De_mutatione_nominum 1 „Ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος p. 578 M. τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ θεός σου“ (Gen. 17,1). ὁ ἐννέα πρὸς τοῖς ἐνενήκοντα ἀριθμὸς ἑκατοντάδος γείτων ἐστίν, ᾗ τὸ αὐτομαθὲς ἐπέλαμψε γένος, Ἰσαάκ, εὐπαθειῶν ἀρίστη, χαρά· τῷ γὰρ ἑκατονταετεῖ γίνεται. De_mutatione_nominum 2 ἔστι δὲ καὶ Λευιτικῆς φυλῆς ἱερεῦσιν ἀπαρχὴ διδομένη· δεκάτας γὰρ λαβόντες, ἀπὸ τούτων ὡς ἂν ἀπ’ οἰκείων καρπῶν ἑτέρας ἀπάρχονται ἑκατοστὸν λόγον περιεχούσας (Num. 18,26). προκοπῆς μὲν γὰρ δεκάς, ἑκατοντὰς δὲ τελειότητος σύμβολον. σπεύδει δὲ ὁ μέσος ἀεὶ πρὸς ἀκρότητα, φύσεως εὐμοιρίᾳ χρώμενος· ᾧ φησιν ὀφθῆναι τὸν τῶν ὅλων κύριον. De_mutatione_nominum 3 ἀλλὰ μὴ νομίσῃς τοῖς σώματος ὀφθαλμοῖς γίνεσθαι τὴν προσβολήν — οἱ μὲν γὰρ τὰ αἰσθητὰ μόνα ὁρῶσι, τὰ δ’ αἰσθητὰ σύγκριτα, φθορᾶς ἀνάμεστα, τὸ δὲ θεῖον ἀσύγκριτον, ἄφθαρτον —, ἀλλὰ τὸ δεχόμενον τὴν θείαν φαντασίαν τὸ τῆς ψυχῆς ἐστιν ὄμμα. De_mutatione_nominum 4 καὶ γὰρ ἄλλως ὅσα μὲν οἱ σώματος ὀφθαλμοὶ θεωροῦσι, συνεργῷ φωτὶ χρώμενοι καταλαμβάνουσιν, ὃ διαφέρει τοῦ θ’ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ὅσα δὲ ἡ ψυχή, αὐτὴ δι’ ἑαυτῆς ἄνευ τινὸς ἄλλου συμπράξεως· αὐτὰ περὶ— μετονομάζονται Α, τοῦ αὐτοῦ Φίλωνος Ἰουδαίου περὶ . . . . 1 Ἁβραὰμ per totum librum ΑΒ ἐννενήκοντα codd., item lin. 3 2 ὁ θεός σου Β: θεὸς σός Α et .sic § 18. 27. 29. 31, sed ὁ θεός σου LXX et Philo vol. II p. 54,9 et vol. II p. 180,29 Mang. 5 καὶ #x003E; coni. Mang. 7 ἀπάρχονται ἑτέρας Β ἑκατοστόν Mang.: ἑκατὸν codd. 7. S ante προκοπῆς ras. 3 litt. in Β, καὶ ex Coisl. 43 add. Mang. 13 prius τὸ Β: τὸν Α 14 μὲν οἱ scripsi: μόνοι codd. γὰρ ἑαυτοῖς ἐστι φέγγος τὰ νοούμενα. De_mutatione_nominum 5 τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπιστήμας διδασκόμεθα· ὁ γὰρ νοῦς τὸ ἄκλειστον καὶ ἀκοίμητον προσβαλὼν ὄμμα τοῖς δόγμασι καὶ τοῖς θεωρήμασιν εἶδεν αὐτὰ οὐ νόθῳ φωτί, γνησίῳ δὲ ὅπερ ἀφ’ ἑαυτοῦ ἐξέλαμψεν. De_mutatione_nominum 6 ὅταν οὖν ἀκούσῃς ὀφθέντα θεὸν ἀνθρώπῳ, τοῦτο γίνεσθαι νόει χωρὶς φωτὸς αἰσθητοῦ· νοήσει γὰρ τὸ νοητὸν εἰκὸς μόνον καταλαμβάνεσθαι. πηγὴ δὲ τῆς καθαρωτάτης αὐγῆς θεός ἐστιν· ὥσθ’ ὅταν ἐπιφαίνηται ψυχῇ, τὰς ἀσκίους καὶ περιφανεστάτας ἀκτῖνας ἀνίσχει. De_mutatione_nominum 7 μὴ μέντοι νομίσῃς τὸ ὄν, ὅ ἐστι πρὸς ἀλήθειαν ὄν, ὑπ’ ἀνθρώπου τινὸς καταλαμβάνεσθαι. ὄργανον γὰρ οὐδὲν ἐν ἑαυτοῖς ἔχομεν, ᾧ δυνησόμεθα ἐκεῖνο φαντασιωθῆναι, οὔτ’ αἴσθησιν — αἰσθητὸν γὰρ οὐκ ἔστιν — οὔτε νοῦν. Μωυσῆς οὖν ὁ τῆς ἀειδοῦς φύσεως θεατὴς [καὶ θεόπτης] — εἰς γὰρ τὸν γνόφον φασὶν αὐτὸν οἱ θεῖοι χρησμοὶ εἰσελθεῖν (Exod. 20,21), τὴν ἀόρατον καὶ ἀσώματον οὐσίαν αἰνιττόμενοι — πάντα διὰ πάντων ἐρευνήσας ἐζήτει τὸν τριπόθητον καὶ μόνον ἀγαθὸν τηλαυγῶς ἰδεῖν. De_mutatione_nominum 8 ἐπεὶ δ’ οὐδὲν εὕρισκεν, ἀλλ’ οὐδὲ ἐμφερῆ τινα ἰδέαν τῷ ἐλπιζομένῳ, τὴν ἀπὸ τῶν ἄλλων διδασκαλίαν ἀπογνοὺς ἐπ’ αὐτὸ καταφεύγει τὸ ζητούμενον καὶ δεῖται λέγων· „ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33,13)· καὶ ὅμως ἀμοιρεῖ τῆς προθέσεως, αὐταρκεστάτης δωρεᾶς τῷ θνητῶν ἀρίστῳ γένει νομισθείσης τῆς τῶν μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ πραγμάτων ἐπιστήμης. λέγεται γάρ· De_mutatione_nominum 9 „ὄψει τὰ ὀπίσω μου, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι“ (ibid. 23), ὡς τῶν ὅσα μετὰ τὸ ὂν σωμάτων τε ὁμοῦ καὶ 1 post φ ras. in Β 8 νοήσῃς τὸ ὄν, ὅπερ πρὸς Hoeschel 9 ὄργανον Mang.: ὁρᾶν codd. 10 φαντασιωθῆναι Cohn: φαντασιασθῆναι codd. 11 γὰρ ex Coisl. 43 et codice Oxon. Coll. Novi 143 Mang.: οὑν ΑΒ ἔστιν] ἦν Hoesch. νοῦν scripsi: ἰσχύν codd. Μωσῆς codd. 12 καὶ θεόπτης secl. Cohn, καὶ θεοπρόπος coniciebam αὐτόν φασιν Β 13 θεῖοι D: om. codd. καὶ ἀσώματον D: om. codd. 15 ἀγαθὸν D: om. codd. 16 τῶν ἐλπιζομένων Hoesch. 18 γνωστῶς] εἰ s. s. Β, ἵνα add. Richter ὅμως D: ὁμοίως codd. 19 θνητῶν Mang.: θνητῷ codd. 20 τῶν addidi 12—19. 158,2 DC fol. 44r ἐκ τοῦ περὶ τῶν μετονομαζομένων DR fol. 55v τοῦ αὐτοῦ ἐκ τῶν μετονομαζομένων DH fol. 65v τοῦ αὐτοῦ: τὸν Μωυσῆν φασιν οἱ θεῖοι χρησμοὶ εἰς τὸν γνόφον εἰσελθεῖν, τὴν . . . . . . διὰ πάντων ἐρευνήσαντα (διερευνήσαντα DR) τὸ μόνον ἰδεῖν μὴ ἱσχῦσαι· ἐπειδήπερ οὐδὲν εὕρισκεν (ηὕρισκεν DR) οὐδὲ ἐμφερῆ τινα ἰδέαν DC DH) ἐν τῷ ἐλπιζομένῳ . . . . . . . . προθέσεως τῷ μὴ πεφυκέναι ὁρᾶσθαι τὸ ὄν θεόν DR). postrema τῷ—ὄν olim in textu lin. 6 addebam, nunc ex p. 158,2 fluxisse puto. πραγμάτων εἰς κατάληψιν ἐρχομένων, εἰ καὶ μὴ πάντα ἤδη καταλαμβάνεται, μόνου δ’ ἐκείνου μὴ πεφυκότος ὁρᾶσθαι. De_mutatione_nominum 10 καὶ τί θαυμαστόν, εἰ τὸ ὂν ἀνθρώποις ἀκατάληπτον, ὁπότε καὶ ὁ ἐν ἑκάστῳ νοῦς ἄγνωστος ἡμῖν; τίς γὰρ ψυχῆς οὐσίαν εἶδεν; ἧς ἡ ἀδηλότης μυρίας ἔριδας σοφισταῖς ἐγέννησεν ἐναντίας εἰσηγουμένοις γνώμας ἢ καὶ ὅλοις γένεσιν ἀντιστατούσας. De_mutatione_nominum 11 ἦν οὖν ἀκόλουθον τὸ μηδ’ ὄνομα κύριον ἐπιφημισθῆναι δύνασθαι τῷ ὄντι πρὸς ἀλήθειαν. οὐχ ὁρᾷς ὅτι φιλοπευστοῦντι τῷ προφήτῃ, τί τοῖς περὶ τοῦ ὀνόματος αὐτοῦ ζητοῦσιν ἀποκριτέον, φησὶν ὅτι „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ἴσον τῷ εἶναι πέφυκα, οὐ λέγεσθαι; De_mutatione_nominum 12 τοῦ δὲ μὴ παντάπασιν ἀμοιρῆσαι τὸ τῶν ἀνθρώπων γένος προσρήσεως τοῦ ἀρίστου, δίδωσι καταχρῆσθαι ὡς ἂν ὁ ὢν ὀνόματι τοιούτῳ· „κύριος ὁ θεὸς“ τῶν τριῶν φύσεων, διδασκαλίας, τελειότητος, ἀσκήσεως, ὧν σύμβολα Ἀβραάμ, Ἰσαάκ, Ἰακὼβ ἀναγράφεται. „τοῦτο γάρ μου" φησίν „ὄνομα αἰώνιον“ ὡς ἂν ἐν τῷ καθ’ ἡμᾶς αἰῶνι ἐξεταζόμενον, οὐκ ἐν τῷ πρὸ αἰῶνος, „καὶ μνημόσυνον“, οὐ τὸ πέρα μνήμης καὶ νοήσεως ἱστάμενον, καὶ πάλιν „γενεαῖς“ (ibid. 15), οὐ φύσεσιν ἀγενήτοις. De_mutatione_nominum 13 καταχρήσεως γὰρ ὀνόματος θείου δεῖ τοῖς εἰς τὴν θνητὴν γένεσιν ἐλθοῦσιν, ἵν’, εἰ καὶ μὴ πράγματι, ὀνόματι γοῦν προσερχόμενοι ἀρίστῳ κατ’ αὐτὸ κοσμῶνται. δηλοῖ δὲ καὶ λόγιον ἐκ προσώπου θεσπισθὲν τοῦ τῶν ὅλων ἡγεμόνος περὶ τοῦ μηδενὶ δεδηλῶσθαι τὸ ὄνομα αὐτοῦ κύριον. „ὤφθην“ φησί 3 ἀκατονόμαστον D 4 τίς γὰρ D: ἐστι. τίς codd. 5 ἢ fort. del. 7 πρὸς ἀλήθειαν ante alt. τῷ add. codd., om. D 8 τί om. DRD2C τοῦ D: om. codd. ὅτι om. D 9 ἴσον τῷ] εἰς ὢν τὸ DR 10 ἀμοιρῆσαι D (Mang.): ἀφαιρῆσαι codd. τῶν D: om. codd. 11 ἀρρήτου coni. Mang. δίδωσι D (Hoesch.): δίδωμι codd. καταχρήσασθαι D καταχρῆσθαι ὁ ἀκατονόμαστος ὢν conicio ἄν D (Hoesch.): ἐν codd. ὁ ὢν D: om. codd. τοιούτω D: τῶ κυρίω codd. 12 τελειότητος D: ὁσιότητος codd. 13 Ἰακὼβ D: καὶ Ἰακὼβ codd. μου D: om. codd. 14 ἄν D: om. codd. 15 πέρα D: πέραν codd. 16 καὶ πάλιν—ἀγενήτοις om. D κατὰ χρῆσιν 17 θνητὴν D (Mang): ὠνητὴν codd. 17. 18 ἐλθοῦσιν εἰμὶ καὶ πράγματι D 18 προσερυόμενοι D, προσχρώμενοι coni. Mang., προσεχόμενοι coni. Cohn 20 τὸ scripsi: τό δν DR, ἀνθρώπων DC (fort. scrib. ἀνθρώπων τὸ), om. codd. ὄνομα D: ὀνόματι codd., ὄνομά τι Hoesch. κύριον D (Hoesch.): κυρίω codd. 20. 159,1 ὤφθην—αὐτῶν καὶ D: om. codd. 2—4 DC fol. 224r τοῦ αὐτοῦ ἐκ τοὐ περὶ τῶν μετονομαζομένων DR fol. 222 v: τί θαυμαστόν . . . . εἶδεν. 7—9 pergit DC DR I. c.: οὐχ ὁρᾷς—λέγεσθαι. 7—18 DC fol. 224 r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν ἐν γενέσει ζητημάτων: φιλοπευστοῦντι τῷ προφήτῃ τοῖς περὶ—κοσμοῦνται (sic). 20—129,2 pergit DC DR post ad lin. 7—9 allatum: περὶ δὲ τοῦ μηδενὶ—αὐτοῖς. „πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου κύριον οὐκ ἐδήλωσα αὐτοῖς“ (Exod. 6,3). τοῦ γὰρ ὑπερβατοῦ μετατεθέντος ἑξῆς ἂν τοιοῦτος εἴη λόγος· „ὄνομά μου τὸ κύριον οὐκ ἐδήλωσα αὐτοῖς“, ἀλλὰ τὸ ἐν καταχρήσει διὰ τὰς εἰρημένας αἰτίας. De_mutatione_nominum 14 οὕτω μέντοι τὸ ὂν ἄρρητόν ἐστιν, ὥστ’ οὐδὲ αἱ ὑπηρετούμεναι δυνάμεις κύριον ὄνομα ἡμῖν λέγουσι· μετὰ γοῦν τὴν πάλην, ἣν ὑπὲρ κτήσεως ἀρετῆς ὁ ἀσκητὴς ἐπάλαισε, φησὶ τῷ ἀοράτῳ ἐπιστάτῃ· „ἀνάγγειλόν μοι τὸ ὄνομά σου“, ὁ δὲ εἶπεν· „ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου;“ (Gen. 32,29), καὶ οὐ μηνύει τὸ ἴδιον καὶ κύριον. ἀπόχρη γάρ σοι, φησίν, ὠφελεῖσθαι κατὰ τὰς ἐμὰς εὐφημίας, τὰ δὲ γενητῶν σύμβολα, ὀνόματα, μὴ ζήτει παρὰ φύσεσιν ἀφθάρτοις· De_mutatione_nominum 15 μήτ’ οὖν διαπόρει, εἰ τὸ τῶν ὄντων πρεσβύτατον ἄρρητον, ὁπότε καὶ ὁ λόγος αὐτοῦ κυρίῳ ὀνόματι οὐ ῥητὸς ἡμῖν· καὶ μὴν εἰ ἄρρητον, καὶ ἀπερινόητον καὶ ἀκατάληπτον· ὥστε τὸ „ὤφθη κύριος τῷ Ἀβραὰμ“ (Gen. 17,1) λέγεσθαι ὑπονοητέον οὐχ ὡς ἐπιλάμποντος καὶ ἐπιφαινομένου τοῦ παντὸς αἰτίου — τίς γὰρ ἀνθρώπειος νοῦς τὸ μέγεθος τῆς φαντασίας ἱκανός ἐστι χωρῆσαι; —, ἀλλ’ ὡς μιᾶς τῶν περὶ αὐτὸ δυνάμεων, τῆς βασιλικῆς, προφαινομένης· ἡ γὰρ κύριος πρόσρησις ἀρχῆς καὶ βασιλείας ἐστί. De_mutatione_nominum 16 νοῦς δὲ ἡμῶν ἡνίκα ἐχαλδάιζε μετεωρολεσχῶν, τῷ κόσμῳ τὰς δραστηρίους ἦν περιέπων δυνάμεις ὡς αἰτίας· γενόμενος δὲ μετανάστης ἀπὸ τοῦ Χαλδαϊκοῦ δόγματος ἔγνω ἡνιοχούμενον καὶ κυβερνώμενον αὐτὸν ὑπὸ ἡγεμόνος, οὗ τῆς ἀρχῆς φαντασίαν ἔλαβε. De_mutatione_nominum 17 διὸ λέγεται „ὤφθη“ οὐ τὸ ὄν, ἀλλὰ κύριος· οἷον ἐφάνη 2 κύριον D: om. codd., κύριος ex LXX Hoesch. 5 τὸ ὂν Α: ras. 3 litt. Β ἐστι Α οὐδ’ Β ὑπηρετοῦσαι conicio 5. 6 τὸ κύριον ὄνομα conicio 7 ἀρρήτῳ coni. Mang. ἐπιστάτῃ] παλαιστῇ conicio (v. § 44) 8 τοῦτο codd.: om. D 9 καὶ οὐ—κύριον om. D σοι D: om. codd. ὠφελεῖσθαι φησὶ DR 10 κατὰ Coisl. (v. Mang.): καὶ ΑΒ, om. D εὐφημίας DR: εὐφημήσεις DC, ὑφηγήσεις codd., mg. DC γενητῶν Β2: γεννητῶν AB1 11 μηδ’ conicio, μὴ γοῦν coni. Cohn 12 πρεσβύτατον D (Mang.): πρεσβύτερον codd. καὶ D: om. codd. οὐ ῥητός] ἄρρητος DR 13 καὶ μένει ἄρρητος ἄρρητος om. DR) καὶ ἀπερινόητος D καὶ ἀκατάληπτον scripsi: καὶ ἀκατάληπτος D, om. codd. 15 πάντων conicio 16 ταύτης τῆς 17 αὐτὸ Β (Mang.): αὐτὸν Α 19 τά κόσμου τὰς Mang., τὰς ἐν τῷ κόσμῳ δραστηρίους περιεῖπεν conicio περιέπων Mang.: περιιππεύων codd. 6—10 pergit DCDR l. c.: οὕτω καὶ Ἰακὼβ μετὰ τὴν πάλην μαθεῖν ἐθέλων ἤκουσεν ἤκουεν DC.) ἵνα τί—εὐφημίας. 11—13 Dc fol. 44v, DR DH post locum ad p. 157,12 allatum: τί διαπορεῖς, εἰ—ἀκατάληπτος. Mang. falso fragmentum, quod in D sequitur ex libro praem. et poen. 6 (II 414,25—32 M.) depromptum, nostro libro inserendum esse conicit. ὁ βασιλεύς, ἐξ ἀρχῆς μὲν ὤν, οὔπω δὲ τῇ ψυχῇ γνωριζόμενος, ἣ καὶ ὀψιμαθὴς μέν, οὐ μὴν εἰσάπαν ἀμαθὴς διετέλεσεν, ἀλλ’ ἐφαντασιώθη τὴν ἐν τοῖς οὖσιν ἀρχὴν καὶ ἡγεμονίαν. De_mutatione_nominum 18 φανεὶς δ’ ὁ ἄρχων ἔτι μᾶλλον εὐεργετεῖ τὸν ἀκροατὴν καὶ θεατὴν φάσκων· „ἐγώ εἰμι θεὸς σός“ (Gen. 17, 1). τίνος γάρ, εἴποιμ’ ἄν , οὐ θεὸς ὑπάρχεις τῶνδε ὅσα εἰς γένεσιν ἦλθεν; ἀλλὰ διδάξει με ὁ ὑποφήτης αὐτοῦ λόγος, ὅτι οὐ περὶ τοῦ κόσμου νῦν λέγει, οὗ δημιουργὸς πάντως ἐστὶ καὶ θεός, ἀλλὰ περὶ ἀνθρωπίνων ψυχῶν, ἃς οὐ τῆς αὐτῆς ἐπιμελείας ἠξίωκε. De_mutatione_nominum 19 δικαιοῖ γὰρ τῶν μὲν φαύλων λέγεσθαι κύριος καὶ δεσπότης, τῶν δ’ ἐν προκοπαῖς καὶ βελτιώσεσι θεός, τῶν δ’ ἀρίστων καὶ τελειοτάτων ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός. αὐτίκα γέ τοι ἔσχατον ὅρον ἀσεβείας ἱδρυσάμενος τὸν Φαραὼ [κύριον καὶ] θεὸν τούτου οὐδέποτε προσεῖπεν ἑαυτόν, ἀλλὰ τὸν σοφὸν Μωυσῆν — λέγει γάρ· „ἰδοὺ δίδωμί σε θεὸν Φαραώ“ (Exod. 7,1) —, κύριον δὲ ὠνόμασε πολλαχοῦ τῶν ὑπ’ αὐτοῦ χρησθέντων· ᾄδεται δὲ τὰ τοιαῦτα· De_mutatione_nominum 20 „τάδε λέγει κύριος“ (Exod. 7,17), καὶ ἐν ἀρχῇ· „ἐλάλησε κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ κύριος, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ὅσα ἐγὼ λαλῶ πρὸς σέ“ (Exod. 6,29), καὶ Μωυσῆς πρὸς αὐτόν· De_mutatione_nominum 21 „ὅταν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται· ἵνα γνῷς, ὅτι κυρίου ἡ γῆ,“ οἱονεὶ πᾶσα ἡ σωματικὴ καὶ γεώδης σύστασις, „καὶ σύ“, ὁ ἀγαλματοφορούμενος νοῦς, „καὶ οἱ θεράποντές σου,“ οἱ κατὰ μέρος δορυφοροῦντες λογισμοί. „ἐπίσταμαι γάρ, ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον“ (Exod. 9,29. 30), ἴσον τῷ οὐ τὸν λεγόμενον ἄλλως, ἀλλὰ τὸν ὄντως ὄντα δεσπότην. De_mutatione_nominum 22 κύριος γὰρ γενητὸς πρὸς ἀλήθειαν οὐδείς, κἂν ἀπὸ περάτων ἐπὶ πέρατα εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται· μόνος δ’ ὁ ἀγένητος ἀψευδῶς ἡγεμών, οὗ τὴν ἀρχὴν ὁ δεδιὼς καὶ καταπεπληγμένος ἆθλον 1. 2 εἰ καὶ ὀψιμαθὴς ἢν, οὐ conicio ἐφαντασιώθη Cohn: ἐφαντασιάσθη 4 τὸν] τὴν Α ἀκροατὴν καὶ om. Α 5 ἄν addidi τῶν (del. δὲ) conicio 7 post οὗ add. ὁ Α, ras. in Β 11 ἱδρυσάμενος] δ ex corr. Β 11. 12 κύριον καὶ secl. Mang. 14 χρισθέντων Α δὲ] γε conicio 15 ἐν ἀρχῇ, sc. orationis dei] „κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ (Prov. 8, 22) coni. Mang. 16 Φαραὼ Β 17 Μωσῆς codd. 18 τὰς χεῖρας om. Β 19 ὁ om. Β κύριον Α 24 γεννητὸς codd. D (Ant. Mel.) 25 ἐπὶ codd.: εἰς D (Ant.) εὐρύνας om. DR (Ant.) 24—26 DP fol. 130 (ἐκ τοῦ περὶ τῶν μετονομαζομένων) DR fol. 159r τοῦ p. 434 Φίλωνος Anton. Mel. II 21 col. 1063: κύριος γεννητὸς—Ηγεμών. ὠφελιμώτατον αἴρεται νουθεσίας, τὸν δὲ ὀλίγωρον ἐκδέχεται πάντως οἰκτρὸς ὄλεθρος. De_mutatione_nominum 23 οὐκοῦν κύριος ἀφρόνων ἐπιδέδεικται τὸν ἄρχοντος ἐπανατεινάμενος οἰκεῖον φόβον, θεὸς δὲ βελτιουμένων γράφεται, καθὼς καὶ νῦν· „ἐγώ εἰμι θεὸς σός“ (Gen. 17,1), „ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου" (Gen. 35,11), τελείων δὲ ἀμφότερον, κύριος ὁμοῦ καὶ θεός, ὡς ἐν δέκα λόγοις· „ἐγὼ κύριος ὁ θεός σου“ (Exod. 20, 2) καὶ ἑτέρωθι· De_mutatione_nominum 24 „κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν“ (Deut. 4,1). δικαιοῖ γὰρ τὸν μὲν φαῦλον ὡς ὑπὸ κυρίου δεσπόζεσθαι, ἵν’ εὐλαβούμενος καὶ στένων ἐπικρεμάμενον ἔχῃ τὸν δεσποτικὸν φόβον, τὸν δὲ προκόπτοντα ὡς ὑπὸ θεοῦ εὐεργετεῖσθαι, ὅπως ταῖς εὐποιίαις τελειότητος ἐφίκηται, τὸν δὲ τέλειον καὶ ἡγεμονεύεσθαι ὡς ὑπὸ κυρίου καὶ εὐεργετεῖσθαι ὡς ὑπὸ θεοῦ· διαμένει γὰρ οὗτος εἰσάπαν ἄτρεπτος, ἐκεῖνος δὲ πάντως ἐστὶν ἄνθρωπος θεοῦ. De_mutatione_nominum 25 δηλοῦται δὲ τοῦτο μάλισθ’ ὡς ἐπὶ Μωυσέως· „αὕτη“ γάρ φησιν „ἡ εὐλογία ἣν εὐλόγησε Μωυσῆς, ἄνθρωπος θεοῦ“ (Deut. 33, 1). ὢ παγκάλης καὶ ἱεροπρεποῦς ἀντιδόσεως ἀξιωθείς, θείας προνοίας ἀντιδοῦναι ἑαυτόν. De_mutatione_nominum 26 ἀλλὰ μὴ νομίσῃς τὸν αὐτὸν τρόπον ἄνθρωπόν τε γίνεσθαι καὶ ἄνθρωπον θεοῦ· ἄνθρωπον μὲν γάρ, θεοῦ ὡς κτῆμα· ἄνθρωπον δὲ θεοῦ, ὡς αὔχημα καὶ ὠφέλημα. εἰ δὴ βούλει διανοίας κλῆρον τὸν θεὸν ἔχειν, αὐτὸς πρότερον γενοῦ κλῆρος ἀξιόχρεως αὐτοῦ· γενήσῃ δέ, ἂν τοὺς χειροποιήτους καὶ ἑκουσίους ἅπαντας νόμους ἐκφύγῃς. De_mutatione_nominum 27 ἀλλὰ γὰρ οὐδ’ ἐκεῖνο προσῆκεν ἀγνοεῖν, ὅτι τὸ „ἐγώ εἰμι θεὸς σὸς“ (Gen. 17,1) λέγεται καταχρηστικῶς, οὐ κυρίως. τὸ γὰρ ὄν, ᾗ ὄν ἐστιν, οὐχὶ τῶν πρός τι· αὐτὸ γὰρ ἑαυτοῦ πλῆρες καὶ αὐτὸ ἑαυτῷ ἱκανόν, καὶ πρὸ τῆς τοῦ κόσμου γενέσεως καὶ μετὰ τὴν γένεσιν τοῦ παντὸς ἐν ὁμοίῳ. De_mutatione_nominum 28 ἄτρεπτον γὰρ καὶ ἀμετάβλητον, χρῇζον ἑτέρου τὸ παράπαν οὐδενός, ὥστε αὐτοῦ μὲν εἶναι τὰ πάντα, μηδενὸς δὲ κυρίως αὐτό. τῶν δὲ δυνάμεων, ἃς ἔτεινεν εἰς γένεσιν ἐπ’ εὐεργεσίᾳ τοῦ συσταθέντος, ἐνίας συμβέβηκε λέγεσθαι ὡσανεὶ πρός τι, τὴν βασιλικήν, τὴν εὐεργετικήν· βασιλεὺς γάρ τινος καὶ εὐεργέτης τινὸς ἑτέρου πάντως βασιλευομένου καὶ εὐεργετουμένου. De_mutatione_nominum 29 τούτων συγγενής ἐστι καὶ ἡ ποιητικὴ δύναμις, ἡ καλουμένη θεός· διὰ γὰρ ταύτης τῆς δυνάμεως ἔθηκε τὰ πάντα ὁ γεννήσας 1 αἴρεται scripsi: αἱρεῖται codd. νουθεσίαν coni. Mang. 2 ἀφρόνων A: ἀμφοτέρων Β 3 καθὰ coni. Cohn 4 σὸς καὶ ἑτέρωθι conicio ὁ addidi 5 καὶ transpos. B 6 δεκαλόγοις codd. ἐγὼ—σου om. Β 7 ὑμῶν Hoesch.: codd. 13 ὡς fort. del. Μωυσέος codd. 15 ἰσορρεποῦς Β 15. 16 ἀντιδόσεως, ἀξιωθῆναι θείας προνοίας αὐτόν conicio 18 δὴ A: δὲ Β 18. 