De_vita_contemplativa 1 Ἐσσαίων πέρι διαλεχθείς, οἳ τὸν πρακτικὸν ἐζήλωσαν καὶ διεπόνησαν βίον ἐν ἅπασιν ἢ — τὸ γοῦν φορητότερον εἰπεῖν — τοῖς πλείστοις μέρεσι διενεγκόντες, αὐτίκα καὶ περὶ τῶν θεωρίαν ἀσπασαμένων ἀκολουθίᾳ τῆς πραγματείας ἑπόμενος τὰ προσήκοντα λέξω, μηδὲν οἴκοθεν ἕνεκα τοῦ βελτιῶσαι προστιθείς, ὃ δρᾶν ἔθος ἐν σπάνει καλῶν ἐπιτηδευμάτων ἅπασι τοῖς ποιηταῖς καὶ λογογράφοις, ἀλλ’ ἀτεχνῶς αὐτῆς περιεχόμενος τῆς ἀληθείας, πρὸς ἣν οἶδ’ ὅτι καὶ ὁ δεινότατος εἰπεῖν ἀπαγορεύσει. διαθλητέον δὲ ὅμως καὶ διαγωνιστέον· οὐ γὰρ δεῖ τὸ μέγεθος τῆς τῶν ἀνδρῶν ἀρετῆς αἴτιον ἀφωνίας γενέσθαι τοῖς μηδὲν καλὸν ἡσυχάζεσθαι δικαιοῦσιν. De_vita_contemplativa 2 ἡ δὲ προαίρεσις τῶν φιλοσόφων εὐθὺς ἐμφαίνεται διὰ τῆς προσρήσεως· θεραπευταὶ γὰρ καὶ θεραπευτρίδες Tit. Φίλωνος ἱκέται ἣ περὶ ἀρετῶν δ’ C, φίλωνος περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ’ MG, τοῦ αὐτοῦ περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν τὸ δ΄ F, Φίλωνος ἰουδαίου περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῆς τὸ τέταρτον Α, περὶ βίου θεωρητικοῦ ἢ ἱκετῶν ἀρετῶν HP (v), περὶ βίου θεωρητικοῦ Arm 1 διαλεχθείς] disputaturus Lat 2 τὸ γοῦν φορητότερον εἰπεῖν] ne mediocrius adseram Lat φορητότερον] ἀφορητότερον CHP Αrm (Conyb.), εὐφορητότερον mg C (Turn.) 3 διενεγκόντων Α 4 τῆς] τῆ F 5 ἐν om. Mang. 6 τοῖς om. Arm 8 δὲ ὅμως] δ’ ὁμοίως Α, οὖν F in ras. 11 διὰ] ἀπὸ A θεραπευτρίδαις P, θεραπευτίδες Α 11 sqq. Euseb. Hist. eccl. II 17, 3 πρῶτόν γέ τοι τὸ μηθὲν πέρα τῆς ἀληθείας οἴκοθεν καὶ ἐξ ἑαυτοῦ προσθήσειν (l. 5), οἷς ἱστορήσειν ἔμελλεν, ἀπισχυρισάμενος (scil. Φίλων) ἐν ᾧ ἐπέγραψεν λόγῳ Περὶ βίου θεωρητικοῦ ἡ ἱκετῶν, θεραπευτὰς αὐτοὺς καὶ τὰς σὺν αὐτοῖς γυναῖκας θεραπευτρίδας ἀποκαλεῖσθαί φησιν, τἀς αἰτίας ἐπειπὼν τῆς τοιάσδε προσρήσεως, ἤτοι παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς τῶν ἀπό κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας ἀκεῖσθαι καὶ θεραπεύειν ἡ τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας τε καὶ θρησκείας ἕνεκα. ἐτύμως καλοῦνται, ἤτοι παρόσον ἰατρικὴν ἐπαγγέλλονται κρείσσονα τῆς κατὰ πόλεις — ἡ μὲν γὰρ σώματα θεραπεύει μόνον, ἐκείνη δὲ καὶ ψυχὰς νόσοις κεκρατημένας χαλεπαῖς τε καὶ δυσιάτοις, ἃς ἐγκατέσκηψαν ἡδοναὶ καὶ ἐπιθυμίαι καὶ λῦπαι καὶ φόβοι πλεονεξίαι τε καὶ ἀφροσύναι καὶ ἀδικίαι καὶ τὸ τῶν ἄλλων παθῶν καὶ κακιῶν ἀνήνυτον πλῆθος — ἢ παρόσον ἐκ φύσεως καὶ τῶν ἱερῶν νόμων ἐπαιδεύθησαν θεραπεύειν τὸ ὄν, ὃ καὶ ἀγαθοῦ κρεῖττόν ἐστι καὶ ἑνὸς εἰλικρινέστερον καὶ μονάδος ἀρχεγονώτερον. οἷς τίνας συγκρίνειν ἄξιον τῶν ἐπαγγελλομένων εὐσέβειαν; De_vita_contemplativa 3 ἆρά γε τοὺς τὰ στοιχεῖα τιμῶντας, γῆν, ὕδωρ, ἀέρα, πῦρ; οἷς καὶ ἐπωνυμίας ἔθεντο ἑτέρας ἕτεροι, τὸ μὲν πῦρ Ἥφαιστον παρὰ τὴν ἔξαψιν, οἶμαι, καλοῦντες, Ἥραν δὲ τὸν ἀέρα παρὰ τὸ αἴρεσθαι καὶ μετεωρίζεσθαι πρὸς ὕψος, τὸ δὲ ὕδωρ Ποσειδῶνα τάχα που διὰ τὸ ποτόν, τὴν δὲ γῆν Δήμητραν, παρόσον μήτηρ εἶναι δοκεῖ πάντων φυτῶν τε καὶ ζῴων. De_vita_contemplativa 4 ἀλλὰ τὰ μὲν ὀνόματα σοφιστῶν ἐστιν εὑρήματα, τὰ δὲ στοιχεῖα ἄψυχος ὕλη καὶ ἐξ ἑαυτῆς ἀκίνητος, ὑποβεβλημένη τῷ τεχνίτῃ πρὸς ἁπάσας σχημάτων καὶ ποιοτήτων ἰδέας. De_vita_contemplativa 5 ἀλλὰ τοὺς τὰ ἀποτελέσματα, ἥλιον, σελήνην ἢ τοὺς ἄλλους ἀστέρας πλάνητας ἢ ἀπλανεῖς ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον; ἀλλὰ καὶ ταῦτα οὐκ ἐξ ἑαυτῶν γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ τελειοτάτου τὴν ἐπιστήμην. ἀλλὰ τοὺς ἡμιθέους; De_vita_contemplativa 6 ἦ τοῦτό γε καὶ χλεύης ἄξιον· πῶς γὰρ ἂν ὁ αὐτὸς ἀθάνατός τε καὶ θνητὸς εἴη; δίχα τοῦ καὶ τὴν ἀρχὴν τῆς τούτων γενέσεως ἐπίληπτον εἶναι, μειρακιώδους ἀκρασίας ἀνάπλεων, ἣν τολμῶσιν οὐκ εὐαγῶς 1 κρείττονα Α 2 ἐκείνη δὲ] ἡ δέ M 3 τε om. CF (v) ἅς] αἷς C 3. 4 ἐγκατέσκηψαν scripsi (coni. etiam Wendl.): κατέσκηψαν codd. (v) ; cf. quod det. pot. insid. sol. § 178 4 ἡδοναί τε καὶ Mang. καὶ ante λῦπαι om. HP (Turn.) 5 ἀνήνυτον] ἀνηκέστων A 7 τὸ ὂν ὄντως Arm ἐστὶν C 8 οἷς τίνας] οὓς τίνι vel οὗς τίσιν Arm τινάς ΜΑ 9 ἄρα] οὐκ ἄρα CMAP τολμῶντας Α (τιμ ss. man. rec.) 10 ἕτεροι] ἕτερος A μέν τὸ πῦρ transp. 12 διὰ τό ποτὸν εἶναι Arm 13 δήμητρα G πάντων δοκεῖ εἶναι Arm ζώων τε καὶ φυτῶν Arm 14 ἐστιν om. G εὑρέματα Α 15 αὑτῆς Α ὑποβεβλημένα (sed a in ras.) F 16 τοὺς] τὰς F 17 πλανήτας ἀστέρας transp. Α πλάνητας MH1P: πλανήτας ceteri (v) ἢ ante τὸν om. Turn. 18 καὶ post ἀλλὰ om. M γεγόνασιν corr. ex γέγονας F 19 ὑπό] ἀπό M 20 71 τοῦτο Arm: ἢ τοῦτο codd. (Turn.) ; ἦ om. Mang. ἂν om. F 21 δίχα καὶ τοῦ MGHP ἀνεπίληπτον F 22 ἀκρασίας] ἀκοῆς M, διανοίας HP ἀνάπλεων om. in lac. M εὐαγῶς] εὐλόγως Α 10 sqq. cf. Diod. Sic. I 12. Plut. de Is. et Osir. 32 p. 363 d. Cornut. Theol. c. 3. 4. 19. 28. 16 sq. cf. Diod. I 11. Diog. La. I 10. προσάπτειν ταῖς μακαρίαις καὶ θείαις δυνάμεσιν, εἰ γυναιξὶ θνηταῖς ἐπιμανέντες ὡμίλησαν οἱ παντὸς πάθους ἀμέτοχοι καὶ τρισευδαίμονες. De_vita_contemplativa 7 ἀλλὰ τοὺς τὰ ξόανα καὶ ἀγάλματα; ὧν αἱ οὐσίαι λίθοι καὶ ξύλα, τὰ μέχρι πρὸ μικροῦ τελείως ἄμορφα, λιθοτόμων καὶ δρυοτόμων τῆς συμφυΐας αὐτὰ διακοψάντων, ὧν τὰ ἀδελφὰ μέρη καὶ συγγενῆ λουτροφόροι γεγόνασι καὶ ποδόνιπτρα καὶ ἄλλα ἄττα τῶν ἀτιμοτέρων, ἃ πρὸς τὰς ἐν σκότῳ χρείας ὑπηρετεῖ μᾶλλον ἢ τὰς ἐν φωτί. De_vita_contemplativa 8 τῶν μὲν γὰρ παρ’ Αἰγυπτίοις οὐδὲ μεμνῆσθαι καλόν, οἳ ζῷα ἄλογα καὶ οὐχ ἥμερα μόνον ἀλλὰ καὶ θηρίων τὰ ἀγριώτατα παραγηόχασιν εἰς θεῶν τιμὰς ἐξ ἑκάστου τῶν κάτω σελήνης, χερσαίων μὲν λέοντα, ἐνύδρων δὲ τὸν ἐγχώριον κροκόδειλον, ἀεροπόρων δὲ ἴκτινον καὶ τὴν Αἰγυπτίαν ἶβιν. De_vita_contemplativa 9 καὶ ταῦτα ὁρῶντες γεννώμενα καὶ τροφῆς χρείαν ἔχοντα καὶ περὶ ἐδωδὴν ἄπληστα καὶ μεστὰ περιττωμάτων ἰοβόλα τε καὶ ἀνθρωποβόρα καὶ νόσοις ἁλωτὰ παντοίαις καὶ οὐ μόνον θανάτῳ τῷ κατὰ φύσιν ἀλλὰ καὶ βιαίῳ πολλάκις διαφθειρόμενα προσκυνοῦσιν, οἱ ἥμεροι τὰ ἀνήμερα καὶ ἀτίθασα καὶ οἱ λογικοὶ τὰ ἄλογα καὶ οἱ συγγένειαν ἔχοντες πρὸς τὸ θεῖον τὰ μηδ’ ἂν Θερσίτῃσι συγκριθέντα, οἱ ἄρχοντες καὶ δεσπόται τὰ ὑπήκοα φύσει καὶ δοῦλα. De_vita_contemplativa 10 Ἀλλ’ οὗτοι μέν, ἐπειδήπερ οὐ τοὺς ὁμοφύλους μόνον ἀλλὰ καὶ τοὺς πλησιάζοντας ἀναπιμπλᾶσι φλυαρίας, ἀθεράπευτοι διατελείτωσαν ὄψιν, τὴν ἀναγκαιοτάτην τῶν αἰσθήσεων, πεπηρωμένοι· λέγω δὲ οὐ τὴν σώματος, ἀλλὰ τὴν ψυχῆς, ᾗ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος μόνῃ γνωρίζεται. 1 εἰ corr. in αἳ Η2, οἳ L γυναιξὶν C 2 οἱ ἀμέτοχοι παντὸς πάθους Arm εὑ τρισδαίμονες Α (ευ ss. man. rec.) 3 τοὺς om. CMHP1 Lat post ἀγάλματα add. σέβοντας Α (Mang.) 4 τελέως Α δρυτόμων CA (Mang.) 6 ποδόνιπτα Α ἄλλ’ ἅττα Α 7 ὑπερτερεῖ F ἢ πρὸς τὰς MG 8 ἄλογα ζῷα Arm Lat (Conyb.) ; cf. de decal. § 76 καὶ ante θηρίων om. C 9 παραγειόχασιν C, παραγνώκασιν (ωκ ex οχ corr.) Η ante ἐξ add. καὶ τῶν κατά σελήνην F 10 μὲν om. C κροκώδειλον C1 ἀεροπόρον H 11 ἰκτῆνον F, ἰκτῖνα GA ἴβιν codd. (v) 12 μετὰ περιττωμάτων F, περιττωμάτων μεστὰ HP (v) 13 ἰοβόλα] ἐπίβουλα coni. Mang. μόνω CM 14 τῴ om. F βιαίῳ CA Arm: βιαίως ceteri (Turn.) 15 ἀνήμερα καὶ om. C ἀτίθασσα CMA (v) 16 θερσίτησι C1 Arm: θηρσί τισι ceteri (v), monstris Lat 17 καὶ δοῦλα φύσει Arm, καὶ δοῦλα om. H 19 πλησιάζοντας αὑτοῖς Conybeare ex Arm Lat φλυαρίας om. Α ἀθεράπευτοι M Arm Lat: αὐτοὶ ἀθεράπευτοι FGHP (v), αὐτῆς, ἀθεράπευτοι CA διαλειπέτωσαν F 20. 21 τὴν τοῦ σώματος M (Mang.), τοῦ σώματος P 21 τὴν τῆς ψυχῆς M (Mang.), τῆς ψυχῆς FP τὸ ante ψεῦδος om. v μόνῃ om. M Arm (Conyb.) 7 sqq. Aristid. Apolog. p. 107 ed. Harris (Texts and Studies I) Αἰγύπτιοι δέ . . . ἔτι καὶ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι χερσαῖά τε καὶ ἔνυδρα καὶ τὰ φυτά καὶ βλαστά. De_vita_contemplativa 11 τὸ δὲ θεραπευτικὸν γένος βλέπειν ἀεὶ προδιδασκόμενον τῆς τοῦ ὄντος θέας ἐφιέσθω καὶ τὸν αἰσθητὸν ἥλιον ὑπερβαινέτω καὶ μηδέποτε τὴν τάξιν ταύτην λειπέτω πρὸς τελείαν ἄγουσαν εὐδαιμονίαν. De_vita_contemplativa 12 οἱ δὲ ἐπὶ θεραπείαν ἰόντες οὔτε ἐξ ἔθους οὔτε ἐκ παραινέσεως ἢ παρακλήσεώς τινων, ἀλλ’ ὑπ’ ἔρωτος ἁρπασθέντες οὐρανίου, καθάπερ οἱ βακχευόμενοι καὶ κορυβαντιῶντες ἐνθουσιάζουσι, μέχρις ἂν τὸ ποθούμενον ἴδωσιν. De_vita_contemplativa 13 εἶτα διὰ τὸν τῆς ἀθανάτου καὶ μακαρίας ζωῆς ἵμερον τετελευτηκέναι νομίζοντες ἤδη τὸν θνητὸν βίον ἀπολείπουσι τὰς οὐσίας υἱοῖς ἢ θυγατράσιν εἴτε καὶ ἄλλοις συγγενέσιν, ἑκουσίῳ γνώμῃ προκληρονομούμενοι, οἷς δὲ μὴ συγγενεῖς εἰσιν, ἑταίροις καὶ φίλοις· ἔδει γὰρ τοὺς τὸν βλέποντα πλοῦτον ἐξ ἑτοίμου λαβόντας τὸν τυφλὸν παραχωρῆσαι τοῖς ἔτι τὰς διανοίας τυφλώττουσιν. De_vita_contemplativa 14 Ἀναξαγόραν καὶ Δημόκριτον Ἕλληνες ᾄδουσιν, ὅτι φιλοσοφίας ἱμέρῳ πληχθέντες μηλοβότους εἴασαν γενέσθαι τὰς οὐσίας· ἄγαμαι τοὺς ἄνδρας καὶ αὐτὸς γενομένους χρημάτων κρείττονας. ἀλλὰ πόσῳ βελτίονες οἱ μὴ θρέμμασιν ἐμβόσκεσθαι τὰς κτήσεις ἀνέντες, ἀλλὰ τὰς ἀνθρώπων ἐνδείας, συγγενῶν ἢ φίλων, ἐπανορθωσάμενοι καὶ ἐξ ἀπόρων εὐπόρους ἀποφήναντες; ἐκεῖνο μὲν γὰρ ἀπερίσκεπτον — ἵνα μὴ μανιῶδες ἐπ’ ἀνδρῶν, οὓς ἡ Ἑλλὰς ἐθαύμασεν, εἴπω τὸ ἔργον —, τοῦτο δὲ νηφάλιον καὶ μετὰ φρονήσεως ἠκριβωμένον περιττῆς. De_vita_contemplativa 15 οἱ πολέμιοι 1 τό θεραπευτικὸν δὲ Η προδιδασκόμενον Conybeare (p. 200): προσδιδασκόμενον codd. (v) 2 ἀφιέσθω M αἰσθητὸν] νοητὸν Arm 3 δ’ AH 4 οὔτ’ (bis) FA οὔτε ἐκ] ἢ C παραινέσεως ἢ παρακλήσεως CFGA Lat: παρακλήσεως ἢ παραινέσεων M (Mang.), παραινέσεως ἢ om. HP (Turn.), ἢ παρακλήσεως om. Arm 5 ἀναρπασθέντες Α 6 μέχρι C 7 καὶ μακαρίας om. Arm ἵμερον ex ἥμερον corr. F2 8 ἤδη om. Arm 8. 