[edition urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2] [episode] |1 ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸς |2 Λήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη, |3 ἔνθʼ, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶς |4 Ἀχιλλέως παῖ Νεοπτόλεμε, τὸν Μηλιᾶ |5 Ποίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε, |6 ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο, |7 νόσῳ καταστάζοντα διαβόρῳ πόδα· |8 ὅτʼ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτων |9 παρῆν ἑκήλοις προσθιγεῖν, ἀλλʼ ἀγρίαις |10 κατεῖχʼ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις, |11 βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖ |12 λέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων, |13 μὴ καὶ μάθῃ μʼ ἥκοντα κἀκχέω τὸ πᾶν |14 σόφισμα, τῷ νιν αὐτίχʼ αἱρήσειν δοκῶ. |15 ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖν |16 σκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρα |17 τοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆ |18 πάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνον |19 διʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή· |20 βαιὸν δʼ ἔνερθεν ἐξ ἀριστερᾶς τάχʼ ἂν |21 ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν. |22 ἅ μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖ |23 χῶρον τὸν αὐτὸν τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ, |24 ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς, |25 ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ. |26 ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις· |27 δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν. |28 ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ. |29 τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος. |30 ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ. |31 ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα. |32 οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή; |33 στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ. |34 τὰ δʼ ἄλλʼ ἔρημα, κοὐδέν ἐσθʼ ὑπόστεγον; |35 αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινος |36 τεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε. |37 κείνου τὸ θησαύρισμα σημαίνεις τόδε. |38 ἰοὺ ἰού· καὶ ταῦτά γʼ ἄλλα θάλπεται |39 ῥάκη, βαρείας του νοσηλείας πλέα. |40 ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς, |41 κἄστʼ οὐχ ἑκάς που· πῶς γὰρ ἂν νοσῶν ἀνὴρ |42 κῶλον παλαιᾷ κηρὶ προσβαίη μακράν; |43 ἀλλʼ ἢ ʼπὶ φορβῆς νόστον ἐξελήλυθεν |44 ἢ φύλλον εἴ τι νώδυνον κάτοιδέ που. |45 τὸν οὖν παρόντα πέμψον εἰς κατασκοπήν, |46 μὴ καὶ λάθῃ με προσπεσών· ὡς μᾶλλον ἂν |47 ἕλοιτό μʼ ἢ τοὺς πάντας Ἀργείους λαβεῖν. |48 ἀλλʼ ἔρχεταί τε καὶ φυλάξεται στίβος. |49 σὺ δʼ, εἴ τι χρῄζεις, φράζε δευτέρῳ λόγῳ. |50 Ἀχιλλέως παῖ, δεῖ σʼ ἐφʼ οἷς ἐλήλυθας |51 γενναῖον εἶναι, μὴ μόνον τῷ σώματι, |52 ἀλλʼ ἤν τι καινὸν ὧν πρὶν οὐκ ἀκήκοας |53 κλύῃς, ὑπουργεῖν, ὡς ὑπηρέτης πάρει. |54 τί δῆτʼ ἄνωγας; |54a τὴν Φιλοκτήτου σε δεῖ |55 ψυχὴν ὅπως δόλοισιν ἐκκλέψεις λέγων. |56 ὅταν σʼ ἐρωτᾷ τίς τε καὶ πόθεν πάρει, |57 λέγειν, Ἀχιλλέως παῖς· τόδʼ οὐχὶ κλεπτέον· |58 πλεῖς δʼ ὡς πρὸς οἶκον, ἐκλιπὼν τὸ ναυτικὸν |59 στράτευμʼ Ἀχαιῶν, ἔχθος ἐχθήρας μέγα, |60 οἵ σʼ ἐν λιταῖς στείλαντες ἐξ οἴκων μολεῖν, |61 μόνην ἔχοντες τήνδʼ ἅλωσιν Ἰλίου, |62 οὐκ ἠξίωσαν τῶν Ἀχιλλείων ὅπλων |63 ἐλθόντι δοῦναι κυρίως αἰτουμένῳ, |64 ἀλλʼ αὔτʼ Ὀδυσσεῖ παρέδοσαν· λέγων ὅσʼ ἂν |65 θέλῃς καθʼ ἡμῶν ἔσχατʼ ἐσχάτων κακά. |66 τούτῳ γὰρ οὐδέν μʼ ἀλγυνεῖς· εἰ δʼ ἐργάσει |67 μὴ ταῦτα, λύπην πᾶσιν Ἀργείοις βαλεῖς. |68 εἰ γὰρ τὰ τοῦδε τόξα μὴ ληφθήσεται, |69 οὐκ ἔστι πέρσαι σοι τὸ Δαρδάνου πέδον. |70 ὡς δʼ ἔστʼ ἐμοὶ μὲν οὐχί, σοὶ δʼ ὁμιλία |71 πρὸς τόνδε πιστὴ καὶ βέβαιος, ἔκμαθε. |72 σὺ μὲν πέπλευκας οὔτʼ ἔνορκος οὐδενὶ |73 οὔτʼ ἐξ ἀνάγκης οὔτε τοῦ πρώτου στόλου· |74 ἐμοὶ δὲ τούτων οὐδέν ἐστʼ ἀρνήσιμον. |75 ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται, |76 ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών. |77 ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς |78 ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων. |79 ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα |80 τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά· |81 ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν, |82 τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα. |83 νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ |84 δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον |85 κέκλησο πάντων εὐσεβέστατος βροτῶν. |86 ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων, |87 Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ· |88 ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς, |89 οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ. |90 ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγειν |91 καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς |92 ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται. |93 πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ |94 προδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶς |95 δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. |96 ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ |97 γλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν· |98 νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς |99 τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην. |100 τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν; |101 λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν. |102 τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντʼ ἄγειν; |103 οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις. |104 οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος; |105 ἰούς γʼ ἀφύκτους καὶ προπέμποντας φόνον. |106 οὐκ ἆρʼ ἐκείνῳ γʼ οὐδὲ προσμῖξαι θρασύ; |107 οὔ, μὴ δόλῳ λαβόντα γʼ, ὡς ἐγὼ λέγω. |108 οὐκ αἰσχρὸν ἡγεῖ δῆτα τὸ ψευδῆ λέγειν; |109 οὔκ, εἰ τὸ σωθῆναί γε τὸ ψεῦδος φέρει. |110 πῶς οὖν βλέπων τις ταῦτα τολμήσει λακεῖν; |111 ὅταν τι δρᾷς εἰς κέρδος, οὐκ ὀκνεῖν πρέπει. |112 κέρδος δʼ ἐμοὶ τί τοῦτον ἐς Τροίαν μολεῖν; |113 αἱρεῖ τὰ τόξα ταῦτα τὴν Τροίαν μόνα. |114 οὐκ ἆρʼ ὁ πέρσων, ὡς ἐφάσκετʼ, εἴμʼ ἐγώ; |115 οὔτʼ ἂν σὺ κείνων χωρὶς οὔτʼ ἐκεῖνα σοῦ. |116 θηρατέʼ οὖν γίγνοιτʼ ἄν, εἴπερ ὧδʼ ἔχει. |117 ὡς τοῦτό γʼ ἔρξας δύο φέρει δωρήματα. |118 ποίω; μαθὼν γὰρ οὐκ ἂν ἀρνοίμην τὸ δρᾶν. |119 σοφός τʼ ἂν αὑτὸς κἀγαθὸς κεκλῇʼ ἅμα. |120 ἴτω· ποήσω, πᾶσαν αἰσχύνην ἀφείς. |121 ἦ μνημονεύεις οὖν ἅ σοι παρῄνεσα; |122 σάφʼ ἴσθʼ, ἐπείπερ εἰσάπαξ συνῄνεσα. |123 σὺ μὲν μένων νυν κεῖνον ἐνθάδʼ ἐκδέχου, |124 ἐγὼ δʼ ἄπειμι, μὴ κατοπτευθῶ παρών, |125 καὶ τὸν σκοπὸν πρὸς ναῦν ἀποστελῶ πάλιν. |126 καὶ δεῦρʼ, ἐάν μοι τοῦ χρόνου δοκῆτέ τι |127 κατασχολάζειν, αὖθις ἐκπέμψω πάλιν |128 τοῦτον τὸν αὐτὸν ἄνδρα, ναυκλήρου τρόποις |129 μορφὴν δολώσας, ὡς ἂν ἀγνοία προσῇ· |130 οὗ δῆτα, τέκνον, ποικίλως αὐδωμένου |131 δέχου τὰ συμφέροντα τῶν ἀεὶ λόγων. |132 ἐγὼ δὲ πρὸς ναῦν εἶμι, σοὶ παρεὶς τάδε· |133 Ἑρμῆς δʼ ὁ πέμπων δόλιος ἡγήσαιτο νῷν |134 Νίκη τʼ Ἀθάνα Πολιάς, ἣ σῴζει μʼ ἀεί. [choral] [strophe 1] |135 τί χρὴ τί χρή με, δέσποτʼ, ἐν ξένᾳ ξένον |136 στέγειν ἢ τί λέγειν πρὸς ἄνδρʼ ὑπόπταν; |137 φράζε μοι. τέχνα γὰρ |138 τέχνας ἑτέρας προύχει |139 καὶ γνώμα παρʼ ὅτῳ τὸ θεῖον |140 Διὸς σκῆπτρον ἀνάσσεται. |141 σὲ δʼ, ὦ τέκνον, τόδʼ ἐλήλυθεν |142 πᾶν κράτος ὠγύγιον· τό μοι ἔννεπε |143 τί σοι χρεὼν ὑπουργεῖν. [anapests] |144 νῦν μέν, ἴσως γὰρ τόπον ἐσχατιαῖς |145 προσιδεῖν ἐθέλεις ὅντινα κεῖται, |146 δέρκου θαρσῶν· ὁπόταν δὲ μόλῃ |147 δεινὸς ὁδίτης, τῶνδʼ οὑκ μελάθρων |148 πρὸς ἐμὴν αἰεὶ χεῖρα προχωρῶν |149 πειρῶ τὸ παρὸν θεραπεύειν. [antistrophe 1] |150 μέλον πάλαι μέλημά μοι λέγεις, ἄναξ, |151 φρουρεῖν ὄμμʼ ἐπὶ σῷ μάλιστα καιρῷ· |152 νῦν δέ μοι λέγʼ, αὐλὰς |153 ποίας ἔνεδρος ναίει |154 καὶ χῶρον τίνʼ ἔχει. τὸ γάρ μοι |155 μαθεῖν οὐκ ἀποκαίριον, |156 μὴ προσπεσών με λάθῃ ποθέν· |157 τίς τόπος ἢ τίς ἕδρα; τίνʼ ἔχει στίβον, |158 ἔναυλον ἢ θυραῖον; [anapests] |159 οἶκον μὲν ὁρᾷς τόνδʼ ἀμφίθυρον |160 πετρίνης κοίτης. |161 ποῦ γὰρ ὁ τλήμων αὐτὸς ἄπεστιν; |162 δῆλον ἔμοιγʼ ὡς φορβῆς χρείᾳ |163 στίβον ὀγμεύει τῇδε πέλας που. |164 ταύτην γὰρ ἔχειν βιοτῆς αὐτὸν |165 λόγος ἐστὶ φύσιν, θηροβολοῦντα |166 πτηνοῖς ἰοῖς στυγερὸν στυγερῶς, |167 οὐδέ τινʼ αὐτῷ |168 παιῶνα κακῶν ἐπινωμᾶν. [strophe 2] |169 οἰκτίρω νιν ἔγωγʼ, ὅπως, |170 μή του κηδομένου βροτῶν |171 μηδὲ ξύντροφον ὄμμʼ ἔχων, |172 δύστανος, μόνος ἀεί, |173 νοσεῖ μὲν νόσον ἀγρίαν, |174 ἀλύει δʼ ἐπὶ παντί τῳ |175 χρείας ἱσταμένῳ. πῶς ποτε πῶς δύσμορος ἀντέχει; |176 ὦ παλάμαι θεῶν, |177 ὦ δύστανα γένη βροτῶν, |178 οἷς μὴ μέτριος