19 διάνοια et αὐτὴ conicio 24 μένον ἐν conicio 28 πρός τι ὡσανεί transpon. καὶ τεχνιτεύσας πατήρ, ὥστε τὸ „ἐγώ εἰμι θεὸς σὸς“ ἴσον ἐστὶ τῷ ἐγώ εἰμι ποιητὴς καὶ δημιουργός. De_mutatione_nominum 30 μεγίστη δὲ δωρεὰ τὸ αὐτοῦ λαχεῖν ἀρχιτέκτονος, οὗ καὶ σύμπας ὁ κόσμος ἔλαχε. φαύλου μὲν γὰρ ψυχὴν οὐ διέπλασεν — ἐχθρὸν γὰρ θεῷ κακία —, τὴν δὲ μέσην οὐ δι’ ἑαυτοῦ μόνου κατὰ τὸν ἱερώτατον Μωυσῆν, ἐπειδὴ κηροῦ τρόπον ἔμελλεν αὕτη δέξασθαι καλοῦ τε καὶ αἰσχροῦ διαφοράν. De_mutatione_nominum 31 διόπερ λέγεται· „ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), ἵν’, εἰ μὲν δέξεται φαῦλον τύπον, ἑτέρων φαίνηται δημιούργημα, εἰ δὲ καλόν, τοῦ τῶν καλῶν καὶ ἀγαθῶν μόνων τεχνίτου. πάντως οὖν σπουδαῖος ἐκεῖνός ἐστιν, ᾧ φησιν· „ἐγώ εἰμι θεὸς σός,“ ποιητοῦ μόνου λαχὼν ἄνευ συμπράξεως ἑτέρων. De_mutatione_nominum 32 ἅμα μέντοι καὶ τὸ πολλαχοῦ κατασκευαζόμενον αὐτῷ δόγμα συνάγει διδάσκων, ὅτι μόνων ἀγαθῶν καὶ σοφῶν δημιουργός ἐστιν. οὗτος δὲ πᾶς ὁ θίασος τὴν τῶν ἐκτὸς ἄφθονον κτῆσιν ἑαυτὸν ἑκὼν ἀφῄρηται, ἀλλὰ καὶ τῶν σαρκὶ φίλων ὠλιγώρηκεν. De_mutatione_nominum 33 εὐέκται μὲν γὰρ καὶ σφριγῶντες ἀθληταὶ τὸ δοῦλον ἐπιτετειχικότες ψυχῇ τὸ σῶμα, ὠχροὶ δὲ καὶ διερρυηκότες καὶ κατεσκελετευμένοι τρόπον τινὰ οἱ ἀπὸ παιδείας, ταῖς ψυχικαῖς δυνάμεσι καὶ τοὺς σωματικοὺς τόνους προσκεκληρωκότες καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, εἰς ἓν εἶδος τὸ τῆς ψυχῆς ἀναλυθέντες καὶ ἀσώματοι διάνοιαι γεγονότες. De_mutatione_nominum 34 φθείρεται οὖν εἰκότως τὸ γεῶδες καὶ καταλύεται, ὅταν ὅλος δι’ ὅλων ὁ νοῦς εὐαρεστεῖν προέληται θεῷ· σπάνιον δὲ καὶ τὸ γένος καὶ μόλις εὑρισκόμενον, πλὴν οὐκ ἀδύνατον γενέσθαι. δηλοῖ δὲ τὸ χρησθὲν ἐπὶ τοῦ Ἐνὼχ λόγιον τόδε· „εὐηρέστησε δὲ Ἐνὼχ τῷ θεῷ, καὶ οὐχ εὑρίσκετο“ (Gen. 5, 24). De_mutatione_nominum 35 ποῦ γὰρ ἂν σκεψάμενός τις εὕροι τἀγαθὸν τοῦτο; ποῖα πελάγη διαβαλών; πρὸς τίνας νήσους, τίνας ἠπείρους ἐλθών; παρὰ βαρβάροις ἢ παρ’ Ἕλλησιν; De_mutatione_nominum 36 ἢ οὐχὶ καὶ μέχρι νῦν τῶν φιλοσοφίᾳ τετελεσμένων εἰσί τινες, οἳ λέγουσιν ἀνύπαρκτον εἶναι σοφίαν, ἐπειδὴ καὶ τὸν σοφόν; μηδένα γὰρ ἀπ’ ἀρχῆς ἀνθρώπων γενέσεως 2 σός conicio τοῦ αὐτοῦ conicio 3 φαύλην 5 μόνον Hoesch. αὐτὴ scripsi: αὐτὴ codd. 7 δέξεται Β, ex corr. A: δέξηται prius Α, δέξαιτο conicio 9 μόνον Hoesch. ἐστιν ἐκεῖνος Β 10 μόνου θεοῦ vel τούτου μόνου conicio 11 ἀτῶ Β εἰσάγει coni. Mang. 12 μόνων conicio οὕτος] τούτων conicio 13 τῶν ἐκτὸς ἄφθονον Markland: ἐκ τοῦ ἀφθόνου codd. 15 ἀθληταὶ οἱ conicio alterum τὸ vid. secl. 18 διάνοιαι διανοία codd. 19 καταλύεται Mang.: κατακλύζεται codd. 20 καὶ vid. del. 23 ἄν addidi 23. 24 εὖροι (corr. ex εὕρη) τἀγαθὸν A: εὕροιτ᾿ ἀγαθὸν Β, εὕρῃ τὸ ἀγαθὸν V 24 διαλαβών A πρὸς add. Mang., sed fort. lin. 25 ἐπελθὼν leg. 26 Stoici: Zeller III 1 p. 253. 254. 27—263,2 DC fol. 46v (post locum vol. I p. 247,12 allatum) DR fol. 24r τοῦ αὐτοῦ περὶ γενέσεως Ἄβελ et fol. 67v (post locum ad vol. I l. c. allatum): ἀδύνατον ἀπ’ ἀρχῆς . . . ἀνυπαίτιον εὑρεῖν τητῶ σώματι ἐνδεδεμένον. 4—6 DR fol. 77r τοῦ αὐτοῦ ἐκ τῶν μετονομαζομένων: μὲν—συνέρχεσθαι. 14—20 DP fol. 305v (post verba κοινωνικὸν καὶ οὐ μονωτικὸν ζῷον ὁ ἄνθρωπος ad nostrum librum relata; v. Harris p. 105. 92. eadem praecedunt in DR) DR fol. 253v τοῦ αὐτοῦ: τῷ Ἀβραὰμ εἴρηται ἐκ προσώπου—πάντα. p. 164,2. 17—19 cf. ad p. 116, 18. ἄχρι τοῦ παρόντος βίου κατὰ τὸ παντελὲς ἀνυπαίτιον νομισθῆναι· καὶ γὰρ ἀδύνατον εἶναι θνητῷ σώματι ἐνδεδεμένον εἰσάπαν εὐδαιμονῆσαι. De_mutatione_nominum 37 ταῦτα δ’ εἰ μὲν ὀρθῶς λέγεται, σκεψόμεθα ἐν καιρῷ· νυνὶ δ’ ἀκολουθήσαντες τῷ λογίῳ φήσομεν, ὅτι ἔστι μὲν ὑπαρκτὸν πρᾶγμα σοφία, ἔστι δὲ καὶ ὁ ἐραστὴς αὐτῆς, σοφός, ὑπάρχων δὲ ὅμως ἡμᾶς τοὺς φαύλους διαλέληθεν· ἀγαθὸν γὰρ οὐκ ἐθέλει κακῷ συνέρχεσθαι. De_mutatione_nominum 38 διὰ τοῦτο λέγεται· „οὐχ εὑρίσκετο“ ὁ εὐαρεστήσας τρόπος τῷ θεῷ, ὡς ἂν δήπου ὑπαρκτὸς μὲν ὤν, ἀποκρυπτόμενος δὲ καὶ τὴν εἰς ταὐτὸ σύνοδον ἡμῶν ἀποδιδράσκων, ἐπειδὴ καὶ μετατεθῆναι λέγεται, τὸ δ’ ἐστὶ μεταναστῆναι καὶ μετοικίαν στείλασθαι τὴν ἀπὸ θνητοῦ βίου πρὸς τὸν ἀθάνατον. De_mutatione_nominum 39 Οὗτοι μὲν δὴ τὴν ἔνθεον μανίαν μανέντες ἐξηγριώθησαν, ἕτεροι δ’ εἰσὶν οἱ τῆς τιθασοῦ καὶ ἡμέρου σοφίας ἑταῖροι. τούτοις καὶ εὐσέβεια διαφερόντως ἀσκεῖται καὶ τὰ ἀνθρώπεια οὐχ ὑπερορᾶται. μάρτυρες δ’ οἱ χρησμοί, ἐν οἷς λέγεται τῷ Ἀβραὰμ ἐκ προσώπου τοῦ θεοῦ· „εὐαρέστει ἐνώπιον ἐμοῦ“ (Gen. 17, 1), τοῦτο δ’ ἐστὶ μὴ ἐμοὶ μόνῳ, ἀλλὰ καὶ τοῖς ἐμοῖς ἔργοις παρ’ ἐμοὶ κριτῇ, ὡς ἐφόρῳ καὶ ἐπισκόπῳ. De_mutatione_nominum 40 τιμῶν γὰρ γονεῖς ἢ πένητας ἐλεῶν ἢ φίλους εὐεργετῶν ἢ πατρίδος ὑπερασπίζων ἢ τῶν κοινῶν πρὸς ἅπαντας ἀνθρώπους δικαίων ἐπιμελούμενος εὐαρεστήσεις μὲν πάντως τοῖς χρωμένοις, θεοῦ δ’ ἐνώπιον εὐαρεστήσεις· ἀκοιμήτῳ γὰρ ὀφθαλμῷ βλέπει πάντα καὶ τὰ σπουδαῖα χάριτι ἐξαιρέτῳ πρὸς ἑαυτὸν καλεῖ καὶ ἀποδέχεται. De_mutatione_nominum 41 τοιγάρτοι καὶ ὁ ἀσκητὴς εὐχόμενος ταὐτὸν ἀποδηλώσει φάσκων· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου“ καὶ προστίθησιν „ἐνώπιον αὐτοῦ“ (Gen. 48, 15), χάριν τοῦ γνῶναι τὴν πραγματικὴν διαφορὰν τοῦ „θεῷ“ εὐαρεστεῖν πρὸς τὸ „ἐνώπιον αὐτοῦ“· τὸ μὲν γὰρ ἀμφότερα περιέχει, τὸ δὲ θάτερον μόνον. De_mutatione_nominum 42 οὕτω 1 εὑρεθῆναι conicio (cf. D) 2 συνδεδεμένον DR fol. 24 4 σοφὸν D 5 δὲ om. Β 6 οὐκ ἐθέλει D: οὐ θέλει codd., οὔ φιλεῖ coni. Mang. 12 τιθασσοῦ codd. 15 εὐαρέστει D: εὐαρεστήσει ΑΒ, in εὐαρεστήσῃ corr. B, εὐαρεστήσεις V τουτέστι D ἐμοὶ μόνῳ D: μόνω ἐμοὶ AB μόνον Mang. ex Cantabrigiensi Coll. S. Trin. B. 9. 6 17 ἐλεῶν om. D 18 πάντας D 19 εὐαρεστήσεις D: εὐαρεστεῖς codd. δὲ D εὐαρεστήσεις D: εὐαρεστεῖς codd. 25 περιέχει Mang.: παρέχει codd. καὶ Μωυσῆς ἐν τοῖς προτρεπτικοῖς παραινεῖ λέγων· „τὸ εὐάρεστον ποιήσεις ἐνώπιον κυρίου τοῦ θεοῦ σου“ (Deut. 12,28), οἷον τοιαῦτα πρᾶττε, ἃ γενήσεται ἐπάξια τοῦ φανῆναι θεῷ καὶ ἅπερ ἰδὼν ἀποδέξεται· ταῦτα δὲ καὶ εἰς τοὺς ὁμοίους εἴωθε χωρεῖν. De_mutatione_nominum 43 ἐντεῦθεν ὁρμηθεὶς τήν τε σκηνὴν δυσὶ περιβόλων ὁρίοις συνύφαινε, μέσον ἀμφοῖν κάλυμμα θείς, ὅπως διακρίνηται τῶν εἴσω τὰ ἔξω (Exod. 26, 33), καὶ τὴν νομοφυλακίδα ἱερὰν κιβωτὸν ἔνδοθεν καὶ ἔξωθεν ἐχρύσωσε (Exod. 25,10), καὶ τῷ μεγάλῳ ἱερεῖ διττὰς ἀνέδωκε στολάς, τὴν μὲν λινῆν ἔνδον, τὴν δὲ ποικίλην ἔξω μετὰ τοῦ ποδήρους (Exod. 28, 4. Lev. 6, 10). De_mutatione_nominum 44 ταῦτα γὰρ καὶ τὰ τοιαῦτα σύμβολα ψυχῆς ἐστι καὶ τοῖς εἴσω πρὸς θεὸν ἁγνευούσης καὶ [ἐν] τοῖς ἔξω πρὸς τὸν αἰσθητὸν κόσμον καὶ βίον καθαρευούσης. εὐστόχως οὖν ἐκεῖνο πρὸς τὸν παλαιστὴν νικηφόρον ἐλέχθη μέλλοντα τοῖς νικητηρίοις ἀναδεῖσθαι στεφάνοις. τὸ γὰρ ἐπ’ αὐτῷ κήρυγμα τοιοῦτόν ἐστι· „ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28). De_mutatione_nominum 45 τὸ γὰρ καθ’ ἑκατέραν τάξιν εὐδοκιμῆσαι, καὶ τὴν πρὸς τὸ ἀγένητον καὶ τὴν πρὸς τὸ γενόμενον, οὐ μικρᾶς ἐστι διανοίας, ἀλλ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, κόσμου καὶ θεοῦ μεθορίου· συνόλως τε προσήκει τὸν ἀστεῖον ὀπαδὸν εἶναι θεοῦ· μέλει γὰρ τῷ πάντων ἡγεμόνι καὶ πατρὶ τοῦ γενομένου. De_mutatione_nominum 46 τίς γὰρ οὐκ οἶδεν, ὅτι καὶ πρὸ τῆς τοῦ κόσμου 1 Μωσῆς codd. 3 5 φανῆναι θεῶ γενήσεται ἐπάξια DR 4 καὶ τοῖς χρωμένοις εἴωθεν ἀρέσκειν conicio (cf. § 40), τοῖς εἴσω καὶ ἔξω ὁμοίως εἴωθε καθαρεύειν coni. Mang., καὶ ἐκτὸς ὁμοίως εἴωθε χωρεῖν coni Cohn 10 τοῖς ex τῆς corr. Β 11 ἐν seclusi 12 κἀκεῖνο conicio 13 αὐτὸ Β, αὐτοῦ Cohn 14 ἤσκησας Β δυνατός A2: δυνατῶς Α1, δυνατὸς εἶ B, sed ο et ει ex corr. 15 τὸ καθ’ ἑκάτερον φησὶν DH τάξιν] ἀξίαν D (om. DH) καὶ τὴν πρὸς] τήν τε πρὸς DM D1RDLDH 15. 16 τὸ ἀγένητον καὶ Om. DP 16 ἀγέννητον D2RD1LDH γενόμενον DPD2R: γεννώμενον codd., e corr. D2R, γεγεννημένον D1RD1L, γεγενημένον DMD2LDH 16. 17 εἰ—εἰπεῖν om D2R 17 θεοῦ om. D1RD1L μεθορίου συνόλως D2R, μεθόριον συνόλως τε DP: μεθόριον οὖσαν μεθορίου οὔσης man. recentissima in A, coni. Hoesch.) ὅλως τε ΑΒ, μεθόριον καὶ καθόλου DMD1RDLDH 18 ὀπαδὸν] σπουδαῖον D1RDLDH, καὶ σπουδαῖον DM εἶναι] ἐστιν DP μέλλει ADMDRD1LDH γάρ D: δὲ codd. πατρὶ] περὶ DMD1RDL 19 γινομένου D1RD1L, γεγενημένου DM 2. 3 pergunt DPDR τοιαῦτα οὑν πρᾶττε —ἀποδέξεται. pergunt lin. 15. 15—165,3 DM fol. 22r DL fol. 28r et 59r DH fol. 113v DR fol. 24r Φίλωνος ἐκ τοῦ (τῶν περὶ (τῶν add. DH) μετονομαζομένων: τὸ καθ’ ἑτέραν ἀξίαν—τῷ δεσπότῃ (ἐν καλοκαγαθίᾳ D2L). 15—19 pergunt DPDR post locum ad lin. τό γὰρ καθ’ ἑτέραν ἀξίαν εὐδοκιμῆσαι—γενομένου. 18. 19 cf. librum „Philos Schrift ϋber die “ p. 43. γενέσεως ἱκανὸς ἦν αὐτὸς ἑαυτῷ ὁ θεὸς καὶ μετὰ τὴν τοῦ κόσμου γένεσιν ὁ αὐτὸς ἔμενεν, οὐ μεταβαλών; διὰ τί οὖν ἐποίει τὰ μὴ ὄντα; ἢ ὅτι ἀγαθὸς καὶ φιλόδωρος ἦν; εἶτ’ οὐχ ἑψόμεθα οἱ δοῦλοι τῷ δεσπότῃ, θαυμάζοντες μὲν τὸν αἴτιον ὑπερφυῶς, τῆς δὲ καθ’ αὑτοὺς φύσεως μὴ ὑπερορῶντες; De_mutatione_nominum 47 Εἰπὼν δὲ „εὐαρέστει ἐνώπιον ἐμοῦ“ προσεπιλέγει· „καὶ γίνου ἄμεμπτος“ (Gen. 17,1), ἀκολουθίᾳ καὶ εἱρμῷ χρώμενος. μᾶλλον μὲν οὖν ἐγχείρει τοῖς καλοῖς, ἵνα εὐαρεστῇς· εἰ δὲ μή, τῶν γε ἁμαρτημάτων ἀπέχου, ἵνα μὴ τυγχάνῃς μέμψεως. ὁ μὲν γὰρ κατορθῶν ἐπαινετός, ὁ δὲ μὴ ἀδικῶν οὐ ψεκτός. De_mutatione_nominum 48 καὶ τὸ μὲν πρεσβυτικὸν ἆθλον κατορθοῦσι πρόκειται, τὸ εὐάρεστον, τὸ δεύτερον δὲ μὴ ἁμαρτάνουσι, τὸ ἄμεμπτον. τάχα δὲ καὶ γενέσει τῇ θνητῇ τὸ μὴ διαμαρτάνειν ἴσον καὶ τὸ αὐτὸ γράφεται τῷ κατορθοῦντι. „τίς γάρ,“ ὡς ὁ Ἰώβ φησι, „καθαρὸς ἀπὸ ῥύπου, κἂν μία ἡμέρα ἐστὶν ἡ ζωή“ (Iob 14,4) ; De_mutatione_nominum 49 ἄπειρα μέν ἐστι τὰ καταρρυπαίνοντα τὴν ψυχήν, ἅπερ ἐκνίψασθαι καὶ ἀπολούσασθαι παντελῶς οὐκ ἔνεστιν. ἀπολείπονται γὰρ ἐξ ἀνάγκης παντὶ θνητῷ συγγενεῖς κῆρες, ἃς λωφῆσαι μὲν εἰκός, ἀναιρεθῆναι δ’ εἰσάπαν ἀδύνατον. De_mutatione_nominum 50 δίκαιον οὖν ἢ φρόνιμον ἢ σώφρονα ἢ συνόλως ἀγαθὸν τέλειον ἐν πεφυρμένῳ βίῳ ζητεῖ τις; στέργε, κἂν μὴ ἄδικον ἢ μὴ ἄφρονα ἢ μὴ ἀκόλαστον ἢ μὴ δειλὸν ἢ μὴ παντελῶς φαῦλον εὕρῃς. ἀγαπητὸν γὰρ αἱ τῶν κακιῶν ἀνατροπαί, 1 ὁ θεὸς καὶ D: καὶ φίλος codd. τοῦ DRDLDH: om. oodd. DM 2 ἔμενεν codd.: ἔμεινε D, ἔμεινεν V οὐ μεταβαλών om. D οὖν D: γοῦν codd. ἢ ὅτι D: ὅτι codd. 3 οὐχ ἐψόμεθα D: οὐκ ἐφεψόμεθα codd. 10 πρεσβύτατον conicio, πρῶτον Mang. 12 διαμαρτάνον coni. Mang. 13 κατορθοῦν conicio 14 κἄν εἰ coni. ἐστὶν] γένηται conicio (cf. LXX Alex.) μὲν γάρ conicio 15 τὴν ψυχήν DK Barb.: ἡμῶν τὴν ζωήν DCDR 15. 16 παντελῶς AD: καθαρῶς Β, καὶ παντελῶς nag. Β 17 μέν πως εἰκός DCDR 19 ζητεῖ τις] ζητεῖς conicio, ζητεῖ τίς coni. Cohn 20 εὕρῃς scripsi: εὑρήσεις codd. ‘ἀνατροπαὶ D; ἀποτροπαὶ codd. 2. 3 Platonis Tim. p. 29 DE. 14—17 DC fol. 47r ἐκ τοῦ περὶ τῶν DR fol. 67v68r ἐκ τοῦ περὶ τῶν κατονομαζομένων: ἄπειρα τὰ καταρρυπαίνοντα . . . . . . ἅπερ οὐκ ἔνεστιν ἀπολούσασθαι παντελῶς· πάντως γὰρ λείπονται κηλῖδες τινὲς τῷ θνητῷ, ἅς ὑπολωφῆσαι μέν πως εἰκός ἐστιν, ἀναιρεθῆναι δέ εἰσάπαξ ἀμήχανον. — DK fol. 93r et 116r ἐκ τοῦ περὶ τῶν μετονομαζομένων: πολλὰ καὶ ἄπειρα τὰ τοῦ κόσμου κακά καταρρυπαίνοντα, tum plane concinit cum codd., nisi quod fol. 93 κῆραι· λοφίσαι μέν γὰρ εἰκός et εἰς ἅπαξ scribit, fol. 116 κῆραι ἅς λοφίσαι μέν εἰκός. desinit ut DCDR. —Barberinus I 158: τὰ καταρρυπαίνοντα τὴν ψυχὴν ἐκνίψασθαι καὶ ἀπολούσασθαι παντελῶς οὐκ ἔστιν. ἀπολείπονται γάρ ἐξ ἀνάγκης παντὶ θνητῷ συγγενῆ σκηνώματα. λωφῆσαι μὲν γὰρ αὐτὰ εἰκός, ἀναιρεθῆναι δὲ εἰς ἅπαξ ἀδύνατον. 20. 166,1 pergit DCDR l. c. ἀγαπητὸν γὰρ οὗν DC) αἱ τῶν κακιῶν ἀνατροπαί, ἐπεὶ ἡ (ἡ om. DR) ἀρετῆς κτῆσίς ἀδύνατος ἀνθρώπῳ τῷ (τὸ DC) καθ’ ἡμᾶς 7. 8 DR fol. 136v DH fol. 199r τοῦ αὐτοῦ: διαθῆκαι ἐπ᾿— χάριτος. 19—22 DR fol. 125r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων: ὁ μηδέποτε—αὐτῷ. sequuntur verba κάλλιστα γοῦν εἴρηταί τινι· βέβαιος ἴσθι καὶ βεβαίοις χρῶ φίλοις. τῶν δ’ ἀρετῶν ἡ ἐντελὴς κτῆσις ἀδύνατος ἀνθρώπῳ τῷ καθ’ ἡμᾶς. De_mutatione_nominum 51 εὐλόγως οὖν ἔφη· „γίνου ἄμεμπτος“ (Gen. 17, 1), μέγα πλεονέκτημα πρὸς εὐδαίμονα βίον ὑπολαβὼν εἶναι τὸ ἀναμάρτητον καὶ ἀνυπαίτιον. τῷ δὲ ᾑρημένῳ ζῆν τὸν τρόπον τοῦτον καὶ κλῆρον κατὰ διαθήκας ἀπολείψειν ὁμολογεῖ τὸν ἁρμόζοντα δοῦναι μὲν θεῷ, λαβεῖν δὲ σοφῷ. De_mutatione_nominum 52 φησὶ γάρ· „θήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ“ (Gen. 17, 2). διαθῆκαι δὲ ἐπ’ ὠφελείᾳ γράφονται τῶν δωρεᾶς ἀξίων, ὥστε σύμβολον εἶναι διαθήκην χάριτος, ἣν μέσην ἔθηκεν ὁ θεὸς ἑαυτοῦ τε ὀρέγοντος καὶ ἀνθρώπου λαμβάνοντος. De_mutatione_nominum 53 ὑπερβολὴ δὲ εὐεργεσίας τοῦτό ἐστι, μὴ εἶναι θεοῦ καὶ ψυχῆς μέσον, ὅτι μὴ τὴν παρθένον χάριτα. τὸν δὲ περὶ διαθηκῶν σύμπαντα λόγον ἐν δυσὶν ἀναγέγραφα συντάξεσι καὶ ὑπὲρ τοῦ μὴ παλινῳδεῖν ἑκὼν ὑπερβαίνω καὶ ἅμα μὴ βουλόμενος ἀπαρτᾶν τὸ συμφυὲς τῆς πραγματείας. De_mutatione_nominum 54 Λέγεται δ’ ἑξῆς· „ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον“ (ibid. 3). ἆρ’ οὐκ ἔμελλεν ὑποσχέσεσι θείαις γνῶναί τε ἑαυτὸν καὶ τὴν τοῦ θνητοῦ γένους οὐδένειαν καὶ πεσεῖν παρὰ τὸν ἑστῶτα εἰς ἔνδειξιν τῆς ὑπολήψεως, ἣν περὶ ἑαυτοῦ τε ἔσχε καὶ θεοῦ, ὅτι ὁ μὲν κατὰ τὰ αὐτὰ ἑστὼς κινεῖ τὴν σύμπασαν στάσιν, οὐ διὰ τῶν σκελῶν — οὐ γὰρ ἀνθρωπόμορφος —, De_mutatione_nominum 55 ἀλλὰ τὴν ἄτρεπτον καὶ ἀμετάβλητον ἐμφαίνουσαν, ὁ δ’ οὐδέποτε ἐν ταὐτῷ βεβαίως ἱδρυμένος ἄλλοτε ἀλλοίας δέχεται μεταβολὰς καὶ ὑποσκελιζόμενος, ὁ δυστυχής, — ὄλισθος γὰρ σύμπας ὁ βίος ἐστὶν αὐτῷ — μέγα πτῶμα πίπτει; De_mutatione_nominum 56 ἀλλ’ ὁ μὲν ἄκων ἀμαθής, ὁ δ’ ἑκὼν εὐάγωγος· οὗ χάριν καὶ ἐπὶ πρόσωπον πεσεῖν λέγεται, ἐπὶ τὰς αἰσθήσεις, ἐπὶ τὸν λόγον, ἐπὶ τὸν νοῦν, μονονοὺ βοῶν καὶ κεκραγώς, ὅτι πέπτωκε 1 ἐντελὴς D: παντελὴς codd. 4 δ’ B τὸν δὲ ᾑρημένον et ἀπολήψεσθαι conicio 7 ἀξίων] ἀξί in ras. Β 11 τὸν] τῶν Α ἀναγεγραφὼς conicio συντάξεσι Mang.: πράξεσι codd. 12 pr. καὶ] ὃν coni. Mang. 15 ὑφηγήσεσι coni. Mang. 16 οὐδένειαν scripsi: οὐθένειαν codd. 18 τὴν πᾶσαν σύστασιν coni. Mang. σύμπασαν φύσιν (vel γένεσιν) κινούμενος αὐτὸς κίνησιν οὐ τὴν διὰ conicio οὐ τὴν διὰ σκελῶν κίνησιν Markland 18. 19 ἀνθρωπόμορφος ὁ θεός conicio 19 τὴν τὸ coni. Cohn ἐμφαίνων οὐσίαν Markland 20 ἄλλας coni. Mang. δεχόμενος D 21 ὁ δυστυχής codd.: δυστυχής ἐστιν D ἐστὶν om. Β, ante ὁ pos. D 22 ἀσταθής coni. Mang. μὲν αἴσθησις ἐξ αὑτῆς ἀδυνατοῦσα αἰσθάνεσθαι, εἰ μὴ προμηθείᾳ τοῦ σωτῆρος ἀνεγερθείη πρὸς τὴν τῶν ὑποκειμένων σωμάτων ἀντίληψιν, πέπτωκε δὲ καὶ ὁ λόγος ἑρμηνεῦσαί τι τῶν ὄντων ἀδυνατῶν, εἰ μὴ διανοίξας τὸ στόμα καὶ τὴν γλῶτταν ἀρθρώσας ὁ τὸ φωνητήριον ὄργανον κατεσκευακὼς καὶ ἁρμοσάμενος πλήξειε τοὺς φθόγγους μουσικῶς, πέπτωκε δὲ καὶ ὁ βασιλεὺς νοῦς τὰς καταλήψεις ἀφῃρημένος, εἰ μὴ πάλιν αὐτὸν ἐγείρας ὁ ζῳοπλάστης ἱδρύσαιτο καὶ ἐνομματώσας ὀξυδερκέσι κόραις ἀγάγοι πρὸς τὴν τῶν ἀσωμάτων θέαν πραγμάτων. De_mutatione_nominum 57 Ἀγάμενος οὖν τὸν αὑτὸν ἀποδιδράσκοντα τρόπον καὶ ἑκούσιον πτῶμα πίπτοντα διὰ τὴν ὁμολογίαν ἣν ὡμολόγησε περὶ τοῦ ὄντος, ὅτι πρὸς ἀλήθειαν ἑστὼς ἓν ἦν ἄρα, τῶν μετ’ αὐτὸ τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχομένων, ἐνηχεῖ τε καὶ λόγου μεταδίδωσι φάσκων· „κἀγώ, ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ“ (Gen. 17,4). De_mutatione_nominum 58 τοῦτο δὲ τοιοῦτον ὑποβάλλει νοῦν· εἴδη μὲν διαθήκης ἐστὶ πάμπολλα χάριτας καὶ δωρεὰς τοῖς ἀξίοις ἀπονέμοντα, τὸ δ’ ἀνώτατον γένος διαθηκῶν αὐτὸς ἐγώ εἰμι. δείξας γὰρ ἑαυτόν, ὡς ἐνῆν δειχθῆναι τὸν ἄδεικτον, διὰ τοῦ φάναι „κἀγὼ“ ἐπιλέγει· „ἰδοὺ ἡ διαθήκη μου“· ἡ πασῶν χαρίτων ἀρχή τε καὶ πηγὴ αὐτός εἰμι ἐγώ. De_mutatione_nominum 59 τοῖς μὲν γὰρ δι’ ἑτέρων τὰς εὐεργεσίας εἴωθε προτείνειν ὁ θεός, γῆς, ὕδατος, ἀέρος, ἡλίου, σελήνης, οὐρανοῦ, δυνάμεων ἄλλων ἀσωμάτων, τοῖς δὲ δι’ ἑαυτοῦ μόνου, κλῆρον ἀποφήνας τῶν λαμβανόντων ἑαυτόν, οὓς εὐθέως καὶ προσρήσεως ἑτέρας ἠξίωσε. De_mutatione_nominum 60 λέγεται γὰρ ὅτι „οὐ κληθήσεται τὸ ὄνομά σου Ἀβράμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου Ἀβραάμ“ (Gen. 17,5). ἔνιοι μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μώμους ἀεὶ τοῖς ἀμώμοις προσάπτειν ἐθελόντων οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ πόλεμον ἀκήρυκτον πολεμούντων τοῖς ἱεροῖς πάνθ’ ὅσα μὴ τὸ εὐπρεπὲς ἐν λόγῳ διασῴζειν δοκεῖ σύμβολα φύσεως τῆς ἀεὶ κρύπτεσθαι φιλούσης ὑπάρχοντα μετὰ ἀκριβοῦς ἐρεύνης φαυλίσαντες ἐπὶ διαβολῇ προφέρουσι, διαφερόντως δὲ τὰς τῶν ὀνομάτων μεταθέσεις. De_mutatione_nominum 61 καὶ πρῴην ἤκουσα χλευάζοντος καὶ κατακερτομοῦντος ἀνδρὸς ἀθέου καὶ ἀσεβοῦς, ὃς ἐτόλμα λέγειν· μεγάλαι δὴ καὶ ὑπερβάλλουσαι δωρεαί, ἅς φησι Μωυσῆς τὸν ἡγεμόνα τῶν ὅλων ὀρέγειν· στοιχείου γὰρ 1 αὐτῆς codd. 3 δεόντων coni. Mang. 4 γλῶσσαν Α 5 πλήξειε scripsi: πλήξει codd., πλήξῃ coni. Mang. 7 ἀνάγοι coni. Mang. 9 αὑτόν scripsi: αὐτὸν codd. τρόπον #x003E; coni. Mang. 12 παντοίας Mang.: ταντοίων codd. 15 ἀνωτάτω conicio 16. 