦ· γνῶθι δʼ ὡς ἔχων ἔχει |1026 καί σʼ εἷλε θηρῶνθʼ ἡ τύχη· τὰ γὰρ δόλῳ |1027 τῷ μὴ δικαίῳ κτήματʼ οὐχὶ σῴζεται. |1028 κοὐκ ἄλλον ἕξεις εἰς τάδʼ· ὡς ἔξοιδά σε |1029 οὐ ψιλὸν οὐδʼ ἄσκευον ἐς τοσήνδʼ ὕβριν |1030 ἥκοντα τόλμης τῆς παρεστώσης τανῦν, |1031 ἀλλʼ ἔσθʼ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε. |1032 ἃ δεῖ μʼ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλιν |1033 ἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν. |1034 νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοι |1035 δοκεῖ λελέχθαι χὤτε ταῦτʼ ἐμηχανῶ; |1036 οὐδὲν σὺ μεμπτὸν ἐνθάδʼ ὢν ἐρεῖς ἐμοί· |1037 οἴκοι δὲ χἠμεῖς εἰσόμεσθʼ ἃ χρὴ ποεῖν. |1038 χωρῶν ἀπείλει νῦν· σὺ δʼ ἡμίν, Οἰδίπους, |1039 ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι, |1040 ἢν μὴ θάνω ʼγὼ πρόσθεν, οὐχὶ παύσομαι |1041 πρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων. |1042 ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάριν |1043 καὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας. [choral] [strophe 1] |1044 εἴην ὅθι δαΐων |1045 ἀνδρῶν τάχʼ ἐπιστροφαὶ |1046 τὸν χαλκοβόαν Ἄρη |1047 μείξουσιν, ἢ πρὸς Πυθίαις |1048 ἢ λαμπάσιν ἀκταῖς, |1050 οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέλη |1051 θνατοῖσιν, ὧν καὶ χρυσέα |1052 κλῂς ἐπὶ γλώσσᾳ βέβακε |1053 προσπόλων Εὐμολπιδᾶν· |1054 ἔνθʼ οἶμαι τὸν ἐγρεμάχαν |1055 Θησέα καὶ τὰς διστόλους |1056 ἀδμῆτας ἀδελφὰς |1057 αὐτάρκει τάχʼ ἐμμίξειν βοᾷ |1058 τούσδʼ ἀνὰ χώρους· [antistrophe 1] |1059 ἤ που τὸν ἐφεσπέρου |1060 πέτρας νιφάδος πελῶσʼ |1061 Οἰάτιδος εἰς νόμον, |1062 πώλοισιν ἢ ῥιμφαρμάτοις |1063 φεύγοντες ἁμίλλαις. |1065 ἁλώσεται· δεινὸς ὁ προσχώρων Ἄρης, |1066 δεινὰ δὲ Θησειδᾶν ἀκμά. |1067 πᾶς γὰρ ἀστράπτει χαλινός, |1068 πᾶσα δʼ ὁρμᾶται καθεῖσʼ |1069 ἀμπυκτήρια στομίων |1070 ἄμβασις, οἳ τὰν ἱππίαν |1071 τιμῶσιν Ἀθάναν |1072 καὶ τὸν πόντιον γαιάοχον |1073 Ῥέας φίλον υἱόν. [strophe 2] |1074 ἔρδουσʼ ἢ μέλλουσιν; ὡς |1075 προμνᾶταί τί μοι |1076 γνώμα τάχʼ ἀντάσειν |1077 τᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη. |1078 τελεῖ τελεῖ Ζεύς τι κατʼ ἆμαρ |1079 μάντις εἴμʼ ἐσθλῶν ἀγώνων. |1079a εἴθʼ ἀελλαία ταχύρρωστος πελειὰς |1080 αἰθερίας νεφέλας κύρσαιμʼ ἄνωθʼ ἀγώνων |1081 αἰωρήσασα τοὐμὸν ὄμμα. [antistrophe 2] |1085 ἰὼ θεῶν πάνταρχε, παντ- |1086 όπτα Ζεῦ, πόροις |1087 γᾶς τᾶσδε δαμούχοις |1088 σθένει ʼπινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον, |1090 σεμνά τε παῖς Παλλὰς Ἀθάνα. |1091 καὶ τὸν ἀγρευτὰν Ἀπόλλω |1092 καὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸν |1093 ὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰς |1094 μολεῖν γᾷ τᾷδε καὶ πολίταις. |1095 ὦ ξεῖνʼ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖς |1096 ὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶ |1097 τάσδʼ ἆσσον αὖθις ὧδε προσπολουμένας. [episode] |1098 ποῦ ποῦ; τί φής; πῶς εἶπας; |1099 ὦ πάτερ πάτερ, |1100 τίς ἂν θεῶν σοι τόνδʼ ἄριστον ἄνδρʼ ἰδεῖν |1101 δοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι; |1102 ὦ τέκνον, ἦ πάρεστον; |1102a αἵδε γὰρ χέρες |1103 Θησέως ἔσωσαν φιλτάτων τʼ ὀπαόνων. |1104 προσέλθετʼ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰ |1105 ἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε. |1106 αἰτεῖς ἃ τεύξει· σὺν πόθῳ γὰρ ἡ χάρις. |1107 ποῦ δῆτα, ποῦ ʼστόν; |1107a αἵδʼ ὁμοῦ πελάζομεν. |1108 ὦ φίλτατʼ ἔρνη. |1108a τῷ τεκόντι πᾶν φίλον. |1109 ὦ σκῆπτρα φωτός. |1109a δυσμόρου γε δύσμορα. |1110 ἔχω τὰ φίλτατʼ, οὐδʼ ἔτʼ ἂν πανάθλιος |1111 θανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί. |1112 ἐρείσατʼ, ὦ παῖ, πλευρὸν ἀμφιδέξιον |1113 ἐμφύντε τῷ φύσαντι, κἀναπαύσατον |1114 τοῦ πρόσθʼ ἐρήμου τοῦδε δυστήνου πλάνου. |1115 καί μοι τὰ πραχθέντʼ εἴπαθʼ ὡς βράχιστʼ, ἐπεὶ |1116 ταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος. |1117 ὅδʼ ἔσθʼ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ, |1118 οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδʼ ἔσται βραχύ. |1119 ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲς |1120 τέκνʼ εἰ φανέντʼ ἄελπτα μηκύνω λόγον. |1121 ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοι |1122 τέρψιν παρʼ ἄλλου μηδενὸς πεφασμένην· |1123 σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν. |1124 καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω, |1125 αὐτῷ τε καὶ γῇ τῇδʼ, ἐπεὶ τό γʼ εὐσεβὲς |1126 μόνοις παρʼ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼ |1127 καὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν. |1128 εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε· |1129 ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν· |1130 καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡς |1131 ψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα. |1132 καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼς |1133 θιγεῖν θελήσαιμʼ ἀνδρός, ᾧ τίς οὐκ ἔνι |1134 κηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε, |1135 οὐδʼ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶν |1136 μόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε. |1137 σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μου |1138 μέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας. |1139 οὔτʼ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον, |1140 τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω, |1141 οὔτʼ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδʼ ἔπη. |1142 βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει. |1143 οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομεν |1144 λαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις. |1145 δείκνυμι δʼ· ὧν γὰρ ὤμοσʼ οὐκ ἐψευσάμην |1146 οὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμʼ ἄγων |1147 ζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων. |1148 χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτην |1149 κομπεῖν, ἅ γʼ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών; |1150 λόγος δʼ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶ |1151 στείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶ |1152 σμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι· |1153 πρᾶγος δʼ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών. |1154 τί δʼ ἔστι, τέκνον Αἰγέως; δίδασκέ με |1155 ὡς μὴ εἰδότʼ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει. |1156 φασίν τινʼ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολιν |1157 οὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πως |1158 βωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρʼ ᾧ |1159 θύων ἔκυρον, ἡνίχʼ ὡρμώμην ἐγώ. |1160 ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι· |1161 οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι, |1162 βραχύν τινʼ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων. |1163 ποῖόν τινʼ; οὐ γὰρ ἥδʼ ἕδρα σμικροῦ λόγου. |1164 σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνον |1165 αἰτεῖν ἀπελθεῖν τʼ ἀσφαλῶς τῆς δεῦρʼ ὁδοῦ. |1166 τίς δῆτʼ ἂν εἴη τήνδʼ ὁ προσθακῶν ἕδραν; |1167 ὅρα κατʼ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴς |1168 ἔσθʼ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν. |1169 ὦ φίλτατε, σχὲς οὗπερ εἶ. |1169a τί δʼ ἔστι σοι; |1170 μή μου δεηθῇς. |1170a πράγματος ποίου; λέγε. |1171 ἔξοιδʼ ἀκούων τῶνδʼ ὅς ἐσθʼ ὁ προστάτης. |1172 καὶ τίς ποτʼ ἐστὶν ὅν γʼ ἐγὼ ψέξαιμί τι; |1173 παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼ |1174 ἄλγιστʼ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων. |1175 τί δʼ; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴ |1176 χρῄζεις; τί σοι τοῦτʼ ἐστὶ λυπηρὸν κλύειν; |1177 ἔχθιστον, ὦναξ, φθέγμα τοῦθʼ ἥκει πατρί· |1178 καὶ μή μʼ ἀνάγκῃ προσβάλῃς τάδʼ εἰκαθεῖν. |1179 ἀλλʼ εἰ τὸ θάκημʼ ἐξαναγκάζει, σκόπει |1180 μή σοι πρόνοιʼ ᾖ τοῦ θεοῦ φυλακτέα. |1181 πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω. |1182 τὸν ἄνδρʼ ἔασον τόνδε τῇ θʼ αὑτοῦ φρενὶ |1183 χάριν παρασχεῖν τῷ θεῷ θʼ ἃ βούλεται, |1185 καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν. |1186 οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσει |1187 γνώμης, ἃ μή σοι συμφέροντα λέξεται. |1188 λόγων δʼ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶς |1189 ηὑρημένʼ ἔργα τῷ λόγῳ μηνύεται. |1190 ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σε |1191 τὰ τῶν κακίστων δυσσεβέστατʼ, ὦ πάτερ, |1192 θέμις σέ γʼ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς. |1193 ἀλλʼ ἔασον· εἰσὶ χἀτέροις γοναὶ κακαὶ |1194 καὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοι |1195 φίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν. |1196 σὺ δʼ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπει |1197 πατρῷα καὶ μητρῷα πήμαθʼ ἅπαθες· |1198 κἂν κεῖνα λεύσσῃς, οἶδʼ ἐγώ, γνώσει κακοῦ |1199 θυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται. |1200 ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα, |1201 τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος. |1202 ἀλλʼ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸν |1203 δίκαια προσχρῄζουσιν, οὐδʼ αὐτὸν μὲν εὖ |1204 πάσχειν, παθόντα δʼ οὐκ ἐπίστασθαι τίνειν. |1205 τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ με |1206 λέγοντες· ἔστω δʼ οὖν ὅπως ὑμῖν φίλον. |1207 μόνον, ξένʼ, εἴπερ κεῖνος ὧδʼ ἐλεύσεται, |1208 μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε. |1209 ἅπαξ τὰ τοιαῦτʼ, οὐχὶ δὶς χρῄζω κλύειν, |1209a ὦ πρέσβυ. κομπεῖν δʼ οὐχὶ βούλομαι· σὺ δʼ ὢν |1210 σῶς ἴσθʼ, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν. [choral] [strophe 1] |1211 ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶς |1212 ζώειν, σκαιοσύναν φυλάσσων |1213 ἐν ἐμοὶ κατάδηλος ἔσται. |1215 ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴ |1216 λύπας ἐγγυτέρω, τὰ τέρποντα δʼ οὐκ ἂν ἴδοις ὅπου, |1217 ὅταν τις ἐς πλέον πέσῃ |1220 τοῦ δέοντος· ὁ δʼ ἐπίκουρος ἰσοτέλεστος, |1221 Ἄϊδος ὅτε μοῖρʼ ἀνυμέναιος |1222 ἄλυρος ἄχορος ἀναπέφηνε, |1223 θάνατος ἐς τελευτάν. [antistrophe 1] |1225 μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον· τὸ δʼ, ἐπεὶ φανῇ, |1226 βῆναι κεῖθεν ὅθεν περ ἥκει, |1227 πολὺ δεύτερον, ὡς τάχιστα. |1230 ὡς εὖτʼ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον, |1231 τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι; |1232 φθόνος, στάσεις, ἔρις, μάχαι |1235 καὶ φόνοι· τό τε κατάμεμπτον ἐπιλέλογχε |1236 πύματον ἀκρατὲς ἀπροσόμιλον |1237 γῆρας ἄφιλον, ἵνα πρόπαντα |1238 κακὰ κακῶν ξυνοικεῖ. [epode] |1239 ἐν ᾧ τλάμων ὅδʼ, οὐκ ἐγὼ μόνος, |1240 πάντοθεν βόρειος ὥς τις |1241 ἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται, |1242 ὣς καὶ τόνδε κατʼ ἄκρας |1243 δειναὶ κυματοαγεῖς |1244 ἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι, |1245 αἱ μὲν ἀπʼ ἀελίου δυσμᾶν, |1246 αἱ δʼ ἀνατέλλοντος· |1247 αἱ δʼ ἀνὰ μέσσαν ἀκτῖνʼ, |1248 αἱ δʼ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν. [episode] |1249 καὶ μὴν ὅδʼ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένος |1250 ἀνδρῶν γε μοῦνος, ὦ πάτερ, διʼ ὄμματος |1251 ἀστακτὶ λείβων δάκρυον ὧδʼ ὁδοιπορεῖ. |1252 τίς οὗτος; |1252a ὅνπερ καὶ πάλαι κατείχομεν |1253 γνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε. |1254 οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰ |1255 πρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδʼ ὁρῶν |1256 πατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸς |1257 σὺν σφῷν ἐφηύρηκʼ ἐνθάδʼ ἐκβεβλημένον |1258 ἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴς |1259 γέρων γέροντι συγκατῴκηκεν πίνος |1260 πλευρὰν μαραίνων, κρατὶ δʼ ὀμματοστερεῖ |1261 κόμη διʼ αὔρας ἀκτένιστος ᾄσσεται· |1262 ἀδελφὰ δʼ, ὡς ἔοικε, τούτοισιν φορεῖ |1263 τὰ τῆς ταλαίνης νηδύος θρεπτήρια. |1264 ἁγὼ πανώλης ὄψʼ ἄγαν ἐκμανθάνω· |1265 καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖς |1266 ταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ʼξ ἄλλων πύθῃ. |1267 ἀλλʼ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνων |1268 Αἰδὼς ἐπʼ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ, |1269 παρασταθήτω· τῶν γὰρ ἡμαρτημένων |1270 ἄκη μέν ἐστι, προσφορὰ δʼ οὐκ ἔστʼ ἔτι. |1271 τί σιγᾷς; |1272 φώνησον, ὦ πάτερ, τι· μή μʼ ἀποστραφῇς. |1273 οὐδʼ ἀνταμείβει μʼ οὐδέν, ἀλλʼ ἀτιμάσας |1274 πέμψεις ἄναυδος, οὐδʼ ἃ μηνίεις φράσας; |1275 ὦ σπέρματʼ ἀνδρὸς τοῦδʼ, ἐμαὶ δʼ ὁμαίμονες, |1276 πειράσατʼ ἀλλʼ ὑμεῖς γε κινῆσαι πατρὸς |1277 τὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα, |1278 ὡς μή μʼ ἄτιμον, τοῦ θεοῦ γε προστάτην, |1279 οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος. |1280 λέγʼ, ὦ ταλαίπωρʼ, αὐτὸς ὧν χρείᾳ πάρει· |1281 τὰ πολλὰ γάρ τοι ῥήματʼ ἢ τέρψαντά τι, |1282 ἢ δυσχεράναντʼ ἢ κατοικτίσαντά πως, |1283 παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά. |1284 ἀλλʼ ἐξερῶ· καλῶς γὰρ ἐξηγεῖ σύ μοι· |1285 πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος |1286 ἀρωγόν, ἔνθεν μʼ ὧδʼ ἀνέστησεν μολεῖν |1287 ὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶ |1288 λέξαι τʼ ἀκοῦσαί τʼ ἀσφαλεῖ σὺν ἐξόδῳ. |1289 καὶ ταῦτʼ ἀφʼ ὑμῶν, ὧ ξένοι, βουλήσομαι |1290 καὶ ταῖνδʼ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί. |1291 ἃ δʼ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ. |1292 γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς, |1293 τοῖς σοῖς πανάρχοις οὕνεκʼ ἐνθακεῖν θρόνοις |1294 γονῇ πεφυκὼς ἠξίουν γεραίτερος. |1295 ἀνθʼ ὧν μʼ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος, |1296 γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳ |1297 οὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών, |1298 πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲν |1299 τὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω. |1300 ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω. |1301 ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν, |1302 λαβὼν Ἄδραστον πενθερόν, ξυνωμότας |1303 ἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίας |1304 πρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει, |1305 ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλον |1306 ξὺν τοῖσδʼ ἀγείρας ἢ θάνοιμι πανδίκως |1307 ἢ τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς. |1308 εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ; |1309 σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχων |1310 αὐτός τʼ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν, |1311 οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τε |1312 λόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν· |1313 οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲν |1314 δόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς· |1315 ὁ δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκος |1316 Τυδεύς. τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς· |1317 τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρ |1318 Ταλαός· ὁ πέμπτος δʼ εὔχεται κατασκαφῇ |1319 Καπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί· |1320 ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται, |1321 ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳ |1322 μητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος· |1323 ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦ |1324 πότμου φυτευθείς, σός γέ τοι καλούμενος, |1325 ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν. |1326 οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ, |1327 ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοι |1328 μῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳ |1329 τῷδʼ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν, |1330 ὅς μʼ ἐξέωσε κἀπεσύλησεν πάτρας. |1331 εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων, |1332 οἷς ἂν σὺ προσθῇ, τοῖσδʼ ἔφασκʼ εἶναι κράτος. |1333 πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίων |1334 αἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶ |1335 πτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ. |1336 ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τε |1337 κἀγώ, τὸν αὐτὸν δαίμονʼ ἐξειληχότες. |1338 ὁ δʼ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ, |1339 κοινῇ καθʼ ἡμῶν ἐγγελῶν ἁβρύνεται· |1340 ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί, |1341 βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ. |1342 ὥστʼ ἐν δόμοισι τοῖσι σοῖς στήσω σʼ ἄγων. |1343 στήσω δʼ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ. |1344 καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοι |1345 κομπεῖν, ἄνευ σοῦ δʼ οὐδὲ σωθῆναι σθένω. |1346 τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκʼ, Οἰδίπους |1347 εἰπὼν ὁποῖα ξύμφορʼ ἔκπεμψαι πάλιν. |1348 ἀλλʼ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονός |1349 μὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶ |1350 Θησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους, |1351 οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο· |1352 νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦ |1353 τοιαῦθʼ ἃ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον· |1354 ὅς γʼ, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων, |1355 ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει, |1356 τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασας |1357 κἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν, |1358 ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳ |1359 ταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί. |1360 οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέα |1361 τάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος· |1362 σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον, |1363 σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενος |1364 ἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον. |1365 εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς |1366 τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος· |1367 νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί, |1368 αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν· |1369 ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον. |1370 τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πω |1371 ὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοι |1372 πρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθʼ ὅπως πόλιν |1373 κείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματι |1374 πεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου. |1375 τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼ |1376 νῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί, |1377 ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβειν |1378 καὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸς |1379 τοιώδʼ ἐφύτην· αἵδε γὰρ τάδʼ οὐκ ἔδρων. |1380 τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνους |1381 κρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατος |1382 Δίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις. |1383 σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ, |1384 κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς, |1385 ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίου |1386 δόρει κρατῆσαι μήτε νοστῆσαί ποτε |1387 τὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶ |1388 θανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι. |1389 τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρου |1390 στυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ, |1391 καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρη |1392 τὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα. |1393 καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼν |1394 καὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμα |1395 πιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπους |1396 τοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα. |1397 Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖς |1398 ξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν. |1399 οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας, |1400 οἴμοι δʼ ἑταίρων· οἷον ἆρʼ ὁδοῦ τέλος |1401 Ἄργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ, |1402 τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινι |1403 ἔξεσθʼ ἑταίρων, οὐδʼ ἀποστρέψαι πάλιν, |1404 ἀλλʼ ὄντʼ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ. |1405 ὦ τοῦδʼ ὅμαιμοι παῖδες, ἀλλʼ ὑμεῖς, ἐπεὶ |1406 τὰ σκληρὰ πατρὸς κλύετε ταῦτʼ ἀρωμένου, |1407 μή τοί με πρὸς θεῶν σφώ γʼ, ἐὰν αἱ τοῦδʼ ἀραὶ |1408 πατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμους |1409 νόστος γένηται, μή μʼ ἀτιμάσητέ γε, |1410 ἀλλʼ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν. |1411 καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετον |1412 τοῦδʼ, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσονα |1413 ἔτʼ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας. |1414 Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι. |1415 ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε. |1416 στρέψαι στράτευμʼ ἐς Ἄργος ὡς τάχιστά γε, |1417 καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ. |1418 ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλιν |1419 στράτευμʼ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας; |1420 τί δʼ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοι |1421 πάτραν κατασκάψαντι κέρδος ἔρχεται; |1422 αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντʼ ἐμὲ |1423 οὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα. |1424 ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρει |1425 μαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ; |1426 χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα. |1427 οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύων |1428 τὰ τοῦδʼ ἕπεσθαι τἀνδρός, οἷʼ ἐθέσπισεν; |1429 οὐκ ἀγγελοῦμεν φλαῦρʼ· ἐπεὶ στρατηλάτου |1430 χρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν. |1431 οὕτως ἄρʼ, ὦ παῖ, ταῦτά σοι δεδογμένα; |1432 καὶ μή μʼ ἐπίσχῃς γʼ· ἀλλʼ ἐμοὶ μὲν ἥδʼ ὁδὸς |1433 ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ |1434 πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδʼ ἐρινύων· |1435 σφῷν δʼ εὖ διδοίη Ζεύς, τάδʼ εἰ θανόντι μοι |1436 τελεῖτʼ, ἐπεὶ οὔ μοι ζῶντί γʼ αὖθις ἕξετον. |1437 μέθεσθε δʼ ἤδη χαίρετόν τʼ· οὐ γάρ μʼ ἔτι |1438 βλέποντʼ ἐσόψεσθʼ αὖθις. |1438a ὦ τάλαινʼ ἐγώ. |1439 μή τοί μʼ ὀδύρου. |1439a καὶ τίς ἄν σʼ ὁρμώμενον |1440 εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι; |1441 εἰ χρή, θανοῦμαι. |1441a μὴ σύ γʼ, ἀλλʼ ἐμοὶ πιθοῦ. |1442 μὴ πεῖθʼ ἃ μὴ δεῖ. |1442a δυστάλαινά τἄρʼ ἐγώ, εἴ σου στερηθῶ. |1443 ταῦτα δʼ ἐν τῷ δαίμονι |1443a καὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δʼ οὖν ἐγὼ |1445 θεοῖς ἀρῶμαι μή ποτʼ ἀντῆσαι κακῶν· |1446 ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν. [choral] [strophe 1] |1447 νέα τάδε νεόθεν ἦλθέ μοι |1448 κακὰ βαρύποτμὰ παρʼ ἀλαοῦ ξένου, |1450 εἴ τι μοῖρα μὴ κιγχάνει. |1451 μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι. |1452 ὁρᾷ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα, |1455 τὰ δὲ παρʼ ἦμαρ αὖθις αὔξων ἄνω. |1456 ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ. |1457 ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος, |1458 τὸν πάντʼ ἄριστον δεῦρο Θησέα πόροι; |1459 πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ ᾧ καλεῖς; |1460 Διὸς πτερωτὸς ἥδε μʼ αὐτίκʼ ἄξεται |1461 βροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθʼ ὡς τάχος. [antistrophe 1] |1462 μέγας, ἴδε, μάλʼ ὅδʼ ἐρείπεται |1463 κτύπος ἄφατος διόβολος· ἐς δʼ ἄκραν |1465 δεῖμʼ ὑπῆλθε κρατὸς φόβαν. |1466 ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν. |1467 τί μὰν ἀφήσει τέλος; δέδοικα δʼ· οὐ γὰρ ἅλιον |1470 ἀφορμᾷ ποτʼ, οὐκ ἄνευ ξυμφορᾶς. |1471 ὦ μέγας αἰθήρ, ὦ Ζεῦ. |1472 ὦ παῖδες, ἥκει τῷδʼ ἐπʼ ἀνδρὶ θέσφατος |1473 βίου τελευτὴ κοὐκέτʼ ἔστʼ ἀποστροφή. |1474 πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις; |1475 καλῶς κάτοιδʼ· ἀλλʼ ὡς τάχιστά μοι μολὼν |1476 ἄνακτα χώρας τῆσδέ τις πορευσάτω. [strophe 2] |1477 ἔα ἔα, ἰδοὺ μάλʼ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος. |1480 ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷ |1481 ματέρι τυγχάνεις ἀφεγγὲς φέρων. |1482 ἐναισίου δὲ σοῦ τύχοιμι, μηδʼ ἄλαστον