De_decalogo 1 Τοὺς βίους τῶν κατὰ Μωυσέα σοφῶν ἀνδρῶν, οὓς ἀρχηγέτας τοῦ ἡμετέρου ἔθνους καὶ νόμους ἀγράφους αἱ ἱεραὶ βίβλοι δηλοῦσιν, ἐν ταῖς προτέραις συντάξεσι μεμηνυκὼς κατὰ τὰ ἀκόλουθα ἑξῆς τῶν ἀναγραφέντων νόμων τὰς ἰδέας ἀκριβώσω μηδ’, εἴ τις ὑποφαίνοιτο τρόπος ἀλληγορίας, τοῦτον παρεὶς ἕνεκα τῆς πρὸς διάνοιαν φιλομαθοῦς ἐπιστήμης, ᾗ πρὸ τῶν ἐμφανῶν ἔθος τὰ ἀφανῆ ζητεῖν. De_decalogo 2 πρὸς δὲ τοὺς ἀποροῦντας, τί δή ποτε οὐκ ἐν πόλεσιν ἀλλ’ ἐν ἐρήμῳ βαθείᾳ τοὺς νόμους ἐτίθει, λεκτέον πρῶτον μέν, ὅτι αἱ πολλαὶ τῶν πόλεων ἀμυθήτων κακῶν εἰσι μεσταί, καὶ τῶν πρὸς τὸ θεῖον ἀνοσιουργημάτων καὶ τῶν πρὸς ἀλλήλους ἀδικημάτων. De_decalogo 3 οὐδὲν γάρ ἐστιν ὃ μὴ κεκιβδήλευται, τὰ γνήσια τῶν νόθων παρευημερούντων καὶ τἀληθῆ τῶν εἰκότων, ἃ φύσει μὲν κατέψευσται, πιθανὰς δ’ ὑποβάλλει φαντασίας πρὸς ἀπάτην. De_decalogo 4 ἐν πόλεσιν οὖν καὶ ὁ πάντων ἐπιβουλότατος φύεται τῦφος, ὅν τινες τεθήπασι καὶ προσκυνοῦσι τὰς κενὰς δόξας 1 — 3 Φίλωνος περὶ τῶν δέκα λογίων λόγων scripsi), οἳ κεφάλαια νόμων εἰσί G, φίλωνος ἰουδαίου περὶ τῶν δέκα λογίων, ἃ κεφάλαια νόμων εἰσίν F, περὶ τῶν δέκα λογίων, ἆ κεφάλαια νόμων εἰσίν Η, φίλωνος ἰουδαίου εἰς τὴν (sic) δεκάλογον μώσεως AP, φίλωνος περὶ νόμων ἰδέας M, tit. om. Arm 4 μωϋσέα GH: μωυσῆν M, μωσέα ceteri 6 ἐν τῆ προτέρᾳ συντάξει Arm προτέραις] ἡμετέραις M κατὰ τὸ ἀκόλουθον Arm ut vid. 8 πρὸς διάνοιαν] δι’ ὑπονοιῶν coni. Mang. 9 (??) φιλομαθοῦς ἀ eras.) F ἐπιστάσεως coni. Wendl. ᾖ] ἡ Arm 10 τί δή ποτε] διὰ τί Η (v) 12 εἰσι κακῶν transp. F 14 παρημερευόντων M τὰ ἀληθῆ M 15 εἰκότων] εἰκαιοτέρων M κατεψεύσατο Η (Turn.) IG post ἀπάτην interpungit M: post πόλεσιν ceteri οὖν M: οὖ ceteri, ἀφ’ οὗ Arrn φύεται] ϋιωται (sic) M 17 τὰς κενὰς δόξας] τοὺς κενοδόξους coni. Mang. 11 — 270,5 Vindob. liist. gr. 67 fol. 56r Φίλωνος ἰουδαίου: αἱ πολλαὶ τῶν πόλεων ἐκπιεζόμενοι. σεμνοποιοῦντες διὰ χρυσῶν στεφάνων καὶ ἁλουργίδων καὶ πλήθους θεραπόντων καὶ ὀχημάτων, ἐφ’ ὧν οἱ λεγόμενοι μακάριοι καὶ εὐδαίμονες μετέωροι φέρονται, τοτὲ μὲν ὀρεῖς ἢ ἵππους καταζευγνύντες τοτὲ δὲ καὶ ἀνθρώπους, οἳ τὰ φορεῖα κατὰ τῶν αὐχένων ἀχθοφοροῦσι τὴν ψυχὴν De_decalogo 5 πρὸ τοῦ σώματος δι’ ὑπερβολὴν ὕβρεως πιεζόμενοι. τῦφος καὶ πολλῶν ἄλλων κακῶν δημιουργός ἐστιν, ἀλαζονείας, ὑπεροψίας, ἀνισότητος· αἱ δ’ εἰσὶν ἀρχαὶ ξενικῶν καὶ ἐμφυλίων πολέμων οὐδὲν μέρος, οὐ κοινόν, οὐκ ἴδιον, οὐ κατὰ γῆν, οὐ κατὰ θάλατταν, ἡσυχάζειν ἐῶσαι. τί δὲ δεῖ τῶν πρὸς ἀλλήλους ἁμαρτημάτων μεμνῆσθαι; De_decalogo 6 τύφῳ γὰρ καὶ τὰ θεῖα ἐξωλιγώρηται, καίτοι νομιζόμενα τῆς ἀνωτάτω τυγχάνειν τιμῆς· τιμὴ δὲ τίς ἂν γένοιτο, μὴ προσούσης ἀληθείας, ἣ καὶ ὄνομα καὶ ἔργον ἔχει τίμιον, ἐπεὶ καὶ τὸ ψεῦδος ἔμπαλιν ἄτιμον φύσει; De_decalogo 7 ἡ δ’ ὀλιγωρία τῶν θείων ἐμφανὴς τοῖς ὀξυδερκέστερον ὁρῶσι· μυρίας γὰρ ὅσας διὰ γραφικῆς καὶ πλαστικῆς μορφώσαντες ἰδέας ἱερὰ καὶ νεὼς αὐταῖς προσπεριεβάλοντο καὶ βωμοὺς κατασκευάσαντες ἀγάλμασι καὶ ξοάνοις καὶ τοιουτοτρόποις ἀφιδρύμασι τιμὰς ἰσολυμπίους καὶ ἰσοθέους ἀπένειμαν, ἅπασιν ἀψύχοις. De_decalogo 8 οὓς εὐθυβόλως αἱ ἱεραὶ γραφαὶ τοῖς ἐκ πόρνης γεγονόσιν ἀπεικάζουσιν· ὡς γὰρ οὗτοι πάντας, ὅσους ἐραστὰς ἔσχεν ἡ μήτηρ, ἐπιγράφονται πατέρας ἑνὸς ἀγνοίᾳ τοῦ φύσει, οὕτω καὶ οἱ κατὰ πόλεις οὐκ εἰδότες τὸν ὄντα ὄντως ἀληθῆ θεὸν μυρία πλήθη ψευδωνύμων ἐκτεθειώκασιν. De_decalogo 9 εἶτ’ ἄλλων παρ’ ἄλλοις τιμωμένων, ἡ περὶ τοῦ ἀρίστου κρατήσασα διχόνοια καὶ τὰς πρὸς τὰ ἄλλα πάντα διαφορὰς ἐγέννησεν. De_decalogo 10 εἰς ἃ πρῶτον ἀπιδὼν ἔξω πόλεων ἐβουλήθη νομοθετεῖν. ἐνενόει δὲ κἀκεῖνο δεύτερον, ὅτι τοῦ μέλλοντος ἱεροὺς νόμους παραδέχεσθαι τὴν 3 μὲν] μὲν οὖν M ὀρεῖς] οὐρῆας M ἡ] καὶ H, om. M ἵππος ϊ ὑποζευγνύντες M 4 φορεῖα AP, φορία Vind., φορτία M τόν αὐχένα F 5 ἐκπιεζόμενοι Vind. τῦφος δὲ conicio 6. 7 ἀνισότητος Mang. : codd. 7 αἱ δ’] αἴδ’ MP, αἰ Arm 8 post διιὸν add. πρῶτον Ann 9 ἀλλήλους] ἄλλους M 10 ἐξωλιγωρεῖται M καίτοι] καὶ τὰ coni. Christophorson τυγχάνει F1 15 αὐτοῖς M προσπεριεβάλλοντο MH 16 ἰσολυμπίους Α, ἰσολυμπίας P καὶ ἰσοθέους M: om. ceteri; ἰσοθέους (ora. ἰσολυμπίους καὶ) Mang. 17 ἅπασιν] πᾶσιν M: πλάσμασιν vel πράγμασιν coni. Mang. ἱεραὶ om. γ’ 19 οὕτως F 20 ὄντως ὄντα transp. MH (v) #x003E; ἀληθῆ coni Mang. 21 εἶτα FGH 22 διαφορὰς] φορὰς GH (Turn.) 23 πόλεων Mang.: πόλεως codd. ἐννόει AP1 24 τοὺς μέλλοντας Arm 11. 12 DP fol. 322r Φίλωνος: τιμὴ τίς ἂν γένοιτο — ἔχει τί ψυχὴν ἀναγκαῖόν ἐστιν ἀπορρύψασθαι καὶ ἐκκαθήρασθαι τὰς δυσεκπλύτους κηλῖδας, ἃς μιγάδων καὶ συγκλύδων ὄχλος ἀνθρώπων κατὰ πόλεις προσετρίψατο. De_decalogo 11 τοῦτο δὲ ἀμήχανον ἑτέρως ἢ διοικισθέντι συμβῆναι, καὶ οὐκ εὐθὺς ἀλλὰ μακρῷ χρόνῳ ὕστερον, ἕως ἂν οἱ τῶν ἀρχαίων παρανομημάτων ἐνσφραγισθέντες τύποι κατὰ μικρὸν ἀμαυρούμενοι καὶ ἀπορρέοντες ἀφανισθῶσι. De_decalogo 12 τοῦτον τὸν τρόπον καὶ οἱ τὴν ἰατρικὴν ἀγαθοὶ σῴζουσι τοὺς κάμνοντας· οὐ γὰρ πρότερον σιτία καὶ ποτὰ παρέχειν ἀξιοῦσι, πρὶν ἢ τὰ τῶν νόσων αἴτια ὑπεξελέσθαι· μενόντων γὰρ ἀνωφελεῖς αἱ τροφαί, ἀλλὰ καὶ ἐπιζήμιοι, ὗλαι γινόμεναι τοῦ πάθους. De_decalogo 13 εἰκότως οὖν ἐκ τῶν κατὰ πόλεις βλαβερωτάτων συνηθειῶν εἰς ἐρήμην ἀπαγαγών, ἵνα κενώσῃ τὰς ψυχὰς ἀδικημάτων, ἤρξατο προσφέρειν ταῖς διανοίαις τροφάς· αὗται δὲ τίνες ἂν εἶεν ὅτι μὴ νόμοι καὶ λόγοι θεῖοι; De_decalogo 14 τρίτη δέ ἐστιν αἰτία ἥδε· καθάπερ οἱ στελλόμενοι μακρὸν πλοῦν, οὐχ ὅταν ἐπιβάντες τῆς νεὼς ἀπὸ λιμένος ἐξαναχθῶσιν, ἄρχονται κατασκευάζειν ἱστία καὶ πηδάλια καὶ οἴακας, ἀλλ’ ἔτι μένοντες ἐπὶ γῆς ἕκαστα τῶν συντεινόντων πρὸς πλοῦν εὐτρεπίζονται, τὸν αὐτὸν τρόπον ἠξίωσεν οὐ λαβόντας κληρουχίας καὶ τὰς πόλεις οἰκήσαντας τότε ζητεῖν νόμους, οἷς πολιτεύσονται, ἀλλ’ ἑτοιμασαμένους τοὺς τῆς πολιτείας κανόνας καὶ ἐνασκηθέντας οἷς ἔμελλον οἱ δῆμοι κυβερνᾶσθαι σωτηρίως τηνικαῦτα εἰσοικίζεσθαι, χρησομένους εὐθὺς ταῖς τῶν δικαίων παρασκευαῖς ἐν ὁμονοίᾳ καὶ κοινωνίᾳ καὶ διανομῇ τῶν ἐπιβαλλόντων ἑκάστοις. De_decalogo 15 φασὶ δέ τινες καὶ τετάρτην αἰτίαν οὐκ ἀπῳδὸν ἀλλ’ ἐγγυτάτω τῆς ἀληθείας· ἐπειδὴ γὰρ ἔδει πίστιν ἐγγενέσθαι ταῖς διανοίαις περὶ τοῦ μὴ εὑρήματα ἀνθρώπου τοὺς νόμους ἀλλὰ θεοῦ χρησμοὺς σαφεστάτους εἶναι, πορρωτάτω τῶν πόλεων ἀπήγαγε τὸ ἔθνος εἰς ἐρήμην βαθεῖαν 1 ἀπορρίψασθαι M καθάρασθαι M 1. 2 δυσεκπλήτους G, δυσεκπλύκτους P 3 πόλιν M 5 ἀνομημάτων M 6. 7 οἱ περὶ τὴν ἰατρικὴν AP 7 γὰρ om. M Arm καὶ ποτὰ om. II (v) 8 παρασχεῖν Vind. ἀξιοῦντες M πρὶν om. M 9 ἀλλὰ καὶ M: om. ceteri (v) γενόμεναι M 10 πόλεις Mang. (sic Arm): πόλιν codd. 11 ἐρήμην codd.: ἔρημον Mang. 12.13 λόγοι καὶ νόμοι M 13 δ’ ἐστὶν M 14 λιμένος FH: λιμένων MAPCi 15 μένοντες] μὲν ὄντες Arm 16 εὐτρεπίζοντες Η 18 πολιτεύωνται Turn. ἡτοιμασμένους M τοὺς om. Turn. 19 εὖ ἀσκηθέντας Arm ἤμελλον H 20 χρησομένοις M 21 ἐν Α: ἐφ’ ceteri (Turn.) ὁμονοίᾳ] ὁμοία Η διαμονὴ Α ἐπιβαλόντων F 22 ἀπῳδὸν] ἀπᾴδουσαν M 23 διανοίαις αὐτῶν Arm 25 ἔρημον F (Mang.) 6—9 Vindob. hist. gr. 67 fol. 56v: τοῦτον τὸν τρόπον — τοῦ πάθου καὶ ἄγονον οὐ μόνον ἡμέρων καρπῶν ἀλλὰ καὶ ποτίμου ὕδατος, ἵν’, De_decalogo 16 ἐὰν ἐν σπάνει γενόμενοι τῶν ἀναγκαίων καὶ δίψει καὶ λιμῷ διαφθαρῆναι προσδοκήσαντες ἐξαπιναίως ἀφθονίαν τῶν ἐπιτηδείων ἀπαυτοματισθέντων ἀνευρίσκωσιν, οὐρανοῦ μὲν ὕοντος τροφὰς τὸ καλούμενον μάννα, προσόψημα δὲ τροφῶν ἀπ’ ἀέρος ὀρτυγομήτρας φοράν, ὕδατος δὲ πικροῦ γλυκαινομένου πρὸς τὸ πότιμον, πέτρας δὲ ἀκροτόμου πηγὰς ἀνομβρούσης, μηκέτι θαυμάζωσιν, εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους, ἐναργεστάτην βάσανον εἰληφότες ἐκ τῶν χορηγιῶν, ἃς ἐξ ἀπόρων ἔσχον οὐκ ἐλπίσαντες. De_decalogo 17 ὁ γὰρ πρὸς τὸ ζῆν ἀφθονίαν δοὺς καὶ τὰς πρὸς τὸ εὖ ζῆν ἀφορμὰς ἐδωρεῖτο· πρὸς μὲν οὖν τὸ ζῆν σιτίων ἔδει καὶ ποτῶν, ἅπερ ἀνεύρισκον οὐχ ἑτοιμασάμενοι, πρὸς δὲ τὸ εὖ ζῆν νόμων καὶ διαταγμάτων, οἷς βελτιοῦσθαι τὰς ψυχὰς ἔμελλον. De_decalogo 18 Αἵδ’ εἰσὶν ἐν στοχασμοῖς εἰκόσιν αἰτίαι λεγόμεναι περὶ τοῦ διαπορηθέντος· τὰς γὰρ ἀληθεῖς οἶδεν ὁ θεὸς μόνος. εἰπὼν δ’ ἅπερ ἥρμοττε περὶ τούτων ἑξῆς αὐτοὺς ἀκριβώσω τοὺς νόμους, ἐκεῖνο κατὰ τὸ ἀναγκαῖον προμηνύσας, ὅτι τῶν νόμων οὓς μὲν αὐτὸς ὁ θεὸς οὐ προσχρησάμενος ἄλλῳ δι’ ἑαυτοῦ μόνου θεσπίζειν ἠξίωσεν, οὓς δὲ διὰ προφήτου Μωυσέως, ὃν ἀριστίνδην ἐκ πάντων ὡς ἐπιτηδειότατον ἱεροφάντην ἐπελέξατο. De_decalogo 19 τοὺς μὲν οὖν αὐτοπροσώπως θεσπισθέντας δι’ αὐτοῦ μόνου συμβέβηκε καὶ νόμους εἶναι καὶ νόμων τῶν ἐν μέρει κεφάλαια, τοὺς δὲ διὰ τοῦ προφήτου πάντας ἐπ’ ἐκείνους ἀναφέρεσθαι. De_decalogo 20 λέξω δ’, ὡς ἂν οἷός τε ὦ, περὶ ἑκατέρων καὶ πρότερόν γε τῶν κεφαλαιωδεστέρων· 1 ἡμέρων oin. Arm ἵν᾿ M : ἵνα ceteri ἐὰν om. M 2 ἐν om. G δίψη Η (v) 3. 4 ἀνευρίσκωσιν ἀπαυτοματισθέντων transp. H (Turn.) 4 μάνα H 4. 5 προσόψιμα Η 5 pr. δὲ] τε Richt. ἀπ’ secludendum putavit Mang. ὀρτυγομήτρας codd. (cf. Exod. 16,13): ὀρτυγομητρῶν Mang. alt. δὲ] μὲν Η 6 τὸ om. M δὲ om. M 7 θαυμάζωσιν εἰ λόγια θεοῦ συμβέβηκεν εἶναι τοὺς νόμους M Arm : θαυμάζωσι Νεῖλον μηδ’ εἰ συμβέβηκεν εἶναι θεοῦ τοὺς νόμους ceteri (v) τοὺς νόμους corr. ex τοῖς νόμοις Η post νόμους add. ἀμφιγνοῶσιν mg. H2 (v) 9 ἀφθονίαν — εὖ ζῆν (10) om. M 10 ἀφορμὰς] ἀφθονίας Α 11 post ζῆν add. καὶ ὡς εἰκὸς Η et mg. P2 (v) 13 αἴτιαι corr. in αἰτίαι F περὶ om. M 14 οἶδεν ὁ θεὸς M: θεὸς οἶδε ceteri (v) δ’ ἅπερ M: δὲ ἃ cetori (Turn.) 16 τῶν νόμων] τοὺς νόμους M οὓς] τοὺς M 17 ἑαυτοῦ M: αὑτοῦ G, αὐτοῦ corr. in αὐτοῦ H, αὐτοῦ APF οὐ μόνον G οὓς] τοὺς M 18 τοῦ προφήτου APF μώσεως MAPFH, om. G ὃν] ὃς H ἐκ πάντων M: ἐξ ἀπάντων ceteri (v) ἱεροφάντην M: ὡς ἱεροφαντεῖν ceteri (v) 19 ἐπελέξατο M: εἵλετο ceteri (v) αὐτοπροσώπους Α 20 pr. καὶ om. Arm 22 περὶ MF: καὶ περὶ ceteri (v) post γε add. περὶ Arm ὧν εὐθέως ἄξιον θαυμάσαι τὸν ἀριθμὸν δεκάδι τῇ παντελείᾳ περατουμένων, ἣ πάσας μὲν ἀριθμῶν διαφορὰς ἀρτίων καὶ περιττῶν καὶ ἀρτιοπερίττων, ἀρτίων μὲν δυοῖν, περιττῶν δὲ τριῶν, ἀρτιοπερίττων δὲ πέντε, πάσας δὲ λόγων τῶν ἐν ἀριθμοῖς πολυπλασίων καὶ ἐπιμερῶν καὶ ὑποεπιμερῶν περιέχει, πάσας δ’ ἀναλογίας, De_decalogo 21 τήν τε ἀριθμητικήν, ἣ τῷ ἰσαρίθμῳ ὑπερέχει καὶ ὑπερέχεται, οἷον ἐπὶ τοῦ ἓν καὶ δύο καὶ τρία, καὶ τὴν γεωμετρικήν, καθ’ ἣν οἷος ὁ λόγος πρὸς τὸν πρῶτον τοῦ δευτέρου, τοιοῦτος καὶ ὁ πρὸς τὸν δεύτερον τοῦ τρίτου, ὡς ἔχει ἐπὶ τοῦ ἓν καὶ δύο καὶ τέσσαρα, ἔν τε διπλασίοις καὶ τριπλασίοις καὶ συνόλως πολυπλασίοις καὶ πάλιν ἐν ἡμιολίοις καὶ ἐπιτρίτοις καὶ τοῖς παραπλησίοις, ἔτι μέντοι καὶ τὴν ἁρμονικήν, καθ’ ἣν ὁ μέσος τῶν ἄκρων τῷ ἴσῳ μορίῳ ὑπερέχει τε καὶ ὑπερέχεται, ὡς ἔχει ἐπὶ τοῦ τρίτου καὶ τετάρτου καὶ ἕκτου. De_decalogo 22 περιέχει δὲ ἡ δεκὰς καὶ τὰς τῶν τριγώνων καὶ τετραγώνων καὶ τῶν ἄλλων πολυγώνων ἐμφαινομένας ἰδιότητας καὶ τὰς τῶν συμφωνιῶν, τήν τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ, τῷ τέσσαρα πρὸς τρία, καὶ τὴν διὰ πέντε ἐν ἡμιολίῳ, τῷ τρία πρὸς δύο, καὶ τὴν διὰ πασῶν ἐν διπλασίῳ, τῷ δύο πρὸς ἕν, καὶ τὴν δὶς διὰ πασῶν ἐν τετραπλασίῳ, τῷ ὀκτὼ πρὸς δύο. De_decalogo 23 παρό μοι δοκοῦσι καὶ οἱ πρῶτοι τὰ ὀνόματα τοῖς πράγμασι θέμενοι — σοφοὶ γὰρ ἦσαν — εἰκότως αὐτὴν προσαγορεῦσαι δεκάδα, ὡσανεὶ δεχάδα οὖσαν, παρὰ τὸ δέχεσθαι καὶ κεχωρηκέναι τὰ γένη πάντα τῶν ἀριθμῶν καὶ λόγων τῶν κατ’ ἀριθμὸν 1 εὐθὺς M 1.2 περατουμένων codd.: περαιουμένων Turn., περανουμένων Mang. 2 ἣ] εἰ M ἀριθμῶν] ἀριθμουμένων AP διαφορὰς ἀρτίων ἀριθμῶν transp. G 2. 3 καὶ ἀρτιοπερίττων om. L (Turn.) 3 δυοῖν ex δυεῖν corr. Η, δυεῖν FG 4. 5 ὑποεπιμερῶν M: ἐπιμορίων ceteri (v) 5 δὲ M, om. Arm ἡ τῷ] τῷ γὰρ Arm 5. 6 τῶν ἰσαρίθμων AP, τῶ ἴσω ἀριθμῶ M 6 ἐπὶ τὸ α' καὶ β' καὶ γ' M 7. 8 πρὸς τὸν πρῶτον τοῦ δευτέρου] τοῦ α' πρὸς τὸν τοῦ β' M 8 τοιοῦτος om. AP1 ὁ MH: om. ceteri πρὸς τὸν δεύτερον τοῦ τρίτου] τοῦ β' πρὸς τὸν γ' M 9 τοῦ] τὸ F, om. M ἓν καὶ ἓν ὁ εῖς καὶ δύο καὶ τρεῖς καὶ τριάκοντα τέσσαρες M τέτταρα AP 9. 10 καὶ συνόλως πολυπλασίοις MF Arm: om. ceteri 12 post μορίῳ add. καὶ Η (v) ὑπερέχει τε καὶ ὑπερέχεται MF: ὑπερέχεται καὶ ὑπερέχει ceteri (v) τρίτου] α' MG; δευτέρου coni. Christophorson (Mang.), sed cf. de opif. mundi § 110 τετάρτου] δ' M, τέσσαρα G 13 ἕκτου] ς' M, ἐς G ἕκτου καὶ τετάρτου καὶ τρίτου transp. Arm τῶν H: om. ceteri 15 τεττάρων FH ἐν om. APF τῷ] τοῦ G δ' M 15. 