[edition urn:cts:greekLit:tlg0094.tlg003.perseus-grc2] [book 1] [chapter 0] μέλλοντες τὸν φυσικὸν παραδώσειν λόγον ἀναγκαῖον ἡγούμεθα εὐθὺς ἐν ἀρχαῖς διελέσθαι τὴν τῆς φιλοσοφίας πραγματείαν, ἵνʼ εἰδῶμεν τί ἐστι καὶ πόστον μέρος αὐτῆς ἡ φυσικὴ διέξοδος. οἱ μὲν [tlnum 5] [stephpage 874e] οὖν Στωικοὶ ἔφασαν τὴν μὲν σοφίαν εἶναι θείων τε καὶ ἀνθρωπίνων ἐπιστήμην, τὴν δὲ φιλοσοφίαν ἄσκησιν ἐπιτηδείου τέχνης, ἐπιτήδειον δʼ εἶναι μίαν καὶ ἀνωτάτω τὴν ἀρετήν, ἀρετὰς δὲ τὰς γενικωτάτας τρεῖς, φυσικὴν ἠθικὴν λογικήν· διʼ ἣν αἰτίαν [tlnum 10] καὶ τριμερής ἐστιν ἡ φιλοσοφία, ἧς τὸ μὲν φυσικὸν τὸ δʼ ἠθικὸν τὸ δὲ λογικόν· καὶ φυσικὸν μὲν ὅταν περὶ κόσμου ζητῶμεν καὶ τῶν ἐν κόσμῳ, ἠθικὸν δὲ τὸ κατησχολημένον περὶ τὸν ἀνθρώπινον βίον, λογικὸν δὲ τὸ περὶ τὸν λόγον, ὃ καὶ διαλεκτικὸν καλοῦσιν. [tlnum 15] [stephpage 874f] Ἀριστοτέλης δὲ καὶ Θεόφραστος καὶ σχεδὸν πάντες οἱ Περιπατητικοὶ διείλοντο τὴν φιλοσοφίαν οὕτως· ἀναγκαῖον τὸν τέλειον ἄνδρα καὶ θεωρητικὸν εἶναι τῶν ὄντων καὶ πρακτικὸν τῶν δεόντων· τοῦτο δʼ ἔξεστι καὶ ἐκ τούτων συνιδεῖν, οἷον ζητεῖται εἰ ζῷον ἢ μὴ ζῷον ὁ ἣλιος, εἴπερ ὁρᾶται· ὁ τοῦτο δὲ ζητῶν θεωρητικός ἐστιν· οὐδὲ γάρ τι πλέον θεωρεῖται ἢ τὸ ὄν. ζητεῖται ὁμοίως εἰ ἄπειρος ὁ [stephpage 875a] κόσμος ἐστὶ καὶ εἰ ἔξω τι τοῦ κόσμου ἔστι· ταῦτα [tlnum 5] γὰρ πάντα θεωρητικά. ζητεῖται πάλιν πῶς βιοτεύειν καὶ πῶς προΐστασθαι τέκνων προσήκει καὶ πῶς ἄρχειν καὶ πῶς νομοθετεῖν · ταῦτα γὰρ πάντα ἕνεκα τοῦ πρᾶξαι ζητεῖται καὶ ἔστιν ὁ τοιοῦτος πρακτικὸς [tlnum 10] ἀνήρ. [chapter 1] Τί ἐστι φύσις. ἐπειδὴ πρόκειται ἡμῖν τὰ φυσικὰ θεωρῆσαι, ἀναγκαῖον ἡγοῦμαι δηλῶσαι, τί ποτʼ ἐστὶν ἡ φύσις ἄτοπον γὰρ πειρᾶσθαι μὲν φυσιολογεῖν, ἀγνοεῖν δʼ αὐτὸ τοῦτο, τὴν τῆς φύσεως δύναμιν. ἔστιν οὖν, [tlnum 15] [stephpage 875b] κατὰ τὸν Ἀριστοτέλην, φύσις ἀρχὴ κινήσεως καὶ ἠρεμίας, ἐν ᾧ πρώτως ἐστὶ καὶ οὐ κατὰ συμβεβηκός· πάντα γὰρ τὰ ὁρώμενα, ὅσα μήτε ὑπὸ τύχης μήτε ὑπʼ ἀνάγκης μήτʼ ἐστὶ θεῖα μήτε· τοιαύτην αἰτίαν ἔχει, φυσικὰ λέγεται καὶ φύσιν ἰδίαν ἔχει [tlnum 20] οἷον γῆ πῦρ ὕδωρ ἀὴρ φυτὰ ζῷα· ἔτι δὲ ταῦτα τὰ γινόμενα, ὄμβροι χάλαζαι κεραυνοὶ πρηστῆρες ἄνεμοι ταῦτα γὰρ ἀρχὴν ἔχει τινα· οὐ γὰρ ἐξ αἰῶνος ἕκαστον τούτων ἐστὶν ἀλλʼ ἀπό τινος ἀρχῆς γίνεται· καὶ ταῦτα μέντοι, οἷον ζῷα φυτά, ἀρχὴν [tlnum 25] γενέσεως ἔχει· ἐν δὴ τούτοις ἡ φύσις ἀρχὴ τὸ [stephpage 875c] πρῶτόν ἐστι καὶ οὐ μόνον κινήσεως ἀλλὰ καὶ ἠρεμίας ὅσα γὰρ ἀρχὴν κινήσεως ἔλαβε, ταῦτα δύναται λαβεῖν καὶ τελευτήν. διὰ τοῦτο οὖν ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ ἠρεμίας [chapter 2] Τίνι διαφέρει ἀρχὴ καὶ στοιχεῖα. [tlnum 5] οἱ μὲν· οὖν περὶ Ἀριστοτέλην καὶ Πλάτωνα διαφέρειν ἡγοῦνται ἀρχὴν καὶ στοιχεῖα, Θαλῆς δʼ ὁ Μιλήσιος ταὐτὸν νομίζει ἀρχὴν καὶ στοιχεῖα. πλεῖστον δʼ ὅσον διαφέρει ἀλλήλων τὰ μὲν γὰρ [tlnum 10] στοιχεῖά ἐστι σύνθετα, τὰς δʼ ἀρχάς φαμεν εἶναι οὔτε συνθέτους οὔτʼ ἀποτελέσματα οἷον στοιχεῖα [stephpage 875d] μὲν καλοῦμεν γῆν ὕδωρ ἀέρα πῦρ· ἀρχὰς δὲ λὲγομεν διὰ τοῦτο, ὅτι οὐκ ἔχει τι πρότερον ἐξ οὗ γεννᾶται, ἐπεὶ οὐκ ἔσται ἀρχὴ τοῦτο, ἀλλʼ ἐκεῖνο [tlnum 15] ἐξ οὗ γεγέννηται. τῆς δὲ γῆς καὶ τοῦ ὕδατος ἔστι τινὰ πρότερα ἐξ ὧν γέγονεν, ἡ ὕλη ἄμορφος οὖσα καὶ ἀειδής, καὶ τὸ εἶδος ὃ καλοῦμεν ἐντελέχειαν, καὶ ἡ στέρησις. ἁμαρτάνει οὖν ὁ Θαλῆς στοιχεῖον καὶ ἀρχὴν λέγων τὸ ὕδωρ, [chapter 3] Περὶ τῶν ἀρχῶν τί εἰσιν. Θαλῆς ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων ἀπεφὴνατο τὸ ὕδωρ· δοκεῖ δʼ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς [stephpage 875e] φιλοσοφίας καὶ ἀπʼ αὐτοῦ Ἰωνικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο γὰρ πλεῖσται διαδοχαὶ φιλοσοφίας. φιλοσοφήσας δʼ ἐν Αἰγύπτῳ πρεσβύτσρος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι [tlnum 5] καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι στοχάζεται δʼ ἐκ τούτου πρῶτον, ὅτι πάντων τῶν ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὖσα· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον, ὅτι πάντα τὰ φυτὰ ὑγρῷ τρέφεται καὶ καρποφορεῖ, ἀμοιροῦντα [tlnum 10] δὲ ξηραίνεται τρίτον, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ [stephpage 875f] ἡλίου καὶ τὸ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος· διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος [tlnum 15] Ὠκεανός, ὅσπερ γένεσις πάντεσσι τέτυκται. Ἀναξίμανδρος δʼ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους, καὶ πάλιν φθείρεσθαι [tlnum 20] εἰς τὸ ἐξ οὗ γίνονται. λέγει γοῦν διότι ἄπειρόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ ἡ γένεσις ἡ ὑφισταμένη. [stephpage 876a] ἁμαρτάνει δʼ οὗτος, μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ἢ ὕδωρ ἢ γῆ ἢ ἄλλα τινὰ σώματα. ἁμαρτάνει οὖν, τὴν μὲν ὕλην ἀποφαινὸ μενος τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν· τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν οὐ δύναται δʼ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἂν μὴ τὸ ποιοῦν ὑποκέηται. Ἀναξιμένης δʼ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων [tlnum 5] ἀέρα ἀπεφήνατο · ἐκ γὰρ τούτου τὰ πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι, οἷον ἡ ψυχή φησὶν ἡ ἡμετέρα ἀὴρ οὖσα συγκρατεῖ ἡμᾶς καὶ ὅλον [stephpage 876b] τὸν κόσμον πνεῦμα καὶ ἀὴρ περιέχει· λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ [tlnum 10] οὗτος, ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα· ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων, ἐξ ἧς τὰ πάντα, ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ ὑποτιθέναι οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γενέσθαι, [tlnum 15] ἂν μὴ καὶ τὸ ποιοῦν ᾖ, τουτέστιν ὁ ἀργυροκόπος ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ τοῦ ξύλου καὶ τῆς ἄλλης ὕλης. Ἀναξαγόρας ὁ Κλαζομένιος ἀρχὰς τῶν ὄντων τὰς ὁμοιομερείας ἀπεφήνατο· ἐδόκει γὰρ αὐτῷ ἀπορώτατον [tlnum 20] εἶναι, πῶς ἐκ τοῦ μὴ ὄντος δύναταί [stephpage 876c] γίνεσθαι ἢ φθείρεσθαι εἰς τὸ μὴ ὄν· τροφὴν γοῦν προσφερόμεθα ἁπλῆν καὶ μονοειδῆ, οἷον τὸν Δημήτριον ἄρτον, τὸ ὕδωρ πίνοντες· καὶ ἐκ ταύτης τῆς τροφῆς τρέφεται θρὶξ φλὲψ ἀρτηρία νεῦρα ὀστᾶ καὶ τὰ λοιπὰ μόρια. τούτων οὖν γινομένων, ὁμολογητέον ἐστὶν ὅτι ἐν τῇ τροφῇ τῇ προσφερομένῃ πάντα ἐστὶ τὰ ὄντα καὶ ἐκ τῶν ὄντων πάντα αὔξεται καὶ ἐν ἐκείνῃ ἐστὶ τῇ τροφῇ μόρια αἵματος [tlnum 5] γεννητικὰ καὶ νεύρων καὶ ὀστέων καὶ τῶν ἄλλων ἃ ἦν λόγῳ θεωρητὰ μόρια. οὐ γὰρ δεῖ πάντα ἐπὶ τὴν αἴσθησιν ἀνάγειν, ὅτι ἄρτος καὶ τὸ ὕδωρ ταῦτα [stephpage 876d] κατασκευάζει, ἀλλʼ ἐν τούτοις ἔστι λόγῳ θεωρητὰ μόρια. ἀπὸ τοῦ οὖν ὅμοια τὰ μέρη εἶναι ἐν τῇ [tlnum 10] τροφῇ τοῖς γεννωμένοις ὁμοιομερείας αὐτὰ ἐκάλεσε καὶ ἀρχὰς τῶν ὄντων ἀπεφήνατο καὶ τὰς μὲν ὁμοιομερείας ὕλην, τὸ δὲ ποιοῦν αἴτιον τὸν νοῦν τὸν τὰ πάντα διαταξάμενον. ἄρχεται δʼ οὕτως ὁμοῦ πάντα χρήματα ἦν, νοῦς δʼ αὐτὰ διῄρε καὶ [tlnum 15] διεκόσμησε χρήματα λέγων τὰ πράγματα. ἀποδεκτέος οὖν ἐστιν, ὅτι τῇ ὕλῃ τὸν τεχνίτην προσέζευξεν. Ἀρχέλαος Ἀπολλοδώρου Ἀθηναῖος ἀέρα ἄπειρον καὶ τὴν περὶ αὐτὸν πυκνότητα καὶ μάνωσιν· τούτων [tlnum 20] δὲ τὸ μὲν εἶναι πῦρ τὸ δʼ ὕδωρ. [stephpage 876e] οὗτοι μὲν οὖν ἐφεξῆς; ἀλλήλοις ταῖς διαδοχαῖς γενόμενοι τὴν λεχθεῖσαν Ἰωνικὴν συμπληροῦσι φιλοσοφίαν ἀπὸ Θάλητος. πάλιν δʼ ἀπʼ ἄλλης ἀρχῆς Πυθαγόρας Μνησάρχου [tlnum 25] Σάμιος, ὁ πρῶτος φιλοσοφίαν τούτῳ τῷ ῥήματι προσαγορεύσας, ἀρχὰς τοὺς ἀριθμοὺς καὶ τὰς συμμετρίας τὰς ἐν τούτοις, ἃς καὶ ἁρμονίας καλεῖ τὰ δʼ ἐξ ἀμφοτέρων σύνθετα στοιχεῖα, καλούμενα δὲ γεωμετρικά· πάλιν δὲ τὴν μονάδα καὶ τὴν [stephpage 876f] ἀόριστον δυάδα ἐν ταῖς ἀρχαῖς. σπεύδει δʼ αὐτῷ [tlnum 5] τῶν ἀρχῶν ἡ μὲν ἐπὶ τὸ ποιητικὸν αἴτιον καὶ εἰδικόν, ὅπερ ἐστὶ νοῦς,· ὁ θεός, ἡ δʼ ἐπὶ τὸ παθητικὸν τε καὶ ὑλικόν, ὅπερ ἐστὶν ὁ ὁρατὸς κόσμος·. εἶναι δὲ τὴν φύσιν τοῦ ἀριθμοῦ δεκάδα· μέχρι γὰρ τῶν δέκα πάντες Ἕλληνες, πάντες βάρβαροι ἀριθμοῦσιν, [tlnum 10] ἐφʼ ἃ ἐλθόντες πάλιν ἀναποδοῦσιν ἐπὶ τὴν μονάδα· καὶ τῶν δέκα πάλιν, φησίν, ἡ δύναμίς ἐστιν ἐν τοῖς τέσσαρσι καὶ τῇ τετράδι τὸ δʼ αἴτιον, εἴ τις ἀπὸ τῆς μονάδος ἀναποδῶν κατὰ πρόσθεσιν τιθείη τοὺς ἀριθμοὺς ἄχρι τῶν τεσσάρων προελθὼν [tlnum 15] ἐκπληρώσει τὸν δέκα ἀριθμόν ἐὰν δὲ ὑπερβάληται [stephpage 877a] τὸν τῆς τετράδος, καὶ τῶν δέκα ὑπερεκπεσεῖται οἷον εἴ τις θείη ἓν καὶ δύο προσθείη καὶ τρία καὶ τούτοις τέσσαρα, τὸν τῶν δέκα πληρώσει ἀριθμόν· ὥστε ὁ ἀριθμὸς κατὰ μὲν μονάδα ἐν τοῖς δέκα [tlnum 20] κατὰ δὲ δύναμιν ἐν τοῖς τέσσαρσι διὸ καὶ ἐφθέγγοντο οἱ Πυθαγόρειοι, ὡς μεγίστου ὅρκου ὄντος τῆς τετράδος, οὐ μὰ τὸν ἁμετέρᾳ ψυχᾷ παραδόντα τετρακτύν, παγὰν ἀενάου φύσεος ῥίζωμὰ τʼ ἔχουσαν. καὶ ἡ ἡμετέρα ψυχή φησὶν ἐκ τετράδος σύγκειται εἶναι γὰρ νοῦν ἐπιστήμην δόξαν αἴσθησιν, [tlnum 5] ἐξ ὧν πᾶσα τέχνη καὶ ἐπιστήμη καὶ αὐτοὶ λογικοὶ [stephpage 877b] ἐσμεν. νοῦς μὲν οὖν ἡ μονάς ἐστιν· ὁ γὰρ νοῦς κατὰ μονάδα θεωρεῖται, οἷον πολλῶν ὄντων ἀνθρώπων οἱ μὲν ἐπὶ μέρους εἰσὶν ἀναίσθητοι ἀπερίληπτοι καὶ ἄπειροι, ἀλλʼ αὐτὸ τοῦτο ἄνθρωπον ἕνα [tlnum 10] μόνον νοοῦμεν, ᾧ οὐδεὶς ἔτυχεν ὅμοιος· καὶ ἵππον ἕνα μόνον νοοῦμεν, οἱ δʼ ἐπὶ μέρους εἰσὶν ἄπειροι. τὰ γὰρ εἴδη ταῦτα πάντα καὶ γένη κατὰ μονάδας εἰσί· διὸ καὶ ἐπὶ· ἑνὸς ἑκάστου αὐτῶν τοῦτον τὸν ὅρον ἀποδιδόντες λέγουσι ζῷον λογικὸν ἢ ζῷον [tlnum 15] χρεμετιστικὸν ῥητέον. διὰ τοῦτο οὖν νοῦς ἡ μονάς, ᾧ ταῦτα νοοῦμεν, καὶ ἡ δυὰς δʼ ἡ ἀόριστος ἐπιστήμη, [stephpage 877c] εἰκότως· πᾶσα γὰρ ἀπόδειξις καὶ πᾶσα πίστις ἐπιστήμης, πρὸς δὲ καὶ πᾶς συλλογισμὸς ἔκ τινων ὁμολογουμένων τὸ ἀμφισβητούμενον συνάγει καὶ [tlnum 20] ῥᾳδίως ἀποδείκνυται ἕτερον· ὧν ἡ ἐπιστήμη κατάληψίς ἐστι, διὸ εἴη ἂν δυάς. ἡ δὲ δόξα τριὰς ἐκ καταλήψεώς ἐστιν, εὐλόγως, ὅτι πολλῶν ἐστιν ἡ δόξα ἡ δὲ τριὰς πλῆθος, ὡς τρισμάκαρες Δαναοὶ διὰ τοῦτο οὖν ἐγκρίνει τὴν τριάδα ἡ δὲ τούτων αἵρεσις Ἰταλικὴ προσηγορεύθη διὰ τὸ τὸν Πυθαγόραν ἐν Ἰταλίᾳ σχολάσαι μετέστη γὰρ ἀπὸ Σάμου τῆς πατρίδος, τῇ Πολυκράτους τυραννίδι δυσαρεστήσας. [tlnum 5] Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν ὅλων τὸ πῦρ· ἐκ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου, κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ [tlnum 10] συστελλόμενον γῆν γίνεσθαι, ἔπειτʼ ἀναχαλωμένην [stephpage 877d] τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δʼ ἀέρα γίνεσθαι πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐν τῇ ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ [tlnum 15] τούτου τὰ πάντα· τέλος δέ, ὅτι καὶ εἰς τοῦτο ἀναλύεται τὰ πάντα. Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος κατὰ Δημόκριτον φιλοσοφήσας ἔφη τὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, [tlnum 20] ἀίδια, ἄφθαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτʼ ἀλλοιωθῆναι [stephpage 877e] εἶναι δʼ αὐτὰ λόγῳ θεωρητά ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ [tlnum 5] τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχῆμα μέγεθος βάρος. Δημόκριτος μὲν γὰρ ἔλεγε δύο, μέγεθὸς τε καὶ σχῆμα, ὁ δʼ Ἐπίκουρος τούτοις καὶ τρίτον, τὸ βάρος, προσέθηκεν · ἀνάγκη γάρ φησὶ κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ ·, ἐπεὶ [tlnum 10] οὐ κινηθήσεται εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων [stephpage 877f] ἀπερίληπτα οὐκ ἄπειρα μὴ γὰρ εἶναι μήτʼ ἀγκιστροειδεῖς μήτε τριαινοειδεῖς μήτε κρικοειδεῖς · ταῦτα γὰρ τὰ σχήματα εὔθραυστά ἐστιν · αἱ δʼ ἄτομοι ἀπαθεῖς ἄθραυστοι, ἴδια δʼ ἔχειν σχήματα λόγῳ [tlnum 15] θεωρητά. καὶ εἴρηται ἄτομος, οὐχ ὅτι ἐστὶν ἐλαχίστη ἀλλʼ ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε, ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει καὶ ἀπαθῆ , ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές· καὶ γὰρ ἔστι στοιχεῖα ἀεὶ ὄντα [tlnum 20] καὶ ζῷα κενὰ καὶ ἡ μονάς. [stephpage 878a] Ἐμπεδοκλῆς Μέτωνος Ἀκραγαντῖνος τέτταρα μὲν λέγει στοιχεῖα, πῦρ ἀέρα ὕδωρ γῆν· δύο δʼ ἀρχικὰς δυνάμεις, φιλίαν τε καὶ νεῖκος· ὧν ἡ μέν ἐστιν ἑνωτικὴ τὸ δὲ διαιρετικόν. φησὶ δʼ οὕτως τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε. Ζεὺς ἀργὴς Ἥρη· τε φερέσβιος ἠδʼ Ἀιδωνεύς, νῆστὶς θʼ, ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥρην [tlnum 5] δὲ φερέσβιον τὸν ἀέρα, τὴν δὲ γῆν τὸν Ἀιδωνέα, Νῆστιν δὲ καὶ κρούνωμα βρότειον οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ. [stephpage 878b] Σωκράτης Σωφρονίσκου Ἀθηναῖος καὶ Πλάτων Ἀρίστωνος Ἀθηναῖος ʽαἱ γὰρ αὐταὶ περὶ παντὸς [tlnum 10] ἑκατέρου δόξαἰ τρεῖς ἀρχάς, τὸν θεὸν τὴν ὕλην τὴν ἰδέαν. ὁ δὲ θεὸς νοῦς ἐστι τοῦ κόσμου, ὕλη δὲ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ, ἰδέα δʼ οὐσία ἀσώματος ἐν τοῖς νοήμασι καὶ ταῖς φαντασίαις τοῦ θεοῦ. [tlnum 15] Ἀριστοτέλης δὲ Νικομάχου Σταγειρίτης ἀρχὰς μὲν ἐντελέχειαν, ἤτοι εἶδος ὕλην στέρησιν· στοιχεῖα δὲ τέτταρα, πέμπτον δέ τι σῶμα αἰθέριον ἀμετάβλητον. Ζήνων Μνασέου Κιτιεὺς ἀρχὰς μὲν τὸν θεὸν [tlnum 20] [stephpage 878c] καὶ τὴν ὕλην, ὧν ὁ μέν ἐστι τοῦ ποιεῖν αἴτιος ἡ δὲ τοῦ πάσχειν, στοιχεῖα δὲ τέτταρα. [chapter 4] Πῶς συνέστηκεν ὁ κόσμος. ὁ τοίνυν κόσμος συνέστη περικεκλασμένῳ σχήματι ἐσχηματισμένος τὸν τρόπον τοῦτον. τῶν ἀτόμων σωμάτων ἀπρονόητον καὶ τυχαίαν ἐχόντων τὴν [tlnum 5] κίνησιν συνεχῶς τε καὶ τάχιστα κινουμένων εἰς τὸ [stephpage 878d] αὐτό, πολλὰ σώματα συνηθροίσθη, καὶ διὰ τοῦτο ποικιλίαν ἔχοντα καὶ σχημάτων καὶ μεγεθῶν. ἀθροιζομένων δʼ ἐν ταὐτῷ τούτων, τὰ μέν, ὅσα μείζονα ἦν καὶ βαρύτερα, πάντως ὑπεκάθιζεν ὅσα δὲ μικρὰ [tlnum 10] καὶ περιφερῆ καὶ λεῖα καὶ εὐόλισθα, ταῦτα καὶ ἐξεθλίβετο κατὰ τὴν σύνοδον τῶν σωμάτων εἴς τε τὸ μετέωρον ἀνεφέρετο. ὡς δ’ οὖν ἐξέλιπε μὲν ἡ πληκτικὴ δύναμις μετεωρίζουσα, οὐκέτι δʼ ἦγεν ἡ πληγὴ πρὸς τὸ μετέωρον, ἐκωλύετο δὲ ταῦτα κάτω [tlnum 15] φέρεσθαι, ἐπιέζετο πρὸς τοὺς τόπους τοὺς δυναμένους [stephpage 878e] δέξασθαι· οὗτοι δʼ ἦσαν οἱ πέριξ, καὶ πρὸς τούτοις τὸ πλῆθος τῶν σωμάτων περιεκλᾶτο, περιπλεκόμενα δʼ ἀλλήλοις κατὰ τὴν περίκλασιν τὸν οὐρανὸν ἐγέννησεν· τῆς δʼ αὐτῆς ἐχόμεναι φύσεως [tlnum 20] αἱ ἄτομοι, ποικίλαι οὖσαι, καθὼς εἴρηται, πρὸς τὸ μετέωρον ἐξωθούμεναι, τὴν τῶν ἀστέρων φύσιν ἀπετέλουν · τὸ δὲ πλῆθος τῶν ἀναθυμιωμένων σωμάτων ἐπέπληττε τὸν ἀέρα καὶ τοῦτον ἐξέθλιβε· πνευματούμενος δʼ οὗτος κατὰ τὴν κίνησιν καὶ συμπεριλαμβάνων [stephpage 878f] τὰ ἄστρα συμπεριῆγε ταῦτα καὶ τὴν νῦν περιφορὰν αὐτῶν μετέωρον ἐφύλαττε. κἄπειτα ἐκ μὲν τῶν ὑποκαθιζόντων ἐγεννήθη ἡ γῆ, ἐκ δὲ τῶν μετεωριζομένων οὐρανὸς πῦρ ἀήρ. πολλῆς δʼ ὕλης [tlnum 5] ἔτι περιειλημμένης ἐν τῇ γῇ πυκνουμένης τε ταύτης κατὰ τὰς ἀπὸ τῶν πνευμάτων πληγὰς καὶ τὰς ἀπὸ τῶν ἀστέρων αὔρας, προσεθλίβετο πᾶς ὁ μικρομερὴς σχηματισμὸς ταύτης; καὶ τὴν ὑγρὰν φύσιν ἐγέννα · ῥευστικῶς δʼ αὕτη διακειμένη κατεφέρετο [tlnum 10] πρὸς τοὺς κοίλους τόπους καὶ δυναμένους χωρῆσαὶ τε καὶ στέξαι, ἢ καθʼ αὑτὸ τὸ ὕδωρ ὑποστὰν ἐκοίλαινε τοὺς ὑποκειμένους τόπους. τὰ μὲν οὖν κυριώτατα μέρη τοῦ κόσμου τὸν τρόπον τοῦτον ἐγενήθη. [chapter 5] Εἰ ἓν τὸ πᾶν. [stephpage 879a] [tlnum 15] οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον ἀπεφήναντο, ὃν δὴ καὶ τὸ πᾶν ἔφασαν εἶναι καὶ τὸ σωματικόν. Ἐμπεδοκλῆς