##### edition (grc) === poem 1 === 1 χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμων 2 σύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά, 3 πείθονται δʼ ἀοιδοὶ σάμασιν, 4 ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα. 5 καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύεις 6 ἀενάου πυρός. εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις, 7 ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλαν 8 ἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσων 9 ὑγρὸν νῶτον αἰωρεῖ, τεαῖς 10 ῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼν 11 ἐγχέων ἀκμάν, ἰαίνει καρδίαν 12 κώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν. 13 ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰν 14 Πιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον, 15 ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος, 16 Τυφὼς ἑκατοντακάρανος· τόν ποτε 17 Κιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰν 18 ταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαι 19 Σικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει, 20 νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα· 21 τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταται 22 ἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦ 23 αἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτρας 24 φοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ. 25 κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸν 26 δεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι, 27 οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖς 28 καὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ. 29 εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν, 30 ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίαν 31 κλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλιν 32 γείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκου 33 ἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάρις 34 ἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρ 35 καὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγος 36 ταύταις ἐπὶ συντυχίαις δόξαν φέρει 37 λοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰν 38 καὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν. 39 Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων, 40 ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν. 41 ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς, 42 καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνον 43 αἰνῆσαι μενοινῶν ἔλπομαι 44 μὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων, 45 μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους· 46 εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι. 47 ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαις 48 τλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν, 49 οἵαν οὔτις Ἑλλάνων δρέπει, 50 πλούτου στεφάνωμʼ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπων 51 ἐστρατεύθη· σὺν δʼ ἀνάγκᾳ νιν φίλον 52 καί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖν 53 ἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν· 54 ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς, 55 ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν. 56 οὕτω δʼ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοι 57 τὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς. 58 Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαι 59 πίθεό μοι ποινὰν τεθρίππων. χάρμα δʼ οὐκ ἀλλότριον νικαφορία πατέρος. 60 ἄγʼ ἔπειτʼ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον· 61 τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳ 62 Ὑλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσʼ. ἐθέλοντι δὲ Παμφύλου 63 καὶ μὰν Ἡρακλειδᾶν ἔκγονοι 64 ὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν Αἰγιμιοῦ 65 Δωριεῖς. ἔσχον δʼ Ἀμύκλας ὄλβιοι, 66 Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς. 67 Ζεῦ τέλειʼ, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρʼ ὕδωρ 68 αἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων, 69 σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ, 70 υἱῷ τʼ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν. 71 λίσσομαι νεῦσον, Κρονίων, ἅμερον 72 ὄφρα κατʼ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τʼ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας· 73 οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον, 74 ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθʼ ἁλικίαν, 75 Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας. ἀρέομαι 76 πὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν, 77 μισθόν, ἐν Σπάρτᾳ δʼ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν, 78 ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι, 79 παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις, 80 τὸν ἐδέξαντʼ ἀμφʼ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων. 81 καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαις 82 ἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνει 83 αἰανὴς ταχείας ἐλπίδας· 84 ἀστῶν δʼ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστʼ ἐσλοῖσιν ἐπʼ ἀλλοτρίοις. 85 ἀλλʼ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος, 86 μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν. 87 εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεται 88 πὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί. 89 εὐανθεῖ δʼ ἐν ὀργᾷ παρμένων, 90 εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις· 91 ἐξίει δʼ ὥσπερ κυβερνάτας ἀνὴρ 92 ἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξας 93 οἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύει 94 καὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά· 95 τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόον 96 ἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις, 97 οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίαν 98 μαλθακὰν παίδων ὀάροισι δέκονται. 99 τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δʼ ἀκούειν δευτέρα μοῖρʼ· ἀμφοτέροισι δʼ ἀνὴρ 100 ὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται. === poem 2 === 1 μεγαλοπόλιες ὦ Συράκοσαι, βαθυπολέμου 2 τέμενος Ἄρεος, ἀνδρῶν ἵππων τε σιδαροχαρμᾶν δαιμόνιαι τροφοί, 3 ὔμμιν τόδε τᾶν λιπαρᾶν ἀπὸ Θηβᾶν φέρων 4 μέλος ἔρχομαι ἀγγελίαν τετραορίας ἐλελίχθονος, 5 εὐάρματος Ἱέρων ἐν ᾇ κρατέων 6 τηλαυγέσιν ἀνέδησεν Ὀρτυγίαν στεφάνοις, 7 ποταμίας ἕδος Ἀρτέμιδος, ἇς οὐκ ἄτερ 8 κείνας ἀγαναῖσιν ἐν χερσὶ ποικιλανίους ἐδάμασσε πώλους. 9 ἐπὶ γὰρ ἰοχέαιρα παρθένος χερὶ διδύμᾳ 10 ὅ τʼ ἐναγώνιος Ἑρμᾶς αἰγλᾶντα τίθησι κόσμον, ξεστὸν ὅταν δίφρον 11 ἔν θʼ ἅρματα πεισιχάλινα καταζευγνύῃ 12 σθένος ἵππιον, ὀρσοτρίαιναν εὐρυβίαν καλέων θεόν. 13 ἄλλοις δέ τις ἐτέλεσσεν ἄλλος ἀνὴρ 14 εὐαχέα βασιλεῦσιν ὕμνον, ἄποινʼ ἀρετᾶς. 15 κελαδέοντι μὲν ἀμφὶ Κινύραν πολλάκις 16 φᾶμαι Κυπρίων, τὸν ὁ χρυσοχαῖτα προφρόνως ἐφίλασ᾽ Ἀπόλλων, 17 ἱερέα κτίλον Ἀφροδίτας· ἄγει δὲ χάρις φίλων ποίνιμος ἀντὶ ἔργων ὀπιζομένα· 18 σὲ δʼ, ὦ Δεινομένειε παῖ, Ζεφυρία πρὸ δόμων 19 Λοκρὶς παρθένος ἀπύει, πολεμίων καμάτων ἐξ ἀμαχάνων 20 διὰ τεὰν δύναμιν δρακεῖσʼ ἀσφαλές. 