De_migratione_Abrahami 1 „Καὶ εἶπε κύριος τῷ Ἀβραάμ· ἄπελθε ἐκ τῆς γῆς σου καὶ p.436 M. ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου εἰς τὴν γῆν, ἥν σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητός. καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 1 — 3). De_migratione_Abrahami 2 βουληθεὶς ὁ θεὸς τὴν ἀνθρώπου ψυχὴν καθῆραι πρῶτον αὐτῇ δίδωσιν ἀφορμὴν εἰς σωτηρίαν παντελῆ τὴν ἐκ τριῶν χωρίων μετανάστασιν, σώματος, αἰσθήσεως, λόγου τοῦ κατὰ προφοράν· τὴν μὲν γὰρ γῆν σώματος, τὴν δὲ συγγένειαν φίλωνος περὶ ἀποικίας MA: τοῦ αὐτοῦ περὶ ἀποικίας P, περὶ ἀποικίας H1H2 (usque ad p. 271,3 Η2 significat exordiuin huiiis libri iteruin fol. 375 traditum : v. Prolegomena) 1 ἁβραάμ AH1H2P ἄπελθε] πορεύου MA 5 σε] σου Η2 7 καθῆραι M, ex corr. Η1, H2P: καθαρᾶι Α 8 τῶν τριῶν Η2 post αἰσθήσεως postea add. καὶ H1 9 sqq. Ambrosius De Abraham lib. 111,2: ideoque dicitur ei: exi de terra tua, id est de corpore tuo .... et de coguatione, inquit, tua. cognati sunt animae nostrae corporis sensus. dividitur euim in duo anima nostra, in id quod est rationabile et in id quod est irrationabile. in eo autem quod est irrationabile sensus sunt: ergo cognati sunt partis rationabilis, hoc est mentis. et de domo tua, inquit, exi. domus mentis prolativum est verbum. sicut enim pater familias habitat in domo sua et in potestate habet quemadmoduin regat domum suam, ita etiam mens in sermonibus nostris habitat et gubernat verba nostra, et vis eius ac disciplina in sermone elucet. ut bonus pater famiiias a primo vestibu10 domus aestimatur, ita etiam de sermonibus nostris mens nostra perpenditur. deuique etiam modulis vocis pulsat et revocat. lib. I 2,4: consideremus, ne forte hoc sit „exire de terra sua“ de huius terrae, hoc est de 10rporis nostri quadam commoratione egredi . . . . et de illecebris et delectationibus corporalibus, quas velut cognatas animae nostrae dixit. . . . αἰσθήσεως, τὸν δὲ τοῦ πατρὸς οἶκον λόγου συμβέβηκεν εἶναι σύμβολον. De_migratione_Abrahami 3 διὰ τί; ὅτι τὸ μὲν σῶμα καὶ ἐκ γῆς ἔλαβε τὴν σύστασιν καὶ ἀναλύεται πάλιν εἰς γῆν — μάρτυς δὲ Μωυσῆς, ὅταν φῇ· „γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ“ (Gen. 3,19)· καὶ γὰρ παγῆναί φησιν αὐτὸ χοῦν εἰς ἀνθρωπείαν μορφὴν τοῦ θεοῦ διαπλάσαντος, ἀνάγκη δὲ τὸ λυόμενον εἰς τὰ δεθέντα λύεσθαι—, αἴσθησις δὲ συγγενὲς καὶ ἀδελφόν ἐστι διανοίας, ἄλογον λογικῆς, ἐπειδὴ μιᾶς ἄμφω μέρη ψυχῆς ταῦτα, πατρὸς δὲ οἶκος ὁ λόγος, ὅτι πατὴρ μὲν ἡμῶν ὁ νοῦς σπείρων εἰς ἕκαστον τῶν μερῶν τὰς ἀφ’ ἑαυτοῦ δυνάμεις καὶ διανέμων εἰς αὐτὰ τὰς ἐνεργείας ἐπιμέλειάν τε καὶ ἐπιτροπὴν ἀνημμένος ἁπάντων, οἶκος δέ, ἐν ᾧ διαιτᾶται, τῆς ἄλλης ὑπεξῃρημένος οἰκίας ὁ λόγος· καθάπερ γὰρ ἀνδρὸς ἑστία, καὶ νοῦ λόγος ἐνδιαίτημα. De_migratione_Abrahami 4 ἑαυτὸν γοῦν καὶ ὅσα ἂν ἐνθυμήματα τέκῃ, ὥσπερ ἐν οἴκῳ τῷ λόγῳ διαθεὶς καὶ διακοσμήσας ἐπιδείκνυται. μὴ θαυμάσῃς δέ, εἰ νοῦ τὸν λόγον ἐν ἀνθρώπῳ κέκληκεν οἶκον· καὶ γὰρ τὸν τῶν ὅλων νοῦν, τὸν θεόν, οἶκον ἔχειν φησὶ τὸν ἑαυτοῦ λόγον. De_migratione_Abrahami 5 οὗ τὴν φαντασίαν ὁ ἀσκητὴς λαβὼν ἄντικρυς ὁμολογεῖ ὅτι „οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ“ (Gen. 28, 17), ἴσον τῷ ὁ τοῦ θεοῦ οἶκος οὐκ ἔστι τοῦτο τῶν εἰς δεῖξιν ἐρχομένων ἢ συνόλως πιπτόντων ὑπ’ αἴσθησιν, οὐκ ἔστιν, ἀλλ’ ἀόρατος, ἀειδής, ψυχῇ μόνον ὡς ψυχῇ καταλαμβανόμενος. De_migratione_Abrahami 6 τίς ἂν οὖν εἴη πλὴν ὁ λόγος ὁ πρεσβύτερος τῶν γένεσιν εἰληφότων, οὗ καθάπερ οἴακος ἐνειλημμένος ὁ τῶν ὅλων κυβερνήτης πηδαλιουχεῖ τὰ σύμπαντα, καὶ ὅτε ἐκοσμοπλάστει χρησάμενος ὀργάνῳ τούτῳ πρὸς τὴν ἀνυπαίτιον τῶν ἀποτελουμένων σύστασιν; De_migratione_Abrahami 7 ὡς μὲν τοίνυν γῆν μὲν τὸ σῶμα, συγγένειαν δὲ τὴν αἴσθησιν, οἶκον δὲ πατρὸς τὸν λόγον αἰνίττεται, δεδηλώκαμεν. τὸ δὲ „ἄπελθε ἐκ τούτων“ οὐκ ἔσθ’ ὅμοιον τῷ διαζεύχθητι κατὰ τὴν 1 λόγον H2 σύμβολον εἶναι συμβέβηκεν Η1 2 prius καὶ om. H2 3 Μωσῆς codd. φῇ] φησι H1H2 4 φησι τὸν ex corr. Η1 6 αἴσθησιν H2 συuενὴς P αλλογος conicio, λογικοῦ coni. Cohn, 7 ἐπειδὰν μιᾶς MH2, ἐπιδημίας A 8 ἀφ’ MA: om. H1H2P 10 εἰκὸς P αuλης scripsi: ὅλης codd. 12 ἄν ex corr. H’: ἐὰν MH-P, om. Α τέκει Α 13 διακοσμήσεως Η2 14 ἐν] εἰ H2 15 φησὶ] φασὶ coni. Maug. 16. 17 ἀλλ’ — τοῦτο om. H2 17 τούτων conicio, τι τούτων coni. Mang. 19 ἀιδής, ψυχή 2 alterum ψύχῃ] ψυχὴ MH1P οὑν ἄν M 22 ἐκοσμοπλάστη H2 23 post. σῶμα add. καλεῖ v 24 αἰνίττεται Η2: om. ceteri 25 οὐκ ἔσθ’ Turn.: οὐκέθ᾿ codd. 25 sqq. ibid. lib. II 1, 3: ergo qui vult perfectam purgationem consequi, disiungat se ab his tribus, a corpore, a sensibus corporalibus, a voce, in quibus sunt omnes corporis passiones et circumscriptiones sensuum, quibus decipimur et iliudimur. ibid, lib. 12,4: qui iustus est vir, rationabile animae suae ab irrationabili disiungere debet ac segregare. οὐσίαν, ἐπεὶ θάνατον ἦν διαγορεύοντος ἡ πρόσταξις, ἀλλ’ ἴσον τῷ τὴν γνώμην ἀλλοτριώθητι, πρὸς μηδενὸς περισχεθεὶς αὐτῶν ὑπεράνω στῆθι πάντων· ὑπήκοοί σού εἰσι, μηδέποτε ὡς ἡγεμόσι χρῶ· De_migratione_Abrahami 8 βασιλεὺς ὢν ἄρχειν ἀλλὰ μὴ ἄρχεσθαι πεπαίδευσο, πάντα τὸν αἰῶνα γίνωσκε σεαυτόν, ὡς καὶ Μωυσῆς πολλαχοῦ διδάσκει λέγων „πρόσεχε σεαυτῷ“ (Exod. 34,12)· οὕτως γὰρ ὧν τε ὑπακούειν καὶ οἷς ἐπιτάττειν προσῆκεν αἰσθήσῃ. De_migratione_Abrahami 9 ἄπελθε οὖν ἐκ τοῦ περὶ σεαυτὸν γεώδους, τὸ παμμίαρον, ὦ οὗτος, ἐκφυγὼν δεσμωτήριον, τὸ σῶμα, καὶ τὰς ὥσπερ εἱρκτοφύλακας ἡδονὰς καὶ ἐπιθυμίας αὐτοῦ παντὶ σθένει καὶ πάσῃ δυνάμει, μηδὲν τῶν