17 ὡς ἐνῆν—μου om. 26 ἐμφανὲς coni. Mang. 27 μετὰ] δίχα conicio, οὐ μετὰ vel μετ’ οὐκ Cohn; haec enim cum φαυλίσαντες coniungenda videntur 30 δὴ Mang.: δὲ codd, 31 Μωσῆς Α γὰρ addidi τοῦ ἑνὸς ἄλφα, [στοιχείῳ περιττεύει] καὶ πάλιν ἑτέρᾳ προσθέσει τοῦ ῥῶ θαυμαστὴν ἡλίκην ἔδοξεν εὐεργεσίαν παρεσχῆσθαι * * * τὴν Ἀβρὰμ γυναῖκα Σάραν Σάρραν ὠνόμασε δὶς τὸ ῥῶ παραλαβών· καὶ ὅσα ὁμοιότροπα συνείρων ἀπνευστὶ καὶ ἐπισαρκάζων ἅμα διεξῄει. De_mutatione_nominum 62 τῆς μὲν οὖν φρενοβλαβείας οὐκ εἰς μακρὰν ἔδωκε τὴν ἁρμόζουσαν δίκην· ἀπὸ γὰρ μικρᾶς καὶ τῆς τυχούσης προφάσεως ἐπ’ ἀγχόνην ᾖξεν, ἵν’ ὁ μιαρὸς καὶ δυσκάθαρτος μηδὲ καθαρῷ θανάτῳ τελευτήσῃ. δικαίως δ’ ἂν ἡμεῖς ὑπὲρ τοῦ μὴ καὶ ἕτερον τοῖς αὐτοῖς ἁλῶναι τὰς ὑπονοίας ἐκκόψαιμεν, φυσιολογοῦντες καὶ ἀποδεικνύντες τὰ λεγόμενα ταῦτα πάσης ἐπάξια σπουδῆς. De_mutatione_nominum 63 οὐ γὰρ γράμματα ἄφωνα ἢ φωνήεντα ἢ συνόλως ῥήματα καὶ ὀνόματα χαρίζεται ὁ θεός, ὁπότε καὶ γεννήσας φυτά τε αὖ καὶ ζῷα ἐκάλεσεν ὡς πρὸς ἡγεμόνα τὸν ἄνθρωπον, ὃν ἐκ πάντων δι’ ἐπιστήμην ἐχώρισεν, ἵν’ ἑκάστοις τὰ οἰκεῖα ὀνόματα θῆται· „πᾶν“ γάρ φησιν „ὃ ἂν ἐκάλεσεν ὁ Ἀδάμ, τοῦτο ὄνομα τοῦ κληθέντος ἦν“ (Gen. 2,19). De_mutatione_nominum 64 εἶθ’ ὅπου οὐδὲ τὰς ὁλοκλήρους θέσεις τῶν ὀνομάτων ὁ θεὸς ἠξίωσεν ἐπιφημίζειν, ἐπιτρέψας ἀνδρὶ σοφῷ, τῷ γένους ἀνθρώπων ἀρχηγέτῃ, τὸ ἔργον, ὑπονοεῖν ἄξιον, ὅτι μέρη τῶν ὀνομάτων ἢ συλλαβὰς ἢ γράμματα, οὐ φωνήεντα μόνον, ἀλλὰ καὶ ἄφωνα, αὐτὸς προσετίθει καὶ μεθήρμοζε, καὶ ταῦτ’ ἐπὶ προφάσει δωρεᾶς καὶ ὑπερβαλλούσης εὐεργεσίας; οὐκ ἔστιν εἰπεῖν. De_mutatione_nominum 65 ἀλλὰ τὰ τοιαῦτα χαρακτῆρες δυνάμεών εἰσι, βραχεῖς μεγάλων, αἰσθητοὶ νοητῶν, φανεροὶ ἀδήλων· αἱ δὲ δυνάμεις ἐν δόγμασιν ἀρίστοις, ἐν ἀψευδέσι καὶ καθαραῖς ὑπολήψεσιν, ἐν ψυχῆς βελτιώσεσιν ἐξετάζονται. τὸν δὲ ἔλεγχον λαμβάνειν εὐμαρὲς 1 στοιχείῳ περιττεύει seclusi, στοιχείου περιττοῦ Markland ἑτέρου conicio προσθέσει scripsi: προσθείς codd., προσθήκῃ Markland τοῦ scripsi: τὸ codd. 2 τὸν μέν γάρ Ἀβρὰμ Ἀβραάμ προσθεὶς ἕτερον ἄλφα καὶ τὴν conicio add. δὲ Mang. Ἄβραμ B 3 τὸ Hoesch.: τὴν codd. 4. 5 οὗν φρενοβλαβείας scripsi: φρενοβλαβείας οὑν codd. 8 καὶ om. Β τὰς τοιαύτας #x003E; ὑπονοίας coni. Mang. 9 ταῦτα Β: ταῦτα τὰ A ἀπάσης (om. τὰ) coni. Mang. 10 γὰρ addidi φωνάεντα A 11 γεννήσας] alterum ν erasit Β 12 ὃν scripsi: ὃς codd. 12. 13 ὃς καὶ πάντων δι’ ἐπιστήμης ἐχώρησε coni. Mang. 13 πᾶν ex LXX Mang.: πάντα codd. 14 ὁ] αὐτὸ conicio 15 ὁπότε coni. Cohn 16. 17 ἀρχηγέτῃ ἀνθρώπων Β 18 φωνάεντα AB 23 ψυχῆς βελτιώσεσιν Mang.: ψυχαῖς βελτίοσιν codd. 20 sqq. Orig. Comment. in Gen. p. 30 (ad Gen. 17,5): τὰς ἑρμηνείας τῶν ὀνομάτων ζήτει· δυνάμει γάρ ὠνομάσθησαν ὑπό τοῦ ἁγίου πνεύματος. ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεων ἐστι καὶ καταστάσεων καὶ δυνάμεων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ὀνομαζομένου. Homil. in Num. XXV 3 p. 366 (cf. etiam Philonis quaest. in Gen. III § 43). τὴν ἀρχὴν ποιησαμένοις ἀπὸ τοῦ νυνὶ μετονομασθέντος. De_mutatione_nominum 66 Ἀβρὰμ γὰρ ἑρμηνεύεται μετέωρος πατήρ, Ἀβραὰμ δὲ πατὴρ ἐκλεκτὸς ἠχοῦς. ᾗ δὲ διαφέρει ταῦτ’ ἀλλήλων, εἰσόμεθα σαφέστερον, ἐπειδὰν τὸ δηλούμενον ὑφ’ ἑκατέρου πρότερον ἀναγνῶμεν. De_mutatione_nominum 67 μετέωρον τοίνυν ἀλληγοροῦντές φαμεν τὸν ἀπὸ γῆς ἑαυτὸν εἰς ὕψος αἴροντα καὶ ἐπισκοποῦντα τὰ μετάρσια, μετεωροπόλον τε καὶ μετεωρολογικόν, ἐρευνῶντα τί ἡλίου μέγεθος, τίνες αὐτοῦ φοραί, πῶς τὰς ἐτησίους ὥρας διανέμει προσιὼν καὶ ἐξαναχωρῶν πάλιν ἰσοταχέσι ταῖς ἀνακυκλήσεσι, καὶ σελήνης περὶ φωτισμῶν, σχηματισμῶν, μειώσεως, αὐξήσεως, καὶ τῶν ἄλλων ἀστέρων κινήσεως, ἀπλανοῦς τε καὶ πεπλανημένης. De_mutatione_nominum 68 ἡ γὰρ τούτων ἐξέτασις οὐκ ἀφυοῦς καὶ ἀγόνου ψυχῆς ἐστιν, ἀλλ’ ἐν τοῖς μάλιστα εὐφυοῦς καὶ δυναμένης ὁλόκληρα καὶ τέλεια γεννᾶν ἔγγονα. διὸ καὶ τὸν μετεωρολογικὸν „πατέρα“ εἶπεν, ὅτι οὐκ ἄγονος σοφίας. De_mutatione_nominum 69 τὰ μὲν οὖν τοῦ Ἀβρὰμ σύμβολα οὕτως ἀκριβοῦται, τὰ δὲ τοῦ Ἀβραάμ, ὡς ὑποδείξομεν· ἦν δὲ τρία, πατὴρ καὶ ἐκλεκτὸς καὶ ἠχοῦς. φαμὲν δὴ τὴν μὲν ἠχὼ τὸν προφορικὸν εἶναι λόγον — τοῦ γὰρ ζῴου ἠχεῖον ὄργανόν ἐστι τὸ φωνητήριον —, τούτου δὲ πατέρα τὸν νοῦν — ἀπὸ γὰρ διανοίας ὥσπερ ἀπὸ πηγῆς φέρεται τὸ τοῦ λόγου νᾶμα —, ἐκλεκτὸν δὲ τὸν τοῦ σοφοῦ· ὅ τι γὰρ ἄριστον, ἐν τούτῳ. De_mutatione_nominum 70 κατὰ μὲν οὖν τοὺς προτέρους χαρακτῆρας ὁ φιλομαθὴς καὶ μετεωρολέσχης ἐσκιαγραφεῖτο, κατὰ δὲ τοὺς ἀρτίως ὑποτυπωθέντας ὁ φιλόσοφος, μᾶλλον δ’ ὁ σοφὸς ἐδηλοῦτο. μηκέτ’ οὖν ὀνομάτων ἀλλαγὴν ὑπολάβῃς χαρίζεσθαι τὸ θεῖον, ἀλλὰ διὰ συμβόλων ἠθῶν ἐπανόρθωσιν. De_mutatione_nominum 71 τὸν γὰρ πραγματευόμενον τὰ περὶ φύσεως οὐρανοῦ πρότερον, ὃν μαθηματικὸν ἔνιοι προσαγορεύουσιν, ἐπὶ τὴν μετουσίαν καλέσας ἀρετῆς σοφὸν καὶ ἀπέδειξε καὶ ὠνόμασεν, ἐπιφημίσας τὸν μεταχαραχθέντα τρόπον, ὡς μὲν Ἑβραῖοι εἴποιεν ἄν, Ἀβραάμ, ὡς δ’ ἂν Ἕλληνες, πατέρα ἐκλεκτὸν ἠχοῦς. De_mutatione_nominum 72 τίνος γάρ, φησίν, ἕνεκα χορείας καὶ περιόδους ἀστέρων ἐρευνᾷς καὶ τοσοῦτον ἀπὸ γῆς ἄνω πρὸς αἰθέρα πεπήδηκας; ἆρ’ ἵνα αὐτὸ μόνον τὰ ἐκεῖ περιεργάσῃ; καὶ τίς ἐκ τῆς τοσαύτης περιεργίας γένοιτ’ ἂν ὠφέλεια; τίς καθαίρεσις ἡδονῆς; τίς ἐπιθυμίας ἀνατροπή; τίς λύπης ἢ φόβου κατάλυσις; ποία παθῶν, ἃ κλονεῖ καὶ συγχεῖ τὴν ψυχήν, ἐκτομή; De_mutatione_nominum 73 καθάπερ γὰρ δένδρων οὐδὲν ὄφελος, εἰ μὴ καρπῶν 1 Ἄβραμ Β 4 ὑφ᾿ scripsi: ἀφ᾿ codd. ἀναγνῶμεν] ἀνοίγωμεν coni. Mang., ἀκριβώσωμεν (cf. lin. 14) vel ἐρευνήσωμεν e gr. conicio, γνῶμεν coni. Cohn 8 πέρι codd. 13 Ἄβραμ B 16 ἠχοῦν coni.Mang. 20 ἐσκιογραφεῖτο A 29 ἵν᾿ B τοιαύτης conicio 2 sqq. cf. Ambros. de Abr. I 4,27. οἰστικὰ γένοιτο, τὸν αὐτὸν δὴ τρόπον οὐδὲ φυσιολογίας, εἰ μὴ μέλλοι κτῆσιν ἀρετῆς ἐνεγκεῖν· ὁ γὰρ καρπὸς αὐτῆς οὗτός ἐστι. De_mutatione_nominum 74 διὸ καὶ τῶν πάλαι τινὲς ἀγρῷ τὸν κατὰ φιλοσοφίαν ἀπεικάσαντες λόγον φυτοῖς μὲν ἐξωμοίωσαν τὸ φυσικὸν μέρος, αἱμασιαῖς δὲ καὶ περιβόλοις τὸ λογικόν, καρπῷ δὲ τὸ ἠθικόν, ὑπολαβόντες καὶ τὰ ἐν κύκλῳ τείχη φυλακῆς ἕνεκα τοῦ καρποῦ κατεσκευάσθαι πρὸς τῶν ἐχόντων καὶ τὰ φυτὰ δεδημιουργῆσθαι γενέσεως καρποῦ χάριν. De_mutatione_nominum 75 οὕτως οὖν ἔφασαν καὶ ἐν φιλοσοφίᾳ δεῖν τήν τε φυσικὴν καὶ λογικὴν πραγματείαν ἐπὶ τὴν ἠθικὴν ἀναφέρεσθαι, ᾗ βελτιοῦται τὸ ἦθος κτήσεως ὁμοῦ καὶ χρήσεως ἀρετῆς ἐφιέμενον. De_mutatione_nominum 76 τοιαῦτα ἐδιδάχθημεν περὶ τοῦ λόγῳ μὲν μετονομασθέντος, ἔργῳ δὲ μεταβαλόντος ἀπὸ φυσιολογίας πρὸς τὴν ἠθικὴν φιλοσοφίαν καὶ μεταναστάντος ἀπὸ τῆς περὶ τὸν κόσμον θεωρίας πρὸς τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ἐξ ἧς εὐσέβειαν, κτημάτων τὸ κάλλιστον, ἐκτήσατο. De_mutatione_nominum 77 τὰ δὲ περὶ τῆς γυναικὸς αὐτοῦ Σάρας νῦν ἐροῦμεν· καὶ γὰρ αὕτη μετονομάζεται εἰς Σάρραν κατὰ τὴν τοῦ ἑνὸς στοιχείου πρόσθεσιν τοῦ ῥῶ. τὰ μὲν οὖν ὀνόματα ταῦτα, τὰ δὲ τυγχάνοντα μηνυτέον· ἑρμηνεύεται Σάρα μὲν ἀρχή μου, Σάρρα δὲ ἄρχουσα. De_mutatione_nominum 78 τὸ μὲν οὖν πρότερον εἰδικῆς σύμβολον ἀρετῆς ἐστι, τὸ δ’ ὕστερον γενικῆς. ὅσῳ δὲ γένος εἴδους διαφέρει κατὰ τὸ ἔλαττον, τοσούτῳ τὸ δεύτερον ὄνομα τοῦ προτέρου· τὸ μὲν γὰρ εἶδος καὶ βραχὺ καὶ φθαρτόν, τὸ δὲ γένος πολύ τε αὖ καὶ ἄφθαρτον. De_mutatione_nominum 79 βούλεται δὲ ὁ θεὸς ἀντὶ μικρῶν καὶ φθαρτῶν μεγάλα καὶ ἀθάνατα χαρίζεσθαι, καὶ ἐμπρεπὲς αὐτῷ τὸ ἔργον. ἡ μὲν γὰρ ἐν τῷ σπουδαίῳ φρόνησις αὐτοῦ μόνου ἐστὶν ἀρχή, καὶ οὐκ ἂν ἁμάρτοι ὁ ἔχων, εἰ λέγοι· ἀρχή μού ἐστιν ἡ ἐν ἐμοὶ φρόνησις· ἡ δὲ ταύτην τυπώσασα, ἡ γενικὴ φρόνησις, οὐκέτι τοῦ δεῖνός ἐστιν ἀρχή, ἀλλ’ αὐτὸ τοῦτο ἀρχή. De_mutatione_nominum 80 τοιγαροῦν ἐκείνη μὲν ἡ ἐν εἴδει τῷ ἔχοντι συμφθαρήσεται, ἡ δὲ σφραγῖδος τρόπον αὐτὴν τυπώσασα παντὸς ἀπηλλαγμένη θνητοῦ διατελέσει πρὸς αἰῶνα ἄφθαρτος. οὕτω καὶ τῶν τεχνῶν αἱ μὲν ἐν εἴδει συναπόλλυνται τοῖς κτησαμένοις, γεωμέτραις, γραμματικοῖς, μουσικοῖς· αἱ δὲ γενικαὶ μένουσιν ἀνώλεθροι. προσυπογράφει δὲ ἀναδιδάσκων ἐν ταὐτῷ, 1 δὴ Mang.: δὲ codd. οὐδὲ scripsi: οὐδὲν codd. 5 ὑπολαβόντες Mang.: ἀπολαβόντες codd. 14 ἐρευνῶμεν conicio αὕτη Cohn: αὐτὴ codd. 18 γένους εἶδος coni. Mang. (sed sic scrib. etiam lin. 19 τὸ πρότερον ὄνομα τοῦ δευτέρου) 19 κατὰ τὸ ἔλαττον secl. Cohn τοῦ προτέρου ὄνομα Β 22 γὰρ addidi, οὑν add. Mang. 24 λέγοι scripsi: λέγει codd. 2 sqq. V. vol. II ad p. 98,1. 14 sqq. cf. Ambros. l. c. 431. ὅτι καὶ πᾶσα ἀρετὴ βασιλίς ἐστι καὶ ἄρχουσα καὶ ἡγεμονεύουσα τῶν κατὰ τὸν βίον πραγμάτων. De_mutatione_nominum 81 Ἀλλὰ καὶ τὸν Ἰακὼβ μετονομάζεσθαι συμβέβηκεν εἰς τὸν Ἰσραήλ, οὐκ ἀπὸ σκοποῦ. διὰ τί; ὅτι ὁ μὲν Ἰακὼβ πτερνιστής, ὁ δὲ Ἰσραὴλ ὁρῶν τὸν θεὸν καλεῖται. πτερνιστοῦ μὲν οὖν ἔργον ἀσκοῦντος ἀρετὴν τὰς βάσεις τοῦ πάθους, αἷς ἐφίδρυται, καὶ εἴ τι ὀχυρὸν καὶ ἱδρυμένον ἐν αὐταῖς κινεῖν καὶ σαλεύειν καὶ ἀνατρέπειν — ταῦτα δὲ οὐ δίχα ἀγωνίας ἀκονιτὶ φιλεῖ γίνεσθαι, ἀλλ’ ἐπειδάν τις τοὺς φρονήσεως ἄθλους διαθλῶν γυμνάζηταί τε τὰ τῆς ψυχῆς γυμνάσματα καὶ πρὸς τοὺς ἀντιπάλους καὶ τραχηλίζοντας αὐτὴν λογισμοὺς παλαίῃ —, τοῦ δὲ τὸν θεὸν ὁρῶντος τὸ μὴ ἐκ τοῦ ἱεροῦ ἀγῶνος ἀστεφάνωτον ἐξελθεῖν, ἀλλὰ τὰ ἐπὶ τῇ νίκῃ βραβεῖα ἄρασθαι. De_mutatione_nominum 82 τίς δ’ ἂν εὐανθέστερος καὶ ἐπιτηδειότερος πλέκοιτο νικηφόρῳ ψυχῇ στέφανος ἢ δι’ οὗ τὸν ὄντα δυνήσεται θεωρεῖν ὀξυδερκῶς; καλόν γε ἀσκητικῇ ψυχῇ πρόκειται τὸ ἆθλον, ἐνομματωθῆναι πρὸς τὴν τοῦ μόνου θέας ἀξίου τηλαυγῆ κατανόησιν. De_mutatione_nominum 83 ἄξιον δὲ ἀπορῆσαι, διὰ τί ὁ μὲν Ἀβραάμ, ἀφ’ οὗ μετωνομάσθη, τῆς αὐτῆς προσρήσεως ἀξιοῦται μηκέτι καλούμενος ὀνόματι τῷ προτέρῳ, ὁ δὲ Ἰακὼβ προσρηθεὶς Ἰσραὴλ οὐδὲν ἧττον αὖθις πάλιν Ἰακὼβ ἐπὶ πλέον ὀνομάζεται. λεκτέον οὖν ὅτι καὶ ταῦτα χαρακτῆρές εἰσιν, οἷς ἡ διδακτικὴ τῆς ἀσκητικῆς ἀρετῆς διαφέρει. De_mutatione_nominum 84 ὁ μὲν γὰρ διδασκαλίᾳ βελτιωθείς, εὐμοίρου λαχὼν φύσεως, ἣ περιποιεῖ τὸ ἄληστον αὐτῷ διὰ συνεργοῦ μνήμης, μονῇ χρῆται, ὧν ἔμαθεν ἀπρὶξ ἐπειλημμένος καὶ βεβαίως περιεχόμενος· ὁ δ’ ἀσκητὴς ἐπειδὰν γυμνάσηται συντόνως, διαπνεῖ πάλιν καὶ ὑπανίεται, συλλεγόμενος καὶ ἀνακτώμενος τὴν ἐκ τοῦ πονεῖν τεθρυμμένην δύναμιν, καθάπερ καὶ οἱ τὰ σώματα ἀλειφόμενοι· καὶ γὰρ οὗτοι περὶ τὴν ἄσκησιν καμόντες, ὡς μὴ κατὰ τὸ παντελὲς αὐτοῖς ἀπορραγεῖεν αἱ δυνάμεις διὰ τὸ σφοδρὸν καὶ σύντονον τῆς ἀθλήσεως, ἔλαιον ἐπιχέουσιν. De_mutatione_nominum 85 εἶθ’ ὁ μὲν διδαχθεὶς ἀθανάτῳ χρώμενος ὑποβολεῖ τὴν ὠφέλειαν ἔναυλον καὶ ἀθάνατον ἴσχει, μὴ τρεπόμενος· ὁ δ’ ἀσκητὴς καὶ τὸ ἑκούσιον ἔχων αὐτὸ μόνον καὶ τοῦτο γυμνάζων καὶ συγκροτῶν, ἵνα τὸ οἰκεῖον 4 ὅτι ex Coisl. 43 Mang.: om. ΑΒ 6 τὸ τὰς conicio alterum om. Β ὀχυρῶς (om. καὶ) vel ὀχυρὸν καὶ βεβαίως conicio 8 ἀκονιτὶ Mang.: ἀπονητὶ codd. 12 καὶ Α: ἢ B 17 ταύτης τῆς conicio τῆς αὐτῆς ἀεὶ coni. Cohn 19 πλεῖον codd. 20 διδακτικὴ Β: διδακτὴ ἀσκητὴς coni. Mang. 22 μονῇ scripsi: μόνη codd. ἐνειλημμένος conicio 24 ὑπανίσται B, ὑπανίσταται coni. Mang. 24. 25 τεθρυμμένην scripsi: τετρυμμένην codd., τετρυμένην Mang. 28 ὑποβολεῖ in ὑποβολὴ corr. B 29 alt. καὶ vid. secl. πάθος τῷ γενητῷ καταβάλῃ, κἂν τελειωθῇ, καμὼν πρὸς τὸ ἀρχαῖον ἐπάνεισι γένος. De_mutatione_nominum 86 τλητικώτερος μὲν γὰρ οὗτος, εὐτυχέστερος δ’ ἐκεῖνος· ὁ μὲν γὰρ χρῆται διδασκάλῳ ἑτέρῳ, ὁ δ’ ἐξ ἑαυτοῦ ζητεῖ τε καὶ σκέπτεται καὶ πολυπραγμονεῖ, μετὰ σπουδῆς ἐρευνῶν τὰ φύσεως, ἀδιαστάτῳ χρώμενος καὶ συνεχεῖ πόνῳ. De_mutatione_nominum 87 διὰ τοῦτο τὸν μὲν Ἀβραάμ, ἐπειδὴ μένειν ἔμελλεν ἐν ὁμοίῳ, μετωνόμασεν ὁ ἄτρεπτος θεός, ἵν’ ὑπὸ τοῦ ἑστῶτος καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος τὸ μέλλον στήσεσθαι παγίως ἱδρυθῇ, τὸν δὲ Ἰακὼβ ἄγγελος ὑπηρέτης τοῦ θεοῦ, λόγος, ἵν’ ὁμολογηθῇ μηδὲν εἶναι τῶν μετὰ τὸ ὂν ἀκλινοῦς καὶ ἀρρεποῦς αἴτιον βεβαιότητος, ἀλλ’ ἁρμονίας τῆς ὡς ἐν ὀργάνῳ μουσικῷ περιεχούσης ἐπιτάσεις καὶ ἀνέσεις φθόγγων πρὸς τὴν τοῦ μέλους ἔντεχνον κρᾶσιν. De_mutatione_nominum 88 Ἀλλὰ τριῶν ὄντων τοῦ γένους ἀρχηγετῶν, οἱ μὲν ἄκροι μετωνομάσθησαν, Ἀβραάμ τε καὶ Ἰακώβ, ὁ δὲ μέσος Ἰσαὰκ τῆς αὐτῆς ἔλαχεν εἰς ἀεὶ προσρήσεως. διὰ τί; ὅτι ἡ μὲν διδακτικὴ ἀρετὴ καὶ ἀσκητικὴ δέχονται τὰ πρὸς βελτίωσιν — ἐφίεται γὰρ δὴ ὁ μὲν διδασκόμενος ἐπιστήμης ὧν ἀγνοεῖ, ὁ δὲ ἀσκήσει χρώμενος στεφάνων καὶ τῶν προκειμένων ἄθλων φιλοπόνῳ καὶ φιλοθεάμονι ψυχῇ —, τὸ δ’ αὐτοδίδακτον καὶ αὐτομαθὲς γένος, ἅτε φύσει μᾶλλον ἢ ἐπιτηδεύσει συνιστάμενον, ἐξ ἀρχῆς ἴσον καὶ τέλειον καὶ ἄρτιον ἠνέχθη, μηδενὸς ἐνδέοντος τῶν εἰς πλήρωσιν ἀριθμοῦ. De_mutatione_nominum 89 ἀλλ’ οὐχ ὁ τῶν τοῦ σώματος ἐπιτηδείων προστάτης Ἰωσήφ· ἀλλάττει γὰρ τοὔνομα, Ψονθομφανὴχ ὑπὸ τοῦ τῆς χώρας βασιλέως ἐπικληθείς (Gen. 41,45). ὃν δὲ λόγον ἔχει καὶ ταῦτα, μηνυτέον. Ἰωσὴφ ἑρμηνεύεται πρόσθεμα· προσθήκη δ’ ἐστὶ τῶν φύσει τὰ θέσει, χρυσός, ἄργυρος, κτήματα, πρόσοδοι, οἰκετῶν θεραπεῖαι, κειμηλίων καὶ ἐπίπλων καὶ τῆς ἄλλης περιουσίας ἄφθονοι ὗλαι, τῶν ἡδονῆς ποιητικῶν ἀμήχανοι τὸ πλῆθος παρασκευαί. De_mutatione_nominum 90 ὧν τὸν ποριστὴν καὶ ἐπιμελητὴν Ἰωσὴφ ὀνόματι εὐθυβόλῳ καλεῖσθαι συμβέβηκε πρόσθεμα, ἐπεὶ τῶν ἔξωθεν ἐπεισοδιαζομένων καὶ προστιθεμένων τοῖς κατὰ φύσιν προστασίαν ἀνῆπται. μαρτυροῦσι δ’ οἱ χρησμοὶ δηλοῦντες ὅτι τὰς τροφὰς τῆς σωματικῆς χώρας ἁπάσης, Αἰγύπτου, θησαυρισάμενος ἐσιτάρχει (Gen. 41, De_mutatione_nominum 91 48). τοιοῦτος μέν τις ὁ Ἰωσὴφ ἐκ τῶν γνωρισμάτων γνωρίζεται· ὁ δὲ Ψονθομφανὴχ ποῖός ἐστι, θεασώμεθα. ἑρμηνεύεται οὖν 1 γεννητῷ codd. καταβάλῃ scripsi: μεταβάλῃ codd. 2 γὰρ] ἄρ’ coni. Mang. 5 χρώμενα Hoesch. 12 τῶν τοῦ conicio 14 εἰσαεὶ codd. scripsi (cf. § 83): διδακτὴ codd. 14. 15 ἀσκητὴ Mang., #x003E; ἀσκητικὴ conicio 19 ὅσιον coni. Mang. ἐνδέον coni.Mang. 20 οὐχ οὕτως conicio 24 θεραπεία Β, fort. recte ἐν ἀποκρίσει στόμα κρῖνον. οἴεται γὰρ πᾶς ἄφρων τὸν πολυχρήματον καὶ περιρρεόμενον ταῖς ἐκτὸς οὐσίαις εὐθὺς εἶναι καὶ εὐλόγιστον, ἱκανὸν μὲν πρὸς ἃ ἂν πύθηταί τις ἀποκρίνασθαι, ἱκανὸν δὲ καὶ δι’ ἑαυτοῦ γνώμας εἰσηγήσασθαι συμφερούσας, καὶ συνόλως τὸ φρόνιμον ἐν τῷ τυχηρῷ τίθεται, δέον ἔμπαλιν τὸ τυχηρὸν ἐν τῷ φρονίμῳ· ἄξιον γὰρ τὸ ἄστατον ὑπὸ τοῦ ἑστῶτος ἡνιοχεῖσθαι. De_mutatione_nominum 92 καὶ μὴν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμογάστριον ὁ μὲν πατὴρ Βενιαμίν, ἡ δὲ μήτηρ υἱὸν ὀδύνης προςαγορεύει (Gen. 35,18), φυσικώτατα· μεταληφθεὶς γὰρ ὁ Βενιαμίν ἐστιν υἱὸς ἡμερῶν, ἡμέρα δὲ τῷ ἀφ’ ἡλίου αἰσθητῷ φωτὶ καταλάμπεται, τούτῳ δὲ τὴν κενὴν δόξαν ἐξομοιοῦμεν. De_mutatione_nominum 93 ἔχει γάρ τινα λαμπρότητα αἰσθητὴν ἐν τοῖς παρὰ τῶν πολλῶν καὶ ἀγελαίων ἐπαίνοις, ἐν τοῖς γραφομένοις ψηφίσμασιν, ἐν ταῖς ἀνδριάντων καὶ εἰκόνων ἀναθέσεσιν, ἐν πορφύραις καὶ στεφάνοις χρυσοῖς, ἐν ἅρμασι καὶ τεθρίπποις καὶ παραπομπαῖς ὄχλων. ὁ τούτων οὖν ζηλωτὴς εἰκότως υἱὸς ἡμερῶν, αἰσθητοῦ φέγγους καὶ τῆς περὶ τὴν κενὴν δόξαν λαμπρότητος, ὠνομάσθη. De_mutatione_nominum 94 τοῦτο ὁ πρεσβύτερος λόγος καὶ πατὴρ ὄντως εὐθυβόλον καὶ κύριον ὄνομα αὐτῷ τίθεται, ἡ δὲ παθοῦσα ψυχὴ τὸ ᾧ πέπονθεν ἁρμόττον· ὀδύνης γὰρ υἱὸν καλεῖ. διὰ τί; ὅτι οἱ ἐν ταῖς κεναῖς φερόμενοι δόξαις ὑπολαμβάνονται μὲν εὐδαιμονεῖν, πρὸς ἀλήθειαν δὲ κακοδαιμονοῦσι. De_mutatione_nominum 95 τὰ γὰρ ἀντιπνέοντα πολλά, βασκανία, φθόνοι, συνεχεῖς ἔριδες, φιλονεικίαι ἀκατάλλακτοι μέχρι θανάτου, δυσμένειαι παισὶ παίδων κατὰ διαδοχὰς παραδιδόμεναι, κλῆρος οὐ κτητός. ἀναγκαίως οὖν ὁ θεοφράδμων ἐν αὐταῖς ὠδῖσιν ἀποθνῄσκουσαν, De_mutatione_nominum 96 ἣ τίκτει κενοδοξίαν, παρέστησεν· „ἀπέθανε“ γάρ φησι „Ῥαχὴλ δυστοκήσασα“ (Gen. 35, 16. 