21 θεῶν δʼ ἐφετμαῖς Ἰξίονα φαντὶ ταῦτα βροτοῖς 22 λέγειν ἐν πτερόεντι τροχῷ 23 παντᾷ κυλινδόμενον· 24 τὸν εὐεργέταν ἀγαναῖς ἀμοιβαῖς ἐποιχομένους τίνεσθαι. 25 ἔμαθε δὲ σαφές. εὐμενέσσι γὰρ παρὰ Κρονίδαις 26 γλυκὺν ἑλὼν βίοτον, μακρὸν οὐχ ὑπέμεινεν ὄλβον, μαινομέναις φρασὶν 27 Ἥρας ὅτʼ ἐράσσατο, τὰν Διὸς εὐναὶ λάχον 28 πολυγαθέες· ἀλλά νιν ὕβρις εἰς ἀυάταν ὑπεράφανον 29 ὦρσεν· τάχα δὲ παθὼν ἐοικότʼ ἀνὴρ 30 ἐξαίρετον ἕλε μόχθον. αἱ δύο δʼ ἀμπλακίαι 31 φερέπονοι τελέθοντι· τὸ μὲν ἥρως ὅτι 32 ἐμφύλιον αἷμα πρώτιστος οὐκ ἄτερ τέχνας ἐπέμιξε θνατοῖς, 33 ὅτι τε μεγαλοκευθέεσσιν ἔν ποτε θαλάμοις 34 Διὸς ἄκοιτιν ἐπειρᾶτο. χρὴ δὲ κατʼ αὐτὸν αἰεὶ παντὸς ὁρᾶν μέτρον. 35 εὐναὶ δὲ παράτροποι ἐς κακότατʼ ἀθρόαν 36 ἔβαλον· ποτὶ καὶ τὸν ἵκοντʼ· ἐπεὶ νεφέλᾳ παρελέξατο, 37 ψεῦδος γλυκὺ μεθέπων, ἄϊδρις ἀνήρ· 38 εἶδος γὰρ ὑπεροχωτάτᾳ πρέπεν οὐρανιᾶν 39 θυγατέρι Κρόνου· ἅντε δόλον αὐτῷ θέσαν 40 Ζηνὸς παλάμαι, καλὸν πῆμα. τὸν δὲ τετράκναμον ἔπραξε δεσμόν, 41 ἑὸν ὄλεθρον ὅγʼ· ἐν δʼ ἀφύκτοισι γυιοπέδαις πεσὼν τὰν πολύκοινον ἀνδέξατʼ ἀγγελίαν. 42 ἄνευ οἱ Χαρίτων τέκεν γόνον ὑπερφίαλον, 43 μόνα καὶ μόνον, οὔτʼ ἐν ἀνδράσι γερασφόρον οὔτʼ ἐν θεῶν νόμοις· 44 τὸν ὀνύμαξε τράφοισα Κένταυρον, ὃς 45 ἵπποισι Μαγνητίδεσσι ἐμίγνυτʼ ἐν Παλίου 46 σφυροῖς, ἐκ δʼ ἐγένοντο στρατὸς 47 θαυμαστός, ἀμφοτέροις 48 ὁμοῖοι τοκεῦσι, τὰ ματρόθεν μὲν κάτω, τὰ δʼ ὕπερθε πατρός. 49 θεὸς ἅπαν ἐπὶ ἐλπίδεσσι τέκμαρ ἀνύεται, 50 θεός, ὃ καὶ πτερόεντʼ αἰετὸν κίχε, καὶ θαλασσαῖον παραμείβεται 51 δελφῖνα, καὶ ὑψιφρόνων τινʼ ἔκαμψε βροτῶν, 52 ἑτέροισι δὲ κῦδος ἀγήραον παρέδωκʼ. ἐμὲ δὲ χρεὼν 53 φεύγειν δάκος ἀδινὸν κακαγοριᾶν. 54 εἶδον γὰρ ἑκὰς ἐὼν τὰ πόλλʼ ἐν ἀμαχανίᾳ 55 ψογερὸν Ἀρχίλοχον βαρυλόγοις ἔχθεσιν 56 πιαινόμενον· τὸ πλουτεῖν δὲ σὺν τύχᾳ πότμου σοφίας ἄριστον. 57 τὺ δὲ σάφα νιν ἔχεις, ἐλευθέρᾳ φρενὶ πεπαρεῖν, 58 πρύτανι κύριε πολλᾶν μὲν εὐστεφάνων ἀγυιᾶν καὶ στρατοῦ. εἰ δέ τις 59 ἤδη κτεάτεσσί τε καὶ περὶ τιμᾷ λέγει 60 ἕτερόν τινʼ ἀνʼ Ἑλλάδα τῶν πάροιθε γενέσθαι ὑπέρτερον, 61 χαύνα πραπίδι παλαιμονεῖ κενεά. 62 εὐανθέα δʼ ἀναβάσομαι στόλον ἀμφʼ ἀρετᾷ 63 κελαδέων. νεότατι μὲν ἀρήγει θράσος 64 δεινῶν πολέμων· ὅθεν φαμὶ καὶ σὲ τὰν ἀπείρονα δόξαν εὑρεῖν, 65 τὰ μὲν ἐν ἱπποσόαισιν ἄνδρεσσι μαρνάμενον, τὰ δʼ ἐν πεζομάχαισι· βουλαὶ δὲ πρεσβύτεραι 66 ἀκίνδυνον ἐμοὶ ἔπος σὲ ποτὶ πάντα λόγον 67 ἐπαινεῖν παρέχοντι. χαῖρε. τόδε μὲν κατὰ Φοίνισσαν ἐμπολὰν 68 μέλος ὑπὲρ πολιᾶς ἁλὸς πέμπεται· 69 τὸ Καστόρειον δʼ ἐν Αἰολίδεσσι χορδαῖς ἑκὼν 70 ἄθρησον χάριν ἑπτακτύπου 71 φόρμιγγος ἀντόμενος. 72 γένοιʼ οἷος ἐσσὶ μαθών· καλός τοι πίθων παρὰ παισίν, αἰεὶ 73 καλός. ὁ δὲ Ῥαδάμανθυς εὖ πέπραγεν, ὅτι φρενῶν 74 ἔλαχε καρπὸν ἀμώμητον, οὐδʼ ἀπάταισι θυμὸν τέρπεται ἔνδοθεν· 75 οἷα ψιθύρων παλάμαις ἕπετʼ αἰεὶ βροτῷ. 76 ἄμαχον κακὸν ἀμφοτέροις διαβολιᾶν ὑποφάτιες, 77 ὀργαῖς ἀτενὲς ἀλωπέκων ἴκελοι. 78 κερδοῖ δὲ τί μάλα τοῦτο κερδαλέον τελέθει; 79 ἅτε γὰρ εἰνάλιον πόνον ἐχοίσας βαθὺν 80 σκευᾶς ἑτέρας, ἀβάπτιστός εἰμι, φελλὸς ὣς ὑπὲρ ἕρκος, ἅλμας. 81 ἀδύνατα δʼ ἔπος ἐκβαλεῖν κραταιὸν ἐν ἀγαθοῖς 82 δόλιον ἀστόν· ὅμως μὰν σαίνων ποτὶ πάντας, ἀγὰν πάγχυ διαπλέκει. 83 οὔ οἱ μετέχω θράσεος· φίλον εἴη φιλεῖν· 84 ποτὶ δʼ ἐχθρὸν ἅτʼ ἐχθρὸς ἐὼν λύκοιο δίκαν ὑποθεύσομαι, 85 ἄλλʼ ἄλλοτε πατέων ὁδοῖς σκολιαῖς. 86 ἐν πάντα δὲ νόμον εὐθύγλωσσος ἀνὴρ προφέρει, 87 παρὰ τυραννίδι, χὠπόταν ὁ λάβρος στρατός, 88 χὤταν πόλιν οἱ σοφοὶ τηρέωντι. χρὴ δὲ πρὸς θεὸν οὐκ ἐρίζειν, 89 ὃς ἀνέχει τοτὲ μὲν τὰ κείνων, τότʼ αὖθʼ ἑτέροις ἔδωκεν μέγα κῦδος. ἀλλʼ οὐδὲ ταῦτα νόον 90 ἰαίνει φθονερῶν· στάθμας δέ τινος ἑλκόμενοι 91 περισσᾶς ἐνέπαξαν ἕλκος ὀδυναρὸν ἑᾷ πρόσθε καρδίᾳ, 92 πρὶν ὅσα φροντίδι μητίονται τυχεῖν. 93 φέρειν δʼ ἐλαφρῶς ἐπαυχένιον λαβόντα ζυγὸν 94 ἀρήγει· ποτὶ κέντρον δέ τοι 95 λακτιζέμεν τελέθει 96 ὀλισθηρὸς οἶμος· ἁδόντα δʼ εἴη με τοῖς ἀγαθοῖς ὁμιλεῖν. === poem 3 === 1 ἤθελον Χείρωνά κε Φιλλυρίδαν, 2 εἰ χρεὼν τοῦθʼ ἁμετέρας ἀπὸ γλώσσας κοινὸν εὔξασθαι ἔπος, 3 ζώειν τὸν ἀποιχόμενον, 4 Οὐρανίδα γόνον εὐρυμέδοντα Κρόνου, βάσσαισί τʼ ἄρχειν Παλίου Φῆρʼ ἀγρότερον, 5 νοῦν ἔχοντʼ ἀνδρῶν φίλον· οἷος ἐὼν θρέψεν ποτὲ 6 τέκτονα νωδυνίας ἅμερον γυιαρκέος Ἀσκλήπιον, 7 ἥρωα παντοδαπᾶν ἀλκτῆρα νούσων. 8 τὸν μὲν εὐΐππου Φλεγύα θυγάτηρ 9 πρὶν τελέσσαι ματροπόλῳ σὺν Ἐλειθυίᾳ, δαμεῖσα χρυσέοις 10 τόξοισιν ὕπʼ Ἀρτέμιδος, 11 εἰς Ἀΐδα δόμον ἐν θαλάμῳ κατέβα τέχναις Ἀπόλλωνος. χόλος δʼ οὐκ ἀλίθιος 12 γίνεται παίδων Διός. ἁ δʼ ἀποφλαυρίξαισά νιν 13 ἀμπλακίαισι φρενῶν, ἄλλον αἴνησεν γάμον κρύβδαν πατρός, 14 πρόσθεν ἀκειρεκόμᾳ μιχθεῖσα Φοίβῳ, 15 καὶ φέροισα σπέρμα θεοῦ καθαρόν. 16 οὐδʼ ἔμεινʼ ἐλθεῖν τράπεζαν νυμφίαν 17 οὐδὲ παμφώνων ἰαχὰν ὑμεναίων, ἅλικες 18 οἷα παρθένοι φιλέοισιν ἑταίρᾳ 19 ἑσπερίαις ὑποκουρίζεσθʼ ἀοιδαῖς· ἀλλά τοι 20 ἤρατο τῶν ἀπεόντων· οἷα καὶ πολλοὶ πάθον. 21 ἔστι δὲ φῦλον ἐν ἀνθρώποισι ματαιότατον, 22 ὅστις αἰσχύνων ἐπιχώρια παπταίνει τὰ πόρσω, 23 μεταμώνια θηρεύων ἀκράντοις ἐλπίσιν. 24 ἔσχε τοιαύταν μεγάλαν ἀυάταν 25 καλλιπέπλου λῆμα Κορωνίδος. ἐλθόντος γὰρ εὐνάσθη ξένου 26 λέκτροισιν ἀπʼ Ἀρκαδίας. 27 οὐδʼ ἔλαθε σκοπόν· ἐν δʼ ἄρα μηλοδόκῳ Πυθῶνι τόσσαις ἄϊεν ναοῦ βασιλεὺς 28 Λοξίας, κοινᾶνι παρʼ εὐθυτάτῳ γνώμαν πιθών, 29 πάντα ἰσάντι νόῳ· ψευδέων δʼ οὐχ ἅπτεται· κλέπτει τέ νιν 30 οὐ θεὸς οὐ βροτὸς ἔργοις οὔτε βουλαῖς. 31 καὶ τότε γνοὺς Ἴσχυος Εἰλατίδα 32 ξεινίαν κοίταν ἄθεμίν τε δόλον, πέμψεν κασιγνήταν μένει 33 θύοισαν ἀμαιμακέτῳ 34 ἐς Λακέρειαν. ἐπεὶ παρὰ Βοιβιάδος κρημνοῖσιν ᾤκει παρθένος. δαίμων δʼ ἕτερος 35 ἐς κακὸν τρέψαις ἐδαμάσσατό νιν· καὶ γειτόνων 36 πολλοὶ ἐπαῦρον, ἁμᾷ δʼ ἔφθαρεν, πολλὰν δʼ ὄρει πῦρ ἐξ ἑνὸς 37 σπέρματος ἐνθορὸν ἀΐστωσεν ὕλαν. 38 ἀλλʼ ἐπεὶ τείχει θέσαν ἐν ξυλίνῳ 39 σύγγονοι κούραν, σέλας δʼ ἀμφέδραμεν 40 λάβρον Ἁφαίστου, τότʼ ἔειπεν Ἀπόλλων· οὐκέτι 41 τλάσομαι ψυχᾷ γένος ἀμὸν ὀλέσσαι 42 οἰκτροτάτῳ θανάτῳ ματρὸς βαρείᾳ σὺν πάθᾳ. 43 ὣς φάτο· βάματι δʼ ἐν πρώτῳ κιχὼν παῖδʼ ἐκ νεκροῦ 44 ἅρπασε· καιομένα δʼ αὐτῷ διέφαινε πυρά· 45 καί ῥά νιν Μάγνητι φέρων πόρε Κενταύρῳ διδάξαι 46 πολυπήμονας ἀνθρώποισιν ἰᾶσθαι νόσους. 47 τοὺς μὲν ὦν, ὅσσοι μόλον αὐτοφύτων 48 ἑλκέων ξυνάονες, ἢ πολιῷ χαλκῷ μέλη τετρωμένοι 49 ἢ χερμάδι τηλεβόλῳ, 50 ἢ θερινῷ πυρὶ περθόμενοι δέμας ἢ χειμῶνι, λύσαις ἄλλον ἀλλοίων ἀχέων 51 ἔξαγεν, τοὺς μὲν μαλακαῖς ἐπαοιδαῖς ἀμφέπων, 52 τοὺς δὲ προσανέα πίνοντας, ἢ γυίοις περάπτων πάντοθεν 53 φάρμακα, τοὺς δὲ τομαῖς ἔστασεν ὀρθούς. 54 ἀλλὰ κέρδει καὶ σοφία δέδεται. 55 ἔτραπεν καὶ κεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶν φανεὶς 56 ἄνδρʼ ἐκ θανάτου κομίσαι 57 ἤδη ἁλωκότα· χερσὶ δʼ ἄρα Κρονίων ῥίψαις διʼ ἀμφοῖν ἀμπνοὰν στέρνων κάθελεν 58 ὠκέως, αἴθων δὲ κεραυνὸς ἐνέσκιμψεν μόρον. 59 χρὴ τὰ ἐοικότα πὰρ δαιμόνων μαστευέμεν θναταῖς φρασίν, 60 γνόντα τὸ πὰρ ποδός, οἵας εἰμὲν αἴσας. 61 μή, φίλα ψυχά, βίον ἀθάνατον 62 σπεῦδε, τὰν δʼ ἔμπρακτον ἄντλει μαχανάν. 63 εἰ δὲ σώφρων ἄντρον ἔναιʼ ἔτι Χείρων, καί τί οἱ 64 φίλτρον ἐν θυμῷ μελιγάρυες ὕμνοι 65 ἁμέτεροι τίθεν· ἰατῆρά τοί κέν νιν πίθον 66 καί νυν ἐσλοῖσι παρασχεῖν ἀνδράσιν θερμᾶν νόσων 67 ἤ τινα Λατοΐδα κεκλημένον ἢ πατέρος. 68 καί κεν ἐν ναυσὶν μόλον Ἰονίαν τάμνων θάλασσαν 69 Ἀρέθοισαν ἐπὶ κράναν παρʼ Αἰτναῖον ξένον, 70 ὃς Συρακόσσαισι νέμει βασιλεὺς 71 πραῢς ἀστοῖς, οὐ φθονέων ἀγαθοῖς, ξείνοις δὲ θαυμαστὸς πατήρ. 