[edition urn:cts:greekLit:tlg0011.tlg001.perseus-grc2] [episode] |1 λόγος μέν ἐστʼ ἀρχαῖος ἀνθρώπων φανείς, |2 ὡς οὐκ ἂν αἰῶνʼ ἐκμάθοις βροτῶν, πρὶν ἂν |3 θάνῃ τις, οὔτʼ εἰ χρηστὸς οὔτʼ εἴ τῳ κακός· |4 ἐγὼ δὲ τὸν ἐμόν, καὶ πρὶν εἰς Ἅιδου μολεῖν, |5 ἔξοιδʼ ἔχουσα δυστυχῆ τε καὶ βαρύν, |6 ἥτις πατρὸς μὲν ἐν δόμοισιν Οἰνέως |7 ναίουσʼ ἔτʼ ἐν Πλευρῶνι νυμφείων ὄκνον |8 ἄλγιστον ἔσχον, εἴ τις Αἰτωλὶς γυνή. |9 μνηστὴρ γὰρ ἦν μοι ποταμός, Ἀχελῷον λέγω, |10 ὅς μʼ ἐν τρισὶν μορφαῖσιν ἐξῄτει πατρός, |11 φοιτῶν ἐναργὴς ταῦρος, ἄλλοτʼ αἰόλος |12 δράκων ἑλικτός, ἄλλοτʼ ἀνδρείῳ κύτει |13 βούπρῳρος· ἐκ δὲ δασκίου γενειάδος |14 κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ. |15 τοιόνδʼ ἐγὼ μνηστῆρα προσδεδεγμένη |16 δύστηνος αἰεὶ κατθανεῖν ἐπηυχόμην, |17 πρὶν τῆσδε κοίτης ἐμπελασθῆναί ποτε. |18 χρόνῳ δʼ ἐν ὑστέρῳ μέν, ἀσμένῃ δέ μοι, |19 ὁ κλεινὸς ἦλθε Ζηνὸς Ἀλκμήνης τε παῖς· |20 ὃς εἰς ἀγῶνα τῷδε συμπεσὼν μάχης |21 ἐκλύεταί με· καὶ τρόπον μὲν ἂν πόνων |22 οὐκ ἂν διείποιμʼ· οὐ γὰρ οἶδʼ· ἀλλʼ ὅστις ἦν |23 θακῶν ἀταρβὴς τῆς θέας, ὅδʼ ἂν λέγοι· |24 ἐγὼ γὰρ ἥμην ἐκπεπληγμένη φόβῳ |25 μή μοι τὸ κάλλος ἄλγος ἐξεύροι ποτέ. |26 τέλος δʼ ἔθηκε Ζεὺς ἀγώνιος καλῶς, |27 εἰ δὴ καλῶς. λέχος γὰρ Ἡρακλεῖ κριτὸν |28 ξυστᾶσʼ ἀεί τινʼ ἐκ φόβου φόβον τρέφω, |29 κείνου προκηραίνουσα· νὺξ γὰρ εἰσάγει |30 καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον. |31 κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε, |32 γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών, |33 σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ. |34 τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων |35 αἰεὶ τὸν ἄνδρʼ ἔπεμπε λατρεύοντά τῳ. |36 νῦν δʼ ἡνίκʼ ἄθλων τῶνδʼ ὑπερτελὴς ἔφυ, |37 ἐνταῦθα δὴ μάλιστα ταρβήσασʼ ἔχω. |38 ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ἰφίτου βίαν, |39 ἡμεῖς μὲν ἐν Τραχῖνι τῇδʼ ἀνάστατοι |40 ξένῳ παρʼ ἀνδρὶ ναίομεν, κεῖνος δʼ ὅπου |41 βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς |42 ὠδῖνας αὐτοῦ προσβαλὼν ἀποίχεται. |43 σχεδὸν δʼ ἐπίσταμαί τι πῆμʼ ἔχοντά νιν· |44 χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλʼ ἤδη δέκα |45 μῆνας πρὸς ἄλλοις πέντʼ ἀκήρυκτος μένει. |46 κἀστίν τι δεινὸν πῆμα· τοιαύτην ἐμοὶ |47 δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ |48 θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν. |49 δέσποινα Δῃάνειρα, πολλὰ μέν σʼ ἐγὼ |50 κατεῖδον ἤδη πανδάκρυτʼ ὀδύρματα |51 τὴν Ἡράκλειον ἔξοδον γοωμένην· |52 νῦν δʼ, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν |53 γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν· |54 πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ |55 ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά, |56 μάλιστα δʼ ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς |57 νέμοι τινʼ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν; |58 ἐγγὺς δʼ ὅδʼ αὐτὸς ἀρτίπους θρῴσκει δόμους, |59 ὥστʼ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ, |60 πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τʼ ἐμοῖς λόγοις. |61 ὦ τέκνον, ὦ παῖ, κἀξ ἀγεννήτων ἄρα |62 μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ |63 δούλη μέν, εἴρηκεν δʼ ἐλεύθερον λόγον. |64 ποῖον; δίδαξον, μῆτερ, εἰ διδακτά μοι. |65 σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου |66 τὸ μὴ πυθέσθαι ποῦ ʼστιν, αἰσχύνην φέρειν. |67 ἀλλʼ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών. |68 καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός; |69 τὸν μὲν παρελθόντʼ ἄροτον ἐν μήκει χρόνου |70 Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν. |71 πᾶν τοίνυν, εἰ καὶ τοῦτʼ ἔτλη, κλύοι τις ἄν. |72 ἀλλʼ ἐξαφεῖται τοῦδέ γʼ, ὡς ἐγὼ κλύω. |73 ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται; |74 Εὐβοΐδα χώραν φασίν, Εὐρύτου πόλιν, |75 ἐπιστρατεύειν αὐτὸν ἢ μέλλειν ἔτι. |76 ἆρʼ οἶσθα δῆτʼ, ὦ τέκνον, ὡς ἔλειπέ μοι |77 μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι; |78 τὰ ποῖα, μῆτερ; τὸν λόγον γὰρ ἀγνοῶ. |79 ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν |80 ἢ τοῦτον ἄρας ἆθλον εἰς τό γʼ ὕστερον |81 τὸν λοιπὸν ἤδη βίοτον εὐαίωνʼ ἔχειν. |82 ἐν οὖν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον, |83 οὐκ εἶ ξυνέρξων, ἡνίκʼ ἢ σεσώσμεθα |84 ἢ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος |85 κείνου βίον σώσαντος, ἢ οἰχόμεσθʼ ἅμα; |86 ἀλλʼ εἶμι, μῆτερ· εἰ δὲ θεσφάτων ἐγὼ |87 βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ· |88 νῦν δʼ ὁ ξυνήθης πότμος οὐκ εἴα πατρὸς |89 ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν. |90 νῦν δʼ ὡς ξυνίημʼ, οὐδὲν ἐλλείψω τὸ μὴ οὐ |91 πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι. |92 χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ |93 πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ. [choral] [strophe 1] |94 ὃν αἰόλα νὺξ ἐναριζομένα |95 τίκτει κατευνάζει τε, φλογιζόμενον |96 Ἅλιον Ἅλιον αἰτῶ |97 τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς |98 ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων, |100 ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς, |101 εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα. [antistrophe 1] |103 ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι |104 τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί, |105 οἷά τινʼ ἄθλιον ὄρνιν, |106 οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼ |107 εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ |110 ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν |111 δύστανον ἐλπίζουσαν αἶσαν. [strophe 2] |112 πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τις |113 κύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι, |114 οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει, |115 βιότου πολύπονον ὥσπερ πέλαγος |120 Κρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα |121 σφε δόμων ἐρύκει. [antistrophe 2] |122 ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω. |125 φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν |126 χρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς Κρονίδας· |127 ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον |130 ἄρκτου στροφάδες κέλευθοι. |131 μένει γὰρ οὔτʼ αἰόλα [epode] |132 νὺξ βροτοῖσιν οὔτε κῆρες |133 οὔτε πλοῦτος, ἀλλʼ ἄφαρ |134 βέβακε, τῷ δʼ ἐπέρχεται |135 χαίρειν τε καὶ στέρεσθαι. |136 ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω |137 τάδʼ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε |140 τέκνοισι Ζῆνʼ ἄβουλον εἶδεν; [episode] |141 πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει |142 πάθημα τοὐμόν· ὡς δʼ ἐγὼ θυμοφθορῶ, |143 μήτʼ ἐκμάθοις παθοῦσα νῦν τʼ ἄπειρος εἶ. |144 τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται |145 χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ |146 οὐδʼ ὄμβρος οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ, |147 ἀλλʼ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον |148 ἐς τοῦθʼ ἕως τις ἀντὶ παρθένου γυνὴ |149 κληθῇ λάβῃ τʼ ἐν νυκτὶ φροντίδων μέρος, |150 ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη. |151 τότʼ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν |152 πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι. |153 πάθη μὲν οὖν δὴ πόλλʼ ἔγωγʼ ἐκλαυσάμην· |154 ἓν δʼ, οἷον οὔπω πρόσθεν, αὐτίκʼ ἐξερῶ. |155 ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ |156 ὡρμᾶτʼ ἀπʼ οἴκων Ἡρακλῆς, τότʼ ἐν δόμοις |157 λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην |158 ξυνθήμαθʼ, ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ, |159 πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι, |160 ἀλλʼ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος. |161 νῦν δʼ ὡς ἔτʼ οὐκ ὢν εἶπε μὲν λέχους ὅ τι |162 χρείη μʼ ἑλέσθαι κτῆσιν εἶπε δʼ ἣν τέκνοις |163 μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι, |164 χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα |165 χώρας ἀπείη κἀνιαύσιον βεβώς, |166 τότʼ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ |167 ἢ τοῦθʼ ὑπεκδραμόντα τοῦ χρόνου τέλος |168 τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ. |169 τοιαῦτʼ ἔφραζε πρὸς θεῶν εἱμαρμένα |170 τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων, |171 ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε |172 Δωδῶνι δισσῶν ἐκ Πελειάδων ἔφη. |173 καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου |174 τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών· |175 ὥσθʼ ἡδέως εὕδουσαν ἐκπηδᾶν ἐμὲ |176 φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν |177 πάντων ἀρίστου φωτὸς ἐστερημένην. |178 εὐφημίαν νῦν ἴσχʼ· ἐπεὶ καταστεφῆ |179 στείχονθʼ ὁρῶ τινʼ ἄνδρα πρὸς χαρὰν λόγων. |180 δέσποινα Δῃάνειρα, πρῶτος ἀγγέλων |181 ὄκνου σε λύσω· τὸν γὰρ Ἀλκμήνης τόκον |182 καὶ ζῶντʼ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης |183 ἄγοντʼ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις. |184 τίνʼ εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον; |185 τάχʼ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν |186 ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ. |187 καὶ τοῦ τόδʼ ἀστῶν ἢ ξένων μαθὼν λέγεις; |188 ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ |189 Λίχας ὁ κῆρυξ ταῦτα· τοῦδʼ ἐγὼ κλύων |190 ἀπῇξʼ, ὅπως τοι πρῶτος ἀγγείλας τάδε |191 πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν. |192 αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ; |193 οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι. |194 κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς |195 κρίνει παραστάς, οὐδʼ ἔχει βῆναι πρόσω· |196 τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων |197 οὐκ ἂν μεθεῖτο, πρὶν καθʼ ἡδονὴν κλύειν. |198 οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ |199 ξύνεστιν· ὄψει δʼ αὐτὸν αὐτίκʼ ἐμφανῆ. |200 ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶνʼ ἔχεις, |201 ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν. |202 φωνήσατʼ, ὦ γυναῖκες, αἵ τʼ εἴσω στέγης |203 αἵ τʼ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμʼ ἐμοὶ |204 φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα. [choral] |205 ἀνολολυξάτω δόμοις ἐφεστίοις |206 ἀλαλαγαῖς ἁ μελλόνυμφος, ἐν δὲ |207 κοινὸς ἀρσένων ἴτω |208 κλαγγὰ τὸν εὐφαρέτραν |209 Ἀπόλλω προστάταν· ὁμοῦ δὲ |210 παιᾶνα παιᾶνʼ ἀνάγετʼ, ὦ παρθένοι, |211 βοᾶτε τὰν ὁμόσπορον |212 Ἄρτεμιν Ὀρτυγίαν |213 ἐλαφαβόλον ἀμφίπυρον, |214 γείτονάς τε Νύμφας. |215 ἀείρομαι οὐδʼ ἀπώσομαι |216 τὸν αὐλόν, ὦ τύραννε τᾶς ἐμᾶς φρενός. |217 ἰδού μʼ ἀναταράσσει, |218 εὐοῖ μʼ, |219 ὁ κισσὸς ἄρτι βακχίαν |220 ὑποστρέφων ἅμιλλαν. ἰὼ ἰὼ Παιάν. |221 ἴδʼ, ὦ φίλα γύναι, |222 τάδʼ ἀντίπρῳρα δή σοι |223 βλέπειν πάρεστʼ ἐναργῆ. |225 ὁρῶ, φίλαι γυναῖκες, οὐδέ μʼ ὄμματος |226 φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον· |227 χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ |228 πολλῷ φανέντα, χαρτὸν εἴ τι καὶ φέρεις. |229 ἀλλʼ εὖ μὲν ἵγμεθʼ, εὖ δὲ προσφωνούμεθα, |230 γύναι, κατʼ ἔργου κτῆσιν· ἄνδρα γὰρ καλῶς |231 πράσσοντʼ ἀνάγκη χρηστὰ κερδαίνειν ἔπη. |232 ὦ φίλτατʼ ἀνδρῶν, πρῶθʼ ἃ πρῶτα βούλομαι |233 δίδαξον, εἰ ζῶνθʼ Ἡρακλῆ προσδέξομαι. |234 ἔγωγέ τοι σφʼ ἔλειπον ἰσχύοντά τε |235 καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν. |236 ποῦ γῆς; πατρῴας εἴτε βαρβάρου; λέγε. |237 ἀκτή τις ἔστʼ Εὐβοιίς, ἔνθʼ ὁρίζεται |238 βωμοὺς τέλη τʼ ἔγκαρπα Κηναίῳ Διί. |239 εὐκταῖα φαίνων ἢ ἀπὸ μαντείας τινός; |240 εὐχαῖς ὅθʼ ᾕρει τῶνδʼ ἀνάστατον δορὶ |241 χώραν γυναικῶν ὧν ὁρᾷς ἐν ὄμμασιν. |242 αὗται δέ, πρὸς θεῶν, τοῦ ποτʼ εἰσὶ καὶ τίνες; |243 οἰκτραὶ γάρ, εἰ μὴ ξυμφοραὶ κλέπτουσί με. |244 ταύτας ἐκεῖνος Εὐρύτου πέρσας πόλιν |245 ἐξείλεθʼ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν. |246 ἦ κἀπὶ ταύτῃ τῇ πόλει τὸν ἄσκοπον |247 χρόνον βεβὼς ἦν ἡμερῶν ἀνήριθμον; |248 οὔκ, ἀλλὰ τὸν μὲν πλεῖστον ἐν Λυδοῖς χρόνον |249 κατείχεθʼ, ὥς φησʼ αὐτός, οὐκ ἐλεύθερος, |250 ἀλλʼ ἐμποληθείς· τοῦ λόγου δʼ οὐ χρὴ φθόνον, |251 γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ. |252 κεῖνος δὲ πραθεὶς Ὀμφάλῃ τῇ βαρβάρῳ |253 ἐνιαυτὸν ἐξέπλησεν, ὡς αὐτὸς λέγει. |254 χοὔτως ἐδήχθη τοῦτο τοὔνειδος λαβὼν |255 ὥσθʼ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν, |256 ἦ μὴν τὸν ἀγχιστῆρα τοῦδε τοῦ πάθους |257 ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν ἔτι. |258 κοὐχ ἡλίωσε τοὔπος, ἀλλʼ ὅθʼ ἁγνὸς ἦν, |259 στρατὸν λαβὼν ἐπακτὸν ἔρχεται πόλιν |260 τὴν Εὐρυτείαν. τόνδε γὰρ μεταίτιον |261 μόνον βροτῶν ἔφασκε τοῦδʼ εἶναι πάθους· |262 ὃς αὐτὸν ἐλθόντʼ ἐς δόμους ἐφέστιον, |263 ξένον παλαιὸν ὄντα, πολλὰ μὲν λόγοις |264 ἐπερρόθησε, πολλὰ δʼ ἀτηρᾷ φρενί, |265 λέγων χεροῖν μὲν ὡς ἄφυκτʼ ἔχων βέλη |266 τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν, |267 φωνεῖ δὲ δοῦλος ἀνδρὸς ὡς ἐλευθέρου |268 ῥαίοιτο· δείπνοις δʼ ἡνίκʼ ἦν ᾠνωμένος, |269 ἔρριψεν ἐκτὸς αὐτόν. ὧν ἔχων χόλον, |270 ὡς ἵκετʼ αὖθις Ἴφιτος Τιρυνθίαν |271 πρὸς κλιτύν, ἵππους νομάδας ἐξιχνοσκοπῶν, |272 τότʼ ἄλλοσʼ αὐτὸν ὄμμα, θατέρᾳ δὲ νοῦν |273 ἔχοντʼ, ἀπʼ ἄκρας ἧκε πυργώδους πλακός. |274 ἔργου δʼ ἕκατι τοῦδε μηνίσας ἄναξ |275 ὁ τῶν ἁπάντων Ζεὺς πατὴρ Ὀλύμπιος |276 πρατόν νιν ἐξέπεμψεν οὐδʼ ἠνέσχετο, |277 ὁθούνεκʼ αὐτὸν μοῦνον ἀνθρώπων δόλῳ |278 ἔκτεινεν· εἰ γὰρ ἐμφανῶς ἠμύνατο, |279 Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ· |280 ὕβριν γὰρ οὐ στέργουσιν οὐδὲ δαίμονες. |281 κεῖνοι δʼ ὑπερχλίοντες ἐκ γλώσσης κακῆς |282 αὐτοὶ μὲν Ἅιδου πάντες εἴσʼ οἰκήτορες, |283 πόλις δὲ δούλη· τάσδε δʼ ἅσπερ εἰσορᾷς |284 ἐξ ὀλβίων ἄζηλον εὑροῦσαι βίον |285 χωροῦσι πρὸς σέ· ταῦτα γὰρ πόσις τε σὸς |286 ἐφεῖτʼ, ἐγὼ δὲ πιστὸς ὢν κείνῳ τελῶ. |287 αὐτὸν δʼ ἐκεῖνον, εὖτʼ ἂν ἁγνὰ θύματα |288 ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως, |289 φρόνει νιν ὡς ἥξοντα· τοῦτο γὰρ λόγου |290 πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν. |291 ἄνασσα, νῦν σοι τέρψις ἐμφανὴς κυρεῖ, |292 τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ. |293 πῶς δʼ οὐκ ἐγὼ χαίροιμʼ ἄν, ἀνδρὸς εὐτυχῆ |294 κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί; |295 πολλή ʼστʼ ἀνάγκη τῇδε τοῦτο συντρέχειν. |296 ὅμως δʼ ἔνεστι τοῖσιν εὖ σκοπουμένοις |297 ταρβεῖν τὸν εὖ πράσσοντα, μὴ σφαλῇ ποτε. |298 ἐμοὶ γὰρ οἶκτος δεινὸς εἰσέβη, φίλαι, |299 ταύτας ὁρώσῃ δυσπότμους ἐπὶ ξένης |300 χώρας ἀοίκους ἀπάτοράς τʼ ἀλωμένας, |301 αἳ πρὶν μὲν ἦσαν ἐξ ἐλευθέρων ἴσως |302 ἀνδρῶν, τανῦν δὲ δοῦλον ἴσχουσιν βίον. |303 ὦ Ζεῦ τροπαῖε, μή ποτʼ εἰσίδοιμί σε |304 πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι, |305 μηδʼ, εἴ τι δράσεις, τῆσδέ γε ζώσης ἔτι. |306 οὕτως ἐγὼ δέδοικα τάσδʼ ὁρωμένη. |307 ὦ δυστάλαινα, τίς ποτʼ εἶ νεανίδων; |308 ἄνανδρος ἢ τεκνοῦσσα; πρὸς μὲν γὰρ φύσιν |309 πάντων ἄπειρος τῶνδε, γενναία δέ τις. |310 Λίχα, τίνος ποτʼ ἐστὶν ἡ ξένη βροτῶν; |311 τίς ἡ τεκοῦσα, τίς δʼ ὁ φιτύσας πατήρ; |312 ἔξειπʼ· ἐπεί νιν τῶνδε πλεῖστον