16 πρὸς τὸν τρία G 16 γ' M γ' M β' M 17 β' M α' M δὶς καὶ διὰ Η 18 τῶ] τὰ Η η' M β M 20 ὡσανεὶ] οἱονεὶ Ἀρ’ 21 συγκεχωρηκέναι Turn. τὰ γένη τῶν ἀριθμῶν πάντα καὶ κεχωρηκέναι transp. M πάντα τὰ γένη transp. AP λόγους M ἀριθμῶν corr. in ἀριθμὸν AFH De_decalogo 24 καὶ ἀναλογιῶν ἁρμονιῶν τε αὖ καὶ συμφωνιῶν. τὴν μέντοι δεκάδα πρὸς τοῖς εἰρημένοις καὶ διὰ ταῦτα εἰκότως ἄν τις θαυμάσειε περιέχουσαν τήν τε ἀδιάστατον φύσιν καὶ τὴν διαστηματικήν· ἡ μὲν οὖν ἀδιάστατος τάττεται κατὰ σημεῖον μόνον, ἡ δὲ διαστηματικὴ κατὰ τρεῖς ἰδέας γραμμῆς καὶ ἐπιφανείας καὶ στερεοῦ· De_decalogo 25 τὸ μὲν γὰρ δυσὶ σημείοις περατούμενόν ἐστι γραμμή, τὸ δ’ ἐπὶ δύο διαστατὸν ἐπιφάνεια, ῥυείσης ἐπὶ πλάτος γραμμῆς, τὸ δ’ ἐπὶ τρία στερεόν, μήκους καὶ πλάτους βάθος προσλαβόντων, ἐφ’ ὧν ἵσταται ἡ φύσις· πλείους γὰρ τριῶν διαστάσεις οὐκ ἐγέννησεν. De_decalogo 26 ἀρχέτυποι δὲ τούτων ἀριθμοὶ τοῦ μὲν ἀδιαστάτου σημείου τὸ ἕν, τῆς δὲ γραμμῆς τὰ δύο, καὶ ἐπιφανείας μὲν τρία, στερεοῦ δὲ τέσσαρα, ὧν ἡ σύνθεσις ἑνὸς καὶ δυοῖν καὶ τριῶν καὶ τεσσάρων ἀποτελεῖ δεκάδα παραφαίνουσαν τοῖς ὁρατικοῖς καὶ ἕτερα κάλλη· De_decalogo 27 σχεδὸν γὰρ ἡ ἀπειρία τῶν ἀριθμῶν ταύτῃ μετρεῖται, διότι οἱ συστήσαντες αὐτὴν ὅροι τέσσαρές εἰσιν, ἓν καὶ δύο καὶ τρία καὶ τέτταρα, οἱ δ’ ἴσοι ὅροι ἑκατοντάδα γεννῶσιν ἐκ δεκάδων — δέκα γὰρ καὶ εἴκοσι καὶ τριάκοντα καὶ τεσσαράκοντα γίνονται ἑκατόν —, ὁμοίως δὲ καὶ χιλιάδα ἐξ ἑκατοντάδων καὶ μυριάδα ἐκ χιλιάδων, μονὰς δὲ καὶ δεκὰς καὶ ἑκατοντὰς καὶ χιλιὰς τέσσαρες ὅροι οἱ δεκάδα γεννῶντες· De_decalogo 28 ἥτις δίχα τῶν πρόσθεν εἰρημένων καὶ ἑτέρας ἀριθμῶν ἐμφαίνει διαφοράς, τόν τε πρῶτον κόσμον, ὃς μονάδι μόνῃ μετρεῖται, οὗ παράδειγμα ὁ τρεῖς, ὁ πέντε, ὁ ἑπτά, καὶ τὸν τετράγωνον, τὸν τέσσαρα, τὸν ἰσάκις ἴσον, καὶ μὲν δὴ τὸν κύβον, τὸν ὀκτώ, ὅς ἐστιν ἰσάκις ἴσος ἰσάκις, καὶ τὸν τέλειον, τὸν ἕξ, ἰσούμενον τοῖς ἑαυτοῦ μέρεσι, τρισὶ καὶ δυσὶ 2 εἰκότως ἄν τις M: ἄν τις εἰκότως ceteri (v) θαυμάσειε MAP: θαυμάσαι FGH 5 γραμμὴν καὶ ἐπιφάνειαν καὶ στερεόν coni. Mang. γὰρ om. F 6 δ’ AP: δὲ ceteri 7 δὲ Μ τρεῖς M βάθους MII, Λαὶ βάθος AP β' α' βάθους πλάτους Η 8 ἡ om. GH (v) 10 γ' M 11 δ' M α' M δυεῖν GH, β' M γ' M 12 τεττάρων APF, δ' M ἀποτελεῖ δεκάδα — τέτταρα (14) om. M ὁρατικοῖς APFG: ὁρατοῖς Η (Turn.) 13 μετρεῖται] περατοῦται vel περαίνεται coni. Mang. 14 ἓν καὶ δύο καὶ τρία καὶ τέτταρα G: ἑνὸς καὶ δυοῖν δυεῖν 11) καὶ τριῶν καὶ τεττάρων APFH (v) 15 δ’ M: δὲ ceteri 15. 16 ι' γὰρ καὶ κ' G, δεκάδα γὰρ καὶ εἰκοσάδα M 16 λ' MG μ' MG γίνονται F: γίνεται MG, γεννῶσιν H (v), om. AP ρ' MAP 18 δ' M δεκάδα] ι' M 20 κόσμον M: om. ceteri (v) ὃς] ὡς F μόνη MAPFG: μόνον Η (v) μετρεῖται μόνη transp. G 21 τρεῖς FH, γ' M: τρία APG (Mang.) ε' M ζ' M τέσσαρα APG, δ' M: τέταρτον FH (v) 22 τὸν κύβον .M: τὸν om. ceteri (v) ὀκτώ FG, η' M: ὄγδοον G mg. P (v), αὐτώ (sic) Α, αὐτόν P pr. ἰσάκις om. M 23 τὸν ἐξισούμενον M αὐτοῦ MF γ' καὶ β' καὶ α' M καὶ ἑνί. De_decalogo 29 τί δὲ δεῖ καταλέγεσθαι τὰς δεκάδος ἀρετὰς ἀπείρους τὸ πλῆθος, πάρεργον ποιουμένους ἔργον μέγιστον, ὃ καθ’ αὑτὸ συμβέβηκεν αὐταρκεστάτην εἶναι ὑπόθεσιν τοῖς περὶ τὰ μαθήματα διατρίβουσι; τὰς μὲν οὖν ἄλλας ὑπερθετέον, μιᾶς δ’ οὐκ ἄτοπον ἴσως ἐπιμνησθῆναι δείγματος ἕνεκα. De_decalogo 30 τὰς γὰρ ἐν τῇ φύσει λεγομένας κατηγορίας δέκα μόνας εἶναί φασιν οἱ ἐνδιατρίβοντες τοῖς τῆς φιλοσοφίας δόγμασιν· οὐσίαν, ποιόν, ποσόν, πρός τι, ποιεῖν, πάσχειν, ἔχειν, κεῖσθαι, τὰ ὧν οὐκ ἄνευ πάντα , χρόνον καὶ τόπον. De_decalogo 31 οὐδὲν γάρ ἐστι τούτων ἀμέτοχον· οἷον ἐγὼ μετέχω μὲν οὐσίας δανεισάμενος ἀφ’ ἑκάστου τῶν στοιχείων, ἐξ ὧν ἀπετελέσθη ὅδε ὁ κόσμος, γῆς καὶ ὕδατος καὶ ἀέρος καὶ πυρός, τὰ πρὸς τὴν ἐμὴν σύστασιν αὐταρκέστατα· μετέχω δὲ καὶ ποιότητος, καθ’ ἣν ἄνθρωπός εἰμι, καὶ ποσότητος, ᾗ πηλίκος· γίνομαι δὲ καὶ πρός τι, ὅταν μου πρὸς δεξιοῖς τις ἢ πρὸς εὐωνύμοις ᾖ· ἀλλὰ καὶ ποιῶ, τρίβων τι ἢ κείρων, καὶ πάσχω, κειρόμενος ἢ τριβόμενος ὑφ’ ἑτέρων· κἀν τῷ ἔχειν ἐξετάζομαι, ἢ περιβεβλημένος ἢ ὡπλισμένος, κἀν τῷ κεῖσθαι, σχεδόν τι καθεζόμενος ἢ κατακεκλιμένος· εἰμὶ δὲ πάντως κἀν τόπῳ καὶ χρόνῳ, τῶν προειρημένων οὐδενὸς δυναμένου χωρὶς ἀμφοῖν ὑφίστασθαι. De_decalogo 32 Ταυτὶ μὲν οὖν ἀποχρώντως λελέχθω, συνυφαίνειν δ’ ἀναγκαῖον τὰ ἀκόλουθα. τοὺς δέκα λόγους ἢ χρησμούς, νόμους ἢ θεσμοὺς πρὸς ἀλήθειαν ὄντας, ἀθροισθέντος τοῦ ἔθνους ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν εἰς ἐκκλησίαν, ὁ πατὴρ τῶν ὅλων ἐθέσπισεν. ἆρά γε φωνῆς τρόπον 1 δεκάδας H 2 μέγιστον ἔργον transp. Arm 3 τοῖς — διατρίβουσι om. M 4 ἐπιμνησθῆναι MF: ὑπομνησθῆναι ceteri (v) 5 ἕνεκεν GH (v) δέκα] δεκάδας Turn. 6 φασὶν εἶναι transp. M ἐνδιατρίψαντες M τοῖς τῆς M: om. ceteri (v) 7 οὐσία FH post πρός τι add. ποῦ πότε M 8 πάντα addidi (cf. vol. II 24,14) ; τὰ ὧν ἄνευ οὐκ ἔστι τι coni. Mang. ἄνευ χρόνου καὶ τόπου Α Arm καὶ] ἡ καὶ M post τόπον add. εἶναι M 9 μὲν μετέχω transp. GH (v) 10 ὅδε] ὅλος Η (v) 11 καὶ om. Α 12 καθ’ ἣν] καθὸ Α πηλίκοσδε F, πηλικότητος Arm πηλίκος γίνομαι (om. δὲ) M 13 τις] στῆς M ᾖ· ἀλλὰ] ἢ ἀλλαχῆ M 14 ποιῶ M: ποιῶ ποιῶν A) τι ceteri (v) τι (post τρίβων) om. Α κείρων Mang. : καίων codd. Arm πάσχων A 15 ἑτέρου G κἀν F: κἀν ceteri, ἐν Arm ἐξετάζομαι Α κἀν AF: κἄν ceteri 16 σχεδόν τι M: σχέδην ceteri (v) 17 κἂν (κἀν scripsi) τόπω καὶ χρόνω M Arm: κἄν χρόνω κἄν τόπω F, καὶ χρόνω καὶ τόπω ceteri δυναυφ μένων H (Turn.) 18 συνίστασθαι H IJ) ταύτῃ M, ταῦτα AP 20 νόμους M Arm: ἡ νόμους ceteri (v) 21 οὓς ante ἀθροισθέντος add. FGH (v) καὶ γυναικῶν ὁμοῦ transp. M 22 εἰς ἐκκλησίαν M: ἐν ἐκκλησία APFG, om. H (Turn.) φωνῆς τρόπον] φωνὴν γήινον M τρόπου corr. in τρόπον Α προέμενος αὐτός; ἄπαγε, μηδ’ εἰς νοῦν ποτ’ ἔλθοι τὸν ἡμέτερον· οὐ γὰρ ὡς ἄνθρωπος ὁ θεός, στόματος καὶ γλώττης καὶ ἀρτηριῶν δεόμενος. De_decalogo 33 ἀλλά γέ μοι δοκεῖ κατ’ ἐκεῖνον τὸν χρόνον ἱεροπρεπέστατόν τι θαυματουργῆσαι κελεύσας ἦχον ἀόρατον ἐν ἀέρι δημιουργηθῆναι, πάντων ὀργάνων θαυμασιώτερον, ἁρμονίαις τελείαις ἡρμοσμένον, οὐκ ἄψυχον ἀλλ’ οὐδ’ ἐκ σώματος καὶ ψυχῆς τρόπον ζῴου συνεστηκότα, ἀλλὰ ψυχὴν λογικὴν ἀνάπλεω σαφηνείας καὶ τρανότητος, ἣ τὸν ἀέρα σχηματίσασα καὶ ἐπιτείνασα καὶ πρὸς πῦρ φλογοειδὲς μεταβαλοῦσα καθάπερ πνεῦμα διὰ σάλπιγγος φωνὴν τοσαύτην ἔναρθρον ἐξήχησεν, ὡς τοῖς ἔγγιστα τοὺς πορρωτάτω κατ’ ἴσον ἀκροᾶσθαι δοκεῖν. De_decalogo 34 ἀνθρώπων μὲν γὰρ αἱ φωναὶ πρὸς μήκιστον ἀποτεινόμεναι πεφύκασιν ἐξασθενεῖν, ὡς ἀριδήλους τοῖς μακρὰν ἀφεστηκόσι μὴ γίνεσθαι τὰς ἀντιλήψεις ταῖς ἐπεκτάσεσιν ἐκ τοῦ κατ’ ὀλίγον ἀμαυρουμένας, ἐπειδὴ καὶ τὰ ὄργανα φθαρτά· De_decalogo 35 τὴν δὲ κεκαινουργημένην φωνὴν ἐπιπνέουσα θεοῦ δύναμις ἤγειρε καὶ ἐζωπύρει καὶ ἀναχέουσα πάντῃ τὸ τέλος τῆς ἀρχῆς ἀπέφαινε τηλαυγέστερον, ἀκοὴν ἑτέραν πολὺ βελτίω τῆς δι’ ὤτων ταῖς ἑκάστων ψυχαῖς ἐντιθεῖσα· ἡ μὲν γὰρ βραδυτέρα πως οὖσα αἴσθησις ἀτρεμίζει, μέχρις ἂν ὑπ’ ἀέρος πληχθεῖσα διακινηθῇ, φθάνει δ’ ἡ τῆς ἐνθέου διανοίας ὀξυτάτῳ τάχει προϋπαντῶσα τοῖς λεγομένοις. De_decalogo 36 Φωνῆς μὲν δὴ τῆς θείας πέρι τοσαῦτα. δεόντως δ’ ἄν τις ἀπορήσαι, τοῦ χάριν, πλείστων ὅσων μυριάδων εἰς ἓν ἠθροισμένων χωρίον, ἕκαστον θεσπίζειν τῶν δέκα λογίων ἠξίωσεν ὡς οὐχὶ πρὸς πλείους ἀλλ’ ὡς πρὸς ἕνα, „οὐ μοιχεύσεις“ λέγων, „οὐ φονεύσεις,“ „οὐ 1 προιέμενος M αὐτούς F2 (H1?) ἔλω APH (Turn.) ὑμέτερον Α 3 ἀλλά γέ μοι M ἀλλά γ’ ἐμοὶ Wendl.): ἀλλ’ ἐμοὶ cetevi (v) κατ’ M Arm: τὰ κατ’ ceteri (Turn.) 4 ἦχον M: ἠχὴν ceteri (v) 5 ἡρμοσμένον MAPFG: ἡρμοσμένον corr. in ἡρμοσμένων H ἡρμοσμένων v) ἄψυχον corr. ex ἄψυχος Η 6 οὐδέ FG συνεστηκότα scripsi: συνεστηκότος APFH, συνεστηκὸς G, συνεστηκὼς M; συνεστηκυῖαν coni. Mang. ψυχὴν] ἠχὴν coni. Mang. (cf. vol. Η 277,19) 7 ἀνάπλεω M: ἀνάπλεων ceteri τρανότητος F post τρανότητος add. περιέχουσαν Christophorson y τοὺς] καὶ τοῖς M 10 γὰρ om. Α 14 καινουργουμένην M ἐπιπνέουσαν PGH 15 πάντῃ] πᾶν M ἀρχῆς M Arm (Mang.): ἠχή ceteri (Turn.) ἀπέφηνε corr. ex ἀπέφαινε Η, ἀπέφηνε M (v) 16 ἑκάστου Η (Turn.) IG. 17 ἐντεθεῖσα Η 17 πῶς Α post οὖσα add. τῶν ὤτων Christophorson (Mang.) 18 δ’ ἡ] δὴ M 19 προυπαντῶσα scripsi (sic Arm): προσυπαντῶσα codd.; προαπαντῶσα voluit Mang. 20 δὴ τῆς om. M δεόντως] ἐξόντως M 21 ἀπορήσαι GH2: ἀπορῆσαι MFH1, ἀπορήσοι Η (sic Mang.) 22 ἑκάστῳ Arm 23 ἀλλὰ GH ὡς om. H (Turn.) οὐ φονεύσεις om. Arm κλέψεις“ (Exod. 20, 13 ss.) καὶ τὰ ἄλλα ταύτῃ. De_decalogo 37 λεκτέον οὖν ἓν μέν, ὅτι βούλεται κάλλιστον ἀναδιδάξαι μάθημα τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς γραφαῖς, ὡς ἄρα καθ’ αὑτὸν εἷς ἕκαστος, ὅταν ᾖ νόμιμος καὶ θεῷ καταπειθής, ἰσότιμός ἐστιν ὅλῳ ἔθνει πολυανθρωποτάτῳ, μᾶλλον δὲ καὶ πᾶσιν ἔθνεσιν, εἰ δὲ δεῖ περαιτέρω προελθόντα εἰπεῖν, καὶ παντὶ τῷ κόσμῳ. De_decalogo 38 διόπερ ἐν ἑτέροις ἐπαινῶν τινα δίκαιον ἄνδρα φησίν· „ἐγώ εἰμι ὁ θεὸς σός“ (Gen. 17, 1)· ὁ δ’ αὐτὸς ἦν καὶ κόσμου θεός, ὡς τοὺς ὑπηκόους τὴν αὐτὴν τεταγμένους τάξιν καὶ ὁμοίως εὐαρεστοῦντας τῷ ταξιάρχῳ τῆς ἴσης ἀποδοχῆς καὶ τιμῆς μεταλαμβάνειν. De_decalogo 39 δεύτερον δέ, ὅτι κοινῇ μὲν ὡς πλήθει τις ἐκκλησιάζων οὐκ ἐξ ἀνάγκης διαλέγεται ἑνί, ὅτε δὲ προστάττων ἢ ἀπαγορεύων, ἰδίᾳ ὡς ἑνὶ ἑκάστῳ τῶν ἐμφερομένων εὐθὺς ἂν δόξαι τὰ πρακτέα καὶ κοινῇ πᾶσιν ἀθρόοις ὑφηγεῖσθαι· εὐπειθέστερος δὲ ὁ τὰς παραινέσεις αὐτοπροσώπως δεχόμενος, ὁ δὲ συλλήβδην μεθ’ ἑτέρων κεκώφωται τὸν ὄχλον ἀφηνιασμοῦ παρακάλυμμα ποιούμενος. De_decalogo 40 τρίτον, ἵνα μηδείς ποτε βασιλεὺς ἢ τύραννος ἀφανοῦς ἰδιώτου καταφρονήσῃ γεμισθεὶς ἀλαζονείας καὶ ὑπεροψίας, ἀλλ’ εἰς τὰ τῶν ἱερῶν νόμων διδασκαλεῖα φοιτήσας χαλάσῃ τὰς ὀφρῦς, ἀπομαθὼν οἴησιν εἰκότι μᾶλλον δ’ ἀληθεῖ λογισμῷ. De_decalogo 41 εἰ γὰρ ὁ ἀγένητος καὶ ἄφθαρτος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεὴς καὶ ποιητὴς τῶν ὅλων 1 τὰ ἄλλα M: τἄλλα APG, τἄλλα FH οὑν ἓν μέν M Arm: μὲν οὑν (om. ἓν) ceteri (v) 2 ὅτι] ὡς AP κάλλιστα M 4 πολυανθρωποτεύ(??)τω κ eras.) F1, εὑ in α corr. F2 5 προσελθόντα M 6 διόπερ codd. : διότι Turn. ἄνδρα δίκαιον transp. AP 7 pr. ὁ om. M σός MAPF: ὁ σός G, σου Η (v) ὁ δ’] ὁ γὰρ Arm post ἦν add. γὰρ FH 9 λαμβάνειν AP1 10 δ’ MH ὅτι om. ’ πλήθη M 11 ἑνί, ὅτε F (coni. Mang.): ἐνίοτε MAPH, ἑνὶ ἑκάστω G δὲ om. G προστάττει ἡ ἀπαγορεύει conicio ἰδία M: ἰδία δ’ FGH, ἰδία δὲ AP ’2 ἄν δόξαι] ἄν δέξεται; ἐνδέξεται Turn. 13 δὲ MG: om. ceteri; γὰρ coni. Mang.; ὅτι εὐπειθέστερος Arm 1.5 ποιούμενον Turn. 16 καταφρονήσει F 17 χαλάσει Α 18 ἀληθῆ F ἀγέννητος APF 18 — 278,18 DH fol. 227v Φίλωνος: ἄνθρωπος ὢν εὐπρόσιτος καὶ εὐέντευκτος (278,8) ἕσο τοῖς πᾶσι καὶ ἔθιζε τὴν εαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς ταπάντη (sic) βουλὰς καὶ τῶν εὑ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ κἀν βεβαίως παραμένῃ (278,15— 18), μὴ τραχηλιᾶν ἐπὶ τὴν τραγῳδουμένην εὐτυχίαν (cf. 278,13). εἰ γὰρ ὁ ἀγέννητος καὶ ἀθάνατος καὶ ἀίδιος καὶ οὐδενὸς ἐπιδεόμενος καὶ ποιητὴς τῶν ὅλων καὶ εὐεργέτης καὶ βασιλεὺς βασιλέων καὶ θεὸς θεῶν οὐδὲ τὸν ταπεινότατον ὑπεριδεῖν ὑπέμεινε θείων λογίων, ἀλλὰ καὶ τοῦτον ἠξίωσεν εὐωχίσαι θεσμῶν ἱερῶν ἱεροφαντούμενον ἑστιᾶν, τί ἐμοὶ τῷ θνητῷ προσῆκεν ὑψαυχενεῖν ἢ πεφυσῆσθαι περι]φρυαττομένῳ πρὸς τοὺς ὁμοίους, καὶ μίαν μητέρα τὴν κοινὴν ἁπάντων ἀνθρώπων φύσιν κεκτημένον (18 — 278,8) ; καὶ εὐεργέτης καὶ βασιλεὺς βασιλέων καὶ θεὸς θεῶν οὐδὲ τὸν ταπεινότατον ὑπεριδεῖν ὑπέμεινεν, ἀλλὰ καὶ τοῦτον εὐωχῆσαι λογίων καὶ θεσμῶν ἱερῶν ἠξίωσεν, ὡς μόνον ἑστιᾶν μέλλων καὶ μόνῳ τὸ συμπόσιον εὐτρεπίζεσθαι πρὸς ψυχῆς ἀνάχυσιν ἱεροφαντουμένης, ᾗ θέμις τὰς μεγάλας τελεῖσθαι τελετάς, ἐμοὶ τῷ θνητῷ τί προσῆκον ὑψαυχενεῖν καὶ πεφυσῆσθαι φρυαττομένῳ πρὸς τοὺς ὁμοίους, οἳ τύχαις μὲν ἀνίσοις ἴσῃ δὲ καὶ ὁμοίᾳ συγγενείᾳ κέχρηνται μίαν ἐπιγραψάμενοι μητέρα τὴν κοινὴν ἁπάντων ἀνθρώπων φύσιν; De_decalogo 42 εὐπρόσιτον οὖν καὶ εὐέντευκτον ἐμαυτὸν παρέξω, κἂν τὸ τῆς γῆς καὶ τῆς θαλάττης κράτος ἀνάψωμαι, τοῖς ἀπορωτάτοις καὶ ἀδοξοτάτοις καὶ οἰκειοτάτης συμμαχίας ἐρήμοις, ἑκατέρου τῶν γονέων ὀρφανοῖς καὶ γυναιξὶ χηρείαν ὑπομενούσαις καὶ πρεσβύταις ἢ μὴ παιδοποιησαμένοις τὸ παράπαν ἢ ἀποβαλοῦσιν ὠκυμόρους οὓς ἐγέννησαν. De_decalogo 43 ἄνθρωπος γὰρ ὢν ὄγκον καὶ σεμνότητα τετραγῳδημένην οὐ δικαιώσω προσίεσθαι, μενῶ δ’ ἐντὸς τῆς φύσεως τοὺς ὅρους αὐτῆς μὴ ὑπερβαίνων, ἀλλ’ ἐθίζων τὴν ἐμαυτοῦ διάνοιαν ἀνθρωποπαθεῖν, οὐ μόνον διὰ τὰς ἀδήλους πρὸς τἀναντία μεταβολὰς καὶ τῶν εὖ πραττόντων καὶ τῶν ἐν κακοπραγίαις, ἀλλὰ καὶ διὰ τὸ ἁρμόττειν, κἂν ἀτρέπτως καὶ βεβαίως παραμένῃ τὸ εὐτυχεῖν, μὴ ἐπιλανθάνεσθαί τινα ἑαυτοῦ. διὰ ταῦτά μοι δοκεῖ τοὺς χρησμοὺς ἑνικῶς ἀποτεινάμενος ὡς πρὸς ἕνα θεσπίζειν ἐθελῆσαι. De_decalogo 44 Πάντα δ’ ὡς εἰκὸς τὰ περὶ τὸν τόπον ἐθαυματουργεῖτο, κτύποις βροντῶν μειζόνων ἢ ὥστε χωρεῖν ἀκοάς, ἀστραπῶν λάμψεσιν αὐγοειδεστάταις, ἀοράτου σάλπιγγος ἠχῇ πρὸς μήκιστον ἀποτεινούσῃ, καθόδῳ νεφέλης, ἣ κίονος τρόπον τὴν μὲν βάσιν ἐπὶ γῆς ἠρήρειστο, τὸ δ’ ἄλλο σῶμα πρὸς αἰθέριον ὕψος ἀνέτεινε, πυρὸς οὐρανίου φορᾷ καπνῷ βαθεῖ τὰ ἐν κύκλῳ συσκιάζοντος· ἔδει γὰρ θεοῦ δυνάμεως 1 βασιλέων M: τῶν βασέων ceteri (v) τῶν θεῶν G 1.2 τὸν ταπεινότατον M DH : τοῦ ταπεινοτάτου ceteri (v) 2 περιιδεῖν M ὑπέμενεν Α ὄις 4 ψυχὴν F1 5 τί τὸ προσῆκον Η 6 ἀνίσαις Η .7 μητέρα M Arm: μορφὴν FGH mg. P2 (Turn.), γραφὴν AP 8 ἀνθρώπων om. M 9 pr. τῆς om. M post καὶ add. τὸ F (v) alt. τῆς om. M 10 οἰκειοτάτοις L (Turn.) 11 χηρίαν F1 12 πρεσβυτάταις M μὴ MFG : μηδὲ APH (Turn.) παιδοποιησαμέναις M 14 μένω FH δὲ APG 16 διὰ] πρὸς M post ἀδήλους add. τῶν ἐναντίων Η (v) πρὸς] εἰς M πρὸς τἀναντία om. H τὰ ἐναντία Α 17 alt. καὶ oin. AP 18 παραμένη APFGDH; μένη MH (v) 19 ἑαυτοῦ codd.: αὑτοῦ v ἀποτεινάμενος M: ἀποτεινόμενος ceteri (v) 23 ἀποτεινούσης F 24 ἠρήρειστο APGH: ἐρήρειστο F, ἐρείριστο M (sic Mang.) 25 δὲ FGH 26 σκιάζοντος M ἀφικνουμένης μηδὲν τῶν τοῦ κόσμου μερῶν ἡσυχάζειν, ἀλλὰ πάντα πρὸς