72 τῷ μὲν διδύμας χάριτας, 73 εἰ κατέβαν ὑγίειαν ἄγων χρυσέαν κῶμόν τʼ ἀέθλων Πυθίων αἴγλαν στεφάνοις. 74 τοὺς ἀριστεύων Φερένικος ἕλʼ ἐν Κίρρᾳ ποτέ, 75 ἀστέρος οὐρανίου φαμὶ τηλαυγέστερον κείνῳ φάος 76 ἐξικόμαν κε βαθὺν πόντον περάσαις. 77 ἀλλʼ ἐπεύξασθαι μὲν ἐγὼν ἐθέλω 78 Ματρί, τὰν κοῦραι παρʼ ἐμὸν πρόθυρον σὺν Πανὶ μέλπονται θαμὰ 79 σεμνὰν θεὸν ἐννύχιαι. 80 εἰ δὲ λόγων συνέμεν κορυφάν, Ἱέρων, ὀρθὰν ἐπίστᾳ, μανθάνων οἶσθα προτέρων· 81 ἓν παρʼ ἐσλὸν πήματα σύνδυο δαίονται βροτοῖς 82 ἀθάνατοι. τὰ μὲν ὦν οὐ δύνανται νήπιοι κόσμῳ φέρειν, 83 ἀλλʼ ἀγαθοί, τὰ καλὰ τρέψαντες ἔξω. 84 τὶν δὲ μοῖρʼ εὐδαιμονίας ἕπεται. 85 λαγέταν γάρ τοι τύραννον δέρκεται, 86 εἴ τινʼ ἀνθρώπων, ὁ μέγας πότμος. αἰὼν δʼ ἀσφαλὴς 87 οὐκ ἔγεντʼ οὔτʼ Αἰακίδᾳ παρὰ Πηλεῖ 88 οὔτε παρʼ ἀντιθέῳ Κάδμῳ· λέγονται μὰν βροτῶν 89 ὄλβον ὑπέρτατον οἳ σχεῖν, οἵτε καὶ χρυσαμπύκων 90 μελπομενᾶν ἐν ὄρει Μοισᾶν καὶ ἐν ἑπταπύλοις 91 ἄϊον Θήβαις, ὁπόθʼ Ἁρμονίαν γᾶμεν βοῶπιν, 92 ὁ δὲ Νηρέος εὐβούλου Θέτιν παῖδα κλυτάν. 93 καὶ θεοὶ δαίσαντο παρʼ ἀμφοτέροις, 94 καὶ Κρόνου παῖδας βασιλῆας ἴδον χρυσέαις ἐν ἕδραις, ἕδνα τε 95 δέξαντο· Διὸς δὲ χάριν 96 ἐκ προτέρων μεταμειψάμενοι καμάτων ἔστασαν ὀρθὰν καρδίαν. ἐν δʼ αὖτε χρόνῳ 97 τὸν μὲν ὀξείαισι θύγατρες ἐρήμωσαν πάθαις 98 εὐφροσύνας μέρος αἱ τρεῖς· ἀτὰρ λευκωλένῳ γε Ζεὺς πατὴρ 99 ἤλυθεν ἐς λέχος ἱμερτὸν Θυώνᾳ. 100 τοῦ δὲ παῖς, ὅνπερ μόνον ἀθανάτα 101 τίκτεν ἐν Φθίᾳ Θέτις, ἐν πολέμῳ τόξοις ἀπὸ ψυχὰν λιπὼν 102 ὦρσεν πυρὶ καιόμενος 103 ἐκ Δαναῶν γόον. εἰ δὲ νόῳ τις ἔχει θνατῶν ἀλαθείας ὁδόν, χρὴ πρὸς μακάρων 104 τυγχάνοντʼ εὖ πασχέμεν. ἄλλοτε δʼ ἀλλοῖαι πνοαὶ 105 ὑψιπετᾶν ἀνέμων. ὄλβος οὐκ ἐς μακρὸν ἀνδρῶν ἔρχεται 106 σάος , πολὺς εὖτʼ ἂν ἐπιβρίσαις ἕπηται. 107 σμικρὸς ἐν σμικροῖς, μέγας ἐν μεγάλοις 108 ἔσσομαι· τὸν ἀμφέποντʼ αἰεὶ φρασὶν 109 δαίμονʼ ἀσκήσω κατʼ ἐμὰν θεραπεύων μαχανάν. 110 εἰ δέ μοι πλοῦτον θεὸς ἁβρὸν ὀρέξαι, 111 ἐλπίδʼ ἔχω κλέος εὑρέσθαι κεν ὑψηλὸν πρόσω. 112 Νέστορα καὶ Λύκιον Σαρπηδόνʼ, ἀνθρώπων φάτις, 113 ἐξ ἐπέων κελαδεννῶν, τέκτονες οἷα σοφοὶ 114 ἅρμοσαν, γιγνώσκομεν. ἁ δʼ ἀρετὰ κλειναῖς ἀοιδαῖς 115 χρονία τελέθει. παύροις δὲ πράξασθʼ εὐμαρές. === poem 4 === 1 σάμερον μὲν χρή σε παρʼ ἀνδρὶ φίλῳ 2 στᾶμεν, εὐΐππου βασιλῆϊ Κυράνας, ὄφρα κωμάζοντι σὺν Ἀρκεσίλᾳ, 3 Μοῖσα, Λατοίδαισιν ὀφειλόμενον Πυθῶνί τʼ αὔξῃς οὖρον ὕμνων, 4 ἔνθα ποτὲ χρυσέων Διὸς αἰητῶν πάρεδρος, 5 οὐκ ἀποδάμου Ἀπόλλωνος τυχόντος, ἱέ ρεα 6 χρῆσεν οἰκιστῆρα Βάττον καρποφόρου Λιβύας, ἱερὰν 7 νᾶσον ὡς ἤδη λιπὼν κτίσσειεν εὐάρματον 8 πόλιν ἐν ἀργενν όε ντι μαστῷ, 9 καὶ τὸ Μηδείας ἔπος ἀγκομίσαι 10 ἑβδόμᾳ καὶ σὺν δεκάτᾳ γενεᾷ Θήραιον, Αἰήτα τό ποτε ζαμενὴς 11 παῖς ἀπέπνευσʼ ἀθανάτου στόματος, δέσποινα Κόλχων. εἶπε δʼ οὕτως 12 ἡμιθέοισιν Ἰάσονος αἰχματᾶο ναύταις· 13 κέκλυτε, παῖδες ὑπερθύμων τε φωτῶν καὶ θεῶν· 14 φαμὶ γὰρ τᾶσδʼ ἐξ ἁλιπλάκτου ποτὲ γᾶς Ἐπάφοιο κόραν 15 ἀστέων ῥίζαν φυτεύσεσθαι μελησιμβρότων 16 Διὸς ἐν Ἄμμωνος θεμέθλοις. 17 ἀντὶ δελφίνων δʼ ἐλαχυπτερύγων ἵππους ἀμείψαντες θοάς, 18 ἁνία τʼ ἀντʼ ἐρετμῶν δίφρους τε νωμάσοισιν ἀελλόποδας. 19 κεῖνος ὄρνις ἐκτελευτάσει μεγαλᾶν πολίων 20 ματρόπολιν Θήραν γενέσθαι, τόν ποτε Τριτωνίδος ἐν προχοαῖς 21 λίμνας θεῷ ἀνέρι εἰδομένῳ γαῖαν διδόντι 22 ξείνια πρῴραθεν Εὔφαμος καταβὰς 23 δέξατʼ· αἴσιον δʼ ἐπί οἱ Κρονίων Ζεὺς πατὴρ ἔκλαγξε βροντάν· 24 ἁνίκʼ ἄγκυραν ποτὶ χαλκόγενυν 25 ναῒ κρημνάντων ἐπέτοσσε, θοᾶς Ἀργοῦς χαλινόν. δώδεκα δὲ πρότερον 26 ἁμέρας ἐξ Ωκεανοῦ φέρομεν νώτων ὕπερ γαίας ἐρήμων 27 εἰνάλιον δόρυ, μήδεσιν ἀνσπάσσαντες ἀμοῖς. 28 τουτάκι δʼ οἰοπόλος δαίμων ἐπῆλθεν, φαιδίμαν 29 ἀνδρὸς αἰδοίου πρόσοψιν θηκάμενος· φιλίων δʼ ἐπέων 30 ἄρχετο, ξείνοις ἅτʼ ἐλθόντεσσιν εὐεργέται 31 δεῖπνʼ ἐπαγγέλλοντι πρῶτον. 32 ἀλλὰ γὰρ νόστου πρόφασις γλυκεροῦ 33 κώλυεν μεῖναι. φάτο δʼ Εὐρύπυλος Γαιαόχου παῖς ἀφθίτου Ἐννοσίδα 34 ἔμμεναι· γίγνωσκε δʼ ἐπειγομένους· ἂν δʼ εὐθὺς ἁρπάξαις ἀρούρας 35 δεξιτερᾷ προτυχὸν ξένιον μάστευσε δοῦναι. 36 οὐδʼ ἀπίθησέ νιν, ἀλλʼ ἥρως ἐπʼ ἀκταῖσιν θορὼν 37 χειρί οἱ χεῖρʼ ἀντερείσαις δέξατο βώλακα δαιμονίαν. 38 πεύθομαι δʼ αὐτὰν κατακλυσθεῖσαν ἐκ δούρατος 39 ἐναλίαν βᾶμεν σὺν ἅλμᾳ 40 ἑσπέρας, ὑγρῷ πελάγει σπομέναν. ἦ μάν νιν ὤτρυνον θαμὰ 41 λυσιπόνοις θεραπόντεσσιν φυλάξαι· τῶν δʼ ἐλάθοντο φρένες· 42 καί νυν ἐν τᾷδʼ ἄφθιτον νάσῳ κέχυται Λιβύας 43 εὐρυχόρου σπέρμα πρὶν ὥρας· εἰ γὰρ οἴκοι νιν βάλε πὰρ χθόνιον 44 Ἄιδα στόμα, Ταίναρον εἰς ἱερὰν Εὔφαμος ἐλθών, 45 υἱὸς ἱππάρχου Ποσειδάωνος ἄναξ, 46 τόν ποτʼ Εὐρώπα Τιτυοῦ θυγάτηρ τίκτε Καφισοῦ παρʼ ὄχθαις· 47 τετράτων παίδων κʼ ἐπιγινομένων 48 αἷμά οἱ κείναν λάβε σὺν Δαναοῖς εὐρεῖαν ἄπειρον. τότε γὰρ μεγάλας 49 ἐξανίστανται Λακεδαίμονος Ἀργείου τε κόλπου καὶ Μυκηνᾶν. 50 νῦν γε μὲν ἀλλοδαπᾶν κριτὸν εὑρήσει γυναικῶν 51 ἐν λέχεσιν γένος, οἵ κεν τάνδε σὺν τιμᾷ θεῶν 52 νᾶσον ἐλθόντες τέκωνται φῶτα κελαινεφέων πεδίων 53 δεσπόταν· τὸν μὲν πολυχρύσῳ ποτʼ ἐν δώματι 54 Φοῖβος ἀμνάσει θέμισσιν 55 Πύθιον ναὸν καταβάντα χρόνῳ 56 ὑστέρῳ, νάεσσι πολεῖς ἀγαγὲν Νείλοιο πρὸς πῖον τέμενος Κρονίδα. 57 ἦ ῥα Μηδείας ἐπέων στίχες. ἔπταξαν δʼ ἀκίνητοι σιωπᾷ 58 ἥρωες ἀντίθεοι πυκινὰν μῆτιν κλύοντες. 59 ὦ μάκαρ υἱὲ Πολυμνάστου, σὲ δʼ ἐν τούτῳ λόγῳ 60 χρησμὸς ὤρθωσεν μελίσσας Δελφίδος αὐτομάτῳ κελάδῳ· 61 ἅ σε χαίρειν ἐς τρὶς αὐδάσαισα πεπρωμένον 62 βασιλέʼ ἄμφανεν Κυράνᾳ, 63 δυσθρόου φωνᾶς ἀνακρινόμενον ποινὰ τίς ἔσται πρὸς θεῶν. 64 ἦ μάλα δὴ μετὰ καὶ νῦν, ὥστε φοινικανθέμου ἦρος ἀκμᾷ, 65 παισὶ τούτοις ὄγδοον θάλλει μέρος Ἀρκεσίλας· 66 τῷ μὲν Ἀπόλλων ἅ τε Πυθὼ κῦδος ἐξ ἀμφικτιόνων ἔπορεν 67 ἱπποδρομίας. ἀπὸ δʼ αὐτὸν ἐγὼ Μοίσαισι δώσω 68 καὶ τὸ πάγχρυσον νάκος κριοῦ· μετὰ γὰρ 69 κεῖνο πλευσάντων Μινυᾶν, θεόπομποί σφισιν τιμαὶ φύτευθεν. 70 τίς γὰρ ἀρχὰ δέξατο ναυτιλίας; 71 τίς δὲ κίνδυνος κρατεροῖς ἀδάμαντος δῆσεν ἅλοις; θέσφατον ἦν Πελίαν 72 ἐξ ἀγαυῶν Αἰολιδᾶν θανέμεν χείρεσσιν ἢ βουλαῖς ἀκάμπτοις. 73 ἦλθε δέ οἱ κρυόεν πυκινῷ μάντευμα θυμῷ, 74 πὰρ μέσον ὀμφαλὸν εὐδένδροιο ῥηθὲν ματέρος· 75 τὸν μονοκρήπιδα πάντως ἐν φυλακᾷ σχεθέμεν μεγάλᾳ, 76 εὖτʼ ἂν αἰπεινῶν ἀπὸ σταθμῶν ἐς εὐδείελον 77 χθόνα μόλῃ κλειτᾶς Ἰωλκοῦ, 78 ξεῖνος αἴτʼ ὦν ἀστός. ὁ δʼ ἆρα χρόνῳ 79 ἵκετʼ αἰχμαῖσιν διδύμαισιν ἀνὴρ ἔκπαγλος· ἐσθὰς δʼ ἀμφοτέρα νιν ἔχεν, 80 ἅ τε Μαγνήτων ἐπιχώριος ἁρμόζοισα θαητοῖσι γυίοις, 81 ἀμφὶ δὲ παρδαλέᾳ στέγετο φρίσσοντας ὄμβρους· 82 οὐδὲ κομᾶν πλόκαμοι κερθέντες ᾤχοντʼ ἀγλαοί, 83 ἀλλʼ ἅπαν νῶτον καταίθυσσον. τάχα δʼ εὐθὺς ἰὼν σφετέρας 84 ἐστάθη γνώμας ἀταρμύκτοιο πειρώμενος 85 ἐν ἀγορᾷ πλήθοντος ὄχλου. 86 τὸν μὲν οὐ γίγνωσκον· ὀπιζομένων δʼ ἔμπας τις εἶπεν καὶ τόδε· 87 οὔτι που οὗτος Ἀπόλλων, οὐδὲ μὰν χαλκάρματός ἐστι πόσις 88 Ἀφροδίτας· ἐν δὲ Νάξῳ φαντὶ θανεῖν λιπαρᾷ 89 Ἰφιμεδείας παῖδας, Ὦτον καὶ σέ, τολμάεις Ἐφιάλτα ἄναξ. 90 καὶ μὰν Τιτυὸν βέλος Ἀρτέμιδος θήρευσε κραιπνόν 91 ἐξ ἀνικάτου φαρέτρας ὀρνύμενον, 92 ὄφρα τις τᾶν ἐν δυνατῷ φιλοτάτων ἐπιψαύειν ἔραται. 93 τοὶ μὲν ἀλλάλοισιν ἀμειβόμενοι 94 γάρυον τοιαῦτʼ· ἀνὰ δʼ ἡμιόνοις ξεστᾷ τʼ ἀπήνᾳ προτροπάδαν Πελίας 95 ἵκετο σπεύδων· τάφε δʼ αὐτίκα παπτάναις ἀρίγνωτον πέδιλον 96 δεξιτερῷ μόνον ἀμφὶ ποδί. κλέπτων δὲ θυμῷ 97 δεῖμα προσέννεπε· ποίαν γαῖαν, ὦ ξεῖνʼ, εὔχεαι 98 πατρίδʼ ἔμμεν; καὶ τίς ἀνθρώπων σε χαμαιγενέων πολιᾶς 99 ἐξανῆκεν γαστρός; ἐχθίστοισι μὴ ψεύδεσιν 100 καταμιάναις εἰπὲ γένναν. 