19), ἐπειδὴ τῷ ὄντι ψυχῆς ἐστι θάνατος δόξης αἰσθητῆς καὶ κενῆς σπορά τε καὶ γέννησις. De_mutatione_nominum 97 Τί δ’; οἱ τοῦ Ἰωσὴφ παῖδες, Ἐφραΐμ τε καὶ Μανασσῆς, οὐ πάνυ φυσικῶς ἐξωμοιοῦντο δυσὶ τοῖς πρεσβυτάτοις υἱοῖς τοῦ Ἰακώβ, Ῥουβήν τε καὶ Συμεών; λέγει γάρ· „οἱ δύο υἱοί σου, οἱ γενόμενοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι“ (Gen. 48,5). τίνα 1 ἐν ἀποκρύψει στόμα ἀποκρινόμενον coni. Mang. 2 οὐσίαις] ὕλαις coni. Mang. 4 φρόνημα B 8 μεταληφθῆς Α 11 παρὰ Β2: περὶ A (B1) 17 τῷ ὃ coni. Mang. ᾦ] ὃ Β 18 φυρόμενοι coni. Mang., fort. recte; v. Quis rer. div. her. § 234 20 βασκανίαι conicio μέχρις Α 22 οὐκ εὐκτός coni. Markland, ἄκληρος conicio 23 ἢ Β2: ἣν ΑΒ1 25 δόξης αὗ θνητῆς τε καὶ coni. Mang. 26 Ἰωσὴφ in ras. Β Εὐφραΐμ Β οὐ om. Β 27 ἐξομοιοῦντο Α 28 Ῥουβήν scripsi: Ῥουβίμ codd., item lin. 30. 174,1 29 με Β2: μὴ ΑΒ1 30 Μανασσῆ Α οὖν τρόπον οἱ δύο τοῖς δυσὶν ἐφαρμόζονται, θεασώμεθα. De_mutatione_nominum 98 Ῥουβὴν μὲν σύμβολον εὐφυΐας ἐστίν — ἑρμηνεύεται γὰρ ὁρῶν υἱός, ἐπειδὴ πᾶς ὁ εὐθιξίᾳ καὶ εὐφυΐᾳ χρώμενος ὁρατικός —, Ἐφραῒμ δέ, ὡς πολλάκις εἴπομεν ἐν ἑτέροις, μνήμης — μεταληφθεὶς γάρ ἐστι καρποφορία, καρπὸς δὲ ψυχῆς ἄριστος ἡ μνήμη —· συγγενὲς δὲ οὐδὲν ἕτερον οὕτως [τῷ] ἑτέρῳ, ὡς εὐφυεῖ τὸ μεμνῆσθαι. De_mutatione_nominum 99 πάλιν ὁ Συμεὼν ὄνομα μαθήσεως καὶ διδασκαλίας ἐστίν — εἰσακοὴ γὰρ ἑρμηνεύεται —, μανθάνοντος δ’ ἴδιον ἀκούειν τε καὶ προσέχειν τοῖς λεγομένοις, ὁ δὲ Μανασσῆς ἀναμνήσεως σύμβολον· καλεῖται γὰρ ἐκ λήθης. De_mutatione_nominum 100 τῷ δ’ ἐκ λήθης ἔξω προϊόντι συμβαίνει κατὰ τὸ ἀναγκαῖον ἀναμιμνῄσκεσθαι· μαθήσεως δὲ ἀνάμνησις οἰκεῖον. πολλάκις γὰρ τοῦ μανθάνοντος ἀπορρεῖ τὰ θεωρήματα μὴ δυναμένου δι’ ἀσθένειαν κρατεῖν καὶ πάλιν ἐξ ἀρχῆς ὑπαναπλεῖ. τὸ μὲν οὖν τῆς ἀπορροῆς πάθος ὀνομάζεται λήθη, τὸ δὲ τῆς παλιρροίας ἀνάμνησις. De_mutatione_nominum 101 ἆρ’ οὐ προσφυῶς εὐφυΐᾳ μὲν [ἡ] μνήμη, μαθήσει δὲ ἀνάμνησις ἐφαρμόζεται; καὶ μὴν ὃν λόγον ἔχει Συμεὼν πρὸς Ῥουβήν, τὸ δ’ ἐστὶ μάθησις πρὸς φύσιν, τοῦτον ἔχει λόγον Μανασσῆς πρὸς Ἐφραΐμ, τὸ δ’ ἐστὶ πρὸς μνήμην ἀνάμνησις. De_mutatione_nominum 102 ὡς γὰρ τὸ εὐφυὲς ἄμεινον τοῦ μανθάνοντος — τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ· ἀκοὴ δὲ ὁράσεως τὰ δεύτερα φέρεται —, οὕτω τὸ μνημονικὸν τοῦ ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει. De_mutatione_nominum 103 Καὶ μὴν τόν γε τοῦ ἀρχιπροφήτου πενθερὸν τοτὲ μὲν Ἰοθὸρ τοτὲ δὲ Ῥαγουὴλ οἱ χρησμοὶ καλοῦσιν· Ἰοθὸρ μέν, ὅταν τῦφος εὐημερῇ· μεταληφθεὶς γάρ ἐστι περισσός, περιττὸν δὲ ἀψευδεῖ βίῳ τῦφος, γέλωτα μὲν τὰ ἴσα καὶ ἀναγκαῖα τῷ βίῳ τιθέμενος, τὰ δὲ πλεονεξίας ἄνισα σεμνύνων. De_mutatione_nominum 104 οὗτος καὶ ἀνθρώπεια θείων καὶ ἔθη νόμων καὶ βέβηλα ἱερῶν καὶ θνητὰ ἀθανάτων καὶ συνόλως τὸ δοκεῖν τοῦ εἶναι προτιμᾷ. καὶ ἐπιτολμήσας αὐτοκέλευστος εἰς τὴν τοῦ συμβούλου παρέρχεται τάξιν, ὑφηγούμενος τῷ σοφῷ [μὴ] ἀναδιδάσκειν ἃ μόνα μανθάνειν ἄξιον, „τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον“ (Exod. 18,20), ἀλλὰ μὴ τὰ πρὸς ἀλλήλους ἀνθρώπων συμβόλαια, τῆς ἀκοινωνήτου σχεδὸν αἴτια κοινωνίας. καὶ ὁ μέγας πάντα πειθαρχεῖ, νομίσας ἁρμόττον εἶναι μικροῖς 5 τῷ seclusi, τῷ post ὡς vid. add. 9 σύμβολόν ἐστι· οὕτω γάρ καλεῖται Mang. δ’ s. s. Β 12. 13 ὑπαναπολεῖ coni. Ηoesch., ἐπαναπολεῖ coni. Mang. 14 ἡ seclusi 16 Ῥουβὶμ codd. τόδε Α τὸν λόγον conicio 19 δευτερεῖα Cantabr. Coll. S. Trin. (Mang.), fort. recte 24 ἀπλανεῖ coni. Mang. 25 ὢ ἄνισα coni. Mang. 29 μὴ secl. Mang. 30 μὴ add. Mang. (v. LXX) μὲν τὰ μικρά, μεγάλοις δὲ τὰ μεγάλα δίκαια τίθεσθαι (ibid. 22.24). De_mutatione_nominum 105 μεταβαλὼν δὲ πολλάκις ὁ δοκησίσοφος οὗτος καὶ μεταβὰς ἀπὸ τῶν θρεμμάτων, ἃ δὴ τυφλὸς ἔλαχεν ἡνιοχεῖν, ἀναζητήσας τὴν θείαν ἀγέλην μέρος οὐ μεμπτὸν αὐτῆς γίνεται, θαυμάσας τῆς φύσεως τὸν ἀγελάρχην καὶ τῆς ἐπιστασίας ἀγάμενος, ᾗ χρῆται πρὸς τὴν τῶν ἑαυτοῦ θρεμμάτων ἐπιμέλειαν· ἑρμηνεύεται γὰρ Ῥαγουὴλ (Exod. 2, 18) ποιμασία θεοῦ. De_mutatione_nominum 106 τὸ μὲν κεφάλαιον εἴρηται, τὰς δὲ πίστεις ὑφηγήσεται. πρῶτον μὲν θεραπευτὴν αὐτὸν κρίσεως καὶ δίκης εἰσηγεῖται· ἡ γὰρ προσηγορία τῆς Μαδιὰμ μεταληφθεῖσα ἐκ κρίσεως ὀνομάζεται. διττὸν δὲ τοῦτο. δηλοῖ γὰρ τὸ μὲν ἔκκρισιν καὶ ἀπόκρισιν, ἣ καὶ τοῖς ἀγωνισταῖς κατὰ τοὺς ἱεροὺς ἀγῶνας λεγομένους εἴωθε συμβαίνειν· μυρίοι γὰρ ἀνεπιτήδειοι φανέντες ἤδη πρὸς τῶν ἀθλοθετῶν ἐξεκρίθησαν. De_mutatione_nominum 107 οὗτοι [τε] τελεταῖς ἀνιέροις ταῖς Βεελφεγὼρ τελεσθέντες (Num. 25,3) καὶ τὰ τοῦ σώματος στόμια πάντα εὐρύναντες πρὸς τὴν τῶν ἔξωθεν ἐπιχεομένων ῥευμάτων ὑποδοχὴν — ἑρμηνεύεται γὰρ Βεελφεγὼρ ἀνωτέρω στόμα δέρματος — κατέκλυσαν τὸν ἡγεμόνα νοῦν καὶ ἀφεῖσαν εἰς βυθὸν ἔσχατον, ὡς μηδ’ ἀνανήξασθαι μηδὲ μικρὸν ὅσον δυνηθῆναι ἀνασχεῖν· De_mutatione_nominum 108 καὶ τοῦτο ἔπαθεν, ἕως ὁ εἰρηνικὸς καὶ ἱερεὺς τοῦ θεοῦ (ibid. 12. 13) τρανός, Φινεές, ὑπέρμαχος αὐτοκέλευστος ἦλθε, φύσει μισοπόνηρος ὢν καὶ ζήλῳ τῶν καλῶν κατεσχημένος· ᾧ σειρομάστην λαβόντι, τὸ δ’ ἐστὶν ἠκονημένον καὶ ὀξὺν λόγον, μαστεύειν καὶ ἀναζητεῖν ἕκαστα ἱκανόν, ἐξεγένετο μὴ φενακισθῆναι, ῥώμῃ δὲ καρτερᾷ χρησαμένῳ κατακεντῆσαι διὰ τῆς μήτρας τὸ πάθος (ibid. 7.8), ἵνα μηδὲν ἔτι κακὸν θεήλατον τίκτῃ. De_mutatione_nominum 109 πρὸς τούτους καὶ ὁ μέγιστος ἐνίσταται τῷ ὁρατικῷ γένει πόλεμος, ἐν ᾧ τῶν διαγωνισαμένων „διεφώνησεν οὐδείς“ (Num. 31,49), ἀλλ’ ἄτρωτος καὶ σῷος ἐπανῆλθε, τοῖς νικητηρίοις ἀναδούμενος στεφάνοις. De_mutatione_nominum 110 ἓν μὲν δὴ τοῦτο ἐκ τῆς Μαδιὰμ ἐδηλοῦτο· ἕτερον δὲ τὸ κριτικὸν καὶ δικαστικὸν εἶδος, ὃ καὶ κατ’ ἐπιγαμίαν οἰκειοῦται γένει τῷ προφητικῷ. „τῷ ἱερεῖ“, φησὶν οὖν, τῆς κρίσεως καὶ τῆς δίκης „εἰσὶν ἑπτὰ θυγατέρες“ (Exod. 2, 16), συμβολικῶς αἱ τοῦ ἀλόγου δυνάμεις, γονή τε καὶ φωνὴ καὶ πέντε αἰσθήσεις, 3 θρεμμάτων Mang.: ἀημάτων codd. 7 ὑφηγήσεται αὐτὸς Μωυσῆς conicio 9 ἐκκρίσεως Β 13 τε seclusi τελετὰς ἀνιέρους τὰς conicio 14 στόμια scripsi: στόματα codd. ἄνωθεν coni. Mang. 16 ἀφεῖσαν (vel ἠφάνισαν?) scripsi: ἐπήεσαν codd., ἐπίεσαν coni. Mang., ἔπεμωαν coni. Cohn 18 ἀνακύψαι coni. Maug. 19 τρανὸς] θεραπευτὴς coni. Mang., τρανὸς λόγος conicio, sed fort. maior lacuna statuenda 20 κατεσχημένος Hoesch: κατισχημένος codd. 26 σῶος πᾶς coni. Mang. 28 κριτικὸν Mang.: κρεῖττον codd. 30 ἤσαν ex LXX coni. Mang. ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρός. De_mutatione_nominum 111 διὰ γὰρ τῶν ἑπτὰ δυνάμεων τούτων αἱ προβάσεις καὶ παραυξήσεις τοῦ πατρὸς νοῦ ταῖς ἐγγινομέναις καταλήψεσι συνίστανται. παραγενόμεναι δ’ ἐπὶ τὰ οἰκεῖα ἑκάστη, χρώματα μὲν καὶ σχήματα ὅρασις, φωνὰς δὲ ἀκοή, ἀτμοὺς δὲ ὄσφρησις, χυλοὺς δὲ γεῦσις καὶ αἱ ἄλλαι πρὸς τὰ ἁρμόττοντα ἑαυταῖς, „ἀντλοῦσι“ τρόπον τινὰ τὰ ἐκτὸς αἰσθητά, „ἕως ἂν πληρώσωσι τὰς τῆς ψυχῆς δεξαμενάς, ἐξ ὧν ποτίζουσι τὰ πρόβατα τοῦ πατρός“ (ibid.), τὴν καθαρωτάτην λέγω τοῦ λογισμοῦ ποίμνην, ἀσφάλειαν καὶ κόσμον περιφέρουσαν ἐν ταὐτῷ. De_mutatione_nominum 112 παραγενόμενοι δ’ οἱ φθόνου καὶ βασκανίας ἑταῖροι, πονηρᾶς ἀγέλης ἡγεμόνες, ἐλαύνουσιν αὐτὰς τῆς κατὰ φύσιν χρήσεως (ibid. 17). αἱ μὲν γὰρ τὰ ἐκτὸς ἄγουσιν εἴσω πρὸς οἷα δικαστὴν καὶ βασιλέα τὸν νοῦν, ἵν’ ἄρχοντι χρώμεναι τῷ βελτίστῳ κατορθῶσιν· De_mutatione_nominum 113 οἱ δ’ ἀντικάθηνται διώκοντες καὶ τἀναντία παραγγέλλοντες, ἔξω τὸν νοῦν ἐπισπᾶσθαι καὶ ἀγώγιμα παραδιδόναι τὰ φαινόμενα, μέχρις „ἀναστὰς“ ὁ τέως ἠρεμεῖν τρόπος δοκῶν φιλάρετος καὶ ἐπιθειάσας, ὄνομα Μωυσῆς, ὑπερασπίσει καὶ „ῥύσεται αὐτὰς“ τῶν κατεχόντων, ποτίμοις λόγοις θρέψας τὴν τοῦ πατρὸς ποίμνην (ibid.). De_mutatione_nominum 114 ἐκφυγοῦσαι δὲ τὴν ἐπίθεσιν τῶν διανοίας μὲν ἐχθρῶν, τὰ δὲ περίαπτα ὥσπερ ἐν τραγῳδίᾳ μόνα ἐζηλωκότων οὐκέτι πρὸς Ἰοθόρ, ἀλλὰ πρὸς Ῥαγουὴλ ἀφικνοῦνται (ibid. 17. 18). καταλελοίπασι μὲν γὰρ τὴν πρὸς τῦφον συγγένειαν, ᾠκείωνται δὲ ἀγωγῇ νομίμῳ, μοῖρα τῆς ἱερᾶς ἀγέλης ἀξιώσασαι γενέσθαι, ἧς ὁ θεῖος ἀφηγεῖται λόγος, ὡς δηλοῖ τοὔνομα· ποιμασία γάρ ἐστι θεοῦ. De_mutatione_nominum 115 ποίμνης δ’ ἐπιμελουμένου τῆς ἰδίας, ἐξ ἑτοίμου ἀγαθὰ πάρεστιν ἀθρόα τοῖς πειθαρχοῦσι καὶ μὴ ἀφηνιάζουσι τῶν θρεμμάτων. ᾄδεται δὲ καὶ ἐν ὕμνοις ᾆσμα τοιοῦτον· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22, 1). De_mutatione_nominum 116 πεύσεται οὖν εἰκότως ὁ ποιμένι καὶ βασιλεῖ χρώμενος τῷ θείῳ λόγῳ νοῦς τῶν ἑπτὰ θυγατέρων αὐτοῦ· διὰ τί συντείνασαι μετὰ πολλοῦ τάχους τήμερον ἀφῖχθε (Exod. 2, 18) ; πρότερον γὰρ ὅτ’ ἐνετυγχάνετε τοῖς αἰσθητοῖς, μακρὸν χρόνον ἔξω διατρίβουσαι μόλις ἐπανῄειτε δελεαζόμεναι πρὸς αὐτῶν· νυνὶ δ’ οὐκ οἶδ’ ὅ τι παθοῦσαι συντόνως παρὰ τὸ εἰωθὸς ἐπανήκετε. De_mutatione_nominum 117 φήσουσιν οὖν, ὅτι 7 ποτίζουσι Mang.: πίνουσι codd. 9 αὐτῷ per errorem Mang. 11 καὶ om. Β 13 ἔξω Μang.: ἐξὸν codd., ἐξ ὦν coni. et post ἀγώγιμα add. αἰσθήσει Markland 14 ἀγώγιμον παραδιδόναι τοῖς φαινομένοις (πρὸς τὰ φαινόμενα Cohn) conicio ποιμαινόμενα Mang. 15 Μωσῆς codd. 16 ὑπερασπιεῖ conicio αὐτὰς scripsi: αὐτά codd. κατατρεχόντων coni. Mang. 21 ἀξιωθεῖσαι coni. Mang. 23 τούτου τῆς conicio 26 πεύσεται Mang.: πευστέον codd. καὶ addidi 31 συντόνως Mang.: συντόμως codd. οὐκ αὐταὶ γεγόνασιν αἴτιαι τοῦ τὸν δίαυλον ἐπὶ τὰ αἰσθητὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἀπνευστὶ καὶ μετὰ πολλῆς ῥύμης δραμεῖν, ἀλλ’ ὁ ῥυσάμενος αὐτὰς ἄνθρωπος ἀπὸ τῶν τῆς ἀγρίας ἀγέλης ποιμένων. Αἰγύπτιον δὲ καλοῦσι Μωυσῆν (ibid. 19), τὸν οὐ μόνον Ἑβραῖον, ἀλλὰ καὶ τοῦ καθαρωτάτου γένους ὄντα Ἑβραίων, ὃ ἱερᾶται μόνον, οὐ δυνάμεναι τὴν ἑαυτῶν φύσιν ὑπερβῆναι. De_mutatione_nominum 118 μεθόριοι γὰρ αἱ αἰσθήσεις οὖσαι [τῶν] νοητῶν τε καὶ αἰσθητῶν ἀγαπητὸν ἐὰν ἑκατέρων ἐφιῶνται, ἀλλὰ μὴ ὑπὸ μόνων τῶν αἰσθητῶν ἄγωνται· τὸ δ’ οἴεσθαι ὅτι μόνοις ποτὲ τοῖς κατὰ διάνοιαν ἐπανέξουσιν εὐήθεια πολλή. οὗ χάριν ἀμφότερα τιθέασι, διὰ μὲν τοῦ „ἄνθρωπος“ τὰ μόνῳ λόγῳ θεωρητὰ μηνύουσαι, διὰ δὲ τοῦ „Αἰγύπτιος“ παριστᾶσαι τὰ αἰσθητά. De_mutatione_nominum 119 ταῦτ’ ἀκούσας καὶ πάλιν πεύσεται· „ποῦ ἐστιν“ ὁ ἄνθρωπος (ibid. 20) ; ἐν τίνι μέρει τῶν καθ’ ὑμᾶς οἰκεῖ τὸ λογικὸν εἶδος; „ἵνα τί αὐτὸν“ ῥᾳδίως οὕτω „καταλελοίπατε“ (ibid.), ἀλλ’ οὐχ ἅπαξ ἐντυχοῦσαι περιέσχετε κτῆμα κάλλιστον καὶ λυσιτελέστατον ἑαυταῖς; De_mutatione_nominum 120 ἀλλ’ εἰ μὴ πρότερον, νῦν „αὐτὸν καλέσατε, ὅπως ἂν φάγῃ“ (ibid.) καὶ τραφῇ ταῖς ὑμετέραις βελτιώσεσι καὶ πρὸς αὐτὸν οἰκειώσεσι. τάχα γὰρ καὶ οἰκήσει παρ’ ἡμῖν καὶ τὸ πτηνὸν καὶ [τὸ] θεοφόρητον καὶ προφητικὸν γένος, ὄνομα Σεπφώραν, ἄξεται (ibid. 21). De_mutatione_nominum 121 Ταῦτα καὶ περὶ τούτων. ἀλλὰ καὶ τὸν Ὠσηὲ μετονομάζει Μωυσῆς εἰς τὸν Ἰησοῦν (Num. 13,17), τὸν ποιὸν εἰς ἕξιν μεταχαράττων. Ὠσηὲ μὲν γὰρ ἑρμηνεύεται ποιὸς οὗτος, Ἰησοῦς δὲ σωτηρία κυρίου, ἕξεως ὄνομα τῆς ἀρίστης. De_mutatione_nominum 122 ἕξεις γὰρ τῶν κατ’ αὐτὰς ποιῶν ἀμείνους, ὡς μουσικὴ μουσικοῦ καὶ ἰατρικὴ ἰατροῦ καὶ παντὸς τεχνίτου τέχνη ποιά, καὶ ἀιδιότητι καὶ δυνάμει καὶ τῇ περὶ τὰ θεωρήματα ἀπταίστῳ ἀκρότητι. ἡ μὲν γὰρ ἕξις ἀίδιον, ἐνεργοῦν, τέλειον, ὁ δὲ ποιὸς θνητόν, πάσχον, ἀτελές· κρεῖττον δὲ θνητοῦ μὲν τὸ ἄφθαρτον, πάσχοντος δὲ τὸ δρῶν αἴτιον, τὸ δὲ τέλειον ἀτελοῦς. De_mutatione_nominum 123 οὕτω μετεχαράχθη καὶ τὸ τοῦ λεχθέντος νόμισμα πρὸς ἰδέαν βελτίονα. ὁ δὲ Χάλεβ καὶ αὐτὸς ὅλος ἀλλάττεται· „ἐγένετο“ γάρ φησι „πνεῦμα ἕτερον ἐν αὐτῷ“ (Num. 14,24), ὡσανεὶ τοῦ ἡγεμονικοῦ μεταβαλόντος πρὸς ἄκραν τελειότητα. De_mutatione_nominum 124 καὶ γὰρ ἑρμηνευθείς ἐστι Χάλεβ πᾶσα καρδία· τοῦτο δὲ 1 νοητά coni. Mang. 3 ἄνθρωπος Αἰγύπτιος coni. Mang. 4 Μωσῆν codd. 6 ὢν seclusi 7 ἐφίωνται codd. 10 μόνῳ om. Α 11 post καὶ fort. add. part. 13 οἰκεῖ scripsi: οἰκεῖον codd., οἰκεῖ οὑν Mang. 14 περιέσχετε] περιεχόμεναι ἐκτήσασθε conicio 16 δεξιώσεσι coni. Mang. 18 τὸ seclusi 21 Μωσῆς codd. 25 ποιά] πᾶσα bene coni. Mang. 27 πάσχων B2 σύμβολον τοῦ μὴ ἐκ μέρους ἐπαμφοτερίζουσαν καὶ ἀντιρρέπουσαν, ἀλλ’ ὅλην δι’ ὅλου τὴν ψυχὴν μεταβεβλῆσθαι πρὸς τὸ δόκιμον, κἂν εἴ τι μὴ πάνυ ἐπαινετὸν εἴη, λόγοις τοῖς περὶ μετανοίας ἐξοικίσασαν· οὕτω γὰρ ἐκνιψαμένη τὰ καταρρυπαίνοντα καὶ τοῖς φρονήσεως λουτροῖς χρησαμένη καὶ καθαρσίοις ἔμελλε φαιδρύνεσθαι. De_mutatione_nominum 125 Τὸν δὲ ἀρχιπροφήτην συμβέβηκεν εἶναι πολυώνυμον. ὁπότε μὲν γὰρ τοὺς χρησμῳδουμένους χρησμοὺς ἑρμηνεύων ὑφηγεῖται, προσαγορεύεται Μωυσῆς· ὁπότε δ’ εὐχόμενος εὐλογεῖ τὸν λεών, ἄνθρωπος θεοῦ (Deut. 33,1)· ἡνίκα δὲ Αἴγυπτος τὰς ὑπὲρ τῶν ἀσεβηθέντων δίκας ἐκτίνει, τοῦ βασιλεύοντος τῆς χώρας Φαραὼ θεός (Exod. 7, 1). De_mutatione_nominum 126 διὰ τί δέ; ὅτι τὸ μὲν νόμους μεταγράφειν ἐπ’ ὠφελείᾳ τῶν ἐντευξομένων ψηλαφῶντός ἐστι καὶ διὰ χειρὸς ἔχοντος ἀεὶ τὰ θεῖα καὶ ἀνακεκλημένου (Exod. 24,1) ὑπὸ τοῦ θεσπιῳδοῦ νομοθέτου καὶ εἰληφότος παρ’ αὐτοῦ μεγάλην δωρεάν, ἑρμηνείαν καὶ προφητείαν νόμων ἱερῶν· μεταληφθεὶς γὰρ Μωυσῆς καλεῖται λῆμμα, δύναται δὲ καὶ ψηλάφημα διὰ τὰς εἰρημένας αἰτίας. De_mutatione_nominum 127 τὸ δέ γε εὔχεσθαι καὶ εὐλογεῖν οὐκ ἔστι τοῦ τυχόντος, ἀλλ’ ἀνθρώπου τὴν πρὸς γένεσιν μὴ ἑωρακότος συγγένειαν, προσκεκληρωκότος δὲ ἑαυτὸν τῷ πάντων ἡγεμόνι καὶ πατρί· De_mutatione_nominum 128 ἀγαπητὸν γάρ, εἴ τῳ ἐξεγένετο εὐλογιστίᾳ χρῆσθαι, τὸ δέ γε καὶ ἑτέροις περιποιεῖν τὸ ἀγαθόν, τοῦτο μείζονος καὶ τελειοτέρας ψυχῆς καὶ ὡς ἀληθῶς θειαζούσης ἦν ἐπάγγελμα, ἧς ὁ τυχὼν εἰκότως θεὸς κεκλήσεται. θεὸς δὲ ὁ αὐτὸς οὗτος ἅτε σοφὸς ὢν καὶ διὰ τοῦτ’ ἄρχων παντὸς ἄφρονος, κἂν εἰ τοῖς βασιλείοις σκήπτροις ἐκεῖνος ἐφιδρύοιτο μεγαλαυχῶν καὶ διὰ τοῦτο οὐχ ἥκιστα. De_mutatione_nominum 129 βούλεται γὰρ ὁ τῶν ὅλων ἡγεμών, κἂν ἀφόρητα ἀδικοῦντές τινες μέλλωσι κολάζεσθαι, παραιτητὰς ἔχειν τοὺς ἐντευξομένους ὑπὲρ αὐτῶν, οἳ τὴν τοῦ πατρὸς ἵλεω δύναμιν ἀπομιμούμενοι μετριώτερον καὶ φιλανθρωπότερον χρήσονται ταῖς τιμωρίαις· θεοῦ δὲ τὸ εὐεργετεῖν ἴδιον. De_mutatione_nominum 130 Ἀποχρώντως οὖν περὶ τῆς τῶν ὀνομάτων ἀλλαγῆς τε καὶ μεταθέσεως εἰρηκότες ἐπὶ τὰ ἑξῆς τῆς ἐφόδου τρεψόμεθα κεφάλαια. 3 εἴη scripsi: ἡ codd. ἐξοικίζουσαν Β οὕτω] ὄντως Iloescii. 5 καθαρσίοις Mang.: καθαρσίῳ codd. 6 δ’ Β 7 θεσπιζομένους conicio 8 Μωσῆς codd. 11 δὴ conicio ἀναγράφειν conicio 13 θεσπιῳδοῦ] θεοῦ coni. Mang., ὑπὸ τοῦ θεσπιῳδοῦ secl. Cohn 15 Μωσῆς Α 17 μὴ ἡρμοκότος coni. Mang., μέν ὑπερεωρακότος vel μὲν ἀποδεδρακότος conicio 19 εὐλογίᾳ Mang. 20 τελεωτέρας Β 21 θεὸς] ἄνθρωπος θεοῦ vid. leg. 23 σκήπτροις] θρόνοις conicio 23. 24 ἐφιδρύοιτο μεγαλαυχῶν. καὶ διὰ τοῦτο οὐχ ἥκιστα εὔχεται coni. Mang. 25 μέλλουσι Β εἵπετο δ’ εὐθὺς ἡ γένεσις Ἰσαάκ· καλέσας γὰρ τὴν μητέρα αὐτοῦ Σάρραν ἀντὶ Σάρας φησὶ τῷ Ἀβραάμ· „δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17, 16). ἐν μέρει δ’ ἕκαστον ἀκριβωτέον. De_mutatione_nominum 131 ὁ τοίνυν κυρίως διδοὺς ὁτιοῦν ἴδιόν τι πάντως ἑαυτοῦ δίδωσιν· εἰ δὲ τοῦτ’ ἀψευδές ἐστι, γένοιτ’ ἂν Ἰσαὰκ οὐχ ὁ ἄνθρωπος, ἀλλ’ ὁ συνώνυμος τῆς ἀρίστης τῶν εὐπαθειῶν, χαρᾶς, γέλως, ὁ ἐνδιάθετος υἱὸς θεοῦ τοῦ διδόντος αὐτὸν μείλιγμα καὶ εὐθυμίαν εἰρηνικωτάταις ψυχαῖς. De_mutatione_nominum 132 ἄτοπον μὲν γὰρ ἕτερον ἄνδρα εἶναι, ἐξ ἑτέρου δὲ νόθα καὶ μοιχίδια παιδοποιεῖσθαι· καὶ μὴν τόν γε θεὸν ἄνδρα τῆς φιλαρέτου διανοίας Μωυσῆς ἀναγράφει δι’ ὧν φησιν· „ἰδὼν κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς“ (Gen. 29, 31). De_mutatione_nominum 133 ἔλεον γὰρ καὶ οἶκτον λαβὼν τῆς ὑπὸ τοῦ θνητοῦ γένους μισουμένης ἀρετῆς καὶ ψυχῆς τῆς φιλαρέτου στειροῖ μὲν * * * τὴν φιλόκαλον φύσιν, ἀνοίγνυσι δὲ τῆς εὐπαιδίας πηγὴν εὐτοκίαν αὐτῇ χαριζόμενος. De_mutatione_nominum 134 ἡ δὲ Θάμαρ ἐγκύμων τε γενομένη θείων σπερμάτων καὶ τὸν μὲν σπείραντα οὐκ ἰδοῦσα — λέγεται γὰρ τότε „ἐγκαλύψασθαι τὸ πρόσωπον“ (Gen. 38, 15), ὡς Μωυσῆς, ἡνίκα ἀπεστράφη εὐλαβούμενος τὸν θεὸν ἰδεῖν (Exod. 3, 6) —, τὰ δὲ σύμβολα καὶ τὰ μαρτύρια διαθρήσασα καὶ παρ’ αὑτῇ δικάσασα, ὅτι θνητὸς ταῦτ’ οὐ δίδωσιν, ἀνέκραγεν· „οὗτινος ταῦτ’ ἐστίν, ἐξ ἐκείνου ἐν γαστρὶ ἔχω“ (Gen. 38,25). De_mutatione_nominum 135 τίνος ὁ δακτύλιος, ἡ πίστις, ἡ τῶν ὅλων σφραγίς, ἡ ἀρχέτυπος ἰδέα, ᾗ τὰ πάντ’ ἀνείδεα ὄντα καὶ ἄποια σημειωθέντα ἐτυπώθη; τίνος δὲ καὶ ὁ ὁρμίσκος, ἡ [ὁ κόσμος] εἱμαρμένη, ἀκολουθία καὶ ἀναλογία τῶν συμπάντων εἱρμὸν ἔχουσα ἀδιάλυτον; τίνος δὲ καὶ ἡ ῥάβδος (ibid.), τὸ ἐρηρεισμένον, τὸ ἀκράδαντον, τὸ ἄτρεπτον, ἡ νουθεσία, ὁ σωφρονισμός, ἡ παιδεία; τὸ σκῆπτρον, ἡ βασιλεία, τίνος; ἆρ’ οὐχὶ μόνου θεοῦ; De_mutatione_nominum 136 τοιγαροῦν ὁ ἐξομολογητικὸς τρόπος, Ἰούδας, ἡσθεὶς αὐτῆς τῷ κατεχομένῳ καὶ θεοφορήτῳ παρρησιάζεται λέγων· „δεδικαίωται, ἧς ἕνεκα αἰτίας ἐγὼ οὐδενὶ θνητῷ αὐτὴν ἔδωκα„ (ibid. 26), ἀσεβὲς ἡγούμενος μιαίνειν 2 αὐτῆς addidi, v. § 141 3 κυρίως om. Β 5 Ἰσαὰκ post ἄνθρωπος transpon. Β 6 υἱός] λόγος coni. Mang. 7. 