[edition urn:cts:greekLit:tlg0011.tlg004.perseus-grc2] [episode] |1 ὦ τέκνα, Κάδμου τοῦ πάλαι νέα τροφή, |2 τίνας ποθʼ ἕδρας τάσδε μοι θοάζετε |3 ἱκτηρίοις κλάδοισιν ἐξεστεμμένοι; |4 πόλις δʼ ὁμοῦ μὲν θυμιαμάτων γέμει, |5 ὁμοῦ δὲ παιάνων τε καὶ στεναγμάτων· |6 ἁγὼ δικαιῶν μὴ παρʼ ἀγγέλων, τέκνα, |7 ἄλλων ἀκούειν αὐτὸς ὧδʼ ἐλήλυθα, |8 ὁ πᾶσι κλεινὸς Οἰδίπους καλούμενος. |9 ἀλλʼ ὦ γεραιέ, φράζʼ, ἐπεὶ πρέπων ἔφυς |10 πρὸ τῶνδε φωνεῖν, τίνι τρόπῳ καθέστατε, |11 δείσαντες ἢ στέρξαντες; ὡς θέλοντος ἂν |12 ἐμοῦ προσαρκεῖν πᾶν· δυσάλγητος γὰρ ἂν |13 εἴην τοιάνδε μὴ οὐ κατοικτίρων ἕδραν. |14 ἀλλʼ ὦ κρατύνων Οἰδίπους χώρας ἐμῆς, |15 ὁρᾷς μὲν ἡμᾶς ἡλίκοι προσήμεθα |16 βωμοῖσι τοῖς σοῖς· οἱ μὲν οὐδέπω μακρὰν |17 πτέσθαι σθένοντες, οἱ δὲ σὺν γήρᾳ βαρεῖς, |18 ἱερῆς, ἐγὼ μὲν Ζηνός, οἵδε τʼ ᾐθέων |19 λεκτοί· τὸ δʼ ἄλλο φῦλον ἐξεστεμμένον |20 ἀγοραῖσι θακεῖ πρός τε Παλλάδος διπλοῖς |21 ναοῖς, ἐπʼ Ἰσμηνοῦ τε μαντείᾳ σποδῷ. |22 πόλις γάρ, ὥσπερ καὐτὸς εἰσορᾷς, ἄγαν |23 ἤδη σαλεύει κἀνακουφίσαι κάρα |24 βυθῶν ἔτʼ οὐχ οἵα τε φοινίου σάλου, |25 φθίνουσα μὲν κάλυξιν ἐγκάρποις χθονός, |26 φθίνουσα δʼ ἀγέλαις βουνόμοις τόκοισί τε |27 ἀγόνοις γυναικῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς |28 σκήψας ἐλαύνει, λοιμὸς ἔχθιστος, πόλιν, |29 ὑφʼ οὗ κενοῦται δῶμα Καδμεῖον, μέλας δʼ |30 Ἅιδης στεναγμοῖς καὶ γόοις πλουτίζεται. |31 θεοῖσι μέν νυν οὐκ ἰσούμενόν σʼ ἐγὼ |32 οὐδʼ οἵδε παῖδες ἑζόμεσθʼ ἐφέστιοι, |33 ἀνδρῶν δὲ πρῶτον ἔν τε συμφοραῖς βίου |34 κρίνοντες ἔν τε δαιμόνων συναλλαγαῖς· |35 ὅς γʼ ἐξέλυσας ἄστυ Καδμεῖον μολὼν |36 σκληρᾶς ἀοιδοῦ δασμὸν ὃν παρείχομεν, |37 καὶ ταῦθʼ ὑφʼ ἡμῶν οὐδὲν ἐξειδὼς πλέον |38 οὐδʼ ἐκδιδαχθείς, ἀλλὰ προσθήκῃ θεοῦ |39 λέγει νομίζει θʼ ἡμὶν ὀρθῶσαι βίον· |40 νῦν τʼ, ὦ κράτιστον πᾶσιν Οἰδίπου κάρα, |41 ἱκετεύομέν σε πάντες οἵδε πρόστροποι |42 ἀλκήν τινʼ εὑρεῖν ἡμίν, εἴτε του θεῶν |43 φήμην ἀκούσας εἴτʼ ἀπʼ ἀνδρὸς οἶσθά του· |44 ὡς τοῖσιν ἐμπείροισι καὶ τὰς ξυμφορὰς |45 ζώσας ὁρῶ μάλιστα τῶν βουλευμάτων. |46 ἴθʼ, ὦ βροτῶν ἄριστʼ, ἀνόρθωσον πόλιν, |47 ἴθʼ, εὐλαβήθηθʼ· ὡς σὲ νῦν μὲν ἥδε γῆ |48 σωτῆρα κλῄζει τῆς πάρος προθυμίας· |49 ἀρχῆς δὲ τῆς σῆς μηδαμῶς μεμνώμεθα |50 στάντες τʼ ἐς ὀρθὸν καὶ πεσόντες ὕστερον. |51 ἀλλʼ ἀσφαλείᾳ τήνδʼ ἀνόρθωσον πόλιν· |52 ὄρνιθι γὰρ καὶ τὴν τότʼ αἰσίῳ τύχην |53 παρέσχες ἡμῖν, καὶ τανῦν ἴσος γενοῦ. |54 ὡς εἴπερ ἄρξεις τῆσδε γῆς, ὥσπερ κρατεῖς, |55 ξὺν ἀνδράσιν κάλλιον ἢ κενῆς κρατεῖν· |56 ὡς οὐδέν ἐστιν οὔτε πύργος οὔτε ναῦς |57 ἔρημος ἀνδρῶν μὴ ξυνοικούντων ἔσω. |58 ὦ παῖδες οἰκτροί, γνωτὰ κοὐκ ἄγνωτά μοι |59 προσήλθεθʼ ἱμείροντες· εὖ γὰρ οἶδʼ ὅτι |60 νοσεῖτε πάντες, καὶ νοσοῦντες, ὡς ἐγὼ |61 οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ. |62 τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕνʼ ἔρχεται |63 μόνον καθʼ αὑτὸν κοὐδένʼ ἄλλον, ἡ δʼ ἐμὴ |64 ψυχὴ πόλιν τε κἀμὲ καὶ σʼ ὁμοῦ στένει. |65 ὥστʼ οὐχ ὕπνῳ γʼ εὕδοντά μʼ ἐξεγείρετε, |66 ἀλλʼ ἴστε πολλὰ μέν με δακρύσαντα δή, |67 πολλὰς δʼ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις· |68 ἣν δʼ εὖ σκοπῶν ηὕρισκον ἴασιν μόνην, |69 ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως |70 Κρέοντʼ, ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ |71 ἔπεμψα Φοίβου δώμαθʼ, ὡς πύθοιθʼ ὅ τι |72 δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν. |73 καί μʼ ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ |74 λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα |75 ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου. |76 ὅταν δʼ ἵκηται, τηνικαῦτʼ ἐγὼ κακὸς |77 μὴ δρῶν ἂν εἴην πάνθʼ ὅσʼ ἂν δηλοῖ θεός. |78 ἀλλʼ εἰς καλὸν σύ τʼ εἶπας οἵδε τʼ ἀρτίως |79 Κρέοντα προσστείχοντα σημαίνουσί μοι. |80 ὦναξ Ἄπολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ |81 σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι |82 ἀλλʼ εἰκάσαι μέν, ἡδύς· οὐ γὰρ ἂν κάρα |83 πολυστεφὴς ὧδʼ εἷρπε παγκάρπου δάφνης. |84 τάχʼ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν. |85 ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως, |86 τίνʼ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων; |87 ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορʼ, εἰ τύχοι |88 κατʼ ὀρθὸν ἐξελθόντα, πάντʼ ἂν εὐτυχεῖν. |89 ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς |90 οὔτʼ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ. |91 εἰ τῶνδε χρῄζεις πλησιαζόντων κλύειν, |92 ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω. |93 ἐς πάντας αὔδα· τῶνδε γὰρ πλέον φέρω |94 τὸ πένθος ἢ καὶ τῆς ἐμῆς ψυχῆς πέρι. |95 λέγοιμʼ ἂν οἷʼ ἤκουσα τοῦ θεοῦ πάρα. |96 ἄνωγεν ἡμᾶς Φοῖβος ἐμφανῶς ἄναξ |97 μίασμα χώρας, ὡς τεθραμμένον χθονὶ |98 ἐν τῇδʼ, ἐλαύνειν μηδʼ ἀνήκεστον τρέφειν. |99 ποίῳ καθαρμῷ; τίς ὁ τρόπος τῆς ξυμφορᾶς; |100 ἀνδρηλατοῦντας ἢ φόνῳ φόνον πάλιν |101 λύοντας, ὡς τόδʼ αἷμα χειμάζον πόλιν. |102 ποίου γὰρ ἀνδρὸς τήνδε μηνύει τύχην; |103 ἦν ἡμίν, ὦναξ, Λάϊός ποθʼ ἡγεμὼν |104 γῆς τῆσδε, πρὶν σὲ τήνδʼ ἀπευθύνειν πόλιν. |105 ἔξοιδʼ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω. |106 τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς |107 τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινας. |108 οἳ δʼ εἰσὶ ποῦ γῆς; ποῦ τόδʼ εὑρεθήσεται |109 ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας; |110 ἐν τῇδʼ ἔφασκε γῇ· τὸ δὲ ζητούμενον |111 ἁλωτόν, ἐκφεύγειν δὲ τἀμελούμενον. |112 πότερα δʼ ἐν οἴκοις ἢ ʼν ἀγροῖς ὁ Λάϊος |113 ἢ γῆς ἐπʼ ἄλλης τῷδε συμπίπτει φόνῳ; |114 θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν |115 πρὸς οἶκον οὐκέθʼ ἵκεθʼ, ὡς ἀπεστάλη. |116 οὐδʼ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ |117 κατεῖδʼ, ὅτου τις ἐκμαθὼν ἐχρήσατʼ ἄν; |118 θνῄσκουσι γάρ, πλὴν εἷς τις, ὃς φόβῳ, φυγὼν |119 ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχʼ εἰδὼς φράσαι. |120 τὸ ποῖον; ἓν γὰρ πόλλʼ ἂν ἐξεύροι μαθεῖν, |121 ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος. |122 λῃστὰς ἔφασκε συντυχόντας οὐ μιᾷ |123 ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν. |124 πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ |125 ἐπράσσετʼ ἐνθένδʼ, ἐς τόδʼ ἂν τόλμης ἔβη; |126 δοκοῦντα ταῦτʼ ἦν· Λαΐου δʼ ὀλωλότος |127 οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο. |128 κακὸν δὲ ποῖον ἐμποδών, τυραννίδος |129 οὕτω πεσούσης, εἶργε τοῦτʼ ἐξειδέναι; |130 ἡ ποικιλῳδὸς Σφὶγξ τὸ πρὸς ποσὶν σκοπεῖν |131 μεθέντας ἡμᾶς τἀφανῆ προσήγετο. |132 ἀλλʼ ἐξ ὑπαρχῆς αὖθις αὔτʼ ἐγὼ φανῶ· |133 ἐπαξίως γὰρ Φοῖβος, ἀξίως δὲ σὺ |134 πρὸ τοῦ θανόντος τήνδʼ ἔθεσθʼ ἐπιστροφήν· |135 ὥστʼ ἐνδίκως ὄψεσθε κἀμὲ σύμμαχον |136 γῇ τῇδε τιμωροῦντα τῷ θεῷ θʼ ἅμα. |137 ὑπὲρ γὰρ οὐχὶ τῶν ἀπωτέρω φίλων, |138 ἀλλʼ αὐτὸς αὑτοῦ τοῦτʼ ἀποσκεδῶ μύσος. |139 ὅστις γὰρ ἦν ἐκεῖνον ὁ κτανών, τάχʼ ἂν |140 κἄμʼ ἂν τοιαύτῃ χειρὶ τιμωροῦνθʼ ἕλοι. |141 κείνῳ προσαρκῶν οὖν ἐμαυτὸν ὠφελῶ. |142 ἀλλʼ ὡς τάχιστα, παῖδες, ὑμεῖς μὲν βάθρων |143 ἵστασθε, τούσδʼ ἄραντες ἱκτῆρας κλάδους, |144 ἄλλος δὲ Κάδμου λαὸν ὧδʼ ἀθροιζέτω, |145 ὡς πᾶν ἐμοῦ δράσοντος· ἢ γὰρ εὐτυχεῖς |146 σὺν τῷ θεῷ φανούμεθʼ ἢ πεπτωκότες. |147 ὦ παῖδες, ἱστώμεσθα· τῶνδε γὰρ χάριν |148 καὶ δεῦρʼ ἔβημεν ὧν ὅδʼ ἐξαγγέλλεται. |149 Φοῖβος δʼ ὁ πέμψας τάσδε μαντείας ἅμα |150 σωτήρ δʼ ἵκοιτο καὶ νόσου παυστήριος. [choral] [strophe 1] |151 ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου |152 Πυθῶνος ἀγλαὰς ἔβας |153 Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων, |154 ἰήιε Δάλιε Παιάν, |155 ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον |156 ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος. |157 εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα. [antistrophe 1] |160 πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα |161 γαιάοχόν τʼ ἀδελφεὰν |162 Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει, |163 καὶ Φοῖβον ἑκαβόλον, ἰὼ |164 τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι, |165 εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει |166 ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν. [strophe 2] |169 ὦ πόποι, ἀνάριθμα γὰρ φέρω |170 πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος |171 ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα |172 κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν |173 ἰηίων καμάτων ἀνέχουσι γυναῖκες· |175 ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν |176 κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον |177 ἀκτὰν πρὸς ἑσπέρου θεοῦ. [antistrophe 2] |179 ὧν πόλις ἀνάριθμος ὄλλυται· |180 νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως· |181 ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες |182 ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν |183 λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν. |185 παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος |186 ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός, |187 εὐῶπα πέμψον ἀλκάν. [strophe 3] |190 Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων |191 φλέγει με περιβόατον, ἀντιάζω |192 παλίσσυτον δράμημα νωτίσαι πάτρας |193 ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας |195 εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων |196 Θρῄκιον κλύδωνα· |197 τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ, |198 τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται· |199 τόν, ὦ τᾶν πυρφόρων |200 ἀστραπᾶν κράτη νέμων, |201 ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ, [antistrophe 3] |203 Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν |204 βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι |205 ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους |206 Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει· |207 