9 οἱοῖς—ἄλλοις om. Arm 9 προκληρονομούμενοι Arm, praehereditati Lat: προσκληρονομούμενοι codd. (v) ῶν ῶν 10 μὴ] μηδὲ Α 11 τὸν τυφλόν M 12 Ἕλληνες om. M 13 ἱμέρω φιλοσοφίας transp. Α πλησθέντες Α μηλοβότας Α 14 αὐτὸς MA Arm (Mang. Conyb.): αὐτοὺς ceteri Lat γινομένους Α κρείττους C (v) 15 βελτίονες] κρείττονες HP 16 ἀνθρώπων] ἀνθρωπίνας M 17 μὴ] μὴ μόνον HP (v) 18 ἡ ἑλλὰς οὓς transp. Α ἡ om. F 19 νηφάλιόν τε καὶ M μετὰ om. M περιττῆς] περὶ(??) ἧς C, περὶ ἧς G, γρ. περὶ ἧς P, περιττῆς. περὶ ἧς M 8 Euseb. Hist. eccl. II 17, 5 ὅμως δ’ οὖν ἐν πρώτοις τὴν ἀπόταξιν αὐτοῖς τῆς οὐσίας μαρτυρεῖ, φάσκων ἀρχομένους φιλοσοφεῖν ἐξίστασθαι τοῖς προσήκουσι τῶν ὑπαρχόντων. 12 cf. Philo de provid. II § 12. 13. Plat. Hipp. mai. 283a. Plut. Pericl. 16. de vitando aere alieno 8 p. 831 f. Cic. Tusc. V 114. Diog. La. II 6. Suid. Ἀναξαγόρας. de Democrito: Cic. de fin. V 87. Hor. Epist. I 12. 12. Lactant. Inst. div. III 23. Orig. c. Cels. II 84. τί πλέον δρῶσιν ἢ κείρουσι καὶ δενδροτομοῦσι τὴν τῶν ἀντιπάλων χώραν, ἵνα σπάνει τῶν ἀναγκαίων πιεσθέντες ἐνδῶσι; τοῦτο οἱ περὶ Δημόκριτον τοῖς ἀφ’ αἵματος εἰργάσαντο χειροποίητον ἔνδειαν καὶ πενίαν αὐτοῖς κατασκευάσαντες, οὐκ ἐξ ἐπιβουλῆς ἴσως, ἀλλὰ τῷ μὴ προϊδέσθαι καὶ περιαθρῆσαι τὸ τοῖς ἄλλοις συμφέρον. De_vita_contemplativa 16 πόσῳ δὴ κρείττους οὗτοι καὶ θαυμασιώτεροι, χρησάμενοι μὲν οὐκ ἐλάττοσι ταῖς πρὸς φιλοσοφίαν ὁρμαῖς, μεγαλόνοιαν δὲ ὀλιγωρίας προτιμήσαντες καὶ χαρισάμενοι τὰς οὐσίας, ἀλλὰ μὴ διαφθείραντες, ἵνα καὶ ἑτέρους καὶ ἑαυτοὺς ὠφελήσωσι, τοὺς μὲν ἐν ἀφθόνοις περιουσίαις, ἑαυτοὺς δὲ ἐν τῷ φιλοσοφεῖν; αἱ γὰρ χρημάτων καὶ κτημάτων ἐπιμέλειαι τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν, ἐπειδὴ κατὰ τὸν ἰατρὸν Ἱπποκράτην „ὁ μὲν βίος βραχύς, ἡ δὲ τέχνη μακρή.“ De_vita_contemplativa 17 τοῦτό μοι δοκεῖ καὶ Ὅμηρος αἰνίξασθαι ἐν Ἰλιάδι κατὰ τὴν ἀρχὴν τῆς τρισκαιδεκάτης ῥαψῳδίας διὰ τούτων τῶν ἐπῶν· „Μυσῶν τ’ ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν, γλακτοφάγων ἀβίων τε, δικαιοτάτων ἀνθρώπων,“ ὡς τῆς μὲν περὶ βίον σπουδῆς καὶ χρηματισμὸν ἀδικίαν γεννώσης διὰ τὸ ἄνισον, δικαιοσύνην δὲ τῆς ἐναντίας προαιρέσεως ἕνεκα ἰσότητος, καθ’ ἣν ὁ τῆς φύσεως πλοῦτος ὥρισται καὶ παρευημερεῖ τὸν ἐν ταῖς κεναῖς δόξαις. 1 τί πλέον om. M δρῶσιν] ποιοῦσιν Α ἢ κείρουσι om. in lac. M κείρουσι] καίουσι A 2 ἐνδῶσιν C 3 ἑαυτοῖς F 4 μὴ om. F προίεσθαι Α 5 δὴ] δ’ ἂν A οὗτοι κρείττους transp. A 6 ταῖς] τοῖς Η φιλοσοφίαν] φαντασίαν CG mg F, φιλοσοφίαν mg C2 ὁρμαῖς] ὁρῶσι H 8 τοὺς Arm Lat (Conyb.): καὶ τοὺς codd. (v) 9 ἐν τῷ om. C 10 ἐπιμέλειαι] ἐπιθυμίαι Max. χρόνους] χρωμένους ΗΡ1 Arm (Conyb.) 11 ἰατρὸν om. Arm 12 αἰνίξεσθαι HP, αἰνίττεσθαι Α 13 κατ’ ἀρχὴν F ιγ΄ M διά] καὶ Η 15 τὲ M, τ’ om F ἀγαυῶν] ἀγανῶν C, ἀγαθῶν HP 16 γαλακτοφάγων MAHP, γλαγοφάγων G τ’ ἀβίων τε C ante δικαιοτάτων add. καὶ MH τ’ ἀνθρώπων F 17 περὶ om. F1, ss. F2 περὶ τὸν βίον Α καὶ ἀδικίαν Α, καὶ ss. Ρ2 διὰ] καὶ Α 18 δικαιοσύνης F ante τῆς add. διά MFHP, spat. 2 litt. G 19 τῆς om. F ὥριστο Α τὸν] τῶν MFH1P 9—11 DK fol, 240r Φίλωνος ἐκ τοῦ περὶ βίου θεωρητικοῦ Maxim. Ecl. cap. 12 Flor. nr. 20 Φίλωνος: αἱ (ἐκ add. Max.) χρημάτων καὶ κτημάτων ἐπιμέλειαι (ἐπιθυμίαι Flor. Paris.) τοὺς χρόνους ἀναλίσκουσι· χρόνου δὲ φείδεσθαι καλόν. DR fol. 193r DV p. 563 Φίλωνος: χρόνου φείδεσθαι καλόν DM foL 215v Φίλωνος: χρόνον φοβεῖσθαι καλόν. 10—12 Clem. Alex. Strom. V 4, 22 p. 658 P. . . . οἷον ἀμέλει τὸ „χρόνου ἤτοι ἐπεὶ 6 βίος βραχὺς καὶ οὐ δεῖ τὸν χρόνον τοῦτον εἰς μάτην καταναλῶσαι. 11 Hippocr. Aphor. I 1. 15 Hom. II. N 5. 6. ὅταν οὖν ἐκστῶσι τῶν οὐσιῶν, De_vita_contemplativa 18 ὑπ’ οὐδενὸς ἔτι δελεαζόμενοι φεύγουσιν ἀμεταστρεπτὶ καταλιπόντες ἀδελφούς, τέκνα, γυναῖκας, γονεῖς, πολυανθρώπους συγγενείας, φιλικὰς ἑταιρείας, τὰς πατρίδας, ἐν αἷς ἐγεννήθησαν καὶ ἐτράφησαν, ἐπειδὴ τὸ σύνηθες ὁλκὸν καὶ δελεάσαι δυνατώτατον. De_vita_contemplativa 19 μετοικίζονται δὲ οὐκ εἰς ἑτέραν πόλιν, ὥσπερ οἱ πρᾶσιν αἰτούμενοι παρὰ τῶν κεκτημένων ἀτυχεῖς ἢ κακόδουλοι δεσποτῶν ὑπαλλαγήν, οὐκ ἐλευθερίαν, αὑτοῖς ἐκπορίζοντες — πᾶσα γὰρ πόλις, καὶ ἡ εὐνομωτάτη, γέμει θορύβων καὶ ταραχῶν ἀμυθήτων, ἃς οὐκ ἂν ὑπομείναι τις ἅπαξ ὑπὸ σοφίας ἀχθείς —, De_vita_contemplativa 20 ἀλλὰ τειχῶν ἔξω ποιοῦνται τὰς διατριβὰς ἐν κήποις ἢ μοναγρίαις ἐρημίαν μεταδιώκοντες, οὐ διά τινα ὠμὴν ἐπιτετηδευμένην μισανθρωπίαν, ἀλλὰ τὰς ἐκ τῶν ἀνομοίων τὸ ἦθος ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εἰδότες. De_vita_contemplativa 21 Πολλαχοῦ μὲν οὖν τῆς οἰκουμένης ἐστὶ τὸ γένος — ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον —, πλεονάζει δὲ ἐν Αἰγύπτῳ καθ’ ἕκαστον τῶν ἐπικαλουμένων νόμων καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. De_vita_contemplativa 22 οἱ δὲ πανταχόθεν ἄριστοι καθάπερ εἰς 1 οὐσιῶν corr. ex οἰκιῶν Α ἔτι] ὡς A 2 τέκνα om. Lat, γυναῖκας τέκνα transp. Arm γονεῖς γυναῖκας transp. A 3 ἑταιρίας CF 3. 4 ἐγεννήθησαν κτι καὶ om. HP1 4 ὁλκόν] ἕλκον MP, ἑλ(??) κὸν F κτι ss. man. rec.), ἕλκειν A δελεάσασθαι F 5 δὲ om. A verba οὐκ εἰς ἑτέραν πόλιν om. in lac. M ὡς F οἱ om. F 6 ἀτυχαῖς F κακόδουλοι] κακότητα M ὑπαλλαγάς Α 7 αὐτοῖς MFH1P προσεκπορίζοντες F καὶ ἡ] κἄν ᾖ coni. Mang. 8 post θορύβων add. καὶ κηρῶν G (Mang. Conyb.), om. ceteri Lat. ὑπομεῖναι Α, ὑπομείνοι C ὑπὸ σοφίας ἅπαξ transp. F 9 ἀχθείς om. Arm 9. 10 μοναγρίαις scripsi: μοναγρίοις codd. (v) ; cf. de Abrah. § 23. Alciphr. 22 10 ἠρεμίαν Arm 10. 11 οὐ—μισανθρωπίαν] οὐ τὴν μόνωσιν ἐπιτετηδεύκασι διά μισανθρωπίαν Arm; οὐ δή τινα ὠμὴν ἐπιτετηδευκότες μισανθρωπίαν coni. Wendl. 11 τὰς] διὰ τὰς CM (v) ἐκ secludendum censuit Mang. 13 τὸ γένος] τοῦτο τὸ εἰ γένος Mang. ἔδει] ἐπειδὴ F εῖ ss. F2) 14 καὶ τὴν (ante Ἑλλάδα) om. Turn. 15 δ’ Α Eus ἑκάστην F νόμων] νομῶν C2H2 (v), μονῶν Exc. Euseb. 9—12 pergit Euseb. l. l. ἔπειτα πάσαις ἀποταξαμένους ταῖς τοῦ βίου φροντίσιν, ἔξω τειχῶν προελθόντας, ἐν μοναγρίοις καὶ κήποις τὰς διατριβὰς ποιεῖσθαι, τὰς ἐκ τῶν ἀνομοίων ἐπιμιξίας ἀλυσιτελεῖς καὶ βλαβερὰς εὖ εἰδότας. —52,3 Euseb. Hist. eccl. II 17, 7 τὰ παραπλήσια δὲ τούτοις μαρτυρήσας τοῖς δηλουμένοις ὁ Φίλων συλλαβαῖς αὐταῖς ἐπιφέρει λέγων· Πολλαχοῦ μὲν οὑν — καὶ ἀέρος εὐκρασίας. Exc. ex Eusebio in codd. Dionys. Areop. Φίλωνος περὶ τῶν ἐκ περιτομῆς πιστευσάντων ἐν Αἰγύπτῳ Χριστιανῶν ἄμα καὶ μοναχῶν ἐκ τοῦ ἐπιγεγραμμένου αὐτῷ λόγου περὶ βίου θεωρητικοῦ ἡ περὶ ἱκετῶν: Πολλαχοῦ μέν — καὶ ἀέρος εὐκρασίας. πατρίδα [θεραπευτῶν] ἀποικίαν στέλλονται πρός τι χωρίον ἐπιτηδειότατον, ὅπερ ἐστὶν ὑπὲρ λίμνης Μαρείας κείμενον ἐπὶ γεωλόφου χθαμαλωτέρου, σφόδρα εὐκαίρως, ἀσφαλείας τε ἕνεκα καὶ ἀέρος εὐκρασίας. De_vita_contemplativa 23 τὴν μὲν οὖν ἀσφάλειαν αἱ ἐν κύκλῳ παρέχουσιν ἐπαύλεις τε καὶ κῶμαι, τὴν δὲ περὶ τὸν ἀέρα εὐκρασίαν αἱ ἔκ τε τῆς λίμνης ἀνεστομωμένης εἰς τὴν θάλατταν καὶ τοῦ πελάγους ἐγγὺς ὄντος ἀναδιδόμεναι συνεχεῖς αὖραι, λεπταὶ μὲν αἱ ἐκ τοῦ πελάγους, παχεῖαι δὲ αἱ ἀπὸ τῆς λίμνης, ὧν ἡ μῖξις ὑγιεινοτάτην κατάστασιν ἀπεργάζεται. De_vita_contemplativa 24 αἱ δὲ οἰκίαι τῶν συνεληλυθότων σφόδρα μὲν εὐτελεῖς εἰσι, πρὸς δύο τὰ ἀναγκαιότατα σκέπην παρέχουσαι, πρός τε τὸν ἀφ’ ἡλίου φλογμὸν καὶ τὸν ἀπ’ ἀέρος κρυμόν· οὔτε δὲ ἐγγύς, ὥσπερ αἱ ἐν τοῖς ἄστεσιν, — ὀχληρὸν γὰρ καὶ δυσάρεστον τοῖς ἐρημίαν ἐζηλωκόσι καὶ μεταδιώκουσιν αἱ γειτνιάσεις — οὔτε πόρρω, δι’ ἣν ἀσπάζονται κοινωνίαν καὶ ἵνα, εἰ λῃστῶν γένοιτο ἔφοδος, ἀλλήλοις ἐπιβοηθῶσιν. De_vita_contemplativa 25 ἐν ἑκάστῃ δέ ἐστιν οἴκημα ἱερόν, ὃ καλεῖται σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μηδὲν εἰσκομίζοντες, μὴ ποτόν, μὴ σιτίον, μηδέ τι τῶν ἄλλων ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τὰ ἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονται καὶ τελειοῦνται. De_vita_contemplativa 26 ἀεὶ μὲν οὖν ἄληστον ἔχουσι τὴν τοῦ θεοῦ 1 θεραπευτῶν seclusit Ed. Schwartz (om. Lat) στέλλονται ἀποικίαν transp. M 2 ὑπὲρ] ἐπὶ M Μαρείας] μαρέας C1 Arm (Conyb.), μάριας C2FH2Lat (v) χθαμαλώτερον Α 3 εὐκαίρως Eus Arm (Conyb.): εὐκαίρου codd. (v) τε om. Mang. ἀέρων M 4 περιέχουσιν F 5 αἰ C Arm (Conyb.): om. ceteri (v) τε om. C 6 καὶ αἱ τοῦ πελάγους Arm 7 τοῦ om. C αἱ post δὲ om. MF post λίμνης verba ἀνεστομωμένης εἰς τὴν θάλατταν iterum exhibent HP (v), om. ceteri Arm Lat 8 δ’ Α 9. 