εἰς κάκωσιν παρείς, ἀλλὰ πάντα ἀθρόα συλλήβδην ἐπανατεινάμενος. De_migratione_Abrahami 10 ἄπελθε κἀκ τῆς συγγενοῦς αἰσθήσεως· νυνὶ μὲν γὰρ κέχρηκας ἑκάστῃ σεαυτὸν καὶ γέγονας ἀλλότριον τῶν δεδανεισμένων ἀγαθὸν ἀποβεβληκὼς τὸ ἴδιον. οἶδας δέ, κἂν πάντες ἡσυχάζωσιν, ὡς ὀφθαλμοί σε ἄγουσι καὶ ὦτα καὶ ἡ ἄλλη τῆς συγγενείας πληθὺς ἅπασα πρὸς τὰ φίλα ἑαυτοῖς. De_migratione_Abrahami 11 ἐὰν δὲ ἐθελήσῃς κομίσασθαι τὰ σαυτοῦ δάνεια καὶ τὴν ἰδίαν κτῆσιν περιβαλέσθαι μηδὲν αὐτῆς διαζεύξας ἢ ἀλλοτριώσας μέρος, εὐδαίμονος μεταποιήσῃ βίου, χρῆσιν καὶ ἀπόλαυσιν οὐκ ὀθνείων ἀλλ’ οἰκείων ἀγαθῶν εἰς ἀεὶ καρπούμενος. De_migratione_Abrahami 12 ἀλλὰ μετανάστηθι κἀκ τοῦ κατὰ προφορὰν λόγου, ὃν πατρὸς οἶκον ὠνόμασεν, ἵνα μὴ ῥημάτων καὶ ὀνομάτων ἀπατηθεὶς κάλλεσι τοῦ πρὸς ἀλήθειαν κάλλους, ὅπερ ἐστὶν ἐν τοῖς δηλουμένοις πράγμασι, διαζευχθῇς. ἄτοπον γὰρ ἢ σκιὰν σωμάτων ἢ μίμημα ἀρχετύπων φέρεσθαι πλέον· σκιᾷ μὲν δὴ καὶ μιμήματι ἔοικεν ἑρμηνεία, σώμασι δὲ καὶ ἀρχετύποις αἱ τῶν διερμηνευομένων φύσεις πραγμάτων, 1 ἂν ἢν coni. Cohn 2 ἀλλοτριώθητι] ἡ ex corr. H1, ἀλλοτριωθἐντι H2 3 ἡγεμόνι Η2 4 λλλὰ om. H2 σαυτὸν H2 5 Μωυσῆν coni. Mang. 6 οἶς H2: om. ceteri 7 αἰσθήσει Α παμμίαρον ex corr. H1, mg. P, παμμίοις text. P 8 τὸ om. H2 εἱρκτοφύλακας MH1P 9 μηδὲ H2 10 παριεὶς H2 11 ἄπελθε καὶ om. Α 12 ἀλλότριος H2 ἀγαθῶν AP2 13 κἄν] καὶ Α πάντα L ἡσυχάζουσιν Α 15 ἐάν] εἰ H2 ἐθελήσῃς MA: θελήσης P, ἐθέλεις P, θέλῃς H2 ἑαυτοῦ H1 κτίσιν P 16 αὐτῶν L διαζεύξῃς ἢ ἀλλοτριώσῃς H2 17 dXXd M 19 ὠνόμασεν MA: ὠνόμασαν Η2, ἐκάλεσεν H1P 22 μιμήματα H2 8.sqq. 19qq. ibid. lib. II 1,3: neque in sensibus (sc. est bonum), qui saepe luduntur, neque in sono vocis, quae falsis plerumque animam demulcet cantibus, est perfcctum bonura. 22 sqq. ibid. II 1,3. unde in alteram terram vocatur plenam beatitudine, ubi non falsa pro veris sicut in hac vita, sed vivam rerum cernat substantiam, eo quod excussa corporis et sensuum et vocis nebu10sa quadam imagine corruptibilera caliginem dcponat. . . . ὧν τὸν ἐφιέμενον τοῦ εἶναι μᾶλλον ἢ τοῦ δοκεῖν χρὴ περιέχεσθαι διοικιζόμενον ἀπ’ ἐκείνων. De_migratione_Abrahami 13 ἐπειδὰν γοῦν ὁ νοῦς ἄρξηται γνωρίζειν ἑαυτὸν καὶ τοῖς νοητοῖς ἐνομιλεῖν θεωρήμασιν, ἅπαν τὸ κλινόμενον τῆς ψυχῆς πρὸς τὸ αἰσθητὸν εἶδος ἀπώσεται, ὃ κέκληται παρ’ Ἑβραίοις Λώτ. οὗ χάριν ὁ σοφὸς εἰσάγεται λέγων ἄντικρυς· „διαχωρίσθητι ἀπ’ ἐμοῦ“ (Gen. 13, 9)· συνοικεῖν γὰρ ἀμήχανον τὸν ἀσωμάτων καὶ ἀφθάρτων ἔρωτι κατεσχημένον τῷ πρὸς τὰ αἰσθητὰ καὶ θνητὰ ῥέποντι. De_migratione_Abrahami 14 παγκάλως οὖν ὁ ἱεροφάντης μίαν τῆς νομοθεσίας ὅλην ἱερὰν βίβλον Ἐξαγωγὴν ἀνέγραψεν οἰκεῖον ὄνομα εὑράμενος τοῖς περιεχομένοις χρησμοῖς· ἅτε γὰρ παιδευτικὸς ὢν καὶ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν ἑτοιμότατος τῶν οἵων τε νουθετεῖσθαι καὶ σωφρονίζεσθαι πάντα τῆς ψυχῆς τὸν λεὼν ἀπὸ τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, καὶ τῶν οἰκητόρων αὐτῆς ἐξελεῖν διανοεῖται, χαλεπώτατον καὶ βαρύτατον ἄχθος ἡγούμενος ὁρατικὴν διάνοιαν πρὸς σαρκὸς ἡδονῶν πιεσθῆναι καὶ ἐπιτάγμασιν ὑπηρετεῖν, ἅττ’ ἂν αἱ ἀνηλεεῖς προστάττωσιν ἐπιθυμίαι. De_migratione_Abrahami 15 τούτους μὲν οὖν στενάξαντας καὶ πολλὰ ἐκδακρύσαντας τὴν σωματικὴν εὐθηνίαν καὶ τὰς τῶν ἐκτὸς ἀφθόνους περιουσίας — λέγεται γὰρ ὅτι „ἐστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων“ (Exod. 2, 23) — ὑφηγησαμένου τοῦ ἵλεω θεοῦ τὰ περὶ τὴν ἔξοδον ὁ προφήτης αὐτοῦ ῥύεται. De_migratione_Abrahami 16 εἰσὶ δ’ οἳ μέχρι τῆς τελευτῆς τὰς πρὸς σῶμα σπονδὰς ἔθεντο καὶ ὥσπερ λάρνακι ἢ σορῷ ἢ ὅπως ὀνομάζειν ἑτέρως φίλον τῷδε ἐνετάφησαν. ὧν τὰ μὲν ὅσα φιλοσώματα καὶ φιλοπαθῆ μέρη λήθῃ παραδοθέντα κατορύττεται· εἰ δέ πού τι φιλάρετον παρανέβλαστε, μνήμαις ἀνασῴζεται, δι’ ὧν τὰ καλὰ ζωπυρεῖσθαι πέφυκε. De_migratione_Abrahami 17 τὰ γοῦν ὀστᾶ Ἰωσήφ, λέγω δὴ τὰ μόνα ὑπολειφθέντα τῆς τοσαύτης ψυχῆς ἀδιάφθορα καὶ ἀξιομνημόνευτα εἴδη, περιποιεῖται ὁ ἱερὸς λόγος (Gen. 50, 25), ἄτοπον ἡγούμενος καθαρὰ μὴ καθαροῖς συνεζεῦχθαι. De_migratione_Abrahami 18 τὰ δ’ ἀξιομνημόνευτα ταῦτα ἦν· τὸ πιστεῦσαι 3 post ἑαυτὸν des. Η2, sequitur De ebr. § 49 ἀποκλινόμενον coni. Mang. 6 τὸν HP: τῶν MA 7 κατισχημένον τὰ πρός Α τά ora. Α καὶ θνητά om. L ῥἐοντιΗP1 11 τῶν P: τὸν ΗM, τὸ Α οἴων scripsi : οἶον codd. τὸν om. H2 14 πρὸς] πρὸ Α πεισθῆναι Α 15 ἄτ’ HP 16 δακρύσαντας HP εὐσθένειαν coni. Mang. 17 νυκτὸς P γἀρ Η2: om. MAH1P οἱ om. H1P 19 αὐτοῦ scripsi: αὐτοὺς codd. 24 γοῦν] μὲν οὖν P 25 τοιαάτης H2 ἡδῆ Α 25 καθαρά] καὶ καθρὰ Α 27 ἡν] ὰν Α 6. 7 ibid. : baec enim corruptibilia; quod autem vere bonum, hoc incorruptibile. ὅτι „ἐπισκέψεται ὁ θεὸς“ τὸ ὁρατικὸν γένος (Gen. 50, 24) καὶ οὐ παραδώσει μέχρι παντὸς αὐτὸ ἀμαθίᾳ, τυφλῇ δεσποίνῃ, τὸ διακρῖναι τά τε θνητὰ τῆς ψυχῆς καὶ τὰ ἄφθαρτα καὶ τὰ μὲν ὅσα περὶ τὰς σώματος ἡδονὰς καὶ τὰς ἄλλας παθῶν ἀμετρίας θνητὰ ὄντα Αἰγύπτῳ καταλιπεῖν, περὶ δὲ τῶν ἀφθάρτων σπονδὴν ποιήσασθαι, ὅπως μετὰ τῶν ἀναβαινόντων εἰς τὰς ἀρετῆς πόλεις διακομισθῇ, καὶ ὅρκῳ τὴν σπονδὴν ἐμπεδώσασθαι. De_migratione_Abrahami 19 τίνα οὖν τὰ ἄφθαρτα; ἡ πρὸς ἡδονὴν ἀλλοτρίωσις τὴν λέγουσαν· συνευνασθῶμεν (Gen. 39, 7) καὶ τῶν ἀνθρωπείων ἀπολαύσωμεν ἀγαθῶν, ἡ μετὰ καρτερίας ἀγχίνοια, δι’ ἧς τὰ τῶν κενῶν δοξῶν νομιζόμενα ἀγαθὰ ὡς ἂν ἐνύπνια ὄντα * * * διακρίνει καὶ διαστέλλει, ὁμολογῶν τὰς μὲν ἀληθεῖς καὶ σαφεῖς τῶν πραγμάτων συγκρίσεις εἶναι κατὰ θεόν (Gen. 40, 8), τὰς δὲ ἀδήλους καὶ ἀσαφεῖς φαντασίας κατὰ τὸν πλάνητα καὶ τύφου μεστὸν μήπω κεκαθαρμένων ἀνθρώπων