τὸν χρυσομίτραν τε κικλήσκω, |210 τᾶσδʼ ἐπώνυμον γᾶς, |211 οἰνῶπα Βάκχον εὔιον, |212 Μαινάδων ὁμόστολον, |213 πελασθῆναι φλέγοντʼ |214 ἀγλαῶπι ¯ ˘ ¯ |215 πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν. [episode] |216 αἰτεῖς· ἃ δʼ αἰτεῖς, τἄμʼ ἐὰν θέλῃς ἔπη |217 κλύων δέχεσθαι τῇ νόσῳ θʼ ὑπηρετεῖν, |218 ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν· |219 ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδʼ ἐξερῶ, |220 ξένος δὲ τοῦ πραχθέντος· οὐ γὰρ ἂν μακρὰν |221 ἴχνευον αὐτός, μὴ οὐκ ἔχων τι σύμβολον, |222 νῦν δʼ ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ, |223 ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε· |224 ὅστις ποθʼ ὑμῶν Λάϊον τὸν Λαβδάκου |225 κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο, |226 τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί· |227 κεἰ μὲν φοβεῖται, τοὐπίκλημʼ ὑπεξελεῖν |228 αὐτὸν καθʼ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν |229 ἀστεργὲς οὐδέν. γῆς δʼ ἄπεισιν ἀσφαλής. |230 εἰ δʼ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς |231 τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ |232 κέρδος τελῶ ʼγὼ χἠ χάρις προσκείσεται. |233 εἰ δʼ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου |234 δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε, |235 ἃκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ. |236 τὸν ἄνδρʼ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς |237 τῆσδʼ, ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω, |238 μήτʼ εἰσδέχεσθαι μήτε προσφωνεῖν τινα, |239 μήτʼ ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν |240 κοινὸν ποεῖσθαι, μήτε χέρνιβας νέμειν· |241 ὠθεῖν δʼ ἀπʼ οἴκων πάντας, ὡς μιάσματος |242 τοῦδʼ ἡμὶν ὄντος, ὡς τὸ Πυθικὸν θεοῦ |243 μαντεῖον ἐξέφηνεν ἀρτίως ἐμοί. |244 ἐγὼ μὲν οὖν τοιόσδε τῷ τε δαίμονι |245 τῷ τʼ ἀνδρὶ τῷ θανόντι σύμμαχος πέλω· |246 κατεύχομαι δὲ τὸν δεδρακότʼ, εἴτε τις |247 εἷς ὢν λέληθεν εἴτε πλειόνων μέτα, |248 κακὸν κακῶς νιν ἄμορον ἐκτρῖψαι βίον· |249 ἐπεύχομαι δʼ, οἴκοισιν εἰ ξυνέστιος |250 ἐν τοῖς ἐμοῖς γένοιτʼ ἐμοῦ συνειδότος, |251 παθεῖν ἅπερ τοῖσδʼ ἀρτίως ἠρασάμην. |252 ὑμῖν δὲ ταῦτα πάντʼ ἐπισκήπτω τελεῖν, |253 ὑπέρ τʼ ἐμαυτοῦ τοῦ θεοῦ τε τῆσδέ τε |254 γῆς ὧδʼ ἀκάρπως κἀθέως ἐφθαρμένης. |255 οὐδʼ εἰ γὰρ ἦν τὸ πρᾶγμα μὴ θεήλατον, |256 ἀκάθαρτον ὑμᾶς εἰκὸς ἦν οὕτως ἐᾶν, |257 ἀνδρός γʼ ἀρίστου βασιλέως τʼ ὀλωλότος, |258 ἀλλʼ ἐξερευνᾶν· νῦν δʼ ἐπεὶ κυρῶ γʼ ἐγὼ |259 ἔχων μὲν ἀρχὰς ἃς ἐκεῖνος εἶχε πρίν, |260 ἔχων δὲ λέκτρα καὶ γυναῖχʼ ὁμόσπορον, |261 κοινῶν τε παίδων κοίνʼ ἄν, εἰ κείνῳ γένος |262 μὴ ʼδυστύχησεν, ἦν ἂν ἐκπεφυκότα· |263 νῦν δʼ ἐς τὸ κείνου κρᾶτʼ ἐνήλαθʼ ἡ τύχη· |264 ἀνθʼ ὧν ἐγὼ τάδʼ, ὡσπερεὶ τοὐμοῦ πατρός, |265 ὑπερμαχοῦμαι κἀπὶ πᾶν ἀφίξομαι, |266 ζητῶν τὸν αὐτόχειρα τοῦ φόνου λαβεῖν, |267 τῷ Λαβδακείῳ παιδὶ Πολυδώρου τε καὶ |268 τοῦ πρόσθε Κάδμου τοῦ πάλαι τʼ Ἀγήνορος. |269 καὶ ταῦτα τοῖς μὴ δρῶσιν εὔχομαι θεοὺς |270 μήτʼ ἄροτον αὐτοῖς γῆς ἀνιέναι τινὰ |271 μήτʼ οὖν γυναικῶν παῖδας, ἀλλὰ τῷ πότμῳ |272 τῷ νῦν φθερεῖσθαι κἄτι τοῦδʼ ἐχθίονι· |273 ὑμῖν δὲ τοῖς ἄλλοισι Καδμείοις, ὅσοις |274 τάδʼ ἔστʼ ἀρέσκονθʼ, ἥ τε σύμμαχος Δίκη |275 χοἰ πάντες εὖ ξυνεῖεν εἰσαεὶ θεοί. |276 ὥσπερ μʼ ἀραῖον ἔλαβες, ὧδʼ, ἄναξ, ἐρῶ. |277 οὔτʼ ἔκτανον γὰρ οὔτε τὸν κτανόντʼ ἔχω |278 δεῖξαι. τὸ δὲ ζήτημα τοῦ πέμψαντος ἦν |279 Φοίβου τόδʼ εἰπεῖν, ὅστις εἴργασταί ποτε. |280 δίκαιʼ ἔλεξας· ἀλλʼ ἀναγκάσαι θεοὺς |281 ἃν μὴ θέλωσιν οὐδʼ ἂν εἷς δύναιτʼ ἀνήρ. |282 τὰ δεύτερʼ ἐκ τῶνδʼ ἂν λέγοιμʼ ἁμοὶ δοκεῖ. |283 εἰ καὶ τρίτʼ ἐστί, μὴ παρῇς τὸ μὴ οὐ φράσαι. |284 ἄνακτʼ ἄνακτι ταὔθʼ ὁρῶντʼ ἐπίσταμαι |285 μάλιστα Φοίβῳ Τειρεσίαν, παρʼ οὗ τις ἂν |286 σκοπῶν τάδʼ, ὦναξ, ἐκμάθοι σαφέστατα. |287 ἀλλʼ οὐκ ἐν ἀργοῖς οὐδὲ τοῦτʼ ἐπραξάμην. |288 ἔπεμψα γὰρ Κρέοντος εἰπόντος διπλοῦς |289 πομπούς· πάλαι δὲ μὴ παρῶν θαυμάζεται. |290 καὶ μὴν τά γʼ ἄλλα κωφὰ καὶ παλαίʼ ἔπη. |291 τὰ ποῖα ταῦτα; πάντα γὰρ σκοπῶ λόγον. |292 θανεῖν ἐλέχθη πρός τινων ὁδοιπόρων. |293 ἤκουσα κἀγώ. τὸν δʼ ἰδόντʼ οὐδεὶς ὁρᾷ. |294 ἀλλʼ εἴ τι μὲν δὴ δείματός γʼ ἔχει μέρος, |295 τὰς σὰς ἀκούων οὐ μενεῖ τοιάσδʼ ἀράς, |296 ᾧ μή ʼστι δρῶντι τάρβος, οὐδʼ ἔπος φοβεῖ. |297 ἀλλʼ οὑξελέγξων αὐτὸν ἔστιν· οἵδε γὰρ |298 τὸν θεῖον ἤδη μάντιν ὧδʼ ἄγουσιν, ᾧ |299 τἀληθὲς ἐμπέφυκεν ἀνθρώπων μόνῳ. |300 ὦ πάντα νωμῶν Τειρεσία, διδακτά τε |301 ἄρρητά τʼ, οὐράνιά τε καὶ χθονοστιβῆ, |302 πόλιν μέν, εἰ καὶ μὴ βλέπεις, φρονεῖς δʼ ὅμως |303 οἵᾳ νόσῳ σύνεστιν· ἧς σὲ προστάτην |304 σωτῆρά τʼ, ὦναξ, μοῦνον ἐξευρίσκομεν. |305 Φοῖβος γάρ, εἴ τι μὴ κλύεις τῶν ἀγγέλων, |306 πέμψασιν ἡμῖν ἀντέπεμψεν, ἔκλυσιν |307 μόνην ἂν ἐλθεῖν τοῦδε τοῦ νοσήματος, |308 εἰ τοὺς κτανόντας Λάϊον μαθόντες εὖ |309 κτείναιμεν ἢ γῆς φυγάδας ἐκπεμψαίμεθα. |310 σύ νυν φθονήσας μήτʼ ἀπʼ οἰωνῶν φάτιν |311 μήτʼ εἴ τινʼ ἄλλην μαντικῆς ἔχεις ὁδόν, |312 ῥῦσαι σεαυτὸν καὶ πόλιν, ῥῦσαι δʼ ἐμέ, |313 ῥῦσαι δὲ πᾶν μίασμα τοῦ τεθνηκότος. |314 ἐν σοὶ γὰρ ἐσμέν· ἄνδρα δʼ ὠφελεῖν ἀφʼ ὧν |315 ἔχοι τε καὶ δύναιτο, κάλλιστος πόνων. |316 φεῦ φεῦ, φρονεῖν ὡς δεινὸν ἔνθα μὴ τέλη |317 λύῃ φρονοῦντι· ταῦτα γὰρ καλῶς ἐγὼ |318 εἰδὼς διώλεσʼ· οὐ γὰρ ἂν δεῦρʼ ἱκόμην. |319 τί δʼ ἔστιν; ὡς ἄθυμος εἰσελήλυθας. |320 ἄφες μʼ ἐς οἴκους· ῥᾷστα γὰρ τὸ σόν τε σὺ |321 κἀγὼ διοίσω τοὐμόν, ἢν ἐμοὶ πίθῃ. |322 οὔτʼ ἔννομʼ εἶπας οὔτε προσφιλῆ πόλει |323 τῇδʼ, ἥ σʼ ἔθρεψε, τήνδʼ ἀποστερῶν φάτιν. |324 ὁρῶ γὰρ οὐδὲ σοὶ τὸ σὸν φώνημʼ ἰὸν |325 πρὸς καιρόν· ὡς οὖν μηδʼ ἐγὼ ταὐτὸν πάθω— |326 μὴ πρὸς θεῶν φρονῶν γʼ ἀποστραφῇς, ἐπεὶ |327 πάντες σε προσκυνοῦμεν οἵδʼ ἱκτήριοι. |328 πάντες γὰρ οὐ φρονεῖτʼ· ἐγὼ δʼ οὐ μή ποτε |329 τἄμʼ, ὡς ἂν εἴπω μὴ τὰ σʼ, ἐκφήνω κακά. |330 τί φής; ξυνειδὼς οὐ φράσεις, ἀλλʼ ἐννοεῖς |331 ἡμᾶς προδοῦναι καὶ καταφθεῖραι πόλιν; |332 ἐγὼ οὔτʼ ἐμαυτὸν οὔτε σʼ ἀλγυνῶ. τί ταῦτʼ |333 ἄλλως ἐλέγχεις; οὐ γὰρ ἂν πύθοιό μου. |334 οὐκ, ὦ κακῶν κάκιστε, καὶ γὰρ ἂν πέτρου |335 φύσιν σύ γʼ ὀργάνειας, ἐξερεῖς ποτε, |336 ἀλλʼ ὧδʼ ἄτεγκτος κἀτελεύτητος φανεῖ; |337 ὀργὴν ἐμέμψω τὴν ἐμήν, τὴν σὴν δʼ ὁμοῦ |338 ναίουσαν οὐ κατεῖδες, ἀλλʼ ἐμὲ ψέγεις. |339 τίς γὰρ τοιαῦτʼ ἂν οὐκ ἂν ὀργίζοιτʼ ἔπη |340 κλύων, ἃ νῦν σὺ τήνδʼ ἀτιμάζεις πόλιν; |341 ἥξει γὰρ αὐτά, κἂν ἐγὼ σιγῇ στέγω. |342 οὐκοῦν ἅ γʼ ἥξει καὶ σὲ χρὴ λέγειν ἐμοί. |343 οὐκ ἂν πέρα φράσαιμι. πρὸς τάδʼ, εἰ θέλεις, |344 θυμοῦ διʼ ὀργῆς ἥτις ἀγριωτάτη. |345 καὶ μὴν παρήσω γʼ οὐδέν, ὡς ὀργῆς ἔχω, |346 ἅπερ ξυνίημʼ· ἴσθι γὰρ δοκῶν ἐμοὶ |347 καὶ ξυμφυτεῦσαι τοὔργον εἰργάσθαι θʼ, ὅσον |348 μὴ χερσὶ καίνων· εἰ δʼ ἐτύγχανες βλέπων, |349 καὶ τοὔργον ἂν σοῦ τοῦτʼ, ἔφην εἶναι μόνου. |350 ἄληθες; ἐννέπω σὲ τῷ κηρύγματι |351 ᾧπερ προεῖπας ἐμμένειν, κἀφʼ ἡμέρας |352 τῆς νῦν προσαυδᾶν μήτε τούσδε μήτʼ ἐμέ, |353 ὡς ὄντι γῆς τῆσδʼ ἀνοσίῳ μιάστορι. |354 οὕτως ἀναιδῶς ἐξεκίνησας τόδε |355 τὸ ῥῆμα; καὶ ποῦ τοῦτο φεύξεσθαι δοκεῖς; |356 πέφευγα· τἀληθὲς γὰρ ἰσχῦον τρέφω. |357 πρὸς τοῦ διδαχθείς; οὐ γὰρ ἔκ γε τῆς τέχνης. |358 πρὸς σοῦ· σὺ γάρ μʼ ἄκοντα προυτρέψω λέγειν. |359 ποῖον λόγον; λέγʼ αὖθις, ὡς μᾶλλον μάθω. |360 οὐχὶ ξυνῆκας πρόσθεν; ἢ ʼκπειρᾷ λέγων; |361 οὐχ ὥστε γʼ εἰπεῖν γνωστόν· ἀλλʼ αὖθις φράσον. |362 φονέα σε φημὶ τἀνδρὸς οὗ ζητεῖς κυρεῖν. |363 ἀλλʼ οὔ τι χαίρων δίς γε πημονὰς ἐρεῖς. |364 εἴπω τι δῆτα κἄλλʼ, ἵνʼ ὀργίζῃ πλέον; |365 ὅσον γε χρῄζεις· ὡς μάτην εἰρήσεται. |366 λεληθέναι σε φημὶ σὺν τοῖς φιλτάτοις |367 αἴσχισθʼ ὁμιλοῦντʼ, οὐδʼ ὁρᾶν ἵνʼ εἶ κακοῦ. |368 ἦ καὶ γεγηθὼς ταῦτʼ ἀεὶ λέξειν δοκεῖς; |369 εἴπερ τί γʼ ἐστὶ τῆς ἀληθείας σθένος. |370 ἀλλʼ ἔστι, πλὴν σοί· σοὶ δὲ τοῦτʼ οὐκ ἔστʼ ἐπεὶ |371 τυφλὸς τά τʼ ὦτα τόν τε νοῦν τά τʼ ὄμματʼ εἶ. |372 σὺ δʼ ἄθλιός γε ταῦτʼ ὀνειδίζων, ἃ σοὶ |373 οὐδεὶς ὃς οὐχὶ τῶνδʼ ὀνειδιεῖ τάχα. |374 μιᾶς τρέφει πρὸς νυκτός, ὥστε μήτʼ ἐμὲ |375 μήτʼ ἄλλον, ὅστις φῶς ὁρᾷ, βλάψαι ποτʼ ἄν. |376 οὐ γάρ σε μοῖρα πρός γʼ ἐμοῦ πεσεῖν, ἐπεὶ |377 ἱκανὸς Ἀπόλλων, ᾧ τάδʼ ἐκπρᾶξαι μέλει. |378 Κρέοντος ἢ σοῦ ταῦτα τἀξευρήματα; |379 Κρέων δέ σοι πῆμʼ οὐδέν, ἀλλʼ αὐτὸς σὺ σοί. |380 ὦ πλοῦτε καὶ τυραννὶ καὶ τέχνη τέχνης |381 ὑπερφέρουσα τῷ πολυζήλῳ βίῳ, |382 ὅσος παρʼ ὑμῖν ὁ φθόνος φυλάσσεται, |383 εἰ τῆσδέ γʼ ἀρχῆς οὕνεχʼ, ἣν ἐμοὶ πόλις |384 δωρητόν, οὐκ αἰτητόν, εἰσεχείρισεν, |385 ταύτης Κρέων ὁ πιστός, οὑξ ἀρχῆς φίλος, |386 λάθρᾳ μʼ ὑπελθὼν ἐκβαλεῖν ἱμείρεται, |387 ὑφεὶς μάγον τοιόνδε μηχανορράφον, |388 δόλιον ἀγύρτην, ὅστις ἐν τοῖς κέρδεσιν |389 μόνον δέδορκε, τὴν τέχνην δʼ ἔφυ τυφλός. |390 ἐπεί, φέρʼ εἰπέ, ποῦ σὺ μάντις εἶ σαφής; |391 πῶς οὐκ, ὅθʼ ἡ ῥαψῳδὸς ἐνθάδʼ ἦν κύων, |392 ηὔδας τι τοῖσδʼ ἀστοῖσιν ἐκλυτήριον; |393 καίτοι τό γʼ αἴνιγμʼ οὐχὶ τοὐπιόντος ἦν |394 ἀνδρὸς διειπεῖν, ἀλλὰ μαντείας ἔδει· |395 ἣν οὔτʼ ἀπʼ οἰωνῶν σὺ προυφάνης ἔχων |396 οὔτʼ ἐκ θεῶν του γνωτόν· ἀλλʼ ἐγὼ μολών, |397 ὁ μηδὲν εἰδὼς Οἰδίπους, ἔπαυσά νιν, |398 γνώμῃ κυρήσας οὐδʼ ἀπʼ, οἰωνῶν μαθών· |399 ὃν δὴ σὺ πειρᾷς ἐκβαλεῖν, δοκῶν θρόνοις |400 παραστατήσειν τοῖς Κρεοντείοις πέλας. |401 κλαίων δοκεῖς μοι καὶ σὺ χὠ συνθεὶς τάδε |402 ἀγηλατήσειν· εἰ δὲ μὴ ʼδόκεις γέρων |403 εἶναι, παθὼν ἔγνως ἂν οἷά περ φρονεῖς. |404 ἡμῖν μὲν εἰκάζουσι καὶ τὰ τοῦδʼ ἔπη |405 ὀργῇ λελέχθαι καὶ τά σʼ, Οἰδίπους, δοκεῖ, |406 δεῖ δʼ οὐ τοιούτων, ἀλλʼ ὅπως τὰ τοῦ θεοῦ |407 μαντεῖʼ ἄριστα λύσομεν, τόδε σκοπεῖν. |408 εἰ καὶ τυραννεῖς, ἐξισωτέον τὸ γοῦν |409 ἴσʼ ἀντιλέξαι· τοῦδε γὰρ κἀγὼ κρατῶ. |410 οὐ γάρ τι σοὶ ζῶ δοῦλος, ἀλλὰ Λοξίᾳ· |411 ὥστʼ οὐ Κρέοντος προστάτου γεγράψομαι. |412 λέγω δʼ, ἐπειδὴ καὶ τυφλόν μʼ ὠνείδισας· |413 σὺ καὶ δέδορκας κοὐ βλέπεις ἵνʼ εἶ κακοῦ, |414 οὐδʼ ἔνθα ναίεις, οὐδʼ ὅτων οἰκεῖς μέτα. |415 ἆρʼ οἶσθʼ ἀφʼ ὧν εἶ; καὶ λέληθας ἐχθρὸς ὢν |416 τοῖς σοῖσιν αὐτοῦ νέρθε κἀπὶ γῆς ἄνω, |417 καί σʼ ἀμφιπλὴξ μητρός τε καὶ τοῦ σοῦ πατρὸς |418 ἐλᾷ ποτʼ ἐκ γῆς τῆσδε