XXVIII. MYRTIS. Plutarch. Quaest. Graec. e. 40: Ἐλιέως τοῦ Κηφισοῦ καὶ Σκιάδος Εὔνοστος ἦν υἱός, ᾧ φασὶν ὑπὸ νύμφης Εὐνόστας ἐκτρα- φέντι τοῦτο γενέσϑαι vobvous. Καλὸς δὲ ὧν καὶ δίκαιος οὐχ ἧττον ἦν σώφρων καὶ αὐστηρός᾽ ἐρασϑῆναι δὲ αὐτοῦ λέγουσιν : Οχναν, μίαν τῶν ἈΚολωνοῦ ϑυγοατέρων ἀνεψιὰν οὖσαν. Ἐπεὶ δὲ πειρῶσαν ὃ Εὔνοστος ἀπετρέψατο, καὶ λοιδορήσας ἀπῆλϑεν εἰς τοὺς ἀδελφοὺς κατηγορήσων, ἔφϑασεν ἡ παρϑένος τοῦτο πράξασα κατ᾽ ἐκείνου καὶ παρώξυνε τοὺς ἀδελφοὺς "Exsuov καὶ “Δέοντα καὶ Βού- xoÀov ἀποκτεῖναι τὸν Εὔνοστον, ὡς πρὸς βίαν αὐτῇ συγγεγενημένον. Ἐκεῖνοι μὲν οὖν ἐνεδρεύσαντες ἀπέκτειναν τὸν νεανίσκον᾽ ὃ δὲ "Eg ἐκείνους ἔδησεν᾽ ἡ δ᾽ Ὄχνη μεταμελομένη καὶ γέμουσα τα- ραχῆς, ἅμα μὲν αὑτὴν ἀπαλλάξαι ϑέλουσα τῆς διὰ τὸν ἔρωτα λύπης» ἅμα δ᾽ οἰκτείρουσα τοὺς ἀδελφούς, ἐξήγγειλε πρὸς τὸν Ἐλιέα πᾶσαν τὴν ἀλήϑειαν, ἐκεῖνος δὲ Κολωνῷ" Κολωνοῦ δὲ δικάσαντος οἱ μὲν ἀδελφοὶ τῆς Ὄχνης ἔφυγον, αὐτὴ δὲ κατεκρήμνισεν ἑαυτὴν, ὡς Μυρτὶς ἡ ᾿άἀνϑηδονία ποιητρία μελῶν ἱστόρηκεν.