[edition urn:cts:greekLit:tlg0011.tlg005.perseus-grc2] [episode] |1 ὦ τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ |2 Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι |3 παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθʼ ἀεί. |4 τὸ γὰρ παλαιὸν Ἄργος οὑπόθεις τόδε, |5 τῆς οἰστροπλῆγος ἄλσος Ἰνάχου κόρης· |6 αὕτη δʼ, Ὀρέστα, τοῦ λυκοκτόνου θεοῦ |7 ἀγορὰ Λύκειος· οὑξ ἀριστερᾶς δʼ ὅδε |8 Ἥρας ὁ κλεινὸς ναός· οἷ δʼ ἱκάνομεν, |9 φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν |10 πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε, |11 ὅθεν σε πατρὸς ἐκ φονῶν ἐγώ ποτε |12 πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν |13 ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην |14 τοσόνδʼ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου. |15 νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων |16 Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον· |17 ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας |18 ἑῷα κινεῖ φθέγματʼ ὀρνίθων σαφῆ |19 μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη. |20 πρὶν οὖν τινʼ ἀνδρῶν ἐξοδοιπορεῖν στέγης, |21 ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθʼ ἐμέν, |22 ἵνʼ οὐκέτʼ ὀκνεῖν καιρός, ἀλλʼ ἔργων ἀκμή. |23 ὦ φίλτατʼ ἀνδρῶν προσπόλων, ὥς μοι σαφῆ |24 σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς. |25 ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων, |26 ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν, |27 ἀλλʼ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ |28 ἡμᾶς τʼ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει. |29 τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ |30 ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς, |31 εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον. |32 ἐγὼ γὰρ ἡνίχʼ ἱκόμην τὸ Πυθικὸν |33 μαντεῖον, ὡς μάθοιμʼ ὅτῳ τρόπῳ πατρὶ |34 δίκας ἀροίμην τῶν φονευσάντων πάρα, |35 χρῇ μοι τοιαῦθʼ ὁ Φοῖβος ὧν πεύσει τάχα· |36 ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ |37 δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς. |38 ὅτʼ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν, |39 σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ, |40 δόμων ἔσω τῶνδʼ, ἴσθι πᾶν τὸ δρώμενον, |41 ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ. |42 οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ |43 γνῶσʼ, οὐδʼ ὑποπτεύσουσιν ὧδʼ ἠνθισμένον. |44 λόγῳ δὲ χρῶ τοιῷδʼ, ὅτι ξένος μὲν εἶ |45 Φωκέως παρʼ ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ |46 μέγιστος αὐτοῖς τυγχάνει δορυξένων. |47 ἄγγελλε δʼ ὅρκον προστιθεὶς ὁθούνεκα |48 τέθνηκʼ Ὀρέστης ἐξ ἀναγκαίας τύχης, |49 ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων |50 δίφρων κυλισθείς· ὧδʼ ὁ μῦθος ἑστάτω. |51 ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο, |52 λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς |53 στέψαντες εἶτʼ ἄψορρον ἥξομεν πάλιν, |54 τύπωμα χαλκόπλευρον ἠρμένοι χεροῖν, |55 ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον, |56 ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν |57 φέρωμεν αὐτοῖς, τοὐμὸν ὡς ἔρρει δέμας |58 φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον. |59 τί γάρ με λυπεῖ τοῦθʼ, ὅταν λόγῳ θανὼν |60 ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος; |61 δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν. |62 ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς |63 λόγῳ μάτην θνῄσκοντας· εἶθʼ, ὅταν δόμους |64 ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον· |65 ὡς κἄμʼ ἐπαυχῶ τῆσδε τῆς φήμης ἄπο |66 δεδορκότʼ ἐχθροῖς ἄστρον ὣς λάμψειν ἔτι. |67 ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐγχώριοι, |68 δέξασθέ μʼ εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς, |69 σύ τʼ, ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι |70 δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος· |71 καὶ μή μʼ ἄτιμον τῆσδʼ ἀποστείλητε γῆς, |72 ἀλλʼ ἀρχέπλουτον καὶ καταστάτην δόμων. |73 εἴρηκα μέν νυν ταῦτα· σοὶ δʼ ἤδη, γέρον, |74 τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος. |75 νὼ δʼ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν |76 μέγιστος ἔργου παντός ἐστʼ ἐπιστάτης. |77 ἰώ μοί μοι δύστηνος. |78 καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς |79 ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον. |80 ἆρʼ ἐστὶν ἡ δύστηνος Ἠλέκτρα· θέλεις |81 μείνωμεν αὐτοῦ κἀπακούσωμεν γόων; |82 ἥκιστα· μηδὲν πρόσθεν ἢ τὰ Λοξίου |83 πειρώμεθʼ ἔρδειν κἀπὸ τῶνδʼ ἀρχηγετεῖν, |84 πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει |85 νίκην τʼ ἐφʼ ἡμῖν καὶ κράτος τῶν δρωμένων. [anapests] |86 ὦ φάος ἁγνὸν |87 καὶ γῆς ἰσόμοιρʼ ἀήρ, ὥς μοι |88 πολλὰς μὲν θρήνων ᾠδάς, |89 πολλὰς δʼ ἀντήρεις ᾔσθου |90 στέρνων πληγὰς αἱμασσομένων, |91 ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ· |92 τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ |93 ξυνίσασʼ εὐναὶ μογερῶν οἴκων, |94 ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ |95 πατέρʼ, ὃν κατὰ μὲν βάρβαρον αἶαν |96 φοίνιος Ἄρης οὐκ ἐξένισεν, |97 μήτηρ δʼ ἡμὴ χὠ κοινολεχὴς |98 Αἴγισθος ὅπως δρῦν ὑλοτόμοι |99 σχίζουσι κάρα φονίῳ πελέκει, |100 κοὐδεὶς τούτων οἶκτος ἀπʼ ἄλλης |101 ἢ ʼμοῦ φέρεται, σοῦ, πάτερ, οὕτως |102 αἰκῶς οἰκτρῶς τε θανόντος. |103 ἀλλʼ οὐ μὲν δὴ |104 λήξω θρήνων στυγερῶν τε γόων, |105 ἔστʼ ἂν παμφεγγεῖς ἄστρων |106 ῥιπάς, λεύσσω δὲ τόδʼ ἦμαρ, |107 μὴ οὐ τεκνολέτειρʼ ὥς τις ἀηδὼν |108 ἐπὶ κωκυτῷ τῶνδε πατρῴων |109 πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν. |110 ὦ δῶμʼ Ἀΐδου καὶ Περσεφόνης, |111 ὦ χθόνιʼ Ἑρμῆ καὶ πότνιʼ Ἀρὰ |112 σεμναί τε θεῶν παῖδες Ἐρινύες, |113 αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθʼ, |114 αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους, |115 ἔλθετʼ, ἀρήξατε, τίσασθε πατρὸς |116 φόνον ἡμετέρου, |117 καί μοι τὸν ἐμὸν πέμψατʼ ἀδελφόν· |118 μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ |120 λύπης ἀντίρροπον ἄχθος. [choral] [strophe 1] |121 ὦ παῖ, παῖ δυστανοτάτας |122 Ἠλέκτρα ματρός, τίνʼ ἀεὶ |123 τάκεις ὧδʼ ἀκόρεστον οἰμωγὰν |124 τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα |125 ματρὸς ἁλόντʼ ἀπάταις Ἀγαμέμνονα |126 κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν |127 ὄλοιτʼ, εἴ μοι θέμις τάδʼ αὐδᾶν. |128 ὦ γενέθλα γενναίων, |130 ἥκετʼ ἐμῶν καμάτων παραμύθιον. |131 οἶδά τε καὶ ξυνίημι τάδʼ, οὔ τί με |132 φυγγάνει, οὐδʼ ἐθέλω προλιπεῖν τόδε, |133 μὴ οὐ τὸν ἐμὸν στενάχειν πατέρʼ ἄθλιον. |134 ἀλλʼ ὦ παντοίας φιλότητος ἀμειβόμεναι χάριν, |135 ἐᾶτέ μʼ ὧδʼ ἀλύειν, |136 αἰαῖ, ἱκνοῦμαι. [antistrophe 1] |137 ἀλλʼ οὔτοι τόν γʼ ἐξ Ἀΐδα |138 παγκοίνου λίμνας πατέρʼ ἀν- |139 στάσεις οὔτε γόοισιν οὔτʼ εὐχαῖς. |140 ἀλλʼ ἀπὸ τῶν μετρίων ἐπʼ ἀμήχανον |141 ἄλγος ἀεὶ στενάχουσα διόλλυσαι, |142 ἐν οἷς ἀνάλυσίς ἐστιν οὐδεμία κακῶν. |143 τί μοι τῶν δυσφόρων ἐφίει; |144 νήπιος ὃς τῶν οἰκτρῶς |145 οἰχομένων γονέων ἐπιλάθεται. |146 ἀλλʼ ἐμέ γʼ ἁ στονόεσσʼ ἄραρεν φρένας, |147 ἃ Ἴτυν, αἰὲν Ἴτυν ὀλοφύρεται, |148 ὄρνις ἀτυζομένα, Διὸς ἄγγελος. |150 ἰὼ παντλάμων Νιόβα, σὲ δʼ ἔγωγε νέμω θεόν, |151 ἅτʼ ἐν τάφῳ πετραίῳ |152 αἰεὶ δακρύεις. [strophe 2] |153 οὔτοι σοὶ μούνᾳ, τέκνον, |155 ἄχος ἐφάνη βροτῶν, |156 πρὸς ὅ τι σὺ τῶν ἔνδον εἶ περισσά, |157 οἷς ὁμόθεν εἶ καὶ γονᾷ ξύναιμος, |158 οἵα Χρυσόθεμις ζώει καὶ Ἰφιάνασσα, |159 κρυπτᾷ τʼ ἀχέων ἐν ἥβᾳ, |160 ὄλβιος, ὃν ἁ κλεινὰ |161 γᾶ ποτε Μυκηναίων |162 δέξεται εὐπατρίδαν, Διὸς εὔφρονι |163 βήματι μολόντα τάνδε γᾶν Ὀρέσταν. |164 ὅν γʼ ἐγὼ ἀκάματα προσμένουσʼ, ἄτεκνος, |165 τάλαινʼ, ἀνύμφευτος αἰὲν οἰχνῶ, |166 δάκρυσι μυδαλέα, τὸν ἀνήνυτον |167 οἶτον ἔχουσα κακῶν· ὁ δὲ λάθεται |168 ὧν τʼ ἔπαθʼ ὧν τʼ ἐδάη. τί γὰρ οὐκ ἐμοὶ |170 ἔρχεται ἀγγελίας ἀπατώμενον; |171 ἀεὶ μὲν γὰρ ποθεῖ, |172 ποθῶν δʼ οὐκ ἀξιοῖ φανῆναι. [antistrophe 2] |173 θάρσει μοι, θάρσει, τέκνον. |175 ἔτι μέγας οὐρανῷ |176 Ζεύς, ὃς ἐφορᾷ πάντα καὶ κρατύνει· |177 ᾧ τὸν ὑπεραλγῆ χόλον νέμουσα |178 μήθʼ οἷς ἐχθαίρεις ὑπεράχθεο μήτʼ ἐπιλάθου· |179 χρόνος γὰρ εὐμαρὴς θεός. |180 οὔτε γὰρ ὁ τὰν Κρῖσαν |181 βούνομον ἔχων ἀκτὰν |182 παῖς Ἀγαμεμνονίδας ἀπερίτροπος |183 οὔθʼ ὁ παρὰ τὸν Ἀχέροντα θεὸς ἀνάσσων. |185 ἀλλʼ ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη |186 βίοτος ἀνέλπιστος, οὐδʼ ἔτʼ ἀρκῶ· |187 ἅτις ἄνευ τεκέων κατατάκομαι, |188 ἇς φίλος οὔτις ἀνὴρ ὑπερίσταται, |189 ἀλλʼ ἁπερεί τις ἔποικος ἀναξία |190 οἰκονομῶ θαλάμους πατρός, ὧδε μὲν |191 ἀεικεῖ σὺν στολᾷ, |192 κεναῖς δʼ ἀμφίσταμαι τραπέζαις. [strophe 3] |193 οἰκτρὰ μὲν νόστοις αὐδά, |194 οἰκτρὰ δʼ ἐν κοίταις πατρῴαις |195 ὅτε οἱ παγχάλκων ἀνταία |196 γενύων ὡρμάθη πλαγά. |197 δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας, |198 δεινὰν δεινῶς προφυτεύσαντες |199 μορφάν, εἴτʼ οὖν θεὸς εἴτε βροτῶν |200 ἦν ὁ ταῦτα πράσσων. |201 ὦ πασᾶν κείνα πλέον ἁμέρα |202 ἐλθοῦσʼ ἐχθίστα δή μοι· |203 ὦ νύξ, ὦ δείπνων ἀρρήτων |204 ἔκπαγλʼ ἄχθη, |205 τοὺς ἐμὸς ἴδε πατὴρ |206 θανάτους αἰκεῖς διδύμαιν χειροῖν, |207 αἳ τὸν ἐμὸν εἷλον βίον πρόδοτον, αἵ μʼ ἀπώλεσαν· |208 οἷς θεὸς ὁ μέγας Ὀλύμπιος |210 ποίνιμα πάθεα παθεῖν πόροι, |211 μηδέ ποτʼ ἀγλαΐας ἀποναίατο |212 τοιάδʼ ἀνύσαντες ἔργα. [antistrophe 3] |213 φράζου μὴ πόρσω φωνεῖν. |214 οὐ γνώμαν ἴσχεις ἐξ οἵων |215 τὰ παρόντʼ οἰκείας εἰς ἄτας |216 ἐμπίπτεις οὕτως αἰκῶς; |217 πολὺ γάρ τι κακῶν ὑπερεκτήσω, |218 σᾷ δυσθύμῳ τίκτουσʼ ἀεὶ |219 ψυχᾷ πολέμους· τὰ δὲ τοῖς δυνατοῖς |220 οὐκ ἐριστὰ πλάθειν. |221 δεινοῖς ἠναγκάσθην, δεινοῖς· |222 ἔξοιδʼ, οὐ λάθει μʼ ὀργά. |223 ἀλλʼ ἐν γὰρ δεινοῖς οὐ σχήσω |224 ταύτας ἄτας, |225 ὄφρα με βίος ἔχῃ. |226 τίνι γάρ ποτʼ ἄν, ὦ φιλία γενέθλα, |227 πρόσφορον ἀκούσαιμʼ ἔπος, τίνι φρονοῦντι καίρια; |228 ἄνετέ μʼ ἄνετε, παράγοροι· |229 τάδε γὰρ ἄλυτα κεκλήσεται, |230 οὐδέ ποτʼ ἐκ καμάτων ἀποπαύσομαι |231 ἀνάριθμος ὧδε θρήνων. [epode] |232 ἀλλʼ οὖν εὐνοίᾳ γʼ αὐδῶ, |233 μάτηρ ὡσεί τις πιστά, |235 μὴ τίκτειν σʼ ἄταν ἄταις. |236 καὶ τί μέτρον κακότατος ἔφυ; φέρε, |237 πῶς ἐπὶ τοῖς φθιμένοις ἀμελεῖν καλόν; |238 ἐν τίνι τοῦτʼ ἔβλαστʼ ἀνθρώπων; |239 μήτʼ εἴην ἔντιμος τούτοις |240 μήτʼ, εἴ τῳ πρόσκειμαι χρηστῷ, |241 ξυνναίοιμʼ εὔκηλος, γονέων |242 ἐκτίμους ἴσχουσα πτέρυγας |243 ὀξυτόνων γόων. |245 εἰ γὰρ ὁ μὲν θανὼν γᾶ τε καὶ οὐδὲν ὢν |246 κείσεται τάλας, |247 οἱ δὲ μὴ πάλιν |248 δώσουσʼ ἀντιφόνους δίκας, |249 ἔρροι τʼ ἂν αἰδὼς |250 ἁπάντων τʼ εὐσέβεια θνατῶν. [episode] |251 ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα |252 καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς |253 λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα. |254 αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ |255 πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν. |256 ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν, |257 σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή, |258 πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν; |259 ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ |260 θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ· |261 ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο, |262 ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν |263 ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς |264 ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι |265 λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει. |266 ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν, |267 ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω |268 τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα |269 φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους |270 σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν, |271 ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν, |272 τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς |273 ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν |274 ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην· |275 ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι |276 ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη· |277 ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις, |278 εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε |279 πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν, |280 ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ |281 θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις. |282 ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας |283 κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς |284 τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην |285 αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα |286 τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει. |287 αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ |288 φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά· |289 ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ |290 τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν; |291 κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ |292 τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί. |293 τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς |294 ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς |295 βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία; |296 οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν |297 κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου; |298 ἀλλʼ ἴσθι τοι τίσουσά γʼ ἀξίαν δίκην. |299 τοιαῦθʼ ὑλακτεῖ, σὺν δʼ ἐποτρύνει πέλας |300 ὁ κλεινὸς αὐτῇ ταὐτὰ νυμφίος παρών, |301 ὁ πάντʼ ἄναλκις οὗτος, ἡ πᾶσα βλάβη, |302 ὁ σὺν γυναιξὶ τὰς μάχας ποιούμενος. |303 ἐγὼ δʼ Ὀρέστην τῶνδε προσμένουσʼ ἀεὶ |304 παυστῆρʼ ἐφήξειν ἡ τάλαινʼ ἀπόλλυμαι. |305 μέλλων γὰρ ἀεὶ δρᾶν τι τὰς οὔσας τέ μου |306 καὶ τὰς ἀπούσας ἐλπίδας διέφθορεν. |307 ἐν οὖν τοιούτοις οὔτε σωφρονεῖν, φίλαι, |308 οὔτʼ εὐσεβεῖν πάρεστιν· ἀλλʼ ἔν τοι κακοῖς |309 πολλή ʼστʼ ἀνάγκη κἀπιτηδεύειν κακά. |310 φέρʼ εἰπέ, πότερον ὄντος Αἰγίσθου πέλας |311 λέγεις τάδʼ ἡμῖν ἢ βεβῶτος ἐκ δόμων; |312 ἦ κάρτα· μὴ δόκει μʼ ἄν, εἴπερ ἦν πέλας, |313 θυραῖον οἰχνεῖν· νῦν δʼ ἀγροῖσι τυγχάνει. |314 ἦ κἂν ἐγὼ θαρσοῦσα μᾶλλον ἐς λόγους |315 τοὺς σοὺς ἱκοίμην, εἴπερ ὧδε ταῦτʼ ἔχει; |316 ὡς νῦν ἀπόντος ἱστόρει· τί σοι φίλον; |317 καὶ δή σʼ ἐρωτῶ· τοῦ κασιγνήτου τί φής, |318 ἥξοντος ἢ μέλλοντος; εἰδέναι θέλω. |319 φησίν γε· φάσκων δʼ οὐδὲν ὧν λέγει ποεῖ. |320 φιλεῖ γὰρ ὀκνεῖν πρᾶγμʼ ἀνὴρ πράσσων μέγα. |321 καὶ μὴν ἔγωγʼ ἔσωσʼ ἐκεῖνον οὐκ ὄκνῳ. |322 θάρσει· πέφυκεν ἐσθλός, ὥστʼ ἀρκεῖν φίλοις. |323 πέποιθʼ, ἐπεί τἂν οὐ μακρὰν ἔζων ἐγώ. |324 μὴ νῦν ἔτʼ εἴπῃς μηδέν· ὡς δόμων ὁρῶ |325 τὴν σὴν ὅμαιμον ἐκ πατρὸς ταὐτοῦ φύσιν, |326 Χρυσόθεμιν, ἔκ τε μητρός, ἐντάφια χεροῖν |327 φέρουσαν, οἷα τοῖς κάτω νομίζεται. |328 τίνʼ αὖ σὺ τήνδε πρὸς θυρῶνος ἐξόδοις |329 ἐλθοῦσα φωνεῖς, ὦ κασιγνήτη, φάτιν, |330 κοὐδʼ ἐν χρόνῳ μακρῷ διδαχθῆναι θέλεις |331 θυμῷ ματαίῳ μὴ χαρίζεσθαι κενά; |332 καίτοι τοσοῦτόν γʼ οἶδα κἀμαυτήν, ὅτι |333 ἀλγῶ ʼπὶ τοῖς παροῦσιν· ὥστʼ ἄν, εἰ σθένος |334 λάβοιμι, δηλώσαιμʼ ἂν οἷʼ αὐτοῖς φρονῶ. |335 νῦν δʼ ἐν κακοῖς μοι πλεῖν ὑφειμένῃ δοκεῖ, |336 καὶ μὴ δοκεῖν μὲν δρᾶν τι, πημαίνειν δὲ μή· |337 τοιαῦτα δʼ ἄλλα καὶ σὲ βούλομαι ποεῖν. |338 καίτοι τὸ μὲν δίκαιον οὐχ ᾗ ʼγὼ λέγω, |339 ἀλλʼ ᾗ σὺ κρίνεις· εἰ δʼ ἐλευθέραν με δεῖ |340 ζῆν, τῶν κρατούντων ἐστὶ πάντʼ ἀκουστέα. |341 δεινόν γέ σʼ οὖσαν πατρὸς οὗ σὺ παῖς ἔφυς, |342 κείνου λελῆσθαι, τῆς δὲ τικτούσης μέλειν. |343 ἅπαντα γάρ σοι τἀμὰ νουθετήματα |344 κείνης διδακτά, κοὐδὲν ἐκ σαυτῆς λέγεις. |345 ἔπειθʼ ἑλοῦ γε θάτερʼ, ἢ φρονεῖν κακῶς |346 ἢ τῶν φίλων φρονοῦσα μὴ μνήμην ἔχειν· |347 ἥτις λέγεις μὲν ἀρτίως ὡς, εἰ λάβοις |348 σθένος, τὸ τούτων μῖσος ἐκδείξειας ἄν, |349 ἐμοῦ δὲ πατρὶ πάντα τιμωρουμένης |350 οὔτε ξυνέρδεις τήν τε δρῶσαν ἐκτρέπεις. |351 οὐ ταῦτα πρὸς κακοῖσι δειλίαν ἔχει; |352 ἐπεὶ δίδαξον, ἢ μάθʼ ἐξ ἐμοῦ, τί μοι |353 κέρδος γένοιτʼ ἂν τῶνδε ληξάσῃ γόων. |354 οὐ ζῶ; κακῶς μέν, οἶδʼ, ἐπαρκούντως δʼ ἐμοί. |355 λυπῶ δὲ τούτους, ὥστε τῷ τεθνηκότι |356 τιμὰς προσάπτειν, εἴ τις ἔστʼ ἐκεῖ χάρις. |357 σὺ δʼ ἡμὶν ἡ μισοῦσα μισεῖς μὲν λόγῳ, |358 ἔργῳ δὲ τοῖς φονεῦσι τοῦ πατρὸς ξύνει. |359 ἐγὼ μὲν οὖν οὐκ ἄν ποτʼ, οὐδʼ εἴ μοι τὰ σὰ |360 μέλλοι τις οἴσειν δῶρʼ, ἐφʼ οἷσι νῦν χλιδᾷς, |361 τούτοις ὑπεικάθοιμι· σοὶ δὲ πλουσία |362 τράπεζα κείσθω καὶ περιρρείτω βίος. |363 ἐμοὶ γὰρ ἔστω τοὐμὲ μὴ λυπεῖν μόνον |364 βόσκημα· τῆς σῆς δʼ οὐκ ἐρῶ τιμῆς τυχεῖν, |365 οὐδʼ ἂν σύ, σώφρων γʼ οὖσα. νῦν δʼ ἐξὸν πατρὸς |366 πάντων ἀρίστου παῖδα κεκλῆσθαι, καλοῦ |367 τῆς μητρός· οὕτω γὰρ φανεῖ πλείστοις κακή, |368 θανόντα πατέρα καὶ φίλους προδοῦσα σούς. |369 μηδὲν πρὸς ὀργήν, πρὸς θεῶν· ὡς τοῖς λόγοις |370 ἔνεστιν ἀμφοῖν κέρδος, εἰ σὺ μὲν μάθοις |371 τοῖς τῆσδε χρῆσθαι, τοῖς δὲ σοῖς αὕτη πάλιν. |372 ἐγὼ μέν, ὦ γυναῖκες, ἠθάς εἰμί πως |373 τῶν τῆσδε μύθων· οὐδʼ ἂν ἐμνήσθην ποτέ, |374 εἰ μὴ κακὸν μέγιστον εἰς