10 πρὸς δύο—παρέχουσαι om. Lat 10 ἀπ’ ἀέρος CM: ἀπὸ ἀέρος ceteri (v) 11 δὲ] γὰρ A Arm (Conyb.) αἱ om. F Arm (Conyb.) 12 ἠρεμίαν Arm ἐζηλωκόσι καὶ om. CM Arm (Conyb.) 13 γίνοιτο A, sed ι corr. ex ε 14 ἐν ἑκάστη δέ CG Arm: ἑκάστω δέ (om. ὲν) ceteri, ἐν ἑκάστη δέ οἰκίᾳ Eus et Exc. Euseb. (Mang.) οἴκημα om. Mang. καὶ] sive Lat; nescio an ἢ pro καὶ scribendum sit 16 σῖτον Α (Mang.) μηδέ τι C2 Eus: μηδέν τι ceteri 17 ἀναγκαῖον M 18 τἄλλα F, τἄλλα Α 18. 19 συναύξεται καὶ τελειοῦται Exc. Euseb. 19 τελοῦνται Α οὑν om. Α 8 sqq. cf. Muson. p. 107, 16 (Hense) ἐπεί δὲ σκέπης ἕνεκα καὶ τὰς οἰκίας ποιούμεθα, φημὶ καὶ ταύτας δεῖν ποιεῖσθαι πρὸς τὸ τῆς χρείας ἀναγκαῖον, ὡς ἀπερύκειν μὲν κρύους, ἀπερύκειν δὲ θάλπους τὸ σφοδρόν, εἶναι δ’ ἡλίου καὶ ἀνέμων ἐπικούρημα τοῖς δεομένοις. 14—19 pergit Euseb. l. I. (9) εἶθ’ ἑξῆς τὰς οἰκήσεις αὐτῶν ὁποῖαί τινες ἦσαν περὶ τῶν κατὰ χώραν ἐκκλησιῶν ταῦτά φησιν· ἐν ἑκάστῃ δὲ οἰκίᾳ ἐστὶν — συναύξονται καὶ τελειοῦνται. Exc. Euseb. I. l. τοῦ αὑτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: ἐν ἑκάστη δέ οἰκία ἐστὶν — συναύξεται καὶ τελειοῦται. μνήμην, ὡς καὶ δι’ ὀνειράτων μηδὲν ἕτερον ἢ τὰ κάλλη τῶν θείων ἀρετῶν καὶ δυνάμεων φαντασιοῦσθαι· πολλοὶ γοῦν καὶ ἐκλαλοῦσιν ἐν ὕπνοις ὀνειροπολούμενοι τὰ τῆς ἱερᾶς φιλοσοφίας ἀοίδιμα δόγματα. De_vita_contemplativa 27 δὶς δὲ καθ’ ἑκάστην ἡμέραν εἰώθασιν εὔχεσθαι, περὶ τὴν ἕω καὶ περὶ τὴν ἑσπέραν, ἡλίου μὲν ἀνίσχοντος εὐημερίαν αἰτούμενοι τὴν ὄντως εὐημερίαν, φωτὸς οὐρανίου τὴν διάνοιαν αὐτῶν ἀναπλησθῆναι, δυομένου δὲ ὑπὲρ τοῦ τὴν ψυχὴν τοῦ τῶν αἰσθήσεων καὶ αἰσθητῶν ὄχλου παντελῶς ἐπικουφισθεῖσαν, ἐν τῷ ἑαυτῆς συνεδρίῳ καὶ βουλευτηρίῳ γενομένην, ἀλήθειαν ἰχνηλατεῖν. De_vita_contemplativa 28 τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν ἀλληγοροῦντες, ἐπειδὴ σύμβολα τὰ τῆς ῥητῆς ἑρμηνείας νομίζουσιν ἀποκεκρυμμένης φύσεως ἐν ὑπονοίαις δηλουμένης. De_vita_contemplativa 29 ἔστι δὲ αὐτοῖς καὶ συγγράμματα παλαιῶν ἀνδρῶν, οἳ τῆς αἱρέσεως ἀρχηγέται γενόμενοι πολλὰ μνημεῖα τῆς ἐν τοῖς ἀλληγορουμένοις ἰδέας ἀπέλιπον, οἷς καθάπερ τισὶν ἀρχετύποις χρώμενοι μιμοῦνται τῆς προαιρέσεως τὸν τρόπον· ὥστε οὐ θεωροῦσι μόνον, ἀλλὰ καὶ ποιοῦσιν 1 ἔτερα F 2 ἀρετῶν καὶ om. ΗΡ1, ἀρετῶν ss. Ρ2 γοῦν AP: om. H, οὑν ceteri (v) 3 δόγματα] δράγματα F 4 περὶ τὴν ἕω] πρὸς τὴν ἕω F 5 ὄντος G 6 ὑπέρ om. F 7 prius τοῦ] τούτου F2 αἰσθητῶν] αἰσθητοῦ F ὄχλου FGA Arm (Conyb.): ὄγκου ceteri (v), γρ. ὄγκου mg G 8 κουφισθεῖσαν Α γινομένην Α 9 ἀληθείας Α δ’ Α, δὲ om. F μέχρις ἐσπέρας HP Eus, μέχρι ἑσπέρας C: μέχρι μέχρις F) τῆς ἑσπέρας MFGA (Mang.) 10 αὐτοῖς ἐστιν Eus: ἐστὶν αὐτοῖς codd. (v) τοῖς ἱερωτάτοις HP (Turn.) 11 τὴν πάτριον φιλοσοφοῦσι σοφίαν Eus codd. nonnulli φιλοσοφίαν] νομοθεσίαν Arm (Conyb.) 12 νομίζουσιν ἀποκεκρυμμένης om. in lac. M φύσεως ἀποκεκρυμμένης transp. HP (v) 13 ἔστιν C δ’ Α Eus συγγράμματα παλαιῶν om. in lac. M συγγράμμασι F τῶν ἀνδρῶν M 13. 14 τῆς αἱρέσεως αὐτῶν Eus 14 ἐν τοῖς ἀλληγορουμένοις codd. Eus Arm: ἀλληγορουμένης Mang; (sic Venetus 41 Oxon. Coll. Novi) 15. 16 τῆς προαιρέσεως αὐτῶν Arm 16 τρόπον] τύπον coni. Mang. ὥστ’ Α Eus (v) 9—16 pergit Euseb. l. l. καὶ μεθ’ ἕτερά φησιν· (10) τὸ δ’ ἐξ ἑωθινοῦ — τῆς τὸν τρόπον. Exc. Euseb. l. l. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: τὸ δὲ ἐξ ἑωθινοῦ — τῆς προαιρέσεως τὸν τρόπον. 16—54,2 pergit Euseb. l. l. (12) ταῦτα μὲν ἔοικεν εἰρῆσθαι τῴ ἀνδρὶ τὰς ἱερὰς ἐξηγουμένων αὐτῶν ἐπακροασαμένῳ γραφάς, τάχα δ εἰκός, ἅ φησιν ἀρχαίων παρ’ αὐτοῖς εἶναι συγγράμματα, εὐαγγέλια καὶ τἀς τῶν ἀποστόλων γραφὰς διηγήσεις τέ τινας κατά τὸ εἰκὸς τῶν πάλαι προφητῶν ἑρμηνευτικάς, ὁποίας ἥ τε πρός ‘Eβραίους καὶ ἄλλαι πλείους τοῦ Παύλου περιέχουσιν ἐπιστολαί, ταῦτ’ εἶναι· (13) εἶτα πάλιν ἑξῆς περὶ τοῦ νέους αὐτοὺς ποιεῖσθαι ψαλμοὺς οὕτως γράφει· ὥστ’ οὐ θεωροῦσι μόνον — ἀναγκαίως χαράσσοντες. Exc. Euseb. l. I. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: ὥστε οὐ θεωροῦσι μόνον — ἀναγκαίως χαράσσοντες. ᾄσματα καὶ ὕμνους εἰς τὸν θεὸν διὰ παντοίων μέτρων καὶ μελῶν, ἃ ῥυθμοῖς σεμνοτέροις ἀναγκαίως χαράττουσι. De_vita_contemplativa 30 τὰς μὲν οὖν ἓξ ἡμέρας χωρὶς ἕκαστοι μονούμενοι παρ’ ἑαυτοῖς ἐν τοῖς λεχθεῖσι μοναστηρίοις φιλοσοφοῦσι, τὴν αὔλειον οὐχ ὑπερβαίνοντες, ἀλλ’ οὐδὲ ἐξ ἀπόπτου θεωροῦντες· ταῖς δὲ ἑβδόμαις συνέρχονται καθάπερ εἰς κοινὸν σύλλογον καὶ καθ’ ἡλικίαν ἑξῆς καθέζονται μετὰ τοῦ πρέποντος σχήματος, εἴσω τὰς χεῖρας ἔχοντες, τὴν μὲν δεξιὰν μεταξὺ στέρνου καὶ γενείου, τὴν δὲ εὐώνυμον ὑπεσταλμένην παρὰ τῇ λαγόνι. De_vita_contemplativa 31 παρελθὼν δὲ ὁ πρεσβύτατος καὶ τῶν δογμάτων ἐμπειρότατος διαλέγεται, καθεστῶτι μὲν τῷ βλέμματι, καθεστώσῃ δὲ τῇ φωνῇ, μετὰ λογισμοῦ καὶ φρονήσεως, οὐ δεινότητα λόγων ὥσπερ οἱ ῥήτορες ἢ οἱ νῦν σοφισταὶ παρεπιδεικνύμενος, ἀλλὰ τὴν ἐν τοῖς νοήμασι διηρευνηκὼς καὶ διερμηνεύων ἀκρίβειαν, ἥτις οὐκ ἄκροις ὠσὶν ἐφιζάνει, ἀλλὰ δι’ ἀκοῆς ἐπὶ ψυχὴν ἔρχεται καὶ βεβαίως ἐπιμένει. καθ’ ἡσυχίαν δὲ οἱ ἄλλοι πάντες ἀκροῶνται, τὸν ἔπαινον νεύμασιν ὄψεως ἢ κεφαλῆς παραδηλοῦντες αὐτὸ μόνον. De_vita_contemplativa 32 τὸ δὲ κοινὸν τοῦτο σεμνεῖον, εἰς ὃ ταῖς ἑβδόμαις συνέρχονται, διπλοῦς ἐστι περίβολος, ὁ μὲν εἰς ἀνδρῶνα, ὁ δὲ εἰς γυναικωνῖτιν ἀποκριθείς· καὶ γὰρ καὶ γυναῖκες ἐξ ἔθους συνακροῶνται τὸν αὐτὸν ζῆλον καὶ τὴν αὐτὴν προαίρεσιν ἔχουσαι. De_vita_contemplativa 33 ὁ δὲ μεταξὺ τῶν οἴκων τοῖχος τὸ μὲν ἐξ ἐδάφους ἐπὶ τρεῖς ἢ τέσσαρας πήχεις εἰς τὸ ἄνω συνῳκοδόμηται θωρακίου τρόπον, τὸ δὲ ἄχρι τέγους ἀνάγειον ἀχανὲς ἀνεῖται, δυοῖν ἕνεκα, τοῦ τε τὴν πρέπουσαν αἰδῶ τῇ γυναικείᾳ φύσει διατηρεῖσθαι καὶ τοῦ τὴν ἀντίληψιν ἔχειν εὐμαρῆ καθεζομένας ἐν ἐπηκόῳ, De_vita_contemplativa 34 μηδενὸς τὴν τοῦ διαλεγομένου φωνὴν ἐμποδίζοντος. ἐγκράτειαν δὲ 1 εἰς τὸν θεὸν codd. Eus (Turn. Mang.): τὸν om. Richt. Tauchn. (errat Conyb.) παντοίων] τοιούτων F 1. 2 ἃ ῥυθμοῖς codd.: ἀριθμοῖς vel ῥυθμοῖς (om. ἃ) Eus codd. 2 ἀναγκαίως] εὐαγῶς coni. Mang. χαράττουσιν C, χαράσσοντες Eus 3 χωρὶς om. Arm 4 αὔλιον C1A οὐδ’ FA 5 δ’ Α οε ταῖς ἑβδόμαις F (δὲ ss. F2) 6 ἑξῆς om. Arm 7 δ’ Α 8 τῇ] τῶ Α παρελθὼν] προελθὼν HP 6 πρεσβύτερος A, πρεσβύτερός τις Arm, unus senior Lat 9 τῶν om. Α μὲν] γε μὴν F 10 δεινότητι A, δεινότητος F 11 post ῥήτορες add. ἐνδεικνύμενος M παρεπιδεικνύμενος om. M τὴν ex τὸν corr. Η 12 νοήμασι] μνήμασι P διηρευνηκὼς] διηρμηνευκὼς in textu Η, corr. mg Η 14 6 FG 15 παραδηλοῦντες] παραδεικνῦντες F αὐτῶ Α, αὐτῶ ex αὐτό corr. Η 19 οἴκων C (cellularum Lat): οἰκιῶν ceteri (v) τέπαρας FA εἰς τὰ ἄνω F 20 συνῳκοδόμητο Α, εὑ ᾠκοδόμηται Arm θωρακίου CA: θωρακείου ceteri (ν) τὸ ἄχρι δὲ στέγους Α ἀνάγειον] ἀνώγεον Α (Mang.) ἀχανὲς] τάχ’ ἂν Α 21 ἀνεῖται codd.: ἀνίεται Mang. δυεῖν G 23 μηδενὸς CFG Arm: ὡς μηδενὸς ceteri (v) ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῆς ψυχῆς τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκαιτο πρὸ ἡλίου δύσεως, ἐπεὶ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς κρίνουσιν εἶναι, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας, ὅθεν τῷ μὲν ἡμέραν, ταῖς δὲ νυκτὸς βραχύ τι μέρος ἔνειμαν. De_vita_contemplativa 35 ἔνιοι δὲ καὶ διὰ τριῶν ἡμερῶν ὑπομιμνῄσκονται τροφῆς, οἷς πλείων ὁ πόθος ἐπιστήμης ἐνίδρυται· τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθόνως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν καὶ μόλις δι’ ἓξ ἡμερῶν ἀπογεύεσθαι τροφῆς ἀναγκαίας, ἐθισθέντες ὥσπερ φασὶ τὸ τῶν τεττίγων γένος ἀέρι τρέφεσθαι, τῆς ᾠδῆς, ὥς γε οἶμαι, τὴν ἔνδειαν ἐξευμαριζούσης. De_vita_contemplativa 36 τὴν δὲ ἑβδόμην πανίερόν τινα καὶ πανέορτον εἶναι νομίζοντες ἐξαιρέτου γέρως ἠξιώκασιν, ἐν ᾗ μετὰ τὴν τῆς ψυχῆς ἐπιμέλειαν καὶ τὸ σῶμα λιπαίνουσιν, ὥσπερ ἀμέλει καὶ τὰ θρέμματα, τῶν συνεχῶν πόνων ἀνιέντες. De_vita_contemplativa 37 σιτοῦνται δὲ πολυτελὲς οὐδέν, ἀλλὰ ἄρτον εὐτελῆ, καὶ ὄψον ἅλες, οὓς οἱ ἁβροδίαιτοι παραρτύουσιν ὑσσώπῳ, ποτὸν δὲ ὕδωρ ναματιαῖον αὐτοῖς ἐστιν· ἃς γὰρ ἡ φύσις ἐπέστησε τῷ θνητῷ γένει δεσποίνας, πεῖνάν 1 προκαταβαλλόμενοι codd. Eus: προκαταβαλόμενοι v τῆς ψυχῆς C (cordis Lat): τῆ ψυχὴ ceteri Eus Arm (v) 2 σιτίον Eusebii codd. plerique et Lat: σιτίον δὲ codd. Arm (v) οὐδεὶς] οὐδενὸς Α προενέγκαιτο HP 3 ἐπεὶ Eus: ἐπειδὴ codd. (v) φωτὸς ἄξιον Eusebii codd. nonnulli 4 τοῦ σώματος Eus Arm Lat: σωματικάς codd. (v) τῶ F (τὸ ss. F2) ἡμέραν] ἡμέρας A (v) νυκτὸς om. Α 4. 5 νυκτὸς βραχύ τι μέρος] βραχύ τι μέρος τῆς νυκτὸς HP (v) 5 ἔνειμαν] ἀπένειμαν Eusebii cod. Α et Exc. Eus. codd. nonnulli 6 ὁ ante πόθος om. Α ἐνευφραίνονται codd.: ἀνευφραίνονται v 7 ἑστιώμενοι] εὐφραινόμενοι M 8 καὶ ante πρὸς om. F μόγις Eus 10 γένος] γένους Turn. Mang. Richt. γε om. C 11 πανέορτον] πανέρωτον Α εἶναι νομίζοντες C Arm: νομίζοντες εἶναι ceteri (v) 12 τῆς ante ψυχῆς om. CGHP (Turn. ἑ Conyb.) 