αἰών. [antistrophe 2] |180 οὗτος πρωτογόνων ἴσως |181 οἴκων οὐδενὸς ὕστερος, |182 πάντων ἄμμορος ἐν βίῳ |183 κεῖται μοῦνος ἀπʼ ἄλλων, |184 στικτῶν ἢ λασίων μετὰ |185 θηρῶν, ἔν τʼ ὀδύναις ὁμοῦ |186 λιμῷ τʼ οἰκτρός, ἀνήκεστα μεριμνήματʼ ἔχων· ὀρεί- |187 α δʼ ἀθυρόστομος |188 Ἀχὼ τηλεφανὴς πικραῖς |190 οἰμωγαῖς ὑπακούει. [anapests] |191 οὐδὲν τούτων θαυμαστὸν ἐμοί· |192 θεῖα γάρ, εἴπερ κἀγώ τι φρονῶ, |193 καὶ τὰ παθήματα κεῖνα πρὸς αὐτὸν |194 τῆς ὠμόφρονος Χρύσης ἐπέβη, |195 καὶ νῦν ἃ πονεῖ δίχα κηδεμόνων, |196 οὐκ ἔσθʼ ὡς οὐ θεῶν του μελέτῃ |197 τοῦ μὴ πρότερον τόνδʼ ἐπὶ Τροίᾳ |198 τεῖναι τὰ θεῶν ἀμάχητα βέλη, |199 πρὶν ὅδʼ ἐξήκοι χρόνος, ᾧ λέγεται |200 χρῆναί σφʼ ὑπὸ τῶνδε δαμῆναι. [strophe 3] |201 εὔστομʼ ἔχε, παῖ. |201a τί τόδε; |201b προυφάνη κτύπος, |202 φωτὸς σύντροφος ὡς τειρομένου του, |203 ἤ που τῇδʼ ἢ τῇδε τόπων. |205 βάλλει βάλλει μʼ ἐτύμα |206 φθογγά του στίβον κατʼ ἀνάγκαν |207 ἕρποντος, οὐδέ με λάθει |208 βαρεῖα τηλόθεν αὐδὰ τρυσάνωρ· διάσημα γὰρ θρηνεῖ. [antistrophe 3] |210 ἀλλʼ ἔχε, τέκνον, |211 λέγʼ ὅ τι. |212 φροντίδας νέας. |213 ὡς οὐκ ἔξεδρος, ἀλλʼ ἔντοπος ἁνήρ, |214 οὐ μολπὰν σύριγγος ἔχων, |215 ὡς ποιμὴν ἀγροβότας, ἀλλʼ ἤ που πταίων ὑπʼ ἀνάγκας |216 βοᾷ τηλωπὸν ἰωάν, |217 ἢ ναὸς ἄξενον αὐγάζων ὅρμον· προβοᾷ τι γὰρ δεινόν. [episode] |219 ἰὼ ξένοι, |220 τίνες ποτʼ ἐς γῆν τήνδε κἀκ ποίας πάτρας |221 κατέσχετʼ οὔτʼ εὔορμον οὔτʼ οἰκουμένην; |222 ποίας ἂν ὑμᾶς πατρίδος ἢ γένους ποτὲ |223 τύχοιμʼ ἂν εἰπών; σχῆμα μὲν γὰρ Ἑλλάδος |224 στολῆς ὑπάρχει προσφιλεστάτης ἐμοί· |225 φωνῆς δʼ ἀκοῦσαι βούλομαι· καὶ μή μʼ ὄκνῳ |226 δείσαντες ἐκπλαγῆτʼ ἀπηγριωμένον, |227 ἀλλʼ οἰκτίσαντες ἄνδρα δύστηνον, μόνον, |228 ἔρημον ὧδε κἄφιλον κακούμενον, |229 φωνήσατʼ, εἴπερ ὡς φίλοι προσήκετε. |230 ἀλλʼ ἀνταμείψασθʼ· οὐ γὰρ εἰκὸς οὔτʼ ἐμὲ |231 ὑμῶν ἁμαρτεῖν τοῦτό γʼ οὔθʼ ὑμᾶς ἐμοῦ. |232 ἀλλʼ, ὦ ξένʼ, ἴσθι τοῦτο πρῶτον, οὕνεκα |233 Ἕλληνές ἐσμεν· τοῦτο γὰρ βούλει μαθεῖν. |234 ὦ φίλτατον φώνημα· φεῦ τὸ καὶ λαβεῖν |235 πρόσφθεγμα τοιοῦδʼ ἀνδρὸς ἐν χρόνῳ μακρῷ. |236 τίς σʼ, ὦ τέκνον, προσέσχε, τίς προσήγαγεν |237 χρεία; τίς ὁρμή; τίς ἀνέμων ὁ φίλτατος; |238 γέγωνέ μοι πᾶν τοῦθʼ, ὅπως εἰδῶ τίς εἶ. |239 ἐγὼ γένος μέν εἰμι τῆς περιρρύτου |240 Σκύρου· πλέω δʼ ἐς οἶκον· αὐδῶμαι δὲ παῖς |241 Ἀχιλλέως, Νεοπτόλεμος. οἶσθα δὴ τὸ πᾶν. |242 ὦ φιλτάτου παῖ πατρός, ὦ φίλης χθονός, |243 ὦ τοῦ γέροντος θρέμμα Λυκομήδους, τίνι |244 στόλῳ προσέσχες τήνδε γῆν πόθεν πλέων; |245 ἐξ Ἰλίου τοι δὴ τανῦν γε ναυστολῶ. |246 πῶς εἶπας; οὐ γὰρ δὴ σύ γʼ ἦσθα ναυβάτης |247 ἡμῖν κατʼ ἀρχὴν τοῦ πρὸς Ἴλιον στόλου. |248 ἦ γὰρ μετέσχες καὶ σὺ τοῦδε τοῦ πόνου; |249 ὦ τέκνον, οὐ γὰρ οἶσθά μʼ ὅντινʼ εἰσορᾷς; |250 πῶς γὰρ κάτοιδʼ ὅν γʼ εἶδον οὐδεπώποτε; |251 οὐδʼ ὄνομʼ ἄρʼ οὐδὲ τῶν ἐμῶν κακῶν κλέος |252 ᾔσθου ποτʼ οὐδέν, οἷς ἐγὼ διωλλύμην; |253 ὡς μηδὲν εἰδότʼ ἴσθι μʼ ὧν ἀνιστορεῖς. |254 ὦ πόλλʼ ἐγὼ μοχθηρός, ὦ πικρὸς θεοῖς, |255 οὗ μηδὲ κληδὼν ὧδʼ ἔχοντος οἴκαδε |256 μηδʼ Ἑλλάδος γῆς μηδαμοῦ διῆλθέ που. |257 ἀλλʼ οἱ μὲν ἐκβαλόντες ἀνοσίως ἐμὲ |258 γελῶσι σῖγʼ ἔχοντες, ἡ δʼ ἐμὴ νόσος |259 ἀεὶ τέθηλε κἀπὶ μεῖζον ἔρχεται. |260 ὦ τέκνον, ὦ παῖ πατρὸς ἐξ Ἀχιλλέως, |261 ὅδʼ εἴμʼ ἐγώ σοι κεῖνος, ὃν κλύεις ἴσως |262 τῶν Ἡρακλείων ὄντα δεσπότην ὅπλων, |263 ὁ τοῦ Ποίαντος παῖς Φιλοκτήτης, ὃν οἱ |264 δισσοὶ στρατηγοὶ χὠ Κεφαλλήνων ἄναξ |265 ἔρριψαν αἰσχρῶς ὧδʼ ἔρημον, ἀγρίᾳ |266 νόσῳ καταφθίνοντα, τῆς ἀνδροφθόρου |267 πληγέντʼ ἐχίδνης ἀγρίῳ χαράγματι· |268 ξὺν ᾗ μʼ ἐκεῖνοι, παῖ, προθέντες ἐνθάδε |269 ᾤχοντʼ ἔρημον, ἡνίκʼ ἐκ τῆς ποντίας |270 Χρύσης κατέσχον δεῦρο ναυβάτῃ στόλῳ. |271 τότʼ ἄσμενοί μʼ ὡς εἶδον ἐκ πολλοῦ σάλου |272 εὕδοντʼ ἐπʼ ἀκτῆς ἐν κατηρεφεῖ πέτρᾳ, |273 λιπόντες ᾤχονθʼ, οἷα φωτὶ δυσμόρῳ |274 ῥάκη προθέντες βαιὰ καί τι καὶ βορᾶς |275 ἐπωφέλημα σμικρόν, οἷʼ αὐτοῖς τύχοι. |276 σὺ δή, τέκνον, ποίαν μʼ ἀνάστασιν δοκεῖς |277 αὐτῶν βεβώτων ἐξ ὕπνου στῆναι τότε; |278 ποῖʼ ἐκδακρῦσαι, ποῖʼ ἀποιμῶξαι κακά; |279 ὁρῶντα μὲν ναῦς, ἃς ἔχων ἐναυστόλουν, |280 πάσας βεβώσας, ἄνδρα δʼ οὐδένʼ ἔντοπον, |281 οὐχ ὅστις ἀρκέσειεν οὐδʼ ὅστις νόσου |282 κάμνοντι συλλάβοιτο· πάντα δὲ σκοπῶν |283 ηὕρισκον οὐδὲν πλὴν ἀνιᾶσθαι παρόν, |284 τούτου δὲ πολλὴν εὐμάρειαν, ὦ τέκνον. |285 ὁ μὲν χρόνος δὴ διὰ χρόνου προύβαινέ μοι, |286 κἄδει τι βαιᾷ τῇδʼ ὑπὸ στέγῃ μόνον |287 διακονεῖσθαι. γαστρὶ μὲν τὰ σύμφορα |288 τόξον τόδʼ ἐξηύρισκε, τὰς ὑποπτέρους |289 βάλλον πελείας· πρὸς δὲ τοῦθʼ, ὅ μοι βάλοι |290 νευροσπαδὴς ἄτρακτος, αὐτὸς ἂν τάλας |291 εἰλυόμην, δύστηνον ἐξέλκων πόδα, |292 πρὸς τοῦτʼ ἄν· εἴ τʼ ἔδει τι καὶ ποτὸν λαβεῖν, |293 καί που πάγου χυθέντος, οἷα χείματι, |294 ξύλον τι θραῦσαι, ταῦτʼ ἂν ἐξέρπων τάλας |295 ἐμηχανώμην· εἶτα πῦρ ἂν οὐ παρῆν, |296 ἀλλʼ ἐν πέτροισι πέτρον ἐκτρίβων μόλις |297 ἔφηνʼ ἄφαντον φῶς, ὃ καὶ σῴζει μʼ ἀεί. |298 οἰκουμένη γὰρ οὖν στέγη πυρὸς μέτα |299 πάντʼ ἐκπορίζει πλὴν τὸ μὴ νοσεῖν ἐμέ. |300 φέρʼ, ὦ τέκνον, νῦν καὶ τὸ τῆς νήσου μάθῃς. |301 ταύτῃ πελάζει ναυβάτης οὐδεὶς ἑκών· |302 οὐ γάρ τις ὅρμος ἔστιν οὐδʼ ὅποι πλέων |303 ἐξεμπολήσει κέρδος ἢ ξενώσεται. |304 οὐκ ἐνθάδʼ οἱ πλοῖ τοῖσι σώφροσιν βροτῶν. |305 τάχʼ οὖν τις ἄκων ἔσχε· πολλὰ γὰρ τάδε |306 ἐν τῷ μακρῷ γένοιτʼ ἂν ἀνθρώπων χρόνῳ· |307 οὗτοί μʼ, ὅταν μόλωσιν, ὦ τέκνον, λόγοις |308 ἐλεοῦσι μέν, καί πού τι καὶ βορᾶς μέρος |309 προσέδοσαν οἰκτίραντες ἤ τινα στολήν· |310 ἐκεῖνο δʼ οὐδείς, ἡνίκʼ ἂν μνησθῶ, θέλει, |311 σῶσαί μʼ ἐς οἴκους, ἀλλʼ ἀπόλλυμαι τάλας |312 ἔτος τόδʼ ἤδη δέκατον ἐν λιμῷ τε καὶ |313 κακοῖσι βόσκων τὴν ἀδηφάγον νόσον. |314 τοιαῦτʼ Ἀτρεῖδαί μʼ ἥ τʼ Ὀδυσσέως βία, |315 ὦ παῖ, δεδράκασʼ, οἷʼ Ὀλύμπιοι θεοὶ |316 δοῖέν ποτʼ αὐτοῖς ἀντίποινʼ ἐμοῦ παθεῖν. |317 ἔοικα κἀγὼ τοῖς ἀφιγμένοις ἴσα |318 ξένοις ἐποικτίρειν σε, Ποίαντος τέκνον. |319 ἐγὼ δὲ καὐτὸς τοῖσδε μάρτυς ἐν λόγοις, |320 ὡς εἴσʼ ἀληθεῖς οἶδα, συντυχὼν κακῶν |321 ἀνδρῶν Ἀτρειδῶν τῆς τʼ Ὀδυσσέως βίας. |322 ἦ γάρ τι καὶ σὺ τοῖς πανωλέθροις ἔχεις |323 ἔγκλημʼ Ἀτρείδαις, ὥστε θυμοῦσθαι παθών; |324 θυμὸν γένοιτο χειρὶ πληρῶσαί ποτε, |325 ἵνʼ αἱ Μυκῆναι γνοῖεν ἡ Σπάρτη θʼ ὅτι |326 χἠ Σκῦρος ἀνδρῶν ἀλκίμων μήτηρ ἔφυ. |327 εὖ γʼ, ὦ τέκνον· τίνος γὰρ ὧδε τὸν μέγαν |328 χόλον κατʼ αὐτῶν ἐγκαλῶν ἐλήλυθας; |329 ὦ παῖ Ποίαντος, ἐξερῶ, μόλις δʼ ἐρῶ, |330 ἅγωγʼ ὑπʼ αὐτῶν ἐξελωβήθην μολών. |331 ἐπεὶ γὰρ ἔσχε μοῖρʼ Ἀχιλλέα θανεῖν, |332 οἴμοι· φράσῃς μοι μὴ πέρα, πρὶν ἂν μάθω |333 πρῶτον τόδʼ, ἦ τέθνηχʼ ὁ Πηλέως γόνος; |334 τέθνηκεν, ἀνδρὸς οὐδενός, θεοῦ δʼ ὕπο, |335 τοξευτός, ὡς λέγουσιν, ἐκ Φοίβου δαμείς. |336 ἀλλʼ εὐγενὴς μὲν ὁ κτανών τε χὠ θανών· |337 ἀμηχανῶ δὲ πότερον, ὦ τέκνον, τὸ σὸν |338 πάθημʼ ἐλέγχω πρῶτον ἢ κεῖνον στένω. |339 οἶμαι μὲν ἀρκεῖν σοί γε καὶ τὰ σʼ, ὦ τάλας, |340 ἀλγήμαθʼ, ὥστε μὴ τὰ τῶν πέλας στένειν. |341 ὀρθῶς ἔλεξας· τοιγαροῦν τὸ σὸν φράσον |342 αὖθις πάλιν μοι πρᾶγμʼ, ὅτῳ σʼ ἐνύβρισαν. |343 ἦλθόν με νηὶ ποικιλοστόλῳ μέτα |344 δῖός τʼ Ὀδυσσεὺς χὠ τροφεὺς τοὐμοῦ πατρός, |345 λέγοντες, εἴτʼ ἀληθὲς εἴτʼ ἄρʼ οὖν μάτην, |346 ὡς οὐ θέμις γίγνοιτʼ, ἐπεὶ κατέφθιτο |347 πατὴρ ἐμός, τὰ πέργαμʼ ἄλλον ἤ μʼ ἑλεῖν. |348 ταῦτʼ, ὦ ξένʼ, οὕτως ἐννέποντες οὐ πολὺν |349 χρόνον μʼ ἐπέσχον μή με ναυστολεῖν ταχύ, |350 μάλιστα μὲν δὴ τοῦ θανόντος ἱμέρῳ, |351 ὅπως ἴδοιμʼ ἄθαπτον· οὐ γὰρ εἰδόμην· |352 ἔπειτα μέντοι χὠ λόγος καλὸς προσῆν, |353 εἰ τἀπὶ Τροίᾳ πέργαμʼ αἱρήσοιμʼ ἰών. |354 ἦν δʼ ἦμαρ ἤδη δεύτερον πλέοντί μοι, |355 κἀγὼ πικρὸν Σίγειον οὐρίῳ πλάτῃ |356 κατηγόμην· καί μʼ εὐθὺς ἐν κύκλῳ στρατὸς |357 ἐκβάντα πᾶς ἠσπάζετʼ, ὀμνύντες βλέπειν |358 τὸν οὐκέτʼ ὄντα ζῶντʼ Ἀχιλλέα πάλιν. |359 κεῖνος μὲν οὖν ἔκειτʼ· ἐγὼ δʼ ὁ δύσμορος |360 ἐπεὶ ʼδάκρυσα κεῖνον, οὐ μακρῷ χρόνῳ |361 ἐλθὼν Ἀτρείδας πρὸς φίλους, ὡς εἰκὸς ἦν, |362 τά θʼ ὅπλʼ ἀπῄτουν τοῦ πατρὸς τά τʼ ἄλλʼ ὅσʼ ἦν. |363 οἱ δʼ εἶπον, οἴμοι, τλημονέστατον λόγον· |364 ὦ σπέρμʼ Ἀχιλλέως, τἄλλα μὲν πάρεστί σοι |365 πατρῷʼ ἑλέσθαι, τῶν δʼ ὅπλων κείνων ἀνὴρ |366 ἄλλος κρατύνει νῦν, ὁ Λαέρτου γόνος. |367 κἀγὼ δακρύσας εὐθὺς ἐξανίσταμαι |368 ὀργῇ βαρείᾳ, καὶ καταλγήσας λέγω· |369 ὦ σχέτλιʼ, ἦ ʼτολμήσατʼ ἀντʼ ἐμοῦ τινι |370 δοῦναι τὰ τεύχη τἀμά, πρὶν μαθεῖν ἐμοῦ; |371 ὁ δʼ εἶπʼ Ὀδυσσεύς, πλησίον γὰρ ὢν κυρεῖ, |372 ναί, παῖ, δεδώκασʼ ἐνδίκως οὗτοι τάδε· |373 ἐγὼ γὰρ αὔτʼ ἔσωσα κἀκεῖνον παρών. |374 κἀγὼ χολωθεὶς εὐθὺς ἤρασσον κακοῖς |375 τοῖς πᾶσιν, οὐδὲν ἐνδεὲς ποιούμενος, |376 εἰ τἀμὰ κεῖνος ὅπλʼ ἀφαιρήσοιτό με. |377 ὁ δʼ ἐνθάδʼ ἥκων, καίπερ οὐ δύσοργος ὤν, |378 δηχθεὶς πρὸς ἁξήκουσεν ὧδʼ ἠμείψατο· |379 οὐκ ἦσθʼ ἵνʼ ἡμεῖς, ἀλλʼ ἀπῆσθʼ ἵνʼ οὔ σʼ ἔδει· |380 καὶ ταῦτʼ, ἐπειδὴ καὶ λέγεις θρασυστομῶν, |381 οὐ μήποτʼ ἐς τὴν Σκῦρον ἐκπλεύσῃς ἔχων. |382 τοιαῦτʼ ἀκούσας κἀξονειδισθεὶς κακὰ |383 πλέω πρὸς οἴκους, τῶν ἐμῶν τητώμενος |384 πρὸς τοῦ κακίστου κἀκ κακῶν