αὐτὴν ἰὸν |375 ἤκουσʼ, ὃ ταύτην τῶν μακρῶν σχήσει γόων. |376 φέρʼ εἰπὲ δὴ τὸ δεινόν· εἰ γὰρ τῶνδέ μοι |377 μεῖζόν τι λέξεις, οὐκ ἂν ἀντείποιμʼ ἔτι. |378 ἀλλʼ ἐξερῶ σοι πᾶν ὅσον κάτοιδʼ ἐγώ. |379 μέλλουσι γάρ σʼ, εἰ τῶνδε μὴ λήξεις γόων, |380 ἐνταῦθα πέμψειν ἔνθα μή ποθʼ ἡλίου |381 φέγγος προσόψει, ζῶσα δʼ ἐν κατηρεφεῖ |382 στέγῃ χθονὸς τῆσδʼ ἐκτὸς ὑμνήσεις κακά. |383 πρὸς ταῦτα φράζου καί με μή ποθʼ ὕστερον |384 παθοῦσα μέμψῃ· νῦν γὰρ ἐν καλῷ φρονεῖν. |385 ἦ ταῦτα δή με καὶ βεβούλευνται ποεῖν; |386 μάλισθʼ· ὅταν περ οἴκαδʼ Αἴγισθος μόλῃ. |387 ἀλλʼ ἐξίκοιτο τοῦδέ γʼ οὕνεκʼ ἐν τάχει. |388 τίνʼ, ὦ τάλαινα, τόνδʼ ἐπηράσω λόγον; |389 ἐλθεῖν ἐκεῖνον, εἴ τι τῶνδε δρᾶν νοεῖ. |390 ὅπως πάθῃς τί χρῆμα; ποῦ ποτʼ εἶ φρενῶν; |391 ὅπως ἀφʼ ὑμῶν ὡς προσωτάτω φύγω. |392 βίου δὲ τοῦ παρόντος οὐ μνείαν ἔχεις; |393 καλὸς γὰρ οὑμὸς βίοτος ὥστε θαυμάσαι. |394 ἀλλʼ ἦν ἄν, εἰ σύ γʼ εὖ φρονεῖν ἠπίστασο. |395 μή μʼ ἐκδίδασκε τοῖς φίλοις εἶναι κακήν. |396 ἀλλʼ οὐ διδάσκω· τοῖς κρατοῦσι δʼ εἰκαθεῖν. |397 σὺ ταῦτα θώπευʼ· οὐκ ἐμοὺς τρόπους λέγεις. |398 καλόν γε μέντοι μὴ ʼξ ἀβουλίας πεσεῖν. |399 πεσούμεθʼ, εἰ χρή, πατρὶ τιμωρούμενοι. |400 πατὴρ δὲ τούτων, οἶδα, συγγνώμην ἔχει. |401 ταῦτʼ ἐστὶ τἄπη πρὸς κακῶν ἐπαινέσαι. |402 σὺ δʼ οὐχὶ πείσει καὶ συναινέσεις ἐμοί; |403 οὐ δῆτα· μή πω νοῦ τοσόνδʼ εἴην κενή. |404 χωρήσομαί τἄρʼ οἷπερ ἐστάλην ὁδοῦ. |405 ποῖ δʼ ἐμπορεύει; τῷ φέρεις τάδʼ ἔμπυρα; |406 μήτηρ με πέμπει πατρὶ τυμβεῦσαι χοάς. |407 πῶς εἶπας; ἦ τῷ δυσμενεστάτῳ βροτῶν; |408 ὃν ἔκτανʼ αὐτή· τοῦτο γὰρ λέξαι θέλεις. |409 ἐκ τοῦ φίλων πεισθεῖσα; τῷ τοῦτʼ ἤρεσεν; |410 ἐκ δείματός του νυκτέρου, δοκεῖν ἐμοί; |411 ὦ θεοὶ πατρῷοι, συγγένεσθέ γʼ ἀλλὰ νῦν. |412 ἔχεις τι θάρσος τοῦδε τοῦ τάρβους πέρι; |413 εἴ μοι λέγοις τὴν ὄψιν, εἴποιμʼ ἂν τότε. |414 ἀλλʼ οὐ κάτοιδα πλὴν ἐπὶ σμικρὸν φράσαι. |415 λέγʼ ἀλλὰ τοῦτο· πολλά τοι σμικροὶ λόγοι |416 ἔσφηλαν ἤδη καὶ κατώρθωσαν βροτούς. |417 λόγος τις αὐτήν ἐστιν εἰσιδεῖν πατρὸς |418 τοῦ σοῦ τε κἀμοῦ δευτέραν ὁμιλίαν |419 ἐλθόντος ἐς φῶς· εἶτα τόνδʼ ἐφέστιον |420 πῆξαι λαβόντα σκῆπτρον οὑφόρει ποτὲ |421 αὐτός, τανῦν δʼ Αἴγισθος· ἐκ δὲ τοῦδʼ ἄνω |422 βλαστεῖν βρύοντα θαλλόν, ᾧ κατάσκιον |423 πᾶσαν γενέσθαι τὴν Μυκηναίων χθόνα. |424 τοιαῦτά του παρόντος, ἡνίχʼ Ἡλίῳ |425 δείκνυσι τοὔναρ, ἔκλυον ἐξηγουμένου. |426 πλείω δὲ τούτων οὐ κάτοιδα, πλὴν ὅτι |427 πέμπει με κείνη τοῦδε τοῦ φόβου χάριν. |428 πρός νυν θεῶν σε λίσσομαι τῶν ἐγγενῶν |429 ἐμοὶ πιθέσθαι μηδʼ ἀβουλίᾳ πεσεῖν· |430 εἰ γάρ μʼ ἀπώσει, σὺν κακῷ μέτει πάλιν. |431 ἀλλʼ, ὦ φίλη, τούτων μὲν ὧν ἔχεις χεροῖν |432 τύμβῳ προσάψῃς μηδέν· οὐ γάρ σοι θέμις |433 οὐδʼ ὅσιον ἐχθρᾶς ἀπὸ γυναικὸς ἱστάναι |434 κτερίσματʼ οὐδὲ λουτρὰ προσφέρειν πατρί· |435 ἀλλʼ ἢ πνοαῖσιν ἢ βαθυσκαφεῖ κόνει |436 κρύψον νιν, ἔνθα μή ποτʼ εἰς εὐνὴν πατρὸς |437 τούτων πρόσεισι μηδέν· ἀλλʼ ὅταν θάνῃ |438 κειμήλιʼ αὐτῇ ταῦτα σῳζέσθω κάτω. |439 ἀρχὴν δʼ ἄν, εἰ μὴ τλημονεστάτη γυνὴ |440 πασῶν ἔβλαστε, τάσδε δυσμενεῖς χοὰς |441 οὐκ ἄν ποθʼ ὅν γʼ ἔκτεινε, τῷδʼ ἐπέστεφε. |442 σκέψαι γὰρ εἴ σοι προσφιλῶς αὐτῇ δοκεῖ |443 γέρα τάδʼ οὑν τάφοισι δέξεσθαι νέκυς, |444 ὑφʼ ἧς θανὼν ἄτιμος, ὥστε δυσμενής, |445 ἐμασχαλίσθη, κἀπὶ λουτροῖσιν κάρᾳ |446 κηλῖδας ἐξέμαξεν. ἆρα μὴ δοκεῖς |447 λυτήριʼ αὐτῇ ταῦτα τοῦ φόνου φέρειν; |448 οὐχ ἔστιν. ἀλλὰ ταῦτα μὲν μέθες· σὺ δὲ |449 τεμοῦσα κρατὸς βοστρύχων ἄκρας φόβας |450 κἀμοῦ ταλαίνης, σμικρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως |451 ἅχω, δὸς αὐτῷ, τήνδʼ ἀλιπαρῆ τρίχα |452 καὶ ζῶμα τοὐμὸν οὐ χλιδαῖς ἠσκημένον. |453 αἰτοῦ δὲ προσπίτνουσα γῆθεν εὐμενῆ |454 ἡμῖν ἀρωγὸν αὐτὸν εἰς ἐχθροὺς μολεῖν, |455 καὶ παῖδʼ Ὀρέστην ἐξ ὑπερτέρας χερὸς |456 ἐχθροῖσιν αὐτοῦ ζῶντʼ ἐπεμβῆναι ποδί, |457 ὅπως τὸ λοιπὸν αὐτὸν ἀφνεωτέραις |458 χερσὶν στέφωμεν ἢ τανῦν δωρούμεθα. |459 οἶμαι μὲν οὖν, οἶμαί τι κἀκείνῳ μέλον |460 πέμψαι τάδʼ αὐτῇ δυσπρόσοπτʼ ὀνείρατα· |461 ὅμως δʼ, ἀδελφή, σοί θʼ ὑπούργησον τάδε |462 ἐμοί τʼ ἀρωγὰ τῷ τε φιλτάτῳ βροτῶν |463 πάντων, ἐν Ἅιδου κειμένῳ κοινῷ πατρί. |464 πρὸς εὐσέβειαν ἡ κόρη λέγει· σὺ δέ, |465 εἰ σωφρονήσεις, ὦ φίλη, δράσεις τάδε. |466 δράσω· τὸ γὰρ δίκαιον οὐχ ἔχει λόγον |467 δυοῖν ἐρίζειν, ἀλλʼ ἐπισπεύδειν τὸ δρᾶν. |468 πειρωμένῃ δὲ τῶνδε τῶν ἔργων ἐμοὶ |469 σιγὴ παρʼ ὑμῶν, πρὸς θεῶν, ἔστω, φίλαι· |470 ὡς εἰ τάδʼ ἡ τεκοῦσα πεύσεται, πικρὰν |471 δοκῶ με πεῖραν τήνδε τολμήσειν ἔτι. [choral] [strophe 1] |472 εἰ μὴ ʼγὼ παράφρων μάντις ἔφυν καὶ γνώμας |473 λειπομένα σοφᾶς, |474 εἶσιν ἁ πρόμαντις |475 Δίκα δίκαια φερομένα χεροῖν κράτη· |476 μέτεισιν, ὦ τέκνον, οὐ μακροῦ χρόνου. |477 ὕπεστί μοι θάρσος, |480 ἁδυπνόων κλύουσαν |481 ἀρτίως ὀνειράτων. |482 οὐ γάρ ποτʼ ἀμναστεῖ γʼ ὁ φύσας σʼ Ἑλλάνων ἄναξ, |485 οὐδʼ ἁ παλαιὰ χαλκόπλακτος ἀμφάκης γένυς, |486 ἅ νιν κατέπεφνεν αἰσχίσταις ἐν αἰκίαις. [antistrophe 1] |487 ἥξει καὶ πολύπους καὶ πολύχειρ ἁ δεινοῖς |490 κρυπτομένα λόχοις |491 χαλκόπους Ἐρινύς. |492 ἄλεκτρʼ ἄνυμφα γὰρ ἐπέβα μιαιφόνων |493 γάμων ἁμιλλήμαθʼ οἷσιν οὐ θέμις. |495 πρὸ τῶνδέ τοί μʼ ἔχει |496 μή ποτε μή ποθʼ ἡμῖν |497 ἀψεγὲς πελᾶν τέρας |500 τοῖς δρῶσι καὶ συνδρῶσιν. ἤ τοι μαντεῖαι βροτῶν |501 οὐκ εἰσὶν ἐν δεινοῖς ὀνείροις οὐδʼ ἐν θεσφάτοις, |502 εἰ μὴ τόδε φάσμα νυκτὸς εὖ κατασχήσει. [epode] |503 ὦ Πέλοπος ἁ πρόσθεν |505 πολύπονος ἱππεία, |506 ὡς ἔμολες αἰανὴς |507 τᾷδε γᾷ. |508 εὖτε γὰρ ὁ ποντισθεὶς |509 Μυρτίλος ἐκοιμάθη, |510 παγχρύσων δίφρων |511 δυστάνοις αἰκίαις |512 πρόρριζος ἐκριφθείς, |513 οὔ τί πω |514 ἔλειπεν ἐκ τοῦδʼ οἴκου |515 πολύπονος αἰκία. [episode] |516 ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει· |517 οὐ γὰρ πάρεστʼ Αἴγισθος, ὅς σʼ ἐπεῖχʼ ἀεὶ |518 μή τοι θυραίαν γʼ οὖσαν αἰσχύνειν φίλους· |519 νῦν δʼ ὡς ἄπεστʼ ἐκεῖνος, οὐδὲν ἐντρέπει |520 ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ |521 ἐξεῖπας ὡς θρασεῖα καὶ πέρα δίκης |522 ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά· |523 ἐγὼ δʼ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε |524 λέγω κακῶς κλύουσα πρὸς σέθεν θαμά. |525 πατὴρ γάρ, οὐδὲν ἄλλο, σοὶ πρόσχημʼ ἀεὶ |526 ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς |527 ἔξοιδα· τῶνδʼ ἄρνησις οὐκ ἔνεστί μοι· |528 ἡ γὰρ Δίκη νιν εἷλεν, οὐκ ἐγὼ μόνη, |529 ᾗ χρῆν σʼ ἀρήγειν, εἰ φρονοῦσʼ ἐτύγχανες· |530 ἐπεὶ πατὴρ σὸς οὗτος, ὃν θρηνεῖς ἀεί, |531 τὴν σὴν ὅμαιμον μοῦνος Ἑλλήνων ἔτλη |532 θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ |533 λύπης, ὅς ἔσπειρʼ, ὥσπερ ἡ τίκτουσʼ ἐγώ. |534 εἶεν, δίδαξον δή με τοῦ χάριν, τίνων |535 ἔθυσεν αὐτήν· πότερον Ἀργείων ἐρεῖς; |536 ἀλλʼ οὐ μετῆν αὐτοῖσι τήν γʼ ἐμὴν κτανεῖν. |537 ἀλλʼ ἀντʼ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν |538 τἄμʼ, οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην; |539 πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ, |540 οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνῄσκειν, πατρὸς |541 καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδʼ ἦν χάριν; |542 ἢ τῶν ἐμῶν Ἅιδης τινʼ ἵμερον τέκνων |543 ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον; |544 ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ |545 παίδων πόθος παρεῖτο, Μενέλεω δʼ ἐνῆν; |546 οὐ ταῦτʼ ἀβούλου καὶ κακοῦ γνώμην πατρός; |547 δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω· |548 φαίη δʼ ἂν ἡ θανοῦσά γʼ, εἰ φωνὴν λάβοι. |549 ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις |550 δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, |551 γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε. |552 ἐρεῖς μὲν οὐχὶ νῦν γέ μʼ ὡς ἄρξασά τι |553 λυπηρὸν εἶτα σοῦ τάδʼ ἐξήκουσʼ ὕπο· |554 ἀλλʼ ἢν ἐφῇς μοι, τοῦ τεθνηκότος θʼ ὕπερ |555 λέξαιμʼ ἂν ὀρθῶς τῆς κασιγνήτης θʼ ὁμοῦ. |556 καὶ μὴν ἐφίημʼ· εἰ δέ μʼ ὧδʼ ἀεὶ λόγους |557 ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν. |558 καὶ δὴ λέγω σοι. πατέρα φὴς κτεῖναι. τίς ἂν |559 τούτου λόγος γένοιτʼ ἂν αἰσχίων ἔτι, |560 εἴτʼ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι |561 ὡς οὐ δίκῃ γʼ ἔκτεινας, ἀλλά σʼ ἔσπασεν |562 πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει. |563 ἐροῦ δὲ τὴν κυναγὸν Ἄρτεμιν, τίνος |564 ποινὰς τὰ πολλὰ πνεύματʼ ἔσχʼ ἐν Αὐλίδι· |565 ἢ ʼγὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν. |566 πατήρ ποθʼ οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς |567 παίζων κατʼ ἄλσος ἐξεκίνησεν ποδοῖν |568 στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς |569 ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών. |570 κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη |571 κατεῖχʼ Ἀχαιούς, ὡς πατὴρ ἀντίσταθμον |572 τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην. |573 ὧδʼ ἦν τὰ κείνης θύματʼ· οὐ γὰρ ἦν λύσις |574 ἄλλη στρατῷ πρὸς οἶκον οὐδʼ εἰς Ἴλιον. |575 ἀνθʼ ὧν, βιασθεὶς πολλὰ κἀντιβάς, μόλις |576 ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν. |577 εἰ δʼ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων |578 ἐπωφελῆσαι ταῦτʼ ἔδρα, τούτου θανεῖν |579 χρῆν αὐτὸν οὕνεκʼ ἐκ σέθεν; ποίῳ νόμῳ; |580 ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς |581 μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τιθῇς. |582 εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντʼ ἄλλου, σύ τοι |583 πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις. |584 ἀλλʼ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης. |585 εἰ γὰρ θέλεις, δίδαξον ἀνθʼ ὅτου τανῦν |586 αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις, |587 ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθʼ οὗ |588 πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας, |589 καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς |590 κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσʼ ἔχεις. |591 πῶς ταῦτʼ ἐπαινέσαιμʼ ἄν; ἢ καὶ ταῦτʼ ἐρεῖς |592 ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις; |593 αἰσχρῶς δʼ, ἐάν περ καὶ λέγῃς· οὐ γὰρ καλὸν |594 ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς οὕνεκα. |595 ἀλλʼ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε, |596 ἣ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα |597 κακοστομοῦμεν. καί σʼ ἔγωγε δεσπότιν |598 ἢ μητέρʼ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω, |599 ἣ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς |600 πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου· |601 ὃ δʼ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών, |602 τλήμων Ὀρέστης δυστυχῆ τρίβει βίον· |603 ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα |604 ἐπῃτιάσω· καὶ τόδʼ, εἴπερ ἔσθενον, |605 ἔδρων ἄν, εὖ τοῦτʼ ἴσθι· τοῦδέ γʼ οὕνεκα |606 κήρυσσέ μʼ εἰς ἅπαντας, εἴτε χρῇς κακὴν |607 εἴτε στόμαργον εἴτʼ ἀναιδείας πλέαν. |608 εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις, |609 σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν. |610 ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ |611 ξύνεστι, τοῦδε φροντίδʼ οὐκέτʼ εἰσορῶ. |612 ποίας δʼ ἐμοὶ δεῖ πρός γε τήνδε φροντίδος, |613 ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν, |614 καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ |615 χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ; |616 εὖ νυν ἐπίστω τῶνδέ μʼ αἰσχύνην ἔχειν, |617 κεἰ μὴ δοκῶ σοι· μανθάνω δʼ ὁθούνεκα |618 ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. |619 ἀλλʼ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ |620 ἔργʼ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ· |621 αἰσχροῖς γὰρ αἰσχρὰ πράγματʼ ἐκδιδάσκεται. |622 ὦ θρέμμʼ ἀναιδές, ἦ σʼ ἐγὼ καὶ τἄμʼ ἔπη |623 καὶ τἄργα τἀμὰ πόλλʼ ἄγαν λέγειν ποεῖ. |624 σύ τοι λέγεις νιν, οὐκ ἐγώ· σὺ γὰρ ποεῖς |625 τοὔργον· τὰ δʼ ἔργα τοὺς λόγους εὑρίσκεται. |626 ἀλλʼ οὐ μὰ τὴν δέσποιναν Ἄρτεμιν θράσους |627 τοῦδʼ οὐκ ἀλύξεις, εὖτʼ ἂν Αἴγισθος μόλῃ. |628 ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι |629 λέγειν ἃ χρῄζοιμʼ, οὐδʼ ἐπίστασαι κλύειν. |630 οὔκουν ἐάσεις οὐδʼ ὑπʼ εὐφήμου βοῆς |631 θῦσαί μʼ, ἐπειδὴ σοί γʼ ἐφῆκα πᾶν λέγειν; |632 ἐῶ, κελεύω, θῦε· μηδʼ ἐπαιτιῶ |633 τοὐμὸν στόμʼ, ὡς οὐκ ἂν πέρα λέξαιμʼ ἔτι. |634 ἔπαιρε δὴ σὺ θύμαθʼ ἡ παροῦσά μοι |635 πάγκαρπʼ, ἄνακτι τῷδʼ ὅπως λυτηρίους |636 εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω. |637 κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε, |638 κεκρυμμένην μου βάξιν· οὐ γὰρ ἐν φίλοις |639 ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει |640 πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί, |641 μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ |642 σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν. |643 ἀλλʼ ὧδʼ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω. |644 ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα |645 δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκειʼ ἄναξ, |646 εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα, |647 εἰ δʼ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες· |648 καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες |649 δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς, |650 ἀλλʼ ὧδέ μʼ αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ |651 δόμους Ἀτρειδῶν σκῆπτρά τʼ ἀμφέπειν τάδε, |652 φίλοισί τε ξυνοῦσαν οἷς ξύνειμι νῦν |653 εὐημεροῦσαν καὶ τέκνων ὅσων ἐμοὶ |654 δύσνοια μὴ πρόσεστιν ἢ λύπη πικρά. |655 ταῦτʼ, ὦ Λύκειʼ Ἄπολλον, ἵλεως κλύων |656 δὸς πᾶσιν ἡμῖν ὥσπερ ἐξαιτούμεθα. |657 τὰ δʼ ἄλλα πάντα καὶ σιωπώσης ἐμοῦ |658 ἐπαξιῶ σε δαίμονʼ ὄντʼ ἐξειδέναι· |659 τοὺς ἐκ Διὸς γὰρ εἰκός ἐστι πάνθʼ ὁρᾶν. |660 ξέναι γυναῖκες, πῶς ἂν εἰδείην σαφῶς |661 εἰ τοῦ τυράννου δώματʼ Αἰγίσθου τάδε; |662 τάδʼ ἐστίν, ὦ ξένʼ· αὐτὸς ᾔκασας καλῶς. |663 ἦ καὶ δάμαρτα τήνδʼ ἐπεικάζων κυρῶ |664 κείνου; πρέπει γὰρ ὡς τύραννος εἰσορᾶν. |665 μάλιστα πάντων· ἥδε σοι κείνη πάρα. |666 ὦ χαῖρʼ, ἄνασσα· σοὶ φέρων ἥκω λόγους |667 ἡδεῖς φίλου παρʼ ἀνδρὸς Αἰγίσθῳ θʼ ὁμοῦ. |668 ἐδεξάμην τὸ ῥηθέν· εἰδέναι δέ σου |669 πρώτιστα χρῄζω τίς σʼ ἀπέστειλεν βροτῶν. |670 Φανοτεὺς ὁ Φωκεύς, πρᾶγμα πορσύνων μέγα. |671 τὸ ποῖον, ὦ ξένʼ; εἰπέ· παρὰ φίλου γὰρ ὢν |672 ἀνδρός, σάφʼ οἶδα, προσφιλεῖς λέξεις λόγους. |673 τέθνηκʼ Ὀρέστης· ἐν βραχεῖ ξυνθεὶς λέγω. |674 οἲ ʼγὼ τάλαινʼ, ὄλωλα τῇδʼ ἐν ἡμέρᾳ. |675 τί φής, τί φής, ὦ ξεῖνε; μὴ ταύτης κλύε. |676 θανόντʼ Ὀρέστην νῦν τε καὶ πάλαι λέγω. |677 ἀπωλόμην δύστηνος, οὐδέν εἰμʼ ἔτι. |678 σὺ μὲν τὰ σαυτῆς πρᾶσσʼ, ἐμοὶ δὲ σύ, ξένε, |679 τἀληθὲς εἰπέ, τῷ τρόπῳ διόλλυται; |680 κἀπεμπόμην πρὸς ταῦτα καὶ τὸ πᾶν φράσω. |681 κεῖνος γὰρ ἐλθὼν εἰς τὸ κλεινὸν Ἑλλάδος |682 πρόσχημʼ ἀγῶνος Δελφικῶν ἄθλων χάριν, |683 ὅτʼ ᾔσθετʼ ἀνδρὸς ὀρθίων κηρυγμάτων |684 δρόμον προκηρύξαντος, οὗ πρώτη κρίσις, |685 εἰσῆλθε λαμπρός, πᾶσι τοῖς ἐκεῖ σέβας· |686 δρόμου δʼ ἰσώσας τἀφέσει τὰ τέρματα |687 νίκης ἔχων ἐξῆλθε πάντιμον γέρας. |688 χὤπως μὲν ἐν πολλοῖσι παῦρά σοι λέγω |689 οὐκ οἶδα τοιοῦδʼ ἀνδρὸς ἔργα καὶ κράτη· |690 ἓν δʼ ἴσθʼ· ὅσων γὰρ εἰσεκήρυξαν βραβῆς |691 δρόμων διαύλων πένταθλʼ ἃ νομίζεται, |692 τούτων ἐνεγκὼν πάντα τἀπινίκια |693 ὠλβίζετʼ, Ἀργεῖος μὲν ἀνακαλούμενος, |694 ὄνομα δʼ Ὀρέστης, τοῦ τὸ κλεινὸν Ἑλλάδος |695 Ἀγαμέμνονος στράτευμʼ ἀγείραντός ποτε. |696 καὶ ταῦτα μὲν τοιαῦθʼ· ὅταν δέ τις θεῶν |697 βλάπτῃ, δύναιτʼ ἂν οὐδʼ ἂν ἰσχύων φυγεῖν. |698 κεῖνος γὰρ ἄλλης ἡμέρας, ὅθʼ ἱππικῶν |699 ἦν ἡλίου τέλλοντος ὠκύπους ἀγών, |700 εἰσῆλθε πολλῶν ἁρματηλατῶν μέτα. |701 εἷς ἦν Ἀχαιός, εἷς ἀπὸ Σπάρτης, δύο |702 Λίβυες ζυγωτῶν ἁρμάτων ἐπιστάται· |703 κἀκεῖνος ἐν τούτοισι, Θεσσαλὰς ἔχων |704 ἵππους, ὁ πέμπτος· ἕκτος ἐξ Αἰτωλίας |705 ξανθαῖσι πώλοις· ἕβδομος Μάγνης ἀνήρ· |706 ὁ δʼ ὄγδοος λεύκιππος, Αἰνιὰν γένος· |707 ἔνατος Ἀθηνῶν τῶν θεοδμήτων ἄπο· |708 Βοιωτὸς ἄλλος, δέκατον ἐκπληρῶν ὄχον. |709 στάντες δʼ ἵνʼ αὐτοὺς οἱ τεταγμένοι βραβῆς |710 κλήροις ἔπηλαν καὶ κατέστησαν δίφρους, |711 χαλκῆς ὑπαὶ σάλπιγγος ᾖξαν· οἱ δʼ ἅμα |712 ἵπποις ὁμοκλήσαντες ἡνίας χεροῖν |713 ἔσεισαν· ἐν δὲ πᾶς ἐμεστώθη δρόμος |714 κτύπου κροτητῶν ἁρμάτων· κόνις δʼ ἄνω |715 φορεῖθʼ· ὁμοῦ δὲ πάντες ἀναμεμιγμένοι |716 φείδοντο κέντρων οὐδέν, ὡς ὑπερβάλοι |717 χνόας τις αὐτῶν καὶ φρυάγμαθʼ ἱππικά. |718 ὁμοῦ γὰρ ἀμφὶ νῶτα καὶ τροχῶν βάσεις |719 ἤφριζον, εἰσέβαλλον ἱππικαὶ πνοαί. |720 κεῖνος δʼ ὑπʼ αὐτὴν ἐσχάτην στήλην ἔχων |721 ἔχριμπτʼ ἀεὶ σύριγγα, δεξιὸν δʼ ἀνεὶς |722 σειραῖον ἵππον εἶργε τὸν προσκείμενον. |723 καὶ πρὶν μὲν ὀρθοὶ πάντες ἕστασαν δίφροι· |724 ἔπειτα δʼ Αἰνιᾶνος ἀνδρὸς ἄστομοι |725 πῶλοι βίᾳ φέρουσιν· ἐκ δʼ ὑποστροφῆς |726 τελοῦντες ἕκτον ἕβδομόν τʼ ἤδη δρόμον |727 μέτωπα συμπαίουσι Βαρκαίοις ὄχοις· |728 κἀντεῦθεν ἄλλος ἄλλον ἐξ ἑνὸς κακοῦ |729 ἔθραυε κἀνέπιπτε, πᾶν δʼ ἐπίμπλατο |730 ναυαγίων Κρισαῖον ἱππικῶν πέδον. |731 γνοὺς δʼ οὑξ Ἀθηνῶν δεινὸς ἡνιοστρόφος |732 ἔξω παρασπᾷ κἀνακωχεύει παρεὶς |733 κλύδωνʼ ἔφιππον ἐν μέσῳ κυκώμενον. |734 ἤλαυνε δʼ ἔσχατος μέν, ὑστέρας δʼ ἔχων |735 πώλους Ὀρέστης, τῷ τέλει πίστιν φέρων· |736 ὅπως δʼ ὁρᾷ μόνον νιν ἐλλελειμμένον, |737 