δὲ κόσμον μὲν ἕνα , οὐ μέντοι τὸ πᾶν εἶναι τὸν κόσμον ἀλλʼ ὀλίγον τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. [tlnum 20] Πλάτων δὲ τεκμαίρεται τὸ δοκοῦν, ὅτι εἷς ὁ κόσμος καὶ ἓν τὸ πᾶν, ἐκ τριῶν· ἐκ τοῦ μὴ εἶναι τέλειον, ἐὰν μὴ πάντα περιέχῃ · ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι, ἐὰν μὴ μονογενὴς ἐκ τοῦ μὴ ἔσεσθαι αὐτὸν ἄφθαρτον, ἐὰν ᾖ τι ἐξωτέρω αὐτοῦ. πρὸς δὴ τὸν Πλάτωνα ῥητέον, ὅτι οὐ τέλειος [stephpage 879b] ὁ κόσμος· οὐδὲ γὰρ πάντα περιέχει καὶ γὰρ ὁ ἄνθρωπός ἐστι τέλειος, ἀλλʼ οὐ πάντα περιέχει καὶ πολλὰ παραδείγματα ἔστιν, ὥσπερ ἐπʼ ἀνδριάντων [tlnum 5] καὶ οἰκιῶν καὶ ζῳγραφιῶν. πῶς δὲ τέλειος, εἴπερ ἔξωθέν τι αὐτοῦ περιδινεῖσθαι δύναται; ἄφθαρτος δʼ οὐκ ἔστιν οὐδὲ δύναται εἶναι , γενητὸς ὤν. Μητρόδωρος δέ φησιν ἄτοπον εἶναι ἐν μεγάλῳ πεδίῳ ἕνα στάχυν γενηθῆναι καὶ ἕνα κόσμον ἐν [tlnum 10] τῷ ἀπείρῳ. ὅτι δʼ ἄπειρος κατὰ τὸ πλῆθος, δῆλον ἐκ τοῦ ἄπειρα τὰ αἴτια εἶναι· εἰ γὰρ ὁ μὲν κόσμος πεπερασμένος, ὅτι δʼ αἴτια πάντα ἄπειρα, ἐξ ὧν ὅδε [stephpage 879c] ὁ κόσμος γέγονεν, ἀνάγκη ἀπείρους εἶναι. ὅπου γὰρ τὰ πάντα αἴτια, ἐκεῖ καὶ τὰ ἀποτελέσματα αἴτια [tlnum 15] δʼ ἤτοι αἱ ἄτομοι ἢ τὰ στοιχεῖα. [chapter 6] Πόθεν ἔννοιαν ἔσχον θεοῦ ἄνθρωποι. ὁρίζονται δὲ τὴν τοῦ θεοῦ οὐσίαν οἱ Στωικοὶ οὕτω· πνεῦμα νοερὸν καὶ πυρῶδες οὐκ ἔχον μὲν μορφήν, μεταβάλλον δʼ εἰς ὃ βούλεται καὶ συνεξομοιούμενον [tlnum 20] πᾶσιν. ἔσχον δʼ ἔννοιαν τούτου πρῶτον μὲν ἀπὸ τοῦ κάλλους τῶν ἐμφαινομένων προσλαμβάνοντες· οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ καὶ ὡς ἔτυχε γίνεται, ἀλλὰ μετά τινος τέχνης δημιουργούσης. [stephpage 879d] καλὸς δʼ ὁ κόσμος· δῆλον δʼ ἐκ τοῦ σχήματος καὶ τοῦ χρώματος καὶ τοῦ μεγέθους καὶ τῆς περὶ τὸν κόσμον τῶν ἀστέρων ποικιλίας. σφαιροειδὴς δʼ ὁ [tlnum 5] κόσμος ὃ πάντων τῶν σχημάτων πρωτεύει · μόνον γὰρ τοῦτο τοῖς ἑαυτοῦ μέρεσιν ὁμοιοῦται· περιφερὴς δʼ ὢν ἔχει τὰ μέρη περιφερῆ διὰ τοῦτο γὰρ κατὰ τὸν Πλάτωνα ἐν τῇ κεφαλῇ τὸ ἱερώτατον συνέστηκε νοῦς. καὶ τὸ χρῶμα δὲ καλόν· κυανώσει [tlnum 10] γὰρ κέχρωσται, ὃ πορφύρας μέν ἐστι μελάντερον στίλβουσαν δʼ ἔχει τὴν ποιότητα· καὶ διὰ ταύτην τὴν αἰτίαν τῷ τῆς χροιᾶς συντόνῳ διακόπτων τηλικαύτην [stephpage 879e] ἀέρος ἀκόστασιν ἐκ τοσούτων διαστημάτων θεωρεῖται. καὶ ἐκ τοῦ μεγέθους καλός· πάντων [tlnum 15] γὰρ τῶν ὁμογενῶν τὸ περιέχον καλὸν ὡς ζῷον καὶ δένδρον. ἐπιτελεῖ τὸ κάλλος τοῦ κόσμου καὶ ταῦτα τὰ φαινόμενα· ὁ μὲν γὰρ λοξὸς κύκλος ἐν οὐρανῷ διαφόροις εἰδώλοις πεποίκιλται· τῷ δ’ ἔνι καρκίνος ἐστί, λέων δ’ ἐπὶ τῷ, μετὰ δʼ αὐτὸν [tlnum 20] παρθένος, ἠδʼ ἐπί οἱ χηλαὶ καὶ σκορπίος αὐτὸς τοξευτής τε καὶ αἰγόκερως, ἐπὶ δʼ αἰγοκέρωτι ὑδροχόος· δύο δʼ αὐτὸν ἐπʼ ἰχθύες ἀστερόεντες· τοὺς δὲ μέτα κριός, ταῦρος δʼ ἐπὶ τῷ δίδυμοί τε. [stephpage 879f] μυρία δʼ ἄλλα καθʼ ὁμοίας τοῦ κόσμου περικλάσεις [tlnum 25] πεποίηκεν· ὅθεν καὶ Εὐριπίδης φησὶ τὸ τʼ ἀστερωπὸν οὐρανοῦ σέλας, χρόνου καλὸν ποίκιλμα, τέκτονος σοφοῦ. ἐλάβομεν δʼ ἐκ τούτου ἔννοιαν θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν [tlnum 5] ὑπόγειον φορὰν ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσι καὶ κατὰ τόπους καὶ κατὰ χρόνους τοὺς αὐτούς. διόπερ οἱ τὸν περὶ τῶν θεῶν παραδόντες σεβασμὸν διὰ τριῶν ἐξέθηκαν ἡμῖν εἰδῶν, πρῶτον μὲν τοῦ φυσικοῦ, δεύτερον [tlnum 10] [stephpage 880a] δὲ τοῦ μυθικοῦ, τρίτον δὲ τοῦ τὴν μαρτυρίαν ἐκ τῶν νόμων εἰληφότος, διοικεῖσθαι διδάσκεται δὲ τὸ μὲν φυσικὸν ὑπὸ τῶν φιλοσόφων, τὸ δὲ μυθικὸν ὑπὸ τῶν ποιητῶν, τὸ δὲ νομικὸν ὑφʼ ἑκάστης ἀεὶ πόλεως συνίσταται. διαιρεῖται δʼ ἡ πᾶσα διδαχὴ [tlnum 15] εἰς εἴδη ἑπτά· καὶ πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων καὶ μετεώρων· θεοῦ γὰρ ἔννοιαν ἔσχον ἀπὸ τῶν φαινομένων ἀστέρων, ὁρῶντες τούτους μεγάλης συμφωνίας ὄντας αἰτίους καὶ τεταγμένας ἀνατολάς τε καὶ δυσμάς, ἡμέρας τε καὶ νύκτας χειμῶνά [tlnum 20] [stephpage 880b] τε καὶ θέρος, καὶ τὰ ὑπὸ τῆς γῆς ζῳογονούμενα καὶ καρπογονούμενα. διὸ· πατὴρ μὲν ἔδοξεν αὐτοῖς οὐρανὸς ὑπάρχειν, μήτηρ δὲ γῆ· τούτων δʼ ὁ μὲν πατὴρ διὰ τὸ τὰς τῶν ὑδάτων ἐκχύσεις σπερμάτων ἔχειν τάξιν· ἡ δὲ γῆ μήτηρ διὰ τὸ δέχεσθαι ταῦτα καὶ τίκτειν· βλέποντες δὲ τοὺς ἀστέρας ἀεὶ θέοντας αἰτίους τε τοῦ θεωρεῖν ἡμᾶς ἥλιον καὶ σελήνην, θεοὺς προσηγόρευσαν. εἰς δεύτερον δὲ καὶ τρίτον τόπον τοὺς θεοὺς διεῖλον, εἴς τε τὸ βλάπτον [tlnum 5] καὶ τὸ ὠφελοῦν· καὶ τοὺς μὲν ὠφελοῦντας Δία [stephpage 880c] Ἥραν Ἑρμῆν Δήμητραν τοὺς δὲ βλάπτοντας Ποινὰς Ἐρινύας Ἄρην, τούτους ἀφοσιούμενοι χαλεποὺς ὄντας καὶ βιαίους. τέταρτον καὶ πέμπτον προστεθείκασι τοῖς πράγμασι καὶ τοῖς πάθεσι, καθάπερ [tlnum 10] ἔρωτα Ἀφροδίτην Πόθον· πραγμάτων δʼ Ἐλπίδα Δίκην Εὐνομίαν. ἕκτον δὲ τόπον προσέλαβε τὸ ὑπὸ τῶν ποιητῶν πεπλασμένον · Ἡσίοδος γὰρ βουλόμενος τοῖς γενητοῖς θεοὺς πατέρας συστῆσαι εἰσήγαγε τοιούτους αὐτοῖς γεννήτορας [tlnum 15] κοῖόν τε Κρεῖὸν θʼ Ὑπερίονά τʼ Ἰαπετόν τε· διὰ τοῦτο καὶ μυθικὸν κέκληται. ἕβδομον δὲ καὶ ἐπὶ πᾶσι τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον εὐεργεσίας ἐκτετιμημένον ἀνθρώπινον δὲ γεννηθέν, ὡς Ἡρακλέα [stephpage 880d] ὡς Διοσκόρους ὡς Διόνυσον. ἀνθρωποειδεῖς [tlnum 20] δʼ αὐτοὺς ἔφασαν εἶναι, διότι τῶν μὲν ἁπάντων τὸ θεῖον κυριώτατον, τῶν δὲ ζῴων ἄνθρωπος κάλλιστον καί, κεκοσμημένον ἀρετῇ διαφόρως κατὰ τὴν τοῦ νοῦ σύστασιν, τὸ κράτιστον. τοῖς οὖν ἀριστεύουσι τὸ κράτιστον ὁμοίως καὶ καλῶς ἔχειν διενοήθησαν. [chapter 7] Τίς Τίς ὁ θεός. ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μήλιος καὶ Θεόδωρος ὁ Κυρηναῖος καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δʼ [tlnum 5] Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναῖος αἰνίττεται ἐν τοῖς Ἰάμβοις γράφων [stephpage 880e] εἰς τὸ πρὸ τείχευς ἱερὸν ἁλέες δεῦτε, οὗ τὸν πάλαι χάγκεον ὁ πλάσας Ζᾶνα γέρων ἀλαζὼν ἄδικα βιβλία ψήχει [tlnum 10] ταῦτʼ ἔστι τὰ περὶ τοῦ μὴ εἶναι θεούς. καὶ Εὐριπίδης δʼ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοικὼς τὸν Ἄρειον πάγον· ἐνέφηνε δὲ τοῦτον τὸν τρόπον τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ [tlnum 15] ταύτῃ τῇ γνώμῃ ἦν γάρ χρόνος φησὶν ὅτʼ ἦν ἄτακτος ἀνθρώπων βίος καὶ θηριώδης ἰσχύος θʼ ὑπηρέτης· [stephpage 880f] ἔπειτα φησὶ τὴν ἀνομίαν λυθῆναι νόμων εἰσαγωγῇ· [tlnum 20] ἐπεὶ γὰρ ὁ νόμος τὰ φανερὰ τῶν ἀδικημάτων εἴργειν ἐδύνατο κρύφα δʼ ἠδίκουν πολλοί, τότε τις σοφὸς ἀνὴρ ἐπέστησεν, ὡς δεῖ ψευδεῖ λόγῳ τυφλῶσαι τὴν ἀλήθειαν καὶ πεῖσαι τοὺς ἀνθρώπους ὡς ἔστι δαίμων ἀφθίτῳ θάλλων βίῳ, ὃς ταῦτʼ ἀκούει καὶ βλέπει φρονεῖ τʼ ἄγαν. ἀναιρείσθω γάρ, φησίν, ὁ ποιητικὸς λῆρος σὺν Καλλιμάχῳ τῷ λέγοντι [tlnum 5] εἰ θεὸν οἶσθα, ἴσθʼ ὅτι καὶ ῥέξαι δαίμονι πᾶν δυνατόν οὐδὲ γὰρ ὁ θεὸς δύναται πᾶν ποιεῖν· ἐπεί τοί γε, εἰ θεὸς ἔστι, ποιείτω τὴν χιόνα μέλαιναν τὸ δὲ [stephpage 881a] πῦρ ψυχρὸν τὸ δὲ καθήμενον ὀρθὸν καὶ τὸ ἐναντίον. [tlnum 10] καὶ γὰρ Πλάτων ὁ μεγαλόφωνος εἰπών ὁ θεὸς ἔπλασε τὸν κόσμον πρὸς ἑαυτὸν ὑπόδειγμα ὄζει λήρου βεκκεσελήνου, κατά γε τοὺς τῆς ἀρχαίας κωμῳδίας ποιητάς πῶς γὰρ αὑτῷ ἀτενίζων ἔπλασεν; ἢ πῶς σφαιροειδῆ τὸν θεόν, ὄντα ταπεινότερον [tlnum 15] ἀνθρώπου; ὁ δʼ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατʼ ἀρχὰς τὰ σώματα, νοῦς δʼ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα ἀτάκτως δὲ κινούμενα διὸ καὶ ὁ θεός, φησίν, [tlnum 20] ἐπιστήσας ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησε [stephpage 881b] ταῦτα. κοινῶς οὖν ἁμαρτάνουσιν ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων ἢ καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον συμπεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων· κακοδαίμων δʼ [tlnum 5] ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν. καὶ πάλιν ὁ θεὸς ὃν λέγουσιν ἤτοι τὸν ἔμπροσθεν [stephpage 881c] αἰῶνα οὐκ ἦν, ὅτʼ ἦν ἀκίνητα τὰ σώματα, ἢ ἀτάκτως ἐκινεῖτο ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων. [tlnum 10] καὶ οὔτε τὸ πρῶτον ἔστι δἐξασθαι, ὁ γὰρ θεὸς αἰώνιος· οὔτε τὸ δεύτερον, εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει αἰώνιος γὰρ ὕπνος ὁ θάνατός ἐστιν · ἀλλʼ οὐδὲ δεκτικὸς ὕπνου θεός, τὸ γὰρ ἀθάνατον τοῦ θεοῦ καὶ τὸ ἐγγὺς θανάτου πολὺ [tlnum 15] κεχώρισται. εἰ δʼ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαιμονίαν ἢ ἐπεπλήρωτο ἐν μακαριότητι· καὶ οὔτε κατὰ τὸ πρῶτον μακάριός ἐστιν ὁ θεός, τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον, μηδὲν γὰρ ἐλλείπων κεναῖς [tlnum 20] ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς [stephpage 881d] ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατʼ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ τὸ δʼ ἀστεῖον τἀναντία πάσχει; Ἀγαμέμνων τε γάρ ἀμφότερον βασιλεὺς τʼ ἀγαθὸς κρατερὸς τʼ [tlnum 25] αἰχμητής. ὑπὸ μοιχοῦ καὶ μοιχάδος ἡττηθεὶς ἐδολοφονήθη καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας ὑπὸ Δηιανείρας φαρμακευθεὶς ἐδολοφονήθη. [tlnum 5] Θαλῆς νοῦν τοῦ κόσμου θεόν. Ἀναξίμανδρος τοὺς ἀπείρους οὐρανοὺς θεούς. Δημόκριτος νοῦν τὸν θεὸν ἑν πυρὶ σφαιροειδεῖ. Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν. [tlnum 10] [stephpage 881e] Πυθαγόρας τῶν ἀρχῶν τὴν μὲν μονάδα θεὸν καὶ τἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δʼ ἀόριστον δυάδα δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος, ἔστι δὲ καὶ ὁ ὁρατὸς κόσμος. [tlnum 15] Σωκράτης καὶ Πλάτων τὸ ἕν, τὸ μονοφυὲς καὶ αὐτοφυὲς τὸ μοναδικόν, τὸ ὄντως ἀγαθὸν πάντα δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδει νοῦς οὖν ὁ θεός, χωριστὸν εἶδος, τουτέστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον. [tlnum 20] Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χω [stephpage 881f] ριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἣτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπʼ αὐτοῦ καλούμενον διῃρημένου δὲ τούτου κατὰ σφαίρας, τῇ μὲν φύσει συναφεῖς τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην [tlnum 5] οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀκίνητος αἴτιος τῆς κινήσεως κατʼ ἐνέργειαν. οἱ Στωικοὶ νοερὸν θεὸν ἀποφαίνονται πῦρ [tlnum 10] τεχνικὸν ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ [stephpage 882a] οὓς ἕκαστα καθʼ εἱμαρμένην γίνεται · καὶ πνεῦμα μὲν διῆκον διʼ ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον διὰ τὰς τῆς ὕλης, διʼ ἧς κεχώρηκε, [tlnum 15] παραλλάξεις· θεὸν δʼ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν· τὸν δʼ ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι. Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν πάντας τοὺς θεούς, λόγῳ δὲ πάντας τούτους θεωρητοὺς διὰ τὴν λεπτομέρειαν [tlnum 20] τῆς τῶν εἰδώλων φύσεως· ὁ δʼ αὐτὸς ἄλλως τέσσαρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε, τὰ ἄτομα τὸ κενὸν τὸ ἄπειρον τὰς ὁμοιότητας· αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ στοιχεῖα. [chapter 8] Περὶ δαιμόνων καὶ ἡρώων. παρακειμένως δὲ τῷ περὶ θεῶν λόγῳ τὸν περὶ δαιμόνων καὶ ἡρώων ἱστορητέον. Θαλῆς Πυθαγόρας Πλάτων οἱ Στωικοὶ δαίμονας [tlnum 5] ὑπάρχειν οὐσίας ψυχικάς· εἶναι δὲ καὶ ἥρωας τὰς κεχωρισμένας ψυχὰς τῶν σωμάτων, καὶ ἀγαθοὺς μὲν τὰς ἀγαθὰς κακοὺς δὲ τὰς φαύλας. Ἐπίκουρος δʼ οὐδὲν τούτων ἐγκρίνει. [chapter 9] Περὶ ὕλης [tlnum 10] [stephpage 882c] ὕλη ἐστὶ τὸ ὑποκείμενον πρῶτον γενέσει καὶ φθορᾷ καὶ ταῖς ἄλλαις μεταβολαῖς. οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωικοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην διʼ ὅλης τὴν ὕλην. [tlnum 15] οἱ ἀπὸ Δημοκρίτου ἀπαθῆ τὰ πρῶτα, τὴν ἄτομον καὶ τὸ κενὸν καὶ τὸ ἀσώματον. Ἀριστοτέλης καὶ Πλάτων τὴν ὕλην σωματοειδῆ ἄμορφον ἀνείδεον ἀσχημάτιστον ἄποιον μὲν ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει , δεξαμενὴν δὲ τῶν εἰδῶν οἷον [tlnum 20] τιθήνην καὶ ἐκμαγεῖον καὶ μητέρα γενέσθαι. οἱ δʼ ὕδωρ λέγοντες ἢ γῆν ἢ πῦρ ἢ ἀέρα τὴν ὕλην οὐκέτι ἄμορφον αὐτὴν λέγουσιν ἀλλὰ σῶμα· οἱ δὲ τὰ ἀμερῆ καὶ τὰς ἀτόμους ἄμορφον. [chapter 10] Περὶ ἰδέας. [stephpage 882d] ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν μὴ ὑφεστῶσα καθʼ αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους; ὔλας καὶ αἰτία γινομένη τῆς τούτων δείξεως. [tlnum 5] Σωκράτης καὶ Πλάτων χωριστὰς τῆς ὕλης οὐσίας τὰς ἰδέας ὑπολαμβάνει, ἐν τοῖς νοήμασι καὶ ταῖς· φαντασίαις τοῦ θεοῦ, τουτέστι τοῦ νοῦ, ὑφεστώσας. Ἀριστοτέλης δʼ εἴδη μὲν ἀπέλιπε καὶ ἰδέας, οὐ μὴν κεχωρισμένας τῆς ὕλης, ὃ ἐξ ὧν γεγονὸς τὸ [tlnum 10] ὑπὸ τοῦ θεοῦ. [stephpage 882e] οἱ ἀπὸ Ζήνωνος Στωικοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν. [chapter 11] Περὶ αἰτίων. αἴτιόν ἐστι διʼ ὃ τὸ ἀποτέλεσμα ἢ διʼ ὃ συμβαίνει [tlnum 15] τι. Πλάτων τριχῶς τὸ αἴτιον· φησὶ γὰρ ὑφʼ οὗ ἐξ. οὗ πρὸς ὅ· κυριώτερον δʼ ἡγεῖται τὸ ὑφʼ οὗ· τοῦτο δʼ ἦν τὸ ποιοῦν, ὅ ἐστι νοῦς. Πυθαγόρας καὶ Ἀριστοτέλης τὰ μὲν πρῶτα [tlnum 20] αἴτια ἀσώματα, τὰ δὲ κατὰ μετοχὴν ἢ κατὰ συμβεβηκὸς τῆς σωματικῆς ὑποστάσεως· ὥστʼ εἶναι τὸν κόσμον σῶμα. [stephpage 882f] οἱ Στωικοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ. [chapter 12] Περὶ σωμάτων. σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει βάθει [tlnum 5] μήκει ἢ ὄγκος· ἀντίτυπος ὅσον ἐφʼ ἑαυτῷ · ἢ τὸ κατέχον τόπον. Πλάτων μήτε βαρὺ εἶναι μήτε κοῦφον τῇ φύσει ἔν γε τῷ οἰκείῳ τόπῳ ὑπάρχον ἐν δέ γε τῷ ἀλλοτρίῳ γενόμενον τότε νεῦσιν ἴσχειν · ἐκ δὲ τῆς νεύσεως [tlnum 10] [stephpage 883a] ῥοπὴν ἤτοι πρὸς βαρύτητα ἢ κουφότητα. Ἀριστοτέλης βαρύτατον μὲν εἶναι τὴν γῆν ἁπλῶς, κουφότατον δὲ τὸ πῦρ· ἀέρα δὲ καὶ ὕδωρ ἄλλοτʼ ἄλλως. οἱ Στωικοὶ δύο μὲν ἐκ τῶν τεσσάρων στοιχείων [tlnum 15] κοῦφα, πῦρ καὶ ἀέρα· δύο δὲ βαρέα, ὕδωρ καὶ γῆν· κοῦφον γὰρ ὑπάρχει φύσει, ὃ νεύει ἀπὸ τοῦ ἰδίου μέσου· βαρὺ δὲ τὸ εἰς μέσον· βαρὺ δʼ οὐκ ἔστι τὸ μέσον. Ἐπίκουρος δʼ ἀπερίληπτα εἶναι τὰ σώματα καὶ [tlnum 20] τὰ πρῶτα δʼ ἁπλᾶ, τὰ δʼ ἐξ ἐκείνων συγκρίματα πάντα βάρος ἔχειν · κινεῖσθαι δὲ τὰ ἄτομα ποτὲ μὲν κατὰ στάθμην ποτὲ δὲ κατὰ παρέγκλισιν, τὰ [stephpage 883b] δʼ ἄνω κινούμενα κατὰ πληγήν, κατὰ παλμόν. [chapter 13] Περὶ ἐλαχίστων. Ἐμπεδοκλῆς πρὸ τῶν τεσσάρων στοιχείων θραύσματα ἐλάχιστα, οἱονεὶ στοιχεῖα πρὶν στοιχείων, ὁμοιομερῆ, ὅ ἐστι στρογγύλα. [tlnum 5] Ἡράκλειτος ψηγμάτιά τινα ἐλάχιστα καὶ ἀμερῆ εἰσάγει. [chapter 14] Περὶ σχημάτων. σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος. [tlnum 10] οἱ ἀπὸ Πυθαγόρου σφαιρικὰ τὰ σχήματα τῶν [stephpage 883c] τεττάρων στοιχείων, μόνον δὲ τὸ ἀνώτατον πῦρ κωνοειδές. [chapter 15] Περὶ χρωμάτων. χρῶμά ἐστι ποιότης σώματος ὁρατή. [tlnum 15] οἱ Πυθαγορικοὶ χροιὰν ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐμπεδοκλῆς τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. Πλάτων. φλόγα ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν. [tlnum 20] Ζήνων ὁ Στωικὸς τὰ χρώματα πρώτους εἶναι σχηματισμοὺς τῆς ὕλης. οἱ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων [stephpage 883d] λευκόν τε καὶ μέλαν, ἐρυθρόν, ὠχρόν· τὰς δὲ διαφορὰς τῶν χρωμάτων παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων τὰς δὲ τῶν ζῴων καὶ παρὰ τὰς ποικιλίας τῶν τροφῶν