ἄνδρʼ ἰδὼν |1483 ἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ. |1486 ἆρʼ ἐγγὺς ἁνήρ; ἆρʼ ἔτʼ ἐμψύχου, τέκνα, |1487 κιχήσεταί μου καὶ κατορθοῦντος φρένα; |1488 τί δʼ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί; |1489 ἀνθʼ ὧν ἔπασχον εὖ, τελεσφόρον χάριν |1490 δοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην. [antistrophe 2] |1491 ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθʼ, εἴτʼ ἄκρα, |1492 περὶ γύαλʼ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνεις |1493 βούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ. |1494 ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖ |1495 δικαίαν χάριν παρασχεῖν παθών. |1496 σπεῦσον ἄϊσσʼ, ὦναξ. [episode] |1500 τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος, |1501 σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου; |1502 μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρία |1503 χάλαζʼ ἐπιρράξασα; πάντα γὰρ θεοῦ |1504 τοιαῦτα χειμάζοντος εἰκάσαι πάρα. |1505 ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶν |1506 τύχην τις ἐσθλὴν τῆσδʼ ἔθηκε τῆς ὁδοῦ. |1507 τί δʼ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ; |1508 ῥοπὴ βίου μοι· καί σʼ ἅπερ ξυνῄνεσα |1509 θέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν. |1510 τῷ δʼ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ; |1511 αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι, |1512 ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων. |1513 πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε; |1514 αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τε |1515 στράψαντα χειρὸς τῆς ἀνικήτου βέλη. |1516 πείθεις με· πολλὰ γάρ σε θεσπίζονθʼ ὁρῶ |1517 κοὐ ψευδόφημα· χὤ τι χρὴ ποιεῖν λέγε. |1518 ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοι |1519 γήρως ἄλυπα τῇδε κείσεται πόλει. |1520 χῶρον μὲν αὐτὸς αὐτίκʼ ἐξηγήσομαι, |1521 ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν. |1522 τοῦτον δὲ φράζε μή ποτʼ ἀνθρώπων τινί, |1523 μήθʼ οὗ κέκευθε μήτʼ ἐν οἷς κεῖται τόποις· |1524 ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδε |1525 δορός τʼ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ. |1526 ἃ δʼ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ, |1527 αὐτὸς μαθήσει, κεῖσʼ ὅταν μόλῃς μόνος· |1528 ὡς οὔτʼ ἂν ἀστῶν τῶνδʼ ἂν ἐξείποιμί τῳ |1529 οὔτʼ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως. |1530 ἀλλʼ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλος |1531 τοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳ |1532 σήμαινʼ, ὁ δʼ αἰεὶ τὠπιόντι δεικνύτω. |1533 χοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλιν |1534 σπαρτῶν ἀπʼ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις, |1535 κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν. |1536 θεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταν |1537 τὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ· |1538 ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν. |1539 τὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν. |1540 χῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν, |1541 στείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα. |1542 ὦ παῖδες, ὧδʼ ἕπεσθʼ· ἐγὼ γὰρ ἡγεμὼν |1543 σφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί. |1544 χωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ με |1545 αὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵνα |1546 μοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί. |1547 τῇδʼ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μʼ ἄγει |1548 Ἑρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός. |1549 ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν, |1550 νῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας. |1551 ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίον |1552 κρύψων παρʼ Ἅιδην. ἀλλά, φίλτατε ξένων, |1553 αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶ |1554 εὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳ |1555 μέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί. [choral] [strophe 1] |1556 εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸν |1557 καὶ σὲ λιταῖς σεβίζειν, |1558 ἐννυχίων ἄναξ, |1560 Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαι |1561 ἄπονα μήτʼ ἐπὶ βαρυαχεῖ |1562 ξένον ἐξανύσαι |1563 μόρῳ τὰν παγκευθῆ κάτω |1564 νεκρῶν πλάκα καὶ Στύγιον δόμον. |1565 πολλῶν γὰρ ἂν καὶ μάταν |1566 πημάτων ἱκνουμένων |1567 πάλιν σφε δαίμων δίκαιος αὔξοι. [antistrophe 1] |1568 ὦ χθόνιαι θεαὶ σῶμά τʼ ἀνικάτου |1569 θηρός, ὃν ἐν πύλαισι |1570 ταῖσι πολυξένοις |1571 εὐνᾶσθαι κνυζεῖσθαί τʼ ἐξ ἄντρων |1572 ἀδάματον φύλακα παρʼ Ἁίδᾳ |1573 λόγος αἰὲν ἔχει· |1574 τόν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου, |1575 κατεύχομαι ἐν καθαρῷ βῆναι |1576 ὁρμωμένῳ νερτέρας |1577 τῷ ξένῳ νεκρῶν