14 ἀλλ’ FA 15 ἅλας MF, ἄλας Α ἁβροδίαιτοι] ἁβροδιαίτατοι Η (v) ποτὸν δὲ CM Arm, ποτὸν δ’ ceteri: δὲ om. v 16 ἐπέστησε] ὑπέστησε HP (v) θνητῷ] γενητῷ P 54, 23—55,9 pergit Euseb. l. l. (14) πολλά μέν οὑν καὶ ἄλλα, περὶ ὧν λόγος, ἐν ταὐτῷ διέξεισιν, ἐκεῖνα δ’ ἀναγκαῖον ἐφάνη δεῖν ἀναλέξασθαι, δι’ ὧν τὰ χαρακτηριστικὰ τῆς ἐκκλησιαστικῆς ἀγωγῆς ὑποτίθεται. (15) εἰ δέ τῳ μὴ δοκεῖ τὰ εἰρημένα ἴδια εἶναι τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας, δύνασθαι δέ καὶ ἄλλοις παρὰ τοὺς δεδηλωμένους ἀρμόττειν, πειθέσθω κὰν ἀπὸ τῶν ἑξῆς αὐτοῦ φωνῶν, ἐν αἷς ἀναμφήριστον, εἰ εὐγνωμονοίη, κομίσεται τὴν περὶ τοῦδε μαρτυρίαν. γράφει γὰρ ὧδε· ἐγκράτειαν δ’ ὥσπερ τινὰ θεμέλιον — ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. Exc. Euseb. l. l. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: ἐγκράτειαν δὲ ὥσπερ τινά θεμέλιον — ἀπογεύεσθαι τροφῆς ἀναγκαίας ἐθισθέντες. 9. 10 cf. quod omnis prob. lib. sit § 8. 14 sqq. cf. Wendland, Philo u. die kynisch-stoische Diatribe p. 8 sqq. τε καὶ δίψαν, ἀπομειλίσσονται, τῶν εἰς κολακείαν ἐπιφέροντες οὐδέν, ἀλλ’ αὐτὰ τὰ χρήσιμα, ὧν ἄνευ ζῆν οὐκ ἔστι. διὰ τοῦτο ἐσθίουσι μέν, ὥστε μὴ πεινῆν, πίνουσι δέ, ὥστε μὴ διψῆν, πλησμονὴν ὡς ἐχθρόν τε καὶ ἐπίβουλον ψυχῆς τε καὶ σώματος ἐκτρεπόμενοι. De_vita_contemplativa 38 ἐπεὶ δὲ καὶ σκέπης διττὸν εἶδος, τὸ μὲν ἐσθής, τὸ δὲ οἰκία, περὶ μὲν οἰκίας εἴρηται πρότερον, ὅτι ἐστὶν ἀκαλλώπιστος καὶ αὐτοσχέδιος, πρὸς τὸ χρειῶδες αὐτὸ μόνον εἰργασμένη· καὶ ἐσθὴς δὲ ὁμοίως εὐτελεστάτη, πρὸς ἀλέξημα κρυμοῦ τε καὶ θάλπους, χλαῖνα μὲν ἀπὸ λασίου δορᾶς παχεῖα χειμῶνος, ἐξωμὶς δὲ θέρους ἢ ὀθόνη. De_vita_contemplativa 39 συνόλως γὰρ ἀσκοῦσιν ἀτυφίαν, εἰδότες τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας, ἑκάτερον δὲ πηγῆς λόγον ἔχον· ῥέουσι γὰρ ἀπὸ μὲν τοῦ ψεύδους αἱ πολύτροποι τῶν κακῶν ἰδέαι, ἀπὸ δὲ τῆς ἀληθείας αἱ περιουσίαι τῶν ἀγαθῶν ἀνθρωπίνων τε καὶ θείων. De_vita_contemplativa 40 Βούλομαι δὲ καὶ τὰς κοινὰς συνόδους αὐτῶν καὶ ἱλαρωτέρας ἐν συμποσίοις διαγωγὰς εἰπεῖν, ἀντιτάξας τὰ τῶν ἄλλων συμπόσια. οἱ μὲν γὰρ ὅταν ἄκρατον ἐμφορήσωνται, καθάπερ οὐκ οἶνον πιόντες ἀλλὰ παρακινηματικόν τι καὶ μανιῶδες καὶ εἴ τι χαλεπώτερον ἐπ’ ἐκστάσει 1 φέροντες Α ἀλλὰ C 3 διψᾶν Α 4 ψυχῆς τε καὶ σώματος ἐκτρεπόμενοι] ἐκτρεπόμενοι ψυχῆς καὶ σώματος HP (v) ἐπεὶ δὲ ΑΗ2: ἐπειδὴ CMH1P Arm (Conyb.), ἐπειδὴ δὲ FG καὶ om. G 5 διττὸν τὸ εἶδος G εἶδος] γένος Α περὶ μὲν οὖν C Arm (Conyb.) οἰκίας] τῆς οἰκίας F 8 ἀπὸ ΑΡ2 (de pelle Lat): ἀντὶ ceteri (Turn. Conyb.) παχεῖα om. G Arm ἐξωμὶς] ἐξ ὠμῆς Α 9 ἢ ὀθόνη] ἡ ὀθόνη Arm (Conyb.) ἀσκοῦσιν] ἐξασκοῦσιν C (Conyb.), καὶ ἀσκοῦσιν F 9. 10 τῦφον μὲν τοῦ ψεύδους ἀρχήν, ἀτυφίαν δὲ ἀληθείας Lat: τύφου μὲν τὸ ψεῦδος ἀρχήν, ἐτυφίας δὲ ἀλήθειαν codd. (v) 10 ἀρχήν om. in lac. M δ’ Α 11 ψεύδους] τύφου M 12 τῶν ἀνθρωπίνων M Arm 14 ἐν συμποσίοις διαγωγὰς om. in lac. M 15 ὅταν ἄκρατον ἐμφορήσωνται om. in lac. M πιόντες Arm (quasi non vino epotato Lat): πίνοντες codd. (v) 16 παρακινηματικόν MFGAP2, περικινηματικόν C: παρακινητικόν H (v) prius τι HP: τε A, τι om. CMFG καί τι μανιῶδες F, καὶ εἴ τι μανιῶδες M ὲν ἐκστα εἴ τι] ἔτι M (εἰ ἔτι τι Couyb.) ἐπεκτάσει Α 2 sqq. cf. Senec. Epist. 8, 5 durius tractandum est (corpus), ne animo male pareat; cibus famem sedet, potio sitim extinguat, vestis arceat frigus, domus munimentum sit adversus infesta corporis. Clem. Alex. Paed. II 2, 29 p. 184 P. ὡς γὰρ τροφαῖς ἐπὶ τῴ μὴ πεινῆν, οὕτως καὶ ποτῷ ἐπὶ τῷ μὴ διψῆν χρηστέον. 7 sqq. cf. Wendland I. l. p. 15 sqq. Clem. Alex. Paed. II 10, 106 p. 233 P. φημὶ τοίνυν οὐκ ἄλλου τινὸς ἕνεκα δεηθῆναι ὑφασμάτων τὸν ἄνθρωπον ἢ σκέπης σώματος πρὸς ἀλέξησιν κρυμῶν τε ὑπερβολῆς καὶ καυμάτων ἐπιτάσεως, μή τι ἡμᾶς παραλυποίη τοῦ περιέχοντος ἡ ἀμετρία 15 sqq. cf. Wendlaud l. l. p. 21 sqq. λογισμοῦ φυσικόν, ἀράσσουσι καὶ λυττῶσι τρόπον κυνῶν ἀτιθάσων καὶ ἐπανιστάμενοι δάκνουσιν ἀλλήλους καὶ ἀποτρώγουσι ῥῖνας, ὦτα, δακτύλους, ἕτερα ἄττα μέρη τοῦ σώματος, ὡς τὸν ἐπὶ Κύκλωπος καὶ τῶν Ὀδυσσέως ἑταίρων μῦθον ἀποδεδειχέναι τούτους ἀληθῆ, „ψωμούς“, ᾗ φησιν ὁ ποιητής, ἐπεσθίοντας ἀνθρώπων, καὶ ὠμότερον ἢ ἐκεῖνος. De_vita_contemplativa 41 ὁ μὲν γὰρ ἐχθροὺς ὑποτοπήσας ἠμύνετο, οἱ δὲ συνήθεις καὶ φίλους, ἔστι δὲ ὅτε καὶ συγγενεῖς, ἐφ’ ἁλῶν καὶ τραπέζης, ἄσπονδα ἐν σπονδαῖς ἐργασάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὅμοια καὶ παρακόπτοντες ὥσπερ νόμισμα δόκιμον ἄσκησιν, οἱ ἀντὶ ἀθλητῶν ἄθλιοι· τοῦτο γὰρ αὐτοῖς ἐπιφημιστέον. De_vita_contemplativa 42 ἃ γὰρ νήφοντες ἐν σταδίοις ἐκεῖνοι θεαταῖς χρώμενοι τοῖς Πανέλλησι μεθ’ ἡμέραν ἕνεκα νίκης καὶ στεφάνων [Ὀλυμπιονῖκαι] σὺν τέχνῃ δρῶσιν, οὗτοι κιβδηλεύοντες ἐπὶ συμποσίων νύκτωρ ἐν σκότῳ καὶ μεθύοντες, ἐμπαροινοῦντες, ἀνεπιστημόνως καὶ κακοτέχνως ἐπ’ ἀτιμίᾳ καὶ ὕβρει καὶ αἰκίᾳ χαλεπῇ τῶν ὑπομενόντων ἐνεργοῦσιν. De_vita_contemplativa 43 εἰ δὲ μηδεὶς οἷα βραβευτὴς παρελθὼν μέσος διαλύσειε, μετὰ πλείονος ἐξουσίας καταπαλαίουσι, φονῶντες ἐν ταὐτῷ καὶ θανατῶντες· πάσχουσι γὰρ οὐκ ἐλάττονα ὧν διατιθέασιν, ὅπερ οὐκ ἴσασι, παραπαίοντες οἱ τὸν οἶνον οὐχ, ὡς ὁ κωμικός φησιν, ἐπὶ κακῷ τῶν πλησίον αὐτὸ μόνον ἀλλὰ καὶ ἐπὶ τῷ ἰδίῳ πίνειν ὑπομένοντες. De_vita_contemplativa 44 τοιγαροῦν οἱ πρὸ μικροῦ παρελθόντες εἰς τὰ συμπόσια 1 φυσικόν CMFP: φυσικόν Α, φυσικοῦ Η (ν), φυσικὸν om. in lac. G, φυσικὸν φάρμακον Anu (fortasse recte) ἀράσσουσι] κράζουσι AH mg P Arm (Couyb.) τρόπον κυνῶν] κυνῶν τρόπον HP (v), τρόπω τινῶν Α ἀτιθάσων CFG: ἀτιθάσσων eeteri (v) 3 ἕτερ’ AH (v) ἄττα M τῶν om. M 4 ἀποδεδειχέναι τούτους] ἀποδεδεῖχθαι τούτοις Arm ψωμοὺς Α 5 ἐπεσθίοντας corr. in ἐσθίων τοὺς H, ἐσθίοντας C (Couyb.) ἀνθρώπων Α, ἀνθρώπους GH2, ἀνδρομέους V Turn. ex Homero) ὠμότεροι A 6 ἠμύνετο C (ulciscebatur Lat): ἠμύνατο ceteri (Mang.) ἔστι δ’ Α, ἔστιν δὲ C 7 ἄσπονδα] ἄσπονδον ἔνσπονδον F εἰργασμένοι Α 8 ὥσπερ codd.: ὡς καὶ v 10 ἃ codd.: ἅπερ Turn., ὥσπερ Mang. Πανέλλησι] παρ’ ἕλλησι ΑΗ2 (v) 11 Ὀλυμπιονῖκαι seclusi (om. Lat) Ὀλυμπιονῖκαι καὶ G (Conyb.), ὀλυμπιονίκαις Α, ὀλυμπιονῖκαι ceteri (ν) ; Ὀλυμπιακῶν coni. Wendl. (sic fortasse Arm) 12 συμποσίω FA, συμπόσια M 12. 13 καὶ μεθύοντες Arm: καὶ om. codd. (v) 15 μέσος] μέσον M, εἰς μέσους A: εἰς μέσον Mang. διαλύσει C (Conyb.) 17 ὅπερ Wendl.: ἅπερ codd. (v) 18 αὐτό μόνον C Arm: αὐτὸ om. A, αὐτῶν μόνον ceteri (v) 19 τὰ om. C Arm (Conyb.) 4 Hom. Od. ι 373 sq. φάρυγος δ’ ἐξέσσυτο οἶνος | ψωμοί τ’ ἀνδρόμεοι. 18 Com. Att. Fragm. adesp. 810 (III p. 551 Κ.). σῷοι καὶ φίλοι μικρὸν ὕστερον ἐξίασιν ἐχθροὶ καὶ τὰ σώματα ἠκρωτηριασμένοι· καὶ οἱ μὲν συνηγόρων καὶ δικαστῶν, οἱ δὲ καταπλαστῶν καὶ ἰατρῶν καὶ τῆς ὑπὸ τούτων δέονται βοηθείας. De_vita_contemplativa 45 ἕτεροι δὲ τῶν μετριωτέρων δοκούντων εἶναι συμποτῶν ὥσπερ μανδραγόραν τὸν ἄκρατον πιόντες ὑπερβεβλύκασι καὶ τὸν εὐώνυμον ἀγκῶνα προβαλόντες καὶ τὸν αὐχένα ἐγκάρσιον ἐπιστρέψαντες, ἐνερευγόμενοι ταῖς κύλιξιν, ὕπνῳ βαθεῖ πιέζονται. μηδὲν μήτε ἰδόντες μήτε ἀκούσαντες, ὡς μίαν μόνην ἔχοντες αἴσθησιν, τὴν ἀνδραποδωδεστάτην γεῦσιν. De_vita_contemplativa 46 οἶδα δέ τινας, [οἳ] ἐπειδὰν ἀκροθώρακες γένωνται, πρὶν τελέως βαπτισθῆναι, τὸν εἰς τὴν ὑστεραίαν πότον ἐξ ἐπιδόσεως καὶ συμβολῶν προευτρεπιζομένους, μέρος ὑπολαμβάνοντας τῆς ἐν χερσὶν εὐφροσύνης εἶναι τὴν περὶ τῆς εἰς τὸ μέλλον μέθης ἐλπίδα. De_vita_contemplativa 47 τοῦτον τὸν τρόπον διαζῶντες ἄοικοι καὶ ἀνέστιοι διατελοῦσιν, ἐχθροὶ μὲν γονέων καὶ γυναικῶν καὶ τέκνων, ἐχθροὶ δὲ καὶ τῆς πατρίδος, πολέμιοι δὲ καὶ ἑαυτῶν· ὑγρὸς γὰρ καὶ ἄσωτος βίος ἅπασιν ἐπίβουλος. De_vita_contemplativa 48 Ἴσως δ’ ἄν τις ἀποδέξαιτο τὴν ἐπιπολάζουσαν νυνὶ τῶν συμποσίων πανταχοῦ διάθεσιν κατὰ πόθον τῆς Ἰταλικῆς πολυτελείας καὶ τρυφῆς, ἣν ἐζήλωσαν Ἕλληνές τε καὶ βάρβαροι πρὸς ἐπίδειξιν μᾶλλον ἢ πρὸς εὐωχίαν ποιούμενοι τὰς παρασκευάς. De_vita_contemplativa 49 τρίκλινά τε καὶ πολύκλινα χελώνης ἢ ἐλέφαντος κατεσκευασμένα καὶ τιμαλφεστέρας ὕλης, ὧν τὰ 1 ἐξιᾶσιν F 2 καταπλαστῶν AP: καταπλάστρων ceteri 2. 3 καὶ ἰατρῶν om. H1P, ss. Η2, ἰατρῶν post δικαστῶν add. P 3 ὑπὸ τούτων] ἐξ αὐτῶν HP Arm (Conyb.) ; ἀπὸ τούτων coni. Mang. ἕτεροι] ἔνιοι Arm 4 δοκούντων εἶναι GFG: εἶναι δοκούντων HP Arm (Conyb.), εἶναι om. Α, εἶναι δοκούντων εἶναι M πίνοντες AP 5 ὑπερβεβλύκασι Mang.: ὑποβεβλύκασι CFA (Conyb.), ὑποβεβλήκασι ceteri (v) ; cf. de ebr. § 221 αὐχένα] ἀγκῶνα Η 6 ἐνερευγόμενοι Turn.: ἀνερευγόμενοι codd. (Conyb.) ; ἐνεργόμενοι Mang. (in textu) πιέζοντα C 7 μήτε ἰδόντες] μήτ’ εἰδότες Α Arm (Conyb.) μήτ᾿ ἀκούσαντες Α ἀκούσαντες corr. in ἀκούοντες H, ἀκούοντες L Arm (Conyb.) 8 ἀνδραποδεστάτην F, ἀνδραπωδεστάτην Α οἳ secl. Weudl. et ego ἀκροθώρακες FHP: ἀκροθώρηκες C (Conyb.), ἀκροθόρακες MA, ἀκροθόρικες G 10 συμβόλων A ὑπολαμβάνοντες Α 11 ἀφροσύνης F 13 καὶ τέκνων om, Α 14 γὰρ] δὲ C 15 δὲ Α νυνὶ] ἐπὶ G, om. in lac. M 15. 