ὀξὺν διʼ ὤτων κέλαδον ἐνσείσας θοαῖς |738 πώλοις διώκει, κἀξισώσαντε ζυγὰ |739 ἠλαυνέτην, τότʼ ἄλλος, ἄλλοθʼ ἅτερος |740 κάρα προβάλλων ἱππικῶν ὀχημάτων. |741 καὶ τοὺς μὲν ἄλλους πάντας ἀσφαλεῖς δρόμους |742 ὡρμᾶθʼ ὁ τλήμων ὀρθὸς ἐξ ὀρθῶν δίφρων· |743 ἔπειτα λύων ἡνίαν ἀριστερὰν |744 κάμπτοντος ἵππου λανθάνει στήλην ἄκραν |745 παίσας· ἔθραυσε δʼ ἄξονος μέσας χνόας |746 κἀξ ἀντύγων ὤλισθεν· ἐν δʼ ἑλίσσεται |747 τμητοῖς ἱμᾶσι· τοῦ δὲ πίπτοντος πέδῳ |748 πῶλοι διεσπάρησαν ἐς μέσον δρόμον. |749 στρατὸς δʼ ὅπως ὁρᾷ νιν ἐκπεπτωκότα |750 δίφρων, ἀνωλόλυξε τὸν νεανίαν, |751 οἷʼ ἔργα δράσας οἷα λαγχάνει κακά, |752 φορούμενος πρὸς οὖδας, ἄλλοτʼ οὐρανῷ |753 σκέλη προφαίνων, ἔς τέ νιν διφρηλάται, |754 μόλις κατασχεθόντες ἱππικὸν δρόμον, |755 ἔλυσαν αἱματηρόν, ὥστε μηδένα |756 γνῶναι φίλων ἰδόντʼ ἂν ἄθλιον δέμας. |757 καί νιν πυρᾷ κέαντες εὐθὺς ἐν βραχεῖ |758 χαλκῷ μέγιστον σῶμα δειλαίας σποδοῦ |759 φέρουσιν ἄνδρες Φωκέων τεταγμένοι, |760 ὅπως πατρῴας τύμβον ἐκλάχῃ χθονός. |761 τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὡς μὲν ἐν λόγῳ |762 ἀλγεινά, τοῖς δʼ ἰδοῦσιν, οἵπερ εἴδομεν, |763 μέγιστα πάντων ὧν ὄπωπʼ ἐγὼ κακῶν. |764 φεῦ φεῦ· τὸ πᾶν δὴ δεσπόταισι τοῖς πάλαι |765 πρόρριζον, ὡς ἔοικεν, ἔφθαρται γένος. |766 ὦ Ζεῦ, τί ταῦτα, πότερον εὐτυχῆ λέγω, |767 ἢ δεινὰ μέν, κέρδη δέ; λυπηρῶς δʼ ἔχει, |768 εἰ τοῖς ἐμαυτῆς τὸν βίον σῴζω κακοῖς. |769 τί δʼ ὧδʼ ἀθυμεῖς, ὦ γύναι, τῷ νῦν λόγῳ; |770 δεινὸν τὸ τίκτειν ἐστίν· οὐδὲ γὰρ κακῶς |771 πάσχοντι μῖσος ὧν τέκῃ προσγίγνεται. |772 μάτην ἄρʼ ἡμεῖς, ὡς ἔοικεν, ἥκομεν. |773 οὔτοι μάτην γε· πῶς γὰρ ἂν μάτην λέγοις, |774 εἴ μοι θανόντος πίστʼ ἔχων τεκμήρια |775 προσῆλθες, ὅστις τῆς ἐμῆς ψυχῆς γεγώς, |776 μαστῶν ἀποστὰς καὶ τροφῆς ἐμῆς, φυγὰς |777 ἀπεξενοῦτο καί μʼ, ἐπεὶ τῆσδε χθονὸς |778 ἐξῆλθεν, οὐκέτʼ εἶδεν, ἐγκαλῶν δέ μοι |779 φόνους πατρῴους δείνʼ ἐπηπείλει τελεῖν; |780 ὥστʼ οὔτε νυκτὸς ὕπνον οὔτʼ ἐξ ἡμέρας |781 ἐμὲ στεγάζειν ἡδύν, ἀλλʼ ὁ προστατῶν |782 χρόνος διῆγέ μʼ αἰὲν ὡς θανουμένην. |783 νῦν δʼ—ἡμέρᾳ γὰρ τῇδʼ ἀπήλλαγμαι φόβου |784 πρὸς τῆσδʼ ἐκείνου θʼ· ἥδε γὰρ μείζων βλάβη |785 ξύνοικος ἦν μοι, τοὐμὸν ἐκπίνουσʼ ἀεὶ |786 ψυχῆς ἄκρατον αἷμα—νῦν δʼ ἕκηλά που |787 τῶν τῆσδʼ ἀπειλῶν οὕνεχʼ ἡμερεύσομεν. |788 οἴμοι τάλαινα· νῦν γὰρ οἰμῶξαι πάρα, |789 Ὀρέστα, τὴν σὴν ξυμφοράν, ὅθʼ ὧδʼ ἔχων |790 πρὸς τῆσδʼ ὑβρίζει μητρός. ἆρʼ ἔχει καλῶς; |791 οὔτοι σύ· κεῖνος δʼ ὡς ἔχει καλῶς ἔχει. |792 ἄκουε, Νέμεσι τοῦ θανόντος ἀρτίως. |793 ἤκουσεν ὧν δεῖ κἀπεκύρωσεν καλῶς. |794 ὕβριζε· νῦν γὰρ εὐτυχοῦσα τυγχάνεις. |795 οὔκουν Ὀρέστης καὶ σὺ παύσετον τάδε. |796 πεπαύμεθʼ ἡμεῖς, οὐχ ὅπως σὲ παύσομεν. |797 πολλῶν ἂν ἥκοις, ὦ ξένʼ, ἄξιος τυχεῖν, |798 εἰ τήνδʼ ἔπαυσας τῆς πολυγλώσσου βοῆς. |799 οὐκοῦν ἀποστείχοιμʼ ἄν, εἰ τάδʼ εὖ κυρεῖ. |800 ἥκιστʼ· ἐπείπερ οὔτʼ ἐμοῦ κατάξιʼ ἂν |801 πράξειας οὔτε τοῦ πορεύσαντος ξένου. |802 ἀλλʼ εἴσιθʼ εἴσω· τήνδε δʼ ἔκτοθεν βοᾶν |803 ἔα τά θʼ αὑτῆς καὶ τὰ τῶν φίλων κακά. |804 ἆρʼ ὑμὶν ὡς ἀλγοῦσα κὠδυνωμένη |805 δεινῶς δακρῦσαι κἀπικωκῦσαι δοκεῖ |806 τὸν υἱὸν ἡ δύστηνος ὧδʼ ὀλωλότα; |807 ἀλλʼ ἐγγελῶσα φροῦδος· ὦ τάλαινʼ ἐγώ. |808 Ὀρέστα φίλταθʼ, ὥς μʼ ἀπώλεσας θανών. |809 ἀποσπάσας γὰρ τῆς ἐμῆς οἴχει φρενὸς |810 αἵ μοι μόναι παρῆσαν ἐλπίδων ἔτι, |811 σὲ πατρὸς ἥξειν ζῶντα τιμωρόν ποτε |812 κἀμοῦ ταλαίνης. νῦν δὲ ποῖ με χρὴ μολεῖν; |813 μόνη γάρ εἰμι, σοῦ τʼ ἀπεστερημένη |814 καὶ πατρός. ἤδη δεῖ με δουλεύειν πάλιν |815 ἐν τοῖσιν ἐχθίστοισιν ἀνθρώπων ἐμοὶ |816 φονεῦσι πατρός. ἆρά μοι καλῶς ἔχει; |817 ἀλλʼ οὔ τι μὴν ἔγωγε τοῦ λοιποῦ χρόνου |818 ξύνοικος, εἴσειμʼ, ἀλλὰ τῇδε πρὸς πύλῃ |819 παρεῖσʼ ἐμαυτὴν ἄφιλος αὐανῶ βίον. |820 πρὸς ταῦτα καινέτω τις, εἰ βαρύνεται, |821 τῶν ἔνδον ὄντων· ὡς χάρις μέν, ἢν κτάνῃ, |822 λύπη δʼ, ἐὰν ζῶ· τοῦ βίου δʼ οὐδεὶς πόθος. [choral] [strophe 1] |823 ποῦ ποτε κεραυνοὶ Διὸς ἢ ποῦ φαέθων |825 Ἅλιος, εἰ ταῦτʼ ἐφορῶντες κρύπτουσιν ἕκηλοι; |826 ἒ ἔ, αἰαῖ. |827 ὦ παῖ, τί δακρύεις; |828 φεῦ. |830 μηδὲν μέγʼ ἀΰσῃς. |831 ἀπολεῖς. |832 πῶς; |833 εἰ τῶν φανερῶς οἰχομένων |834 εἰς Ἀΐδαν ἐλπίδʼ ὑποίσεις, κατʼ ἐμοῦ τακομένας |835 μᾶλλον ἐπεμβάσει. [antistrophe 1] |836 οἶδα γὰρ ἄνακτʼ Ἀμφιάρεων χρυσοδέτοις |837 ἕρκεσι κρυφθέντα γυναικῶν· καὶ νῦν ὑπὸ γαίας |840 ἒ ἔ, ἰώ. |841 πάμψυχος ἀνάσσει. |842 φεῦ. |843 φεῦ δῆτʼ· ὀλοὰ γὰρ |844 ἐδάμη. |845 ναί. |846 οἶδʼ οἶδʼ· ἐφάνη γὰρ μελέτωρ |847 ἀμφὶ τὸν ἐν πένθει· ἐμοὶ δʼ οὔτις ἔτʼ ἔσθʼ· ὃς γὰρ ἔτʼ ἦν, |848 φροῦδος ἀναρπασθείς. [strophe 2] |849 δειλαία δειλαίων κυρεῖς. |850 κἀγὼ τοῦδʼ ἴστωρ, ὑπερίστωρ, |851 πανσύρτῳ παμμήνῳ πολλῶν |852 δεινῶν στυγνῶν τʼ αἰῶνι. |853 εἴδομεν ἁθρήνεις. |855 μή μέ νυν μηκέτι |856 παραγάγῃς, ἵνʼ οὐ |857 τί φής; |858 πάρεισιν ἐλπίδων ἔτι κοινοτόκων |859 εὐπατριδᾶν ἀρωγαί. [antistrophe 2] |860 πᾶσι θνατοῖς ἔφυ μόρος. |861 ἦ καὶ χαλάργοις ἐν ἁμίλλαις |862 οὕτως, ὡς κείνῳ δυστάνῳ, |863 τμητοῖς ὁλκοῖς ἐγκῦρσαι; |864 ἄσκοπος ἁ λώβα. |865 πῶς γὰρ οὔκ; εἰ ξένος |866 ἄτερ ἐμᾶν χερῶν |867 παπαῖ. |868 κέκευθεν, οὔτε του τάφου ἀντιάσας |870 οὔτε γόων παρʼ ἡμῶν. [episode] |871 ὑφʼ ἡδονῆς τοι, φιλτάτη, διώκομαι |872 τὸ κόσμιον μεθεῖσα σὺν τάχει μολεῖν· |873 φέρω γὰρ ἡδονάς τε κἀνάπαυλαν ὧν |874 πάροιθεν εἶχες καὶ κατέστενες κακῶν |875 πόθεν δʼ ἂν εὕροις τῶν ἐμῶν σὺ πημάτων |876 ἄρηξιν, οἷς ἴασιν οὐκ ἔνεστʼ ἰδεῖν; |877 πάρεστʼ Ὀρέστης ἡμίν, ἴσθι τοῦτʼ ἐμοῦ |878 κλύουσʼ, ἐναργῶς, ὥσπερ εἰσορᾷς ἐμέ. |879 ἀλλʼ ἦ μέμηνας, ὦ τάλαινα, κἀπὶ τοῖς |880 σαυτῆς κακοῖσι κἀπὶ τοῖς ἐμοῖς γελᾷς; |881 μὰ τὴν πατρῴαν ἑστίαν, ἀλλʼ οὐχ ὕβρει |882 λέγω τάδʼ, ἀλλʼ ἐκεῖνον ὡς παρόντα νῷν. |883 οἴμοι τάλαινα· καὶ τίνος βροτῶν λόγον |884 τόνδʼ εἰσακούσασʼ ὧδε πιστεύεις ἄγαν; |885 ἐγὼ μὲν ἐξ ἐμοῦ τε κοὐκ ἄλλης, σαφῆ |886 σημεῖʼ ἰδοῦσα, τῷδε πιστεύω λόγῳ. |887 τίνʼ, ὦ τάλαινʼ, ἔχουσα πίστιν; ἐς τί μοι |888 βλέψασα θάλπει τῷδʼ ἀνηκέστῳ πυρί; |889 πρός νυν θεῶν ἄκουσον, ὡς μαθοῦσά μου |890 τὸ λοιπὸν ἢ φρονοῦσαν ἢ μωρὰν λέγῃς. |891 σὺ δʼ οὖν λέγʼ, εἴ σοι τῷ λόγῳ τις ἡδονή. |892 καὶ δὴ λέγω σοι πᾶν ὅσον κατειδόμην. |893 ἐπεὶ γὰρ ἦλθον πατρὸς ἀρχαῖον τάφον, |894 ὁρῶ κολώνης ἐξ ἄκρας νεορρύτους |895 πηγὰς γάλακτος καὶ περιστεφῆ κύκλῳ |896 πάντων ὅσʼ ἐστὶν ἀνθέων θήκην πατρός. |897 ἰδοῦσα δʼ ἔσχον θαῦμα, καὶ περισκοπῶ |898 μή πού τις ἡμῖν ἐγγὺς ἐγχρίμπτῃ βροτῶν. |899 ὡς δʼ ἐν γαλήνῃ πάντʼ ἐδερκόμην τόπον, |900 τύμβου προσεῖρπον ἆσσον· ἐσχάτης δʼ ὁρῶ |901 πυρᾶς νεώρη βόστρυχον τετμημένον· |902 κεὐθὺς τάλαινʼ ὡς εἶδον, ἐμπαίει τί μοι |903 ψυχῇ σύνηθες ὄμμα, φιλτάτου βροτῶν |904 πάντων Ὀρέστου τοῦθʼ ὁρᾶν τεκμήριον· |905 καὶ χερσὶ βαστάσασα δυσφημῶ μὲν οὔ, |906 χαρᾷ δὲ πίμπλημʼ εὐθὺς ὄμμα δακρύων. |907 καὶ νῦν θʼ ὁμοίως καὶ τότʼ ἐξεπίσταμαι |908 μή του τόδʼ ἀγλάϊσμα πλὴν κείνου μολεῖν· |909 τῷ γὰρ προσήκει πλήν γʼ ἐμοῦ καὶ σοῦ τόδε; |910 κἀγὼ μὲν οὐκ ἔδρασα, τοῦτʼ ἐπίσταμαι, |911 οὐδʼ αὖ σύ· πῶς γάρ; ᾗ γε μηδὲ πρὸς θεοὺς |912 ἔξεστʼ ἀκλαύστῳ τῆσδʼ ἀποστῆναι στέγης. |913 ἀλλʼ οὐδὲ μὲν δὴ μητρὸς οὔθʼ ὁ νοῦς φιλεῖ |914 τοιαῦτα πράσσειν οὔτε δρῶσʼ ἐλάνθανʼ ἄν· |915 ἀλλʼ ἔστʼ Ὀρέστου ταῦτα τἀπιτύμβια. |916 ἀλλʼ, ὦ φίλη, θάρσυνε· τοῖς αὐτοῖσί τοι |917 οὐχ αὑτὸς αἰεὶ δαιμόνων παραστατεῖ. |918 νῷν ἦν τὰ πρόσθεν στυγνός· ἡ δὲ νῦν ἴσως |919 πολλῶν ὑπάρξει κῦρος ἡμέρα καλῶν. |920 φεῦ, τῆς ἀνοίας ὥς σʼ ἐποικτίρω πάλαι. |921 τί δʼ ἔστιν; οὐ πρὸς ἡδονὴν λέγω τάδε; |922 οὐκ οἶσθʼ ὅποι γῆς οὐδʼ ὅποι γνώμης φέρει. |923 πῶς δʼ οὐκ ἐγὼ κάτοιδʼ ἅ γʼ εἶδον ἐμφανῶς; |924 τέθνηκεν, ὦ τάλαινα, τἀκείνου δέ σοι |925 σωτήριʼ ἔρρει· μηδὲν εἰς κεῖνόν γʼ ὅρα. |926 οἴμοι τάλαινα· τοῦ τάδʼ ἤκουσας βροτῶν; |927 τοῦ πλησίον παρόντος, ἡνίκʼ ὤλλυτο. |928 καὶ ποῦ ʼστιν οὗτος; θαῦμά τοί μʼ ὑπέρχεται. |929 κατʼ οἶκον, ἡδὺς οὐδὲ μητρὶ δυσχερής. |930 οἴμοι τάλαινα· τοῦ γὰρ ἀνθρώπων ποτʼ ἦν |931 τὰ πολλὰ πατρὸς πρὸς τάφον κτερίσματα; |932 οἶμαι μάλιστʼ ἔγωγε τοῦ τεθνηκότος |933 μνημεῖʼ Ὀρέστου ταῦτα προσθεῖναί τινα. |934 ὦ δυστυχής· ἐγὼ δὲ σὺν χαρᾷ λόγους |935 τοιούσδʼ ἔχουσʼ ἔσπευδον, οὐκ εἰδυῖʼ ἄρα |936 ἵνʼ ἦμεν ἄτης· ἀλλὰ νῦν, ὅθʼ ἱκόμην, |937 τά τʼ ὄντα πρόσθεν ἄλλα θʼ εὑρίσκω κακά. |938 οὕτως ἔχει σοι ταῦτʼ· ἐὰν δέ μοι πίθῃ, |939 τῆς νῦν παρούσης πημονῆς λύσεις βάρος. |940 ἦ τοὺς θανόντας ἐξαναστήσω ποτέ; |941 οὐκ ἔσθʼ ὅ γʼ εἶπον· οὐ γὰρ ὧδʼ ἄφρων ἔφυν. |942 τί γὰρ κελεύεις ὧν ἐγὼ φερέγγυος; |943 τλῆναί σε δρῶσαν ἃν ἐγὼ παραινέσω. |944 ἀλλʼ εἴ τις ὠφέλειά γʼ, οὐκ ἀπώσομαι. |945 ὅρα, πόνου τοι χωρὶς οὐδὲν εὐτυχεῖ. |946 ὁρῶ. ξυνοίσω πᾶν ὅσονπερ ἂν σθένω. |947 ἄκουε δή νυν ᾗ βεβούλευμαι ποεῖν. |948 παρουσίαν μὲν οἶσθα καὶ σύ που φίλων |949 ὡς οὔτις ἡμῖν ἔστιν, ἀλλʼ Ἅιδης λαβὼν |950 ἀπεστέρηκε καὶ μόνα λελείμμεθον. |951 ἐγὼ δʼ ἕως μὲν τὸν κασίγνητον βίῳ |952 θάλλοντʼ ἔτʼ εἰσήκουον, εἶχον ἐλπίδας |953 φόνου ποτʼ αὐτὸν πράκτορʼ ἵξεσθαι πατρός· |954 νῦν δʼ ἡνίκʼ οὐκέτʼ ἔστιν, εἰς σὲ δὴ βλέπω, |955 ὅπως τὸν αὐτόχειρα πατρῴου φόνου |956 ξὺν τῇδʼ ἀδελφῇ μὴ κατοκνήσεις κτανεῖν |957 Αἴγισθον· οὐδὲν γάρ σε δεῖ κρύπτειν μʼ ἔτι. |958 ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων |959 βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν |960 πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ, |961 πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου |962 ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε. |963 καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως |964 τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ |965 Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος |966 βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ. |967 ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν, |968 πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω |969 θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα· |970 ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα |971 καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων |972 τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν. |973 λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην |974 σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί; |975 τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν |976 τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται· |977 ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι, |978 ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην, |979 ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ |980 ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου· |981 τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν, |982 τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει |983 τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών. |984 τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν, |985 ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος. |986 ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί, |987 σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ, |988 παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι |989 ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν. |990 ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία |991 καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος. |992 καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν |993 ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν |994 τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται. |995 ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος |996 αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς; |997 οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς, |998 σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί. |999 δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν, |1000 ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται. |1001 τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν |1002 ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται; |1003 ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ |1004 κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους. |1005 λύει γὰρ ἡμῖν οὐδὲν οὐδʼ ἐπωφελεῖ |1006 βάξιν καλὴν λαβόντε δυσκλεῶς θανεῖν. |1007 οὐ γὰρ θανεῖν ἔχθιστον, ἀλλʼ ὅταν θανεῖν |1008 χρῄζων τις εἶτα μηδὲ τοῦτʼ ἔχῃ λαβεῖν. |1009 ἀλλʼ ἀντιάζω, πρὶν πανωλέθρους τὸ πᾶν |1010 ἡμᾶς τʼ ὀλέσθαι κἀξερημῶσαι γένος, |1011 κατάσχες ὀργήν. καὶ τὰ μὲν λελεγμένα |1012 ἄρρητʼ ἐγώ σοι κἀτελῆ φυλάξομαι, |1013 αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ, |1014 σθένουσα μηδὲν τοῖς κρατοῦσιν εἰκαθεῖν. |1015 πείθου· προνοίας οὐδὲν ἀνθρώποις ἔφυ |1016 κέρδος λαβεῖν ἄμεινον οὐδὲ νοῦ σοφοῦ. |1017 ἀπροσδόκητον οὐδὲν εἴρηκας· καλῶς δʼ |1018 ᾔδη σʼ ἀπορρίψουσαν ἁπηγγελλόμην. |1019 ἀλλʼ αὐτόχειρί μοι μόνῃ τε δραστέον |1020 τοὔργον τόδʼ· οὐ γὰρ δὴ κενόν γʼ ἀφήσομεν. |1021 φεῦ· |1021a εἴθʼ ὤφελες τοιάδε τὴν γνώμην πατρὸς |1022 θνῄσκοντος εἶναι· πᾶν γὰρ ἂν κατειργάσω. |1023 ἀλλʼ ἦ φύσιν γε, τὸν δὲ νοῦν ἥσσων τότε. |1024 ἄσκει τοιαύτη νοῦν διʼ αἰῶνος μένειν. |1025 ὡς οὐχὶ συνδράσουσα νουθετεῖς τάδε. |1026 εἰκὸς γὰρ ἐγχειροῦντα καὶ πράσσειν κακῶς. |1027 ζηλῶ σε τοῦ νοῦ, τῆς δὲ δειλίας στυγῶ. |1028 ἀνέξομαι κλύουσα χὤταν εὖ λέγῃς. |1029 ἀλλʼ οὔ ποτʼ ἐξ ἐμοῦ γε μὴ πάθῃς τόδε. |1030 μακρὸς τὸ κρῖναι ταῦτα χὠ λοιπὸς χρόνος. |1031 ἄπελθε· σοὶ γὰρ ὠφέλησις οὐκ ἔνι. |1032 ἔνεστιν· ἀλλὰ σοὶ μάθησις οὐ πάρα. |1033 ἐλθοῦσα μητρὶ ταῦτα πάντʼ ἔξειπε σῇ. |1034 οὐδʼ αὖ τοσοῦτον ἔχθος ἐχθαίρω σʼ ἐγώ. |1035 ἀλλʼ οὖν ἐπίστω γʼ οἷ μʼ ἀτιμίας ἄγεις. |1036 ἀτιμίας μὲν οὔ, προμηθίας δὲ σοῦ. |1037 τῷ σῷ δικαίῳ δῆτʼ ἐπισπέσθαι με δεῖ; |1038 ὅταν γὰρ εὖ φρονῇς, τόθʼ ἡγήσει σὺ νῷν. |1039 ἦ δεινὸν εὖ λέγουσαν ἐξαμαρτάνειν. |1040 εἴρηκας ὀρθῶς ᾧ σὺ πρόσκεισαι κακῷ. |1041 τί δʼ; οὐ δοκῶ σοι ταῦτα σὺν δίκῃ λέγειν; |1042 ἀλλʼ ἔστιν ἔνθα χἠ δίκη βλάβην φέρει. |1043 τούτοις ἐγὼ ζῆν τοῖς νόμοις οὐ βούλομαι. |1044 ἀλλʼ εἰ ποήσεις ταῦτʼ, ἐπαινέσεις ἐμέ. |1045 καὶ μὴν ποήσω γʼ οὐδὲν ἐκπλαγεῖσά σε. |1046 καὶ τοῦτʼ ἀληθές, οὐδὲ βουλεύσει πάλιν; |1047 βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. |1048 φρονεῖν ἔοικας οὐδὲν ὧν ἐγὼ λέγω. |1049 πάλαι δέδοκται ταῦτα κοὐ νεωστί μοι. |1050 ἄπειμι τοίνυν· οὔτε γὰρ σὺ τἄμʼ ἔπη |1051 τολμᾷς ἐπαινεῖν οὔτʼ ἐγὼ τοὺς σοὺς τρόπους. |1052 ἀλλʼ εἴσιθʼ. οὔ σοι μὴ μεθέψομαί ποτε, |1053 οὐδʼ ἢν σφόδρʼ ἱμείρουσα τυγχάνῃς· ἐπεὶ |1054 πολλῆς ἀνοίας καὶ τὸ θηρᾶσθαι κενά. |1055 ἀλλʼ εἰ σεαυτῇ τυγχάνεις δοκοῦσά τι |1056 φρονεῖν, φρόνει τοιαῦθʼ. ὅταν γὰρ ἐν κακοῖς |1057 ἤδη βεβήκῃς, τἄμʼ ἐπαινέσεις ἔπη. [choral] [strophe 1] |1060 τί τοὺς ἄνωθεν φρονιμωτάτους οἰωνοὺς ἐσορώμενοι τροφᾶς |1061 κηδομένους ἀφʼ ὧν τε βλάστωσιν ἀφʼ ὧν τʼ ὄνασιν εὕρ- |1062 ωσι, τάδʼ οὐκ ἐπʼ ἴσας τελοῦμεν; |1063 ἀλλʼ οὐ τὰν Διὸς ἀστραπὰν |1064 καὶ τὰν οὐρανίαν Θέμιν, |1065 δαρὸν οὐκ ἀπόνητοι. |1066 ὦ χθονία βροτοῖσι φάμα, κατά μοι βόασον οἰκτρὰν |1067 ὄπα τοῖς ἔνερθʼ Ἀτρείδαις, ἀχόρευτα φέρουσʼ |1068 ὀνείδη· [antistrophe 1] |1070 ὅτι σφὶν ἤδη τὰ μὲν ἐκ δόμων νοσεῖ δή, τὰ δὲ πρὸς τέκνων διπλῆ |1071 φύλοπις οὐκέτʼ ἐξισοῦται φιλοτασίῳ διαί- |1072 τᾳ· πρόδοτος δὲ μόνα σαλεύει |1075 Ἠλέκτρα, τὸν ἀεὶ πατρὸς |1076 δειλαία στενάχουσʼ, ὅπως |1077 ἁ πάνδυρτος ἀηδών, |1078 οὔτε τι τοῦ θανεῖν προμηθὴς τό τε μὴ βλέπειν ἑτοίμα, |1080 διδύμαν ἑλοῦσʼ Ἐρινύν· τίς ἂν εὔπατρις ὧδε βλάστοι; [strophe 2] |1081 οὐδεὶς τῶν ἀγαθῶν γὰρ |1082 ζῶν κακῶς εὔκλειαν αἰσχῦναι θέλει |1083 νώνυμος, ὦ παῖ παῖ. |1085 ὡς καὶ σὺ πάγκλαυτον αἰῶνα κοινὸν εἵλου, |1086 τὸ μὴ καλὸν καθοπλίσασα, δύο φέρειν ἐν ἑνὶ λόγῳ, |1087 σοφά τʼ ἀρίστα τε παῖς κεκλῆσθαι. [antistrophe 2] |1090 ζῴης μοι καθύπερθεν |1091 χειρὶ καὶ πλούτῳ τεῶν ἐχθρῶν ὅσον |1092 νῦν ὑπόχειρ ναίεις· |1093 ἐπεί σʼ ἐφηύρηκα μοίρᾳ μὲν οὐκ ἐν ἐσθλᾷ |1095 βεβῶσαν, ἃ δὲ μέγιστʼ ἔβλαστε νόμιμα, τῶνδε φερομέναν |1096 ἄριστα τᾷ Ζηνὸς εὐσεβείᾳ. [episode] |1097 ἆρʼ, ὦ γυναῖκες, ὀρθά τʼ εἰσηκούσαμεν |1098 ὀρθῶς θʼ ὁδοιποροῦμεν ἔνθα χρῄζομεν; |1100 τί δʼ ἐξερευνᾷς καὶ τί βουληθεὶς πάρει; |1101 Αἴγισθον ἔνθʼ ᾤκηκεν ἱστορῶ πάλαι. |1102 ἀλλʼ εὖ θʼ ἱκάνεις χὠ φράσας ἀζήμιος. |1103 τίς οὖν ἂν ὑμῶν τοῖς ἔσω φράσειεν ἂν |1104 ἡμῶν ποθεινὴν κοινόπουν παρουσίαν; |1105 ἥδʼ, εἰ τὸν ἄγχιστόν γε κηρύσσειν χρεών. |1106 ἴθʼ, ὦ γύναι, δήλωσον εἰσελθοῦσʼ ὅτι |1107 Φωκῆς ματεύουσʼ ἄνδρες Αἴγισθόν τινες, |1108 οἴμοι τάλαινʼ, οὐ δή ποθʼ ἧς ἠκούσαμεν |1109 φήμης φέροντες ἐμφανῆ τεκμήρια; |1110 οὐκ οἶδα τὴν σὴν κληδόνʼ· ἀλλά μοι γέρων |1111 ἐφεῖτʼ Ὀρέστου Στρόφιος ἀγγεῖλαι πέρι. |1112 τί δʼ ἔστιν, ὦ ξένʼ; ὥς μʼ ὑπέρχεται φόβος. |1113 φέροντες αὐτοῦ σμικρὰ λείψανʼ ἐν βραχεῖ |1114 τεύχει θανόντος, ὡς ὁρᾷς, κομίζομεν. |1115 οἲ ʼγὼ τάλαινα, τοῦτʼ ἐκεῖνʼ ἤδη σαφὲς |1116 πρόχειρον ἄχθος, ὡς ἔοικε, δέρκομαι. |1117 εἴπερ τι κλαίεις τῶν Ὀρεστείων κακῶν, |1118 τόδʼ ἄγγος ἴσθι σῶμα τοὐκείνου στέγον. |1119 ὦ ξεῖνε, δός νυν, πρὸς θεῶν, εἴπερ τόδε |1120 κέκευθεν αὐτὸν τεῦχος, εἰς χεῖρας λαβεῖν, |1121 ὅπως ἐμαυτὴν καὶ γένος τὸ πᾶν ὁμοῦ |1122 ξὺν τῇδε κλαύσω κἀποδύρωμαι σποδῷ. |1123 δόθʼ, ἥτις ἐστί, προσφέροντες· οὐ γὰρ ὡς |1124 ἐν δυσμενείᾳ γʼ οὖσʼ ἐπαιτεῖται