[edition urn:cts:greekLit:tlg0011.tlg002.perseus-grc2] [episode] |1 ὦ κοινὸν αὐτάδελφον Ἰσμήνης κάρα, |2 ἆρʼ οἶσθʼ ὅ τι Ζεὺς τῶν ἀπʼ Οἰδίπου κακῶν |3 ὁποῖον οὐχὶ νῷν ἔτι ζώσαιν τελεῖ; |4 οὐδὲν γὰρ οὔτʼ ἀλγεινὸν οὔτʼ ἄτης ἄτερ |5 οὔτʼ αἰσχρὸν οὔτʼ ἄτιμόν ἐσθʼ, ὁποῖον οὐ |6 τῶν σῶν τε κἀμῶν οὐκ ὄπωπʼ ἐγὼ κακῶν. |7 καὶ νῦν τί τοῦτʼ αὖ φασι πανδήμῳ πόλει |8 κήρυγμα θεῖναι τὸν στρατηγὸν ἀρτίως; |9 ἔχεις τι κεἰσήκουσας; ἤ σε λανθάνει |10 πρὸς τοὺς φίλους στείχοντα τῶν ἐχθρῶν κακά; |11 ἐμοὶ μὲν οὐδεὶς μῦθος, Ἀντιγόνη, φίλων |12 οὔθʼ ἡδὺς οὔτʼ ἀλγεινὸς ἵκετʼ ἐξ ὅτου |13 δυοῖν ἀδελφοῖν ἐστερήθημεν δύο, |14 μιᾷ θανόντοιν ἡμέρᾳ διπλῇ χερί· |15 ἐπεὶ δὲ φροῦδός ἐστιν Ἀργείων στρατὸς |16 ἐν νυκτὶ τῇ νῦν, οὐδὲν οἶδʼ ὑπέρτερον, |17 οὔτʼ εὐτυχοῦσα μᾶλλον οὔτʼ ἀτωμένη. |18 ᾔδη καλῶς, καί σʼ ἐκτὸς αὐλείων πυλῶν |19 τοῦδʼ οὕνεκʼ ἐξέπεμπον, ὡς μόνη κλύοις. |20 τί δʼ ἔστι; δηλοῖς γάρ τι καλχαίνουσʼ ἔπος. |21 οὐ γὰρ τάφου νῷν τὼ κασιγνήτω Κρέων |22 τὸν μὲν προτίσας, τὸν δʼ ἀτιμάσας ἔχει; |23 Ἐτεοκλέα μέν, ὡς λέγουσι, σὺν δίκης |24 χρήσει δικαίᾳ καὶ νόμου κατὰ χθονὸς |25 ἔκρυψε τοῖς ἔνερθεν ἔντιμον νεκροῖς· |26 τὸν δʼ ἀθλίως θανόντα Πολυνείκους νέκυν |27 ἀστοῖσί φασιν ἐκκεκηρῦχθαι τὸ μὴ |28 τάφῳ καλύψαι μηδὲ κωκῦσαί τινα, |29 ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς γλυκὺν |30 θησαυρὸν εἰσορῶσι πρὸς χάριν βορᾶς. |31 τοιαῦτά φασι τὸν ἀγαθὸν Κρέοντα σοὶ |32 κἀμοί, λέγω γὰρ κἀμέ, κηρύξαντʼ ἔχειν, |33 καὶ δεῦρο νεῖσθαι ταῦτα τοῖσι μὴ εἰδόσιν |34 σαφῆ προκηρύξοντα, καὶ τὸ πρᾶγμʼ ἄγειν |35 οὐχ ὡς παρʼ οὐδέν, ἀλλʼ ὃς ἂν τούτων τι δρᾷ, |36 φόνον προκεῖσθαι δημόλευστον ἐν πόλει. |37 οὕτως ἔχει σοι ταῦτα, καὶ δείξεις τάχα |38 εἴτʼ εὐγενὴς πέφυκας εἴτʼ ἐσθλῶν κακή. |39 τί δʼ, ὦ ταλαῖφρον, εἰ τάδʼ ἐν τούτοις, ἐγὼ |40 λύουσʼ ἂν ἢ ʼφάπτουσα προσθείμην πλέον; |41 εἰ ξυμπονήσεις καὶ ξυνεργάσει σκόπει. |42 ποῖόν τι κινδύνευμα; ποῦ γνώμης ποτʼ εἶ; |43 εἰ τὸν νεκρὸν ξὺν τῇδε κουφιεῖς χερί. |44 ἦ γὰρ νοεῖς θάπτειν σφʼ, ἀπόρρητον πόλει; |45 τὸν γοῦν ἐμὸν καὶ τὸν σόν, ἢν σὺ μὴ θέλῃς |46 ἀδελφόν· οὐ γὰρ δὴ προδοῦσʼ ἁλώσομαι. |47 ὦ σχετλία, Κρέοντος ἀντειρηκότος; |48 ἀλλʼ οὐδὲν αὐτῷ τῶν ἐμῶν μʼ εἴργειν μέτα. |49 οἴμοι. φρόνησον, ὦ κασιγνήτη, πατὴρ |50 ὡς νῷν ἀπεχθὴς δυσκλεής τʼ ἀπώλετο, |51 πρὸς αὐτοφώρων ἀμπλακημάτων διπλᾶς |52 ὄψεις ἀράξας αὐτὸς αὐτουργῷ χερί. |53 ἔπειτα μήτηρ καὶ γυνή, διπλοῦν ἔπος, |54 πλεκταῖσιν ἀρτάναισι λωβᾶται βίον· |55 τρίτον δʼ ἀδελφὼ δύο μίαν καθʼ ἡμέραν |56 αὐτοκτονοῦντε τὼ ταλαιπώρω μόρον |57 κοινὸν κατειργάσαντʼ ἐπαλλήλοιν χεροῖν. |58 νῦν δʼ αὖ μόνα δὴ νὼ λελειμμένα σκόπει |59 ὅσῳ κάκιστʼ ὀλούμεθʼ, εἰ νόμου βίᾳ |60 ψῆφον τυράννων ἢ κράτη παρέξιμεν. |61 ἀλλʼ ἐννοεῖν χρὴ τοῦτο μὲν γυναῖχʼ ὅτι |62 ἔφυμεν, ὡς πρὸς ἄνδρας οὐ μαχουμένα. |63 ἔπειτα δʼ οὕνεκʼ ἀρχόμεσθʼ ἐκ κρεισσόνων, |64 καὶ ταῦτʼ ἀκούειν κἄτι τῶνδʼ ἀλγίονα. |65 ἐγὼ μὲν οὖν αἰτοῦσα τοὺς ὑπὸ χθονὸς |66 ξύγγνοιαν ἴσχειν, ὡς βιάζομαι τάδε, |67 τοῖς ἐν τέλει βεβῶσι πείσομαι· τὸ γὰρ |68 περισσὰ πράσσειν οὐκ ἔχει νοῦν οὐδένα. |69 οὔτʼ ἂν κελεύσαιμʼ οὔτʼ ἄν, εἰ θέλοις ἔτι |70 πράσσειν, ἐμοῦ γʼ ἂν ἡδέως δρῴης μέτα. |71 ἀλλʼ ἴσθʼ ὁποῖά σοι δοκεῖ, κεῖνον δʼ ἐγὼ |72 θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν. |73 φίλη μετʼ αὐτοῦ κείσομαι, φίλου μέτα, |74 ὅσια πανουργήσασʼ. ἐπεὶ πλείων χρόνος |75 ὃν δεῖ μʼ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε. |76 ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δʼ, εἰ δοκεῖ, |77 τὰ τῶν θεῶν ἔντιμʼ ἀτιμάσασʼ ἔχε. |78 ἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ |79 βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος. |80 σὺ μὲν τάδʼ ἂν προὔχοιʼ· ἐγὼ δὲ δὴ τάφον |81 χώσουσʼ ἀδελφῷ φιλτάτῳ πορεύσομαι. |82 οἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου. |83 μὴ ʼμοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον. |84 ἀλλʼ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ |85 τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δʼ αὔτως ἐγώ. |86 οἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει |87 σιγῶσʼ, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε. |88 θερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις. |89 ἀλλʼ οἶδʼ ἀρέσκουσʼ οἷς μάλισθʼ ἁδεῖν με χρή. |90 εἰ καὶ δυνήσει γʼ· ἀλλʼ ἀμηχάνων ἐρᾷς. |91 οὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι. |92 ἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα. |93 εἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ, |94 ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ. |95 ἀλλʼ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν |96 παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ |97 τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν. |98 ἀλλʼ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δʼ ἴσθʼ ὅτι |99 ἄνους μὲν ἔρχει, τοῖς φίλοις δʼ ὀρθῶς φίλη. [choral] [strophe 1] |100 ἀκτὶς ἀελίου, τὸ κάλλιστον ἑπταπύλῳ φανὲν |101 Θήβᾳ τῶν προτέρων φάος, |102 ἐφάνθης ποτʼ, ὦ χρυσέας |103 ἁμέρας βλέφαρον, |105 Διρκαίων ὑπὲρ ῥεέθρων μολοῦσα, |106 τὸν λεύκασπιν Ἀργόθεν ἐκβάντα φῶτα πανσαγίᾳ |107 φυγάδα πρόδρομον ὀξυτέρῳ κινήσασα χαλινῷ· [anapests] |110 ὃς ἐφʼ ἡμετέρᾳ γᾷ Πολυνείκους |111 ἀρθεὶς νεικέων ἐξ ἀμφιλόγων |112 ὀξέα κλάζων |113 ἀετὸς εἰς γᾶν ὣς ὑπερέπτα, |114 λευκῆς χιόνος πτέρυγι στεγανός, |115 πολλῶν μεθʼ ὅπλων |116 ξύν θʼ ἱπποκόμοις κορύθεσσιν. [antistrophe 1] |117 στὰς δʼ ὑπὲρ μελάθρων φονώσαισιν ἀμφιχανὼν κύκλῳ |118 λόγχαις ἑπτάπυλον στόμα |119 ἔβα, πρίν ποθʼ ἁμετέρων |120 αἱμάτων γένυσιν πλησθῆναί τε καὶ στεφάνωμα πύργων |121 πευκάενθʼ Ἥφαιστον ἑλεῖν. τοῖος ἀμφὶ νῶτʼ ἐτάθη |125 πάταγος Ἄρεος, ἀντιπάλῳ δυσχείρωμα δράκοντος. [anapests] |127 Ζεὺς γὰρ μεγάλης γλώσσης κόμπους |128 ὑπερεχθαίρει, καὶ σφας ἐσιδὼν |129 πολλῷ ῥεύματι προσνισσομένους |130 χρυσοῦ καναχῆς ὑπεροπλίαις, |131 παλτῷ ῥιπτεῖ πυρὶ βαλβίδων |132 ἐπʼ ἄκρων ἤδη |133 νίκην ὁρμῶντʼ ἀλαλάξαι. [strophe 2] |134 ἀντιτύπᾳ δʼ ἐπὶ γᾷ πέσε τανταλωθεὶς |135 πυρφόρος, ὃς τότε μαινομένᾳ ξὺν ὁρμᾷ |136 βακχεύων ἐπέπνει |137 ῥιπαῖς ἐχθίστων ἀνέμων. |138 εἶχε δʼ ἄλλᾳ τὰ μέν, |139 ἄλλα δʼ ἐπʼ ἄλλοις ἐπενώμα στυφελίζων μέγας Ἄρης |140 δεξιόσειρος. [anapests] |141 ἑπτὰ λοχαγοὶ γὰρ ἐφʼ ἑπτὰ πύλαις |142 ταχθέντες ἴσοι πρὸς ἴσους ἔλιπον |143 Ζηνὶ τροπαίῳ πάγχαλκα τέλη, |144 πλὴν τοῖν στυγεροῖν, ὣ πατρὸς ἑνὸς |145 μητρός τε μιᾶς φύντε καθʼ αὑτοῖν |146 δικρατεῖς λόγχας στήσαντʼ ἔχετον |147 κοινοῦ θανάτου μέρος ἄμφω. [antistrophe 2] |148 ἀλλὰ γὰρ ἁ μεγαλώνυμος ἦλθε Νίκα |149 τᾷ πολυαρμάτῳ ἀντιχαρεῖσα Θήβᾳ, |150 ἐκ μὲν δὴ πολέμων |151 τῶν νῦν θέσθαι λησμοσύναν, |152 θεῶν δὲ ναοὺς χοροῖς |153 παννυχίοις πάντας ἐπέλθωμεν, ὁ Θήβας δʼ ἐλελίχθων |154 Βάκχιος ἄρχοι. [anapests] |155 ἀλλʼ ὅδε γὰρ δὴ βασιλεὺς χώρας, |156 Κρέων ὁ Μενοικέως ἄρχων νεοχμὸς |157 νεαραῖσι θεῶν ἐπὶ συντυχίαις |158 χωρεῖ, τίνα δὴ μῆτιν ἐρέσσων, |160 ὅτι σύγκλητον τήνδε γερόντων |161 προὔθετο λέσχην, |161b κοινῷ κηρύγματι πέμψας; [episode] |162 ἄνδρες, τὰ μὲν δὴ πόλεος ἀσφαλῶς θεοὶ |163 πολλῷ σάλῳ σείσαντες ὤρθωσαν πάλιν. |164 ὑμᾶς δʼ ἐγὼ πομποῖσιν ἐκ πάντων δίχα |165 ἔστειλʼ ἱκέσθαι τοῦτο μὲν τὰ Λαΐου |166 σέβοντας εἰδὼς εὖ θρόνων ἀεὶ κράτη, |167 τοῦτʼ αὖθις, ἡνίκʼ Οἰδίπους ὤρθου πόλιν, |168 κἀπεὶ διώλετʼ, ἀμφὶ τοὺς κείνων ἔτι |169 παῖδας μένοντας ἐμπέδοις φρονήμασιν. |170 ὅτʼ οὖν ἐκεῖνοι πρὸς διπλῆς μοίρας μίαν |171 καθʼ ἡμέραν ὤλοντο παίσαντές τε καὶ |172 πληγέντες αὐτόχειρι σὺν μιάσματι, |173 ἐγὼ κράτη δὴ πάντα καὶ θρόνους ἔχω |174 γένους κατʼ ἀγχιστεῖα τῶν ὀλωλότων. |175 ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν |176 ψυχήν τε καὶ φρόνημα καὶ γνώμην, πρὶν ἂν |177 ἀρχαῖς τε καὶ νόμοισιν ἐντριβὴς φανῇ. |178 ἐμοὶ γὰρ ὅστις πᾶσαν εὐθύνων πόλιν |179 μὴ τῶν ἀρίστων ἅπτεται βουλευμάτων, |180 ἀλλʼ ἐκ φόβου του γλῶσσαν ἐγκλῄσας ἔχει, |181 κάκιστος εἶναι νῦν τε καὶ πάλαι δοκεῖ· |182 καὶ μεῖζον ὅστις ἀντὶ τῆς αὑτοῦ πάτρας |183 φίλον νομίζει, τοῦτον οὐδαμοῦ λέγω. |184 ἐγὼ γάρ, ἴστω Ζεὺς ὁ πάνθʼ ὁρῶν ἀεί, |185 οὔτʼ ἂν σιωπήσαιμι τὴν ἄτην ὁρῶν |186 στείχουσαν ἀστοῖς ἀντὶ τῆς σωτηρίας, |187 οὔτʼ ἂν φίλον ποτʼ ἄνδρα δυσμενῆ χθονὸς |188 θείμην ἐμαυτῷ, τοῦτο γιγνώσκων ὅτι |189 ἥδʼ ἐστὶν ἡ σῴζουσα καὶ ταύτης ἔπι |190 πλέοντες ὀρθῆς τοὺς φίλους ποιούμεθα. |191 τοιοῖσδʼ ἐγὼ νόμοισι τήνδʼ αὔξω πόλιν, |192 καὶ νῦν ἀδελφὰ τῶνδε κηρύξας ἔχω |193 ἀστοῖσι παίδων τῶν ἀπʼ Οἰδίπου πέρι· |194 Ἐτεοκλέα μέν, ὃς πόλεως ὑπερμαχῶν |195 ὄλωλε τῆσδε, πάντʼ ἀριστεύσας δόρει, |196 τάφῳ τε κρύψαι καὶ τὰ πάντʼ ἀφαγνίσαι |197 ἃ τοῖς ἀρίστοις ἔρχεται κάτω νεκροῖς. |198 τὸν δʼ αὖ ξύναιμον τοῦδε, Πολυνείκη λέγω, |199 ὃς γῆν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς |200 φυγὰς κατελθὼν ἠθέλησε μὲν πυρὶ |201 πρῆσαι κατʼ ἄκρας, ἠθέλησε δʼ αἵματος |202 κοινοῦ πάσασθαι, τοὺς δὲ δουλώσας ἄγειν, |203 τοῦτον πόλει τῇδʼ ἐκκεκήρυκται τάφῳ |204 μήτε κτερίζειν μήτε κωκῦσαί τινα, |205 ἐᾶν δʼ ἄθαπτον καὶ πρὸς οἰωνῶν δέμας |206 καὶ πρὸς κυνῶν ἐδεστὸν αἰκισθέν τʼ ἰδεῖν. |207 τοιόνδʼ ἐμὸν φρόνημα, κοὔποτʼ ἔκ γʼ ἐμοῦ |208 τιμὴν προέξουσʼ οἱ κακοὶ τῶν ἐνδίκων· |209 ἀλλʼ ὅστις εὔνους τῇδε τῇ πόλει, θανὼν |210 καὶ ζῶν ὁμοίως ἐξ ἐμοῦ τιμήσεται. |211 σοὶ ταῦτʼ ἀρέσκει, παῖ Μενοικέως Κρέον, |212 τὸν τῇδε δύσνουν κἀς τὸν εὐμενῆ πόλει· |213 νόμῳ δὲ χρῆσθαι παντί που πάρεστί σοι |214 καὶ τῶν θανόντων χὠπόσοι ζῶμεν πέρι. |215 ὡς ἂν σκοποὶ νῦν εἶτε τῶν εἰρημένων. |216 νεωτέρῳ τῳ τοῦτο βαστάζειν πρόθες. |217 ἀλλʼ εἴσʼ ἕτοιμοι τοῦ νεκροῦ γʼ ἐπίσκοποι. |218 τί δῆτʼ ἂν ἄλλο τοῦτʼ ἐπεντέλλοις ἔτι; |219 τὸ μὴ ʼπιχωρεῖν τοῖς ἀπιστοῦσιν τάδε. |220 οὔκ ἔστιν οὕτω μῶρος ὃς θανεῖν ἐρᾷ. |221 καὶ μὴν ὁ μισθός γʼ, οὗτος· ἀλλʼ ὑπʼ ἐλπίδων |222 ἄνδρας τὸ κέρδος πολλάκις διώλεσεν. |223 ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως τάχους ὕπο |224 δύσπνους ἱκάνω κοῦφον ἐξάρας πόδα. |225 πολλὰς γὰρ ἔσχον φροντίδων ἐπιστάσεις, |226 ὁδοῖς κυκλῶν ἐμαυτὸν εἰς ἀναστροφήν· |227 ψυχὴ γὰρ ηὔδα πολλά μοι μυθουμένη· |228 τάλας, τί χωρεῖς οἷ μολὼν δώσεις δίκην; |229 τλήμων, μενεῖς αὖ; κεἰ τάδʼ εἴσεται Κρέων |230 ἄλλου παρʼ ἀνδρός; πῶς σὺ δῆτʼ οὐκ ἀλγύνει; |231 τοιαῦθʼ ἑλίσσων ἤνυτον σχολῇ βραδύς. |232 χοὔτως ὁδὸς βραχεῖα γίγνεται μακρά. |233 τέλος γε μέντοι δεῦρʼ ἐνίκησεν μολεῖν |234 σοί. κεἰ τὸ μηδὲν ἐξερῶ, φράσω δʼ ὅμως· |235 τῆς ἐλπίδος γὰρ ἔρχομαι δεδραγμένος, |236 τὸ μὴ παθεῖν ἂν ἄλλο πλὴν τὸ μόρσιμον. |237 τί δʼ ἐστὶν ἀνθʼ οὗ τήνδʼ ἔχεις ἀθυμίαν; |238 φράσαι θέλω σοι πρῶτα τἀμαυτοῦ· τὸ γὰρ |239 πρᾶγμʼ οὔτʼ ἔδρασʼ οὔτʼ εἶδον ὅστις ἦν ὁ δρῶν, |240 οὐδʼ ἂν δικαίως ἐς κακὸν πέσοιμί τι. |241 εὖ γε στοχάζει κἀποφάργνυσαι κύκλῳ |242 τὸ πρᾶγμα· δηλοῖς δʼ ὥς τι σημανῶν νέον. |243 τὰ δεινὰ γάρ τοι προστίθησʼ ὄκνον πολύν. |244 οὔκουν ἐρεῖς ποτʼ, εἶτʼ ἀπαλλαχθεὶς ἄπει; |245 καὶ δὴ λέγω σοι. τὸν νεκρόν τις ἀρτίως |246 θάψας βέβηκε κἀπὶ χρωτὶ διψίαν |247 κόνιν παλύνας κἀφαγιστεύσας ἃ χρή· |248 τί φής; τίς ἀνδρῶν ἦν ὁ τολμήσας τάδε; |249 οὐκ οἶδʼ· ἐκεῖ γὰρ οὔτε του γενῇδος ἦν |250 πλῆγμʼ, οὐ δικέλλης ἐκβολή. στύφλος δὲ γῆ |251 καὶ χέρσος, ἀρρὼξ οὐδʼ ἐπημαξευμένη |252 τροχοῖσιν, ἀλλʼ ἄσημος οὑργάτης τις ἦν. |253 ὅπως δʼ ὁ πρῶτος ἡμὶν ἡμεροσκόπος |254 δείκνυσι, πᾶσι θαῦμα δυσχερὲς παρῆν. |255 ὁ μὲν γὰρ ἠφάνιστο, τυμβήρης μὲν οὔ, |256 λεπτὴ δʼ, ἄγος φεύγοντος ὥς, ἐπῆν κόνις· |257 σημεῖα δʼ οὔτε θηρὸς οὔτε του κυνῶν |258 ἐλθόντος, οὐ σπάσαντος ἐξεφαίνετο. |259 λόγοι δʼ ἐν ἀλλήλοισιν ἐρρόθουν κακοί, |260 φύλαξ ἐλέγχων φύλακα, κἂν ἐγίγνετο |261 πληγὴ τελευτῶσʼ, οὐδʼ ὁ κωλύσων παρῆν. |262 εἷς γάρ τις ἦν ἕκαστος οὑξειργασμένος, |263 κοὐδεὶς ἐναργής, ἀλλʼ ἔφευγε μὴ εἰδέναι. |264 ἦμεν δʼ ἕτοιμοι καὶ μύδρους αἴρειν χεροῖν |265 καὶ πῦρ διέρπειν καὶ θεοὺς ὁρκωμοτεῖν, |266 τὸ μήτε δρᾶσαι μήτε τῳ ξυνειδέναι |267 τὸ πρᾶγμα βουλεύσαντι μηδʼ εἰργασμένῳ. |268 τέλος δʼ ὅτʼ οὐδὲν ἦν ἐρευνῶσιν πλέον, |269 λέγει τις εἷς, ὃ πάντας ἐς πέδον κάρα |270 νεῦσαι φόβῳ προὔτρεψεν· οὐ γὰρ εἴχομεν |271 οὔτʼ ἀντιφωνεῖν οὔθʼ ὅπως δρῶντες καλῶς |272 πράξαιμεν. ἦν δʼ ὁ μῦθος ὡς ἀνοιστέον |273 σοὶ τοὔργον εἴη τοῦτο κοὐχὶ κρυπτέον. |274 καὶ ταῦτʼ ἐνίκα, κἀμὲ τὸν δυσδαίμονα |275 πάλος καθαιρεῖ τοῦτο τἀγαθὸν λαβεῖν. |276 πάρειμι δʼ ἄκων οὐχ ἑκοῦσιν, οἶδʼ ὅτι· |277 στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν. |278 ἄναξ, ἐμοί τοί, μή τι καὶ θεήλατον |279 τοὔργον τόδʼ, ἡ ξύννοια βουλεύει πάλαι |280 παῦσαι, πρὶν ὀργῆς καὶ ʼμὲ μεστῶσαι λέγων, |281 μὴ ʼφευρεθῇς ἄνους τε καὶ γέρων ἅμα. |282 λέγεις γὰρ οὐκ ἀνεκτὰ δαίμονας λέγων |283 πρόνοιαν ἴσχειν τοῦδε τοῦ νεκροῦ πέρι. |284 πότερον ὑπερτιμῶντες ὡς εὐεργέτην |285 ἔκρυπτον αὐτόν, ὅστις ἀμφικίονας |286 ναοὺς πυρώσων ἦλθε κἀναθήματα |287 καὶ γῆν ἐκείνων καὶ νόμους διασκεδῶν; |288 ἢ τοὺς κακοὺς τιμῶντας εἰσορᾷς θεούς; |289 οὔκ ἔστιν. ἀλλὰ ταῦτα καὶ πάλαι πόλεως |290 ἄνδρες μόλις φέροντες ἐρρόθουν ἐμοί, |291 κρυφῇ κάρα σείοντες, οὐδʼ ὑπὸ ζυγῷ |292 λόφον δικαίως εἶχον, ὡς στέργειν ἐμέ. |293 ἐκ τῶνδε τούτους ἐξεπίσταμαι καλῶς |294 παρηγμένους μισθοῖσιν εἰργάσθαι τάδε. |295 οὐδὲν γὰρ ἀνθρώποισιν οἷον ἄργυρος |296 κακὸν νόμισμʼ ἔβλαστε. τοῦτο καὶ πόλεις |297 πορθεῖ, τόδʼ ἄνδρας ἐξανίστησιν δόμων· |298 τόδʼ ἐκδιδάσκει καὶ παραλλάσσει φρένας |299 χρηστὰς πρὸς αἰσχρὰ πράγμαθʼ ἵστασθαι βροτῶν· |300 πανουργίας δʼ ἔδειξεν ἀνθρώποις ἔχειν |301 καὶ παντὸς ἔργου δυσσέβειαν εἰδέναι. |302 ὅσοι δὲ μισθαρνοῦντες ἤνυσαν τάδε, |303 χρόνῳ ποτʼ ἐξέπραξαν ὡς δοῦναι δίκην. |304 ἀλλʼ εἴπερ ἴσχει Ζεὺς ἔτʼ ἐξ ἐμοῦ σέβας, |305 εὖ τοῦτʼ ἐπίστασʼ, ὅρκιος δέ σοι λέγω· |306 εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου |307 εὑρόντες ἐκφανεῖτʼ ἐς ὀφθαλμοὺς ἐμούς, |308 οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν |309 ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθʼ ὕβριν, |310 ἵνʼ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον |311 τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθʼ ὅτι |312 οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν. |313 ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας |314 ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους. |315 εἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω; |316 οὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις; |317 ἐν τοῖσιν ὠσὶν ἢ ʼπὶ τῇ ψυχῇ δάκνει; |318 τί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου; |319 ὁ δρῶν σʼ ἀνιᾷ τὰς φρένας, τὰ δʼ ὦτʼ ἐγώ. |320 οἴμʼ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ. |321 οὔκουν τό γʼ ἔργον τοῦτο ποιήσας ποτέ. |322 καὶ ταῦτʼ ἐπʼ ἀργύρῳ γε τὴν ψυχὴν προδούς. |323 φεῦ· |323a ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν. |324 κόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ |325 φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθʼ ὅτι |326 τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται. |327 ἀλλʼ εὑρεθείη μὲν μάλιστʼ· ἐὰν δέ τοι |328 ληφθῇ τε καὶ μή, τοῦτο γὰρ τύχη κρινεῖ, |329 οὐκ ἔσθʼ ὅπως ὄψει σὺ δεῦρʼ ἐλθόντα με· |330 καὶ νῦν γὰρ ἐκτὸς ἐλπίδος γνώμης τʼ ἐμῆς |331 σωθεὶς ὀφείλω