16 πανταχοῦ τῶν συμποσίων transp. HP (ν) 16 πολυτελείας] πολιτείας F, om. in lac. M 17 ἐπίδειξιν] ἔνδειξιν MA 17. 18 μᾶλλον ἢ πρὸς om. in lac. M 18 εὐωχίαν] εὐεξίαν Arm (?) τε καὶ πολύκλινα om. in lac. M πολύκλινα Arm: περίκλινα codd. (ν) ; πεντάκλινα coni. Mang. 19 τιμαλφεστάτας M ὕλης ὧν τὰ πλεῖστα om. in lac. M 8 ἀκροθώρακες: cf. Erotian. Gloss. Hippocr. p. 76, 8 (Klein). Plut. Symp. 3 p. 656 d. Clem. Alex. Paed. II 2, 22 p. 179 P. 18 sqq. cf. Muson. p. 109 sqq. (Hense). Clem. Alex. Paed. II 3, 35 p. 188 P. cf. Wendland 1. I. p. 27 sqq. πλεῖστα λιθοκόλλητα· στρωμναὶ ἁλουργεῖς ἐνυφασμένου χρυσοῦ καὶ ἀνθοβαφεῖς ἕτεραι παντοίων χρωμάτων πρὸς τὸ τῆς ὄψεως ἐπαγωγόν· ἐκπωμάτων πλῆθος ἐκτεταγμένων καθ’ ἕκαστον εἶδος, ῥυτὰ γὰρ καὶ φιάλαι καὶ κύλικες καὶ ἕτερα πολυειδῆ τεχνικώτατα θηρίκλεια καὶ τορείαις ἐπιστημονικῶν ἀνδρῶν ἠκριβωμένα. De_vita_contemplativa 50 διακονικὰ ἀνδράποδα εὐμορφότατα καὶ περικαλλέστατα, ὡς ἀφιγμένα οὐχ ὑπηρεσίας ἕνεκα μᾶλλον ἢ τοῦ φανέντα τὴν τῶν θεωμένων ὄψιν ἡδῦναι· τούτων οἱ μὲν παῖδες ἔτι ὄντες οἰνοχοοῦσιν, ὑδροφοροῦσι δὲ βούπαιδες λελουμένοι καὶ λελειασμένοι, οἳ τά τε πρόσωπα ἐντρίβονται καὶ ὑπογράφονται καὶ τὰς τῆς κεφαλῆς τρίχας εὖ πως διαπλέκονται σφηκούμενοι· De_vita_contemplativa 51 βαθυχαῖται γάρ εἰσιν ἢ μὴ κειρόμενοι τὸ παράπαν ἢ τὰς προμετωπιδίους αὐτὸ μόνον ἐξ ἄκρων εἰς ἐπανίσωσιν καὶ γραμμῆς κυκλοτεροῦς ἠκριβωμένον σχῆμα· χιτῶνάς τε ἀραχνοϋφεῖς καὶ ἐκλεύκους ἐπαναζωσάμενοι, τὰ μὲν ἐμπρόσθια κατωτέρω τῶν ὑπὸ γόνου, τὰ δὲ κατόπιν μικρὸν ὑπὸ τοῖς γονατίοις, ἑκάτερον δὲ μέρος οὐλοτέραις ταῖς σειραίαις ἐπιδιπλώσεσι κατὰ τὴν τῶν χιτωνίσκων συμβολὴν συστέλλοντες ἐκ πλαγίων κόλπους ἀπαιωροῦσιν, εὐρύνοντες τὰ κοῖλα τῶν πλευρῶν. De_vita_contemplativa 52 ἐφεδρεύουσι δ’ ἄλλοι, μειράκια ἢ πρωτογένεια, τοὺς ἰούλους ἄρτι ἀνθοῦντες, ἀθύρματα πρὸ μικροῦ παιδεραστῶν γεγονότες, ἠσκημένοι σφόδρα περιέργως πρὸς τὰς βαρυτέρας ὑπηρεσίας, ἐπίδειξις ἑστιατόρων εὐπορίας, ὡς ἴσασιν οἱ χρώμενοι, ὡς δὲ ἔχει τὸ ἀληθές, ἀπειροκαλίας. De_vita_contemplativa 53 πρὸς δὲ τούτοις αἱ πεμμάτων καὶ ὄψων καὶ 1 λιθοκόλλητοι M ἀνυφασμένου H χρυσοῦ] χρυσοῦ καὶ ἀργύρου MF (Maug.) 1. 2 καὶ ἀνθοβαφεῖς] αὐταῖς M 3 ἐκτεταμένων Α εἶδος] εἶναι F γὰρ] δὲ A 4 Κίλικες Α θηρίκλια C1, θηλύδρια Η in textu mg P, θηρίκλεια mg H καὶ post θηρίκλεια om. C 6 εὐμορφώτατα Η καὶ om. F 7 τούτων] ἔτι A, τούτων γάρ Arm 8 ἔτι om. Arm οἰνοχοοῦσιν CF: οἰνοχοοῦσι ceteri (v) ὑδροφοροῦσι CF Arm: δορυφοροῦσι MAH, καὶ ὑδροφοροῦσι, δορυφοροῦσι GP, γρ. ὑδροφοροῦσι mg M, καὶ ὑδροφοροῦσι mg H 9 οἲ add. Wendl. 10 βαθυχαῖται] βαθύχαιτοι M, ἀβάκται τε A 11 ἢ μὴ] οἱ μὴ Arin ἢ ante τἀς om. C προμετωπίδους C 12 κυκλωτερους (sic) C ἠκριβωμένον codd. Arm (Conyb.): ἠκριβωμένοι L (v) 13 καὶ ante ἐκλεύκους eras C τὰ μὲν γὰρ ἔμπροσθεν Α 14 κατώτερα F ὑπὸ τῶν γονατίων F 15 οὐλοτέραις] ἀνλοτέραις Α τὴν om. Α τὴν τῶν] αὐτῶν Arm 16 post συστέλλοντες add. καὶ Arm ἐκ πλαγίου κόλπου Α ἀπαιωροῦσιν codd.: ἀπαιωροῦντες v 17 εὐρύνοντες C: εὐρύναντες ceteri (v) πλευρῶν. ἐφεδρεύουσι δ’ ἄλλοι Arm (Conyb.): πλευρῶν ἐφεδρεύουσιν. ἄλλοι δὲ codd. (v) ἢ addidi: cf. de Cherub. § 114 frg. ap. Eus. Pr. Ev. VIII 11 (II p. 632 M.) 18 ἀνθοῦντα F 19 γεγονότα F ἠσκημένα F 20 ἐπίδειξις] ἃ ἐπίδειξίς ἐστιν ΑΡ2 ἑστιατόρων] ἀπόρων AP ὡς ἴσασιν οἱ χρώμενοι post εὐπορίας exhibent codd. Arm (Conyb.): post ἀπειροκαλίας (1. 21) V ἴσασιν] νομίζουσιν coni. Mang., φασιν Wendl. 21 τἀληθές Α, τὸ ἀληθὲς δὲ F ἀπειροκαλίας Mang.: ἀπειροκαλία codd. πρός τούτοις δὲ Α ἡδυσμάτων ποικιλίαι, περὶ ἃ σιτοπόνοι καὶ ὀψαρτυταὶ πονοῦνται, φροντίζοντες οὐ γεῦσιν, ὅπερ ἀναγκαῖον ἦν, ἡδῦναι μόνον, ἀλλὰ καὶ ὄψιν τῇ καθαριότητι. * * * τοὺς αὐχένας ἐν κύκλῳ περιάγοντες τοῖς ὀφθαλμοῖς καὶ τοῖς μυκτῆρσι περιλιχνεύουσι, τοῖς μὲν τὰς εὐσαρκίας καὶ τὸ πλῆθος, τοῖς δὲ τὴν ἀναδιδομένην κνῖσαν. εἶτα ὅταν ἀμφοτέρων, ὄψεών τε καὶ ὀσμῶν, γένωνται διακορεῖς, ἐσθίειν κελεύουσιν, ἐπαινέσαντες οὐκ ὀλίγα τὴν παρασκευὴν καὶ τὸν ἑστιάτορα τῆς πολυτελείας. De_vita_contemplativa 54 ἑπτὰ γοῦν καὶ πλείους εἰσκομίζονται τράπεζαι, πλήρεις ἁπάντων ὅσα γῆ τε καὶ θάλαττα καὶ ποταμοὶ καὶ ἀὴρ φέρουσιν ἔκλογα πάντα καὶ εὔσαρκα, χερσαίων, ἐνύδρων, ἀεροπόρων, ὧν ἑκάστη διαλλάσσει καὶ ταῖς παρασκευαῖς καὶ ταῖς παραρτύσεσιν. ὑπὲρ δὲ τοῦ μηδὲν εἶδος ἀπολειφθῆναι τῶν ἐν τῇ φύσει, τελευταῖαι τῶν ἀκροδρύων εἰσκομίζονται γέμουσαι, δίχα τῶν εἰς τοὺς κώμους καὶ τὰς λεγομένας ἐπιδειπνίδας. De_vita_contemplativa 55 εἶτα αἱ μὲν ἐκκομίζονται κεναὶ διὰ τὴν τῶν παρόντων ἀπληστίαν, οἳ τρόπον αἰθυιῶν ἐμφορούμενοι κατοψοφαγοῦσιν οὕτως, ὡς καὶ τῶν ὀστέων ἐπεντραγεῖν, τὰς δὲ λωβήσαντες καὶ σπαράξαντες ἡμιβρώτους ἐῶσιν. ὅταν δὲ τελέως ἀπαγορεύσωσι, τὰς μὲν γαστέρας ἄχρι φαρύγγων πεπληρωμένοι, κενοὶ δὲ πρὸς τὰς ἐπιθυμίας, ἀπειρηκότες πρὸς τὰς ἐδωδάς, * * * ἀλλὰ τί ταῦτα προσῆκε μηκύνειν, De_vita_contemplativa 56 ἃ παρὰ πολλοῖς ἤδη τῶν μετριωτέρων καταγινώσκεται προσαναρρηγνύντα τὰς ἐπιθυμίας, ὧν ἡ μείωσις ὠφέλιμον; εὔξαιτο γὰρ ἄν τις τὰ ἀπευκταιότατα, 1 σιτοπόνοι] σιτοποιοὶ C Arm (Couyb.) 2 ἦν om. G 3 καθαριότητι C: ρι in ῥεῖ corr. H, καθαρειότητι M, καθαρειότητι GA, καθαρότητι FP lacunam indicavi sic fere explentiam: οἱ γοῦν παρελθόντες εἰς τὰ συμπόσια verba τοὺς αὐχένας — τῆς πολυτελείας (1. 7) huc reduxi: post ἀπειρηκότες πρὸς τὰς ἐδωδάς (1. 18) exhibeut codd. (v) 4 τοῖς ante μυκτῆρσι om. C περιλιχνεύουσι Arm (coni. Mang.): περιϊχνεύουσι codd. 5 ἀναδεδομένην ΜΑ κνίσαν CH: κνίσσαν MFGP (Mang.), ὀσμήν Α εἶθ’ Α τε om. FG 6 ἐσθίειν] ἐπαινεῖν Arm κελεύουσιν] διακελεύουσιν ΗΡ (v) ἐπαινέσαντες om. Arm 8 θάλασσα Α 9 εὔσαρκα CFA: ἔνσαρκα ceteri 11 δὲ om. FGA Arm (Couyb., qui post φύσει interpungit) 11. 12 τελευταῖαι] τελευταῖα AP Arm (Conyb.), τελευταῖαι δὲ at G 12 κομίζ·ονται Α 14 παρόντων] ἐσθιόντων Arm τρόπων C αἰθυιῶν MG: αἰθυῶν ceteri (v) 15 οὕτως om. Arm (Conyb.) ὡς] ὥστε M ὀστέων] ὀστέων αὐτῶν Arm (Conyb.) 18 lacunam indicavi sic fere explendam: πρὸς τὸν πότον τρέπονται προσήκει Arm 19 γινώσκεται H ἀναρρηγνύντα H 20 ὠφέλιμος Α εὔξαιτο] εὔξεται Α 7 sq. cf. Iuven. I 94 quis fercula septem | secreto cenavit avus? Suet. Aug. 74. 13 ἐπιδειπνίδας: Athen XIV 658 e. 664 f. πεῖνάν τε καὶ δίψαν, μᾶλλον ἢ τὴν ἐν ταῖς τοιαύταις εὐωχίαις ἄφθονον σιτίων καὶ ποτῶν περιουσίαν. De_vita_contemplativa 57 Τῶν ἐν τῇ Ἑλλάδι συμποσίων τὰ περιβόητα καὶ σημειωδέστατα δύο ταῦτά ἐστιν, οἷς καὶ Σωκράτης παρετύγχανε· τὸ μὲν ἐν Καλλίου, ἡνίκα στεφανωθέντος Αὐτολύκου τὰ ἐπινίκια εἱστία, τὸ δὲ ἐν Ἀγάθωνος, ἃ καὶ μνήμης ἠξίωσαν ἄνδρες τά τε ἤθη καὶ τοὺς λόγους φιλόσοφοι, Ξενοφῶν τε καὶ Πλάτων· ἀνεγράψαντο γὰρ ὡς ἀξιομνημόνευτα, οἷς ὑπετόπασαν χρήσεσθαι παραδείγμασι τοὺς ἔπειτα τῆς ἐν συμποσίοις ἐμμελοῦς διαγωγῆς. De_vita_contemplativa 58 ἀλλ’ ὅμως καὶ ταῦτα συγκρινόμενα τοῖς τῶν ἡμετέρων, οἳ τὸν θεωρητικὸν ἠσπάσαντο βίον, γέλως ἀναφανεῖται. ἡδονὰς μὲν οὖν ἔχει ἑκάτερον, ἀνθρωπικώτερον δέ ἐστι τὸ Ξενοφῶντος· αὐλητρίδες τε καὶ ὀρχησταὶ καὶ θαυματοποιοὶ καὶ ποιηταὶ γελοίων ἐπὶ τῷ σκῶψαι καὶ χαριεντίσασθαι μέγα φρονοῦντές εἰσί τινες καὶ ἄλλα τῶν ἐν ταῖς ἱλαρωτέραις ἀνέσεσι. De_vita_contemplativa 59 τὸ δὲ Πλατωνικὸν ὅλον σχεδόν ἐστι περὶ ἔρωτος, οὐκ ἀνδρῶν γυναιξὶν ἐπιμανέντων ἢ γυναικῶν ἀνδράσιν αὐτὸ μόνον — ὑποτελοῦσι γὰρ αἱ ἐπιθυμίαι αὗται νόμοις φύσεως —, ἀλλὰ ἀνδρῶν ἄρρεσιν ἡλικίᾳ μόνον διαφέρουσι· καὶ γὰρ εἴ τι περὶ ἔρωτος καὶ Ἀφροδίτης οὐρανίου κεκομψεῦσθαι δοκεῖ, χάριν ἀστεϊσμοῦ παρείληπται. De_vita_contemplativa 60 τὸ γὰρ πλεῖστον αὐτοῦ μέρος ὁ κοινὸς καὶ πάνδημος ἔρως διείληφεν, 1 πεῖνάν τε καὶ δίψαν] δίψαν τε καὶ πεῖναν C Arm (Conyb.) μᾶλλον add. Mang. 3 τῶν] τῶν γοῦν A mg P (Mang.) σημειωδέστερα Α 4 ταῦτ’ Α ἐν καλλίου C: ἐν om. Α, ἒν καλλίου ceteri Arm (Turn. Mr.ng.) 5 εἱστία (scil. Καλλίας) scripsi: εἱστιᾶτο codd. (v) ἐν ἀγάθωνος C: ἒν ἀγάθωνος ceteri Arm (Turn. Mang.) 6 τ’ Α λόγους] τρόπους M φιλόσοφοι om. HP 7 τε om. C (Conyb.) ἀνέγραψαν F ἀξιομνημόνευτοι F 8 χρήσεσθαι Mang.: χρήσασθαι codd. (ἂν χρήσασθαι Couyb.) ἰοὺς] τοῖς A τῆς om. F 9 συγκρινομένων F 11 ἐστιν C 11.12 αὐλητρίδες τε C: αὐλητρίδες δὲ ceteri (αὐλητρίδες γὰρ v) 12 ὀρχισταὶ C ποιηταὶ] πύκται Α 13 μέγα] μεγάλα G φρονοῦσιν Arm εἰσί τινες καὶ ἄλλα scripsi: εἰσί τινα καὶ ἄλλα CFGH, εἴς τινα καὶ ἄλλα M, εἰσὶ δέ τινα καὶ ἄλλα AP, εἰσὶ (vel ἔστι) δὲ καὶ ἄλλα Arm; εἰσί, καί τινα ἄλλα v: εἰσίενται καὶ ἄλλα coni. Wendl.; ἐκεῖ τινες καὶ ἄλλα conieceram 14 ὅλον] μόνον Α περὶ ἔρωτα Α 15 γυναιξὶν Α (Conyb.): ἐπὶ γυναιξὶν ceteri (v) 16 ὑποτελοῦσι codd. Arm (Conyb.): ἐπιτελοῦνται v (Turn.) νόμοις] νόμω HP (v) ἀλλ’ Α 17 ἄρρεσιν Α: ἄρσεσιν ceteri (v) διαφέρουσιν C γὰρ om. A 17. 18 ἀφροδίτης οὐρανίου C (Conyb.): οὐρανίου ἀφροδίτης ceteri (v) 18 παρείληπται] πᾶν εἴληπται Arm 19 πλεῖστον] πλεῖον Α πάνδημος] πάντων F 4 sqq. cf. Plut. de Pyth. orac. 15 p. 401c καθάπερ γὰρ ὁ Σωκράτης ἑστιώμενος ἐν Καλλίου τῷ μύρῳ πολεμεῖ μόνον, ὀρχήσεις δὲ παίδων καὶ κυβιστήσεις καὶ φιλήματα καὶ γελωτοποιοὺς ὁρῶν ἀνέχεται. Xen. Syinp. II 1 sqq. 17. 18. sqq. cf. Plat. Symp. 180d. ἀνδρείαν μέν, τὴν βιωφελεστάτην ἀρετὴν κατὰ πόλεμον καὶ κατ’ εἰρήνην, ἀφαιρούμενος, θήλειαν δὲ νόσον ταῖς ψυχαῖς ἐναπεργαζόμενος καὶ ἀνδρογύνους κατασκευάζων, οὓς ἐχρῆν πᾶσι τοῖς πρὸς ἀλκὴν ἐπιτηδεύμασι συγκροτεῖσθαι. De_vita_contemplativa 61 λυμηνάμενος δὲ τὴν παιδικὴν ἡλικίαν καὶ εἰς ἐρωμένης τάξιν καὶ διάθεσιν ἀγαγὼν ἐζημίωσε καὶ τοὺς ἐραστὰς περὶ τὰ ἀναγκαιότατα, σῶμα καὶ ψυχὴν καὶ οὐσίαν· ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον ἀναλωμάτων. De_vita_contemplativa 62 παραφύεται δὲ καὶ μεῖζον ἄλλο πάνδημον κακόν· ἐρημίαν γὰρ πόλεων καὶ σπάνιν τοῦ ἀρίστου γένους ἀνθρώπων καὶ στείρωσιν καὶ ἀγονίαν τεχνάζονται, οἳ μιμοῦνται τοὺς ἀνεπιστήμονας τῆς γεωργίας, σπείροντες ἀντὶ τῆς βαθυγείου πεδιάδος ὑφάλμους ἀρούρας ἢ λιθώδη καὶ ἀπόκροτα χωρία, ἃ πρὸς τῷ μηδὲν πεφυκέναι βλαστάνειν καὶ τὰ καταβληθέντα φθείρει σπέρματα. De_vita_contemplativa 63 σιωπῶ τὰ τῶν μύθων πλάσματα καὶ τοὺς δισωμάτους, οἳ κατ’ ἀρχὰς προσφύντες ἀλλήλοις ἑνωτικαῖς δυνάμεσιν αὖθις οἷα μέρη συνεληλυθότα διεζεύχθησαν, τῆς ἁρμονίας ὑφ’ ἧς συνείχοντο λυθείσης· εὐπαράγωγα γὰρ ταῦτα πάντα, δυνάμενα τῇ καινότητι 1 ἀνδρίαν Α, ἀνδρίαν F 2 ἐναπεργαζόμενος MFG: ἐνεργαζόμενος C (Conyb.), ἀπεργαζόμενος AHP (v) 3 ἐπιτηδεύμασι] γρ. μαθήμασι mg M, μαθήμασι mg P. ἐπιτηδεύμασι καὶ μαθήμασι F 4 ἐρωμένην C, ἐρωμένων Arm (Conyb.) 6 σῶμα καὶ ψυχὴν C Arm (Conyb.): σώματα, ψυχὴν A. σώματα καὶ ψυχὴν ceteri: σῶμά τε καὶ ψυχὴν v 7 πρὸς ταῦτα CG (Conyb.): καὶ πρὸς ταῦτα ceteri (v) ὄνον om. Arm ὀξυδορκοῦντα FGA: ὀξυδερκοῦντα ceteri (v) 8 τἆλλα A τὸ δὲ σῶμα add. Conyb.: τὰ δὲ σώματα Arm, om. codd. (v) 9 ἀποτυγχάνοιτο] ἀποτυγχάνοι HP (Turn.): cf. de spec. leg. III § 44 10 δ’ Α 11 παραφύεται] περιφύεται Α, παραφύεσθαι Arm (Conyb.) 12 γάρ om. FG Arm (Conyb.) 13 ἀγωνίαν Α, ἀγονίαν ex ἀγωνίαν corr. H τεχνάζονται A et ut vid. Arm: τεχναζόντων ceteri (Turn. Conyb.) τῆς γεωργίας] τῶν γεωργῶν Arm 14 σπείροντας Wendl. (sic Arm?) ὑφάλμους] ὑφάλους G mg P; ὑφάμμους coni. Mang. λιθώδεις Α 15 πεφυκέναι] πεφθακέναι A 16 καταβληθέντα G (Conyb.): βληθέντα ceteri (v) φθείρει om. in lac. G, σπείρει 2 σπέρματα φθείρει transp. M σπέρματα] σώματα Α 17 δισωμάτους] δὔσομμάτους M, γρ. δισωμάτους mg M προσφύντες] πρόσφυγες Α ἑνωτικαῖς C Arm (Conyb.): ἐρωτικαῖς ceteri (v) 18 συνεληλυθότων HP (Turn.) 18. 19 συνείχετο FG 19 πάντα om. G 14 sq. cf. Plat. Legg. VIII 838 e μηδ’ εἰς πέτρας τε καὶ λίθους σπείροντας . . ., ἀπεχομένους δὲ ἀρούρας θηλείας πάσης, ἐν ᾖ μὴ βούλοιο ἂν σοι φύεσθαι τὸ σπαρὲν. τῆς ἐπινοίας τὰ ὦτα δελεάζειν· ὧν ἐκ πολλοῦ τοῦ περιόντος οἱ Μωυσέως γνώριμοι, μεμαθηκότες ἐκ πρώτης ἡλικίας ἐρᾶν ἀληθείας, καταφρονοῦσιν ἀνεξαπάτητοι διατελοῦντες. De_vita_contemplativa 64 Ἀλλ’ ἐπειδὴ τὰ διωνομασμένα συμπόσια τοιαύτης μεστὰ φλυαρίας ἐστίν, ἐν ἑαυτοῖς ἔχοντα τὸν ἔλεγχον, εἴ τις μὴ πρὸς δόξας καὶ τὴν διαδοθεῖσαν περὶ αὐτῶν ὡς δὴ πάνυ κατωρθωμένων φήμην ἐθελήσειεν ἀφορᾶν, ἀντιτάξω τὰ τῶν ἀνατεθεικότων τὸν ἴδιον βίον καὶ ἑαυτοὺς ἐπιστήμῃ καὶ θεωρίᾳ τῶν τῆς φύσεως πραγμάτων κατὰ τὰς τοῦ προφήτου Μωυσέως ἱερωτάτας ὑφηγήσεις. De_vita_contemplativa 65 οὗτοι τὸ μὲν πρῶτον ἀθροίζονται δι’ ἑπτὰ ἑβδομάδων, οὐ μόνον τὴν ἁπλῆν ἑβδομάδα ἀλλὰ καὶ τὴν δύναμιν τεθηπότες· ἁγνὴν γὰρ καὶ ἀειπάρθενον αὐτὴν ἴσασιν. ἔστι δὲ προέορτος μεγίστης ἑορτῆς, ἣν πεντηκοντὰς ἔλαχεν, ἁγιώτατος καὶ φυσικώτατος ἀριθμῶν, ἐκ τῆς τοῦ ὀρθογωνίου τριγώνου δυνάμεως, ὅπερ ἐστὶν ἀρχὴ τῆς τῶν ὅλων γενέσεως, συσταθείς. De_vita_contemplativa 66 ἐπειδὰν οὖν συνέλθωσι λευχειμονοῦντες φαιδροὶ μετὰ τῆς ἀνωτάτω σεμνότητος, ὑποσημαίνοντός τινος τῶν ἐφημερευτῶν — οὕτω γὰρ ὀνομάζειν ἔθος τοὺς ἐν ταῖς τοιαύταις ὑπηρεσίαις —, πρὸ τῆς κατακλίσεως στάντες ἑξῆς κατὰ στοῖχον ἐν κόσμῳ καὶ τάς τε ὄψεις καὶ τὰς χεῖρας εἰς οὐρανὸν ἀνατείναντες, τὰς μὲν ἐπειδὴ τὰ θέας ἄξια καθορᾶν ἐπαιδεύθησαν, τὰς δὲ ὅτι καθαραὶ λημμάτων εἰσὶν ὑπ’ οὐδεμιᾶς προφάσεως τῶν εἰς πορισμὸν μιαινόμεναι, προσεύχονται τῷ θεῷ θυμήρη γενέσθαι καὶ κατὰ νοῦν ἀπαντῆσαι τὴν εὐωχίαν. De_vita_contemplativa 67 μετὰ δὲ τὰς εὐχὰς οἱ πρεσβύτεροι κατακλίνονται ταῖς εἰσκρίσεσιν ἀκολουθοῦντες· πρεσβυτέρους δὲ οὐ τοὺς πολυετεῖς 1 post δελεάζειν add. ἐνίων GA (ss. P), ἔνια F ἐκ πολλοῦ τοῦ περιόντος] ἐκ πολλῶν χ̣ρόνων Arm μώσεως codd. 3 ἀνεξαγάπητοι F διατελοῦντες om. in lac. M διατελοῦντες] διαθλοῦντες Turn. 4 ἀλλ’ om. M 4. 5. τοιαύτης ἐστὶ φλυαρίας μεστά A 5 ἐστίν om. M τις] τι Α, τις om. Arm πρὸς δόξας] πρός δόξαν HP (v) 6 αὐτῶν] ἑαυτῶν C κατωρθωμένην A 7 ἀντιταξάτω A, ἀντιτάξας Arm τὰ add. Mang. 7. 8 καὶ ἑαυτοὺς om. Arm 8 τῆς φύσεως om. G 9 τοῦ om. Α μωυσέος Α, μώσεως ceteri 10 ἑβδομάδα CGHP Arm: ἑβδομάδος F, ζωὴν M, καὶ μίαν Α 12 προέορτος CMG: προεόρτιος ceteri (v) ; cf. de spec. leg. II § 176 ἣν et ἔλαχεν om. Arm 13 ἀριθμός Arm (fortasse recte) ὀρθογώνου Α τριγωνίου 1 14 συσταθείς MFG Arm: καὶ σύστασις CA (καὶ συστάσεως Mang.), om. HP (Turn.) οὖν] γοῦν Α, δέ Arm 15 ἀνωτάτης Α 16 τινος τῶν ἐφημερευτῶν] αὐτοῖς τοῦ ἐφημερευτοῦ Arm ἐφημερευτῶν] ἑρμηνευτῶν F γὰρ] γὰρ αὐτοῖς Arm 18 τὰς ante χεῖρας om. HP (v) 19 ante ὅτι add, καθ’ ἣν F 22 τὴν εὐωχίαν αὐτῶν Arm 23 εἰσκρίσεσιν ἀκολουθοῦντες] θείαις κρίσεσιν ἀκολούθως A δὲ Arm: γάρ codd. (v) καὶ πολιοὺς νομίζουσιν [ἀλλ’ ἔτι κομιδῇ νέους παῖδας], ἐὰν ὀψὲ τῆς προαιρέσεως ἐρασθῶσιν, ἀλλὰ τοὺς ἐκ πρώτης ἡλικίας ἐνηβήσαντας καὶ ἐνακμάσαντας τῷ θεωρητικῷ μέρει φιλοσοφίας, ὃ δὴ κάλλιστον καὶ θειότατόν ἐστι. De_vita_contemplativa 68 συνεστιῶνται δὲ καὶ γυναῖκες, ὧν πλεῖσται γηραιαὶ παρθένοι, τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, διαφυλάξασαι μᾶλλον ἢ καθ’ ἑκούσιον γνώμην, διὰ ζῆλον καὶ πόθον σοφίας, ᾗ συμβιοῦν σπουδάσασαι τῶν περὶ σῶμα ἡδονῶν ἠλόγησαν, οὐ θνητῶν ἐκγόνων ἀλλ’ ἀθανάτων ὀρεχθεῖσαι, ἃ μόνη τίκτειν ἀφ’ ἑαυτῆς οἵα τέ ἐστιν ἡ θεοφιλὴς ψυχή, σπείραντος εἰς αὐτὴν ἀκτῖνας νοητὰς De_vita_contemplativa 69 τοῦ πατρός, αἷς δυνήσεται θεωρεῖν τὰ σοφίας δόγματα. διανενέμηται δὲ ἡ κατάκλισις χωρὶς μὲν ἀνδράσιν ἐπὶ δεξιά, χωρὶς δὲ γυναιξὶν ἐπ’ εὐώνυμα. μή πού τις ὑπολαμβάνει στρωμνάς, εἰ καὶ οὐ πολυτελεῖς, ἀλλ’ οὖν μαλακωτέρας ἀνθρώποις εὐγενέσι καὶ ἀστείοις καὶ φιλοσοφίας ἀσκηταῖς εὐτρεπίσθαι; στιβάδες γάρ εἰσιν εἰκαιοτέρας ὕλης, ἐφ’ ὧν εὐτελῆ πάνυ χαμαίστρωτα παπύρου τῆς ἐγχωρίου, μικρὸν ὑπερέχοντα κατὰ τοὺς ἀγκῶνας, ἵνα ἐπερείδοιντο· τὴν μὲν γὰρ Λακωνικὴν σκληραγωγίαν ὑπανιᾶσιν, ἀεὶ δὲ καὶ πανταχοῦ τὴν ἐλευθέριον εὐκολίαν ἐπιτηδεύουσιν, ἀνὰ κράτος τοῖς ἡδονῆς φίλτροις ἀπεχθόμενοι. De_vita_contemplativa 70 διακονοῦνται 1 πολιοὺς Maug.: παλαιοὺς codd. verba ἀλλ’ ἔτι κομιδῇ νέους παίδους om. Arm, seclusi ἀλλ’] οὐδ’ Α 2 ἐνηβάσαντας AP, ἡβήσαντας F 2. 3 ἐνηβήσαντας καὶ om. Arm 3 ἀκμάσαντας H (Turn.) τῆς φιλοσοφίας ΑΡ2 4 ὧν ἀὲ πλείσται Eus γηρεαὶ G, γεραιαὶ A, γηραλέαι Eus (Mang.) 5 post παρθένοι add. τυγχάνουσιν Eus (Mang.), om. codd. Arm 6 φυλάξασαι Eus, διαφυλάττουσι Arm διά ζῆλον C Eus Arm (Conyb.): διὰ δέ ζῆλον ceteri (v) 7 σπουδάσασαι] σπουδάζουσαι Α (σπουδάζουσι Mang.) περὶ σῶμα] περὶ τὸ σῶμα M Eus (Mang. Conyb.), σωματικῶν Arm 8 ἐγγόνων Α 8. 9 ἀφ’ ἑαυτῆς om. Arm 11 ἡ ante κατάκλισις om. A 12 μή πού τις scripsi: ἤ πού τις C, ἡ πού τις Α (Maug. Conyb.), εἴ πού τις ceteri (Turn.) οὐ] μὴ M (Conyb.) 13 καὶ ἀστείοις. om. Arm 14 ἀσκηταῖς] ἐρασταῖς ΑΡ2, ἀθληταῖς Arm εὐτρεπίσασθαι M στιβάδες γάρ εἰσιν codd.: γάρ om. v: στιβάδες πάρεισιν coni. et 1. 12 εἴ πού τις legendum censet Wendl. ἐφ’ ὦν Wendl.: ἀφ’ ὦν codd. (v) 15 ὑπερανέχοντα F 16 ἵν’ F ὑπερείδοιντο M μὲν om. A 17 ὑπανιᾶσιν v (Turn.): ὑπάνεισιν codd. τὴν ἐλευθερίαν εὐκόλως Α 18 ἰοῖς τῆς ἡδονῆς ΑΡ2, τῆς ἡδονῆς Arm φίλτροις ἀπεχθανόμενοι M, φίλτρων ἀπεχόμενοι Arm 4—9 pergit Euseb. Hist. eccl. II 17, 17 ταύτας τοῦ Φίλωνος σαφεῖς καὶ ἀναντιρρήτους περὶ τῶν καθ’ ἡμάς ὑπάρχειν ἡγούμεθα λέξεις. (18) εἰ δ’ ἐπὶ τούτοις ἀντιλέγων τις ἔτι σκληρύνοιτο, καὶ οὗτος ἀπαλλαττέσθω τῆς δυσπιστίας, ἐναργεστέραις πειθαρχῶν ἀποδείξεσιν, ἃς οὐ παρά τισιν ἡ μόνῃ τῶν Χριστιανῶν εὑρεῖν ἔνεστιν κατὰ τὸ εὐαγγέλιον θρησκείᾳ. (19) φησὶν γὰρ τοῖς περὶ ὧν 6 λόγος καὶ γυναῖκας συνεῖναι, ὧν αἱ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. Exc. Euseb. I. I. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: εἰσὶ δὲ καὶ γυναῖκες θεραπευτίδες, ὧν αἰ πλεῖσται — ἡ θεοφιλὴς ψυχή. 16 cf. Plut. Lyc. 16. δὲ οὐχ ὑπ’ ἀνδραπόδων, ἡγούμενοι συνόλως τὴν θεραπόντων κτῆσιν εἶναι παρὰ φύσιν· ἡ μὲν γὰρ ἐλευθέρους ἅπαντας γεγέννηκεν, αἱ δέ τινων ἀδικίαι καὶ πλεονεξίαι ζηλωσάντων τὴν ἀρχέκακον ἀνισότητα καταζεύξασαι τὸ ἐπὶ τοῖς ἀσθενεστέροις κράτος τοῖς δυνατωτέροις ἀνῆψαν. De_vita_contemplativa 71 ἐν δὴ τῷ ἱερῷ τούτῳ συμποσίῳ δοῦλος μὲν ὡς ἔφην οὐδείς, ἐλεύθεροι δὲ ὑπηρετοῦσι, τὰς διακονικὰς χρείας ἐπιτελοῦντες οὐ πρὸς βίαν οὐδὲ προστάξεις ἀναμένοντες, ἀλλ’ ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ σπουδῆς καὶ προθυμίας τὰς ἐπικελεύσεις. De_vita_contemplativa 72 οὐδὲ γὰρ οἱ τυχόντες ἐλεύθεροι τάττονται πρὸς ταῖς ὑπουργίαις ταύταις, ἀλλ’ οἱ νέοι τῶν ἐν τῷ συστήματι μετὰ πάσης ἐπιμελείας ἀριστίνδην ἐπικριθέντες, ὃν χρὴ τρόπον ἀστείους καὶ εὐγενεῖς πρὸς ἄκραν ἀρετὴν ἐπειγομένους· οἳ καθάπερ υἱοὶ γνήσιοι φιλοτίμως ἄσμενοι πατράσι καὶ μητράσιν ὑπουργοῦσι, κοινοὺς αὑτῶν γονεῖς νομίζοντες οἰκειοτέρους τῶν ἀφ’ αἵματος, εἴ γε καλοκἀγαθίας οὐδὲν οἰκειότερόν ἐστι τοῖς εὖ φρονοῦσιν· ἄζωστοι δὲ καὶ καθειμένοι τοὺς χιτωνίσκους εἰσίασιν ὑπηρετήσοντες, ἕνεκα τοῦ μηδὲν εἴδωλον ἐπιφέρεσθαι δουλοπρεποῦς σχήματος. De_vita_contemplativa 73 εἰς τοῦτο τὸ συμπόσιον — οἶδ’ ὅτι γελάσονταί τινες ἀκούσαντες, γελάσονται δὲ οἱ κλαυθμῶν καὶ θρήνων ἄξια δρῶντες — οἶνος ἐκείναις ταῖς ἡμέραις οὐκ εἰσκομίζεται, ἀλλὰ διαυγέστατον ὕδωρ, ψυχρὸν μὲν τοῖς πολλοῖς, θερμὸν δὲ τῶν πρεσβυτάτων τοῖς ἁβροδιαίτοις· καὶ τράπεζα καθαρὰ τῶν ἐναίμων, ἐφ’ ἧς ἄρτοι μὲν τροφή, προσόψημα δὲ ἅλες, οἷς ἔστιν ὅτε καὶ ὕσσωπος ἥδυσμα παραρτύεται διὰ τοὺς τρυφῶντας. De_vita_contemplativa 74 νηφάλια γὰρ ὡς τοῖς ἱερεῦσι θύειν καὶ τούτοις βιοῦν ὁ ὀρθὸς λόγος ὑφηγεῖται· οἶνος μὲν γὰρ ἀφροσύνης φάρμακον, ὄψα δὲ 1 συνόλως om. Α τὴν τῶν θεραπόντων Α, τὴν ἀνδραπόδων M 2 εἶναι om. Α post παρά φύσιν add. ἢ δούλων Α (post θεραπόντων add. Mang.) 3. 4 καταζεύξασαι] κάτα . . . (spat. 7—8 litt.) M 5 δὴ] δὲ Arni (Conyb., coni. Mang.) ἱερῷ τούτω συμποσίῳ om. in lac. M οὐδεὶς ὡς ἔφην transp. C (Conyb.), οὐδεὶς ἦν ὡς ἔφην Arm 6 δ’ Α τὰς διακονικὰς—οὐδὲ] τἀς δία (cet. om. in lac.) M 7 ἀλλ’ ἐθελουσίῳ γνώμῃ φθάνοντες μετὰ om. in lac. M 9 τάττονται om. G 11 πρὸς] καὶ πρός τὴν Arm (καὶ πρὸς Coayb.) ἐπειγομένους Arm (corr. Turn.): ἐπιγινόμενοι Α, ἐπιγινομένους ceteri οἳ om. Arm 12 πατράσι CMFA: πατράσιν ceteri ὑπουργοῦσι MFG: ὑπουργοῦσιν ceteri 13 αὐτῶν codd., αὑτῶν om. Arm post νομίζοντες add. κἂ Arm οἰκειοτάτους F 14 οἰκειότερον οὐδέν transp. Α ἐστιν C καθιέμενοι C 14. 15 τοὺς χιτῶνας Α 15 ὑπηρετοῦντες Α 16 post σχήματος interpung. C Arm (Conyb.): post συμπόσιον ceteri (v) εἰς om. C οἶδ’ CA: οἶδα ceteri (v) 18 δρῶντες] ζῶντες Arm ἐκείναις] ἐν ἐκείναις ΗΡ (v) 19 τῶν πολλοῖς (sic) F τῶν πρεσβυτάτων] τοῖς πρεσβυτάτοις, οὐ A(P2) 20 τῶν ἀναίμων G ἐφ’ οἷς Α ἄρτοι] ἄρτος Α Arm (Mang. Conyb.) 21 δ’ Α ἐστὶ FG ὅτε om. FG ὕσσωπος om. Α 22 τούτους F 23 ἀφροσύνη (i. e. ἀφροσύνῃ) Α πολυτελῆ τὸ θρεμμάτων ἀπληστότατον διερεθίζει, τὴν ἐπιθυμίαν. De_vita_contemplativa 75 καὶ τὰ μὲν πρῶτα τοιαῦτα. μετὰ δὲ τὸ κατακλιθῆναι μὲν τοὺς συμπότας ἐν αἷς ἐδήλωσα τάξεσι, στῆναι δὲ τοὺς διακόνους ἐν κόσμῳ πρὸς ὑπηρεσίαν ἑτοίμους, ὁ πρόεδρος αὐτῶν, πολλῆς ἁπάντων ἡσυχίας γενομένης — πότε δὲ οὐκ ἔστιν; εἴποι τις ἄν· ἀλλ’ ἔτι μᾶλλον ἢ πρότερον, ὡς μηδὲ γρύξαι τινὰ τολμᾶν ἢ ἀναπνεῦσαι βιαιότερον —, ζητεῖ τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασιν ἢ καὶ ὑπ’ ἄλλου προταθὲν ἐπιλύεται, φροντίζων μὲν οὐδὲν ἐπιδείξεως — οὐ γὰρ τῆς ἐπὶ δεινότητι λόγων εὐκλείας ὀρέγεται —, θεάσασθαι δέ τινα ποθῶν ἀκριβέστερον καὶ θεασάμενος μὴ φθονῆσαι τοῖς εἰ καὶ μὴ ὁμοίως ὀξυδορκοῦσι, τὸν γοῦν τοῦ μαθεῖν ἵμερον παραπλήσιον ἔχουσι. De_vita_contemplativa 76 καὶ ὁ μὲν σχολαιοτέρᾳ χρῆται τῇ διδασκαλίᾳ, διαμέλλων καὶ βραδύνων ταῖς ἐπαναλήψεσιν, ἐγχαράττων ταῖς ψυχαῖς τὰ νοήματα — τῇ γὰρ ἑρμηνείᾳ τοῦ εὐτρόχως καὶ ἀπνευστὶ συνείροντος ὁ τῶν ἀκροωμένων νοῦς συνομαρτεῖν ἀδυνατῶν ὑστερίζει καὶ ἀπολείπεται τῆς καταλήψεως τῶν λεγομένων —· De_vita_contemplativa 77 οἱ δὲ ἀνωρθιακότες τὰ ὦτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες εἰς αὐτὸν ἐπὶ μιᾶς καὶ τῆς αὐτῆς σχέσεως ἐπιμένοντες ἀκροῶνται, τὸ μὲν συνιέναι καὶ κατειληφέναι νεύματι καὶ βλέμματι διασημαίνοντες, τὸν δὲ ἔπαινον τοῦ λέγοντος ἱλαρότητι καὶ τῇ σχέδην περιαγωγῇ τοῦ προσώπου, τὴν δὲ διαπόρησιν ἠρεμαιοτέρᾳ κινήσει τῆς κεφαλῆς καὶ ἄκρῳ δακτύλῳ τῆς δεξιᾶς χειρός· οὐχ ἧττον δὲ τῶν 1 τὸ θρέμμα τῶν ἀπληστοτάτων ΜΑΗ1Ρ1 2 alterum μέν om. Μ 3 διακόνους ut vid. Arm: διακονουμένους codd. (v) ; nescio an Philo scripserit τοὺς διακονοῦντας 4 ὁ πρόεδρος αὐτῶν, πολλῆς ἀπάντων ἡσυχίας γενομένης: sic secundum Arm codicum lacuuam explevi: ὁ πρόεδρος αὐτῶν, ὅτε κοινὴ ἡσυχία γέγονεν Conyb. (sed cf. eius commentar. p. 247) 5 πότε GAP2 Arm (Conyb.): πότος ceteri (v) δ’ GAH2 (v) 6 ζητεῖ scripsi (sic etiam Conyb. p. 248 et Wendl.): ζητεῖται codd., ζητεῖ τις v; ζήτημά τι τῶν ἐν τοῖς ἱεροῖς γράμμασι προταθέντων ἐπιλύεται videtur legisse Arm τοῖς om. F 7 προταθὲν codd.: προταθέν τι Turn. Conyb. ἐπιλύεται] ἐπιλύεταί τις A. ἐπιλύεται ἕτερος G μὲν] μὲν οὑν F 8 ἐπιδείξεως] ἐπιλύσεως HP (Turu.) οὐ] οὐδέ Α δεινότητος F1, δεινοτάτων Α 9 θεασάμενος om. Α 10 τοῖς] τοῖς ἄλλοις G (Mang.) μὴ om. Α ὀξυδερκοῦσι GHP (v) 10. 11 παραπλησίως Α 11 ἔχουσιν C διαμέλλων codd. (Conyb.): διαμένων v (Turn.) 12 ταῖς ἐπιλήψεσιν P 13 εὐτρόχως] εὐστόχως HP (Turn.), εὐστρόφως Α, τρόχως (εὐ om. in lac.) G 15. 16 τὰ ὧτα καὶ τοὺς ὀφθαλμοὺς ἀνατετακότες addidi secundum Arm (῾qui rero erigunt aures et oculos infigunθ): om. codd.; τὰ ὦτα deesse videri raonuit iam Mang. 17. 18 νεύμασι καὶ βλέμμασι F (fortasse recte, cf. § 31 de couf. ling. § 11) 18 σημαίνοντες Α δ’ FA ἱλαρώ (i. e. ἱλαρώτατον?) Α 18.19 τὴν σχέδην Α, τῆ σχεδὸν F, σχέδην om. in lac. G 19 ἀπόρησιν Ρ κατακεκλιμένων οἱ παρεστῶτες νέοι προσέχουσιν. De_vita_contemplativa 78 αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν γραμμάτων γίνονται δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις· ἅπασα γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ἐοικέναι ζῴῳ καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διατάξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν, ἐν ᾧ ἤρξατο ἡ λογικὴ ψυχὴ διαφερόντως τὰ οἰκεῖα θεωρεῖν, ὥσπερ διὰ κατόπτρου τῶν ὀνομάτων ἐξαίσια κάλλη νοημάτων ἐμφαινόμενα κατιδοῦσα καὶ τὰ μὲν σύμβολα διαπτύξασα καὶ διακαλύψασα, γυμνὰ δὲ εἰς φῶς προαγαγοῦσα τὰ ἐνθύμια τοῖς δυναμένοις ἐκ μικρᾶς ὑπομνήσεως τὰ ἀφανῆ διὰ τῶν φανερῶν θεωρεῖν. De_vita_contemplativa 79 ἐπειδὰν οὖν ἱκανῶς ὁ πρόεδρος διειλέχθαι δοκῇ καὶ κατὰ προαίρεσιν ἀπηντηκέναι τῷ μὲν ἡ διάλεξις εὐσκόπως ταῖς ἐπιβολαῖς, τοῖς δὲ ἡ ἀκρόασις, κρότος ἐξ ἁπάντων ὡς ἂν 1 παρέχουσιν C προσέχουσιν. αἱ δέ ἐξηγήσεις] προσέχουσι τῆ ἐξηγήσει Μ ἡ δὲ ἐξήγησις . . . γίνεται Arm (Conyb.) δ’ A Eus 2 γίνονται αὐτοῖς Eus, οὐ γίνονται M ἀλληγορίαις] ἀλλήλοις Μ ἅπασα om. in lac. M 3 τούτοις—σῶμα om. in lac. M 4 ταῖς λέξεσιν om. M 5 verba ἐν ὧ ἤρξατο—θεωρεῖν om. Arm ἐν ὧ ἤρξατο] ὃν ἐνήρξατο FG, ὃν ἤρξατο Eus λογικὴ om. FG, ἡ λογικὴ ψυχὴ om. Eus τὰ οἰκεία] ἡ οἰκεία FG, ἡ οἰκεία αὐτὴ vel ἡ οἰκία αὕτη vel ἡ θρησκεία αὕτη Eusebii codd. et Exc. Euseb. (τῆ οἰκεία αὐγῆ Coislin. 86) 6 ὥσπερ] ὡς Eus τῶν νοημάτων M ἐμφαινόμενα Eus: ἐμφερόμενα codd. (v) 7 δ’ Α 8 παραγαγοῦσα G (Turn.) 10 δοκεῖ corr. ex δοκῆ Η 11 εὐσκόπως CMG Arm (Conyb.): εὐστόχως ceteri (ν) ἐπηβολαῖς A κρότος—ὕμνον (68,2) om. Α κρότος] σκότος C 1—7 pergit Euseb. l. l. (20) εἶθ’ ὑποκαταβὰς ἐμφαντικώτερον ἐκτίθεται ταῦτα· „αἱ δὲ ἐξηγήσεις—ἐμφαινόμενα κατιδοῦσα“. Exc. Euseb. I. l. τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. αἱ δὲ ἐξηγήσεις—ἐμφαινόμενα κατιδοῦσα. tum adiungunt haec: μέμνηται τούτων καὶ Εὐσέβιος ὁ Παμφίλου. τινὲς δέ φασι ταῦτα τόν Φίλωνα περὶ τῶν κοινῶν Ἰουδαίων εἰπεῖν· ἄυλοι περὶ Ἐσσηνῶν Ἐβιωνέων· ἄλλοι περὶ Ναζωραίων Ἰουδαίων· ἄλλοι περὶ τῶν ἐκ περιτομῆς πιστῶν καὶ πεπιστευκότων εἰς χριστόν καὶ φυλαττόντων τὸν νόμον Μωυσέως τυπικῶς· ἄλλοι περὶ τελείων Χριστιανῶν. οἶας δὲ εἴησαν αἱρέσεως, μοναχικὸν ζῶντες βίον θεραπευταὶ εἰκότως ὠνομάζοντο. οὑ μόνον δὲ Εὐσέβιος ὁ Παμφίλου καὶ Φίλων ὁ Ἰουδαῖος, ἀλλά καὶ ὁ μακάριος Διονύσιος ὁ ᾿Αρεοπαγίτης, ὁ μαθητὴς τοῦ ἁγίου Παύλου τοῦ ἀποστόλου, ὁ γενόμ·ενος ᾿Αθηνῶν ἐπίσκοπος, ἐν τῴ περὶ τῆς ἐκκλησιαστικῆς ἱεραρχίας τοὺς μοναχοὺς ἔφη τὸ παλαιόν καὶ θεραπευτάς ὀνομάζεσθαι. 2 sqq. Origenes in Lecit. homil. 