πλάκας· |1578 σέ τοι κικλήσκω τὸν αἰένυπνον. [episode] |1579 ἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂν |1580 τύχοιμι λέξας Οἰδίπουν ὀλωλότα· |1581 ἃ δʼ ἦν τὰ πραχθέντʼ, οὔθʼ ὁ μῦθος ἐν βραχεῖ |1582 φράσαι πάρεστιν οὔτε τἄργʼ ὅσʼ ἦν ἐκεῖ. |1583 ὄλωλε γὰρ δύστηνος; |1583a ὡς λελοιπότα |1584 κεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο. |1585 πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ; |1586 ταῦτʼ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον. |1587 ὡς μὲν γὰρ ἐνθένδʼ εἷρπε, καὶ σύ που παρὼν |1588 ἔξοισθʼ, ὑφηγητῆρος οὐδενὸς φίλων, |1589 ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος. |1590 ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην ὀδὸν |1591 χαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον, |1592 ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ, |1593 κοίλου πέλας κρατῆρος, οὗ τὰ Θησέως |1594 Περίθου τε κεῖται πίστʼ ἀεὶ ξυνθήματα. |1595 ἀφʼ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρου |1596 κοίλης τʼ ἀχέρδου κἀπὸ λαΐνου τάφου, |1597 καθέζετʼ· εἶτʼ ἔλυσε δυσπινεῖς στολάς. |1598 κἄπειτʼ ἀΰσας παῖδας ἠνώγει ῥυτῶν |1599 ὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν· |1600 τὼ δʼ εὐχλόου Δήμητρος εἰς προσόψιον |1601 πάγον μολοῦσαι τάσδʼ ἐπιστολὰς πατρὶ |1602 ταχεῖ ʼπόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νιν |1603 ἐσθῆτί τʼ ἐξήσκησαν ᾗ νομίζεται. |1604 ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴν |1605 κοὐκ ἦν ἔτʼ οὐδὲν ἀργὸν ὧν ἐφίετο, |1606 κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοι |1607 ῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούνατα |1608 πατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσαν |1609 στέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους. |1610 ὁ δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν, |1611 πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα, |1612 οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ. |1613 ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτι |1614 τὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν· |1615 σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνον |1616 τὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα. |1617 τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέον |1618 ἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναι |1619 τὸ λοιπὸν ἤδη τὸν βίον διάζετον. |1620 τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοι |1621 λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος |1622 γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή, |1623 ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς |1624 θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας |1625 στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας, |1626 καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός· |1627 ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν |1628 χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται. |1629 ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος, |1630 αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα. |1631 κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα, |1632 δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις, |1633 ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον |1634 μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν |1635 μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί. |1636 ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα |1637 κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ. |1638 ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους |1639 ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει· |1640 ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ |1641 χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμις |1642 λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν, |1643 ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα· πλὴν ὁ κύριος |1644 Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα. |1645 τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν |1646 ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις |1647 στένοντες ὡμαρτοῦμεν. ὡς δʼ ἀπήλθομεν, |1648 χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν |1649 τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι, |1650 ἄνακτα δʼ αὐτὸν ὀμμάτων ἐπίσκιον |1651 χεῖρʼ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος |1652 φόβου φανέντος οὐδʼ ἀνασχετοῦ βλέπειν. |1653 ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ |1654 ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθʼ ἅμα |1655 καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ. |1656 μόρῳ δʼ ὁποίῳ κεῖνος ὤλετʼ, οὐδʼ ἂν εἷς |1657 θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα. |1658 οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ |1659 κεραυνὸς ἐξέπραξεν οὔτε ποντία |1660 θύελλα κινηθεῖσα τῷ τότʼ ἐν χρόνῳ, |1661 ἀλλʼ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρων |1662 εὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον. |1663 ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις |1664 ἀλγεινὸς ἐξεπέμπετʼ, ἀλλʼ εἴ τις βροτῶν |1665 θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν, |1666 οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν. |1667 ποῦ δʼ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων; |1668 αἵδʼ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες |1669 φθόγγοι σφε σημαίνουσι δεῦρʼ ὁρμωμένας. [choral] [strophe 1] |1670 αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴ |1671 οὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτον |1672 ἄλαστον αἷμα δυσμόροιν στενάζειν, |1673 ᾧτινι τὸν πολὺν |1674 ἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν, |1675 ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομεν |1676 ἰδόντε καὶ παθόντε. |1677 τί δʼ ἔστιν; |1677a ἔστιν μὲν εἰκάσαι, φίλοι. |1678 βέβηκεν; |1678a ὡς μάλιστʼ ἂν ἐν πόθῳ λάβοις. |1679 τί γάρ, ὅτῳ μήτʼ Ἄρης |1680 μήτε πόντος ἀντέκυρσεν, |1681 ἄσκοποι δὲ πλάκες ἔμαρψαν |1682 ἐν ἀφανεῖ τινι μόρῳ φερόμενον. |1683 τάλαινα· νῶν δʼ ὀλεθρία |1684 νὺξ ἐπʼ ὄμμασιν βέβακε. |1685 πῶς γὰρ ἤ τινʼ ἀπίαν |1686 γᾶν ἢ πόντιον κλύδωνʼ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν; |1687 οὐ κάτοιδα. κατά με φόνιος |1688 Ἀΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷ |1690 τάλαιναν, ὡς ἔμοιγʼ ὁ μέλλων βίος οὐ βιωτός. |1691 ὦ διδύμα τέκνων ἀρίστα, |1692 τὸ φέρον ἐκ θεοῦ φέρειν, |1695 μηδὲν ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτʼ ἔβητον. [antistrophe 1] |1696 πόθος τοὶ καὶ κακῶν ἄρʼ ἦν τις. |1700 καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον, |1701 ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον. |1702 ὦ πάτερ, ὦ φίλος, |1703 ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος· |1704 οὐδέ γʼ ἔνερθʼ ἀφίλητος ἐμοί ποτε |1705 καὶ τᾷδε μὴ κυρήσῃς. |1706 ἔπραξεν; |1706a ἔπραξεν οἷον ἤθελεν. |1707 τὸ ποῖον; |1707a ἇς ἔχρῃζε γᾶς ἐπὶ ξένας |1708 ἔθανε· κοίταν δʼ ἔχει |1708a νέρθεν εὐσκίαστον αἰέν, |1709 οὐδὲ πένθος ἔλιπʼ ἄκλαυτον. |1709a ἀνὰ γὰρ ὄμμα σε τόδʼ, ὦ πάτερ, ἐμὸν |1710 στένει δακρῦον, οὐδʼ ἔχω |1711 πῶς με χρὴ τὸ σὸν τάλαιναν |1712 ἀφανίσαι τοσόνδʼ ἄχος. |1713 ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλʼ |1714 ἔρημος ἔθανες ὧδέ μοι. |1715 ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδʼ |1719 ἐπαμμένει σέ τʼ, ὦ φίλα, τὰς πατρὸς ὧδʼ ἐρήμας; |1720 ἀλλʼ ἐπεὶ ὀλβίως γʼ ἔλυσεν |1721 τὸ τέλος, ὦ φίλαι, βίου, |1722 λήγετε τοῦδʼ ἄχους· κακῶν γὰρ δυσάλωτος οὐδείς. [strophe 2] |1723 πάλιν, φίλα, συθῶμεν. |1723a ὡς τί ῥέξομεν; |1724 ἵμερος ἔχει με. |1724a τίς; |1725 τὰν χθόνιον ἑστίαν ἰδεῖν |1726 τίνος; |1726a πατρός, τάλαινʼ ἐγώ. |1727 θέμις δὲ πῶς τάδʼ ἐστί; μῶν |1728 οὐχ ὁρᾷς; |1730 τί τόδε ἐπέπληξας; |1731 καὶ τόδʼ, ὡς |1731a τί τόδε μάλʼ αὖθις; |1732 ἄταφος ἔπιτνε δίχα τε παντός. |1733 ἄγε με, καὶ τότʼ ἐπενάριξον. |1734 αἰαῖ, δυστάλαινα, ποῦ δῆτʼ |1735 αὖθις ὧδʼ ἔρημος ἄπορος |1736 αἰῶνα τλάμονʼ ἕξω; [antistrophe 2] |1737 φίλαι, τρέσητε μηδέν. |1737a ἀλλὰ ποῖ φύγω; |1738 καὶ πάρος ἀπέφυγε |1738a τί; |1740 τὰ σφῷν τὸ μὴ πίτνειν κακῶς. |1741 φρονῶ. |1741a τί δῆθʼ ὅπερ νοεῖς; |1742 ὅπως μολούμεθʼ ἐς δόμους, |1743 οὐκ ἔχω. |1743a μηδέ γε μάτευε. |1744 μόγος ἔχει. |1744a καὶ πάρος ἐπεῖχε. |1745 τοτὲ μὲν ἄπορα, τοτὲ δʼ ὕπερθεν. |1746 μέγʼ ἄρα πέλαγος ἐλάχετόν τι. |1747 ναὶ ναί. |1747a ξύμφημι καὐτός. |1748 αἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ; |1749 ἐλπίδων γὰρ ἐς τίνʼ ἔτι με |1750 δαίμων τανῦν γʼ ἐλαύνει; [episode] |1751 παύετε θρήνων, παῖδες· ἐν οἷς γὰρ |1752 χάρις ἡ χθονία ξύνʼ ἀπόκειται, |1753 πενθεῖν οὐ χρή· νέμεσις γάρ. |1754 ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι. |1755 τίνος, ὦ παῖδες, χρείας ἀνύσαι; |1756 τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου. |1757 ἀλλʼ οὐ θεμιτόν. |1758 πῶς εἶπας, ἄναξ, κοίρανʼ Ἀθηνῶν; [anapests] |1760 ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνος |1761 μήτε πελάζειν ἐς τούσδε τόπους |1762 μήτʼ ἐπιφωνεῖν μηδένα θνητῶν |1763 θήκην ἱεράν, ἣν κεῖνος ἔχει. |1764 καὶ ταῦτά μʼ ἔφη πράσσοντα καλῶς |1765 χώραν ἕξειν αἰὲν ἄλυπον. |1766 ταῦτʼ οὖν ἔκλυεν δαίμων ἡμῶν |1767 χὠ πάντʼ ἀΐων Διὸς Ὅρκος. |1768 ἀλλʼ εἰ τάδʼ ἔχει κατὰ νοῦν κείνῳ, |1769 ταῦτʼ ἂν ἀπαρκοῖ· Θήβας δʼ ἡμᾶς |1770 τὰς ὠγυγίους πέμψον, ἐάν πως |1771 διακωλύσωμεν ἰόντα φόνον |1772 τοῖσιν ὁμαίμοις. |1773 δράσω καὶ τάδε καὶ πάνθʼ ὁπόσʼ ἂν |1774 μέλλω πράσσειν πρόσφορά θʼ ὑμῖν |1775 καὶ τῷ κατὰ γῆς, ὃς νέον ἔρρει, |1776 πρὸς χάριν· οὐ δεῖ μʼ ἀποκάμνειν. |1777 ἀλλʼ ἀποπαύετε μηδʼ ἐπὶ πλείω |1778 θρῆνον ἐγείρετε· |1779 πάντως γὰρ ἔχει τάδε κῦρος.