101 τὸν δὲ θαρσήσαις ἀγανοῖσι λόγοις 102 ὧδʼ ἀμείφθη· φαμὶ διδασκαλίαν Χείρωνος οἴσειν. ἀντρόθε γὰρ νέομαι 103 πὰρ Χαρικλοῦς καὶ Φιλύρας, ἵνα Κενταύρου με κοῦραι θρέψαν ἁγναί. 104 εἴκοσι δʼ ἐκτελέσαις ἐνιαυτοὺς οὔτε ἔργον 105 οὔτʼ ἔπος ἐντράπελον κείνοισιν εἰπὼν ἱκόμαν 106 οἴκαδʼ, ἀρχαίαν κομίζων πατρὸς ἐμοῦ βασιλευομέναν 107 οὐ κατʼ αἶσαν, τάν ποτε Ζεὺς ὤπασεν λαγέτᾳ 108 Αἰόλῳ καὶ παισί, τιμάν. 109 πεύθομαι γάρ νιν Πελίαν ἄθεμιν λευκαῖς πιθήσαντα φρασὶν 110 ἁμετέρων ἀποσυλᾶσαι βιαίως ἀρχεδικᾶν τοκέων· 111 τοί μʼ, ἐπεὶ πάμπρωτον εἶδον φέγγος, ὑπερφιάλου 112 ἁγεμόνος δείσαντες ὕβριν, κᾶδος ὡσείτε φθιμένου δνοφερὸν 113 ἐν δώμασι θηκάμενοι, μίγα κωκυτῷ γυναικῶν 114 κρύβδα πέμπον σπαργάνοις ἐν πορφυρέοις, 115 νυκτὶ κοινάσαντες ὁδόν, Κρονίδᾳ δὲ τράφεν Χείρωνι δῶκαν. 116 ἀλλὰ τούτων μὲν κεφάλαια λόγων 117 ἴστε. λευκίππων δὲ δόμους πατέρων, κεδνοὶ πολῖται, φράσσατέ μοι σαφέως· 118 Αἴσονος γὰρ παῖς ἐπιχώριος οὐ ξείναν ἱκάνω γαῖαν ἄλλων. 119 Φὴρ δέ με θεῖος Ἰάσονα κικλήσκων προσηύδα. 120 ὣς φάτο. τὸν μὲν ἐσελθόντʼ ἔγνον ὀφθαλμοὶ πατρός. 121 ἐκ δʼ ἄρʼ αὐτοῦ πομφόλυξαν δάκρυα γηραλέων γλεφάρων, 122 ἃν περὶ ψυχὰν ἐπεὶ γάθησεν ἐξαίρετον 123 γόνον ἰδὼν κάλλιστον ἀνδρῶν. 124 καὶ κασίγνητοί σφισιν ἀμφότεροι 125 ἤλυθον κείνου γε κατὰ κλέος· ἐγγὺς μὲν Φέρης κράναν Υπερῇδα λιπών, 126 ἐκ δὲ Μεσσάνας Ἀμυθάν· ταχέως δʼ Ἄδματος ἷκεν καὶ Μέλαμπος, 127 εὐμενέοντες ἀνεψιόν. ἐν δαιτὸς δὲ μοίρᾳ 128 μειλιχίοισι λόγοις αὐτοὺς Ἰάσων δέγμενος, 129 ξείνιʼ ἁρμόζοντα τεύχων, πᾶσαν ἐυφροσύναν τάνυεν, 130 ἀθρόαις πέντε δραπὼν νύκτεσσιν ἔν θʼ ἁμέραις 131 ἱερὸν εὐζοίας ἄωτον. 132 ἀλλʼ ἐν ἕκτᾳ πάντα, λόγον θέμενος σπουδαῖον, ἐξ ἀρχᾶς ἀνὴρ 133 συγγενέσιν παρεκοινᾶθʼ· οἱ δʼ ἐπέσποντʼ· αἶψα δʼ ἀπὸ κλισιᾶν 134 ὦρτο σὺν κείνοισι. καί ῥʼ ἦλθον Πελία μέγαρον· 135 ἐσσύμενοι δʼ εἴσω κατέσταν. τῶν δʼ ἀκούσαις αὐτὸς ὑπαντίασεν 136 Τυροῦς ἐρασιπλοκάμου γενεά· πραῢν δʼ Ἰάσων 137 μαλθακᾷ φωνᾷ ποτιστάζων ὄαρον 138 βάλλετο κρηπῖδα σοφῶν ἐπέων· παῖ Ποσειδᾶνος Πετραίου, 139 ἐντὶ μὲν θνατῶν φρένες ὠκύτεραι 140 κέρδος αἰνῆσαι πρὸ δίκας δόλιον, τραχεῖαν ἑρπόντων πρὸς ἔπιβδαν ὅμως· 141 ἀλλʼ ἐμὲ χρὴ καὶ σὲ θεμισσαμένους ὀργὰς ὑφαίνειν λοιπὸν ὄλβον. 142 εἰδότι τοι ἐρέω· μία βοῦς Κρηθεῖ τε μάτηρ 143 καὶ θρασυμήδεϊ Σαλμωνεῖ· τρίταισιν δʼ ἐν γοναῖς 144 ἄμμες αὖ κείνων φυτευθέντες σθένος ἀελίου χρύσεον 145 λεύσσομεν. Μοῖραι δʼ ἀφίσταντʼ, εἴ τις ἔχθρα πέλει 146 ὁμογόνοις, αἰδῶ καλύψαι. 147 οὐ πρέπει νῷν χαλκοτόροις ξίφεσιν 148 οὐδʼ ἀκόντεσσιν μεγάλαν προγόνων τιμὰν δάσασθαι. μῆλά τε γάρ τοι ἐγὼ 149 καὶ βοῶν ξανθὰς ἀγέλας ἀφίημʼ ἀγρούς τε πάντας, τοὺς ἀπούραις 150 ἁμετέρων τοκέων νέμεαι, πλοῦτον πιαίνων· 151 κοὔ με πονεῖ τεὸν οἶκον ταῦτα πορσύνοντʼ ἄγαν· 152 ἀλλὰ καὶ σκᾶπτον μόναρχον καὶ θρόνος, ᾧ ποτε Κρηθεΐδας 153 ἐγκαθίζων ἱππόταις εὔθυνε λαοῖς δίκας, 154 τὰ μὲν ἄνευ ξυνᾶς ἀνίας 155 λῦσον ἄμμιν, μή τι νεώτερον ἐξ αὐτῶν ἀναστάῃ κακόν. 156 ὣς ἄρʼ ἔειπεν. ἀκᾷ δʼ ἀνταγόρευσεν καὶ Πελίας· ἔσομαι 157 τοῖος· ἀλλʼ ἤδη με γηραιὸν μέρος ἁλικίας 158 ἀμφιπολεῖ· σὸν δʼ ἄνθος ἥβας ἄρτι κυμαίνει· δύνασαι δʼ ἀφελεῖν 159 μᾶνιν χθονίων. κέλεται γὰρ ἑὰν ψυχὰν κομίξαι 160 Φρίξος ἐλθόντας πρὸς Αἰήτα θαλάμους, 161 δέρμα τε κριοῦ βαθύμαλλον ἄγειν, τῷ ποτʼ ἐκ πόντου σαώθη 162 ἔκ τε ματρυιᾶς ἀθέων βελέων. 163 ταῦτά μοι θαυμαστὸς ὄνειρος ἰὼν φωνεῖ. μεμάντευμαι δʼ ἐπὶ Κασταλίᾳ, 164 εἰ μετάλλατόν τι. καὶ ὡς τάχος ὀτρύνει με τεύχειν ναὶ πομπάν. 165 τοῦτον ἄεθλον ἑκὼν τέλεσον· καί τοι μοναρχεῖν 166 καὶ βασιλευέμεν ὄμνυμι προήσειν. καρτερὸς 167 ὅρκος ἄμμιν μάρτυς ἔστω Ζεὺς ὁ γενέθλιος ἀμφοτέροις. 168 σύνθεσιν ταύταν ἐπαινήσαντες οἱ μὲν κρίθεν· 169 ἀτὰρ Ἰάσων αὐτὸς ἤδη 170 ὤρνυεν κάρυκας ἐόντα πλόον 171 φαινέμεν παντᾷ. τάχα δὲ Κρονίδαο Ζηνὸς υἱοὶ τρεῖς ἀκαμαντομάχαι 172 ἦλθον Ἀλκμήνας θʼ ἑλικοβλεφάρου Λήδας τε, δοιοὶ δʼ ὑψιχαῖται 173 ἀνέρες, Ἐννοσίδα γένος, αἰδεσθέντες ἀλκάν, 174 ἔκ τε Πύλου καὶ ἀπʼ ἄκρας Ταινάρου· τῶν μὲν κλέος 175 ἐσλὸν Εὐφάμου τʼ ἐκράνθη σόν τε, Περικλύμενʼ εὐρυβία. 176 ἐξ Ἀπόλλωνος δὲ φορμικτὰς ἀοιδᾶν πατὴρ 177 ἔμολεν, εὐαίνητος, Ὀρφεύς. 178 πέμπε δʼ Ἑρμᾶς χρυσόραπις διδύμους υἱοὺς ἐπʼ ἄτρυτον πόνον, 179 τὸν μὲν Ἐχίονα, κεχλάδοντας ἥβᾳ, τὸν δʼ Ἔρυτον. ταχέες 180 ἀμφὶ Παγγαίου θεμέθλοις ναιετάοντες ἔβαν· 181 καὶ γὰρ ἑκὼν θυμῷ γελανεῖ θᾶσσον ἔντυνεν βασιλεὺς ἀνέμων 182 Ζήταν Κάλαΐν τε πατὴρ Βορέας, ἄνδρας πτεροῖσιν 183 νῶτα πεφρίκοντας ἄμφω πορφυρέοις. 184 τὸν δὲ παμπειθῆ γλυκὺν ἡμιθέοισιν πόθον ἔνδαιεν Ἥρα 185 ναὸς Ἀργοῦς, μή τινα λειπόμενον 186 τὰν ἀκίνδυνον παρὰ ματρὶ μένειν αἰῶνα πέσσοντʼ, ἀλλʼ ἐπὶ καὶ θανάτῳ 187 φάρμακον κάλλιστον ἑᾶς ἀρετᾶς ἅλιξιν εὑρέσθαι σὺν ἄλλοις. 188 ἐς δʼ Ἰαωλκὸν ἐπεὶ κατέβα ναυτᾶν ἄωτος, 189 λέξατο πάντας ἐπαινήσαις Ἰάσων. καί ῥά οἱ 190 μάντις ὀρνίχεσσι καὶ κλάροισι θεοπροπέων ἱεροῖς 191 Μόψος ἄμβασε στρατὸν πρόφρων. ἐπεὶ δʼ ἐμβόλου 192 κρέμασαν ἀγκύρας ὕπερθεν, 193 χρυσέαν χείρεσσι λαβὼν φιάλαν 194 ἀρχὸς ἐν πρύμνᾳ πατέρʼ Οὐρανιδᾶν ἐγχεικέραυνον Ζῆνα, καὶ ὠκυπόρους 195 κυμάτων ῥιπὰς ἀνέμων τʼ ἐκάλει, νύκτας τε καὶ πόντου κελεύθους 196 ἄματά τʼ εὔφρονα καὶ φιλίαν νόστοιο μοῖραν· 197 ἐκ νεφέων δέ οἱ ἀντάϋσε βροντᾶς αἴσιον 198 φθέγμα· λαμπραὶ δʼ ἦλθον ἀκτῖνες στεροπᾶς ἀπορηγνύμεναι· 199 ἀμπνοὰν δʼ ἥρωες ἔστασαν θεοῦ σάμασιν 200 πιθόμενοι· κάρυξε δʼ αὐτοῖς 201 ἐμβαλεῖν κώπαισι τερασκόπος ἁδείας ἐνίπτων ἐλπίδας· 202 εἰρεσία δʼ ὑπεχώρησεν ταχειᾶν ἐκ παλαμᾶν ἄκορος. 203 σὺν Νότου δʼ αὔραις ἐπʼ Ἀξείνου στόμα πεμπόμενοι 204 ἤλυθον· ἔνθʼ ἁγνὸν Ποσειδάωνος ἕσσαντʼ εἰναλίου τέμενος, 205 φοίνισσα δὲ Θρηϊκίων ἀγέλα ταύρων ὑπᾶρχεν 206 καὶ νεόκτιστον λίθων βωμοῖο θέναρ. 207 ἐς δὲ κίνδυνον βαθὺν ἱέμενοι δεσπόταν λίσσοντο ναῶν, 208 συνδρόμων κινηθμὸν ἀμαιμάκετον 209 ἐκφυγεῖν πετρᾶν. δίδυμαι γὰρ ἔσαν ζωαί, κυλινδέσκοντό τε κραιπνότεραι 210 ἢ βαρυγδούπων ἀνέμων στίχες· ἀλλʼ ἤδη τελευτὰν κεῖνος αὐταῖς 211 ἡμιθέων πλόος ἄγαγεν. ἐς Φᾶσιν δʼ ἔπειτεν 212 ἤλυθον· ἔνθα κελαινώπεσσι Κόλχοισιν βίαν 213 μῖξαν Αἰήτᾳ παρʼ αὐτῷ. πότνια δʼ ὀξυτάτων βελέων 214 ποικίλαν ἴϋγγα τετράκναμον Οὐλυμπόθεν 215 ἐν ἀλύτῳ ζεύξαισα κύκλῳ 216 μαινάδʼ ὄρνιν Κυπρογένεια φέρεν 217 πρῶτον ἀνθρώποισι, λιτάς τʼ ἐπαοιδὰς ἐκδιδάσκησεν σοφὸν Αἰσονίδαν· 218 ὄφρα Μηδείας τοκέων ἀφέλοιτʼ αἰδῶ, ποθεινὰ δʼ Ἑλλὰς αὐτὰν 219 ἐν φρασὶ καιομέναν δονέοι μάστιγι Πειθοῦς. 220 καὶ τάχα πείρατʼ ἀέθλων δείκνυεν πατρωΐων· 221 σὺν δʼ ἐλαίῳ φαρμακώσαισʼ ἀντίτομα στερεᾶν ὀδυνᾶν 222 δῶκε χρίεσθαι. καταίνησαν τε κοινὸν γάμον 223 γλυκὺν ἐν ἀλλάλοισι μῖξαι. 224 ἀλλʼ ὅτʼ Αἰήτας ἀδαμάντινον ἐν μέσσοις ἄροτρον σκίμψατο 225 καὶ βόας, οἳ φλόγʼ ἀπὸ ξανθᾶν γεν ύω ν πν έο ν καιομένοιο πυρός, 226 χαλκέαις δʼ ὁπλαῖς ἀράσσεσκον χθόνʼ ἀμειβόμενοι, 227 τοὺς ἀγαγὼν ζεύγλᾳ πέλασσεν μοῦνος. ὀρθὰς δʼ αὔλακας ἐντανύσαις 228 ἤλαυνʼ, ἀνὰ βωλακίας δʼ ὀρόγυιαν σχίζε νῶτον 229 γᾶς. ἔειπεν δʼ ὧδε· τοῦτʼ ἔργον βασιλεύς, 230 ὅστις ἄρχει ναός, ἐμοὶ τελέσαις ἄφθιτον στρωμνὰν ἀγέσθω, 231 κῶας αἰγλᾶεν χρυσέῳ θυσάνῳ. 232 ὣς ἄρʼ αὐδάσαντος ἀπὸ κροκόεν ῥίψαις Ἰάσων εἷμα θεῷ πίσυνος 233 εἴχετʼ ἔργου· πῦρ δέ νιν οὐκ ἐόλει παμφαρμάκου ξείνας ἐφετμαῖς. 234 σπασσάμενος δʼ ἄροτρον, βοέους δήσαις ἀνάγκας 235 ἔντεσιν αὐχένας ἐμβάλλων τʼ ἐριπλεύρῳ φυᾷ 236 κέντρον αἰανὲς βιατὰς ἐξεπόνησʼ ἐπιτακτὸν ἀνὴρ 237 μέτρον. ἴϋξεν δʼ ἀφωνήτῳ περ ἔμπας ἄχει 238 δύνασιν Αἰήτας ἀγασθείς. 