5, 1 (vol. IX p. 239 Lomm.) sicut ergo cognationem sui ad invicem gerunt visibilia et invisibilia, . . . ita etiam Sanctam Scripturam credendum est ex visibilibus et invisibilibus constare: veluti ex corpore quodam, litera scilicet, quae videtur, et anima, sensu, qui intra ipsam deprelienditur, et spiritu . . . cf. eiusdem fragm. (ibid. p. 171) ἐπεὶ οὑν συνέστηκεν ἡ γραφὴ καὶ αὐτὴ οἱονεὶ ἐκ σώματος μὲν τοῦ βλεπομένου, ψυχῆς δὲ τῆς ἐν αὐτῷ νοουμένης καὶ καταλαμβανομένης, καὶ πνεύματος τοῦ κατὰ τά ὑποδείγματα . . . συνηδομένων εἰς τὸ ἔτι ἑψόμενον γίνεται. De_vita_contemplativa 80 καὶ ἔπειτα ὁ μὲν ἀναστὰς ὕμνον ᾄδει πεποιημένον εἰς τὸν θεόν, ἢ καινὸν αὐτὸς πεποιηκὼς ἢ ἀρχαῖόν τινα τῶν πάλαι ποιητῶν — μέτρα γὰρ καὶ μέλη καταλελοίπασι πολλὰ ἐπῶν τριμέτρων, προσοδίων ὕμνων, παρασπονδείων, παραβωμίων, στασίμων χορικῶν στροφαῖς πολυστρόφοις εὖ διαμεμετρημένων —, μεθ’ ὃν καὶ οἱ ἄλλοι κατὰ τάξεις ἐν κόσμῳ προσήκοντι, πάντων κατὰ πολλὴν ἡσυχίαν ἀκροωμένων, πλὴν ὁπότε τὰ ἀκροτελεύτια καὶ ἐφύμνια ᾄδειν δέοι· τότε γὰρ ἐξηχοῦσι πάντες τε καὶ πᾶσαι. De_vita_contemplativa 81 ὅταν δὲ ἕκαστος διαπεράνηται τὸν ὕμνον, οἱ νέοι τὴν πρὸ μικροῦ λεχθεῖσαν τράπεζαν εἰσκομίζουσιν, ἐφ’ ἧς τὸ παναγέστατον σιτίον, ἄρτος ἐζυμωμένος μετὰ προσοψήματος ἁλῶν, οἷς ὕσσωπος ἀναμέμικται, δι’ αἰδῶ τῆς ἀνακειμένης ἐν τῷ ἁγίῳ προνάῳ ἱερᾶς τραπέζης· ἐπὶ γὰρ ταύτης εἰσὶν ἄρτοι καὶ ἅλες ἄνευ ἡδυσμάτων, ἄζυμοι μὲν οἱ ἄρτοι, ἀμιγεῖς δὲ οἱ ἅλες. De_vita_contemplativa 82 προσῆκον γὰρ ἦν τὰ μὲν ἁπλούστατα καὶ εἰλικρινέστατα τῇ κρατίστῃ τῶν ἱερέων ἀπονεμηθῆναι μερίδι λειτουργίας ἆθλον, τοὺς δὲ ἄλλους τὰ μὲν ὅμοια ζηλοῦν, ἀπέχεσθαι δὲ τῶν αὐτῶν, ἵνα ἔχωσι προνομίαν οἱ κρείττονες. De_vita_contemplativa 83 Μετὰ δὲ τὸ δεῖπνον τὴν ἱερὰν ἄγουσι παννυχίδα. ἄγεται δὲ 1 ἔτι ἑψόμενον scripsi: ἑψόμενον F, ἐποψόμενον ceteri (v), τρίτον μόνον Arm (Conyb.): ἐνδόσιμον coni. Mang. 6 μὲν codd.: μὲν om. v 2 ᾄδει πεποιημένον εἰς] ὑμνῳδία γεραίρει Α αἶνον ἢ καινὸν A καινὸν] καὶ νῦν F 4 πολλὰ] ποιηταὶ in ras. Η2 προσοδιῶν (sic) C1: προσῳδιῶν ceteri ὕμνον M 5 στασίμων] στασίων H χωρικῶν C1F πολυτρόφοις C, καὶ πολυστρόφοις Arm 5. 6 μεθ’ ὃν C1GA: μεθ’ ὦν ceteri 6 post τάξεις add. καὶ καθ’ ἡλικίαν Arm ἐν om. A 7 πλὴν] πρὶν Α 8 τε om. F ὅταν] ὅτε Α δὲ om. Α 9 διαπεράνητε Μ, διαπεράνϋται Α, διαπεραίνηται FP 11 ὕσωπος HP, ὕσσωπον Α δι’ ἰδῶ τῆς CFGH2: δι’ ἐδωδῆς MA, καὶ δι’ ἐδωδῆς H1P 12. 13 καὶ ἅλες—οἱ ἄρτοι om. FG 13 μέν om. C δ’ A, δὴ F2 οἱ ἅλες Α Arm: καὶ ἅλες F2, καὶ οἱ ἅλες ceteri (v) 14 γὰρ] μὲν γὰρ MA 14. 15 τῶν ἱερέων Arm (coni. Mang.): τῶν ἱερῶν codd. 15 δ’ A 16 τῶν αὐτῶν Arm (Conyb.): τῶν ἄρτων codd. (v) ; τῶν ἀζύμων coni. Mang. ἵν᾿ Α 17 ἄγουσι] εἰσάγουσι Α ἄγεται δέ] ᾄδεται δ’ A 17. 69, 1 ἄγεται δὲ ἡ παννυχὶς om. Arm 17 sqq. pergit Euseb. l. l. (21) τί δεῖ τούτοις ἐπιλέγειν ἰάς ἐπὶ ταὐτὸν συνόδους καὶ τὰς ἰδία μὲν ἀνδρῶν ἰδίᾳ δὲ γυναικῶν ἐν ταὐτῷ διατριβὰς καὶ τὰς ἐξ ἔθους ἔτι καὶ νῦν πρὸς ἡμῶν ἐπιτελουμένας ἀσκήσεις, ἅς διαφερόντως κατὰ τὴν τοῦ σωτηρίου πάθους ἑορτὴν ἐν ἀσιτίαις καὶ διανυκτερεύσεσιν προσοχαῖς τε τῶν θείων λόγων ἐκτελεῖν εἰώθαμεν· (22) ἅπερ ἐπ’ ἀκριβέστερον αὐτὸν ὃν καὶ εἰς δεῦρο τετήρηται παρὰ μόνοις ἡμῖν τρόπον ἐπισημηνάμενος ὁ δηλωθεὶς ἀνὴρ τῇ ἰδίᾳ παρέδωκεν γραφῇ, τὰς τῆς μεγάλης ἑορτῆς παννυχίδας καὶ τὰς ἐν ταύταις ἀσκήσεις τούς τε λέγεσθαι εἰωθότας πρὸς ἡμῶν ὕμνους ϊστορῶν, καὶ ὡς ἑνὸς μετὰ ῥυθμοῦ κοσμίως ἐπιψάλλοντος οἱ λοιποὶ καθ᾿ ἡσυχίαν ἀκροώμενοι τῶν ὕμνων τὰ ἀκροτελεύτια συνεξηχοῦσιν (§ 80), ὅπως τε κατὰ τἀς δεδηλωμένας ἡμέρας ἐπὶ στιβάδων χαμευνοῦντες οἴνου μὲν τό παράπαν, ὡς αὐτοῖς ῥήμασιν ἀνέγραψεν, οὐδ’ ἀπογεύονται, ἀλλ’ οὐδὲ τῶν ἐναίμων τινός, ὕδωρ δὲ μόνον αὐτοῖς ἐστι ποτόν, καὶ προσόψημα μετ᾿ ἄρτου ἅλες καὶ ὕσσωπον (§ 69. 73). (23) πρὸς τούτοις γράφει τὸν τῆς προστασίας τρόπον τῶν τἀς ἐκκλησιαστικὰς λειτουργίας ἐγκεχειρισμένων διακονίας τε καὶ τἀς ἐπὶ πᾶσιν ἀνωτάτω τῆς ἐπισκοπῆς προεδρίας. (24) τούτων δ’ ὅτῳ πόθος ἔνεστι τῆς ἀκριβοῦς ἐπιστάσεως, μάθοι ἂν ἐκ τῆς δηλωθείσης τοῦ ἀνδρὸς ἱστορίας. ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατά τὸ εὐαγγέλιον διδασκαλίας τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ταῦτ’ ἔγραφεν, παντί τῳ δῆλον. ἡ παννυχὶς τὸν τρόπον τοῦτον· ἀνίστανται πάντες ἀθρόοι, καὶ κατὰ μέσον τὸ συμπόσιον δύο γίνονται τὸ πρῶτον χοροί, ὁ μὲν ἀνδρῶν, ὁ δὲ γυναικῶν· ἡγεμὼν δὲ καὶ ἔξαρχος αἱρεῖται καθ’ ἑκάτερον ἐντιμότατός τε καὶ ἐμμελέστατος. De_vita_contemplativa 84 εἶτα ᾄδουσι πεποιημένους ὕμνους εἰς τὸν θεὸν πολλοῖς μέτροις καὶ μέλεσι, τῇ μὲν συνηχοῦντες, τῇ δὲ καὶ ἀντιφώνοις ἁρμονίαις ἐπιχειρονομοῦντες καὶ ἐπορχούμενοι, καὶ ἐπιθειάζοντες τοτὲ μὲν τὰ προσόδια, τοτὲ δὲ τὰ στάσιμα, στροφάς τε τὰς ἐν χορείᾳ καὶ ἀντιστροφὰς ποιούμενοι. De_vita_contemplativa 85 εἶτα ὅταν ἑκάτερος τῶν χορῶν ἰδίᾳ καὶ καθ’ ἑαυτὸν ἑστιαθῇ, καθάπερ ἐν ταῖς βακχείαις ἀκράτου σπάσαντες τοῦ θεοφιλοῦς, ἀναμίγνυνται καὶ γίνονται χορὸς εἷς ἐξ ἀμφοῖν, μίμημα τοῦ πάλαι συστάντος κατὰ τὴν ἐρυθρὰν θάλασσαν ἕνεκα τῶν θαυματουργηθέντων ἐκεῖ. De_vita_contemplativa 86 τὸ γὰρ πέλαγος προστάξει θεοῦ τοῖς μὲν σωτηρίας αἴτιον τοῖς δὲ πανωλεθρίας γίνεται· ῥαγέντος μὲν γὰρ καὶ βιαίοις ἀνακοπαῖς ὑποσυρέντος καὶ ἑκατέρωθεν ἐξ ἐναντίας οἷα τειχῶν παγέντων, τὸ μεθόριον διάστημα εἰς λεωφόρον ὁδὸν καὶ ξηρὰν πᾶσαν ἀνατμηθὲν εὐρύνετο, δι’ ἧς ὁ λεὼς ἐπέζευσεν ἄχρι τῆς ἀντιπέραν ἠπείρου πρὸς τὰ μετέωρα 1 ἀθρόον F μέσον] μέλη Α 2 τό πρῶτον om. Arm 3 καθ’ ἑκάτερον M Arm: καθ’ ἕτερον celeri (Turn.) 4 τε om. C εἶτ’ A τοὺς ὕμνους Α εἰς τὸν θεὸν ὕμνους transp. HP (v) h καὶ ante ἀντιφώνοις om. M Arm (Conyb.) συμφώνοις Arm 6 ἁρμονίαις om. M 7 προσόδια C1: προσώδια ceteri τά ante στάσιμα om. C χορείᾳ Arm (Conyb.): χρεία codd. (χρείᾳ v) 8 ἀντιστροφὰς C Arm (Conyb.): ἀντιστρόφους ceteri (v) εἶθ᾿ Α ἑκάτεροι A χορῶν Arm (Coayb.): ἀνδρῶν codd. (v) post ἰδίᾳ καὶ add. τῶν γυναικῶν ἰδία G (Mang.), om. ceteri Arm 8. 9 καθαυτὸν corr. ex καταυτὸν C 9 ἑστιαθῶσι Α, ἑστιαθῇ aute ἰδίᾳ (8) transp. M βακχείαις v (Turn.): βακχικαῖς codd. (Conyb.) σπάσαντες] σπουδάσαντες Α τοῦ om. M 10 εἷς om. Turn. 13 πανολεθρίας C γίνεται] ἐγίνετο coui. Mang. (sed cf. 70, 3 διαφθείρονται) γάρ om. A 14 οἷα τεῖχος M παγέντος M 15 πάσαν] πᾶσιν Arm (Conyb.) εὐρύνετο om. in lac. M 15. 16 δι’ ἧς] δι’ πὗ M 16 λεὼς] λαὸς M ἐπέζευσεν codd. Ann (Conyb.): ἐπέξευξεν v ἀντιπέραν CM (Couyb.): ἀντιπέρας ceteri (v) παραπεμφθείς· ἐπιδραμόντος δὲ ταῖς παλιρροίαις καὶ τοῦ μὲν ἔνθεν τοῦ δὲ ἔνθεν εἰς τὸ χερσωθὲν ἔδαφος ἀναχυθέντος, οἱ ἐπακολουθήσαντες τῶν πολεμίων κατακλυσθέντες διαφθείρονται. De_vita_contemplativa 87 τοῦτο δὲ ἰδόντες καὶ παθόντες, ὃ λόγου καὶ ἐννοίας καὶ ἐλπίδος μεῖζον ἔργον ἦν, ἐνθουσιῶντές τε ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εἷς γενόμενοι χορός, τοὺς εὐχαριστηρίους ὕμνους εἰς τὸν σωτῆρα θεὸν ᾖδον, ἐξάρχοντος τοῖς μὲν ἀνδράσι Μωυσέως τοῦ προφήτου, ταῖς δὲ γυναιξὶ Μαριὰμ τῆς προφήτιδος. De_vita_contemplativa 88 τούτῳ μάλιστα ἀπεικονισθεὶς ὁ τῶν θεραπευτῶν καὶ θεραπευτρίδων, μέλεσιν ἀντήχοις καὶ ἀντιφώνοις πρὸς βαρὺν ἦχον τῶν ἀνδρῶν ὁ γυναικῶν ὀξὺς ἀνακιρνάμενος, ἐναρμόνιον συμφωνίαν ἀποτελεῖ καὶ μουσικὴν ὄντως· πάγκαλα μὲν τὰ νοήματα, πάγκαλοι δὲ αἱ λέξεις, σεμνοὶ δὲ οἱ χορευταί· τὸ δὲ τέλος καὶ τῶν νοημάτων καὶ τῶν λέξεων καὶ τῶν χορευτῶν εὐσέβεια. De_vita_contemplativa 89 μεθυσθέντες οὖν ἄχρι πρωΐας τὴν καλὴν ταύτην μέθην, οὐ καρηβαροῦντες ἢ καταμύοντες, ἀλλὰ διεγηγερμένοι μᾶλλον ἢ ὅτε παρεγένοντο εἰς τὸ συμπόσιον, τάς τε ὄψεις καὶ ὅλον τὸ σῶμα πρὸς τὴν ἕω στάντες, ἐπὰν θεάσωνται τὸν ἥλιον ἀνίσχοντα, τὰς χεῖρας ἀνατείναντες εἰς οὐρανὸν εὐημερίαν καὶ ἀλήθειαν ἐπεύχονται καὶ ὀξυωπίαν λογισμοῦ· καὶ μετὰ τὰς εὐχὰς εἰς τὰ ἑαυτῶν ἕκαστος σεμνεῖα ἀναχωροῦσι, πάλιν τὴν συνήθη φιλοσοφίαν ἐμπορευσόμενοι καὶ γεωργήσοντες. De_vita_contemplativa 90 θεραπευτῶν μὲν δὴ πέρι τοσαῦτα θεωρίαν ἀσπασαμένων φύσεως καὶ τῶν ἐν αὐτῇ καὶ ψυχῇ μόνῃ βιωσάντων, οὐρανοῦ μὲν καὶ κόσμου πολιτῶν, τῷ δὲ πατρὶ καὶ ποιητῇ τῶν ὅλων γνησίως συσταθέντων ὑπ’ ἀρετῆς, ἥτις θεοῦ 1 ἐπιδραμόντος MGH2: ἐπιδραμόντες FAH1P, ἐπιδραμούσαις C (Couyb.) 1.2 τοῦ μὲν ἔνθεν τοῦ δὲ] τῆς μὲν ἔνθεν τῆς δέ C (Conyb.) ἔνθα . . . ἔνθα Α 2 δ’ Α ἀναχυθέντα Α, ἀναχυθείσης C (Conyb.) 3 τοῦτο δὲ F: τοῦτο καὶ ceteri (ν), δέ om. Arm 4 λόγου C Arm (Conyb.): καὶ λόγου ceteri (v) ἔργον ἣν om. M, ἦν om. Arm τε om. HP (v) 5 γινόμενοι M, γενόμενος HP τοὺς om. M εὐχαριστηρίους] τῆς εὐχαριστίας Α; χαριστηρίους voluit Mang. 6 σωτῆρα om. HP θεὸν om. MG ἦδον corr. ex εἶδον C μὲν τοῖς transp. A μωσέως codd. 6. 7 τοῦ προφήτου om. C 7 τούτῳ] τούτοις Arm 8 καὶ θεραπευτρίδων] καὶ 6 τῶν θεραπαινίδων M 9 βαρὺν] τραχὺν C (Turn.) 10 ἀπετέλει Arm 11 μὲν] μὲν ἣν Arm 12 καὶ post τέλος om. M Arm (Conyb.) χορευτῶν] θεραπευτῶν M ἡ εὐσέβεια Α (Mang.) 14 διαγηγερμένοι C 15 καὶ] ἢ Α στάντες suspectum videtur; καθιστάντες conicio 16 ἀνίσχοντα om. Arm 16. 17 ἐπανατείναντες εἰς τὸν οὐρανόν Α 17 τὴν ἀληθῆ εὐημερίαν καὶ τὴν ἀλήθειαν Arm 18 τὰ] τὸ M ἑαυτῶν Arm (Couyb.): ἑαυτοῦ codd. (v) σεμνεῖον M. συγγενεία F ἀναχωροῦσιν C 21 βιωσάντων] θεωρησάντων Arm 22 καὶ ποιητῇ om. M θεοῦ addidi φιλίαν αὐτοῖς προυξένησεν οἰκειότατον γέρας καλοκἀγαθίας προσθεῖσα, πάσης ἄμεινον εὐτυχίας, ἐπ’ αὐτὴν ἀκρότητα φθάνον εὐδαιμονίας. 1 προυξένησεν] προεξένησεν Α, προυξενήσασα F οἰκειότατον: desinit C καλοκἀλαθίας FG Arm: καλοκἀγαθίαν ΜΑΗΡ προσθεῖσα G; προθεῖσα ΜΑΗΡ Arm (Conyb.), προσθεὶς F, γρ. προσθεὶς mg Η my Ρ 2 πάσης G: ἀπάσης ceteri ἄμεινον v (Turn.): ἀμείνονα codd. φθάνουσαν M εὐδαιμονίας] ἡγεμονίας Α