τάδε, |1125 ἀλλʼ ἢ φίλων τις ἢ πρὸς αἵματος φύσιν. |1126 ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ |1127 ψυχῆς Ὀρέστου λοιπόν, ὥς σʼ ἀπʼ ἐλπίδων |1128 οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην. |1129 νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν, |1130 δόμων δέ σʼ, ὦ παῖ, λαμπρὸν ἐξέπεμψʼ ἐγώ. |1131 ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον, |1132 πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν |1133 κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου, |1134 ὅπως θανὼν ἔκεισο τῇ τόθʼ ἡμέρᾳ, |1135 τύμβου πατρῴου κοινὸν εἰληχὼς μέρος. |1136 νῦν δʼ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς |1137 κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα, |1138 κοὔτʼ ἐν φίλαισι χερσὶν ἡ τάλαινʼ ἐγὼ |1139 λουτροῖς σʼ ἐκόσμησʼ οὔτε παμφλέκτου πυρὸς |1140 ἀνειλόμην, ὡς εἰκός, ἄθλιον βάρος, |1141 ἀλλʼ ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας |1142 σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει. |1143 οἴμοι τάλαινα τῆς ἐμῆς πάλαι τροφῆς |1144 ἀνωφελήτου, τὴν ἐγὼ θάμʼ ἀμφὶ σοὶ |1145 πόνῳ γλυκεῖ παρέσχον· οὔτε γάρ ποτε |1146 μητρὸς σύ γʼ ἦσθα μᾶλλον ἢ κἀμοῦ φίλος, |1147 οὔθʼ οἱ κατʼ οἶκον ἦσαν, ἀλλʼ ἐγὼ τροφός, |1148 ἐγὼ δʼ ἀδελφὴ σοὶ προσηυδώμην ἀεί. |1149 νῦν δʼ ἐκλέλοιπε ταῦτʼ ἐν ἡμέρᾳ μιᾷ |1150 θανόντι σὺν σοί· πάντα γὰρ συναρπάσας |1151 θύελλʼ ὅπως βέβηκας. οἴχεται πατήρ· |1152 τέθνηκʼ ἐγὼ σοί· φροῦδος αὐτὸς εἶ θανών· |1153 γελῶσι δʼ ἐχθροί· μαίνεται δʼ ὑφʼ ἡδονῆς |1154 μήτηρ ἀμήτωρ, ἧς ἐμοὶ σὺ πολλάκις |1155 φήμας λάθρᾳ προύπεμπες ὡς φανούμενος |1156 τιμωρὸς αὐτός. ἀλλὰ ταῦθʼ ὁ δυστυχὴς |1157 δαίμων ὁ σός τε κἀμὸς ἐξαφείλετο, |1158 ὅς σʼ ὧδέ μοι προύπεμψεν ἀντὶ φιλτάτης |1159 μορφῆς σποδόν τε καὶ σκιὰν ἀνωφελῆ. |1160 οἴμοι μοι. |1161 ὦ δέμας οἰκτρόν. φεῦ φεῦ. |1162 ὦ δεινοτάτας, οἴμοι μοι, |1163 πεμφθεὶς κελεύθους, φίλταθʼ, ὥς μʼ ἀπώλεσας· |1164 ἀπώλεσας δῆτʼ, ὦ κασίγνητον κάρα. |1165 τοιγὰρ σὺ δέξαι μʼ ἐς τὸ σὸν τόδε στέγος, |1166 τὴν μηδὲν εἰς τὸ μηδέν, ὡς σὺν σοὶ κάτω |1167 ναίω τὸ λοιπόν· καὶ γὰρ ἡνίκʼ ἦσθʼ ἄνω, |1168 ξὺν σοὶ μετεῖχον τῶν ἴσων, καὶ νῦν ποθῶ |1169 τοῦ σοῦ θανοῦσα μὴ ἀπολείπεσθαι τάφου. |1170 τοὺς γὰρ θανόντας οὐχ ὁρῶ λυπουμένους. |1171 θνητοῦ πέφυκας πατρός, Ἠλέκτρα, φρόνει, |1172 θνητὸς δʼ Ὀρέστης. ὥστε μὴ λίαν στένε. |1173 πᾶσιν γὰρ ἡμῖν τοῦτʼ ὀφείλεται παθεῖν. |1174 φεῦ φεῦ. τί λέξω; ποῖ λόγων ἀμηχανῶν |1175 ἔλθω; κρατεῖν γὰρ οὐκέτι γλώσσης σθένω. |1176 τί δʼ ἔσχες ἄλγος; πρὸς τί τοῦτʼ εἰπὼν κυρεῖς; |1177 ἦ σὸν τὸ κλεινὸν εἶδος Ἠλέκτρας τόδε; |1178 τόδʼ ἔστʼ ἐκεῖνο, καὶ μάλʼ ἀθλίως ἔχον. |1179 οἴμοι ταλαίνης ἆρα τῆσδε συμφορᾶς. |1180 οὐ δή ποτʼ, ὦ ξένʼ, ἀμφʼ ἐμοὶ στένεις τάδε; |1181 ὦ σῶμʼ ἀτίμως κἀθέως ἐφθαρμένον. |1182 οὔτοι ποτʼ ἄλλην ἢ ʼμὲ δυσφημεῖς, ξένε. |1183 φεῦ τῆς ἀνύμφου δυσμόρου τε σῆς τροφῆς, |1184 τί δή ποτʼ, ὦ ξένʼ, ὧδʼ ἐπισκοπῶν στένεις; |1185 ὡς οὐκ ἄρʼ ᾔδη τῶν ἐμῶν οὐδὲν κακῶν. |1186 ἐν τῷ διέγνως τοῦτο τῶν εἰρημένων; |1187 ὁρῶν σε πολλοῖς ἐμπρέπουσαν ἄλγεσιν. |1188 καὶ μὴν ὁρᾷς γε παῦρα τῶν ἐμῶν κακῶν. |1189 καὶ πῶς γένοιτʼ ἂν τῶνδʼ ἔτʼ ἐχθίω βλέπειν; |1190 ὁθούνεκʼ εἰμὶ τοῖς φονεῦσι σύντροφος |1191 τοῖς τοῦ; πόθεν τοῦτʼ ἐξεσήμηνας κακόν; |1192 τοῖς πατρός· εἶτα τοῖσδε δουλεύω βίᾳ. |1193 τίς γάρ σʼ ἀνάγκῃ τῇδε προτρέπει βροτῶν; |1194 μήτηρ καλεῖται, μητρὶ δʼ οὐδὲν ἐξισοῖ. |1195 τί δρῶσα; πότερα χερσὶν ἢ λύμῃ βίου; |1196 καὶ χερσὶ καὶ λύμαισι καὶ πᾶσιν κακοῖς. |1197 οὐδʼ οὑπαρήξων οὐδʼ ὁ κωλύσων πάρα; |1198 οὐ δῆθʼ. ὃς ἦν γάρ μοι σὺ προὔθηκας σποδόν. |1199 ὦ δύσποτμʼ, ὡς ὁρῶν σʼ ἐποικτίρω πάλαι. |1200 μόνος βροτῶν νυν ἴσθʼ ἐποικτίρας ποτέ. |1201 μόνος γὰρ ἥκω τοῖς ἴσοις ἀλγῶν κακοῖς. |1202 οὐ δή ποθʼ ἡμῖν ξυγγενὴς ἥκεις ποθέν; |1203 ἐγὼ φράσαιμʼ ἄν, εἰ τὸ τῶνδʼ εὔνουν πάρα. |1204 ἀλλʼ ἐστὶν εὔνουν, ὥστε πρὸς πιστὰς ἐρεῖς. |1205 μέθες τόδʼ ἄγγος νῦν, ὅπως τὸ πᾶν μάθῃς. |1206 μὴ δῆτα πρὸς θεῶν τοῦτό μʼ ἐργάσῃ, ξένε. |1207 πείθου λέγοντι κοὐχ ἁμαρτήσει ποτέ. |1208 μή, πρὸς γενείου, μὴ ʼξέλῃ τὰ φίλτατα. |1209 οὔ φημʼ ἐάσειν. |1209a ὦ τάλαινʼ ἐγὼ σέθεν, |1210 Ὀρέστα, τῆς σῆς εἰ στερήσομαι ταφῆς. |1211 εὔφημα φώνει· πρὸς δίκης γὰρ οὐ στένεις. |1212 πῶς τὸν θανόντʼ ἀδελφὸν οὐ δίκῃ στένω; |1213 οὔ σοι προσήκει τήνδε προσφωνεῖν φάτιν. |1214 οὕτως ἄτιμός εἰμι τοῦ τεθνηκότος; |1215 ἄτιμος οὐδενὸς σύ· τοῦτο δʼ οὐχὶ σόν. |1216 εἴπερ γʼ Ὀρέστου σῶμα βαστάζω τόδε; |1217 ἀλλʼ οὐκ Ὀρέστου, πλὴν λόγῳ γʼ ἠσκημένον. |1218 ποῦ δʼ ἔστʼ ἐκείνου τοῦ ταλαιπώρου τάφος; |1219 οὐκ ἔστι· τοῦ γὰρ ζῶντος οὐκ ἔστιν τάφος. |1220 πῶς εἶπας, ὦ παῖ; |1220a ψεῦδος οὐδὲν ὧν λέγω. |1221 ἦ ζῇ γὰρ ἁνήρ; |1221a εἴπερ ἔμψυχός γʼ ἐγώ. |1222 ἦ γὰρ σὺ κεῖνος; |1222a τήνδε προσβλέψασά μου |1223 σφραγῖδα πατρὸς ἔκμαθʼ εἰ σαφῆ λέγω. |1224 ὦ φίλτατον φῶς. |1224a φίλτατον, συμμαρτυρῶ. |1225 ὦ φθέγμʼ, ἀφίκου; |1225a μηκέτʼ ἄλλοθεν πύθῃ, |1226 ἔχω σε χερσίν; |1226a ὡς τὰ λοίπʼ ἔχοις ἀεί. |1227 ὦ φίλταται γυναῖκες, ὦ πολίτιδες, |1228 ὁρᾶτʼ Ὀρέστην τόνδε, μηχαναῖσι μὲν |1229 θανόντα, νῦν δὲ μηχαναῖς σεσωσμένον. |1230 ὁρῶμεν, ὦ παῖ, κἀπὶ συμφοραῖσί μοι |1231 γεγηθὸς ἕρπει δάκρυον ὀμμάτων ἄπο. [choral] [strophe 1] |1232 ἰὼ γοναί, |1233 γοναὶ σωμάτων ἐμοὶ φιλτάτων, |1234 ἐμόλετʼ ἀρτίως, |1235 ἐφηύρετʼ, ἤλθετʼ, εἴδεθʼ οὓς ἐχρῄζετε. |1236 πάρεσμεν· ἀλλὰ σῖγʼ ἔχουσα πρόσμενε. |1237 τί δʼ ἔστιν; |1238 σιγᾶν ἄμεινον, μή τις ἔνδοθεν κλύῃ. |1239 ἀλλʼ οὐ μὰ τὴν ἄδμητον αἰὲν Ἄρτεμιν, |1240 τόδε μὲν οὔ ποτʼ ἀξιώσω τρέσαι, |1241 περισσὸν ἄχθος ἔνδον |1242 γυναικῶν ὂν αἰεί. |1243 ὅρα γε μὲν δὴ κἀν γυναιξὶν ὡς Ἄρης |1244 ἔνεστιν· εὖ δʼ ἔξοισθα πειραθεῖσά που. |1245 ὀτοτοτοτοῖ τοτοῖ, |1246 ἀνέφελον ἐνέβαλες οὔ ποτε καταλύσιμον, |1247 οὐδέ ποτε λησόμενον ἁμέτερον |1250 οἷον ἔφυ κακόν. |1251 ἔξοιδα, παῖ, ταῦτʼ· ἀλλʼ ὅταν παρουσία |1252 φράζῃ, τότʼ ἔργων τῶνδε μεμνῆσθαι χρεών. [antistrophe 1] |1253 ὁ πᾶς ἐμοί, |1254 ὁ πᾶς ἂν πρέποι παρὼν ἐννέπειν |1255 τάδε δίκᾳ χρόνος· |1256 μόλις γὰρ ἔσχον νῦν ἐλεύθερον στόμα. |1257 ξύμφημι κἀγώ· τοιγαροῦν σῴζου τόδε. |1258 τί δρῶσα; |1259 οὗ μή ʼστι καιρὸς μὴ μακρὰν βούλου λέγειν. |1260 τίς οὖν ἂν ἀξίαν γε σοῦ πεφηνότος |1261 μεταβάλοιτʼ ἂν ὧδε σιγὰν λόγων; |1262 ἐπεί σε νῦν ἀφράστως |1263 ἀέλπτως τʼ ἐσεῖδον. |1264 τότʼ εἶδες, εὖτε θεοί μʼ ἐπώτρυναν μολεῖν |1266 ἔφρασας ὑπερτέραν |1267 τᾶς πάρος ἔτι χάριτος, εἴ σε θεὸς ἐπόρισεν |1268 ἁμέτερα πρὸς μέλαθρα· δαιμόνιον |1270 αὐτὸ τίθημʼ ἐγώ. |1271 τὰ μέν σʼ ὀκνῶ χαίρουσαν εἰργαθεῖν, τὰ δὲ |1272 δέδοικα λίαν ἡδονῇ νικωμένην. [epode] |1273 ἰὼ χρόνῳ μακρῷ φιλτάταν ὁδὸν |1274 ἐπαξιώσας ὧδέ μοι φανῆναι, |1275 μή τί με, πολύπονον ὧδʼ ἰδὼν |1276 τί μὴ ποήσω; |1277 μή μʼ ἀποστερήσῃς |1278 τῶν σῶν προσώπων ἁδονὰν μεθέσθαι. |1279 ἦ κάρτα κἂν ἄλλοισι θυμοίμην ἰδών. |1280 ξυναινεῖς; |1281 τί μὴν οὔ; |1282 ὦ φίλαι, ἔκλυον ἃν ἐγὼ οὐδʼ ἂν ἤλπισʼ αὐδάν, |1283 οὐδʼ ἂν ἔσχον ὁρμὰν |1284 ἄναυδον οὐδὲ σὺν βοᾷ κλύουσα, |1285 τάλαινα. νῦν δʼ ἔχω σε· προυφάνης δὲ |1286 φιλτάταν ἔχων πρόσοψιν, |1287 ἇς ἐγὼ οὐδʼ ἂν ἐν κακοῖς λαθοίμαν. [episode] |1288 τὰ μὲν περισσεύοντα τῶν λόγων ἄφες, |1289 καὶ μήτε μήτηρ ὡς κακὴ δίδασκέ με, |1290 μήθʼ ὡς πατρῴαν κτῆσιν Αἴγισθος δόμων |1291 ἀντλεῖ, τὰ δʼ ἐκχεῖ, τὰ δὲ διασπείρει μάτην· |1292 χρόνου γὰρ ἄν σοι καιρὸν ἐξείργοι λόγος. |1293 ἃ δʼ ἁρμόσει μοι τῷ παρόντι νῦν χρόνῳ |1294 σήμαινʼ, ὅπου φανέντες ἢ κεκρυμμένοι |1295 γελῶντας ἐχθροὺς παύσομεν τῇ νῦν ὁδῷ. |1296 οὕτω δʼ ὅπως μήτηρ σε μὴ ʼπιγνώσεται |1297 φαιδρῷ προσώπῳ νῷν ἐπελθόντοιν δόμους· |1298 ἀλλʼ ὡς ἐπʼ ἄτῃ τῇ μάτην λελεγμένῃ |1299 στέναζʼ· ὅταν γὰρ εὐτυχήσωμεν, τότε |1300 χαίρειν παρέσται καὶ γελᾶν ἐλευθέρως. |1301 ἀλλʼ ὦ κασίγνηθʼ, ὧδʼ ὅπως καὶ σοὶ φίλον |1302 καὶ τοὐμὸν ἔσται τῇδʼ· ἐπεὶ τὰς ἡδονὰς |1303 πρὸς σοῦ λαβοῦσα κοὐκ ἐμὰς ἐκτησάμην, |1304 κοὐδʼ ἄν σε λυπήσασα δεξαίμην βραχὺ |1305 αὐτὴ μέγʼ εὑρεῖν κέρδος· οὐ γὰρ ἂν καλῶς |1306 ὑπηρετοίην τῷ παρόντι δαίμονι. |1307 ἀλλʼ οἶσθα μὲν τἀνθένδε, πῶς γὰρ οὔ; κλύων |1308 ὁθούνεκʼ Αἴγισθος μὲν οὐ κατὰ στέγας, |1309 μήτηρ δʼ ἐν οἴκοις· ἣν σὺ μὴ δείσῃς ποθʼ ὡς |1310 γέλωτι τοὐμὸν φαιδρὸν ὄψεται κάρα. |1311 μῖσός τε γὰρ παλαιὸν ἐντέτηκέ μοι, |1312 κἀπεί σʼ ἐσεῖδον, οὔ ποτʼ ἐκλήξω χαρᾷ |1313 δακρυρροοῦσα· πῶς γὰρ ἂν λήξαιμʼ ἐγώ, |1314 ἥτις μιᾷ σε τῇδʼ ὁδῷ θανόντα τε |1315 καὶ ζῶντʼ ἐσεῖδον; εἴργασαι δέ μʼ ἄσκοπα· |1316 ὥστʼ εἰ πατήρ μοι ζῶν ἵκοιτο, μηκέτʼ ἂν |1317 τέρας νομίζειν αὐτό, πιστεύειν δʼ ὁρᾶν. |1318 ὅτʼ οὖν τοιαύτην ἡμὶν ἐξήκεις ὁδόν, |1319 ἄρχʼ αὐτὸς ὥς σοι