Ὀδυσσέως. |385 κοὐκ αἰτιῶμαι κεῖνον ὡς τοὺς ἐν τέλει· |386 πόλις γάρ ἐστι πᾶσα τῶν ἡγουμένων |387 στρατός τε σύμπας· οἱ δʼ ἀκοσμοῦντες βροτῶν |388 διδασκάλων λόγοισι γίγνονται κακοί. |389 λόγος λέλεκται πᾶς· ὁ δʼ Ἀτρείδας στυγῶν |390 ἐμοί θʼ ὁμοίως καὶ θεοῖς εἴη φίλος. [choral] [strophe 1] |391 ὀρεστέρα παμβῶτι Γᾶ, μᾶτερ αὐτοῦ Διός, |392 ἃ τὸν μέγαν Πακτωλὸν εὔχρυσον νέμεις, |395 σὲ κἀκεῖ, μᾶτερ πότνιʼ, ἐπηυδώμαν, |396 ὅτʼ ἐς τόνδʼ Ἀτρειδᾶν ὕβρις πᾶσʼ ἐχώρει, |397 ὅτε τὰ πάτρια τεύχεα παρεδίδοσαν, |400 ἰὼ μάκαιρα ταυροκτόνων |401 λεόντων ἔφεδρε, τῷ Λαρτίου |402 σέβας ὑπέρτατον. [episode] |403 ἔχοντες, ὡς ἔοικε, σύμβολον σαφὲς |404 λύπης πρὸς ἡμᾶς, ὦ ξένοι, πεπλεύκατε, |405 καί μοι προσᾴδεθʼ ὥστε γιγνώσκειν ὅτι |406 ταῦτʼ ἐξ Ἀτρειδῶν ἔργα κἀξ Ὀδυσσέως. |407 ἔξοιδα γάρ νιν παντὸς ἂν λόγου κακοῦ |408 γλώσσῃ θιγόντα καὶ πανουργίας, ἀφʼ ἧς |409 μηδὲν δίκαιον ἐς τέλος μέλλοι ποεῖν. |410 ἀλλʼ οὔ τι τοῦτο θαῦμʼ ἔμοιγʼ, ἀλλʼ εἰ παρὼν |411 Αἴας ὁ μείζων ταῦθʼ ὁρῶν ἠνείχετο. |412 οὐκ ἦν ἔτι ζῶν, ὦ ξένʼ· οὐ γὰρ ἄν ποτε |413 ζῶντός γʼ ἐκείνου ταῦτʼ ἐσυλήθην ἐγώ. |414 πῶς εἶπας; ἀλλʼ ἦ χοὖτος οἴχεται θανών; |415 ὡς μηκέτʼ ὄντα κεῖνον ἐν φάει νόει. |416 οἴμοι τάλας. ἀλλʼ οὐχ ὁ Τυδέως γόνος |417 οὐδʼ οὑμπολητὸς Σισύφου Λαερτίῳ, |418 οὐ μὴ θάνωσι· τούσδε γὰρ μὴ ζῆν ἔδει. |419 οὐ δῆτʼ· ἐπίστω τοῦτό γʼ· ἀλλὰ καὶ μέγα |420 θάλλοντές εἰσι νῦν ἐν Ἀργείων στρατῷ. |421 τί δʼ; οὐ παλαιὸς κἀγαθὸς φίλος τʼ ἐμός, |422 Νέστωρ ὁ Πύλιος, ἔστιν; οὗτος γὰρ τά γε |423 κείνων κάκʼ ἐξήρυκε, βουλεύων σοφά. |424 κεῖνός γε πράσσει νῦν κακῶς, ἐπεὶ θανὼν |425 Ἀντίλοχος αὐτῷ φροῦδος, ὃς παρῆν, γόνος. |426 οἴμοι, δύʼ αὖ τώδʼ ἄνδρʼ ἔλεξας, οἷν ἐγὼ |427 ἥκιστʼ ἂν ἠθέλησʼ ὀλωλότοιν κλύειν. |428 φεῦ φεῦ· τί δῆτα δεῖ σκοπεῖν, ὅθʼ οἵδε μὲν |429 τεθνᾶσʼ, Ὀδυσσεὺς δʼ ἔστιν αὖ κἀνταῦθʼ ἵνα |430 χρῆν ἀντὶ τούτων αὐτὸν αὐδᾶσθαι νεκρόν; |431 σοφὸς παλαιστὴς κεῖνος· ἀλλὰ χαἰ σοφαὶ |432 γνῶμαι, Φιλοκτῆτʼ, ἐμποδίζονται θαμά. |433 φέρʼ εἰπὲ πρὸς θεῶν, ποῦ γὰρ ἦν ἐνταῦθά σοι |434 Πάτροκλος, ὃς σοῦ πατρὸς ἦν τὰ φίλτατα; |435 χοὖτος τεθνηκὼς ἦν· λόγῳ δέ σʼ ἐν βραχεῖ |436 τοῦτʼ ἐκδιδάξω· πόλεμος οὐδένʼ ἄνδρʼ ἑκὼν |437 αἱρεῖ πονηρόν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί. |438 ξυμμαρτυρῶ σοι· καὶ κατʼ αὐτὸ τοῦτό γε |439 ἀναξίου μὲν φωτὸς ἐξερήσομαι, |440 γλώσσῃ δὲ δεινοῦ καὶ σοφοῦ, τί νῦν κυρεῖ. |441 ποίου δὲ τούτου πλήν γʼ Ὀδυσσέως ἐρεῖς; |442 οὐ τοῦτον εἶπον, ἀλλὰ Θερσίτης τις ἦν, |443 ὃς οὐκ ἂν εἵλετʼ εἰσάπαξ εἰπεῖν, ὅπου |444 μηδεὶς ἐῴη· τοῦτον οἶσθʼ εἰ ζῶν κυρεῖ; |445 οὐκ εἶδον αὐτόν, ᾐσθόμην δʼ ἔτʼ ὄντα νιν. |446 ἔμελλʼ· ἐπεὶ οὐδέν πω κακόν γʼ ἀπώλετο, |447 ἀλλʼ εὖ περιστέλλουσιν αὐτὰ δαίμονες, |448 καί πως τὰ μὲν πανοῦργα καὶ παλιντριβῆ |449 χαίρουσʼ ἀναστρέφοντες ἐξ Ἅιδου, τὰ δὲ |450 δίκαια καὶ τὰ χρήστʼ ἀποστέλλουσʼ ἀεί. |451 ποῦ χρὴ τίθεσθαι ταῦτα, ποῦ δʼ αἰνεῖν, ὅταν |452 τὰ θεῖʼ ἐπαινῶν τοὺς θεοὺς εὕρω κακούς; |453 ἐγὼ μέν, ὦ γένεθλον Οἰταίου πατρός, |454 τὸ λοιπὸν ἤδη τηλόθεν τό τʼ Ἴλιον |455 καὶ τοὺς Ἀτρείδας εἰσορῶν φυλάξομαι· |456 ὅπου δʼ ὁ χείρων τἀγαθοῦ μεῖζον σθένει |457 κἀποφθίνει τὰ χρηστὰ χὠ δειλὸς κρατεῖ, |458 τούτους ἐγὼ τοὺς ἄνδρας οὐ στέρξω ποτέ· |459 ἀλλʼ ἡ πετραία Σκῦρος ἐξαρκοῦσά μοι |460 ἔσται τὸ λοιπόν, ὥστε τέρπεσθαι δόμῳ. |461 νῦν δʼ εἶμι πρὸς ναῦν· καὶ σύ, Ποίαντος τέκνον, |462 χαῖρʼ ὡς μέγιστα, χαῖρε· καί σε δαίμονες |463 νόσου μεταστήσειαν, ὡς αὐτὸς θέλεις. |464 ἡμεῖς δʼ ἴωμεν, ὡς ὁπηνίκʼ ἂν θεὸς |465 πλοῦν ἡμὶν εἴκῃ, τηνικαῦθʼ ὁρμώμεθα. |466 ἤδη, τέκνον, στέλλεσθε; |466a καιρὸς γὰρ καλεῖ |467 πλοῦν μὴ ʼξ ἀπόπτου μᾶλλον ἢ ʼγγύθεν σκοπεῖν. |468 πρός νύν σε πατρὸς πρός τε μητρός, ὦ τέκνον, |469 πρός τʼ εἴ τί σοι κατʼ οἶκόν ἐστι προσφιλές, |470 ἱκέτης ἱκνοῦμαι, μὴ λίπῃς μʼ οὕτω μόνον, |471 ἔρημον ἐν κακοῖσι τοῖσδʼ οἵοις ὁρᾷς |472 ὅσοισί τʼ ἐξήκουσας ἐνναίοντά με· |473 ἀλλʼ ἐν παρέργῳ θοῦ με. δυσχέρεια μέν, |474 ἔξοιδα, πολλὴ τοῦδε τοῦ φορήματος· |475 ὅμως δὲ τλῆθι· τοῖσι γενναίοισί τοι |476 τό τʼ αἰσχρὸν ἐχθρὸν καὶ τὸ χρηστὸν εὐκλεές. |477 σοὶ δʼ ἐκλιπόντι τοῦτʼ ὄνειδος οὐ καλόν, |478 δράσαντι δʼ, ὦ παῖ, πλεῖστον εὐκλείας γέρας, |479 ἐὰν μόλω ʼγὼ ζῶν πρὸς Οὐταίαν χθόνα. |480 ἴθʼ· ἡμέρας τοι μόχθος οὐχ ὅλης μιᾶς. |481 τόλμησον. ἐμβαλοῦ μʼ ὅπῃ θέλεις ἄγων, |482 εἰς ἀντλίαν, εἰς πρῷραν, εἰς πρύμνην, ὅποι |483 ἥκιστα μέλλω τοὺς ξυνόντας ἀλγυνεῖν. |484 νεῦσον, πρὸς αὐτοῦ Ζηνὸς ἱκεσίου, τέκνον, |485 πείσθητι· προσπίτνω σε γόνασι, καίπερ ὢν |486 ἀκράτωρ ὁ τλήμων, χωλός. ἀλλὰ μή μʼ ἀφῇς |487 ἔρημον οὕτω χωρὶς ἀνθρώπων στίβου, |488 ἀλλʼ ἢ πρὸς οἶκον τὸν σὸν ἔκσωσόν μʼ ἄγων |489 ἢ πρὸς τὰ Χαλκώδοντος Εὐβοίας σταθμά· |490 κἀκεῖθεν οὔ μοι μακρὸς εἰς Οἴτην στόλος |491 Τραχινίαν τε δειράδʼ ἠδʼ ἐς εὔροον |492 Σπερχειὸν ἔσται· πατρί μʼ ὡς δείξῃς φίλῳ, |493 ὃν δὴ παλαιὸν ἐξ ὅτου δέδοικʼ ἐγὼ |494 μή μοι βεβήκῃ. πολλὰ γὰρ τοῖς ἱγμένοις |495 ἔστελλον αὐτὸν ἱκεσίους πέμπων λιτάς, |496 αὐτόστολον πέμψαντά μʼ ἐκσῶσαι δόμους. |497 ἀλλʼ ἢ τέθνηκεν ἢ τὰ τῶν διακόνων, |498 ὡς εἰκός, οἶμαι, τοὐμὸν ἐν σμικρῷ μέρος |499 ποιούμενοι τὸν οἴκαδʼ ἤπειγον στόλον. |500 νῦν δʼ, εἰς σὲ γὰρ πομπόν τε καὐτὸν ἄγγελον |501 ἥκω, σὺ σῶσον, σύ μʼ ἐλέησον, εἰσορῶν |502 ὡς πάντα δεινὰ κἀπικινδύνως βροτοῖς |503 κεῖται παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα. |504 χρὴ δʼ ἐκτὸς ὄντα πημάτων τὰ δείνʼ ὁρᾶν, |505 χὤταν τις εὖ ζῇ, τηνικαῦτα τὸν βίον |506 σκοπεῖν μάλιστα, μὴ διαφθαρεὶς λάθῃ. [choral] [antistrophe 1] |507 οἴκτιρʼ, ἄναξ· πολλῶν ἔλεξεν δυσοίστων πόνων |508 ἆθλʼ, οἷα μηδεὶς τῶν ἐμῶν τύχοι φίλων. |510 εἰ δὲ πικρούς, ἄναξ, ἔχθεις Ἀτρείδας, |511 ἐγὼ μέν, τὸ κείνων κακὸν τῷδε κέρδος |515 μετατιθέμενος, ἔνθαπερ ἐπιμέμονεν, |516 ἐπʼ εὐστόλου ταχείας νεὼς |517 πορεύσαιμʼ ἂν ἐς δόμους, τὰν θεῶν |518 νέμεσιν ἐκφυγών. [episode] |519 ὅρα σὺ μὴ νῦν μέν τις εὐχερὴς παρῇς, |520 ὅταν δὲ πλησθῇς τῆς νόσου ξυνουσίᾳ, |521 τότʼ οὐκέθʼ αὑτὸς τοῖς λόγοις τούτοις φανῇς. |522 ἥκιστα· τοῦτʼ οὐκ ἔσθʼ ὅπως ποτʼ εἰς ἐμὲ |523 τοὔνειδος ἕξεις ἐνδίκως ὀνειδίσαι. |524 ἀλλʼ αἰσχρὰ μέντοι σοῦ γέ μʼ ἐνδεέστερον |525 ξένῳ φανῆναι πρὸς τὸ καίριον πονεῖν. |526 ἀλλʼ εἰ δοκεῖ, πλέωμεν, ὁρμάσθω ταχύς· |527 χἠ ναῦς γὰρ ἄξει κοὐκ ἀπαρνηθήσεται. |528 μόνον θεοὶ σῴζοιεν ἔκ τε τῆσδε γῆς |529 ἡμᾶς ὅποι τʼ ἐνθένδε βουλοίμεσθα πλεῖν. |530 ὦ φίλτατον μὲν ἦμαρ, ἥδιστος δʼ ἀνήρ, |531 φίλοι δὲ ναῦται, πῶς ἂν ὑμὶν ἐμφανὴς |532 ἔργῳ γενοίμην, ὥς μʼ ἔθεσθε προσφιλῆ; |533 ἴωμεν, ὦ παῖ, προσκύσαντε τὴν ἔσω |534 ἄοικον εἰσοίκησιν, ὥς με καὶ μάθῃς |535 ἀφʼ ὧν διέζων ὥς τʼ ἔφυν εὐκάρδιος. |536 οἶμαι γὰρ οὐδʼ ἂν ὄμμασιν μόνην θέαν |537 ἄλλον λαβόντα πλὴν ἐμοῦ τλῆναι τάδε· |538 ἐγὼ δʼ ἀνάγκῃ προύμαθον στέργειν κακά. |539 ἐπίσχετον, μάθωμεν· ἄνδρε γὰρ δύο, |540 ὁ μὲν νεὼς σῆς ναυβάτης, ὁ δʼ ἀλλόθρους, |541 χωρεῖτον, ὧν μαθόντες αὖθις εἴσιτον. |542 Ἀχιλλέως παῖ, τόνδε τὸν ξυνέμπορον, |543 ὃς ἦν νεὼς σῆς σὺν δυοῖν ἄλλοιν φύλαξ, |544 ἐκέλευσʼ ἐμοί σε ποῦ κυρῶν εἴης φράσαι, |545 ἐπείπερ ἀντέκυρσα, δοξάζων μὲν οὔ, |546 τύχῃ δέ πως πρὸς ταὐτὸν ὁρμισθεὶς πέδον. |547 πλέων γὰρ ὡς ναύκληρος οὐ πολλῷ στόλῳ |548 ἀπʼ Ἰλίου πρὸς οἶκον ἐς τὴν εὔβοτρυν |549 Πεπάρηθον, ὡς ἤκουσα τοὺς ναύτας ὅτι |550 σοὶ πάντες εἶεν συννεναυστοληκότες, |551 ἔδοξέ μοι μὴ σῖγα, πρὶν φράσαιμί σοι, |552 τὸν πλοῦν ποεῖσθαι, προστυχόντι τῶν ἴσων. |553 οὐδὲν σύ που κάτοισθα τῶν σαυτοῦ πέρι, |554 ἃ τοῖσιν Ἀργείοισιν ἀμφὶ σοῦ νέα |555 βουλεύματʼ ἐστί, κοὐ μόνον βουλεύματα, |556 ἀλλʼ ἔργα δρώμενʼ, οὐκέτʼ ἐξαργούμενα. |557 ἀλλʼ ἡ χάρις μὲν τῆς προμηθίας, ξένε, |558 εἰ μὴ κακὸς πέφυκα, προσφιλὴς μενεῖ· |559 φράσον δʼ ἅπερ, γʼ ἔλεξας, ὡς μάθω τί μοι |560 νεώτερον, βούλευμʼ ἀπʼ Ἀργείων ἔχεις. |561 φροῦδοι διώκοντές σε ναυτικῷ στόλῳ |562 Φοῖνιξ ὁ πρέσβυς οἵ τε Θησέως κόροι. |563 ὡς ἐκ βίας μʼ ἄξοντες ἢ λόγοις πάλιν; |564 οὐκ οἶδʼ· ἀκούσας δʼ ἄγγελος πάρειμί σοι. |565 ἦ ταῦτα δὴ Φοῖνίξ τε χοἰ ξυνναυβάται |566 οὕτω καθʼ ὁρμὴν δρῶσιν Ἀτρειδῶν χάριν; |567 ὡς ταῦτʼ ἐπίστω δρώμενʼ, οὐ μέλλοντʼ ἔτι. |568 πῶς οὖν Ὀδυσσεὺς πρὸς τάδʼ οὐκ αὐτάγγελος |569 πλεῖν ἦν ἕτοιμος; ἢ φόβος τις εἶργέ νιν; |570 κεῖνός γʼ ἐπʼ ἄλλον ἄνδρʼ ὁ Τυδέως τε παῖς |571 ἔστελλον, ἡνίκʼ ἐξανηγόμην ἐγώ. |572 πρὸς ποῖον αὖ τόνδʼ αὐτὸς Οὑδυσσεὺς ἔπλει; |573 ἦν δή τις—ἀλλὰ τόνδε μοι πρῶτον φράσον |574 τίς ἐστίν· ἃν λέγῃς δὲ μὴ φώνει μέγα. |575 ὅδʼ ἔσθʼ ὁ κλεινός σοι Φιλοκτήτης, ξένε. |576 μή νύν μʼ ἔρῃ τὰ πλείονʼ, ἀλλʼ ὅσον τάχος |577 ἔκπλει σεαυτὸν ξυλλαβὼν ἐκ τῆσδε γῆς. |578 τί φησιν, ὦ παῖ; τί με κατὰ σκότον ποτὲ |579 διεμπολᾷ λόγοισι πρός σʼ ὁ ναυβάτης; |580 οὐκ οἶδά πω τί φησι· δεῖ δʼ αὐτὸν λέγειν |581 εἰς φῶς ὃ λέξει, πρὸς σὲ κἀμὲ τούσδε τε. |582 ὦ σπέρμʼ Ἀχιλλέως, μή με διαβάλῃς στρατῷ |583 λέγονθʼ ἃ μὴ δεῖ· πόλλʼ ἐγὼ κείνων ὕπο |584 δρῶν ἀντιπάσχω χρηστά