[edition urn:cts:greekLit:tlg0011.tlg003.perseus-grc2] [episode] |1 ἀεὶ μέν, ὦ παῖ Λαρτίου, δέδορκά σε |2 πεῖράν τινʼ ἐχθρῶν ἁρπάσαι θηρώμενον· |3 καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ |4 Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει, |5 πάλαι κυνηγετοῦντα καὶ μετρούμενον |6 ἴχνη τὰ κείνου νεοχάραχθʼ, ὅπως ἴδῃς |7 εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον. εὖ δέ σʼ ἐκφέρει |8 κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις. |9 ἔνδον γὰρ ἁνὴρ ἄρτι τυγχάνει, κάρα |10 στάζων ἱδρῶτι καὶ χέρας ξιφοκτόνους. |11 καί σʼ οὐδὲν εἴσω τῆσδε παπταίνειν πύλης |12 ἔτʼ ἔργον ἐστίν, ἐννέπειν δʼ ὅτου χάριν |13 σπουδὴν ἔθου τήνδʼ, ὡς παρʼ εἰδυίας μάθῃς. |14 ὦ φθέγμʼ Ἀθάνας, φιλτάτης ἐμοὶ θεῶν, |15 ὡς εὐμαθές σου, κἂν ἄποπτος ᾖς ὅμως, |16 φώνημʼ ἀκούω καὶ ξυναρπάζω φρενὶ |17 χαλκοστόμου κώδωνος ὡς Τυρσηνικῆς. |18 καὶ νῦν ἐπέγνως εὖ μʼ ἐπʼ ἀνδρὶ δυσμενεῖ |19 βάσιν κυκλοῦντʼ, Αἴαντι τῷ σακεσφόρῳ· |20 κεῖνον γάρ, οὐδένʼ ἄλλον, ἰχνεύω πάλαι. |21 νυκτὸς γὰρ ἡμᾶς τῆσδε πρᾶγος ἄσκοπον |22 ἔχει περάνας, εἴπερ εἴργασται τάδε· |23 ἴσμεν γὰρ οὐδὲν τρανές, ἀλλʼ ἀλώμεθα· |24 κἀγὼ ʼθελοντὴς τῷδʼ ὑπεζύγην πόνῳ. |25 ἐφθαρμένας γὰρ ἀρτίως εὑρίσκομεν |26 λείας ἁπάσας καὶ κατηναρισμένας |27 ἐκ χειρὸς αὐτοῖς ποιμνίων ἐπιστάταις. |28 τήνδʼ οὖν ἐκείνῳ πᾶς τις αἰτίαν νέμει. |29 καί μοί τις ὀπτὴρ αὐτὸν εἰσιδὼν μόνον |30 πηδῶντα πεδία σὺν νεορράντῳ ξίφει |31 φράζει τε κἀδήλωσεν· εὐθέως δʼ ἐγὼ |32 κατʼ ἴχνος ᾄσσω, καὶ τὰ μὲν σημαίνομαι, |33 τὰ δʼ ἐκπέπληγμαι κοὐκ ἔχω μαθεῖν ὅτου. |34 καιρὸν δʼ ἐφήκεις· πάντα γὰρ τά τʼ οὖν πάρος |35 τά τʼ εἰσέπειτα σῇ κυβερνῶμαι χερί. |36 ἔγνων, Ὀδυσσεῦ, καὶ πάλαι φύλαξ ἔβην |37 τῇ σῇ πρόθυμος εἰς ὁδὸν κυναγίᾳ. |38 ἦ καί, φίλη δέσποινα, πρὸς καιρὸν πονῶ; |39 ὡς ἔστιν ἀνδρὸς τοῦδε τἄργα ταῦτά σοι. |40 καὶ πρὸς τί δυσλόγιστον ὧδʼ ᾖξεν χέρα; |41 χόλῳ βαρυνθεὶς τῶν Ἀχιλλείων ὅπλων. |42 τί δῆτα ποίμναις τήνδʼ ἐπεμπίπτει βάσιν; |43 δοκῶν ἐν ὑμῖν χεῖρα χραίνεσθαι φόνῳ. |44 ἦ καὶ τὸ βούλευμʼ ὡς ἐπʼ Ἀργείοις τόδʼ ἦν; |45 κἂν ἐξεπράξατʼ, εἰ κατημέλησʼ ἐγώ. |46 ποίαισι τόλμαις ταῖσδε καὶ φρενῶν θράσει; |47 νύκτωρ ἐφʼ ὑμᾶς δόλιος ὁρμᾶται μόνος. |48 ἦ καὶ παρέστη κἀπὶ τέρμʼ ἀφίκετο; |49 καὶ δὴ ʼπὶ δισσαῖς ἦν στρατηγίσιν πύλαις. |50 καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶσαν φόνου; |51 ἐγώ σφʼ ἀπείργω, δυσφόρους ἐπʼ ὄμμασι |52 γνώμας βαλοῦσα τῆς ἀνηκέστου χαρᾶς, |53 καὶ πρός τε ποίμνας ἐκτρέπω σύμμικτά τε |54 λείας ἄδαστα βουκόλων φρουρήματα· |55 ἔνθʼ εἰσπεσὼν ἔκειρε πολύκερων φόνον |56 κύκλῳ ῥαχίζων· κἀδόκει μὲν ἔσθʼ ὅτε |57 δισσοὺς Ἀτρείδας αὐτόχειρ κτείνειν ἔχων, |58 ὅτʼ ἄλλοτʼ ἄλλον ἐμπίτνων στρατηλατῶν. |59 ἐγὼ δὲ φοιτῶντʼ ἄνδρα μανιάσιν νόσοις |60 ὤτρυνον, εἰσέβαλλον εἰς ἕρκη κακά. |61 κἄπειτʼ ἐπειδὴ τοῦδʼ ἐλώφησεν πόνου, |62 τοὺς ζῶντας αὖ δεσμοῖσι συνδήσας βοῶν |63 ποίμνας τε πάσας εἰς δόμους κομίζεται, |64 ὡς ἄνδρας, οὐχ ὡς εὔκερων ἄγραν ἔχων, |65 καὶ νῦν κατʼ οἴκους συνδέτους αἰκίζεται. |66 δείξω δὲ καὶ σοὶ τήνδε περιφανῆ νόσον, |67 ὡς πᾶσιν Ἀργείοισιν εἰσιδὼν θροῇς. |68 θαρσῶν δὲ μίμνε μηδὲ συμφορὰν δέχου |69 τὸν ἄνδρʼ· ἐγὼ γὰρ ὀμμάτων ἀποστρόφους |70 αὐγὰς ἀπείρξω σὴν πρόσοψιν εἰσιδεῖν. |71 οὗτος, σὲ τὸν τὰς αἰχμαλωτίδας χέρας |72 δεσμοῖς ἀπευθύνοντα προσμολεῖν καλῶ· |73 Αἴαντα φωνῶ· στεῖχε δωμάτων πάρος. |74 τί δρᾷς, Ἀθάνα; μηδαμῶς σφʼ ἔξω κάλει. |75 οὐ σῖγʼ ἀνέξει μηδὲ δειλίαν ἀρεῖ; |76 μὴ πρὸς θεῶν, ἀλλʼ ἔνδον ἀρκείτω μένων. |77 τί μὴ γένηται; πρόσθεν οὐκ ἀνὴρ ὅδʼ ἦν; |78 ἐχθρός γε τῷδε τἀνδρὶ καὶ τανῦν ἔτι. |79 οὔκουν γέλως ἥδιστος εἰς ἐχθροὺς γελᾶν; |80 ἐμοὶ μὲν ἀρκεῖ τοῦτον ἐν δόμοις μένειν. |81 μεμηνότʼ ἄνδρα περιφανῶς ὀκνεῖς ἰδεῖν; |82 φρονοῦντα γάρ νιν οὐκ ἂν ἐξέστην ὄκνῳ. |83 ἀλλʼ οὐδὲ νῦν σε μὴ παρόντʼ ἴδῃ πέλας. |84 πῶς, εἴπερ ὀφθαλμοῖς γε τοῖς αὐτοῖς ὁρᾷ; |85 ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. |86 γένοιτο μέντἂν πᾶν θεοῦ τεχνωμένου. |87 σίγα νυν ἑστὼς καὶ μένʼ ὡς κυρεῖς ἔχων. |88 μένοιμʼ ἄν· ἤθελον δʼ ἂν ἐκτὸς ὢν τυχεῖν. |89 ὦ οὗτος, Αἴας, δεύτερόν σε προσκαλῶ. |90 τί βαιὸν οὕτως ἐντρέπει τῆς συμμάχου; |91 ὦ χαῖρʼ Ἀθάνα, χαῖρε Διογενὲς τέκνον, |92 ὡς εὖ παρέστης· καί σε παγχρύσοις ἐγὼ |93 στέψω λαφύροις τῆσδε τῆς ἄγρας χάριν. |94 καλῶς ἔλεξας· ἀλλʼ ἐκεῖνό μοι φράσον, |95 ἔβαψας ἔγχος εὖ πρὸς Ἀργείων στρατῷ; |96 κόμπος πάρεστι κοὐκ ἀπαρνοῦμαι τὸ μή. |97 ἦ καὶ πρὸς Ἀτρείδαισιν ᾔχμασας χέρα; |98 ὥστʼ οὔποτʼ Αἴανθʼ οἵδʼ ἀτιμάσουσʼ ἔτι. |99 τεθνᾶσιν ἄνδρες, ὡς τὸ σὸν ξυνῆκʼ ἐγώ. |100 θανόντες ἤδη τἄμʼ ἀφαιρείσθων ὅπλα. |101 εἶεν, τί γὰρ δὴ παῖς ὁ τοῦ Λαερτίου, |102 ποῦ σοι τύχης ἕστηκεν; ἢ πέφευγέ σε; |103 ἦ τοὐπίτριπτον κίναδος ἐξήρου μʼ ὅπου; |104 ἔγωγʼ· Ὀδυσσέα τὸν σὸν ἐνστάτην λέγω. |105 ἥδιστος, ὦ δέσποινα, δεσμώτης ἔσω |106 θακεῖ· θανεῖν γὰρ αὐτὸν οὔ τί πω θέλω. |107 πρὶν ἂν τί δράσῃς ἢ τί κερδάνῃς πλέον; |108 πρὶν ἂν δεθεὶς πρὸς κίονʼ ἑρκείου στέγης. |109 τί δῆτα τὸν δύστηνον ἐργάσει κακόν; |110 μάστιγι πρῶτον νῶτα φοινιχθεὶς θάνῃ. |111 μὴ δῆτα τὸν δύστηνον ὧδέ γʼ αἰκίσῃ. |112 χαίρειν, Ἀθάνα, τἄλλʼ ἐγώ σʼ ἐφίεμαι· |113 κεῖνος δὲ τίσει τήνδε κοὐκ ἄλλην δίκην. |114 σὺ δʼ οὖν, ἐπειδὴ τέρψις ἥδε σοι τὸ δρᾶν, |115 χρῶ χειρί, φείδου μηδὲν ὧνπερ ἐννοεῖς. |116 χωρῶ πρὸς ἔργον· σοὶ δὲ τοῦτʼ ἐφίεμαι, |117 τοιάνδʼ ἀεί μοι σύμμαχον παρεστάναι. |118 ὁρᾷς, Ὀδυσσεῦ, τὴν θεῶν ἰσχὺν ὅση; |119 τούτου τίς ἄν σοι τἀνδρὸς ἢ προνούστερος |120 ἢ δρᾶν ἀμείνων ηὑρέθη τὰ καίρια; |121 ἐγὼ μὲν οὐδένʼ οἶδʼ· ἐποικτίρω δέ νιν |122 δύστηνον ἔμπας, καίπερ ὄντα δυσμενῆ, |123 ὁθούνεκʼ ἄτῃ συγκατέζευκται κακῇ, |124 οὐδὲν τὸ τούτου μᾶλλον ἢ τοὐμὸν σκοπῶν· |125 ὁρῶ γὰρ ἡμᾶς οὐδὲν ὄντας ἄλλο πλὴν |126 εἴδωλʼ ὅσοιπερ ζῶμεν ἢ κούφην σκιάν. |127 τοιαῦτα τοίνυν εἰσορῶν ὑπέρκοπον |128 μηδέν ποτʼ εἴπῃς αὐτὸς εἰς θεοὺς ἔπος, |129 μηδʼ ὄγκον ἄρῃ μηδένʼ, εἴ τινος πλέον |130 ἢ χειρὶ βρίθεις ἢ μακροῦ πλούτου βάθει. |131 ὡς ἡμέρα κλίνει τε κἀνάγει πάλιν |132 ἅπαντα τἀνθρώπεια· τοὺς δὲ σώφρονας |133 θεοὶ φιλοῦσι καὶ στυγοῦσι τοὺς κακούς. [anapests] |134 Τελαμώνιε παῖ, τῆς ἀμφιρύτου |135 Σαλαμῖνος ἔχων βάθρον ἀγχιάλου, |136 σὲ μὲν εὖ πράσσοντʼ ἐπιχαίρω· |137 σὲ δʼ ὅταν πληγὴ Διὸς ἢ ζαμενὴς |138 λόγος ἐκ Δαναῶν κακόθρους ἐπιβῇ, |139 μέγαν ὄκνον ἔχω καὶ πεφόβημαι |140 πτηνῆς ὡς ὄμμα πελείας. |141 ὡς καὶ τῆς νῦν φθιμένης νυκτὸς |142 μεγάλοι θόρυβοι κατέχουσʼ ἡμᾶς |143 ἐπὶ δυσκλείᾳ, σὲ τὸν ἱππομανῆ |144 λειμῶνʼ ἐπιβάντʼ ὀλέσαι Δαναῶν |145 βοτὰ καὶ λείαν, |146 ἥπερ δορίληπτος ἔτʼ ἦν λοιπή, |147 κτείνοντʼ αἴθωνι σιδήρῳ. |148 τοιούσδε λόγους ψιθύρους πλάσσων |149 εἰς ὦτα φέρει πᾶσιν Ὀδυσσεύς, |150 καὶ σφόδρα πείθει· περὶ γὰρ σοῦ νῦν |151 εὔπειστα λέγει, καὶ πᾶς ὁ κλύων |152 τοῦ λέξαντος χαίρει μᾶλλον |153 τοῖς σοῖς ἄχεσιν καθυβρίζων. |154 τῶν γὰρ μεγάλων ψυχῶν ἱεὶς |155 οὐκ ἂν ἁμάρτοις· κατὰ δʼ ἄν τις ἐμοῦ |156 τοιαῦτα λέγων οὐκ ἂν πείθοι· |157 πρὸς γὰρ τὸν ἔχονθʼ ὁ φθόνος ἕρπει. |158 καίτοι σμικροὶ μεγάλων χωρὶς |159 σφαλερὸν πύργου ῥῦμα πέλονται· |160 μετὰ γὰρ μεγάλων βαιὸς ἄριστʼ ἂν |161 καὶ μέγας ὀρθοῖθʼ ὑπὸ μικροτέρων. |162 ἀλλʼ οὐ δυνατὸν τοὺς ἀνοήτους |163 τούτων γνώμας προδιδάσκειν. |164 ὑπὸ τοιούτων ἀνδρῶν θορυβεῖ |165 χἠμεῖς οὐδὲν σθένομεν πρὸς ταῦτʼ |166 ἀπαλέξασθαι σοῦ χωρίς, ἄναξ. |167 ἀλλʼ ὅτε γὰρ δὴ τὸ σὸν ὄμμʼ ἀπέδραν, |168 παταγοῦσιν ἅπερ πτηνῶν ἀγέλαι· |169 μέγαν αἰγυπιὸν δʼ ὑποδείσαντες |170 τάχʼ ἂν ἐξαίφνης, εἰ σὺ φανείης, |171 σιγῇ πτήξειαν ἄφωνοι. [choral] [strophe 1] |172 ἦ ῥά σε Ταυροπόλα Διὸς Ἄρτεμις— |173 ὦ μεγάλα φάτις, ὦ |174 μᾶτερ αἰσχύνας ἐμᾶς— |175 ὥρμασε πανδάμους ἐπὶ βοῦς ἀγελαίας, |176 ἦ πού τινος νίκας ἀκάρπωτον χάριν, |177 ἤ ῥα κλυτῶν ἐνάρων |178 ψευσθεῖσʼ, ἀδώροις, εἴτʼ ἐλαφαβολίας; |179 ἢ χαλκοθώραξ μή τινʼ Ἐνυάλιος |180 μομφὰν ἔχων ξυνοῦ δορὸς ἐννυχίοις |181 μαχαναῖς ἐτίσατο λώβαν; [antistrophe 1] |182 