ὑπηρεσίαν συγκεκινῆσθαι. De_decalogo 45 παρειστήκει δὲ ὁ λεὼς ἁγνεύσας ὁμιλιῶν τῶν πρὸς γυναῖκας καὶ πασῶν ἡδονῶν ἔξω τῶν πρὸς τροφὰς ἀναγκαίων ἀποσχόμενος, λουτροῖς τε καὶ περιρραντηρίοις καθηράμενος ἐκ τριῶν ἡμερῶν, ἔτι καὶ τὰς ἐσθῆτας ἀποπλυνάμενος, ἐν τοῖς μάλιστα λευχείμων, ἀκροβατῶν καὶ ἀνωρθιακὼς τὰ ὦτα, Μωυσέως προδηλώσαντος εὐτρεπίζεσθαι πρὸς ἐκκλησίαν· ἔγνω γὰρ αὐτὴν ἐσομένην, ἡνίκα μόνος ἀνακληθεὶς ἐχρησμῳδεῖτο. De_decalogo 46 φωνὴ δ’ ἐκ μέσου τοῦ ῥυέντος ἀπ’ οὐρανοῦ πυρὸς ἐξήχει καταπληκτικωτάτη, τῆς φλογὸς εἰς διάλεκτον ἀρθρουμένης τὴν συνήθη τοῖς ἀκροωμένοις, ᾗ τὰ λεγόμενα οὕτως ἐναργῶς ἐτρανοῦτο, ὡς ὁρᾶν αὐτὰ μᾶλλον ἢ ἀκούειν δοκεῖν. De_decalogo 47 ἐγγυᾶται δέ μου τὸν λόγον ὁ νόμος, ἐν ᾧ γέγραπται· „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18)· ἐμφαντικώτατα· τὴν μὲν γὰρ ἀνθρώπων ἀκουστὴν εἶναι συμβέβηκεν, ὁρατὴν δὲ ὡς ἀληθῶς τὴν θεοῦ. διὰ τί; ὅτι ὅσα ἂν λέγῃ ὁ θεός, οὐ ῥήματά ἐστιν ἀλλ’ ἔργα, ἅπερ ὀφθαλμοὶ πρὸ ὤτων δικάζουσι. De_decalogo 48 παγκάλως μέντοι καὶ θεοπρεπῶς εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ προέρχεσθαι· ἠκρίβωται γὰρ καὶ βεβασάνισται τὰ τοῦ θεοῦ λόγια καθάπερ χρυσὸς πυρί. μηνύει δὲ καὶ διὰ συμβόλου τι τοιοῦτον· De_decalogo 49 ἐπειδὴ τοῦ πυρὸς τὸ μὲν φωτίζειν τὸ δὲ καίειν πέφυκεν, οἱ μὲν τοῖς χρησμοῖς ἀξιοῦντες εἶναι καταπειθεῖς ὡς ἐν ἀσκίῳ φωτὶ τὸν ἀεὶ χρόνον βιώσονται τοὺς νόμους αὐτοὺς ἀστέρας ἔχοντες ἐν ψυχῇ φωσφοροῦντας, ὅσοι δ’ ἀφηνιασταί, καιόμενοι καὶ κατακαιόμενοι διατελοῦσιν ὑπὸ τῶν ἔνδον ἐπιθυμιῶν, αἳ φλογὸς τρόπον πορθήσουσι τὸν σύμπαντα τῶν ἐχόντων βίον. 1 ἡσυχάζειν μερῶν transp. M 3 τὰς τροφὰς Η (v) 4 ἀπεχόμενος Η (Turn.) 5 ἔτι] ἐπεὶ M τὴν ἐσθῆτα M 6 ἀνωρθωκὼς MF1, ἀνωρθιωκὼς F2 μωυσέως M: μώσεως ceteri 8 μόνως Rieht. Tauchn. ἀνακλιθεὶς MFH1 ῥυέντος M Arm: φυέντος ceteri 9 διάλεκτον] διαλεκτικὴν M 10 ἀθρουμένης F ἧ AF: ἣ ceteri (v), ἡ Arm II ἐτρανοῦτο αὐτοῖς Arm αὐτὰ MGP2 Arm: αὐτὸ P1FH (v), αὐτὸ Α 14 ὁρατὴν δὲ ὡς om. Arm δ’ M τὴν θεοῦ MG: τὴν τοῦ θεοῦ APF, τοῦ θεοῦ H (v) 15 ἂν] ἐὰν FGH ῥήματ’ FG ἀλλ’ ἔργα] ἄνεργα F 16 τῶν ὤτων Μ (Mang.) δικάζουσι M Arm: διορίζουσι ceteri μέντοι] μὲν Η (Turn) 16. 17 εἴρηται ἐκ τοῦ πυρὸς ἡ φωνὴ M: ἐκ τοῦ πυρὸς ἡ φωνὴ λέγεται ceteri 17 βεβασάνισται] δεδαπάνηται Η 17. 18 τοῦ θεοῦ M: τοῦ om. ceteri 18 καὶ om. Arm. τι] ἧ τι F τοιοῦτο FH (v) 19.20 τοῖς χρησμοῖς om. G 20 αἰεὶ FG 23 τῶν] τὸν A De_decalogo 50 Ἃ μὲν οὖν ἀναγκαῖον ἦν προδηλῶσαι, ταῦτ’ ἐστίν. ἐπ’ αὐτὰ δὲ ἤδη τρεπτέον τὰ λόγια καὶ πάντα τὰ ἐν τούτοις ἐρευνητέον διάφορα. δέκα τοίνυν ὄντα διένειμεν εἰς δύο πεντάδας, ἃς δυσὶ στήλαις ἐνεχάραξε, καὶ ἡ μὲν προτέρα πεντὰς τὰ πρωτεῖα ἔλαχεν, ἡ δ’ ἑτέρα δευτερείων ἠξιοῦτο· καλαὶ δ’ ἀμφότεραι καὶ βιωφελεῖς, εὐρείας ὁδοὺς καὶ λεωφόρους ἑνὶ τέλει περατουμένας ἀναστέλλουσαι πρὸς ἄπταιστον ψυχῆς ἐφιεμένης ἀεὶ τοῦ βελτίστου πορείαν. De_decalogo 51 ἡ μὲν οὖν ἀμείνων πεντὰς τοιάδε ἦν· περὶ μοναρχίας, ᾗ μοναρχεῖται ὁ κόσμος· περὶ ξοάνων καὶ ἀγαλμάτων καὶ συνόλως ἀφιδρυμάτων χειροκμήτων· περὶ τοῦ μὴ λαμβάνειν ἐπὶ ματαίῳ θεοῦ πρόσρησιν· περὶ τοῦ τὴν ἱερὰν ἑβδόμην ἄγειν ἱεροπρεπῶς· περὶ γονέων τιμῆς καὶ ἰδίᾳ ἑκατέρου καὶ ἀμφοτέρων κοινῇ· ὡς εἶναι τῆς μιᾶς γραφῆς τὴν μὲν ἀρχὴν θεὸν καὶ πατέρα καὶ ποιητὴν τοῦ παντός, τὸ δὲ τέλος γονεῖς, οἳ μιμούμενοι τὴν ἐκείνου φύσιν γεννῶσι τοὺς ἐπὶ μέρους. ἡ δ’ ἑτέρα πεντὰς τὰς πάσας ἀπαγορεύσεις περιέχει· μοιχείας, φόνου, κλοπῆς, ψευδομαρτυριῶν, ἐπιθυμιῶν. De_decalogo 52 Ἐπισκεπτέον δὲ μετὰ πάσης ἀκριβείας τῶν λογίων ἕκαστον μηδὲν πάρεργον αὐτῶν ποιουμένους. ἀρχὴ δ’ ἀρίστη πάντων μὲν τῶν ὄντων θεός, ἀρετῶν δ’ εὐσέβεια· περὶ ὧν ἀναγκαιότατον πρῶτον διεξελθεῖν. πλάνος τις οὐ μικρὸς τὸ πλεῖστον τῶν ἀνθρώπων γένος κατέσχηκε περὶ πράγματος, ὅπερ ἢ μόνον ἢ μάλιστα ἦν εἰκὸς ἀπλανέστατον ταῖς ἑκάστων διανοίαις ἐνιδρῦσθαι. De_decalogo 53 ἐκτεθειώκασι γὰρ οἱ μὲν τὰς τέσσαρας 1 ἦν ἀναγκαῖον transp. H (v), ἦν om. M ταῦτά ἐστιν M 2 δὲ M: δ’ ceteri 4 ἐχάραξε H (Turn.) προτέρα] ἑτέρα M, om. Arm ἡ δ’ ἑτέρα] ἡ δὲ δευτέρα H (v) 5 δευτερείων] τῶν ἡσσόνων H (v) καλαὶ] καλεῖς M δὲ AP 6 ἑνὶ] ἐν M ἀνατέλλουσαι H (Turn.), ἀναγγέλλουσαι M Arm 7 ἐφιεμένου M αἰεὶ GH 9 χειροτμήτων M, χειροδμήτων F 10 ἐπὶ] ἐν AP θεοῦ πρόσρησιν M Arm: πρόσρησιν θεοῦ ceteri (v) 11 pr. καὶ om. M ἐδίας M 12 κοινῆ M τῆς] τῆς μέν H (Turn.) γραφῆς] πεντάδος coni. Mang. μὲν om. H (Turn.) 14 πεντὰς τὰς om. M 15 post περιέγει add. τούτων M (Mang.) μοιχείας M: μοιχειῶν ceteri (Turn.) 18 ποιουμένους corr. ex ποιούμενος H δ’ om. Arm μὲν om. Turn. 19 δὲ APDR ὦν] ἦς Arm 20 πλεῖστον] πρῶτον D 21 περὶ — ἐνιδρῦσθαι (22) om. D ἢ μόνον ἢ] ἡ μόνη M 22 ἐνιδρύεσθαι AP, ἐνιδρύσασθαι M ἐκτεθείκασι M, ἐκτεθεάκασι DR, ἐντεθεάκασι DP τὰς om. D 18. 19 DR fol. 234r τοῦ αὐτοῦ: ἀρχὴ ἀρίστη πάντων μὲν θεός, ἀρετῶν δὲ εὐσέβεια. 20 — 281,6 DP fol. 266v DR fol. 230r Φίλωνος ἐκ τοῦ εἰς τὸν δεκάλογον: πλάνος τις— παρεκαλύψαντο. ἀρχάς, γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ, οἱ δ’ ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους πλανήτας καὶ ἀπλανεῖς ἀστέρας, οἱ δὲ μόνον τὸν οὐρανόν, οἱ δὲ τὸν σύμπαντα κόσμον· τὸν δ’ ἀνωτάτω καὶ πρεσβύτατον, τὸν γεννητήν, τὸν ἄρχοντα τῆς μεγαλοπόλεως, τὸν στρατάρχην τῆς ἀηττήτου στρατιᾶς, τὸν κυβερνήτην, ὃς οἰκονομεῖ σωτηρίως ἀεὶ τὰ σύμπαντα, παρεκαλύψαντο ψευδωνύμους προσρήσεις ἐκείνοις ἐπιφημίσαντες ἑτέρας ἕτεροι. De_decalogo 54 καλοῦσι γὰρ οἱ μὲν τὴν γῆν Κόρην, Δήμητραν, Πλούτωνα, τὴν δὲ θάλατταν Ποσειδῶνα, δαίμονας ἐναλίους ὑπάρχους αὐτῷ προσαναπλάττοντες καὶ θεραπείας ὁμίλους μεγάλους ἀρρένων τε καὶ θηλειῶν, Ἥραν δὲ τὸν ἀέρα καὶ τὸ πῦρ Ἥφαιστον καὶ ἥλιον Ἀπόλλωνα καὶ σελήνην Ἄρτεμιν καὶ ἑωσφόρον Ἀφροδίτην καὶ στίλβοντα Ἑρμῆν· De_decalogo 55 καὶ τῶν ἄλλων ἀστέρων ἑκάστου τὰς ἐπωνυμίας μυθογράφοι παρέδοσαν, οἳ πρὸς ἀπάτην ἀκοῆς εὖ τετεχνασμένα πλάσματα συνυφήναντες ἔδοξαν περὶ τὴν τῶν ὀνομάτων θέσιν κεκομψεῦσθαι· De_decalogo 56 τόν τε οὐρανὸν εἰς ἡμισφαίρια τῷ λόγῳ διχῇ διανείμαντες, τὸ μὲν ὑπὲρ γῆς, τὸ δ’ ὑπὸ γῆς, Διοσκόρους ἐκάλεσαν τὸ περὶ τῆς ἑτερημέρου ζωῆς αὐτῶν προστερατευσάμενοι διήγημα. De_decalogo 57 τοῦ γὰρ οὐρανοῦ συνεχῶς καὶ ἀπαύστως ἀεὶ κύκλῳ περιπολοῦντος, ἀνάγκη τῶν ἡμισφαιρίων ἑκάτερον ἀντιμεθίστασθαι παρ’ ἡμέραν ἄνω τε καὶ κάτω γινόμενον ὅσα τῷ δοκεῖν· ἄνω γὰρ καὶ κάτω πρὸς ἀλήθειαν οὐδὲν ἐν σφαίρᾳ, πρὸς δὲ τὴν ἡμετέραν σχέσιν αὐτὸ μόνον εἴωθε λέγεσθαι τὸ μὲν ὑπὲρ κεφαλῆς ἄνω, κάτω δὲ τοὐναντίον. De_decalogo 58 τῷ δὴ φιλοσοφεῖν ἀνόθως ἐγνωκότι καὶ ἀδόλου καὶ καθαρᾶς εὐσεβείας 1 γῆν om. DR δὲ D 2 ἄλλους om. D οἱ δὲ μόνον τὸν οὐρανόν om. Richt. 3 primum τὸν om. M σύμπαντα τὸν κόσμον DP τὸ δ’ M δὲ D ἀνώτατον M 3. 4 τόν γεννητήν] τὸν γενέτην F, τὸν ἀγένητον M (Mang.) καὶ γεννητήν DP, καὶ ἀγέννητον DR 4 μεγαλοπόλεως MD Arm : μεγάλης πόλεως ceteri (Tura.) στρατάρχην M : στρατιάρχην ceteri (Turn.) ἀηττήτου] ἀνωτάτω D b οἰακονομεῖ coni. Mang. σωτηριωδῶς D αἰεὶ FGII 7 οἱ μὲν post τὴν γῆν transp. H, om. L (Turn.) δήμητραν codd. : Δήμητρα v 8 θάλασσαν APH 9 post θεραπείας add. αὐτοῦ Ann μεγάλων F 12 τἀς ἐπωνυμίας ἑκάστου transp. M μυθογράφοι Christophorson (Mang.): μυθογράφους M, μυθογράφοις ceteri, τοῖς μυθογράφοις Arm 13 τετεχνιτευμένα M (Mang.) συνυφάναντες FG, συνυφαίνοντες H (Turn.) 14 τόν τε] τὸν ὄντα τὲ Α ἡμισφαίρια MG Arm: ἡμισφαίριον ceteri (v) τῷ λόγῳ om. M Arm (fort. recte) 15 διχῇ] δύο Arm δὲ M ὑπὸ γῆν AP διοσκούρους Α 15. 16 ἐκάλεσαν τὸ codd.: ἐκαλέσαντο Turu. 16 ἑτερημερίας (om. ζωῆς) AP, ζωῆς ss. P2 19 γινόμενον — κάτω om. M γινόμενον APF: γινομένων GH (v) ; κινούμενον coni. Mang. alt. καὶ] ἢ Arm 20 σφαίρα M Arm: σφαίραις ceteri (v) 21 τῷ] τὸ M 22 ἀνοθεύτως M μεταποιουμένῳ κάλλιστον καὶ ὁσιώτατον ὑφηγεῖται παράγγελμα, μηδὲν τῶν τοῦ κόσμου μερῶν αὐτοκρατῆ θεὸν ὑπολαμβάνειν εἶναι· καὶ γὰρ γέγονε, γένεσις δὲ φθορᾶς ἀρχή, κἂν προνοίᾳ τοῦ πεποιηκότος ἀθανατίζηται, καὶ ἦν ποτε χρόνος, ὅτε οὐκ ἦν· θεὸν δὲ πρότερον οὐκ ὄντα καὶ ἀπό De_decalogo 59 τινος χρόνου γενόμενον καὶ μὴ διαιωνίζοντα λέγειν οὐ θεμιτόν. ἀλλὰ γὰρ ἔνιοι περὶ τὰς κρίσεις ἀπονοίᾳ τοσαύτῃ κέχρηνται, ὡς οὐ μόνον τὰ εἰρημένα θεοὺς νομίζειν, ἀλλὰ καὶ ἕκαστον αὐτῶν μέγιστον καὶ πρῶτον θεόν, τὸν ὄντα ὄντως ἢ οὐκ εἰδότες ἀδιδάκτῳ τῇ φύσει ἢ οὐ σπουδάζοντες μαθεῖν, ἕνεκα τοῦ μηδὲν ἔξω τῶν αἰσθητῶν ἀόρατον καὶ νοητὸν αἴτιον ὑπολαμβάνειν εἶναι, καίτοι σαφεστάτης ἐγγὺς παρακειμένης πίστεως. De_decalogo 60 ψυχῇ γὰρ ζῶντες καὶ βουλευόμενοι καὶ πάνθ’ ὅσα κατὰ τὸν ἀνθρώπινον βίον δρῶντες οὐδέποτε ψυχὴν ὀφθαλμοῖς σώματος ἴσχυσαν θεάσασθαι, καίτοι φιλοτιμηθέντες ἂν πάσας φιλοτιμίας, εἴ πως ἰδεῖν οἷόν τε ἦν τὸ ἄγαλμα τὸ πάντων ἱεροπρεπέστατον, ἀφ’ οὗ κατὰ μετάβασιν εἰκὸς ἦν ἔννοιαν τοῦ ἀγενήτου καὶ ἀιδίου λαβεῖν, ὃς ἅπαντα τὸν κόσμον ἡνιοχῶν σωτηρίως ἀόρατος ὢν κατευθύνει. De_decalogo 61 καθάπερ οὖν τοῦ μεγάλου βασιλέως τὰς τιμὰς εἴ τις τοῖς ὑπάρχοις σατράπαις ἀπένειμεν, ἔδοξεν ἂν οὐκ ἀγνωμονέστατος μόνον ἀλλὰ καὶ ῥιψοκινδυνότατος εἶναι χαριζόμενος τὰ δεσπότου δούλοις, τὸν αὐτὸν τρόπον [ἂν] τοῖς αὐτοῖς εἴ τις γεραίρει τὸν πεποιηκότα τοῖς γεγονόσιν, ἴστω πάντων ἀβουλότατος ὢν καὶ ἀδικώτατος, ἴσα διδοὺς ἀνίσοις οὐκ ἐπὶ τιμῇ τῶν ταπεινοτέρων ἀλλ’ ἐπὶ καθαιρέσει τοῦ κρείττονος. De_decalogo 62 εἰσὶ δ’ οἳ καὶ προσυπερβάλλουσιν ἀσεβείᾳ μηδὲ τὸ ἴσον ἀποδιδόντες, ἀλλὰ τοῖς μὲν τὰ πάντα τῶν ἐπὶ 1 ἀντιποιουμένῳ F 2 αὐτοκρατῆ θεὸν M Arm: αὐτοκρατὲς ceteri (Turn.) 3 κἀν APFH: καὶ MG ἀθανατίζονται G; ἀπαθανατίζηται Mang. 4 post πρότερον add. μὲν HP2 (v) 5 γινόμενον M 6 ἀπονοίᾳ] ἀνοίᾳ coni. Mang. ὡς] ὥστε M (Mang.) μόνα M 7 προειρημένα M νομίζουσιν M 8 θεόν et τὸν oin. M ὄντα ὄντως Η, ὄντως om. M ἢ om. Arm ἀδιδάκτῳ τῆ φύσει M Arm: ἀδιδακτωτάτη φύσει F, ἀδιδακτοτάτη φύσει GH (Turn.), ὰδιδακτοτάτω φύσει AP 10 αἴτιον] ἕτερον M 11 post ζῶντες add. ἄνθρωποι Arm βουλόμενοι coni. Mang. 13 πάσαις φιλοτιμίαις Richt. 14 τὸ ἄγαλμα τὸ πάντων (om. Arm) ἱεροπρεπέστατον M Arm: ἀγαλμάτων ἱεροπρεπέστατον ceteri (Turn.) 14. 15 μετανάβασιν coni. Mang. 15 ἀγεννήτου MFH ὃς] ὡς M 17 ὑπάρχοις σατράπαις MF: ὑπάρχοις καὶ σατράπαις ceteri (v) 18 εἶναι ante μόνον add. Η (Turn.), post μόνον M ῥιψοκινδυνώτατος AP εἶναι h. 1. om. H (Turn.) 19 ἂν seclusi 19.20 εἴ τις M: om. ceteri (v) 20 γεραίρει MAP: γεραίρῃ ex γεραίρει corr. H, γεραίρῃ FG (v) ἀβουλώτατος H 20. 21 ἀδικώτατος ὢν καὶ ἀβουλότατος transp. F 22 καὶ om. Arm 23 μηδὲ MA Arm: μηδὲν ceteri (Turn.) τὸ ἴσον ἀποδιδόντες M: τῶν ἴσων μεταδιδόντες ceteri (Turn.) ; τὸ ἴσον διδόντες Mang. πάντα τῶν] πάντων G τιμῇ χαριζόμενοι, τῷ δ’ οὐδὲν νέμοντες ἀλλ’ οὐδὲ μνήμην, τὸ κοινότατον· ἐπιλήθονται γὰρ οὗ μόνον μεμνῆσθαι προσῆκον ἦν, ἐπιτηδεύοντες οἱ βαρυδαίμονες ἑκούσιον λήθην. De_decalogo 63 ἔνιοι δὲ καὶ στομάργῳ κατεχόμενοι λύττῃ τὰ δείγματα τῆς ἐνιδρυμένης ἀσεβείας εἰς μέσον προφέροντες βλασφημεῖν ἐπιχειροῦσι τὸ θεῖον, ἀκονησάμενοι κακήγορον γλῶτταν, ἅμα καὶ λυπεῖν ἐθέλοντες τοὺς εὐσεβοῦντας, οἷς ἄλεκτον καὶ ἀπαρηγόρητον εὐθὺς εἰσδύεται πένθος τὴν ὅλην πυρπολοῦν ψυχὴν δι’ ὤτων· ἡ γὰρ τῶν ἀνοσίων ἑλέπολις τοῦτ’ ἐστίν, ᾧ μόνῳ τοὺς φιλοθέους ἐπιστομίζουσι νομίζοντας ὑπὲρ τοῦ μὴ παροξύνειν ἐν τῷ παρόντι κάλλιστον ἡσυχίαν. De_decalogo 64 πᾶσαν οὖν τὴν τοιαύτην τερθρείαν ἀπωσάμενοι τοὺς ἀδελφοὺς φύσει μὴ προσκυνῶμεν, εἰ καὶ καθαρωτέρας καὶ ἀθανατωτέρας οὐσίας ἔλαχον — ἀδελφὰ δ’ ἀλλήλων τὰ γενόμενα καθὸ γέγονεν, ἐπεὶ καὶ πατὴρ ἁπάντων εἷς ὁ ποιητὴς τῶν ὅλων ἐστίν —, ἀλλὰ καὶ διανοίᾳ καὶ λόγῳ καὶ πάσῃ δυνάμει τῇ τοῦ ἀγενήτου καὶ ἀιδίου καὶ τῶν ὅλων αἰτίου θεραπείᾳ σφόδρα εὐτόνως καὶ ἐρρωμένως ἐπαποδυώμεθα, μὴ ὑποκατακλινόμενοι μηδ’ ὑπείκοντες ταῖς τῶν πολλῶν ἀρεσκείαις, ὑφ’ ὧν καὶ οἱ δυνάμενοι σῴζεσθαι διαφθείρονται. De_decalogo 65 Πρῶτον μὲν οὖν παράγγελμα καὶ παραγγελμάτων ἱερώτατον στηλιτεύσωμεν ἐν ἑαυτοῖς, ἕνα τὸν ἀνωτάτω νομίζειν τε καὶ τιμᾶν θεόν· δόξα δ’ ἡ πολύθεος μηδ’ ὤτων ψαυέτω καθαρῶς καὶ ἀδόλως ἀνδρὸς εἰωθότος ζητεῖν ἀλήθειαν. De_decalogo 66 ἀλλ’ ὅσοι μὲν ἡλίου καὶ σελήνης καὶ τοῦ 1 δὲ AP νέμοντες] μεταδιδόντες M μνήμην G Arm : μνήμης ceteri (v) 1. 