θʼ, οἷʼ ἀνὴρ πένης. |585 ἐγώ εἰμʼ Ἀτρείδαις δυσμενής· οὗτος δέ μοι |586 φίλος μέγιστος, οὕνεκʼ Ἀτρείδας στυγεῖ. |587 δεῖ δή σʼ ἔμοιγʼ ἐλθόντα προσφιλῆ, λόγων |588 κρύψαι πρὸς ἡμᾶς μηδένʼ ὧν ἀκήκοας. |589 ὅρα τί ποιεῖς, παῖ. |589a σκοπῶ κἀγὼ πάλαι. |590 σὲ θήσομαι τῶνδʼ αἴτιον. |590a ποιοῦ λέγων. |591 λέγω. ʼπὶ τοῦτον ἄνδρε τώδʼ ὥπερ κλύεις, |592 ὁ Τυδέως παῖς ἥ τʼ Ὀδυσσέως βία, |593 διώμοτοι πλέουσιν ἦ μὴν ἢ λόγῳ |594 πείσαντες ἄξειν ἢ πρὸς ἰσχύος κράτος. |595 καὶ ταῦτʼ Ἀχαιοὶ πάντες ἤκουον σαφῶς |596 Ὀδυσσέως λέγοντος· οὗτος γὰρ πλέον |597 τὸ θάρσος εἶχε θατέρου δράσειν τάδε. |598 τίνος δʼ Ἀτρεῖδαι τοῦδʼ ἄγαν οὕτω χρόνῳ |599 τοσῷδʼ ἐπεστρέφοντο πράγματος χάριν, |600 ὅν γʼ εἶχον ἤδη χρόνιον ἐκβεβληκότες; |601 τίς ὁ πόθος αὐτοὺς ἵκετʼ; ἢ θεῶν βία |602 καὶ νέμεσις, οἵπερ ἔργʼ ἀμύνουσιν κακά; |603 ἐγώ σε τοῦτʼ, ἴσως γὰρ οὐκ ἀκήκοας, |604 πᾶν ἐκδιδάξω. μάντις ἦν τις εὐγενής, |605 Πριάμου μὲν υἱός, ὄνομα δʼ ὠνομάζετο |606 Ἕλενος, ὃν οὗτος νυκτὸς ἐξελθὼν μόνος, |607 ὁ πάντʼ ἀκούων αἰσχρὰ καὶ λωβήτʼ ἔπη |608 δόλιος Ὀδυσσεὺς εἷλε· δέσμιόν τʼ ἄγων |609 ἔδειξʼ Ἀχαιοῖς ἐς μέσον, θήραν καλήν· |610 ὃς δὴ τά τʼ ἄλλʼ αὐτοῖσι πάντʼ ἐθέσπισεν |611 καὶ τἀπὶ Τροίᾳ πέργαμʼ ὡς οὐ μή ποτε |612 πέρσοιεν, εἰ μὴ τόνδε πείσαντες λόγῳ |613 ἄγοιντο νήσου τῆσδʼ ἐφʼ ἧς ναίει τανῦν. |614 καὶ ταῦθʼ ὅπως ἤκουσʼ ὁ Λαέρτου τόκος |615 τὸν μάντιν εἰπόντʼ, εὐθέως ὑπέσχετο |616 τὸν ἄνδρʼ Ἀχαιοῖς τόνδε δηλώσειν ἄγων· |617 οἴοιτο μὲν μάλισθʼ ἑκούσιον λαβών, |618 εἰ μὴ θέλοι δʼ, ἄκοντα· καὶ τούτων κάρα |619 τέμνειν ἐφεῖτο τῷ θέλοντι μὴ τυχών. |620 ἤκουσας, ὦ παῖ, πάντα· τὸ σπεύδειν δέ σοι |621 καὐτῷ παραινῶ κεἴ τινος κήδει πέρι. |622 οἴμοι τάλας· ἦ κεῖνος, ἡ πᾶσα βλάβη, |623 ἔμʼ εἰς Ἀχαιοὺς ὤμοσεν πείσας στελεῖν; |624 πεισθήσομαι γὰρ ὧδε κἀξ Ἅιδου θανὼν |625 πρὸς φῶς ἀνελθεῖν, ὥσπερ οὑκείνου πατήρ. |626 οὐκ οἶδʼ ἐγὼ ταῦτʼ· ἀλλʼ ἐγὼ μὲν εἶμʼ ἐπὶ |627 ναῦν, σφῷν δʼ ὅπως ἄριστα συμφέροι θεός. |628 οὔκουν τάδʼ, ὦ παῖ, δεινά, τὸν Λαερτίου |629 ἔμʼ ἐλπίσαι ποτʼ ἂν λόγοισι μαλθακοῖς |630 δεῖξαι νεὼς ἄγοντʼ ἐν Ἀργείοις μέσοις; |631 οὔ· θᾶσσον ἂν τῆς πλεῖστον ἐχθίστης ἐμοὶ |632 κλύοιμʼ ἐχίδνης, ἥ μʼ ἔθηκεν ὧδʼ ἄπουν. |633 ἀλλʼ ἔστʼ ἐκείνῳ πάντα λεκτά, πάντα δὲ |634 τολμητά· καὶ νῦν οἶδʼ ὁθούνεχʼ ἵξεται. |635 ἀλλʼ, ὦ τέκνον, χωρῶμεν, ὡς ἡμᾶς πολὺ |636 πέλαγος ὁρίζῃ τῆς Ὀδυσσέως νεώς. |637 ἴωμεν· ἥ τοι καίριος σπουδὴ πόνου |638 λήξαντος ὕπνον κἀνάπαυλαν ἤγαγεν. |639 οὐκοῦν ἐπειδὰν πνεῦμα τοὐκ πρῴρας ἀνῇ, |640 τότε στελοῦμεν· νῦν γὰρ ἀντιοστατεῖ. |641 ἀεὶ καλὸς πλοῦς ἔσθʼ, ὅταν φεύγῃς κακά. |642 οὔκ, ἀλλὰ κἀκείνοισι ταῦτʼ ἐναντία. |643 οὐκ ἔστι λῃσταῖς πνεῦμʼ ἐναντιούμενον, |644 ὅταν παρῇ κλέψαι τι χἀρπάσαι βίᾳ. |645 ἀλλʼ εἰ δοκεῖ, χωρῶμεν, ἔνδοθεν λαβὼν |646 ὅτου σε χρεία καὶ πόθος μάλιστʼ ἔχει. |647 ἀλλʼ ἔστιν ὧν δεῖ, καίπερ οὐ πολλῶν ἄπο. |648 τί τοῦθʼ ὃ μὴ νεώς γε τῆς ἐμῆς ἔπι; |649 φύλλον τί μοι πάρεστιν, ᾧ μάλιστʼ ἀεὶ |650 κοιμῶ τόδʼ ἕλκος, ὥστε πραΰνειν πάνυ. |651 ἀλλʼ ἔκφερʼ αὐτό. τί γὰρ ἔτʼ ἄλλʼ ἐρᾷς λαβεῖν; |652 εἴ μοί τι τόξων τῶνδʼ ἀπημελημένον |653 παρερρύηκεν, ὡς λίπω μή τῳ λαβεῖν. |654 ἦ ταῦτα γὰρ τὰ κλεινὰ τόξʼ ἃ νῦν ἔχεις; |655 ταῦτʼ, οὐ γὰρ ἄλλʼ ἔστʼ, ἀλλʼ ἃ βαστάζω χεροῖν. |656 ἆρʼ ἔστιν ὥστε κἀγγύθεν θέαν λαβεῖν |657 καὶ βαστάσαι με προσκύσαι θʼ ὥσπερ θεόν; |658 σοί γʼ, ὦ τέκνον, καὶ τοῦτο κἄλλο τῶν ἐμῶν |659 ὁποῖον ἄν σοι ξυμφέρῃ γενήσεται. |660 καὶ μὴν ἐρῶ γε, τὸν δʼ ἔρωθʼ οὕτως ἔχω· |661 εἴ μοι θέμις, θέλοιμʼ ἄν· εἰ δὲ μή, πάρες. |662 ὅσιά τε φωνεῖς ἔστι τʼ, ὦ τέκνον, θέμις, |663 ὅς γʼ ἡλίου τόδʼ εἰσορᾶν ἐμοὶ φάος |664 μόνος δέδωκας, ὃς χθόνʼ Οἰταίαν ἰδεῖν, |665 ὃς πατέρα πρέσβυν, ὃς φίλους, ὃς τῶν ἐμῶν |666 ἐχθρῶν μʼ ἔνερθεν ὄντʼ ἀνέστησας πέρα. |667 θάρσει, παρέσται ταῦτά σοι καὶ θιγγάνειν |668 καὶ δόντι δοῦναι κἀξεπεύξασθαι βροτῶν |669 ἀρετῆς ἕκατι τῶνδʼ ἐπιψαῦσαι μόνον· |670 εὐεργετῶν γὰρ καὐτὸς αὔτʼ ἐκτησάμην. |671 οὐκ ἄχθομαί σʼ ἰδών τε καὶ λαβὼν φίλον· |672 ὅστις γὰρ εὖ δρᾶν εὖ παθὼν ἐπίσταται, |673 παντὸς γένοιτʼ ἂν κτήματος κρείσσων φίλος. χωροῖς ἂν εἴσω. |674 καὶ σέ γʼ εἰσάξω· τὸ γὰρ |675 νοσοῦν ποθεῖ σε ξυμπαραστάτην λαβεῖν. [choral] [strophe 1] |676 λόγῳ μὲν ἐξήκουσʼ, ὄπωπα δʼ οὐ μάλα, |677 τὸν πελάταν λέκτρων ποτὲ τῶν Διὸς |680 κατὰ δρομάδʼ ἄμπυκα δέσμιον ὡς ἔβαλεν παγκρατὴς Κρόνου παῖς· |681 ἄλλον δʼ οὔτινʼ ἔγωγʼ οἶδα κλύων οὐδʼ ἐσιδὼν μοίρᾳ |682 τοῦδʼ ἐχθίονι συντυχόντα |683 θνατῶν, ὃς οὔτʼ ἔρξας τινʼ οὔ τι νοσφίσας, |685 ἀλλʼ ἴσος ὢν ἴσοις ἀνήρ, |686 ὤλλυθʼ ὧδʼ ἀναξίως. |687 τόδε τοι θαῦμά μʼ ἔχει, |688 πῶς ποτε πῶς ποτʼ ἀμφιπλάκτων ῥοθίων μόνος κλύων, |690 πῶς ἄρα πανδάκρυτον οὕτω βιοτὰν κατέσχεν· [antistrophe 1] |691 ἵνʼ αὐτὸς ἦν πρόσουρος, οὐκ ἔχων βάσιν, |692 οὐδέ τινʼ ἐγχώρων κακογείτονα, |693 παρʼ ᾧ στόνον ἀντίτυπον βαρυβρῶτʼ ἀποκλαύσειεν αἱματηρόν· |696 ὃς τὰν θερμοτάταν αἱμάδα κηκιομέναν ἑλκέων |697 ἐνθήρου ποδὸς ἠπίοισι |698 φύλλοις κατευνάσειεν, εἴ τις ἐμπέσοι, |700 φορβάδος ἐκ γαίας ἑλών· |701 εἷρπε γὰρ ἄλλοτʼ ἀλλαχᾷ |702 τότʼ ἂν εἰλυόμενος |703 παῖς ἄτερ ὡς φίλας τιθήνας ὅθεν εὐμάρειʼ ὑπάρ- |705 χοι πόρου, ἁνίκʼ ἐξανείη δακέθυμος ἄτα· [strophe 2] |707 οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων |708 αἴρων τῶν νεμόμεσθʼ ἀνέρες ἀλφησταί, |710 πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων |711 πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν. |712 ὦ μελέα ψυχά, |713 ὃς μηδʼ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ, |716 λεύσσων δʼ ὅπου γνοίη στατὸν εἰς ὕδωρ, |717 ἀεὶ προσενώμα. [antistrophe 2] |718 νῦν δʼ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας |720 εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων· |721 ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει |722 πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν |725 Μαλιάδων νυμφᾶν |726 Σπερχειοῦ τε παρʼ ὄχθας, ἵνʼ ὁ χάλκασπις ἀνὴρ θεοῖς |727 πλάθει πατρὸς θείῳ πυρὶ παμφαής, |728 Οἴτας ὑπὲρ ὄχθων. [episode] |730 ἕρπʼ, εἰ θέλεις. τί δή ποθʼ ὧδʼ ἐξ οὐδενὸς |731 λόγου σιωπᾷς κἀπόπληκτος ὧδʼ ἔχει; |732 ἀᾶ, ἀᾶ. |733 τί δʼ ἔστιν; |733a οὐδὲν δεινόν· ἀλλʼ ἴθʼ, ὦ τέκνον. |734 μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου; |735 οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί. |736 τί τοὺς θεοὺς ὧδʼ ἀναστένων καλεῖς; |737 σωτῆρας αὐτοὺς ἠπίους θʼ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ. |740 τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσει |741 σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν. |742 ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν |743 κρύψαι παρʼ ὑμῖν, ἀτταταῖ· διέρχεται |744 διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ. |745 ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ, |746 ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ. |747 πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα |748 ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα· |749 ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου. ἴθʼ, ὦ παῖ. |751 τί δʼ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου |752 τοσήνδʼ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ; |753 οἶσθʼ, ὦ τέκνον; |753a τί δʼ ἔστιν; |753b οἶσθʼ, ὦ παῖ; |753c τί σοί; |754 οὐκ οἶδα. |754a πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ. |755 δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος. |756 δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλʼ οἴκτιρέ με. |757 τί δῆτα δράσω; |757a μή με ταρβήσας προδῷς· |758 ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως |759 ὡς ἐξεπλήσθη. |759a ἰὼ ἰὼ δύστηνε σύ, |760 δύστηνε δῆτα διὰ πόνων πάντων φανείς. |761 βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου; |762 μὴ δῆτα τοῦτό γʼ· ἀλλά μοι τὰ τόξʼ ἑλὼν |763 τάδʼ, ὥσπερ ᾐτοῦ μʼ ἀρτίως, ἕως ἀνῇ |765 τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν, |766 σῷζʼ αὐτὰ καὶ φύλασσε. λαμβάνει γὰρ οὖν |767 ὕπνος μʼ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε· |768 κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλʼ ἐᾶν χρεὼν |769 ἕκηλον εὕδειν. ἢν δὲ τῷδε τῷ χρόνῳ |770 μόλωσʼ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι |771 ἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃ |772 κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμα |773 κἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ. |774 θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεται |775 πλὴν σοί τε κἀμοί· ξὺν τύχῃ δὲ πρόσφερε. |776 ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον |777 μή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπως |778 ἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ. |779 ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ |780 πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ |781 θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται. |782 ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον. |783 στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦ |784 κηκῖον αἷμα, καί τι προσδοκῶ νέον. |785 παπαῖ, φεῦ. |786 παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά. |787 προσέρπει, |788 προσέρχεται τόδʼ ἐγγύς. οἴμοι μοι τάλας. |789 ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ. |790 ἀτταταῖ. |791 ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς |792 στέρνων ἔχοιτʼ ἄλγησις ἥδε. φεῦ, παπαῖ, |793 παπαῖ μάλʼ αὖθις. ὦ διπλοῖ στρατηλάται, |794 Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ |795 τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι. |796 ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος |797 οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε; |798 ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν |800 τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ |801 ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε |802 τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων, |803 ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ; |805 τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς; |806 ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά. |807 ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι |808 ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται. |809 ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον. |810 θάρσει, μενοῦμεν. |810a ἦ μενεῖς; |810b σαφῶς φρόνει. |811 οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον. |812 ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ. |813 ἔμβαλλε χειρὸς πίστιν. |813a ἐμβάλλω μενεῖν. |814 ἐκεῖσε νῦν μʼ, ἐκεῖσε |814a ποῖ λέγεις; |814b ἄνω |815 τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; |816 μέθες μέθες με. |816a ποῖ μεθῶ; |816b μέθες ποτέ. |817 οὔ φημʼ ἐάσειν. |817a ἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς. |818 καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς. |819 ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχω |820 τὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ. |821 τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου |822 ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε· |823 ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας, |824 μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸς |825 αἱμορραγὴς φλέψ. ἀλλʼ ἐάσωμεν, φίλοι, |826 ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ. [choral] [strophe 1] |827 Ὕπνʼ ὀδύνας ἀδαής, Ὕπνε δʼ ἀλγέων, |828 εὐαὲς ἡμῖν ἔλθοις, |829 εὐαίων εὐαίων, ὦναξ· |830 ὄμμασι δʼ ἀντίσχοις |831 τάνδʼ αἴγλαν, ἃ τέταται τανῦν. |832 ἴθι ἴθι μοι παιών. |833 ὦ τέκνον, ὅρα ποῦ στάσει, |834 ποῖ δέ μοι τἀνθένδε βάσει, |835 φροντίδος. ὁρᾷς ἤδη. |836 πρὸς τί μενοῦμεν πράσσειν; |837 καιρός τοι πάντων γνώμαν ἴσχων |838 πολύ τι πολὺ παρὰ πόδα κράτος ἄρνυται. [hexameter] |839 ἀλλʼ ὅδε μὲν κλύει οὐδέν, ἐγὼ δʼ ὁρῶ οὕνεκα θήραν |840 τήνδʼ ἁλίως ἔχομεν τόξων, δίχα τοῦδε πλέοντες. |841 τοῦδε γὰρ ὁ στέφανος, τοῦτον θεὸς εἶπε κομίζειν. |842 κομπεῖν δʼ ἔστʼ ἀτελῆ σὺν ψεύδεσιν αἰσχρὸν ὄνειδος. [antistrophe 1] |843 ἀλλά, τέκνον, τάδε μὲν θεὸς ὄψεται· |844 ὧν δʼ ἂν ἀμείβῃ μʼ αὖθις, |845 βαιάν μοι, βαιάν, ὦ τέκνον, |846 πέμπε λόγων φάμαν· |847 ὡς πάντων ἐν νόσῳ εὐδρακὴς |848 ὕπνος ἄϋπνος λεύσσειν. |849 ἀλλʼ ὅτι δύνᾳ μάκιστον |850 κεῖνο δή μοι κεῖνο λάθρᾳ |851 ἐξιδοῦ ὅπᾳ πράξεις. |852 οἶσθα γὰρ ἃν αὐδῶμαι, |853 εἰ ταύταν τούτων γνώμαν ἴσχεις, |854 μάλα τοι ἄπορα πυκινοῖς ἐνιδεῖν πάθη. [epode] |855 οὖρός τοι, τέκνον, οὖρος· |856 ἁνὴρ δʼ ἀνόμματος οὐδʼ ἔχων |857 ἀρωγὰν ἐκτέταται νύχιος, |858 ʽἁ̓λεὴς ὕπνος ἐσθλός,ʼ |860 οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων, |861 ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος. |862 ὅρα, βλέπʼ εἰ καίρια |863 φθέγγει· τὸ δʼ ἁλώσιμον |863b ἐμᾷ φροντίδι, παῖ, |864 πόνος ὁ μὴ φοβῶν κράτιστος. [episode] |865 σιγᾶν κελεύω μηδʼ ἀφεστάναι φρενῶν· |866 κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα. |867 ὦ φέγγος ὕπνου διάδοχον τό τʼ ἐλπίδων |868 ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων. |869 οὐ γάρ ποτʼ, ὦ παῖ, τοῦτʼ ἂν ἐξηύχησʼ ἐγώ, |870 τλῆναί σʼ ἐλεινῶς ὧδε τἀμὰ πήματα |871 μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι. |872 οὔκουν Ἀτρεῖδαι τοῦτʼ ἔτλησαν εὐφόρως |873 οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται. |874 ἀλλʼ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν, |875 ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ |876 ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων. |877 καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ |878 λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον, |879 σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον, |880 ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ, |881 ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν. |882 ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα |883 ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι· |884 ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου |885 πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο. |886 νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον, |887 οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος, |888 ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν. |889 αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς· |890 τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ |891 ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ |892 ἅλις πόνος τούτοισι συνναίειν ἐμοί. |893 ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου. |894 θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος. |895 παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε; |896 τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ; |897 οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος. |898 ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε. |899 ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ. |900 οὐ δή σε δυσχέρεια τοῦ νοσήματος |901 ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι; |902 ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν |903 ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα. |904 ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε |905 δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν. |906 αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι. |907 οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ. |908 ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός, |909 κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν; |910 ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν, |911 προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν. |912 λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ |913 πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι. |914 τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω. |915 οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν |916 πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον. |917 οἴμοι, τί εἶπας; |917a μὴ στέναζε, πρὶν μάθῃς. |918 ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε; |919 σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ |920 ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών. |921 καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς; |921a πολλὴ κρατεῖ |922 τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων. |923 ἀπόλωλα τλήμων, προδέδομαι. τί μʼ, ὦ ξένε, |924 δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι. |925 ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν |926 τό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ. |927 ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας |928 δεινῆς τέχνημʼ ἔχθιστον, οἷά μʼ εἰργάσω, |929 οἷʼ ἠπάτηκας· οὐδʼ ἐπαισχύνει μʼ ὁρῶν |930 τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε; |931 ἀπεστέρηκας τὸν βίον τὰ τόξʼ ἑλών. |932 ἀπόδος, ἱκνοῦμαί σʼ, ἀπόδος, ἱκετεύω, τέκνον· |933 πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ. |934 ὤμοι τάλας. ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι, |935 ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν. |936 ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι |937 θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι, |938 ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω, |939 ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν, |940 οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως· |941 ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει· |942 προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου |943 ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει, |944 καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει· |945 ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει, |946 κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν, |947 εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε |948 εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ. |949 νῦν δʼ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν; |950 ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ. |951 τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος. |952 ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν |953 εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν· |954 ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος, |955 οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτην |956 τόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλας |957 θανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην, |958 καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν· |959 φόνον φόνου δὲ ῥύσιον τίσω τάλας |960 πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. |961 ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλιν |962 γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς. |963 τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ, |964 ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις. |965 ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις |966 τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι. |967 ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς |968 σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ. |969 οἴμοι, τί δράσω; μή ποτʼ ὤφελον λιπεῖν |970 τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι. |971 οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼν |972 ἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς |973 οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα. |974 τί δρῶμεν, ἄνδρες; |974a ὦ κάκιστʼ ἀνδρῶν, τί δρᾷς; |975 οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτʼ ἐμοὶ πάλιν; |976 οἴμοι, τίς ἁνήρ; ἆρʼ Ὀδυσσέως κλύω; |977 Ὀδυσσέως, σάφʼ ἴσθʼ, ἐμοῦ γʼ, ὃν εἰσορᾷς. |978 οἴμοι· πέπραμαι κἀπόλωλʼ· ὅδʼ ἦν ἄρα |979 ὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων. |980 ἐγώ, σάφʼ ἴσθʼ, οὐκ ἄλλος· ὁμολογῶ τάδε. |981 ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα. |981a τοῦτο μέν, |982 οὐδʼ ἢν θέλῃ, δράσει ποτʼ· ἀλλὰ καὶ σὲ δεῖ |983 στείχειν ἅμʼ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε. |984 ἔμʼ, ὦ κακῶν κάκιστε καὶ τολμήστατε, |985 οἵδʼ ἐκ βίας ἄξουσιν; |985a ἢν μὴ ἕρπῃς ἑκών. |986 ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλας |987 Ἡφαιστότευκτον, ταῦτα δῆτʼ ἀνασχετά, |988 εἴ μʼ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ; |989 Ζεύς ἐσθʼ, ἵνʼ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν, |990 Ζεύς, ᾧ δέδοκται ταῦθʼ· ὑπηρετῶ δʼ ἐγώ. |991 ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν· |992 θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης. |993 οὔκ, ἀλλʼ ἀληθεῖς· ἡ δʼ ὁδὸς πορευτέα. |994 οὔ φημʼ. |994a ἐγὼ δέ φημι. πειστέον τάδε. |995 οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶς |996 πατὴρ ἄρʼ ἐξέφυσεν οὐδʼ ἐλευθέρους. |997 οὔκ, ἀλλʼ ὁμοίους τοῖς ἀρίστοισιν, μεθʼ ὧν |998 Τροίαν σʼ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ. |999 οὐδέποτέ γʼ· οὐδʼ ἢν χρῇ με πᾶν παθεῖν κακόν, |1000 ἕως ἂν ᾖ μοι γῆς τόδʼ αἰπεινὸν βάθρον. |1001 τί δʼ ἐργασείεις; |1001a κρᾶτʼ ἐμὸν τόδʼ αὐτίκα |1002 πέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών. |1003 ξυλλάβετον αὐτόν· μὴ ʼπὶ τῷδʼ ἔστω τάδε. |1004 ὦ χεῖρες, οἷα πάσχετʼ ἐν χρείᾳ φίλης |1005 νευρᾶς, ὑπʼ ἀνδρὸς τοῦδε συνθηρώμεναι. |1006 ὦ μηδὲν ὑγιὲς μηδʼ ἐλεύθερον φρονῶν, |1007 οἷʼ αὖ μʼ ὑπῆλθες, ὥς μʼ ἐθηράσω, λαβὼν |1008 πρόβλημα σαυτοῦ παῖδα τόνδʼ ἀγνῶτʼ ἐμοί, |1009 ἀνάξιον μὲν σοῦ, κατάξιον δʼ ἐμοῦ, |1010 ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν, |1011 δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρων |1012 οἷς τʼ αὐτὸς ἐξήμαρτεν οἷς τʼ ἐγὼ ʼπαθον. |1013 ἀλλʼ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσʼ ἀεὶ |1014 ψυχή νιν ἀφυῆ τʼ ὄντα κοὐ θέλονθʼ ὅμως |1015 εὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν. |1016 καὶ νῦν ἔμʼ, ὦ δύστηνε, συνδήσας νοεῖς |1017 ἄγειν ἀπʼ ἀκτῆς τῆσδʼ, ἐν ᾗ με προυβάλου |1018 ἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ. |1019 ὄλοιο· καί σοι πολλάκις τόδʼ ηὐξάμην. |1020 ἀλλʼ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι, |1021 σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δʼ ἀλγύνομαι |1022 τοῦτʼ αὔθʼ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας, |1023 γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέως |1024 διπλῶν στρατηγῶν, οἷς σὺ ταῦθʼ ὑπηρετεῖς. |1025 καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶς |1026 ἔπλεις ἅμʼ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον, |1027 ἑκόντα πλεύσανθʼ ἑπτὰ ναυσὶ ναυβάτην, |1028 ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ. |1029 καὶ νῦν τί μʼ ἄγετε; τί μʼ ἀπάγεσθε; τοῦ χάριν; |1030 ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι. |1031 πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοι |1032 χωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦ |1033 πλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι; |1034 αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ. |1035 κακῶς ὄλοισθʼ· ὀλεῖσθε δʼ ἠδικηκότες |1036 τὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει. |1037 ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλον |1038 ἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου, |1039 εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ. |1040 ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι, |1041 τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲ |1042 ξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε· |1043 ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δʼ ἴδοιμʼ ὀλωλότας |1044 τούτους, δοκοῖμʼ ἂν τῆς νόσου πεφευγέναι. |1045 βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιν |1046 τήνδʼ εἶπʼ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς. |1047 πόλλʼ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδʼ ἔπη, |1048 εἴ μοι παρείκοι· νῦν δʼ ἑνὸς κρατῶ λόγου. |1049 οὗ γὰρ τοιούτων δεῖ, τοιοῦτός εἰμʼ ἐγώ· |1050 χὤπου δικαίων κἀγαθῶν ἀνδρῶν κρίσις, |1051 οὐκ ἂν λάβοις μου μᾶλλον οὐδένʼ εὐσεβῆ. |1052 νικᾶν γε μέντοι πανταχοῦ χρῄζων ἔφυν, |1053 πλὴν εἰς σέ· νῦν δὲ σοί γʼ ἑκὼν ἐκστήσομαι. |1054 ἄφετε γὰρ αὐτὸν μηδὲ προσψαύσητʼ ἔτι· |1055 ἐᾶτε μίμνειν. οὐδὲ σοῦ προσχρῄζομεν, |1056 τά γʼ ὅπλʼ ἔχοντες ταῦτʼ, ἐπεὶ πάρεστι μὲν |1057 Τεῦκρος παρʼ ἡμῖν, τήνδʼ ἐπιστήμην ἔχων, |1058 ἐγώ θʼ, ὃς οἶμαι σοῦ κάκιον οὐδὲν ἂν |1059 τούτων κρατύνειν, μηδʼ ἐπιθύνειν χερί. |1060 τί δῆτα σοῦ δεῖ; χαῖρε τὴν Λῆμνον πατῶν· |1061 ἡμεῖς δʼ ἴωμεν, καὶ τάχʼ ἂν τὸ σὸν γέρας |1062 τιμὴν ἐμοὶ νείμειεν, ἣν σὲ χρῆν ἔχειν. |1063 οἴμοι· τί δράσω δύσμορος; σὺ τοῖς ἐμοῖς |1064 ὅπλοισι κοσμηθεὶς ἐν Ἀργείοις φανεῖ; |1065 μή μʼ ἀντιφώνει μηδέν, ὡς στείχοντα δή. |1066 ὦ σπέρμʼ Ἀχιλλέως, οὐδὲ σοῦ φωνῆς ἔτι |1067 γενήσομαι προσφθεγκτός, ἀλλʼ οὕτως ἄπει; |1068 χώρει σύ· μὴ πρόσλευσσε, γενναῖός περ ὤν, |1069 ἡμῶν ὅπως μὴ τὴν τύχην διαφθερεῖς. |1070 ἦ καὶ πρὸς ὑμῶν ὧδʼ ἔρημος, ὦ ξένοι, |1071 λειφθήσομαι δὴ κοὐκ ἐποικτερεῖτέ με; |1072 ὅδʼ ἐστὶν ἡμῶν ναυκράτωρ ὁ παῖς· ὅσʼ ἂν |1073 οὗτος λέγῃ σοι, ταῦτά σοι χἠμεῖς φαμέν. |1074 ἀκούσομαι μὲν ὡς ἔφυν οἴκτου πλέως |1075 πρὸς τοῦδʼ· ὅμως δὲ μείνατʼ, εἰ τούτῳ δοκεῖ, |1076 χρόνον τοσοῦτον, εἰς ὅσον τά τʼ ἐκ νεὼς |1077 στείλωσι ναῦται καὶ θεοῖς εὐξώμεθα. |1078 χοὖτος τάχʼ ἂν φρόνησιν ἐν τούτῳ λάβοι |1079 λῴω τινʼ ἡμῖν. νὼ μὲν οὖν ὁρμώμεθον, |1080 ὑμεῖς δʼ, ὅταν καλῶμεν, ὁρμᾶσθαι ταχεῖς. [choral] [strophe 1] |1081 ὦ κοίλας πέτρας γύαλον |1082 θερμὸν καὶ παγετῶδες, ὥς σʼ οὐκ ἔμελλον ἄρʼ, ὦ τάλας, |1083 λείψειν οὐδέποτʼ, ἀλλά μοι καὶ θνῄσκοντι συνείσει. |1086 ὤμοι μοί μοι. |1087 ὦ πληρέστατον αὔλιον |1088 λύπας τᾶς ἀπʼ ἐμοῦ τάλαν, |1089 τίπτʼ αὖ μοι τὸ κατʼ ἆμαρ |1090 ἔσται; τοῦ ποτε τεύξομαι |1091 σιτονόμου μέλεος πόθεν ἐλπίδος; |1092 πέλειαι δʼ ἄνω |1093 πτωκάδες ὀξυτόνου διὰ πνεύματος |1094 ἐλῶσιν· οὐκέτʼ ἴσχω. |1095 σύ τοι σύ τοι κατηξίωσας, |1096 ὦ βαρύποτμε, κοὐκ |1097 ἄλλοθεν ἔχει τύχᾳ τᾷδʼ ἀπὸ μείζονος, |1098 εὖτέ γε παρὸν φρονῆσαι |1100 τοῦ λῴονος δαίμονος εἵλου τὸ κάκιον αἰνεῖν. [antistrophe 1] |1101 ὦ τλάμων τλάμων ἄρʼ ἐγὼ |1102 καὶ μόχθῳ λωβατός, ὃς ἤδη μετʼ οὐδενὸς ὕστερον |1103 ἀνδρῶν εἰσοπίσω τάλας