239 πρὸς δʼ ἑταῖροι καρτερὸν ἄνδρα φίλας 240 ὤρεγον χεῖρας, στεφάνοισί τέ νιν ποίας ἔρεπτον, μειλιχίοις τε λόγοις 241 ἀγαπάζοντʼ. αὐτίκα δʼ Ἀελίου θαυμαστὸς υἱὸς δέρμα λαμπρὸν 242 ἔννεπεν, ἔνθα νιν ἐκτάνυσαν Φρίξου μάχαιραι· 243 ἤλπετο δʼ οὐκέτι οἱ κεῖνόν γε πράξεσθαι πόνον. 244 κεῖτο γὰρ λόχμᾳ, δράκοντος δʼ εἴχετο λαβροτατᾶν γενύων, 245 ὃς πάχει μάκει τε πεντηκόντορον ναῦν κράτει, 246 τέλεσαν ἃν πλαγαὶ σιδάρου. 247 μακρά μοι νεῖσθαι κατʼ ἀμαξιτόν· ὥρα γὰρ συνάπτει· καί τινα 248 οἶμον ἴσαμι βραχύν· πολλοῖσι δʼ ἅγημαι σοφίας ἑτέροις. 249 κτεῖνε μὲν γλαυκῶπα τέχναις ποικιλόνωτον ὄφιν, 250 ὦ Ἀρκεσίλα, κλέψεν τε Μήδειαν σὺν αὐτᾷ, τὰν Πελίαο φόνον· 251 ἔν τʼ Ὠκεανοῦ πελάγεσσι μίγεν πόντῳ τʼ ἐρυθρῷ 252 Λαμνιᾶν τʼ ἔθνει γυναικῶν ἀνδροφόνων· 253 ἔνθα καὶ γυίων ἀέθλοις ἐπέδειξαν κρίσιν ἐσθᾶτος ἀμφίς, 254 καὶ συνεύνασθεν. καὶ ἐν ἀλλοδαπαῖς 255 σπέρμʼ ἀρούραις τουτάκις ὑμετέρας ἀκτῖνος ὄλβου δέξατο μοιρίδιον 256 ἆμαρ ἢ νύκτες. τόθι γὰρ γένος Εὐφάμου φυτευθὲν λοιπὸν αἰεὶ 257 τέλλετο· καὶ Λακεδαιμονίων μιχθέντες ἀνδρῶν 258 ἤθεσι τάν ποτε Καλλίσταν ἀπῴκησαν χρόνῳ 259 νᾶσον· ἔνθεν δʼ ὔμμι Λατοίδας ἔπορεν Λιβύας πεδίον 260 σὺν θεῶν τιμαῖς ὀφέλλειν, ἄστυ χρυσοθρόνου 261 διανέμειν θεῖον Κυράνας 262 ὀρθόβουλον μῆτιν ἐφευρομένοις. 263 γνῶθι νῦν τὰν Οἰδιπόδα σοφίαν. εἰ γάρ τις ὄζους ὀξυτόμῳ πελέκει 264 ἐξερείψειεν μεγάλας δρυός, αἰσχύνοι δέ οἱ θαητὸν εἶδος· 265 καὶ φθινόκαρπος ἐοῖσα διδοῖ ψᾶφον περʼ αὐτᾶς, 266 εἴ ποτε χειμέριον πῦρ ἐξίκηται λοίσθιον· 267 ἢ σὺν ὀρθαῖς κιόνεσσιν δεσποσύναισιν ἐρειδομένα 268 μόχθον ἄλλοις ἀμφέπει δύστανον ἐν τείχεσιν, 269 ἑὸν ἐρημώσαισα χῶρον. 270 ἐσσὶ δʼ ἰατὴρ ἐπικαιρότατος, Παιάν τέ σοι τιμᾷ φάος· 271 χρὴ μαλακὰν χέρα προσβάλλοντα τρώμαν ἕλκεος ἀμφιπολεῖν. 272 ῥᾴδιον μὲν γὰρ πόλιν σεῖσαι καὶ ἀφαυροτέροις· 273 ἀλλʼ ἐπὶ χώρας αὖτις ἕσσαι δυσπαλὲς δὴ γίγνεται, ἐξαπίνας 274 εἰ μὴ θεὸς ἁγεμόνεσσι κυβερνατὴρ γένηται. 275 τὶν δὲ τούτων ἐξυφαίνονται χάριτες. 276 τλᾶθι τᾶς εὐδαίμονος ἀμφὶ Κυράνας θέμεν σπουδὰν ἅπασαν. 277 τῶν δʼ Ὁμήρου καὶ τόδε συνθέμενος 278 ῥῆμα πόρσυνʼ· ἄγγελον ἐσλὸν ἔφα τιμὰν μεγίσταν πράγματι παντὶ φέρειν· 279 αὔξεται καὶ Μοῖσα διʼ ἀγγελίας ὀρθᾶς. ἐπέγνω μὲν Κυράνα 280 καὶ τὸ κλεεννότατον μέγαρον Βάττου δικαιᾶν 281 Δαμοφίλου πραπίδων. κεῖνος γὰρ ἐν παισὶν νέος, 282 ἐν δὲ βουλαῖς πρέσβυς ἐγκύρσαις ἑκατονταετεῖ βιοτᾷ, 283 ὀρφανίζει μὲν κακὰν γλῶσσαν φαεννᾶς ὀπός, 284 ἔμαθε δʼ ὑβρίζοντα μισεῖν, 285 οὐκ ἐρίζων ἀντία τοῖς ἀγαθοῖς, 286 οὐδὲ μακύνων τέλος οὐδέν. ὁ γὰρ καιρὸς πρὸς ἀνθρώπων βραχὺ μέτρον ἔχει. 287 εὖ νιν ἔγνωκεν· θεράπων δέ οἱ, οὐ δράστας ὀπαδεῖ. φαντὶ δʼ ἔμμεν 288 τοῦτʼ ἀνιαρότατον, καλὰ γιγνώσκοντʼ ἀνάγκᾳ 289 ἐκτὸς ἔχειν πόδα. καὶ μὰν κεῖνος Ἄτλας οὐρανῷ 290 προσπαλαίει νῦν γε πατρῴας ἀπὸ γᾶς ἀπό τε κτεάνων· 291 λῦσε δὲ Ζεὺς ἄφθιτος Τιτᾶνας. ἐν δὲ χρόνῳ 292 μεταβολαὶ λήξαντος οὔρου 293 ἱστίων. ἀλλʼ εὔχεται οὐλομέναν νοῦσον διαντλήσαις ποτὲ 294 οἶκον ἰδεῖν, ἐπʼ Ἀπόλλωνός τε κράνᾳ συμποσίας ἐφέπων 295 θυμὸν ἐκδόσθαι πρὸς ἥβαν πολλάκις, ἔν τε σοφοῖς 296 δαιδαλέαν φόρμιγγα βαστάζων πολίταις ἡσυχίᾳ θιγέμεν, 297 μήτʼ ὦν τινι πῆμα πορών, ἀπαθὴς δʼ αὐτὸς πρὸς ἀστῶν. 298 καί κε μυθήσαιθʼ ὁποίαν, Ἀρκεσίλα, 299 εὗρε παγὰν ἀμβροσίων ἐπέων, πρόσφατον Θήβᾳ ξενωθείς. === poem 5 === 1 ὁ πλοῦτος εὐρυσθενής, 2 ὅταν τις ἀρετᾷ κεκραμένον καθαρᾷ 3 βροτήσιος ἀνὴρ πότμου παραδόντος, αὐτὸν ἀνάγῃ 4 πολύφιλον ἑπέταν. 5 ὦ θεόμορʼ Ἀρκεσίλα, 6 σύ τοί νιν κλυτᾶς 7 αἰῶνος ἀκρᾶν βαθμίδων ἄπο 8 σὺν εὐδοξίᾳ μετανίσεαι 9 ἕκατι χρυσαρμάτου Κάστορος· 10 εὐδίαν ὃς μετὰ χειμέριον ὄμβρον τεὰν 11 καταιθύσσει μάκαιραν ἑστίαν. 12 σοφοὶ δέ τοι κάλλιον 13 φέροντι καὶ τὰν θεόσδοτον δύναμιν. 14 σὲ δʼ ἐρχόμενον ἐν δίκᾳ πολὺς ὄλβος ἀμφινέμεται· 15 τὸ μέν, ὅτι βασιλεὺς 16 ἐσσὶ μεγαλᾶν πολίων, 17 ἔχει συγγενὴς 18 ὀφθαλμὸς αἰδοιότατον γέρας 19 τεᾷ τοῦτο μιγνύμενον φρενί· 20 μάκαρ δὲ καὶ νῦν, κλεεννᾶς ὅτι 21 εὖχος ἤδη παρὰ Πυθιάδος ἵπποις ἑλὼν 22 δέδεξαι τόνδε κῶμον ἀνέρων, 23 Ἀπολλώνιον ἄθυρμα. τῷ σε μὴ λαθέτω 24 Κυράνας γλυκὺν ἀμφὶ κᾶπον Ἀφροδίτας ἀειδόμενον, 25 παντὶ μὲν θεὸν αἴτιον ὑπερτιθέμεν· 26 φιλεῖν δὲ Κάρρωτον ἔξοχʼ ἑταίρων· 27 ὃς οὐ τὰν Ἐπιμαθέος ἄγων 28 ὀψινόου θυγατέρα Πρόφασιν, Βαττιδᾶν 29 ἀφίκετο δόμους θεμισκρεόντων· 30 ἀλλʼ ἀρισθάρματον 31 ὕδατι Κασταλίας ξενωθεὶς γέρας ἀμφέβαλε τεαῖσιν κόμαις, 32 ἀκηράτοις ἁνίαις 33 ποδαρκέων δωδεκάδρομον τέμενος. 34 κατέκλασε γὰρ ἐντέων σθένος οὐδέν· ἀλλὰ κρέμαται, 35 ὁπόσα χεριαρᾶν 36 τεκτόνων δαίδαλʼ ἄγων 37 Κρισαῖον λόφον 38 ἄμειψεν ἐν κοιλόπεδον νάπος 39 θεοῦ· τό σφʼ ἔχει κυπαρίσσινον 40 μέλαθρον ἀμφʼ ἀνδριάντι σχεδόν, 41 Κρῆτες ὃν τοξοφόροι τέγεϊ Παρνασσίῳ 42 καθέσσαντο μονόδροπον φυτόν. 43 ἑκόντι τοίνυν πρέπει 44 νόῳ τὸν εὐεργέταν ὑπαντιάσαι. 45 Ἀλεξιβιάδα, σὲ δʼ ἠΰκομοι φλέγοντι Χάριτες. 46 μακάριος, ὃς ἔχεις 47 καὶ πεδὰ μέγαν κάματον 48 λόγων φερτάτων 49 μναμήϊʼ· ἐν τεσσαράκοντα γὰρ 50 πετόντεσσιν ἁνιόχοις ὅλον 51 δίφρον κομίξαις ἀταρβεῖ φρενί, 52 ἦλθες ἤδη Λιβύας πεδίον ἐξ ἀγλαῶν 53 ἀέθλων καὶ πατρωΐαν πόλιν. 54 πόνων δʼ οὔ τις ἀπόκλαρός ἐστιν οὔτʼ ἔσεται· 55 ὁ Βάττου δʼ ἕπεται παλαιὸς ὄλβος ἔμπαν τὰ καὶ τὰ νέμων, 56 πύργος ἄστεος ὄμμα τε φαεννότατον 57 ξένοισι. κεῖνόν γε καὶ βαρύκομποι 58 λέοντες περὶ δείματι φύγον, 59 γλῶσσαν ἐπεί σφιν ἀπένεικεν ὑπερποντίαν· 60 ὁ δʼ ἀρχαγέτας ἔδωκʼ Ἀπόλλων 61 θῆρας αἰνῷ φόβῳ, 62 ὄφρα μὴ ταμίᾳ Κυράνας ἀτελὴς γένοιτο μαντεύμασιν. 63 ὃ καὶ βαρειᾶν νόσων 64 ἀκέσματʼ ἄνδρεσσι καὶ γυναιξὶ νέμει, 65 πόρεν τε κίθαριν, δίδωσί τε Μοῖσαν οἷς ἂν ἐθέλῃ, 66 ἀπόλεμον ἀγαγὼν 67 ἐς πραπίδας εὐνομίαν, 68 μυχόν τʼ ἀμφέπει 69 μαντήϊον· τῷ καὶ Λακεδαίμονι 70 ἐν Ἄργει τε καὶ ζαθέᾳ Πύλῳ 71 ἔνασσεν ἀλκ άε ντας Ἡρακλέος 72 ἐκγόνους Αἰγιμιοῦ τε. τὸ δʼ ἐμὸν γαρύειν 73 ἀπὸ Σπάρτας ἐπήρατον κλέος· 74 ὅθεν γεγενναμένοι 75 ἵκοντο Θήρανδε φῶτες Αἰγεΐδαι, 76 ἐμοὶ πατέρες, οὐ θεῶν ἄτερ, ἀλλὰ μοῖρά τις ἄγεν· 77 πολύθυτον ἔρανον 78 ἔνθεν ἀναδεξάμενοι, 79 Ἄπολλον, τεᾷ, 80 Καρνήϊʼ, ἐν δαιτὶ σεβίζομεν 81 Κυράνας ἀγακτιμέναν πόλιν· 82 ἔχοντι τὰν χαλκοχάρμαι ξένοι 83 Τρῶες Ἀντανορίδαι. σὺν Ἑλένᾳ γὰρ μόλον, 84 καπνωθεῖσαν πάτραν ἐπεὶ ἴδον 85 ἐν Ἄρει. τὸ δʼ ἐλάσιππον ἔθνος ἐνδυκέως 86 δέκονται θυσίαισιν ἄνδρες οἰχνέοντές σφε δωροφόροι, 87 τοὺς Ἀριστοτέλης ἄγαγε, ναυσὶ θοαῖς 88 ἁλὸς βαθεῖαν κέλευθον ἀνοίγων. 89 κτίσεν δʼ ἄλσεα μείζονα θεῶν, 90 εὐθύτομόν τε κατέθηκεν Ἀπολλωνίαις 91 ἀλεξιμβρότοις πεδιάδα πομπαῖς 92 ἔμμεν ἱππόκροτον 93 σκυρωτὰν ὁδόν, ἔνθα πρυμνοῖς ἀγορᾶς ἔπι δίχα κεῖται θανών. 94 μάκαρ μὲν ἀνδρῶν μέτα 95 ἔναιεν, ἥρως δʼ ἔπειτα λαοσεβής. 96 ἄτερθε δὲ πρὸ δωμάτων ἕτεροι λαχόντες Ἀΐδαν 97 βασιλέες ἱεροὶ 98 ἐντί, μεγάλαν δʼ ἀρετὰν 99 δρόσῳ μαλθακᾷ 100 ῥανθεῖσαν κώμων ὑπὸ χεύμασιν, 101 ἀκούοντί που χθονίᾳ φρενί, 102 σφὸν ὄλβον υἱῷ τε κοινὰν χάριν 103 ἔνδικόν τʼ Ἀρκεσίλᾳ. τὸν ἐν ἀοιδᾷ νέων 104 πρέπει χρυς άο ρα Φοῖβον ἀπύειν, 105 ἔχοντα Πυθωνόθεν 106 τὸ καλλίνικον λυτήριον δαπανᾶν 107 μέλος χαρίεν. ἄνδρα κεῖνον ἐπαινέοντι συνετοί. 108 λεγόμενον ἐρέω· 109 κρέσσονα μὲν ἁλικίας 110 νόον φέρβεται 111 γλῶσσάν τε· θάρσος δὲ τανύπτερος 112 ἐν ὄρνιξιν αἰετὸς ἔπλετο· 113 ἀγωνίας δʼ, ἕρκος οἷον, σθένος· 114 ἔν τε Μοίσαισι ποτανὸς ἀπὸ ματρὸς φίλας, 115 πέφανταί θʼ ἁρματηλάτας σοφός· 116 ὅσαι τʼ εἰσὶν ἐπιχωρίων καλῶν ἔσοδοι, 117 τετόλμακε. θεός τέ οἱ τὸ νῦν τε πρόφρων τελεῖ δύνασιν, 118 καὶ τὸ λοιπὸν ὁμοῖα , Κρονίδαι μάκαρες, 119 διδοῖτʼ ἐπʼ ἔργοισιν ἀμφί τε βουλαῖς 120 ἔχειν, μὴ φθινοπωρὶς ἀνέμων 121 χειμερία κατὰ πνοὰ δαμαλίζοι χρόνον. 