2 καινότατον coni. Mang. post κοινότατον add. ἀξιοῦνται Turn., μεταδιδόντες Mang. 2 ἐπιλάθονται F1, in ἐπελάθοντο corr. F2 οὗ μόνον MAPH2: οὐ μόνον οὗ FGH1 μεμνῆσθαι προσῆκον ἦν MF Arm: προσῆκον ἣν μεμνῆσθαι ceteri (v) 3 ἔνιοι] ἕτεροι M (Mang.) δὲ om. M στομάργῳ] στόματι ἀργῶ M, om. Arm 4 ἀσεβείας M Arm: ἀδικίας ceteri (Turn.) 5 κακήγορον Mang. (sic Arm): κατήγορον codd. 6 ἅμα] ἀλλὰ F ἄληκτον M 8 ἡ γὰρ M: ἥτις ceteri ἑλέπολις FH τουτέστιν MGH, τουτέστι AP, om. F ὧ μόνω M Arm : μόνον ὧ APG, οἱ μόνον ὧ H, οἱ μόνω νῶ F 9 ἐπιστομίζουσι M : ἐπιστοματίζουσι APFG, ἀποστοματίζουσι H 10 ἡσυχίαν M: τὴν ἡσυχίαν ceteri (v) 12 δ’ om. M καθὸ] πρὸς ὃ M 13 πάντων M εἷς M Arm: om. ceteri 14 ἀγεννήτου F 15 pr. καὶ] καὶ τοῦ M (Mang.) θεραπείᾳ om. Arm σφόδρ’ GH 16 ἐπαποδυώμεθα G, ω ex ο corr. Η: ἐπαποδυόμεθα APF, ἐπαποδυσόμεθα M ὐποκλινόμενοι .A.P μηδ’] μὴ AP 17 ὑφ’] ἀφ’ H (Turu) 18 μὲν MG : om. ceteri; μὲν οὖν om. Turu. καὶ παραγγελμάτων] καὶ παραδειγμάτων AP, om. M ἱερώτατον] τῶν ἱερωτάτων M 19 ἐν om. M ἑαυτοῖς MG : αὑτοῖς H, αὐτοῖς APF τὸν] τῶν AP ἀνώτατον F 20 καθαρῶς καὶ ἀδόλως ἀνδρὸς codd. : ἀνδρὸς καθαρῶς καὶ ἀδόλως Mang. 21 ὅσοι] οἱ M σύμπαντος οὐρανοῦ τε καὶ κόσμου καὶ τῶν ἐν αὐτοῖς ὁλοσχερεστάτων μερῶν ὡς θεῶν πρόπολοί τε καὶ θεραπευταί, διαμαρτάνουσι μὲν — πῶς γὰρ οὔ; — τοὺς ὑπηκόους πρὸ τοῦ ἄρχοντος ἀποσεμνύνοντες, ἧττον δὲ τῶν ἄλλων ἀδικοῦσι τῶν ξύλα καὶ λίθους ἄργυρόν τε καὶ χρυσὸν καὶ τὰς παραπλησίους ὕλας μορφωσάντων ὡς φίλον ἑκάστοις, εἶτ’ ἀγαλμάτων καὶ ξοάνων καὶ τῶν ἄλλων χειροκμήτων, ὧν πλαστικὴ καὶ ζωγραφία δημιουργοὶ μεγάλα ἔβλαψαν τὸν βίον τὸν ἀνθρώπινον, καταπλησάντων τὴν οἰκουμένην. De_decalogo 67 τὸ γὰρ κάλλιστον ἔρεισμα τῆς ψυχῆς ἐξέκοψαν, τὴν περὶ τοῦ ζῶντος ἀεὶ θεοῦ προσήκουσαν ὑπόληψιν, ὥσπερ τε ἀνερμάτιστα σκάφη σαλεύουσιν ὧδε κἀκεῖσε διαφερόμενοι τὸν αἰῶνα, μηδέποτ’ εἰς λιμένα κατᾶραι μηδ’ ἐνορμίσασθαι βεβαίως ἀληθείᾳ δυνάμενοι, τυφλώττοντες περὶ τὸ θέας ἄξιον, πρὸς ὃ μόνον ὀξυδορκεῖν ἀναγκαῖον ἦν. De_decalogo 68 καί μοι δοκοῦσι τῶν τὰς τοῦ σώματος ὄψεις πεπηρωμένων ἀθλιώτερον ζῆν· ἐκεῖνοι μὲν γὰρ ἀκουσίως ἐβλάβησαν ἢ νόσον ὀφθαλμῶν χαλεπὴν ὑποστάντες ἢ πρὸς ἐχθρῶν ἐπιβουλευθέντες, οἱ δ’ ἑκουσίῳ γνώμῃ τὸ τῆς ψυχῆς ὄμμα οὐκ ἠμαύρωσαν μόνον ἀλλὰ καὶ παντελῶς ἀποβαλεῖν ἠξίωσαν. De_decalogo 69 ὅθεν τοῖς μὲν ἔλεος ὡς ἠτυχηκόσι, τοῖς δὲ κόλασις ὡς μοχθηροῖς ἕπεται δικαίως, οἳ μετὰ τῶν ἄλλων οὐδὲ τὸ προχειρότατον ἐνενόησαν, ὃ καὶ παῖς „ἔγνω νήπιος“, ὅτι τοῦ τεχνιτευθέντος ὁ τεχνίτης ἀμείνων, καὶ χρόνῳ — πρεσβύτερος γὰρ καὶ τρόπον τινὰ τοῦ δημιουργηθέντος πατήρ — καὶ δυνάμει· τὸ γὰρ δρῶν τοῦ πάσχοντος ἐπικυδέστερον. De_decalogo 70 καὶ δέον, εἴπερ ἄρα ἐξημάρτανον, τοὺς ζωγράφους αὐτοὺς καὶ ἀνδριαντοποιοὺς ὑπερβολαῖς τιμῶν ἐκτεθειωκέναι, τοὺς μὲν εἴασαν ἀφανεῖς οὐδὲν πλέον παρασχόντες, τὰ δ’ ὑπ’ ἐκείνων δημιουργηθέντα πλάσματα καὶ ζωγραφήματα θεοὺς ἐνόμισαν. De_decalogo 71 καὶ οἱ 1 τε καὶ κόσμου om. Richt. 2 πρόσπολοι F2H 3 πρὸ om. Turn. ἄρχοντος] ἄρχεται ’ σεμνύνοντες Η (Turn.) .3 φίλων F 6 εἶτ’] ἥτ᾿ F χειροτμήτων Μ 6. 7 πλαστικῆς καὶ ζωγραφίας M 7 ζωγραφικὴ Arm δημιουργοὶ M: δημιουργία Arm, καὶ δημιουργία ceteri; κακαὶ δημιουργοὶ coni. Mang. ἔβλαψαν M: ἔβλαψε ceteri τὸν βίον τὸν ἀνθρώπινον APFG: τὸν ἀνθρώπινον βίον H (Turn.), τὸν βίον τῶν ἀνθρώπων M 8 καταπλήσαντες M 10 τε FGH: δ’ M, τὰ AP, om. Arm σαλεύουσιν ὧδε κἀκεῖσε M: ὧδε κἀκεῖσε σαλεύουσι ceteri (v) 11 τὸν λιμένα AP μηδὲ καθορμίσασθαι M 12 ὀξυδερκεῖν APF, ε in ο corr. Η 13 τῶν om. M τοῦ om. APF 13.14 πεπηρωμένον A 15 δὲ M 18 οἱ] οἱ δὲ M U) καὶ MGH: κἂν APF Arm (Mang.) 22 ἄρα MA, ἄρ’ PFGH: om. v 23 ζωγράφους] γραφεῖς M ἐκτεθειακέναι M 25 alt. καὶ] καὶ γὰρ Arm 19 Hom. H. P 32. Hesiodi Op. 218. μὲν τεχνῖται πολλάκις ἄποροι καὶ ἄδοξοι κατεγήρασαν ἀτυχίαις ἐπαλλήλοις ἐναποθανόντες, τὰ δὲ τεχνιτευθέντα πορφύρᾳ καὶ χρυσῷ καὶ ταῖς ἄλλαις πολυτελείαις, ἃς πλοῦτος χορηγεῖ, σεμνοποιεῖται καὶ θεραπεύεται, οὐ πρὸς ἐλευθέρων μόνον ἀλλὰ καὶ εὐπατριδῶν καὶ τὸ σῶμα καλλίστων· ἱερέων γὰρ καὶ τὸ γένος ἐξετάζεται μετὰ πάσης ἀκριβείας, εἰ ἀνεπίληπτον, καὶ ἡ κοινωνία τῶν τοῦ σώματος μερῶν, εἰ σύμπασα ὁλόκληρος. De_decalogo 72 καὶ οὔπω τοῦτο δεινόν, καίτοι δεινὸν ὄν, ἀλλ’ ἐκεῖνο παγχάλεπον· ἤδη γάρ τινας οἶδα τῶν πεποιηκότων τοῖς πρὸς ἑαυτῶν γεγονόσιν εὐχομένους τε καὶ θύοντας, οἷς πολὺ βέλτιον ἦν ἑκατέραν τῶν χειρῶν προσκυνεῖν, εἰ δὲ μὴ βούλοιντο δόξαν φιλαυτίας ἐκτρεπόμενοι, σφύρας γοῦν καὶ ἄκμονας καὶ γραφίδας καὶ καρκίνους καὶ τὰ ἄλλα ἐργαλεῖα, δι’ ὧν ἐμορφώθησαν αἱ p. 193 M. ὗλαι. De_decalogo 73 | καίτοι πρὸς τοὺς οὕτως ἀπονοηθέντας ἄξιον παρρησιασαμένους εἰπεῖν· εὐχῶν ἀρίστην εἶναι συμβέβηκεν, ὦ γενναῖοι, καὶ τέλος εὐδαιμονίας τὴν πρὸς θεὸν ἐξομοίωσιν. De_decalogo 74 εὔχεσθε οὖν καὶ ὑμεῖς ἐξομοιωθῆναι τοῖς ἀφιδρύμασιν, ἵνα τὴν ἀνωτάτω καρπώσησθε εὐδαιμονίαν, ὀφθαλμοῖς μὴ βλέποντες, ὠσὶ μὴ ἀκούοντες, μυκτῆρσι μήτε ἀναπνέοντες μήτε ὀσφραινόμενοι, στόματι μὴ φωνοῦντες μηδὲ γευόμενοι, χερσὶ μήτε λαμβάνοντες μήτε διδόντες μήτε δρῶντες, ποσὶ μὴ βαδίζοντες, μηδ’ ἄλλῳ τινὶ τῶν μερῶν ἐνεργοῦντες, ἀλλ’ ὥσπερ ἐν εἱρκτῇ τῷ ἱερῷ φρουρούμενοι καὶ φυλαττόμενοι, μεθ’ ἡμέραν τε καὶ νύκτωρ τὸν ἀπὸ τῶν θυομένων ἀεὶ καπνὸν σπῶντες· ἓν γὰρ μόνον τοῦτ’ ἀγαθὸν προσαναπλάττετε τοῖς ἀφιδρύμασιν. De_decalogo 75 ἀλλ’ ἔγωγε νομίζω ταῦτα ἀκούοντας οὐχ ὡς ἐπ’ εὐχαῖς ἀλλ’ ὡς ἐπὶ κατάραις ἀγανακτήσειν καὶ τρέψεσθαι 1 ἄδοξοι καὶ ἄποροι transp. M κατεγήρασαν F2, κατερράγησαν F1 3 καὶ θεραπεύεται M: θεραπεύεταί τε ceteri (v) 4 ἱερέων codd.: ἱερέως Turn. 5 καὶ M Arm: om. ceteri (Turn.) ἀκριβείας] εὐσεβείας M εἰ] εἰς G 6 σώματος] σύμπαντος Α 7 χαλεπόν M 8 ἑαυτῶν M: αὐτῶν AFGH (v), αὐτὸν P 9 ἑκατέρας AP 10 βούλοιντο] ἐβούλοντο M (Mang.) οὖν M ἄκμωνας M 11 τἆλλα FG, τἄλλα H 12 τοὺς MAP: τούτους FGH (Turn.) 13 εὐχῶν] ἀρχῶν G, γρ. καὶ εὐχῶν mg. G 14 οὖν om. M Arm καὶ om. Η (Turn.) 16 μήτε ἀναπνέοντες M: μὴ ἀναπνέοντες ceteri (Turn) 17 στόματι — γευόμενοι om. M 17. 18 μὴ λαμβάνοντες M 18 μήτε δρῶντες om Arm μηδ’] μήτ’ M 19 μερῶν] μελῶν coni. Mang. τῷ om. G 20 τὸν] τῶν APG 21 ἀεὶ MH: αἰεὶ APFG β' καπνῶν AP: τοῦ . . . καπνοῦ coui. Mang. σπῶντες καπνῶν Α μόνον τοῦτ’ ἀγαθὸν M : τοῦτο ἀγαθὸν μόνον ceteri 22 προσαναπλάττετε APG : προσαναπλάττεται MFH Arm (v) ταῦτ’ AP 23 ἀγανακτήσει M τρέψεσθαι Turn. (v): τρίψασθαι codd. πρὸς λοιδορίας ἄμυναν ἀντικατηγοροῦντας· ὃ μέγιστον ἂν εἴη τεκμήριον τῆς ἐπιπολαζούσης ἀσεβείας ἀνθρώπων θεοὺς νομιζόντων, οἷς ὅμοιοί De_decalogo 76 ποτε τὰς φύσεις ἀπεύξαιντ’ ἂν γενέσθαι. μηδεὶς οὖν τῶν ἐχόντων ψυχὴν ἀψύχῳ τινὶ προσκυνείτω· πάνυ γὰρ τῶν ἀτόπων ἐστὶ τὰ φύσεως ἔργα πρὸς θεραπείαν τετράφθαι τῶν χειροκμήτων. Αἰγυπτίοις δ’ οὐ μόνον τὸ κοινὸν ἔγκλημα χώρας ἁπάσης, ἀλλὰ καὶ ἕτερον ἐξαίρετον ἐπάγεται δεόντως· πρὸς γὰρ ξοάνοις καὶ ἀγάλμασιν ἔτι καὶ ζῷα ἄλογα παραγηόχασιν εἰς θεῶν τιμάς, ταύρους καὶ κριοὺς καὶ τράγους, ἐφ’ ἑκάστῳ μυθικόν τι πλάσμα τετερατευμένοι. De_decalogo 77 καὶ ταῦτα μὲν ἴσως ἔχει τινὰ λόγον, ἡμερώτατα γὰρ καὶ ὠφελιμώτατα τῷ βίῳ· ἀροτὴρ ὁ βοὺς αὔλακας ἀνατέμνει καιρῷ σπορᾶς, ἀλοῆσαι πάλιν, ὅταν δέῃ τὸν καρπὸν καθαίρεσθαι, δυνατώτατος· ὁ κριὸς τὸ κάλλιστον τῶν σκεπασμάτων, ἐσθῆτα, παρέχει· γυμνὰ γὰρ ἂν τὰ σώματα διεφθείρετο ῥᾳδίως, ἢ διὰ θάλπος ἢ διὰ κρύος ἄμετρον, τοτὲ μὲν τῷ ἀφ’ ἡλίου φλογμῷ, τοτὲ δὲ τῇ ἀπ’ ἀέρος περιψύξει. De_decalogo 78 νυνὶ δὲ προσυπερβάλλοντες καὶ τῶν ἀνημέρων τὰ ἀγριώτατα καὶ ἀτιθασώτατα, λέοντας καὶ κροκοδείλους καὶ ἑρπετῶν τὴν ἰοβόλον ἀσπίδα, γεραίρουσιν ἱεροῖς καὶ τεμένεσι θυσίαις τε καὶ πανηγύρεσι καὶ πομπαῖς καὶ τοῖς παραπλησίοις· ἀφ’ ἑκατέρου γὰρ τῶν εἰς χρῆσιν δοθέντων ἀνθρώποις ὑπὸ θεοῦ, γῆς καὶ ὕδατος, διερευνησάμενοι τὰ ἀγριώτατα οὔτε τῶν χερσαίων λέοντος θηριωδέστερον ἀνεῦρον οὔτε κροκοδείλου τῶν ἐνύδρων ἀγριώτερον, ἃ σέβουσι καὶ τιμῶσι. De_decalogo 79 πολλὰ μέντοι καὶ ἄλλα ζῷα, κύνας, αἰλούρους, λύκους, καὶ πτηνὰ ἴβιδας καὶ ἱέρακας, καὶ πάλιν ἰχθύων ἢ ὅλα τὰ σώματα ἢ μέρη τούτων ἐκτεθειώκασιν· 1 ἀντικατηγοροῦντες FH1, ἀντὶ κατηγορίας M; ἀντικακηγοροῦντας coni. Mang. 2 ἀνθρώπους M 2. 3 ὅμοιοί ποτε M: ποτε post ἄν (3) transp. FGH mg. P2, om. AP 3 ἀπεύξαιντο M, ἀπεύξαιτ’ H 4 τινὶ] ποτὲ M φύσεως] τῆς φύσεως H (v) 5 χειροτμήτων M Αἰγυπτίοις scripsi: αἰγυπτίων M Arm, αἰγύπτω ceteri (v) δ’ om. Arm 9 τι M Arm: om. ceteri τερατευσάμενοι M 10 τῶ βίω M: βίω ceteri (v) post ἀροτὴρ add. γὰρ Arm 11 ἀνατέμνειν APF καιρῶ σπορᾶς M Arm: καὶ τὰς σπορὰς ceteri; εἰς τὰς σποράς v ἀλοῆσαι GH 12 δυνατώτερος M τῶν σκεπασμάτων τὸ κάλλιστον transp. H (v) 13 διεφθείροντο M 14 δὲ M: δ’ ceteri 15 τῆ ἀπ’ ἀέρος περιψύξει M Arm: ἁ. ἁ. περιψυχθέντα AP, ἁ. ἁ. περιψυχθέντος G (Turn.), ἁ. ἁ. περιψυχθέν H, ἁ. ἁ. πέρι χυθέν F καὶ προσυπερβάλλοντες transp. Η (v) ἀνημέρων] ἀλόγων M (Mang.) ο 16 ἀγριώτερα M ἀτιθασώτατα GH: ἀτιθασώτερα M, ἀτιθασσότατα APF κροκοδήλους M 17 ἰοβόλων F1 ἱερεῖς P θυσίαις τε] καὶ θυσίαις M 18 ἑκατέρων M 20 ἀγριώτερα MH (Turn.) τῶν addidi χερσέων F1, χερσαῖον H (Turn.) 22 καὶ πτηνὰ M Arm: καὶ om. ceteri (v) 23 μέρος AP ἐκτεθειάκασιν M De_decalogo 80 ὧν τί ἂν γένοιτο καταγελαστότερον; καὶ δὴ τῶν ξένων οἱ πρῶτον εἰς Αἴγυπτον ἀφικόμενοι, πρὶν τὸν ἐγχώριον τῦφον εἰσοικίσασθαι ταῖς διανοίαις, ἐκθνῄσκουσι χλευάζοντες· ὅσοι δὲ παιδείας ὀρθῆς ἐγεύσαντο, τὴν ἐπ’ ἀσέμνοις πράγμασι σεμνοποιίαν καταπλαγέντες οἰκτίζονται τοὺς χρωμένους, ἀθλιωτέρους, ὅπερ εἰκός, ὑπολαμβάνοντες εἶναι τῶν τιμωμένων, μεταβεβληκότας εἰς ἐκεῖνα τὰς ψυχάς, ὡς ἀνθρωποειδῆ θηρία περινοστεῖν δοκεῖν. De_decalogo 81 ἀνελὼν οὖν ἐκ τῆς ἱερᾶς νομοθεσίας πᾶσαν τὴν τοιαύτην ἐκθέωσιν ἐπὶ τὴν τοῦ πρὸς ἀλήθειαν ὄντος θεοῦ τιμὴν ἐκάλεσεν, ἑαυτοῦ τιμῆς οὐ προσδεόμενος — οὐ γὰρ ἑτέρου χρεῖος ἦν ὁ αὐταρκέστατος ἑαυτῷ —, βουλόμενος δὲ τὸ γένος τῶν ἀνθρώπων ἀνοδίαις πλαζόμενον εἰς ἀπλανεστάτην ἄγειν ὁδόν, ἵν’ ἑπόμενον τῇ φύσει τὸ ἄριστον εὕρηται τέλος, ἐπιστήμην τοῦ ὄντως ὄντος, ὅς ἐστι τὸ πρῶτον ἀγαθὸν καὶ τελεώτατον, ἀφ’ οὗ τρόπον πηγῆς ἄρδεται τῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ τὰ ἐπὶ μέρους ἀγαθά. De_decalogo 82 Διειλεγμένοι καὶ περὶ τῆς δευτέρας παραινέσεως ὅσα οἷόν τε ἦν, τὴν ἑπομένην κατὰ τὸ ἑξῆς ἀκριβώσωμεν· ἔστι δὲ μὴ λαμβάνειν ὄνομα θεοῦ ἐπὶ ματαίῳ (Exod. 20, 7). τὰ μὲν οὖν τῆς τάξεως γνώριμα τοῖς τὴν διάνοιαν ὀξυδορκοῦσιν· ὄνομα γὰρ ἀεὶ δεύτερον ὑποκειμένου πράγματος, σκιᾷ παραπλήσιον, ἣ παρέπεται σώματι. De_decalogo 83 προειπὼν οὖν περὶ τῆς ὑπάρξεως καὶ τιμῆς τοῦ ἀεὶ ὑπάρχοντος, ἑπομένως τῷ τῆς ἀκολουθίας εἱρμῷ τὰ πρέποντα καὶ περὶ τῆς κλήσεως εὐθὺς παρήγγειλε· πολύτροποι γὰρ καὶ πολυειδεῖς αἱ περὶ τοῦτο τὸ μέρος τῶν ἀνθρώπων l καταγελαστότερον] θηριωδέστερον M δὴ om. Arm 2 τῦφον] τύπον M, Τυφῶνα Arm 2.3 εἰσοικίσασθαι τῖς διανοίαις M Arm: τῖς διανοίαις εἰσοικίσασθαι ceteri (v) 3 ἐκθνήσκουσι M Arm: ἐξησθενήκσι ceteri (Turn.) δὲ] γὰρ coni. Christopliorson 5 ὑπολαμβάνοντες εἶναι MF: εἶναι ὑπολαμβάνοντες ceteri (v) G ἐκεῖνα in ἐκείνας corr. M 7 δοκεῖν περινοστεῖν transp. M 9 ἑαυτοῦ] αὐτοὺς M; αὐτὸς coni. Mang. τιμὴν M χρεῖος ἣν] χρήζει ^^ ^*-*- ’^^ πλαζόμενον MFG: πλανώμενον APH (v) 11 ἶνα M 12 εὕροι AP ὄντος ὄντως H 14 τὰ om. M 15 οὖν ante καὶ add. F’^ 16 κατὰ om. M ἀκριβώσομεν APF ( ex ω corr. ) 17 ματαίω corr. ex ματαίοις, ματαίοις Arm 18 τὴν om. FHDC (Tiirn ) διανοία DC όξυδερκοῦσιν FGIl (ν) ἀεὶ MDC: αἰεὶ ceteri 19 προσειπὼν Riclit. Tauchn. 20 ἀεὶ MAP: αἰεὶ FGH, om. DC ἑπομένως MD*^’: ἑπόμενος ceteri (v) 22 post μέρος add. τοῦ ὅρκου D 16 — 21 D*^^ fol. 223^’ τοῦ αὐτοῦ (Φίλωνος) : οὐ λήψῃ, φησίν, τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. τὰ (x^/ οὑν τῆς τάξεως γνώριμα — εὐθὺς παρήγγειλεν. 22 — 288,3 DK fol. 218» Φίλωνος ἐκ τοῦ εἰς τὴν δeκάλογον: ἐπειδὴ πολύτροποι — νομίζεσθαι εἶναι. tum pergit: Φίλωνος: ἐνέχυρον οὐ μικρὸν ἀψευδίας αἰδὼς ἡ πρὸς θεόν. ἔστω οὑν ὁ λόγος ἰσότιμος ὅρκῳ (cf. Philonea ed. Tisch. p. 2,2). οἷς δὲ ὀμνύναι τις ἀνάγκη, μαθέτωσαν ὡς ἔστιν ὁ ὅρκος μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου (6 — 8). 3.4 DK fol. 219r (post locum ad p. 290,15 adnotatum) τοῦ αὐτοῦ Anton. Mel. II 64. Col. 1157 Φίλωνος: φασί τινες τὸ εὐορκεῖν οὐκ ἀπόβλητον· ἀλλ’ ἤδη ὅ γε ὀμνὺς εἰς ἀπιστίαν ὑπονοεῖται. — 9 pergit DR: μελλητὴς — ἀνοσιώτατον. 7 — 9 Anton. ibid. μαρτυρία θεοῦ ἐστι περὶ πραγμάτων ἀμφισβητουμένων ὁ ὅρκος· μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει τὸν θεὸν ἀνοσιώτατον. 