ναίων ἐνθάδʼ ὀλοῦμαι, |1106 αἰαῖ αἰαῖ, |1107 οὐ φορβὰν ἔτι προσφέρων, |1108 οὐ πτανῶν ἀπʼ ἐμῶν ὅπλων |1110 κραταιαῖς μετὰ χερσὶν |1111 ἴσχων· ἀλλά μοι ἄσκοπα |1112 κρυπτά τʼ ἔπη δολερᾶς ὑπέδυ φρενός· |1113 ἰδοίμαν δέ νιν, |1114 τὸν τάδε μησάμενον, τὸν ἴσον χρόνον |1115 ἐμὰς λαχόντʼ ἀνίας. |1116 πότμος, πότμος σε δαιμόνων τάδʼ, |1117 οὐδὲ σέ γε δόλος, |1118 ἔσχεν ὑπὸ χειρὸς ἀμᾶς. στυγερὰν ἔχε |1120 δύσποτμον ἀρὰν ἐπʼ ἄλλοις. |1121 καὶ γὰρ ἐμοὶ τοῦτο μέλει, μὴ φιλότητʼ ἀπώσῃ. [strophe 2] |1123 οἴμοι μοι, καί που πολιᾶς |1124 πόντου θινὸς ἐφήμενος |1125 ἐγγελᾷ, χερὶ πάλλων |1126 τὰν ἐμὰν μελέου τροφάν, |1127 τὰν οὐδείς ποτʼ ἐβάστασεν. |1128 ὦ τόξον φίλον, ὦ φίλων |1129 χειρῶν ἐκβεβιασμένον, |1130 ἦ που ἐλεινὸν ὁρᾷς, φρένας εἴ τινας |1131 ἔχεις, τὸν Ἡράκλειον |1132 ἄρθμιον ὧδέ σοι |1133 οὐκέτι χρησόμενον τὸ μεθύστερον, |1134 ἄλλου δʼ ἐν μεταλλαγᾷ |1135 πολυμηχάνου ἀνδρὸς ἐρέσσει, |1136 ὁρῶν μὲν αἰσχρὰς ἀπάτας, στυγνὸν δὲ φῶτʼ ἐχθοδοπόν, |1137 μυρίʼ, ἀπʼ αἰσχρῶν ἀνατέλλονθʼ, ὃς ἐφʼ ἡμῖν κάκʼ ἐμήσατʼ, ὦ Ζεῦ. |1140 ἀνδρός τοι τὰ μὲν ἔνδικʼ αἰὲν εἰπεῖν, |1141 εἰπόντος δὲ μὴ φθονερὰν |1142 ἐξῶσαι γλώσσας ὀδύναν. |1143 κεῖνος δʼ εἷς ἀπὸ πολλῶν |1144 ταχθεὶς τῶνδʼ ἐφημοσύνᾳ |1145 κοινὰν ἤνυσεν ἐς φίλους ἀρωγάν. [antistrophe 2] |1146 ὦ πταναὶ θῆραι χαροπῶν τʼ |1147 ἔθνη θηρῶν, οὓς ὅδʼ ἔχει |1148 χῶρος οὐρεσιβώτας, |1149 μηκέτʼ ἀπʼ αὐλίων φυγᾷ |1150 πηδᾶτʼ· οὐ γὰρ ἔχω χεροῖν |1151 τὰν πρόσθεν βελέων ἀλκάν, |1152 ὦ δύστανος ἐγὼ τανῦν, |1153 ἀλλʼ ἀνέδην, ὁ δὲ χῶρος ἄρʼ οὐκέτι |1154 φοβητὸς οὐκέθʼ ὑμῖν, |1155 ἕρπετε· νῦν καλὸν |1156 ἀντίφονον κορέσαι στόμα πρὸς χάριν |1157 ἐμᾶς σαρκὸς αἰόλας· |1158 ἀπὸ γὰρ βίον αὐτίκα λείψω. |1160 πόθεν γὰρ ἔσται βιοτά; τίς ὧδʼ ἐν αὔραις τρέφεται, |1161 μηκέτι μηδενὸς κρατύνων ὅσα πέμπει βιόδωρος αἶα; |1162 πρὸς θεῶν, εἴ τι σέβει ξένον, πέλασσον, |1163 εὐνοίᾳ πάσᾳ πελάταν· |1165 ἀλλὰ γνῶθʼ, εὖ γνῶθʼ ἐπὶ σοὶ |1166 κῆρα τάνδʼ ἀποφεύγειν. |1167 οἰκτρὰ γὰρ βόσκειν, ἀδαὴς δʼ |1168 ἔχειν μυρίον ἄχθος, ὃ ξυνοικεῖ. [epode] |1170 πάλιν πάλιν παλαιὸν ἄλγημʼ ὑπέμνασας, ὦ |1171 λῷστε τῶν πρὶν ἐντόπων. |1172 τί μʼ ὤλεσας; τί μʼ εἴργασαι; |1173 τί τοῦτʼ ἔλεξας; |1174 εἰ σὺ τὰν ἐμοὶ στυγερὰν |1175 Τρῳάδα γᾶν μʼ ἤλπισας ἄξειν. |1176 τόδε γὰρ νοῶ κράτιστον. |1177 ἀπό νύν με λείπετʼ ἤδη. |1178 φίλα μοι, φίλα ταῦτα παρήγγειλας ἑκόντι τε πράσσειν. |1179 ἴωμεν ἴωμεν |1180 ναὸς ἵνʼ ἡμῖν τέτακται. |1181 μή, πρὸς ἀραίου Διός, ἔλθῃς, ἱκετεύω. |1182 μετρίαζʼ. |1183 ὦ ξένοι, μείνατε, πρὸς θεῶν. |1184 τί θροεῖς; |1185 αἰαῖ αἰαῖ, δαίμων δαίμων· |1186 ἀπόλωλʼ ὁ τάλας· |1187 ὦ ποὺς πούς, τί σʼ ἔτʼ ἐν βίῳ |1188 τεύξω τῷ μετόπιν τάλας; |1190 ὦ ξένοι, ἔλθετʼ ἐπήλυδες αὖθις. |1191 τί ῥέξοντες ἀλλοκότῳ |1192 γνώμᾳ τῶν πάρος, ὧν προύφαινες; |1193 οὔτοι νεμεσητόν, |1194 ἀλύοντα χειμερίῳ |1195 λύπᾳ καὶ παρὰ νοῦν θροεῖν. |1196 βᾶθί νυν, ὦ τάλαν, ὥς σε κελεύομεν. |1197 οὐδέποτʼ οὐδέποτʼ, ἴσθι τόδʼ ἔμπεδον, |1198 οὐδʼ εἰ πυρφόρος ἀστεροπητὴς |1199 βροντᾶς αὐγαῖς μʼ εἶσι φλογίζων. |1200 ἐρρέτω Ἴλιον οἵ θʼ ὑπʼ ἐκείνῳ |1201 πάντες ὅσοι τόδʼ ἔτλασαν ἐμοῦ ποδὸς ἄρθρον ἀπῶσαι. |1202 ἀλλʼ, ὦ ξένοι, ἕν γέ μοι εὖχος ὀρέξατε. |1203 ποῖον ἐρεῖς τόδʼ ἔπος; |1203a ξίφος, εἴ ποθεν, |1204 ἢ γένυν ἢ βελέων τι προπέμψατε. |1205 ὡς τίνα δὴ ῥέξῃς παλάμαν ποτέ; |1206 χρῶτʼ ἀπὸ πάντα καὶ ἄρθρα τέμω χερί· |1207 φονᾷ φονᾷ νόος ἤδη. |1208 τί ποτε; |1209 πατέρα ματεύων. |1210 ποῖ γᾶς; |1210a ἐς Ἅιδου· |1211 οὐ γάρ ἐστʼ ἐν φάει γʼ ἔτι. |1212 ὦ πόλις, ὦ πατρία, |1213 πῶς ἂν εἰσίδοιμʼ ἄθλιός σʼ ἀνήρ, |1214 ὅς γε σὰν λιπὼν ἱερὰν |1215 λιβάδʼ ἐχθροῖς ἔβαν Δαναοῖς |1216 ἀρωγός· ἔτʼ οὐδέν εἰμι. [episode] |1217 ἐγὼ μὲν ἤδη καὶ πάλαι νεὼς ὁμοῦ |1218 στείχων ἂν ἦ σοι τῆς ἐμῆς, εἰ μὴ πέλας |1219 Ὀδυσσέα στείχοντα τόν τʼ Ἀχιλλέως |1220 γόνον πρὸς ἡμᾶς δεῦρʼ ἰόντʼ ἐλεύσσομεν. |1221 οὐκ ἂν φράσειας ἥντινʼ αὖ παλίντροπος |1222 κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς; |1223 λύσων ὅσʼ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ. |1224 δεινόν γε φωνεῖς· ἡ δʼ ἁμαρτία τίς ἦν; |1225 ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ |1226 ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον; |1227 ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών. |1228 τὸν ποῖον; ὤμοι· μῶν τι βουλεύει νέον; |1230 νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ, |1231 τί χρῆμα δράσεις; ὥς μʼ ὑπῆλθέ τις φόβος. |1232 παρʼ οὗπερ ἔλαβον τάδε τὰ τόξʼ, αὖθις πάλιν |1233 ὦ Ζεῦ, τί λέξεις; οὔ τί που δοῦναι νοεῖς; |1234 αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω. |1235 πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε; |1236 εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν. |1237 τί φής, Ἀχιλλέως παῖ; τίνʼ εἴρηκας λόγον; |1238 δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μʼ ἔπη; |1239 ἀρχὴν κλύειν ἂν οὐδʼ ἅπαξ ἐβουλόμην. |1240 εὖ νῦν ἐπίστω πάντʼ ἀκηκοὼς λόγον. |1241 ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν. |1242 τί φής; τίς ἔσται μʼ οὑπικωλύσων τάδε; |1243 ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ. |1244 σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν. |1245 σὺ δʼ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά. |1246 ἀλλʼ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε. |1247 καὶ πῶς δίκαιον, ἅ γʼ ἔλαβες βουλαῖς ἐμαῖς, πάλιν μεθεῖναι ταῦτα; |1248 τὴν ἁμαρτίαν |1249 αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι. |1250 στρατὸν δʼ Ἀχαιῶν οὐ φοβεῖ, πράσσων τάδε; |1251 ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον. |1251a ξὺν τῷ δικαίῳ χεὶρ ἐμή σʼ ἀναγκάσει. |1252 ἀλλʼ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν. |1253 οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα. |1254 ἴτω τὸ μέλλον. |1254a χεῖρα δεξιὰν ὁρᾷς |1255 κώπης ἐπιψαύουσαν; |1255a ἀλλὰ κἀμέ τοι |1256 ταὐτὸν τόδʼ ὄψει δρῶντα κοὐ μέλλοντʼ ἔτι. |1257 καίτοι σʼ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ |1258 λέξω τάδʼ ἐλθών, ὅς σε τιμωρήσεται. |1259 ἐσωφρόνησας· κἂν τὰ λοίφʼ οὕτω φρονῇς, |1260 ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα. |1261 σὺ δʼ, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω, |1262 ἔξελθʼ, ἀμείψας τάσδε πετρήρεις στέγας. |1263 τίς αὖ παρʼ ἄντροις θόρυβος ἵσταται βοῆς; |1264 τί μʼ ἐκκαλεῖσθε; τοῦ κεχρημένοι, ξένοι; |1265 ὤμοι· κακὸν τὸ χρῆμα. μῶν τί μοι νέα |1266 πάρεστε πρὸς κακοῖσι πέμποντες κακά; |1267 θάρσει· λόγους δʼ ἄκουσον οὓς ἥκω φέρων. |1268 δέδοικʼ ἔγωγε· καὶ τὰ πρὶν γὰρ ἐκ λόγων |1269 καλῶν κακῶς ἔπραξα, σοῖς πεισθεὶς λόγοις. |1270 οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν; |1271 τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου |1272 τὰ τόξʼ ἔκλεπτες, πιστός, ἀτηρὸς λάθρᾳ. |1273 ἀλλʼ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν, |1274 πότερα δέδοκταί σοι μένοντι καρτερεῖν |1275 ἢ πλεῖν μεθʼ ἡμῶν; |1275a παῦε, μὴ λέξῃς πέρα· |1276 μάτην γὰρ ἃν εἴπῃς γε πάντʼ εἰρήσεται. |1277 οὕτω δέδοκται; |1277a καὶ πέρα γʼ ἴσθʼ ἢ λέγω. |1278 ἀλλʼ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις |1279 ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων |1280 κυρῶ, πέπαυμαι. |1280a πάντα γὰρ φράσεις μάτην. |1281 οὐ γάρ ποτʼ εὔνουν τὴν ἐμὴν κτήσει φρένα, |1282 ὅστις γʼ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν |1283 ἀπεστέρηκας, κᾆτα νουθετεῖς ἐμὲ |1284 ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς. |1285 ὄλοισθʼ, Ἀτρεῖδαι μὲν μάλιστʼ, ἔπειτα δὲ ὁ Λαρτίου παῖς καὶ σύ. |1286 μὴ ʼπεύξῃ πέρα· |1287 δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε. |1288 πῶς εἶπας; ἆρα δεύτερον δολούμεθα; |1289 ἀπώμοσʼ ἁγνὸν Ζηνὸς ὑψίστου σέβας. |1290 ὦ φίλτατʼ εἰπών, εἰ λέγεις ἐτήτυμα. |1291 τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν |1292 πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων. |1293 ἐγὼ δʼ ἀπαυδῶ γʼ, ᾧ θεοὶ ξυνίστορες, |1294 ὑπέρ τʼ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ. |1295 τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως, |1296 ἐπῃσθόμην; |1296a σάφʼ ἴσθι· καὶ πέλας γʼ ὁρᾷς, |1297 ὅς σʼ ἐς τὰ Τροίας πεδίʼ ἀποστελῶ βίᾳ, |1298 ἐάν τʼ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ· |1299 ἀλλʼ οὔ τι χαίρων, ἢν τόδʼ ὀρθωθῇ βέλος. |1300 ἆ, μηδαμῶς, μή, πρὸς θεῶν, μεθῇς βέλος. |1301 μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον. |1302 οὐκ ἂν μεθείην. |1302a φεῦ· τί μʼ ἄνδρα πολέμιον |1303 ἐχθρόν τʼ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς; |1304 ἀλλʼ οὔτʼ ἐμοὶ τοῦτʼ ἐστὶν οὔτε σοὶ καλόν. |1305 ἀλλʼ οὖν τοσοῦτόν γʼ ἴσθι, τοὺς πρώτους στρατοῦ, |1306 τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς |1307 ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς. |1308 εἶεν· τὰ μὲν δὴ τόξʼ ἔχεις, κοὐκ ἔσθʼ ὅτου |1309 ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ. |1310 ξύμφημι· τὴν φύσιν δʼ ἔδειξας, ὦ τέκνον, |1311 ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός, |1312 ἀλλʼ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτʼ ἦν |1313 ἤκουʼ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων. |1314 ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε |1315 αὐτόν τʼ ἔμʼ· ὧν δέ σου τυχεῖν ἐφίεμαι, |1316 ἄκουσον. ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν |1317 τύχας δοθείσας ἔστʼ ἀναγκαῖον φέρειν· |1318 ὅσοι δʼ ἑκουσίοισιν ἔγκεινται βλάβαις, |1319 ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν |1320 δίκαιόν ἐστιν οὔτʼ ἐποικτίρειν τινά. |1321 σὺ δʼ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχει, |1322 ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων, |1323 στυγεῖς, πολέμιον δυσμενῆ θʼ ἡγούμενος. |1324 ὅμως δὲ λέξω· Ζῆνα δʼ ὅρκιον καλῶ· |1325 καὶ ταῦτʼ ἐπίστω καὶ γράφου φρενῶν ἔσω. |1326 σὺ γὰρ νοσεῖς τόδʼ ἄλγος ἐκ θείας τύχης, |1327 Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ |1328 σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις· |1329 καὶ παῦλαν ἴσθι τῆσδε μή ποτʼ ἂν τυχεῖν |1330 νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος |1331 ταύτῃ μὲν αἴρῃ, τῇδε δʼ αὖ δύνῃ πάλιν, |1332 πρὶν ἂν τὰ Τροίας πεδίʼ ἑκὼν αὐτὸς μόλῃς, |1333 καὶ τοῖν παρʼ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν |1334 νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα |1335 ξὺν τοῖσδε τόξοις ξύν τʼ ἐμοὶ πέρσας φανῇς. |1336 ὡς δʼ οἶδα ταῦτα τῇδʼ ἔχοντʼ ἐγὼ φράσω. |1337 ἀνὴρ γὰρ ἡμῖν ἐστιν ἐκ Τροίας ἁλούς, |1338 Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς |1339 ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδʼ ἔτι |1340 ὡς ἔστʼ ἀνάγκη τοῦ παρεστῶτος θέρους |1341 Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσʼ ἑκὼν |1342 κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων. |1343 ταῦτʼ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων. |1344 καλὴ γὰρ ἡ ʼπίκτησις, Ἑλλήνων ἕνα |1345 κριθέντʼ ἄριστον τοῦτο μὲν παιωνίας |1346 ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον |1347 Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν. |1348 ὦ στυγνὸς αἰών, τί με, τί δῆτʼ ἔχεις ἄνω |1349 βλέποντα κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν; |1350 οἴμοι, τί δράσω; πῶς ἀπιστήσω λόγοις |1351 τοῖς τοῦδʼ, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν; |1352 ἀλλʼ εἰκάθω δῆτʼ; εἶτα πῶς ὁ δύσμορος |1353 εἰς φῶς τάδʼ ἔρξας εἶμι; τῷ προσήγορος; |1354 πῶς, ὦ τὰ πάντʼ ἰδόντες ἀμφʼ ἐμοὶ κύκλοι, |1355 ταῦτʼ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως |1356 ἐμὲ ξυνόντα παισίν, οἵ μʼ ἀπώλεσαν; |1357 πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου; |1358 οὐ γάρ με τἄλγος τῶν παρελθόντων δάκνει, |1359 ἀλλʼ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι |1360 δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν |1361 μήτηρ γένηται, τἄλλα παιδεύει κακούς. |1362 καὶ σοῦ δʼ ἔγωγε θαυμάσας ἔχω τόδε. |1363 χρῆν γάρ σε μήτʼ αὐτόν ποτʼ ἐς Τροίαν μολεῖν |1364 ἡμᾶς τʼ ἀπείργειν, οἵ γέ σου καθύβρισαν, |1365 πατρὸς γέρας συλῶντες, εἶτα τοῖσδε σὺ |1366 εἶ ξυμμαχήσων, κἄμʼ ἀναγκάζεις τόδε; |1367 μὴ δῆτα, τέκνον· ἀλλʼ ἅ μοι ξυνώμοσας, |1368 πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων |1369 ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς. |1370 χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσει χάριν, |1371 διπλῆν δὲ πατρός, κοὐ κακοὺς ἐπωφελῶν |1372 δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι. |1373 λέγεις μὲν εἰκότʼ, ἀλλʼ ὅμως σε βούλομαι |1374 θεοῖς τε πιστεύσαντα τοῖς τʼ ἐμοῖς λόγοις |1375 φίλου μετʼ ἀνδρὸς τοῦδε τῆσδʼ ἐκπλεῖν χθονός. |1376 ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως |1377 ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί; |1378 πρὸς τοὺς μὲν οὖν σε τήνδε τʼ ἔμπυον βάσιν |1379 παύσοντας ἄλγους κἀποσώσοντας νόσου. |1380 ὦ δεινὸν αἶνον αἰνέσας, τί φής ποτε; |1381 ἃ σοί τε κἀμοὶ λῷσθʼ ὁρῶ τελούμενα. |1382 καὶ ταῦτα λέξας οὐ καταισχύνει θεούς; |1383 πῶς γάρ τις αἰσχύνοιτʼ ἂν ὠφελῶν φίλους· |1384 λέγεις δʼ Ἀτρείδαις ὄφελος ἢ ʼπʼ ἐμοὶ τόδε; |1385 σοί που, φίλος γʼ ὤν, χὠ λόγος τοιόσδε μου. |1386 πῶς, ὅς γε τοῖς ἐχθροῖσί μʼ ἐκδοῦναι θέλεις; |1387 ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς. |1388 ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις. |1389 οὔκουν ἔγωγε· φημὶ δʼ οὔ σε μανθάνειν. |1390 ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με; |1391 ἀλλʼ ἐκβαλόντες εἰ πάλιν σώσουσʼ ὅρα. |1392 οὐδέποθʼ ἑκόντα γʼ ὥστε τὴν Τροίαν ἰδεῖν. |1393 τί δῆτʼ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γʼ ἐν λόγοις |1394 πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω; |1395 ὡς ῥᾷστʼ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ |1396 ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας. |1397 ἔα με πάσχειν ταῦθʼ ἅπερ παθεῖν με δεῖ· |1398 ἃ δʼ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών, |1399 πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον, |1400 καὶ μὴ βράδυνε μηδʼ ἐπιμνησθῇς ἔτι |1401 Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις. [trochaic] |1402 εἰ δοκεῖ, στείχωμεν. |1402a ὦ γενναῖον εἰρηκὼς ἔπος. |1403 ἀντέρειδε νῦν βάσιν σήν. |1403a εἰς ὅσον γʼ ἐγὼ σθένω. |1404 αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι; |1404a μὴ φροντίσῃς. |1405 τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν; |1405a ἐγὼ παρὼν |1406 τίνα προσωφέλησιν ἔρξεις; |1406a βέλεσι τοῖς Ἡρακλέους |1407 πῶς λέγεις; |1407a εἴρξω πελάζειν. |1407b στεῖχε προσκύσας χθόνα. [anapests] |1408 μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων |1409 ἀίῃς μύθων, παῖ Ποίαντος· |1410 φάσκειν δʼ αὐδὴν τὴν Ἡρακλέους |1411 ἀκοῇ τε κλύειν λεύσσειν τʼ ὄψιν. |1412 τὴν σὴν δʼ ἥκω χάριν οὐρανίας |1413 ἕδρας προλιπών, |1415 τὰ Διός τε φράσων βουλεύματά σοι |1416 κατερητύσων θʼ ὁδὸν ἣν στέλλει· |1417 σὺ δʼ ἐμῶν μύθων ἐπάκουσον. |1418 καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας, |1419 ὅσους πονήσας καὶ διεξελθὼν πόνους |1420 ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθʼ ὁρᾶν. |1421 καὶ σοί, σάφʼ ἴσθι, τοῦτʼ ὀφείλεται παθεῖν, |1422 ἐκ τῶν πόνων τῶνδʼ εὐκλεᾶ θέσθαι βίον. |1423 ἐλθὼν δὲ σὺν τῷδʼ ἀνδρὶ πρὸς τὸ Τρωικὸν |1424 πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς, |1425 ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος, |1426 Πάριν μέν, ὃς τῶνδʼ αἴτιος κακῶν ἔφυ, |1427 τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου, |1428 πέρσεις τε Τροίαν, σκῦλά τʼ εἰς μέλαθρα σὰ |1429 πέμψεις, ἀριστεῖʼ ἐκλαβὼν στρατεύματος, |1430 Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα. |1431 ἃ δʼ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ, |1432 τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν |1433 κόμιζε. καὶ σοὶ ταῦτʼ, Ἀχιλλέως τέκνον, |1434 παρῄνεσʼ· οὔτε γὰρ σὺ τοῦδʼ ἄτερ σθένεις |1435 ἑλεῖν τὸ Τροίας πεδίον οὔθʼ οὗτος σέθεν. |1436 ἀλλʼ ὡς λέοντε συννόμω φυλάσσετον |1437 οὗτος σὲ καὶ σὺ τόνδʼ· ἐγὼ δʼ Ἀσκληπιὸν |1438 παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον. |1439 τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν |1440 τόξοις ἁλῶναι. τοῦτο δʼ ἐννοεῖθʼ, ὅταν |1441 πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς· |1442 ὡς τἄλλα πάντα δεύτερʼ ἡγεῖται πατὴρ |1443 Ζεύς· οὐ γὰρ εὐσέβεια συνθνῄσκει βροτοῖς· |1444 κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται. |1445 ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας |1446 χρόνιός τε φανείς, |1447 οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις. |1448 κἀγὼ γνώμην ταύτῃ τίθεμαι. |1449 μή νυν χρόνιοι μέλλετε πράσσειν· |1450 καιρὸς καὶ πλοῦς |1451 ὅδʼ ἐπείγει γὰρ κατὰ πρύμνην. |1452 φέρε νυν στείχων χώραν καλέσω. |1453 χαῖρʼ, ὦ μέλαθρον ξύμφρουρον ἐμοί, |1454 νύμφαι τʼ ἔνυδροι λειμωνιάδες, |1455 καὶ κτύπος ἄρσην πόντου προβολῆς, |1456 οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη |1457 κρᾶτʼ ἐνδόμυχον πληγαῖσι νότου, |1458 πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας |1459 Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ |1460 στόνον ἀντίτυπον χειμαζομένῳ. |1461 νῦν δʼ, ὦ κρῆναι Λύκιόν τε ποτόν, |1462 λείπομεν ὑμᾶς, λείπομεν ἤδη |1463 δόξης οὔ ποτε τῆσδʼ ἐπιβάντες. |1464 χαῖρʼ, ὦ Λήμνου πέδον ἀμφίαλον, |1465 καί μʼ εὐπλοίᾳ πέμψον ἀμέμπτως, |1466 ἔνθʼ ἡ μεγάλη Μοῖρα κομίζει |1467 γνώμη τε φίλων χὠ πανδαμάτωρ |1468 δαίμων, ὃς ταῦτʼ ἐπέκρανεν. |1469 χωρῶμεν δὴ πάντες ἀολλεῖς, |1470 νύμφαις ἁλίαισιν ἐπευξάμενοι |1471 νόστου σωτῆρας ἱκέσθαι.