8 γὰρ ἕτερον μὲν conicio 9 Μωσῆς codd. 12 lacunam statuit Cohn 13 φιλόκοσμον Mang. παιδείας Mang. 14 καὶ om. Β 16 Μωσῆς codd. 18 εἰκάσασα coui. Mang. ταυτα Β 21 πάντα Β 22 6 addidi ἡ scripsi: ἢ codd. ὁ κόσμος seciusi; videtur vocum ὁ ὁρμίσκπ expiicatio, ἡ κόσμου εἱμαρμένη vel ὁ κόσμος, ἡ εἱμαρμένη coni. Mang. 6 v. ad p. 185,4. 22. 23 cf. Gercke, Cηrysippea fr. 42. 56. De_mutatione_nominum 137 βεβήλοις τὰ θεῖα. μηνύει δὲ καὶ ἡ τρόπον μητρὸς ἀποκυήσασα φρόνησις τὸ αὐτομαθὲς γένος, ὅτι θεὸς αὐτὸ ἔσπειρε· τεχθέντος γὰρ ἐπισεμνύνεται φάσκουσα· „γέλωτά μοι ἐποίησεν ὁ κύριος“ (Gen. 21,ὁ), ἴσον τῷ τὸν Ἰσαὰκ διέπλασεν, ἐδημιούργησεν, ἐγέννησεν, ἐπειδὴ γέλωτι ὁ αὐτὸς ἦν. De_mutatione_nominum 138 ἀλλ’ οὐ παντός ἐστιν ἀκοῦσαι τὸ ἄκουσμα τοῦτο, πολλοῦ τοῦ δεισιδαιμονίας ῥυέντος παρ’ ἡμῖν κακοῦ καὶ τὰς ἀνάνδρους καὶ ἀγεννεῖς ψυχὰς ἐπικλύσαντος. διὸ προστίθησιν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (ibid.), ὡς ὀλίγων ὄντων, οἷς τὰ ὦτα ἀναπέπταται καὶ ἀνωρθίασται πρὸς τὴν τῶν ἱερῶν τούτων λόγων ὑποδοχήν, οἳ διδάσκουσιν, ὡς ἄρα μόνου θεοῦ σπείρειν καὶ γεννᾶν τὰ καλὰ ἔργον ἴδιον· De_mutatione_nominum 139 πρὸς οὓς οἱ ἄλλοι πάντες κεκώφηνται. στόματι δ’ οἶδά ποτε προφητικῷ θεσπισθέντα διάπυρον τοιόνδε χρησμόν· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14, 9. 10) ; τὸν δ’ ὑπηχοῦντα καὶ κρούοντα ἀόρατον ἀοράτως τὸ φωνῆς ὄργανον ἐνενόουν καὶ ἐθαύμαζον ἅμα καταπληττόμενος καὶ τὸ εἰρημένον. De_mutatione_nominum 140 εἰ γάρ τι ἀγαθὸν ἐν τοῖς οὖσι * * * μᾶλλον δὲ καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, εἰ δεῖ τἀληθὲς εἰπεῖν, θεοῦ καρπός ἐστιν, ὑφ’ οἷα δένδρου συνεχόμενος τῆς ἀιδίου καὶ ἀειθαλοῦς φύσεως. συνετῶν δ’ ἐστὶ καὶ σοφῶν ἀνδρῶν τὰ τοιαῦτα γινώσκειν καὶ ὁμολογεῖν, οὐκ ἀσήμων. De_mutatione_nominum 141 Τί μὲν οὖν ἐστι τὸ „δώσω σοι“ λέλεκται, τὸ δ’ „ἐξ αὐτῆς“ (Gen. 17, 16) μηνυτέον. οἱ μὲν οὖν τὸ ἔξω γινόμενον αὐτῆς ἐδέξαντο νομίζοντες ἄριστον κεκρίσθαι παρὰ ὀρθῷ λόγῳ τὸ μηδὲν ἀποφαίνειν τὴν ψυχὴν ἴδιον αὑτῆς καλόν, ἀλλὰ προσγινόμενον ἔξωθεν κατὰ τὴν μεγαλόνοιαν τοῦ χάριτας ὀμβροῦντος θεοῦ· οἱ δὲ τὸ παραυτίκα τάχος· De_mutatione_nominum 142 ἴσον γὰρ εἶναι τὸ ἐξ αὐτῆς τῷ παραχρῆμα, εὐθύς, ἀνυπερθέτως, ἄνευ μελλήσεως. τοῦτον δὲ τὸν τρόπον αἱ θεῖαι φιλοῦσι συμβαίνειν δωρεαὶ φθάνουσαι καὶ τὰ χρόνων διαστήματα. τρίτοι δέ εἰσιν οἱ τὴν ἀρετὴν μητέρα τοῦ γενητοῦ εἶναι λέγοντες ἀγαθοῦ, λαμβάνουσαν τὰς γονὰς παρὰ μηδενὸς θνητοῦ. De_mutatione_nominum 143 πρὸς δὲ τοὺς ζητοῦντας, εἰ στεῖρα τίκτει — Σάρραν γὰρ εἰσάγοντες πάλαι στεῖραν οἱ χρησμοὶ νῦν ὅτι γενήσεται μήτηρ ὁμολογοῦσι —, λεκτέον ἐκεῖνο, ὅτι γυνὴ μὲν στεῖρα τίκτειν οὐ 1 καὶ om. Β 2 φρόνησις om Β 6 τοῦ] τῆς coni. Cohn 7 ἀγενεῖς Α 8 συγχαρεῖταί Α: οὐ χαριεῖταί Β 12 διάπυρον] διάφορον coni. Mang. 13 εὑρήσεται Hoesch. 16 post οὖσι lacunam statuo 20 ἀσυνέτων vel ἀνεπιστημόνων coni. Mang. 23 ἄριστα v 24 αὐτῆς codd. 25 μεγάλην εὔνοιαν coni. Mang. 27 μελήσεως Β 29 γεννητοῦ codd. 31 εἰσαγαγόντες conicio πέφυκεν, ὥσπερ οὐδὲ τυφλὸς βλέπειν οὐδὲ κωφὸς ἀκούειν, ψυχὴ δ’ ἡ πρὸς τὰ φαῦλα ἐστειρωμένη καὶ παθῶν ἀμετρίας καὶ κακιῶν ἄγονος μόνη σχεδὸν εὐτοκίᾳ χρῆται, τὰ ἀξιέραστα τίκτουσα, τὸν ἀριθμὸν ἑπτὰ κατὰ τὸ ᾀδόμενον ᾆσμα ὑπὸ τῆς χάριτος, Ἄννης, ἥ φησιν· „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5). De_mutatione_nominum 144 καλεῖ δὲ πολλὴν μὲν τὴν ἐκ μιγάδων καὶ συγκλύδων λογισμῶν συμπεφορημένην διάνοιαν, ἣ διὰ τὸ πλῆθος τῶν περὶ αὐτὴν ὄχλων καὶ θορύβων ἀνήκεστα κακὰ τίκτει, στεῖραν δὲ τὴν μὴ παραδεχομένην θνητὸν ὡς γόνιμον σπόρον, ἀλλὰ τὰς τῶν φαύλων ὁμιλίας καὶ συνουσίας ἀναλίσκουσάν τε καὶ διαφθείρουσαν, περιεχομένην δὲ τῆς ἑβδόμης καὶ τοῦ κατ’ αὐτὴν εἰρηνικωτάτου· τούτου γὰρ ἐγκύμων τε εἶναι βούλεται καὶ μήτηρ λέγεσθαι. De_mutatione_nominum 145 Τοιοῦτον ἦν καὶ τὸ „ἐξ αὐτῆς“· τὸ δὲ τρίτον, ὃ δὴ „τέκνον“ ἐλέγετο, νῦν διασκεψώμεθα. πρῶτον μὲν τοίνυν ἄξιον θαυμάσαι τὸ μὴ πολλὰ τέκνα φάναι δώσειν, ἓν δὲ χαριεῖσθαι μόνον. διὰ τί δέ; ὅτι τὸ καλὸν οὐκ ἐν πλήθει μᾶλλον ἢ δυνάμει πέφυκεν ἐξετάζεσθαι. De_mutatione_nominum 146 μουσικὰ μὲν γάρ, εἰ τύχοι, καὶ γραμματικὰ καὶ γεωμετρικὰ καὶ δίκαια καὶ φρόνιμα καὶ ἀνδρεῖα καὶ σώφρονα πάμπολλά ἐστιν· αὐτὸ δὲ τοῦτο τὸ μουσικὸν καὶ γραμματικὸν καὶ γεωμετρικόν, ἔτι δὲ δίκαιον καὶ σῶφρον φρόνιμόν τε καὶ ἀνδρεῖον ἓν αὐτὸ μόνον τὸ ἀνωτάτω, μηδὲν ἰδέας ἀρχετύπου διαφέρον, ἀφ’ οὗ τὰ πολλὰ καὶ ἀμύθητα ἐκεῖνα διεπλάσθη. De_mutatione_nominum 147 ταῦτα μὲν περὶ τοῦ ἓν φάναι δώσειν· νυνὶ δὲ τέκνον εἴρηκεν οὐκ ἀμελῶς οὐδ’ ἀπερισκέπτως, ἀλλ’ ἕνεκα τοῦ παραστῆσαι, ὅτι οὐκ ὀθνεῖον οὐδ’ ὑποβολιμαῖον οὐδ’ αὖ θετὸν ἢ νόθον, ἀλλὰ γνήσιον καὶ ἀστεῖον [ὅτι οὐκ ὀθνεῖον] ὄντως ἀστῆς ψυχῆς ἔγγονον. παρὰ γὰρ τὸν τόκον τὸ τέκνον εἴρηται πρὸς ἔμφασιν οἰκειότητος, ᾗ φυσικῶς ἁρμόζεται τέκνα γονεῦσιν. De_mutatione_nominum 148 „Εὐλογήσω“ δέ φησιν „αὐτήν, καὶ ἔσται εἰς ἔθνη“ (Gen. 17, 16), δηλῶν ὅτι οὐ μόνον ἡ γενικὴ ἀρετὴ ὡς ἂν εἰς ἔθνη τὰ προσεχέστατα εἴδη τέμνεται καὶ τὰ ὑπὸ τοῖς εἴδεσιν, ἀλλὰ καὶ ὅτι συμβέβηκεν ὡς ζῴων οὕτω καὶ πραγμάτων εἶναι τρόπον τινὰ ἔθνη, οἷς μέγα ὄφελος ἀρετὴν προσεῖναι. De_mutatione_nominum 149 τὰ γὰρ ἔρημα καὶ χῆρα φρονήσεως 5 ἠσθένησεν Β 6. 7 συμπεφυρμένην Β 9. 10 ἀποδιδράσκουσάν τε conicio 10 διαφεύγουσαν coni. Mang. 11 εἰρηνικοῦ τρόπου vel ἡρεμαιοτάτου coni. Mang. 15 δή conicio 18 τὸ add. Hoesch. 24 ἀστὸν coni. Mang. 24. 25 ὅτι οὐκ ὀθνεῖον seclusi, irrepserunt ex lin. 23 29 δηλῶν ὅτι Mang.: δηλονότι codd. 29. 30 προσεχέστατα Mang.: πρὸς ἔσχατα τά codd. πάντα ἐπιζήμια, καθάπερ οἷς οὐκ ἐπιλάμπει ἥλιος ἐξ ἀνάγκης ζοφερά. ἀρετῇ μὲν γὰρ γεωπόνος ἄμεινον φυτῶν ἐπιμελεῖται, ἀρετῇ δὲ καὶ ἡνίοχος ἅρμα ἐν ἱπποδρομίαις ἄπταιστον ἐλαύνει, ἀρετῇ δὲ καὶ κυβερνήτης [οἰακονόμος] οἰακονομεῖ κατὰ πλοῦν τὸ σκάφος. ἀρετὴ καὶ οἰκίας καὶ πόλιν καὶ χώραν βέλτιον οἰκεῖσθαι παρεσκεύασεν, οἰκονομικούς, πολιτικούς, κοινωνικοὺς ἄνδρας δημιουργοῦσα. De_mutatione_nominum 150 ἀρετὴ καὶ νόμους ἀρίστους εἰσηγήσατο καὶ τὰ εἰρήνης κατεβάλετο πανταχοῦ σπέρματα· ἐπεὶ καὶ ὑπὸ τῆς ἐναντίας ἕξεως πέφυκε γίνεσθαι τἀναντία, πόλεμος, ἀνομία, κακοπολιτεῖαι, συγχύσεις, δύσπλοιαι, περιτροπαί, ἡ ἐν ταῖς ἐπιστήμαις ἀργαλεωτάτη νόσος, πανουργία, ἀφ’ ἧς ἀντὶ τεχνῶν κακοτεχνίαι προσερρήθησαν. ἀναγκαίως οὖν εἰς ἔθνη χωρήσει ἡ ἀρετή, ζῴων ὁμοῦ καὶ πραγμάτων μεγάλα καὶ ἀθρόα συστήματα, ἐπὶ τῇ τῶν δεχομένων ὠφελείᾳ. De_mutatione_nominum 151 Λέγεται δὲ ἑξῆς, ὅτι „καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτῆς ἔσονται“ (ibid.). οὓς γὰρ κυοφορεῖ καὶ ἀποτίκτει, πάντες εἰσὶν ἡγεμόνες, οὐ κλήρῳ, πράγματι ἀβεβαίῳ, καὶ χειροτονίᾳ ἐμμίσθων τὰ πολλὰ ἀνθρώπων πρὸς ὀλίγον χρόνον αἱρεθέντες, ἀλλ’ ὑπὸ φύσεως εἰς ἀεὶ κατασταθέντες αὐτῆς. De_mutatione_nominum 152 οὗτος δ’ οὐκ ἐμὸς μῦθος, ἀλλὰ χρησμῶν τῶν ἱερωτάτων ἐστίν, ἐν οἷς εἰσάγονταί τινες λέγοντες τῷ Ἀβραάμ· „βασιλεὺς παρὰ θεοῦ εἶ σὺ ἐν ἡμῖν“ (Gen. 23,6), οὐ τὰς ὕλας ἐξετάσαντες, — τίνες γὰρ ἦσαν ἀνδρὶ μετανάστῃ καὶ μηδὲ πόλιν οἰκοῦντι, πολλὴν δὲ καὶ ἐρήμην καὶ ἄβατον ἀλωμένῳ γῆν; — ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ βασιλικὴν ἕξιν κατανοήσαντες, ὥστ’ ἀνομολογῆσαι κατὰ Μωυσῆν μόνον τὸν σοφὸν βασιλέα. De_mutatione_nominum 153 καὶ γὰρ ὄντως ὁ μὲν φρόνιμος ἡγεμὼν ἀφρόνων ἐστὶν εἰδὼς ἃ χρὴ ποιεῖν τε καὶ ἃ μή, ὁ δὲ σώφρων ἀκολάστων τὰ περὶ τὰς αἱρέσεις καὶ φυγὰς ἠκριβωκὼς οὐκ ἀμελῶς, δειλῶν δὲ ὁ ἀνδρεῖος ἃ δεῖ ὑπομένειν καὶ ἃ μὴ σαφῶς ἐκμαθών, ἀδίκων δὲ ὁ δίκαιος ἰσότητος ἐν τοῖς ἀπονεμητέοις ἀρρεποῦς στοχαζόμενος, ὁ δ’ ὅσιος ἀνοσίων [ἐν] ἀρίσταις ὑπολήψεσι ταῖς περὶ θεοῦ κατεσχημένος. De_mutatione_nominum 154 Ταύταις εἰκὸς ἦν ταῖς ὑποσχέσεσι τὸν νοῦν ἐκφυσηθέντα μετέωρον ἀρθῆναι. ὁ δὲ πρὸς ἔλεγχον ἡμῶν, οἳ καὶ ἐπὶ τοῖς 4 οἰακονόμος seclusi, vid. add. adverbium (βεβαίως?) οἰκονομεῖ Α οἰκίαν conicio 5 χώρας Β 7 κατεβάλλετο B 10 ὑφ’ conicio 10. 11 προσερρέθησαν V, προσερρύησαν coni. Mang., προσευρέθησαν conicio 11 χωρήσει] διεχωρίσθη coni. Mang. 18 ὁ μῦθος conicio 23 ἀνωμολογῆσθαι coni. Mang. Μωσῆν codd. 28 ἐν seclusi ἐναρέτοις coni. Mang. 29 κατεσχημένος Mang.: κατισχημένος codd. 30 ταῖς Α μικροτάτοις εἰώθαμεν ὑψαυχενεῖν, πίπτει καὶ εὐθὺς γελᾷ (Gen. 17, 17) τὸν ψυχῆς γέλωτα, σκυθρωπάζων μὲν τῷ προσώπῳ, μειδιῶν δὲ τῇ διανοίᾳ, πολλῆς καὶ ἀκράτου χαρᾶς εἰσοικισαμένης. De_mutatione_nominum 155 ἀμφότερα δὲ κατὰ τὸν αὐτὸν χρόνον συμβαίνει τῷ μείζονα ἐλπίδος ἀγαθὰ κληρονομοῦντι σοφῷ, γελᾶν τε καὶ πίπτειν· τὸ μὲν εἰς πίστιν τοῦ μὴ μεγαλαυχεῖν διὰ κατάγνωσιν τῆς θνητῆς οὐδενείας, τὸ δ’ εἰς εὐσεβείας βεβαίωσιν διὰ τὸ μόνον χαρίτων καὶ ἀγαθῶν νομίζειν τὸν θεὸν αἴτιον. De_mutatione_nominum 156 πιπτέτω μὲν δὴ καὶ σκυθρωπαζέτω γένεσις, φυσικῶς — ἀνίδρυτός τε γὰρ καὶ ἐπίλυπος ἐξ ἑαυτῆς ἐστιν —, ἀνιστάσθω δὲ ὑπὸ θεοῦ καὶ γελάτω· τὸ γὰρ ἔρεισμα αὐτῆς καὶ ἡ χαρὰ μόνος οὗτός ἐστιν. De_mutatione_nominum 157 εἰκότως δ’ ἂν ἀπορήσειέ τις, πῶς ἐνδέχεται γελᾶν τινα, μήπω γέλωτος εἰς τὴν καθ’ ἡμᾶς γένεσιν ἐλθόντος· ὁ γὰρ Ἰσαάκ ἐστι γέλως, ὃς κατὰ τὴν παροῦσαν σκέψιν οὔπω γεγένηται. ὥσπερ γὰρ οὔτε βλέπειν χωρὶς ὀφθαλμῶν οὔτ’ ἀκούειν χωρὶς ὤτων οὔτε δίχα μυκτήρων ὀσφραίνεσθαι οὐδ’ αὖ ταῖς ἄλλαις αἰσθήσεσιν ἄνευ τῶν κατ’ αὐτὰς ὀργάνων χρῆσθαι οὔτε καταλαμβάνειν δίχα λογισμοῦ, οὕτως οὐδὲ γελᾶν εἰκὸς ἦν, εἰ μὴ γέλως ἐδεδημιούργητο. τί οὖν χρὴ λέγειν; De_mutatione_nominum 158 πολλὰ ἡ φύσις τῶν μελλόντων γίνεσθαι διά τινων συμβόλων προμηνύει. ἢ τὸν νεοττὸν οὐχ ὁρᾷς, ὅς, πρὶν ἀέρι ἐπινήχεσθαι, πτερύσσεσθαι καὶ τοὺς ταρσοὺς διασείειν φιλεῖ, τὴν ἐλπίδα τοῦ πέτεσθαι δυνήσεσθαι προευαγγελιζόμενος; De_mutatione_nominum 159 ἀμνὸν δ’ ἢ χίμαρον ἢ βοῦν ἔτι νεογνὸν οὐκ εἶδες, μήπω τῶν κεράτων ἐκπεφυκότων, ὁπότε διερεθίζει τις, ἀντιβεβηκότα καὶ τοῖς μέρεσιν ἐκείνοις ὁρμῶντα πρὸς ἄμυναν, ἐξ ὧν ἡ φύσις τὰ ἀμυντήρια ὅπλα ἀναδίδωσιν; De_mutatione_nominum 160 ἔν γε μὴν ταῖς θηριομαχίαις οὐκ εὐθὺς οἱ ταῦροι τοὺς ἀντιτεταγμένους ἀναπείρουσιν, ἀλλ’ εὖ μάλα διαβάντες καὶ μετρίως τὸν αὐχένα χαλάσαντες καὶ θάτερον ἐκκλίναντες καὶ ταυρωπὸν ὄντως ἀποβλεψάμενοι τηνικαῦτα ἐπίασιν, ἔργου ἑξόμενοι. τὸ δὲ γινόμενον ὄρουσιν ἐκάλεσαν, οἷς ὀνοματοποιεῖν ἔθος, ὁρμήν τινα πρὸ ὁρμῆς ὑπάρχουσαν. De_mutatione_nominum 161 ὅμοιον δή τι καὶ ἡ ψυχὴ τὰ πολλὰ πάσχει· ἐλπιζομένου γὰρ τἀγαθοῦ 5 πίπτειν τε καὶ γελᾶν conicio 7 τὸ scripsi: τοῦ codd. μόνον Mang.: μόνων codd. 9 ἐπίλυπος Mang.: ἐπίλυτος codd. 12 ἡμᾶς Mang.: ἡμέραν codd. 13 γεγέννηται codd. 15 οὔτ’ conicio 16 οὕτω Α 21 χίμαρρον Β 22 διερεθίζοι conicio 27 ἔργον Hoesch. ὄρουσιν Mang.: ἔρυσιν codd. 28 πρὸς Hoesch. - 29 δή τι scripsi: δῆτα codd. τοῦ ἀγαθοῦ Β 27. 28 ὄρουσις] v. Stobaei Ecl. II 87,7—9 Wachsmuth. προγήθει, ὡς τρόπον τινα χαίρειν πρὸ χαρᾶς καὶ εὐφραίνεσθαι πρὸ εὐφροσύνης. εἰκάσαι δ’ ἄν τις αὐτὸ καὶ τῷ περὶ τὰ φυτὰ συμβαίνοντι· καὶ γὰρ ταῦτα, ὁπότε μέλλοι καρποφορεῖν, προβλαστάνει καὶ προανθεῖ καὶ χλοηφορεῖ. De_mutatione_nominum 162 τὴν ἡμερίδα ἄμπελον ἴδε, ὡς ὑπὸ φύσεως τεθαυματούργηται, κληματίσιν, ἕλιξι, μοσχεύμασι, πετάλοις, οἰνάροις, ἃ φωνὴν μονον οὐκ ἀφιέντα μηνύει τὴν ἐπὶ τῷ μέλλοντι καρπῷ τοῦ δένδρου χαράν. καὶ ἡ ἡμέρα μέντοι προγελᾷ πρὸς βαθὺν ὄρθρον μέλλοντος ἀνίσχειν ἡλίου· αὐγὴ γὰρ αὐγῆς ἄγγελος καὶ φῶς φωτὸς ἀμυδρότερον τηλαυγεστέρου προεξέρχεται. De_mutatione_nominum 163 ἥκοντι μὲν οὖν ἤδη τῷ ἀγαθῷ συνομαρτεῖ χαρά, προσδοκωμένῳ δὲ ἐλπίς· ἀφικομένῳ μὲν γὰρ χαίρομεν, μέλλοντος δὲ ἐλπίζομεν, καθάπερ καὶ ἐπὶ τῶν ἐναντίων ἔχειν συμβέβηκεν· ἡ μὲν γὰρ παρουσία τοῦ κακοῦ λύπην, ἡ δὲ προσδοκία φόβον ἐγέννησεν. φόβος δὲ ἄρα ἦν οὐδὲν ἢ λύπη πρὸ λύπης, ὥσπερ ἐλπὶς χαρὰ πρὸ χαρᾶς· ὃ γάρ, οἶμαι, πρὸς λύπην φόβος, τοῦτο πρὸς χαρὰν ἐλπίς. De_mutatione_nominum 164 σημεῖα δὲ τοῦ λεγομένου καὶ αἰσθήσεις ἐναργῆ περιφέρουσι· γεύσεως γὰρ ὄσφρησις προκαθημένη τὰ πρὸς ἐδωδὴν καὶ πόσιν σχεδὸν ἅπαντα προδικάζει· ἀφ’ οὗ καὶ προγευστρίδα αὐτὴν ἐκάλεσαν εἰς τὴν ἐνάργειαν ἀπιδόντες εὐθυβόλως ἔνιοι. πέφυκε δὲ καὶ ἡ ἐλπὶς ὡσανεὶ τοῦ μέλλοντος ἀγαθοῦ προγεύεσθαι καὶ διασυνιστάνειν αὐτὸ ψυχῇ τῇ βεβαίως κτησομένῃ. De_mutatione_nominum 165 κἀν ταῖς ὁδοιπορίαις μέντοι πεινήσας τις καὶ διψήσας, πηγὰς ἐξαίφνης ἰδὼν ἢ δένδρα παντοῖα ἡμέροις βρίθοντα καρποῖς, μήπω φαγὼν ἢ πιών, ἀλλὰ μηδ’ ἀρυσάμενος ἢ δρεψάμενος ἐλπίδι τῆς ἀπολαύσεως προπληροῦται. εἶτ’ οἰόμεθα ταῖς μὲν τοῦ σώματος τροφαῖς καὶ πρὸ τῆς χρήσεως ἑστιᾶσθαι δύνασθαι, τὰς δὲ τῆς διανοίας οὐχ ἱκανὰς εἶναι καὶ ὁπότε μέλλοιεν ἑστιᾶν προευφραίνειν; De_mutatione_nominum 166 Ἐγέλασεν οὖν εἰκότως μήπω δοκοῦντος ἐν τῷ θνητῷ γένει σπαρῆναι τοῦ γέλωτος· καὶ οὐ μόνον αὐτός, ἀλλὰ καὶ ἡ γυνὴ γελᾷ. λέγεται γὰρ αὖθις· "ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν“ (Gen. 18,12) ἄνευ μελέτης ἀπαυτοματίζον ἀγαθόν· ὁ δ’ ὑποσχόμενος „κύριός μου καὶ πρεσβύτερος“ (ibid.) πάσης γενέσεώς 1 προγήθη Hoesch., προγήθει Mang. 3 ταῦτα scripsi: αὐτὰ codd. 5 ἕλυξι Β 6 μόνον addidi 8 αὐγῆς Mang.: αὐτῆς codd. 10 γάρ addidi 11 μέλλοντος scripsi: μέλλοντι codd., μέλλον coni. Cohn ἐπελπίζομεν coni. Mang. 18 ἐνάργειαν scripsi: ἐνέργειαν codd. εἰς τὴν ἐνέργειαν ἀπιδόντες post ἔνιοι transpos. Β 22 ἀρυσάμενος Mang.: ἱδρυσάμενος codd., ὑδρευσάμενος ed. Paris. in mg. 23 τοῦ om. Β(?) v 24 ἑστιᾶσθαι ed. Paris. in mg.: αἰτιᾶσθαι ΑΒ ἐστιν, ᾧ πιστεύειν ἀναγκαῖον. De_mutatione_nominum 167 ἅμα μέντοι καὶ ἀναδιδάσκει, ὅτι ἥ τ’ ἀρετὴ χαρτόν ἐστι φύσει καὶ ὁ ἔχων αὐτὴν αἰεὶ γέγηθε, καὶ τοὐναντίον ὅτι ἥ τε κακία λυπηρὸν καὶ ὁ ἔχων ὀδυνηρότατος. ἔτι νῦν θαυμάζομεν τῶν φιλοσόφων τοὺς λέγοντας τὴν ἀρετὴν εὐπάθειαν εἶναι; De_mutatione_nominum 168 ἰδοὺ γὰρ Μωυσῆς χορηγὸς ἀνεύρηται τοῦ σοφοῦ τούτου δόγματος, χαίροντα καὶ γελῶντα παραγαγὼν τὸν ἀστεῖον· ἀλλαχόθι δὲ οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ τοὺς εἰς ταὐτὸν ἀφικνουμένους αὐτῷ. "ἰδὼν γάρ σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14), ὡς τῆς τοῦ σπουδαίου προσόψεως αὐτὸ μόνον ἱκανῆς οὔσης ἀναπληρῶσαι τὴν διάνοιαν εὐφροσύνης, ἀποφορτισαμένην τὸ ἀπεχθέστατον ψυχῆς κακῶν, λύπην. De_mutatione_nominum 169 φαύλῳ δ’ οὐδενὶ χαίρειν ἐφεῖται, καθάπερ καὶ ἐν προφητικαῖς ᾄδεται ῥήσεσι· „χαίρειν οὐκ ἔστι τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός“ (Ies. 48,22). λόγος γὰρ ὄντως καὶ χρησμός ἐστι θεῖος, σκυθρωπὸν καὶ ἐπίλυπον καὶ μεστὸν βαρυδαιμονίας εἶναι τὸν παντὸς μοχθηροῦ βίον, κἂν προσποιῆται τῷ προσώπῳ μειδιᾶν. De_mutatione_nominum 170 οὐ γὰρ τοὺς Αἰγυπτίους χαίρειν ἂν εἴποιμι πρὸς ἀλήθειαν, ἡνίκα τοὺς ἀδελφοὺς Ἰωσὴφ ἥκοντας ἤκουσαν, ἀλλ’ ἐπιμορφάζειν καθυποκρινομένους τὸ δοκεῖν. οὐδενὶ γὰρ ἐπιστὰς ἔλεγχος ἀφρόνων δι’ ἡδονῆς ἐστιν, ὥσπερ οὐδ’ ἰατρὸς ἀκρατεῖ νοσοῦντι. πόνος μὲν γὰρ τοῖς συμφέρουσι, ῥᾳστώνη δὲ τοῖς βλαβεροῖς ἕπεται· πόνου δὲ ῥᾳστώνην προκρίναντες εἰκότως τοῖς τὰ συμφέροντα εἰσηγουμένοις ἀπεχθάνονται. De_mutatione_nominum 171 ἐπειδὰν οὖν ἀκούσῃς ὅτι „ἐχάρη Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ“ (Gen. 45, 16) διὰ τὴν τῶν ἀδελφῶν Ἰωσὴφ ἄφιξιν, μὴ νόμιζε πρὸς ἀλήθειαν ἥδεσθαι, εἰ μὴ κατ’ ἐκεῖνο ἴσως, ὅτι προσδοκῶσιν αὐτὸν μεταβαλεῖν ἀπὸ τῶν 2 ἀεὶ Β 4 εὐπάθειαν scripsi: ἀπάθειαν codd. 5 Μωσῆς codd. 9. 10 ἀποφορτισαμένης v 11 ἐφίεται D (Ant. Mel.) καὶ om. D (Ant. Mel.) 12 εἶπεν ὁ D (Ant. Mel.): εἶπε codd. λόγος] νόμος coni. Mang. 16 ἐπιμορφάζειν Mang.: ὑπομορφάζειν codd. 19 προκρίνοντες Ant. Mel., προκρίναντος D 20 εἰκότως om. D Ant, Mel. τοῖς] τοὺς D εἰσηγουμένοις ἀπεχθάνονται Ant. Mel.: ἡγουμένους ἀπεχθάνονται D, ἀπεχθάνονται εἰσηγούμενός codd. 1 sqq. cf. Cic. Tusc. V 43. 4 Zeller III 1 p. 268 adnot. 2. 10—12 D R fol. 237 V περὶ τῶν μετονομαζομένων Anton Mel. II 32 col. 1084 Φίλωνος: τῶν φαύλων οὐδενὶ—θεός. Anton. Mel. pergit usque ad lin. 14 βίον. 17 DR fol. Φίλωνος Anton. Mel. II 60 col. 1153: οὐδενὶ τῶν φαύλων ἐπιστὰς ἔλεγχος δι’ ἡδονῆς ἐστιν. 18—20 DR fol. 213r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων Mel. II 51 col. 1128 Φίλωνος: πόνος μὲν τοῖς—ἀπεχθάνονται. — 19 DR fol. 142r fol. 256 V Φίλωνος: ῥᾳστώνη τοῖς βλαβεροῖς ἕπεται. in DH sequitur ἡ ἐξ ἔθους καὶ σχολῆς ἀργία πρᾶγμα ἐπίβουλον, in DR et apud Anton. Mel. post locum ad lin. 18 laudatum locus ad vol. I p. 1—3 adlatus, tum ἡ ἐξ ἔθους . . . . . . . ψυχῆς ἀγαθῶν, οἷς συνετράφη, πρὸς τὰς τοῦ σώματος ἀνηνύτους ἐπιθυμίας, τὸ ἀρχαῖον καὶ προγονικὸν ἀρετῆς συγγενοῦς νόμισμα παρακόψαντα. De_mutatione_nominum 172 τοιαῦτα δ’ ἐλπίσας ὁ φιλήδονος νοῦς αὔταρκες οὐχ ὑπολαμβάνει τοὺς νεωτέρους καὶ ἄρτι πρὸς τὰ σωφροσύνης γυμνάσια φοιτῶντας ἐπιθυμιῶν δελέασιν ἀγκιστρεύσασθαι, ἀλλὰ δεινὸν ἐνόμισεν εἶναι, εἰ μὴ καὶ τὸν πρεσβύτερον ὑπάξεται λόγον, οὗ τὰ λυττῶντα πάθη παρήβηκε. De_mutatione_nominum 173 λέγει γὰρ αὖ τὰς ζημίας ὡς ὠφελείας προτείνων· „παραλαβόντες τὸν πατέρα καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρὸς μέ“ (ibid. 18) ἐπ’ Αἰγύπτου καὶ τοῦ φοβεροῦ τούτου βασιλέως, ὃς καὶ τὰ πατρῷα ἡμῶν καὶ τὰ ὄντως ὑπάρχοντα ἀγαθὰ ἔξω προεληλυθότα τοῦ σώματος — φύσει γάρ ἐστιν ἐλεύθερα — ἀντισπᾷ βιαζόμενος δεσμωτηρίῳ πάνυ πικρῷ παραδοῦναι, καταστήσας εἱρκτοφύλακα, ὥς φησι τὸ λόγιον, Πεντεφρῆ τὸν σπάδοντα καὶ ἀρχιμάγειρον (Gen. 39, 1) σπάνει κεχρημένον τῶν καλῶν καὶ τὰ γεννητικὰ τῆς ψυχῆς ἐκτετμημένον, ἔτι δὲ σπείρειν καὶ φυτεύειν τι τῶν κατὰ παιδείαν ἀδυνατοῦντα, μαγείρου τρόπον κτείνοντα τὰ ζῶντα καὶ κατὰ μέρη καὶ κατὰ μέλη κόπτοντα καὶ διαιροῦντα καὶ ἐν ἀψύχοις καὶ νεκροῖς καλινδούμενον οὐ σώμασι μᾶλλον ἢ πράγμασι καὶ ταῖς περιέργοις παραρτύσεσιν ἀνεγείροντα καὶ ἀνερεθίζοντα τὰς τῶν ἀνηνύτων παθῶν ὁρμάς, ἃς εἰκὸς ἦν τιθασεύοντα πραΰναι. De_mutatione_nominum 174 ὁ δὲ καὶ „δώσω“ φησίν „ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου, καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς“ (Gen. 45, 18). ἀλλ’ ἐροῦμεν αὐτῷ· σώματος ἀγαθὸν οὐ προσιέμεθα οἱ τὰ ψυχῆς ἰδόντες· ἱκανὸς γὰρ ὁ τριπόθητος ἐκείνων ἵμερος ἐντακεὶς πάντων ὅσα τῇ σαρκὶ φίλα λήθην ἐργάσασθαι. De_mutatione_nominum 175 Τοιαύτη μέν τις ἡ ψευδώνυμος χαρὰ τῶν ἀφρόνων, ἡ δὲ ἀληθὴς πρότερον εἴρηται, μόνοις ἀστείοις ἐφαρμόζουσα. „πεσὼν οὖν ἐγέλασεν“ (Gen. 17,17), οὐκ ἀπὸ θεοῦ πεσών, ἀλλ’ ἀφ’ ἑαυτοῦ· ἔστη μὲν γὰρ περὶ τὸν ἄτρεπτον, ἔπεσε δὲ ἀπὸ τῆς ἰδίας οἰήσεως. De_mutatione_nominum 176 διὸ καὶ τοῦ μὲν δοκησισόφου καταβληθέντος φρονήματος, ἀνεγερθέντος δὲ τοῦ φιλοθέου καὶ περὶ τὸν ἀκλινῆ μόνον ἱδρυθέντος, γελάσας εὐθὺς „εἶπε τῇ διανοίᾳ· εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (ibid.) ; De_mutatione_nominum 177 μὴ μέν τοι νομίσῃς, ὦ γενναῖε, 1 συνετράφη B (in ras. τ): συνεστράφη Α, συνανεστράφη coni. Mang. 7 παρήβασκε v 8 ἥκετε Hoesch.: ἥκατε codd. 9 ἐπ’ ἀγαθὰ conicio, ceite latet 10 ἡμῶν om. Hoesch. προεληλυθότος Hoesch. 16 alt. κατὰ fort. secl. 17 κυλινδούμενον Mang. 19 τιθασεύοντα Mang.: τιθασσεύοντας codd. 20. 21 τὸν μυελὸν ex LXX Mang.: τῶν μυελῶν codd. 21 τῆς ex LXX addidi 29 ἱδρυθέντος scripsi: ἱδρυνθέντος codd. 30 ἐννενήκοντα codd. 31 μέν addidi τὸ „εἰπεῖν“ οὐχὶ τῷ στόματι, ἀλλὰ „τῇ διανοίᾳ“ προσκεῖσθαι παρέργως, ἀλλὰ καὶ πάνυ ἐξητασμένως. διὰ τί; ὅτι ἔοικε διὰ τοῦ φάσκειν „εἰ τῷ ἑκατονταετεῖ γενήσεται“ περὶ τῆς Ἰσαὰκ ἐνδοιάσαι γενέσεως, ἐφ’ ᾗ πρότερον ἐλέγετο πιστεῦσαι, ὡς ἐδήλου τὸ χρησθὲν πρὸ μικροῦ τόδε· „οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ“· εἶτ’ εὐθὺς εἶπεν· „ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην“ (Gen. 15,4. 6). De_mutatione_nominum 178 ἐπειδὴ τοίνυν ἀκόλουθον οὐκ ἦν ἐνδοιάσαι τῷ πεπιστευκότι, πεποίηκε τὸν ἐνδοιασμὸν οὐ πολυχρόνιον, μηκυνόμενον μέχρι γλώττης καὶ στόματος, ἀλλ’ αὐτοῦ περὶ τὴν ὀξυκίνητον διάνοιαν ἱστάμενον. „τῇ γὰρ διανοίᾳ“ φησίν „εἶπεν,“ ἣν τῶν εἰς ποδώκειαν ἐπαινουμένων οὐδὲν ἂν ἰσχύσαι παραδραμεῖν, ἐπεὶ καὶ τὰς πτηνὰς φύσεις ἁπάσας ἔφθακεν. De_mutatione_nominum 179 ἀφ’ οὗ μοι δοκεῖ καὶ τῶν παρ’ Ἕλλησι ποιητῶν ὁ δοκιμώτατος „ὡς εἰ πτερὸν ἠὲ νόημα“ φάναι, δηλῶν τὸ τῆς ὀξύτητος τάχος, κατ’ ἐπίτασιν ὕστερον τοῦ πτεροῦ τὸ νόημα θείς. ἐπὶ πολλὰ γὰρ ἡ διάνοια ἐν ταὐτῷ πράγματα ὁμοῦ καὶ σώματα στείχει μετὰ ἀλέκτου φορᾶς, καὶ ἐπὶ τὰ γῆς καὶ θαλάττης αὐτίκα πέρατα φθάνει συναιροῦσα καὶ τέμνουσα τὰ ἀπειρομεγέθη διαστήματα· κατὰ δὲ τὸν αὐτὸν χρόνον τοσοῦτον ἀπὸ γῆς ἀναπηδᾷ, ὡς δι’ ἀέρος εἰς αἰθέρα ἀνέρχεσθαι καὶ μόλις περὶ τὴν ἐσχάτην τῶν ἀπλανῶν ἁψῖδα ἵστασθαι. De_mutatione_nominum 180 τὸ γὰρ ἔνθερμον καὶ διάπυρον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ· διὸ πολλὰ ὑπερβάλλουσα καὶ τοῦ παντὸς αἰσθητοῦ τούτου ὅρου ἔξω φέρεται πρὸς τὸν ἐκ τῶν ἰδεῶν παγέντα συγγενικῶς. γέγονεν οὖν περὶ τὸν ἀστεῖον ἡ τροπὴ βραχεῖα, ἄτομος, ἀμερής, οὐκ αἰσθητή, νοητὴ δὲ μόνον, τρόπον τινὰ ἄχρονος. De_mutatione_nominum 181 ἀλλ’ ἴσως ἄν τις εἴποι· τί οὖν γε, ὅτι πεπιστευκὼς ἴχνος ἢ σκιὰν ἢ αὔραν ἀπιστίας δέχεται τὸ παράπαν; οὗτος δὲ οὐδὲν ἕτερόν μοι βούλεσθαι δοκεῖ ἢ τὸν γενόμενον ἀποφαίνειν ἀγένητον καὶ τὸν θνητὸν ἀθάνατον καὶ τὸν φθαρτὸν ἄφθαρτον καὶ τὸν ἄνθρωπον, εἰ θέμις εἰπεῖν, 1 τὸ] τῷ conicio εἶπεν Mang. 3 ἐνδοιάσαι B: ἐνδοιάζειν Α ᾗ] ἧς conicio 9] αὐτό μόνον conicio 15 πράγματι et σώματι συνδιαιροῦσα coni. Mang. συντέμνουσα conicio ἀπειρομεγέθη διαστήματα Mang.: ἄπειρα μεγέθη διὰ στόματος cocid. 20. 21 ὑπερβαίνουσα coni. Mang. 21 τούτου κόσμου τοὺς ὅρους conicio 22 συγγενικῶν coni. Mang. 23 ἀμερίς Β, ἀκαρής Mang. 24 τί; οὐ γέλοιον ὅτι conicio, τί οὑν; ὅ ποτε πεπιστευκὼς coni. Mang. 25 αὔραν Mang.: ὥραν codd. 26 ἀγέννητον codd. 13 Hom. Od. η 36. θεόν. τὴν γὰρ πίστιν, ἧς ἔλαχεν ἄνθρωπος, De_mutatione_nominum 182 οὕτω βέβαιόν φησι δεῖν εἶναι, ὡς μηδὲν διαφέρειν τῆς περὶ τὸ ὄν, τῆς ἀρτίου καὶ περὶ πάντα πλήρους. λέγει γὰρ Μωυσῆς ἐν ᾠδῇ τῇ μείζονι· „θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ“ (Deut. 32,8). De_mutatione_nominum 183 πολλὴ δὲ ἄγνοια νομίζειν, τὰς θεοῦ ἀρετὰς τὰς ἀρρεπεῖς καὶ παγιωτάτας χωρῆσαι ψυχὴν ἀνθρώπου δύνασθαι· ἀγαπητὸν γὰρ εἰκόνας αὐτῶν κτήσασθαι δυνηθῆναι, πολλοῖς καὶ μεγάλοις ἀριθμοῖς τῶν ἀρχετύπων ἐλαττουμένας· καὶ μήποτ’ εἰκότως· De_mutatione_nominum 184 ἀκράτους μὲν γὰρ ἀναγκαῖον εἶναι τὰς θεοῦ ἀρετάς, ἐπειδὴ καὶ ὁ θεὸς οὐ σύγκριμα, φύσις ὢν ἁπλῆ, κεκραμένας δὲ τὰς τῶν ἀνθρώπων, ἐπειδὴ καὶ ἡμεῖς γεγόναμεν κράματα, θείου καὶ θνητοῦ συγκερασθέντων καὶ κατὰ τοὺς τῆς τελείας μουσικῆς λόγους ἁρμοσθέντων· τὸ δ’ ἐκ πλειόνων συνεστὼς φυσικὰς πρὸς ἕκαστον τῶν μερῶν ἀνθολκὰς ἔχει. De_mutatione_nominum 185 εὐδαίμων δ’ ὅτῳ ἐξεγένετο τὸν πλείω τοῦ βίου χρόνον πρὸς τὴν ἀμείνω καὶ θειοτέραν μοῖραν ταλαντεύειν· ἅπαντα γὰρ τὸν αἰῶνα ἀμήχανον, ἐπεὶ καὶ τὸ ἀντίπαλον θνητὸν ἄχθος ἔστιν ὅτε ἀντέρρεψε καὶ ἐφεδρεῦσαν ἐκαιροφυλάκησε τὰς ἀκαιρίας τοῦ λογισμοῦ, ὡς ἀντιβιάσασθαι. De_mutatione_nominum 186 „πεπίστευκεν οὖν Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15,6), ἀλλ’ ὡς ἄνθρωπος πεπίστευκεν, ἵνα τὸ ἴδιον τοῦ θνητοῦ γνῷς καὶ μάθῃς οὐκ ἄλλως αὐτῷ γενέσθαι, εἰ μὴ ἐκ φύσεως, τὴν τροπήν. ἀλλ’ εἰ βραχεῖα καὶ ἀκαρὴς γέγονεν, ἄξιον εὐχαριστεῖν· πολλοὶ γὰρ ἕτεροι τῇ ῥύμῃ καὶ φορᾷ κατακλυσθέντες καὶ τῇ βίᾳ εἰσάπαν ἠφανίσθησαν. De_mutatione_nominum 187 οὐκ ἔστι γάρ, ὦ γενναῖε, κατὰ τὸν ἱερώτατον Μωυσῆν ἀρτίπους ἡ ἐν θνητῷ σώματι ἀρετή, ἀλλὰ παραπλήσιόν τι πάσχουσα νάρκῃ, μικρὸν ὅσον ὑποχωλαίνουσα. „ἐνάρκησε“ γάρ φησι „τὸ πλάτος τοῦ μηροῦ, ᾧ καὶ ἐπέσκαζεν“ (Gen. 32,25. 31). De_mutatione_nominum 188 ἴσως δ’ ἂν τῶν εὐθαρσεστέρων εἴποι τις παρελθών, ὅτι οὐδὲ ἀπιστοῦντός ἐστιν ἡ προφορά, ἀλλ’ εὐχομένου, ἵν’, εἰ μέλλοι τῶν εὐπαθειῶν ἡ ἀρίστη γεννᾶσθαι, χαρά, μὴ ἑτέροις ἀριθμοῖς μᾶλλον ἢ τοῖς ἐνενήκοντα καὶ ἑκατὸν τεχθῇ (Gen. 17, 17), ἵνα τὸ τέλειον ἀγαθὸν τελείοις ἀριθμοῖς εἰς γένεσιν ἔλθῃ. De_mutatione_nominum 189 τέλειοι δ’ οἱ λεχθέντες ἀριθμοί, καὶ μάλιστα κατὰ τὰς ἱερωτάτας ἀναγραφάς. ἴδωμεν δ’ αὐτῶν ἑκάτερον· 1 φασι Mang. 3 Μωσῆς codd. 4 ἄνοια Mang. 5 ἀρεπεῖς Α 6 αὐτόν Hoesch. 19 ἄκρης ed. Par. in mg.: ἄχαρίς codd., ἄχρονος Mang. 21 καὶ τῇ βίᾳ] τῆς βίας conicio 22 Μωσῆν codd. 26 οὐδὲ] οὐκ conicio 28 ἐνενήκοντα καὶ ἑκτὸν scripsi: ἐννενηκονταέταις οὖσι codd., ἑκατονταέταις Mang. 30 ἑκάτερον scripsi: ἑκάτερα codd. 12—14 DL fol. 139r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων: εὐδαίμων ὅτῳ—ἄπαντα. Σὴμ εὐθέως μέν, ὁ υἱὸς τοῦ δικαίου Νῶε, πρόγονος δὲ τοῦ ὁρατικοῦ γένους, „ἑκατὸν ἐτῶν εἶναι λέγεται, ἡνίκα ἐγέννησε τὸν Ἀρφαξάτ“ (Gen. 11,10), ὃς ἑρμηνεύεται συνετάραξε ταλαιπωρίαν· καλόν γε ἔγγονον ψυχῆς κλονεῖν καὶ συγχεῖν καὶ διαφθείρειν τὴν ταλαίπωρον καὶ γέμουσαν κακῶν ἀδικίαν. De_mutatione_nominum 190 ἀλλὰ καὶ „Ἀβραὰμ ἄρουραν φυτεύει“ (Gen. 21,33) χρώμενος ἑκατοστῷ λόγῳ πρὸς ἀναμέτρησιν τοῦ χωρίου, καὶ Ἰσαὰκ „ἑκατοστεύουσαν εὑρίσκει κριθήν“ (Gen. 26,12). καὶ τὴν αὐλὴν τῆς ἱερᾶς σκηνῆς Μωυσῆς κατασκευάζει πήχεσιν ἑκατόν (Exod. 27,9), τὸ πρὸς ἀνατολὰς καὶ δύσεις ἐκμετρούμενος διάστημα. De_mutatione_nominum 191 ἔστι δὲ καὶ ἀπαρχῆς ἀπαρχὴ ὁ ἑκατοστὸς λόγος, ὃν Λευῖται τοῖς ἱερωμένοις ἀπάρχονται (Num. 18,28)· λαβοῦσι γὰρ αὐτοῖς τὰς δεκάτας παρὰ τοῦ ἔθνους διείρηται καθάπερ ἀπὸ κτημάτων οἰκείων τοῖς ἱερεῦσι διδόναι ὡς δεκάτην λόγων ἱεράν. De_mutatione_nominum 192 πολλὰ δ’ ἄν τις καὶ ἄλλα σκοπῶν εὕροι πρὸς ἔπαινον τοῦ λεχθέντος ἀριθμοῦ τοῖς νόμοις ἐμφερόμενα, πρὸς δὲ τὸ παρὸν διεξαρκεῖ τὰ εἰρημένα. ἀλλ’ ἐὰν τῶν ἑκατὸν ἀφέλῃς δεκάτην ἱερὰν ἀπαρχὴν τῷ τῆς ψυχῆς φέροντι καὶ αὔξοντι καὶ πληροῦντι καρποὺς θεῷ, ἕτερον ἀριθμὸν τέλειον τὸν ἐνενήκοντα ἀπολείψεις. πῶς γὰρ οὐ τέλειος, μεθόριος ὢν πρώτης καὶ δεκάτης, καθ’ ὃν διακρίνεται τὰ ἅγια τῶν ἁγίων τρόπον καταπετάσματος τοῦ μέσου (Exod. 26,33), ᾧ τὰ ὁμογενῆ διαστέλλεται κατὰ τὰς ἐν τοῖς εἴδεσι τομάς. De_mutatione_nominum 193 ὁ μὲν οὖν ἀστεῖος ἐλάλει τῇ διανοίᾳ τὰ ἀστεῖα ὄντως, ὁ δὲ φαῦλος ἑρμηνεύει ἔστιν ὅτε παγκάλως τὰ καλά, πράττει δὲ αἰσχρῶς τὰ αἴσχιστα, καθάπερ καὶ Συχὲμ ὁ ἔγγονος ἀνοίας. Ἐμὼρ γάρ ἐστι πατρός, ὃς μεταληφθεὶς ὄνος καλεῖται, αὐτὸς δὲ ἑρμηνευθείς ἐστιν ὦμος, πόνου σύμβολον. ἄθλιος δὲ καὶ ταλαιπωρίας μεστὸς πόνος, ὃν ἄνοια γεννᾷ, ὥσπερ ὠφέλιμος, ᾧ συγγενὴς ἀγχίνοια. De_mutatione_nominum 194 φασὶ γοῦν οἱ χρησμοὶ ὅτι "ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου“ ταπεινώσας αὐτὴν πρότερον ὁ Συχέμ (Gen. 34,2. 3). ἆρ’ οὐκ ἐξητασμένως ἐλέχθη τὸ "ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου“, μονονοὺκ εἰς δήλωσιν τοῦ τἀναντία οἷς εἶπεν εἰργασμένου; Δεῖνα γάρ ἐστιν ἡ ἀδέκαστος κρίσις, ἡ πάρεδρος θεοῦ δίκη, 4 fort. οἷόν τε add. 6 χρώμενος Markland: χώματος codd. 8 Μωσῆς codd. 11 παρὰ ex περὶ corr, B2 12. 13 ὡς δεκάτην λόγων ἱεράν] ἑτέρας δεκάτας ἑκατοστὸν λόγον περιεχούσας (v. § 2) vel δεκάτην ὡς ἀπαρχὴν ἱεράν conicio, δεκάτην ἑκαστοστῷ λόγῳ ἱερὰν coni. Mang. 16 τῆς] τοὺς· conicio τὴν ψυχὴν B2 17 τέλειον add. Mang. ἐννενήκοντα codd. διαλείψεις per errorem Mang. 18 δευτέρας δεκάτης conicio 19 post μέσου multa, quibus de nonagenarii numeri vi ageretur, excidisse coni. Mang. 21 μὲν ἔστιν conicio 23 ὄνος man. recentissima in mg. (Hoesch.): ὦμος AB 28 οὐκ Mang.: οὑν codd. ἐλαλήθη Β 29 μόνον οὐκ codd. ἡ ἀειπάρθενος· ἑρμηνεύεται γὰρ ἑκάτερον Δεῖνα, κρίσις ἢ δίκη. De_mutatione_nominum 195 ταύτην οἱ ἐπιχειροῦντες ἄφρονες διαφθείρειν διὰ τῶν καθ’ ἑκάστην ἡμέραν βουλευμάτων καὶ ἐπιτηδευμάτων εὐπρεπείᾳ λόγου διαδιδράσκουσι τὸν ἔλεγχον. χρὴ γοῦν αὐτοὺς ἢ ἀκόλουθα τοῖς λεγομένοις πράττειν ἢ ἀδικοῦντας ἡσυχάζειν· ἥμισυ γάρ, φασί, κακοῦ ἡσυχία· καθὰ καὶ Μωυσῆς ἐπιτιμῶν τῷ πρεσβείων μὲν ἀξιώσαντι γένεσιν, δευτερείων δὲ τὸν ἄφθαρτον θεόν φησιν· „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7). De_mutatione_nominum 196 τὸ γὰρ ἐκτραγῳδεῖν καὶ ἐπικομπάζειν τὰ κακὰ διπλοῦν ἁμάρτημα. σχεδὸν δ’ οἱ πολλοὶ πεπόνθασι τοῦτο· λέγουσι μὲν γὰρ ἀεὶ τῇ παρθένῳ ἀρετῇ τὰ φίλα καὶ δίκαια, καιρὸν δ’ οὐδένα παριᾶσιν, ἐν ᾧ δυνηθέντες αὐτὴν οὐχ ὑβριοῦσι καὶ κακώσουσι. ποία γὰρ πόλις οὔκ ἐστι μεστὴ τῶν τὴν ἀειπάρθενον ὑμνούντων ἀρετήν; De_mutatione_nominum 197 οἳ τὰ ὦτα τῶν παρατυγχανόντων ἀποκναίουσι διεξιόντες τὰ τοιαῦτα· ἡ φρόνησις ἀναγκαῖον, ἡ ἀφροσύνη βλαβερόν· αἱρετὸν ἡ σωφροσύνη, ἐχθρὸν ἡ ἀκολασία· ὑπομονῆς ἄξιον ἡ ἀνδρεία, φυγῆς ἡ δειλία· συμφέρον ἡ δικαιοσύνη, ἀσύμφορον ἡ ἀδικία· τὸ ὅσιον καλόν, τὸ ἀνόσιον αἰσχρόν· τὸ θεοσεβὲς ἐπαινετόν, τὸ ἀσεβὲς ψεκτόν· [τὸ] οἰκειότατον ἀνθρώπου φύσει τὸ εὖ καὶ βουλεύεσθαι καὶ πράττειν καὶ λέγειν, ἀλλοτριώτατον τὸ κακῶς τούτων ἕκαστον. De_mutatione_nominum 198 ταῦτα καὶ τὰ τοιαῦτα ἀεὶ συνείροντες τὰ δικαστήρια καὶ βουλευτήρια καὶ τὰ θέατρα καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἀπατῶσιν, ὥσπερ οἱ προσωπεῖα καλὰ αἰσχίσταις ὄψεσι περιτιθέντες προνοίᾳ τοῦ μὴ ὑπὸ τῶν ὁρώντων ἐλέγχεσθαι. De_mutatione_nominum 199 ἀλλ’ οὐδὲν ὄφελος· ἀφίξονται γάρ τινες εὖ μάλα ἐρρωμένοι καὶ τῷ περὶ ἀρετὴν ζήλῳ κατεσχημένοι καὶ τὰ περικαλύμματα καὶ περίαπτα ταῦτα, ὅσα λόγῳ κακοτεχνοῦντες συνύφηναν, ἀπαμφιάσαντες καὶ γυμνὴν αὐτὴν ἐφ’ αὑτῆς τὴν ψυχὴν αὐγάσαντες εἴσονται καὶ τὰ ἐν μυχοῖς ἀποκείμενα τῆς φύσεως ἀπόρρητα — εἶτ’ ἔξω προαγαγόντες τὰ αἴσχη καὶ τὰ ὀνείδη πάντα αὐτῆς ἐν ἡλίῳ καθαρῷ πᾶσιν 3 καὶ ἐπιτηδευμάτων om. Β εὐεπείᾳ coni. Mang. 4 ἐχρῆν οὖν conicio 5 ωσῆς codd. 9 τῇ ἀειπαρθένῳ coni. Mang. 10 δίκαια Mang.: δίκη codd. παριᾶσιν Hoesch.: παρίασιν codd. 15 ἀνδρία codd. 16. 17 τὸ ἀσεβές ψεκτόν om. Β 17 τὸ secl. Mang. βουλεύεσθαι Mang.: βούλεσθαι codd. 19 tert. τὰ secl. vel τὰ βουλευτήρια scrib. 20 ἀνθρώπων Mang.: ἄνθρωποι 23 κατεσχημένοι Mang.: κατισχημένοι codd. 24 κακοτεχνοῦντες scripsi: κατατεχνοῦντες codd. συνύφηναν scripsi: συνύφαναν codd. 27 τά αἴσχη scripsi: τὴν αἰσχύνην codd. 7. 8 DR fol. 46v τοῦ αὐτοῦ DH fol. 134r: τὸ ἐκτραγῳδεῖν καὶ ἐπικομπάζειν ἐπικωμάζειν DR) τὰ κακὰ διπλοῦν ἁμάρτημα. ἐπιδείξονται, οἵα τις οὖσα, ὡς αἰσχρὰ καὶ καταγέλαστος οἵαν ἐκ τῶν περιάπτων, ὡς νόθην ἐπεμόρφαζεν εὐμορφίαν. De_mutatione_nominum 200 οἱ δὲ πρὸς ἄμυναν εὐτρεπεῖς τῶν οὕτως βεβήλων καὶ ἀκαθάρτων τρόπων δύο μέν εἰσιν ἀριθμῷ, Συμεὼν καὶ Λευί, γνώμῃ δὲ εἷς. διὸ καὶ ἐν ταῖς εὐλογίαις ὁ μὲν πατὴρ αὐτοὺς ἐν τάξει ἑνὸς κατηρίθμει (Gen. 49,5), διὰ τὸ σύμφωνον τῆς ὁμονοίας καὶ τῆς πρὸς ἓν καὶ τὸ αὐτὸ μέρος ὁρμῆς. ὁ δὲ Μωυσῆς οὐδὲ δυάδος ἔτι μέμνηται, ἀλλ’ ὅλον τὸν Συμεὼν εἰς τὸν Λευὶ ἐνεχάραξε (Deut. 33,8) δύο οὐσίας κερασάμενος, ἀφ’ ὧν ἕνα εἰργάσατο οἷον ἰδέᾳ μιᾷ τυπωθέντα, τὸ ἀκούειν τῷ πράττειν ἑνώσας. De_mutatione_nominum 201 Ἐπειδὴ τοίνυν ἔγνω τὴν ἐπαγγελίαν λαλοῦσαν τὰ αἰδοῦς καὶ εὐλαβείας μεστὰ κατὰ τὴν αὑτοῦ διάνοιαν ὁ σπουδαῖος, ἔπαθεν ἀμφότερα, καὶ τὴν πρὸς τὸν θεὸν πίστιν καὶ τὴν πρὸς τὸ γενητὸν ἀπιστίαν. εἰκότως οὖν φησι δεόμενος· „Ἰσμαὴλ οὗτος ζήτω ἐνώπιόν σου“ (Gen. 17,18), οὐκ ἀπὸ σκοποῦ τῶν ἐμφερομένων ἕκαστον τῶν ὀνομάτων τιθείς, τὸ „οὗτος“, τὸ „ζήτω“, τὸ „ἐνώπιόν σου“· ταῖς γὰρ ἐν τοῖς πράγμασιν ὁμωνυμίαις ἠπατήθησαν οὐκ ὀλίγοι. De_mutatione_nominum 202 τί δ’ ἐστὶν ὃ λέγω, σκεπτέον· ἑρμηνευθεὶς Ἰσμαήλ ἐστιν ἀκοὴ θεοῦ, τῶν δὲ θείων δογμάτων οἱ μὲν ἀκούουσιν ἐπ’ ὠφελείᾳ, οἱ δ’ ἐπὶ βλάβῃ αὑτῶν τε καὶ ἑτέρων. ἢ τὸν οἰωνοσκόπον Βαλαὰμ οὐχ ὁρᾷς; οὗτος εἰσάγεται „ἀκούων λόγια θεοῦ ἐπιστάμενός τε ἐπιστήμην παρὰ ὑψίστου“ (Num. 24,16). De_mutatione_nominum 203 ἀλλὰ τί ἐκ τῆς τοιαύτης ἀκροάσεως, τί δ’ ἐκ τῆς τοιαύτης ἐπιστήμης ὤνατο, γνώμῃ μὲν ἐπιχειρήσας τὸ ψυχῆς ἄριστον ὄμμα λυμήνασθαι, ὃ δὴ μόνον τὸν θεὸν ὁρᾶν πεπαίδευται, μὴ δυνηθεὶς δὲ διὰ τὸ σωτῆρος κράτος ἀήττητον; τοιγαροῦν ὁ μὲν κατακεντούμενος ὑπὸ φρενοβλαβείας τῆς ἑαυτοῦ καὶ τραύματα πολλὰ δεξάμενος ἐν μέσοις τραυματίαις ἀπώλετο (Num. 31,8), διότι σοφιστείᾳ μαντικῇ τὴν θεοφόρητον προφητείαν παρεχάραξε. De_mutatione_nominum 204 δεόντως οὖν εὔχεται ὁ ἀστεῖος, ἵν’ οὗτος μόνος Ἰσμαὴλ ὑγιαίνῃ, διὰ τοὺς μὴ γνησίως ἀκούοντας τῶν ἱερῶν ὑφηγήσεων· οἷς ἀπεῖπε Μωυσῆς ἄντικρυς εἰς ἐκκλησίαν φοιτᾶν τοῦ πανηγεμόνος. De_mutatione_nominum 205 τεθλασμένοι γὰρ τὰ γεννητικὰ τῆς διανοίας ἢ καὶ τελείως ἀποκοπέντες οἱ τὸν ἴδιον νοῦν καὶ τὴν αἴσθησιν ἀποσεμνύνοντες ὡς μόνα τῶν κατ’ ἀνθρώπους αἴτια πραγμάτων ἢ οἱ πολυθεΐας ἐρασταὶ καὶ τὸν πολύθεον 1 om. Β 2 #x003E; ὡς coni. Mang. 3 εὐπρεπεῖς Β ὄντως Β 6 Μωσῆς codd. 10 ἐπαγγελίαν Mang.: ἀπαγγελίαν codd. 11 αὐτοῦ codd. 12 γεννητὸν V 14 ἐκφερομένων coni. Mang. alt. τῶν vid. secl. 22 γνώμην Β 23 τό τοῦ couicio 26. 