12 — 289,4 DP fol. 313r ὁ ἑκάστη ψυχῇ συμβεβηκὼς ἔλεγχος — ζωὴν ἀπορρήξῃ. ἁμαρτίαι. De_decalogo 84 κάλλιστον δὴ καὶ βιωφελέστατον καὶ ἁρμόττον λογικῇ φύσει τὸ ἀνώμοτον, οὕτως ἀληθεύειν ἐφ’ ἑκάστου δεδιδαγμένῃ, ὡς τοὺς λόγους ὅρκους εἶναι νομίζεσθαι. δεύτερος δέ, φασί, πλοῦς τὸ εὐορκεῖν· De_decalogo 85 ἤδη γὰρ ὅ γε ὀμνὺς εἰς ἀπιστίαν ὑπονοεῖται. μελλητὴς οὖν ἔστω καὶ βραδύς, εἴ πως ἐνδέχοιτο ταῖς ὑπερθέσεσιν ἀπώσασθαι τὸν ὅρκον· εἰ δέ τις ἀνάγκη βιάζοιτο, περισκεπτέον οὐ παρέργως ἕκαστα τῶν ἐμφερομένων· De_decalogo 86 τὸ γὰρ πρᾶγμα οὐ μικρόν, εἰ καὶ τῷ ἔθει καταφρονεῖται. μαρτυρία γάρ ἐστι θεοῦ περὶ πραγμάτων ἀμφισβητουμένων ὅρκος· μάρτυρα δὲ καλεῖν ἐπὶ ψεύδει θεὸν ἀνοσιώτατον. ἴθι γάρ, εἰ βούλει, τῷ λόγῳ διάκυψον εἰς τὴν τοῦ μέλλοντος ὀμνύναι διάνοιαν ἐπὶ ψεύδει· θεάσῃ γὰρ αὐτὴν οὐκ ἠρεμοῦσαν, ἀλλὰ θορύβου καὶ ταραχῆς μεστήν, κατηγορουμένην καὶ πάσας ὕβρεις καὶ βλασφημίας ὑπομένουσαν. De_decalogo 87 ὁ γὰρ ἑκάστῃ ψυχῇ συμπεφυκὼς καὶ συνοικῶν ἔλεγχος, οὐδὲν εἰωθὼς παραδέχεσθαι τῶν ὑπαιτίων, μισοπονήρῳ καὶ φιλαρέτῳ χρώμενος ἀεὶ τῇ φύσει, κατήγορος ὁμοῦ καὶ δικαστὴς ὁ αὐτὸς ὤν, διακινηθεὶς ὡς μὲν κατήγορος αἰτιᾶται, κατηγορεῖ, δυσωπεῖ, πάλιν δ’ ὡς δικαστὴς διδάσκει, νουθετεῖ, παραινεῖ 1 διαμαρτίαι Γ’, αἱ ἁμαρτίαι D δὴ] δὲ M, om. D 2 τὸ ἀνομολόγητον καὶ ἀκατονόμαστον τοῦ θεοῦ καὶ οὕτως ἀληθεύειν ἐφ’ ἑκάστω ὡς D δεδιγμένη AP1F1; δεδιδαγμένον voluit Mang. 4 ἀπιστίαν] ἀδικίαν M μελητὴς FH οὑν om. Arm ἔσται L (Turn.) post ἔστω add. πᾶς D 5 εἰ δέχοιτο G ὑπερθέσεσιν ex ὑποσχέσεσιν corr. Η 6 ἀναγκάζοιτο D περισκέπτεσθαι M 7 τὸ M: ἔστι ceteri (Turn.) εἰ καὶ τῷ] ὄντως D 8 ὁ ὅρκος APD Antou. Mel. 9 τὸν θεὸν Anton. Mel. ἴθι] ἴσθι ARH1 γὰρ] οὖν Arm διάκυψον GH: καὶ διάκυψον ceteri 11 οὐχ ἠρεμοῦσαν M 13 συμπεφυκὼς καὶ συνοικῶν M Arm : συνοικῶν καὶ συμπεφυκὼς ceteri συμπεφυκὼς] συμβεβηκὼς ’’ καὶ συνοικῶν om. DP συνειδήσεως ἔλεγχος coni. 14 ἀεὶ MGD: αἰεὶ ceteri καὶ κατήγορος Dp 15 ὁμοῦ] ἐμοῦ Α ὁ αὐτὸς om. AP (ss. P2) 16 καὶ κατηγορεῖ ἡμῶν καὶ δυσωπεῖ DP δὲ D παραινεῖ om. DP μεταβάλλεσθαι· κἂν μὲν ἰσχύσῃ πεῖσαι, γεγηθὼς καταλλάττεται, μὴ δυνηθεὶς δὲ ἀσπονδεὶ πολεμεῖ μήτε μεθ’ ἡμέραν μήτε νύκτωρ ἀφιστάμενος, ἀλλὰ κεντῶν καὶ τιτρώσκων ἀνίατα, μέχρις ἂν τὴν ἀθλίαν καὶ ἐπάρατον ζωὴν ἀπορρήξῃ. De_decalogo 88 τί λέγεις, εἴποιμ’ ἂν πρὸς τὸν ἐπίορκον, τολμήσεις τινὶ τῶν σεαυτοῦ γνωρίμων φάναι προσελθών· ὦ οὗτος, ἃ μήτ’ εἶδες μήτ’ ἤκουσας, ὡς ἰδών, ὡς ἀκούσας, ὡς παρηκολουθηκὼς ἅπασιν, ἀφικόμενός μοι μαρτύρησον; ἐγὼ μέν γε οὐκ οἶμαι· De_decalogo 89 μανίας γὰρ ἀθεραπεύτου τὸ ἔργον. ἐπεὶ τίσιν ὀφθαλμοῖς νήφων καὶ ἐν σεαυτῷ δοκῶν εἶναι προσιδὼν τὸν φίλον ἐρεῖς· διὰ τὴν ἑταιρίαν ἀδικοπράγει, παρανόμει, συνασέβει μοι; δῆλον γὰρ ὡς, εἰ ταῦτ’ ἀκούσαι, πολλὰ χαίρειν φράσας ἑταιρίᾳ τῇ νομιζομένῃ καὶ κακίσας αὑτόν, ὅτι τὴν ἀρχὴν ἀνδρὶ τοιούτῳ φιλίας ἐκοινώνησεν, ἀποπηδήσεται καθάπερ ἀπὸ θηρὸς ἀγριαίνοντος καὶ λελυττηκότος. De_decalogo 90 εἶτα, πρὸς ἃ μηδὲ φίλον ἄγειν τολμήσεις, ἐπὶ ταῦτα θεὸν μάρτυρα καλῶν οὐκ ἐρυθριᾷς, τὸν πατέρα καὶ ἡγεμόνα τοῦ κόσμου; πότερον ἐπιστάμενος, ὅτι πάνθ’ ὁρᾷ καὶ πάντων ἀκούει, ἢ τοῦτ’ ἀγνοῶν; De_decalogo 91 εἰ μὲν οὖν ἀγνοῶν, ἄθεός τις εἶ, πηγὴ δὲ πάντων ἀδικημάτων ἀθεότης· πρὸς δὲ τῷ ἀθέῳ καὶ καταστρατηγεῖς τὸν ὅρκον, ὀμνὺς κατὰ τοῦ μὴ προσέχοντος ὡς ἐπιμελουμένου τῶν ἀνθρωπείων πραγμάτων· εἰ δ’ ὅτι προνοεῖ σαφῶς οἶδας, ὑπερβολὴν ἀσεβείας οὐκ ἀπολέλοιπας λέγων, εἰ καὶ μὴ στόματι καὶ γλώττῃ, τῷ γοῦν συνειδότι πρὸς θεόν· τὰ ψευδῆ μοι μαρτύρει, 1 μεταβαλέσθαι M κἀν μὲν] ἄν μὲν γὰρ Arm καταλάττεται G, καταλλ μ μάττεται F, καταμάττεται Η, καταλλάττεται M 3 ἀνίατα] ἀνιᾶται DP μέχρι (om. ἄν) DP 3. 4 καὶ ἐπάρατον om. DP 4 λέγοις GH 6 μήτε . . . μήτε M ἰδών] εἰδῶν P, εἰδὼς M 7 μέν γε scripsi : μὲν γὰρ M (Arm?), μὲν ceteri (v) 8 ἐπεὶ Arm: ἐπὶ M, om. ceteri (v) 9 #x003E; ἐρεῖς Christophorson ἑταιρείαν GH (Turn.) 10 συνασέβει] οἱ ἀσέβει Η (v) εἰ om. M ταῦτα FGH ἀκούσαι FG: ἀκούσαι Η, ἀκούσοι AP (v), ἀκούσας M 1 1 ἑταιρεία F2GH καὶ κακίσας M Arm : καὶ om. ceteri 12 ἀποπηδήσεται MF: ἀποπηδῆσαί τε Η, ἀποπηδήσειε APG 13 θηρός] πυρὸς AP θη ss. m. rec. in A) 14 θεὸν μάρτυρα καλῶν M Arm: μάρτυρα θεὸν καλῶν K, μάρτυρα καλῶν θεὸν APH (v), μάρτυρα καλῶν τὸν θεὸν G 10 τοῦτο APGH οὑν om. Η (Turn.) ἀγνοῶν M: ἀγνοεῖς ceteri (Turn.) ὦν ων 18 καὶ om. M τὸν ὅρκον AP μὴ om. AP προέχοντος Α; προσέχοντος κατὰ γνώμην σου Christoophorson ὡς] post ὡς add. μὴ APF 18. 19 ἐπιμελομένου GH (Turn.) 19 κατὰ ante τῶν add. AP ἀνθρωπίνων M 20 οὐκ ἀπολέλοιπας M: οὐ καταλέλοιπας ceteri (v) 21 θεόν M: τὸν θεόν ceteri (v) συγκακούργει, συρρᾳδιούργει· μία μοι τοῦ παρ’ ἀνθρώποις εὐδοκιμεῖν ἐλπὶς τὸ παρακαλύψασθαί σε τὴν ἀλήθειαν· ὑπὲρ ἑτέρου πονηρὸς γενοῦ, ὑπὲρ τοῦ χείρονος ὁ κρείττων, ὑπὲρ ἀνθρώπου καὶ ταῦτα De_decalogo 92 μοχθηροῦ θεὸς ὁ πάντων ἄριστος. εἰσὶ δ’ οἳ μηδὲ κερδαίνειν τι μέλλοντες ἔθει πονηρῷ κατακόρως καὶ ἀνεξετάστως ὀμνύουσιν ἐπὶ τοῖς τυχοῦσιν, οὐδενὸς ἀμφισβητουμένου τὸ παράπαν, τὰ μὲν αὐτῶν ἐν τῷ λόγῳ προσαναπληροῦντες ὅρκοις, ὡς οὐκ ἄμεινον ὂν ἀποκοπὴν ῥημάτων μᾶλλον δὲ καὶ ἀφωνίαν ὑποστῆναι παντελῆ· φύεται γὰρ ἐκ πολυορκίας ψευδορκία καὶ ἀσέβεια. De_decalogo 93 διὸ χρὴ τὸν μέλλοντα ὀμνύναι πάντ’ ἐπιμελῶς ἐξητακέναι καὶ σφόδρα περιττῶς, τὸ πρᾶγμα, εἰ εὐμέγεθες καὶ εἰ γέγονεν ὄντως καὶ εἰ πραχθὲν κατείληφε παγίως, ἑαυτόν, εἰ καθαρεύει ψυχὴν καὶ σῶμα καὶ γλῶτταν, τὴν μὲν παρανομίας, τὸ δὲ μιασμάτων, τὴν δὲ βλασφημιῶν· οὐ γὰρ ὅσιον, δι’ οὗ στόματος τὸ ἱερώτατον ὄνομα προφέρεταί τις, διὰ τούτου φθέγγεσθαί τι τῶν αἰσχρῶν. De_decalogo 94 ἐρευνάτω δὲ καὶ τόπον καὶ καιρὸν ἐπιτήδειον· οἶδα γὰρ οἶδά τινας ἐν βεβήλοις καὶ ἀκαθάρτοις χωρίοις, ἐν οἷς οὔτε πατρὸς οὔτε μητρὸς ἀλλ’ οὐδὲ τῶν ὀθνείων πρεσβύτου τινὸς εὖ βεβιωκότος ἄξιον μεμνῆσθαι, διομνυμένους καὶ ὅλας ῥήσεις ὅρκων συνείροντας, τῷ τοῦ θεοῦ πολυωνύμῳ καταχρησαμένους ὀνόματι ἔνθα μὴ δεῖ πρὸς ἀσέβειαν. De_decalogo 95 ὁ δὲ τῶν λεχθέντων ὀλιγώρως ἔχων ἴστω τὸ μὲν πρῶτον μιαρὸς καὶ ἀκάθαρτος 1 συνραδιούργει F, συρραδιούργει, μία corr. ex συρραδιούργημα H παρὰ M εὐδοκεῖν M 2 τὸ] τοῦ FG περικαλύψασθαι AP σε M Arm: om. oeteri (v) ἑταίρου M 5 τι F: om. ceteri (v) καὶ κατακόρως Arm 6 τὰ μὲν αὐτῶι corrupta; τὰ μείονα τῶν conicio, τὰ ὑστερήματα τῶν λόγων coni. Mang. 11 παγίως] παγίωσιν F ἑαυτόν MGH: αὐτὸ AP, αὐτοῦ F; αὐτὸν Christophorson 12 γλῶτταν καὶ σῶμα transp. AP 12. 13 τὴν δὲ βλασφημιῶν, τὸ δὲ μιασμάτων transp. AP 14 προσφέρεται H τις om. D δι’ αὐτοῦ DR αἰσχρῶν] οὐχ ὁσίων καὶ βλασφήμων DR 15 pr. καὶ om. Arm τόπον M: τὸν τόπον ceteri (v) οἶδα γὰρ AP: ἤδη γὰρ ceteri 16 οὔτε πατρὸς οὔτε μητρὸς MD: οὔτε πατρὸς ἡ μητρὸς APGH (Turn.), οὔτε μητρὸς ἡ πατρὸς Γ’. οὔτε μητρὸς om. Arra 17 ὀθνείων] οἰκείων Christophorson 18 συνείροντες Η πολυωνύμῳ] πολυωνύμῳ] vel πανσέμνῳ coni. Mang. 18.19 καταχρησαμένους DR Arm: καταχρωμένους DP DM, χρησαμένους codd. (v) 19 ἔνθα—ασέβειαν om. DR εὐσέβειαν G 20 τὸ μὲν πρῶτον om. Arm 8 DR fol. 219r Φίλωνος εἰς τὸν δεκάλογον Anton. Mel. II 64 Col. 1157 Io. Georgides p. 34,19 Β Φίλωνος: ἐκ πολυορκίας πολυλογίας Georg.) ψευδορκία φύεται. — 14 DE fol. 117v Φίλωνος ἐκ τοῦ εἰς δεκάλογον DL fol. 163v εἰς τὴν δεκάλογον: οὐχ ὅσιον—αἰσχρῶν. —19 DP fol. 358r DM fol. 269r Φίλωνος εἰς τὴν δεκάλογον: οἶδά τινας ἀδυναμίᾳ ἡσυχίας ἐν βεβήλοις — πρὸς ἀσέβειαν. pergit DM: τίς ἔχει σφόδρα ἐνπρεπὲς ἀπαρατηρήτως τῶ καὶ ἀδιακρίτως οὕτω διακεῖσθα γλωσσαλγίας. 15 — 291,1 DR fol, 219r τοῦ αὐτοῦ: οἶδα τινὰς — ἐφεδρεύουσιν αὐτῷ. ὤν, εἶθ’ ὡς αἰεὶ αἱ μέγισται τῶν τιμωριῶν ἐφεδρεύουσιν αὐτῷ, τῆς ἐφόρου τῶν ἀνθρωπείων δίκης ἀτρέπτως καὶ ἀπαρηγορήτως ἐπὶ τοῖς οὕτω μεγάλοις ἀδικήμασιν ἐχούσης, ἥτις, ὅταν μὴ παραχρῆμα κολάζειν ἀξιοῖ, ἐπὶ πολλῷ δανείζειν ἔοικε τὰς τιμωρίας, ἅς, ὅταν ᾖ καιρός, ἀναπράττει μετὰ τοῦ κοινῇ συμφέροντος. De_decalogo 96 Τέταρτόν ἐστι παράγγελμα τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ἵν’ εὐαγῶς καὶ ὁσίως ἄγηται. ταύτην ἔνιαι μὲν τῶν πόλεων ἑορτάζουσιν ἅπαξ τοῦ μηνὸς ἀπὸ τῆς κατὰ θεὸν νουμηνίας διαριθμούμεναι, τὸ δὲ Ἰουδαίων ἔθνος συνεχῶς ἡμέρας ἓξ διαλείποντες αἰεί. De_decalogo 97 λόγος δ’ ἐστὶν ἀναγραφεὶς ἐν τοῖς κατὰ τὴν κοσμοποιίαν, περιέχων αἰτίαν ἀναγκαίαν· ἐν γὰρ ἓξ ἡμέραις φησὶ κτισθῆναι τὸν κόσμον, τῇ δ’ ἑβδόμῃ παυσάμενον τῶν ἔργων τὸν θεὸν ἄρξασθαι τὰ γεγονότα καλῶς θεωρεῖν. De_decalogo 98 ἐκέλευσεν οὖν καὶ τοὺς μέλλοντας ἐν ταύτῃ ζῆν τῇ πολιτείᾳ καθάπερ ἐν τοῖς ἄλλοις καὶ κατὰ τοῦθ’ ἕπεσθαι θεῷ, πρὸς μὲν ἔργα τρεπομένους ἐφ’ ἡμέρας ἕξ, ἀνέχοντας δὲ τῇ ἑβδόμῃ καὶ φιλοσοφοῦντας καὶ θεωρίαις μὲν τῶν τῆς φύσεως σχολάζοντας, ἐπισκοποῦντας δὲ καὶ εἴ τι μὴ καθαρῶς ἐν ταῖς προτέραις ἐπράχθη, λόγον καὶ εὐθύνας ὧν εἶπον ἢ ἔδρασαν παρ’ ἑαυτῶν λαμβάνοντας ἐν τῷ τῆς ψυχῆς βουλευτηρίῳ, συνεδρευόντων καὶ συνεξεταζόντων τῶν νόμων εἴς τε τὴν τῶν παροραθέντων κατόρθωσιν καὶ πρὸς τὴν τοῦ μηδὲν αὖθις ἐξαμαρτάνειν προφυλακήν. De_decalogo 99 ἀλλ’ ὁ μὲν θεὸς ἅπαξ κατεχρήσατο ταῖς ἓξ ἡμέραις πρὸς τὴν τοῦ κόσμου τελείωσιν μήκους χρόνων οὐ προσδεόμενος· ἀνθρώπων δ’ ἕκαστος ἅτε θνητῆς φύσεως μετέχων καὶ μυρίων ἐνδεὴς ὢν πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ὀφείλει μὴ κατοκνεῖν ἐκπορίζειν τὰ ἐπιτήδεια μέχρι τελευτῆς τοῦ βίου διαναπαυόμενος τὰς 1 εἶτα ADR αἰεὶ om. DR αἱ om. Turn. 3 οὕτως F ἀδικήμασιν] ἀσεβήμασιν coni. Mang. κολάζειν] ἐκριζοῦν Arm 5 ἀναπράττη M 8 κατὰ θεὸν corruptum; κατὰ σελήνην vel κατὰ σεληνιακὸν κύκλον (cf. 252,12) conicio, κατὰ ζ' coni. Christophorson τῆς νουμηνίας κατὰ ζ' Mang.) διαριθμούμεναι Mang. : διαριθμούμενοι codd. 9 ἡμέρας add. Mang. διαλιπόντες MF ἀεὶ F 10 ἐν τῇ Μωυσέως κοσμοποιίᾳ Arm τὴν κοσμοποιίαν F: τὴν om. ceteri (v) 11 τὴν δ’ ἑβδόμην M 12 παυόμενον M 15 ἡμέραις Α, om. Arm 15. 16 καὶ φιλοσοφοῦντας τῆ ἑβδόμη transp. Η (v) 16 τῶν] ταῖς F ἐνσχολάζοντας coni. Mang. 18 ἡ] ἢν A 19 βουλευτηρίῳ] δικαστηρίῳ coni. Mang. τῶν νόμων M: νόμων ceteri (Turn.) 21 προ(??)φυλακήν σ eras.) F, φυλακήν Ἀρ’ 22 ἡμέραις AP: om. ceteri (Arm) 24 κατοκνεῖν ἓξ ἡμέραις Christophorson 25 ἐμπορίζειν AP1 τελευτῆς om. APF, add. mg. P2 εἰς τὰς Arm ἱερὰς ἑβδομάδας. De_decalogo 100 ἆρ’ οὐ παγκάλη παραίνεσις καὶ πρὸς πᾶσαν ἀρετὴν ἱκανωτάτη προτρέψασθαι καὶ διαφερόντως εἰς εὐσέβειαν; „ἕπου" φησίν „αἰεὶ θεῷ· παράδειγμα προθεσμίας ἔστω σοι πράξεων ἓν ἑξαήμερον αὐταρκέστατον, ἐν ᾧ τὸν κόσμον ἐδημιούργει· παράδειγμα καὶ τοῦ δεῖν φιλοσοφεῖν ἡ ἑβδόμη, καθ’ ἣν ἐπιδεῖν λέγεται ἃ εἰργάσατο, ὅπως καὶ αὐτὸς ἐπιθεωρῇς τὰ φύσεως καὶ τὰ ἴδια ὅσα συντείνει πρὸς εὐδαιμονίαν". De_decalogo 101 τοιοῦτον οὖν ἀρχέτυπον τῶν ἀρίστων βίων, πρακτικοῦ τε καὶ θεωρητικοῦ, μὴ παρέλθωμεν, ἀλλ’ αἰεὶ πρὸς αὐτὸ βλέποντες ἐναργεῖς εἰκόνας καὶ τύπους ταῖς ἑαυτῶν διανοίαις ἐγχαράττωμεν ἐξομοιοῦντες θνητὴν φύσιν ὡς ἔνεστιν ἀθανάτῳ κατὰ τὸ λέγειν καὶ πράττειν ἃ χρή. πῶς δὲ | λέγεται ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸν κόσμον ὑπὸ θεοῦ τοῦ p. 198 M. μηδὲ χρόνων εἰς τὸ ποιεῖν δεομένου, μεμήνυται διὰ τῶν ἀλληγορηθέντων De_decalogo 102 ἐν ἑτέροις. τὴν μέντοι προνομίαν, ἧς ἐν τοῖς οὖσιν ἑβδομὰς ἠξίωται, δηλοῦσιν οἱ περὶ τὰ μαθήματα διατρίψαντες, ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως αὐτὴν ἐξιχνεύσαντες. ἥδε γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς παρθένος, ἡ ἀμήτωρ φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς, ἡ ἰδέα τῶν πλανήτων, ἐπεὶ καὶ τῆς ἀπλανοῦς σφαίρας μονάς· ἐκ γὰρ μονάδος καὶ ἑβδομάδος οὐρανὸς ὁ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ. De_decalogo 103 πέπηγε δ’ ὁ οὐρανὸς ἔκ τε τῆς ἀμερίστου φύσεως καὶ τῆς μεριστῆς· ἡ μὲν οὖν ἀμέριστος τὴν πρώτην καὶ ἀνωτάτω καὶ ἀπλανῆ περιφορὰν εἴληχεν, ἣν μονὰς ἐπισκοπεῖ, ἡ δὲ μεριστὴ τὴν καὶ δυνάμει καὶ τάξει δευτέραν, ἧς ἐπιτροπεύει ἑβδομάς, ἥτις ἑξαχῇ διανεμηθεῖσα τοὺς ἐπικαλουμένους ἑπτὰ πλάνητας εἰργάσατο· De_decalogo 104 οὐκ ἐπειδὴ πεπλάνηταί τι τῶν κατὰ τὸν οὐρανὸν θείας καὶ μακαρίας καὶ εὐδαίμονος φύσεως μετεσχηκότων, οἷς πᾶσι τὸ ἀπλανὲς οἰκειότατον — τὴν γοῦν ἐν ὁμοίῳ ταυτότητα σῴζοντα δολιχεύει τὸν αἰῶνα μηδεμίαν ἐνδεχόμενα τροπὴν καὶ μεταβολήν —, ἀλλ’ ὅτι περιπολοῦνται ὑπεναντίως τῇ ἀμερίστῳ καὶ 1 ἑβδομάδας] ἑβδόμας voluit Mang. ’2 ἱκανωτάτην M 3 προθεσμία F ἓν om. Arm ἑξαήμερον Christophorson (Mang.): ἑξάμετρον codd., ἑξὰς μέτρον Arm 5 ἡ om. M 8 αὐτὸ AP, αὐτὸ ex αὐτὸν corr. H: αὐτὸν MFG 10 πράττειν MH: τὸ πράττειν ceteri \’2 μηδὲ] μὴ conicio χρόνων MFGH: χρόνου AP (v) ; lρόνων μήκους conicio 14 πάνυ] πάντη AP, πάνυ post πεφροντισμένως (l.’j) trausp. H (Turn.) 15 ἀνι·ι̣νεύσαντες AP Ifi ἡ ἰδέα] καὶ ἰδέα L (Turn.) 17 ἐπεὶ καὶ] ἐπὶ δὲ Arm ἡ μονάς AI’ 18 ὁ οὐρανὸς, ὁ eras. P rj δὲ MAP ὁ ora. AP τῆς ἀμερίστου F: τῆς om. ceteri (v) 20 περιφορὰν] σφαῖραν coni. Mang. 21 ἡ μονὰς Arm τάξιν Α 23 πλανήτας FH 24 κατ’ οὐρανὸν H (v) 25 ὁμοίῳ] ὁμοιότητι Arin 27 ὅτι M: ὅτι καὶ ceteri (v) περιπολοῦνται G: περιπολοῦντα APFH, -..ολοῦντες M ὐἶεναντίω,] ἐναντίως Η (v) περι- ἐξωτάτω σφαίρᾳ, πλάνητες ὠνομάσθησαν οὐ κυρίως ὑπ’ ἀνθρώπων εἰκαιοτέρων, οἳ τὴν ἰδίαν πλάνην τοῖς οὐρανίοις ἐπεφήμισαν, ἃ τὴν τοῦ θείου στρατοπέδου τάξιν οὐδέποτε λείπει. De_decalogo 105 διὰ μὲν δὴ ταῦτα καὶ ἔτι πλείω τετίμηται ἡ ἑβδομάς· ἐπ’ οὐδενὶ δ’ οὕτω προνομίας ἔτυχεν ἢ τῷ μάλιστα τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφαίνεσθαι δι’ αὐτῆς· ὡς γὰρ διὰ κατόπτρου φαντασιοῦται ὁ νοῦς θεὸν δρῶντα καὶ κοσμοποιοῦντα καὶ τῶν ὅλων ἐπιτροπεύοντα. De_decalogo 106 Μετὰ δὲ τὰ περὶ τῆς ἑβδόμης παραγγέλλει πέμπτον παράγγελμα τὸ περὶ γονέων τιμῆς τάξιν αὐτῷ δοὺς τὴν μεθόριον τῶν δυοῖν πεντάδων· τελευταῖον γὰρ ὂν τῆς προτέρας, ἐν ᾗ τὰ ἱερώτατα προστάττεται, συνάπτει καὶ τῇ δευτέρᾳ περιεχούσῃ τὰ πρὸς ἀνθρώπους δίκαια. De_decalogo 107 αἴτιον δ’ ὡς οἶμαι τόδε· τῶν γονέων ἡ φύσις ἀθανάτου καὶ θνητῆς οὐσίας ἔοικεν εἶναι μεθόριος, θνητῆς μὲν διὰ τὴν πρὸς ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα συγγένειαν κατὰ τὸ τοῦ σώματος ἐπίκηρον, ἀθανάτου δὲ διὰ τὴν τοῦ γεννᾶν πρὸς θεὸν τὸν γεννητὴν τῶν ὅλων ἐξομοίωσιν. De_decalogo 108 ἤδη μὲν οὖν τινες τῇ ἑτέρᾳ μερίδι προσκληρώσαντες ἑαυτοὺς ἔδοξαν τῆς ἑτέρας ὀλιγωρεῖν· ἄκρατον γὰρ ἐμφορησάμενοι τὸν εὐσεβείας πόθον, πολλὰ χαίρειν φράσαντες ταῖς ἄλλαις πραγματείαις ὅλον ἀνέθεσαν τὸν οἰκεῖον βίον θεραπείᾳ θεοῦ. De_decalogo 109 οἱ δ’ οὐδὲν ἔξω τῶν πρὸς ἀνθρώπους δικαιωμάτων ἀγαθὸν ὑποτοπήσαντες εἶναι μόνην τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἠσπάσαντο, τῶν τε ἀγαθῶν τὴν χρῆσιν ἐξ ἴσου πᾶσι παρέχοντες διὰ κοινωνίας ἵμερον καὶ τὰ δεινὰ κατὰ δύναμιν ἐπικουφίζειν 1 ἐξωτάτη Η (Turn.) post οὐ κυρίως add. ἀλλ’ Arm 2 ἐπουρανίοις MG 3 καὶ ἔτι om. Arm 4 ἡ om. F οὕτως F ἡ] ὡς Christophorson (Mang.) 5 δι’ αὐτῆς M: διὰ ταύτης ceteri (v) 7 τῶν ὅλων] τὰ τῶν ἄλλων M 8 τῆσδε τῆς M 9 τὸ ante πέμπτον (8) trausp. M Arm τὸ bis scripsit Maug.) δοὺς] διὰ N δυεῖν FGH 10 γὰρ om. AP ἐν ᾗ] ἑνοῖ G mg. Η (Turn.) προστάττεται scripsi (sic Arm ut vid.): πρὸς τὰ πέντε MAFHN (Turn.), πρὸς τά ἕτερα πέντε G, πρὸς τὰ πέντε—περιεχούσῃ om.) P; πρὸς τὸ θεῖον Christophorson Mang.; προστάττεται τὰ πέντε coni. Wendl. 