οὔ ποτε γὰρ φρενόθεν γʼ ἐπʼ ἀριστερά, |183 παῖ Τελαμῶνος, ἔβας |185 τόσσον, ἐν ποίμναις πίτνων· |186 ἥκοι γὰρ ἂν θεία νόσος· ἀλλʼ ἀπερύκοι |187 καὶ Ζεὺς κακὰν καὶ Φοῖβος Ἀργείων φάτιν. |188 εἰ δʼ ὑποβαλλόμενοι |189 κλέπτουσι μύθους οἱ μεγάλοι βασιλῆς |190 ἢ τᾶς ἀσώτου Σισυφιδᾶν γενεᾶς, |191 μὴ μή, ἄναξ, ἔθʼ ὧδʼ ἐφάλοις κλισίαις |192 ὄμμʼ ἔχων κακὰν φάτιν ἄρῃ. [epode] |193 ἀλλʼ ἄνα ἐξ ἑδράνων, ὅπου μακραίωνι |194 στηρίζει ποτὲ τᾷδʼ ἀγωνίῳ σχολᾷ |195 ἄταν οὐρανίαν φλέγων. |196 ἐχθρῶν δʼ ὕβρις ὧδʼ ἀτάρβητα |197 ὁρμᾶται ἐν εὐανέμοις βάσσαις, |198 πάντων καγχαζόντων |199 γλώσσαις βαρυάλγητα· |200 ἐμοὶ δʼ ἄχος ἕστακεν. [episode] [anapests] |201 ναὸς ἀρωγοὶ τῆς Αἴαντος, |202 γενεᾶς χθονίων ἀπʼ Ἐρεχθειδῶν, |203 ἔχομεν στοναχὰς οἱ κηδόμενοι |204 τοῦ Τελαμῶνος τηλόθεν οἴκου. |205 νῦν γὰρ ὁ δεινὸς μέγας ὠμοκρατὴς |206 Αἴας θολερῷ |207 κεῖται χειμῶνι νοσήσας. |208 τί δʼ ἐνήλλακται τῆς ἡμερίας |209 νὺξ ἥδε βάρος; |210 παῖ τοῦ Φρυγίου Τελεύταντος, |211 λέγʼ, ἐπεὶ σὲ λέχος δουριάλωτον |212 στέρξας ἀνέχει θούριος Αἴας· |213 ὥστʼ οὐκ ἂν ἄϊδρις ὑπείποις. [choral] [anapests] |214 πῶς δῆτα λέγω λόγον ἄρρητον; |215 θανάτῳ γὰρ ἴσον βάρος ἐκπεύσει. |216 μανίᾳ γὰρ ἁλοὺς ἡμὶν ὁ κλεινὸς |217 νύκτερος Αἴας ἀπελωβήθη. |218 τοιαῦτʼ ἂν ἴδοις σκηνῆς ἔνδον |219 χειροδάϊκτα σφάγιʼ αἱμοβαφῆ, |220 κείνου χρηστήρια τἀνδρός. [strophe 1] |221 οἵαν ἐδήλωσας ἀνέρος αἴθονος |222 ἀγγελίαν ἄτλατον οὐδὲ φευκτάν, |225 τῶν μεγάλων Δαναῶν ὕπο κλῃζομέναν, |226 τὰν ὁ μέγας μῦθος ἀέξει. |227 οἴμοι φοβοῦμαι τὸ προσέρπον· περίφαντος ἁνὴρ |230 θανεῖται, παραπλάκτῳ χερὶ συγκατακτὰς |231 κελαινοῖς ξίφεσιν βοτὰ καὶ βοτῆρας ἱππονώμας. [anapests] |233 ὤμοι· κεῖθεν κεῖθεν ἄρʼ ἡμῖν |234 δεσμῶτιν ἄγων ἤλυθε ποίμνην· |235 ὧν τὴν μὲν ἔσω σφάζʼ ἐπὶ γαίας, |236 τὰ δὲ πλευροκοπῶν δίχʼ ἀνερρήγνυ. |237 δύο δʼ ἀργίποδας κριοὺς ἀνελὼν |238 τοῦ μὲν κεφαλὴν καὶ γλῶσσαν ἄκραν |239 ῥιπτεῖ θερίσας, τὸν δʼ ὀρθὸν ἄνω |240 κίονι δήσας |241 μέγαν ἱπποδέτην ῥυτῆρα λαβὼν |242 παίει λιγυρᾷ μάστιγι διπλῇ, |243 κακὰ δεννάζων ῥήμαθʼ, ἃ δαίμων |244 κοὐδεὶς ἀνδρῶν ἐδίδαξεν. [antistrophe 1] |245 ὥρα τινʼ ἤδη τοι κρᾶτα καλύμμασι |246 κρυψάμενον ποδοῖν κλοπὰν ἀρέσθαι |247 ἢ θοὸν εἰρεσίας ζυγὸν ἑζόμενον |250 ποντοπόρῳ ναῒ μεθεῖναι. |251 τοίας ἐρέσσουσιν ἀπειλὰς δικρατεῖς Ἀτρεῖδαι |252 καθʼ ἡμῶν· πεφόβημαι λιθόλευστον Ἄρη |255 ξυναλγεῖν μετὰ τοῦδε τυπείς, τὸν αἶσʼ ἄπλατος ἴσχει. [anapests] |257 οὐκέτι· λαμπρᾶς γὰρ ἄτερ στεροπῆς |258 ᾄξας ὀξὺς νότος ὣς λήγει, |259 καὶ νῦν φρόνιμος νέον ἄλγος ἔχει· |260 τὸ γὰρ ἐσλεύσσειν οἰκεῖα πάθη, |261 μηδενὸς ἄλλου παραπράξαντος, |262 μεγάλας ὀδύνας ὑποτείνει. [episode] |263 ἀλλʼ εἰ πέπαυται, κάρτʼ ἂν εὐτυχεῖν δοκῶ· |264 φρούδου γὰρ ἤδη τοῦ κακοῦ μείων λόγος. |265 πότερα δʼ ἄν, εἰ νέμοι τις αἵρεσιν, λάβοις, |266 φίλους ἀνιῶν αὐτὸς ἡδονὰς ἔχειν, |267 ἢ κοινὸς ἐν κοινοῖσι λυπεῖσθαι ξυνών; |268 τό τοι διπλάζον, ὦ γύναι, μεῖζον κακόν. |269 ἡμεῖς ἄρʼ οὐ νοσοῦντες ἀτώμεσθα νῦν. |270 πῶς τοῦτʼ ἔλεξας; οὐ κάτοιδʼ ὅπως λέγεις. |271 ἁνὴρ ἐκεῖνος, ἡνίκʼ ἦν ἐν τῇ νόσῳ, |272 αὐτὸς μὲν ἥδεθʼ οἷσιν εἴχετʼ ἐν κακοῖς, |273 ἡμᾶς δὲ τοὺς φρονοῦντας ἠνία ξυνών· |274 νῦν δʼ ὡς ἔληξε κἀνέπνευσε τῆς νόσου, |275 κεῖνός τε λύπῃ πᾶς ἐλήλαται κακῇ |276 ἡμεῖς θʼ ὁμοίως οὐδὲν ἧσσον ἢ πάρος. |277 ἆρʼ ἔστι ταῦτα δὶς τόσʼ ἐξ ἁπλῶν κακά; |278 ξύμφημι δή σοι καὶ δέδοικα μὴ ʼκ θεοῦ |279 πληγή τις ἥκῃ. πῶς γάρ, εἰ πεπαυμένος |280 μηδέν τι μᾶλλον ἢ νοσῶν εὐφραίνεται; |281 ὡς ὧδʼ ἐχόντων τῶνδʼ ἐπίστασθαί σε χρή. |282 τίς γάρ ποτʼ ἀρχὴ τοῦ κακοῦ προσέπτατο; |283 δήλωσον ἡμῖν τοῖς ξυναλγοῦσιν τύχας. |284 ἅπαν μαθήσει τοὔργον ὡς κοινωνὸς ὤν. |285 κεῖνος γὰρ ἄκρας νυκτός, ἡνίχʼ ἕσπεροι |286 λαμπτῆρες οὐκέτʼ ᾖθον, ἄμφηκες λαβὼν |287 ἐμαίετʼ ἔγχος ἐξόδους ἕρπειν κενάς. |288 κἀγὼ ʼπιπλήσσω καὶ λέγω· τί χρῆμα δρᾷς, |289 Αἴας; τί τήνδʼ ἄκλητος οὔθʼ ὑπʼ ἀγγέλων |290 κληθεὶς ἀφορμᾷς πεῖραν οὔτε τοῦ κλύων |291 σάλπιγγος; ἀλλὰ νῦν γε πᾶς εὕδει στρατός. |292 ὁ δʼ εἶπε πρός με βαίʼ, ἀεὶ δʼ ὑμνούμενα· |293 γύναι, γυναιξὶ κόσμον ἡ σιγὴ φέρει. |294 κἀγὼ μαθοῦσʼ ἔληξʼ, ὁ δʼ ἐσσύθη μόνος. |295 καὶ τὰς ἐκεῖ μὲν οὐκ ἔχω λέγειν πάθας· |296 ἔσω δʼ ἐσῆλθε συνδέτους ἄγων ὁμοῦ |297 ταύρους, κύνας βοτῆρας, εὔερόν τʼ ἄγραν. |298 καὶ τοὺς μὲν ηὐχένιζε, τοὺς δʼ ἄνω τρέπων |299 ἔσφαζε κἀρράχιζε, τοὺς δὲ δεσμίους |300 ᾐκίζεθʼ ὥστε φῶτας ἐν ποίμναις πίτνων. |301 τέλος δʼ ὑπᾴξας διὰ θυρῶν σκιᾷ τινι |302 λόγους ἀνέσπα, τοὺς μὲν Ἀτρειδῶν κάτα, |303 τοὺς δʼ ἀμφʼ Ὀδυσσεῖ, συντιθεὶς γέλων πολύν, |304 ὅσην κατʼ αὐτῶν ὕβριν ἐκτίσαιτʼ ἰών· |305 κἄπειτʼ ἐπᾴξας αὖθις ἐς δόμους πάλιν, |306 ἔμφρων μόλις πως ξὺν χρόνῳ καθίσταται, |307 καὶ πλῆρες ἄτης ὡς διοπτεύει στέγος, |308 παίσας κάρα ʼθώϋξεν· ἐν δʼ ἐρειπίοις |309 νεκρῶν ἐρειφθεὶς ἕζετʼ ἀρνείου φόνου, |310 κόμην ἀπρὶξ ὄνυξι συλλαβὼν χερί. |311 καὶ τὸν μὲν ἧστο πλεῖστον ἄφθογγος χρόνον· |312 ἔπειτʼ ἐμοὶ τὰ δείνʼ ἐπηπείλησʼ ἔπη, |313 εἰ μὴ φανοίην πᾶν τὸ συντυχὸν πάθος, |314 κἀνήρετʼ ἐν τῷ πράγματος κυροῖ ποτέ. |315 κἀγώ, φίλοι, δείσασα τοὐξειργασμένον |316 ἔλεξα πᾶν ὅσονπερ ἐξηπιστάμην. |317 ὁ δʼ εὐθὺς ἐξῴμωξεν οἰμωγὰς λυγράς, |318 ἃς οὔποτʼ αὐτοῦ πρόσθεν εἰσήκουσʼ ἐγώ· |319 πρὸς γὰρ κακοῦ τε καὶ βαρυψύχου γόους |320 τοιούσδʼ ἀεί ποτʼ ἀνδρὸς ἐξηγεῖτʼ ἔχειν· |321 ἀλλʼ ἀψόφητος ὀξέων κωκυμάτων |322 ὑπεστέναζε ταῦρος ὣς βρυχώμενος. |323 νῦν δʼ ἐν τοιᾷδε κείμενος κακῇ τύχῃ |324 ἄσιτος ἁνήρ, ἄποτος, ἐν μέσοις βοτοῖς |325 σιδηροκμῆσιν ἥσυχος θακεῖ πεσών· |326 καὶ δῆλός ἐστιν ὥς τι δρασείων κακόν. |327 τοιαῦτα γάρ πως καὶ λέγει κὠδύρεται. |328 ἀλλʼ, ὦ φίλοι, τούτων γὰρ οὕνεκʼ ἐστάλην, |329 ἀρήξατʼ εἰσελθόντες, εἰ δύνασθέ τι· |330 φίλων γὰρ οἱ τοιοίδε νικῶνται λόγοις. |331 Τέκμησσα, δεινά, παῖ Τελεύταντος, λέγεις |332 ἡμῖν, τὸν ἄνδρα διαπεφοιβάσθαι κακοῖς. |333 ἰώ μοί μοι. |334 τάχʼ, ὡς ἔοικε, μᾶλλον· ἢ οὐκ ἠκούσατε |335 Αἴαντος οἵαν τήνδε θωΰσσει βοήν; |336 ἰώ μοί μοι. |337 ἁνὴρ ἔοικεν ἢ νοσεῖν ἢ τοῖς πάλαι |338 νοσήμασιν ξυνοῦσι λυπεῖσθαι παρών. |339 ἰὼ παῖ παῖ. |340 ὤμοι τάλαινʼ· Εὐρύσακες, ἀμφὶ σοὶ βοᾷ. |341 τί ποτε μενοινᾷ; ποῦ ποτʼ εἶ; τάλαινʼ ἐγώ. |342 Τεῦκρον καλῶ. ποῦ Τεῦκρος; ἢ τὸν εἰσαεὶ |343 λεηλατήσει χρόνον, ἐγὼ δʼ ἀπόλλυμαι; |344 ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλʼ ἀνοίγετε. |345 τάχʼ ἄν τινʼ αἰδῶ κἀπʼ ἐμοὶ βλέψας λάβοι. |346 ἰδού, διοίγω· προσβλέπειν δʼ ἔξεστί σοι |347 τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ. [choral] [strophe 1] |348 ἰὼ |349 φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων, |350 μόνοι ἔτʼ ἐμμένοντες ὀρθῷ νόμῳ, |351 ἴδεσθέ μʼ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης |352 ἀμφίδρομον κυκλεῖται. |354 οἴμʼ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν. |355 δηλοῖ δὲ τοὔργον ὡς ἀφροντίστως ἔχει. [antistrophe 1] |356 ἰὼ |357 γένος ναΐας ἀρωγὸν τέχνας, |358 ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν, |360 σέ τοι σέ τοι μόνον δέδορκα πημονὰν ἐπαρκέσοντʼ· |361 ἀλλά με συνδάϊξον. |362 εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς |363 ἄκος, πλέον τὸ πῆμα τῆς ἄτης τίθει. [strophe 2] |364 ὁρᾷς τὸν θρασύν, τὸν εὐκάρδιον, |365 τὸν ἐν δαΐοις ἄτρεστον μάχαις, |366 ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας; |367 ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα. |368 μή, δέσποτʼ Αἴας, λίσσομαί σʼ, αὔδα τάδε. |369 οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα; |370 αἰαῖ αἰαῖ. |371 ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ. |372 ὦ δύσμορος, ὃς χερὶ μὲν |373 μεθῆκα τοὺς ἀλάστορας, ἐν δʼ ἑλίκεσσι |375 βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις |376 ἐρεμνὸν αἷμʼ ἔδευσα. |377 τί δῆτʼ ἂν ἀλγοίης ἐπʼ ἐξειργασμένοις; |378 οὐ γὰρ γένοιτʼ ἂν ταῦθʼ ὅπως οὐχ ὧδʼ ἔχειν. [antistrophe 2] |379 ἰὼ πάνθʼ ὁρῶν ἁπάντων τʼ ἀεὶ |380 κακῶν ὄργανον, τέκνον Λαρτίου, |381 κακοπινέστατόν τʼ ἄλημα στρατοῦ, |382 ἦ που πολὺν γέλωθʼ ὑφʼ ἡδονῆς ἄγεις. |383 ξύν τοι θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται. |384 ἴδοιμι μήν νιν, καίπερ ὧδʼ ἀτώμενος. |385 ἰώ μοί μοι. |386 μηδὲν μέγʼ εἴπῃς· οὐχ ὁρᾷς ἵνʼ εἶ κακοῦ; |387 ὦ Ζεῦ, προγόνων προπάτωρ, |388 πῶς ἂν τὸν αἱμυλώτατον, ἐχθρὸν ἄλημα, |390 τούς τε δισσάρχας ὀλέσσας βασιλῆς |391 τέλος θάνοιμι καὐτός; |392 ὅταν κατεύχῃ ταῦθʼ, ὁμοῦ κἀμοὶ θανεῖν |393 εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος; [strophe 3] |394 ἰὼ |394a σκότος, ἐμὸν φάος, |395 ἔρεβος ὦ φαεννότατον, ὡς ἐμοί, |396 ἕλεσθʼ ἕλεσθέ μʼ οἰκήτορα, |397 ἕλεσθέ μʼ· οὔτε γὰρ θεῶν γένος οὔθʼ ἁμερίων |400 ἔτʼ ἄξιος βλέπειν τινʼ εἰς ὄνασιν ἀνθρώπων. |400a ἀλλά μʼ ἁ Διὸς |401 ἀλκίμα θεὸς |402 ὀλέθριʼ αἰκίζει. |403 ποῖ τις οὖν φύγῃ; |404 ποῖ μολὼν μενῶ; |405 εἰ τὰ μὲν φθίνει, φίλοι, τοιοῖσδʼ |406 ὁμοῦ πέλας, μώραις δʼ ἄγραις προσκείμεθα, |407 πᾶς δὲ στρατὸς δίπαλτος ἄν με |408 χειρὶ φονεύοι. |410 ὦ δυστάλαινα, τοιάδʼ ἄνδρα χρήσιμον |411 φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτʼ ἄν. [antistrophe 3] |412 ἰὼ |412a πόροι ἁλίρροθοι |413 πάραλά τʼ ἄντρα καὶ νέμος ἐπάκτιον, |414 πολὺν πολύν με δαρόν τε δὴ |415 κατείχετʼ ἀμφὶ Τροίαν χρόνον· ἀλλʼ οὐκέτι μʼ, οὐκ |416 ἔτʼ ἀμπνοὰς ἔχοντα· τοῦτό τις φρονῶν ἴστω. |417 ὦ Σκαμάνδριοι |418 γείτονες ῥοαί, |420 εὔφρονες Ἀργείοις, |421 οὐκέτʼ ἄνδρα μὴ |422 τόνδʼ ἴδητʼ, ἔπος |423 ἐξερῶ μέγʼ, οἷον οὔτινα |425 Τροία στρατοῦ δέρχθη χθονὸς μολόντʼ ἀπὸ |426 Ἑλλανίδος· τανῦν δʼ ἄτιμος |427 ὧδε πρόκειμαι. |428 οὔτοι σʼ ἀπείργειν οὐδʼ ὅπως ἐῶ λέγειν |429 ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα. [episode] |430 αἰαῖ· τίς ἄν ποτʼ ᾤεθʼ ὧδʼ ἐπώνυμον |431 τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς; |432 νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ |433 καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω· |434 ὅτου πατὴρ μὲν τῆσδʼ ἀπʼ Ἰδαίας χθονὸς |435 τὰ πρῶτα καλλιστεῖʼ ἀριστεύσας στρατοῦ |436 πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων· |437 ἐγὼ δʼ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον |438 Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει |439 οὐδʼ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς, |440 ἄτιμος Ἀργείοισιν ὧδʼ ἀπόλλυμαι. |441 καίτοι τοσοῦτόν γʼ ἐξεπίστασθαι δοκῶ· |442 εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι |443 κρίνειν ἔμελλε κράτος ἀριστείας τινί, |444 οὐκ ἄν τις αὔτʼ ἔμαρψεν ἄλλος ἀντʼ ἐμοῦ. |445 νῦν δʼ αὔτʼ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας |446 ἔπραξαν, ἀνδρὸς τοῦδʼ ἀπώσαντες κράτη. |447 κεἰ μὴ τόδʼ ὄμμα καὶ φρένες διάστροφοι |448 γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε |449 δίκην κατʼ ἄλλου φωτὸς ὧδʼ ἐψήφισαν. |450 νῦν δʼ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ |451 ἤδη μʼ ἐπʼ αὐτοῖς χεῖρʼ ἐπεντύνοντʼ ἐμὴν |452 ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον, |453 ὥστʼ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς· |454 κεῖνοι δʼ ἐπεγγελῶσιν ἐκπεφευγότες, |455 ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν |456 βλάπτοι, φύγοι τἂν χὠ κακὸς τὸν κρείσσονα. |457 καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς |458 ἐχθαίρομαι, μισεῖ δέ μʼ Ἑλλήνων στρατός, |459 ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε. |460 πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας |461 μόνους τʼ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ; |462 καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς |463 Τελαμῶνι; πῶς με τλήσεταί ποτʼ εἰσιδεῖν |464 γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ, |465 ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν; |466 οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτʼ ἰὼν |467 πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις |468 καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω; |469 ἀλλʼ ὧδέ γʼ Ἀτρείδας ἂν εὐφράναιμί που. |470 οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα |471 τοιάδʼ ἀφʼ ἧς γέροντι δηλώσω πατρὶ |472 μή τοι φύσιν γʼ ἄσπλαγχνος ἐκ κείνου γεγώς. |473 αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου, |474 κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται. |475 τί γὰρ παρʼ ἦμαρ ἡμέρα τέρπειν ἔχει |476 προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν; |477 οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν |478 ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται· |479 ἀλλʼ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι |480 τὸν εὐγενῆ χρή. πάντʼ ἀκήκοας λόγον. |481 οὐδεὶς ἐρεῖ ποθʼ ὡς ὑπόβλητον λόγον, |482 Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός· |483 παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις |484 γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς. |485 ὦ δέσποτʼ Αἴας, τῆς ἀναγκαίας τύχης |486 οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν. |487 ἐγὼ δʼ ἐλευθέρου μὲν ἐξέφυν πατρός, |488 εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγῶν· |489 νῦν δʼ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδʼ ἔδοξέ που |490 καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ |491 τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά, |492 καί σʼ ἀντιάζω πρός τʼ ἐφεστίου Διὸς |493 εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί, |494 μή μʼ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν |495 τῶν σῶν ὑπʼ ἐχθρῶν, χειρίαν ἐφείς τινι. |496 ᾗ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς, |497 ταύτῃ νόμιζε κἀμὲ τῇ τόθʼ ἡμέρᾳ |498 βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο |499 ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν. |500 καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ |501 λόγοις ἰάπτων· ἴδετε τὴν ὁμευνέτιν |502 Αἴαντος, ὃς μέγιστον ἴσχυσεν στρατοῦ, |503 οἵας λατρείας ἀνθʼ ὅσου ζήλου τρέφει. |504 τοιαῦτʼ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ, |505 σοὶ δʼ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει. |506 ἀλλʼ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ |507 γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα |508 πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις |509 θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν· |510 οἴκτιρε δʼ, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας |511 τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος |512 ὑπʼ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν |513 κείνῳ τε κἀμοὶ τοῦθʼ, ὅταν θάνῃς, νεμεῖς. |514 ἐμοὶ γὰρ οὐκέτʼ ἔστιν εἰς ὅ τι βλέπω |515 πλὴν σοῦ. σὺ γάρ μοι πατρίδʼ ᾔστωσας δόρει, |516 καὶ μητέρʼ ἄλλη μοῖρα τὸν φύσαντά τε |517 καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας. |518 τίς δῆτʼ ἐμοὶ γένοιτʼ ἂν ἀντὶ σοῦ πατρίς; |519 τίς πλοῦτος; ἐν σοὶ πᾶσʼ ἔγωγε σῴζομαι. |520 ἀλλʼ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν |521 μνήμην προσεῖναι, τερπνὸν εἴ τί που πάθοι. |522 χάρις χάριν γάρ ἐστιν ἡ τίκτουσʼ ἀεί· |523 ὅτου δʼ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος, |524 οὐκ ἂν γένοιτʼ ἔθʼ οὗτος εὐγενὴς ἀνήρ. |525 Αἴας, ἔχειν σʼ ἂν οἶκτον ὡς κἀγὼ φρενὶ |526 θέλοιμʼ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆσδʼ ἔπη. |527 καὶ κάρτʼ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ, |528 ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν. |529 ἀλλʼ ὦ φίλʼ Αἴας, πάντʼ ἔγωγε πείσομαι. |530 κόμιζέ νύν μοι παῖδα τὸν ἐμόν, ὡς ἴδω. |531 καὶ μὴν φόβοισί γʼ αὐτὸν ἐξελυσάμην. |532 ἐν τοῖσδε τοῖς κακοῖσιν; ἢ τί μοι λέγεις; |533 μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι. |534 πρέπον γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε. |535 ἀλλʼ οὖν ἐγὼ ʼφύλαξα τοῦτό γʼ ἀρκέσαι. |536 ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου. |537 τί δῆτʼ ἂν ὡς ἐκ τῶνδʼ ἂν ὠφελοῖμί σε; |538 δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τʼ ἰδεῖν. |539 καὶ μὴν πέλας γε προσπόλοις φυλάσσεται. |540 τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν; |541 ὦ παῖ, πατὴρ καλεῖ σε. δεῦρο προσπόλων |542 ἄγʼ αὐτὸν ὅσπερ χερσὶν εὐθύνων κυρεῖς. |543 ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγων; |544 καὶ δὴ κομίζει προσπόλων ὅδʼ ἐγγύθεν. |545 αἶρʼ αὐτόν, αἶρε δεῦρο· ταρβήσει γὰρ οὒ |546 νεοσφαγῆ που τόνδε προσλεύσσων φόνον, |547 εἴπερ δικαίως ἔστʼ ἐμὸς τὰ πατρόθεν. |548 ἀλλʼ αὐτίκʼ ὠμοῖς αὐτὸν ἐν νόμοις πατρὸς |549 δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν. |550 ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος, |551 τὰ δʼ ἄλλʼ ὅμοιος· καὶ γένοιʼ ἂν οὐ κακός. |552 καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω, |553 ὁθούνεκʼ οὐδὲν τῶνδʼ ἐπαισθάνει κακῶν· |554 ἐν τῷ φρονεῖν γὰρ μηδὲν ἥδιστος βίος, |554b τὸ μὴ φρονεῖν γὰρ κάρτʼ ἀνώδυνον κακόν |555 ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς. |556 ὅταν δʼ ἵκῃ πρὸς τοῦτο, δεῖ σʼ ὅπως πατρὸς |557 δείξεις ἐν ἐχθροῖς, οἷος ἐξ οἵου ʼτράφης. |558 τέως δὲ κούφοις πνεύμασιν βόσκου, νέαν |559 ψυχὴν ἀτάλλων, μητρὶ τῇδε χαρμονήν. |560 οὔτοι σʼ Ἀχαιῶν, οἶδα, μή τις ὑβρίσῃ |561 στυγναῖσι λώβαις, οὐδὲ χωρὶς ὄντʼ ἐμοῦ. |562 τοῖον πυλωρὸν φύλακα Τεῦκρον ἀμφί σοι |563 λείψω τροφῆ τʼ ἄοκνον ἔμπα, κεἰ τανῦν |564 τηλωπὸς οἰχνεῖ, δυσμενῶν θήραν ἔχων. |565 ἀλλʼ, ἄνδρες ἀσπιστῆρες, ἐνάλιος λεώς, |566 ὑμῖν τε κοινὴν τήνδʼ ἐπισκήπτω χάριν, |567 κείνῳ τʼ ἐμὴν ἀγγείλατʼ ἐντολήν, ὅπως |568 τὸν παῖδα τόνδε πρὸς δόμους ἐμοὺς ἄγων |569 Τελαμῶνι δείξει μητρί τʼ, Ἐριβοίᾳ λέγω, |570 ὥς σφιν γένηται γηροβοσκὸς εἰσαεί, |571 μέχρις οὗ μυχοὺς κίχωσι τοῦ κάτω θεοῦ, |572 καὶ τἀμὰ τεύχη μήτʼ ἀγωνάρχαι τινὲς |573 θήσουσʼ Ἀχαιοῖς μήθʼ ὁ λυμεὼν ἐμός. |574 ἀλλʼ αὐτό μοι σύ, παῖ, λαβὼν ἐπώνυμον, |575 Εὐρύσακες, ἴσχε διὰ πολυρράφου στρέφων |576 πόρπακος, ἑπτάβοιον ἄρρηκτον σάκος· |577 τὰ δʼ ἄλλα τεύχη κοίνʼ ἐμοὶ τεθάψεται. |578 ἀλλʼ ὡς τάχος τὸν παῖδα τόνδʼ ἤδη δέχου |579 καὶ δῶμα πάκτου, μηδʼ ἐπισκήνους γόους |580 δάκρυε· κάρτα τοι φιλοίκτιστον γυνή. |581 πύκαζε θᾶσσον· οὐ πρὸς ἰατροῦ σοφοῦ |582 θρηνεῖν ἐπῳδὰς πρὸς τομῶντι πήματι. |583 δέδοικʼ ἀκούων τήνδε τὴν προθυμίαν· |584 οὐ γάρ μʼ ἀρέσκει γλῶσσά σου τεθηγμένη. |585 ὦ δέσποτʼ Αἴας, τί ποτε δρασείεις φρενί; |586 μὴ κρῖνε, μὴ ʼξέταζε· σωφρονεῖν καλόν. |587 οἴμʼ ὡς ἀθυμῶ· καί σε πρὸς τοῦ σοῦ τέκνου |588 καὶ θεῶν ἱκνοῦμαι, μὴ προδοὺς ἡμᾶς γένῃ. |589 ἄγαν γε λυπεῖς· οὐ κάτοισθʼ ἐγὼ θεοῖς |590 ὡς οὐδὲν ἀρκεῖν εἴμʼ ὀφειλέτης ἔτι; |591 εὔφημα φώνει. |591b τοῖς ἀκούουσιν λέγε. |592 σὺ δʼ οὐχὶ πείσει; |592b πόλλʼ ἄγαν ἤδη θροεῖς. |593 ταρβῶ γάρ, ὦναξ. |593b οὐ ξυνέρξεθʼ ὡς τάχος; |594 πρὸς θεῶν, μαλάσσου. |594b μῶρά μοι δοκεῖς φρονεῖν, |595 εἰ τοὐμὸν ἦθος ἄρτι παιδεύειν νοεῖς. [choral] [strophe 1] |596 ὦ κλεινὰ Σαλαμίς, σὺ μέν που |597 ναίεις ἁλίπλακτος, εὐδαίμων, |598 πᾶσιν περίφαντος ἀεί· |600 ἐγὼ δʼ ὁ τλάμων παλαιὸς ἀφʼ οὗ χρόνος |601 Ἰδαῖα μίμνων λειμώνιʼ ἔπαυλα μηνῶν |602 ἀνήριθμος αἰὲν εὐνῶμαι |605 χρόνῳ τρυχόμενος, |606 κακὰν ἐλπίδʼ ἔχων |607 ἔτι μέ ποτʼ ἀνύσειν |608 τὸν ἀπότροπον ἀΐδηλον Ἅιδαν. [antistrophe 1] |609 καί μοι δυσθεράπευτος Αἴας |610 ξύνεστιν ἔφεδρος, ὤμοι μοι, |611 θείᾳ μανίᾳ ξύναυλος· |612 ὃν ἐξεπέμψω πρὶν δή ποτε θουρίῳ |613 κρατοῦντʼ ἐν Ἄρει· νῦν δʼ αὖ φρενὸς οἰοβώτας |615 φίλοις μέγα πένθος ηὕρηται. |616 τὰ πρὶν δʼ ἔργα χεροῖν |617 μεγίστας ἀρετᾶς |620 ἄφιλα παρʼ ἀφίλοις |621 ἔπεσʼ ἔπεσε μελέοις Ἀτρείδαις. [strophe 2] |622 ἦ που παλαιᾷ μὲν σύντροφος ἁμέρᾳ, |625 λευκῷ δὲ γήρᾳ μάτηρ νιν ὅταν νοσοῦντα |626 φρενομόρως ἀκούσῃ, |627 αἴλινον αἴλινον |628 οὐδʼ οἰκτρᾶς γόον ὄρνιθος ἀηδοῦς |630 ἥσει δύσμορος, ἀλλʼ ὀξυτόνους μὲν ᾠδὰς |631 θρηνήσει, χερόπλακτοι δʼ |632 ἐν στέρνοισι πεσοῦνται |633 δοῦποι καὶ πολιᾶς ἄμυγμα χαίτας. [antistrophe 2] |635 κρείσσων παρʼ Ἅιδᾳ κεύθων ὁ νοσῶν μάταν, |636 ὃς ἐκ πατρῴας ἥκων γενεᾶς ἄριστος |637 πολυπόνων Ἀχαιῶν, |638 οὐκέτι συντρόφοις |640 ὀργαῖς ἔμπεδος, ἀλλʼ ἐκτὸς ὁμιλεῖ. |641 ὦ τλᾶμον πάτερ, οἵαν σε μένει πυθέσθαι |642 παιδὸς δύσφορον ἄταν, |643 ἃν οὔπω τις ἔθρεψεν |645 αἰὼν Αἰακιδᾶν ἄτερθε τοῦδε. [episode] |646 ἅπανθʼ ὁ μακρὸς κἀναρίθμητος χρόνος |647 φύει τʼ ἄδηλα καὶ φανέντα κρύπτεται· |648 κοὐκ ἔστʼ ἄελπτον οὐδέν, ἀλλʼ ἁλίσκεται |649 χὠ δεινὸς ὅρκος χαἰ περισκελεῖς φρένες. |650 κἀγὼ γάρ, ὃς τὰ δείνʼ ἐκαρτέρουν τότε, |651 βαφῇ σίδηρος ὣς ἐθηλύνθην στόμα |652 πρὸς τῆσδε τῆς γυναικός· οἰκτίρω δέ νιν |653 χήραν παρʼ ἐχθροῖς παῖδά τʼ ὀρφανὸν λιπεῖν. |654 ἀλλʼ εἶμι πρός τε λουτρὰ καὶ παρακτίους |655 λειμῶνας, ὡς ἂν λύμαθʼ ἁγνίσας ἐμὰ |656 μῆνιν βαρεῖαν ἐξαλύξωμαι θεᾶς· |657 μολών τε χῶρον ἔνθʼ ἂν ἀστιβῆ κίχω, |658 κρύψω τόδʼ ἔγχος τοὐμόν, ἔχθιστον βελῶν, |659 γαίας ὀρύξας ἔνθα μή τις ὄψεται· |660 ἀλλʼ αὐτὸ νὺξ Ἅιδης τε σῳζόντων κάτω. |661 ἐγὼ γὰρ ἐξ οὗ χειρὶ τοῦτʼ ἐδεξάμην |662 παρʼ Ἕκτορος δώρημα δυσμενεστάτου, |663 οὔπω τι κεδνὸν ἔσχον Ἀργείων πάρα. |664 ἀλλʼ ἔστʼ ἀληθὴς ἡ βροτῶν παροιμία, |665 ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα. |666 τοιγὰρ τὸ λοιπὸν εἰσόμεσθα μὲν θεοῖς |667 εἴκειν, μαθησόμεσθα δʼ Ἀτρείδας σέβειν. |668 ἄρχοντές εἰσιν, ὥσθʼ ὑπεικτέον. τί μήν; |669 καὶ γὰρ τὰ δεινὰ καὶ τὰ καρτερώτατα |670 τιμαῖς ὑπείκει· τοῦτο μὲν νιφοστιβεῖς |671 χειμῶνες ἐκχωροῦσιν εὐκάρπῳ θέρει· |672 ἐξίσταται δὲ νυκτὸς αἰανὴς κύκλος |673 τῇ λευκοπώλῳ φέγγος ἡμέρᾳ φλέγειν· |674 δεινῶν τʼ ἄημα πνευμάτων ἐκοίμισε |675 στένοντα πόντον· ἐν δʼ ὁ παγκρατὴς ὕπνος |676 λύει πεδήσας, οὐδʼ ἀεὶ λαβὼν ἔχει. |677 ἡμεῖς δὲ πῶς οὐ γνωσόμεσθα σωφρονεῖν; |678 ἔγωγʼ· ἐπίσταμαι γὰρ ἀρτίως ὅτι |679 ὅ τʼ ἐχθρὸς ἡμῖν ἐς τοσόνδʼ ἐχθαρτέος, |680 ὡς καὶ φιλήσων αὖθις, ἔς τε τὸν φίλον |681 τοσαῦθʼ ὑπουργῶν ὠφελεῖν βουλήσομαι, |682 ὡς αἰὲν οὐ μενοῦντα· τοῖς πολλοῖσι γὰρ |683 βροτῶν ἄπιστός ἐσθʼ ἑταιρείας λιμήν. |684 ἀλλʼ ἀμφὶ μὲν τούτοισιν εὖ σχήσει· σὺ δὲ |685 ἔσω θεοῖς ἐλθοῦσα διὰ τάχους, γύναι, |686 εὔχου τελεῖσθαι τοὐμὸν ὧν ἐρᾷ κέαρ. |687 ὑμεῖς δʼ, ἑταῖροι, ταὐτὰ τῇδέ μοι τάδε |688 τιμᾶτε, Τεύκρῳ τʼ, ἢν μόλῃ, σημήνατε |689 μέλειν μὲν ἡμῶν, εὐνοεῖν δʼ ὑμῖν ἅμα. |690 ἐγὼ γὰρ εἶμʼ ἐκεῖσʼ ὅποι πορευτέον· |691 ὑμεῖς δʼ ἃ φράζω δρᾶτε, καὶ τάχʼ ἄν μʼ ἴσως |692 πύθοισθε, κεἰ νῦν δυστυχῶ, σεσωσμένον. [choral] [strophe 1] |693 ἔφριξʼ ἔρωτι, περιχαρὴς δʼ ἀνεπτόμαν. |694 ἰὼ ἰὼ Πὰν Πάν, |695 ὦ Πὰν Πὰν ἁλίπλαγκτε, Κυλλανίας χιονοκτύπου |696 πετραίας ἀπὸ δειράδος φάνηθʼ, ὦ |697 θεῶν χοροποίʼ ἄναξ, ὅπως μοι |700 Νύσια Κνώσιʼ ὀρχήματʼ αὐτοδαῆ ξυνὼν ἰάψῃς· |701 νῦν γὰρ ἐμοὶ μέλει χορεῦσαι. |702 Ἰκαρίων δʼ ὑπὲρ πελαγέων μολὼν ἄναξ Ἀπόλλων |705 ὁ Δάλιος εὔγνωστος |706 ἐμοὶ ξυνείη διὰ παντὸς εὔφρων. [antistrophe 1] |707 ἔλυσεν αἰνὸν ἄχος ἀπʼ ὀμμάτων Ἄρης. |708 ἰὼ ἰώ, νῦν αὖ, |709 νῦν, ὦ Ζεῦ, πάρα λευκὸν εὐάμερον πελάσαι φάος |710 θοᾶν ὠκυάλων νεῶν, ὅτʼ Αἴας |711 λαθίπονος πάλιν, θεῶν δʼ αὖ |712 πάνθυτα θέσμιʼ ἐξήνυσʼ εὐνομίᾳ σέβων μεγίστᾳ. |713 πάνθʼ ὁ μέγας χρόνος μαραίνει, |715 κοὐδὲν ἀναύδατον φατίσαιμʼ ἄν, εὖτέ γʼ ἐξ ἀέλπτων |716 Αἴας μετανεγνώσθη |717 θυμοῦ τʼ Ἀτρείδαις μεγάλων τε νεικέων. [episode] |719 ἄνδρες φίλοι, τὸ πρῶτον ἀγγεῖλαι θέλω· |720 Τεῦκρος πάρεστιν ἄρτι Μυσίων ἀπὸ |721 κρημνῶν· μέσον δὲ προσμολὼν στρατήγιον |722 κυδάζεται τοῖς πᾶσιν Ἀργείοις ὁμοῦ. |723 στείχοντα γὰρ πρόσωθεν αὐτὸν ἐν κύκλῳ |724 μαθόντες ἀμφέστησαν, εἶτʼ ὀνείδεσιν |725 ἤρασσον ἔνθεν κἄνθεν οὔτις ἔσθʼ ὃς οὔ, |726 τὸν τοῦ μανέντος κἀπιβουλευτοῦ στρατοῦ |727 ξύναιμον ἀποκαλοῦντες, ὡς οὐκ ἀρκέσοι |728 τὸ μὴ οὐ πέτροισι πᾶς καταξανθεὶς θανεῖν· |729 ὥστʼ εἰς τοσοῦτον ἦλθον ὥστε καὶ χεροῖν |730 κολεῶν ἐρυστὰ διεπεραιώθη ξίφη. |731 λήγει δʼ ἔρις δραμοῦσα τοῦ προσωτάτω |732 ἀνδρῶν γερόντων ἐν ξυναλλαγῇ λόγου. |733 ἀλλʼ ἡμὶν Αἴας ποῦ ʼστιν, ὡς φράσω τάδε; |734 τοῖς κυρίοις γὰρ πάντα χρὴ δηλοῦν λόγον. |735 οὐκ ἔνδον, ἀλλὰ φροῦδος ἀρτίως, νέας |736 βουλὰς νέοισιν ἐγκαταζεύξας τρόποις. |737 ἰοὺ ἰού· |738 βραδεῖαν ἡμᾶς ἆρʼ ὁ τήνδε τὴν ὁδὸν |739 πέμπων ἔπεμψεν ἢ ʼφάνην ἐγὼ βραδύς. |740 τί δʼ ἐστὶ χρείας τῆσδʼ ὑπεσπανισμένον; |741 τὸν ἄνδρʼ ἀπηύδα Τεῦκρος ἔνδοθεν στέγης |742 μὴ ʼξω παρήκειν, πρὶν παρὼν αὐτὸς τύχῃ. |743 ἀλλʼ οἴχεταί τοι, πρὸς τὸ κέρδιστον τραπεὶς |744 γνώμης, θεοῖσιν ὡς καταλλαχθῇ χόλου. |745 ταῦτʼ ἐστὶ τἄπη μωρίας πολλῆς πλέα, |746 εἴπερ τι Κάλχας εὖ φρονῶν μαντεύεται. |747 ποῖον; τί δʼ εἰδὼς τοῦδε πράγματος πάρει; |748 τοσοῦτον οἶδα καὶ παρὼν ἐτύγχανον. |749 ἐκ γὰρ συνέδρου καὶ τυραννικοῦ κύκλου |750 Κάλχας μεταστὰς οἶος Ἀτρειδῶν δίχα, |751 εἰς χεῖρα Τεύκρου δεξιὰν φιλοφρόνως |752 θεὶς εἶπε κἀπέσκηψε, παντοίᾳ τέχνῃ |753 εἶρξαι κατʼ ἦμαρ τοὐμφανὲς τὸ νῦν τόδε |754 Αἴανθʼ ὑπὸ σκηναῖσι μηδʼ ἀφέντʼ ἐᾶν, |755 εἰ ζῶντʼ ἐκεῖνον εἰσιδεῖν θέλοι ποτέ. |756 ἐλᾷ γὰρ αὐτὸν τῇδε θἠμέρᾳ μόνῃ |757 δίας Ἀθάνας μῆνις, ὡς ἔφη λέγων. |758 τὰ γὰρ περισσὰ κἀνόνητα σώματα |759 πίπτειν βαρείαις πρὸς θεῶν δυσπραξίαις |760 ἔφασχʼ ὁ μάντις, ὅστις ἀνθρώπου φύσιν |761 βλαστὼν ἔπειτα μὴ κατʼ ἄνθρωπον φρονῇ. |762 κεῖνος δʼ ἀπʼ οἴκων εὐθὺς ἐξορμώμενος |763 ἄνους καλῶς λέγοντος ηὑρέθη πατρός. |764 ὁ μὲν γὰρ αὐτὸν ἐννέπει· τέκνον, δόρει |765 βούλου κρατεῖν μέν, σὺν θεῷ δʼ ἀεὶ κρατεῖν. |766 ὁ δʼ ὑψικόμπως κἀφρόνως ἠμείψατο· |767 πάτερ, θεοῖς μὲν κἂν ὁ μηδὲν ὢν ὁμοῦ |768 κράτος κατακτήσαιτʼ· ἐγὼ δὲ καὶ δίχα |769 κείνων πέποιθα τοῦτʼ ἐπισπάσειν κλέος. |770 τοσόνδʼ ἐκόμπει μῦθον. εἶτα δεύτερον |771 δίας Ἀθάνας, ἡνίκʼ ὀτρύνουσά νιν |772 ηὐδᾶτʼ ἐπʼ ἐχθροῖς χεῖρα φοινίαν τρέπειν, |773 τότʼ ἀντιφωνεῖ δεινὸν ἄρρητόν τʼ ἔπος· |774 ἄνασσα, τοῖς ἄλλοισιν Ἀργείων πέλας |775 ἵστω, καθʼ ἡμᾶς δʼ οὔποτʼ ἐκρήξει μάχη. |776 τοιοῖσδέ τοι λόγοισιν ἀστεργῆ θεᾶς |777 ἐκτήσατʼ ὀργήν, οὐ κατʼ ἄνθρωπον φρονῶν. |778 ἀλλʼ εἴπερ ἔστι τῇδε θἠμέρᾳ, τάχʼ ἂν |779 γενοίμεθʼ αὐτοῦ σὺν θεῷ σωτήριοι. |780 τοσαῦθʼ ὁ μάντις εἶφʼ· ὁ δʼ εὐθὺς ἐξ ἕδρας |781 πέμπει με σοὶ φέροντα τάσδʼ ἐπιστολὰς |782 Τεῦκρος φυλάσσειν. εἰ δʼ ἀπεστερήμεθα, |783 οὐκ ἔστιν ἁνὴρ κεῖνος, εἰ Κάλχας σοφός. |784 ὦ δαΐα Τέκμησσα, δύσμορον γένος, |785 ὅρα μολοῦσα τόνδʼ ὁποῖʼ ἔπη θροεῖ· |786 ξυρεῖ γὰρ ἐν χρῷ τοῦτο μὴ χαίρειν τινά. |787 τί μʼ αὖ τάλαιναν, ἀρτίως πεπαυμένην |788 κακῶν ἀτρύτων, ἐξ ἕδρας ἀνίστατε; |789 τοῦδʼ εἰσάκουε τἀνδρός, ὡς ἥκει φέρων |790 Αἴαντος ἡμῖν πρᾶξιν ἣν ἤλγησʼ ἐγώ. |791 οἴμοι, τί φής, ἄνθρωπε; μῶν ὀλώλαμεν; |792 οὐκ οἶδα τὴν σὴν πρᾶξιν, Αἴαντος δʼ ὅτι, |793 θυραῖος εἴπερ ἐστίν, οὐ θαρσῶ πέρι. |794 καὶ μὴν θυραῖος, ὥστε μʼ ὠδίνειν τί φής. |795 ἐκεῖνον εἴργειν Τεῦκρος ἐξεφίεται |796 σκηνῆς ὕπαυλον μηδʼ ἀφιέναι μόνον. |797 ποῦ δʼ ἐστὶ Τεῦκρος, κἀπὶ τῷ λέγει τάδε; |798 πάρεστʼ ἐκεῖνος ἄρτι· τήνδε δʼ ἔξοδον |799 ὀλεθρίαν Αἴαντος ἐλπίζει φέρειν. |800 οἴμοι τάλαινα, τοῦ ποτʼ ἀνθρώπων μαθών; |801 τοῦ Θεστορείου μάντεως, καθʼ ἡμέραν |802 τὴν νῦν, ὅτʼ αὐτῷ θάνατον ἢ βίον φέρει. |803 οἲ ʼγώ, φίλοι, πρόστητʼ ἀναγκαίας τύχης, |804 καὶ σπεύσαθʼ, οἱ μὲν Τεῦκρον ἐν τάχει μολεῖν, |805 οἱ δʼ ἑσπέρους ἀγκῶνας, οἱ δʼ ἀντηλίους |806 ζητεῖτʼ ἰόντες τἀνδρὸς ἔξοδον κακήν. |807 ἔγνωκα γὰρ δὴ φωτὸς ἠπατημένη |808 καὶ τῆς παλαιᾶς χάριτος ἐκβεβλημένη. |809 οἴμοι, τί δράσω, τέκνον; οὐχ ἱδρυτέον· |810 ἀλλʼ εἶμι κἀγὼ κεῖσʼ ὅποιπερ ἂν σθένω. |811 χωρῶμεν, ἐγκονῶμεν, οὐχ ἕδρας ἀκμὴ |812 σῴζειν θέλοντας ἄνδρα γʼ ὃς σπεύδῃ θανεῖν. |813 χωρεῖν ἕτοιμος, κοὐ λόγῳ δείξω μόνον· |814 τάχος γὰρ ἔργου καὶ ποδῶν ἅμʼ ἕψεται, |815 ὁ μὲν σφαγεὺς ἕστηκεν ᾗ τομώτατος |816 γένοιτʼ ἄν, εἴ τῳ καὶ λογίζεσθαι σχολή· |817 δῶρον μὲν ἀνδρὸς Ἕκτορος ξένων ἐμοὶ |818 μάλιστα μισηθέντος ἐχθίστου θʼ ὁρᾶν· |819 πέπηγε δʼ ἐν γῇ πολεμίᾳ τῇ Τρῳάδι, |820 σιδηροβρῶτι θηγάνῃ νεηκονής· |821 ἔπηξα δʼ αὐτὸν εὖ περιστείλας ἐγώ, |822 εὐνούστατον τῷδʼ ἀνδρὶ διὰ τάχους θανεῖν. |823 οὕτω μὲν εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι |824 σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκός, ἄρκεσον. |825 αἰτήσομαι δέ σʼ οὐ μακρὸν γέρας λαχεῖν. |826 πέμψον τινʼ ἡμῖν ἄγγελον, κακὴν φάτιν |827 Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ |828 πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει, |829 καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος |830 ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θʼ ἕλωρ. |831 τοσαῦτά σʼ, ὦ Ζεῦ, προστρέπω, καλῶ δʼ ἅμα |832 πομπαῖον Ἑρμῆν χθόνιον εὖ με κοιμίσαι, |833 ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι |834 πλευρὰν διαρρήξαντα τῷδε φασγάνῳ. |835 καλῶ δʼ ἀρωγοὺς τὰς ἀεί τε παρθένους |836 ἀεί θʼ ὁρώσας πάντα τἀν βροτοῖς πάθη, |837 σεμνὰς Ἐρινῦς τανύποδας, μαθεῖν ἐμὲ |838 πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας, |839 καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους |840 ξυναρπάσειαν, ὥσπερ εἰσορῶσʼ ἐμὲ |841 αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς |842 πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο. |843 ἴτʼ, ὦ ταχεῖαι ποίνιμοί τʼ Ἐρινύες, |844 γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ· |845 σὺ δʼ, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν |846 Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα |847 ἴδῃς, ἐπισχὼν χρυσόνωτον ἡνίαν |848 ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τʼ ἐμὸν |849 γέροντι πατρὶ τῇ τε δυστήνῳ τροφῷ. |850 ἦ που τάλαινα, τήνδʼ ὅταν κλύῃ φάτιν, |851 ἥσει μέγαν κωκυτὸν ἐν πάσῃ πόλει. |852 ἀλλʼ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην, |853 ἀλλʼ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί. |854 ὦ Θάνατε Θάνατε, νῦν μʼ ἐπίσκεψαι μολών. |855 καίτοι σὲ μὲν κἀκεῖ προσαυδήσω ξυνών. |856 σὲ δʼ, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας, |857 καὶ τὸν διφρευτὴν Ἥλιον προσεννέπω, |858 πανύστατον δὴ κοὔποτʼ αὖθις ὕστερον. |859 ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον |860 Σαλαμῖνος, ὦ πατρῷον ἑστίας βάθρον |861 κλειναί τʼ Ἀθῆναι καὶ τὸ σύντροφον γένος |862 κρῆναί τε ποταμοί θʼ οἵδε, καὶ τὰ Τρωϊκὰ |863 πεδία προσαυδῶ, χαίρετʼ, ὦ τροφῆς ἐμοί· |864 τοῦθʼ ὑμὶν Αἴας τοὔπος ὕστατον θροεῖ, |865 τὰ δʼ ἄλλʼ ἐν Ἅιδου τοῖς κάτω μυθήσομαι. [kommos] |866 πόνος πόνῳ πόνον φέρει. |867 πᾷ πᾷ |868 πᾷ γὰρ οὐκ ἔβαν ἐγώ; |869 κοὐδεὶς ἐπίσταταί με συμμαθεῖν τόπος. |870 ἰδού. |871 δοῦπον αὖ κλύω τινά. |872 ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν. |873 τί οὖν δή; |874 πᾶν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν |875 ἔχεις οὖν; |876 πόνου γε πλῆθος, κοὐδὲν εἰς ὄψιν πλέον. |877 ἀλλʼ οὐδὲ μὲν δὴ τὴν ἀφʼ ἡλίου βολῶν |878 κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς. [choral] [strophe 1] |879 τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων |880 ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας, |883 ἢ τίς Ὀλυμπιάδων θεᾶν ἢ ῥυτῶν |884 Βοσπορίων ποταμῶν, τὸν ὠμόθυμον |885 εἴ ποθι πλαζόμενον λεύσσων |886 ἀπύοι; σχέτλια γὰρ |887 ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων |888 οὐρίῳ μὴ πελάσαι δρόμῳ, |890 ἀλλʼ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου. |891 ἰώ μοί μοι. |892 τίνος βοὴ πάραυλος ἐξέβη νάπους; |893 ἰὼ τλήμων. |894 τὴν δουρίληπτον δύσμορον νύμφην ὁρῶ |895 Τέκμησσαν, οἴκτῳ, τῷδε συγκεκραμένην. |896 ᾤχωκʼ, ὄλωλα, διαπεπόρθημαι, φίλοι. |897 τί δʼ ἔστιν; |898 Αἴας ὅδʼ ἡμῖν ἀρτίως νεοσφαγὴς |899 κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής. |900 ὤμοι ἐμῶν νόστων· |901 ὤμοι, κατέπεφνες, ἄναξ, |902 τόνδε συνναύταν, τάλας |903 ὦ ταλαίφρων γύναι· |904 ὡς ὧδε τοῦδʼ ἔχοντος αἰάζειν πάρα. |905 τίνος ποτʼ ἆρʼ ἔπραξε χειρὶ δύσμορος; |906 αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ἐν γάρ οἱ χθονὶ |907 πηκτὸν τόδʼ ἔγχος περιπετὲς κατηγορεῖ. |911 ὤμοι ἐμᾶς ἄτας, οἶος ἄρʼ αἱμάχθης, ἄφαρκτος φίλων· |912 ἐγὼ δʼ ὁ πάντα κωφός, ὁ πάντʼ ἄϊδρις, |913 κατημέλησα. πᾷ πᾷ |914 κεῖται ὁ δυστράπελος, δυσώνυμος Αἴας; |915 οὔτοι θεατός· ἀλλά νιν περιπτυχεῖ |916 φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ |917 οὐδεὶς ἄν, ὅστις καὶ φίλος, τλαίη βλέπειν |918 φυσῶντʼ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας |920 πληγῆς μελανθὲν αἷμʼ ἀπʼ οἰκείας σφαγῆς. |921 οἴμοι, τί δράσω; τίς σε βαστάσει φίλων; |922 ποῦ Τεῦκρος; ὡς ἀκμαῖʼ ἄν, εἰ βαίη, μόλοι, |923 πεπτῶτʼ ἀδελφὸν τόνδε συγκαθαρμόσαι. |924 ὦ δύσμορʼ Αἴας, οἷος ὢν οἵως ἔχεις, |925 ὡς καὶ παρʼ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν. [antistrophe 1] |926 ἔμελλες, τάλας, ἔμελλες χρόνῳ |927 στερεόφρων ἄρʼ ἐξανύσσειν κακὰν |930 μοῖραν ἀπειρεσίων πόνων. τοῖά μοι |931 πάννυχα καὶ φαέθοντʼ ἀνεστέναζες |932 ὠμόφρων ἐχθοδόπʼ Ἀτρείδαις |933 οὐλίῳ σὺν πάθει. |934 μέγας ἄρʼ ἦν ἐκεῖνος ἄρχων χρόνος |935 πημάτων, ἦμος ἀριστόχειρ |936 ὅπλων ἔκειτʼ ἀγὼν πέρι. |937 ἰώ μοί μοι. |938 χωρεῖ πρὸς ἧπαρ, οἶδα, γενναία δύη. |939 ἰώ μοί μοι. |940 οὐδέν σʼ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι, |941 τοιοῦδʼ ἀποβλαφθεῖσαν ἀρτίως φίλου. |942 σοὶ μὲν δοκεῖν ταῦτʼ ἔστʼ, ἐμοὶ δʼ ἄγαν φρονεῖν. |943 ξυναυδῶ. |944 οἴμοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ |945 χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσιν σκοποί. |946 ὤμοι, ἀναλγήτων |947 δισσῶν ἐθρόησας ἄναυδʼ |948 ἔργʼ Ἀτρειδᾶν τῷδʼ ἄχει. |949 ἀλλʼ ἀπείργοι θεός. |950 οὐκ ἂν τάδʼ ἔστη τῇδε μὴ θεῶν μέτα. |951 ἄγαν ὑπερβριθὲς γὰρ ἄχθος ἤνυσαν. |952 τοιόνδε μέντοι Ζηνὸς ἡ δεινὴ θεὸς |953 Παλλὰς φυτεύει πῆμʼ Ὀδυσσέως χάριν. |954 ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει πολύτλας ἀνήρ, |955 γελᾷ δὲ τοῖσδε μαινομένοις ἄχεσιν |956 πολὺν γέλωτα, φεῦ φεῦ, |960 ξύν τε διπλοῖ βασιλῆς κλύοντες Ἀτρεῖδαι. [episode] |961 οἱ δʼ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς |962 τοῖς τοῦδʼ· ἴσως τοι, κεἰ βλέποντα μὴ ʼπόθουν, |963 θανόντʼ ἂν οἰμώξειαν ἐν χρείᾳ δορός. |964 οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν |965 ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ. |966 ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκύς, |967 αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν |968 ἐκτήσαθʼ αὑτῷ, θάνατον ὅνπερ ἤθελεν. |969 τί δῆτα τοῦδʼ ἐπεγγελῷεν ἂν κάτα; |970 θεοῖς τέθνηκεν οὗτος, οὐ κείνοισιν, οὔ. |971 πρὸς ταῦτʼ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω. |972 Αἴας γὰρ αὐτοῖς οὐκέτʼ ἐστίν, ἀλλʼ ἐμοὶ |973 λιπὼν ἀνίας καὶ γόους διοίχεται. |974 ἰώ μοί μοι. |975 σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν |976 βοῶντος ἄτης τῆσδʼ ἐπίσκοπον μέλος. |977 ὦ φίλτατʼ Αἴας, ὦ ξύναιμον ὄμμʼ ἐμοί, |978 ἆρʼ ἠμπόληκας, ὥσπερ ἡ φάτις κρατεῖ; |979 ὄλωλεν ἁνήρ, Τεῦκρε, τοῦτʼ ἐπίστασο. |980 ὤμοι βαρείας ἆρα τῆς ἐμῆς τύχης. |981 ὡς ὧδʼ ἐχόντων |981b ὦ τάλας ἐγώ, τάλας. |982 πάρα στενάζειν. |982b ὦ περισπερχὲς πάθος. |983 ἄγαν γε, Τεῦκρε. |983b φεῦ τάλας· τί γὰρ τέκνον |984 τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος; |985 μόνος παρὰ σκηναῖσιν. |985b οὐχ ὅσον τάχος |986 δῆτʼ αὐτὸν ἄξεις δεῦρο, μή τις ὡς κενῆς |987 σκύμνον λεαίνης δυσμενῶν ἀναρπάσῃ; |988 ἴθʼ, ἐγκόνει, σύγκαμνε· τοῖς θανοῦσί τοι |989 φιλοῦσι πάντες κειμένοις ἐπεγγελᾶν. |990 καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν |991 ἐφίεθʼ ἁνὴρ κεῖνος, ὥσπερ οὖν μέλει. |992 ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ |993 ἄλγιστον ὧν προσεῖδον ὀφθαλμοῖς ἐγώ, |994 ὁδός θʼ ὁδῶν πασῶν ἀνιάσασα δὴ |995 μάλιστα τοὐμὸν σπλάγχνον, ἣν δὴ νῦν ἔβην. |996 ὦ φίλτατʼ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην |997 μόρον διώκων κἀξιχνοσκοπούμενος. |998 ὀξεῖα γάρ σου βάξις ὡς θεοῦ τινος |999 διῆλθʼ Ἀχαιοὺς πάντας ὡς οἴχει θανών. |1000 ἁγὼ κλύων δύστηνος ἐκποδὼν μὲν ὢν |1001 ὑπεστέναζον, νῦν δʼ ὁρῶν ἀπόλλυμαι. |1002 οἴμοι. |1003 ἴθʼ, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν. |1004 ὦ δυσθέατον ὄμμα καὶ τόλμης πικρᾶς, |1005 ὅσας ἀνίας μοι κατασπείρας φθίνεις. |1006 ποῖ γὰρ μολεῖν μοι δυνατόν, εἰς ποίους βροτούς, |1007 τοῖς σοῖς ἀρήξαντʼ ἐν πόνοισι μηδαμοῦ; |1008 ἦ πού με Τελαμών, σὸς πατὴρ ἐμός θʼ ἅμα, |1009 δέξαιτʼ ἂν εὐπρόσωπος ἵλεώς τʼ ἴσως |1010 χωροῦντʼ ἄνευ σοῦ. πῶς γὰρ οὔχ; ὅτῳ πάρα |1011 μηδʼ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾶν. |1012 οὗτος τί κρύψει; ποῖον οὐχ ἐρεῖ κακὸν |1013 τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον, |1014 τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ |1015 σέ, φίλτατʼ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ |1016 κράτη θανόντος καὶ δόμους νέμοιμι σούς. |1017 τοιαῦτʼ ἀνὴρ δύσοργος, ἐν γήρᾳ βαρύς, |1018 ἐρεῖ, πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος. |1019 τέλος δʼ ἀπωστὸς γῆς ἀπορριφθήσομαι, |1020 δοῦλος λόγοισιν ἀντʼ ἐλευθέρου φανείς. |1021 τοιαῦτα μὲν κατʼ οἶκον· ἐν Τροίᾳ δέ μοι |1022 πολλοὶ μὲν ἐχθροί, παῦρα δʼ ὠφελήσιμα. |1023 καὶ ταῦτα πάντα σοῦ θανόντος ηὑρόμην. |1024 οἴμοι, τί δράσω; πῶς σʼ ἀποσπάσω πικροῦ· |1025 τοῦδʼ αἰόλου κνώδοντος, ὦ τάλας, ὑφʼ οὗ |1026 φονέως ἄρʼ ἐξέπνευσας; εἶδες ὡς χρόνῳ |1027 ἔμελλέ σʼ Ἕκτωρ καὶ θανὼν ἀποφθίσειν; |1028 σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν. |1029 Ἕκτωρ μέν, ᾧ δὴ τοῦδʼ ἐδωρήθη πάρα, |1030 ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων |1031 ἐκνάπτετʼ αἰέν, ἔστʼ ἀπέψυξεν βίον· |1032 οὗτος δʼ ἐκείνου τήνδε δωρεὰν ἔχων |1033 πρὸς τοῦδʼ ὄλωλε θανασίμῳ πεσήματι. |1034 ἆρʼ οὐκ Ἐρινὺς τοῦτʼ ἐχάλκευσεν ξίφος |1035 κἀκεῖνον Ἅιδης, δημιουργὸς ἄγριος; |1036 ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντʼ ἀεὶ |1037 φάσκοιμʼ ἂν ἀνθρώποισι μηχανᾶν θεούς· |1038 ὅτῳ δὲ μὴ τάδʼ ἐστὶν ἐν γνώμῃ φίλα, |1039 κεῖνός τʼ ἐκεῖνα στεργέτω κἀγὼ τάδε. |1040 μὴ τεῖνε μακράν, ἀλλʼ ὅπως κρύψεις τάφῳ |1041 φράζου τὸν ἄνδρα χὤ τι μυθήσει τάχα. |1042 βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχʼ ἂν κακοῖς |1043 γελῶν ἃ δὴ κακοῦργος ἐξίκοιτʼ ἀνήρ. |1044 τίς δʼ ἐστὶν ὅντινʼ ἄνδρα προσλεύσσεις στρατοῦ; |1045 Μενέλαος, ᾧ δὴ τόνδε πλοῦν ἐστείλαμεν. |1046 ὁρῶ· μαθεῖν γὰρ ἐγγὺς ὢν οὐ δυσπετής. |1047 οὗτος, σὲ φωνῶ τόνδε τὸν νεκρὸν χεροῖν |1048 μὴ συγκομίζειν, ἀλλʼ ἐᾶν ὅπως ἔχει. |1049 τίνος χάριν τοσόνδʼ ἀνήλωσας λόγον; |1050 δοκοῦντʼ ἐμοί, δοκοῦντα δʼ ὃς κραίνει στρατοῦ. |1051 οὔκουν ἂν εἴποις ἥντινʼ αἰτίαν προθείς; |1052 ὁθούνεκʼ αὐτὸν ἐλπίσαντες οἴκοθεν |1053 ἄγειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον, |1054 ἐξηύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν· |1055 ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον |1056 νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δόρει· |1057 κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν, |1058 ἡμεῖς μὲν ἂν τήνδʼ ἣν ὅδʼ εἴληχεν τύχην |1059 θανόντες ἂν προυκείμεθʼ αἰσχίστῳ μόρῳ, |1060 οὗτος δʼ ἂν ἔζη. νῦν δʼ ἐνήλλαξεν θεὸς |1061 τὴν τοῦδʼ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν. |1062 ὧν εἵνεκʼ αὐτὸν οὔτις ἔστʼ ἀνὴρ σθένων |1063 τοσοῦτον ὥστε σῶμα τυμβεῦσαι τάφῳ, |1064 ἀλλʼ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος |1065 ὄρνισι φορβὴ παραλίοις γενήσεται. |1066 πρὸς ταῦτα μηδὲν δεινὸν ἐξάρῃς μένος. |1067 εἰ γὰρ βλέποντος μὴ ʼδυνήθημεν κρατεῖν, |1068 πάντως θανόντος γʼ ἄρξομεν, κἂν μὴ θέλῃς, |1069 χερσὶν παρευθύνοντες· οὐ γὰρ ἔσθʼ ὅπου |1070 λόγων γʼ ἀκοῦσαι ζῶν ποτʼ ἠθέλησʼ ἐμῶν. |1071 καίτοι κακοῦ πρὸς ἀνδρὸς ὄντα δημότην |1072 μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν. |1073 οὐ γάρ ποτʼ οὔτʼ ἂν ἐν πόλει νόμοι καλῶς |1074 φέροιντʼ ἄν, ἔνθα