καὶ τῶν ἀέρων· [chapter 16] Περὶ τομῆς σωμάτων. οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου παθητὰ τὰ σώματα [tlnum 5] καὶ τμητὰ εἰς ἄπειρον. οἱ τὰς ἀτόμους περὶ τὰ ἀμερῆ ἵστασθαι καὶ μὴ εἰς ἄπειρον εἶναι τὴν τομήν. Ἀριστοτέλης δυνάμει μὲν εἰς ἄπειρον ἐντελεχείᾳ δ’ οὐδαμῶς. [chapter 17] Περὶ μίξεως καὶ κράσεως. [stephpage 883e] οἱ μὲν ἀρχαῖοι τὰς τῶν στοιχείων μίξεις κατʼ [tlnum 10] ἀλλοίωσιν. οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν. [tlnum 15] Ἐμπεδοκλῆς δʼ ἐκ μικροτέρων ὄγκων τὰ στοιχεῖα συγκρίνει, ἅπερ ἐστὶν ἐλάχιστα καὶ οἱονεὶ στοιχεῖα στοιχείων. Πλάτων τὰ μὲν τρία σώματα ʽοὐ γὰρ θέλει κυρίως αὐτὰ εἶναι στοιχεῖα ἢ προσονομάζεινʼ τρεπτὰ [tlnum 20] εἰς ἄλληλα, πῦρ ἀέρα ὕδωρ· τὴν δὲ γῆν εἴς τι τούτων ἀμετάβλητον. [chapter 18] Περὶ κενοῦ. οἱ ἀπὸ Θάλεω φυσικοὶ πάντες μέχρι Πλάτωνος [stephpage 883f] τὸ κενὸν ἀπέγνωσαν. Ἐμπεδοκλῆς [tlnum 5] οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν. Λεύκιππος Δημόκριτος; Δημήτριος Μητρόδωρος Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει. οἱ Στωικοὶ ἐντὸς μὲν τοῦ κόσμου οὐδὲν εἶναι [tlnum 10] κενὸν ἔξωθεν δʼ αὐτοῦ ἄπειρον. Ἀριστοτέλης τοσοῦτον εἶναι τὸ κενὸν ἐκτὸς τοῦ κόσμου, ὥστʼ ἀναπνεῖν τὸν οὐρανόν· εἶναι γὰρ αὐτὸν πύρινον. [chapter 19] Περὶ τόπου. [stephpage 884a] [tlnum 15] Πλάτων τόπον εἶναι τὸ μεταληπτικὸν τῶν εἰδῶν, ὅπερ εἴρηκε μεταφορικῶς τὴν ὕλην, καθάπερ τινὰ τιθήνην καὶ δεξαμενήν. Ἀριστοτέλης τὸ ἔσχατον τοῦ περιέχοντος συνάπτον τῷ περιεχομένῳ. [chapter 20] Περὶ χώρας. οἱ Στωικοὶ καὶ Ἐπίκουρος διαφέρειν κενὸν τόπον χώραν καὶ τὸ μὲν κενὸν εἶναι ἐρημίαν σώματος, τὸν δὲ τόπον τὸ ἐχόμενον ὑπὸ σώματος [stephpage 884b] τὴν δὲ χώραν τὸ ἐκ μέρους ἐχόμενον, ὥσπερ ἐπὶ τῆς τοῦ οἴνου πιθάκνης;. [chapter 21] Περὶ χρόνου. [tlnum 5] Πυθαγόρας τὸν χρόνον τὴν σφαῖραν τοῦ περιέχοντος εἶναι. Πλάτων αἰῶνος εἰκόνα κινητὴν ἢ διάστημα τῆς τοῦ κόσμου κινήσεως. Ἐρατοσθένης τὴν τοῦ ἡλίου πορείαν. [chapter 22] Περὶ οὐσίας χρόνου. [tlnum 10] Πλάτων οὐσίαν χρόνου τὴν τοῦ οὐρανοῦ κίνησιν. οἱ πλείους τῶν Στωικῶν αὐτὴν τὴν κίνησιν. καὶ οἱ μὲν πλείους ἀγένητον τὸν χρόνον, Πλάτων δὲ γενητὸν κατʼ ἐπίνοιαν. [chapter 23] Περὶ κινήσεως. [tlnum 15] Πυθαγόρας Πλάτων κίνησίς ἐστι διαφορά τις ἢ ἑτερότης ἐν ὕλῃ. Ἀριστοτέλης, ἐντελέχεια κινητοῦ. Δημόκριτος, ἓν γένος τῆς κινήσεως τὸ κατὰ [tlnum 20] παλμόν. Ἐπίκουρος, δύο εἴδη τῆς κινήσεως, τὸ κατὰ στάθμην καὶ τὸ κατὰ παρέγκλισιν. Ἡρόφιλος κινήσεως τὴν μὲν λόγῳ θεωρητὴν τὴν δʼ αἰσθητήν. Ἡράκλειτος ἠρεμίαν μὲν καὶ στάσιν ἐκ τῶν ὅλων ἀνῄρει ἔστι γὰρ τοῦτο τῶν νεκρῶν· κίνησιν δʼ [tlnum 5] ἀίδιον μὲν τοῖς ἀιδίοις φθαρτὴν δὲ τοῖς φθαρτοῖς. [chapter 24] Περὶ γενέσεως καὶ φθορᾶς. [stephpage 884d] Παρμενίδης Μέλισσος Ζήνων ἀνῄρουν γένεσιν καὶ φθορὰν διὰ τὸ νομίζειν τὸ πᾶν ἀκίνητον. Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ πάντες, ὅσοι [tlnum 10] κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι, συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐ κυρίως· οὐ γὰρ κατὰ τὸ ποιὸν ἐξ ἀλλοιώσεως, κατὰ δὲ τὸ ποσὸν ἐκ συναθροισμοῦ ταύτας γίνεσθαι. [tlnum 15] Πυθαγόρας καὶ πάντες, ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν γίνεσθαι ἐκ γὰρ ἀλλοιώσεως στοιχείων καὶ τροπῆς καὶ ἀναλύσεως ταῦτα γίνεσθαι. [chapter 25] Περὶ ἀνάγκης. [tlnum 20] [stephpage 884e] Θαλῆς· ἰσχυρότατον ἀνάγκη, κρατεῖ γὰρ τοῦ παντός. Πυθαγόρας ἀνάγκην ἔφη περικεῖσθαι τῷ κόσμῳ. Παρμενίδης καὶ Δημόκριτος πάντα κατʼ ἀνάγκην τὴν αὐτὴν δʼ εἶναι εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν [tlnum 25] καὶ κοσμοποιόν. [chapter 26] Περὶ οὐσίας ἀνάγκης. [stephpage 884f] Πλάτων τὰ μὲν εἰς πρόνοιαν ἀνάγει τὰ δʼ εἰς ἀνάγκην. Ἐμπεδοκλῆς οὐσίαν ἀνάγκης αἰτίαν χρηστικὴν [tlnum 5] τῶν ἀρχῶν καὶ τῶν στοιχείων. Δημόκριτος τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης· Πλάτων ὁτὲ μὲν τὴν ὕλην ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς τὴν ὕλην σχέσιν. [chapter 27] Περὶ εἱμαρμένης [tlnum 10] Ἡράκλειτος πάντα καθʼ εἱμαρμένην, τὴν δʼ αὐτὴν ὑπάρχειν καὶ ἀνάγκην. Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν [stephpage 885a] ἀνθρωπίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ [tlnum 15] τὴν παρʼ ἡμᾶς αἰτίαν. οἱ Στωικοὶ Πλάτωνι ἐμφερῶς, καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δʼ εἱμαρμένην συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν συμπλοκῇ καὶ τὸ παρʼ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι [tlnum 20] τὰ δʼ ἀνειμάρθαι. [chapter 28] Περὶ οὐσίας εἱμαρμένης. Ἡράκλειτος οὐσίαν εἱμαρμένης λόγον τὸν διὰ τῆς οὐσίας τοῦ παντὸς διήκοντα· αὕτη δʼ ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τοῦ παντὸς γενέσεως. Πλάτων λόγον ἀίδιον καὶ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως. [stephpage 885b] Χρύσιππος δύναμιν πνευματικὴν τάξει τοῦ παντὸς διοικητικήν καὶ πάλιν ἐν τοῖς Ὅροις εἱμαρμένη [tlnum 5] ἐστὶν ὁ τοῦ κόσμου λόγος ἢ νόμος τῶν ὄντων ἐν τῷ κόσμῳ προνοίᾳ διοικουμένων ἢ λόγος, καθʼ ὃν τὰ μὲν γεγονότα γέγονε τὰ δὲ γινόμενα γίνεται τὰ δὲ γενησόμενα γενήσεται. οἱ Στωικοὶ εἱρμὸν αἰτιῶν, τουτέστι τάξιν καὶ [tlnum 10] ἐπισύνδεσιν ἀπαράβατον. Ποσειδώνιος τρίτην ἀπὸ Διός· πρῶτον μὲν γὰρ εἶναι τὸν Δία, δεύτερον δὲ τὴν φύσιν, τρίτον δὲ τὴν εἱμαρμένην. [chapter 29] Περὶ τύχης [tlnum 15] [stephpage 885c] Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς καὶ παρακολούθημα. Ἀριστοτέλης αἰτίαν κατὰ συμβεβηκὸς ἐν τοῖς καθʼ ὁρμὴν ἕνεκά τινος γινομένοις, ἄδηλον καὶ ἄστατον. διαφέρειν δὲ τῆς τύχης τὸ αὐτόματον· τὸ [tlnum 20] μὲν γὰρ ἀπὸ τύχης καὶ ταὐτομάτου εἶναι ἐν τοῖς πρακτέοις πάντως τὸ δʼ αὐτόματον οὐκ ἀπὸ τύχης, ἐν γὰρ τοῖς ἔξω πράξεως· καὶ τὴν μὲν τύχην τῶν λογικῶν, τὸ δʼ αὐτόματον καὶ τῶν λογικῶν καὶ τῶν ἀλόγων ζῴων καὶ τῶν ἀψύχων σωμάτων. Ἐπίκουρος ἄστατον αἰτίαν προσώποις χρόνοις τόποις. Ἀναξαγόρας καὶ οἱ Στωικοὶ ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λογισμῷ· ἃ μὲν γὰρ εἶναι κατʼ ἀνάγκην, [tlnum 5] ἃ δὲ καθʼ εἱμαρμένην ἃ δὲ κατὰ προαίρεσιν, ἃ δὲ [stephpage 885d] κατὰ τύχην, ἃ δὲ κατὰ τὸ αὐτόματον. [chapter 30] Περὶ φύσεως. Ἐμπεδοκλῆς φύσιν μηδενὸς εἶναι, μῖξιν δὲ τῶν στοιχείων καὶ διάστασιν. γράφει γὰρ οὕτως ἐν τῷ [tlnum 10] πρώτῳ Φυσικῶν ἄλλο δέ τοι ἐρέω φύσις οὐδενός ἐστιν ἁπάντων θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή, ἀλλὰ μόνον μῖξίς τε διάλλαξίς τε μιγέντων ἐστί, φύσις δὲ βροτοῖς ὀνομάζεται ἀνθρώποισιν. [tlnum 15] Ἀναξαγόρας· ὁμοίως τὴν φύσιν σύγκρισιν καὶ διάκρισιν, τουτέστι γένεσιν καὶ φθοράν. [book 2] [chapter intro] [stephpage 886b] τετελεκὼς τοίνυν τὸν περὶ ἀρχῶν καὶ στοιχείων καὶ τῶν συνεδρευόντων αὐτοῖς λόγον τρέψομαι πρὸς [tlnum 20] τὸν περὶ τῶν ἀποτελεσμάτων, ἀπὸ τοῦ περιεκτικωτάτου πάντων ἐνστησάμενος. [chapter 1] Περὶ κόσμου. Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ἕνα τὸν κόσμον. [tlnum 5] [stephpage 886c] Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν. Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου. [tlnum 10] Σέλευκος ἄπειρον τὸν κόσμον. Διογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι. οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· πᾶν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ [tlnum 15] χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε οὐ τὸ αὐτὸ εἶναι τὸ ὅλον καὶ τὸν κόσμον. [chapter 2] Περὶ σχήματος κόσμου. οἱ μὲν Στωικοὶ σφαιροειδῆ τὸν κόσμον, ἄλλοι [stephpage 886d] δὲ κωνοειδῆ, οἱ δʼ ᾠοειδῆ. [tlnum 20] Ἐπίκουρος δʼ ἐνδέχεσθαι μὲν εἶναι σφαιροειδεῖς τοὺς κόσμους, ἐνδέχεσθαι δὲ καὶ ἑτέροις σχήμασι κεχρῆσθαι. [chapter 3] Εἰ ἔμψυχος ὁ κόσμος καὶ προνοίᾳ διοικούμενος. οἱ μὲν ἄλλοι πάντες ἔμψυχον τὸν κόσμον καὶ [tlnum 5] προνοίᾳ διοικούμενον. Δημόκριτος δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι τὰ ἄτομα εἰσηγοῦνται καὶ τὸ κενὸν οὔτʼ ἔμψυχον οὔτε προνοίᾳ διοικεῖσθαι, φύσει δέ τινι ἀλόγῳ. Ἀριστοτέλης οὔτʼ ἔμψυχον ὅλον διʼ ὅλων, οὔτε [tlnum 10] [stephpage 886e] μὴν αἰσθητικὸν οὔτε λογικὸν οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον τὰ μὲν γὰρ οὐράνια τούτων ἁπάντων κοινωνεῖν, σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικάς· τὰ δὲ περίγεια μηδενὸς αὐτῶν, τῆς δʼ εὐταξίας κατὰ συμβεβηκὸς οὐ προηγουμένως μετέχειν. [chapter 4] Εἰ ἄφθαρτος ὁ κόσμος. [tlnum 15] Πυθαγόρας καὶ Πλάτων καὶ οἱ Στωικοὶ γενητὸν ὑπὸ θεοῦ τὸν κόσμον· καὶ φθαρτὸν μὲν ὅσον ἐπὶ τῇ φύσει, αἰσθητὸν γὰρ εἶναι διότι καὶ σωματικὸν οὐ μὴν φθαρησόμενόν γε προνοίᾳ καὶ συνοχῇ θεοῦ. [tlnum 20] Ἐπίκουρος φθαρτόν, ὅτι καὶ γενητόν, ὡς ζῷον ὡς φυτόν. Ξενοφάνης ἀγένητον καὶ ἀίδιον καὶ ἄφθαρτον [stephpage 886f] τὸν κόσμον. Ἀριστοτέλης τὸ ὑπὸ τὴν σελήνην τοῦ κόσμου μέρος παθητόν, ἐν ᾧ καὶ τὰ περίγεια κηραίνεται. [chapter 5] Πόθεν τρέφεται ὁ κόσμος. Ἀριστοτέλης· εἰ τρέφεται ὁ κόσμος, καὶ φθαρήσεται· [tlnum 5] ἀλλὰ μὴν οὐδεμιᾶς τινος ἐπιδεῖται τροφῆς· διὰ τοῦτο καὶ ἀίδιος. [stephpage 887a] Πλάτων αὐτὸν αὑτῷ τὸν κόσμον ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τὸ τρέφον παρέχεσθαι. Φιλόλαος διττὴν εἶναι τὴν φθοράν, τὸ μὲν ἐξ [tlnum 10] οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δʼ ἐξ ὕδατος σεληνιακοῦ περιστροφῇ τοῦ ἀέρος ἀποχυθέντος· καὶ τούτων εἶναι τὰς ἀναθυμιάσεις τροφὰς τοῦ κόσμου. [chapter 6] Ἀπὸ ποίου πρώτου στοιχείου ἤρξατο κοσμοποιεῖν ὁ θεός. [tlnum 15] οἱ φυσικοὶ ἀπὸ γῆς ἄρξασθαί φασι τὴν γένεσιν τοῦ κόσμου καθάπερ ἀπὸ κέντρου· ἀρχὴ δὲ σφαίρας τὸ κέντρον. Πυθαγόρας ἀπὸ πυρὸς καὶ τοῦ πέμπτου στοιχείου. Ἐμπεδοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναι, [tlnum 20] [stephpage 887b] δεύτερον δὲ τὸ πῦρ, ἐφʼ ᾧ τὴν γῆν, ἐξ ἧς ἄγαν περισφιγγομένης τῇ ῥύμῃ τῆς περιφορᾶς ἀναβλύσαι τὸ ὕδωρ ἐξ οὗ ἀναθυμιαθῆναι τὸν ἀέρα καὶ γενέσθαι τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος τὸν δʼ ἥλιον ἐκ τοῦ πυρός, πιληθῆναι δʼ ἐκ τῶν ἄλλων τὰ περίγεια. Πλάτων ὁρατὸν τὸν κόσμον γεγονέναι πρὸς παράδειγμα τοῦ νοητοῦ κόσμου· τοῦ δʼ ὁρατοῦ [tlnum 5] κόσμου προτέραν μὲν εἶναι τὴν ψυχήν, μετὰ δὲ ταύτην τὸ σωματοειδὲς τὸ ἐκ πυρὸς μὲν καὶ γῆς πρῶτον ὕδατος δὲ καὶ ἀέρος δεύτερον. Πυθαγόρας, πέντε σχημάτων ὄντων στερεῶν, ἅπερ καλεῖται καὶ μαθηματικά, ἐκ μὲν τοῦ κύβου [tlnum 10] [stephpage 887c] φησὶ γεγονέναι τὴν γῆν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ , ἐκ δὲ τοῦ ὀκταέδρου τὸν ἀέρα, ἐκ δὲ τοῦ εἰκοσαέδρου τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν. Πλάτων δὲ καὶ ἐν τούτοις πυθαγορίζει. [chapter 7] Περὶ τάξεως τοῦ κόσμου. [tlnum 15] Παρμενίδης στεφάνας εἶναι περιπεπλεγμένας ἐπαλλήλους, τὴν μὲν ἐκ τοῦ ἀραιοῦ τὴν δʼ ἐκ τοῦ πυκνοῦ· μικτὰς δʼ ἄλλας ἐκ φωτὸς καὶ σκότους μεταξὺ τούτων· καὶ τὸ περιέχον δὲ πάσας τείχους [tlnum 20] δίκην στερεὸν ὑπάρχειν. [stephpage 887d] Λεύκιππος καὶ Δημόκριτος χιτῶνα κύκλῳ καὶ ὑμένα περιτείνουσι τῷ κόσμῳ· Ἐπίκουρος ἐνίων μὲν κόσμων ἀραιὸν τὸ πέρας ἐνίων δὲ πυκνόν, καὶ τούτων τὰ μέν τινα κινούμενα [tlnum 25] τὰ δʼ ἀκίνητα. Πλάτων πῦρ πρῶτον εἶτʼ αἰθέρα μεθʼ ὃν ἀέρα ἐφʼ ᾧ ὕδωρ, τελευταίαν δὲ γῆν· ἐνίοτε δὲ τὸν αἰθέρα τῷ πυρὶ συνάπτει. Ἀριστοτέλης πρῶτον μὲν αἰθέρα ἀπαθῆ, πέμπτον [tlnum 5] δή τι σῶμα· μεθʼ ὃν παθητὰ πῦρ ἀέρα ὕδωρ τελευταίαν δὲ γῆν. τούτων δὲ τοῖς μὲν οὐρανίοις ἀποδεδόσθαι τὴν κυκλικὴν κίνησιν , τῶν δʼ ὑπʼ ἐκεῖνα τεταγμένων τοῖς μὲν κούφοις τὴν ἄνω τοῖς. δὲ βαρέσι τὴν κάτω. [tlnum 10] [stephpage 887e] Ἐμπεδοκλῆς μὴ διὰ παντὸς ἑστῶτας εἶναι μηδʼ ὡρισμένους τοὺς τόπους τῶν στοιχείων, ἀλλὰ πανταχῶς ἀλλήλων μεταλαμβάνειν. [chapter 8] Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι. Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν [tlnum 15] κόσμον καὶ ζῷα ἐκ τῆς γῆς ἐξαγαγεῖν; ἐγκλιθῆναί πως τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν αὑτοῦ μέρος, ἴσως ὑπὸ, προνοίας, ἵνʼ ἃ μὲν ἀοίκητα γένηται ἃ δʼ οἰκητὰ μέρη τοῦ κόσμου, κατὰ ψῦξιν καὶ ἐκπύρωσιν καὶ εὐκρασίαν. [tlnum 20] [stephpage 887f] Ἐμπεδοκλῆς, τοῦ ἀέρος εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ, ἐγκλιθῆναι τὰς ἄρκτους, καὶ τὰ μὲν βόρεια ὑψωθῆναι τὰ δὲ νότια ταπεινωθῆναι, καθʼ ὃ καὶ τὸν ὅλον κόσμον. [chapter 9] Περὶ τοῦ ἐκτὸς τοῦ κόσμου, εἰ ἔστι κενόν. οἱ μὲν· ἀπὸ Πυθαγόρου ἐκτὸς εἶναι τοῦ κόσμου κενόν, εἰς ὃ ἀναπνεῖ ὁ κόσμος καὶ ἐξ οὗ. [stephpage 888a] οἱ δὲ Στωικοί, εἰς ὃ κατὰ τὴν ἐκπύρωσιν ἀναλύεται [tlnum 5] τὸ ἄπειρον. Ποσειδώνιος οὐκ ἄπειρον, ἀλλʼ ὅσον αὔταρκες εἰς τὴν διάλυσιν, ἐν τῷ πρώτῳ Περὶ κενοῦ. Ἀριστοτέλης μηδὲν εἶναι κενόν. [tlnum 10] Πλάτων μήτʼ ἐκτὸς τοῦ κόσμου μήτʼ ἐντὸς μηδὲν εἶναι κενόν. [chapter 10] Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά. Πυθαγόρας Πλάτων Ἀριστοτέλης δεξιὰ τοῦ [stephpage 888b] κόσμου τὰ ἀνατολικὰ μέρη, ἀφʼ ὧν ἡ ἀρχὴ τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ δυτικά. [tlnum 15] Ἐμπεδοκλῆς δεξιὰ μὲν τὰ κατὰ τὸν θερινὸν τροπικόν, ἀριστερὰ δὲ τὰ κατὰ τὸν χειμερινόν. [chapter 11] Περὶ οὐρανοῦ, τίς ἡ τούτου οὐσία. Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτω γῆς εἶναι. [tlnum 20] Ἐμπεδοκλῆς στερέμνιον εἶναι τὸν οὐρανὸν ἐξ ἀέρος συμπαγέντος ὑπὸ πυρὸς κρυσταλλοειδῶς, τὸ πυρῶδες καὶ τὸ ἀερῶδες ἐν ἑκατέρῳ τῶν ἡμισφαιρίων περιέχοντα. Ἀριστοτέλης ἐκ πέμπτου σώματος, πυρὸς, ἢ ἐκ θερμοῦ καὶ ψυχροῦ μίγματος. [chapter 12] Περὶ διαιρέσεως οὐρανοῦ, εἰς πόσους κύκλους διαιρεῖται. [tlnum 5] Θαλῆς Πυθαγόρας οἱ ἀπʼ αὐτοῦ μεμερίσθαι τὴν τοῦ παντὸς οὐρανοῦ σφαῖραν εἰς κύκλους πέντε, οὕστινας προσαγορεύουσι ζώνας· καλεῖται δʼ αὐτῶν [tlnum 10] ὁ μὲν ἀρκτικός τε καὶ ἀειφανής, ὁ δὲ θερινὸς τροπικός, ὁ δʼ ἰσημερινός, ὁ δὲ χειμερινὸς τροπικός, ὁ δʼ ἀνταρκτικός τε καὶ ἀφανής· λοξὸς δὲ τοῖς τρισὶ μέσοις ὁ καλούμενος ζῳδιακὸς ὑποβέβληται, παρεπιψαύων τῶν μέσων τριῶν· πάντας αὐτοὺς ὁ μεσημβρινὸς [tlnum 15] πρὸς ὀρθὰς ἀπὸ τῶν ἄρκτων ἐπὶ τὸ ἀντίξουν τέμνει. Πυθαγόρας πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, ἥντινα Οἰνοπίδης ὁ Χῖος ὡς ἰδίαν ἐπίνοιαν σφετερίζεται. [chapter 13] Τίς ἡ οὐσία τῶν ἄστρων, πλανητῶν καὶ ἀπλανῶν. [tlnum 20] Θαλῆς γεώδη μὲν ἔμπυρα δὲ τὰ ἄστρα. Ἐμπεδοκλῆς πύρινα ἐκ τοῦ πυρώδους, ὅπερ ὁ ἀὴρ ἐν ἑαυτῷ περιέχων ἐξανέθλιψε κατὰ τὴν πρώτην διάκρισιν. Ἀναξαγόρας τὸν περικείμενον αἰθέρα πύρινον μὲν εἶναι κατὰ τὴν οὐσίαν, τῇ δʼ εὐτονίᾳ τῆς περιδινήσεως [tlnum 5] ἀναρπάσαντα πέτρους ἐκ τῆς γῆς καὶ καταφλέξαντα τούτους ἠστερικέναι. [stephpage 888e] Διογένης κισηρώδη τὰ ἄστρα, διαπνοὰς δʼ αὐτὰ νομίζει τοῦ κόσμου· πάλιν δʼ ὁ αὐτὸς ἀφανεῖς μὲν λίθους, πίπτοντας δὲ πολλάκις ἐπὶ τὴν γῆν σβέννυσθαι, [tlnum 10] καθάπερ τὸν ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντα ἀστέρα πέτρινον. Ἐμπεδοκλῆς τοὺς μὲν ἀπλανεῖς ἀστέρας συνδεδέσθαι τῷ κρυστάλλῳ, τοὺς δὲ πλανήτας ἀνεῖσθαι. Πλάτων ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους, [tlnum 15] μετέχοντας δὲ καὶ τῶν ἄλλων στοιχείων κόλλης δίκην. [stephpage 888f] Ξενοφάνης ἐκ νεφῶν μὲν πεπυρωμένων, σβεννυμένους δὲ καθʼ ἑκάστην ἡμέραν ἀναζωπυρεῖν νύκτωρ, καθάπερ τοὺς ἄνθρακας· τὰς γὰρ ἀνατολὰς καὶ τὰς [tlnum 20] δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. Ἡρακλείδης καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν, γῆν περιέχοντα ἀέρα τε καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ αἰθέρι ταῦτα δὲ τὰ δόγματα ἐν τοῖς Ὀρφικοῖς φέρεται κοσμοποιοῦσι [tlnum 25] γὰρ ἕκαστον τῶν ἀστέρων. [stephpage 889a] Ἐπίκουρος οὐδὲν ἀπογινώσκει τούτων, ἐχόμενος τοῦ ἐνδεχομένου. [chapter 14] Περὶ σχημάτων ἀστέρων. οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας, καθάπερ [tlnum 5] τὸν κόσμον καὶ ἣλιον καὶ σελήνην. Κλεάνθης κωνοειδεῖς. Ἀναξιμένης ἥλων δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ. ἔνιοι δὲ πέταλα εἶναι πύρινα, ὥσπερ ζῳγραφήματα [tlnum 10] . [chapter 15] Περὶ τάξεως ἀστέρων. Ξενοκράτης κατὰ μιᾶς ἐπιφανείας οἴεται κινεῖσθαι τοὺς ἀστέρας. οἱ δʼ ἄλλοι Στωικοὶ πρὸ τῶν ἑτέρων τοὺς ἑτέρους [tlnum 15] ἐν ὕψει καὶ βάθει. [stephpage 889b] Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφʼ οἷς ἣλιον φωσφόρον σελήνην. Πλάτων μετὰ τὴν τῶν ἀπλανῶν θέσιν πρῶτον [tlnum 20] φαίνοντα λεγόμενον τὸν τοῦ Κρόνου δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεος, τέταρτον ἑωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἣλιον, ἕβδομον σελήνην. [tlnum 25] τῶν μαθηματικῶν τινὲς μὲν ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἣλιον. Ἀναξίμανδρος καὶ Μητρόδωρος ὁ Χῖος καὶ Κράτης ἀνωτάτω μὲν πάντων τὸν ἥλιον τετάχθαι, μετʼ αὐτὸν δὲ τὴν σελήνην, ὑπὸ δʼ αὐτοὺς τὰ ἀπλανῆ τῶν ἄστρων καὶ τοὺς πλανήτας. [chapter 16] Περὶ τῆς τῶν ἀστέρων φορᾶς καὶ κινήσεως. [tlnum 5] Ἀναξαγόρας Δημόκριτος Κλεάνθης ἀπʼ ἀνατολῶν ἐπὶ δυσμὰς φέρεσθαι πάντας τοὺς ἀστέρας. Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς πλανήτας τοῖς ἀπλανέσιν ἐναντίους ἀπὸ γὰρ δυσμῶν ἐπʼ [tlnum 10] ἀνατολὰς ἀντιφέρεσθαι. Ἀναξίμανδρος ὑπὸ τῶν κύκλων καὶ τῶν σφαιρῶν, ἐφʼ ὧν ἕκαστος βέβηκε, φέρεσθαι. Ἀναξιμένης οὐχ ὑπὸ τὴν γῆν περὶ αὐτὴν δὲ στρέφεσθαι τοὺς ἀστέρας. [tlnum 15] Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον τὸν ἑωσφόρον τὸν στίλβοντα. [chapter 17] Πόθεν φωτίζονται οἱ ἀστέρες. [stephpage 889d] Μητρόδωρος ἅπαντας τοὺς ἀπλανεῖς ἀστέρας ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι. [tlnum 20] Ἡράκλειτος καὶ οἱ Στωικοὶ τρέφεσθαι τοὺς ἀστέρας ἐκ τῆς ἐπιγείου ἀναθυμιάσεως. Ἀριστοτέλης μὴ δεῖσθαι τὰ οὐράνια τροφῆς· οὐ γὰρ φθαρτὰ ἀλλʼ ἀίδια. Πλάτων καὶ οἱ Στωικοί, ὡς ὅλον τὸν κόσμον, καὶ τὰ ἄστρα ἐξ αὑτῶν τρέφεσθαι. [chapter 18] Περὶ τῶν ἄστρων τῶν καλουμένων Διοσκούρων. Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους [tlnum 5] οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν παραλάμποντα. Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους καὶ καταπλήξεως εἶναι στιλβηδόνας. [chapter 19] Περὶ ἐπισημασίας ἀστέρων καὶ πῶς γίνεται χειμὼν καὶ θέρος. [stephpage 889e] [tlnum 10] Πλάτων τὰς ἐπισημασίας τάς τε θερινὰς καὶ τὰς χειμερινὰς κατὰ τὰς τῶν ἀστέρων ἐπιτολάς τε καὶ δυσμὰς γίνεσθαι, ἡλίου τε καὶ σελήνης καὶ τῶν ἄλλων πλανητῶν καὶ ἀπλανῶν. [tlnum 15] Ἀναξιμένης δὲ διὰ μὲν ταῦτα μηδὲν τούτων, διὰ δὲ τὸν ἥλιον μόνον. [stephpage 889f] Εὔδοξος Ἄρατος κοινῶς διὰ πάντας τοὺς ἀστέρας, ἐν οἷς φησιν αὐτὸς γὰρ τάδε σήματʼ ἐν οὐρανῷ ἐστήριξεν, [tlnum 20] ἄστρα διακρίνας· ἐσκέψατο δʼ εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν. [chapter 20] Περὶ οὐσίας ἡλίου. Ἀναξίμανδρος κύκλον εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς, ἁρματείῳ τροχῷ παραπλήσιον, τὴν ἁψῖδα ἔχοντα κοίλην, πλήρη πυρός, κατά τι μέρος [tlnum 5] [stephpage 890a] ἐκφαίνουσαν διὰ στομίου τὸ πῦρ ὥσπερ διὰ πρηστῆρος αὐλοῦ· καὶ τοῦτʼ εἶναι τὸν ἥλιον. Ξενοφάνης ἐκ πυριδίων τῶν συναθροιζομένων μὲν ἐκ τῆς ὑγρᾶς ἀναθυμιάσεως συναθροιζόντων δὲ τὸν ἥλιον· ἢ νέφος πεπυρωμένον. [tlnum 10] οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάττης Πλάτων ἐκ πλείστου πυρός. Ἀναξαγόρας Δημόκριτος Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον. Ἀριστοτέλης σφαῖραν ἐκ τοῦ πέμπτου σώματος [tlnum 15] Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε προσεοικέναι ἡλίῳ τὸ ἐν τῷ οὐρανῷ πυρῶδες τό τε δὴ ἀπʼ [stephpage 890b] αὐτοῦ καὶ ἐσοπτροειδές· καὶ τρίτον τὴν ἀπὸ τοῦ ἐσόπτρου κατʼ ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς αὐγήν· καὶ γὰρ ταύτην προσονομάζομεν ἥλιον, οἱονεὶ εἴδωλον εἰδώλου. Ἐμπεδοκλῆς δύο ἡλίους, τὸν μὲν ἀρχέτυπον, [tlnum 5] πῦρ ὂν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τοῦ κόσμου πεπληρωκὸς τὸ ἡμισφαίριον, ἀεὶ καταντικρὺ τῇ ἀνταυγείᾳ ἑαυτοῦ τεταγμένον τὸν δὲ φαινόμενον ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ τῷ τοῦ ἀέρος τοῦ θερμομιγοῦς πεπληρωμένῳ, ἀπὸ κυκλοτεροῦς τῆς αὐγῆς [tlnum 10] κατʼ ἀνάκλασιν γιγνομένην εἰς τὸν ἥλιον τὸν κρυσταλλοειδῆ, συμπεριελκομένην δὲ τῇ κινήσει τοῦ [stephpage 890c] πυρίνου· ὡς δὲ βραχέως εἰρῆσθαι συντεμόντι, ἀνταύγειαν εἶναι τοῦ περὶ τὴν γῆν πυρὸς τὸν ἣλιον. [tlnum 15] Ἐπίκουρος γήινον πύκνωμα κισηροειδῶς καὶ σπογγοειδῶς ταῖς κατατρήσεσιν ὑπὸ τοῦ πυρὸς ἀνημμένον. [chapter 21] Περὶ μεγέθους ἡλίου. Ἀναξίμανδρος τὸν μὲν ἣλιον ἴσον τῇ γῇ εἶναι, τὸν δὲ κύκλον, ἀφʼ οὗ τὴν ἐκπνοὴν ἔχει καὶ ὑφʼ οὗ φέρεται, ἑπτακαιεικοσαπλασίονα τῆς γῆς. [tlnum 20] Ἀναξαγόρας πολλαπλασίονα Πελοποννήσου. Ἡράκλειτος εὖρος ποδὸς ἀνθρωπείου. Ἐπίκουρος τηλικοῦτον ἡλίκος φαίνεται, ἢ μικρῷ μείζω ἢ ἐλάττω. [chapter 22] Περὶ σχήματος ἡλίου. Ἀναξιμένης πλατὺν ὡς πέταλον τὸν ἣλιον. Ἡράκλειτος σκαφοειδῆ, ὑπόκυρτον. οἱ Στωικοὶ σφαιροειδῆ, ὡς τὸν κόσμον καὶ τὰ [tlnum 5] ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα. [chapter 23] Περὶ τροπῶν ἡλίου. Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα. [tlnum 10] Ἀναξαγόρας ἀνταπώσει τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος, ὃν αὐτὸς συνωθῶν ἐκ τῆς πυκνώσεως ἰσχυροποιεῖ. [stephpage 890e] Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον ἄχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν [tlnum 15] τροπικῶν κύκλων. Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέννυσθαι τὸν ἥλιον. οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διέρχεσθαι τὸν ἣλιον· ὠκεανὸς δʼ ἐστὶν ἢ [tlnum 20] γῆ, ἧς τὴν ἀναθυμίασιν ἐπινέμεται. Πλάτων Πυθαγόρας Ἀριστοτέλης παρὰ τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, διʼ οὗ φέρεται λοξοπορῶν ὁ ἥλιος, καὶ κατὰ δορυφορίαν τῶν τροπικῶν κύκλων ταῦτα δὲ πάντα καὶ ἡ σφαῖρα δείκνυσιν. [chapter 24] Περὶ ἐκλείψεως ἡλίου. Θαλῆς πρῶτος ἔφη ἐκλείπειν τὸν ἥλιον, τῆς σελήνης αὐτὸν ὑποτρεχούσης κατὰ κάθετον, οὔσης φύσει γεώδους· βλέπεσθαι δὲ τοῦτο κατοπτρικῶς [tlnum 5] ὑποτιθεμένῳ τῷ δίσκῳ. Ἀναξίμανδρος τοῦ στομίου τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου. Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς στροφήν, ὥστε τὸ μὲν κοῖλον ἄνω γίνεσθαι τὸ δὲ κυρτὸν [tlnum 10] κάτω πρὸς τὴν ἡμετέραν ὄψιν. Ξενοφάνης κατὰ σβέσιν· ἕτερον δὲ πάλιν πρὸς [stephpage 891a] ταῖς ἀνατολαῖς γίνεσθαι παριστόρηκε δὲ καὶ ἔκλειψιν ἡλίου ἐφʼ ὅλον μῆνα καὶ πάλιν ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν νύκτα φανῆναι. [tlnum 15] ἔνιοι πύκνωμα τῶν ἀοράτως ἐπερχομένων τῷ δίσκῳ νεφῶν. Ἀρίσταρχος τὸν ἥλιον ἵστησι μετὰ τῶν ἀπλανῶν, τὴν δὲ γῆν κινεῖ περὶ τὸν ἡλιακὸν κύκλον καὶ κατὰ τὰς ταύτης ἐγκλίσεις σκιάζεσθαι τὸν δίσκον. [tlnum 20] Ξενοφάνης πολλοὺς εἶναι ἡλίους καὶ σελήνας κατὰ τὰ κλίματα τῆς γῆς καὶ ἀποτομὰς καὶ ζώνας· κατά τινα δὲ καιρὸν ἐμπίπτειν τὸν δίσκον εἴς τινα ἀποτομὴν τῆς γῆς οὐκ οἰκουμένην ὑφʼ ἡμῶν, καὶ οὕτως [stephpage 891b] ὥσπερ κενεμβατοῦντα ἔκλειψιν ὑπομένειν. ὁ δʼ αὐτὸς τὸν ἥλιον εἰς ἄπειρον μὲν προϊέναι, δοκεῖν δὲ κυκλεῖσθαι διὰ τὴν ἀπόστασιν. [chapter 25] Περὶ οὐσίας σελήνης. Ἀναξίμανδρος κύκλον εἶναι ἐννεακαιδεκαπλασίονα [tlnum 5] τῆς γῆς, ὥσπερ τὸν τοῦ ἡλίου πλήρη πυρός ἐκλείπειν δὲ κατὰ τὰς ἐπιστροφὰς τοῦ τροχοῦ· ὅμοιον γὰρ εἶναι ἁρματείῳ τροχῷ κοίλην ἔχοντι τὴν ἁψῖδα καὶ πλήρη πυρός, ἔχοντι μίαν ἐκπνοήν. Ξενοφάνης νέφος εἶναι πεπιλημένον. [tlnum 10] οἱ Στωικοὶ μικτὴν ἐκ πυρὸς καὶ ἀέρος [stephpage 891c] Πλάτων ἐκ πλείονος τοῦ πυρώδους. Ἀναξαγόρας Δημόκριτος στερέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας. Ἡράκλειτος γῆν ὁμίχλῃ περιειλημμένην. [tlnum 15] Πυθαγόρας κατοπτροειδὲς σῶμα. [chapter 26] Περὶ μεγέθους σελήνης. οἱ Στωικοὶ μείζονα τῆς γῆς ἀποφαίνονται ὡς καὶ τὸν ἥλιον. Παρμενίδης ἴσην τῷ ἡλίῳ, καὶ ἀπʼ αὐτοῦ [tlnum 20] φωτίζεσθαι. [chapter 27] Περὶ σχήματος σελήνης. οἱ Στωικοὶ σφαιροειδῆ εἶναι ὡς τὸν ἣλιον. Ἐμπεδοκλῆς δισκοειδῆ. Ἡράκλειτος σκαφοειδῆ. [tlnum 5] ἄλλοι κυλινδροειδῆ. [chapter 28] Περὶ φωτισμῶν σελήνης. Ἀναξίμανδρος ἴδιον αὐτὴν ἔχειν φῶς, ἀραιότερον δέ πως. Ἀντιφῶν ἰδίῳ φέγγει λάμπειν τὴν σελήνην, τὸ [tlnum 10] δʼ ἀποκρυπτόμενον περὶ αὐτὴν ὑπὸ τῆς προσβολῆς τοῦ ἡλίου ἀμαυροῦσθαι, πεφυκότος τοῦ ἰσχυροτέρου πυρὸς τὸ ἀσθενέστερον ἀμαυροῦν· ὁ δὴ συμβαίνειν καὶ περὶ τὰ ἄλλα ἄστρα. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι [tlnum 15] τὴν σελήνην. Ἡράκλειτος τὸ αὐτὸ πεπονθέναι τὸν ἥλιον καὶ [stephpage 891e] τὴν σελήνην σκαφοειδεῖς γὰρ ὄντας τοῖς σχήμασι τοὺς ἀστέρας δεχομένους τὰς ἀπὸ τῆς ὑγρᾶς ἀναθυμιάσεως αὐγὰς φωτίζεσθαι πρὸς τὴν φαντασίαν, [tlnum 20] λαμπρότερον μὲν τὸν ἥλιον, ἐν καθαρωτέρῳ γὰρ ἀέρι φέρεσθαι, τὴν δὲ σελήνην ἐν θολωτέρῳ, διὰ τοῦτο καὶ ἀμαυροτέραν φαίνεσθαι. [chapter 29] Περὶ ἐκλείψεως σελήνης. Ἀναξίμανδρος τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν [tlnum 25] ἐπιφραττομένου. Βήρωσος κατὰ τὴν πρὸς ἡμᾶς ἐπιστροφὴν τοῦ ἀπυρώτου μέρους Ἡράκλειτος κατὰ τὴν τοῦ σκαφοειδοῦς συστροφήν. [stephpage 891f] τῶν Πυθαγορείων τινὲς ἀνταυγείᾳ καὶ ἐπιφράξει [tlnum 5] τὸ μὲν τῆς γῆς τὸ δὲ τῆς ἀντίχθονος· οἱ δὲ νεώτεροι κατʼ ἐπινέμησιν φλογὸς κατὰ μικρὸν ἐξαπτομένης τεταγμένως, ἕως ἂν τὴν τελείαν πανσέληνον ἀποδῷ, καὶ πάλιν ἀναλόγως μειουμένης μέχρι τῆς συνόδου, καθʼ ἣν τελείως σβέννυται. [tlnum 10] Πλάτων Ἀριστοτέλης οἱ Στωικοὶ καὶ οἱ μαθηματικοὶ συμφώνως τὰς μὲν μηνιαίας ἀποκρύψεις συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δʼ ἐκλείψεις εἰς τὸ σκίασμα τῆς γῆς ἐμπίπτουσαν, μεταξὺ μὲν ἀμφοτέρων τῶν ἀστέρων γινομένης, [tlnum 15] μᾶλλον δὲ τῆς σελήνης ἀντιφραττομένης [chapter 30] Περὶ ἐμφάσεως αὐτῆς, διὰ τί γεώδης φαίνεται. οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην, διὰ τὸ περιοικεῖσθαι αὐτὴν καθάπερ τὴν παρʼ ἡμῖν γῆν μείζοσι ζῴοις καὶ φυτοῖς καλλίοσιν· εἶναι γὰρ [tlnum 20] πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα, καὶ τὴν ἡμέραν τοσαύτην τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι γὰρ τῷ πυροειδεῖ τὸ ζοφῶδες ὅθεν ψευδοφανῆ λέγεσθαι τὸν ἀστέρα. [tlnum 5] οἱ Στωικοὶ διὰ τὸ ἑτεροειδὲς τῆς οὐσίας μὴ εἶναι αὐτῆς ἀκήρατον τὸ σύγκριμα. [chapter 31] Περὶ τῶν ἀποστημάτων αὐτῆς. Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς, [tlnum 10] οἱ ἀπὸ τῶν μαθηματικῶν ὀκτωκαιδεκαπλάσιον. Ἐρατοσθένης τὸν ἣλιον ἀπέχειν ἀπὸ τῆς γῆς σταδίων μυριάδας τετρακοσίας καὶ ὀκτακισμυρίας, τὴν δὲ σελήνην ἀπέχειν τῆς γῆς μυριάδας ἑβδομήκοντα [tlnum 15] ὀκτώ σταδίων. [chapter 32] Περὶ ἐνιαυτοῦ, πόσος ἑκάστου τῶν πλανητῶν χρόνος, καὶ τίς ὁ μέγας ἐνιαυτός. ἐνιαυτός ἐστι Κρόνου μὲν, ἐνιαυτῶν περίοδος λʼ, Διὸς δὲ ιβʼ. Ἄρεος δυεῖν· ἡλίου ιβʼ μῆνες· οἱ δʼ αὐτοὶ Ἑρμοῦ καὶ Ἀφροδίτης, ἰσόδρομοι γάρ [tlnum 20] [stephpage 892c] σελήνης ἡμέραι λʼ· οὗτος γὰρ ὁ τέλειος μὴν ἀπὸ φάσεως εἰς σύνοδον. τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ἐν τῇ ὀκταετηρίδι τίθενται οἱ δʼ ἐν τῇ ἐννεακαιδεκαετηρίδι οἱ δʼ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν· Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἡλιακῶν ἡλιακῶν Διογένης [tlnum 5] ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων ὅσων ὁ κατὰ Ἡράκλειτον ἐνιαυτός. ἄλλοι δὲ διʼ ἑπτακισχιλίων ψοζʼ. [book 3] [chapter intro] [stephpage 892e] Περιωδευκὼς ἐν τοῖς προτέροις ἐν ἐπιτομῇ τὸν [tlnum 10] περὶ τῶν οὐρανίων λόγον, σελήνη δʼ αὐτῶν τὸ μεθόριον, τρέψομαι ἐν τῷ τρίτῳ πρὸς τὰ μετάρσια ταῦτα δʼ ἐστὶ τὰ ἀπὸ τοῦ κύκλου τῆς σελήνης καθήκοντα μέχρι πρὸς τὴν θέσιν τῆς γῆς, ἥντινα κέντρου τάξιν ἐπέχειν τῇ περιοχῇ τῆς σφαίρας νενομίκασιν. [tlnum 15] ἄρξομαι δʼ ἐντεῦθεν. [chapter 1] Περὶ τοῦ γαλαξίου κύκλου. κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν γαλαξίας ὀνομαζόμενος. [tlnum 20] [stephpage 892f] τῶν Πυθαγορείων οἱ μὲν ἔφασαν ἀστέρος εἶναι διάκαυσιν, ἐκπεσόντος μὲν ἀπὸ τῆς ἰδίας ἕδρας, διʼ οὗ δὲ περιέδραμε χωρίου κυκλοτερῶς αὐτὸ καταφλέξαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ οἱ δὲ τὸν ἡλιακὸν ταύτῃ φασὶ κατʼ ἀρχὰς γεγονέναι δρόμον. τινὲς δὲ κατοπτρικὴν εἶναι φαντασίαν τοῦ ἡλίου τὰς αὐγὰς πρὸς τὸν οὐρανὸν ἀνακλῶντος, ὅπερ καὶ ἐπὶ τῆς ἴριδος καὶ ἐπὶ τῶν νεφῶν συμβαίνει [tlnum 5] Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου· τοῦτον γὰρ εἶναι τὸν ἡλιακὸν κύκλον. Παρμενίδης τὸ τοῦ πυκνοῦ καὶ ἀραιοῦ μῖγμα γαλακτοειδὲς ἀποτελέσαι χρῶμα. [tlnum 10] [stephpage 893a] Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τοῦτο τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν ὑπὸ τὴν γῆν ὁ ἥλιος γινόμενος μὴ πάντα φωτίζῃ. Δημόκριτος πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων ἀλλήλοις συναυγασμὸν διὰ [tlnum 15] τὴν πύκνωσιν. Ἀριστοτέλης ἀναθυμιάσεως ξηρᾶς ἔξαψιν πολλῆς τε καὶ συνεχοῦς καὶ οὕτω κόμην πυρὸς ὑπὸ τὸν αἰθέρα κατωτέρω τῶν πλανητῶν. Ποσειδώνιος πυρὸς σύστασιν ἄστρου μὲν μανοτέραν [tlnum 20] αὐγῆς δὲ πυκνοτέραν. [chapter 2] Περὶ κομητῶν καὶ διᾳττόντων καὶ δοκίδων. [stephpage 893b] τῶν ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ ἀεὶ φαινομένων, διά τινος δʼ ὡρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων· [tlnum 25] ἄλλοι δʼ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον, παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν. Ἀναξαγόρας Δημόκριτος σύνοδον ἀστέρων δυεῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν. [tlnum 5] Ἀριστοτέλης τῆς ξηρᾶς ἐκ γῆς ἀναθυμιάσεως διάπυρον σύστασιν. [stephpage 893c] Στράτων ἄστρου φῶς περιληφθὲν νέφει πυκνῷ, καθάπερ ἐπὶ τῶν λαμπτήρων γίνεται. Ἡρακλείδης ὁ Ποντικὸς νέφος μετάρσιον ὑπὸ [tlnum 10] μεταρσίου φωτὸς καταυγαζόμενον. ὁμοίως δʼ, αἰτιολογεῖ πωγωνίαν ἅλω δοκίδα κίονα καὶ τὰ συγγενῆ τούτοις, καθάπερ ἀμέλει πάντες οἱ Περιπατητικοί, παρὰ τοὺς τοῦ νέφους ταυτὶ γίνεσθαι σχηματισμούς. [tlnum 15] Ἐπιγένης πνεύματος ἀναφορὰν γεωμιγοῦς πεπυρωμένου. Βόηθος ἀέρος ἀνημμένου φαντασίαν. Διογένης ἀστέρας εἶναι τοὺς κομήτας, Ἀναξαγόρας τοὺς καλουμένους διᾴττοντας ἀπὸ [tlnum 20] τοῦ αἰθέρος σπινθήρων δίκην καταφέρεσθαι διὸ καὶ παραυτίκα σβέννυσθαι. [stephpage 893d] Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου βιαίαν ἔμπτωσιν σπινθηρίζειν· Ξενοφάνης πάντα τὰ τοιαῦτα νεφῶν πεπυρωμένων [tlnum 25] συστήματα ἢ κινήματα. [chapter 3] βροντῶν ἀστραπῶν κεραυνῶν πρηστήρων τε καὶ τυφώνων. Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ταυτὶ πάντα συμβαίνειν ὅταν περιληφθὲν νέφει παχεῖ βιασάμενον [tlnum 5] τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἡ δὲ διαστολὴ παρὰ τὴν μελανίαν τοῦ νέφους τὸν διαυγασμὸν ἀποτελεῖ. [stephpage 893e] Μητρόδωρος, ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον [tlnum 10] ἀποτελεῖ τῇ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δʼ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ, τοῦ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν. Ἀναξαγόρας, ὅταν τὸ θερμὸν εἰς τὸ ψυχρὸν [tlnum 15] ἐμπέσῃ, τοῦτο δʼ ἐστὶν αἰθέριον μέρος εἰς ἀερῶδες, τῷ μὲν ψόφῳ τὴν βροντὴν ἀποτελεῖ τῷ δὲ παρὰ [stephpage 893f] τὴν μελανίαν τοῦ νεφώδους χρώματι τὴν ἀστραπήν, τῷ πλήθει καὶ μεγέθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ [tlnum 20] νεφελομιγεῖ τὸν πρηστῆρα. οἱ Στωικοὶ βροντὴν μὲν συγκρουσμὸν νεφῶν, ἀστραπὴν δʼ ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔκλαμψιν, πρηστῆρα δὲ· νωχελεστέραν Ἀριστοτέλης ἐξ ἀναθυμιάσεως καὶ τὰ τοιαῦτα [tlnum 25] γίνεσθαι τῆς ξηρᾶς ὅταν οὖν ἐντύχῃ μὲν τῇ παραβιάζηται τὴν ἔξοδον, τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον τῆς βροντῆς γίνεσθαι, τῇ δʼ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπὴν πρηστῆρας δὲ καὶ τυφῶνας τῷ πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν συνεφέλκεται, θερμοτέραν μὲν ὁ πρηστὴρ [tlnum 5] παχυτέραν δʼ ὁ τυφών. [chapter 4] Περὶ νεφῶν ὑετῶν χιόνων χαλαζῶν. Ἀναξιμένης νέφη μὲν γίνεσθαι παχυνθέντος ὅτι πλεῖστον τοῦ ἀέρος, μᾶλλον δʼ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους· χιόνα δʼ ἐπειδὰν τὸ καταφερόμενον [tlnum 10] ὕδωρ παγῇ, χάλαζαν δʼ ὅταν συμπεριληφθῇ τῷ ὑγρῷ πνεῦμά τι. Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη. ὁ δʼ Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων· στρογγυλαίνεσθαι [tlnum 15] δὲ τὴν χάλαζαν καὶ τὸν ὑετὸν ἀπὸ τῆς μακρᾶς καταφορᾶς ὑποπεπλασμένον. [chapter 5] Περὶ ἴριδος. [stephpage 894b] τῶν μεταρσίων παθῶν τὰ μὲν καθʼ ὑπόστασιν γίνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατʼ ἔμφασιν [tlnum 20] ἰδίαν οὐκ ἔχοντα ὑπόστασιν· αὐτίκα γοῦν πλεόντων ἡμῶν ἡ ἤπειρος κινεῖσθαι δοκεῖ ἔστιν οὖν κατʼ ἔμφασιν ἡ ἶρις. Πλάτων φησὶ Θαύμαντος αὐτὴν γενεαλογῆσαι τοὺς ἀνθρώπους διὰ τὸ θαυμάσαι ταύτην. Ὅμηρος ἠύτε πορφυρέην ἶριν θνητοῖσι τανύσσει. διὸ καὶ ἐμυθεύσαντό τινες αὐτὴν ταύρου κεφαλὴν ἔχουσαν ἀναρροφεῖν τοὺς ποταμούς. πῶς οὖν γίνεται ἶρις; ὁρῶμεν δὴ κατὰ γραμμὰς [tlnum 5] [stephpage 894c] ἢ κατʼ εὐθείας ἢ κατὰ καμπύλας ἢ κατʼ ἀνακλωμένας, γραμμὰς ἀδήλους λόγῳ θεωρητὰς καὶ ἀσωμάτους. κατὰ μὲν οὖν εὐθείας ὁρῶμεν τὰ ἐν ἀέρι καὶ τὰ, διὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων· λεπτομερῆ γὰρ ταῦτα πάντα. καμπύλας δὲ [tlnum 10] γραμμὰς καθʼ ὕδατος βλέπομεν γινομένας· κάμπτεται γὰρ ἡ ὄψις βίᾳ διὰ τὴν πυκνοτέραν τοῦ .· ὕδατος· ὕλην· διὸ καὶ τὴν κώπην ἐν τῇ θαλάσσῃ μακρόθεν καμπτομένην ὁρῶμεν. τρίτος τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὡς τὰ κατοπτρικά· ἔστιν οὖν τὸ [tlnum 15] τῆς ἴριδος πάθος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν [stephpage 894d] ὑγρὰν ἀναθυμίασιν εἰς νέφος μεταβάλλουσαν εἶτʼ ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας νοτιζούσας· ὅταν οὖν ὁ ἥλιος γένηται εἰς δυσμάς, ἀνάγκη πᾶσα ἶριν ἄντικρυς ἡλίου φαίνεσθαι, ὅτε ἡ ὄψις προσπεσοῦσα [tlnum 20] ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε γίνεσθαι τὴν ἶριν. εἰσὶ δʼ αἱ ῥανίδες οὐ σχήματος μορφαὶ ἀλλὰ χρώματος· καὶ ἔχει τὸ μὲν πρῶτον φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυροῦν, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον. μήποτʼ οὖν τὸ μὲν φοινικοῦν, [tlnum 25] ὅτι ἡ λαμπρότης τοῦ ἡλίου προσπεσοῦσα καὶ ἡ ἀκραιφνὴς λαμπηδὼν ἀνακλωμένη ἐρυθρὸν ποιεί καὶ φοινικοῦν τὸ χρῶμα· τὸ δὲ δεύτερον μέρος [stephpage 894e] ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργές· ἄνεσις γὰρ τοῦ [tlnum 5] ἐρυθροῦ τοῦτο. ἔτι δὲ μᾶλλον ἐπιθολούμενον τὸ δροσίζον εἰς τὸ πράσινον μεταβάλλει. ἔστιν οὖν τοῦτο δοκιμάσαι διʼ ἔργων· εἰ γάρ τις ἄντικρυς τῶν ἡλίου ἀκτίνων λάβῃ ὕδωρ καὶ πυτίσῃ αἱ δὲ ῥανίδες ἀνάκλασιν πρὸς τὸν ἣλιον λάβωσιν, εὑρήσει γινομένην [tlnum 10] ἶριν· καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν. Ἀναξιμένης ἶριν γίνεσθαι κατʼ αὐγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν [tlnum 15] ἐπισυνισταμένας αὐτῷ. [stephpage 894f] Ἀναξαγόρας ἀνάκλασιν ἀπὸ νέφους πυκνοῦ τῆς ἡλιακῆς περιφεγγείας, καταντικρὺ δὲ τοῦ κατοπτρίζοντος αὐτὴν ἀστέρος διὰ παντὸς ἵστασθαι. παραπλησίως δʼ αἰτιολογεῖται τὰ καλούμενα παρήλια, [tlnum 20] γινόμενα δὲ κατὰ τὸν Πόντον. Μητρόδωρος, ὅταν διὰ νεφῶν ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν τὴν δʼ αὐγὴν ἐρυθραίνεσθαι. [chapter 6] Περὶ ῥάβδων. τὰ κατὰ τὰς ῥάβδους καὶ ἀνθηλίους συμβαίνοντα [tlnum 25] [stephpage 895a] μίξει τῆς ὑποστάσεως καὶ ἐμφάσεως ὑπάρχει, τῶν μὲν νεφῶν ὁρωμένων, οὐ κατʼ οἰκεῖον δὲ χρῶμα, ἀλλʼ ἕτερον ὅπερ κατʼ ἔμφασιν φαίνεται. ἐν δὲ τούτοις πᾶσι τά τε κατὰ φύσιν καὶ τὰ ἐπίκτητα [tlnum 5] ὅμοια συμβαίνει πάθη. [chapter 7] Περὶ ἀνέμων. Ἀναξίμανδρος ἄνεμον εἶναι ῥύσιν ἀέρος, τῶν λεπτοτάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου κινουμένων ἢ τηκομένων. οἱ Στωικοὶ πᾶν πνεῦμα ἀέρος εἶναι ῥύσιν, ταῖς [tlnum 10] [stephpage 895b] τῶν τόπων δὲ παραλλαγαῖς τὰς· ἐπωνυμίας παραλλάττουσαν· οἷον τὸν ἀπὸ τοῦ ζόφου καὶ τῆς δύσεως ζέφυρον, τὸν δʼ ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν δʼ ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν δʼ ἀπὸ τῶν νοτίων λίβα. [tlnum 15] Μητρόδωρος ὑδατώδους ἀναθυμιάσεως διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίνεσθαι ὁρμὴν πνευμάτων θείων τοὺς δʼ ἐτησίας πνεῖν, τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος ἀέρος, ὑποχωροῦντι τῷ ἡλίῳ κατὰ τὴν θερινὴν τροπὴν ἐπισυρρέοντος. [chapter 8] Περὶ χειμῶνος καὶ θέρους. [stephpage 895c] Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνωτέρω βιαζομένου, θερείαν δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κατωτέρω βιάζηται Περιγεγραμμένων δέ μοι τῶν μεταρσίων, ἐφοδευθήσεται καὶ τὰ πρόσγεια. [chapter 9] Περὶ γῆς καὶ τίς ἡ ταύτης οὐσία καὶ πόσαι. Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ μίαν εἶναι τὴν γῆν. [tlnum 5] ἱκέτης ὁ Πυθαγόρειος δύο, ταύτην καὶ τὴν ἀντίχθονα. οἱ Στωικοὶ τὴν γῆν μίαν καὶ πεπερασμένην. [stephpage 895d] Ξενοφάνης ἐκ τοῦ κατωτέρω μέρους εἰς ἄπειρον ἐρριζῶσθαι, ἐξ ἀέρος δὲ καὶ πυρὸς συμπαγῆναι. [tlnum 10] Μητρόδωρος τὴν μὲν γῆν ὑπόστασιν εἶναι καὶ τρύγα τοῦ ὕδατος, τὸν δʼ ἥλιον τοῦ ἀέρος. [chapter 10] Περὶ σχήματος γῆς. Θαλῆς καὶ οἱ Στωικοὶ καὶ οἱ ἀπʼ αὐτῶν σφαιροειδῆ τὴν γῆν. [tlnum 15] Ἀναξίμανδρος λίθῳ κίονι τὴν γῆν προσφερῆ τῶν ἐπιπέδων. Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ. Δημόκριτος δισκοειδῆ μὲν τῷ πλάτει κοίλην δὲ [tlnum 20] τῷ μέσῳ. [chapter 11] Περὶ θέσεως γῆς. οἱ ἀπὸ Θάλεω τὴν γῆν μέσην. Ξενοφάνης πρώτην, εἰς ἄπειρον γὰρ ἐρριζῶσθαι. Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον, [tlnum 5] τοῦτο γὰρ εἶναι τοῦ παντὸς ἑστίαν· δευτέραν δὲ τὴν ἀντίχθονα , τρίτην ἣν οἰκοῦμεν γῆν ἐξ ἐναντίας κειμένην τε καὶ περιφερομένην τῇ ἀντίχθονα παρʼ ὃ καὶ μὴ ὁρᾶσθαι ὑπὸ τῶν ἐν τῇδε τοὺς ἐν ἐκείνῃ. [tlnum 10] Παρμενίδης πρῶτος; ἀφώρισε τῆς γῆς τοὺς οἰκουμένους τόπους ὑπὸ ταῖς δυσὶ ζώναις ταῖς τροπικαῖς;. [chapter 12] Περὶ ἐγκλίσεως γῆς. Λεύκιππος παρεκπεσεῖν τὴν γῆν εἰς τὰ μεσημβρινὰ [tlnum 15] μέρη διὰ τὴν ἐν τοῖς μεσημβρινοῖς ἀραιότητα, ἅτε δὴ πεπηγότων τῶν βορείων διὰ τὸ κατεψῦχθαι τοῖς κρυμοῖς, τῶν δʼ ἀντιθέτων πεπυρωμένων. Δημόκριτος διὰ τὸ. ἀσθενέστερον εἶναι τὸ μεσημβρινὸν τοῦ περιέχοντος αὐξομένην τὴν γῆν κατὰ [tlnum 20] τοῦτο ἐγκλιθῆναι τὰ γὰρ βόρεια ἄκρατα τὰ δὲ μεσημβρινὰ κέκραται ὅθεν κατὰ τοῦτο βεβάρηται, ὅπου περισσή ἐστι τοῖς καρποῖς καὶ τῇ αὔξῃ. [chapter 13] Περὶ κινήσεως γῆς. οἱ μὲν ἄλλοι μένειν τὴν γῆν. [tlnum 25] Φιλόλαος δʼ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι περὶ τὸ πῦρ κατὰ κύκλου λοξοῦ ὁμοιοτρόπως ἡλίῳ καὶ σελήνῃ. Ἡρακλείδης ὁ Ποντικὸς καὶ Ἔκφαντος ὁ Πυθαγόρειος κινοῦσι μὲν τὴν γῆν, οὐ μήν γε μεταβατικῶς [tlnum 5] ἀλλὰ τρεπτικῶς; τροχοῦ δίκην ἐνηξονισμένην, ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς · περὶ τὸ ἴδιον αὐτῆς κέντρον. Δημόκριτος Κατʼ ἀρχὰς μὲν πλάζεσθαι τὴν γῆν διά τε μικρότητα καὶ κουφότητα, πυκνωθεῖσαν δὲ [tlnum 10] [stephpage 896b] τῷ χρόνῳ καὶ βαρυνθεῖσαν καταστῆναι. [chapter 14] Περὶ διαιρέσεως γῆς. Πυθαγόρας τὴν γῆν ἀναλόγως τῇ τοῦ παντὸς σφαίρᾳ διῃρῆσθαι εἰς πέντε ζώνας, ἀρκτικὴν ἀνταρκτικὴν θερινὴν χειμερινὴν ἰσημερινήν, ὧν ἡ [tlnum 15] μέση τὸ μέσον τῆς γῆς ὁρίζει, παρʼ αὐτὸ τοῦτο διακεκαυμένη καλουμένη ἡ δʼ οἰκητή ἐστιν ἡ μέση τῆς θερινῆς καὶ χειμερινῆς, εὔκρατός τις οὖσα. [chapter 15] Περὶ σεισμῶν γῆς. [stephpage 896c] Θαλῆς μὲν καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν [tlnum 20] τῶν σεισμῶν προσάπτουσιν. οἱ δὲ Στωικοί φασι σεισμός ἐστι τὸ ἐν τῇ γῇ ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον Ἀναξιμένης ξηρότητα καὶ ὑγρότητα τῆς γῆς αἰτίαν τῶν σεισμῶν, ὧν τὴν μὲν αὐχμοὶ γεννῶσι [tlnum 5] τὴν δʼ ἐπομβρίαι. Ἀναξαγόρας; ἀέρος ὑποδύσει τῇ μὲν πυκνότητι τῆς ἐπιφανείας προσπίπτοντος τῷ δʼ ἔκκρισιν λαβεῖν μὴ δύνασθαι τρόμῳ τὸ περιέχον κραδαίνοντος. Ἀριστοτέλης διὰ τὴν τοῦ ψυχροῦ πανταχόθεν [tlnum 10] ἀντιπερίστασιν, κάτωθεν καὶ ἄνωθεν αὐτῇ περιστάντος· τὸ γὰρ θερμὸν ἀνωτέρω γενέσθαι σπεύδει ἅτε δὴ κοῦφον ὄν· διὰ τοῦτο, ἐν ἀπολήψει γινομένης [stephpage 896d] τῆς ξηρᾶς ἀναθυμιάσεως, τῇ σφηνώσει καὶ τοῖς ἀντελιγμοῖς διαταράττεσθαι. [tlnum 15] Μητρόδωρος μηδὲν ἐν τῷ οἰκείῳ τόπῳ σῶμα κινεῖσθαι, εἰ μή τις προώσειεν ἢ καθελκύσειε κατʼ ἐνέργειαν διὸ μηδὲ τὴν γῆν, ἅτε δὴ κειμένην φυσικῶς, κινεῖσθαι, τόπους δέ τινας αὐτῆς νοστεῖν τοῖς σάλοις. [tlnum 20] Παρμενίδης Δημόκριτος διὰ τὸ πανταχόθεν ἴσον ἀφεστῶσαν μένειν ἐπὶ τῆς ἰσορροπίας, οὐκ ἔχουσαν αἰτίαν διʼ ἣν δεῦρο μᾶλλον ἢ ἐκεῖσε ῥέψειεν ἄν· διὰ τοῦτο μόνον μὲν κραδαίνεσθαι μὴ κινεῖσθαι δέ. Ἀναξιμένης διὰ τὸ πλάτος ἐποχεῖσθαι τῷ ἀέρι. [stephpage 896e] οἱ δέ φασιν ἐφʼ ὕδατος, καθάπερ τὰ πλαταμώδη καὶ σανιδώδη ἐπὶ τῶν ὑδάτων· διὰ τοῦτο κινεῖσθαι. Πλάτων πάσης μὲν κινήσεως ἓξ εἶναι περιστάσεις, ἄνω καὶ κάτω, ἐπὶ τὰ δεξιὰ καὶ θάτερα, [tlnum 5] ἔμπροσθεν καὶ ὄπισθεν· κατʼ οὐδεμίαν δὲ τούτων ἐνδέχεσθαι τὴν γῆν κινεῖσθαι, ἐν τῷ πανταχόθεν κατωτάτην κειμένην· μένειν μὲν οὖν ἀκίνητον, μηδὲν ἔχουσαν ἐξαίρετον εἰς τὸ ῥέψαι μᾶλλον, τόπους δʼ αὐτῆς κατʼ ἀραιότητα σαλεύεσθαι. [tlnum 10] Ἐπίκουρος ἐνδέχεσθαι μὲν ὑπὸ πάχους ἀέρος [stephpage 896f] τοῦ ὑποκειμένου ὑδατώδους ὄντος ἀνακρουομένην αὐτὴν καὶ οἷον ὑποτυπτομένην κινεῖσθαι, ἐνδέχεσθαι δὲ καὶ σηραγγώδη τοῖς κατωτέρω μέρεσι καθεστῶσαν ὑπὸ τοῦ διασπειρομένου πνεύματος εἰς [tlnum 15] τὰς ἀντροειδεῖς κοιλότητας ἐμπίπτοντος σαλεύεσθαι. [chapter 16] Περὶ θαλάσσης πῶς συνέστη καὶ πῶς ἐστι πικρά. Ἀναξίμανδρος τὴν θάλασσάν φησιν εἶναι τῆς πρώτης ὑγρασίας λείψανον, ἧς τὸ μὲν πλεῖον μέρος [tlnum 20] ἀνεξήρανε τὸ πῦρ τὸ δʼ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. Ἀναξαγόρας, τοῦ κατʼ ἀρχὴν λιμνάζοντος ὑγροῦ περικαέντος ὑπὸ τῆς ἡλιακῆς περιφορᾶς καὶ τοῦ [stephpage 897a] λιπαροῦ ἐξατμισθέντος, εἰς ἁλυκίδα καὶ πικρίαν τὸ λοιπὸν ὑποστῆναι. Ἐμπεδοκλῆς ἱδρῶτα τῆς γῆς ἐκκαιομένης ὑπὸ τοῦ ἡλίου διὰ τὴν ἐπὶ τὸ πλεῖον πίλησιν. Ἀντιφῶν ἱδρῶτα θερμοῦ, ἐξ οὗ τὸ περιληφθὲν ὑγρὸν ἀπεκρίθη, τῷ καθεψηθῆναι παραλυκίσαν, [tlnum 5] ὅπερ ἐπὶ παντὸς ἱδρῶτος συμβαίνει. Μητρόδωρος διὰ τὸ διηθεῖσθαι διὰ τῆς γῆς μετειληφέναι τοῦ περὶ αὐτὴν πάχους, καθάπερ τὰ διὰ τῆς τέφρας ὑλιζόμενα. οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ [tlnum 10] μὲν ἐξ ἀέρος κατὰ περίψυξιν συνιστάμενον γλυκὺ γίνεσθαι, τὸ δʼ ἀπὸ γῆς κατὰ περίκαυσιν καὶ ἐκπύρωσιν ἀναθυμιώμενον ἁλμυρόν. [chapter 17] Πῶς ἀμπώτιδες γίνονται καὶ πλήμμυραι. Ἀριστοτέλης Ἡρακλείδης ὑπὸ τοῦ ἡλίου τὰ [tlnum 15] πλεῖστα τῶν πνευμάτων κινοῦντος καὶ συμπεριφέροντος· ὑφʼ ὧν ἐμβαλλόντων μὲν προωθουμένην ἀνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν, καὶ πατασκευάζειν τὴν πλήμμυραν, καταληγόντων δʼ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν. [tlnum 20] Πυθέας ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμύρας γίνεσθαι τῇ δὲ μειώσει τὰς ἀμπώτιδας. Πλάτων ἐπὶ τὴν αἰώραν φέρεται τῶν ὑδάτων [stephpage 897c] εἶναι γάρ τινα αἰώραν διά τινος στομίου τρήματος περιφέρουσαν τὴν παλίρροιαν, ὑφʼ ἧς ἀντικυμαίνεσθαι τὰ πελάγη. [tlnum 5] Τίμαιος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται, προωθοῦντας μὲν ταῖς ἐφόδοις καὶ πλήμμυραν ποιοῦντας ὑφέλκοντας δὲ ταῖς ἀναπαύλαις καὶ ἀμπώτιδας κατασκευάζοντας. [tlnum 10] Σέλευκος ὁ μαθηματικὸς κινῶν καὶ οὗτος τὴν γῆν ἀντικόπτειν αὐτῆς τῇ δίνῃ φησὶ καὶ τῇ κινήσει τὴν περιστροφὴν τῆς σελήνης· τοῦ δὲ μεταξὺ ἀμφοτέρων τῶν σωμάτων ἀντιπερισπωμένου πνεύματος καὶ ἐμπίπτοντος εἰς τὸ Ἀτλαντικὸν πέλαγος, κατὰ [tlnum 15] λόγον αὐτῷ, συγκυκᾶσθαι τὴν θάλασσαν. [chapter 18] Περὶ ἅλω. [stephpage 897d] ἡ δʼ ἅλως οὑτωσὶν ἀποτελεῖται · μεταξὺ τῆς σελήνης ἤ τινος ἄλλου ἄστρου καὶ τῆς ὄψεως ἀὴρ παχὺς καὶ ὁμιχλώδης ἵσταται εἶτʼ ἐν τούτῳ τῆς [tlnum 20] ὄψεως κατακλωμένης καὶ εὐρυνομένης κᾆθʼ οὕτω τῷ κύκλῳ τοῦ ἄστρου προσπιπτούσης κατὰ, τὴν ἔξω περιφέρειαν, κύκλος δοκεῖ περὶ τὸ ἄστρον φαίνεσθαι ὃς κύκλος φαινόμενος ἅλως καλεῖται, ὅτι ἐστὶν ἅλῳ προσεοικώς, ἐκεῖ δοκοῦντος τοῦ φάσματος γίνεσθαι, [tlnum 25] ἔνθα συνέπεσε τὸ πάθος τῆς ὄψεως. [book 4] [chapter intro] περιωδευμένων δὲ τῶν τοῦ, κόσμου μερῶν, διαβήσομαι πρὸς τὰ, πατὰ μέρος. [chapter 1] Περὶ Νείλου ἀναβάσεως. [tlnum 5] Θαλῆς τοὺς ἐτησίας ἀνέμους οἴεται πνέοντας τῇ Αἰγύπτῳ ἀντιπροσώπους ἐπαίρειν τοῦ Νείλου τὸν ὄγκον διὰ τὸ τὰς ἐκροὰς αὐτοῦ τῇ παροιδήσει τοῦ ἀντιπαρήκοντος πελάγους ἀνακόπτεσθαι. Εὐθυμένης ὁ Μασσαλιώτης ἐκ τοῦ Ὠκεανοῦ καὶ [tlnum 10] τῆς ἔξω θαλάσσης γλυκείας κατʼ αὐτὸν οὔσης νομίζει πληροῦσθαι τὸν ποταμόν. Ἀναξαγόρας ἐκ τῆς. χιόνος τῆς ἐν τῇ Αἰθιοπίᾳ, τηκομένης μὲν τῷ θέρει ψυχομένης δὲ τῷ χειμῶνι. [stephpage 898a] Δημόκριτος, τῆς χιόνος τῆς ἐν τοῖς πρὸς ἄρκτον [tlnum 15] μέρεσιν ὑπὸ θερινὰς τροπὰς ἀναλυομένης τε καὶ διαχεομένης, νέφη μὲν ἐκ τῶν ἀτμῶν πιλοῦσθαι τούτων δʼ ἀπελαυνομένων πρὸς μεσημβρίαν καὶ τὴν Αἴγυπτον· ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἀποτελεῖσθαι ῥαγδαίους ὄμβρους, ὑφʼ ὧν ἀναπίμπλασθαι τάς τε [tlnum 20] λίμνας καὶ τὸν Νεῖλον ποταμόν. Ἡρόδοτος ὁ συγγραφεὺς ἴσον μὲν ἐκ τῶν πηγῶν φέρεσθαι χειμῶνος καὶ θέρους, φαίνεσθαι δʼ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ ἐν τούτῳ τῷ καιρῷ πλησίον ἰόντα τὸν ἥλιον τῆς Αἰγύπτου ἐξατμίζειν [tlnum 25] τὰ νάματα. [stephpage 898b] Ἔφορος ὁ ἱστοριογράφος κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα συνδίδωσι δʼ αὐτῇ καὶ ἡ Ἀραβία καὶ ἡ Λιβύη παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον. [tlnum 5] Εὔδοξος τοὺς ἱερεῖς φησι λέγειν τὰ ὄμβρια τῶν ὑδάτων κατὰ τὴν ἀντιπερίστασιν τῶν ὡρῶν ὅταν γὰρ ἡμῖν θέρος τοῖς ὑπὸ τὸν θερινὸν τροπικὸν οἰκοῦσιν, τότε τοῖς ὑπὸ τὸν χειμερινὸν τροπικὸν ἀντοίκοις χειμών ἐστιν, ἐξ ὧν τὸ πλημμῦρον ὕδωρ [tlnum 10] καταρρήγνυται. [chapter 2] Περὶ ψυχῆς. Θαλῆς ἀπεφήνατο πρῶτος τὴν ψυχὴν φύσιν ἀεικίνητον ἢ αὐτοκίνητον. [stephpage 898c] Πυθαγόρας ἀριθμὸν ἑαυτὸν κινοῦντα, τὸν δʼ [tlnum 15] ἀριθμὸν ἀντὶ τοῦ νοῦ παραλαμβάνει. Πλάτων οὐσίαν νοητήν, ἐξ ἑαυτῆς κινητὴν, κατʼ ἀριθμὸν ἐναρμόνιον κινουμένην. Ἀριστοτέλης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ, ὀργανικοῦ, δυνάμει ζωὴν ἔχοντος· τὴν δʼ ἐντελέχειαν [tlnum 20] ἀκουστέον ἀντὶ τῆς ἐνεργείας. Δικαίαρχος; ἁρμονίαν τῶν τεσσάρων στοιχείων. Ἀσκληπιάδης ὁ ἰατρὸς συγγυμνασίαν τῶν αἰσθήσεων. [chapter 3] Εἰ σῶμα ἡ ψυχὴ καὶ τίς ἡ οὐσία αὐτῆς. [tlnum 25] οὗτοι πάντες οἱ προτεταγμένοι ἀσώματον τὴν ψυχὴν ὑποτίθενται, φύσιν λέγοντες αὐτοκίνητον καὶ οὐσίαν νοητὴν καὶ τοῦ φυσικοῦ ὀργανικοῦ ζωὴν ἔχοντος ἐντελέχειαν. [stephpage 898d] οἱ δʼ ἀπʼ Ἀναξαγόρου ἀεροειδῆ ἔλεγόν τε καὶ σῶμα. [tlnum 5] οἱ Στωικοὶ πνεῦμα θερμόν. Δημόκριτος πυρῶδες σύγκριμα ἐκ τῶν λόγῳ θεωρητῶν, σφαιρικὰς μὲν ἐχόντων τὰς ἰδέας πυρίνην δὲ τὴν δύναμιν, ὅπερ· σῶμα εἶναι. Ἐπίκουρος κρᾶμα ἐκ τεσσάρων, ἐκ ποιοῦ πυρώδους, [tlnum 10] ἐκ ποιοῦ ἀερώδους, ἐκ ποιοῦ πνευματικοῦ· ἐκ τετάρτου τινὸς ἀκατονομάστου, ὃ ἦν αὐτῷ αἰσθητικόν. Ἡράκλειτος τὴν μὲν τοῦ κόσμου ψυχὴν ἀναθυμίασιν ἐκ τῶν ἐν αὐτῷ ὑγρῶν, τὴν δʼ ἐν τοῖς ζῴοις [tlnum 15] ἀπὸ τῆς ἐκτὸς καὶ τῆς ἐν αὐτοῖς ἀναθυμιάσεως; ὁμογενῆ. [chapter 4] Περὶ μερῶν ψυχῆς. Πυθαγόρας Πλάτων κατὰ μὲν τὸν ἀνωτάτω λόγον διμερῆ τὴν ψυχήν, τὸ μὲν γὰρ ἔχει λογικὸν τὸ δʼ [tlnum 20] ἄλογον κατὰ δὲ τὸ προσεχὲς καὶ ἀκριβὲς τριμερῆ, τὸ γὰρ ἄλογον διαιροῦσιν εἴς τε τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν. οἱ Στωικοὶ ἐξ ὀκτὼ μερῶν φασι συνεστάναι, πέντε μὲν τῶν αἰσθητικῶν, ὁρατικοῦ ἀκουστικοῦ [tlnum 25] ὀσφρητικοῦ γευστικοῦ ἁπτικοῦ, ἕκτου δὲ φωνητικοῦ, [stephpage 898f] ἑβδόμου δὲ σπερματικοῦ, ὀγδόου δʼ αὐτοῦ τοῦ ἡγεμονικοῦ, ἀφʼ οὗ ταῦτα πάντα ἐπιτέταται διὰ τῶν οἰκείων ὀργάνων προσφερῶς ταῖς τοῦ πολύποδος πλεκτάναις. Δημόκριτος Ἐπίκουρος διμερῆ τὴν ψυχήν, τὸ [tlnum 5] μὲν λογικὸν ἔχουσαν ἐν τῷ θώρακι καθιδρυμένον, τὸ δʼ ἄλογον καθʼ ὅλην τὴν σύγκρισιν τοῦ σώματος διεσπαρμένον. ὁ δὲ Δημόκριτος πάντα μετέχειν φησὶ ψυχῆς ποιᾶς, καὶ τὰ νεκρὰ τῶν σωμάτων· διότι ἀεὶ διαφανῶς [tlnum 10] τινος θερμοῦ καὶ αἰσθητικοῦ μετέχει, τοῦ πλείονος διαπνεομένου. [chapter 5] Τί τὸ τῆς ψυχῆς ἡγεμονικὸν καὶ ἐν τίνι ἐστίν. Πλάτων Δημόκριτος ἐν ὅλῃ τῇ κεφαλῇ. Στράτων ἐν μεσοφρύῳ. [tlnum 15] Ἐρασίστρατος περὶ τὴν μήνιγγα τοῦ ἐγκεφάλου, ἣν ἐπικρανίδα λέγει. Ἡρόφιλος ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ, ἥτις ἐστὶ καὶ βάσις. Παρμενίδης ἐν ὅλῳ τῷ· θώρακι καὶ Ἐπίκουρος [tlnum 20] οἱ Στωικοὶ πάντες ἐν ὅλῃ τῇ καρδίᾳ ἢ τῷ περὶ τὴν καρδίαν πνεύματι. Διογένης ἐν τῇ ἀρτηριακῇ κοιλίᾳ τῆς καρδίας, ἥτις ἐστὶ καὶ πνευματική. Ἐμπεδοκλῆς ἐν τῇ τοῦ αἵματος συστάσει. [tlnum 25] οἱ δʼ ἐν τῷ τραχήλῳ τῆς καρδίας, οἱ δʼ ἐν [stephpage 899b] τῷ περικαρδίῳ ὑμένι, οἱ δʼ ἐν τῷ διαφράγματι. τῶν νεωτέρων τινὲς διήκειν ἀπὸ κεφαλῆς μέχρι τοῦ διαφράγματος. Πυθαγόρας τὸ μὲν ζωτικὸν περὶ τὴν καρδίαν, [tlnum 5] τὸ δὲ λογικὸν καὶ νοερὸν περὶ τὴν κεφαλήν. [chapter 6] Περὶ κινήσεως ψυχῆς. Πλάτων ἀεικίνητον μὲν τὴν ψυχήν, τὸν δὲ νοῦν ἀκίνητον τῆς μεταβατικῆς· κινήσεως. Ἀριστοτέλης ἀκίνητον τὴν ψυχὴν πάσης κινήσεως προηγουμένην, τῆς δὲ κατὰ συμβεβηκὸς μετέχειν [tlnum 10] καθάπερ τὰ εἴδη τῶν σωμάτων. [chapter 7] Περὶ ἀφθαρσίας ψυχῆς. [stephpage 899c] Πυθαγόρας Πλάτων ἄφθαρτον εἶναι τὴν ψυχήν. ἐξιοῦσαν γὰρ εἰς τὴν τοῦ παντὸς ψυχὴν ἀναχωρεῖν πρὸς τὸ ὁμογενὲς [tlnum 15] οἱ Στωικοὶ ἐξιοῦσαν ἐκ τῶν σωμάτων ὑποφέρεσθαι τὴν μὲν ἀσθενεστέραν ἅμα τοῖς συγκρίμασι γίνεσθαι, ταύτην δʼ εἶναι τῶν ἀπαιδεύτων τὴν δʼ ἰσχυροτέραν, οἵα ἐστὶ περὶ τοὺς σοφούς, καὶ μέχρι τῆς ἐκπυρώσεως [tlnum 20] Δημόκριτος Ἐπίκουρος φθαρτὴν τῷ σώματι συνδιαφθειρομένην, Πυθαγόρας Πλάτων τὸ μὲν λογικὸν ἄφθαρτον καὶ γὰρ τὴν ψυχὴν οὐ θεὸν ἀλλʼ ἔργον τοῦ ἀιδίου θεοῦ ὑπάρχειν· τὸ δʼ ἄλογον φθαρτόν. [chapter 8] Περὶ αἰσθήσεων καὶ αἰσθητῶν. [tlnum 5] οἱ Στωικοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν [stephpage 899d] αἴσθησίς ἐστιν ἀντίληψις διʼ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία ἡ καταληπτικὴ διʼ αἰσθητηρίου γίνονται, καὶ · αὐτὸ [tlnum 10] τὸ ἡγεμονικόν, ἀφʼ οὗ συνίσταται. πάλιν δʼ αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα. Ἐπίκουρος· τὸ μόριόν ἐστιν ἡ αἴσθησις ἥτις ἐστὶν ἡ δύναμις, καὶ τὸ ἐπαίσθημα ὅπερ ἐστὶ τὸ [tlnum 15] ἐνέργημα ὥστε διχῶς παρʼ αὐτῷ λέγεσθαι αἴσθησιν μὲν τὴν δύναμιν αἰσθητὸν δὲ τὸ ἐνέργημα. [stephpage 899e] Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός,· ἡ μὲν γὰρ δύναμις ψυχῆς τὸ δʼ ὄργανον σώματος ἄμφω δὲ· διὰ [tlnum 20] φαντασίας ἀντιληπτικὰ τῶν ἔξωθεν γίνεται. Λεύκιππος Δημόκριτος τὴν αἴσθησιν καὶ τὴν νόησιν γίνεσθαι, εἰδώλων ἔξωθεν προσιόντων· μηδενὶ γὰρ ἐπιβάλλειν μηδετέραν χωρὶς τοῦ προσπίπτοντος [tlnum 5] εἰδώλου. [chapter 9] Εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ αἱ φαντασίαι. οἱ Στωικοὶ τὰς μὲν αἰσθήσεις ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ ψευδεῖς. Ἐπίκουρος πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, τῶν δὲ δοξῶν τὰς μὲν ἀληθεῖς τὰς δὲ [tlnum 10] ψευδεῖς· καὶ ἡ μὲν αἴσθησις μοναχῶς ψευδοποιεῖται κατὰ,τὰ νοητά, ἡ δὲ φαντασία διχῶς καὶ γὰρ αἰσθητῶν ἔστι φαντασία καὶ νοητῶν. Ἐμπεδοκλῆς Ἡρακλείδης παρὰ τὰς συμμετρίας τῶν πόρων τὰς κατὰ μέρος αἰσθήσεις γίνεσθαι, τοῦ [tlnum 15] οἰκείου τῶν αἰσθητῶν ἑκάστῃ ἁρμόζοντος. [chapter 10] Πόσαι εἰσὶν αἱ αἰσθήσεις. οἱ Στωικοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν. Ἀριστοτέλης ἕκτην μὲν οὐ λέγει, κοινὴν δʼ [tlnum 20] αἴσθησιν τὴν τῶν συνθέτων εἰδῶν κριτικήν, εἰς ἣν πᾶσαι συμβάλλουσιν αἱ ἁπλαῖ τὰς ἰδίας ἑκάστη φαντασίας· ἐν ᾗ τὸ μεταβατικὸν ἀφʼ ἑτέρου πρὸς ἕτερον, οἱονεὶ σχήματος καὶ κινήσεως, δείκνυται. Δημόκριτος πλείους εἶναι αἰσθήσεις, περὶ τὰ [tlnum 25] ἄλογα ζῷα καὶ περὶ τοὺς σοφοὺς καὶ περὶ τοὺς θεούς. [chapter 11] Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ ἔννοια καὶ ὁ κατὰ ἐνδιάθεσιν λόγος. [stephpage 900b] οἱ Στωικοί φασιν · ὅταν γεννηθῇ ὁ ἄνθρωπος, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς ὥσπερ χάρτην [tlnum 5] εὐεργὸν εἰς ἀπογραφήν. εἰς τοῦτο μίαν ἑκάστην τῶν ἐννοιῶν ἐναπογράφεται. πρῶτος δʼ ὁ τῆς ἀναγραφῆς τρόπος ὁ διὰ τῶν αἰσθήσεων αἰσθανόμενοι γάρ τινος οἷον λευκοῦ, ἀπελθόντος αὐτοῦ μνήμην ἔχουσιν· ὅταν δʼ ὁμοειδεῖς πολλαὶ μνῆμαι γένωνται, [tlnum 10] τότε φαμὲν ἔχειν ἐμπειρίαν ἐμπειρία γάρ ἐστι τὸ τῶν ὁμοειδῶν πλῆθος. τῶν δʼ ἐννοιῶν αἱ μὲν φυσικῶς γίνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ ἀνεπιτεχνήτως, αἱ δʼ ἢδη διʼ ἡμετέρας διδασκαλίας [stephpage 900c] καὶ ἐπιμελείας αὗται μὲν οὖν ἔννοιαι καλοῦνται [tlnum 15] μόνον, ἐκεῖναι δὲ καὶ προλήψεις. ὁ δὲ· λόγος, καθʼ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦσθαι λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. ἔστι δʼ ἐννόημα φάντασμα διανοίας λογικοῦ ζῴου τὸ γὰρ φάντασμα, ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, [tlnum 20] τότε ἐννόημα καλεῖται, εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ. διόπερ τοῖς ἀλόγοις ζῴοις οὐ προσπίπτει φαντάσματα· ὅσα δὲ καὶ τοῖς θεοῖς καὶ ἡμῖν γε ταῦτα φαντάσματα μόνον ἐστίν ὅσα δʼ ἡμῖν, ταῦτα καὶ [stephpage 900d] φαντάσματα κατὰ γένος καὶ ἐννοήματα κατʼ εἶδος· ὥσπερ τὰ δηνάρια καὶ οἱ στατῆρες, αὐτὰ μὲν καθʼ [tlnum 5] αὑτὰ ὑπάρχει δηνάρια καὶ στατῆρες· ἐὰν δ’ εἰς πλοίων δοθῇ μίσθωσιν, τηνικαῦτα πρὸς τῷ δηνάρια εἶναι καὶ ναῦλα λέγεται. [chapter 12] Τίνι διαφέρει φαντασία φανταστὸν φανταστικὸν φάντασμα. [tlnum 10] Χρύσιππος διαφέρειν ἀλλήλων φησὶ τέτταρα ταῦτα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον, ἐνδεικνύμενον ἐν αὑτῷ καὶ τὸ πεποιηκός· [stephpage 900e] οἷον, ἐπειδὰν ὅψεως θεωρῶμέν τὸ λευκόν, ἔστι πάθος τὸ ἐγγεγενημένον διὰ τῆς ὁράσεως ἐν [tlnum 15] τῇ ψυχῇ· καὶ κατὰ τοῦτο τὸ πάθος εἰπεῖν ἔχομεν, ὅτι ὑπόκειται λευκὸν κινοῦν ἡμᾶς. ὁμοίως καὶ διὰ τῆς ἁφῆς καὶ τῆς ὀσφρήσεως;. εἴρηται δʼ ἡ φαντασία ἀπὸ τοῦ φωτός· καθάπερ γὰρ τὸ φῶς αὑτὸ δείκνυσι καὶ τὰ ἄλλα τὰ ἐν αὐτῷ περιεχόμενα, καὶ ἡ φαντασία [tlnum 20] δείκνυσιν ἑαυτὴν καὶ τὸ πεποιηκὸς αὐτήν. φανταστὸν δὲ τὸ ποιοῦν τὴν φαντασίαν· οἷον τὸ λευκὸν καὶ τὸ ψυχρόν, καὶ πᾶν ὅ τι ἂν δύνηται κινεῖν τὴν ψυχήν, τοῦτʼ ἔστι φανταστόν. φανταστικὸν δʼ ἐστὶ διάκενος ἑλκυσμός, πάθος ἐν. τῇ ψυχῇ [tlnum 25] [stephpage 900f] οῦδενὲις φανταστοῦ γινόμενον· καθάπερ ἐπὶ τοῦ σκιαμαχοῦντος καὶ κενοῖς ἐπιφέροντος τὰς χεῖρας τῇ γὰρ φαντασίᾳ ὑπόκειταί τι φανταστόν, τῷ δὲ φανταστικῷ οὐδέν. φάντασμα δʼ δ’ ἐστίν, ἐφʼ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν · [tlnum 5] ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων καὶ μεμηνότων. ὁ γοῦν τραγικὸς Ὀρέστης, ὅταν λέγῃ ὦ μῆτερ, ἱκετεύω σε, μὴ πίσειέ μοι τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας· [stephpage 901a] αὗται γάρ, αὗται πλησίον θρώσκουσί μου [tlnum 10] λέγει μὲν αὐφὰ ὡς μεμηνὼς ὁρᾷ δʼ οὐδέν, ἀλλὰ δοκεῖ μόνον· διὸ καί φησιν αὐτῷ Ἠλέκτρα ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι, ὡς καὶ παρʼ Ὁμήρῳ Θεοκλύμενος [chapter 13] Περὶ ὁράσεως καὶ πῶς ὁρῶμεν. [tlnum 15] Δημόκριτος Ἐπίκουρος κατʼ εἰδώλων εἰσκρίσεις [stephpage 901b] ᾤοντο τὸ ὁρατικὸν συμβαίνειν, καὶ κατά τινων ἀκτίνων ἔκκρισιν μετὰ τὴν πρὸς τὸ ὑποκείμενον ἔνστασιν πάλιν ὑποστρεφουσῶν πρὸς τὴν ὄψιν. [tlnum 20] Ἐμπεδοκλῆς τοῖς εἰδώλοις τὰς ἀκτῖνας ἀνέμιξε, προσαγορεύσας τὸ γιγνόμενον ἀκτινείδωλον συνθέτως. Ἵππαρχος ἀκτῖνάς φησιν ἀφʼ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένας τοῖς πέρασιν αὑτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσας τοῖς ἐκτὸς σώμασι τὴν ἀντίληψιν αὐτῶν πρὸς τὸ ὁρατικὸν ἀποδιδόναι. [tlnum 5] Πλάτων κατὰ συναύγειαν, τοῦ μὲν ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὁμογενῆ ἀέρα, τοῦ δʼ ἀπὸ τῶν σωμάτων φερομένου, [stephpage 901c] τοῦ δὲ περὶ τὸν μεταξὺ ἀέρα εὐδιάχυτον ὄντα καὶ εὔτρεπτον συνεκτεινομένου τῷ πυρώδει τῆς ὄψεως [tlnum 10] αὕτη λέγεται Πλατωνικὴ συναύγεια. [chapter 14] Περὶ κατοπτρικῶν ἐμφάσεων. Ἐμπεδοκλῆς κατʼ ἀπορροίας τὰς συνισταμένας μὲν ἐπὶ τῆς ἐπιφανείας τοῦ κατόπτρου τελειουμένας δʼ ὑπὸ τοῦ ἐκκρινομένου ἐκ τοῦ κατόπτρου πυρώδους [tlnum 15] καὶ τὸν προκείμενον ἀέρα, εἰς ὃν φέρεται τὰ ῥεύματα, συμμεταφέροντος. Δημόκριτος Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατʼ εἰδώλων ὑποστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφʼ ἡμῶν συνίστασθαι δʼ ἐπὶ τοῦ κατόπτρου [tlnum 20] κατʼ ἀντιπεριστροφήν, [stephpage 901d] οἱ ἀπὸ Πυθαγόρου κατʼ ἀντανακλάσεις τῆς ὂψεως· φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληχθεῖσαν ὑποστρέφειν αὐτὴν ἐφʼ ἑαυτήν, ὅμοιόν τι πάσχουσαν τῇ ἐκτάσει τῆς χειρὸς καὶ τῇ ἐπὶ τὸν ὦμον ἀντεπιστροφῇ. [tlnum 5] δύναταί τις πᾶσι τούτοις τοῖς κεφαλαίοις χρῆσθαι ἐπὶ τοῦ πῶς ὁρῶμεν. [chapter 15] εἰ ὁρατὸν τὸ σκότος. οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος· ἐκ γὰρ τῆς ὁράσεως προχεῖσθαί τινα εἰς αὐτὸ αὐγήν· καὶ οὐ [tlnum 10] ψεύδεται ἡ ὅρασις, βλέπεται γὰρ ταῖς ἀληθείαις, ὅτι ἔστι σκότος. Χρύσιππος κατὰ τὴν συνέντασιν τοῦ μεταξὺ [stephpage 901e] ἀέρος ὁρᾶν ἡμᾶς, νυγέντος μὲν ὑπὸ τοῦ ὁρατικοῦ πνεύματος, ὅπερ ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῆς [tlnum 15] κόρης διήκει, κατὰ δὲ τὴν πρὸς τὸν περικείμενον ἀέρα ἐπιβολὴν ἐντείνοντος αὐτὸν κωνοειδῶς, ὅταν ᾖ ὁμογενὴς ὁ ἀήρ. προχέονται δʼ ἐκ τῆς ὄψεως [tlnum 20] ἀκτῖνες πύριναι, οὐχὶ μέλαιναι καὶ ὁμιχλώδεις· διόπερ ὁρατὸν εἶναι τὸ σκότος. [chapter 16] Περὶ ἀκοῆς. [stephpage 901f] Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίνεσθαι κατὰ πρόσπτωσιν πνεύματος τῷ χονδρώδει, ὅπερ φησὶν ἐξηρτῆσθαι, ἐντὸς τοῦ ὠτὸς κώδωνος δίκην αἰωρούμενον καὶ τυπτόμενον. Ἀλκμαίων ἀκούειν ἡμᾶς τῷ κενῷ τῷ ἐντὸς τοῦ ὠτός· τοῦτο γὰρ εἶναι· τὸ διηχοῦν κατὰ τὴν τοῦ πνεύματος ἐμβολήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖ. Διογένης, τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς [tlnum 5] φωνῆς τυπτομένου καὶ κινουμένου. Πλάτων καὶ οἱ ἀπʼ αὐτοῦ πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα· τοῦτον δʼ ἀνακλᾶσθαι εἰς τὸ ἡγεμονικὸν καὶ γίνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν. [chapter 17] Περὶ ὀσφρήσεως. [stephpage 902a] [tlnum 10] Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ εἶναι τὸ ἡγεμονικόν τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντι διὰ τῶν, ἀναπνοῶν τὰς ὀσμάς. Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ· πνεύμονος συνεισκρίνεσθαι τὴν ὀδμήν· ὅταν γοῦν ἡ [tlnum 15] ἀναπνοὴ βαρεῖα γίνηται, κατὰ τραχύτητα μὴ συναισθάνεσθαι, ὡς ἐπὶ τῶν ῥευματιζομένων. [chapter 18] Περὶ γεύσεως. [stephpage 902b] Ἀλκμαίων τῷ ὑγρῷ καὶ τῷ χλιαρῷ τῷ ἐν τῇ γλώττῃ πρὸς τῇ μαλακότητι διακρίνεσθαι τοὺς χυμούς. [tlnum 20] Διογένης; τῇ ἀραιότητι τῆς γλώττης καὶ τῇ μαλακότητι καὶ διὰ τὸ συνάπτειν τὰς ἀπὸ τοῦ σώματος εἰς αὐτὴν φλέβας διαχεῖσθαι τοὺς χυμοὺς ἑλκομένους ἐπὶ τὴν αἴσθησιν καὶ τὸ ἡγεμονικόν, καθάπερ ἀπὸ σπογγιᾶς, [chapter 19] Περὶ φωνῆς. Πλάτων τὴν φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας ἠγμένον καὶ πληγὴν ὑπὸ ἀέρος διʼ ὤτων καὶ ἐγκεφάλου καὶ αἵματος μέχρι ψυχῆς [tlnum 5] [stephpage 902c] διαδιδομένην. λέγεται δὲ καὶ καταχρηστικῶς ἐπὶ τῶν ἀλόγων ζῴων φωνὴ καὶ τῶν ἀψύχων, ὡς χρεμετισμοὶ καὶ ψόφοι· κυρίως δὲ φωνὴ ἡ ἔναρθρός ἐστιν, ὡς φωτίζουσα τὸ νοούμενον. Ἐπίκουρος τὴν φωνὴν εἶναι ῥεῦμα ἐκπεμπόμενον [tlnum 10] ἀπὸ τῶν φωνούντων ἢ ἠχούντων ἢ ψοφούντων· τοῦτο δὲ τὸ ῥεῦμα εἰς ὁμοιοσχήμονα θρύπτεσθαι θραύσματα ὁμοιοσχήμονα δὲ λέγεται τὰ στρογγύλα τοῖς στρογγύλοις καὶ σκαληνὰ καὶ τρίγωνα τοῖς ὁμοιογενέσι τούτων δʼ ἐμπιπτόντων ταῖς ἀκοαῖς, [tlnum 15] ἀποτελεῖσθαι τὴν αἴσθησιν τῆς φωνῆς· φανερὸν δὲ τοῦτο γίνεσθαι ἀπὸ τῶν ἀσκῶν ἐκρεόντων καὶ τῶν ἐμφυσώντων κναφέων τοῖς ἱματίοις. [stephpage 902d] Δημόκριτος καὶ τὸν ἀέρα φησὶν εἰς ὁμοιοσχὴμονα θρύπτεσθαι σώματα καὶ συγκαλινδεῖσθαι τοῖς [tlnum 20] ἐκ τῆς φωνῆς θραύσμασι κολοιὸς γὰρ παρὰ κολοιὸν ἱζάνει καὶ ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον, καὶ γὰρ ἐν τοῖς αἰγιαλοῖς αἱ ὅμοιαι ψῆφοι κατὰ τοὺς αὐτοὺς τόπους ὁρῶνται, κατʼ ἄλλο μὲν αἱ [tlnum 25] σφαιροειδεῖς κατʼ ἄλλο δʼ αἱ ἐπιμήκεις· καὶ ἐπὶ τῶν κοσκινευόντων δʼ ἐπὶ τὸ αὐτὸ συναλίζεται τὰ ὁμοιοσχήμονα, ὥστε χωρὶς εἶναι τοὺς κυάμους καὶ ἐρεβίνθους. [stephpage 902e] ἔχοι δʼ ἄν τις πρὸς τούτους εἰπεῖν , πῶς ὀλίγα θραύσματα πνεύματος μυρίανδρον ἐκπληροῖ [tlnum 5] θέατρον; οἱ δὲ Στωικοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἐκ θραυσμάτων, ἀλλὰ συνεχῆ εἶναι, διʼ ὅλου μηδὲν κενὸν ἔχοντα ἐπειδὰν δὲ πληγῇ πνεύματι, κυματοῦται κατὰ κύκλους ὀρθοὺς εἰς ἄπειρον, ἕως πληρώσῃ [tlnum 10] τὸν περικείμενον ἀέρα, ὡς ἐπὶ τῆς κολυμβήθρας τῆς πληγείσης λίθῳ · καὶ αὕτη μὲν κυκλικῶς κινεῖται ὁ δʼ ἀὴρ σφαιρικῶς Ἀναξαγόρας τὴν φωνὴν γίνεσθαι πνεύματος ἀντιπεσόντος μὲν στερεμνίῳ ἀέρι, τῇ δʼ ὑποστροφῇ [tlnum 15] [stephpage 902f] τῆς πλήξεως μέχρι τῶν ἀκοῶν προσενεχθέντος· καθὸ καὶ τὴν λεγομένην ἠχὼ γίνεσθαι. [chapter 20] Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἠχὼ γίνεται. Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον· οὐ γὰρ τὸν ἀέρα, ἀλλὰ τὸ σχῆμα τὸ περὶ τὸν ἀέρα [tlnum 20] καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πλῆξιν γίνεσθαι φωνήν· πᾶσα δʼ ἐπιφάνεια ἀσώματος. συγκινεῖται μὲν γὰρ τοῖς σώμασιν αὐτὴ δʼ ἀσώματος πάντως καθέστηκεν, ὥσπερ ἐπὶ τῆς καμπτομένης ῥάβδου ἡ μὲν ἐπιφάνεια οὐδὲν πάσχει ἡ δʼ ὕλη ἐστὶν ἡ [tlnum 25] καμπτομένη. οἱ δὲ Στωικοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα, ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης [stephpage 903a] τῇ ἀκοῇ ,· καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν [tlnum 5] σῶμά ἐστι, κινεῖ δʼ ἡμᾶς ἡ εὐμουσία ἐνοχλεῖ δʼ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δʼ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται, καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον ἐν γοῦν ταῖς κατʼ [tlnum 10] Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται. [chapter 21] Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχὴ καὶ τί αὐτῆς τὸ ἡγεμονικόν. οἱ Στωικοί φασιν εἶναι τῆς ψυχῆς ἀνώτατον [tlnum 15] μέρος τὸ ἡγεμονικὸν τὸ ποιοῦν τὰς φαντασίας καὶ [stephpage 903b] συγκαταθέσεις καὶ αἰσθήσεις καὶ ὁρμάς· καὶ τοῦτο λογισμὸν καλοῦσιν. ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἑπτὰ μέρη ἐστὶ τῆς ψυχῆς ἐκπεφυκότα καὶ ἐκτεινόμενα εἰς· τὸ σῶμα, καθάπερ αἱ ἀπὸ τοῦ πολύποδος πλεκτάναι· [tlnum 20] τῶν δʼ ἑπτὰ μερῶν τῆς ψυχῆς πέντε μέν εἰσι τὰ αἰσθητήρια, ὅρασις ὄσφρησις ἀκοὴ γεῦσις καὶ ἁφή· ὧν ἡ μὲν ὅρασίς ἐστι πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὀφθαλμῶν, ἀκοὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ὤτων, ὄσφρησις [tlnum 25] δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι [stephpage 903c] μυκτήρων, γεῦσις δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ, μέχρι γλώττης, ἁφὴ δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρις ἐπιφανείας εἰς θίξιν εὐαίσθητον τῶν προσπιπτόντων. τῶν δὲ λοιπῶν τὸ [tlnum 5] μὲν λέγεται σπέρμα, ὅπερ καὶ αὐτὸ πνεῦμά, ἐστι διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν παραστατῶν· τὸ δὲ φωνᾶεν ὑπὸ τοῦ Ζήνωνος εἰρημένον, ὃ καὶ φωνὴν καλοῦσιν, ἐστὶ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης καὶ [tlnum 10] τῶν οἰκείων ὀργάνων. αὐτὸ δὲ τὸ ἡγεμονικὸν ὥσπερ ἐν κόσμῳ κατοικεῖ ἐν τῇ ἡμετέρᾳ σφαιροειδεῖ κεφαλῇ. [chapter 22] Περὶ ἀναπνοῆς. [stephpage 903d] Ἐμπεδοκλῆς τὴν πρώτην ἀναπνοὴν τοῦ πρώτου ζῴου γενέσθαι, τῆς μὲν ἐν τοῖς βρέφεσιν ὑγρασίας [tlnum 15] ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων τὸ δὲ μετὰ τοῦτο ἤδη τοῦ ἐμφύτου θερμοῦ τῇ πρὸς τὸ ἐκτὸς ὁρμῇ τὸ ἀερῶδες ὑπαναθλίβοντος, τὴν ἐκπνοήν, τῇ δʼ εἰς τὸ [tlnum 20] ἐντὸς ἀνθυποχωρήσει τῷ ἀερώδει τὴν ἀντεπείσοδον παρεχομένου, τὴν εἰσπνοήν. τὴν δὲ νῦν κατέχουσαν [stephpage 903e] φερομένου τοῦ αἵματος ὡς πρὸς τὴν ἐπιφάνειαν καὶ τὸ ἀερῶδες διὰ τῶν ῥινῶν ταῖς ἑαυτοῦ ἐπιρροίαις ἀναθλίβοντος κατὰ τὴν ἐκχώρησιν αὐτοῦ γίνεσθαι τὴν ἐκπνοήν· παλινδρομοῦντος δὲ καὶ τοῦ ἀέρος ἀντεπεισιόντος εἰς τὰ διὰ τοῦ αἵματος ἀραιώματα, [tlnum 5] τὴν εἰσπνοήν. ὑπομιμνήσκει δʼ αὐτὸ ἐπὶ τῆς κλεψύδρας. Ἀσκληπιάδης τὸν μὲν πνεύμονα χώνης δίκην συνίστησιν, αἰτίαν δὲ τῆς ἀναπνοῆς τὴν ἐν τῷ θώρακι λεπτομέρειαν ὑποτίθεται, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ φέρεσθαι παχυμερῆ ὄντα, πάλιν [tlnum 10] δʼ ἀπωθεῖσθαι, μηκέτι τοῦ θώρακος οἵου τʼ ὄντος μήτʼ ἐπεισδέχεσθαι μήθʼ ὑποστέγειν ὑπολειπομένου [stephpage 903f] δέ τινος ἐν τῷ θώρακι λεπτομεροῦς ἀεὶ βραχέος ʽοὐ γὰρ ἅπαν ἐκκρίνεταἰ, πρὸς τοῦτο πάλιν τὸ εἴσω ὑπομένον βαρύτητα τοῦ ἐκτὸς ἀντεπεισφέρεσθαι. [tlnum 15] ταῦτα δὲ ταῖς σικύαις παρεικάζει· τὴν δὲ κατὰ προαίρεσιν ἀναπνοὴν γίνεσθαί φησι, συναγομένων τῶν ἐν τῷ πνεύμονι λεπτοτάτων πόρων καὶ τῶν βραγχίων στενουμένων τῇ γὰρ ἡμετέρᾳ ταῦθʼ ὑπακούει προαιρέσει. [tlnum 20] Ἡρόφιλος δυνάμεις ἀπολείπει περὶ τὰ σώματα τὰς κινητικὰς ἐν νεύροις ἐν ἀρτηρίαις ἐν μυσί· τὸν οὖν πνεύμονα νομίζει μόνον ὀρέγεσθαι διαστολῆς τε καὶ συστολῆς φυσικῶς· εἶτα δὲ καὶ τἆλλα. ἐνέργειαν [stephpage 904a] μὲν οὖν εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος ὁλκήν ὑπὸ δὲ τῆς πληρώσεως τῆς θύραθεν γινομένης ἐφέλκεται παρακειμένως δὲ διὰ τὴν δευτέραν ὄρεξιν ἐφʼ αὑτὸν ὁ θώραξ τὸ πνεῦμα μετοχετεύει, πληρωθεὶς δὲ καὶ μηκέτι ἐφέλκεσθαι [tlnum 5] δυνάμενος πάλιν εἰς τὸν πνεύμονα τὸ περιττὸν ἀντιμετερᾷ, διʼ οὗ πρὸς τὰ ἐκτὸς τὰ τῆς ἀποκρίσεως γίνεται, τῶν σωματικῶν μερῶν ἀντιπασχόντων ἀλλήλοις. ὅτε μὲν γὰρ διαστολὴ ὅτε δὲ συστολὴ γίνεται πνεύμονος, ταῖς ἀλλήλων ἀντιμεταλήψεσι [tlnum 10] πληρώσεώς τε καὶ κενώσεως γινομένης, ὡς τέσσαρας μὲν γίνεσθαι κινήσεις περὶ τὸν πνεύμονα, τὴν μὲν πρώτην καθʼ ἣν ἔξωθεν ἀέρα δέχεται, τὴν δὲ δευτέραν [stephpage 904b] καθʼ ἣν τοῦθʼ ὅπερ ἐδέξατο θύραθεν ἐντὸς αὑτοῦ πρὸς τὸν θώρακα μετερᾷ, τὴν δὲ τρίτην [tlnum 15] καθʼ ἣν τὸ ἀπὸ τοῦ θώρακος συστελλόμενον αὖθις εἰς αὑτὸν ἐκδέχεται, τὴν δὲ τετάρτην καθʼ ἣν τὸ ἐξ ὑποστροφῆς ἐν αὐτῷ γινόμενον θύραζε ἐξερᾷ τούτων δὲ τῶν κινήσεων δύο μὲν εἶναι διαστολάς, τὴν τʼ ἔξωθεν τὴν τʼ ἀπὸ τοῦ θώρακοσΣ· δύο δὲ [tlnum 20] συστολάς, τὴν μὲν ὅταν ὁ θώραξ ἐφʼ αὑτὸν τὸ πνευματικὸν ἑλκύσῃ, τὴν δʼ ὅταν αὐτὸς εἰς τὸν ἐκτὸς ἀέρα ἀποκρίνῃ δύο γὰρ μόναι γίνονται περὶ τὸν θώρακα, διαστολὴ μὲν ὅταν ἀπὸ τοῦ πνεύμονος ἐφέλκηται, συστολὴ δʼ ὅταν τούτῳ πάλιν ἀνταποδιδῷ [chapter 23] Περὶ παθῶν σωματικῶν καὶ εἰ συναλγεῖ τούτοις ἡ ψυχή. οἱ Στωικοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δʼ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ. [tlnum 5] Ἐπίκουρος καὶ τὰ πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις· τὸ , γὰρ ἡγεμονικὸν ἀπαθές. Στράτων καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ οὐκ ἐν τοῖς πεπονθόσι τόποις συνίστασθαι. ἐν γὰρ ταύτῃ κεῖσθαι τὴν [tlnum 10] ὑπομονήν, ὥσπερ ἐπὶ τῶν δεινῶν καὶ ἀλγεινῶν καὶ ὥσπερ ἐπὶ τῶν ἀνδρείων καὶ δειλῶν. [book 5] [chapter 1] Περὶ μαντικῆς. [stephpage 904e] Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι [tlnum 15] κατὰ τὸ ἔνθεον, ὅπερ ἐστὶν ἐνθεαστικόν, καὶ τὸ ὀνειροπολικόν. οὗτοι τὰ πλεῖστα μέρη τῆς μαντικῆς ἐγκρίνουσι. Ξενοφάνης; καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν. Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει. Ἀριστοτέλης καὶ Δικαίαρχος τὸ κατʼ ἐνθουσιασμὸν μόνον παρεισάγουσι καὶ τοὺς ὀνείρους, ἀθάνατον μὲν εἶναι οὐ νομίζοντες τὴν ψυχὴν θείου δέ τινος [tlnum 5] μετέχειν αὐτήν. [chapter 2] Πῶς ὄνειροι γίνονται. [stephpage 904f] Δημόκριτος τοὺς ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παραστάσεις. Στράτων ἀλόγῳ φύσει τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μέν πως γινομένης, παρʼ [tlnum 10] αὐτὸ δὲ τοῦτο τῷ γνωστικῷ κινουμένης. Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπνεύστους,υς κατʼ ἀνάγκην γίνεσθαι τοὺς δὲ φυσικούς, ἀνειδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὑτῇ καὶ τὸ πρὸς τούτοις ἐσόμενον· τοὺς δὲ συγκραματικοὺς ἐκ [tlnum 15] τοῦ αὐτομάτου κατʼ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν, ὡς ἐπὶ τῶν τὰς ἐρωμένας ὁρώντων ἐν ὕπνῳ γίνεται. [chapter 3] Τίς ἡ οὐσία τοῦ σπέρματος. Ἀριστοτέλης. σπέρμα ἐστὶ τὸ δυνάμενον κινεῖν [tlnum 20] ἐν ἑαυτῷ εἰς τὸ ἀποτελέσαι τι τοιοῦτον, οἷόν ἐστι τὸ ἐξ οὗ συνεκρίθη. Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος τὸ σπέρμα, περίττωμα τῆς τροφῆς, ὥσπερ τὸ αἷμα καὶ μυελόν. Ἀλκμαίων ἐγκεφάλου μέρος [tlnum 5] Πλάτων μυελοῦ τοῦ νωτιαίου ἀπόρροιαν. Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα. Δημόκριτος ἀφʼ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν, οἷον ὀστῶν σαρκῶν καὶ ἰνῶν. [chapter 4] Εἰ σῶμα τὸ σπέρμα. [tlnum 10] Λεύκιππος καὶ Ζήνων σῶμα· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα. Πυθαγόρας Πλάτων Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος ὥσπερ νοῦν τὸν κινοῦντα, σωματικὴν δὲ τὴν ὕλην τὴν προχεομένην. [tlnum 15] Στράτων καὶ Δημόκριτος καὶ τὴν δύναμιν σῶμα πνευματικὴ γάρ. [chapter 5] Εἰ καὶ αἱ θήλειαι προΐενται σπέρμα. Πυθαγόρας Ἐπίκουρος Δημόκριτος καὶ τὸ θῆλυ προΐεσθαι σπέρμα· ἔχει γὰρ παραστάτας ἀπεστραμμένους [tlnum 20] διὰ τοῦτο καὶ ὄρεξιν ἔχει παρὰ τὰς χρήσεις [stephpage 905c] Ἀριστοτέλης καὶ Ζήνων ὕλην μὲν ὑγρὰν προΐεσθαι οἱονεὶ ἀπὸ τῆς συγγυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν. ἵππων προΐεσθαι μὲν σπέρμα τὰς θηλείας οὐχ [tlnum 25] ἣκιστα τῶν ἀρρένων, μὴ μέντοι εἰς ζῳογονίαν τοῦτο συμβάλλεσθαι διὰ τὸ ἐκτὸς πίπτειν τῆς ὑστέρας· ὅθεν ἐνίας προΐεσθαι πολλάκις δίχα τῶν ἀνδρῶν σπέρμα, καὶ μάλιστα τὰς χηρευούσας. καὶ εἶναι τὰ μὲν ὀστᾶ παρὰ τοῦ ἄρρενος τὰς δὲ σάρκας παρὰ [tlnum 5] τῆς θηλείας. [chapter 6] Πῶς αἱ συλλήψεις γίνονται. Ἀριστοτέλης τὰς μὲν συλλήψεις γίνεσθαι προανελκομένης μὲν ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ, καταμηνίων συνεπισπωμένων ἀπὸ τοῦ παντὸς [tlnum 10] [stephpage 905d] ὄγκου μέρος τι τοῦ καθαροῦ αἵματος, ᾧ συμβαίνειν τὸν τοῦ ἄρρενος γόνον· μὴ γίνεσθαι δὲ τὰς κυήσεις παρʼ ἀκαθαρσίαν τῆς μήτρας ἢ ἐμπνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ ἀσθένειαν τῶν γυναικῶν [tlnum 15] ἢ διʼ ἀτονίαν τῶν ἀνδρῶν, [chapter 7] Πῶς ἄρρενα γεννᾶται καὶ θήλεα. Ἐμπεδοκλῆς ἄρρενα καὶ θήλεα γίνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας πρὸς ἀνατολῇ καὶ μεσημβρίᾳ γεγενῆσθαι μᾶλλον ἐκ τῆς γῆς, τὰς δὲ θηλείας πρὸς [tlnum 20] ταῖς ἄρκτοις. Παρμενίδης ἀντιστρόφως· τὰ μὲν πρὸς ταῖς ἄρκτοις ἄρρενα βλαστῆσαι, τοῦ γὰρ πυκνοῦ μετέχειν [stephpage 905e] πλείονος· τὰ δὲ πρὸς ταῖς μεσημβρίαις θήλεα παρὰ τὴν ἀραιότητα. Ἱππῶναξ παρὰ τὸ συνεστὼς καὶ ἰσχυρὸν ἢ πσρὰ τὸ ῥευστικόν τε καὶ ἀσθενέστερον σπέρμα. Ἀναξαγόρας Παρμενίδης τὰ μὲν ἐκ τῶν δεξιῶν καταβάλλεσθαι εἰς τὰ δεξιὰ μέρη τῆς μήτρας, τὰ δʼ [tlnum 5] ἐκ τῶν ἀριστερῶν εἰς τὰ ἀριστερά· εἰ δʼ ἐναλλαγείη τὰ τῆς καταβολῆς, γίνεσθαι θήλεα. Λεωφάνης, οὗ μέμνηται Ἀριστοτέλης, τὰ μὲν ἐκ τοῦ δεξιοῦ διδύμου τὰ δʼ ἐκ τοῦ ἀριστεροῦ. [stephpage 905f] Λεύκιππος διὰ τὴν παραλλαγὴν τῶν μορίων, [tlnum 10] καθʼ ἣν ὁ μὲν καυλὸν ἡ δὲ μήτραν ἔχει· τοσοῦτον γὰρ μόνον λέγει. Δημόκριτος τὰ μὲν κοινὰ μέρη ἐξ ὁποτέρου ἂν τύχῃ, τὰ δʼ ἰδιάζοντα καὶ κατʼ ἐπικράτειαν. Ἱππῶναξ, εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν εἰ [tlnum 15] δʼ ἡ τροφή, θῆλυ. [chapter 8] Πῶς τέρατα γίνεται. Ἐμπεδοκλῆς τέρατα γίνεσθαι παρὰ πλεονασμὸν σπέρματος ἢ παρʼ ἔλλειψιν ἢ παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ [tlnum 20] [stephpage 906a] τὸ ἀπονεύειν· οὕτω προειληφὼς φαίνεται σχεδόν τι πάσας τὰς αἰτιολογίας. Στράτων παρὰ πρόσθεσιν ἢ ἀφαίρεσιν ἢ μετάθεσιν ἢ πνευμάτωσιν. τῶν ἰατρῶν τινες παρὰ τὸ διαστρέφεσθαι τότε τὴν μήτραν ἐμπνευματουμένην. [chapter 9] Διὰ τί γυνὴ πολλάκις συνουσιάζουσα οὐ συλλαμβάνει. [tlnum 5] Διοκλῆς ὁ ἰατρὸς ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίας σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος ἢ διὰ τὸ τοιοῦτον, ἐν ᾧ τὸ ζῳοποιητικὸν οὐκ ἔστιν· ἢ διὰ θερμασίας ἢ ψύξεως ἢ ὑγρασίας ἢ ξηρότητος ἔνδειαν ἢ κατὰ παράλυσιν τῶν μορίων. [tlnum 10] [stephpage 906b] οἱ δὲ Στωικοὶ κατὰ λοξότητα τοῦ καυλοῦ; μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων ὡς πρὸς τὴν ἀπόστασιν τῆς μήτρας. Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους [tlnum 15] ἔχῃ καὶ σαρκώσεις, ἢ ἀραιοτέρα ᾖ τοῦ κατὰ φύσιν ἢ· μικροτέρα. [chapter 10] Πῶς δίδυμα καὶ τρίδυμα γίνεται. Ἐμπεδοκλῆς δίδυμα καὶ τρίδυμα γίνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος. [tlnum 20] Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφοράν, ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχουσʼ εἶναι γὰρ σπέρματα γονιμώτατα. [stephpage 906c] Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις, ὥσπερ ἐπὶ τῶν ἀλόγων ζῴων· ὅταν γὰρ ἡ μήτρα ᾖ κεκαθαρμένη , τότε ἐπισύλληψιν δέχεσθαι. οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους ὅταν γὰρ εἰς πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, [tlnum 5] τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ τὰ δίδυμα καὶ τὰ τρίδυμα. [chapter 11] Πόθεν γίνονται τῶν γονέων αἱ ὁμοιώσεις καὶ τῶν προγόνων. Ἐμπεδοκλῆς ὁμοιότητας γίνεσθαι κατʼ ἐπικράτειαν [tlnum 10] [stephpage 906d] τῶν σπερματικῶν γόνων , ἀνομοιότητας δὲ τῆς ἐν τῷ σπέρματι θερμασίας ἐξατμισθείσης. Παρμενίδης, ὅταν μὲν ἀπὸ τοῦ δεξιοῦ μέρους τῆς μήτρας ὁ γόνος ἀποκριθῇ, τοῖς πατράσιν · ὅταν δʼ ἀπὸ τοῦ ἀριστεροῦ, ταῖς μητράσιν. [tlnum 15] οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὰ σπέρματα, καὶ τὰς ὁμοιότητας ἀναπλάττεσθαι ἐκ τῶν αὐτῶν γενῶν τοὺς τύπους καὶ τοὺς χαρακτῆρας, ὥσπερ ἂν εἰ ζῳγράφον ἀπὸ τῶν ὁμοίων χρωμάτων εἰκόνα τοῦ βλεπομένου. [tlnum 20] προΐεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα· κἂν μὲν ἐπικρατήσῃ τὸ τῆς γυναικός, ὅμοιον εἶναι τὸ γεννώμενον [stephpage 906e] τῇ μητρί· ἐὰν δὲ τὸ τοῦ ἀνδρός, τῷ πατρί. [chapter 12] Πῶς ἄλλοις γίνονται ὅμοιοι οἱ γεννώμενοι καὶ οὐ τοῖς γονεῦσιν. οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυχθῇ τὸ σπέρμα καὶ τὸ τοῦ [tlnum 5] ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι τὰ παιδία. Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι τὰ βρέφη· πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν γυναῖκες, καὶ [tlnum 10] ὅμοια τούτοις ἀπέτεκον. οἱ Στωικοὶ συμπαθείᾳ τῆς διανοίας κατὰ ῥευμάτων εἰσκρίσεις καὶ ἀκτίνων οὐκ εἰδώλων γίνεσθαι τὰς ἄλλων ὁμοιότητας. [chapter 13] Πῶς στεῖραι γίνονται αἱ γυναῖκες καὶ ἄγονοι οἱ ἄνδρες. [tlnum 15] οἱ ἰατροὶ στεῖραι γίνεσθαι παρὰ τὴν μήτραν ἢ παρὰ τὸ πυκνοτέραν εἶναι ἢ παρὰ τὸ ἀραιοτέραν ἢ παρὰ τὸ σκληροτέραν ἢ παρά τινας ἐπιπωρώσεις ἢ σαρκώσεις ἢ παρὰ μικροθυμίαν ἢ παρʼ ἀτροφίαν ἢ [tlnum 20] παρὰ καχεξίαν ἢ παρὰ τὸ διαστρέφεσθαι τὸν σχηματισμὸν ἢ διὰ παρασπασμόν. Διοκλῆς ἀγόνους τοὺς ἄνδρας ἢ παρὰ τὸ μηδʼ ὅλως ἐνίους σπέρμα προΐεσθαι ἢ παρὰ τὸ ἔλαττον τοῦ δέοντος· ἢ παρὰ τὸ ἄγονον εἶναι. τὸ σπέρμα ἢ [stephpage 907a] κατὰ παράλυσιν τῶν μορίων ἢ κατὰ λοξότητα τοῦ καυλοῦ, μὴ δυναμένου τὸν γόνον εὐθυβολεῖν, ἢ παρὰ τὸ ἀσύμμετρον τῶν μορίων πρὸς τὴν ἀπόστασιν τῆς μήτρας [tlnum 5] οἱ Στωικοὶ αἰτιῶνται τὰς ἀσυμφύλους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας· αἷς ὅταν συμβῇ χωρισθῆναι μὲν ἀπʼ ἀλλήλων συνελθεῖν δʼ ἑτέροις ὁμοφύλοις, συνεκράθη τὸ κατὰ φύσιν καὶ βρέφος τελεσιουργεῖται. [chapter 14] Διὰ τί αἱ ἡμίονοι στεῖραι. [tlnum 10] [stephpage 907b] Ἀλκμαίων τῶν ἡμιόνων τοὺς μὲν ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς θορῆς ἢ ψυχρότητα τὰς δὲ θηλείας παρὰ τὸ μὴ ἀναχάσκειν τὰς μήτρας, οὕτω γὰρ αὐτὸς εἴρηκεν. [tlnum 15] Ἐμπεδοκλῆς διὰ τὴν σμικρότητα καὶ ταπεινότητα καὶ στενότητα τῆς μήτρας, κατεστραμμένως προσπεφυκυίας τῇ γαστρί, μήτε τοῦ σπέρματος; εὐθυβολοῦντος εἰς αὐτὴν μήτε, εἰ καὶ φθάσειεν, αὐτῆς ἐκδεχομένης. [tlnum 20] Διοκλῆς δὲ μαρτυρεῖ αὐτῷ λέγων· ἐν ταῖς ἀνατομαῖς πολλάκις ἑωράκαμεν τοιαύτην μήτραν τῶν ἡμιόνων· καὶ ἐνδέχεσθαι διὰ τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας εἶναι στείρας. [chapter 15] Εἰ τὸ ἔμβρυον ζῷον. [stephpage 907c] Πλάτων ζῷον τὸ ἔμβρυον καὶ γὰρ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι. οἱ Στωικοὶ μέρος εἶναι αὐτὸ τῆς γαστρί οὐ [tlnum 5] ζῷον· ὥσπερ γὰρ τοὺς καρποὺς μέρη τῶν φυτῶν ὄντας πεπαινομένους ἀπορρεῖν, οὕτω καὶ τὸ ἔμβρυον. Ἐμπεδοκλῆς μὴ εἶναι μὲν ζῷον τὸ ἔμβρυον ἀλλʼ ἔμπνουν ὑπάρχειν ἐν τῇ γαστρί· πρώτην δʼ ἀναπνοὴν τοῦ ζῴου γίνεσθαι κατὰ τὴν ἀποκύησιν, τῆς μὲν [tlnum 10] ἐν τοῖς βρέφεσιν ὑγρασίας ἀποχώρησιν λαμβανούσης, πρὸς δὲ τὸ παρακενωθὲν ἐπεισόδου τοῦ ἐκτὸς ἀερώδους γινομένης εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων. [stephpage 907d] Διογένης γεννᾶσθαι μὲν τὰ βρέφη ἄψυχα ἐν [tlnum 15] θερμασίᾳ δέ· ὅθεν τὸ ἔμφυτον θερμὸν τὸ ψυχρὸν εὐθέως, προχυθέντος τοῦ βρέφους, εἰς τὸν πνεύμονα ἐφέλκεσθαι. Ἡρόφιλος κίνησιν ἀπολείπει φυσικὴν τοῖς ἐμβρύοις οὐ πνευματικήν· τῆς δὲ κινήσεως αἴτια [tlnum 20] νεῦρα τότε δὲ ζῷα γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τι τοῦ ἀέρος [chapter 16] Πῶς τρέφεται τὰ ἔμβρυα. Δημόκριτος Ἐπίκουρος τὸ ἔμβρυον ἐν τῇ μήτρᾳ διὰ τοῦ στόματος τρέφεσθαι · ὅθεν εὐθέως γεννηθὲν ἐπὶ τὸν μαστὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῇ μήτρᾳ θηλάς τινας καὶ στόματα, διʼ ὧν τρέφεται. [stephpage 907e] οἱ Στωικοὶ διὰ τοῦ. χορίου καὶ τοῦ ὀμφαλοῦ [tlnum 5] ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς. Ἀλκμαίων διʼ ὅλου τοῦ σώματος τρέφεσθαι ἀναλαμβάνειν γὰρ . αὐτῷ ὥσπερ σπογγιά τὰ ἀπὸ τῆς [tlnum 10] τροφῆς θρεπτικά. [chapter 17] Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί. οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι. Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὡς τρόπιν νεώς. Ἀλκμαίων τὴν κεφαλήν, ἐν ἔστι τὸ ἡγεμονικόν [tlnum 15] οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ αἱ φλέβες καὶ αἱ ἀρτηρίαι. [stephpage 907f] οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός ἄλλοι δὲ τὸν ὀμφαλόν. [chapter 18] Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα. [tlnum 20] Ἐμπεδοκλῆς, ὅτε ἐγεννᾶτο τὸ τῶν ἀνθρώπων γένος ἐκ τῆς γῆς, τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου διὰ τὸ βραδυπορεῖν τὸν ἥλιον τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ δεκάμηνος· προϊόντος δὲ τοῦ χρόνου, τοσαύτην γενέσθαι τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ ἑπτάμηνος· διὰ τοῦτο καὶ τὰ δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα τῆς φύσεως τοῦ κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ ᾗ τίθεται νυκτὶ τὸ βρέφος. [tlnum 5] Τίμαιος δʼ οὐ δώδεκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων τῆς πρώτης συλλήψεως· οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεις. [tlnum 10] [stephpage 908a] Πόλυβος Διοκλῆς οἱ Ἐμπειρικοὶ καὶ τὸν ὄγδοον μῆνα ἴσασι γόνιμον, ἀτονώτερον δέ πως τῷ πολλάκις διὰ τὴν ἀτονίαν πολλοὺς φθείρεσθαι καθολικώτερον δὲ μηδένα βούλεσθαι τὰ ὀκτάμηνα τρέφειν, γεγενῆσθαι δὲ πολλοὺς ὀκταμηνιαίους ἄνδρας [tlnum 15] ὁ δʼ Ἀριστοτέλης καὶ Ἱπποκράτης φασίν, ἐὰν ἐκπληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, τότε προκύπτειν καὶ γεννᾶσθαι γόνιμα· ἐὰν δὲ προκύψῃ μὲν μὴ τρέφηται δέ, ἀσθενοῦντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτῷ γεγενῆσθαι τὸ κύημα ,· τότε [tlnum 20] τὸ ἔμβρυον ἄτροφον εἶναι ἐὰν δὲ μείνῃ τοὺς ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκῦψαν τότε ὁλόκληρόν ἐστι. Πόλυβος ἑκατὸν ὀγδοήκοντα δύο καὶ ἣμισυ [stephpage 908b] ἡμέρας γίνεσθαι εἰς τὰ γόνιμα· εἶναι γὰρ ἑξάμηνον, ὅτι καὶ τὸν ἥλιον ἀπὸ τροπῶν ἐν τοσούτῳ χρόνῳ παραγίνεσθαι λέγεσθαι δʼ ἑπταμηνιαίους διὰ τὸ τὰς ἐλλειπούσας ἡμέρας τούτου τοῦ μηνὸς ἐν τῷ ἑπτὰ προσλαμβάνεσθαι· τὰ δʼ ὀκταμηνιαῖα μὴ ζῆν, [tlnum 5] ὅταν προκύψῃ μὲν τῆς μήτρας τὸ βρέφος, ἐπὶ πλέον δʼ ὁ ὀμφαλὸς βασανισθῇ· ἄτροφος γὰρ γίνεται ὡς τοῦ τρέφοντος αἴτιος. οἱ δὲ μαθηματικοὶ τοὺς ὀκτὼ μῆνας ἀσυνδέτους φασὶν εἶναι πάσης γενέσεως, τοὺς δʼ ἑπτὰ συνδετικούς· [tlnum 10] [stephpage 908c] τὰ δʼ ἀσύνδετα ζῴδιά ἐστιν, ἐὰν τῶν οἰκοδεσποτούντων ἀστέρων τυγχάνῃ · ἐὰν γάρ τις τούτων τὴν ζωὴν καὶ τὸν βίον κληρώσηται, δυστυχεῖς καὶ ἀχρόνους σημαίνει ἀσύνδετα δʼ ἐστὶ ζῴδια ὀκτὼ ἀριθμούμενα, οἷον κριὸς πρὸς σκορπίον ἀσύνδετος, [tlnum 15] ταῦρος πρὸς τοξότην ἀσύνδετος, δίδυμοι πρὸς αἰγόκερων, καρκίνος πρὸς ὑδροχόον, λέων πρὸς ἰχθύας, παρθένος πρὸς κριόν· διὰ τοῦτο καὶ τὰ ἑπτάμηνα ὄντα καὶ δεκάμηνα γόνιμα εἶναι· τὰ δʼ ὀκτάμηνα διὰ τὸ ἀσύνδετον τοῦ κόσμου φθείρεσθαι. [chapter 19] Περὶ ζῴων γενέσεως, πῶς ἐγένοντο ζῷα, καὶ εἰ φθαρτά. [tlnum 20] καθʼ οὓς μὲν γενητὸς ὁ κόσμος, γενητὰ τὰ ζῷα καὶ φθαρτὰ εἰσιν. οἱ περὶ Ἐπίκουρον, καθʼ οὓς ἀγένητος, ἐκ μεταβολῆς τῆς ἀλλήλων γεννᾶσθαι τὰ ζῷα· μέρη γὰρ εἶναι τοῦ κόσμου ταῦτα. ὡς καὶ Ἀναξαγόρας καὶ Εὐριπίδης [tlnum 5] θνῄσκει δʼ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δʼ ἄλλο πρὸς ἄλλο μορφὰς ἑτέρας ἀπέδειξεν. Ἀναξίμανδρος ἐν ὑγρῷ γεννηθῆναι τὰ πρῶτα ζῷα, φλοιοῖς· περιεχόμενα ἀκανθώδεσι προβαινούσης [tlnum 10] δὲ τῆς ἡλικίας ἀποβαίνειν ἐπὶ τὸ ξηρότερον καὶ περιρρηγνυμένου τοῦ φλοιοῦ ἐπʼ ὀλίγον χρόνον μεταβιῶναι. Ἐμπεδοκλῆς τὰς πρώτας γενέσεις τῶν ζῷωνʼκαὶ [stephpage 908e] φυτῶν μηδαμῶς ὁλοκλήρους γενέσθαι, ἀσυμφυέσι [tlnum 15] δὲ τοῖς μορίοις διεζευγμένας, τὰς δὲ δευτέρας συμφυομένων τῶν μερῶν εἰδωλοφανεῖς, τὰς δὲ τρίτας τῶν ἀλληλοφυῶν τὰς δὲ τετάρτας οὐκέτι ἐκ τῶν ὁμοίων οἷον ἐκ γῆς καὶ ὕδατος, ἀλλὰ διʼ ἀλλήλων ἤδη, τοῖς μὲν πυκνωθείσης τῆς τροφῆς, [tlnum 20] τοῖς δὲ. καὶ τῆς εὐμορφίας τῶν γυναικῶν ἐπερεθισμὸν τοῦ σπερματικοῦ κινήματος ἐμποιησάσης. τῶν δὲ ζῴων πάντων τὰ γένη διακριθῆναι διὰ τὰς ποιὰς κράσεις τὰ μὲν οἰκειότερα εἰς τὸ ὕδωρ τὴν ὁρμὴν [stephpage 908f] ἔχειν, τὰ δʼ εἰς ἀέρα ἀναπνεῖν, ὅσʼ ἂν πυρῶδες ἔχῃ τὸ πλέον, τὰ δὲ βαρύτερα ἐπὶ τὴν γῆν, τὰ δʼ ἰσόμοιρα τῇ κράσει πᾶσι τοῖς θώραξι πεφωνηκέναι. [chapter 20] Πόσα γένη ζῴων καὶ εἰ πάντα αἰσθητὰ καὶ λογικά. [tlnum 5] ἔστι πραγματεία Ἀριστοτέλους, ἐν ᾗ τέσσαρα γένη ζῴων φησί, χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια καὶ γὰρ τὰ ἄστρα ·. ζῷα λέγεσθαι καὶ τὸν κόσμον καὶ τῶν γηΐνων ζῷον λογικὸν ἀθάνατον. [tlnum 10] Δημόκριτος Ἐπίκουρος τὰ οὐράνια Ἀναξαγόρας πάντα τὰ ζῷα λόγον ἔχειν τὸν ἐνεργητικόν, τὸν δʼ οἱονεὶ νοῦν μὴ ἔχειν τὸν παθητικόν τὸν, λεγόμενον τοῦ νοῦ ἑρμηνέα. [stephpage 909a] Πυθαγόρας Πλάτων λογικὰς μὲν εἶναι καὶ τῶν [tlnum 15] ἀλόγων ζῴων καλουμένων τὰς ψυχάς, οὐ μὴν λογικῶς ἐνεργούσας παρὰ τὴν δυσκρασίαν τῶν σωμάτων καὶ τὸ μὴ ἔχειν τὸ φραστικόν, ὥσπερ ἐπὶ τῶν πιθήκων καὶ τῶν κυνῶν ωοοῦσι μὲν γὰρ οὗτοι οὐ φράζουσι δέ. Διογένης μετέχειν μὲν αὐτὰ τοῦ νοητικοῦ μέρος·, διὰ δὲ τὸ τὰ μὲν πυκνότητι τὰ δὲ πλεονασμῷ τῆς ὑγρασίας μήτε διανοεῖσθαι μήτʼ αἰσθάνεσθαι, προσφερῶς αὐτὰ διακεῖσθαι τοῖς μεμηνόσι, παραπεπαικότος [tlnum 5] τοῦ ἡγεμονικοῦ. [chapter 21] Ἐν πόσῳ χρόνῳ μορφοῦται τὰ ζῷα ἐν γαστρὶ ὄντα. [stephpage 909b] Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ ἕκτης καὶ τριακοστῆς, τελειοῦσθαι [tlnum 10] δὲ τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς δεούσης. Ἀσκληπιάδης; ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμότερα εἶναι τὴν διάρθρωσιν γίνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς· πολλάκις δὲ καὶ ἐνδοτέρω πληροῦσθαι δʼ ἐντὸς τῆς πεντηκοστῆς τοῖς μορίοις· ἐπὶ δὲ τῶν [tlnum 15] θηλυκῶν ἐν διμήνῳ διαρθροῦσθαι ἐν τετραμήνῳ δὲ τελειοῦσθαι διὰ ἐνδεῖν τοῦ θερμοῦ· τὰ· δὲ τῶν ἀλόγων ζῴων ὁλοτελῆ παρὰ τὰς συγκράσεις τῶν στοιχείων. [chapter 22] Ἐκ ποίων συνίσταται στοιχείων ἕκαστον τῶν ἐν ἡμῖν γενικῶν μορίων. [tlnum 20] [stephpage 909c] Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γεννᾶσθαι ἐκ τῶν ἴσων τῇ κράσει τεττάρων στοιχείων τὰ δὲ νεῦρα πυρὸς καὶ γῆς, ὕδατι διπλασίονι μιχθέντων τοὺς δʼ ὄνυχας τοῖς ζῴοις γεννᾶσθαι, τῶν νεύρων καθὸ τῷ ἀέρι συνέτυχε περιψυχθέντων· ὀστᾶ δὲ δυεῖν μὲν ὕδατος καὶ τῆς ἔσω γῆς, τεττάρων δὲ πυρὸς [tlnum 5] καὶ γῆς τοσούτων συγκραθέντων μερῶν ἱδρῶτα δὲ καὶ δάκρυον γίνεσθαι τοῦ σωματικοῦ οὕτως . [chapter 23] Πότε καὶ πῶς ἄρχεται ὁ ἄνθρωπος τῆς τελειότητος. Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι τοὺς ἀνθρώπους [tlnum 10] τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται ὀρρός· τὰ γὰρ δένδρα ἄρχεται τότε τελειότητος, ὅταν ἄρχηται γεννᾶν τὰ, σπέρματα, ἀτελῆ δʼ ἐστὶν ἄγονα καὶ [stephpage 909d] ἄκαρπα ὄντα· τέλειος οὖν τότε ἄνθρωπος. περὶ δὲ [tlnum 15] τὴν δευτέραν ἑβδομάδα ἔννοια γίνεται καλοῦ τε καὶ κακοῦ καὶ τῆς διδασκαλίας αὐτῶν. [chapter 24] Πῶς ὕπνος γίνεται καὶ θάνατος. Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμόρρους φλέβας ὕπνον γίνεσθαί φησι, τὴν δʼ ἐξέγερσιν διαχύσει, τῇ δὲ παντελεῖ ἀναχωρήσει θάνατον. Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον καταψύξει τοῦ ἐν [stephpage 909e] τῷ αἵματι θερμοῦ συμμέτρῳ γίνεσθαι, τῆ δὲ παντελεῖ [tlnum 5] θάνατον. Διογένης, εἰ ἐπὶ πᾶν τὸ αἷμα διαχεόμενον πληρώσει μὲν τὰς φλέβας τὸν δʼ ἐν αὐταῖς περιεχόμενον ἀέρα ὤσει εἰς τὰ στέρνα καὶ τὴν ὑποκειμένην γαστέρα, ὕπνον γεγενῆσθαι καὶ θερμότερον ὑπάρχειν [tlnum 10] τὸν θώρακα ἐὰν δʼ ἅπαν τὸ ἀερῶδες ἐκ τῶν φλεβῶν ἐκλίπῃ, θάνατον συντυγχάνειν. Πλάτων οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος οὐ κατʼ ἀναχαλασμόν, [stephpage 909f] καθάπερ ἐπὶ τῆς γῆς, φερομένου δʼ ὡς ἐπὶ [tlnum 15] τὸ ἡγεμονικὸν μεσόφρυον · ὅταν δὲ παντελὴς γένηται ἡ ἄνεσις τοῦ αἰσθητικοῦ πνεύματος, τότε γεγενῆσθαι θάνατον. [chapter 25] Ποτέρου ἐστὶν ὕπνος καὶ θάνατος, ψυχῆς ἢ σώματος. [tlnum 20] Ἀριστοτέλης κοινὸν μὲν τὸν ὕπνον σώματος καὶ ψυχῆς· αἴτιον δʼ αὐτῷ τὸ ἀναθυμιαθὲν ὑγρὸν· ἀπὸ τοῦ θώρακος εἰς τοὺς περὶ τὴν κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς ἢ τὸ ἐν τῇ καρδίᾳ περιψυχθὲν θερμόν· τὸν δὲ θάνατον εἶναι παντελῆ κατάψυξιν · θάνατον δʼ εἶναι μόνου τοῦ σώματος [tlnum 5] οὐ ψυχῆς ταύτης γὰρ οὐχ ὑπάρχει θάνατος. [stephpage 910a] Ἀναξαγόρας κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίνεσθαι τὸν ὕπνον σωματικὸν γὰρ εἶναι τὸ πάθος οὐ ψυχικόν· εἶναι δὲ καὶ ψυχῆς θάνατον τὸν διαχωρισμόν. [tlnum 10] Λεύκιππος οὐ μόνον σώματος γίνεσθαι, ἀλλὰ κράσει τοῦ λεπτομεροῦς πλείονι τῆς ἐκκράσεως τοῦ ψυχικοῦ θερμοῦ, τὸν πλεονασμὸν αἴτιον θανάτου· ταῦτα δʼ εἶναι πάθη σώματος οὐ ψυχῆς. Ἐμπεδοκλῆς τὸν θάνατον γεγενῆσθαι διαχωρισμὸν [tlnum 15] τοῦ πυρώδους καὶ γεώδους, ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν [stephpage 910b] εἶναι τὸν θάνατον σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμὸν τοῦ πυρώδους [chapter 26] Πῶς ηὐξήθη τὰ φυτὰ καὶ εἰ ζῷα. [tlnum 20] Πλάτων Ἐμπεδοκλῆς καὶ τὰ φυτὰ ἔμψυχα ζῷα· φανερὸν δὲ καὶ ἀπὸ τοῦ σαλεύεσθαι καὶ ἐντετα μένους ἔχειν τοὺς κλάδους καὶ ἐν ταῖς ἐπαναγωγαῖς εἴκειν καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνανέλκειν βάρη. Ἀριστοτέλης ἔμψυχα μὲν οὐ μὴν ζῷα τὰ γὰρ [tlnum 5] ζῷα ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ καὶ λογικά. οἱ Στωικοὶ δὲ καὶ οἱ Ἐπικούρειοι οὐκ ἔμψυχα τινὰ γὰρ ψυχῆς ὁρμητικῆς εἶναι καὶ ἐπιθυμητικῆς, [stephpage 910c] τινὰ δὲ καὶ λογικῆς· τὰ δὲ φυτὰ αὐτομάτως πως κεκινῆσθαι οὐ διὰ ψυχῆς. [tlnum 10] Ἐμπεδοκλῆς πρῶτα τὰ δένδρα τῶν ζῴων ἐκ γῆς ἀναδῦναί φησι, πρὶν τὸν ἥλιον περιαπλωθῆναι καὶ πρὶν ἡμέραν καὶ νύκτα διακριθῆναι διὰ δὲ συμμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ τοῦ θήλεος περιέχειν λόγον· αὔξεσθαι δʼ ὑπὸ τοῦ ἐν τῇ γῇ [tlnum 15] θερμοῦ διαιρουμένου, ὥστε γῆς εἶναι μέρη, καθάπερ καὶ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας μέρη· τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός· καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρόν, ἐξικμαζομένου αὐτοῦ τῷ θέρει, φυλλορροεῖν, [tlnum 20] τὰ δὲ πλεῖον παραμένειν, ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας καὶ τοῦ φοίνικος τὰς δὲ διαφορὰς τῶν χυμῶν παραλλαγὰς τῆς πολυμερείας [stephpage 910d] καὶ τῶν φυτῶν γίνεσθαι, διαφόρους ἑχόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας, ὥσπερ ἐπὶ τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων χρηστικὸν οἶνον ποιοῦσιν, ἀλλʼ αἱ τοῦ τρέφοντος ἐδάφους. [chapter 27] Περὶ τροφῆς καὶ αὐξήσεως. [tlnum 5] Ἐμπεδοκλῆς τρέφεσθαι μὲν τὰ ζῷα διὰ τὴν ὑπόστασιν τοῦ οἰκείου, αὔξεσθαι δὲ διὰ τὴν παρουσίαν τοῦ θερμοῦ, μειοῦσθαι δὲ καὶ φθίνειν διὰ τὴν ἔκλειψιν ἑκατέρων· τοὺς δὲ νῦν ἀνθρώπους τοῖς [tlnum 10] πρώτοις συμβαλλομένους βρεφῶν ἐπέχειν τάξιν. Ἀναξαγόρας τρέφεσθαι μὲν [chapter 28] Πόθεν αἱ ὀρέξεις γίνονται τοῖς ζῴοις καὶ αἱ ἡδοναί. [stephpage 910e] Ἐμπεδοκλῆς τὰς μὲν ὀρέξεις γίνεσθαι τοῖς ζῴοις [tlnum 15] κατὰ τὰς ἐλλείψεις τῶν ἀποτελούντων ἕκαστον στοιχείων, τὰς δʼ ἡδονὰς ἐξ ὑγροῦ καὶ τὰς τῶν κινδύνων καὶ ὁμοίων κινήσεις, τὰς δʼ ὀχλήσεις καὶ τὰς [chapter 29] Πῶς γίνεται πυρετός, καὶ εἰ ἐπιγέννημά ἐστι. Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετὸς [tlnum 20] ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ [stephpage 910f] τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δʼ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ [tlnum 5] σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα, ἀρέσκει δʼ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς . Διοκλῆς δέ φησιν· ὄψις ἀδήλων τὰ φαινόμενα [tlnum 10] ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες. [chapter 30] Περὶ ὑγείας καὶ νόσου καὶ γήρως. Ἀλκμαίων τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ ξηροῦ ψυχροῦ [tlnum 15] θερμοῦ πικροῦ γλυκέος καὶ τῶν λοιπῶν· τὴν δʼ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχία· καὶ νόσων αἰτία, ὡς μὲν ὑφʼ ἧς, ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος· ὡς δʼ ἐξ ἧς, διὰ πλῆθος ἢ ἔνδειαν· ὡς δʼ ἐν οἷς, ἢ αἷμα ἐνδέον ἢ ἐγκέφαλος· τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν. Διοκλῆς πλείστας τῶν νόσων διʼ ἀνωμαλίαν τῶν [stephpage 911b] ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος [tlnum 5] Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ διʼ ἀπεψίας καὶ φθοράν, τὴν δʼ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείαν. οἱ Στωικοὶ συμφώνως τὸ γῆρας γεγενῆσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν οἱ γὰρ αὐτοὶ πλέον ἔχοντες [tlnum 10] τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν. Ἀσκληπιάδης Αἰθίοπάς φησι ταχέως γηράσκειν ἐτῶν τριάκοντα διὰ τὸ ὑπερθερμαίνεσθαι τὰ σώματα ὑπὸ τοῦ ἡλίου διαφλεχθέντας· ἐν Βρεττανίᾳ ἑκατὸν εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ κατεψῦχθαι μὲν [tlnum 15] τοὺς τόπους, ἐν ἑαυτοῖς δὲ στέγειν τὸ πυρῶδες· τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματὰ εἰσιν ἀραιότερα [stephpage 911c] διὰ τὸ ἀναχαλᾶσθαι ὑπὸ τοῦ ἡλίου, τὰ δʼ ὑπὸ τῶν ἄρκτων πυκνά, διὰ τοῦτο οὖν καὶ πολυχρόνια.