βίον ταῖς διὰ σιτοπόνων καὶ μαγείρων καὶ οἰνοχόων τέρψεσι χαίροντα, τὸ μὴ ὑπήκοον, De_migratione_Abrahami 20 ἀλλ’ ἄρχοντα Αἰγύπτου πάσης, τῆς σωματικῆς χώρας, ἀναγραφῆναι (Gen. 41, 41), τὸ αὐχεῖν ἐπὶ τῷ γένος εἶναι Ἑβραίων (Gen. 40, 15), οἷς ἔθος ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ μετανίστασθαι — περάτης γὰρ ὁ Ἑβραῖος ἑρμηνεύεται —, τὸ σεμνύνεσθαι ὅτι „ὧδε οὐκ ἐποίησεν οὐδέν“ (ibid.) — τὸ γὰρ μηδὲν τῶν ἐνταῦθα σπουδαζομένων παρὰ τοῖς φαύλοις ἐργάσασθαι, διαμισῆσαι δὲ καὶ ἀποστραφῆναι πάντα οὐ μετρίως ἐπαινετόν —, De_migratione_Abrahami 21 τὸ ἐμπαίζειν ἐπιθυμιῶν καὶ πάντων παθῶν ἀμετρίαις, τὸ φοβεῖσθαι τὸν θεόν (Gen. 42, 18), εἰ καὶ μηδέπω γέγονεν ἀγαπᾶν ἱκανός, τὸ ζωῆς ἐν Αἰγύπτῳ μεταποιεῖσθαι τῆς ἀληθοῦς — ὃ δὴ 2 τὸ] τῶ Α 5 σπονδὴν Α: σπουδὴν MHP 6 σπονδὴν Mang. : σπουδὴν codd., etiam M ut vid. 9 κενοδόξων Α 10 ὡσὰν AP ἐνύπνιον PL ὄντα τῶν ἀληθῶς ὄντων conicio διακρίνῃ καὶ διαστείλῃ Α 11 μὲν om. H1P1 12 ἀσαφεῖς] ψευδεῖς coni. Mang. κατὰ] καὶ κατὰ A 13 μήπου Α κεκαθαρμένον conicio 14 τὸ μὴ ὑπήκοον om. Α 15 ἀλλὰ M 16 τῷ] τὸ Α γένει H Ἑβραῖον vel γένους conicio 18 ὅτι om. H1P 19 σπουδαζομένων sciipsi: σπουδαζόντων codd., σπουδασθέντων Mang. 21 ἐπισυμῶν A 19 Origenes, Selecta in Gene.tim p. 44: τὸ μηδέν ἐπιχωρίων Λἰγυπίων ποιεῖν αἰνίσσετα διὰ τοῦ „ὧδε οὐκ ἐποίησα οὐδέν“. 23 — 273,2 Origenes, Selecta in Genesim (ad Gen. 46,30) p. 50: θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτω̣ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυmίων καὶ μεῖναι ἐν τῇ κατὰ θεόν ζωῇ. διόπερ θαυμάζων ὁ Ἱακὼβ εἶπε τῷ Ἰωρὴφ τὸ „ἔτι γὰρ σὺ ζῇς“. cf. Homil. in Genes. XV 3 p. 100. θαυμάσας ὁ ὁρῶν, καὶ γὰρ ἄξιον ἦν καταπλαγῆναι, φησί· „μέγα μοί ἐστιν, εἰ ἔτι ὁ υἱός μου Ἰωσὴφ ζῇ“ (Gen. 45, 28), ἀλλὰ μὴ κεναῖς δόξαις καὶ τῷ νεκροφορουμένῳ σώματι συντέθνηκε —, De_migratione_Abrahami 22 τὸ ὁμολογεῖν ὅτι „τοῦ θεοῦ ἐστι“ (Gen. 50, 19), τῶν δ’ εἰς γένεσιν ἐλθόντων οὐδενός, τὸ γνωριζόμενον τοῖς ἀδελφοῖς πάντας τοὺς φιλοσωμάτους κινῆσαι καὶ σαλεῦσαι τρόπους ἑστάναι παγίως ἐπὶ τῶν ἰδίων οἰομένους δογμάτων καὶ ἀνὰ κράτος ἀπώσασθαι (Gen. 45, 1. 2), τὸ φάναι μὴ πρὸς ἀνθρώπων ἀπεστάλθαι, ὑπὸ δὲ τοῦ θεοῦ κεχειροτονῆσθαι (Gen. 45, 7. 8) πρὸς τὴν τοῦ σώματος καὶ τῶν ἐκτὸς ἔννομον ἐπιστασίαν, De_migratione_Abrahami 23 πολλὰ δὲ καὶ ἄλλα τούτοις ὁμοιότροπα τῆς ἀμείνονος καὶ ἱερωτέρας ὄντα τάξεως, Αἴγυπτον τὸν σωματικὸν οἶκον οἰκεῖν οὐκ ἀνέχεσθαι οὐδ’ ἐνθάπτεσθαι σορῷ τὸ παράπαν, ἔξω δὲ παντὸς τοῦ θνητοῦ κεχωρηκότα παρέπεσθαι θεσμοθέτῃ λόγῳ Μωυσῇ ποδηγετοῦντι· De_migratione_Abrahami 24 τροφεὺς γὰρ καὶ τιθηνὸς οὗτος ἀστείων ἔργων, λόγων, βουλευμάτων, ἅ, κἂν τοῖς ἐναντίοις ἀνακραθῇ ποτε διὰ τὴν ὑποσύγχυτον τοῦ θνητοῦ πολυμιγίαν, οὐδὲν