122 Διός τοι νόος μέγας κυβερνᾷ 123 δαίμονʼ ἀνδρῶν φίλων. 124 εὔχομαί νιν Ὀλυμπίᾳ τοῦτο 125 δόμεν γέρας ἔπι Βάττου γένει. === poem 6 === 1 ἀκούσατʼ· ἦ γὰρ ἑλικώπιδος Ἀφροδίτας 2 ἄρουραν ἢ Χαρίτων 3 ἀναπολίζομεν, ὀμφαλὸν ἐριβρόμου 4 χθονὸς ἐς νάϊον προσοιχόμενοι· 5 Πυθιόνικος ἔνθʼ ὀλβίοισιν Ἐμμενίδαις 6 ποταμίᾳ τʼ Ἀκράγαντι καὶ μὰν Ξενοκράτει 7 ἑτοῖμος ὕμνων 8 θησαυρὸς ἐν πολυχρύσῳ 9 Ἀπολλωνίᾳ τετείχισται νάπᾳ· 10 τὸν οὔτε χειμέριος ὄμβρος ἐπακτὸς ἐλθών, 11 ἐριβρόμου νεφέλας 12 στρατὸς ἀμείλιχος, οὔτʼ ἄνεμος ἐς μυχοὺς 13 ἁλὸς ἄξοισι παμφόρῳ χεράδει 14 τυπτόμενον. φάει δὲ πρόσωπον ἐν καθαρῷ 15 πατρὶ τεῷ, Θρασύβουλε, κοινάν τε γενεᾷ 16 λόγοισι θνατῶν 17 εὔδοξον ἅρματι νίκαν 18 Κρισαίαισιν ἐν πτυχαῖς ἀπαγγελεῖ. 19 σύ τοι σχεθών νιν ἐπιδέξια χειρός, ὀρθὰν 20 ἄγεις ἐφημοσύναν, 21 τά ποτʼ ἐν οὔρεσι φαντὶ μεγαλοσθενεῖ 22 Φιλύρας υἱὸν ὀρφανιζομένῲ 23 Πηλεΐδᾳ παραινεῖν· μάλιστα μὲν Κρονίδαν, 24 βαρυόπαν στεροπᾶν κεραυνῶν τε πρύτανιν, 25 θεῶν σέβεσθαι· 26 ταύτας δὲ μή ποτε τιμᾶς 27 ἀμείρειν γονέων βίον πεπρωμένον. 28 ἔγεντο καὶ πρότερον Ἀντίλοχος βιατὰς 29 νόημα τοῦτο φέρων, 30 ὃς ὑπερέφθιτο πατρός, ἐναρίμβροτον 31 ἀναμείναις στράταρχον Αἰθιόπων 32 Μέμνονα. Νεστόρειον γὰρ ἵππος ἅρμʼ ἐπέδα 33 Πάριος ἐκ βελέων δαϊχθείς· ὁ δʼ ἔφεπεν 34 κραταιὸν ἔγχος· 35 Μεσσανίου δὲ γέροντος 36 δονηθεῖσα φρὴν βόασε παῖδα ὅν· 37 χαμαιπετὲς δʼ ἄρʼ ἔπος οὐκ ἀπέριψεν· αὐτοῦ 38 μένων δʼ ὁ θεῖος ἀνὴρ 39 πρίατο μὲν θανάτοιο κομιδὰν πατρός, 40 ἐδόκησέν τε τῶν πάλαι γενεᾷ 41 ὁπλοτέροισιν, ἔργον πελώριον τελέσαις, 42 ὕπατος ἀμφὶ τοκεῦσιν ἔμμεν πρὸς ἀρετάν. 43 τὰ μὲν παρίκει· 44 τῶν νῦν δὲ καὶ Θρασύβουλος 45 πατρῴαν μάλιστα πρὸς στάθμαν ἔβα, 46 πάτρῳ τʼ ἐπερχόμενος ἀγλαΐαν ἅπασαν. 47 νόῳ δὲ πλοῦτον ἄγει, 48 ἄδικον οὔθʼ ὑπέροπλον ἥβαν δρέπων, 49 σοφίαν δʼ ἐν μυχοῖσι Πιερίδων· 50 τίν τʼ, Ἐλέλιχθον, ἃς εὗρες ἱππίας ἐσόδους, μάλα ἁδόντι νόῳ, Ποσειδᾶν, προσέχεται. γλυκεῖα δὲ φρὴν καὶ συμπόταισιν ὁμιλεῖν μελισσᾶν ἀμείβεται τρητὸν πόνον. === poem 7 === 1 κάλλιστον αἱ μεγαλοπόλιες Ἀθᾶναι 2 προοίμιον Ἀλκμανιδᾶν εὐρυσθενεῖ γενεᾷ 3 κρηπῖδʼ ἀοιδᾶν 4 ἵπποισι βαλέσθαι. 5 ἐπεὶ τίνα πάτραν, τίνα οἶκον 6 ναίων ὀνυμάξεαι 7 ἐπιφανέστερον 8 Ἑλλάδι πυθέσθαι; 9 πάσαισι γὰρ πολίεσι λόγος ὁμιλεῖ 10 Ἐρεχθέος ἀστῶν, Ἄπολλον, οἳ τεόν γε δόμον 11 Πυθῶνι δίᾳ 12 θαητὸν ἔτευξαν. 13 ἄγοντι δέ με πέντε μὲν Ἰσθμοῖ 14 νῖκαι, μία δʼ ἐκπρεπὴς 15 Διὸς Ὀλυμπιάς, 16 δύο δʼ ἀπὸ Κίρρας, 17 ὦ Μεγάκλεες, ὑμαί τε καὶ προγόνων. 18 νέα δʼ εὐπραγίᾳ χαίρω τι· τὸ δʼ ἄχνυμαι, 19 φθόνον ἀμειβόμενον τὰ καλὰ ἔργα. 20 φαντί γε μὰν οὕτω κεν ἀνδρὶ παρμονίμαν 21 θάλλοισαν εὐδαιμονίαν 22 τὰ καὶ τὰ φέρεσθαι. === poem 8 === 1 φιλόφρον Ἡσυχία, Δίκας 2 ὦ μεγιστόπολι θύγατερ, 3 βουλᾶν τε καὶ πολέμων 4 ἔχοισα κλαῗδας ὑπερτάτας, 5 Πυθιόνικον τιμὰν Ἀριστομένει δέκευ. 6 τὺ γὰρ τὸ μαλθακὸν ἔρξαι τε καὶ παθεῖν ὁμῶς 7 ἐπίστασαι καιρῷ σὺν ἀτρεκεῖ· 8 τὺ δʼ, ὁπόταν τις ἀμείλιχον 9 καρδίᾳ κότον ἐνελάσῃ, 10 τραχεῖα δυσμενέων 11 ὑπαντιάξαισα κράτει τιθεῖς 12 Ὕβριν ἐν ἄντλῳ. τὰν οὐδὲ Πορφυρίων μάθεν 13 παρʼ αἶσαν ἐξερεθίζων· κέρδος δὲ φίλτατον, 14 ἑκόντος εἴ τις ἐκ δόμων φέροι. 15 βία δὲ καὶ μεγάλαυχον ἔσφαλεν ἐν χρόνῳ. 16 Τυφὼς Κίλιξ ἑκατόγκρανος οὔ νιν ἄλυξεν, 17 οὐδὲ μὰν βασιλεὺς Γιγάντων· δμᾶθεν δὲ κεραυνῷ 18 τόξοισί τʼ Ἀπόλλωνος· ὃς εὐμενεῖ νόῳ 19 Ξενάρκειον ἔδεκτο Κίρραθεν ἐστεφανωμένον 20 υἱὸν ποίᾳ Παρνασσίδι Δωριεῖ τε κώμῳ. 21 ἔπεσε δʼ οὐ Χαρίτων ἑκὰς 22 ἁ δικαιόπολις ἀρεταῖς 23 κλειναῖσιν Αἰακιδᾶν 24 θιγοῖσα νᾶσος· τελέαν δʼ ἔχει 25 δόξαν ἀπʼ ἀρχᾶς. πολλοῖσι μὲν γὰρ ἀείδεται 26 νικαφόροις ἐν ἀέθλοις θρέψαισα καὶ θοαῖς 27 ὑπερτάτους ἥρωας ἐν μάχαις· 28 τὰ δὲ καὶ ἀνδράσιν ἐμπρέπει. 29 εἰμὶ δʼ ἄσχολος ἀναθέμεν 30 πᾶσαν μακραγορίαν 31 λύρᾳ τε καὶ φθέγματι μαλθακῷ, 32 μὴ κόρος ἐλθὼν κνίσῃ. τὸ δʼ ἐν ποσί μοι τράχον 33 ἴτω τεὸν χρέος, ὦ παῖ, νεώτατον καλῶν, 34 ἐμᾷ ποτανὸν ἀμφὶ μαχανᾷ. 35 παλαισμάτεσσι γὰρ ἰχνεύων ματραδελφεοὺς 36 Ὀλυμπίᾳ τε Θεόγνητον οὐ κατελέγχεις, 37 οὐδὲ Κλειτομάχοιο νίκαν Ἰσθμοῖ θρασύγυιον· 38 αὔξων δὲ πάτραν Μιδυλιδᾶν λόγον φέρεις, 39 τὸν ὅνπερ ποτʼ Ὀϊκλέος παῖς ἐν ἑπταπύλοις ἰδὼν 40 υἱοὺς Θήβαις αἰνίξατο παρμένοντας αἰχμᾷ, 41 ὁπότʼ ἀπʼ Ἄργεος ἤλυθον 42 δευτέραν ὁδὸν Ἐπίγονοι. 43 ὧδʼ εἶπε μαρναμένων· 44 φυᾷ τὸ γενναῖον ἐπιπρέπει 45 ἐκ πατέρων παισὶ λῆμα. θαέομαι σαφὲς 46 δράκοντα ποικίλον αἰθᾶς Ἀλκμᾶνʼ ἐπʼ ἀσπίδος 47 νωμῶντα πρῶτον ἐν Κάδμου πύλαις. 48 ὁ δὲ καμὼν προτέρᾳ πάθᾳ 49 νῦν ἀρείονος ἐνέχεται 50 ὄρνιχος ἀγγελίᾳ 51 Ἄδραστος ἥρως· τὸ δὲ οἴκοθεν 52 ἀντία πράξει. μοῦνος γὰρ ἐκ Δαναῶν στρατοῦ 53 θανόντος ὀστέα λέξαις υἱοῦ, τύχᾳ θεῶν 54 ἀφίξεται λαῷ σὺν ἀβλαβεῖ 55 Ἄβαντος εὐρυχόρους ἀγυιάς. τοιαῦτα μὲν 56 ἐφθέγξατʼ Ἀμφιάρηος. χαίρων δὲ καὶ αὐτὸς 57 Ἀλκμᾶνα στεφάνοισι βάλλω, ῥαίνω δὲ καὶ ὕμνῳ, 58 γείτων ὅτι μοι καὶ κτεάνων φύλαξ ἐμῶν 59 ὑπάντασεν ἰόντι γᾶς ὀμφαλὸν παρʼ ἀοίδιμον, 60 μαντευμάτων τʼ ἐφάψατο συγγόνοισι τέχναις. 61 τὺ δʼ,Ἑκαταβόλε, πάνδοκον 62 ναὸν εὐκλέα διανέμων 63 Πυθῶνος ἐν γυάλοις, 64 τὸ μὲν μέγιστον τόθι χαρμάτων 65 ὤπασας· οἴκοι δὲ πρόσθεν ἁρπαλέαν δόσιν 66 πενταθλίου σὺν ἑορταῖς ὑμαῖς ἐπάγαγες. 67 ἄναξ, ἑκόντι δʼ εὔχομαι νόῳ 68 κατά τινʼ ἁρμονίαν βλέπειν, 69 ἀμφʼ ἕκαστον ὅσα νέομαι. 70 κώμῳ μὲν ἁδυμελεῖ 71 Δίκα παρέστακε· θεῶν δʼ ὄπιν 72 ἄφθονον αἰτέω, Ξείναρκες, ὑμετέραις τύχαις. 73 εἰ γάρ τις ἐσλὰ πέπαται μὴ σὺν μακρῷ πόνῳ, 74 πολλοῖς σοφὸς δοκεῖ πεδʼ ἀφρόνων 75 βίον κορυσσέμεν ὀρθοβούλοισι μαχαναῖς· 76 τὰ δʼ οὐκ ἐπʼ ἀνδράσι κεῖται· δαίμων δὲ παρίσχει, 77 ἄλλοτʼ ἄλλον ὕπερθε βάλλων, ἄλλον δʼ ὑπὸ χειρῶν 78 μέτρῳ καταβαίνει. Μεγάροις δʼ ἔχεις γέρας, 79 μυχῷ τʼ ἐν Μαραθῶνος, Ἥρας τʼ ἀγῶνʼ ἐπιχώριον 80 νίκαις τρισσαῖς, Ὦριστόμενες, δάμασσας ἔργῳ· 81 τέτρασι δʼ ἔμπετες ὑψόθεν 82 σωμάτεσσι κακὰ φρονέων, 83 τοῖς οὔτε νόστος ὁμῶς 84 ἔπαλπνος ἐν Πυθιάδι κρίθη, 85 οὐδὲ μολόντων πὰρ ματέρʼ ἀμφὶ γέλως γλυκὺς 86 ὦρσεν χάριν· κατὰ λαύρας δʼ ἐχθρῶν ἀπάοροι 87 πτώσσοντι, συμφορᾷ δεδαγμένοι. 88 ὁ δὲ καλόν τι νέον λαχὼν 89 ἁβρότατος ἔπι μεγάλας 90 ἐξ ἐλπίδος πέταται 91 ὑποπτέροις ἀνορέαις, ἔχων 92 κρέσσονα πλούτου μέριμναν. ἐν δʼ ὀλίγῳ βροτῶν 93 τὸ τερπνὸν αὔξεται· οὕτω δὲ καὶ πίτνει χαμαί, 94 ἀποτρόπῳ γνώμᾳ σεσεισμένον. 95 ἐπάμεροι· τί δέ τις; τί δʼ οὔ τις; σκιᾶς ὄναρ 96 ἄνθρωπος. ἀλλʼ ὅταν αἴγλα διόσδοτος ἔλθῃ, 97 λαμπρὸν φέγγος ἔπεστιν ἀνδρῶν καὶ μείλιχος αἰών· 98 Αἴγινα φίλα μᾶτερ, ἐλευθέρῳ στόλῳ 99 πόλιν τάνδε κόμιζε Δὶ καὶ κρέοντι σὺν Αἰακῷ 100 Πηλεῖ τε κἀγαθῷ Τελαμῶνι σύν τʼ Ἀχιλλεῖ. === poem 9 === 1 ἐθέλω χαλκάσπιδα Πυθιονίκαν 2 σὺν βαθυζώνοισιν ἀγγέλλων 3 Τελεσικράτη Χαρίτεσσι γεγωνεῖν, 4 ὄλβιον ἄνδρα, διωξίππου στεφάνωμα Κυράνας· 5 τὰν ὁ χαιτάεις ἀνεμοσφαράγων ἐκ Παλίου κόλπων ποτὲ Λατοΐδας 6 ἅρπασʼ, ἔνεικέ τε χρυσέῳ παρθένον ἀγροτέραν δίφρῳ, τόθι νιν πολυμήλου 7 καὶ πολυκαρποτάτας θῆκε δέσποιναν χθονὸς 8 ῥίζαν ἀπείρου τρίταν εὐήρατον θάλλοισαν οἰκεῖν. 9 ὑπέδεκτο δʼ ἀργυρόπεζʼ Ἀφροδίτα 10 Δάλιον ξεῖνον θεοδμάτων 11 ὀχέων, ἐφαπτομένα χερὶ κούφᾳ. 