27 παρεχάραξε Mang.: προεχάραξε προὐχάραξε Β 27 μόνος in rng. Β 32 πράγματα Β ἢ] καὶ conicio ἐκτετιμηκότες θίασον, οἱ ἐκ πόρνης γεγονότες, τὸν ἕνα ἄνδρα καὶ πατέρα φιλαρέτου ψυχῆς θεὸν οὐκ εἰδότες, ἆρ’ οὐκ εἰκότως ἐλαύνονταί τε καὶ φυγαδεύονται (Deut. 23,1.2) ; De_mutatione_nominum 206 παραπλήσιόν μοι δοκοῦσι ποιεῖν καὶ οἱ κατηγοροῦντες τοῦ υἱοῦ γονεῖς ἐπ’ οἰνοφλυγίᾳ· λέγουσι γάρ· „ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ“ (Deut. 21,20), διὰ τῆς προσθήκης τῆς „οὗτος“ μηνύοντες, ὅτι εἰσὶν ἕτεροι παῖδες καρτερικοὶ καὶ σώφρονες, τοῖς ἐπιτάγμασι τοῦ ὀρθοῦ λόγου καὶ παιδείας πειθαρχοῦντες· οὗτοι γὰρ ψυχῆς ἀψευδέστατοι γονεῖς, ὑφ’ ὧν κατηγορηθῆναι μὲν αἴσχιστον, ἐπαινεθῆναι δ’ εὐκλεέστατον. De_mutatione_nominum 207 τὸ δὲ „οὗτός ἐστιν Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου“ (Exod. 6, 26) καὶ τὸ „οὗτοί εἰσιν οἱ διαλεγόμενοι Φαραὼ βασιλεῖ“ (ibid. 27), ταῦτα μὴ νομίζωμεν εἰρῆσθαι παρέργως ἢ τὰς δείξεις μὴ πλέον τι τῶν ὀνομάτων παρεμφαίνειν. De_mutatione_nominum 208 ἐπειδὴ γὰρ Μωυσῆς μέν ἐστι νοῦς ὁ καθαρώτατος, Ἀαρὼν δὲ λόγος αὐτοῦ, πεπαίδευται δὲ καὶ ὁ νοῦς θεοπρεπῶς ἐφάπτεσθαι καὶ ὁ λόγος ὁσίως ἑρμηνεύειν τὰ ὅσια, μιμηλάζοντες δὴ οἱ σοφισταὶ καὶ παρακόπτοντες τὸ δόκιμον νόμισμα τοῦτό φασι καὶ νοεῖν ὀρθῶς περὶ τοῦ ἀρίστου καὶ λέγειν ἐπαινετῶς (Exod. 7,11). ὅπως οὖν μὴ ἀπατώμεθα παραθέσει τῶν κεκιβδηλευμένων πρὸς τὰ δόκιμα δι’ ὁμοιότητος τοῦ χαρακτῆρος, βάσανον ἔδωκεν, ᾗ διακριθήσεται. De_mutatione_nominum 209 τίς οὖν ἡ βάσανος; τὸ ἐξαγαγεῖν ἐκ τῆς σωματικῆς χώρας τὸν ὁρατικὸν καὶ φιλοθεάμονα νοῦν καὶ φιλόσοφον. ὁ μὲν γὰρ τοῦτο δυνηθεὶς Μωυσῆς ἐστιν οὗτος, ὁ δὲ ἀδυνατήσας, ὁ λεγόμενος μόνον, μυρίας δὲ σεμνότητας ὀνομάτων ἐπαμπισχόμενος, γελᾶται. ζῆν δὲ εὔχεται τῷ Ἰσμαήλ, οὐ τῆς μετὰ σώματος ζωῆς ἐπιστρεφόμενος, ἀλλ’ ἵνα τὸ θεῖον ἄκουσμα ἐπὶ ψυχῇ διαιωνίζον ἐγείρῃ τε αὐτὸν καὶ ζωπυρῇ. De_mutatione_nominum 210 καὶ ὁ μὲν ἀκρόασιν λόγων καὶ μάθησιν δογμάτων ἱερῶν εὔχεται ζῆν, ὡς ἐλέχθη, ὁ δ’ ἀσκητὴς Ἰακὼβ εὐφυΐαν· λέγει γάρ· „ζήτω Ῥουβὴν καὶ μὴ ἀποθανέτω“ (Deut. 33, 6)· ἆρά γε ἀθανασίαν καὶ ἀφθαρσίαν εὐχόμενος, ἀνθρώπῳ πρᾶγμα ἀδύνατον; οὐ δήπου. τί οὖν ἔσθ’ ὃ βούλεται παραστῆσαι, λεκτέον. De_mutatione_nominum 211 πάντα τὰ ἀκούσματα καὶ μαθήματα ἐποικοδομεῖται 4 τοῦ υἱοῦ Mang.: τούτου codd. 9 δὲ add. Mang. Μωσῆς codd. 12 λέξεις Mang. 13 Μωσῆς codd. 15 μιμηλάζοντες Mang.: μιμηλίζοντες codd., κιβδηλεύοντες conicio δὴ Mang.: δ’ codd. 16 τοῦτό] αὑτοὺς ex codice Oxon. Coll. Nov. 143 Mang. 19 ὁμοιότητα conicio τὴν βάσανον Β 21.22 Μωσῆς codd. 23 ἐπαμπισχόμενος scripsi: ἐπαμφισκόμενος codd. 27 Ἰακὼβ] per memoriae lapsum Philo, capitis Gen. 49 memor, lacobum pro Mose inducit Ρουβὴν scripsi: Ρουβὶμ codd. 30 μαθήματα] θεάματα coni. Mang. καθάπερ θεμελίῳ προκαταβεβλημένῳ φύσει παιδείας δεκτικῇ, φύσεως δὲ μὴ προϋπαρχούσης ἀνωφελῆ πάντα. δρυὸς γὰρ ἢ λίθου κωφῆς οὐδὲν ἂν δόξαιεν οἱ ἀφυεῖς διαφέρειν· ἔγκολλον γὰρ ἂν οὐδὲν αὐτοῖς ἁρμόζοιτο, πάντα δ’ ὡς ἀπὸ στερροῦ τινος ἀποπάλλεται καὶ ἀποπηδᾷ. De_mutatione_nominum 212 τὰς δὲ τῶν εὐφυῶν ψυχὰς ἔστιν ἰδεῖν κηροῦ τρόπον λελειασμένου μήτε ἄγαν στερεοῦ μήτε ἄγαν ἁπαλοῦ κεκερασμένας μετρίως, παραδεχομένας τὰ ἀκούσματα καὶ θεάματα ῥᾳδίως πάντα καὶ ἐναποματτομένας ἄκρως αὐτὰς τὰ εἴδη, μνήμης ἐναργεῖς τινας εἰκόνας. De_mutatione_nominum 213 ἦν γοῦν ἀναγκαῖον εὔξασθαι τῷ λογικῷ γένει τὸ εὐφυὲς ἄνοσον καὶ ἀθάνατον παρεῖναι. τοῦ μὲν γὰρ κατ’ ἀρετὴν βίου, ὅς ἐστιν ἀψευδεστάτη ζωή, μετέχουσιν ὀλίγοι, οὐχὶ τῶν ἀγελαίων φημί — τούτων γὰρ οὐδεὶς τῆς ἀληθοῦς ζωῆς κεκοινώνηκεν —, ἀλλ’ εἴ τισιν ἐξεγένετο τὰς τῶν ἀνθρώπων φυγεῖν σπουδὰς καὶ θεῷ μόνῳ ζῆσαι. De_mutatione_nominum 214 παρὸ καὶ λίαν τεθαύμακεν ὁ ἀσκητικὸς καὶ ἀνδρεῖος, εἴ τις ἐν μέσῳ τοῦ βίου ποταμῷ φορούμενος ὑπ’ οὐδεμιᾶς ῥύμης κατασύρεται, δύναιτο δὲ καὶ πλούτῳ πολλῷ ῥέοντι ἀντισχεῖν καὶ ἡδονῆς ἀμέτρου φορὰν ἀν ῶσαι καὶ λαίλαπι κενῆς δόξης μὴ ἀναρπασθῆναι. De_mutatione_nominum 215 λέγει γοῦν οὐχ ὁ Ἰακὼβ τῷ Ἰωσὴφ μᾶλλον ἢ ὁ ἱερὸς λόγος παντὶ τῷ τὸ μὲν σῶμα εὐεκτοῦντι, ἐν ἀφθόνοις δὲ ταῖς εἰς περιουσίαν ὕλαις ἐξεταζομένῳ καὶ πρὸς μηδεμιᾶς ἁλισκομένῳ· „ἔτι γὰρ σὺ ζῇς“ (Gen. 46, 30) ; θαυμαστὸν ἐκφωνήσας λόγον καὶ τὸν ἡμέτερον βίον ὑπερδεδραμηκότα, οἳ μικρᾶς πρὸς εὐτυχίαν αὔρας λαβόμενοι, πάντα κάλων ἀνασείσαντες, λαμπρὰ φυσῶμεν καὶ πνεύσαντες μέγα καὶ σύντονον πλησίστιοι πρὸς τὰς ἀπολαύσεις τῶν παθῶν φερόμεθα καὶ οὐ πρότερον στέλλομεν τὰς ἀνειμένας καὶ κεχαλασμένας ἀκρατῶς ἐπιθυμίας, ἕως 4 στερεοῦ D (Cohn) 5. 6 μήτε bis scripsit Mang.: μεῖά codd. 8 αὐτῶν vel αὐταῖς conicio ἐνεργεῖς Hoesch. 10 ἐστιν D: ἐστιν ἡ codd. 11 οὐδέ εἷς D 13 σπουδὰς codd.: βλάβας D, συνουσίας conicio 14 τῷ τοῦ conicio ποταμοφορούμενος Β ὑπ’ scripsi: ἀπ’ codd. 15 δύναται coni. Cohn 16 ἀνῶσαι scripsi: ογσαι codd., στῆσαι vel. ἀντωθῆσαι (sic) coni. Mang. 21 ὑπερδεδραμηκότα Mang.: ἀποδεδραμηκότα codd. 1—4 DR fol. 204r Φίλωνος ἐκ τῶν περὶ μετονομαζομένων: φυσικῶς μὴ προὑπαρχούσης τῷ μανθάνοντι εὐφυίας ἀνωφελῆ πάντα . . . . . . καλὸν γὰρ μάθημα οὐδὲν αὐτοῖς ἁρμόζεται ἀπεστραμμένως διακειμένοις καὶ τὰ ὦτα μύουσι, πάντα δέ ὡς ἀπὸ στερεοῦ τινος ἀντιπνέοντος πρὸς τὸ πνεῦμα. 5 cf. Platonis Theaet. p. 191 C ss., supra ad p. 41,18. 10—13 DP fol. 255v τοῦ κατ’ ἀρετὴν—ζῆσαι. 19 cf. vol. II ad p. 272,23. De_mutatione_nominum 216 ἂν ἐξοκείλαντες ὅλῳ τῷ ψυχῆς ναυαγήσωμεν σκάφει. παγκάλως οὖν τοῦτον τὸν Ἰσμαὴλ εὔχεται ζῆν. προστίθησιν οὖν „ἐνώπιον τοῦ θεοῦ ζήτω“ (Gen. 17,18), τέλος τῆς εὐδαιμονίας τιθέμενος ἐπισκόπου καὶ ἐφόρου τοῦ τῶν ὄντων ἀρίστου τὴν διάνοιαν ἀξιωθῆναι. De_mutatione_nominum 217 εἰ γὰρ παιδαγωγοῦ μὲν παρόντος οὐκ ἂν ἁμάρτοι ὁ ἀγόμενος, ὑφηγητὴς δὲ ἐγγὺς ὢν ὠφελεῖ τὸν μανθάνοντα, πρεσβυτέρου δὲ παρατυγχάνοντος αἰδοῖ καὶ σωφροσύνῃ κοσμεῖται νέος, πατὴρ δὲ ἢ μήτηρ υἱὸν μέλλοντα ἀδικεῖν ἐκώλυσαν ἐφ’ ἡσυχίας αὐτὸ μόνον ὀφθέντες, ἡλίκαις τισὶν ὑπερβολαῖς ἀγαθῶν χρήσεσθαι νομίζομεν τὸν ὑπολαμβάνοντ’ ἀεὶ ὑπὸ θεοῦ θεωρεῖσθαι; τὸ γὰρ τοῦ παρόντος καὶ περιβλέπεται ἀξίωμα δεδιὼς καὶ τρέμων ἀνὰ κράτος τὸ ἀδικεῖν ἀποδράσεται. De_mutatione_nominum 218 τὸν δὲ Ἰσμαὴλ ὅταν εὔχηται ζῆν, οὐκ ἀπέγνωκε τὴν γένεσιν Ἰσαάκ, ὡς καὶ πρότερον εἶπον, ἀλλὰ πεπίστευκε μὲν τῷ θεῷ * * * οὐδὲ γὰρ ἃ δοῦναι θεῷ, ταῦτα καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν, ἐπειδὴ τῷ μὲν πλεῖστα καὶ μέγιστα χαρίσασθαι ῥᾴδιον, ἡμῖν δ’ οὐκ εὐμαρὲς τὰς προτεινομένας δέξασθαι δωρεάς. De_mutatione_nominum 219 ἀγαπητὸν γάρ, εἰ τῶν ἐκ πόνου καὶ μελέτης συντρόφων καὶ συνηθεστέρων ἀγαθῶν ἐπιλάχοιμεν, τῶν δ’ ἄνευ τέχνης ἢ συνόλως ἀνθρωπίνης ἐπινοίας ἀπαυτοματιζόντων καὶ ἐξ ἑτοίμου γινομένων οὐδ’ ἐλπὶς ἐφικέσθαι· ταῦτα γὰρ ἅτε θεῖα ὄντα θειοτέραις καὶ ἀκηράτοις φύσεσιν ἀπηλλαγμέναις θνητοῦ σώματος εὑρίσκειν ἀναγκαῖον. De_mutatione_nominum 220 ἐδίδαξε δὲ Μωυσῆς κατὰ δύναμιν τῶν χειρῶν τὰς εὐχαρίστους ὁμολογίας ποιεῖσθαι (Num. 6,21), 1 ἐξωκείλαντες Β 2 κατὰ τοῦτον coni. Cohn εὔχεται scripsi: codd., εὐχώμεθα coni. Cohn προστίθησι γοῦν bene coni. Cohn 3 ζήτω Mang.: ζῆ codd., fort. del. 5 εἰσαγόμενος coni. Mang., παιδαγωγούμενος conicio 8 αὐτό Mang.: αὐτῶ codd. 9 χρήσεσθαι Mang.: χρήσασθαι codd. 10 ἀίει περιβλεπόμενος conicio, καὶ προσβλέποντος coni. Mang. 12 ἀπέγνωκε Mang.: ἀπέγνωσε codd. 13 lacunam statuo (cf. § 178) ἃ] ὅσα DH fol. 338 θεὸν D C fol. 259 DK fol. 277 14 λαμβάνειν DC fol. 2.59 DR foi. 277 πλεῖστα] καὶ πλεῖστα DC fol. 138 DH fol. 204 et 338 καὶ μέγιστα om. DH fol. 338, καὶ μεστά μεγέθους DR fol. 277 χαρίσασθαι DC fol. 259 DRDH fol. 256: χαρίζεσθαι codd. DC fol. 138 DH fol. 204 et 338 15 προκειμένας Β 16 μελέταις coni. Mang, 20 ἐδίδαξε Mang.: ἔδειξε codd. Μωσῆς codd. 21 χαρίτων coni. Mang. 1—4 cf. orig. Comment. in Gen. p. 36 (ad eundem locum): ἐξαίρετόν τι ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραάμ, οὐκ ἀρκούμενος τῷ „ζήτω“· διὸ προσέθηκεν „ἐναντίον σου“. τὸ γάρ ζῆν ἐναντίον κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἁγίων μόνων (cf. Pbilonis quaest. in Gen. III § 57). 13—15 DC fol. 138r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων, fol. τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν μετονομαζομένων, DR fol. 142v ct 277r τοῦ αὐτοῦ DH fol. 204v 256r 338r Φίλωνος: οὐχ ἃ δοῦναι—δωρεάς. τὸν ἀγχίνουν ἀνάθημα ἀνατιθέντα τὸ συνετὸν καὶ τὸ φρόνιμον, τὸν λόγιον τὰς ἐν λόγῳ πάσας ἀρετὰς ἀνιεροῦντα διά τε ᾠδῆς καὶ τῶν καταλογάδην τοῦ ὄντος ἐγκωμίων, καὶ κατ’ εἶδος τὸν φυσικὸν φυσιολογίαν, τὸν ἠθικὸν πᾶσαν τὴν ἠθικὴν φιλοσοφίαν, τὸν τεχνικὸν καὶ ἐπιστήμονα τὰ θεωρήματα τῶν τεχνῶν καὶ ἐπιστημῶν. De_mutatione_nominum 221 οὕτως εὔπλοιαν μὲν ναύτης καὶ κυβερνήτης, εὐφορίαν δὲ καρπῶν γεωπόνος, εὐτοκίαν δὲ ζῴων ἀγελάρχης, ὑγείαν δὲ καμνόντων ἰατρός, ὁ δ’ αὖ στρατείας ἡγεμὼν τοῦ πολέμου κράτος καὶ ὁ πολιτικὸς ἢ βασιλικὸς τὴν νόμιμον προστασίαν καὶ ἡγεμονίαν ἀναθήσει, καὶ συνελόντα φράσαι πάντων ὅσα ἢ ψυχῆς ἢ σώματος ἢ τῶν ἐκτὸς ἀγαθά ἐστιν ὁ μὴ φίλαυτος αἴτιον ἀποφανεῖ τὸν ἀψευδῶς μόνον αἴτιον θεόν. De_mutatione_nominum 222 μηδεὶς οὖν τῶν ἀφανεστέρων καὶ ταπεινοτέρων εἶναι δοκούντων ἐλπίδος ἀπογνώσει τῆς ἀμείνονος ἀποκνησάτω ἱκέτης εὐχάριστος γενέσθαι θεοῦ, ἀλλ’ εἰ καὶ μηδὲν ἔτι προσδοκᾷ τῶν μειζόνων, ὑπὲρ τούτων ὧν ἔλαχεν ἤδη κατὰ τὴν ἑαυτοῦ δύναμιν εὐχαριστείτω. De_mutatione_nominum 223 μυρίων δ’ ἔλαχε, γενέσεως, ζωῆς, τροφῆς, ψυχῆς, αἰσθήσεως, φαντασίας, ὁρμῆς, λογισμοῦ. λογισμὸς δὲ βραχὺ μὲν ὄνομα, τελειότατον δὲ καὶ θειότατον ἔργον, τῆς τοῦ παντὸς ψυχῆς ἀπόσπασμα ἤ, ὅπερ ὁσιώτερον εἰπεῖν τοῖς κατὰ Μωυσῆν φιλοσοφοῦσιν, εἰκόνος θείας ἐκμαγεῖον ἐμφερές. De_mutatione_nominum 224 ἐπαινεῖν ἄξιον καὶ τῶν κατασκόπων τοὺς ἐπιχειρήσαντας μὲν αὐτόπρεμνον τὸ ἀρετῆς ὅλον ἀνασπάσαι καὶ βαστάσαι στέλεχος, ἐπεὶ δ’ οὐκ ἠδυνήθησαν, κληματίδα γοῦν καὶ ἕνα βότρυν λαβόντας, δεῖγμα καὶ μέρος τῆς συμπάσης, ὃ φέρειν αὐτὸ μόνον ἴσχυον (Num. 13,24). De_mutatione_nominum 225 εὐκτὸν μὲν ἀθρόῳ τῷ πλήθει τῶν ἀρετῶν ἐγχορεύειν· εἰ δὲ τοῦτο μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, ἀγαπῶμεν, εἴ τῳ ἐξεγένετο μιᾷ τινι τῶν κατὰ μέρος ἐντυχεῖν, σωφροσύνῃ ἢ ἀνδρείᾳ 3 τὸν in mg. Hoesch.: τὸ codd. φυσιολογίαν in mg. ed. Par.: φυσιολογίας codd. 7 τὸ τοῦ conicio 9 συνελόντι conicio 10 ἀποφανεῖ Mang.: ἀποφαίνει codd. 12 ἀπογνώση D 13 εὐχάριστος D: om. codd. θεῶ D 14 post ἡδῆ add. ἀγαθῶν D, fort. recte 1.5 εὐχαριστεῖ τῷ θεῷ. μυρίων D post ἔλαχεν add. ἀγαθῶν D 16 φαντασίας ὁρμῆς om. D ὁρμῆς, νοῦ. νοῦς δὲ coni. Mang. 16 βραχύτατον Dv ὄνομα μὲν D 17 δὲ om. Β θειότατον D: βραχύτατον codd., οὐ βραχύτατον coni. Grossmann, περιμάχητον coni. Mang. 18 Μωσῆν codd. 19 δ’ ἄξιον conicio 22 αὐτὸ μόνον Mang.: μόνον αὐτὸ Α, μόνον αὐτῶ Β 23 μὲν γὰρ conicio 25 ἀνδρία codd. 11—13 DH post locum ad lin. 19 allatum: μηδεὶς οὑν — γενέσθαι θεῷ. 14—17 DH fol. 338r Φίλωνος: ὑπὲρ ὧν οὑν ἕκαστος ἔλαχεν ἡδῆ ἀγαθῶν, κατά ἔργον. 18. 19 pergit DH; ἐκεῖνος θείας ἐμφερείας ἐκμαγεῖον. ἢ δικαιοσύνῃ ἢ φιλανθρωπίᾳ. φερέτω γὰρ ἕν τι ἀγαθὸν ἡ ψυχὴ καὶ τικτέτω, μὴ πάντων ἄφορος καὶ στεῖρα γινέσθω. De_mutatione_nominum 226 σὺ δὲ τοιαῦτα ἐπιτάγματα ἐπιτάξεις υἱεῖ τῷ σεαυτοῦ; εἰ μὴ τοῖς οἰκέταις ἡμέρως χρῇ, μηδὲ τοῖς ὁμοτίμοις κοινωνικῶς· εἰ μὴ κοσμίως γυναικί, μηδὲ γονεῦσι τιμητικῶς· εἰ μητρὸς ὀλιγωρεῖς καὶ πατρός, ἀσέβει καὶ εἰς τὸ θεῖον. εἰ χαίρεις ἡδονῇ, μη δὲ φιλαργυρίας ἀποστῇς. ἐφίεσαι πολυχρηματίας; καὶ κενοδόξει. τί γάρ; De_mutatione_nominum 227 οὐ μετριάζειν ἐν ἐνίοις ἀξιοῖς, εἰ μὴ ἐν πᾶσι δύνασαι; οὐκ ἂν οὖν εἴποι ὁ υἱός· τί λέγεις, ὦ πάτερ; ἢ τέλειον ἀγαθὸν ἢ τέλειον κακὸν βούλει σοι τὸν υἱὸν γενέσθαι καὶ οὐκ ἀγαπήσεις, εἰ πρὸ τῶν ἄκρων τὰ μέσα ἕλοιτο; De_mutatione_nominum 228 οὐ διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ ἐπὶ τῆς Σοδομιτῶν ἀπωλείας ἀρξάμενος ἀπὸ πεντηκοντάδος εἰς δεκάδα τελευτᾷ (Gen. 18,24. 32), ποτνιώμενος καὶ ἱκετεύων, ἵν’, εἰ μὴ εὑρίσκοιτο ἐν γενέσει ἡ παντελὴς εἰς ἐλευθερίαν ἄφεσις (Lev. 25, 10), ἧς σύμβολον ὁ πεντηκοστὸς λόγος ἱερός, ἡ μέση παιδεία παραληφθῇ δεκάδι παραριθμουμένη πρὸς τὴν τῆς καταδικάζεσθαι ψυχῆς μελλούσης ἀπόλυσιν; De_mutatione_nominum 229 τῶν ἀναγώγων οἱ πεπαιδευμένοι καὶ τῶν ἀλύρων καὶ ἀμούσων οἱ ἐγ κεχορευκότες τῇ ἐγκυκλίῳ μουσικῇ πλείους ἀφορμὰς ἔχουσι πρὸς τὸ αὔξεσθαι, σχεδὸν ἐκ παίδων τοῖς περὶ καρτερίας καὶ ἐγκρατείας καὶ ἀρετῆς πάσης λόγοις ἐπαντληθέντες. διὸ εἰ καὶ μὴ παντελῶς ἐξερρύψαντο καὶ ἀπελούσαντο τὸ ἀδικεῖν φαιδρυνόμενοι δέ, ἀλλὰ μετρίως γοῦν καὶ μέσως ἐρρύψαντο. De_mutatione_nominum 230 τὸ παραπλήσιον ὁ Ἠσαῦ λέγειν ἔοικε τῷ πατρί· „μὴ εὐλογία σοι μία ἐστί, πάτερ; εὐλόγησον κἀμέ, πάτερ“ (Gen. 27, 38). ἄλλαι γὰρ ἄλλοις ἀποκεκρίσθωσαν, τελείοις μὲν τέλειαι, μέσαι δὲ ἀτελέσιν, ὡς ἔχει καὶ ἐπὶ τῶν σωμάτων· ὑγιαινόντων γὰρ καὶ νοσούντων ἕτερα μὲν γυμνάσματα, ἕτεραι δὲ τροφαί, καὶ ὅσα ἄλλα περὶ δίαιταν, οὐ τὰ αὐτά, ἀλλὰ τοῖς μὲν τὰ πρόσφορα, ἵνα μηδ’ ὅλως νοσήσωσι, τοῖς δὲ τὰ οἰκεῖα, ὅπως πρὸς τὸ ὑγιεινότερον μεταβάλωσι. De_mutatione_nominum 231 πολλῶν οὖν ἀγαθῶν ὑπαρχόντων ἐν τῇ φύσει τὸ δοκοῦν ἐφαρμόττειν μοι τοῦτο χάρισαι, κἂν μικρότατον ᾖ, στοχασάμενος ἐκείνου μόνου, εἰ 1 ἕν Mang.: ἑνός codd. 3 εἰ om. Β 5 τιμητικός Β 6 μηδὲ scripsi: μὴ codd. 8 δύναται conicio 8. 9 τελείως bis coni. Mang. 9 σου coni. Cohn 10 ἕλοιτο scripsi: ἕληται codd. τῆς Α: τοῖς Β 11 δεκάδα Mang.: πεντάδα codd. 12 ἶνα μὴ Β 13 τῇ γενέσει v ἧς Α: ἢ Β 15 ψυχῆς Α: τῆς B 17 ἐγκεχορευκότες Mang.: κεχορευκότες codd. 18 αὔξεσθαι scripsi αὔξασθαι Mang.): εὔξεσθαι codd. καρτερίας Mang.: ἀρετῆς codd. 18. 19 καὶ ἀρετῆς πάσης om. Β 19 ἐπασκηθέντες coni. Mang. (immo ἐνασκηθέντες) 20 δὲ codd.: δὴ Mang., τελείως conicio 21 Ἡσαῦ A 22 εὐλογία σοι] ἁ et οι in ras. Β2 μία σοι ex LXX conicio ἐστί scripsi: ἔσται codd. δυνήσομαι τὸ δοθὲν φέρειν εὐμαρῶς, ἀλλὰ καὶ μὴ πρὸς τοῦτο ἀπειπὼν ὁ δυστυχὴς ὀκλάσω. De_mutatione_nominum 232 τί δ’ οἰόμεθα ἐμφαίνεσθαι διὰ τοῦ· „μὴ χεὶρ κυρίου οὐκ ἐξαρκέσει“ (Num. 11,23) ; ἆρ’ οὐχὶ τὸ πάντῃ τὰς τοῦ ὄντος φθάνειν δυνάμεις ἐπ’ εὐεργεσίᾳ μὴ μόνον τῶν ἐνδόξων ἀλλὰ καὶ τῶν ἀφανεστέρων εἶναι δοκούντων; οἷς τὰ ἁρμόττοντα χαρίζεται πρὸς τὰ τῆς ἑκάστου ψυχῆς σταθμήματα καὶ μέτρα σταθμώμενος καὶ διαμετρῶν ἰσότητι παρ’ ἑαυτῷ τὸ ἀνάλογον ἑκάστοις. De_mutatione_nominum 233 καταπλήττει με οὐχ ἥκιστα καὶ ὁ τεθεὶς νόμος ἐπὶ τοῖς ἐκδυομένοις τὰ ἁμαρτήματα καὶ μεταγινώσκειν δοκοῦσι. κελεύει γὰρ τὸ μὲν πρῶτον ἱερεῖον προσάγειν θῆλυ πρόβατον ἄμωμον. „ἐὰν δὲ“ φησί „μὴ ἰσχύῃ ἡ χεὶρ αὐτοῦ τὸ ἱκανὸν εἰς πρόβατον, οἴσει περὶ τῆς ἁμαρτίας ἧς ἥμαρτε δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, ἕνα περὶ ἁμαρτίας καὶ ἕνα εἰς ὁλοκαύτωμα. De_mutatione_nominum 234 ἐὰν δὲ μὴ εὑρίσκῃ ἡ χεὶρ αὐτοῦ ζεῦγος τρυγόνων ἢ δύο νεοσσοὺς περιστερῶν, οἴσει τὸ δῶρον τὸ δέκατον οἶφι σεμίδαλιν. οὐκ ἐπιχεεῖ ἐπ’ αὐτὸ ἔλαιον οὐδ’ ἐπιθήσει ἐπ’ αὐτὸ λίβανον, ὅτι περὶ ἁμαρτίας ἐστί. καὶ οἴσει αὐτὸ πρὸς τὸν ἱερέα, καὶ δραξάμενος ὁ ἱερεὺς ἀπ’ αὐτοῦ πλήρη τὴν δράκα τὸ μνημόσυνον ἐπιθήσει ἐπὶ τὸ θυσιαστήριον“ (Lev. 5,7. 