ἧττον διακρίνει παρελθών, ἵνα μὴ μέχρι παντὸς τὰ καλοκἀγαθίας σπέρματα καὶ φυτὰ ἀφανισθέντα οἴχηται. De_migratione_Abrahami 25 καὶ προτρέπεται μάλα ἐρρωμένως ἀπολιπεῖν τὴν παντὸς ἀτόπου χρηματίζουσαν μητέρα, μὴ μέλλοντας καὶ βραδύνοντας, ἀλλ’ ὑπερβάλλοντι τάχει χρωμένους· φησὶ γὰρ μετὰ σπουδῆς δεῖν θύειν τὸ Πάσχα (Exod. 12, 11), τὸ δέ ἐστιν ἑρμηνευθὲν διάβασις, ἵν’ ἀνενδοιάστῳ γνώμῃ καὶ προθυμίᾳ συντόνῳ χρώμενος ὁ νοῦς τήν τε ἀπὸ τῶν παθῶν ἀμεταστρεπτὶ ποιῆται διάβασιν καὶ τὴν πρὸς τὸν σωτῆρα θεὸν εὐχαριστίαν, ὃς εἰς ἐλευθερίαν οὐ προσδοκήσαντα αὐτὸν ἐξείλετο. De_migratione_Abrahami 26 καὶ τί θαυμάζομεν, εἰ τὸν ὑπηγμένον κράτει πάθους ἀλόγου προτρέπει μὴ ἐνδιδόναι μηδὲ τῇ ῥύμῃ τῆς ἐκείνου φορᾶς κατασυρῆναι, βιάσασθαι δὲ ἀντισχόντα κἄν, εἰ μὴ δύναιτο, ἀποδρᾶναι; δευτέρα γὰρ ἔφοδος εἰς σωτηρίαν τοῖς ἀμύνεσθαι μὴ δυναμένοις δρασμός ἐστιν· ὁπότε 1 θαυμαστώσας Α ἦν om. Η μέγα] μέρος Η 4 ἐλθόντος L 5 ἀδελφοῖς MA: ἀνθρώποις HP 6 οἰομένοις Η 9 τῶν om. Α 10 τὸ aate Αἴγυπτον fort. add. 11. 12 ἀνέχεσθαι, ἐνθάπεσθαι, παρέπεσθαι Mang.: ανέχεται, ἐνθάπτεται, παρέπεται codd. 11 οὐδὲν θάπτεται Α 12 κεχωρηκὼς coni. Mang. vel ὀστᾶ add. 13 οὗτος καὶ τιθηνὸς HP 15 διακρίνει Cohn: διακρίνεται codd. 15. 16 παρελθόντα, fortasse servato διακρίνεται legendum παρ’ ἐλπίδα (cf. lin. 23), πρλυNντα coni. Mang. 16. 17 ἀφαυανθέντα coni. Mang. 17 προτρέπει HP 18 μητέρα Αἴγυπτον probahiliter coni. Mang. 19—21 ὑπερβάλλοντας τάχει χρώμενος (corr. ex χρωμένους) ὁ νοῦς τήν τε L (om. χρωμένους — συντόνῳ) 19 δεῖν om. H 20 δ’ ἔστιν Α ἶνα M, ἣν L 21 ἀνενδότῳ Mang. 22 ποιεῖται L καὶ] εἰς coni. Mang. 23 εὐχαριστείαν Η ἐξειλατο Α 26 εἰ μὴ κρατεῖν δύναιτο vel εἰ μὴ ἀμύναιτο conicio καὶ τὸν ἀγωνιστὴν φύσει καὶ μηδέποτε παθῶν δοῦλον γεγενημένον, ἀεὶ δὲ ἀθλοῦντα τοὺς πρὸς ἕκαστον αὐτῶν ἄθλους, οὐκ ἐᾷ μέχρι παντὸς τοῖς παλαίσμασι χρήσασθαι, μή ποτε τῷ συνεχεῖ τῆς εἰς ταὐτὸ συνόδου χαλεπὴν ἀπ’ ἐκείνων κῆρα ἀναμάξηται· πολλοὶ γὰρ ἤδη καὶ ἀντιπάλου κακίας ἐγένοντο μιμηταί, ὡς ἀρετῆς ἔμπαλιν ἕτεροι. De_migratione_Abrahami 27 διὸ λόγιον ἐχρήσθη τοιόνδε· „ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31, 3), ἴσον τῷ γέγονας μὲν ἀθλητὴς τέλειος καὶ βραβείων καὶ στεφάνων ἠξιώθης ἀγωνοθετούσης ἀρετῆς καὶ προτεινούσης ἆθλά σοι τὰ νικητήρια· κατάλυσον δὲ ἤδη τὸ φιλόνεικον, ἵνα μὴ πάντοτε πονῇς, ἀλλὰ καὶ τῶν πονηθέντων ἀπόνασθαι δυνηθῇς. De_migratione_Abrahami 28 τοῦτο δὲ ἐνταυθοῖ καταμένων οὐδέποτε εὑρήσεις τοῖς αἰσθητοῖς ἔτι συνοικῶν καὶ ταῖς σωματικαῖς ἐνδιατρίβων ποιότησιν, ὧν Λάβαν ἐστὶν ἔξαρχος — ὄνομα δὲ ποιότητος τοῦτ’ ἐστίν —, ἀλλὰ μετανάστην χρὴ γενέσθαι εἰς τὴν πατρῴαν γῆν τὴν ἱεροῦ λόγου καὶ τρόπον τινὰ τῶν ἀσκητῶν πατρός· ἡ δ’ ἐστὶ σοφία, τῶν φιλαρέτων