μὴ καθεστήκῃ δέος, |1075 οὔτʼ ἂν στρατός γε σωφρόνως ἄρχοιτʼ ἔτι, |1076 μηδὲν φόβου πρόβλημα μηδʼ αἰδοῦς ἔχων. |1077 ἀλλʼ ἄνδρα χρή, κἂν σῶμα γεννήσῃ μέγα, |1078 δοκεῖν πεσεῖν ἂν κἂν ἀπὸ σμικροῦ κακοῦ. |1079 δέος γὰρ ᾧ πρόσεστιν αἰσχύνη θʼ ὁμοῦ, |1080 σωτηρίαν ἔχοντα τόνδʼ ἐπίστασο· |1081 ὅπου δʼ ὑβρίζειν δρᾶν θʼ ἃ βούλεται παρῇ, |1082 ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ |1083 ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν. |1084 ἀλλʼ ἑστάτω μοι καὶ δέος τι καίριον, |1085 καὶ μὴ δοκῶμεν δρῶντες ἃν ἡδώμεθα |1086 οὐκ ἀντιτίσειν αὖθις ἂν λυπώμεθα. |1087 ἕρπει παραλλὰξ ταῦτα. πρόσθεν οὗτος ἦν |1088 αἴθων ὑβριστής, νῦν δʼ ἐγὼ μέγʼ αὖ φρονῶ. |1089 καί σοι προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως |1090 μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς. |1091 Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς |1092 εἶτʼ αὐτὸς ἐν θανοῦσιν ὑβριστὴς γένῃ. |1093 οὐκ ἄν ποτʼ, ἄνδρες, ἄνδρα θαυμάσαιμʼ ἔτι, |1094 ὃς μηδὲν ὢν γοναῖσιν εἶθʼ ἁμαρτάνει, |1095 ὅθʼ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι |1096 τοιαῦθʼ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη· |1097 ἄγʼ εἴπʼ ἀπʼ ἀρχῆς αὖθις, ἦ σὺ φὴς ἄγειν |1098 τόνδʼ ἄνδρʼ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών; |1099 οὐκ αὐτὸς ἐξέπλευσεν ὡς αὑτοῦ κρατῶν; |1100 ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν |1101 ἔξεστʼ ἀνάσσειν ὧν ὅδʼ ἤγαγʼ οἴκοθεν; |1102 Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν· |1103 οὐδʼ ἔσθʼ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον |1104 ἀρχῆς ἔκειτο θεσμὸς ἢ καὶ τῷδε σέ. |1105 ὕπαρχος ἄλλων δεῦρʼ ἔπλευσας, οὐχ ὅλων |1106 στρατηγός, ὥστʼ Αἴαντος ἡγεῖσθαί ποτε. |1107 ἀλλʼ ὧνπερ ἄρχεις ἄρχε καὶ τὰ σέμνʼ ἔπη |1108 κόλαζʼ ἐκείνους· τόνδε δʼ, εἴτε μὴ σὺ φὴς |1109 εἴθʼ ἅτερος στρατηγός, εἰς ταφὰς ἐγὼ |1110 θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα. |1111 οὐ γάρ τι τῆς σῆς εἵνεκʼ ἐστρατεύσατο |1112 γυναικός, ὥσπερ οἱ πόνου πολλοῦ πλέῳ, |1113 ἀλλʼ εἵνεχʼ ὅρκων οἷσιν ἦν ἐνώμοτος, |1114 σοῦ δʼ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας. |1115 πρὸς ταῦτα πλείους δεῦρο κήρυκας λαβὼν |1116 καὶ τὸν στρατηγὸν ἧκε, τοῦ δὲ σοῦ ψόφου |1117 οὐκ ἂν στραφείην, ἕως ἂν ᾖς οἷός περ εἶ. |1118 οὐδʼ αὖ τοιαύτην γλῶσσαν ἐν κακοῖς φιλῶ· |1119 τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικʼ ᾖ, δάκνει. |1120 ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν. |1121 οὐ γὰρ βάναυσον τὴν τέχνην ἐκτησάμην. |1122 μέγʼ ἄν τι κομπάσειας, ἀσπίδʼ εἰ λάβοις. |1123 κἂν ψιλὸς ἀρκέσαιμι σοί γʼ ὡπλισμένῳ. |1124 ἡ γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει. |1125 ξὺν τῷ δικαίῳ γὰρ μέγʼ ἔξεστιν φρονεῖν. |1126 δίκαια γὰρ τόνδʼ εὐτυχεῖν κτείναντά με; |1127 κτείναντα; δεινόν γʼ εἶπας, εἰ καὶ ζῇς θανών. |1128 θεὸς γὰρ ἐκσῴζει με, τῷδε δʼ οἴχομαι. |1129 μή νυν ἀτίμα θεούς, θεοῖς σεσωσμένος. |1130 ἐγὼ γὰρ ἂν ψέξαιμι δαιμόνων νόμους; |1131 εἰ τοὺς θανόντας οὐκ ἐᾷς θάπτειν παρών. |1132 τούς γʼ αὐτὸς αὑτοῦ πολεμίους. οὐ γὰρ καλόν. |1133 ἦ σοὶ γὰρ Αἴας πολέμιος προύστη ποτέ; |1134 μισοῦντʼ ἐμίσει· καὶ σὺ τοῦτʼ ἠπίστασο. |1135 κλέπτης γὰρ αὐτοῦ ψηφοποιὸς ηὑρέθης. |1136 ἐν τοῖς δικασταῖς, κοὐκ ἐμοί, τόδʼ ἐσφάλη. |1137 πόλλʼ ἂν κακῶς λάθρᾳ σὺ κλέψειας κακά. |1138 τοῦτʼ εἰς ἀνίαν τοὔπος ἔρχεταί τινι. |1139 οὐ μᾶλλον, ὡς ἔοικεν, ἢ λυπήσομεν. |1140 ἕν σοι φράσω· τόνδʼ ἐστὶν οὐχὶ θαπτέον. |1141 ἀλλʼ ἀντακούσει τοῦτον ὡς τεθάψεται. |1142 ἤδη ποτʼ εἶδον ἄνδρʼ ἐγὼ γλώσσῃ θρασὺν |1143 ναύτας ἐφορμήσαντα χειμῶνος τὸ πλεῖν, |1144 ᾧ φθέγμʼ ἂν οὐκ ἂν ηὗρες, ἡνίκʼ ἐν κακῷ |1145 χειμῶνος εἴχετʼ, ἀλλʼ ὑφʼ εἵματος κρυφεὶς |1146 πατεῖν παρεῖχε τῷ θέλοντι ναυτίλων. |1147 οὕτω δὲ καὶ σὲ καὶ τὸ σὸν λάβρον στόμα |1148 σμικροῦ νέφους τάχʼ ἄν τις ἐκπνεύσας μέγας |1149 χειμὼν κατασβέσειε τὴν πολλὴν βοήν. |1150 ἐγὼ δέ γʼ ἄνδρʼ ὄπωπα μωρίας πλέων, |1151 ὃς ἐν κακοῖς ὕβριζε τοῖσι τῶν πέλας. |1152 κᾆτʼ αὐτὸν εἰσιδών τις ἐμφερὴς ἐμοὶ |1153 ὀργήν θʼ ὅμοιος εἶπε τοιοῦτον λόγον· |1154 ὤνθρωπε, μὴ δρᾶ τοὺς τεθνηκότας κακῶς· |1155 εἰ γὰρ ποήσεις, ἴσθι πημανούμενος. |1156 τοιαῦτʼ ἄνολβον ἄνδρʼ ἐνουθέτει παρών. |1157 ὁρῶ δέ τοί νιν, κἄστιν, ὡς ἐμοὶ δοκεῖ, |1158 οὐδείς ποτʼ ἄλλος ἢ σύ. μῶν ᾐνιξάμην; |1159 ἄπειμι· καὶ γὰρ αἰσχρόν, εἰ πύθοιτό τις |1160 λόγοις κολάζειν ᾧ βιάζεσθαι πάρα. |1161 ἄφερπέ νυν· κἀμοὶ γὰρ αἴσχιστον κλύειν |1162 ἀνδρὸς ματαίου φλαῦρʼ ἔπη μυθουμένου. [anapests] |1163 ἔσται μεγάλης ἔριδός τις ἀγών. |1164 ἀλλʼ ὡς δύνασαι, Τεῦκρε, ταχύνας |1165 σπεῦσον κοίλην κάπετόν τινʼ ἰδεῖν |1166 τῷδʼ, ἔνθα βροτοῖς τὸν ἀείμνηστον |1167 τάφον εὐρώεντα καθέξει. [dialogue] |1168 καὶ μὴν ἐς αὐτὸν καιρὸν οἵδε πλησίοι |1169 πάρεισιν ἀνδρὸς τοῦδε παῖς τε καὶ γυνή, |1170 τάφον περιστελοῦντε δυστήνου νεκροῦ. |1171 ὦ παῖ, πρόσελθε δεῦρο καὶ σταθεὶς πέλας |1172 ἱκέτης ἔφαψαι πατρός, ὅς σʼ ἐγείνατο. |1173 θάκει δὲ προστρόπαιος ἐν χεροῖν ἔχων |1174 κόμας ἐμὰς καὶ τῆσδε καὶ σαυτοῦ τρίτου, |1175 ἱκτήριον θησαυρόν. εἰ δέ τις στρατοῦ |1176 βίᾳ σʼ ἀποσπάσειε τοῦδε τοῦ νεκροῦ, |1177 κακὸς κακῶς ἄθαπτος ἐκπέσοι χθονός, |1178 γένους ἅπαντος ῥίζαν ἐξημημένος, |1179 αὔτως ὅπωσπερ τόνδʼ ἐγὼ τέμνω πλόκον. |1180 ἔχʼ αὐτόν, ὦ παῖ, καὶ φύλασσε, μηδέ σε |1181 κινησάτω τις, ἀλλὰ προσπεσὼν ἔχου. |1182 ὑμεῖς τε μὴ γυναῖκες ἀντʼ ἀνδρῶν πέλας |1183 παρέστατʼ, ἀλλʼ ἀρήγετʼ, ἔστʼ ἐγὼ μολὼν |1184 τάφου μεληθῶ τῷδε, κἂν μηδεὶς ἐᾷ. [choral] [strophe 1] |1185 τίς ἄρα νέατος ἐς πότε λήξει πολυπλάγκτων ἐτέων ἀριθμός, |1186 τὰν ἄπαυστον αἰὲν ἐμοὶ δορυσσοήτων |1187 μόχθων ἄταν ἐπάγων |1190 ἄν τὰν εὐρώδεα Τρωΐαν, |1191 δύστανον ὄνειδος Ἑλλάνων; [antistrophe 1] |1192 ὄφελε πρότερον αἰθέρα δῦναι μέγαν ἢ τὸν πολύκοινον Ἅιδαν |1195 κεῖνος ἁνήρ, ὃς στυγερῶν ἔδειξεν ὅπλων |1196 Ἕλλασιν κοινὸν Ἄρη. |1197 ἰὼ πόνοι πρόγονοι πόνων· |1198 κεῖνος γὰρ ἔπερσεν ἀνθρώπους. [strophe 2] |1199 ἐκεῖνος οὔτε στεφάνων |1200 οὔτε βαθεῖαν κυλίκων |1201 νεῖμεν ἐμοὶ τέρψιν ὁμιλεῖν, |1202 οὔτε γλυκὺν αὐλῶν ὄτοβον, |1203 δύσμορος, οὔτʼ ἐννυχίαν |1204 τέρψιν ἰαύειν. |1205 ἐρώτων δʼ ἐρώτων ἀπέπαυσεν, ὤμοι. |1206 κεῖμαι δʼ, ἀμέριμνος οὕτως, |1207 ἀεὶ πυκιναῖς δρόσοις |1208 τεγγόμενος κόμας, |1210 λυγρᾶς μνήματα Τροίας. [antistrophe 2] |1211 καὶ πρὶν μὲν αἰὲν νυχίου |1212 δείματος ἦν μοι προβολὰ |1213 καὶ βελέων θούριος Αἴας· |1214 νῦν δʼ οὗτος ἀνεῖται στυγερῷ |1215 δαίμονι· τίς μοι, τίς ἔτʼ οὖν |1216 τέρψις ἐπέσται; |1217 γενοίμαν ἵνʼ ὑλᾶεν ἔπεστι πόντου |1218 πρόβλημʼ ἁλίκλυστον, ἄκραν |1220 ὑπὸ πλάκα Σουνίου, |1221 τὰς ἱερὰς ὅπως |1222 προσείποιμεν Ἀθάνας. [episode] |1223 καὶ μὴν ἰδὼν ἔσπευσα τὸν στρατηλάτην |1224 Ἀγαμέμνονʼ ἡμῖν δεῦρο τόνδʼ ὁρμώμενον· |1225 δῆλος δέ μοὐστὶ σκαιὸν ἐκλύσων στόμα. |1226 σὲ δὴ τὰ δεινὰ ῥήματʼ ἀγγέλλουσί μοι |1227 τλῆναι καθʼ ἡμῶν ὧδʼ ἀνοιμωκτὶ χανεῖν; |1228 σέ τοι, τὸν ἐκ τῆς αἰχμαλωτίδος λέγω, |1229 ἦ που τραφεὶς ἂν μητρὸς εὐγενοῦς ἄπο |1230 ὑψήλʼ ἐκόμπεις κἀπʼ ἄκρων ὡδοιπόρεις, |1231 ὅτʼ οὐδὲν ὢν τοῦ μηδὲν ἀντέστης ὕπερ, |1232 κοὔτε στρατηγοὺς οὔτε ναυάρχους μολεῖν |1233 ἡμᾶς Ἀχαιῶν οὐδὲ σοῦ διωμόσω |1234 ἀλλʼ αὐτὸς ἄρχων, ὡς σὺ φής, Αἴας ἔπλει. |1235 ταῦτʼ οὐκ ἀκούειν μεγάλα πρὸς δούλων κακά; |1236 ποίου κέκραγας ἀνδρὸς ὧδʼ ὑπέρφρονα; |1237 ποῖ βάντος ἢ ποῦ στάντος οὗπερ οὐκ ἐγώ; |1238 οὐκ ἆρʼ Ἀχαιοῖς ἄνδρες εἰσὶ πλὴν ὅδε; |1239 πικροὺς ἔοιγμεν τῶν Ἀχιλλείων ὅπλων |1240 ἀγῶνας Ἀργείοισι κηρῦξαι τότε, |1241 εἰ πανταχοῦ φανούμεθʼ ἐκ Τεύκρου κακοί, |1242 κοὐκ ἀρκέσει ποθʼ ὑμὶν οὐδʼ ἡσσημένοις |1243 εἴκειν ἃ τοῖς πολλοῖσιν ἤρεσκεν κριταῖς, |1244 ἀλλʼ αἰὲν ἡμᾶς ἢ κακοῖς βαλεῖτέ που |1245 ἢ σὺν δόλῳ κεντήσεθʼ οἱ λελειμμένοι. |1246 ἐκ τῶνδε μέντοι τῶν τρόπων οὐκ ἄν ποτε |1247 κατάστασις γένοιτʼ ἂν οὐδενὸς νόμου, |1248 εἰ τοὺς δίκῃ νικῶντας ἐξωθήσομεν |1249 καὶ τοὺς ὄπισθεν