11. 12). De_mutatione_nominum 235 οὐκοῦν τρισὶ μετανοίας τρόποις ἱλάσκεται τοῖς εἰρημένοις, κτήνεσιν ἢ πτηνοῖς ἢ λευκοπύροις, πρὸς τὴν τοῦ καθαιρομένου καὶ μετανοοῦντος δήπου δύναμιν· οὔτε γὰρ μικρὰ μεγάλων οὔτε μεγάλα μικρῶν δεῖται καθαρσίων, τῶν δὲ πρὸς τὸ ἀνάλογον ἴσων καὶ ὁμοίων. τί δήποτ’ οὖν διὰ τριῶν ἡ κάθαρσις, ἄξιον ἐρευνῆσαι. De_mutatione_nominum 236 σχεδὸν τοίνυν καὶ τὰ ἁμαρτήματα καὶ τὰ κατορθώματα συμβέβηκεν ἐν τρισὶν ἐξετάζεσθαι, διανοίᾳ, λόγοις, πράξεσιν. οὗ χάριν κἀν τοῖς προτρεπτικοῖς Μωυσῆς διδάσκων, ὅτι ἡ ἀγαθοῦ κτῆσις οὔτ’ ἀδύνατός ἐστιν οὔτε δυσθήρατος, φησίν· De_mutatione_nominum 237 οὐκ εἰς οὐρανὸν ἀναπτῆναι δεῖ οὐδ’ ἄχρι περάτων γῆς καὶ θαλάττης ἐλθεῖν ἐπὶ τὴν σύλληψιν αὐτοῦ· ἀλλ’ ἐστὶν ἐγγύς, καὶ σφόδρα ἐγγύς. εἶτα μόνον οὐκ ὀφθαλμοφανῶς δείκνυσι· „πᾶν ἔργον“ φησί „τῷ στόματί σου καὶ τῇ καρδίᾳ καὶ ταῖς χερσί“ (Deut. 30, 12—14), συμβολικῶς ἐν λόγοις, ἐν βουλαῖς, ἐν ἔργοις· ἐκ γὰρ εὐβουλίας καὶ εὐλογίας καὶ εὐπραξίας τὴν ἀνθρωπίνην εὐδαιμονίαν συνίστασθαι, 1 μὴ καὶ coni. Mang. 6 σταθμούμενος Β 7 ἰσώτατα coni. Mang. 12 εἰς] εἰς τὸ Hoesch. 14 τοῦ οἶφι conicio σεμιδάλεως e codice versionis LXX falso Mang. ἐπιχεεῖ ex LXX Mang.: ἐπιχρίσει codd. 15 λιβανωτόν Mang. 17 αὐτῆς ἐπιθήσει conicio; v. § 249 24 διανοίαις 25 Μωσῆς codd. ἀγαθοῦ Mang.: ἀγαθὴ codd., τἀγαθοῦ conicio 28 δείκνυσι. ἐν γάρ τῶ στόματί σου, φησί, καὶ conicio ἔργον] ῥῆμα ex LXX coni. Mang. 31 εὐδαιμονίαν ἀνθρωπίνην v ὥσπερ καὶ τὴν κακοδαιμονίαν ἐκ τῶν ἐναντίων. De_mutatione_nominum 238 ἐν γὰρ τοῖς αὐτοῖς τό τε κατορθοῦν καὶ ἁμαρτάνειν χωρίοις ἐστί, καρδίᾳ, στόματι, χειρί· καὶ γὰρ βουλεύονταί τινες εὐγνωμονέστατα καὶ λέγουσιν ἄριστα καὶ πράττουσι τὰ πρακτέα. τριῶν δὲ ὄντων κουφότατόν ἐστι τὸ βουλεύεσθαι ἃ μὴ χρή, βαρύτατον δὲ τὸ χειρουργεῖν τὰ ἄδικα, μέσον δὲ τὸ λέγειν ἃ μὴ δεῖ. De_mutatione_nominum 239 συμβαίνει δὲ τὸ κουφότατον δυσαποτριπτότατον εἶναι· χαλεπὸν γὰρ ψυχῆς τροπὴν εἰς ἠρεμίαν ἀγαγεῖν, καὶ θᾶττον ἄν τις χειμάρρου φορὰν ἐπίσχοι ἢ ψυχῆς τροπὴν ῥέουσαν ἀκατασχέτως· ἀμύθητα γὰρ ἐνθύμια ἄλλα ἐπ’ ἄλλοις τρικυμίας τρόπον ἐπιτρέχει, φοροῦντα καὶ κυκῶντα καὶ πᾶσαν αὐτὴν βιαίως ἀνατρέποντα. De_mutatione_nominum 240 τὸ μὲν οὖν ἄριστον τῆς καθάρσεως καὶ τελεώτατον τοῦτ’ ἐστί, μηδ’ ἐνθυμεῖσθαι τι τῶν ἀτόπων, ἀλλ’ εἰρήνῃ καὶ εὐνομίᾳ, ὧν ἡγεμών ἐστι δικαιοσύνη, πολιτεύσασθαι· τὸ δὲ δεύτερον, λόγοις μὴ διαμαρτάνειν ψευδόμενον ἢ ψευδορκοῦντα ἢ ἀπατῶντα ἢ σοφιζόμενον ἢ συκοφαντοῦντα ἢ συνόλως στόμα καὶ γλῶτταν ἐπ’ ὀλέθρῳ τινῶν ἀνιέντα, οἷς χαλινὸν ἦν ἄμεινον περιθεῖναι καὶ δεσμὸν De_mutatione_nominum 241 ἄρρηκτον. διὰ τί δὲ τὸ λέγειν τοῦ νοεῖν τὰ μὴ προσήκοντα βαρύτερον ἁμάρτημα, ῥᾷον ἰδεῖν. ἐνθυμεῖται μέν τις οὐ παρ’ ἑαυτὸν ἔστιν ὅτε, ἀλλ’ ἀβουλῶν· ὧν γὰρ οὐ θέλει λαμβάνειν ἐννοίας ἀναγκάζεται, τῶν δ’ ἀκουσίων οὐδὲν ὑπαίτιον. De_mutatione_nominum 242 λέγει δέ τις ἑκών, ὥστε, εἰ μὴ εὔφημον προΐεται φωνήν, ἀδικεῖ κακοδαιμονῶν, ὁ μηδ’ ἐκ τύχης ἐθέλων τι τῶν ἐπιεικεστέρων φθέγξασθαι· ᾧ λυσιτελὲς τὴν ἀσφαλεστάτην ἡσυχίαν δεξιοῦσθαι· κἄπειτα μὴ ἡσυχάζων τις δύναται δήπου βουληθεὶς σιωπᾶν. De_mutatione_nominum 243 τὸ δὲ καὶ τοῦ λέγειν βαρύτερον ἁμάρτημα ἡ ἄδικος πρᾶξίς ἐστι· 2 καρδίᾳ om. Β 6 δυσαπότρεπτον coni. Mang. 7 εἰς om. D Barocc. 8 τροπὴν ψυχῆς D Barocc. 9 ἀλλ’ ἐπ’ ἀλλήλοις Barocc. τρικυμίαις Barocc. τὸν τρόπον Barocc. ἐπέχει Barocc. φοροῦντα καὶ om. D Barocc. 10 ἀνατρέποντα DM Barocc.: ἐπιστρέφοντα codd., ἐπιτρέποντα DP μὲν γὰρ ἄρκτον Barocc, ἄρρηκτον DM 11 τελειότατον D Barocc. τοῦτό D Barocc. μηδ’ scripsi: μηδὲν codd., μὴ D Barocc, μηδὲ v τι om. D Barocc τῶν om. DM ἀτόπων D Barocc: ἀτοπωτάτων codd. 12 ἐμπολιτεύσασθαι conicio 15 ἀνιέντα Mang.: ἀνέντα codd. 17 ῥᾴδιον conicio 18 ἀλλὰ B 20 κακοδαίμων coni. Mang. ἐκ τύχης] ἐξ ἀρχῆς coni. Mang. 21 τὴν] ἣν coni. Mang. 22 κἄπειτα] ἐπεί τοι conicio 6—11 DP fol. 358v DM fol. 269r τοῦ αὐτοῦ ἐκ τῶν περὶ τῶν μετονομαζομένων Mel. Barocc fol. 168r Φίλωνος: χαλεπὸν τῆς add. Barocc) ψυχῆς — ἀτόπων. 23—199,2 pergit DP DM Mel. Barocc. l. c βαρὺ δὲ τὸ διὰ λόγου τά πονηρά ὅ ἐστιν ἄδικος πρᾶξις. λόγος—βλαβερώτερον. „λόγος γὰρ ἔργου“ φασί „σκιά,“ σκιᾶς δὲ βλαπτούσης πῶς οὐ τὸ ἔργον βλαβερώτερον; διὰ τοῦτο καὶ Μωυσῆς τὴν μὲν γνώμην ἐγκλημάτων καὶ ἐπιτιμίων ἀπήλλαξεν, ἀκουσίοις τὰ πολλὰ μεταβολαῖς χρωμένην καὶ τροπαῖς καὶ πάσχουσαν μᾶλλον ὑπὸ τῶν ἐπεισφοιτώντων νοημάτων ἔξωθεν ἢ δρῶσαν· τὰ δ’ ὅσα ἂν ἐξέλθῃ διὰ τοῦ στόματος, ταῦτ’ εἰς ἀπόλογον καὶ εὐθύνας ἄγει, ὡς ἂν δὴ τοῦ λέγειν ἐφ’ ἡμῖν ὑπάρχοντος. De_mutatione_nominum 244 ἀλλ’ αἱ μὲν λόγων εὔθυναι μετριώτεραι, αἱ δ’ ὑπαιτίων ἔργων ἀργαλεώτεραι. μεγάλας γὰρ τάττει τιμωρίας ἐπὶ τοῖς μεγάλα ἀδικοῦσι καὶ ἔργῳ ἐπεξιοῦσιν ἃ γνώμῃ μὲν ἀγνώμονι ἐβουλεύσαντο, προπετείᾳ δὲ γλώττης ἐξελάλησαν. De_mutatione_nominum 245 τὰ δὲ καθάρσια τῶν τριῶν, διανοίας, λόγου, πράξεως, εἴρηκεν [οὖν] πρόβατον καὶ ζεῦγος τρυγόνων ἢ περιστερῶν καὶ σεμιδάλεως ἱεροῦ μέτρου δέκατον, ἀξιῶν προβάτῳ μὲν διάνοιαν καθαίρεσθαι, λόγον δὲ τοῖς πτηνοῖς, σεμιδάλει δὲ πρᾶξιν. διὰ τί; De_mutatione_nominum 246 ὅτι, καθάπερ ἐν ἡμῖν ἄριστον ὁ νοῦς, καὶ ἐν ζῴων ἀλόγων γένει τὸ πρόβατον ἅτε ἡμερώτατον ὑπάρχον καὶ καρπὸν ἐτήσιον ἀνατέλλον ἐξ ἑαυτοῦ πρὸς ὠφέλειαν ὁμοῦ καὶ κόσμον ἀνθρώπων· ἐσθὴς γὰρ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους ἀνείργει βλάβας καὶ τὰ ἀπόρρητα τῆς φύσεως ἐπισκιάζουσα πρὸς εὐκοσμίας τοῖς χρωμένοις ἐστί. De_mutatione_nominum 247 σύμβολον οὖν ἔστω τῆς τοῦ ἀρίστου καθάρσεως, διανοίας, τὸ ζῴων ἄριστον, τὸ πρόβατον, λόγου δὲ τὰ πτηνά· κοῦφόν τε γὰρ ὁ λόγος καὶ πτηνὸν φύσει, βέλους θᾶττον φερόμενος καὶ πάντῃ διᾴττων. τὸ γὰρ ἅπαξ λεχθὲν ἀναδραμεῖν μὲν οὐκ ἔστιν, ἔξω δὲ φερόμενον, τάχει πολλῷ τρέχον, πλήττει τὰ ὦτα καὶ διὰ πάσης ἀκοῆς ἐρχόμενον εὐθὺς ἠχεῖ. De_mutatione_nominum 248 δίδυμος δὲ ὁ λόγος, ὁ μὲν ἀληθής, ὁ δὲ ψευδής· οὗ μοι δοκεῖ χάριν ζεύγει τρυγόνων ἢ περιστερῶν ἐξομοιωθῆναι. τῶν δὲ πτηνῶν τὸ μὲν περὶ ἁμαρτίας φησὶ δεῖν εἶναι, τὸ δὲ ὁλοκαύτωμα θύειν, ἐπειδὴ τὸν μὲν ἀληθῆ λόγον ὅλον δι’ ὅλου συμβέβηκεν εἶναι ἱερόν τε καὶ τέλειον, τὸν δὲ ψευδῆ διημαρτῆσθαί τε καὶ ἐπανορθώσεως δεῖσθαι. De_mutatione_nominum 249 πράξεως δέ, ὡς ἔφην, σύμβολον 2 Μωσῆς codd. 3 ἀκουσίοις scripsi: ἀκουσίαις codd. 7 ὑπαιτίων Mang.: ὑπαίτιαι codd. 11 οὑν seclusi, fort. θῆλυ leg., νῦν coni. Cohn 12 τριῶν μέτρων coni. Mang. 15 ἀνατέλλων Α 16 ἀσφάλειαν coni. Mang. 17 ἀποσκιάζούσα Hoesch. 18 εὐκοσμίας Β: εὐκοσμίαν Α 19 ζῷον B(?)v 21 φερόμενος et διᾴττων scripsi: φερόμενον et διάττον codd. 24 ζεύγει ex ζεύγη corr. Β 25 τὸ Hoesch.: τὰ codd. 26 εἶναι fort. secl. 27 ὅλων coni. Cohn τε καὶ addidi, καὶ add. Mang. 1 Democriti fr. 105 Natorp, qui omisit testimonia Philonea. ἡ σεμίδαλις· καὶ γὰρ ταύτην συμβέβηκεν οὐκ ἄνευ τέχνης καὶ ἐπινοίας καθαίρεσθαι, ἀλλὰ χερσὶ σιτοπόνων, ἐπιτήδευμα τὸ πρᾶγμα πεποιηκότων, διακρίνεται. διὸ καί φησι· „δραξάμενος ὁ ἱερεὺς πλήρη τὴν δράκα τὸ μνημόσυνον αὐτῆς ἀνοίσει“ (Lev. 5, 12), διὰ τῆς δρακὸς τὸ ἐγχείρημα καὶ τὴν πρᾶξιν ἐμφαίνων. De_mutatione_nominum 250 ἄγαν δ’ ἐξητασμένως ἐπὶ μὲν τοῦ κτήνους εἶπεν· „ἐὰν δὲ μὴ ἰσχύῃ ἡ χεὶρ τὸ ἱκανὸν εἰς πρόβατον“ (ibid. 5,7), ἐπὶ δὲ τῶν πτηνῶν· „ἐὰν δὲ μὴ εὑρίσκῃ“ (ibid. 5,11). διὰ τί; ὅτι μεγάλης μὲν ἰσχύος καὶ ὑπερβαλλούσης δυνάμεώς ἐστι καταλῦσαι τὰς τῆς διανοίας τροπάς, οὐ μεγάλης δὲ ῥώμης τὰ λόγων ἐπισχεῖν ἁμαρτήματα. De_mutatione_nominum 251 πάντων γὰρ ἀλεξίκακον τῶν διὰ φωνῆς ἁμαρτανομένων, ὡς καὶ πρότερον εἶπον, ἡσυχία, ᾗ παντί τῳ ῥᾴδιον χρῆσθαι· πολλοὶ δὲ διὰ τὸ λάλον καὶ ἀμετροεπὲς οὐχ εὑρίσκουσι πέρας ἐπιθεῖναι τῷ λόγῳ. De_mutatione_nominum 252 ταύταις καὶ ταῖς παραπλησίαις τομαῖς καὶ διαστολαῖς τῶν πραγμάτων ἐντραφεὶς καὶ ἐνασκηθεὶς ὁ ἀστεῖος ἆρ’ οὐκ εἰκότως εὔχεσθαι ἂν δόξαι τὸν Ἰσμαὴλ ζῆν, εἰ μὴ δύναται κυοφορῆσαί πω τὸν Ἰσαάκ; De_mutatione_nominum 253 τί οὖν ὁ χρηστὸς θεός; ἓν αἰτησαμένῳ δύο δίδωσι καὶ τὸ ἔλαττον εὐξαμένῳ χαρίζεται τὸ μεῖζον. „εἶπε“ γάρ φησι „τῷ Ἀβραάμ· ναί, ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱόν“ (Gen. 17,19)· εὐθυβόλος γε ἡ συμβολικὴ ἀπόκρισις ἡ ναί. τί γὰρ ἐμπρεπέστερον ἢ τἀγαθὰ ἐπινεύειν θεῷ καὶ ταχέως ὁμολογεῖν; De_mutatione_nominum 254 ἀλλ’ οἷς ἐπινεύει τὸ θεῖον, ἅπας ἄφρων ἀνανένευκε. τὴν γοῦν Λείαν μισουμένην εἰσάγουσιν οἱ χρησμοί· διὸ καὶ τοιαύτης ἔτυχε προσρήσεως· ἑρμηνευθεῖσα γάρ ἐστιν ἀνανευομένη καὶ κοπιῶσα διὰ τὸ πάντας ἡμᾶς ἀρετὴν ἀποστρέφεσθαι καὶ κοπώδη νομίζειν ἐπιτάγματα οὐχ ἡδέα πολλάκις ἐπιτάττουσαν. De_mutatione_nominum 255 ἀλλὰ τοσαύτης ἀποδοχῆς ἠξίωται παρὰ τοῦ πανηγεμόνος, ὥστε τὴν μήτραν ὑπ’ αὐτοῦ διοιχθεῖσαν (Gen. 29,31) σπορὰν θείας γονῆς παραδέξασθαι πρὸς τὴν τῶν καλῶν ἐπιτηδευμάτων καὶ πράξεων γένεσιν. μάθε οὖν, ὦ ψυχή, ὅτι καὶ „Σάρρα“, ἡ ἀρετή, „τέξεταί σοι υἱόν“, οὐ μόνον Ἄγαρ, ἡ μέση παιδεία· ἐκείνης μὲν γὰρ τὸ ἔγγονον διδακτόν, ταύτης δὲ πάντως αὐτομαθές ἐστι. De_mutatione_nominum 256 μὴ θαυμάσῃς δ’ , εἰ πάντα φέρων σπουδαῖα ὁ θεὸς ἤνεγκε καὶ τοῦτο τὸ γένος, σπάνιον μὲν ἐπὶ γῆς, πάμπολυ δ’ ἐν οὐρανῷ. 3 διακρίνεσθαι conicio τὴν Β: τὸν Α 4 αὐτῆς ex LXX Mang.: αὐτῶν codd. 8 ὑπερβαλούσης Β 9 οὐ om. Β 18 σοι Β: om. Α 19 prius ἡ] καὶ coni. Mang. τὰ ἀγαθὰ Β 20 θεῷ scripsi: θεοῦ ΑΒ, θεὸν Cantabrig. Coll. S. Trin. Β. 9.6, τε coni. Mang. 24 ἐπιτάττουσαν] ν add. B2 25 τοῦ πανηγεμόνος Mang.: τῶν ἡγεμόνων codd., τοῦ πάντων ἡγεμόνος coni. Cohn 26 θείας Cobn: θείου codd. 30 δ’ adddidi τὰ σπουδαῖα 31 τὸ Β2 (Mang.): om. AB1 μάθοις δ’ ἂν ἀπὸ τῶν ἄλλων, ἐξ ὧν συνέστηκεν ἄνθρωπος. ἆρά γε οἱ ὀφθαλμοὶ διδαχθέντες ὁρῶσι; τί δ’; οἱ μυκτῆρες ὀσφραίνονται μαθήσει; ἅπτονται δ’ αἱ χεῖρες ἢ οἱ πόδες προΐασι κατ’ ἐπιτάγματα ἢ παραινέσεις ὑφηγητῶν; De_mutatione_nominum 257 αἱ δ’ ὁρμαὶ καὶ φαντασίαι — πρῶται δ’ εἰσὶν αὗται κινήσεις καὶ σχέσεις ψυχῆς — διδασκαλίᾳ συνέστησαν; παρὰ δὲ σοφιστὴν φοιτήσας ὁ νοῦς ἡμῶν νοεῖν καὶ καταλαμβάνειν ἔμαθε; πάντα ταῦτ’ ἀφειμένα διδασκαλίας ἀπαυτοματιζούσῃ φύσει χρῆται πρὸς τὰς οἰκείας ἐνεργείας. De_mutatione_nominum 258 τί οὖν ἔτι θαυμάζεις, εἰ καὶ ἀρετὴν ἄπονον καὶ ἀταλαίπωρον ὁ θεὸς ὀμβρήσει μηδεμιᾶς δεομένην ἐπιστασίας, ἀλλ’ ἐξ ἀρχῆς ὁλόκληρον καὶ παντελῆ; εἰ δὲ καὶ μαρτυρίαν βούλει λαβεῖν, Μωυσέως ἀξιοπιστοτέραν εὑρήσεις; ὅς φησι τοῖς μὲν ἄλλοις ἀνθρώποις ἀπὸ γῆς εἶναι τὰς τροφάς, μόνῳ δὲ ἀπ’ οὐρανοῦ τῷ ὁρατικῷ. De_mutatione_nominum 259 ταῖς μὲν οὖν ἀπὸ γῆς καὶ ἄνθρωποι γεωπόνοι συνεργοῦσι, τὰς δ’ ἀπ’ οὐρανοῦ νίφει χωρὶς συμπράξεως ἑτέρων ὁ μόνος αὐτουργὸς θεός. καὶ μὴν λέγεται· „ἰδοὺ ὕω ὑμῖν ἄρτους ἀπ’ οὐρανοῦ“ (Exod. 16,4). τίνα οὖν ἀπ’ οὐρανοῦ τροφὴν ἐνδίκως ὕεσθαι λέγει, ὅτι μὴ τὴν οὐράνιον σοφίαν; De_mutatione_nominum 260 ἣν ἄνωθεν ἐπιπέμπει ταῖς ἵμερον ἀρετῆς ἐχούσαις ψυχαῖς ὁ φρονήσεως εὐθηνίαν καὶ εὐετηρίαν ἔχων καὶ τὰ ὅλα ἄρδων καὶ μάλιστα ἐν ἱερᾷ ἑβδόμῃ, ἣν σάββατον καλεῖ (Exod. 16, 23 ss.). τότε γὰρ τὴν τῶν αὐτομάτων ἀγαθῶν φορὰν ἔσεσθαί φησιν, οὐκ ἐξ ὅλης τέχνης ἀνατελλόντων, ἀλλ’ αὐτογενεῖ καὶ αὐτοτελεῖ φύσει βλαστανόντων καὶ τοὺς οἰκείους φερόντων καρπούς. De_mutatione_nominum 261 Τέξεται οὖν σοι ἡ ἀρετὴ υἱὸν γενναῖον ἄρρενα (Gen. 17,19), παντὸς ἀπηλλαγμένον θήλεος πάθους, καὶ καλέσεις τὸ ὄνομα τοῦ υἱοῦ τὸ πάθος, ὅπερ ἂν ἐπ’ αὐτῷ πάθῃς, πείσῃ δὲ πάντως χαράν· ὥστε καὶ τὸ σύμβολον αὐτῆς ὄνομα θήσεις, γέλωτα. De_mutatione_nominum 262 καθάπερ λύπη καὶ φόβος ἰδίας ἀναφθέγξεις ἔχουσιν, ἃς ἂν τὸ βιασάμενον καὶ κρατῆσαν ὀνοματοποιήσῃ πάθος, οὕτως εὐβουλίαι καὶ εὐφροσύναι φυσικαῖς ἐκφωνήσεσιν ἀναγκάζουσι χρῆσθαι, ὧν οὐκ ἂν εὕροι τις κυριωτέρας καὶ εὐθυβολωτέρας κλήσεις, κἂν τυγχάνῃ περὶ τὰς κλήσεις σοφός. De_mutatione_nominum 263 διό φησιν· „εὐλόγηκα 1 μάθης Β 2 ὀσφραίνονται scripsi: ὄσφρονται codd. 5 σχέσεις Mang.: πείσεις codd. 6 σοφιστὴν Mang.: σοφιστῇ codd. 7 ταῦτα Β ἀφειμένα scripsi: ἐφιέμενα codd., ἀφιέμενα Mang. 10 δὲ add. 11 Μωσέως codd. 14 νείφει codd. 16 ἀπ’ οὐρανοῦ τροφὴν Markland (nisi quod οὖν del.): ἀποτροφήν codd. 17 ἐπινίφει coni. Mang. 18 ἔχων] χέων Maug. 20 αὐτομάτων Mang.: αὐτομαθῶν codd. ὅλης] ὑλικῆς coni. Mang., ἀνθρωπίνης conicio 21 αὐθιγενεῖ conicio 26 καθάπερ γὰρ coni. 27 ὀνοματοποιήσῃ scripsi: ὄνομα ποιήσῃ codd. 30 τυγχάνοι Α αὐτόν, αὐξήσω αὐτόν, πληθυνῶ, δώδεκα ἔθνη γεννήσει“ (ibid. 20), τὸν κύκλον καὶ τὸν χορὸν ἅπαντα τῶν σοφιστικῶν προπαιδευμάτων. „τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ“ (ibid. 21), ἵν’ ἑκατέρας ἀρετῆς τὸ ἀνθρώπων μεταποιῆται γένος, διδακτῆς τε καὶ αὐτομαθοῦς, τὸ μὲν ἀσθενέστερον διδασκομένης, ἑτοίμης δὲ τὸ ἐρρωμένον. De_mutatione_nominum 264 „Εἰς δὲ τὸν καιρὸν τοῦτον τέξεταί σοι“, φησίν, ἡ σοφία χαράν (ibid.). ποῖον, ὦ θαυμασιώτατε, δεικνύεις καιρόν; ἢ τὸν ὑπὸ γενέσεως ἄδεικτον μόνον; ὁ γὰρ ἀληθὴς αὐτὸς ἂν εἴη καιρός, ἀνατολὴ τῶν ὅλων, ἡ εὐπραξία καὶ εὐκαιρία γῆς, οὐρανοῦ, τῶν μεταξὺ φύσεων, ζῴων ὁμοῦ καὶ φυτῶν ἁπάντων. De_mutatione_nominum 265 ὅθεν καὶ Μωυσῆς ἐθάρρησεν εἰπεῖν τοῖς ἀποδεδρακόσι καὶ μὴ θέλουσι τὸν ὑπὲρ ἀρετῆς ἄρασθαι πόλεμον πρὸς τοὺς ἀντιτεταγμένους· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9). μόνον γὰρ οὐκ ἄντικρυς ὁμολογεῖ τὸν θεὸν καιρόν, ὃς παντὸς μὲν ἀσεβοῦς μακρὰν ἀφέστηκεν, ἀρετώσαις δ’ ἐμπεριπατεῖ ψυχαῖς. De_mutatione_nominum 266 „περιπατήσω“ γάρ φησιν „ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν θεός“ (Lev. 26,12). οἱ δὲ τὰς ὥρας τοῦ ἔτους καιροὺς εἶναι λέγοντες οὐ κυρίως καταχρῶνται τοῖς ὀνόμασιν, ἅτε μὴ πάνυ τὰς φύσεις τῶν πραγμάτων ἠκριβωκότες, ἀλλὰ πολλοῦ τοῦ εἰκῇ μετέχοντες. De_mutatione_nominum 267 Ἐπιτείνων δὲ τὸ κάλλος τοῦ γεννωμένου φησὶν αὐτὸ „ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ“ (Gen. 17,21) γεννηθήσεσθαι, ἐνιαυτὸν ἕτερον οὐ τὸ τοῦ χρόνου μηνύων διάστημα, ὃ ταῖς σεληνιακαῖς ἢ ἡλιακαῖς ἀναμετρεῖται περιόδοις, ἀλλὰ τὸ ἔκτοπον καὶ ξένον καὶ καινὸν ὄντως, ἕτερον τῶν ὁρωμένων καὶ αἰσθητῶν, ἐν ἀσωμάτοις καὶ νοητοῖς ἐξεταζόμενον, ὅπερ τὸ χρόνου παράδειγμα καὶ ἀρχέτυπον εἴληχεν, αἰῶνα. αἰὼν δὲ ἀναγράφεται τοῦ νοητοῦ βίος κόσμου, ὡς αἰσθητοῦ χρόνος. De_mutatione_nominum 268 ἐν ᾧ ἐνιαυτῷ καὶ „τὴν ἑκατοστεύουσαν εὑρίσκει κριθὴν“ (Gen. 26,12) ὁ τὰς θεοῦ χάριτας ἐπὶ γενέσει πλειόνων σπείρας ἀγαθῶν, ἵν’ ὡς πλεῖστοι τῶν ἐπαξίων τυχεῖν μεταλάβωσιν. De_mutatione_nominum 269 ἀλλὰ γὰρ τῷ σπείραντι καὶ θερίζειν ἔθος· ὁ δ’ ἔσπειρε μὲν ἐπιδεικνύμενος τὴν ἐχθρὰν φθόνου καὶ κακίας ἀρετήν, εὑρεῖν δέ, ἀλλ’ οὐ θερίσαι λέγεται· ὁ γὰρ στάχυν 1 #x003E; πληθυνῶ coni. Mang. 5 αὐτομαθοῦς δέ τὸ ἐρρωμενέστερον coni. Mang. τῶ ἐρρωμένω Β 8 ἂν addidi 9 καὶ] καὶ ἡ B 10 Μωσῆς codd. 11 ἀποδεδειλιακόσι coni. Mang. 18 πολλοῦ om. Β εἰκαίου coni. Mang. 19 αὐτὸν coni. Cohn 21 τὸ addidi ὃ] ὃς coni. Mang. 25 ὡς] ὡς καὶ Mang. 25 cf. ad p. 38,15. ἁδρότερον τῶν εὐεργεσιῶν καὶ πλήρη πεποιηκὼς ἕτερος ἦν, ὃς εὐτρεπισάμενος καὶ ἑτοιμασάμενος ἐλπίδας μείζους καὶ πλείους δωρεὰς προὔθηκε τοῖς ζητοῦσιν εἰς εὕρεσιν. De_mutatione_nominum 270 Τὸ δὲ „συνετέλεσε λαλῶν πρὸς αὐτὸν“ (Gen. 17,22) ἴσον ἐστὶ τῷ τὸν ἀκροατὴν αὐτὸν ἐτελείωσε κενὸν ὄντα σοφίας πρότερον καὶ ἀθανάτων λόγων ἐπλήρωσεν. ἐπεὶ δὲ τέλειος ὁ μαθητὴς ἐγένετο, „ἀνέβη κύριος ἀπὸ Ἀβραάμ“ (ibid.) δηλῶν, οὐχ ὅτι διεζεύχθη — φύσει γὰρ θεοῦ ὀπαδὸς ὁ σοφός —, ἀλλὰ τὸ ἑκούσιον τοῦ μαθητοῦ βουλόμενος παραστῆσαι, ἵν’, ὅπερ ἔμαθε, μηκέτι ἐφεστῶτος τοῦ διδάσκοντος χωρὶς ἀνάγκης αὐτὸς ἐπιδεικνύμενος, ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ χρώμενος, ἐνεργῇ δι’ ἑαυτοῦ. δίδωσι γὰρ ὁ διδάσκαλος τῷ μαθόντι τόπον πρὸς τὴν ἄνευ ὑποβολῆς ἑκούσιον μελέτην, ἀλήστου μνήμης ἐγχαράττων βεβαιότατον εἶδος. 1 εὐεργεσιῶν] συνήθων conicio ὃς scripsi: ὁ codd. 7 φησὶ conicio 9 ὅπερ Mang.: ὥσπερ codd.