11 συνάπτει καὶ τῆ δευτέρα MAFHN: καὶ συνάπτει τῆ δευτέρα G, καὶ τῆ δευτέρα συνάπτει mg. H (v) δίκαι] δικαιώματα Arm 13 μεθόριον GH (Turn.) 13. 14 τὰ ἄλλα M: ἄλλα AP1, τἄλλα Η, τἆλλα FGP2N 14 κατὰ M διὰ Arm): καὶ ceteri (v) ἐπίκαιρον 31 1.5 γεννᾶν] γεννῶντος coni. Wendl. γενέτην FN 16 ἑαυτοὺς M: αὑτοὺς APG, αὑτοὺς corr. ex αὐτοὺς H, αὐτοὺς FN 17 τὸν τῆς εὐσεβείας Α 20 δικαιωμάτων] δικαίων M (Mang.) 21 τ’ AP πᾶσι om. G 8 — 296,19 N fol. 152v τοῦ αὐτοῦ Φίλωνος) περὶ γονέων τιμῆς. παραγγέλλει — θειοτέρᾳ πεντάδι. ἀξιοῦντες. De_decalogo 110 τούτους μὲν οὖν φιλανθρώπους, τοὺς δὲ προτέρους φιλοθέους ἐνδίκως ἂν εἴποι τις, ἡμιτελεῖς τὴν ἀρετήν· ὁλόκληροι γὰρ οἱ παρ’ ἀμφοτέροις εὐδοκιμοῦντες. ὅσοι δὲ μήτ’ ἐν τοῖς πρὸς ἀνθρώπους ἐξετάζονται, συνηδόμενοι μὲν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς, συναλγοῦντες δ’ ἐπὶ τοῖς ἐναντίοις, μήτ’ εὐσεβείας καὶ ὁσιότητος περιέχονται, μεταβεβληκέναι δόξαιεν ἂν εἰς θηρίων φύσιν· ὧν τῆς ἀγριότητος οἴσονται τὰ πρωτεῖα οἱ γονέων ἀλογοῦντες, ἑκατέρας μερίδος ὄντες ἐχθροὶ καὶ τῆς De_decalogo 111 πρὸς θεὸν καὶ τῆς πρὸς ἀνθρώπους. ἐν δυσὶν οὖν δικαστηρίοις, ἃ δὴ μόνα ἐστὶν ἐν τῇ φύσει, μὴ ἀγνοείτωσαν ἑαλωκότες, ἀσεβείας μὲν ἐν τῷ θείῳ, διότι τοὺς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντας καὶ κατὰ τοῦτο μιμησαμένους θεὸν οὐ περιέπουσι, μισανθρωπίας δ’ ἐν τῷ κατ’ ἀνθρώπους. De_decalogo 112 τίνα γὰρ ἕτερον εὖ ποιήσουσιν οἱ τῶν συγγενεστάτων καὶ τὰς μεγίστας παρασχομένων δωρεὰς ὀλιγωροῦντες, ὧν ἔνιαι δι’ ὑπερβολὴν οὐδ’ ἀμοιβὰς ἐνδέχονται; πῶς γὰρ ἂν ὁ γεννηθεὶς ἀντιγεννῆσαι δύναιτο τοὺς σπείραντας, κλῆρον ἐξαίρετον τῆς φύσεως χαρισαμένης πρὸς παῖδας γονεῦσιν εἰς ἀντίδοσιν ἐλθεῖν οὐ δυνάμενον; ὅθεν καὶ σφόδρα προσῆκεν ἀγανακτεῖν, εἰ μὴ πάντα ἔχοντες ἀντιχαρίζεσθαι μηδὲ τὰ κουφότατα ἐθελήσουσιν. De_decalogo 113 οἷς δεόντως ἂν εἴποιμι· τὰ θηρία πρὸς ἀνθρώπους ἡμεροῦσθαι δεῖ· καὶ πολλάκις ἔγνων ἡμερωθέντας λέοντας, ἄρκτους, παρδάλεις, οὐ μόνον πρὸς τοὺς τρέφοντας διὰ τὴν 1 ἀξιοῦντες] ἐξισοῦντες Η 2 ἑκάτεροι δὲ ἡμιτελεῖς conicio 3 μήτε N 4 ἐπὶ] ἐν M δὲ MN 5 μήτε M 5. 6 μεταβεβηκέναι APH Arm (prob. Mang.) 6 ἂν om. AP, ss. P2 θηρίων APFN: τῶν θηρίων MG, τὴν τῶν θηρίων Η (Turn.) ; τὴν θηρίων Mang. 7 πρωτεῖα] πρεσβεῖα Arm καὶ τῆς] τῆς τε Nicet. 8 δυσὶν M δυσὶ Nicet.): δυσὶν corr. ex δυοῖν H, δυοῖν APGN, δυεῖν F οὖν om. Nicet. δικαστηρίοιν FGN 9 ἐστὶν ἐν M Nicet.: ἐστὶ (cm. ἐν) FGHN, εἰσὶ (om. ἐν) AP ἀγνοείτωσαν M Arm Nicet.: ἀγνοούμενα ἴστωσαν ceteri (Turn.) 10 θείῳ] θεῷ Arm διότι] ὅτι Nicet. τοῦ om. Nicet. προαγαγόντας MGN mg. P2 Nicet. 1 1 θεῶ H δὲ AP Nicet. 12 κατὰ M Nicet. ἀνθρώπους] αὐτούς AP 13 παρασχομένων M Barocc: παρεσχημένων ceteri ὀλιγωροῦντα Γ’ 14 ἄν om. MFN Karocc. 14. 15 γεννῆσαι F 15 σπείροντας Barocc. 15.16 χαρισαμένης] χάρισαι μίαν N 17 μὴ G: μηδὲ ceteri (v), γε Nicet. τὰ πάντα H1mg.P2 ἔχοντες Arm : μέλλοντες codd. (v) 18 θελήσουσιν N 19 ἀνθρώπους Christophorson (Mang.): ἀνθρώπων codd. Arm δεῖ] δοκεῖ FN; δεῖ seclusit Christopborson, οἴδα coni. Mang. 20 ἄρκους M παρδάλεις, ἄρκτους transp. Arm 7 — 18 Nicetae Serrani Gatena in Lucam (cod. Vat. 1611 fol. 246v): οἱ οὖν γονέων ἀλογοῦντες — ἐθελήσουσιν. 7. 8 Anton. Mel. II 12 Col. 1049 Φίλωνος: οἱ γονέων ἀλογοῦντες ἑκατέρας μερίδος εἰσὶν ἐχθροί, καὶ τῆς πρὸς θεὸν καὶ τῆς πρὸς ἀνθρώπους. 12— 16 Mel. Barocc. fol. 235v Φίλωνος): τίνα ἕτερον— οὐ δυνάμενον. ἐπὶ τοῖς ἀναγκαίοις χάριν, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους, ἕνεκά μοι δοκῶ τῆς πρὸς ἐκείνους ὁμοιότητος· καλὸν γὰρ ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα. De_decalogo 114 νυνὶ δ’ ἀναγκασθήσομαι τἀναντία λέγειν· μιμηταὶ θηρίων ἐνίων, ἄνθρωποι, γίνεσθε. τοὺς ὠφεληκότας ἀντωφελεῖν ἐκεῖνα οἶδε καὶ πεπαίδευται· κύνες οἰκουροὶ προασπίζουσι καὶ προαποθνῄσκουσι τῶν δεσποτῶν, ὅταν κίνδυνός τις ἐξαπιναίως καταλάβῃ· τοὺς δ’ ἐν ταῖς ποίμναις φασὶ προαγωνιζομένους τῶν θρεμμάτων ἄχρι νίκης ἢ θανάτου παραμένειν ὑπὲρ τοῦ διατηρῆσαι τοὺς ἀγελάρχας ἀζημίους. De_decalogo 115 εἶτ’ οὐκ αἰσχρῶν ἐστιν αἴσχιστον, ἐν χαρίτων ἀμοιβαῖς ἄνθρωπον ἡττηθῆναι κυνός, τοῦ θηρίων θρασυτάτου τὸ ἡμερώτατον ζῷον; ἀλλ’ εἰ μὴ τοῖς χερσαίοις ἀναδιδασκόμεθα, πρὸς τὴν πτηνὴν καὶ ἀεροπόρον μετίωμεν φύσιν ἃ χρὴ παρ’ αὐτῆς μαθησόμενοι. De_decalogo 116 τῶν πελαργῶν οἱ μὲν γηραιοὶ καταμένουσιν ἐν ταῖς νεοττιαῖς ἀδυνατοῦντες ἵπτασθαι οἱ δὲ τούτων παῖδες ὀλίγου δέω φάναι γῆν καὶ θάλατταν ἐπιποτώμενοι πανταχόθεν ἐκπορίζουσι τοῖς γονεῦσι τὰ ἐπιτήδεια· De_decalogo 117 καὶ οἱ μὲν ἀξίω τῆς ἡλικίας ἠρεμοῦντες ἐν ἀφθονίᾳ διατελοῦσι τῇ πάσῃ τρυφῶντες, οἱ δὲ τὰς εἰς τὸν πορισμὸν κακοπαθείας ἐπελαφριζόμενοι τῷ εὐσεβεῖν καὶ τῷ προσδοκᾶν ἐν γήρᾳ τὰ αὐτὰ πείσεσθαι 1 χάριν] χρείαν M 2 δοκεῖ Α ἀεὶ M: αἰεὶ ceteri 3 ἐλπίδα om. Arrn δὲ M 4 ἐνίων] ἔνιοι τῶν M γένεσθε MGH, γίνεσθαι Arm 5 πεπαίδευται AFN: πεπαίδευνται PGH, παιδεύεται M οἰκουροὶ M Arm : οἴκου ceteri Vind. (Turn.) 6 καὶ προαποθνῄσκουσι om. FN ἐξαπιναίως om. AP (add. mg. P2), ἐξαπηναῖος Vind. 7 καταλάβη FN Vind.: καταλάβοι ceteri (Mang.) φασὶ M: φασὶ καὶ ceteri Vind. 8 νίκης ἢ M: om. ceteri Vind. 9 ἀγελάρχους FN, ἀρχαγγέλους Vind. αἰσχρῶν] αἰσχρόν Vind. 10 θρασυτάτου] ἀγριωτάτου M 11 ζῷον om. M 12 αὐτοῖς Vind. 12. 13 μαθησόμεθα N Arm 13 νεοττίαις MAPF Vind. 14 ὀλίγω AP Vind. 15 ἐπιποτώμενοι MAPG: ἐπιπετόμενοι corr. ex ἐπιποτώμενοι Η, επιπετόμενοι Vind. Nicet., ἐφιπτάμενοι FN 15. 16 τἀπιτήδεια FGN 16 ἠρεμοῦντες Η, ἡμεροῦντες Arm 16. 17 ἐν ἀφθονία πάση διατελοῦσιν Nicet. 17 τὰς] τὰ F εἰς] πρὸς M τὸν om. G κακοπαθείας] κακίας Nicet. 17. 18 ἐπελαφρίζοντες conicio (sic Arm) 2.3 DR fol. 260v Anton. Mel. II 35 Col. 1093 Φίλωνος lo. Georgides p. 49,3 sine lemmate: καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα 5— 296,15 Vindob. hist. gr. 67 fol. 56v: κύνες οἴκου — γηροτροφοῦσι (29(3,4) τοὺς ἑαυτῶν γονεῖς ἐπεσχάτων. ἀρ’ οὐκ ἄξιον ἐπὶ τούτοις ἐγκαλύπτεσθαι ἡμᾶς καὶ κακίζειν ἑαυτούς, ὅσοι τοὺς ἑαυτῶν τόκοις (sic) ὑπερορῶσι λιμῷ καὶ αὐχμῷ καἰ τοῖς ἄλλοις τοῦ βίου κακοῖς οι περιεστιϊχισμένους (sic) ; καὶ γὰρ θεοῦ ὑπηρέται εἰσὶ πρὸς τέκνων σπορὰν (296,12) — ἐν τῷ ζῳοπλαστεῖν. 13— 296,18 pergit Nicetas 1. 1.: ἀλλὰ καὶ τῆς ἀλόγου φύσεως ἐν χαρίτων ἀμοιβαῖς ἀγνωμονέστεροι φαίνονται. τῶν γὰρ πελαργῶν — τοσαῦτα καὶ περὶ γονέων τιμῆς ἐφιλοσόφησεν. 13 sqq. cf. Aristoph. Av. 1353 — 1357. Arist. Hist. anim. IX 13 p. 615b 23. Zenob. Paris. I 94 ibique Leutschii adnot. ὑπὸ τῶν ἐκγόνων ἀναγκαῖον ὄφλημα ἀντεκτίνουσιν, ἐν καιρῷ καὶ λαβόντες αὐτὸ καὶ ἀνταποδιδόντες, ὅτ’ οὐδέτεροι τρέφειν αὑτοὺς δύνανται, παῖδες μὲν ἐν ἀρχῇ τῆς γενέσεως, γονεῖς δ’ ἐπὶ τελευτῇ τοῦ βίου· ὅθεν αὐτοδιδάκτῳ τῇ φύσει νεοττοτροφηθέντες γηροτροφοῦσι χαίροντες. De_decalogo 118 ἆρ’ οὐκ ἄξιον ἐπὶ τούτοις ἀνθρώπους, ὅσοι γονέων ἀμελοῦσιν, ἐγκαλύπτεσθαι καὶ κακίζειν ἑαυτούς, ὠλιγωρηκότας ὧν ἢ μόνων ἢ πρὸ τῶν ἄλλωι ἀναγκαῖον ἦν πεφροντικέναι, καὶ ταῦτ’ οὐ διδόντας μᾶλλον ἢ ἀποδιδόντας; παίδων γὰρ ἴδιον οὐδέν, ὃ μὴ γονέων ἐστίν, ἢ οἴκοθεν ἐπιδεδωκότων ἢ τὰς αἰτίας ἰῆς κτήσεως παρασχομένων. De_decalogo 119 εὐσέβειαν δὲ καὶ ὁσιότητα, τὰς ἀρετῶν ἡγεμονίδας, ἀρά γ’ ἐντὸς ὅρων ἔχουσι τῶν ψυχῶν; ὑπερορίους μὲν οὖν ἀπεληλάκασι καὶ πεφυγαδεύκασι· θεοῦ γὰρ ὑπηρέται πρὸς τέκνων σπορὰν οἱ γονεῖς· ὁ δ’ ὑπηρέτην ἀτιμάζων συνατιμάζει καὶ τὸν ἄρχοντα. De_decalogo 120 τῶν δ’ εὐτολμοτέρων ἀποσεμνύνοντες τὸ γονέων ὄνομά φασί τινες, ὡς ἄρα πατὴρ καὶ μήτηρ ἐμφανεῖς εἰσι θεοί, μιμούμενοι τὸν ἀγένητον ἐν τῷ ζῳοπλαστεῖν· ἀλλὰ τὸν μὲν εἶναι τοῦ κόσμου θεόν, τοὺς δὲ μόνων ὧν ἐγέννησαν. ἀμήχανον δ’ εὐσεβεῖσθαι τὸν ἀόρατον ὑπὸ τῶν εἰς τοὺς ἐμφανεῖς καὶ ἐγγὺς ὄντας ἀσεβούντων. De_decalogo 121 Τοσαῦτα καὶ περὶ γονέων τιμῆς φιλοσοφήσας τέλος ἐπιτίθησι τῇ ἑτέρᾳ καὶ θειοτέρᾳ πεντάδι. τὴν δ’ ἑτέραν ἀναγραψάμενος περιέχουσαν ἀπαγορεύσεις τῶν πρὸς ἀνθρώπους ἀπὸ μοιχείας ἄρχεται, 1 ἐκγόνων APFN Vind. Nicet.: ἐγγόνων MGH (v) ἀντεκτίννουσιν M, ἀντεκτιννύουσιν FN Vind., ἐκτίνουσιν Nicet. καὶ - - ἀνταποδιδόντες (2) om. Arm 2 λαμβάνοντες P καὶ αὐτὸ Nicet. ἀνταποδιδόντες M: ἀποδιδόντες ceteri (v) ὅτ’ —βίου (3) om. Vind. ὅτ’ M (Arm), ὅτε Nicet.: om. ceteri (v) οὐδ’ ἕτεροι FGHi (Mang.) αὐτοὺς codd. 3 δὲ MN Nicet. 4 νεοττοτραφηθέντες N χαίροντες] γέροντας (i, τοὺς ἑαυτῶν γονεῖς ἐπεσχάτων Vind. 5 ἀνθρώπους ἐπὶ τούτοις traasp. M ἀνθρώπους— ἀμελοῦσιν om. Vind. ἀμελοῦσιν] ἀμελεῖς M 5, 6 ἐγκαλύπτεσθαι ἡμᾶς Vind. 6 ἑαυτούς om. M μόνον FHN (v) 7 οὐ--γὰρ (8) om. FN 8 ἴδιον οὐδέν M: οὐδὲν ἴδιον ceteri (v) 9 παρασχομένων MAPG Nicet.: παρεσχημένων FN, ἐπιπαρασχομένων H (Turn.) εὐσέβειαν — πεφυγαδεύκασι (11) om. Nicet. 10 ὁσιότητα] ἰσότητα coni. Mang. τὰς τῶν ἀρετῶν Η (v) γε MN ὅρον N, ὅρων om. AP (add. mg. ’-’) II ἀπεληλάκασι M: ἐληλάκασι ceteri γὰρ om. Nicet. 13 τὸν πρῶτον ἄρχοντα Arm post εὐτολμοτέρων add. τῶν παίδων Vind., τινὲς Nicet. 14 ὄνομα] ἀξίωμα FN Vind. Nicet. Arm 15 ἀγένητον GH Nicet. : ἀγέννητον ceteri ἐν τῷ ζῳοπλαστεῖν] ὄντως ζωοπλάστην Nicet. 19 ἑτέρᾳ] προτέρα coni. Mang. δ’ ἑτέραν] δευτέραν coni. Mang. ἀναγραψάμενος codd.: ἀναγραψόμενος v 8 cf. Plat. Legg. IV p. 717 b. 13 sqq. cf. Praechter, Hierokles der Stoiker, p. 4.5 sqq. μέγιστον ἀδικημάτων τοῦτ’ εἶναι ὑπολαβών. De_decalogo 122 πρῶτον μὲν γὰρ πηγὴν ἔχει φιληδονίαν, ἣ καὶ τὰ σώματα θρύπτει τῶν ἐχόντων καὶ τοὺς τῆς ψυχῆς ἐκλύει τόνους καὶ τὰς οὐσίας διαφθείρει πάντα δίκην ἀσβέστου πυρὸς ὧν ἄν προσάψηται καταφλέγουσα καὶ μηδὲν σῷον ἀπολείπουσα τῶν κατὰ τὸν ἀνθρώπινον βίον. De_decalogo 123 ἔπειτ’ ἀναπείθει τὸν μοιχὸν οὐκ ἀδικεῖν μόνον ἀλλὰ καὶ διδάσκειν συναδικεῖν ἐν ἀκοινωνήτοις πράγμασι κοινωνίαν τιθέμενον· οἴστρου γὰρ τοῦ] κατασχόντος, ἀμήχανον λαβεῖν τέλος δι’ ἑνὸς μόνου τὰς ὀρέξεις, ἀλλὰ δεῖ πάντως δύο κοινοπραγῆσαι, τὸν μὲν ὑφηγητοῦ τὸν δὲ γνωρίμου τάξιν λαβόντα, πρὸς ἀκρασίας καὶ λαγνείας βεβαίωσιν, αἰσχίστων κακῶν. De_decalogo 124 οὐδὲ γὰρ τοῦτ’ ἔνεστιν εἰπεῖν, ὡς τὸ σῶμα μόνον διαφθείρεται τῆς μοιχευομένης γυναικός, ἀλλ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ ψυχὴ πρὸ τοὐ σώματος εἰς ἀλλοτρίωσιν ἐθίζεται διδασκομένη πάντα τρόπον ἀποστρέφεσθαι καὶ μισεῖν τὸν ἄνδρα. De_decalogo 125 καὶ ἧττον ἂν ἦν δεινόν, εἰ τὸ μῖσος ἐπεδείκνυτο ἐμφανές — τὰ γὰρ ἐν περιόπτῳ ῥᾷον φυλάξασθαι —· νυνὶ δὲ δυσυπονόητον καὶ δυσθήρατόν ἐστι, πανούργοις τέχναις συσκιαζόμενον καὶ τὴν ἐναντίαν ἔστιν ὅτε τοῦ φιλεῖν δόξαν ἐμποιοῦν γοητείαις τισὶ καὶ ἀπάταις. De_decalogo 126 ἀναστάτους γε μὴν τρεῖς ἀποδεικνύουσιν οἴκους, τόν τε τοῦ παρασπονδουμένου ἀνδρός, ὃς τὰς ἐπὶ γάμοις εὐχὰς καὶ τὰς ἐπὶ γνησίοις παισὶν ἐλπίδας περικόπτεται, καὶ δύο δ’ ἑτέρους τόν τε τοῦ μοιχοῦ καὶ τὸν τῆς γυναικός· καὶ γὰρ τούτων ἑκάτερος ὕβρεως καὶ ἀτιμίας καὶ τῶν μεγίστων ὀνειδῶν ἀναπίμπλαται. De_decalogo 127 κἄν πολυάνθρωποι μὲν τύχωσιν αἱ συγγένειαι διὰ τὰς ἐπιγαμίας καὶ τὰς ἄλλων πρὸς ἄλλους ἐπιμιξίας, ἅψεται καὶ τῆς πόλεως ἁπάσης ἐν κύκλῳ βαδίζον τἀδίκημα. De_decalogo 128 παγχάλεπόν γε μὴν καὶ ὁ τῶν τέκνων l Arm τοῦτο AP 2 φιληδονίαν Arm Nicet.: φιληδονίας codd. ἡ] οἳ AP 3 τόνους ἐκλύει transp. AP τὰς μεγίστας οὐσίας Arm 4 μηδὲ ἓν Nicet. 5 τῶν om. Η (Turn.) ἔπειτα P 6 διδάσκειν G (coni. Mang.): διδάσκει ceteri συναδικεῖν διδάσκει transp. Arm 7 τοῦ (sic codd. Arm Nicet.) seclusi; τούτου Mang. λαβεῖν] εὑρεῖν AP (Turn.) 10 τοῦτο Nicet. ἔνεστιν] ἔστιν G 11 μοιχωμένης AP 13 τρόπον om. F ἣν om. M 14 ἐμφανὲς ἐπεδείκνυτο transp. Nicet. 15 ante δυσυπονόητον add. καὶ AP, δυσύποιστον καὶ add. Nicet. 16 δόξαν τοῦ φιλεῖν transp. M 17 ἀποδείκνυ(??)