δεινόπους ἀρά, |419 βλέποντα νῦν μὲν ὄρθʼ, ἔπειτα δὲ σκότον. |420 βοῆς δὲ τῆς σῆς ποῖος οὐκ ἔσται λιμήν, |421 ποῖος Κιθαιρὼν οὐχὶ σύμφωνος τάχα, |422 ὅταν καταίσθῃ τὸν ὑμέναιον, ὃν δόμοις |423 ἄνορμον εἰσέπλευσας, εὐπλοίας τυχών; |424 ἄλλων δὲ πλῆθος οὐκ ἐπαισθάνει κακῶν, |425 ἅ σʼ ἐξισώσει σοί τε καὶ τοῖς σοῖς τέκνοις. |426 πρὸς ταῦτα καὶ Κρέοντα καὶ τοὐμὸν στόμα |427 προπηλάκιζε· σοῦ γὰρ οὐκ ἔστιν βροτῶν |428 κάκιον ὅστις ἐκτριβήσεταί ποτε. |429 ἦ ταῦτα δῆτʼ ἀνεκτὰ πρὸς τούτου κλύειν; |430 οὐκ εἰς ὄλεθρον; οὐχὶ θᾶσσον; οὐ πάλιν |431 ἄψορρος οἴκων τῶνδʼ ἀποστραφεὶς ἄπει; |432 οὐδʼ ἱκόμην ἔγωγʼ ἄν, εἰ σὺ μὴ ʼκάλεις. |433 οὐ γάρ τί σʼ ᾔδη μῶρα φωνήσοντʼ, ἐπεὶ |434 σχολῇ σʼ ἂν οἴκους τοὺς ἐμοὺς ἐστειλάμην. |435 ἡμεῖς τοιοίδʼ ἔφυμεν, ὡς μὲν σοὶ δοκεῖ, |436 μῶροι, γονεῦσι δʼ, οἵ σʼ ἔφυσαν, ἔμφρονες. |437 ποίοισι; μεῖνον, τίς δέ μʼ ἐκφύει βροτῶν; |438 ἥδʼ ἡμέρα φύσει σε καὶ διαφθερεῖ. |439 ὡς πάντʼ ἄγαν αἰνικτὰ κἀσαφῆ λέγεις. |440 οὔκουν σὺ ταῦτʼ ἄριστος εὑρίσκειν ἔφυς; |441 τοιαῦτʼ ὀνείδιζʼ, οἷς ἔμʼ εὑρήσεις μέγαν. |442 αὕτη γε μέντοι σʼ ἡ τύχη διώλεσεν. |443 ἀλλʼ εἰ πόλιν τήνδʼ ἐξέσωσʼ, οὔ μοι μέλει. |444 ἄπειμι τοίνυν· καὶ σύ, παῖ, κόμιζέ με. |445 κομιζέτω δῆθʼ· ὡς παρὼν σύ γʼ ἐμποδὼν |446 ὀχλεῖς, συθείς τʼ ἂν οὐκ ἂν ἀλγύνοις πλέον. |447 εἰπὼν ἄπειμʼ ὧν οὕνεκʼ, ἦλθον, οὐ τὸ σὸν |448 δείσας πρόσωπον· οὐ γὰρ ἔσθʼ ὅπου μʼ ὀλεῖς. |449 λέγω δέ σοι· τὸν ἄνδρα τοῦτον, ὃν πάλαι |450 ζητεῖς ἀπειλῶν κἀνακηρύσσων φόνον |451 τὸν Λαΐειον, οὗτός ἐστιν ἐνθάδε, |452 ξένος λόγῳ μέτοικος, εἶτα δʼ ἐγγενὴς |453 φανήσεται Θηβαῖος, οὐδʼ ἡσθήσεται |454 τῇ ξυμφορᾷ· τυφλὸς γὰρ ἐκ δεδορκότος |455 καὶ πτωχὸς ἀντὶ πλουσίου ξένην ἔπι |456 σκήπτρῳ προδεικνὺς γαῖαν ἐμπορεύσεται. |457 φανήσεται δὲ παισὶ τοῖς αὑτοῦ ξυνὼν |458 ἀδελφὸς αὑτὸς καὶ πατήρ, κἀξ ἧς ἔφυ |459 γυναικὸς υἱὸς καὶ πόσις, καὶ τοῦ πατρὸς |460 ὁμόσπορός τε καὶ φονεύς. καὶ ταῦτʼ ἰὼν |461 εἴσω λογίζου· κἂν λάβῃς ἐψευσμένον, |462 φάσκειν ἔμʼ ἤδη μαντικῇ μηδὲν φρονεῖν. [choral] [strophe 1] |463 τίς ὅντινʼ ἁ θεσπιέπεια Δελφὶς εἶπε πέτρα |465 ἄρρητʼ ἀρρήτων τελέσαντα φοινίαισι χερσίν; |466 ὥρα νιν ἀελλάδων |467 ἵππων σθεναρώτερον |468 φυγᾷ πόδα νωμᾶν. |469 ἔνοπλος γὰρ ἐπʼ αὐτὸν ἐπενθρῴσκει |470 πυρὶ καὶ στεροπαῖς ὁ Διὸς γενέτας, |471 δειναὶ δʼ ἅμʼ ἕπονται |472 κῆρες ἀναπλάκητοι [antistrophe 1] |473 ἔλαμψε γὰρ τοῦ νιφόεντος ἀρτίως φανεῖσα |474 φάμα Παρνασοῦ τὸν ἄδηλον ἄνδρα πάντʼ ἰχνεύειν. |475 φοιτᾷ γὰρ ὑπʼ ἀγρίαν |476 ὕλαν ἀνά τʼ ἄντρα καὶ |477 πέτρας ἰσόταυρος |478 μέλεος μελέῳ ποδὶ χηρεύων, |480 τὰ μεσόμφαλα γᾶς ἀπονοσφίζων |481 μαντεῖα· τὰ δʼ ἀεὶ |482 ζῶντα περιποτᾶται. [strophe 2] |483 δεινὰ μὲν οὖν, δεινὰ ταράσσει σοφὸς οἰωνοθέτας |485 οὔτε δοκοῦντʼ οὔτʼ ἀποφάσκονθʼ· ὅ τι λέξω δʼ ἀπορῶ. |486 πέτομαι δʼ ἐλπίσιν οὔτʼ, ἐνθάδʼ ὁρῶν οὔτʼ ὀπίσω. |487 τί γὰρ ἢ Λαβδακίδαις |490 ἢ τῷ Πολύβου νεῖκος ἔκειτʼ, οὔτε πάροιθέν ποτʼ ἔγωγʼ |491 ἔμαθον, πρὸς ὅτου δὴ βασανίζων βασάνῳ |492 ἐπὶ τὰν ἐπίδαμον φάτιν εἶμʼ Οἰδιπόδα Λαβδακίδαις |495 ἐπίκουρος ἀδήλων θανάτων. [antistrophe 2] |496 ἀλλʼ ὁ μὲν οὖν Ζεὺς ὅ τʼ Ἀπόλλων ξυνετοὶ καὶ τὰ βροτῶν |500 εἰδότες· ἀνδρῶν δʼ ὅτι μάντις πλέον ἢ ʼγὼ φέρεται, |501 κρίσις οὔκ ἔστιν ἀλαθής· σοφίᾳ δʼ ἂν σοφίαν |502 παραμείψειεν ἀνήρ. |505 ἀλλʼ οὔποτʼ ἔγωγʼ ἄν, πρὶν ἴδοιμʼ ὀρθὸν ἔπος, μεμφομένων ἂν καταφαίην. |506 φανερὰ γὰρ ἐπʼ αὐτῷ, πτερόεσσʼ ἦλθε κόρα |510 ποτέ, καὶ σοφὸς ὤφθη βασάνῳ θʼ ἁδύπολις τῷ ἀπʼ ἐμᾶς |511 φρενὸς οὔποτʼ ὀφλήσει κακίαν. [episode] |513 ἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος |514 κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν, |515 πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς |516 ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι |517 λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον, |518 οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος, |519 φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν |520 ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει, |521 ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει, |522 κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι. |523 ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν |524 ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν. |525 τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι |526 πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι; |527 ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι. |528 ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς |529 κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου; |530 οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ. |531 αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ. |532 οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις |533 τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας |534 ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς |535 λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος; |536 φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν |537 ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν; |538 ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε |539 δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών; |540 ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου, |541 ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα |542 θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται; |543 οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων |544 ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών. |545 λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς |546 σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί. |547 τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ. |548 τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός. |549 εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν |550 εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς. |551 εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς |552 δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς. |553 ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ |554 πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με. |555 ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ |556 τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα; |557 καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι. |558 πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον |559 δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ. |560 ἄφαντος ἔρρει θανασίμῳ χειρώματι; |561 μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι. |562 τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ; |563 σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος. |564 ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ; |565 οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας. |566 ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε; |567 παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν. |568 πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε; |569 οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ. |570 τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν. |571 ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι. |572 ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς |573 οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς. |574 εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ |575 μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν. |576 ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι. |577 τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις; |578 ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς. |579 ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων; |580 ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται. |581 οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος; |582 ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος. |583 οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον. |584 σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς |585 ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ |586 ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη. |587 ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν |588 τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν, |589 οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται. |590 νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω, |591 εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων. |592 πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν |593 ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ; |594 οὔπω τοσοῦτον ἠπατημένος κυρῶ |595 ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά. |596 νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται, |597 νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με· |598 τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι. |599 πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε; |600 οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν. |601 ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν |602 οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ. |603 καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν |604 πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι· |605 τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς |606 κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς |607 ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών· |608 γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ. |609 οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην |610 χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς. |611 φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω |612 καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ. |613 ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ |614 χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος· |615 κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ. |616 καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν, |617 ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς. |618 ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ |619 χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν· |620 εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν |621 πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα. |622 τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν; |623 ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι. |624 ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν. |625 ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; |626 οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω. |626a τὸ γοῦν ἐμόν. |627 ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν. |627a ἀλλʼ ἔφυς κακός. |628 εἰ δὲ ξυνίης μηδέν; |628a ἀρκτέον γʼ ὅμως. |629 οὔτοι κακῶς γʼ ἄρχοντος. |629a ὦ πόλις πόλις. |630 κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ. |631 παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶ |632 τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς |633 τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών. |634 τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν |635 γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς |636 οὕτω νοσούσης ἴδια κινοῦντες κακά; |637 οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας, |638 καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε; |639 ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις |640 δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν |641 ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών. |642 ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς |643 εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ. |644 μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τι |645 δέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν. |646 ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε, |647 μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν, |648 ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι. [choral] [strophe 1] |649 πιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι. |650 τί σοι θέλεις δῆτʼ εἰκάθω; |651 τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι. |652 οἶσθʼ οὖν ἃ χρῄζεις; |653 οἶδα. |654 φράζε δὴ τί φής. |655 τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ |656 σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν. |657 εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ |658 ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς. [strophe 2] |660 οὐ τὸν πάντων θεῶν θεὸν πρόμον |661 Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον |662 ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω. |665 ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς |666 τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ |667 προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν. |668 ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν |670 ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ. |671 τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα |672 ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται. |673 στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν |674 θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις |675 αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν. |676 οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ; |677 πορεύσομαι, |678 σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος. [antistrophe 1] |679 γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω; |680 μαθοῦσά γʼ ἥτις ἡ τύχη. |681 δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον. |682 ἀμφοῖν ἀπʼ αὐτοῖν; |683 ναίχι. |684 καὶ τίς ἦν λόγος; |685 ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας, |686 φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν. |687 ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ, |688 τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ; [antistrophe 2] |690 ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον, |691 ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα |692 πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν, |693 ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις |695 ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας, |696 τανῦν τʼ εὔπομπος, ἂν γένοιο. |697 πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲ |698 μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις. [episode] |700 ἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω· |701 Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει. |702 λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς. |703 φονέα με φησὶ Λαΐου καθεστάναι. |704 αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα; |705 μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ |706 τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα. |707 σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι |708 ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι |709 βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης. |710 φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα. |711 χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ |712 Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο, |713 ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν, |714 ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα. |715 καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ |716 λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς· |717 παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι |718 τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν |719 ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος. |720 κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν |721 φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον |722 τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν. |723 τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν, |724 ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς |725 χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ. |726 οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι, |727 ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν. |728 ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις; |729 ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος |730 κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς. |731 ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει. |732 καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος; |733 Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς |734 ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει. |735 καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς; |736 σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς |737 ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει. |738 ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι; |739 τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον; |740 μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν |741 τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων. |742 μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα, |743 μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ. |744 οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς |745 δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι. |746 πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ. |747 δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ· |748 δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι. |749 καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ. |750 πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων |751 ἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης; |752 πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν . |753 κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία. |754 αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτε |755 ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι; |756 οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος. |757 ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών; |758 οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη |759 σέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα, |760 ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν |761 ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς, |762 ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως. |763 κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρ |764 δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν. |765 πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν; |766 πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι; |767 δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγαν |768 εἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω. |769 ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖν |770 κἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ. |771 κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδων |772 ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι |773 λέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών; |774 ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος, |775 μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρ |776 ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη |777 τοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία, |778 σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία. |779 ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃ |780 καλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί. |781 κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν |782 μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας |783 μητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρως |784 τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον. |785 κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ |786 ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ. |787 λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι |788 Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην |789 ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια |790 καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων, |791 ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ |792 ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν, |793 φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός. |794 κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν, |795 ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα |796 ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν |797 χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα. |798 στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς |799 σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις. |800 καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς |801 ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας, |802 ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς |803 ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς, |804 ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν |805 αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην. |806 κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην, |807 παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ, |808 ὄχου παραστείχοντα τηρήσας, μέσον |809 κάρα διπλοῖς κέντροισί μου καθίκετο. |810 οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως |811 σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος |812 μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται· |813 κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ |814 τούτῳ προσήκει Λαΐου τι συγγενές, |815 τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος; |816 τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ; |817 ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι |818 δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα, |819 ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν |820 ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς. |821 λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν |822 χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός; |823 ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν, |824 καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν |825 μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ |826 μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν |827 Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με. |828 ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν |829 κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον; |830 μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας, |831 ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν |832 βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν |833 κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην. |834 ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν |835 πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα. |836 καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος, |837 τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον. |838 πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία; |839 ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων |840 σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος. |841 ποῖον δέ μου περισσὸν ἤκουσας λόγον; |842 λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν |843 ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι |844 λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον· |845 οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος· |846 εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς |847 τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον. |848 ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο, |849 κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν· |850 πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε. |851 εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου, |852 οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον |853 φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας |854 διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν. |855 καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε |856 κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο. |857 ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ |858 βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον. |859 καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην |860 πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς. |861 πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους· |862 οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον. [choral] [strophe 1] |863 εἴ μοι ξυνείη φέροντι |864 μοῖρα τὰν εὔσεπτον ἁγνείαν λόγων |865 ἔργων τε πάντων, ὧν νόμοι πρόκεινται |866 ὑψίποδες, οὐρανίαν |867 διʼ αἰθέρα τεκνωθέντες, ὧν Ὄλυμπος |868 πατὴρ μόνος, οὐδέ νιν |869 θνατὰ φύσις ἀνέρων |870 ἔτικτεν οὐδὲ μή ποτε λάθα κατακοιμάσῃ· |871 μέγας ἐν τούτοις θεὸς οὐδὲ γηράσκει. [antistrophe 1] |873 ὕβρις φυτεύει τύραννον· |874 ὕβρις, εἰ πολλῶν ὑπερπλησθῇ μάταν, |875 ἃ μὴ ʼπίκαιρα μηδὲ συμφέροντα, |876 ἀκρότατον εἰσαναβᾶσʼ |877 αἶπος ἀπότομον ὤρουσεν εἰς ἀνάγκαν, |878 ἔνθʼ οὐ ποδὶ χρησίμῳ |880 χρῆται. τὸ καλῶς δʼ ἔχον |881 πόλει πάλαισμα μήποτε λῦσαι θεὸν αἰτοῦμαι. |882 θεὸν οὐ λήξω ποτὲ προστάταν ἴσχων. [strophe 2] |884 εἰ δέ τις ὑπέροπτα χερσὶν ἢ λόγῳ πορεύεται, |885 δίκας ἀφόβητος οὐδὲ δαιμόνων ἕδη σέβων, |886 κακά νιν ἕλοιτο μοῖρα, |887 δυσπότμου χάριν χλιδᾶς, |888 εἰ μὴ τὸ κέρδος κερδανεῖ δικαίως |890 καὶ τῶν ἀσέπτων ἔρξεται |891 ἢ τῶν ἀθίκτων θίξεται ματᾴζων. |892 τίς ἔτι ποτʼ ἐν τοῖσδʼ ἀνὴρ θεῶν βέλη |893 εὔξεται ψυχᾶς ἀμύνειν; |895 εἰ γὰρ αἱ τοιαίδε πράξεις τίμιαι, |896 τί δεῖ με χορεύειν; [antistrophe 2] |897 οὐκέτι τὸν ἄθικτον εἶμι γᾶς ἐπʼ ὀμφαλὸν σέβων, |900 οὐδʼ ἐς τὸν Ἀβαῖσι ναὸν οὐδὲ τὰν Ὀλυμπίαν, |901 εἰ μὴ τάδε χειρόδεικτα |902 πᾶσιν ἁρμόσει βροτοῖς. |903 ἀλλʼ, ὦ κρατύνων, εἴπερ ὄρθʼ ἀκούεις, |905 Ζεῦ, πάντʼ ἀνάσσων, μὴ λάθοι |906 σὲ τάν τε σὰν ἀθάνατον αἰὲν ἀρχάν. |907 φθίνοντα γὰρ Λαΐου παλαίφατα |908 θέσφατʼ ἐξαιροῦσιν ἤδη, |909 κοὐδαμοῦ τιμαῖς Ἀπόλλων ἐμφανής· |910 ἔρρει δὲ τὰ θεῖα. [episode] |911 χώρας ἄνακτες, δόξα μοι παρεστάθη |912 ναοὺς ἱκέσθαι δαιμόνων, τάδʼ ἐν χεροῖν |913 στέφη λαβούσῃ κἀπιθυμιάματα. |914 ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν |915 λύπαισι παντοίαισιν· οὐδʼ ὁποῖʼ ἀνὴρ |916 ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται, |917 ἀλλʼ ἐστὶ τοῦ λέγοντος, εἰ φόβους λέγοι. |918 ὅτʼ οὖν παραινοῦσʼ οὐδὲν ἐς πλέον ποιῶ, |919 πρὸς σʼ, ὦ Λύκειʼ Ἄπολλον, ἄγχιστος γὰρ εἶ, |920 ἱκέτις ἀφῖγμαι τοῖσδε σὺν κατεύγμασιν, |921 ὅπως λύσιν τινʼ ἡμὶν εὐαγῆ πόρῃς· |922 ὡς νῦν ὀκνοῦμεν πάντες ἐκπεπληγμένον |923 κεῖνον βλέποντες ὡς κυβερνήτην νεώς. |924 ἆρʼ ἂν παρʼ ὑμῶν, ὦ ξένοι, μάθοιμʼ ὅπου |925 τὰ τοῦ τυράννου δώματʼ ἐστὶν Οἰδίπου; |926 μάλιστα δʼ αὐτὸν εἴπατʼ, εἰ κάτισθʼ ὅπου. |927 στέγαι μὲν αἵδε, καὐτὸς ἔνδον, ὦ ξένε· |928 γυνὴ δὲ μήτηρ ἥδε τῶν κείνου τέκνων. |929 ἀλλʼ ὀλβία τε καὶ ξὺν ὀλβίοις ἀεὶ |930 γένοιτʼ, ἐκείνου γʼ οὖσα παντελὴς δάμαρ. |931 αὔτως δὲ καὶ σύ γʼ, ὦ ξένʼ· ἄξιος γὰρ εἶ |932 τῆς εὐεπείας εἵνεκʼ· ἀλλὰ φράζʼ ὅτου |933 χρῄζων ἀφῖξαι χὤ τι σημῆναι θέλων. |934 ἀγαθὰ δόμοις τε καὶ πόσει τῷ σῷ, γύναι. |935 τὰ ποῖα ταῦτα; παρὰ τίνος δʼ ἀφιγμένος; |936 ἐκ τῆς Κορίνθου· τὸ δʼ ἔπος οὑξερῶ τάχα, |937 ἥδοιο μέν, πῶς δʼ οὐκ ἄν, ἀσχάλλοις δʼ ἴσως. |938 τί δʼ ἔστι; ποίαν δύναμιν ὧδʼ ἔχει διπλῆν; |939 τύραννον αὐτὸν οὑπιχώριοι χθονὸς |940 τῆς Ἰσθμίας στήσουσιν, ὡς ηὐδᾶτʼ ἐκεῖ. |941 τί δʼ; οὐχ ὁ πρέσβυς Πόλυβος ἐγκρατὴς ἔτι; |942 οὐ δῆτʼ, ἐπεί νιν θάνατος ἐν τάφοις ἔχει. |943 πῶς εἶπας; ἦ τέθνηκε Πόλυβος, ὦ γέρον; |944 εἰ μὴ λέγω τἀληθές, ἀξιῶ θανεῖν. |945 ὦ πρόσπολʼ, οὐχὶ δεσπότῃ τάδʼ ὡς τάχος |946 μολοῦσα λέξεις; ὦ θεῶν μαντεύματα, |947 ἵνʼ ἐστέ· τοῦτον Οἰδίπους πάλαι τρέμων |948 τὸν ἄνδρʼ ἔφευγε μὴ κτάνοι, καὶ νῦν ὅδε |949 πρὸς τῆς τύχης ὄλωλεν οὐδὲ τοῦδʼ ὕπο. |950 ὦ φίλτατον γυναικὸς Ἰοκάστης κάρα, |951 τί μʼ ἐξεπέμψω δεῦρο τῶνδε δωμάτων; |952 ἄκουε τἀνδρὸς τοῦδε, καὶ σκόπει κλύων |953 τὰ σέμνʼ ἵνʼ ἥκει τοῦ θεοῦ μαντεύματα. |954 οὗτος δὲ τίς ποτʼ ἐστὶ καὶ τί μοι λέγει; |955 ἐκ τῆς Κορίνθου, πατέρα τὸν σὸν ἀγγελῶν |956 ὡς οὐκέτʼ ὄντα Πόλυβον, ἀλλʼ ὀλωλότα. |957 τί φῄς, ξένʼ; αὐτός μοι σὺ σημάντωρ γενοῦ. |958 εἰ τοῦτο πρῶτον δεῖ μʼ ἀπαγγεῖλαι σαφῶς, |959 εὖ ἴσθʼ ἐκεῖνον θανάσιμον βεβηκότα. |960 πότερα δόλοισιν ἢ νόσου ξυναλλαγῇ; |961 σμικρὰ παλαιὰ σώματʼ εὐνάζει ῥοπή. |962 νόσοις ὁ τλήμων, ὡς ἔοικεν, ἔφθιτο. |963 καὶ τῷ μακρῷ γε συμμετρούμενος χρόνῳ. |964 φεῦ φεῦ, τί δῆτʼ ἄν, ὦ γύναι, σκοποῖτό τι |965 τὴν Πυθόμαντιν ἑστίαν ἢ τοὺς ἄνω |966 κλάζοντας ὄρνεις, ὧν ὑφηγητῶν ἐγὼ |967 κτενεῖν ἔμελλον πατέρα τὸν ἐμόν; ὁ δὲ θανὼν |968 κεύθει κάτω δὴ γῆς. ἐγὼ δʼ ὅδʼ ἐνθάδε |969 ἄψαυστος ἔγχους· εἴ τι μὴ τὠμῷ πόθῳ |970 κατέφθιθʼ· οὕτω δʼ ἂν θανὼν εἴη ʼξ ἐμοῦ. |971 τὰ δʼ οὖν παρόντα συλλαβὼν θεσπίσματα |972 κεῖται παρʼ Ἅιδῃ Πόλυβος ἄξιʼ οὐδενός. |973 οὔκουν ἐγώ σοι ταῦτα προύλεγον πάλαι; |974 ηὔδας· ἐγὼ δὲ τῷ φόβῳ παρηγόμην. |975 μὴ νῦν ἔτʼ αὐτῶν μηδὲν ἐς θυμὸν βάλῃς. |976 καὶ πῶς τὸ μητρὸς οὐκ ὀκνεῖν λέχος με δεῖ; |977 τί δʼ ἂν φοβοῖτʼ ἄνθρωπος ᾧ τὰ τῆς τύχης |978 κρατεῖ, πρόνοια δʼ ἐστὶν οὐδενὸς σαφής; |979 εἰκῆ κράτιστον ζῆν, ὅπως δύναιτό τις. |980 σὺ δʼ εἰς τὰ μητρὸς μὴ φοβοῦ νυμφεύματα· |981 πολλοὶ γὰρ ἤδη κἀν ὀνείρασιν βροτῶν |982 μητρὶ ξυνηυνάσθησαν. ἀλλὰ ταῦθʼ ὅτῳ |983 παρʼ οὐδέν ἐστι, ῥᾷστα τὸν βίον φέρει. |984 καλῶς ἅπαντα ταῦτʼ ἂν ἐξείρητό σοι, |985 εἰ μὴ ʼκύρει ζῶσʼ ἡ τεκοῦσα· νῦν δʼ ἐπεὶ |986 ζῇ, πᾶσʼ ἀνάγκη, κεἰ καλῶς λέγεις, ὀκνεῖν. |987 καὶ μὴν μέγας γʼ ὀφθαλμὸς οἱ πατρὸς τάφοι. |988 μέγας, ξυνίημʼ· ἀλλὰ τῆς ζώσης φόβος. |989 ποίας δὲ καὶ γυναικὸς ἐκφοβεῖσθʼ ὕπερ; |990 Μερόπης, γεραιέ, Πόλυβος ἧς ᾤκει μέτα. |991 τί δʼ ἔστʼ ἐκείνης ὑμὶν ἐς φόβον φέρον; |992 θεήλατον μάντευμα δεινόν, ὦ ξένε. |993 ἦ ῥητόν; ἢ οὐχὶ θεμιτὸν ἄλλον εἰδέναι; |994 μάλιστά γʼ· εἶπε γάρ με Λοξίας ποτὲ |995 χρῆναι μιγῆναι μητρὶ τἠμαυτοῦ τό τε |996 πατρῷον αἷμα χερσὶ ταῖς ἐμαῖς ἑλεῖν. |997 ὧν οὕνεχʼ ἡ Κόρινθος ἐξ ἐμοῦ πάλαι |998 μακρὰν ἀπῳκεῖτʼ· εὐτυχῶς μέν, ἀλλʼ ὅμως |999 τὰ τῶν τεκόντων ὄμμαθʼ ἥδιστον βλέπειν. |1000 ἦ γὰρ τάδʼ ὀκνῶν κεῖθεν ἦσθʼ ἀπόπτολις; |1001 πατρός τε χρῄζων μὴ φονεὺς εἶναι, γέρον. |1002 τί δῆτʼ ἐγὼ οὐχὶ τοῦδε τοῦ φόβου σʼ, ἄναξ, |1003 ἐπείπερ εὔνους ἦλθον, ἐξελυσάμην; |1004 καὶ μὴν χάριν γʼ ἂν ἀξίαν λάβοις ἐμοῦ. |1005 καὶ μὴν μάλιστα τοῦτʼ ἀφικόμην, ὅπως |1006 σοῦ πρὸς δόμους ἐλθόντος εὖ πράξαιμί τι. |1007 ἀλλʼ οὔποτʼ εἶμι τοῖς φυτεύσασίν γʼ ὅμοῦ. |1008 ὦ παῖ, καλῶς εἶ δῆλος οὐκ εἰδὼς τί δρᾷς. |1009 πῶς, ὦ γεραιέ; πρὸς θεῶν δίδασκέ με. |1010 εἰ τῶνδε φεύγεις οὕνεκʼ εἰς οἴκους μολεῖν. |1011 ταρβῶν γε μή μοι Φοῖβος ἐξέλθῃ σαφής. |1012 ἦ μὴ μίασμα τῶν φυτευσάντων λάβῃς; |1013 τοῦτʼ αὐτό, πρέσβυ, τοῦτό μʼ εἰσαεὶ φοβεῖ. |1014 ἆρʼ οἶσθα δῆτα πρὸς δίκης οὐδὲν τρέμων; |1015 πῶς δʼ οὐχί, παῖς γʼ εἰ τῶνδε γεννητῶν ἔφυν; |1016 ὁθούνεκʼ ἦν σοι Πόλυβος οὐδὲν ἐν γένει. |1017 πῶς εἶπας; οὐ γὰρ Πόλυβος ἐξέφυσέ με; |1018 οὐ μᾶλλον οὐδὲν τοῦδε τἀνδρός, ἀλλʼ ἴσον. |1019 καὶ πῶς ὁ φύσας ἐξ ἴσου τῷ μηδενί; |1020 ἀλλʼ οὔ σʼ ἐγείνατʼ οὔτʼ ἐκεῖνος οὔτʼ ἐγώ. |1021 ἀλλʼ ἀντὶ τοῦ δὴ παῖδά μʼ ὠνομάζετο; |1022 δῶρόν ποτʼ, ἴσθι, τῶν ἐμῶν χειρῶν λαβών. |1023 κᾆθʼ ὧδʼ ἀπʼ ἄλλης χειρὸς ἔστερξεν μέγα; |1024 ἡ γὰρ πρὶν αὐτὸν ἐξέπεισʼ ἀπαιδία. |1025 σὺ δʼ ἐμπολήσας ἢ τυχών μʼ αὐτῷ δίδως; |1026 εὑρὼν ναπαίαις ἐν Κιθαιρῶνος πτυχαῖς. |1027 ὡδοιπόρεις δὲ πρὸς τί τούσδε τοὺς τόπους; |1028 ἐνταῦθʼ ὀρείοις ποιμνίοις ἐπεστάτουν. |1029 ποιμὴν γὰρ ἦσθα κἀπὶ θητείᾳ πλάνης; |1030 σοῦ τʼ, ὦ τέκνον, σωτήρ γε τῷ τότʼ ἐν χρόνῳ. |1031 τί δʼ ἄλγος ἴσχοντʼ ἀγκάλαις με λαμβάνεις; |1032 ποδῶν ἂν ἄρθρα μαρτυρήσειεν τὰ σά· |1033 οἴμοι, τί τοῦτʼ ἀρχαῖον ἐννέπεις κακόν; |1034 λύω σʼ ἔχοντα διατόρους ποδοῖν ἀκμάς. |1035 δεινόν γʼ ὄνειδος σπαργάνων ἀνειλόμην. |1036 ὥστʼ ὠνομάσθης ἐκ τύχης ταύτης ὃς εἶ. |1037 ὦ πρὸς θεῶν, πρὸς μητρὸς ἢ πατρός; φράσον. |1038 οὐκ οἶδʼ· ὁ δοὺς δὲ ταῦτʼ ἐμοῦ λῷον φρονεῖ. |1039 ἦ γὰρ παρʼ ἄλλου μʼ ἔλαβες οὐδʼ αὐτὸς τυχών; |1040 οὔκ, ἀλλὰ ποιμὴν ἄλλος ἐκδίδωσί μοι. |1041 τίς οὗτος; ἦ κάτοισθα δηλῶσαι λόγῳ; |1042 τῶν Λαΐου δήπου τις ὠνομάζετο. |1043 ἦ τοῦ τυράννου τῆσδε γῆς πάλαι ποτέ; |1044 μάλιστα· τούτου τἀνδρὸς οὗτος ἦν βοτήρ. |1045 ἦ κἄστʼ ἔτι ζῶν οὗτος, ὥστʼ ἰδεῖν ἐμέ; |1046 ὑμεῖς γʼ ἄριστʼ εἰδεῖτʼ ἂν οὑπιχώριοι. |1047 ἔστιν τις ὑμῶν τῶν παρεστώτων πέλας, |1048 ὅστις κάτοιδε τὸν βοτῆρʼ ὃν ἐννέπει, |1049 εἴτʼ οὖν ἐπʼ ἀγρῶν εἴτε κἀνθάδʼ εἰσιδών; |1050 σημήναθʼ, ὡς ὁ καιρὸς ηὑρῆσθαι τάδε. |1051 οἶμαι μὲν οὐδένʼ ἄλλον ἢ τὸν ἐξ ἀγρῶν, |1052 ὃν κἀμάτευες πρόσθεν εἰσιδεῖν· ἀτὰρ |1053 ἥδʼ ἂν τάδʼ οὐχ ἥκιστʼ ἂν Ἰοκάστη λέγοι. |1054 γύναι, νοεῖς ἐκεῖνον, ὅντινʼ ἀρτίως |1055 μολεῖν ἐφιέμεσθα; τόνδʼ οὗτος λέγει; |1056 τί δʼ ὅντινʼ εἶπε; μηδὲν ἐντραπῇς· τὰ δὲ |1057 ῥηθέντα βούλου μηδὲ μεμνῆσθαι μάτην. |1058 οὐκ ἂν γένοιτο τοῦθʼ ὅπως ἐγὼ λαβὼν |1059 σημεῖα τοιαῦτʼ οὐ φανῶ τοὐμὸν γένος. |1060 μὴ πρὸς θεῶν, εἴπερ τι τοῦ σαυτοῦ βίου |1061 κήδει, ματεύσῃς τοῦθʼ· ἅλις νοσοῦσʼ ἐγώ. |1062 θάρσει· σὺ μὲν γὰρ οὐδʼ ἐὰν τρίτης ἐγὼ |1063 μητρὸς φανῶ τρίδουλος, ἐκφανεῖ κακή. |1064 ὅμως πιθοῦ μοι, λίσσομαι· μὴ δρᾶ τάδε. |1065 οὐκ ἂν πιθοίμην μὴ οὐ τάδʼ ἐκμαθεῖν σαφῶς. |1066 καὶ μὴν φρονοῦσά γʼ εὖ τὰ λῷστά σοι λέγω. |1067 τὰ λῷστα τοίνυν ταῦτά μʼ ἀλγύνει πάλαι. |1068 ὦ δύσποτμʼ, εἴθε μήποτε γνοίης ὃς εἶ. |1069 ἄξει τις ἐλθὼν δεῦρο τὸν βοτῆρά μοι; |1070 ταύτην δʼ ἐᾶτε πλουσίῳ χαίρειν γένει. |1071 ἰοὺ ἰού, δύστηνε· τοῦτο γάρ σʼ ἔχω |1072 μόνον προσειπεῖν, ἄλλο δʼ οὔποθʼ ὕστερον. |1073 τί ποτε βέβηκεν, Οἰδίπους, ὑπʼ ἀγρίας |1074 ᾄξασα λύπης ἡ γυνή; δέδοιχʼ ὅπως |1075 μὴ ʼκ τῆς σιωπῆς τῆσδʼ ἀναρρήξει κακά. |1076 ὁποῖα χρῄζει ῥηγνύτω· τοὐμὸν δʼ ἐγώ, |1077 κεἰ σμικρόν ἐστι, σπέρμʼ ἰδεῖν βουλήσομαι. |1078 αὕτη δʼ ἴσως, φρονεῖ γὰρ ὡς γυνὴ μέγα, |1079 τὴν δυσγένειαν τὴν ἐμὴν αἰσχύνεται. |1080 ἐγὼ δʼ ἐμαυτὸν παῖδα τῆς Τύχης νέμων |1081 τῆς εὖ διδούσης οὐκ ἀτιμασθήσομαι. |1082 τῆς γὰρ πέφυκα μητρός· οἱ δὲ συγγενεῖς |1083 μῆνές με μικρὸν καὶ μέγαν διώρισαν. |1084 τοιόσδε δʼ ἐκφὺς οὐκ ἂν ἐξέλθοιμʼ ἔτι |1085 ποτʼ ἄλλος, ὥστε μὴ ʼκμαθεῖν τοὐμὸν γένος. [choral] [strophe 1] |1086 εἴπερ ἐγὼ μάντις εἰμὶ καὶ κατὰ γνώμαν ἴδρις, |1087 οὐ τὸν Ὄλυμπον ἀπείρων, ὦ Κιθαιρών, |1090 οὐκ ἔσει τὰν αὔριον |1091 πανσέληνον, μὴ οὐ σέ γε καὶ πατριώταν Οἰδίπουν |1092 καὶ τροφὸν καὶ ματέρʼ αὔξειν, |1095 καὶ χορεύεσθαι πρὸς ἡμῶν, ὡς ἐπὶ ἦρα φέροντα τοῖς ἐμοῖς τυράννοις. |1096 ἰήϊε Φοῖβε, σοὶ δὲ ταῦτʼ ἀρέστʼ εἴη. [antistrophe 1] |1098 τίς σε, τέκνον, τίς σʼ ἔτικτε τᾶν μακραιώνων ἄρα |1100 Πανὸς ὀρεσσιβάτα πατρὸς πελασθεῖσʼ; |1101 ἢ σέ γʼ εὐνάτειρά τις |1102 Λοξίου; τῷ γὰρ πλάκες ἀγρόνομοι πᾶσαι φίλαι· |1105 εἴθʼ ὁ Κυλλάνας ἀνάσσων, |1106 εἴθʼ ὁ Βακχεῖος θεὸς ναίων ἐπʼ ἄκρων ὀρέων σʼ εὕρημα δέξατʼ ἔκ του |1107 Νυμφᾶν Ἑλικωνίδων, αἷς πλεῖστα συμπαίζει. [episode] |1110 εἰ χρή τι κἀμὲ μὴ συναλλάξαντά πω, |1111 πρέσβεις, σταθμᾶσθαι, τὸν βοτῆρʼ ὁρᾶν δοκῶ, |1112 ὅνπερ πάλαι ζητοῦμεν· ἔν τε γὰρ μακρῷ |1113 γήρᾳ ξυνᾴδει τῷδε τἀνδρὶ σύμμετρος, |1114 ἄλλως τε τοὺς ἄγοντας ὥσπερ οἰκέτας |1115 ἔγνωκʼ ἐμαυτοῦ· τῇ δʼ ἐπιστήμῃ σύ μου |1116 προύχοις τάχʼ ἄν που, τὸν βοτῆρʼ ἰδὼν πάρος. |1117 ἔγνωκα γάρ, σάφʼ ἴσθι· Λαΐου γὰρ ἦν |1118 εἴπερ τις ἄλλος πιστὸς ὡς νομεὺς ἀνήρ. |1119 σὲ πρῶτʼ ἐρωτῶ, τὸν Κορίνθιον ξένον, ἦ τόνδε φράζεις; |1120 τοῦτον, ὅνπερ εἰσορᾷς. |1121 οὗτος σύ, πρέσβυ, δεῦρό μοι φώνει βλέπων |1122 ὅσʼ ἄν σʼ ἐρωτῶ. Λαΐου ποτʼ ἦσθα σύ; |1123 ἦ δοῦλος οὐκ ὠνητός, ἀλλʼ οἴκοι τραφείς. |1124 ἔργον μεριμνῶν ποῖον ἢ βίον τινά; |1125 ποίμναις τὰ πλεῖστα τοῦ βίου συνειπόμην. |1126 χώροις μάλιστα πρὸς τίσι ξύναυλος ὤν; |1127 ἦν μὲν Κιθαιρών, ἦν δὲ πρόσχωρος τόπος. |1128 τὸν ἄνδρα τόνδʼ οὖν οἶσθα τῇδέ που μαθών; |1129 τί χρῆμα δρῶντα; ποῖον ἄνδρα καὶ λέγεις; |1130 τόνδʼ ὃς πάρεστιν· ἢ ξυναλλάξας τί πω; |1131 οὐχ ὥστε γʼ εἰπεῖν ἐν τάχει μνήμης ἄπο. |1132 κοὐδέν γε θαῦμα, δέσποτʼ· ἀλλʼ ἐγὼ σαφῶς |1133 ἀγνῶτʼ ἀναμνήσω νιν. εὖ γὰρ οἶδʼ ὅτι |1134 κάτοιδεν, ἦμος τῷ Κιθαιρῶνος τόπῳ, |1135 ὁ μὲν διπλοῖσι ποιμνίοις, ἐγὼ δʼ ἑνί, |1136 ἐπλησίαζον τῷδε τἀνδρὶ τρεῖς ὅλους |1137 ἐξ ἦρος εἰς ἀρκτοῦρον ἑκμήνους χρόνους· |1138 χειμῶνα δʼ ἤδη τἀμά τʼ εἰς ἔπαυλʼ ἐγὼ |1139 ἤλαυνον οὗτός τʼ εἰς τὰ Λαΐου σταθμά. |1140 λέγω τι τούτων ἢ οὐ λέγω πεπραγμένον; |1141 λέγεις ἀληθῆ, καίπερ ἐκ μακροῦ χρόνου. |1142 φέρʼ εἰπὲ νῦν, τότʼ οἶσθα παῖδά μοί τινα |1143 δούς, ὡς ἐμαυτῷ θρέμμα θρεψαίμην ἐγώ; |1144 τί δʼ ἔστι; πρὸς τί τοῦτο τοὔπος ἱστορεῖς; |1145 ὅδʼ ἐστίν, ὦ τᾶν, κεῖνος ὃς τότʼ ἦν νέος. |1146 οὐκ εἰς ὄλεθρον; οὐ σιωπήσας ἔσει; |1147 ἆ, μὴ κόλαζε, πρέσβυ, τόνδʼ, ἐπεὶ τὰ σὰ |1148 δεῖται κολαστοῦ μᾶλλον ἢ τὰ τοῦδʼ ἔπη. |1149 τί δʼ, ὦ φέριστε δεσποτῶν, ἁμαρτάνω; |1150 οὐκ ἐννέπων τὸν παῖδʼ ὃν οὗτος ἱστορεῖ. |1151 λέγει γὰρ εἰδὼς οὐδέν, ἀλλʼ ἄλλως πονεῖ. |1152 σὺ πρὸς χάριν μὲν οὐκ ἐρεῖς, κλαίων δʼ ἐρεῖς. |1153 μὴ δῆτα, πρὸς θεῶν, τὸν γέροντά μʼ αἰκίσῃ. |1154 οὐχ ὡς τάχος τις τοῦδʼ ἀποστρέψει χέρας; |1155 δύστηνος, ἀντὶ τοῦ; τί προσχρῄζων μαθεῖν; |1156 τὸν παῖδʼ ἔδωκας τῷδʼ ὃν οὗτος ἱστορεῖ; |1157 ἔδωκʼ· ὀλέσθαι δʼ ὤφελον τῇδʼ ἡμέρᾳ. |1158 ἀλλʼ εἰς τόδʼ ἥξεις μὴ λέγων γε τοὔνδικον. |1159 πολλῷ γε μᾶλλον, ἢν φράσω, διόλλυμαι. |1160 ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, ἐς τριβὰς ἐλᾷ. |1161 οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ εἶπον, ὡς δοίην, πάλαι. |1162 πόθεν λαβών; οἰκεῖον ἢ ʼξ ἄλλου τινός; |1163 ἐμὸν μὲν οὐκ ἔγωγʼ, ἐδεξάμην δέ του. |1164 τίνος πολιτῶν τῶνδε κἀκ ποίας στέγης; |1165 μὴ πρὸς θεῶν, μή, δέσποθʼ, ἱστόρει πλέον. |1166 ὄλωλας, εἴ σε ταῦτʼ ἐρήσομαι πάλιν. |1167 τῶν Λαΐου τοίνυν τις ἦν γεννημάτων. |1168 ἦ δοῦλος ἢ κείνου τις ἐγγενὴς γεγώς; |1169 οἴμοι, πρὸς αὐτῷ γʼ εἰμὶ τῷ δεινῷ λέγειν. |1170 κἄγωγʼ ἀκούειν· ἀλλʼ ὅμως ἀκουστέον. |1171 κείνου γέ τοι δὴ παῖς ἐκλῄζεθʼ· ἡ δʼ ἔσω |1172 κάλλιστʼ ἂν εἴποι σὴ γυνὴ τάδʼ ὡς ἔχει. |1173 ἦ γὰρ δίδωσιν ἥδε σοι; |1173a μάλιστʼ, ἄναξ. |1174 ὡς πρὸς τί χρείας; |1174a ὡς ἀναλώσαιμί νιν. |1175 τεκοῦσα τλήμων; |1175a θεσφάτων γʼ ὄκνῳ κακῶν. |1176 ποίων; |1176a κτενεῖν νιν τοὺς τεκόντας ἦν λόγος. |1177 πῶς δῆτʼ ἀφῆκας τῷ γέροντι τῷδε σύ; |1178 κατοικτίσας, ὦ δέσποθʼ, ὡς ἄλλην χθόνα |1179 δοκῶν ἀποίσειν, αὐτὸς ἔνθεν ἦν· ὁ δὲ |1180 κάκʼ εἰς μέγιστʼ ἔσωσεν. εἰ γὰρ οὗτος εἶ |1181 ὅν φησιν οὗτος, ἴσθι δύσποτμος γεγώς. |1182 ἰοὺ ἰού· τὰ πάντʼ ἂν ἐξήκοι σαφῆ. |1183 ὦ φῶς, τελευταῖόν σε προσβλέψαιμι νῦν, |1184 ὅστις πέφασμαι φύς τʼ ἀφʼ ὧν οὐ χρῆν, ξὺν οἷς τʼ |1185 οὐ χρῆν ὁμιλῶν, οὕς τέ μʼ οὐκ ἔδει κτανών. [choral] [strophe 1] |1186 ἰὼ γενεαὶ βροτῶν, |1187 ὡς ὑμᾶς ἴσα καὶ τὸ μηδὲν ζώσας ἐναριθμῶ. |1188 τίς γάρ, τίς ἀνὴρ πλέον |1190 τᾶς εὐδαιμονίας