τοῖς θεοῖς πολλὴν χάριν. [choral] [strophe 1] |333 πολλὰ τὰ δεινὰ κοὐδὲν ἀνθρώπου δεινότερον πέλει. |334 τοῦτο καὶ πολιοῦ πέραν πόντου χειμερίῳ νότῳ |335 χωρεῖ, περιβρυχίοισιν |336 περῶν ὑπʼ οἴδμασιν. |337 θεῶν τε τὰν ὑπερτάταν, Γᾶν |338 ἄφθιτον, ἀκαμάταν, ἀποτρύεται |339 ἰλλομένων ἀρότρων ἔτος εἰς ἔτος |340 ἱππείῳ γένει πολεύων. [antistrophe 1] |343 κουφονόων τε φῦλον ὀρνίθων ἀμφιβαλὼν ἄγει |345 καὶ θηρῶν ἀγρίων ἔθνη πόντου τʼ εἰναλίαν φύσιν |346 σπείραισι δικτυοκλώστοις, |347 περιφραδὴς ἀνήρ· |348 κρατεῖ δὲ μηχαναῖς ἀγραύλου |350 θηρὸς ὀρεσσιβάτα, λασιαύχενά θʼ |351 ἵππον ὀχμάζεται ἀμφὶ λόφον ζυγῶν |352 οὔρειόν τʼ ἀκμῆτα ταῦρον. [strophe 2] |354 καὶ φθέγμα καὶ ἀνεμόεν φρόνημα καὶ ἀστυνόμους |356 ὀργὰς ἐδιδάξατο καὶ δυσαύλων |357 πάγων ὑπαίθρεια καὶ δύσομβρα φεύγειν βέλη |358 παντοπόρος· ἄπορος ἐπʼ οὐδὲν ἔρχεται |360 τὸ μέλλον· Ἅιδα μόνον φεῦξιν οὐκ ἐπάξεται· |361 νόσων δʼ ἀμηχάνων φυγὰς ξυμπέφρασται. [antistrophe 2] |365 σοφόν τι τὸ μηχανόεν τέχνας ὑπὲρ ἐλπίδʼ ἔχων |366 τοτὲ μὲν κακόν, ἄλλοτʼ ἐπʼ ἐσθλὸν ἕρπει, |367 νόμους γεραίρων χθονὸς θεῶν τʼ ἔνορκον δίκαν, |370 ὑψίπολις· ἄπολις ὅτῳ τὸ μὴ καλὸν |371 ξύνεστι τόλμας χάριν. μήτʼ ἐμοὶ παρέστιος |375 γένοιτο μήτʼ ἴσον φρονῶν ὃς τάδʼ ἔρδει. [anapests] |376 ἐς δαιμόνιον τέρας ἀμφινοῶ |377 τόδε· πῶς εἰδὼς ἀντιλογήσω |378 τήνδʼ οὐκ εἶναι παῖδʼ Ἀντιγόνην. |379 ὦ δύστηνος |380 καὶ δυστήνου πατρὸς Οἰδιπόδα, |381 τί ποτʼ; οὐ δή που σέ γʼ ἀπιστοῦσαν |382 τοῖς βασιλείοισιν ἄγουσι νόμοις |383 καὶ ἐν ἀφροσύνῃ καθελόντες; [episode] |384 ἥδʼ ἔστʼ ἐκείνη τοὔργον ἡ ʼξειργασμένη· |385 τήνδʼ εἵλομεν θάπτουσαν. ἀλλὰ ποῦ Κρέων; |386 ὅδʼ ἐκ δόμων ἄψορρος εἰς δέον περᾷ. |387 τί δʼ ἔστι; ποίᾳ ξύμμετρος προὔβην τύχῃ; |388 ἄναξ, βροτοῖσιν οὐδέν ἔστʼ ἀπώμοτον. |389 ψεύδει γὰρ ἡ ʼπίνοια τὴν γνώμην· ἐπεὶ |390 σχολῇ ποθʼ ἥξειν δεῦρʼ ἂν ἐξηύχουν ἐγὼ |391 ταῖς σαῖς ἀπειλαῖς αἷς ἐχειμάσθην τότε |392 ἀλλʼ ἡ γὰρ ἐκτὸς καὶ παρʼ ἐλπίδας χαρὰ |393 ἔοικεν ἄλλῃ μῆκος οὐδὲν ἡδονῇ, |394 ἥκω, διʼ ὅρκων καίπερ ὢν ἀπώμοτος, |395 κόρην ἄγων τήνδʼ, ἣ καθῃρέθη τάφον |396 κοσμοῦσα. κλῆρος ἐνθάδʼ οὐκ ἐπάλλετο, |397 ἀλλʼ ἔστʼ ἐμὸν θοὔρμαιον, οὐκ ἄλλου, τόδε. |398 καὶ νῦν, ἄναξ, τήνδʼ αὐτός, ὡς θέλεις, λαβὼν |399 καὶ κρῖνε κἀξέλεγχʼ· ἐγὼ δʼ ἐλεύθερος |400 δίκαιός εἰμι τῶνδʼ ἀπηλλάχθαι κακῶν. |401 ἄγεις δὲ τήνδε τῷ τρόπῳ πόθεν λαβών; |402 αὕτη τὸν ἄνδρʼ ἔθαπτε· πάντʼ ἐπίστασαι. |403 ἦ καὶ ξυνίης καὶ λέγεις ὀρθῶς ἃ φῄς; |404 ταύτην γʼ ἰδὼν θάπτουσαν ὃν σὺ τὸν νεκρὸν |405 ἀπεῖπας. ἆρʼ ἔνδηλα καὶ σαφῆ λέγω; |406 καὶ πῶς ὁρᾶται κἀπίληπτος ᾑρέθη; |407 τοιοῦτον ἦν τὸ πρᾶγμʼ. ὅπως γὰρ ἥκομεν, |408 πρὸς σοῦ τὰ δείνʼ ἐκεῖνʼ ἐπηπειλημένοι, |409 πᾶσαν κόνιν σήραντες, ἣ κατεῖχε τὸν |410 νέκυν, μυδῶν τε σῶμα γυμνώσαντες εὖ, |411 καθήμεθʼ ἄκρων ἐκ πάγων ὑπήνεμοι, |412 ὀσμὴν ἀπʼ αὐτοῦ μὴ βάλοι πεφευγότες, |413 ἐγερτὶ κινῶν ἄνδρʼ ἀνὴρ ἐπιρρόθοις |414 κακοῖσιν, εἴ τις τοῦδʼ ἀκηδήσοι πόνου. |415 χρόνον τάδʼ ἦν τοσοῦτον, ἔστʼ ἐν αἰθέρι |416 μέσῳ κατέστη λαμπρὸς ἡλίου κύκλος |417 καὶ καῦμʼ ἔθαλπε· καὶ τότʼ ἐξαίφνης χθονὸς |418 τυφὼς ἀείρας σκηπτόν οὐράνιον ἄχος, |419 πίμπλησι πεδίον, πᾶσαν αἰκίζων φόβην |420 ὕλης πεδιάδος, ἐν δʼ ἐμεστώθη μέγας |421 αἰθήρ· μύσαντες δʼ εἴχομεν θείαν νόσον. |422 καὶ τοῦδʼ ἀπαλλαγέντος ἐν χρόνῳ μακρῷ, |423 ἡ παῖς ὁρᾶται, κἀνακωκύει πικρᾶς |424 ὄρνιθος ὀξὺν φθόγγον, ὡς ὅταν κενῆς |425 εὐνῆς νεοσσῶν ὀρφανὸν βλέψῃ λέχος. |426 οὕτω δὲ χαὔτη, ψιλὸν ὡς ὁρᾷ νέκυν, |427 γόοισιν ἐξῴμωξεν, ἐκ δʼ ἀρὰς κακὰς |428 ἠρᾶτο τοῖσι τοὔργον ἐξειργασμένοις. |429 καὶ χερσὶν εὐθὺς διψίαν φέρει κόνιν, |430 ἔκ τʼ εὐκροτήτου χαλκέας ἄρδην πρόχου |431 χοαῖσι τρισπόνδοισι τὸν νέκυν στέφει. |432 χἠμεῖς ἰδόντες ἱέμεσθα, σὺν δέ νιν |433 θηρώμεθʼ εὐθὺς οὐδὲν ἐκπεπληγμένην, |434 καὶ τάς τε πρόσθεν τάς τε νῦν ἠλέγχομεν |435 πράξεις· ἄπαρνος δʼ οὐδενὸς καθίστατο, |436 ἅμʼ ἡδέως ἔμοιγε κἀλγεινῶς ἅμα. |437 τὸ μὲν γὰρ αὐτὸν ἐκ κακῶν πεφευγέναι |438 ἥδιστον, ἐς κακὸν δὲ τοὺς φίλους ἄγειν |439 ἀλγεινόν· ἀλλὰ πάντα ταῦθʼ ἥσσω λαβεῖν |440 ἐμοὶ πέφυκε τῆς ἐμῆς σωτηρίας. |441 σὲ δή, σὲ τὴν νεύουσαν εἰς πέδον κάρα, |442 φὴς ἢ καταρνεῖ μὴ δεδρακέναι τάδε; |443 καὶ φημὶ δρᾶσαι κοὐκ ἀπαρνοῦμαι τὸ μή. |444 σὺ μὲν κομίζοις ἂν σεαυτὸν ᾖ θέλεις |445 ἔξω βαρείας αἰτίας ἐλεύθερον· |446 σὺ δʼ εἰπέ μοι μὴ μῆκος, ἀλλὰ συντόμως, |447 ᾔδησθα κηρυχθέντα μὴ πράσσειν τάδε; |448 ᾔδη· τί δʼ οὐκ ἔμελλον; ἐμφανῆ γὰρ ἦν. |449 καὶ δῆτʼ ἐτόλμας τούσδʼ ὑπερβαίνειν νόμους; |450 οὐ γάρ τί μοι Ζεὺς ἦν ὁ κηρύξας τάδε, |451 οὐδʼ ἡ ξύνοικος τῶν κάτω θεῶν Δίκη |452 τοιούσδʼ ἐν ἀνθρώποισιν ὥρισεν νόμους. |453 οὐδὲ σθένειν τοσοῦτον ᾠόμην τὰ σὰ |454 κηρύγμαθʼ, ὥστʼ ἄγραπτα κἀσφαλῆ θεῶν |455 νόμιμα δύνασθαι θνητὸν ὄνθʼ ὑπερδραμεῖν. |456 οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε |457 ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου ʼφάνη. |458 τούτων ἐγὼ οὐκ ἔμελλον, ἀνδρὸς οὐδενὸς |459 φρόνημα δείσασʼ, ἐν θεοῖσι τὴν δίκην |460 δώσειν· θανουμένη γὰρ ἐξῄδη, τί δʼ οὔ; |461 κεἰ μὴ σὺ προὐκήρυξας. εἰ δὲ τοῦ χρόνου |462 πρόσθεν θανοῦμαι, κέρδος αὔτʼ ἐγὼ λέγω. |463 ὅστις γὰρ ἐν πολλοῖσιν ὡς ἐγὼ κακοῖς |464 ζῇ, πῶς ὅδʼ οὐχὶ κατθανὼν κέρδος φέρει; |465 οὕτως ἔμοιγε τοῦδε τοῦ μόρου τυχεῖν |466 παρʼ οὐδὲν ἄλγος· ἀλλʼ ἄν, εἰ τὸν ἐξ ἐμῆς |467 μητρὸς θανόντʼ ἄθαπτον ἠνσχόμην νέκυν, |468 κείνοις ἂν ἤλγουν· τοῖσδε δʼ οὐκ ἀλγύνομαι. |469 σοὶ δʼ εἰ δοκῶ νῦν μῶρα δρῶσα τυγχάνειν, |470 σχεδόν τι μώρῳ μωρίαν ὀφλισκάνω. |471 δηλοῖ τὸ γέννημʼ ὠμὸν ἐξ ὠμοῦ πατρὸς |472 τῆς παιδός. εἴκειν δʼ οὐκ ἐπίσταται κακοῖς. |473 ἀλλʼ ἴσθι τοι τὰ σκλήρʼ ἄγαν φρονήματα |474 πίπτειν μάλιστα, καὶ τὸν ἐγκρατέστατον |475 σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ |476 θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις· |477 σμικρῷ χαλινῷ δʼ οἶδα τοὺς θυμουμένους |478 ἵππους καταρτυθέντας· οὐ γὰρ ἐκπέλει |479 φρονεῖν μέγʼ ὅστις δοῦλός ἐστι τῶν πέλας. |480 αὕτη δʼ ὑβρίζειν μὲν τότʼ ἐξηπίστατο, |481 νόμους ὑπερβαίνουσα τοὺς προκειμένους· |482 ὕβρις δʼ, ἐπεὶ δέδρακεν, ἥδε δευτέρα, |483 τούτοις ἐπαυχεῖν καὶ δεδρακυῖαν γελᾶν. |484 ἦ νῦν ἐγὼ μὲν οὐκ ἀνήρ, αὕτη δʼ ἀνήρ, |485 εἰ ταῦτʼ ἀνατὶ τῇδε κείσεται κράτη. |486 ἀλλʼ εἴτʼ ἀδελφῆς εἴθʼ ὁμαιμονεστέρα |487 τοῦ παντὸς ἡμῖν Ζηνὸς ἑρκείου κυρεῖ, |488 αὐτή τε χἠ ξύναιμος οὐκ ἀλύξετον |489 μόρου κακίστου· καὶ γὰρ οὖν κείνην ἴσον |490 ἐπαιτιῶμαι τοῦδε βουλεῦσαι τάφου. |491 καί νιν καλεῖτʼ· ἔσω γὰρ εἶδον ἀρτίως |492 λυσσῶσαν αὐτὴν οὐδʼ ἐπήβολον φρενῶν. |493 φιλεῖ δʼ ὁ θυμὸς πρόσθεν, ᾑρῆσθαι κλοπεὺς |494 τῶν μηδὲν ὀρθῶς ἐν σκότῳ τεχνωμένων· |495 μισῶ γε μέντοι χὤταν ἐν κακοῖσί τις |496 ἁλοὺς ἔπειτα τοῦτο καλλύνειν θέλῃ. |497 θέλεις τι μεῖζον ἢ κατακτεῖναί μʼ ἑλών; |498 ἐγὼ μὲν οὐδέν· τοῦτʼ ἔχων ἅπαντʼ ἔχω. |499 τί δῆτα μέλλεις; ὡς ἐμοὶ τῶν σῶν λόγων |500 ἀρεστὸν οὐδὲν μηδʼ ἀρεσθείη ποτέ· |501 οὕτω δὲ καὶ σοὶ τἄμʼ ἀφανδάνοντʼ ἔφυ. |502 καίτοι πόθεν κλέος γʼ ἂν εὐκλεέστερον |503 κατέσχον ἢ τὸν αὐτάδελφον ἐν τάφῳ |504 τιθεῖσα; τούτοις τοῦτο πᾶσιν ἁνδάνειν |505 λέγοιτʼ ἄν, εἰ μὴ γλῶσσαν ἐγκλῄοι φόβος. |506 ἀλλʼ ἡ τυραννὶς πολλά τʼ ἄλλʼ εὐδαιμονεῖ |507 κἄξεστιν αὐτῇ δρᾶν λέγειν θʼ ἃ βούλεται. |508 σὺ τοῦτο μούνη τῶνδε Καδμείων ὁρᾷς. |509 ὁρῶσι χοὖτοι, σοὶ δʼ ὑπίλλουσιν στόμα. |510 σὺ δʼ οὐκ ἐπαιδεῖ, τῶνδε χωρὶς εἰ φρονεῖς; |511 οὐδὲν γὰρ αἰσχρὸν τοὺς ὁμοσπλάγχνους σέβειν. |512 οὔκουν ὅμαιμος χὠ καταντίον θανών; |513 ὅμαιμος ἐκ μιᾶς τε καὶ ταὐτοῦ πατρός. |514 πῶς δῆτʼ ἐκείνῳ δυσσεβῆ τιμᾷς χάριν; |515 οὐ μαρτυρήσει ταῦθʼ ὁ κατθανὼν νέκυς. |516 εἴ τοί σφε τιμᾷς ἐξ ἴσου τῷ δυσσεβεῖ. |517 οὐ γάρ τι δοῦλος, ἀλλʼ ἀδελφὸς ὤλετο. |518 πορθῶν δὲ τήνδε γῆν· ὁ δʼ ἀντιστὰς ὕπερ. |519 ὁμῶς ὅ γʼ Ἅιδης τοὺς νόμους τούτους ποθεῖ. |520 ἀλλʼ οὐχ ὁ χρηστὸς τῷ κακῷ λαχεῖν ἴσος. |521 τίς οἶδεν εἰ κάτωθεν εὐαγῆ τάδε; |522 οὔτοι ποθʼ οὑχθρός, οὐδʼ ὅταν θάνῃ, φίλος. |523 οὔτοι συνέχθειν, ἀλλὰ συμφιλεῖν ἔφυν. |524 κάτω νυν ἐλθοῦσʼ, εἰ φιλητέον, φίλει |525 κείνους· ἐμοῦ δὲ ζῶντος οὐκ ἄρξει γυνή. [anapests] |526 καὶ μὴν πρὸ πυλῶν ἥδʼ Ἰσμήνη, |527 φιλάδελφα κάτω δάκρυʼ εἰβομένη· |528 νεφέλη δʼ ὀφρύων ὕπερ αἱματόεν |529 ῥέθος αἰσχύνει, |530 τέγγουσʼ εὐῶπα παρειάν. |531 σὺ δʼ, ἣ κατʼ οἴκους ὡς ἔχιδνʼ ὑφειμένη |532 λήθουσά μʼ ἐξέπινες, οὐδʼ ἐμάνθανον |533 τρέφων δύʼ ἄτα κἀπαναστάσεις θρόνων, |534 φέρʼ, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου |535 φήσεις μετασχεῖν, ἢ ʼξομεῖ τὸ μὴ εἰδέναι; |536 δέδρακα τοὔργον, εἴπερ ἥδʼ ὁμορροθεῖ |537 καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας. |538 ἀλλʼ οὐκ ἐάσει τοῦτό γʼ ἡ δίκη σʼ, ἐπεὶ |539 οὔτʼ ἠθέλησας οὔτʼ ἐγὼ ʼκοινωσάμην. |540 ἀλλʼ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι |541 ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη. |542 ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες· |543 λόγοις δʼ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην. |544 μήτοι, κασιγνήτη, μʼ ἀτιμάσῃς τὸ μὴ οὐ |545 θανεῖν τε σὺν σοὶ τὸν θανόντα θʼ ἁγνίσαι. |546 μή μοι θάνῃς σὺ κοινὰ μηδʼ ἃ μὴ ʼθιγες |547 ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσʼ ἐγώ. |548 καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος; |549 Κρέοντʼ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών. |550 τί ταῦτʼ ἀνιᾷς μʼ, οὐδὲν ὠφελουμένη; |551 ἀλγοῦσα μὲν δῆτʼ εἰ γελῶ γʼ ἐν σοὶ γελῶ. |552 τί δῆτʼ ἂν ἀλλὰ νῦν σʼ ἔτʼ ὠφελοῖμʼ ἐγώ; |553 σῶσον σεαυτήν· οὐ φθονῶ σʼ ὑπεκφυγεῖν. |554 οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου; |555 σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν. |556 ἀλλʼ οὐκ ἐπʼ ἀρρήτοις γε τοῖς ἐμοῖς λόγοις. |557 καλῶς σὺ μὲν τοῖς, τοῖς δʼ ἐγὼ ʼδόκουν φρονεῖν. |558 καὶ μὴν ἴση νῷν ἐστιν ἡ ʼξαμαρτία. |559 θάρσει· σὺ μὲν ζῇς, ἡ δʼ ἐμὴ ψυχὴ πάλαι |560 τέθνηκεν, ὥστε τοῖς θανοῦσιν ὠφελεῖν. |561 τὼ παῖδε φημὶ τώδε τὴν μὲν ἀρτίως |562 ἄνουν πεφάνθαι, τὴν δʼ ἀφʼ οὗ τὰ πρῶτʼ ἔφυ. |563 οὐ γάρ ποτʼ, ὦναξ, οὐδʼ ὃς ἂν βλάστῃ μένει |564 νοῦς τοῖς κακῶς πράσσουσιν, ἀλλʼ ἐξίσταται. |565 σοὶ γοῦν, ὅθʼ εἵλου σὺν κακοῖς πράσσειν κακά. |566 τί γὰρ μόνῃ μοι τῆσδʼ ἄτερ βιώσιμον; |567 ἀλλʼ ἥδε μέντοι μὴ λέγʼ· οὐ γὰρ ἔστʼ ἔτι. |568 ἀλλὰ κτενεῖς νυμφεῖα τοῦ σαυτοῦ τέκνου; |569 ἀρώσιμοι γὰρ χἀτέρων εἰσὶν γύαι. |570 οὐχ ὥς γʼ ἐκείνῳ τῇδέ τʼ ἦν ἡρμοσμένα. |571 κακὰς ἐγὼ γυναῖκας υἱέσι στυγῶ. |572 ὦ φίλταθʼ Αἷμον, ὥς σʼ ἀτιμάζει πατήρ. |573 ἄγαν γε λυπεῖς καὶ σὺ καὶ τὸ σὸν λέχος. |574 ἦ γὰρ στερήσεις τῆσδε τὸν σαυτοῦ γόνον; |575 Ἅιδης ὁ παύσων τούσδε τοὺς γάμους ἔφυ. |576 δεδογμένʼ, ὡς ἔοικε, τήνδε κατθανεῖν. |577 καὶ σοί γε κἀμοί. μὴ τριβὰς ἔτʼ, ἀλλά νιν |578 κομίζετʼ εἴσω, δμῶες· ἐκ δὲ τοῦδε χρὴ |579 γυναῖκας εἶναι τάσδε μηδʼ ἀνειμένας. |580 φεύγουσι γάρ τοι χοἰ θρασεῖς, ὅταν πέλας |581 ἤδη τὸν, Ἅιδην εἰσορῶσι τοῦ βίου. [choral] [strophe 1] |583 εὐδαίμονες οἷσι κακῶν ἄγευστος αἰών. |584 οἷς γὰρ ἂν σεισθῇ θεόθεν δόμος, ἄτας |585 οὐδὲν ἐλλείπει γενεᾶς ἐπὶ πλῆθος ἕρπον· |586 ὅμοιον ὥστε ποντίαις οἶδμα δυσπνόοις ὅταν |587 Θρῄσσαισιν ἔρεβος ὕφαλον ἐπιδράμῃ πνοαῖς, |590 κυλίνδει βυσσόθεν κελαινὰν θῖνα καὶ |591 δυσάνεμοι, στόνῳ βρέμουσι δʼ ἀντιπλῆγες ἀκταί. [antistrophe 1] |593 ἀρχαῖα τὰ Λαβδακιδᾶν οἴκων ὁρῶμαι |595 πήματα φθιτῶν ἐπὶ πήμασι πίπτοντʼ, |596 οὐδʼ ἀπαλλάσσει γενεὰν γένος, ἀλλʼ ἐρείπει |597 θεῶν τις, οὐδʼ ἔχει λύσιν. νῦν γὰρ ἐσχάτας ὑπὲρ |600 ῥίζας ὃ τέτατο φάος ἐν Οἰδίπου δόμοις, |601 κατʼ αὖ νιν φοινία θεῶν τῶν νερτέρων |602 ἀμᾷ κόνις λόγου τʼ ἄνοια καὶ φρενῶν ἐρινύς. [strophe 2] |605 τεάν, Ζεῦ, δύνασιν τίς ἀνδρῶν ὑπερβασία κατάσχοι; |606 τὰν οὔθʼ ὕπνος αἱρεῖ ποθʼ ὁ πάντʼ ἀγρεύων, |607 οὔτε θεῶν ἄκματοι μῆνες, ἀγήρῳ δὲ χρόνῳ |610 δυνάστας κατέχεις Ὀλύμπου μαρμαρόεσσαν αἴγλαν. |611 τό τʼ ἔπειτα καὶ τὸ μέλλον |612 καὶ τὸ πρὶν ἐπαρκέσει |613 νόμος ὅδʼ, οὐδὲν ἕρπει |614 θνατῶν βιότῳ πάμπολύ γʼ ἐκτὸς ἄτας. [antistrophe 2] |615 ἁ γὰρ δὴ πολύπλαγκτος ἐλπὶς πολλοῖς μὲν ὄνασις ἀνδρῶν, |616 πολλοῖς δʼ ἀπάτα κουφονόων ἐρώτων· |617 εἰδότι δʼ οὐδὲν ἕρπει, πρὶν πυρὶ θερμῷ πόδα τις |620 προσαύσῃ. σοφίᾳ γὰρ ἔκ του κλεινὸν ἔπος πέφανται. |621 τὸ κακὸν δοκεῖν ποτʼ ἐσθλὸν |622 τῷδʼ ἔμμεν ὅτῳ φρένας |623 θεὸς ἄγει πρὸς ἄταν· |625 πράσσει δʼ ὀλίγιστον χρόνον ἐκτὸς ἄτας. [anapests] |626 ὅδε μὴν Αἵμων, παίδων τῶν σῶν |627 νέατον γέννημʼ· ἆρʼ ἀχνύμενος |628 τάλιδος ἥκει μόρον Ἀντιγόνης, |630 ἀπάτης λεχέων ὑπεραλγῶν; [episode] |631 τάχʼ εἰσόμεσθα μάντεων ὑπέρτερον. |632 ὦ παῖ, τελείαν ψῆφον ἆρα μὴ κλύων |633 τῆς μελλονύμφου πατρὶ λυσσαίνων πάρει; |634 ἢ σοὶ μὲν ἡμεῖς πανταχῇ, δρῶντες φίλοι; |635 πάτερ, σός εἰμι, καὶ σύ μοι γνώμας ἔχων |636 χρηστὰς ἀπορθοῖς, αἷς ἔγωγʼ ἐφέψομαι. |637 ἐμοὶ γὰρ οὐδεὶς ἀξιώσεται γάμος |638 μείζων φέρεσθαι σοῦ καλῶς ἡγουμένου. |639 οὕτω γάρ, ὦ παῖ, χρὴ διὰ στέρνων ἔχειν, |640 γνώμης πατρῴας πάντʼ ὄπισθεν ἑστάναι. |641 τούτου γὰρ οὕνεκʼ ἄνδρες εὔχονται γονὰς |642 κατηκόους φύσαντες ἐν δόμοις ἔχειν, |643 ὡς καὶ τὸν ἐχθρὸν ἀνταμύνωνται κακοῖς |644 καὶ τὸν φίλον τιμῶσιν ἐξ ἴσου πατρί. |645 ὅστις δʼ ἀνωφέλητα φιτύει τέκνα, |646 τί τόνδʼ ἂν εἴποις ἄλλο πλὴν αὑτῷ πόνους |647 φῦσαι, πολὺν δὲ τοῖσιν ἐχθροῖσιν γέλων; |648 μή νύν ποτʼ, ὦ παῖ, τὰς φρένας ὑφʼ ἡδονῆς |649 γυναικὸς οὕνεκʼ ἐκβάλῃς, εἰδὼς ὅτι |650 ψυχρὸν παραγκάλισμα τοῦτο γίγνεται, |651 γυνὴ κακὴ ξύνευνος ἐν δόμοις. τί γὰρ |652 γένοιτʼ ἂν ἕλκος μεῖζον ἢ φίλος κακός; |653 ἀλλὰ πτύσας ὡσεί τε δυσμενῆ μέθες |654 τὴν παῖδʼ ἐν Ἅιδου τήνδε νυμφεύειν τινί. |655 ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ |656 πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην, |657 ψευδῆ γʼ ἐμαυτὸν οὐ καταστήσω πόλει, |658 ἀλλὰ κτενῶ. πρὸς ταῦτʼ ἐφυμνείτω Δία |659 ξύναιμον. εἰ γὰρ δὴ τά γʼ ἐγγενῆ φύσει |660 ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους |661 ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστʼ ἀνὴρ |662 χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν. |663 ὅστις δʼ ὑπερβὰς ἢ νόμους βιάζεται |664 ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ, |665 οὐκ ἔστʼ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν. |666 ἀλλʼ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν |667 καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία. |668 καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ |669 καλῶς μὲν ἄρχειν, εὖ δʼ ἂν ἄρχεσθαι θέλειν, |670 δορός τʼ ἂν ἐν χειμῶνι προστεταγμένον |671 μένειν δίκαιον κἀγαθὸν παραστάτην. |672 ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν. |673 αὕτη πόλεις ὄλλυσιν, ἥδʼ ἀναστάτους |674 οἴκους τίθησιν, ἥδε συμμάχου δορὸς |675 τροπὰς καταρρήγνυσι· τῶν δʼ ὀρθουμένων |676 σῴζει τὰ πολλὰ σώμαθʼ ἡ πειθαρχία. |677 οὕτως ἀμυντέʼ ἐστὶ τοῖς κοσμουμένοις, |678 κοὔτοι γυναικὸς οὐδαμῶς ἡσσητέα. |679 κρεῖσσον γάρ, εἴπερ δεῖ, πρὸς ἀνδρὸς ἐκπεσεῖν, |680 κοὐκ ἂν γυναικῶν ἥσσονες καλοίμεθʼ ἄν. |681 ἡμῖν μέν, εἰ μὴ τῷ χρόνῳ κεκλέμμεθα, |682 λέγειν φρονούντως ὧν λέγεις δοκεῖς πέρι. |683 πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας, |684 πάντων ὅσʼ ἐστὶ κτημάτων ὑπέρτατον. |685 ἐγὼ δʼ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε, |686 οὔτʼ ἂν δυναίμην μήτʼ ἐπισταίμην λέγειν. |687 γένοιτο μέντἂν χἀτέρῳ καλῶς ἔχον. |688 σοῦ δʼ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα |689 λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει. |690 τὸ γὰρ σὸν ὄμμα δεινὸν ἀνδρὶ δημότῃ |691 λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων· |692 ἐμοὶ δʼ ἀκούειν ἔσθʼ ὑπὸ σκότου τάδε, |693 τὴν παῖδα ταύτην οἷʼ, ὀδύρεται πόλις, |694 πασῶν γυναικῶν ὡς ἀναξιωτάτη |695 κάκιστʼ ἀπʼ ἔργων εὐκλεεστάτων φθίνει. |696 ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς |697 πεπτῶτʼ ἄθαπτον μήθʼ ὑπʼ ὠμηστῶν κυνῶν |698 εἴασʼ ὀλέσθαι μήθʼ ὑπʼ οἰωνῶν τινος. |699 οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν; |700 τοιάδʼ ἐρεμνὴ σῖγʼ ἐπέρχεται φάτις. |701 ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ, |702 οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον, |703 τί γὰρ πατρὸς θάλλοντος εὐκλείας τέκνοις |704 ἄγαλμα μεῖζον, ἢ τί πρὸς παίδων πατρί; |705 μή νυν ἓν ἦθος μοῦνον ἐν σαυτῷ φόρει, |706 ὡς φὴς σύ, κοὐδὲν ἄλλο, τοῦτʼ ὀρθῶς ἔχειν. |707 ὅστις γὰρ αὐτὸς ἢ φρονεῖν μόνος δοκεῖ, |708 ἢ γλῶσσαν, ἣν οὐκ ἄλλος, ἢ ψυχὴν ἔχειν, |709 οὗτοι διαπτυχθέντες ὤφθησαν κενοί. |710 ἀλλʼ ἄνδρα, κεἴ τις ᾖ σοφός, τὸ μανθάνειν |711 πόλλʼ, αἰσχρὸν οὐδὲν καὶ τὸ μὴ τείνειν ἄγαν. |712 ὁρᾷς παρὰ ῥείθροισι χειμάρροις ὅσα |713 δένδρων ὑπείκει, κλῶνας ὡς ἐκσῴζεται, |714 τὰ δʼ ἀντιτείνοντʼ αὐτόπρεμνʼ ἀπόλλυται. |715 αὕτως δὲ ναὸς ὅστις ἐγκρατῆ πόδα |716 τείνας ὑπείκει μηδέν, ὑπτίοις κάτω |717 στρέψας τὸ λοιπὸν σέλμασιν ναυτίλλεται. |718 ἀλλʼ εἶκε καὶ θυμῷ μετάστασιν δίδου. |719 γνώμη γὰρ εἴ τις κἀπʼ ἐμοῦ νεωτέρου |720 πρόσεστι, φήμʼ ἔγωγε πρεσβεύειν πολὺ |721 φῦναι τὸν ἄνδρα πάντʼ ἐπιστήμης πλέων· |722 εἰ δʼ οὖν, φιλεῖ γὰρ τοῦτο μὴ ταύτῃ ῥέπειν, |723 καὶ τῶν λεγόντων εὖ καλὸν τὸ μανθάνειν. |724 ἄναξ, σέ τʼ εἰκός, εἴ τι καίριον λέγει, |725 μαθεῖν, σέ τʼ αὖ τοῦδʼ· εὖ γὰρ εἴρηται διπλῇ. |726 οἱ τηλικοίδε καὶ διδαξόμεσθα δὴ |727 φρονεῖν ὑπʼ ἀνδρὸς τηλικοῦδε τὴν φύσιν; |728 μηδὲν τὸ μὴ δίκαιον· εἰ δʼ ἐγὼ νέος, |729 οὐ τὸν χρόνον χρὴ μᾶλλον ἢ τἄργα σκοπεῖν. |730 ἔργον γάρ ἐστι τοὺς ἀκοσμοῦντας σέβειν; |731 οὐδʼ ἂν κελεύσαιμʼ, εὐσεβεῖν εἰς τοὺς κακούς. |732 οὐχ ἥδε γὰρ τοιᾷδʼ ἐπείληπται νόσῳ; |733 οὔ φησι Θήβης τῆσδʼ ὁμόπτολις λεώς. |734 πόλις γὰρ ἡμῖν ἁμὲ χρὴ τάσσειν ἐρεῖ; |735 ὁρᾷς τόδʼ ὡς εἴρηκας ὡς ἄγαν νέος; |736 ἄλλῳ γὰρ ἢ ʼμοὶ χρή με τῆσδʼ ἄρχειν χθονός; |737 πόλις γὰρ οὐκ ἔσθʼ ἥτις ἀνδρός ἐσθʼ ἑνός. |738 οὐ τοῦ κρατοῦντος ἡ πόλις νομίζεται; |739 καλῶς γʼ ἐρήμης ἂν σὺ γῆς ἄρχοις μόνος. |740 ὅδʼ, ὡς ἔοικε, τῇ γυναικὶ συμμαχεῖ. |741 εἴπερ γυνὴ σύ. σοῦ γὰρ οὖν προκήδομαι. |742 ὦ παγκάκιστε, διὰ δίκης ἰὼν πατρί; |743 οὐ γὰρ δίκαιά σʼ ἐξαμαρτάνονθʼ ὁρῶ. |744 ἁμαρτάνω γὰρ τὰς ἐμὰς ἀρχὰς σέβων; |745 οὐ γὰρ σέβεις, τιμάς γε τὰς θεῶν πατῶν. |746 ὦ μιαρὸν ἦθος καὶ γυναικὸς ὕστερον. |747 οὔ τἂν ἕλοις ἥσσω γε τῶν αἰσχρῶν ἐμέ. |748 ὁ γοῦν λόγος σοι πᾶς ὑπὲρ κείνης ὅδε. |749 καὶ σοῦ γε κἀμοῦ, καὶ θεῶν τῶν νερτέρων. |750 ταύτην ποτʼ οὐκ ἔσθʼ ὡς ἔτι ζῶσαν γαμεῖς. |751 ἣ δʼ οὖν θανεῖται καὶ θανοῦσʼ ὀλεῖ τινα. |752 ἦ κἀπαπειλῶν ὧδʼ ἐπεξέρχει θρασύς; |753 τίς δʼ ἔστʼ ἀπειλὴ πρὸς κενὰς γνώμας λέγειν; |754 κλαίων φρενώσεις, ὢν φρενῶν αὐτὸς κενός. |755 εἰ μὴ πατὴρ ἦσθʼ, εἶπον ἄν σʼ οὐκ εὖ φρονεῖν. |756 γυναικὸς ὢν δούλευμα μὴ κώτιλλέ με. |757 βούλει λέγειν τι καὶ λέγων μηδὲν κλύειν; |758 ἄληθες; ἀλλʼ οὐ τόνδʼ Ὄλυμπον, ἴσθʼ ὅτι, |759 χαίρων ἐπὶ ψόγοισι δεννάσεις ἐμέ. |760 ἄγαγε τὸ μῖσος ὡς κατʼ ὄμματʼ αὐτίκα |761 παρόντι θνῄσκῃ πλησία τῷ νυμφίῳ. |762 οὐ δῆτʼ ἔμοιγε, τοῦτο μὴ δόξῃς ποτέ, |763 οὔθʼ ἥδʼ ὀλεῖται πλησία, σύ τʼ οὐδαμὰ |764 τοὐμὸν προσόψει κρᾶτʼ ἐν ὀφθαλμοῖς ὁρῶν, |765 ὡς τοῖς θέλουσι τῶν φίλων μαίνῃ συνών. |766 ἁνήρ, ἄναξ, βέβηκεν ἐξ ὀργῆς ταχύς· |767 νοῦς δʼ ἐστὶ τηλικοῦτος ἀλγήσας βαρύς. |768 δράτω· φρονείτω μεῖζον ἢ κατʼ ἄνδρʼ ἰών· |769 τὼ δʼ οὖν κόρα τώδʼ οὐκ ἀπαλλάξει μόρου. |770 ἄμφω γὰρ αὐτὼ καὶ κατακτεῖναι νοεῖς; |771 οὐ τήν γε μὴ θιγοῦσαν· εὖ γὰρ οὖν λέγεις. |772 μόρῳ δὲ ποίῳ καί σφε βουλεύει κτανεῖν; |773 ἄγων ἔρημος ἔνθʼ ἂν ᾖ βροτῶν στίβος |774 κρύψω πετρώδει ζῶσαν ἐν κατώρυχι, |775 φορβῆς τοσοῦτον ὡς ἄγος μόνον προθείς, |776 ὅπως μίασμα πᾶσʼ ὑπεκφύγῃ πόλις. |777 κἀκεῖ τὸν Ἅιδην, ὃν μόνον σέβει θεῶν, |778 αἰτουμένη που τεύξεται τὸ μὴ θανεῖν, |779 ἢ γνώσεται γοῦν ἀλλὰ τηνικαῦθʼ ὅτι |780 πόνος περισσός ἐστι τἀν Ἅιδου σέβειν. [choral] [strophe 1] |781 Ἔρως ἀνίκατε μάχαν, Ἔρως, ὃς ἐν κτήμασι πίπτεις, |782 ὃς ἐν μαλακαῖς παρειαῖς νεάνιδος ἐννυχεύεις, |785 φοιτᾷς δʼ ὑπερπόντιος ἔν τʼ ἀγρονόμοις αὐλαῖς· |786 καί σʼ οὔτʼ ἀθανάτων φύξιμος οὐδεὶς |790 οὔθʼ ἁμερίων σέ γʼ ἀνθρώπων. ὁ δʼ ἔχων μέμηνεν. [antistrophe 1] |791 σὺ καὶ δικαίων ἀδίκους φρένας παρασπᾷς ἐπὶ λώβᾳ, |792 σὺ καὶ τόδε νεῖκος ἀνδρῶν ξύναιμον ἔχεις ταράξας· |795 νικᾷ δʼ ἐναργὴς βλεφάρων ἵμερος εὐλέκτρου |796 νύμφας, τῶν μεγάλων πάρεδρος ἐν ἀρχαῖς |800 θεσμῶν. ἄμαχος γὰρ ἐμπαίζει θεὸς Ἀφροδίτα. [anapests] |801 νῦν δʼ ἤδη ʼγὼ καὐτὸς θεσμῶν |802 ἔξω φέρομαι τάδʼ ὁρῶν ἴσχειν δʼ |803 οὐκέτι πηγὰς δύναμαι δακρύων, |804 τὸν παγκοίτην ὅθʼ ὁρῶ θάλαμον |805 τήνδʼ Ἀντιγόνην ἀνύτουσαν. [choral] [strophe 1] |806 ὁρᾶτʼ ἔμʼ, ὦ γᾶς πατρίας πολῖται, τὰν νεάταν ὁδὸν |807 στείχουσαν, νέατον δὲ φέγγος λεύσσουσαν ἀελίου, |810 κοὔποτʼ αὖθις. ἀλλά μʼ ὁ παγκοίτας Ἅιδας ζῶσαν ἄγει |811 τὰν Ἀχέροντος |812 ἀκτάν, οὔθʼ ὑμεναίων ἔγκληρον, οὔτʼ ἐπινύμφειός |815 πώ μέ τις ὕμνος ὕμνησεν, ἀλλʼ Ἀχέροντι νυμφεύσω. [anapests] |817 οὐκοῦν κλεινὴ καὶ ἔπαινον ἔχουσʼ |818 ἐς τόδʼ ἀπέρχει κεῦθος νεκύων, |819 οὔτε φθινάσιν πληγεῖσα νόσοις |820 οὔτε ξιφέων ἐπίχειρα λαχοῦσʼ, |821 ἀλλʼ αὐτόνομος ζῶσα μόνη δὴ |822 θνητῶν Ἅιδην καταβήσει. [antistrophe 1] |823 ἤκουσα δὴ λυγροτάταν ὀλέσθαι τὰν Φρυγίαν ξέναν |825 Ταντάλου Σιπύλῳ πρὸς ἄκρῳ, τὰν κισσὸς ὡς ἀτενὴς |826 πετραία βλάστα δάμασεν, καί νιν ὄμβροι τακομέναν, |827 ὡς φάτις ἀνδρῶν, |830 χιών τʼ οὐδαμὰ λείπει, τέγγει δʼ ὑπʼ ὀφρύσι παγκλαύτοις |831 δειράδας· ᾇ με δαίμων ὁμοιοτάταν κατευνάζει. [anapests] |834 ἀλλὰ θεός τοι καὶ θεογεννής, |835 ἡμεῖς δὲ βροτοὶ καὶ θνητογενεῖς. |836 καίτοι φθιμένῃ μέγα κἀκοῦσαι |837 τοῖς ἰσοθέοις σύγκληρα λαχεῖν. |838 ζῶσαν καὶ ἔπειτα θανοῦσαν. [strophe 2] |839 οἴμοι γελῶμαι. τί με, πρὸς θεῶν πατρῴων. |840 οὐκ οἰχομέναν ὑβρίζεις, ἀλλʼ ἐπίφαντον; |841 ὦ πόλις, ὦ πόλεως πολυκτήμονες ἄνδρες· |842 ἰὼ Διρκαῖαι κρῆναι |845 Θήβας τʼ εὐαρμάτου ἄλσος, ἔμπας ξυμμάρτυρας ὔμμʼ ἐπικτῶμαι, |846 οἵα φίλων ἄκλαυτος, οἵοις νόμοις |847 πρὸς ἕργμα τυμβόχωστον ἔρχομαι τάφου ποταινίου· |850 ἰὼ δύστανος, βροτοῖς οὔτε νεκροῖς κυροῦσα |851 μέτοικος οὐ ζῶσιν, οὐ θανοῦσιν. [strophe 3] |853 προβᾶσʼ ἐπʼ ἔσχατον θράσους |854 ὑψηλὸν ἐς Δίκας βάθρον |855 προσέπεσες, ὦ τέκνον, πολύ· |856 πατρῷον δʼ ἐκτίνεις τινʼ ἆθλον. [antistrophe 2] |858 ἔψαυσας ἀλγεινοτάτας ἐμοὶ μερίμνας, |859 πατρὸς τριπόλιστον οἶκτον τοῦ τε πρόπαντος |860 ἁμετέρου πότμου κλεινοῖς Λαβδακίδαισιν. |861 ἰὼ ματρῷαι λέκτρων |865 ἆται κοιμήματά τʼ αὐτογέννητʼ ἐμῷ πατρὶ δυσμόρου ματρός, |866 οἵων ἐγώ ποθʼ ἁ ταλαίφρων ἔφυν· |867 πρὸς οὓς ἀραῖος ἄγαμος ἅδʼ ἐγὼ μέτοικος ἔρχομαι. |870 ἰὼ δυσπότμων κασίγνητε γάμων κυρήσας, |871 θανὼν ἔτʼ οὖσαν κατήναρές με. [antistrophe 3] |872 σέβειν μὲν εὐσέβειά τις, |873 κράτος δʼ ὅτῳ κράτος μέλει |874 παραβατὸν οὐδαμᾷ πέλει· |875 σὲ δʼ αὐτόγνωτος ὤλεσʼ ὀργά. [anapests] |876 ἄκλαυτος, ἄφιλος, ἀνυμέναιος ταλαίφρων ἄγομαι |877 τὰν πυμάταν