12 καί σφιν ἐπὶ γλυκεραῖς εὐναῖς ἐρατὰν βάλεν αἰδῶ, 13 ξυνὸν ἁρμόζοισα θεῷ τε γάμον μιχθέντα κούρᾳ θʼ Ὑψέος εὐρυβία· 14 ὃς Λαπιθᾶν ὑπερόπλων τουτάκις ἦν βασιλεύς, ἐξ Ὠκεανοῦ γένος ἥρως 15 δεύτερος· ὅν ποτε Πίνδου κλεενναῖς ἐν πτυχαῖς 16 Ναῒς εὐφρανθεῖσα Πηνειοῦ λέχει Κρείοισʼ ἔτικτεν, 17 Γαίας θυγάτηρ. ὁ δὲ τὰν εὐώλενον 18 θρέψατο παῖδα Κυράναν· ἁ μὲν οὔθʼ ἱστῶν παλιμβάμους ἐφίλησεν ὁδούς, 19 οὔτε δείπνων οἰκοριᾶν μεθʼ ἑταιρᾶν τέρψιας, 20 ἀλλʼ ἀκόντεσσίν τε χαλκέοις 21 φασγάνῳ τε μαρναμένα κεράϊζεν ἀγρίους 22 θῆρας, ἦ πολλάν τε καὶ ἡσύχιον 23 βουσὶν εἰρήναν παρέχοισα πατρῴαις, τὸν δὲ σύγκοιτον γλυκὺν 24 παῦρον ἐπὶ γλεφάροις 25 ὕπνον ἀναλίσκοισα ῥέποντα πρὸς ἀῶ. 26 κίχε νιν λέοντί ποτʼ εὐρυφαρέτρας 27 ὀμβρίμῳ μούναν παλαίοισαν 28 ἄτερ ἐγχέων ἑκάεργος Ἀπόλλων. 29 αὐτίκα δʼ ἐκ μεγάρων Χείρωνα προσέννεπε φωνᾷ. 30 σεμνὸν ἄντρον, Φιλλυρίδα, προλιπὼν θυμὸν γυναικὸς καὶ μεγάλαν δύνασιν 31 θαύμασον, οἷον ἀταρβεῖ νεῖκος ἄγει κεφαλᾷ, μόχθου καθύπερθε νεᾶνις 32 ἦτορ ἔχοισα· φόβῳ δʼ οὐ κεχείμανται φρένες. 33 τίς νιν ἀνθρώπων τέκεν; ποίας δʼ ἀποσπασθεῖσα φύτλας 34 ὀρέων κευθμῶνας ἔχει σκιοέντων, 35 γεύεται δʼ ἀλκᾶς ἀπειράντου; 36 ὁσία κλυτὰν χέρα οἱ προσενεγκεῖν, 37 ἦ ῥα; καὶ ἐκ λεχέων κεῖραι μελιηδέα ποίαν; 38 τὸν δὲ Κένταυρος ζαμενής, ἀγανᾷ χλαρὸν γελάσσαις ὀφρύϊ, μῆτιν ἑὰν 39 εὐθὺς ἀμείβετο· κρυπταὶ κλαΐδες ἐντὶ σοφᾶς Πειθοῦς ἱερᾶν φιλοτάτων, 40 Φοῖβε, καὶ ἔν τε θεοῖς τοῦτο κἀνθρώποις ὁμῶς 41 αἰδέοντʼ, ἀμφανδὸν ἁδείας τυχεῖν τὸ πρῶτον εὐνᾶς. 42 καὶ γὰρ σέ, τὸν οὐ θεμιτὸν ψεύδει θιγεῖν, 43 ἔτραπε μείλιχος ὀργὰ παρφάμεν τοῦτον λόγον. κούρας δʼ ὁπόθεν γενεὰν 44 ἐξερωτᾷς, ὦ ἄνα; κύριον ὃς πάντων τέλος 45 οἶσθα καὶ πάσας κελεύθους· 46 ὅσσα τε χθὼν ἠρινὰ φύλλʼ ἀναπέμπει, χὠπόσαι 47 ἐν θαλάσσᾳ καὶ ποταμοῖς ψάμαθοι 48 κύμασιν ῥιπαῖς τʼ ἀνέμων κλονέονται, χὤ τι μέλλει, χὠπόθεν 49 ἔσσεται, εὖ καθορᾷς. 50 εἰ δὲ χρὴ καὶ πὰρ σοφὸν ἀντιφερίξαι, 51 ἐρέω. ταύτᾳ πόσις ἵκεο βᾶσσαν 52 τάνδε, καὶ μέλλεις ὑπὲρ πόντου 53 Διὸς ἔξοχον ποτὶ κᾶπον ἐνεῖκαι· 54 ἔνθα νιν ἀρχέπολιν θήσεις, ἐπὶ λαὸν ἀγείραις 55 νασιώταν ὄχθον ἐς ἀμφίπεδον· νῦν δʼ εὐρυλείμων πότνιά σοι Λιβύα 56 δέξεται εὐκλέα νύμφαν δώμασιν ἐν χρυσέοις πρόφρων· ἵνα οἱ χθονὸς αἶσαν 57 αὐτίκα συντελέθειν ἔννομον δωρήσεται, 58 οὔτε παγκάρπων φυτῶν νήποινον, οὔτʼ ἀγνῶτα θηρῶν. 59 τόθι παῖδα τέξεται, ὃν κλυτὸς Ἑρμᾶς 60 εὐθρόνοις Ὥραισι καὶ Γαίᾳ 61 ἀνελὼν φίλας ὑπὸ ματέρος οἴσει. 62 ταὶ δʼ ἐπιγουνίδιον θαησάμενοι βρέφος αὐταῖς, 63 νέκταρ ἐν χείλεσσι καὶ ἀμβροσίαν στάξοισι, θήσονταί τέ νιν ἀθάνατον 64 Ζῆνα καὶ ἁγνὸν Ἀπόλλωνʼ, ἀνδράσι χάρμα φίλοις ἄγχιστον, ὀπάονα μήλων, 65 Ἀγρέα καὶ Νόμιον, τοῖς δʼ Ἀρισταῖον καλεῖν. 66 ὣς ἄρʼ εἰπὼν ἔντυεν τερπνὰν γάμου κραίνειν τελευτάν. 67 ὠκεῖα δʼ ἐπειγομένων ἤδη θεῶν 68 πρᾶξις ὁδοί τε βραχεῖαι. κεῖνο κεῖνʼ ἆμαρ διαίτασεν· θαλάμῳ δὲ μίγεν 69 ἐν πολυχρύσῳ Λιβύας· ἵνα καλλίσταν πόλιν 70 ἀμφέπει κλεινάν τʼ ἀέθλοις. 71 καί νυν ἐν Πυθῶνί νιν ἀγαθέᾳ Καρνειάδα 72 υἱὸς εὐθαλεῖ συνέμιξε τύχᾳ· 73 ἔνθα νικάσαις ἀνέφανε Κυράναν, ἅ νιν εὔφρων δέξεται, 74 καλλιγύναικι πάτρᾳ 75 δόξαν ἱμερτὰν ἀγαγόντʼ ἀπὸ Δελφῶν. 76 ἀρεταὶ δʼ αἰεὶ μεγάλαι πολύμυθοι· 77 βαιὰ δʼ ἐν μακροῖσι ποικίλλειν, 78 ἀκοὰ σοφοῖς· ὁ δὲ καιρὸς ὁμοίως 79 παντὸς ἔχει κορυφάν. ἔγνον ποτὲ καὶ Ἰόλαον 80 οὐκ ἀτιμάσαντά νιν ἑπτάπυλοι Θῆβαι· τόν, Εὐρυσθῆος ἐπεὶ κεφαλὰν 81 ἔπραθε φασγάνου ἀκμᾷ, κρύψαν ἔνερθʼ ὑπὸ γᾶν διφρηλάτα Ἀμφιτρύωνος 82 σάματι, πατροπάτωρ ἔνθα οἱ Σπαρτῶν ξένος 83 κεῖτο, λευκίπποισι Καδμείων μετοικήσαις ἀγυιαῖς. 84 τέκε οἷ καὶ Ζηνὶ μιγεῖσα δαΐφρων 85 ἐν μόναις ὠδῖσιν Ἀλκμήνα 86 διδύμων κρατησίμαχον σθένος υἱῶν. 87 κωφὸς ἀνήρ τις, ὃς Ἡρακλεῖ στόμα μὴ παραβάλλει, 88 μηδὲ Διρκαίων ὑδάτων ἀὲ μέμναται, τά νιν θρέψαντο καὶ Ἰφικλέα· 89 τοῖσι τέλειον ἐπʼ εὐχᾷ κωμάσομαί τι παθὼν ἐσλόν· Χαρίτων κελαδεννᾶν 90 μή με λίποι καθαρὸν φέγγος. Αἰγίνᾳ τε γὰρ 91 φαμὶ Νίσου τʼ ἐν λόφῳ τρὶς δὴ πόλιν τάνδʼ εὐκλεΐξαι, 92 σιγαλὸν ἀμαχανίαν ἔργῳ φυγών· 93 οὕνεκεν, εἰ φίλος ἀστῶν, εἴ τις ἀντάεις, τό γʼ ἐν ξυνῷ πεποναμένον εὖ 94 μὴ λόγον βλάπτων ἁλίοιο γέροντος κρυπτέτω. 95 κεῖνος αἰνεῖν καὶ τὸν ἐχθρὸν 96 παντὶ θυμῷ σύν γε δίκᾳ καλὰ ῥέζοντʼ ἔννεπεν. 97 πλεῖστα νικάσαντά σε καὶ τελεταῖς 98 ὡρίαις ἐν Παλλάδος εἶδον ἄφωνοί θʼ ὡς ἕκασται φίλτατον 99 παρθενικαὶ πόσιν ἢ 100 υἱὸν εὔχοντʼ, ὦ Τελεσίκρατες, ἔμμεν, 101 ἐν Ὀλυμπίοισί τε καὶ βαθυκόλπου 102 Γᾶς ἀέθλοις ἔν τε καὶ πᾶσιν 103 ἐπιχωρίοις. ἐμὲ δʼ ὦν τις ἀοιδᾶν 104 δίψαν ἀκειόμενον πράσσει χρέος αὖτις ἐγεῖραι 105 καὶ παλαιὰν δόξαν ἑῶν προγόνων· οἷοι Λιβύσσας ἀμφὶ γυναικὸς ἔβαν 106 Ἴρασα πρὸς πόλιν, Ἀνταίου μετὰ καλλίκομον μναστῆρες ἀγακλέα κούραν· 107 τὰν μάλα πολλοὶ ἀριστῆες ἀνδρῶν αἴτεον 108 σύγγονοι, πολλοὶ δὲ καὶ ξείνων. ἐπεὶ θαητὸν εἶδος 109 ἔπλετο· χρυσοστεφάνου δέ οἱ Ἥβας 110 καρπὸν ἀνθήσαντʼ ἀποδρέψαι 111 ἔθελον. πατὴρ δὲ θυγατρὶ φυτεύων 112 κλεινότερον γάμον, ἄκουσεν Δαναόν ποτʼ ἐν Ἄργει 113 οἷον εὗρεν τεσσαράκοντα καὶ ὀκτὼ παρθένοισι, πρὶν μέσον ἆμαρ ἑλεῖν, 114 ὠκύτατον γάμον. ἔστασεν γὰρ ἅπαντα χορὸν ἐν τέρμασιν αὐτίκʼ ἀγῶνος· 115 σὺν δʼ ἀέθλοις ἐκέλευσεν διακρῖναι ποδῶν, 116 ἅντινα σχήσοι τις ἡρώων, ὅσοι γαμβροί σφιν ἦλθον. 117 οὕτω δʼ ἐδίδου Λίβυς ἁρμόζων κόρᾳ 118 νυμφίον ἄνδρα· ποτὶ γραμμᾷ μὲν αὐτὰν στᾶσε κοσμήσαις τέλος ἔμμεν ἄκρον, 119 εἶπε δʼ ἐν μέσσοις ἀπάγεσθαι, ὃς ἂν πρῶτος θορὼν 120 ἀμφί οἱ ψαύσειε πέπλοις. 121 ἔνθʼ Ἀλεξίδαμος, ἐπεὶ φύγε λαιψηρὸν δρόμον, 122 παρθένον κεδνὰν χερὶ χειρὸς ἑλὼν 123 ἆγεν ἱππευτᾶν Νομάδων διʼ ὅμιλον. πολλὰ μὲν κεῖνοι δίκον 124 φύλλʼ ἔπι καὶ στεφάνους· 125 πολλὰ δὲ πρόσθεν πτερὰ δέξατο νικᾶν. === poem 10 === 1 ὄλβια Λακεδαίμων, 2 μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸς 3 ἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει. 4 τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύει 5 Ἀλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντες 6 ἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα. 7 γεύεται γὰρ ἀέθλων· 8 στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸς 9 διαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν. 10 Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται· 11 ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν· 12 τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸς 13 Ὀλυμπιονίκα δὶς ἐν πολεμαδόκοις 14 Ἄρεος ὅπλοις· 15 ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼν 16 πέτραν κρατησίποδα Φρικίαν. 17 ἕσποιτο μοῖρα καὶ ὑστέραισιν 18 ἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν· 19 τῶν δʼ ἐν Ἑλλάδι τερπνῶν 20 λαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶν 21 μετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴη 22 ἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς, 23 ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαις 24 τὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει, 25 καὶ ζώων ἔτι νεαρὸν 26 κατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων. 27 ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ. 28 ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατον 29 πλόον. ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροις 30 ἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν. 31 παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας, 32 δώματʼ ἐσελθών, 33 κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷ 34 ῥέζοντας· ὧν θαλίαις ἔμπεδον 35 εὐφαμίαις τε μάλιστʼ Ἀπόλλων 36 χαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων. 37 Μοῖσα δʼ οὐκ ἀποδαμεῖ 38 τρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένων 39 λυρᾶν τε βοαὶ καναχαί τʼ αὐλῶν δονέονται· 40 δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως. 41 νόσοι δʼ οὔτε γῆρας οὐλόμενον κέκραται 42 ἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτερ 43 οἰκέοισι φυγόντες 44 ὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳ 45 μόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δʼ Ἀθάνα, 46 ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάρα 47 δρακόντων φόβαισιν ἤλυθε νασιώταις 48 λίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαι 49 θεῶν τελεσάντων οὐδέν ποτε φαίνεται 50 ἔμμεν ἄπιστον. 51 κώπαν σχάσον, ταχὺ δʼ ἄγκυραν ἔρεισον χθονὶ 52 πρῴραθε, χοιράδος ἄλκαρ πέτρας. 53 ἐγκωμίων γὰρ ἄωτος ὕμνων 54 ἐπʼ ἄλλοτʼ ἄλλον ὥτε μέλισσα θύνει λόγον. 55 ἔλπομαι δʼ Ἐφυραίων 56 ὄπʼ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰν 57 τὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖς 58 ἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις, 59 νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρ 60 ἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας· 61 τῶν δʼ ἕκαστος ὀρούει, 62 τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός· 63 τὰ δʼ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι. 64 πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριν 65 τόδʼ ἔζευξεν ἅρμα Πιερίδων τετράορον, 66 φιλέων φιλέοντʼ, ἄγων ἄγοντα προφρόνως. 67 πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπει 68 καὶ νόος ὀρθός. 69 ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτι 70 ὑψοῦ φέροντι νόμον Θεσσαλῶν 71 αὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνται 72 πατρώϊαι κεδναὶ πολίων κυβερνάσιες. === poem 11 === 1 Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις, 2 Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων, 3 ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳ 4 ματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδων 5 θησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας, 6 Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον, 7 ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδων 8 στρατὸν ὁμαγερέα καλεῖ συνίμεν, 9 ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκαν 10 γᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ, 11 ἑπταπύλοισι Θήβαις 12 χάριν ἀγῶνί τε Κίρρας, 13 ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαν 14 τρίτον ἐπὶ στέφανον πατρῴαν βαλών, 15 ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδα 16 νικῶν ξένου Λάκωνος Ὀρέστα. 17 τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστρας 18 χειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος, 19 ὁπότε Δαρδανίδα κόραν Πριάμου 20 Κασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳ 21 ψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιον 22 νηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳ 23 σφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον; 24 ἢ ἑτέρῳ λέχεϊ δαμαζομέναν 25 ἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοις 26 ἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανον 27 ἀλλοτρίαισι γλώσσαις· 28 κακολόγοι δὲ πολῖται. 29 ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον· 30 ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει. 31 θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδας 32 ἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις, 33 μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντων 34 Τρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένον 35 Στρόφιον ἐξίκετο, νέα κεφαλά, 36 Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρει 37 πέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς. 38 ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην, 39 ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόου 40 ἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν; 41 Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχειν 42 φωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμεν 43 ἢ πατρὶ Πυθονίκῳ 44 τό γέ νυν ἢ Θρασυδαίῳ· 45 τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει. 46 τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι, 47 Ὀλυμπίᾳ ἀγώνων πολυφάτων 48 ἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις· 49 Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξαν 50 Ἑλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν, 51 δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ. 52 τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳ 53 ὄλβῳ τεθαλότα, μέμφομʼ αἶσαν τυραννίδων· 54 ξυναῖσι δʼ ἀμφʼ ἀρεταῖς τέταμαι. φθονεροὶ δʼ ἀμύνονται 55 ἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβριν 56 ἀπέφυγεν· μέλανος ἂν ἐσχατιὰν 57 καλλίονα θανάτου στείχοι , γλυκυτάτᾳ γενεᾷ 58 εὐώνυμον κτεάνων κρατίσταν χάριν πορών. 59 ἅ τε τὸν Ἰφικλείδαν 60 διαφέρει Ἰόλαον 61 ὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν, 62 σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν, 63 τὸ μὲν παρʼ ἆμαρ ἕδραισι Θεράπνας, 64 τὸ δʼ οἰκέοντας ἔνδον Ὀλύμπου. === poem 12 === 1 αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων, 2 Φερσεφόνας ἕδος, ἅ τʼ ὄχθαις ἔπι μηλοβότου 3 ναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα, 4 ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳ 5 δέξαι στεφάνωμα τόδʼ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ, 6 αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτε 7 Παλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνων 8 οὔλιον θρῆνον διαπλέξαισʼ Ἀθάνα· 9 τὸν παρθενίοις ὑπό τʼ ἀπλάτοις ὀφίων κεφαλαῖς 10 ἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ, 11 Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος, 12 εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων. 13 ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος, 14 λυγρόν τʼ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τʼ ἔμπεδον 15 δουλοσύναν τό τʼ ἀναγκαῖον λέχος, 16 εὐπαράου κρᾶτα συλάσαις Μεδοίσας 17 υἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτου 18 ἔμμεναι. ἀλλʼ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνων 19 ἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος, 20 ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύων 21 χριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον. 22 εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν, 23 ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον, 24 εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων, 25 λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων, 26 τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων. 27 Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες. 28 εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτου 29 οὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερον 30 δαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνος 31 οὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼν 32 ἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.