ᾤκτισα |313 βλέπουσʼ, ὅσῳπερ καὶ φρονεῖν οἶδεν μόνη. |314 τί δʼ οἶδʼ ἐγώ, τί δʼ ἄν με καὶ κρίνοις; ἴσως |315 γέννημα τῶν ἐκεῖθεν οὐκ ἐν ὑστάτοις. |316 μὴ τῶν τυράννων; Εὐρύτου σπορά τις ἦν; |317 οὐκ οἶδα· καὶ γὰρ οὐδʼ ἀνιστόρουν μακράν. |318 οὐδʼ ὄνομα πρός του τῶν ξυνεμπόρων ἔχεις; |319 ἥκιστα· σιγῇ τοὐμὸν ἔργον ἤνυτον. |320 εἴπʼ, ὦ τάλαινʼ, ἀλλʼ ἡμὶν ἐκ σαυτῆς, ἐπεὶ |321 καὶ ξυμφορά τοι μὴ εἰδέναι σέ γʼ ἥτις εἶ. |322 οὔ τἄρα τῷ γε πρόσθεν οὐδὲν ἐξ ἴσου |323 χρόνῳ διήσει γλῶσσαν, ἥτις οὐδαμὰ |324 προύφηνεν οὔτε μείζονʼ οὔτʼ ἐλάσσονα, |325 ἀλλʼ αἰὲν ὠδίνουσα συμφορᾶς βάρος |326 δακρυρροεῖ δύστηνος, ἐξ ὅτου πάτραν |327 διήνεμον λέλοιπεν· ἡ δέ τοι τύχη |328 κακὴ μὲν αὐτῇ γʼ, ἀλλὰ συγγνώμην ἔχει. |329 ἡ δʼ οὖν ἐάσθω, καὶ πορευέσθω στέγας |330 οὕτως ὅπως ἥδιστα, μηδὲ πρὸς κακοῖς |331 τοῖς οὖσιν ἄλλην πρός γʼ ἐμοῦ λύπην λάβῃ· |332 ἅλις γὰρ ἡ παροῦσα. πρὸς δὲ δώματα |333 χωρῶμεν ἤδη πάντες, ὡς σύ θʼ οἷ θέλεις |334 σπεύδῃς, ἐγώ τε τἄνδον ἐξαρκῆ τιθῶ. |335 αὐτοῦ γε πρῶτον βαιὸν ἀμμείνασʼ, ὅπως |336 μάθῃς ἄνευ τῶνδʼ, οὕστινάς τʼ ἄγεις ἔσω, |337 ὧν τʼ οὐδὲν εἰσήκουσας ἐκμάθῃς ἃ δεῖ· |338 τούτων ἔχω γὰρ πάντʼ ἐπιστήμην ἐγώ. |339 τί δʼ ἐστί; τοῦ με τήνδʼ ἐφίστασαι βάσιν; |340 σταθεῖσʼ ἄκουσον· καὶ γὰρ οὐδὲ τὸν πάρος |341 μῦθον μάτην ἤκουσας, οὐδὲ νῦν δοκῶ. |342 πότερον ἐκείνους δῆτα δεῦρʼ αὖθις πάλιν |343 καλῶμεν, ἢ ʼμοὶ ταῖσδέ τʼ ἐξειπεῖν θέλεις; |344 σοὶ ταῖσδέ τʼ οὐδὲν εἴργεται, τούτους δʼ ἔα. |345 καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω. |346 ἁνὴρ ὅδʼ οὐδὲν ὧν ἔλεξεν ἀρτίως |347 φωνεῖ δίκης ἐς ὀρθόν, ἀλλʼ ἢ νῦν κακὸς |348 ἢ πρόσθεν οὐ δίκαιος ἄγγελος παρῆν. |349 τί φής; σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς. |350 ἃ μὲν γὰρ ἐξείρηκας ἀγνοία μʼ ἔχει. |351 τούτου λέγοντος τἀνδρὸς εἰσήκουσʼ ἐγώ, |352 πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης |353 ταύτης ἕκατι κεῖνος Εὔρυτόν θʼ ἕλοι |354 τήν θʼ ὑψίπυργον Οἰχαλίαν, Ἔρως δέ νιν |355 μόνος θεῶν θέλξειεν αἰχμάσαι τάδε, |356 οὐ τἀπὶ Λυδοῖς οὐδʼ ὑπʼ Ὀμφάλῃ πόνων |357 λατρεύματʼ οὐδʼ ὁ ῥιπτὸς Ἰφίτου μόρος· |358 ὃν νῦν παρώσας οὗτος ἔμπαλιν λέγει. |359 ἀλλʼ ἡνίκʼ οὐκ ἔπειθε τὸν φυτοσπόρον |360 τὴν παῖδα δοῦναι, κρύφιον ὡς ἔχοι λέχος, |361 ἔγκλημα μικρὸν αἰτίαν θʼ ἑτοιμάσας |362 ἐπιστρατεύει πατρίδα τὴν ταύτης, ἐν ᾗ |363 τὸν Εὔρυτον τόνδʼ εἶπε δεσπόζειν θρόνων, |364 κτείνει τʼ ἄνακτα πατέρα τῆσδε καὶ πόλιν |365 ἔπερσε. καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους |366 ὡς τούσδε πέμπων οὐκ ἀφροντίστως, γύναι, |367 οὐδʼ ὥστε δούλην· μηδὲ προσδόκα τόδε· |368 οὐδʼ εἰκός, εἴπερ ἐντεθέρμανται πόθῳ. |369 ἔδοξεν οὖν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν, |370 δέσποινʼ, ὃ τοῦδε τυγχάνω μαθὼν πάρα. |371 καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων |372 ἀγορᾷ συνεξήκουον ὡσαύτως ἐμοί, |373 ὥστʼ ἐξελέγχειν· εἰ δὲ μὴ λέγω φίλα, |374 οὐχ ἥδομαι, τὸ δʼ ὀρθὸν ἐξείρηχʼ ὅμως. |375 οἴμοι τάλαινα, ποῦ ποτʼ εἰμὶ πράγματος; |376 τίνʼ εἰσδέδεγμαι πημονὴν ὑπόστεγον |377 λαθραῖον; ὦ δύστηνος· ἆρʼ ἀνώνυμος |378 πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο; |379 ἦ κάρτα λαμπρὰ καὶ κατʼ ὄνομα καὶ φύσιν, |380 πατρὸς μὲν οὖσα γένεσιν Εὐρύτου ποτὲ |381 Ἰόλη ʼκαλεῖτο, τῆς ἐκεῖνος οὐδαμὰ |382 βλάστας ἐφώνει, δῆθεν οὐδὲν ἱστορῶν. |383 ὄλοιντο—μή τι πάντες οἱ κακοί, τὰ δὲ |384 λαθραῖʼ ὃς ἀσκεῖ μὴ πρέποντʼ αὐτῷ κακά. |385 τί χρὴ ποεῖν, γυναῖκες; ὡς ἐγὼ λόγοις |386 τοῖς νῦν παροῦσιν ἐκπεπληγμένη κυρῶ. |387 πεύθου μολοῦσα τἀνδρός, ὡς τάχʼ ἂν σαφῆ |388 λέξειεν, εἴ νιν πρὸς βίαν κρίνειν θέλοις. |389 ἀλλʼ εἶμι· καὶ γὰρ οὐκ ἀπὸ γνώμης λέγεις. |390 ἡμεῖς δὲ προσμένωμεν; ἢ τί χρὴ ποεῖν; |391 μίμνʼ, ὡς ὅδʼ ἀνὴρ οὐκ ἐμῶν ὑπʼ ἀγγέλων, |392 ἀλλʼ αὐτόκλητος ἐκ δόμων πορεύεται. |393 τί χρή, γύναι, μολόντα μʼ Ἡρακλεῖ λέγειν; |394 δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ. |395 ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν |396 ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους. |397 ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ. |398 ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις; |399 ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ. |400 τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων; |401 Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν. |402 οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς; |403 σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις; |404 τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ. |405 πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως |406 κόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ |407 λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν. |408 τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν; |409 δίκαια γάρ. |410 τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην, |411 ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν; |412 πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις; |413 οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς. |414 ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν. |415 οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ. |416 λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ. |417 τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου; |418 φημί· πρὸς τί δʼ ἱστορεῖς; |419 οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς, |420 Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν; |421 ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν |422 σοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα; |423 πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων |424 ἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος. |425 κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεται |426 δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον. |427 ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων |428 δάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν; |429 ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη |430 δέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος. |431 ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ |432 πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία |433 πέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς. |434 ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω· τὸ γὰρ |435 νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος. |436 μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος |437 Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον. |438 οὐ γὰρ γυναικὶ τοὺς λόγους ἐρεῖς κακῇ |439 οὐδʼ ἥτις οὐ κάτοιδε τἀνθρώπων, ὅτι |440 χαίρειν πέφυκεν οὐχὶ τοῖς αὐτοῖς ἀεί. |441 Ἔρωτι μέν νυν ὅστις ἀντανίσταται |442 πύκτης ὅπως ἐς χεῖρας, οὐ καλῶς φρονεῖ· |443 οὗτος γὰρ ἄρχει καὶ θεῶν ὅπως θέλει, |444 κἀμοῦ γε· πῶς δʼ οὐ χἀτέρας οἵας γʼ ἐμοῦ; |445 ὥστʼ εἴ τι τὠμῷ τʼ ἀνδρὶ τῇδε τῇ νόσῳ |446 ληφθέντι μεμπτός εἰμι, κάρτα μαίνομαι, |447 ἢ τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ |448 τοῦ μηδὲν αἰσχροῦ μηδʼ ἐμοὶ κακοῦ τινος. |449 οὐκ ἔστι ταῦτʼ· ἀλλʼ εἰ μὲν ἐκ κείνου μαθὼν |450 ψεύδει, μάθησιν οὐ καλὴν ἐκμανθάνεις. |451 εἰ δʼ αὐτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν |452 θέλῃς γενέσθαι χρηστός, ὀφθήσει κακός. |453 ἀλλʼ εἰπὲ πᾶν τἀληθές· ὡς ἐλευθέρῳ |454 ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν οὐ καλή. |455 ὅπως δὲ λήσεις, οὐδὲ τοῦτο γίγνεται· |456 πολλοὶ γὰρ οἷς εἴρηκας, οἳ φράσουσʼ ἐμοί. |457 κεἰ μὲν δέδοικας, οὐ καλῶς ταρβεῖς, ἐπεὶ |458 τὸ μὴ πυθέσθαι, τοῦτό μʼ ἀλγύνειεν ἄν· |459 τὸ δʼ εἰδέναι τί δεινόν; οὐχὶ χἀτέρας |460 πλείστας ἀνὴρ εἷς Ἡρακλῆς ἔγημε δή; |461 κοὔπω τις αὐτῶν ἔκ γʼ ἐμοῦ λόγον κακὸν |462 ἠνέγκατʼ οὐδʼ ὄνειδος· ἥδε τʼ οὐδʼ ἂν εἰ |463 κάρτʼ ἐντακείη τῷ φιλεῖν, ἐπεί σφʼ ἐγὼ |464 ᾤκτιρα δὴ μάλιστα προσβλέψασʼ, ὅτι |465 τὸ κάλλος αὐτῆς τὸν βίον διώλεσεν, |466 καὶ γῆν πατρῴαν οὐχ ἑκοῦσα δύσμορος |467 ἔπερσε κἀδούλωσεν. ἀλλὰ ταῦτα μὲν |468 ῥείτω κατʼ οὖρον· σοὶ δʼ ἐγὼ φράζω κακὸν |469 πρὸς ἄλλον εἶναι, πρὸς δʼ ἔμʼ ἀψευδεῖν ἀεί. |470 πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ |471 γυναικὶ τῇδε κἀπʼ ἐμοῦ κτήσει χάριν. |472 ἀλλʼ, ὦ φίλη δέσποινʼ, ἐπεί σε μανθάνω |473 θνητὴν φρονοῦσαν θνητὰ κοὐκ ἀγνώμονα, |474 πᾶν σοι φράσω τἀληθὲς οὐδὲ κρύψομαι. |475 ἔστιν γὰρ οὕτως ὥσπερ οὗτος ἐννέπει. |476 ταύτης ὁ δεινὸς ἵμερός ποθʼ Ἡρακλῆ |477 διῆλθε, καὶ τῆσδʼ εἵνεχʼ ἡ πολύφθορος |478 καθῃρέθη πατρῷος Οἰχαλία δόρει. |479 καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν, |480 οὔτʼ εἶπε κρύπτειν οὔτʼ ἀπηρνήθη ποτέ, |481 ἀλλʼ αὐτός, ὦ δέσποινα, δειμαίνων τὸ σὸν |482 μὴ στέρνον ἀλγύνοιμι τοῖσδε τοῖς λόγοις, |483 ἥμαρτον, εἴ τι τήνδʼ ἁμαρτίαν νέμεις. |484 ἐπεί γε μὲν δὴ πάντʼ ἐπίστασαι λόγον, |485 κείνου τε καὶ σὴν ἐξ ἴσου κοινὴν χάριν |486 καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους, |487 οὓς εἶπας ἐς τήνδʼ, ἐμπέδως εἰρηκέναι· |488 ὡς τἄλλʼ ἐκεῖνος πάντʼ ἀριστεύων χεροῖν |489 τοῦ τῆσδʼ ἔρωτος εἰς ἅπανθʼ ἥσσων ἔφυ. |490 ἀλλʼ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν, |491 κοὔτοι νόσον γʼ ἐπακτὸν ἐξαρούμεθα, |492 θεοῖσι δυσμαχοῦντες. ἀλλʼ εἴσω στέγης |493 χωρῶμεν, ὡς λόγων τʼ ἐπιστολὰς φέρῃς, |494 ἅ τʼ ἀντὶ δώρων δῶρα χρὴ προσαρμόσαι, |495 καὶ ταῦτʼ ἄγῃς· κενὸν γὰρ οὐ δίκαιά σε |496 χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ. [choral] [strophe 1] |497 μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί. |498 καὶ τὰ μὲν θεῶν |500 παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω, |501 οὐδὲ τὸν ἔννυχον Ἅιδαν |502 ἢ Ποσειδάωνα τινάκτορα γαίας· |503 ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν |504 τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων, |505 τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων; [antistrophe 1] |507 ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου |508 φάσμα ταύρου, |510 Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ |511 ἦλθε παλίντονα Θήβας |512 τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων, |513 παῖς Διός· οἳ τότʼ ἀολλεῖς |514 ἴσαν ἐς μέσον ἱέμενοι λεχέων· |515 μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα. [epode] |517 τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος, |518 ταυρείων τʼ ἀνάμιγδα κεράτων· |520 ἦν δʼ ἀμφίπλεκτοι κλίμακες, |521 ἦν δὲ μετώπων ὀλόεντα |522 πλήγματα, καὶ στόνος ἀμφοῖν. |523 ἁ δʼ εὐῶπις ἁβρὰ |524 τηλαυγεῖ παρʼ ὄχθῳ |525 ἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν. |526 ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω· |527 τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφας |528 ἐλεινὸν ἀμμένει· |529 κἀπὸ ματρὸς ἄφαρ βέβακεν, |530 ὥστε πόρτις ἐρήμα. [episode] |531 ἦμος, φίλαι, κατʼ οἶκον ὁ ξένος θροεῖ |532 ταῖς αἰχμαλώτοις παισὶν ὡς ἐπʼ ἐξόδῳ, |533 τῆμος θυραῖος ἦλθον ὡς ὑμᾶς λάθρᾳ, |534 τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην, |535 τὰ δʼ οἷα πάσχω συγκατοικτιουμένη. |536 κόρην γάρ, οἶμαι δʼ οὐκέτʼ, ἀλλʼ ἐζευγμένην, |537 παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος, |538 λωβητὸν ἐμπόλημα τῆς ἐμῆς φρενός. |539 καὶ νῦν δύʼ οὖσαι μίμνομεν μιᾶς ὑπὸ |540 χλαίνης ὑπαγκάλισμα. τοιάδʼ Ἡρακλῆς, |541 ὁ πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος, |542 οἰκούριʼ ἀντέπεμψε τοῦ μακροῦ χρόνου. |543 ἐγὼ δὲ θυμοῦσθαι μὲν οὐκ ἐπίσταμαι |544 νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ· |545 τὸ δʼ αὖ ξυνοικεῖν τῇδʼ ὁμοῦ τίς ἂν γυνὴ |546 δύναιτο, κοινωνοῦσα τῶν αὐτῶν γάμων; |547 ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω, |548 τὴν δὲ φθίνουσαν· ὧν ἀφαρπάζειν φιλεῖ |549 ὀφθαλμὸς ἄνθος, τῶν δʼ ὑπεκτρέπει πόδα. |550 ταῦτʼ οὖν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς |551 ἐμὸς καλῆται, τῆς νεωτέρας δʼ ἀνήρ. |552 ἀλλʼ οὐ γάρ, ὥσπερ εἶπον, ὀργαίνειν καλὸν |553 γυναῖκα νοῦν ἔχουσαν· ᾗ δʼ ἔχω, φίλαι, |554 λυτήριον λώφημα, τῇδʼ ὑμῖν φράσω. |555 ἦν μοι παλαιὸν δῶρον ἀρχαίου ποτὲ |556 θηρός, λέβητι χαλκέῳ κεκρυμμένον, |557 ὃ παῖς ἔτʼ οὖσα τοῦ δασυστέρνου παρὰ |558 Νέσσου φθίνοντος ἐκ φονῶν ἀνειλόμην, |559 ὃς τὸν βαθύρρουν ποταμὸν Εὔηνον βροτοὺς |560 μισθοῦ ʼπόρευε χερσίν, οὔτε πομπίμοις |561 κώπαις ἐρέσσων οὔτε λαίφεσιν νεώς. |562 ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον |563 ξὺν Ἡρακλεῖ τὸ πρῶτον εὖνις ἑσπόμην, |564 φέρων ἐπʼ ὤμοις, ἡνίκʼ ἦ μέσῳ πόρῳ, |565 ψαύει ματαίαις χερσίν· ἐκ δʼ ἤυσʼ ἐγώ, |566 χὠ Ζηνὸς εὐθὺς παῖς ἐπιστρέψας χεροῖν |567 ἧκεν κομήτην ἰόν· ἐς δὲ πλεύμονας |568 στέρνων διερροίζησεν. ἐκθνῄσκων δʼ ὁ θὴρ |569 τοσοῦτον εἶπε· παῖ γέροντος Οἰνέως, |570 τοσόνδʼ ὀνήσει τῶν ἐμῶν, ἐὰν πίθῃ, |571 πορθμῶν, ὁθούνεχʼ ὑστάτην σʼ ἔπεμψʼ ἐγώ· |572 ἐὰν γὰρ ἀμφίθρεπτον αἷμα τῶν ἐμῶν |573 σφαγῶν ἐνέγκῃ χερσίν, ᾗ μελαγχόλους |574 ἔβαψεν ἰοὺς θρέμμα Λερναίας ὕδρας, |575 ἔσται φρενός σοι τοῦτο κηλητήριον |576 τῆς Ἡρακλείας, ὥστε μήτινʼ εἰσιδὼν |577 στέρξει γυναῖκα κεῖνος ἀντὶ σοῦ πλέον. |578 τοῦτʼ ἐννοήσασʼ, ὦ φίλαι, δόμοις γὰρ ἦν |579 κείνου θανόντος ἐγκεκλῃμένον καλῶς, |580 χιτῶνα τόνδʼ ἔβαψα, προσβαλοῦσʼ ὅσα |581 ζῶν κεῖνος εἶπε· καὶ πεπείρανται τάδε. |582 κακὰς δὲ τόλμας μήτʼ ἐπισταίμην ἐγὼ |583 μήτʼ ἐκμάθοιμι, τάς τε τολμώσας στυγῶ· |584 φίλτροις δʼ ἐάν πως τήνδʼ ὑπερβαλώμεθα |585 τὴν παῖδα καὶ θέλκτροισι τοῖς ἐφʼ Ἡρακλεῖ, |586 μεμηχάνηται τοὔργον, εἴ τι μὴ δοκῶ |587 πράσσειν μάταιον· εἰ δὲ μή, πεπαύσομαι. |588 ἀλλʼ εἴ τις ἐστὶ πίστις ἐν τοῖς δρωμένοις, |589 δοκεῖς παρʼ ἡμῖν οὐ βεβουλεῦσθαι κακῶς. |590 οὕτως ἔχει γʼ ἡ πίστις, ὡς τὸ μὲν δοκεῖν |591 ἔνεστι, πείρᾳ δʼ οὐ προσωμίλησά πω· |592 ἀλλʼ εἰδέναι χρὴ δρῶσαν, ὡς οὐδʼ εἰ δοκεῖς |593 ἔχειν, ἔχοις ἂν γνῶμα, μὴ πειρωμένη. |594 ἀλλʼ αὐτίκʼ εἰσόμεσθα, τόνδε γὰρ βλέπω |595 θυραῖον ἤδη· διὰ τάχους δʼ ἐλεύσεται. |596 μόνον παρʼ ὑμῶν εὖ στεγοίμεθʼ· ὡς σκότῳ |597 κἂν αἰσχρὰ πράσσῃς, οὔποτʼ αἰσχύνῃ πεσεῖ. |598 τί χρὴ ποεῖν; σήμαινε, τέκνον Οἰνέως, |599 ὡς ἐσμὲν ἤδη τῷ μακρῷ χρόνῳ βραδεῖς. |600 ἀλλʼ αὐτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα, |601 ἕως σὺ ταῖς ἔσωθεν ἠγορῶ ξέναις, |602 ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον, |603 δώρημʼ ἐκείνῳ τἀνδρὶ τῆς ἐμῆς χερός. |604 διδοὺς δὲ τόνδε φράζʼ ὅπως μηδεὶς βροτῶν |605 κείνου πάροιθεν ἀμφιδύσεται χροΐ, |606 μηδʼ ὄψεταί νιν μήτε φέγγος ἡλίου |607 μήθʼ ἕρκος ἱερὸν μήτʼ ἐφέστιον σέλας, |608 πρὶν κεῖνος αὐτὸν φανερὸς ἐμφανῶς σταθεὶς |609 δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ. |610 οὕτω γὰρ ηὔγμην, εἴ ποτʼ αὐτὸν ἐς δόμους |611 ἴδοιμι σωθέντʼ ἢ κλύοιμι πανδίκως, |612 στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς |613 θυτῆρα καινῷ καινὸν ἐν πεπλώματι. |614 καὶ τῶνδʼ ἀποίσεις σῆμʼ, ὃ κεῖνος εὐμαθὲς |615 σφραγῖδος ἕρκει τῷδʼ ἐπὸν μαθήσεται. |616 ἀλλʼ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον, |617 τὸ μὴ ʼπιθυμεῖν πομπὸς ὢν περισσὰ δρᾶν· |618 ἔπειθʼ ὅπως ἂν ἡ χάρις κείνου τέ σοι |619 κἀμοῦ ξυνελθοῦσʼ ἐξ ἁπλῆς διπλῆ φανῇ. |620 ἀλλʼ εἴπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην |621 βέβαιον, οὔ τι μὴ σφαλῶ γʼ ἐν σοί ποτε, |622 τὸ μὴ οὐ τόδʼ ἄγγος ὡς ἔχει δεῖξαι φέρων, |623 λόγων τε πίστιν ὧν λέγεις ἐφαρμόσαι. |624 στείχοις ἂν ἤδη· καὶ γὰρ ἐξεπίστασαι |625 τά γʼ ἐν δόμοισιν ὡς ἔχοντα τυγχάνει. |626 ἐπίσταμαί τε καὶ φράσω σεσωσμένα. |627 ἀλλʼ οἶσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν |628 προσδέγματʼ, αὐτὴν ὡς ἐδεξάμην φίλως. |629 ὥστʼ ἐκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ. |630 τί δῆτʼ ἂν ἄλλο γʼ ἐννέποις; δέδοικα γὰρ |631 μὴ πρῲ λέγοις ἂν τὸν πόθον τὸν ἐξ ἐμοῦ, |632 πρὶν εἰδέναι τἀκεῖθεν εἰ ποθούμεθα. [choral] [strophe 1] |633 ὦ ναύλοχα καὶ πετραῖα |634 θερμὰ λουτρὰ καὶ πάγους |635 Οἴτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν |636 χρυσαλακάτου τʼ ἀκτὰν κόρας, |637 ἔνθʼ Ἑλλάνων ἀγοραὶ |638 Πυλάτιδες κλέονται· [antistrophe 1] |640 ὁ καλλιβόας τάχʼ ὑμῖν |641 αὐλὸς οὐκ ἀναρσίαν |642 ἀχῶν καναχὰν ἐπάνεισιν, ἀλλὰ θείας ἀντίλυρον μούσας. |643 ὁ γὰρ Διὸς Ἀλκμήνας κόρος |645 σοῦται πάσας ἀρετᾶς |646 λάφυρʼ ἔχων ἐπʼ οἴκους· [strophe 2] |647 ὃν ἀπόπτολιν εἴχομεν παντᾷ, |648 δυοκαιδεκάμηνον ἀμμένουσαι |649 χρόνον, πελάγιον, ἴδριες οὐδέν· |650 ἁ δέ οἱ φίλα δάμαρ |651 τάλαιναν δυστάλαινα καρδίαν |652 πάγκλαυτος αἰὲν ὤλλυτο· |653 νῦν δʼ Ἄρης οἰστρηθεὶς |654 ἐξέλυσʼ ἐπίπονον ἁμέραν. [antistrophe 2] |655 ἀφίκοιτʼ ἀφίκοιτο· μὴ σταίη |656 πολύκωπον ὄχημα ναὸς αὐτῷ, |657 πρὶν τάνδε πρὸς πόλιν ἀνύσειε, |658 νασιῶτιν ἑστίαν |659 ἀμείψας, ἔνθα κλῄζεται θυτήρ· |660 ὅθεν μόλοι πανίμερος, |661 τᾶς πειθοῦς παγχρίστῳ |662 συγκραθεὶς ἐπὶ προφάσει φάρους. [episode] |663 γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω |664 πεπραγμένʼ ᾖ μοι πάνθʼ ὅσʼ ἀρτίως ἔδρων. |665 τί δʼ ἔστι, Δῃάνειρα, τέκνον Οἰνέως; |666 οὐκ οἶδʼ· ἀθυμῶ δʼ, εἰ φανήσομαι τάχα |667 κακὸν μέγʼ ἐκπράξασʼ ἀπʼ ἐλπίδος καλῆς. |668 οὐ δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων; |669 μάλιστά γʼ, ὥστε μήποτʼ ἂν προθυμίαν |670 ἄδηλον ἔργου τῳ παραινέσαι λαβεῖν. |671 δίδαξον, εἰ διδακτόν, ἐξ ὅτου φοβεῖ. |672 τοιοῦτον ἐκβέβηκεν οἷον, ἢν φράσω, |673 γυναῖκες, ὑμᾶς θαῦμʼ ἀνέλπιστον μαθεῖν. |674 ᾧ γὰρ τὸν ἐνδυτῆρα πέπλον ἀρτίως |675 ἔχριον, ἀργὴς οἰὸς εὐέρου πόκος, |676 τοῦτʼ ἠφάνισται διάβορον πρὸς οὐδενὸς |677 τῶν ἔνδον, ἀλλʼ ἐδεστὸν ἐξ αὑτοῦ φθίνει, |678 καὶ ψῇ κατʼ ἄκρας σπιλάδος· ὡς δʼ εἰδῇς ἅπαν, |679 ᾗ τοῦτʼ ἐπράχθη, μείζονʼ ἐκτενῶ λόγον. |680 ἐγὼ γὰρ ὧν ὁ θήρ με Κένταυρος, πονῶν |681 πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο |682 παρῆκα θεσμῶν οὐδέν, ἀλλʼ ἐσῳζόμην |683 χαλκῆς ὅπως δύσνιπτον ἐκ δέλτου γραφήν. |684 καί μοι τάδʼ ἦν πρόρρητα καὶ τοιαῦτʼ ἔδρων· |685 τὸ φάρμακον τοῦτʼ ἄπυρον ἀκτῖνός τʼ ἀεὶ |686 θερμῆς ἄθικτον ἐν μυχοῖς σῴζειν ἐμέ, |687 ἕως νιν ἀρτίχριστον ἁρμόσαιμί που. |688 κἄδρων τοιαῦτα. νῦν δʼ, ὅτʼ ἦν ἐργαστέον, |689 ἔχρισα μὲν κατʼ οἶκον ἐν δόμοις κρυφῇ |690 μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην, |691 κἄθηκα συμπτύξασʼ ἀλαμπὲς ἡλίου |692 κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ εἴδετε. |693 εἴσω δʼ ἀποστείχουσα δέρκομαι φάτιν |694 ἄφραστον, ἀξύμβλητον ἀνθρώπῳ μαθεῖν. |695 τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως |696 τῆς οἰός, ᾧ προύχριον, ἐς μέσην φλόγα, |697 ἀκτῖνʼ ἐς ἡλιῶτιν· ὡς δʼ ἐθάλπετο, |698 ῥεῖ πᾶν ἄδηλον καὶ κατέψηκται χθονί, |699 μορφῇ μάλιστʼ εἰκαστὸν ὥστε πρίονος |700 ἐκβρώματʼ ἂν βλέψειας ἐν τομῇ ξύλου. |701 τοιόνδε κεῖται προπετές· ἐκ δὲ γῆς, ὅθεν |702 προύκειτʼ, ἀναζέουσι θρομβώδεις ἀφροί, |703 γλαυκῆς ὀπώρας ὥστε πίονος ποτοῦ |704 χυθέντος εἰς γῆν Βακχίας ἀπʼ ἀμπέλου. |705 ὥστʼ οὐκ ἔχω τάλαινα ποῖ γνώμης πέσω· |706 ὁρῶ δέ μʼ ἔργον δεινὸν ἐξειργασμένην. |707 πόθεν γὰρ ἄν ποτʼ, ἀντὶ τοῦ θνῄσκων ὁ θὴρ |708 ἐμοὶ παρέσχʼ εὔνοιαν, ἧς ἔθνῃσχʼ ὕπερ; |709 οὐκ ἔστιν, ἀλλὰ τὸν βαλόντʼ ἀποφθίσαι |710 χρῄζων ἔθελγέ μʼ· ὧν ἐγὼ μεθύστερον, |711 ὅτʼ οὐκέτʼ ἀρκεῖ, τὴν μάθησιν ἄρνυμαι. |712 μόνη γὰρ αὐτόν, εἴ τι μὴ ψευσθήσομαι |713 γνώμης, ἐγὼ δύστηνος ἐξαποφθερῶ· |714 τὸν γὰρ βαλόντʼ ἄτρακτον οἶδα καὶ θεὸν |715 Χείρωνα πημήναντα, χὦνπερ ἂν θίγῃ, |716 φθείρει τὰ πάντα κνώδαλʼ· ἐκ δὲ τοῦδʼ ὅδε |717 σφαγῶν διελθὼν ἰὸς αἵματος μέλας |718 πῶς οὐκ ὀλεῖ καὶ τόνδε; δόξῃ γοῦν ἐμῇ. |719 καίτοι δέδοκται, κεῖνος εἰ σφαλήσεται, |720 ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα· |721 ζῆν γὰρ κακῶς κλύουσαν οὐκ ἀνασχετόν, |722 ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι. |723 ταρβεῖν μὲν ἔργα δείνʼ ἀναγκαίως ἔχει, |724 τὴν δʼ ἐλπίδʼ οὐ χρὴ τῆς τύχης κρίνειν πάρος. |725 οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν |726 οὐδʼ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ. |727 ἀλλʼ ἀμφὶ τοῖς σφαλεῖσι μὴ ʼξ ἑκουσίας |728 ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει. |729 τοιαῦτα δʼ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ |730 κοινωνός, ἀλλʼ ᾧ μηδέν ἐστʼ οἴκοι βαρύ. |731 σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον, |732 εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ |733 πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο. |734 ὦ μῆτερ, ὡς ἂν ἐκ τριῶν σʼ ἓν εἱλόμην, |735 ἢ μηκέτʼ εἶναι ζῶσαν, ἢ σεσωσμένην |736 ἄλλου κεκλῆσθαι μητέρʼ, ἢ λῴους φρένας |737 τῶν νῦν παρουσῶν τῶνδʼ ἀμείψασθαί ποθεν. |738 τί δʼ ἐστίν, ὦ παῖ, πρός γʼ ἐμοῦ στυγούμενον; |739 τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δʼ ἐμὸν λέγω |740 πατέρα, κατακτείνασα τῇδʼ ἐν ἡμέρᾳ. |741 οἴμοι, τινʼ ἐξήνεγκας, ὦ τέκνον, λόγον; |742 ὃν οὐχ οἷόν τε μὴ οὐ τελεσθῆναι· τὸ γὰρ |743 φανθὲν τίς ἂν δύναιτʼ ἂν ἀγένητον ποεῖν; |744 πῶς εἶπας, ὦ παῖ; τοῦ παρʼ ἀνθρώπων μαθὼν |745 ἄζηλον οὕτως ἔργον εἰργάσθαι με φής; |746 αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν |747 πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων. |748 ποῦ δʼ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι; |749 εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών. |750 ὅθʼ εἷρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν, |751 νίκης ἄγων τροπαῖα κἀκροθίνια, |752 ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον |753 Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ |754 βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα· |755 οὗ νιν τὰ πρῶτʼ ἐσεῖδον ἄσμενος πόθῳ. |756 μέλλοντι δʼ αὐτῷ πολυθύτους τεύχειν σφαγὰς |757 κῆρυξ ἀπʼ οἴκων ἵκετʼ οἰκεῖος Λίχας, |758 τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον· |759 ὃν κεῖνος ἐνδύς, ὡς σὺ προυξεφίεσο, |760 ταυροκτονεῖ μὲν δώδεκʼ ἐντελεῖς ἔχων |761 λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθʼ ὁμοῦ |762 ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα. |763 καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί, |764 κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο· |765 ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο |766 φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός, |767 ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται |768 πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος, |769 χιτὼν ἅπαν κατʼ ἄρθρον· ἦλθε δʼ ὀστέων |770 ἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας |771 ἐχθρᾶς ἐχίδνης ἰὸς ὣς ἐδαίνυτο. |772 ἐνταῦθα δὴ ʼβόησε τὸν δυσδαίμονα |773 Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ, |774 ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον· |775 ὁ δʼ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης |776 δώρημʼ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον. |777 κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος |778 σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο, |779 μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται, |780 ῥιπτεῖ πρὸς ἀμφίκλυστον ἐκ πόντου πέτραν· |781 κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου |782 κρατὸς διασπαρέντος αἵματός θʼ ὁμοῦ. |783 ἅπας δʼ ἀνηυφήμησεν οἰμωγῇ λεώς, |784 τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου· |785 κοὐδεὶς ἐτόλμα τἀνδρὸς ἀντίον μολεῖν. |786 ἐσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος, |787 βοῶν, ἰύζων· ἀμφὶ δʼ ἐκτύπουν πέτραι, |788 Λοκρῶν τʼ ὄρειοι πρῶνες Εὐβοίας τʼ ἄκραι. |789 ἐπεὶ δʼ ἀπεῖπε, πολλὰ μὲν τάλας χθονὶ |790 ῥίπτων ἑαυτόν, πολλὰ δʼ οἰμωγῇ βοῶν, |791 τὸ δυσπάρευνον λέκτρον ἐνδατούμενος |792 σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον |793 οἷον κατακτήσαιτο λυμαντὴν βίου, |794 τότʼ ἐκ προσέδρου λιγνύος διάστροφον |795 ὀφθαλμὸν ἄρας εἶδέ μʼ ἐν πολλῷ στρατῷ |796 δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ· |797 ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν, |798 μηδʼ εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί· |799 ἀλλʼ ἆρον ἔξω, καὶ μάλιστα μέν με θὲς |800 ἐνταῦθʼ ὅπου με μή τις ὄψεται βροτῶν· |801 εἰ δʼ οἶκτον ἴσχεις, ἀλλά μʼ ἔκ γε τῆσδε γῆς |802 πόρθμευσον ὡς τάχιστα, μηδʼ αὐτοῦ θάνω. |803 τοσαῦτʼ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει |804 θέντες σφε πρὸς γῆν τήνδʼ ἐκέλσαμεν μόλις |805 βρυχώμενον σπασμοῖσι· καί νιν αὐτίκα |806 ἢ ζῶντʼ ἐσόψεσθʼ ἢ τεθνηκότʼ ἀρτίως. |807 τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασʼ ἐμῷ |808 καὶ δρῶσʼ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη |809 τίσαιτʼ Ἐρινύς τʼ. εἰ θέμις δʼ, ἐπεύχομαι· |810 θέμις δʼ, ἐπεί μοι τὴν θέμιν σὺ προύβαλες, |811 πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ |812 κτείνασʼ, ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ. |813 τί σῖγʼ ἀφέρπεις; οὐ κάτοισθʼ ὁθούνεκα |814 ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ; |815 ἐᾶτʼ ἀφέρπειν· οὖρος ὀφθαλμῶν ἐμῶν |816 αὐτῇ γένοιτʼ ἄπωθεν ἑρπούσῃ καλός. |817 ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν |818 μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ; |819 ἀλλʼ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν |820 τὠμῷ δίδωσι πατρί, τήνδʼ αὐτὴ λάβοι. [choral] [strophe 1] |821 ἴδʼ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ |822 τοὔπος τὸ θεοπρόπον ἡμῖν |823 τᾶς παλαιφάτου προνοίας, |824 ὅ τʼ ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι |825 δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων |826 τῷ Διὸς αὐτόπαιδι· καὶ τάδʼ ὀρθῶς |827 ἔμπεδα κατουρίζει. πῶς γὰρ ἂν ὁ μὴ λεύσσων |830 ἔτι ποτʼ ἔτʼ ἐπίπονον πόνων ἔχοι θανὼν λατρείαν; [antistrophe 1] |831 εἰ γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ |832 χρίει δολοποιὸς ἀνάγκα |833 πλευρά, προστακέντος ἰοῦ, |834 ὃν τέκετο θάνατος, ἔτρεφε δʼ αἰόλος δράκων, |835 πῶς ὅδʼ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι, |836 δεινοτάτῳ μὲν ὕδρας προστετακὼς |837 φάσματι; μελαγχαίτα δʼ ἄμμιγά νιν αἰκίζει |840 Νέσσου ὑποφόνια δολιόμυθα κέντρʼ ἐπιζέσαντα. [strophe 2] |841 ὧν ἅδʼ ἁ τλάμων ἄοκνος μεγάλαν προορῶσα |842 δόμοισι βλάβαν νέων |843 ἀΐσσουσαν γάμων τὰ μὲν αὐτὰ προσέβαλε, τὰ |844 δʼ ἀπʼ ἀλλόθρου |845 γνώμας μολόντʼ ὀλεθρίαισι συναλλαγαῖς |846 ἦ που ὀλοὰ στένει, |847 ἦ που ἀδινῶν χλωρὰν |848 τέγγει δακρύων ἄχναν. |850 ἁ δʼ ἐρχομένα μοῖρα προφαίνει δολίαν |851 καὶ μεγάλαν ἄταν. [antistrophe 2] |852 ἔρρωγεν παγὰ δακρύων· κέχυται νόσος, ὦ πόποι, |853 οἷον ἀναρσίων |854 οὔπω Ἡρακλέους ἀγακλειτὸν ἐπέμολε πάθος οἰκτίσαι. |855 ἰὼ κελαινὰ λόγχα προμάχου δορός, |856 ἃ τότε θοὰν νύμφαν |857 ἄγαγες ἀπʼ αἰπεινᾶς |858 τάνδʼ Οἰχαλίας αἰχμᾷ· |860 ἁ δʼ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ |861 τῶνδʼ ἐφάνη πράκτωρ. [episode] |863 πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς |864 οἴκτου διʼ οἴκων ἀρτίως ὁρμωμένου; τί φημι; |865 ἠχεῖ τις οὐκ ἄσημον, ἀλλὰ δυστυχῆ |866 κωκυτὸν εἴσω, καί τι καινίζει στέγη. |867 ξύνες δὲ |868 τήνδʼ ὡς κατηφὴς καὶ συνωφρυωμένη |870 χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι. |871 ὦ παῖδες, ὡς ἄρʼ ἡμὶν οὐ σμικρῶν κακῶν |872 ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον. |873 τί δʼ, ὦ γεραιά, καινοποιηθὲν λέγεις; |874 βέβηκε Δῃάνειρα τὴν πανυστάτην |875 ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός. |876 οὐ δή ποθʼ ὡς θανοῦσα; |876a πάντʼ ἀκήκοας. |877 τέθνηκεν ἡ τάλαινα; |877a δεύτερον κλύεις. |878 τάλαινʼ ὀλεθρία· τίνι τρόπῳ θανεῖν σφε φής; |879 σχετλιώτατά γε πρὸς πρᾶξιν. [lyric] |880 εἰπὲ τῷ μόρῳ, |881 γύναι, ξυντρέχει. |882 αὑτὴν διηΐστωσε. |883 τίς θυμὸς ἢ τίνες νόσοι |884 τάνδʼ αἰχμᾷ βέλεος κακοῦ ξυνεῖλε; πως ἐμήσατο |885 πρὸς θανάτῳ θάνατον ἀνύσασα μόνα; |886 στονόεντος ἐν τομᾷ σιδάρου. |887 ἐπεῖδες, ὦ ματαία, τάνδε τὴν ὕβριν; |888 ἐπεῖδον, ὡς δὴ πλησία παραστάτις. |890 τίς ἦν; πῶς; φέρʼ εἰπέ. |891 αὐτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε. |892 τί φωνεῖς; |892a σαφηνῆ. |893 ἔτεκεν ἔτεκε δὴ μεγάλαν |894 ἁ νέορτος ἅδε νύμφα |895 δόμοισι τοῖσδʼ ἐρινύν. [dialogue] |896 ἄγαν γε· μᾶλλον δʼ, εἰ παροῦσα πλησία |897 ἔλευσσες οἷʼ ἔδρασε, κάρτʼ ἂν ᾤκτισας. |898 καὶ ταῦτʼ ἔτλη τις χεὶρ γυναικεία κτίσαι; |899 δεινῶς γε· πεύσει δʼ, ὥστε μαρτυρεῖν ἐμοί. |900 ἐπεὶ γὰρ ἦλθε δωμάτων εἴσω μόνη |901 καὶ παῖδʼ ἐν αὐλαῖς εἶδε κοῖλα δέμνια |902 στορνύνθʼ, ὅπως ἄψορρον ἀντῴη πατρί, |903 κρύψασʼ ἑαυτὴν ἔνθα μή τις εἰσίδοι, |904 βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσʼ ὅτι |905 γένοιντʼ ἔρημοι, ʼκλαιε δʼ ὀργάνων ὅτου |906 ψαύσειεν οἷς ἐχρῆτο δειλαία πάρος· |907 ἄλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη, |908 εἴ του φίλων βλέψειεν οἰκετῶν δέμας, |909 ἔκλαιεν ἡ δύστηνος εἰσορωμένη, |910 αὐτὴ τὸν αὑτῆς δαίμονʼ ἀνακαλουμένη |911 καὶ τὰς ἄπαιδας ἐς τὸ λοιπὸν οὐσίας. |912 ἐπεὶ δὲ τῶνδʼ ἔληξεν, ἐξαίφνης σφʼ ὁρῶ |913 τὸν Ἡράκλειον θάλαμον εἰσορμωμένην. |914 κἀγὼ λαθραῖον ὄμμʼ ἐπεσκιασμένη |915 φρούρουν· ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις |916 τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη. |917 ὅπως δʼ ἐτέλεσε τοῦτʼ, ἐπενθοροῦσʼ ἄνω |918 καθέζετʼ ἐν μέσοισιν εὐνατηρίοις, |919 καὶ δακρύων ῥήξασα θερμὰ νάματα |920 ἔλεξεν· ὦ λέχη τε καὶ νυμφεῖʼ ἐμά, |921 τὸ λοιπὸν ἤδη χαίρεθʼ, ὡς ἔμʼ οὔποτε |922 δέξεσθʼ ἔτʼ ἐν κοίταισι ταῖσδʼ εὐνάτριαν. |923 τοσαῦτα φωνήσασα συντόνῳ χερὶ |924 λύει τὸν αὑτῆς πέπλον, ᾗ χρυσήλατος |925 προύκειτο μαστῶν περονίς, ἐκ δʼ ἐλώπισεν |926 πλευρὰν ἅπασαν ὠλένην τʼ εὐώνυμον. |927 κἀγὼ δρομαία βᾶσʼ, ὅσονπερ ἔσθενον, |928 τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε. |929 κἀν ᾧ τὸ κεῖσε δεῦρό τʼ ἐξορμώμεθα, |930 ὁρῶμεν αὐτὴν ἀμφιπλῆγι φασγάνῳ |931 πλευρὰν ὑφʼ ἧπαρ καὶ φρένας πεπληγμένην. |932 ἰδὼν δʼ ὁ παῖς ᾤμωξεν· ἔγνω γὰρ τάλας |933 τοὔργον κατʼ ὀργὴν ὡς ἐφάψειεν τόδε, |934 ὄψʼ ἐκδιδαχθεὶς τῶν κατʼ οἶκον οὕνεκα |935 ἄκουσα πρὸς τοῦ θηρὸς ἔρξειεν τάδε. |936 κἀνταῦθʼ ὁ παῖς δύστηνος οὔτʼ ὀδυρμάτων |937 ἐλείπετʼ οὐδέν, ἀμφί νιν γοώμενος, |938 οὔτʼ ἀμφιπίπτων στόμασιν, ἀλλὰ πλευρόθεν |939 πλευρὰν παρεὶς ἔκειτο πόλλʼ ἀναστένων, |940 ὥς νιν ματαίως αἰτίᾳ βάλοι κακῇ, |941 κλαίων ὁθούνεκʼ ἐκ δυοῖν ἔσοιθʼ ἅμα, |942 πατρός τʼ ἐκείνης τʼ, ὠρφανισμένος βίον. |943 τοιαῦτα τἀνθάδʼ ἐστίν· ὥστʼ εἴ τις δύο |944 ἢ καί τι πλείους ἡμέρας λογίζεται, |945 μάταιός ἐστιν· οὐ γὰρ ἔσθʼ ἥ γʼ αὔριον, |946 πρὶν εὖ πάθῃ τις τὴν παροῦσαν ἡμέραν. [choral] [strophe 1] |947 πότερα πρότερον ἐπιστένω, |948 πότερα μέλεα περαιτέρω, |949 δύσκριτʼ ἔμοιγε δυστάνῳ. [antistrophe 1] |950 τάδε μὲν ἔχομεν ὁρᾶν δόμοις, |951 τάδε δὲ μένομεν ἐπʼ ἐλπίσιν· |952 κοινὰ δʼ ἔχειν τε καὶ μέλλειν. [strophe 2] |953 εἴθʼ ἀνεμόεσσά τις |955 γένοιτʼ ἔπουρος ἑστιῶτις αὔρα, |956 ἥτις μʼ ἀποικίσειεν ἐκ τόπων, ὅπως |957 τὸν Δῖον ἄλκιμον γόνον |960 μὴ ταρβαλέα θάνοιμι |961 μοῦνον εἰσιδοῦσʼ ἄφαρ· |962 ἐπεὶ ἐν δυσαπαλλάκτοις ὀδύναις |963 χωρεῖν πρὸ δόμων λέγουσιν |964 ἄσπετόν τι θαῦμα. [antistrophe 2] |965 ἀγχοῦ δʼ ἄρα κοὐ μακρὰν |966 προύκλαιον, ὀξύφωνος ὡς ἀηδών. |967 ξένων γὰρ ἐξόμιλος ἥδε τις βάσις. |968 πᾷ δʼ αὖ φορεῖ νιν; ὡς φίλου |969 προκηδομένα βαρεῖαν |969a ἄψοφον φέρει βάσιν. |970 αἰαῖ, ὅδʼ ἀναύδατος φέρεται. |970a τί χρὴ θανόντα νιν ἢ καθʼ |971 ὕπνον ὄντα κρῖναι; [episode] [anapests] |972 οἴμοι ἐγὼ σοῦ, |973 πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος. |974 τί πάθω; τί δὲ μήσομαι; οἴμοι. |975 σίγα, τέκνον, μὴ κινήσῃς |976 ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος· |977 ζῇ γὰρ προπετής· ἀλλʼ ἴσχε δακὼν στόμα σόν. |978 πῶς φής, γέρον; ἦ ζῇ; |979 οὐ μὴ ʼξεγερεῖς τὸν ὕπνῳ κάτοχον |979a κἀκκινήσεις κἀναστήσεις |980 φοιτάδα δεινὴν νόσον, ὦ τέκνον. |981 ἀλλʼ ἐπί μοι μελέῳ |982 βάρος ἄπλετον· ἐμμέμονεν φρήν. |983 ὦ Ζεῦ, |984 ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν |985 κεῖμαι πεπονημένος ἀλλήκτοις |986 ὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων· |987 ἡ δʼ αὖ μιαρὰ βρύκει. φεῦ. |988 ἆρʼ ἐξῄδη σʼ ὅσον ἦν κέρδος |989 σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι |990 τῷδʼ ἀπὸ κρατὸς βλεφάρων θʼ ὕπνον; |991 οὐ γὰρ ἔχω πῶς ἂν |992 στέρξαιμι κακὸν τόδε λεύσσων. |993 ὦ Κηναία κρηπὶς βωμῶν, |994 ἱερῶν οἵαν οἵων ἐπί μοι |995 μελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ. |996 οἵαν μʼ ἄρʼ ἔθου λώβαν, οἵαν· |997 ἣν μή ποτʼ ἐγὼ προσιδεῖν ὁ τάλας |998 ὤφελον ὄσσοις, τόδʼ ἀκήλητον |999 μανίας ἄνθος καταδερχθῆναι. |1000 τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης |1001 ἰατορίας, ὃς τήνδʼ ἄτην |1002 χωρὶς Ζηνὸς κατακηλήσει; |1003 θαῦμʼ ἂν πόρρωθεν ἰδοίμην. [choral] [strophe 1] |1004 ἒ ἔ, |1005 ἐᾶτέ μʼ, ἐᾶτέ με δύσμορον ὕστατον, |1006 ἐᾶθʼ ὕστατον εὐνᾶσθαι. [strophe 2] |1007 πᾷ πᾷ μου ψαύεις; ποῖ κλίνεις; |1008 ἀπολεῖς μʼ, ἀπολεῖς. |1009 ἀνατέτροφας ὅ τι καὶ μύσῃ. |1010 ἧπταί μου, τοτοτοῖ, ἥδʼ αὖθʼ ἕρπει. πόθεν ἔστʼ, ὦ |1011 πάντων Ἑλλάνων ἀδικώτατοι ἀνέρες, οὓς δὴ |1012 πολλὰ μὲν ἐν πόντῳ κατά τε δρία πάντα καθαίρων |1013 ὠλεκόμαν ὁ τάλας, καὶ νῦν ἐπὶ τῷδε νοσοῦντι |1014 οὐ πῦρ, οὐκ ἔγχος τις ὀνήσιμον οὐκ ἐπιτρέψει; [antistrophe 1] |1015 ἒ ἔ, |1015a οὐδʼ ἀπαράξαι κρᾶτα βίᾳ θέλει |1016 μολὼν τοῦ στυγεροῦ; φεῦ φεῦ. |1017 ὦ παῖ τοῦδʼ ἀνδρός, τοὔργον τόδε μεῖζον ἀνήκει |1018 ἢ κατʼ ἐμὰν ῥώμαν· σὺ δὲ σύλλαβε. σοὶ γὰρ ἑτοίμα |1019 ἐς πλέον ἢ διʼ ἐμοῦ σῴζειν. |1020 ψαύω μὲν ἔγωγε, |1021 λαθίπονον δʼ ὀδυνᾶν οὔτʼ ἔνδοθεν οὔτε θύραθεν |1022 ἔστι μοι ἐξανύσαι βίοτον· τοιαῦτα νέμει Ζεύς. [strophe 3] |1024 ὦ παῖ, ποῦ ποτʼ εἶ; τᾷδέ με τᾷδέ με |1025 πρόσλαβε κουφίσας. ἒ ἔ, ἰὼ δαῖμον. [antistrophe 2] |1026 θρῴσκει δʼ αὖ, θρῴσκει δειλαία |1027 διολοῦσʼ ἡμᾶς |1030 ἀποτίβατος ἀγρία νόσος. |1031 ὦ Παλλὰς Παλλάς, τόδε μʼ αὖ λωβᾶται. ἰὼ παῖ, |1032 τὸν φύτορʼ οἰκτίρας, ἀνεπίφθονον εἴρυσον ἔγχος, |1035 παῖσον ἐμᾶς ὑπὸ κλῇδος· ἀκοῦ δʼ ἄχος, ᾧ μʼ ἐχόλωσεν |1036 σὰ μάτηρ ἄθεος, τὰν ὧδʼ ἐπίδοιμι πεσοῦσαν |1040 αὔτως, ὧδʼ αὔτως ὥς μʼ ὤλεσεν. ὦ γλυκὺς Ἅιδας, [antistrophe 3] |1041 ὦ Διὸς αὐθαίμων, εὔνασον εὔνασον μʼ |1042 ὠκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας. [episode] |1044 κλύουσʼ ἔφριξα τάσδε συμφοράς, φίλαι, |1045 ἄνακτος, οἵαις οἷος ὢν ἐλαύνεται. |1046 ὦ πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ |1047 καὶ χερσὶ καὶ νώτοισι μοχθήσας ἐγώ· |1048 κοὔπω τοιοῦτον οὔτʼ ἄκοιτις ἡ Διὸς |1049 προύθηκεν οὔθʼ ὁ στυγνὸς Εὐρυσθεὺς ἐμοί, |1050 οἷον τόδʼ ἡ δολῶπις Οἰνέως κόρη |1051 καθῆψεν ὤμοις τοῖς ἐμοῖς Ἐρινύων |1052 ὑφαντὸν ἀμφίβληστρον, ᾧ διόλλυμαι. |1053 πλευραῖσι γὰρ προσμαχθὲν ἐκ μὲν ἐσχάτας |1054 βέβρωκε σάρκας, πλεύμονός τʼ ἀρτηρίας |1055 ῥοφεῖ ξυνοικοῦν, ἐκ δὲ χλωρὸν αἷμά μου |1056 πέπωκεν ἤδη, καὶ διέφθαρμαι δέμας |1057 τὸ πᾶν, ἀφράστῳ τῇδε χειρωθεὶς πέδῃ. |1058 κοὐ ταῦτα λόγχη πεδιάς, οὔθʼ ὁ γηγενὴς |1059 στρατὸς Γιγάντων οὔτε θήρειος βία, |1060 οὔθʼ Ἑλλὰς οὔτʼ ἄγλωσσος οὔθʼ ὅσην ἐγὼ |1061 γαῖαν καθαίρων ἱκόμην, ἔδρασέ πω· |1062 γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ἀνδρὸς φύσιν, |1063 μόνη με δὴ καθεῖλε φασγάνου δίχα. |1064 ὦ παῖ, γενοῦ μοι παῖς ἐτήτυμος γεγώς, |1065 καὶ μὴ τὸ μητρὸς ὄνομα πρεσβεύσῃς πλέον. |1066 δός μοι χεροῖν σαῖν αὐτὸς ἐξ οἴκου λαβὼν |1067 ἐς χεῖρα τὴν τεκοῦσαν, ὡς εἰδῶ σάφα |1068 εἰ τοὐμὸν ἀλγεῖς μᾶλλον ἢ κείνης ὁρῶν |1069 λωβητὸν εἶδος ἐν δίκῃ κακούμενον. |1070 ἴθʼ, ὦ τέκνον, τόλμησον· οἴκτιρόν τέ με |1071 πολλοῖσιν οἰκτρόν, ὅστις ὥστε παρθένος |1072 βέβρυχα κλαίων, καὶ τόδʼ οὐδʼ ἂν εἷς ποτε |1073 τόνδʼ ἄνδρα φαίη πρόσθʼ ἰδεῖν δεδρακότα, |1074 ἀλλʼ ἀστένακτος αἰὲν εἱπόμην κακοῖς. |1075 νῦν δʼ ἐκ τοιούτου θῆλυς ηὕρημαι τάλας. |1076 καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός, |1077 σκέψαι θʼ ὁποίας ταῦτα συμφορᾶς ὕπο |1078 πέπονθα· δείξω γὰρ τάδʼ ἐκ καλυμμάτων. |1079 ἰδού, θεᾶσθε πάντες ἄθλιον δέμας, |1080 ὁρᾶτε τὸν δύστηνον, ὡς οἰκτρῶς ἔχω. |1081 αἰαῖ, ἆ τάλας, |1082 ἔθαλψεν ἄτης σπασμὸς ἀρτίως ὅδʼ αὖ, |1083 διῇξε πλευρῶν, οὐδʼ ἀγύμναστόν μʼ ἐᾶν |1084 ἔοικεν ἡ τάλαινα διάβορος νόσος. |1085 ὦναξ Ἀίδη, δέξαι μʼ, |1086 ὦ Διὸς ἀκτίς, παῖσον, |1087 ἔνσεισον, ὦναξ, ἐγκατάσκηψον βέλος, |1088 πάτερ, κεραυνοῦ· δαίνυται γὰρ αὖ πάλιν, |1089 ἤνθηκεν, ἐξωρμήκεν. ὦ χέρες χέρες, |1090 ὦ νῶτα καὶ στέρνʼ, ὦ φίλοι βραχίονες, |1091 ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθʼ, οἵ ποτε |1092 Νεμέας ἔνοικον, βουκόλων ἀλάστορα |1093 λέοντʼ, ἄπλατον θρέμμα κἀπροσήγορον, |1094 βίᾳ κατειργάσασθε, Λερναίαν θʼ ὕδραν, |1095 διφυῆ τʼ ἄμικτον ἱπποβάμονα στρατὸν |1096 θηρῶν, ὑβριστὴν ἄνομον, ὑπέροχον βίαν, |1097 Ἐρυμάνθιόν τε θῆρα, τόν θʼ ὑπὸ χθονὸς |1098 Ἅιδου τρίκρανον σκύλακʼ, ἀπρόσμαχον τέρας, |1099 δεινῆς Ἐχίδνης θρέμμα, τόν τε χρυσέων |1100 δράκοντα μήλων φύλακʼ ἐπʼ ἐσχάτοις τόποις. |1101 ἄλλων τε μόχθων μυρίων ἐγευσάμην, |1102 κοὐδεὶς τροπαῖʼ ἔστησε τῶν ἐμῶν χερῶν. |1103 νῦν δʼ ὧδʼ ἄναρθρος καὶ κατερρακωμένος |1104 τυφλῆς ὑπʼ ἄτης ἐκπεπόρθημαι τάλας, |1105 ὁ τῆς ἀρίστης μητρὸς ὠνομασμένος, |1106 ὁ τοῦ κατʼ ἄστρα Ζηνὸς αὐδηθεὶς γόνος. |1107 ἀλλʼ εὖ γέ τοι τόδʼ ἴστε, κἂν τὸ μηδὲν ὦ |1108 κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε |1109 χειρώσομαι κἀκ τῶνδε· προσμόλοι μόνον, |1110 ἵνʼ ἐκδιδαχθῇ πᾶσιν ἀγγέλλειν ὅτι |1111 καὶ ζῶν κακούς γε καὶ θανὼν ἐτισάμην. |1112 ὦ τλῆμον Ἑλλάς, πένθος οἷον εἰσορῶ |1113 ἕξουσαν, ἀνδρὸς τοῦδέ γʼ εἰ σφαλήσεται. |1114 ἐπεὶ παρέσχες ἀντιφωνῆσαι, πάτερ, |1115 σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως· |1116 αἰτήσομαι γάρ σʼ ὧν δίκαια τυγχάνειν. |1117 δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει |1118 θυμῷ δύσοργος· οὐ γὰρ ἂν γνοίης ἐν οἷς |1119 χαίρειν προθυμεῖ κἀν ὅτοις ἀλγεῖς μάτην. |1120 εἰπὼν ὃ χρῄζεις λῆξον· ὡς ἐγὼ νοσῶν |1121 οὐδὲν ξυνίημʼ ὧν σὺ ποικίλλεις πάλαι. |1122 τῆς μητρὸς ἥκω τῆς ἐμῆς φράσων ἐν οἷς |1123 νῦν ἐστιν ὥς θʼ ἥμαρτεν οὐχ ἑκουσία. |1124 ὦ παγκάκιστε, καὶ παρεμνήσω γὰρ αὖ |1125 τῆς πατροφόντου μητρός, ὡς κλύειν ἐμέ; |1126 ἔχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν. |1127 οὐ δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις. |1128 ἀλλʼ οὐδὲ μὲν δὴ τοῖς γʼ ἐφʼ ἡμέραν ἐρεῖς. |1129 λέγʼ, εὐλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς. |1130 λέγω· τέθνηκεν ἀρτίως νεοσφαγής. |1131 πρὸς τοῦ; τέρας τοι διὰ κακῶν ἐθέσπισας. |1132 αὐτὴ πρὸς αὑτῆς, οὐδενὸς πρὸς ἐκτόπου. |1133 οἴμοι· πρὶν ὡς χρῆν σφʼ ἐξ ἐμῆς θανεῖν χερός; |1134 κἂν σοῦ στραφείη θυμός, εἰ τὸ πᾶν μάθοις. |1135 δεινοῦ λόγου κατῆρξας· εἰπὲ δʼ ᾗ νοεῖς. |1136 ἅπαν τὸ χρῆμʼ, ἥμαρτε χρηστὰ μωμένη. |1137 χρήστʼ, ὦ κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ; |1138 στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν |1139 ἀπήμπλαχʼ, ὡς προσεῖδε τοὺς ἔνδον γάμους. |1140 καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων; |1141 Νέσσος πάλαι Κένταυρος ἐξέπεισέ νιν |1142 τοιῷδε φίλτρῳ τὸν σὸν ἐκμῆναι πόθον. |1143 ἰοὺ ἰοὺ δύστηνος, οἴχομαι τάλας· |1144 ὄλωλʼ ὄλωλα, φέγγος οὐκέτʼ ἔστι μοι. |1145 οἴμοι, φρονῶ δὴ ξυμφορᾶς ἵνʼ ἕσταμεν. |1146 ἴθʼ, ὦ τέκνον, πατὴρ γὰρ οὐκέτʼ ἔστι σοι· |1147 κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων, |1148 κάλει δὲ τὴν τάλαιναν Ἀλκμήνην, Διὸς |1149 μάτην ἄκοιτιν, ὡς τελευταίαν ἐμοῦ |1150 φήμην πύθησθε θεσφάτων ὅσʼ οἶδʼ ἐγώ. |1151 ἀλλʼ οὔτε μήτηρ ἐνθάδʼ, ἀλλʼ ἐπακτίᾳ |1152 Τίρυνθι συμβέβηκεν ὥστʼ ἔχειν ἕδραν. |1153 παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσʼ αὐτὴ τρέφει, |1154 τοὺς δʼ ἂν τὸ Θήβης ἄστυ ναίοντας μάθοις· |1155 ἡμεῖς δʼ ὅσοι πάρεσμεν, εἴ τι χρή, πάτερ, |1156 πράσσειν, κλύοντες ἐξυπηρετήσομεν. |1157 σὺ δʼ οὖν ἄκουε τοὔργον· ἐξήκεις δʼ ἵνα |1158 φανεῖς ὁποῖος ὢν ἀνὴρ ἐμὸς καλεῖ. |1159 ἐμοὶ γὰρ ἦν πρόφαντον ἐκ πατρὸς πάλαι, |1160 τῶν ἐμπνεόντων μηδενὸς θανεῖν ὕπο, |1161 ἀλλʼ ὅστις Ἅιδου φθίμενος οἰκήτωρ πέλοι. |1162 ὅδʼ οὖν ὁ θὴρ Κένταυρος, ὡς τὸ θεῖον ἦν |1163 πρόφαντον, οὕτω ζῶντά μʼ ἔκτεινεν θανών. |1164 φανῶ δʼ ἐγὼ τούτοισι συμβαίνοντʼ ἴσα |1165 μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα, |1166 ἃ τῶν ὀρείων καὶ χαμαικοιτῶν ἐγὼ |1167 Σελλῶν ἐσελθὼν ἄλσος εἰσεγραψάμην |1168 πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός, |1169 ἥ μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν |1170 ἔφασκε μόχθων τῶν ἐφεστώτων ἐμοὶ |1171 λύσιν τελεῖσθαι· κἀδόκουν πράξειν καλῶς. |1172 τὸ δʼ ἦν ἄρʼ οὐδὲν ἄλλο πλὴν θανεῖν ἐμέ. |1173 τοῖς γὰρ θανοῦσι μόχθος οὐ προσγίγνεται. |1174 ταῦτʼ οὖν ἐπειδὴ λαμπρὰ συμβαίνει, τέκνον, |1175 δεῖ σʼ αὖ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον |1176 καὶ μὴ ʼπιμεῖναι τοὐμὸν ὀξῦναι στόμα, |1177 ἀλλʼ αὐτὸν εἰκαθόντα συμπράσσειν, νόμον |1178 κάλλιστον ἐξευρόντα, πειθαρχεῖν πατρί. |1179 ἀλλʼ, ὦ πάτερ, ταρβῶ μὲν εἰς λόγου στάσιν |1180 τοιάνδʼ ἐπελθών, πείσομαι δʼ ἅ σοι δοκεῖ. |1181 ἔμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι· |1182 ὡς πρὸς τί πίστιν τήνδʼ ἄγαν ἐπιστρέφεις; |1183 οὐ θᾶσσον οἴσεις μηδʼ ἀπιστήσεις ἐμοί; |1184 ἰδοὺ προτείνω, κοὐδὲν ἀντειρήσεται. |1185 ὄμνυ Διός νυν τοῦ με φύσαντος κάρα, |1186 ἦ μὴν τί δράσειν; καὶ τόδʼ ἐξειρήσεται; |1187 ἦ μὴν ἐμοὶ τὸ λεχθὲν ἔργον ἐκτελεῖν. |1188 ὄμνυμʼ ἔγωγε, Ζῆνʼ ἔχων ἐπώμοτον. |1189 εἰ δʼ ἐκτὸς ἔλθοις, πημονὰς εὔχου λαβεῖν. |1190 οὐ μὴ λάβω· δράσω γάρ· εὔχομαι δʼ ὅμως· |1191 οἶσθʼ οὖν τὸν Οἴτης Ζηνὸς ὕψιστον πάγον; |1192 οἶδʼ, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς ἄνω. |1193 ἐνταῦθά νυν χρὴ τοὐμὸν ἐξάραντά σε |1194 σῶμʼ αὐτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων. |1195 πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς |1196 κείραντα, πολλὸν δʼ ἄρσενʼ ἐκτεμόνθʼ ὁμοῦ |1197 ἄγριον ἔλαιον, σῶμα τοὐμὸν ἐμβαλεῖν, |1198 καὶ πευκίνης λαβόντα λαμπάδος σέλας |1199 πρῆσαι. γόου δὲ μηδὲν εἰσίτω δάκρυ, |1200 ἀλλʼ ἀστένακτος κἀδάκρυτος, εἴπερ εἶ |1201 τοῦδʼ ἀνδρός, ἔρξον· εἰ δὲ μή, μενῶ σʼ ἐγὼ |1202 καὶ νέρθεν ὢν ἀραῖος εἰσαεὶ βαρύς. |1203 οἴμοι, πάτερ, τί δʼ εἶπας; οἷά μʼ εἴργασαι. |1204 ὁποῖα δραστέʼ ἐστίν· εἰ δὲ μή, πατρὸς |1205 ἄλλου γενοῦ του μηδʼ ἐμὸς κληθῇς ἔτι. |1206 οἴμοι μάλʼ αὖθις, οἷά μʼ ἐκκαλεῖ, πάτερ, |1207 φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν. |1208 οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ὧν ἔχω παιώνιον |1209 καὶ μοῦνον ἰατῆρα τῶν ἐμῶν κακῶν. |1210 καὶ πῶς ὑπαίθων σῶμʼ ἂν ἰῴμην τὸ σόν; |1211 ἀλλʼ εἰ φοβεῖ πρὸς τοῦτο, τἄλλα γʼ ἔργασαι. |1212 φορᾶς γέ τοι φθόνησις οὐ γενήσεται. |1213 ἦ καὶ πυρᾶς πλήρωμα τῆς εἰρημένης; |1214 ὅσον γʼ ἂν αὐτὸς μὴ ποτιψαύων χεροῖν· |1215 τὰ δʼ ἄλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος. |1216 ἀλλʼ ἀρκέσει καὶ ταῦτα· πρόσνειμαι δέ μοι |1217 χάριν βραχεῖαν πρὸς μακροῖς ἄλλοις διδούς. |1218 εἰ καὶ μακρὰ κάρτʼ ἐστίν, ἐργασθήσεται. |1219 τὴν Εὐρυτείαν οἶσθα δῆτα παρθένον; |1220 Ἰόλην ἔλεξας, ὥς γʼ ἐπεικάζειν ἐμέ. |1221 ἔγνως. τοσοῦτον δή σʼ ἐπισκήπτω, τέκνον· |1222 ταύτην ἐμοῦ θανόντος, εἴπερ εὐσεβεῖν |1223 βούλει, πατρῴων ὁρκίων μεμνημένος, |1224 προσθοῦ δάμαρτα, μηδʼ ἀπιστήσῃς πατρί· |1225 μηδʼ ἄλλος ἀνδρῶν τοῖς ἐμοῖς πλευροῖς ὁμοῦ |1226 κλιθεῖσαν αὐτὴν ἀντὶ σοῦ λάβῃ ποτέ, |1227 ἀλλʼ αὐτός, ὦ παῖ, τοῦτο κήδευσον λέχος. |1228 πείθου· τὸ γάρ τοι μεγάλα πιστεύσαντʼ ἐμοὶ |1229 σμικροῖς ἀπιστεῖν τὴν πάρος συγχεῖ χάριν. |1230 οἴμοι· τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν, |1231 τὸ δʼ ὧδʼ ὁρᾶν φρονοῦντα τίς ποτʼ ἂν φέροι; |1232 ὡς ἐργασείων οὐδὲν ὧν λέγω θροεῖς. |1233 τίς γάρ ποθʼ, ἥ μοι μητρὶ μὲν θανεῖν μόνη |1234 μεταίτιος σοί τʼ αὖθις ὡς ἔχεις ἔχειν, |1235 τίς ταῦτʼ ἄν, ὅστις μὴ ʼξ ἀλαστόρων νοσοῖ, |1236 ἕλοιτο; κρεῖσσον κἀμέ γʼ, ὦ πάτερ, θανεῖν |1237 ἢ τοῖσιν ἐχθίστοισι συνναίειν ὁμοῦ. |1238 ἁνὴρ ὅδʼ, ὡς ἔοικεν, οὐ νεμεῖν ἐμοὶ |1239 φθίνοντι μοῖραν· ἀλλά τοι θεῶν ἀρὰ |1240 μενεῖ σʼ ἀπιστήσαντα τοῖς ἐμοῖς λόγοις. |1241 ὤμοι, τάχʼ, ὡς ἔοικας, ὡς νοσεῖς φράσεις. |1242 σὺ γάρ μʼ ἀπʼ εὐνασθέντος ἐκκινεῖς κακοῦ. |1243 δείλαιος, ὡς ἐς πολλὰ τἀπορεῖν ἔχω. |1244 οὐ γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν. |1245 ἀλλʼ ἐκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ; |1246 οὐ δυσσέβεια, τοὐμὸν εἰ τέρψεις κέαρ. |1247 πράσσειν ἄνωγας οὖν με πανδίκως τάδε; |1248 ἔγωγε· τούτων μάρτυρας καλῶ θεούς. |1249 τοιγὰρ ποήσω κοὐκ ἀπώσομαι, τὸ σὸν |1250 θεοῖσι δεικνὺς ἔργον· οὐ γὰρ ἄν ποτε |1251 κακὸς φανείην σοί γε πιστεύσας, πάτερ. |1252 καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν |1253 ταχεῖαν, ὦ παῖ, πρόσθες, ὡς πρὶν ἐμπεσεῖν |1254 σπαραγμὸν ἤ τινʼ οἶστρον, ἐς πυράν με θῇς. |1255 ἄγʼ ἐγκονεῖτʼ, αἴρεσθε· παῦλά τοι κακῶν |1256 αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη. |1257 ἀλλʼ οὐδὲν εἴργει σοὶ τελειοῦσθαι τάδε, |1258 ἐπεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ. |1259 ἄγε νυν, πρὶν τήνδʼ ἀνακινῆσαι |1260 νόσον, ὦ ψυχὴ σκληρά, χάλυβος |1261 λιθοκόλλητον στόμιον παρέχουσʼ, |1262 ἀνάπαυε βοήν, ὡς ἐπίχαρτον |1263 τελέουσʼ ἀεκούσιον ἔργον. |1264 αἴρετʼ, ὀπαδοί, μεγάλην μὲν ἐμοὶ |1265 τούτων θέμενοι συγγνωμοσύνην, |1266 μεγάλην δὲ θεῶν ἀγνωμοσύνην |1267 εἰδότες ἔργων τῶν πρασσομένων, |1268 οἳ φύσαντες καὶ κλῃζόμενοι |1269 πατέρες τοιαῦτʼ ἐφορῶσι πάθη. |1270 τὰ μὲν οὖν μέλλοντʼ οὐδεὶς ἐφορᾷ, |1271 τὰ δὲ νῦν ἑστῶτʼ οἰκτρὰ μὲν ἡμῖν, |1272 αἰσχρὰ δʼ ἐκείνοις, |1273 χαλεπώτατα δʼ οὖν ἀνδρῶν πάντων |1274 τῷ τήνδʼ ἄτην ὑπέχοντι. |1275 λείπου μηδὲ σύ, παρθένʼ, ἀπʼ οἴκων, |1276 μεγάλους μὲν ἰδοῦσα νέους θανάτους, |1277 πολλὰ δὲ πήματα καὶ καινοπαθῆ, |1278 κοὐδὲν τούτων ὅ τι μὴ Ζεύς.