σιν G, ἀποδείκνυσιν AP 18 παρασπενδομένου H (Turn.) ὃς Markland (Mang.): οὐ G Nicet., om. ceteri 19 παρακόπτεται M, περικόπτουσι Nicet. δὲ AP 20 τόν τε τοῦ] τοῦ τε AP alt. τὸν Arm (coni. Mang.): om. codd. 21 ὕβρεων Nicet. ἀναπίμπλανται H (Turn.) κἂν γὰρ Arm 22 μὲν om. Nicet. (fort. recte) 1— 298,14 Nicetae Serrani Catena in Lucam (Vat. 1611 fol. 245v) Φίλωνος: μέγιστον ἀδικημάτων ἐστὶν ἡ μοιχεία. πρῶτον μὲν γὰρ — πρῶτον ἀδικημάτων ἀνεγράφη. ἐπαμφοτερισμός· μὴ γὰρ ἁγνευούσης γυναικός, ἀμφίδοξον καὶ ἄδηλον, τὰ ἀποκυόμενα τίνος ἐστὶ τῇ ἀληθείᾳ πατρός· εἶτα λανθάνοντος τοῦ πράγματος, οἱ μοιχίδιοι τὴν τῶν γνησίων παρασπασάμενοι τάξιν ἀλλοτρίαν γενεὰν νοθεύουσι καὶ κλῆρον ὅσον τῷ δοκεῖν πατρῷον οὐδὲν προσήκοντα διαδέξονται. De_decalogo 129 καὶ ὁ μὲν μοιχὸς ἐφυβρίσας καὶ ἐναπερυγὼν τὸ πάθος, ἐπίληπτον σπορὰν σπείρας, ὅταν ἀποπλησθῇ τῆς ἐπιθυμίας, οἰχήσεται καταλιπών, γέλωτα θέμενος τὴν τοῦ παρανομηθέντος ἄγνοιαν· ὁ δ’ οἷα τυφλὸς μηδὲν τῶν ὑποικουρημένων ἐπιστάμενος ὡς οἰκειότατα ἔκγονα τὰ ἐκ τῶν πολεμιωτάτων θεραπεύειν ἀναγκασθήσεται. De_decalogo 130 φανερὸν δ’ εἰ γένοιτο τἀδίκημα, κακοδαιμονέστατοι γένοιντ’ ἂν οἱ μηδὲν ἠδικηκότες ἄθλιοι παῖδες, μηδετέρῳ γένει προσνεθῆναι δυνάμενοι, μήτε τῷ τοῦ γήμαντος μήτε τῷ τοῦ μοιχοῦ. De_decalogo 131 τοιαύτας συμφορὰς ἀπεργαζομένης τῆς ἐκνόμου μίξεως, εἰκότως στυγητὸν καὶ θεομίσητον πρᾶγμα, μοιχεία, πρῶτον ἀδικημάτων ἀνεγράφη. De_decalogo 132 Δεύτερον δὲ πρόσταγμα μὴ ἀνδροφονεῖν. ἀγελαστικὸν γὰρ καὶ σύννομον ζῷον τὸ ἡμερώτατον ἄνθρωπον ἡ φύσις γεννήσασα πρὸς ὁμόνοιαν καὶ κοινωνίαν ἐκάλεσε. λόγον δοῦσα συναγωγὸν εἰς ἁρμονίαν καὶ κρᾶσιν ἠθῶν. ὁ δὴ κτείνων τινὰ μὴ ἀγνοείτω νόμους φύσεως καὶ θεσμοὺς ἀνατρέπων καλῶς καὶ συμφερόντως ἅπασι γραφέντας. De_decalogo 133 ἴστω μέντοι καὶ ἱεροσυλίας ἔνοχος ὢν τὸ ἱερώτατον τῶν τοῦ θεοῦ κτημάτων σεσυληκώς· τί γὰρ σεμνότερον ἢ ἁγιώτερον ἀνάθημα ἀνθρώπου; χρυσὸς μὲν καὶ ἄργυρος καὶ λίθοι πολυτελεῖς καὶ ὅσαι ἄλλαι τιμαλφέσταται 1 ἀμφίδοξα καὶ ἄδηλα G 1.2 τὸ ἀποκυόμενον AP Arm Nicet. 2 τῆ ἀληθεία M: ἀληθεία ceteri 4 τῶ corr. ex τὸ Η 5 διαδέχονται Christophorson ἀφυβρίσας Nicet. ἀπαπερυγὼν coni. Mang. 7 ἐν γέλωτι AP τὴν om. L (Turn.) παρασπονδηθέντος coni. Mang. 8 ὑποικουρημένων F Arm (coni. Mang.): ἐποικουρημένων MAPH (v), ἐποικουρημένος G, ἀποικουρουμένων Nicet.; ὑπῳκουρημένων Wendl. ἔκγονα F: ἔγγονα ceteri (v) i) θεραπεύειν] τροφεύειν voluit Mang. 10 τἀδίκημα AP: τὸ ἀδίκημα ceteri γένοιτ’ FH1 H μηδ’ ἑτέρω FH1 (Turn.) 13 ἐκνόμου] ἐκ τοὐ νόμου Nicet. μισητὸν Nicet. ἡ μοιχεία Α (Mang.) 16 ζῴων Arm; καὶ ζῴων coni. Mang. ἄνθρωπον ω Nicet.: om. ceteri (v) 17 λόγον δοῦσα] λόγον οὖσαν A 18 δὴ] δὲ Richt. 19 τοὺς ante καλῶς adci. Arm 20 ἱεροσυλίας Η: ἱεροσυλία ceteri (v) τοῦ om. Nicet. κτισμάτων Η (cf. de spec. leg. III 15 p. 313 M.): κτισμάτων ceteri Arm Nicet. 21 ἁγιώτερον Arm (coni. Mang.): ἀνώτερον codd. 22 τιμαλφέστατοι MFG 15 — 21 Nicetae Serrani Catena in Lucam (Vat. 1611 fol. 246r): δεύτερον δὲ πρόσταγμα — σεσυληκώς. ὗλαι κόσμος οἰκοδομημάτων ἐστίν, ἄψυχος ἀψύχων· De_decalogo 134 ἄνθρωπος δέ, ζῷον ἄριστον κατὰ τὸ κρεῖττον τῶν ἐν αὐτῷ, τὴν ψυχήν, συγγενέστατος τῷ καθαρωτάτῳ τῆς οὐσίας οὐρανῷ, ὡς δ’ ὁ τῶν πλείστων λόγος, καὶ τῷ τοῦ κόσμου πατρί, τῶν ἐπὶ γῆς ἁπάντων οἰκειότατον ἀπεικόνισμα καὶ μίμημα τῆς ἀιδίου καὶ εὐδαίμονος ἰδέας τὸν νοῦν λαβών. De_decalogo 135 τρίτον δ’ ἐστὶ τῆς δευτέρας πεντάδος παράγγελμα μὴ κλέπτειν. ὁ γὰρ τοῖς ἀλλοτρίοις ἐπικεχηνὼς κοινὸς πόλεως ἐχθρός, βουλήσει μὲν τὰ πάντων δυνάμει δὲ τά τινων ὑφαιρούμενος, τῷ τὴν μὲν πλεονεξίαν ἐπὶ μήκιστον ἐκτείνεσθαι, τὸ δ’ ἀσθενὲς ὑστερίζον εἰς βραχὺ στέλλεσθαι καὶ μόνον φθάνειν ἐπ’ ὀλίγους. De_decalogo 136 ὅσοι τοίνυν τῶν κλεπτῶν ἰσχὺν προσέλαβον, ὅλας συλῶσι πόλεις ἀλογοῦντες τιμωριῶν διὰ τὸ ἐπικυδέστεροι τῶν νόμων εἷναι δοκεῖν· οὗτοι δ’ εἰσὶν οἱ ὀλιγαρχικοὶ τὰς φύσεις, οἱ τυραννίδων καὶ δυναστειῶν ἐπιθυμοῦντες, οἱ τὰς μεγάλας ἐργαζόμενοι κλοπάς, σεμνοῖς ὀνόμασι τοῖς ἀρχῆς καὶ ἡγεμονίας ἐπικρύπτοντες λῃστείαν τἀληθὲς ἔργον. De_decalogo 137 ἐκ πρώτης οὖν ἡλικίας ἀναδιδασκέσθω τις μηδὲν λάθρα τῶν ἀλλοτρίων ὑφαιρεῖσθαι, κἄν βραχύτατον ᾖ, διότι ἐγχρονίζον ἔθος φύσεως κραταιότερόν ἐστι καὶ τὰ μικρὰ μὴ κωλυόμενα φύεται καὶ ἐπιδίδωσι πρὸς μέγεθος συναυξανόμενα. De_decalogo 138 Κλέπτειν δ’ ἀπειπὼν ἑξῆς ψευδομαρτυρεῖν ἀπαγορεύει, πολλοῖς καὶ μεγάλοις καὶ πᾶσι χαλεποῖς τοὺς ψευδομάρτυρας ἐνόχους εἰδώς. 2 αὐτῶ in αὑτῶ corr. H 3 τὴν οὐσίαν AP 6 δ’ om. F παράγγελμα] παράδειγμα AP 7 κλέπτειν] βλέπειν N 8 ἀφαιρούμενος FH (Turn.) 11 ὅλας] ὅσας M 13 τυραννίδος Η (Turn.) 14 τοῖς MAPH: τῆς FGN Nicet. (v) 15 τἀληθές ἔργον Arm: τἀληθέστερον codd. (v) ἀναδιδασκέτω AP 16 μηδὲ Turn. 17 ἐστι om. Nicet. μὴ om. H μὴ κωλυόμενα] κωλυόμενα οὐδαμῶς M post κωλυόμενα add. ἁμαρτήματα DP Max. 18 φύεται D: αὔξεται codd. Nicet. (v) ἐπιδίδοται D συναυξάνοντα DP Max., συναύξοντα DK Barocc, ἐπαυξανόμενα H (v) 19 ἑξῆς] εὐθὺς H (Turn.) 20 πᾶσι χαλεποῖς] παγχαλέποις Christophorson, παντάπασι χαλεποῖς coni. Mang. 6 — 18 pergit Nicetas paulo post: τρίτον δέ ἐστι παράγγελμα· μὴ κλέπτῃς. ὡς ἀλλοτρίοις ἐπικεχηνὼς — πρὸς μέγεθος συναυξανόμενα. 6 — 301,2 N fol. 153v : τρίτον δ’ ἐστὶ — ψευδομαρτυρίαν ἀπειπεῖν 17 — 18 DP fol. 310v Φίλωνος ἐκ τοῦ εἰς τὸν δεκάλογον DR fol. 255r Mel. Barocc fol. 137r Max. Ecl. cap. 62 Φίλωνος: ἐγχρονίζον ἔθος — συναυξάνοντα. 19 — 301,1 DR fol. 281r Φίλωνος: οἱ τὰ ψευδῆ μανθάνοντες δυσκόλως μανθάνουσι τἀληθῆ. (tum post spatium:) ψευδομαρτυρεῖν ἀπαγορεύει ὁ θεῖος λόγος πολλοῖς — κολάσεως. 19 — 301,2 pergit Nicetas: κλέπτειν τοίνυν ἀπειπὼν — ψευδῆ μαρτυρίαν ἀπειπεῖν. τὸ μὲν γὰρ πρῶτον φθείρουσι τὴν σεμνὴν ἀλήθειαν, ἧς οὐκ ἔστιν ἐν βίῳ κτῆμα ἱερώτερον, ἡλίου τρόπον φῶς τοῖς πράγμασι περιτιθείσης, ἵνα μηδὲν αὐτῶν ἐπισκιάζηται. De_decalogo 139 δεύτερον δὲ πρὸς τῷ ψεύδεσθαι καὶ τὰ πράγματα οἷα νυκτὶ καὶ σκότῳ βαθεῖ περιαμπίσχουσι καὶ συμπράττουσι μὲν τοῖς ἁμαρτάνουσιν, ἐπιτίθενται δὲ τοῖς ἀδικουμένοις, ἃ μήτ’ εἶδον μήτ’ ἤκουσαν μήτ’ ἴσασι παγίως εἰδέναι καὶ σφόδρα κατειληφέναι διαβεβαιούμενοι. De_decalogo 140 προσεξεργάζονται δὲ καὶ τρίτον παρανόμημα τῶν προτέρων ἀργαλεώτερον· ὅταν γὰρ σπάνις ἀποδείξεων ᾖ διὰ λόγων ἢ διὰ γραμμάτων, ἐπὶ μάρτυρας καταφεύγουσιν οἱ τὰς ἀμφισβητήσεις ἔχοντες, ὧν τὰ ῥήματα κανόνες εἰσὶ τοῖς δικασταῖς περὶ ὧν μέλλουσιν ἀποφαίνεσθαι· μόνοις γὰρ τούτοις ἐπανέχειν ἀνάγκη, μηδενὸς ὄντος ἑτέρου τῶν εἰς ἔλεγχον· ἐξ οὗ συμβαίνει, τοὺς μὲν καταμαρτυρουμένους ἀδικεῖσθαι νικᾶν δυναμένους, τοὺς δὲ προσέχοντας δικαστὰς ἀδίκους καὶ παρανόμους ψήφους ἀντὶ νομίμων καὶ δικαίων γράφειν. De_decalogo 141 τὸ μέντοι πανούργημα φθάνει καὶ πρὸς ἀσέβειαν· οὐ γὰρ ἀνωμότοις δικάζειν ἔθος, ἀλλὰ μετὰ φρικωδεστάτων ὅρκων, οὓς παραβαίνουσι πρὸ τῶν ἀπατωμένων οἱ φενακίζοντες, ἐπειδὴ τῶν μὲν τὸ σφάλμα οὐ κατὰ γνώμην, οἱ δ’ ἐπιστήμῃ καταστρατηγοῦσι καὶ ἐκ προνοίας ἁμαρτάνοντες καὶ τοὺς κυρίους τῆς ψήφου συνεξαμαρτάνειν ἀναπείθοντες οὐκ εἰδότας ὃ δρῶσιν ἐπὶ τιμωρίᾳ 1 — 3 τὸ μὲν—δεύτερον δὲ om. DR fol. 281r 1 γὰρ om. AP (ss. P2) 2 βίῳ] κόσμῳ Ann κτῆμα] χρῆμα coni. Mang. ἱερώτερον v (Arm?): ἱερώτατον codd. D: #x003E; κτῆμα, ἱερώτατον conicio περιτιθεῖσαν coui. Mang. πισχ 3 μηδεὶς N τῷ] τὸ F, γὰρ τῷ D 4 σκότει AP περιαμφίσκουσι F, περιαμφίσκουσι N 5 post ἁμαρτάνουσιν add. δικασταῖς D (prob. Mang.) ἐπιτίθενται — ἔχοντες (9) om. D μήτ’] μήτε AP; μήτε ter Nicet. 7 προσεξεργάζονται MG: προσεπεξεργάζονται ceteri (v), προσεπεξάργονται (sic) N 8 ἢ post ᾖ add. Arm alt. διὰ FN Nicet. : om. ceten (v) γραμμάτων] πραγμάτων AP 9 μάρτυρα N 10 τοῖς om. H (Turn.) τοῖς δικασταῖς om. D 11 μόνοις — ἔλεγχον (12) om. D τούτοις Arm : om. codd. Nicet. 12 ἀδικεῖσθαι] ἐλέγχεσθαι Arm Nicet. 13 δὲ] δὲ οὐ D 13. 14 ἀδίκους καὶ παρανόμους D Arm, — οὑς ex — ὡς corr. H: ἀδίκως καὶ παρανόμως ceteri Nicet. 14 ψήφους D γνώμας Arm): om. codd. Nicet. νόμων καὶ δικαίων AP, δικαίων καὶ νομίμων transp. H, νομίμων καὶ om. D γράφειν H Arm: ἀναγράφειν ceteri D Nicet. γράφεσθαι v) 14. 15 τότε μέντοι καὶ τὸ πὰν. φθάνει πρὸς D 15 ἀνωμότως H (v), ἀνομότως D δικάζουσιν (om. ἔθος) D 16 πρὸ] μετὰ Arm 17 δὲ D Nicet. 17. 18 ἐπιστήμης στρατηγοῦσιν ἐκ προνοίας D 18 καταστρατηγοῦσι FGHN Arm Nicet. : κατηγοροῦσι MAP (Mang.) προνοίας] πορνείας P κυρίους D Arm: κατηγόρους codd. (Turn.) 18. 19 τῆ ψήφω AP 19 ante οὐκ add. ἄγουσιν D εἰδότες N ὃ δρῶσιν om. D ἐπὶ τιμωρίας τοὺς οὐδεμιᾶς ἀξίους D 1 — 3 DR fol. 72v Φίλωνος) ἐκ τοῦ εἰς τὴν θείαν δεκάλογον: σεμνὸν ἡ ἀλήθεια — ἐπισκιάζηται. τῶν οὐδεμιᾶς ἀξίων κολάσεως. διὰ μὲν δὴ ταῦτά μοι δοκεῖ ψευδομαρτυριαν ἀπειπεῖν. De_decalogo 142 τελευταῖον δ’ ἐπιθυμεῖν ἀπαγορεύει νεωτεροποιὸν καὶ ἐπίβουλον τὴν ἐπιθυμίαν εἰδώς. πάντα μὲν γὰρ τὰ ψυχῆς πάθη χαλεπά, κινοῦντα καὶ σείοντα αὐτὴν παρὰ φύσιν καὶ ὑγιαίνειν οὐκ ἐῶντα, χαλεπώτατον δ’ ἐπιθυμία· διὸ τῶν μὲν ἄλλων ἕκαστον θύραθεν ἐπεισιὸν καὶ προσπῖπτον ἔξωθεν ἀκούσιον εἶναι δοκεῖ, μόνη δ’ ἐπιθυμία τὴν ἀρχὴν ἐξ ἡμῶν αὐτῶν λαμβάνει καὶ ἔστιν ἑκούσιος. De_decalogo 143 τί δ’ ἐστὶν ὃ λέγω; τοῦ παρόντος καὶ νομισθέντος ἀγαθοῦ φαντασία διεγείρει καὶ διανίστησι τὴν ψυχὴν ἠρεμοῦσαν καὶ σφόδρα μετέωρον ἐξαίρει καθάπερ ὀφθαλμοὺς φῶς ἀναστράψαν· καλεῖται δὲ τουτὶ τὸ πάθος αὐτῆς ἡδονή. De_decalogo 144 τὸ δ’ ἐναντίον ἀγαθῷ κακόν, ὅταν ἐκβιασάμενον πληγὴν ἐπενέγκῃ καίριον, συννοίας καὶ κατηφείας εὐθὺς αὐτὴν ἀναπίμπλησιν ἄκουσαν· De_decalogo 145 ὄνομα δὲ καὶ] τούτῳ τῷ πάθει λύπη. ὅταν δὲ τὸ κακὸν μήπω μὲν εἰσῳκισμένον θλίβῃ, μέλλῃ δ’ ἀφικνεῖσθαι καὶ παρευτρεπίζηται, πτοίαν καὶ ἀγωνίαν, ἀποφράδας ἀγγέλους, προεκπέμπει δειματοῦντας· φόβος δὲ προσαγορεύεται τὸ πάθος. De_decalogo 146 ἐπειδὰν δὲ λαβών τις ἔννοιαν ἀγαθοῦ μὴ παρόντος ὀρέγηται τυχεῖν αὐτοῦ, πρὸς μήκιστον τὴν ψυχὴν ἐλαύνων καὶ ἐπὶ πλεῖστον ἐκτείνων, ψαῦσαι τοῦ ποθουμένου γλιχόμενος, ὥσπερ ἐπὶ τροχοῦ κατατείνεται, σπεύδων μὲν συλλαβεῖν, ἐφικνεῖσθαι δ’ ἀδυνατῶν καὶ ταὐτὸν πεπονθὼς τοῖς τοὺς ἐξαναχωροῦντα διώκουσιν ἐλάττονι μὲν τάχει προθυμίᾳ δ’ ἀνανταγωνίστῳ. De_decalogo 147 ὅμοιον δέ τι καὶ περὶ τὰς αἰσθήσεις ἔοικε συμβαίνειν· ὀφθαλμοί τε γὰρ πολλάκις ὁρατοῦ τινος πάνυ μακρὰν 1 διὰ — ἀπειπεῖν (2) om. Richt. μὲν om. Nicet. 1. 2 ψευδῆ μαρτυρίαν Nicet. 3 δὲ MN ἐπιθυμεῖν Arm: ἐπιθυμίαν codd. (v) ἀγορεύει H 4 τὴν ἐπιθυμίαν ταύτην AP (Mang.) μὲν om. P ψυχῆς] τῆς ψυχῆς Α 5 κινοῦντα] κλονοῦντα coui. Mang. 6 δὲ MN 7 μόνη om. Arm ἐπιθυμία N Arm: ἡ ἐπιθυμία AP, αὐτὴ ἐπιθυμία ceteri (v) ; αὕτη vel αὖ ἡ (pro αὐτή) coni. Mang. 8 αὐτῶν om. H (v) λαμβάνειν F ἀκούσιος F 11 τουτὶ] τοῦτο M 12 ἀγαθοῦ AP ἐμβιασάμενον G ἐπενέγκοι AP 13 καιρίαν AP καὶ om. N οι εὐθύς om. M 14 καὶ seclusi (om. Arm) μέλλη Α, μέλλει PH δὲ MN παρευτρεπίζηται codd. παρατραπίζηται Α): παρευτρεπίζεσθαι v 18 τυχεῖν αὐτοῦ MFGN: αὐτοῦ τυχεῖν AP, λαβεῖν αὐτοῦ Η (Turn.) ἐλαύνων scripsi: ἐλαύνει codd. (v) 19 γλιχομένην (scil. τὴν ψυχὴν) coni. Mang. 20 τροχῶ N ἐφικέσθαι FN 22 δὲ MAP ἀνταγωνίστω AP1 23 τε γὰρ om. Turn., τε om. Richt. μακρὰν πάνυ transp. Α 3 — 303,8 pergit N fol. 154r: τελευταῖον δὲ ἐπιθυμίαν — ἅλις μὲν δὴ τούτων ἀφεστῶτος εἰς κατάληψιν ἐλθεῖν ἐπειγόμενοι τείνοντες αὑτούς, εὖ μάλα καὶ πλέον τῆς δυνάμεως ἐνεχθέντες, ὤλισθον κατὰ κενοῦ περὶ τὴν ἀκριβῆ τοῦ ὑποκειμένου γνῶσιν σφαλέντες καὶ προσέτι τὴν ὄψιν τῷ βιαίῳ καὶ συντόνῳ τῆς ἀτενοῦς προσβολῆς ἀσθενήσαντες ἀμαυροῦνται. De_decalogo 148 καὶ θροῦ πάλιν ἀσαφοῦς ἐκ μακροῦ διαστήματος φερομένου, τὰ ὦτα ἀνεγερθέντα καὶ ἐπουρίσαντα ἵεται καὶ σπεύδει προσελθεῖν εἰ οἷόν τε ἐγγυτέρω, πόθῳ τοῦ τρανωθῆναι ταῖς ἀκοαῖς τὸν ἦχον· ὁ δ’ — De_decalogo 149 ἔτι γὰρ ἀμαυρὸς ὡς ἔοικε προσπίπτει — οὐδὲν τῶν εἰς γνῶσιν τηλαυγέστερον ἐπιδίδωσιν, ὡς ἔτι μᾶλλον τὸν ἀνήνυτον καὶ ἀδιεξίτητον ἐπιτείνεσθαι τοῦ καταλαβεῖν ἵμερον, Ταντάλειον τιμωρίαν ἐπιφερούσης τῆς ἐπιθυμίας· ἐκεῖνός τε γὰρ ὧν ὀρεχθείη πάντων ὁπότε μέλλοι ψαύσειν, ἀπετύγχανεν, ὅ τε κρατηθεὶς ἐπιθυμίᾳ, διψῶν ἀεὶ τῶν ἀπόντων, οὐδέποτε πληροῦται περὶ κενὴν ἰλυσπώμενος τὴν ὄρεξιν. De_decalogo 150 ὥσπερ τε τὰ ἑρπηνώδη τῶν νοσημάτων, εἰ μὴ προανακρουσθείη τομαῖς ἢ καύσεσιν, ἐπιθέοντα σύμπασαν ἐν κύκλῳ καταλαμβάνει τὴν τοῦ σώματος κοινωνίαν οὐδὲν ἀπαθὲς μέρος ἐῶντα, οὕτως, εἰ μὴ λόγος ὁ κατὰ φιλοσοφίαν ἰατροῦ δίκην ἀγαθοῦ ῥέουσαν τὴν ἐπιθυμίαν ἐπίσχοι, πάντ’ ἐξ ἀνάγκης τὰ τοὺ βίου πράγματα κινηθήσεται παρὰ φύσιν· οὐδὲν γάρ ἐστιν ὑπεξῃρημένον ὃ διαφεύγει τὸ πάθος, ἀλλ’ ὅταν ἄδειαν λάβῃ καὶ ἐκεχειρίαν, ἐπινέμεται καὶ σίνεται πάντα διὰ πάντων. De_decalogo 151 εὔηθες ἴσως μακρηγορεῖν ἐστι περὶ τῶν οὕτως ἐμφανῶν, ἃ τίς ἀνὴρ ἢ πόλις ἀγνοεῖ καθ’ ἑκάστην οὐχ ἡμέραν μόνον ἀλλὰ καὶ ὥραν ὡς ἔπος εἰπεῖν ἔλεγχον ἐναργῆ παριστάντα; χρημάτων ἔρως ἢ γυναικὸς ἢ δόξης ἤ τινος ἄλλου τῶν ἡδονὴν ἀπεργαζομένων ἀρά γε μικρῶν καὶ τῶν τυχόντων αἴτιος γίνεται κακῶν; De_decalogo 152 οὐ διὰ τοῦτον συγγένειαι μὲν ἀλλοτριοῦνται τὴν φυσικὴν εὔνοιαν 1 αὐτοὺς MFN, αὐτοὺς in αὑτοὺς corr. H 2 καινοῦ G 3 τὴν ὄψιν om. H λ Τurn.) 4 βιαίῳ] βεβαίῳ AP, βίω M ἀτενοῦς AP (Arm?) ἀτενοῦς G, ἀτελοῦς MFN, om. Η (v) 5 φερομένου εἰς τὰ ὦτα Arm 6 ἐγερθέντα AP ἐπουρίσαντα] ἐπορθιάσαντα vel ἐπορθιασθέντα coni. Mang. ἵεται MHFN 7.8 ἔτι γὰρ] ἔπειτα AP 8 ἀμαυρῶς AP 9 ἐπιδίδωσιν G: ἐπιδιδοὺς ceteri (v) ἀδιεξήτητον FH1, καὶ ἀδιεξίτητον om. M 11 μέλλοι MAPFN Arm: μέλλει GH (v) ἀπ ε ϊ 12 αἰεὶ Ἀρ’ παρόντων H 13 οὐδέπω G παρὰ M τε] δέ G, om. AP 14 „προανεκριζωθείη Arm" 15 ἐπιθέοντα] ἐπινεμόμενα Arm 17 ῥέουσαν] ἕρπουσαν coni. Mang. 18 κατακινηθήσεται AP γὰρ om. M μαιν 19 ἐκκεχειρίαν APFH 20 ἐπινέμεται] ἐπιμαίνεται FN, ἐπινέμεται L ἐπιμαίνεται Turn.) σίνεται Mang.: γίνεται codd., γίγνεται N, κινεῖται Arm πάντα]πάντη Α, om. N ’ίσως] οὕτως Ν 21 οὕτως] ὄντως M 22. 