ὁδόν. οὐκέτι μοι τόδε |878 λαμπάδος ἱερὸν ὄμμα |880 θέμις ὁρᾶν ταλαίνᾳ. |881 τὸν δʼ ἐμὸν πότμον ἀδάκρυτον |882 οὐδεὶς φίλων στενάζει. [episode] |883 ἆρʼ ἴστʼ, ἀοιδὰς καὶ γόους πρὸ τοῦ θανεῖν |884 ὡς οὐδʼ ἂν εἷς παύσαιτʼ ἄν, εἰ χρείη λέγειν; |885 οὐκ ἄξεθʼ ὡς τάχιστα; καὶ κατηρεφεῖ |886 τύμβῳ περιπτύξαντες, ὡς εἴρηκʼ ἐγώ, |887 ἄφετε μόνην ἔρημον, εἴτε χρῇ θανεῖν |888 εἴτʼ ἐν τοιαύτῃ ζῶσα τυμβεύειν στέγῃ· |889 ἡμεῖς γὰρ ἁγνοὶ τοὐπὶ τήνδε τὴν κόρην· |890 μετοικίας δʼ οὖν τῆς ἄνω στερήσεται. |891 ὦ τύμβος, ὦ νυμφεῖον, ὦ κατασκαφὴς |892 οἴκησις ἀείφρουρος, οἷ πορεύομαι |893 πρὸς τοὺς ἐμαυτῆς, ὧν ἀριθμὸν ἐν νεκροῖς |894 πλεῖστον δέδεκται Φερσέφασσʼ ὀλωλότων· |895 ὧν λοισθία ʼγὼ καὶ κάκιστα δὴ μακρῷ |896 κάτειμι, πρίν μοι μοῖραν ἐξήκειν βίου. |897 ἐλθοῦσα μέντοι κάρτʼ ἐν ἐλπίσιν τρέφω |898 φίλη μὲν ἥξειν πατρί, προσφιλὴς δὲ σοί, |899 μῆτερ, φίλη δὲ σοί, κασίγνητον κάρα· |900 ἐπεὶ θανόντας αὐτόχειρ ὑμᾶς ἐγὼ |901 ἔλουσα κἀκόσμησα κἀπιτυμβίους |902 χοὰς ἔδωκα. νῦν δέ, Πολύνεικες, τὸ σὸν |903 δέμας περιστέλλουσα τοιάδʼ ἄρνυμαι. |904 καίτοι σʼ ἐγὼ ʼτίμησα τοῖς φρονοῦσιν εὖ. |905 οὐ γάρ ποτʼ οὔτʼ ἄν, εἰ τέκνων μήτηρ ἔφυν, |906 οὔτʼ εἰ πόσις μοι κατθανὼν ἐτήκετο, |907 βίᾳ πολιτῶν τόνδʼ ἂν ᾐρόμην πόνον. |908 τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω; |909 πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν, |910 καὶ παῖς ἀπʼ ἄλλου φωτός, εἰ τοῦδʼ ἤμπλακον, |911 μητρὸς δʼ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν |912 οὐκ ἔστʼ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ. |913 τοιῷδε μέντοι σʼ ἐκπροτιμήσασʼ ἐγὼ |914 νόμῳ Κρέοντι ταῦτʼ ἔδοξʼ ἁμαρτάνειν |915 καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα. |916 καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν |917 ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου |918 μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς, |919 ἀλλʼ ὧδʼ ἔρημος πρὸς φίλων ἡ δύσμορος |920 ζῶσʼ εἰς θανόντων ἔρχομαι κατασκαφάς. |921 ποίαν παρεξελθοῦσα δαιμόνων δίκην; |922 τί χρή με τὴν δύστηνον ἐς θεοὺς ἔτι |923 βλέπειν; τίνʼ αὐδᾶν ξυμμάχων; ἐπεί γε δὴ |924 τὴν δυσσέβειαν εὐσεβοῦσʼ ἐκτησάμην. |925 ἀλλʼ εἰ μὲν οὖν τάδʼ ἐστὶν ἐν θεοῖς καλά, |926 παθόντες ἂν ξυγγνοῖμεν ἡμαρτηκότες· |927 εἰ δʼ οἵδʼ ἁμαρτάνουσι, μὴ πλείω κακὰ |928 πάθοιεν ἢ καὶ δρῶσιν ἐκδίκως ἐμέ. [anapests] |929 ἔτι τῶν αὐτῶν ἀνέμων αὑταὶ |930 ψυχῆς ῥιπαὶ τήνδε γʼ ἔχουσιν. |931 τοιγὰρ τούτων τοῖσιν ἄγουσιν |932 κλαύμαθʼ ὑπάρξει βραδυτῆτος ὕπερ. |933 οἴμοι, θανάτου τοῦτʼ ἐγγυτάτω |934 τοὔπος ἀφῖκται. |935 θαρσεῖν οὐδὲν παραμυθοῦμαι |936 μὴ οὐ τάδε ταύτῃ κατακυροῦσθαι. |937 ὦ γῆς Θήβης ἄστυ πατρῷον |938 καὶ θεοὶ προγενεῖς, |939 ἄγομαι δὴ κοὐκέτι μέλλω. |940 λεύσσετε, Θήβης οἱ κοιρανίδαι |941 τὴν βασιλειδᾶν μούνην λοιπήν, |942 οἷα πρὸς οἵων ἀνδρῶν πάσχω, |943 τὴν εὐσεβίαν σεβίσασα. [choral] [strophe 1] |944 ἔτλα καὶ Δανάας οὐράνιον φῶς |945 ἀλλάξαι δέμας ἐν χαλκοδέτοις αὐλαῖς· |946 κρυπτομένα δʼ ἐν τυμβήρει θαλάμῳ κατεζεύχθη· |947 καίτοι καὶ γενεᾷ τίμιος, ὦ παῖ παῖ, |950 καὶ Ζηνὸς ταμιεύεσκε γονὰς χρυσορύτους. |951 ἀλλʼ ἁ μοιριδία τις δύνασις δεινά· |952 οὔτʼ ἄν νιν ὄλβος οὔτʼ Ἄρης, οὐ πύργος, οὐχ ἁλίκτυποι |953 κελαιναὶ νᾶες ἐκφύγοιεν. [antistrophe 1] |955 ζεύχθη δʼ ὀξύχολος παῖς ὁ Δρύαντος, |956 Ἠδωνῶν βασιλεύς, κερτομίοις ὀργαῖς |957 ἐκ Διονύσου πετρώδει κατάφαρκτος ἐν δεσμῷ. |958 οὕτω τᾶς μανίας δεινὸν ἀποστάζει |960 ἀνθηρόν τε μένος. κεῖνος ἐπέγνω μανίαις |961 ψαύων τὸν θεὸν ἐν κερτομίοις γλώσσαις. |962 παύεσκε μὲν γὰρ ἐνθέους γυναῖκας εὔιόν τε πῦρ, |965 φιλαύλους τʼ ἠρέθιζε Μούσας. [strophe 2] |966 παρὰ δὲ Κυανεᾶν πελάγει διδύμας ἁλὸς |967 ἀκταὶ Βοσπόριαι ἠδʼ ὁ Θρῃκῶν ἄξενος |970 Σαλμυδησσός, ἵνʼ ἀγχίπτολις Ἄρης |971 δισσοῖσι Φινεΐδαις |972 εἶδεν ἀρατὸν ἕλκος |973 τυφλωθὲν ἐξ ἀγρίας δάμαρτος |974 ἀλαὸν ἀλαστόροισιν ὀμμάτων κύκλοις |975 ἀραχθέντων, ὑφʼ αἱματηραῖς |976 χείρεσσι καὶ κερκίδων ἀκμαῖσιν. [antistrophe 2] |977 κατὰ δὲ τακόμενοι μέλεοι μελέαν πάθαν |980 κλαῖον, ματρὸς ἔχοντες ἀνύμφευτον γονάν· |981 ἁ δὲ σπέρμα μὲν ἀρχαιογόνων |982 ἄντασʼ Ἐρεχθεϊδᾶν, |983 τηλεπόροις δʼ ἐν ἄντροις |984 τράφη θυέλλαισιν ἐν πατρῴαις |985 Βορεὰς ἅμιππος ὀρθόποδος ὑπὲρ πάγου |986 θεῶν παῖς. ἀλλὰ κἀπʼ ἐκείνᾳ |987 Μοῖραι μακραίωνες ἔσχον, ὦ παῖ. [episode] |988 Θήβης ἄνακτες, ἥκομεν κοινὴν ὁδὸν |989 δύʼ ἐξ ἑνὸς βλέποντε· τοῖς τυφλοῖσι γὰρ |990 αὕτη κέλευθος ἐκ προηγητοῦ πέλει. |991 τί δʼ ἔστιν, ὦ γεραιὲ Τειρεσία, νέον; |992 ἐγὼ διδάξω, καὶ σὺ τῷ μάντει πιθοῦ. |993 οὔκουν πάρος γε σῆς ἀπεστάτουν φρενός. |994 τοιγὰρ διʼ ὀρθῆς τήνδʼ ἐναυκλήρεις πόλιν. |995 ἔχω πεπονθὼς μαρτυρεῖν ὀνήσιμα. |996 φρόνει βεβὼς αὖ νῦν ἐπὶ ξυροῦ τύχης. |997 τί δʼ ἔστιν; ὡς ἐγὼ τὸ σὸν φρίσσω στόμα. |998 γνώσει, τέχνης σημεῖα τῆς ἐμῆς κλύων. |999 εἰς γὰρ παλαιὸν θᾶκον ὀρνιθοσκόπον |1000 ἵζων, ἵνʼ ἦν μοι παντὸς οἰωνοῦ λιμήν, |1001 ἀγνῶτʼ ἀκούω φθόγγον ὀρνίθων, κακῷ |1002 κλάζοντας οἴστρῳ καὶ βεβαρβαρωμένῳ. |1003 καὶ σπῶντας ἐν χηλαῖσιν ἀλλήλους φοναῖς |1004 ἔγνων· πτερῶν γὰρ ῥοῖβδος οὐκ ἄσημος ἦν. |1005 εὐθὺς δὲ δείσας ἐμπύρων ἐγευόμην |1006 βωμοῖσι παμφλέκτοισιν· ἐκ δὲ θυμάτων |1007 Ἥφαιστος οὐκ ἔλαμπεν, ἀλλʼ ἐπὶ σποδῷ |1008 μυδῶσα κηκὶς μηρίων ἐτήκετο |1009 κἄτυφε κἀνέπτυε, καὶ μετάρσιοι |1010 χολαὶ διεσπείροντο, καὶ καταρρυεῖς |1011 μηροὶ καλυπτῆς ἐξέκειντο πιμελῆς. |1012 τοιαῦτα παιδὸς τοῦδʼ ἐμάνθανον πάρα, |1013 φθίνοντʼ ἀσήμων ὀργίων μαντεύματα. |1014 ἐμοὶ γὰρ οὗτος ἡγεμών, ἄλλοις δʼ ἐγώ. |1015 καὶ ταῦτα τῆς σῆς ἐκ φρενὸς νοσεῖ πόλις. |1016 βωμοὶ γὰρ ἡμῖν ἐσχάραι τε παντελεῖς |1017 πλήρεις ὑπʼ οἰωνῶν τε καὶ κυνῶν βορᾶς |1018 τοῦ δυσμόρου πεπτῶτος Οἰδίπου γόνου. |1019 κᾆτʼ οὐ δέχονται θυστάδας λιτὰς ἔτι |1020 θεοὶ παρʼ ἡμῶν οὐδὲ μηρίων φλόγα, |1021 οὐδʼ ὄρνις εὐσήμους ἀπορροιβδεῖ βοάς |1022 ἀνδροφθόρου βεβρῶτες αἵματος λίπος. |1023 ταῦτʼ οὖν, τέκνον, φρόνησον. ἀνθρώποισι γὰρ |1024 τοῖς πᾶσι κοινόν ἐστι τοὐξαμαρτάνειν· |1025 ἐπεὶ δʼ ἁμάρτῃ, κεῖνος οὐκέτʼ ἔστʼ ἀνὴρ |1026 ἄβουλος οὐδʼ ἄνολβος, ὅστις ἐς κακὸν |1027 πεσὼν ἀκῆται μηδʼ ἀκίνητος πέλῃ. |1028 αὐθαδία τοι σκαιότητʼ ὀφλισκάνει. |1029 ἀλλʼ εἶκε τῷ θανόντι μηδʼ ὀλωλότα |1030 κέντει· τίς ἀλκὴ τὸν θανόντʼ ἐπικτανεῖν; |1031 εὖ σοι φρονήσας εὖ λέγω. τὸ μανθάνειν δʼ |1032 ἥδιστον εὖ λέγοντος, εἰ κέρδος λέγοι. |1033 ὦ πρέσβυ, πάντες ὥστε τοξόται σκοποῦ |1034 τοξεύετʼ ἀνδρὸς τοῦδε, κοὐδὲ μαντικῆς |1035 ἄπρακτος ὑμῖν εἰμι· τῶν δʼ ὑπαὶ γένους |1036 ἐξημπόλημαι κἀμπεφόρτισμαι πάλαι. |1037 κερδαίνετʼ, ἐμπολᾶτε τἀπὸ Σάρδεων |1038 ἤλεκτρον, εἰ βούλεσθε, καὶ τὸν Ἰνδικὸν |1039 χρυσόν· τάφῳ δʼ ἐκεῖνον οὐχὶ κρύψετε, |1040 οὐδʼ εἰ θέλουσʼ οἱ Ζηνὸς αἰετοὶ βορὰν |1041 φέρειν νιν ἁρπάζοντες ἐς Διὸς θρόνους, |1042 οὐδʼ ὣς μίασμα τοῦτο μὴ τρέσας ἐγὼ |1043 θάπτειν παρήσω κεῖνον· εὖ γὰρ οἶδʼ ὅτι |1044 θεοὺς μιαίνειν οὔτις ἀνθρώπων σθένει. |1045 πίπτουσι δʼ, ὦ γεραιὲ Τειρεσία, βροτῶν |1046 χοἰ πολλὰ δεινοὶ πτώματʼ αἴσχρʼ, ὅταν λόγους |1047 αἰσχροὺς καλῶς λέγωσι τοῦ κέρδους χάριν. |1048 φεῦ. |1048a ἆρʼ οἶδεν ἀνθρώπων τις, ἆρα φράζεται, |1049 τί χρῆμα; ποῖον τοῦτο πάγκοινον λέγεις; |1050 ὅσῳ κράτιστον κτημάτων εὐβουλία; |1051 ὅσῳπερ, οἶμαι, μὴ φρονεῖν πλείστη βλάβη. |1052 ταύτης σὺ μέντοι τῆς νόσου πλήρης ἔφυς. |1053 οὐ βούλομαι τὸν μάντιν ἀντειπεῖν κακῶς. |1054 καὶ μὴν λέγεις, ψευδῆ με θεσπίζειν λέγων. |1055 τὸ μαντικὸν γὰρ πᾶν φιλάργυρον γένος. |1056 τὸ δʼ ἐκ τυράννων αἰσχροκέρδειαν φιλεῖ. |1057 ἆρʼ οἶσθα ταγοὺς ὄντας ἃν λέγῃς λέγων; |1058 οἶδʼ· ἐξ ἐμοῦ γὰρ τήνδʼ ἔχεις σώσας πόλιν. |1059 σοφὸς σὺ μάντις, ἀλλὰ τἀδικεῖν φιλῶν. |1060 ὄρσεις με τἀκίνητα διὰ φρενῶν φράσαι. |1061 κίνει, μόνον δὲ μὴ ʼπὶ κέρδεσιν λέγων. |1062 οὕτω γὰρ ἤδη καὶ δοκῶ τὸ σὸν μέρος. |1063 ὡς μὴ ʼμπολήσων ἴσθι τὴν ἐμὴν φρένα. |1064 ἀλλʼ εὖ γέ τοι κάτισθι μὴ πολλοὺς ἔτι |1065 τρόχους ἁμιλλητῆρας ἡλίου τελεῖν, |1066 ἐν οἷσι τῶν σῶν αὐτὸς ἐκ σπλάγχνων ἕνα |1067 νέκυν νεκρῶν ἀμοιβὸν ἀντιδοὺς ἔσει, |1068 ἀνθʼ ὧν ἔχεις μὲν τῶν ἄνω βαλὼν κάτω |1069 ψυχήν τʼ ἀτίμως ἐν τάφῳ κατῴκισας, |1070 ἔχεις δὲ τῶν κάτωθεν ἐνθάδʼ αὖ θεῶν |1071 ἄμοιρον, ἀκτέριστον, ἀνόσιον νέκυν. |1072 ὧν οὔτε σοὶ μέτεστιν οὔτε τοῖς ἄνω |1073 θεοῖσιν, ἀλλʼ ἐκ σοῦ βιάζονται τάδε. |1074 τούτων σε λωβητῆρες ὑστεροφθόροι |1075 λοχῶσιν Ἅιδου καὶ θεῶν Ἐρινύες, |1076 ἐν τοῖσιν αὐτοῖς τοῖσδε ληφθῆναι κακοῖς. |1077 καὶ ταῦτʼ ἄθρησον εἰ κατηργυρωμένος |1078 λέγω· φανεῖ γὰρ οὐ μακροῦ χρόνου τριβὴ |1079 ἀνδρῶν γυναικῶν σοῖς δόμοις κωκύματα. |1080 ἐχθραὶ δὲ πᾶσαι συνταράσσονται πόλεις, |1081 ὅσων σπαράγματʼ ἢ κύνες καθήγνισαν |1082 ἢ θῆρες ἤ τις πτηνὸς οἰωνός, φέρων |1083 ἀνόσιον ὀσμὴν ἑστιοῦχον ἐς πόλιν. |1084 τοιαῦτά σου, λυπεῖς γάρ, ὥστε τοξότης |1085 ἀφῆκα θυμῷ καρδίας τοξεύματα |1086 βέβαια, τῶν σὺ θάλπος οὐχ ὑπεκδραμεῖ. |1087 ὦ παῖ, σὺ δʼ ἡμᾶς ἄπαγε πρὸς δόμους, ἵνα |1088 τὸν θυμὸν οὗτος ἐς νεωτέρους ἀφῇ, |1089 καὶ γνῷ τρέφειν τὴν γλῶσσαν ἡσυχαιτέραν |1090 τὸν νοῦν τʼ ἀμείνω τῶν φρενῶν ἢ νῦν φέρει. |1091 ἁνήρ, ἄναξ, βέβηκε δεινὰ θεσπίσας· |1092 ἐπιστάμεσθα δʼ, ἐξ ὅτου λευκὴν ἐγὼ |1093 τήνδʼ ἐκ μελαίνης ἀμφιβάλλομαι τρίχα, |1094 μή πώ ποτʼ αὐτὸν ψεῦδος ἐς πόλιν λακεῖν. |1095 ἔγνωκα καὐτὸς καὶ ταράσσομαι φρένας. |1096 τό τʼ εἰκαθεῖν γὰρ δεινόν, ἀντιστάντα δὲ |1097 ἄτῃ πατάξαι θυμὸν ἐν δεινῷ πάρα. |1098 εὐβουλίας δεῖ, παῖ Μενοικέως, λαβεῖν. |1099 τί δῆτα χρὴ δρᾶν; φράζε. πείσομαι δʼ ἐγώ. |1100 ἐλθὼν κόρην μὲν ἐκ κατώρυχος στέγης |1101 ἄνες, κτίσον δὲ τῷ προκειμένῳ, τάφον. |1102 καὶ ταῦτʼ ἐπαινεῖς καὶ δοκεῖς παρεικαθεῖν; |1103 ὅσον γʼ, ἄναξ, τάχιστα· συντέμνουσι γὰρ |1104 θεῶν ποδώκεις τοὺς κακόφρονας βλάβαι. |1105 οἴμοι· μόλις μέν, καρδίας δʼ ἐξίσταμαι |1106 τὸ δρᾶν· ἀνάγκῃ δʼ οὐχὶ δυσμαχητέον. |1107 δρᾶ νυν τάδʼ ἐλθὼν μηδʼ ἐπʼ ἄλλοισιν τρέπε. |1108 ὧδʼ ὡς ἔχω στείχοιμʼ ἄν· ἴτʼ ἴτʼ ὀπάονες, |1109 οἵ τʼ ὄντες οἵ τʼ ἀπόντες, ἀξίνας χεροῖν |1110 ὁρμᾶσθʼ ἑλόντες εἰς ἐπόψιον τόπον. |1111 ἐγὼ δʼ, ἐπειδὴ δόξα τῇδʼ ἐπεστράφη, |1112 αὐτός τʼ ἔδησα καὶ παρὼν ἐκλύσομαι. |1113 δέδοικα γὰρ μὴ τοὺς καθεστῶτας νόμους |1114 ἄριστον ᾖ σῴζοντα τὸν βίον τελεῖν. [choral] [strophe 1] |1115 πολυώνυμε, Καδμείας νύμφας ἄγαλμα |1116 καὶ Διὸς βαρυβρεμέτα |1117 γένος, κλυτὰν ὃς ἀμφέπεις |1118 Ἰταλίαν, μέδεις δὲ |1119 παγκοίνοις, Ἐλευσινίας |1120 Δῃοῦς ἐν κόλποις, Βακχεῦ Βακχᾶν |1121 ὁ ματρόπολιν Θήβαν |1122 ναιετῶν παρʼ ὑγρῶν |1125 Ἰσμηνοῦ ῥείθρων ἀγρίου τʼ ἐπὶ σπορᾷ δράκοντος. [antistrophe 1] |1126 σὲ δʼ ὑπὲρ διλόφου πέτρας στέροψ ὄπωπε |1127 λιγνύς, ἔνθα Κωρύκιαι |1128 στείχουσι νύμφαι Βακχίδες, |1130 Κασταλίας τε νᾶμα. |1131 καί σε Νυσαίων ὀρέων |1132 κισσήρεις ὄχθαι χλωρά τʼ ἀκτὰ |1133 πολυστάφυλος πέμπει, |1134 ἀμβρότων ἐπέων |1135 εὐαζόντων Θηβαΐας ἐπισκοποῦντʼ ἀγυιάς· [strophe 2] |1137 τὰν ἐκ πᾶσαι τιμᾷς ὑπερτάταν πόλεων |1138 ματρὶ σὺν κεραυνίᾳ· |1140 καὶ νῦν, ὡς βιαίας ἔχεται |1141 πάνδαμος πόλις ἐπὶ νόσου, |1142 μολεῖν καθαρσίῳ ποδὶ Παρνασίαν ὑπὲρ κλιτὺν |1145 ἢ στονόεντα πορθμόν. [antistrophe 2] |1146 ἰὼ πῦρ πνειόντων χοράγʼ ἄστρων, νυχίων |1147 φθεγμάτων ἐπίσκοπε, |1148 παῖ Διὸς γένεθλον, προφάνηθʼ, |1150 ὦναξ, σαῖς ἅμα περιπόλοις |1151 Θυίαισιν, αἵ σε μαινόμεναι πάννυχοι χορεύουσι |1152 τὸν ταμίαν Ἴακχον. [episode] |1155 Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος, |1156 οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον |1157 οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ. |1158 τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει |1159 τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί· |1160 καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς. |1161 Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ, |1162 σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα |1163 λαβών τε χώρας παντελῆ μοναρχίαν |1164 ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ· |1165 καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς |1166 ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ |1167 ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν. |1168 πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα |1169 καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ |1170 τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς |1171 οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν. |1172 τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων; |1173 τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν. |1174 καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε. |1175 Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται. |1176 πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός; |1177 αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου. |1178 ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας. |1179 ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα. |1180 καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ |1181 δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων |1182 ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα. |1183 ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην |1184 πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς |1185 ὅπως ἱκοίμην εὐγμάτων προσήγορος. |1186 καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης |1187 χαλῶσα, καί με φθόγγος οἰκείου κακοῦ |1188 βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι |1189 δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι. |1190 ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε· |1191 κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι. |1192 ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ |1193 κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος. |1194 τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον |1195 ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί. |1196 ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει |1197 πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς |1198 κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι· |1199 καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν |1200 Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν |1201 λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν |1202 θαλλοῖς ὃ δὴ 'λέλειπτο συγκατῄθομεν, |1203 καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς |1204 χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης |1205 νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν. |1206 φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων |1207 κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα, |1208 καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών. |1209 τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς |1210 ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος |1211 ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ, |1212 ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην |1213 κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν; |1214 παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι, |1215 ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ |1216 ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ |1217 δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος |1218 φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι. |1219 τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων |1220 ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι |1221 τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν, |1222 βρόχῳ μιτώδει σινδόνος καθημμένην, |1223 τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον, |1224 εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν |1225 καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος. |1226 ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω |1227 χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ· |1228 ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα |1229 νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης; |1230 ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι. |1231 τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς, |1232 πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους |1233 ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου |1234 πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος |1235 αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς |1236 ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν |1237 ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται. |1238 καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν |1239 λευκῇ παρειᾷ φοινίου σταλάγματος. |1240 κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ |1241 τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις, |1242 δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν |1243 ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν. |1244 τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν |1245 φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον. |1246 καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι |1247 ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους |1248 οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω |1249 δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν. |1250 γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν. |1251 οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ |1252 δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή. |1253 ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον |1254 κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ, |1255 δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις. |1256 καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος. [anapests] |1257 καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει |1258 μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων, |1259 εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν |1260 ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών. [choral] [strophe 1] |1261 ἰὼ |1261a φρενῶν δυσφρόνων ἁμαρτήματα |1262 στερεὰ θανατόεντʼ, |1263 ὦ κτανόντας τε καὶ |1264 θανόντας βλέποντες ἐμφυλίους. |1265 ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων. |1266 ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ |1267 αἰαῖ αἰαῖ, |1268 ἔθανες, ἀπελύθης |1269 ἐμαῖς οὐδὲ σαῖσι δυσβουλίαις. [strophe 2] |1270 οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν. |1271 οἴμοι, |1272 ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ |1273 θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων |1274 ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς, |1275 οἴμοι, λακπάτητον ἀντρέπων χαράν. |1276 φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι. |1278 ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος, |1279 τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις |1280 ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά. |1281 τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι; |1282 γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ, |1283 δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν. [antistrophe 1] |1284 ἰώ. |1284a ἰὼ δυσκάθαρτος Ἅιδου λιμήν, |1285 τί μʼ ἄρα τί μʼ ὀλέκεις; |1286 ὦ κακάγγελτά μοι |1287 προπέμψας ἄχη, τίνα θροεῖς λόγον; |1288 αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω. |1289 τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον, |1290 αἰαῖ αἰαῖ, |1291 σφάγιον ἐπʼ ὀλέθρῳ |1292 γυναικεῖον ἀμφικεῖσθαι μόρον; |1293 ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι. [antistrophe 2] |1294 οἴμοι, |1295 κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας. |1296 τίς ἄρα, τίς με πότμος ἔτι περιμένει; |1297 ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον, |1298 τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν. |1300 φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον. |1301 ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει |1302 λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν |1303 τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος, |1304 αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς |1305 πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ. [strophe 3] |1306 αἰαῖ αἰαῖ, |1307 ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν |1308 ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει; |1310 δείλαιος ἐγώ, αἰαῖ, |1311 δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ. |1312 ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων |1313 πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων. |1314 ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ; |1315 παίσασ' ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως |1316 παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος. [strophe 4] |1317 ὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν |1318 ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας. |1319 ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος, |1320 ἐγώ, φάμʼ ἔτυμον. ἰὼ πρόσπολοι, |1321 ἄγετέ μʼ ὅ τι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών, |1325 τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα. |1326 κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς. |1327 βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά. [antistrophe 3] |1328 ἴτω ἴτω, |1329 φανήτω μόρων ὁ κάλλιστʼ ἔχων |1330 ἐμοὶ τερμίαν ἄγων ἁμέραν |1331 ὕπατος· ἴτω ἴτω, |1332 ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω. |1334 μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ |1335 πράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν. |1336 ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην. |1337 μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης |1338 οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή. [antistrophe 4] |1339 ἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών, |1340 ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον |1341 σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω |1342 ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ |1345 λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι |1346 πότμος δυσκόμιστος εἰσήλατο. [episode] [anapests] |1347 πολλῷ τὸ φρονεῖν εὐδαιμονίας |1348 πρῶτον ὑπάρχει. χρὴ δὲ τά γʼ εἰς θεοὺς |1350 μηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοι |1351 μεγάλας πληγὰς τῶν ὑπεραύχων |1352 ἀποτίσαντες |1353 γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.