φέρει |1191 ἢ τοσοῦτον ὅσον δοκεῖν |1192 καὶ δόξαντʼ ἀποκλῖναι; |1193 τὸν σόν τοι παράδειγμʼ ἔχων, |1194 τὸν σὸν δαίμονα, τὸν σόν, ὦ τλᾶμον Οἰδιπόδα, βροτῶν |1195 οὐδὲν μακαρίζω· [antistrophe 1] |1196 ὅστις καθʼ ὑπερβολὰν |1197 τοξεύσας ἐκράτησε τοῦ πάντʼ εὐδαίμονος ὄλβου, |1198 ὦ Ζεῦ, κατὰ μὲν φθίσας |1199 τὰν γαμψώνυχα παρθένον |1200 χρησμῳδόν, θανάτων δʼ ἐμᾷ |1201 χώρᾳ πύργος ἀνέστα· |1201a ἐξ οὗ καὶ βασιλεὺς καλεῖ |1202 ἐμὸς καὶ τὰ μέγιστʼ ἐτιμάθης, ταῖς μεγάλαισιν ἐν |1203 Θήβαισιν ἀνάσσων. [strophe 2] |1204 τανῦν δʼ ἀκούειν τίς ἀθλιώτερος; |1205 τίς ἄταις ἀγρίαις, τίς ἐν πόνοις |1206 ξύνοικος ἀλλαγᾷ βίου; |1207 ἰὼ κλεινὸν Οἰδίπου κάρα, |1208 ἦ στέγας λιμὴν |1208a αὑτὸς ἤρκεσεν |1209 παιδὶ καὶ πατρὶ θαλαμηπόλῳ πεσεῖν; |1210 πῶς ποτε πῶς ποθʼ αἱ πατρῷαί σʼ ἄλοκες φέρειν, τάλας, |1211 σῖγʼ ἐδυνάθησαν ἐς τοσόνδε; [antistrophe 2] |1212 ἐφηῦρέ σʼ ἄκονθʼ ὁ πάνθʼ ὁρῶν χρόνος, |1213 δικάζει τʼ ἄγαμον γάμον πάλαι |1215 τεκνοῦντα καὶ τεκνούμενον. |1216 ἰώ, Λαΐειον ὦ τέκνον, |1217 εἴθε σʼ εἴθε σε |1217a μήποτʼ εἰδόμαν. |1218 δύρομαι γὰρ ὥσπερ ἰάλεμον χέων |1219 ἐκ στομάτων. τὸ δʼ ὀρθὸν εἰπεῖν, ἀνέπνευσά τʼ ἐκ |1220 σέθεν |1221 καὶ κατεκοίμασα τοὐμὸν ὄμμα. [episode] |1223 ὦ γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι, |1224 οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ |1225 ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι |1226 τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων. |1227 οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν |1228 νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα |1229 κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ |1230 ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν |1231 μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι. |1232 λείπει μὲν οὐδʼ ἃ πρόσθεν εἴδομεν τὸ μὴ οὐ |1233 βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς; |1234 ὁ μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ |1235 μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα. |1236 ὦ δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας; |1237 αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν |1238 ἄλγιστʼ ἄπεστιν· ἡ γὰρ ὄψις οὐ πάρα. |1239 ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι, |1240 πεύσει τὰ κείνης ἀθλίας παθήματα. |1241 ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω |1242 θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ |1243 λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς. |1244 πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω |1245 καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν, |1246 μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν |1247 θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι |1248 τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν. |1249 γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς |1250 ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι. |1251 χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται· |1252 βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ |1253 οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν, |1254 ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν. |1255 φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν, |1256 γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου |1257 κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων. |1258 λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις· |1259 οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν. |1260 δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος |1261 πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων |1262 ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ. |1263 οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν, |1264 πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην. |1265 ὁ δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας |1266 χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ |1267 ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν. |1268 ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους |1269 περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο, |1270 ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων, |1271 αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν |1272 οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά, |1273 ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει |1274 ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο. |1275 τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ |1276 ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ |1277 γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν |1278 φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας |1279 ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο. |1279a τάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα, |1280 ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά. |1281 ὁ πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν |1282 ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ |1283 στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν |1284 ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν. |1285 νῦν δʼ ἔσθʼ ὁ τλήμων ἐν τίνι σχολῇ κακοῦ; |1286 βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα |1287 τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον, |1288 τὸν μητέρʼ—αὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι, |1290 ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι |1291 μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο. |1292 ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος |1293 δεῖται· τὸ γὰρ νόσημα μεῖζον ἢ φέρειν. |1294 δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε |1295 διοίγεται· θέαμα δʼ εἰσόψει τάχα |1296 τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι. [anapests] |1297 ὦ δεινὸν ἰδεῖν πάθος ἀνθρώποις, |1298 ὦ δεινότατον πάντων ὅσʼ ἐγὼ |1299 προσέκυρσʼ ἤδη. τίς σʼ, ὦ τλῆμον, |1300 προσέβη μανία; τίς ὁ πηδήσας |1301 μείζονα δαίμων τῶν μακίστων |1302 πρὸς σῇ δυσδαίμονι μοίρᾳ; |1303 φεῦ φεῦ, δύστανʼ· |1304 ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλων |1305 πόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι, |1306 πολλὰ δʼ ἀθρῆσαι· |1307 τοίαν φρίκην παρέχεις μοι. |1308 αἰαῖ αἰαῖ, δύστανος ἐγώ, |1309 ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι |1310 φθογγὰ διαπωτᾶται φοράδην; |1311 ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου. |1312 ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον. [choral] [strophe 1] |1313 ἰὼ σκότου |1314 νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον, |1315 ἀδάματόν τε καὶ δυσούριστον ὄν. |1316 οἴμοι, |1317 οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμα |1318 κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν. |1319 καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν |1320 διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά. [antistrophe 1] |1321 ἰὼ φίλος, |1322 σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ |1323 ὑπομένεις με τὸν τυφλὸν κηδεύων. |1324 φεῦ φεῦ. |1325 οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς, |1326 καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως. |1327 ὦ δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς |1328 ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων; [strophe 2] |1329 Ἀπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι, |1330 ὁ κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα. |1331 ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων. |1332 τί γὰρ ἔδει μʼ ὁρᾶν, |1335 ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ; |1336 ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς. |1337 τί δῆτʼ ἐμοὶ βλεπτὸν ἢ |1338 στερκτὸν ἢ προσήγορον |1339 ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι; |1340 ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με, |1341 ἀπάγετʼ, ὦ φίλοι, τὸν μέγʼ ὀλέθριον |1342 τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς |1345 ἐχθρότατον βροτῶν. |1346 δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον, |1347 ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε. [antistrophe 2] |1349 ὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας |1350 μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου |1351 ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων. |1352 τότε γὰρ ἂν θανὼν |1355 οὐκ ἦ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος. |1356 θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν. |1357 οὔκουν πατρός γʼ ἂν φονεὺς |1358 ἦλθον οὐδὲ νυμφίος |1359 βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο. |1360 νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς, |1361 ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας. |1365 εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν, |1366 τοῦτʼ ἔλαχʼ Οἰδίπους. [episode] |1367 οὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς· |1368 κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ἢ ζῶν τυφλός. |1369 ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα, |1370 μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι. |1371 ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων |1372 πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν |1373 οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν |1374 ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα. |1375 ἀλλʼ ἡ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος, |1376 βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί; |1377 οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε· |1378 οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων |1379 ἀγάλμαθʼ ἱερά, τῶν ὁ παντλήμων ἐγὼ |1380 κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς |1381 ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων |1382 ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν |1383 φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου. |1384 τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν |1385 ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν; |1386 ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν |1387 πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην |1388 τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας, |1389 ἵνʼ ἦ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ |1390 τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ. |1391 ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν |1392 ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε |1393 ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν ἦ γεγώς; |1394 ὦ Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια |1395 λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με |1396 κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε· |1397 νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι. |1398 ὦ τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη |1399 δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς, |1400 αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο |1401 ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι |1402 οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν |1403 ὁποῖʼ ἔπρασσον αὖθις; ᾧ γάμοι γάμοι, |1404 ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν |1405 ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε |1406 πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον, |1407 νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα |1408 αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται. |1409 ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ ἃ μηδὲ δρᾶν καλόν, |1410 ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που |1411 καλύψατʼ ἢ φονεύσατʼ ἢ θαλάσσιον |1412 ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι. |1413 ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν. |1414 πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ |1415 οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν. |1416 ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε |1417 Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ |1418 χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ. |1419 οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος; |1420 τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ |1421 πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός. |1422 οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα, |1423 οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν. |1424 ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι |1425 γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα |1426 αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος |1427 ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ |1428 μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται. |1429 ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε· |1430 τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν |1431 μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά. |1432 πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας, |1433 ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ, |1434 πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω. |1435 καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν; |1436 ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου |1437 θνητῶν φανοῦμαι μηδενὸς προσήγορος. |1438 ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ |1439 πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν. |1440 ἀλλʼ ἥ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις, |1441 τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι. |1442 οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν |1443 χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον. |1444 οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ; |1445 καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις. |1446 καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι, |1447 τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον |1448 θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ· |1449 ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε |1450 πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν, |1451 ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται |1452 οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι |1453 πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον, |1454 ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω. |1455 καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον |1456 μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε |1457 θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ. |1458 ἀλλʼ ἡ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω· |1459 παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων, |1460 προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ |1461 σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου· |1462 ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν, |1463 αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς |1464 τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ |1465 ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην· |1466 αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν |1467 ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά. |1468 ἴθʼ ὦναξ, |1469 ἴθʼ ὦ γονῇ γενναῖε· χερσί τἂν θιγὼν |1470 δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον. |1471 τί φημί; |1472 οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν |1473 δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων |1474 ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν; |1475 λέγω τι; |1476 λέγεις· ἐγὼ γὰρ εἰμʼ ὁ πορσύνας τάδε, |1477 γνοὺς τὴν παροῦσαν τέρψιν, ἥ σʼ εἶχεν πάλαι. |1478 ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ |1479 δαίμων ἄμεινον ἢ ʼμὲ φρουρήσας τύχοι. |1480 ὦ τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε |1481 ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας, |1482 αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν |1483 τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα· |1484 ὃς ὑμίν, ὦ τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν |1485 πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην. |1486 καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω· |1487 νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου, |1488 οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών. |1489 ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας, |1490 ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι |1491 πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας; |1492 ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς, |1493 τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα, |1494 τοιαῦτʼ ὀνείδη λαμβάνων, ἃ ταῖς ἐμαῖς |1495 γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα; |1496 τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ |1497 ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν, |1498 ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων |1499 ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ. |1500 τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ; |1501 οὐκ ἔστιν οὐδείς, ὦ τέκνʼ, ἀλλὰ δηλαδὴ |1502 χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών. |1503 ὦ παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ |1504 ταύταιν λέλειψαι, νὼ γάρ, ὣ ʼφυτεύσαμεν, |1505 ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς |1506 πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας, |1507 μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς. |1508 ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν |1509 πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος. |1510 ξύννευσον, ὦ γενναῖε, σῇ ψαύσας χερί. |1511 σφῷν δʼ, ὦ τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας, |1512 πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι, |1513 οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος |1514 ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός. |1515 ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω. [close trochaic] |1516 πειστέον, κεἰ μηδὲν ἡδύ. |1516a πάντα γὰρ καιρῷ καλά. |1517 οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι; |1517a λέξεις, καὶ τότʼ εἴσομαι κλύων. |1518 γῆς μʼ ὅπως πέμψεις ἄποικον. |1518a τοῦ θεοῦ μʼ αἰτεῖς δόσιν. |1519 ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω. |1519a τοιγαροῦν τεύξει τάχα. |1520 φῂς τάδʼ οὖν; |1520a ἃ μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην. |1521 ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη. |1521a στεῖχέ νυν, τέκνων δʼ ἀφοῦ. |1522 μηδαμῶς ταύτας γʼ ἕλῃ μου. |1522a πάντα μὴ βούλου κρατεῖν· |1523 καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο. |1524 ὦ πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε, |1525 ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ, |1526 οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων, |1527 εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν. |1528 ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν |1529 ἡμέραν ἐπισκοποῦντα μηδένʼ ὀλβίζειν, πρὶν ἂν |1530 τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.