εἰς τὸ πρόσθεν ἄξομεν. |1250 ἀλλʼ εἰρκτέον τάδʼ ἐστίν· οὐ γὰρ οἱ πλατεῖς |1251 οὐδʼ εὐρύνωτοι φῶτες ἀσφαλέστατοι, |1252 ἀλλʼ οἱ φρονοῦντες εὖ κρατοῦσι πανταχοῦ. |1253 μέγας δὲ πλευρὰ βοῦς ὑπὸ σμικρᾶς ὅμως |1254 μάστιγος ὀρθὸς εἰς ὁδὸν πορεύεται. |1255 καὶ σοὶ προσέρπον τοῦτʼ ἐγὼ τὸ φάρμακον |1256 ὁρῶ τάχʼ, εἰ μὴ νοῦν κατακτήσει τινά· |1257 ὃς ἀνδρὸς οὐκέτʼ ὄντος, ἀλλʼ ἤδη σκιᾶς, |1258 θαρσῶν ὑβρίζεις κἀξελευθεροστομεῖς. |1259 οὐ σωφρονήσεις; οὐ μαθὼν ὃς εἶ φύσιν |1260 ἄλλον τινʼ ἄξεις ἄνδρα δεῦρʼ ἐλεύθερον, |1261 ὅστις πρὸς ἡμᾶς ἀντὶ σοῦ λέξει τὰ σά; |1262 σοῦ γὰρ λέγοντος οὐκέτʼ ἂν μάθοιμʼ ἐγώ· |1263 τὴν βάρβαρον γὰρ γλῶσσαν οὐκ ἐπαΐω. |1264 εἴθʼ ὑμὶν ἀμφοῖν νοῦς γένοιτο σωφρονεῖν· |1265 τούτου γὰρ οὐδὲν σφῷν ἔχω λῷον φράσαι. |1266 φεῦ· τοῦ θανόντος ὡς ταχεῖά τις βροτοῖς |1267 χάρις διαρρεῖ καὶ προδοῦσʼ ἁλίσκεται, |1268 εἰ σοῦ γʼ ὅδʼ ἁνὴρ οὐδʼ ἐπὶ σμικρῶν λόγων, |1269 Αἴας, ἔτʼ ἴσχει μνῆστιν, οὗ σὺ πολλάκις |1270 τὴν σὴν προτείνων προύκαμες ψυχὴν δόρει. |1271 ἀλλʼ οἴχεται δὴ πάντα ταῦτʼ ἐρριμμένα. |1272 ὦ πολλὰ λέξας ἄρτι κἀνόητʼ ἔπη, |1273 οὐ μνημονεύεις οὐκέτʼ οὐδέν, ἡνίκα |1274 ἑρκέων ποθʼ ὑμᾶς οὗτος ἐγκεκλῃμένους, |1275 ἤδη τὸ μηδὲν ὄντας, ἐν τροπῇ δορὸς |1276 ἐρρύσατʼ ἐλθὼν μοῦνος, ἀμφὶ μὲν νεῶν |1277 ἄκροισιν ἤδη ναυτικοῖς ἑδωλίοις |1278 πυρὸς φλέγοντος, εἰς δὲ ναυτικὰ σκάφη |1279 πηδῶντος ἄρδην Ἕκτορος τάφρων ὕπερ; |1280 τίς ταῦτʼ ἀπεῖρξεν; οὐχ ὅδʼ ἦν ὁ δρῶν τάδε, |1281 ὃν οὐδαμοῦ φής, οὗ σὺ μή, βῆναι ποδί; |1282 ἆρʼ ὑμὶν οὗτος ταῦτʼ ἔδρασεν ἔνδικα; |1283 χὤτʼ αὖθις αὐτὸς Ἕκτορος μόνος μόνου |1284 λαχών τε κἀκέλευστος ἦλθʼ ἐναντίος, |1285 οὐ δραπέτην τὸν κλῆρον ἐς μέσον καθείς, |1286 ὑγρᾶς ἀρούρας βῶλον, ἀλλʼ ὃς εὐλόφου |1287 κυνῆς ἔμελλε πρῶτος ἅλμα κουφιεῖν; |1288 ὅδʼ ἦν ὁ πράσσων ταῦτα, σὺν δʼ ἐγὼ παρών, |1289 ὁ δοῦλος, οὑκ τῆς βαρβάρου μητρὸς γεγώς. |1290 δύστηνε, ποῖ βλέπων ποτʼ αὐτὰ καὶ θροεῖς; |1291 οὐκ οἶσθα σοῦ πατρὸς μὲν ὃς προύφυ πατὴρ |1292 ἀρχαῖον ὄντα Πέλοπα βάρβαρον Φρύγα; |1293 Ἀτρέα δʼ, ὃς αὖ σʼ ἔσπειρε δυσσεβέστατον, |1294 προθέντʼ ἀδελφῷ δεῖπνον οἰκείων τέκνων; |1295 αὐτὸς δὲ μητρὸς ἐξέφυς Κρήσσης, ἐφʼ ᾗ |1296 λαβὼν ἐπακτὸν ἄνδρʼ ὁ φιτύσας πατὴρ |1297 ἐφῆκεν ἐλλοῖς ἰχθύσιν διαφθοράν. |1298 τοιοῦτος ὢν τοιῷδʼ ὀνειδίζεις σποράν; |1299 ὃς ἐκ πατρὸς μέν εἰμι Τελαμῶνος γεγώς, |1300 ὅστις στρατοῦ τὰ πρῶτʼ ἀριστεύσας ἐμὴν |1301 ἴσχει ξύνευνον μητέρʼ, ἣ φύσει μὲν ἦν |1302 βασίλεια, Λαομέδοντος· ἔκκριτον δέ νιν |1303 δώρημα κείνῳ ʼδωκεν Ἀλκμήνης γόνος. |1304 ἆρʼ ὧδʼ ἄριστος ἐξ ἀριστέοιν δυοῖν |1305 βλαστὼν ἂν αἰσχύνοιμι τοὺς πρὸς αἵματος, |1306 οὓς νῦν σὺ τοιοῖσδʼ ἐν πόνοισι κειμένους |1307 ὠθεῖς ἀθάπτους, οὐδʼ ἐπαισχύνει λέγων; |1308 εὖ νυν τόδʼ ἴσθι, τοῦτον εἰ βαλεῖτέ που, |1309 βαλεῖτε χἠμᾶς τρεῖς ὁμοῦ συγκειμένους. |1310 ἐπεὶ καλόν μοι τοῦδʼ ὑπερπονουμένῳ |1311 θανεῖν προδήλως μᾶλλον ἢ τῆς σῆς ὑπὲρ |1312 γυναικός, ἢ τοῦ σοῦ γʼ ὁμαίμονος λέγω; |1313 πρὸς ταῦθʼ ὅρα μὴ τοὐμόν, ἀλλὰ καὶ τὸ σόν· |1314 ὡς εἴ με πημανεῖς τι, βουλήσει ποτὲ |1315 καὶ δειλὸς εἶναι μᾶλλον ἢ ʼν ἐμοὶ θρασύς. |1316 ἄναξ, Ὀδυσσεῦ, καιρὸν ἴσθʼ ἐληλυθώς, |1317 εἰ μὴ ξυνάψων, ἀλλὰ συλλύσων πάρει. |1318 τί δʼ ἔστιν, ἄνδρες; τηλόθεν γὰρ ᾐσθόμην |1319 βοὴν Ἀτρειδῶν τῷδʼ ἐπʼ ἀλκίμῳ νεκρῷ. |1320 οὐ γὰρ κλύοντές ἐσμεν αἰσχίστους λόγους, |1321 ἄναξ Ὀδυσσεῦ, τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως; |1322 ποίους; ἐγὼ γὰρ ἀνδρὶ συγγνώμην ἔχω |1323 κλύοντι φλαῦρα συμβαλεῖν ἔπη κακά. |1324 ἤκουσεν αἰσχρά· δρῶν γὰρ ἦν τοιαῦτά με. |1325 τί γάρ σʼ ἔδρασεν, ὥστε καὶ βλάβην ἔχειν; |1326 οὔ φησʼ ἐάσειν τόνδε τὸν νεκρὸν ταφῆς |1327 ἄμοιρον, ἀλλὰ πρὸς βίαν θάψειν ἐμοῦ. |1328 ἔξεστιν οὖν εἰπόντι τἀληθῆ φίλῳ |1329 σοὶ μηδὲν ἧσσον ἢ πάρος ξυνηρετεῖν; |1330 εἴπʼ· ἦ γὰρ εἴην οὐκ ἂν εὖ φρονῶν, ἐπεὶ |1331 φίλον σʼ ἐγὼ μέγιστον Ἀργείων νέμω. |1332 ἄκουέ νυν. τὸν ἄνδρα τόνδε πρὸς θεῶν |1333 μὴ τλῇς ἄθαπτον ὧδʼ ἀναλγήτως βαλεῖν· |1334 μηδʼ ἡ βία σε μηδαμῶς νικησάτω |1335 τοσόνδε μισεῖν ὥστε τὴν δίκην πατεῖν. |1336 κἀμοὶ γὰρ ἦν ποθʼ οὗτος ἔχθιστος στρατοῦ, |1337 ἐξ οὗ ʼκράτησα τῶν Ἀχιλλείων ὅπλων, |1338 ἀλλʼ αὐτὸν ἔμπας ὄντʼ ἐγὼ τοιόνδʼ ἐμοὶ |1339 οὐκ ἀντατιμάσαιμʼ ἄν, ὥστε μὴ λέγειν |1340 ἕνʼ ἄνδρʼ ἰδεῖν ἄριστον Ἀργείων, ὅσοι |1341 Τροίαν ἀφικόμεσθα, πλὴν Ἀχιλλέως. |1342 ὥστʼ οὐκ ἂν ἐνδίκως γʼ ἀτιμάζοιτό σοι· |1343 οὐ γάρ τι τοῦτον, ἀλλὰ τοὺς θεῶν νόμους |1344 φθείροις ἄν. ἄνδρα δʼ οὐ δίκαιον, εἰ θάνοι, |1345 βλάπτειν τὸν ἐσθλόν, οὐδʼ ἐὰν μισῶν κυρῇς. |1346 σὺ ταῦτʼ, Ὀδυσσεῦ, τοῦδʼ ὑπερμαχεῖς ἐμοί; |1347 ἔγωγʼ· ἐμίσουν δʼ, ἡνίκʼ ἦν μισεῖν καλόν. |1348 οὐ γὰρ θανόντι καὶ προσεμβῆναί σε χρή; |1349 μὴ χαῖρʼ, Ἀτρείδη, κέρδεσιν τοῖς μὴ καλοῖς. |1350 τόν τοι τύραννον εὐσεβεῖν οὐ ῥᾴδιον. |1351 ἀλλʼ εὖ λέγουσι τοῖς φίλοις τιμὰς νέμειν. |1352 κλύειν τὸν ἐσθλὸν ἄνδρα χρὴ τῶν ἐν τέλει. |1353 παῦσαι· κρατεῖς τοι τῶν φίλων νικώμενος. |1354 μέμνησʼ ὁποίῳ φωτὶ τὴν χάριν δίδως. |1355 ὅδʼ ἐχθρὸς ἁνήρ, ἀλλὰ γενναῖός ποτʼ ἦν. |1356 τί ποτε ποήσεις; ἐχθρὸν ὧδʼ αἰδεῖ νέκυν; |1357 νικᾷ γὰρ ἁρετή με τῆς ἔχθρας πολύ. |1358 τοιοίδε μέντοι φῶτες ἔμπληκτοι βροτῶν. |1359 ἦ κάρτα πολλοὶ νῦν φίλοι καὖθις πικροί. |1360 τοιούσδʼ ἐπαινεῖς δῆτα σὺ κτᾶσθαι φίλους; |1361 σκληρὰν ἐπαινεῖν οὐ φιλῶ ψυχὴν ἐγώ. |1362 ἡμᾶς σὺ δειλοὺς τῇδε θἠμέρᾳ φανεῖς. |1363 ἄνδρας μὲν οὖν Ἕλλησι πᾶσιν ἐνδίκους. |1364 ἄνωγας οὖν με τὸν νεκρὸν θάπτειν ἐᾶν; |1365 ἔγωγε· καὶ γὰρ αὐτὸς ἐνθάδʼ ἵξομαι. |1366 ἦ πάνθʼ ὅμοια πᾶς ἀνὴρ αὑτῷ πονεῖ. |1367 τῷ γάρ με μᾶλλον εἰκὸς ἢ ʼμαυτῷ πονεῖν; |1368 σὸν ἆρα τοὔργον, οὐκ ἐμὸν κεκλήσεται. |1369 ὡς ἂν ποήσῃς, πανταχῇ χρηστός γʼ ἔσει. |1370 ἀλλʼ εὖ γε μέντοι τοῦτʼ ἐπίστασʼ ὡς ἐγὼ |1371 σοὶ μὲν νέμοιμʼ ἂν τῆσδε καὶ μείζω χάριν, |1372 οὗτος δὲ κἀκεῖ κἀνθάδʼ ὢν ἔμοιγʼ ὁμῶς |1373 ἔχθιστος ἔσται· σοὶ δὲ δρᾶν ἔξεσθʼ ἃ χρῇς. |1374 ὅστις σʼ, Ὀδυσσεῦ, μὴ λέγει γνώμῃ σοφὸν |1375 φῦναι, τοιοῦτον ὄντα, μῶρός ἐστʼ ἀνήρ. |1376 καὶ νῦν γε Τεύκρῳ τἀπὸ τοῦδʼ ἀγγέλλομαι, |1377 ὅσον τότʼ ἐχθρὸς ἦ, τοσόνδʼ εἶναι φίλος. |1378 καὶ τὸν θανόντα τόνδε συνθάπτειν θέλω |1379 καὶ ξυμπονεῖν καὶ μηδὲν ἐλλείπειν ὅσων |1380 χρὴ τοῖς ἀρίστοις ἀνδράσιν πονεῖν βροτούς. |1381 ἄριστʼ Ὀδυσσεῦ, πάντʼ ἔχω σʼ ἐπαινέσαι |1382 λόγοισι, καί μʼ ἔψευσας ἐλπίδος πολύ. |1383 τούτῳ γὰρ ὢν ἔχθιστος Ἀργείων ἀνὴρ |1384 μόνος παρέστης χερσίν, οὐδʼ ἔτλης παρὼν |1385 θανόντι τῷδε ζῶν ἐφυβρίσαι μέγα, |1386 ὡς ὁ στρατηγὸς οὑπιβρόντητος μολὼν |1387 αὐτός τε χὠ ξύναιμος ἠθελησάτην |1388 λωβητὸν αὐτὸν ἐκβαλεῖν ταφῆς ἄτερ. |1389 τοιγάρ σφʼ Ὀλύμπου τοῦδʼ ὁ πρεσβεύων πατὴρ |1390 μνήμων τʼ Ἐρινὺς καὶ τελεσφόρος Δίκη |1391 κακοὺς κακῶς φθείρειαν, ὥσπερ ἤθελον |1392 τὸν ἄνδρα λώβαις ἐκβαλεῖν ἀναξίως. |1393 σὲ δʼ, ὦ γεραιοῦ σπέρμα Λαέρτου πατρός, |1394 τάφου μὲν ὀκνῶ τοῦδʼ ἐπιψαύειν ἐᾶν, |1395 μὴ τῷ θανόντι τοῦτο δυσχερὲς ποιῶ· |1396 τὰ δʼ ἄλλα καὶ ξύμπρασσε, κεἴ τινα στρατοῦ |1397 θέλεις κομίζειν, οὐδὲν ἄλγος ἕξομεν. |1398 ἐγὼ δὲ τἄλλα πάντα πορσυνῶ· σὺ δὲ |1399 ἀνὴρ καθʼ ἡμᾶς ἐσθλὸς ὢν ἐπίστασο. |1400 ἀλλʼ ἤθελον μέν· εἰ δὲ μή ʼστί σοι φίλον |1401 πράσσειν τάδʼ ἡμᾶς, εἶμʼ ἐπαινέσας τὸ σόν. [anapests] |1402 ἅλις· ἤδη γὰρ πολὺς ἐκτέταται |1403 χρόνος. ἀλλʼ οἱ μὲν κοίλην κάπετον |1404 χερσὶ ταχύνατε, τοὶ δʼ ὑψίβατον |1405 τρίποδʼ ἀμφίπυρον λουτρῶν ὁσίων |1406 θέσθʼ ἐπίκαιρον· |1407 μία δʼ ἐκ κλισίας ἀνδρῶν ἴλη |1408 τὸν ὑπασπίδιον κόσμον φερέτω. |1409 παῖ, σὺ δὲ πατρός γʼ, ὅσον ἰσχύεις, |1410 φιλότητι θιγὼν πλευρὰς σὺν ἐμοὶ |1411 τάσδʼ ἐπικούφιζʼ· ἔτι γὰρ θερμαὶ |1412 σύριγγες ἄνω φυσῶσι μέλαν |1413 μένος. ἀλλʼ ἄγε πᾶς, φίλος ὅστις ἀνὴρ |1414 φησὶ παρεῖναι, σούσθω, βάτω, |1415 τῷδʼ ἀνδρὶ πονῶν τῷ πάντʼ ἀγαθῷ |1416 κοὐδενί πω λῴονι θνητῶν |1417 Αἴαντος, ὅτʼ ἦν, τότε φωνῶ. |1418 ἦ πολλὰ βροτοῖς ἔστιν ἰδοῦσιν |1419 γνῶναι· πρὶν ἰδεῖν δʼ οὐδεὶς μάντις |1420 τῶν μελλόντων, ὅ τι πράξει.