θυμός· ὡς ἐγὼ μόνη |1320 οὐκ ἂν δυοῖν ἥμαρτον· ἢ γὰρ ἂν καλῶς |1321 ἔσωσʼ ἐμαυτὴν ἢ καλῶς ἀπωλόμην. |1322 σιγᾶν ἐπῄνεσʼ ὡς ἐπʼ ἐξόδῳ κλύω τῶν ἔνδοθεν χωροῦντος. |1323 εἴσιτʼ, ὦ ξένοι, |1324 ἄλλως τε καὶ φέροντες οἷʼ ἂν οὔτε τις |1325 δόμων ἀπώσαιτʼ οὔτʼ ἂν ἡσθείη λαβών. |1326 ὦ πλεῖστα μῶροι καὶ φρενῶν τητώμενοι, |1327 πότερα παρʼ οὐδὲν τοῦ βίου κήδεσθʼ ἔτι |1328 ἢ νοῦς ἔνεστιν οὔτις ὑμὶν ἐγγενής, |1329 ὅτʼ οὐ παρʼ αὐτοῖς, ἀλλʼ ἐν αὐτοῖσιν κακοῖς |1330 τοῖσιν μεγίστοις ὄντες οὐ γιγνώσκετε; |1331 ἀλλʼ εἰ σταθμοῖσι τοῖσδε μὴ ʼκύρουν ἐγὼ |1332 πάλαι φυλάσσων, ἦν ἂν ὑμὶν ἐν δόμοις |1333 τὰ δρώμενʼ ὑμῶν πρόσθεν ἢ τὰ σώματα· |1334 νῦν δʼ εὐλάβειαν τῶνδε προυθέμην ἐγώ. |1335 καὶ νῦν ἀπαλλαχθέντε τῶν μακρῶν λόγων |1336 καὶ τῆς ἀπλήστου τῆσδε σὺν χαρᾷ βοῆς |1337 εἴσω παρέλθεθʼ, ὡς τὸ μὲν μέλλειν κακὸν |1338 ἐν τοῖς τοιούτοις ἔστʼ, ἀπηλλάχθαι δʼ ἀκμή. |1339 πῶς οὖν ἔχει τἀντεῦθεν εἰσιόντι μοι; |1340 καλῶς· ὑπάρχει γάρ σε μὴ γνῶναί τινα. |1341 ἤγγειλας, ὡς ἔοικεν, ὡς τεθνηκότα. |1342 εἷς τῶν ἐν Ἅιδου μάνθανʼ ἐνθάδʼ ὢν ἀνήρ. |1343 χαίρουσιν οὖν τούτοισιν; ἢ τίνες λόγοι; |1344 τελουμένων εἴποιμʼ ἄν· ὡς δὲ νῦν ἔχει, |1345 καλῶς τὰ κείνων πάντα, καὶ τὰ μὴ καλῶς. |1346 τίς οὗτός ἐστʼ, ἀδελφέ; πρὸς θεῶν φράσον. |1347 οὐχὶ ξυνίης; |1347a οὐδέ γʼ ἐς θυμὸν φέρω. |1348 οὐκ οἶσθʼ ὅτῳ μʼ ἔδωκας εἰς χέρας ποτέ; |1349 ποίῳ; τί φωνεῖς; |1349a οὗ τὸ Φωκέων πέδον |1350 ὑπεξεπέμφθην σῇ προμηθίᾳ χεροῖν. |1351 ἦ κεῖνος οὗτος, ὅν ποτʼ ἐκ πολλῶν ἐγὼ |1352 μόνον προσηῦρον πιστὸν ἐν πατρὸς φόνῳ; |1353 ὅδʼ ἐστί· μή μʼ ἔλεγχε πλείοσιν λόγοις. |1354 ὦ φίλτατον φῶς, ὦ μόνος σωτὴρ δόμων |1355 Ἀγαμέμνονος, πῶς ἦλθες; ἦ σὺ κεῖνος εἶ, |1356 ὃς τόνδε κἄμʼ ἔσωσας ἐκ πολλῶν πόνων; |1357 ὦ φίλταται μὲν χεῖρες, ἥδιστον δʼ ἔχων |1358 ποδῶν ὑπηρέτημα, πῶς οὕτω πάλαι |1359 ξυνών μʼ ἔληθες οὐδʼ ἔφαινες, ἀλλά με |1360 λόγοις ἀπώλλυς, ἔργʼ ἔχων ἥδιστʼ ἐμοί; |1361 χαῖρʼ, ὦ πάτερ· πατέρα γὰρ εἰσορᾶν δοκῶ· |1362 χαῖρʼ· ἴσθι δʼ ὡς μάλιστά σʼ ἀνθρώπων ἐγὼ |1363 ἤχθηρα κἀφίλησʼ ἐν ἡμέρᾳ μιᾷ. |1364 ἀρκεῖν δοκεῖ μοι· τοὺς γὰρ ἐν μέσῳ λόγους |1365 πολλαὶ κυκλοῦνται νύκτες ἡμέραι τʼ ἴσαι, |1366 αἳ ταῦτά σοι δείξουσιν, Ἠλέκτρα, σαφῆ. |1367 σφῷν δʼ ἐννέπω γε τοῖν παρεστώτοιν ὅτι |1368 νῦν καιρὸς ἔρδειν· νῦν Κλυταιμνήστρα μόνη, |1369 νῦν οὔτις ἀνδρῶν ἔνδον· εἰ δʼ ἐφέξετον, |1370 φροντίζεθʼ ὡς τούτοις τε καὶ σοφωτέροις |1371 ἄλλοισι τούτων πλείοσιν μαχούμενοι. |1372 οὐκ ἂν μακρῶν ἔθʼ ἡμὶν οὐδὲν ἂν λόγων, |1373 Πυλάδη, τόδʼ εἴη τοὔργον, ἀλλʼ ὅσον τάχος |1374 χωρεῖν ἔσω, πατρῷα προσκύσανθʼ ἕδη |1375 θεῶν, ὅσοιπερ πρόπυλα ναίουσιν τάδε. |1376 ἄναξ Ἄπολλον, ἵλεως αὐτοῖν κλύε |1377 ἐμοῦ τε πρὸς τούτοισιν, ἥ σε πολλὰ δὴ |1378 ἀφʼ ὧν ἔχοιμι λιπαρεῖ προύστην χερί. |1379 νῦν δʼ, ὦ Λύκειʼ Ἄπολλον, ἐξ οἵων ἔχω |1380 αἰτῶ, προπίτνω, λίσσομαι, γενοῦ πρόφρων |1381 ἡμῖν ἀρωγὸς τῶνδε τῶν βουλευμάτων, |1382 καὶ δεῖξον ἀνθρώποισι τἀπιτίμια |1383 τῆς δυσσεβείας οἷα δωροῦνται θεοί. [choral] [strophe 1] |1384 ἴδεθʼ ὅποι προνέμεται |1385 τὸ δυσέριστον αἷμα φυσῶν Ἄρης. |1386 βεβᾶσιν ἄρτι δωμάτων ὑπόστεγοι |1387 μετάδρομοι κακῶν πανουργημάτων ἄφυκτοι κύνες, |1388 ὥστʼ οὐ μακρὰν ἔτʼ ἀμμενεῖ |1390 τοὐμὸν φρενῶν ὄνειρον αἰωρούμενον. [antistrophe 1] |1391 παράγεται γὰρ ἐνέρων |1392 δολιόπους ἀρωγὸς εἴσω στέγας, |1393 ἀρχαιόπλουτα πατρὸς εἰς ἑδώλια, |1394 νεακόνητον αἷμα χειροῖν ἔχων· ὁ Μαίας δὲ παῖς |1395 Ἑρμῆς σφʼ ἄγει δόλον σκότῳ |1396 κρύψας πρὸς αὐτὸ τέρμα κοὐκέτʼ ἀμμένει. [strophe 2] |1397 ὦ φίλταται γυναῖκες, ἅνδρες αὐτίκα |1398 τελοῦσι τοὔργον· ἀλλὰ σῖγα πρόσμενε. |1399 πῶς δή; τί νῦν πράσσουσιν; |1400 ἡ μὲν ἐς τάφον |1401 λέβητα κοσμεῖ, τὼ δʼ ἐφέστατον πέλας. |1402 σὺ δʼ ἐκτὸς ᾖξας πρὸς τί; |1402a φρουρήσουσʼ ὅπως |1403 Αἴγισθος ἡμᾶς μὴ λάθῃ μολὼν ἔσω. |1404 αἰαῖ. ἰὼ στέγαι |1405 φίλων ἔρημοι, τῶν δʼ ἀπολλύντων πλέαι. |1406 βοᾷ τις ἔνδον· οὐκ ἀκούετʼ, ὦ φίλαι; |1407 ἤκουσʼ ἀνήκουστα δύστανος, ὥστε φρῖξαι. |1408 οἴμοι τάλαινʼ· Αἴγισθε, ποῦ ποτʼ ὢν κυρεῖς; |1409 ἰδοὺ μάλʼ αὖ θροεῖ τις. |1410 ὦ τέκνον τέκνον, οἴκτιρε τὴν τεκοῦσαν. |1411 ἀλλʼ οὐκ ἐκ σέθεν |1412 ᾠκτίρεθʼ οὗτος οὐδʼ ὁ γεννήσας πατήρ. |1413 ὦ πόλις, ὦ γενεὰ τάλαινα, νῦν σοι |1414 μοῖρα καθαμερία φθίνει φθίνει. |1415 ὤμοι πέπληγμαι. |1416 παῖσον, εἰ σθένεις, διπλῆν. |1417 ὤμοι μάλʼ αὖθις. |1418 εἰ γὰρ Αἰγίσθῳ θʼ ὁμοῦ. |1419 τελοῦσʼ ἀραί· ζῶσιν οἱ γᾶς ὑπαὶ κείμενοι. |1420 παλίρρυτον γὰρ αἷμʼ ὑπεξαιροῦσι τῶν |1421 κτανόντων οἱ πάλαι θανόντες. [antistrophe 2] |1422 καὶ μὴν πάρεισιν οἵδε· φοινία δὲ χεὶρ |1423 στάζει θυηλῆς Ἄρεος, οὐδʼ ἔχω ψέγειν. |1424 Ὀρέστα, πῶς κυρεῖτε; |1424a τἀν δόμοισι μὲν |1425 καλῶς, Ἀπόλλων εἰ καλῶς ἐθέσπισεν. |1426 τέθνηκεν ἡ τάλαινα; |1427 μηκέτʼ ἐκφοβοῦ |1428 μητρῷον ὥς σε λῆμʼ ἀτιμάσει ποτέ. |1429 παύσασθε· λεύσσω γὰρ Αἴγισθον ἐκ προδήλου. |1430 ὦ παῖδες, οὐκ ἄψορρον; |1431 εἰσορᾶτε ποῦ τὸν ἄνδρʼ; |1432 ἐφʼ ἡμῖν οὗτος ἐκ προαστίου |1433 χωρεῖ γεγηθὼς |1434 βᾶτε κατʼ ἀντιθύρων ὅσον τάχιστα, |1435 νῦν, τὰ πρὶν εὖ θέμενοι, τάδʼ ὡς πάλιν. |1436 θάρσει· τελοῦμεν. |1437 ᾗ νοεῖς ἔπειγέ νυν. |1438 καὶ δὴ βέβηκα. |1438a τἀνθάδʼ ἂν μέλοιτʼ ἐμοί. |1439 διʼ ὠτὸς ἂν παῦρά γʼ ὡς ἠπίως ἐννέπειν |1440 πρὸς ἄνδρα τόνδε συμφέροι, λαθραῖον ὡς |1441 ὀρούσῃ πρὸς δίκας ἀγῶνα. [episode] |1442 τίς οἶδεν ὑμῶν ποῦ ποθʼ οἱ Φωκῆς ξένοι, |1443 οὕς φασʼ Ὀρέστην ἡμὶν ἀγγεῖλαι βίον |1444 λελοιπόθʼ ἱππικοῖσιν ἐν ναυαγίοις; |1445 σέ τοι, σὲ κρίνω, ναὶ σέ, τὴν ἐν τῷ πάρος |1446 χρόνῳ θρασεῖαν· ὡς μάλιστα σοὶ μέλειν |1447 οἶμαι, μάλιστα δʼ ἂν κατειδυῖαν φράσαι. |1448 ἔξοιδα· πῶς γὰρ οὐχί; συμφορᾶς γὰρ ἂν |1449 ἔξωθεν εἴην τῶν ἐμῶν τῆς φιλτάτης. |1450 ποῦ δῆτʼ ἂν εἶεν οἱ ξένοι; δίδασκέ με. |1451 ἔνδον· φίλης γὰρ προξένου κατήνυσαν. |1452 ἦ καὶ θανόντʼ ἤγγειλαν ὡς ἐτητύμως; |1453 οὔκ, ἀλλὰ κἀπέδειξαν, οὐ λόγῳ μόνον. |1454 πάρεστʼ ἄρʼ ἡμῖν ὥστε κἀμφανῆ μαθεῖν; |1455 πάρεστι δῆτα, καὶ μάλʼ ἄζηλος θέα. |1456 ἦ πολλὰ χαίρειν μʼ εἶπας οὐκ εἰωθότως. |1457 χαίροις ἄν, εἴ σοι χαρτὰ τυγχάνοι τάδε. |1458 σιγᾶν ἄνωγα κἀναδεικνύναι πύλας |1459 πᾶσιν Μυκηναίοισιν Ἀργείοις θʼ ὁρᾶν, |1460 ὡς εἴ τις αὐτῶν ἐλπίσιν κεναῖς πάρος |1461 ἐξῄρετʼ ἀνδρὸς τοῦδε, νῦν ὁρῶν νεκρὸν |1462 στόμια δέχηται τἀμὰ μηδὲ πρὸς βίαν |1463 ἐμοῦ κολαστοῦ προστυχὼν φύσῃ φρένας. |1464 καὶ δὴ τελεῖται τἀπʼ ἐμοῦ· τῷ γὰρ χρόνῳ |1465 νοῦν ἔσχον, ὥστε συμφέρειν τοῖς κρείσσοσιν. |1466 ὦ Ζεῦ, δέδορκα φάσμʼ ἄνευ φθόνου μὲν οὐ |1467 πεπτωκός· εἰ δʼ ἔπεστι νέμεσις, οὐ λέγω. |1468 χαλᾶτε πᾶν κάλυμμʼ ἀπʼ ὀφθαλμῶν, ὅπως |1469 τὸ συγγενές τοι κἀπʼ ἐμοῦ θρήνων τύχῃ. |1470 αὐτὸς σὺ βάσταζʼ· οὐκ ἐμὸν τόδʼ, ἀλλὰ σόν, |1471 τὸ ταῦθʼ ὁρᾶν τε καὶ προσηγορεῖν φίλως. |1472 ἀλλʼ εὖ παραινεῖς κἀπιπείσομαι· σὺ δέ, |1473 εἴ που κατʼ οἶκόν μοι Κλυταιμνήστρα, κάλει. |1474 αὕτη πέλας σοῦ· μηκέτʼ ἄλλοσε σκόπει. |1475 οἴμοι, τί λεύσσω; |1476 τίνα φοβεῖ; τίνʼ ἀγνοεῖς; |1477 τίνων ποτʼ ἀνδρῶν ἐν μέσοις ἀρκυστάτοις πέπτωχʼ ὁ τλήμων; |1478 οὐ γὰρ αἰσθάνει πάλαι |1479 ζῶντας θανοῦσιν οὕνεκʼ ἀνταυδᾷς ἴσα; |1480 οἴμοι, ξυνῆκα τοὔπος· οὐ γὰρ ἔσθʼ ὅπως |1481 ὅδʼ οὐκ Ὀρέστης ἔσθʼ ὁ προσφωνῶν ἐμέ. |1482 καὶ μάντις ὢν ἄριστος ἐσφάλλου πάλαι. |1483 ὄλωλα δὴ δείλαιος. ἀλλά μοι πάρες |1484 κἂν σμικρὸν εἰπεῖν. |1484a μὴ πέρα λέγειν ἔα |1485 πρὸς θεῶν, ἀδελφέ, μηδὲ μηκύνειν λόγους. |1486 τί γὰρ βροτῶν ἂν σὺν κακοῖς μεμιγμένων |1487 θνῄσκειν ὁ μέλλων οὐ χρόνου κέρδος φέροι; |1488 ἀλλʼ ὡς τάχιστα κτεῖνε καὶ κτανὼν πρόθες |1489 ταφεῦσιν, ὧν τόνδʼ εἰκός ἐστι τυγχάνειν, |1490 ἄποπτον ἡμῶν· ὡς ἐμοὶ τόδʼ ἂν κακῶν |1490a μόνον γένοιτο τῶν πάλαι λυτήριον. |1491 χωροῖς ἂν εἴσω σὺν τάχει· λόγων γὰρ οὐ |1492 νῦν ἐστιν ἁγών, ἀλλὰ σῆς ψυχῆς πέρι. |1493 τί δʼ ἐς δόμους ἄγεις με; πῶς, τόδʼ εἰ καλὸν |1494 τοὔργον, σκότου δεῖ κοὐ πρόχειρος εἶ κτανεῖν; |1495 μὴ τάσσε· χώρει δʼ ἔνθαπερ κατέκτανες |1496 πατέρα τὸν ἀμόν, ὡς ἂν ἐν ταὐτῷ θάνῃς. |1497 ἦ πᾶσʼ ἀνάγκη τήνδε τὴν στέγην ἰδεῖν |1498 τά τʼ ὄντα καὶ μέλλοντα Πελοπιδῶν κακά; |1499 τὰ γοῦν σʼ· ἐγώ σοι μάντις εἰμὶ τῶνδʼ ἄκρος. |1500 ἀλλʼ οὐ πατρῴαν τὴν τέχνην ἐκόμπασας. |1501 πόλλʼ ἀντιφωνεῖς, ἡ δʼ ὁδὸς βραδύνεται. |1502 ἀλλʼ ἕρφʼ. |1502a ὑφηγοῦ. |1502b σοὶ βαδιστέον πάρος. |1503 ἦ μὴ φύγω σε; |1503a μὴ μὲν οὖν καθʼ ἡδονὴν |1504 θάνῃς· φυλάξαι δεῖ με τοῦτό σοι πικρόν. |1505 χρῆν δʼ εὐθὺς εἶναι τήνδε τοῖς πᾶσιν δίκην, |1506 ὅστις πέρα πράσσειν τι τῶν νόμων θέλει, |1507 κτείνειν· τὸ γὰρ πανοῦργον οὐκ ἂν ἦν πολύ. [anapests] |1508 ὦ σπέρμʼ Ἀτρέως, ὡς πολλὰ παθὸν |1509 διʼ ἐλευθερίας μόλις ἐξῆλθες |1510 τῇ νῦν ὁρμῇ τελεωθέν.