23 παριστῶντα FN 23 tert. ἡ om. N 25 τοῦτον scripsi: τοῦτο codd. εὔνοιαν] ἔννοιαν FH μεθαρμοζόμεναι πρὸς ἀνήκεστον ἔχθραν, χῶραι δὲ μεγάλαι καὶ πολυάνθρωποι στάσεσιν ἐμφυλίοις ἐρημοῦνται, γῆ δὲ καὶ θάλαττα πληροῦται τῶν καινουργουμένων αἰεὶ συμφορῶν ναυμαχίαις καὶ πεζαῖς στρατιαῖς; De_decalogo 153 οἱ γὰρ Ἑλλήνων καὶ βαρβάρων πρός τε ἑαυτοὺς καὶ πρὸς ἀλλήλους τραγῳδηθέντες πόλεμοι πάντες ἀπὸ μιᾶς πηγῆς ἐρρύησαν, ἐπιθυμίας ἢ χρημάτων ἢ δόξης ἢ ἡδονῆς· περὶ γὰρ ταῦτα κηραίνει τὸ τῶν ἀνθρώπων γένος. De_decalogo 154 Ἅλις μὲν δὴ τούτων. χρὴ δὲ μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι οἱ δέκα λόγοι κεφάλαια νόμων εἰσὶ τῶν ἐν εἴδει παρ’ ὅλην τὴν νομοθεσίαν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγραφέντων. De_decalogo 155 ὁ μὲν πρῶτος τῶν περὶ μοναρχίας· οὗτοι δὲ δηλοῦσιν, ὅτι ἓν αἴτιον τοῦ κόσμου καὶ ἡγεμὼν καὶ βασιλεὺς εἷς ὁ ἡνιοχῶν καὶ κυβερνῶν τὰ ὅλα σωτηρίως, ὀλιγαρχίαν ἢ ὀχλοκρατίαν, ἐπιβούλους πολιτείας φυομένας παρ’ ἀνθρώποις τοῖς κακίστοις ἐξ ἀταξίας καὶ πλεονεξίας, ἐξεληλακὼς ἐκ τοὐ καθαρωτάτου τῆς οὐσίας, οὐρανοῦ. De_decalogo 156 ὁ δὲ δεύτερος κεφάλαιόν ἐστι πάντων, ὅσα περὶ χειροκμήτων ἐνομοθετεῖτο, ἀγάλματα καὶ ξόανα καὶ συνόλως ἀφιδρύματα, ὧν γραφικὴ καὶ πλαστικὴ βλαβεραὶ δημιουργοί, κατασκευάζειν οὐκ ἐῶν οὐδ’ ὅσα μύθων πλάσματα προσίεσθαι, θεογαμίαν καὶ θεογονίαν καὶ τὰς ἀμφοτέραις ἑπομένας ἀμυθήτους καὶ ἀργαλεωτάτας κῆρας. De_decalogo 157 τῷ δὲ τρίτῳ ὑποστέλλει τά τε ἀνώμοτα πάντα καὶ ἐφ’ οἷς ὀμνύναι δεῖ καὶ ὁπότε καὶ ὅπου χρὴ καὶ τίνα καὶ πῶς ἔχοντα κατά τε ψυχὴν καὶ σῶμα καὶ ὅσα ἐπ’ εὐόρκοις καὶ τοὐναντίον ἐχρήσθη. De_decalogo 158 τὸ δὲ τέταρτον, τὸ περὶ τῆς ἑβδομάδος, οὐδὲν ἀλλ’ ἢ κεφάλαιον νομιστέον ἑορτῶν καὶ τῶν διατεταγμένων εἰς ἑκάστην ἁγνευτικῶν, περιρραντηρίων τε αἰσίων καὶ 2 πληροῦνται AP 3 κεκαινουργουμένων (sic) Η (Turn.), κεκαινουργημένων FN ἀεὶ HFN 4 τε] θ’ AP (Mang.) 6 ἢ δόξης ἡ χρημάτων transp. AP 8 τούτων corr. ex τοῦτον H, τοῦτο M ἐκεῖν’ AP 9 παρ’ om. F 10 τῶν om. Arm 11 ὁ ἡγεμὼν AP 12 εἶς ὁ] ὡς Arm ὀλιγαρχίαν δὲ Arm ἢ om. M ὀχλοκρασίαν MF1H 13 ἀνεπιβούλους M παρὰ Η 14 ἐληλακὼς F2, λελακηκὼς F1 τὴν οὐσίαν AP 15 ὅσα] ὅθεν Α 16 ἐνομοθετεῖτο AP: ἐνομοθετεῖτο ἄν ceteri (v) 18 θεογαμίαν] ἁ. θεομαχίαν AP καὶ θεογονίαν om. Arm ἀμφοτέραις P: ἀμφοτέροις Α, ἀμφοτέροις ceteri (Turn.) 19 ἀργαλεωτάτας F: ἀργαλεωτάτους MAP, ἀργαλεωτέρας GH (Turn.) 19.20 ὑποστέλλει suspectum; ὑποτάττει conicio 20 πάντα om. FH (v) 21 ἔχοντα MP: ἔχοντας ceteri (v) σῶμα καἴ ψυχὴν transp. F 22 alt. τὸ] τὸν G 23 ἑβδομάδος] ἑβδόμης voluit Mang. ἀλλ’] ἄλλ’ M 24 δία (om. τεταγμένων) AP, τεταγμένων add. mg. P2 τε G (Arm?): δὲ ceteri (v) ἐπηκόων εὐχῶν καὶ θυσιῶν τελείων, αἷς ἡ λατρεία ἐγίνετο. De_decalogo 159 ἑβδόμην δὲ λέγω καὶ τὴν σὺν ἑξάδι τῇ γονιμωτάτῃ καὶ τὴν ἄνευ ἑξάδος, ἐπιπροσθοῦσαν αὐτῇ, μονάδι ὁμοιουμένην, ὧν ἑκατέρᾳ τὰς ἑορτὰς παραριθμεῖ· μονάδι μὲν τήν τε ἱερομηνίαν, ἣν σάλπιγξιν ὑποσημαίνουσι, καὶ νηστείαν, ἐν ᾗ σιτίων καὶ ποτῶν ἀποχὴ διείρηται, καὶ ἣν Ἑβραῖοι πατρίῳ γλώττῃ Πάσχα προσαγορεύουσιν, ἐν ᾗ θύουσι πανδημεὶ αὐτῶν ἕκαστος τοὺς ἱερεῖς αὐτῶν οὐκ ἀναμένοντες, ἱερωσύνην τοῦ νόμου χαρισαμένου τῷ ἔθνει παντὶ κατὰ μίαν ἡμέραν ἐξαίρετον ἀνὰ πᾶν ἔτος εἰς αὐτουργίαν θυσιῶν· De_decalogo 160 καὶ ἔτι τὴν ἐν ᾗ προσφέρεται δράγμα χαριστήριον εὐγονίας καὶ φορᾶς τῆς πεδιάδος δι’ ἀσταχύων πληρώσεως· καὶ τὴν ἀπὸ ταύτης καταριθμουμένην ἑπτὰ ἑβδομάσι πεντηκοστὴν ἡμέραν, ἐν ᾗ προσάγειν ἄρτους ἔθος, οἳ καλοῦνται πρωτογεννημάτων ἐτύμως, ἐπειδήπερ εἰσὶν ἀπαρχὴ γεννημάτων καὶ καρπῶν ἡμέρου τροφῆς, ἣν ἀνθρώπῳ τῷ ἡμερωτάτῳ ζῴων ἀπένειμεν ὁ θεός. De_decalogo 161 ἑβδομάδι δὲ τὰς μεγίστας καὶ πολυημέρους ἑορτὰς προσένειμε κτὰ τὰς τοῦ ἔτους ἰσημηρίας, ἐαρινὴν καὶ μετοπωρινήν, δύο δυσὶν ἀναθείς, ἑκατέραν ἐφ’ ἡμέρας ἑπτά, τὴν μὲν κατὰ τὸ ἔαρ ἐπὶ τελειώσει τῶν σπειρομένων, τὴν δὲ μετοπωρινὴν ἐπὶ συγκομιδῇ καρπῶν ἀπάντων, οὓς καὶ τὰ δένδρα ἤνεγκεν· ἑπτὰ δ’ ἡμέραι ἀπενεμήθησαν εἰκότως ἑπτὰ μησὶ τῆς ἰσημερίας ἑκατέρας, ἵνα μὴν ἕκαστος λαμβάνῃ γέρας ἐξαίρετον μίαν ἱερὰν ἡμέραν ἑορτώδη πρὸς εὐθυμίαν καὶ ἀπόλαυσιν ἐκεχειρίας. De_decalogo 162 ἐμφέρονται δὲ καὶ ἄλλοι νόμοι πάνυ καλῶς τεθέντες, εἰς ἡμερότητα καὶ κοινωνίαν ἀτυφίαν τε καὶ ἰσότητα προκαλούμενοι· τούτων οἱ μέν 1 αἷς G Arm: om. oeteri (v) ἐγίγνετο M, ἐγγίνεται G ἑβδομάδα Arm 2 alt. τὴν] τῆ F, τῆ in τὴν corr. Η 2. 3 ἐπιπροσθεῖσαν AP; οὐδ’ vel ἐπιπροστεθεῖσαν coni. Mang. 3 ὁμοιουμένην MAPFG : ὡμοιωμένην corr. ex ὁμοιουμένην H ὡμοιωμένην v) 3. 4 παριθμεῖ (sic) AP1, ἀπαριθμεῖ MP2 κ 5 διήρηται F1H1 6 πάσχα G αὐτῶν] αὐτὸς conicio 7 αὐτῶν ου om. Arm (fort. recte) 7. 8 χαρισαμένην Η 8 κατὰ scripsi: καὶ G(H1 ut vid.), om. ceteri (v) 10 τῆς] γῆς H (Turn.) πεδιάδος καὶ τῆς ὀρεινῆς coni. Mang. coll. 305,4 12 ἔθος ἄρτους transp. F οἳ—ὁ θεός (14) atld. mg. H πρωτογενημάτων FG 13 γενημάτων FG καρποῦ A 14 ἀνθρώπω F: ἀνθρώποις ceteri (v) ζώων AGH Arm: ζώω MPF (Mang.) 15 post προσένειμε add. καὶ τὰς Arm 16 μεθοπωρινήν F (item lin. 18) δυσὶν om. Arm 19 alt. ἑπτὰ] ἑβδόμοις Mang. τοῖς ante τῆς add. Arm 20 λαμβάνει APG 21 ἱερὰν om. Arm εὐθυμίαν] ἐπιθυμίαν F ἐκκεχειρίας APF 22 τιθέντες Richt. Tauchn. 23 τε om. H προκαλούμενοι Arm (coni. Mang.): προσκαλούμενοι MFGH mg. P2, om. AP εἰσι περὶ τοῦ λεγομένου ἑβδοματικοῦ, καθ’ ὃ διείρηται πᾶσαι ἀργὴν τὴν χώραν ἐᾶν μήτε σπείροντας μήτε ἀροῦντας μήτε δένδρα διακαθαίροντας ἢ τέμνοντας ἢ ὅσ’ ἄλλα τῶν κατὰ γεωργίαν ἐπιτελοῦντας· De_decalogo 163 ἓξ γὰρ ἐνιαυτοῖς τήν τε πεδιάδα καὶ τὴν ὀρεινὴν εἰς καρπῶν γένεσιν καὶ δασμῶν ἐτήσιον φορὰν πονηθείσας ἀνέσεως ἠξίωσε τοῦ διαπνεῦσαι χάριν καὶ ἀπελευθεριάσαι χρησαμένας ἀνεπικελεύστῳ τῇ φύσει. De_decalogo 164 ἕτεροι δ’ εἰσὶ περὶ τοῦ πεντηκοστοῦ ἔτους, ἐν ᾧ τά τε λεχθέντα ἀρτίως ἐπιτελεῖται καὶ — τὸ ἀναγκαιότατον — τῶν κληρουχιῶν ἀποκατάστασις εἰς τοὺς ἐξ ἀρχῆς λαχόντας οἴκους, πρᾶγμα φιλανθρωπίας καὶ δικαιοσύνης μεστόν. De_decalogo 165 τὸ δὲ πέμπτον, τὸ περὶ γονέων τιμῆς, πολλοὺς καὶ ἀναγκαίους νόμους ὑπαινίττεται, τοὺς ἐπὶ πρεσβύταις καὶ νέοις ἀναγραφέντας, τοὺς ἐπ’ ἄρχουσι καὶ ὑπηκόοις, τοὺς ἐπ’ εὐεργέταις καὶ εὖ πεπονθόσι, τοὺς ἐπὶ δούλοις καὶ δεσπότις. De_decalogo 166 γονεῖς μὲν γὰρ ἐν τῇ κρείττονι τῶν εἰρημένων εἰσὶ τάξει, ἐν ᾗ πρεσβύτεροι, ἡγεμόνες, εὐεργέται, δεσπόται, παῖδες δὲ ἐν τῇ καταδεεστέρᾳ, ἐν ᾗ νεώτεροι, ὑπήκοοι, εὖ πεπονθότες, δοῦλοι. De_decalogo 167 πολλὰ δὲ καὶ ἄλλα προστέτακται, νέοις μὲν εἰς ἀποδοχὴν γήρως, πρεσβύταις δ’ εἰς ἐπιμέλειαν νεότητος, καὶ ὑπηκόοις μὲν εἰς πειθαρχίαν ἡγεμόνων, ἡγεμόσι δ’ εἰς ὠφέλειαν τῶν ἀρχομένων, καὶ εὖ μὲν πεπονθόσιν εἰς χαρίτων ἀμοιβάς, ἄρξασι δὲ δωρεῶν εἰς τὸ μὴ ζητεῖν καθάπερ ἐν δανείοις ἀπόδοσιν, καὶ θεράπουσι μὲν εἰς ὑπηρεσίαν φιλοδέσποτον, δεσπόταις δ’ εἰς ἠπιότητα καὶ πρᾳότητα, δι’ ὧν ἐξισοῦται τὸ ἄνισον. De_decalogo 168 ἇι ἡ μὲν προτέρα πεντὰς ἐν τούτοις περατοῦται κεφαλαιώδη τύπον περιέχουσα, τῶν δ’ ἐν εἴδει νόμων οὐκ ὀλίγος ἀριθμός. τῆς δ’ ἑτέρας 1 ἑβδοματικοῦ #x003E; coni. Mang. καθ’ ὃ Turn. (v): καθ᾿ ὃν G, καθὰ ceteri διήρηται F1H1, δὴ εἴρηται AP ἀργὴν corr. ex ἀργεῖν H 2 σπείραντας Α μήτ’ AP 2.0 καθαίροντας AP 3 ἡ τέμνοντας om. Richt. Tauchn. ὅσα AP τελοῦντας AP, ἔπι ss. P2 4 παιδιάδα G γέννησιν AP 5 δασμὸν AP 6 χρησαμένας Mang. χρησομένας Wendl.): χρησάμενος codd., om. Arm 8 ἡ ante τῶν add. Richt. Tauchn. ἀποκατάστασιν Η 9 πρᾶγμα] πρόσταγμα coni. Mang. 10 ὁ δὲ πέμπτος, ὁ G 12 ἐπ’ ἄρχουσι G: ὑπάρχοις MFH, ἐπὶ ὑπάρχοις AP 13. 14 ἐν — τάξει] τῆς τῶν κρειττόνων εἰσὶ μερίδος καὶ τάξεως Η (Turn.) 14 πρεσβύτεροι] πρεσβύται H (v) 15 δεσπόται, εὐεργέται transp. M παῖ δὲ (sic) Α 16 εὖ προπεπονθότες Arm δὲ om. M 17 εἰς om. Arm δὲ M εἰς om. Arm εἰς ἐπιμέλειαν ἡγεμόσι δ’ (18) om. G 18 ἡγεμόνων om. Mang. δὲ M 19 εὖ] τοῖς M 20 θεραπεύουσι F, θεράπ(??)ουσι P 21 δὲ M ἠπιότητας καὶ πραότητας Η (Turn.) 23 περατοῦται Mang. : περαιοῦται codd. 24 τῆς δὲ δευτέρας coni. Mang. Philonis opera vol. IV 20 πρῶτόν ἐστι κεφάλαιον τὸ κατὰ μοιχῶν, ᾧ ὑποτέτακται πλεῖστά διατάγματα, τὸ κατὰ φθορέων, τὸ κατὰ παιδεραστῶν, τὸ κατὰ τῶν λαγνίστερον βιούντων ὁμιλίαις τε καὶ μίξεσιν ἐκνόμοις καὶ ἀκολάστοις χρωμένων. De_decalogo 169 τὰς δὲ ἰδέας ἀναγέγραφεν οὐχ ὑπὲρ τοῦ μηνῦσαι τὸ πολύχουν καὶ πολύτροπον τῆς ἀκρασίας, ἀλλ’ ὑπὲρ τοῦ τοὺς ἀσχημόνως ζῶντας ἐμφανέστατα δυσωπεῖν ἐπαντλοῦντα τοῖς ὠσὶν αὐτῶν ἀθρόα ὀνείδη, δι’ ὧν ἐρυθριάσουσι. De_decalogo 170 δεύτερον δὲ κεφάλαιον ἡ τοῦ μὴ ἀνδροφονεῖν ἀπαγόρευσις, ὑφ’ ἥν εἰσ’· πάντες οἱ περὶ βιαίων, ὕβρεως, αἰκίας, τραυμάτων, πηρώσεως ἀναγκαῖοι νόμοι καὶ σφόδρα κοινωφελεῖς. De_decalogo 171 τρίτον δὲ τὸ περὶ τοῦ μὴ κλέπτειν, ᾧ ὑποτέτακται τὰ ἐπὶ χρεωκοπίαις ὁρισθέντα καὶ ἐξάρνοις παρακαταθηκῶν καὶ ἀκοινωνήτῳ κοινωνίᾳ καὶ ἀναισχύντοις ἁρπαγαῖς καὶ συνόλως πλεονεξίαις, ὑφ’ ὧν πείθονταί τινες φανερῶς ἢ λάθρα τἀλλότρια νοσφίζεσθαι. De_decalogo 172 τέταρτον δὲ τὸ περὶ τοῦ μὴ ψευδομαρτυρεῖν, ᾧ πολλὰ ἐμφέρεται, τὸ μὴ ἀπατᾶν, τὸ μὴ συκοφαντεῖν, τὸ μὴ τοῖς ἐξαμαρτάνουσι συμπράττειν, τὸ μὴ ποιεῖσθαι προκάλυμμα πίστιν ἀπιστίας, ἐφ’ οἷς ἅπασι νόμοι προσήκοντες ἐτέθησαν. De_decalogo 173 πέμπτον δὲ τὸ ἀνεῖργον τὴν τῶν ἀδικημάτων πηγήν, ἐπιθυμίαν, ἀφ’ ἧς ῥέουσιν αἱ παρανομώταται πράξεις, ἴδιαι καὶ κοιναί, μικραὶ καὶ μεγάλαι, ἱεραὶ κὼ βέβηλοι, περί τε σώματα καὶ ψυχὰς καὶ τὰ λεγόμενα ἐκτός· διαφεύγει γὰρ οὐδέν, ὡς καὶ πρότερον ἐλέχθη, τὴν ἐπιθυμίαν, ἀλλ’ οἷα φλὸξ ἐν ὕλη νέμεται δαπανῶσα πάντα καὶ φθείρουσα. De_decalogo 174 πολλὰ δὲ καὶ τῶν ὑποπιπτόντων αὐτῇ διατέτακται πρός τε νουθεσίας ἐπανόρθωσιν ἐνδεχομένων καὶ πρὸς κόλασιν ἀφηνιαστῶν ὅλον τὸν βίον ἐνδεδωκότων τῷ πάθει. De_decalogo 175 τοσαῦτα καὶ περὶ τῆς δευτέρας πεντάδος ἀποχρώντως λέλεκται πρὸς ἐκπλήρωσιν τῶν δέκα λογίων, ἅπερ ἱεροπρεπῶς ἔχρησεν αὑτὸς ὁ θεός. ἦν γὰρ ἁρμόττον αὐτοῦ τῇ φύσει, κεφάλαια μὲν τῶν 1 ὑποτάττεται F 3 λαγνεστερον G, λαγνιέστερον F 4 δ’ AP 5 πολύχουν F2, πούχουν F1 τοῦ] τὸ Η 6 ἐπαντλοῦντα scripsi: ἐπαντλοῦντας codd., ἐπαντλῶν Mang. αὐτῶν in αὐτῶν corr. H αὐτῶν Turn.) 10 τὸ μὴ περὶ τοῦ κλέπτειν Α, μὴ om. P ὑποτάττεται FH (v) χρεοκοπίαις F 11 παρακαταθηκῶν Arm (cf. quis rer. div. her. § 105): παρακαταθήκαις codd.; παρακαταθήκης coni. Mang. 13 τὰ ἀλλότρια M 13. 14 τὸ μὴ περὶ τοῦ ψευδομαρτυρεῖν Α, μὴ om. PG 15 προκάλυμα Η 16 νόμοι om. Arm προσηκόντως Arm 17 ἀνείργειν Arm ἧς] οἷς M 18 παρανομώτατοι MH ἱεραὶ] ἀνίεροι coni. Mang. 20 καὶ om. APG, ss. P2 ἐν om. F 21 alt. καὶ om. FH (v) 22 αὐτῇ] αὐτῷ conicio ἐνδεχομένων Arm (coni. Mang.): ἐνδεχομένην codd. 23 ἐκδεδωκότων APG 25 λέγεται M λογίων M: λόγων ceteri οὕσπερ G 26 τῶν] τἄ AP ἐν εἴδει νόμων αὐτοπροσώπως θεσπίσαι, νόμους δὲ τοὺς ἐν τῷ μέρει διὰ τοῦ τελειοτάτου τῶν προφητῶν, ὃν ἐπικρίνας ἀριστίνδην καὶ ἀναπλήσας ἐνθέου πνεύματος ἑρμηνέα τῶν χρησμῳδουμένων εἵλετο. De_decalogo 176 μετὰ δὲ ταῦτα λέγωμεν τὴν αἰτίαν, δι’ ἣν τοὺς δέκα λόγους ἢ νόμους ἀπεφήνατο ψιλαῖς προστάξεσι καὶ ἀπαγορεύσεσι κατὰ τῶν παραβησομένων, ὡς ἔθος νομοθέταις, μηδὲν ὁρίσας ἐπιτίμιον· θεὸς ἦν, εὐθὺς δὲ κύριος ἀγαθός, μόνων ἀγαθῶν αἴτιος, κακοῦ δ’ οὐδενός. De_decalogo 177 οἰκειότατον οὗν ὑπολαβὼν αὑτοῦ τῇ φύσει τὰ σωτήρια κελεύειν ἀμιγῆ καὶ ἀμέτοχα τιμωρίας, ἵνα μή πὼς φόβῳ τις ἄφρονι συμβούλῳ χρησάμενος ἄκων ἀλλ’ ἔμφρονι λογισμῷ καθ’ ἑκούσιον γνώμην αἱρῆται τὰ βέλτιστα, μετὰ κολάσεως οὐκ ἠξίωσε θεσπίζειν, οὐκ ἀσυλίαν τοῖς ἀδικοπραγοῦσι διδούς, ἀλλ’ εἰδὼς τὴν πάρεδρον αὑτῷ δίκην καὶ τῶν ἀνθρωπίνων ἔφορον πραγμάτων οὐκ ἠρεμήσουσαν ἅτε φύσει μισοπόνηρον καὶ ὥσπερ τι συγγενὲς ἔργον ἐκδεξομένην τὴν κατὰ τῶν ἁμαρτανόντων ἄμυναν. De_decalogo 178 ἐμπρεπὲς γὰρ ὑπηρέταις μὲν καὶ ὑπάρχοις θεοῦ καθάπερ τοῖς πολέμου στρατηγοῖς ἐπὶ λιποτάκταις οἳ λείπουσι τὴν τοὺ δικαίου τάξιν ἀμυντηρίοις χρῆσθαι, τῷ δὲ μεγάλῳ βασιλεῖ τὴν κοινὴν ἀσφάλειαν ἐπιγεγράφθαι τοῦ παντός, εἰρηνοφυλακοῦντι καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ πάντα τοῖς πανταχοῦ πᾶσιν ἀεὶ πλουσίως καὶ ἀφθόνως χορηγοῦντι· τῷ γὰρ ὄντι ὁ μὲν θεὸς πρύτανις εἰρήνης, οἱ δ’ ὑποδιάκονοι πολέμων ἡγεμόνες εἰσίν. 2.3 ἀναπλάσας Arm 4 λέγωμεν MG: λέγομεν FH Arm, λέξομεν AP νόμους ἢ λόγους transp. M 4. b ἀπεφήνατο] ἀποφήνας II (v) G μηδὲν ὁρίσας] οὐδὲν ὥρισεν Η (v) μὲν ἦν Christophorson εὐθὴς (sic) δ’ κύριος AP 7 ἀγαθός om. M 8 αὐτοῦ codd. φόβω Arm (cf. dc Abrah. § 14): om. codd. 10 κατ’ F αἱρεῖται corr. in αἱρῆται Η 11 ἀσυλίαν] ἀσχολίαν M 12 αὐτῶ codd. καὶ secludendum putavit Mang. ἀνθρωπίνων MG: ἀνθρωπείων APFH 14 ἐκδεξομένων M εὐπρεπὲς M 14. 15 γὰρ τι add. H) ὑπηρέταις μὲν MFGH: μὲν γὰρ ὑπηρέταις AP (Mang.) 16 λειποτάκταις codd. οἲ] ἡ Α 17 δὲ om. M ἀσφάλειαν] ὠφέλειαν AP (prob. Mang.) 18 εἰρηνοφυλακτοῦντι AP 19 μὲν] μόνος Arm περὶ τῶν δέκα λόγων οἱ κεφάλαια νόμων εἰσί subscr. G