ψυχῶν ἄριστον ἐνδιαίτημα. De_migratione_Abrahami 29 ἐν ταύτῃ τῇ χώρᾳ καὶ γένος ἐστί σοι τὸ αὐτομαθές, τὸ αὐτοδίδακτον, τὸ νηπίας καὶ γαλακτώδους τροφῆς ἀμέτοχον, τὸ χρησμῷ θείῳ καταβαίνειν εἰς Αἴγυπτον κεκωλυμένον (Gen. 26, 2) καὶ τῆς σαρκὸς ἐντυγχάνειν δελεαζούσαις ἡδοναῖς, ἐπίκλησιν Ἰσαάκ. De_migratione_Abrahami 30 οὗ τὸν κλῆρον παραλαβὼν ἐξ ἀνάγκης ἀποθήσῃ τὸν πόνον· αἱ γὰρ ἀφθονίαι τῶν ἑτοίμων καὶ κατὰ χειρὸς ἀγαθῶν ἀπονίας αἴτιαι. πηγὴ δέ, ἀφ’ ἧς ὀμβρεῖ τὰ ἀγαθά, ἡ τοῦ φιλοδώρου θεοῦ σύνοδός ἐστιν· οὗ χάριν ἐπισφραγιζόμενος τὰ τῶν εὐεργεσιῶν φησιν· „ἔσομαι μετὰ σοῦ“. De_migratione_Abrahami 31 Τί οὖν ἂν ἐπιλίποι καλὸν τοῦ τελεσφόρου [παντὸς] παρόντος θεοῦ μετὰ χαρίτων τῶν παρθένων αὐτοῦ θυγατέρων, ἃς ἀδιαφθόρους καὶ ἀμιάντους ὁ γεννήσας πατὴρ κουροτροφεῖ; τότε μελέται μὲν καὶ πόνοι καὶ ἀσκήσεις ἡσυχάζουσιν, ἀναδίδοται δὲ ἄνευ τέχνης φύσεως προμηθείᾳ πάντα ἀθρόα πᾶσιν ὠφέλιμα. De_migratione_Abrahami 32 καλεῖται δ’ ἡ φορὰ τῶν αὐτοματιζομένων ἀγαθῶν ἄφεσις, ἐπειδήπερ ὁ νοῦς ἀφεῖται τῶν κατὰ τὰς ἰδίας ἐπιβολὰς ἐνεργειῶν καὶ ὥσπερ τῶν ἑκουσίων ἠλευθέρωται διὰ τὴν πληθὺν τῶν ὑομένων καὶ ἀδιαστάτως ἐπομβρούντων. De_migratione_Abrahami 33 ἔστι δὲ ταῦτα 1 ἀνταγωνιστὴν Η 3 τῶ] τῆ HP συνεχείᾳ Turn. 4 κήραν codd. ἐναπομάξηται Η 7 μὲν MAP: μοι H 10 πάντοπ H2: ἅπαντα MAH1P ἀπώνασθαι MP 14 τὴν] τοῦ II 15. 16 ἐνδιαίτημα ἄριστον HP 18 κεκωλυdνω P 20 ἀποθήσει Α 21 χεῖρας H2 ἀπονοίας L 24 ἄν οὑν HP παντός seclusi, πάντως H2, πάντων coni. Mang. 26 τότε μὲν μελέται HP 29 ἀφίεται Mang. 30 καὶ ὡς φόρτων (immo φόρων) τῶν ἐτησίων ἠλευθέρωται coni. Mang. 31 ἀδιστάκτως H ταῦτα om. Α θαυμασιώτατα φύσει καὶ περικαλλέστατα. ὧν μὲν γὰρ ἂν ὠδίνῃ δι’ ἑαυτῆς ἡ ψυχή, τὰ πολλὰ ἀμβλωθρίδια, ἠλιτόμηνα· ὅσα δὲ ἂν ἐπινίφων ὁ θεὸς ἄρδῃ, τέλεια καὶ ὁλόκληρα καὶ πάντων ἄριστα γεννᾶται. De_migratione_Abrahami 34 τὸ ἐμαυτοῦ πάθος, ὃ μυριάκις παθὼν οἶδα, διηγούμενος οὐκ αἰσχύνομαι· βουληθεὶς ἔστιν ὅτε κατὰ τὴν συνήθη τῶν κατὰ φιλοσοφίαν δογμάτων γραφὴν ἐλθεῖν καὶ ἃ χρὴ συνθεῖναι ἀκριβῶς εἰδώς, ἄγονον καὶ στεῖραν εὑρὼν τὴν διάνοιαν ἄπρακτος ἀπηλλάγην, τὴν μὲν κακίσας τῆς οἰήσεως, τὸ δὲ τοῦ ὄντος κράτος καταπλαγείς, παρ’ ὃν τὰς τῆς ψυχῆς ἀνοίγνυσθαί τε καὶ συγκλείεσθαι μήτρας συμβέβηκεν. De_migratione_Abrahami 35 ἔστι δὲ ὅτε κενὸς ἐλθὼν πλήρης ἐξαίφνης ἐγενόμην ἐπινιφομένων καὶ σπειρομένων ἄνωθεν ἀφανῶς τῶν ἐνθυμημάτων, ὡς ὑπὸ κατοχῆς ἐνθέου κορυβαντιᾶν καὶ πάντα ἀγνοεῖν, τὸν τόπον, τοὺς παρόντας, ἐμαυτόν, τὰ λεγόμενα, τὰ γραφόμενα. σχεδὸν γὰρ ἑρμηνεύει εὕρεσιν, φωτὸς ἀπόλαυσιν, ὀξυδερκεστάτην ὄψιν, ἐνάργειαν τῶν πραγμάτων ἀριδηλοτάτην, οἵα γένοιτ’ ἂν δι’ ὀφθαλμῶν ἐκ σαφεστάτης δείξεως. De_migratione_Abrahami 36 τὸ μὲν οὖν δεικνύμενον τὸ ἀξιόρατον καὶ ἀξιοθέατον καὶ ἀξιέραστόν ἐστι, τὸ τέλειον ἀγαθόν, ὃ καὶ τὰς τῆς ψυχῆς πικρίας πέφυκε μεταβάλλον γλυκαίνειν, ἡδυσμάτων συμπάντων παράρτυμα κάλλιστον, δι’ οὗ καὶ τὰ μὴ τρέφοντα τροφὴ γίνεται σωτήριος· λέγεται γὰρ ὅτι „ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ“ (Exod. 15,25), τὸν κεχυμένον καὶ πλαδῶντα καὶ πικρίας γέμοντα νοῦν, ἵνα γλυκανθεὶς ἡμερωθῇ. De_migratione_Abrahami 37 τὸ δὲ ξύλον τοῦτο οὐ μόνον τροφήν, ἀλλὰ καὶ ἀθανασίαν ἐπαγγέλλεται· τὸ γὰρ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ φησὶ πεφυτεῦσθαι (Gen. 2, 9), τὴν ἀγαθότητα δορυφορουμένην ὑπὸ τῶν κατὰ μέρος ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων· αὕτη γὰρ τὸν μεσαίτατον καὶ ἄριστον ἐν ψυχῇ κεκλήρωται τόπον. De_migratione_Abrahami 38 ὁ δὲ ὁρῶν ἐστιν ὁ σοφός· τυφλοὶ γὰρ ἢ ἀμυδροὶ τὰς ὄψεις οἵ γε ἄφρονες. διὰ τοῦτο καὶ τοὺς προφήτας ἐκάλουν πρότερον τοὺς βλέποντας (I Reg. 9, 9)· καὶ ὁ ἀσκητὴς ἐσπούδασεν ὦτα ὀφθαλμῶν ἀντιδοὺς ἰδεῖν ἃ πρότερον 1 ὠδίνει H2 2 ἀμβλωθρίδια καὶ coni. Mang. ἠλιτόμηνα H2: λιπόμηνα M, λειπόμηνα PH1, λειπόμενα Α δ’ H ἐὰν MA(H1 ?) 3 ἄρδει H1 5 ὅτι P κατὰ] ἐπὶ conicio 6 εἰδώς scripsi: ἰδών codd. 7 κακίσαι τῆς οἰκήσεως Α 8 ὃν codd.: οὖ Mang. ἀνοίγεσθαι Α 9 δ’ M 10 ἐπινηφομἐνων Α σπειρομένων] ἐπομβρουμένων coni. Mang. ἐμφανῶς Α 11 πἀwως Η2 13 σχεδὸν—γυρεσιν corrupta, ἔσχον γάρ ἑρμηνείας ῥεῦσιν Markland ὀξdορκεστάτην Α 14 ἐνάργειαν M: ἐνέργειαν ΑΗ οἷα MAP 15 σαφηνεστάτης A 16 ὃ H: om. MAP 17 μεταβάλλων Α 20 τὸν] τὸ Α πταδῶπα] spatinm in A 23 φασὶ Α 24 ἀρετῶν Maiig. : ἀγαθῶν codd., ante ἀγαθῶν ras. iu H 26 ἣ] οἱ P 27 altenim τοὺς] ras. 3 litt., om. L ἤκουε, καὶ τυγχάνει τοῦ καθ’ ὅρασιν κλήρου τὸν ἐξ ἀκοῆς ὑπερβάς. De_migratione_Abrahami 39 εἰς γὰρ τὸν ὁρῶντα Ἰσραὴλ μεταχαράττεται τὸ μαθήσεως καὶ διδασκαλίας νόμισμα, οὗπερ ἐπώνυμος ἦν Ἰακώβ, δι’ οὗ καὶ τὸ ὁρᾶν γίνεται φῶς τὸ θεῖον, ἀδιαφοροῦν ἐπιστήμης, ἣ τὸ τῆς ψυχῆς διοίγνυσιν ὄμμα καὶ πρὸς τὰς ὤτων τηλαυγεστέρας καὶ ἀριδηλοτέρας ἄγει καταλήψεις. ὥσπερ γὰρ διὰ μουσικῆς τὰ κατὰ μουσικὴν καὶ διὰ πάσης τέχνης τὰ ἐν ἑκάστῃ καταλαμβάνεται, οὕτω καὶ διὰ σοφίας τὸ σοφὸν θεωρεῖται. De_migratione_Abrahami 40 σοφία δὲ οὐ μόνον φωτὸς τρόπον ὄργανον τοῦ ὁρᾶν ἐστιν, ἀλλὰ καὶ αὑτὴν ὁρᾷ. αὕτη θεοῦ τὸ ἀρχέτυπον [ἡλίου] φέγγος, οὗ μίμημα καὶ εἰκὼν ἥλιος. ὁ δὲ δεικνὺς ἕκαστα ὁ μόνος ἐπιστήμων θεός· ἄνθρωποι μὲν γὰρ τῷ δοκεῖν ἐπίστασθαι λέγονται μόνον ἐπιστήμονες· ὁ δὲ θεὸς τῷ εἶναι ἧττον ἢ πέφυκε λέγεται· νικῶνται γὰρ ὑπὸ τῶν τοῦ ὄντος δυνάμεων οἱ περὶ αὐτὸν ἅπαντες ἅπαξ λόγοι. De_migratione_Abrahami 41 τὴν δὲ σοφίαν αὐτοῦ διασυνίστησιν οὐ μόνον ἐκ τοῦ τὸν κόσμον δεδημιουργηκέναι, ἀλλὰ καὶ ἐκ τοῦ τὴν ἐπιστήμην τῶν γεγονότων ἱδρυκέναι βεβαιότατα παρ’ ἑαυτῷ· De_migratione_Abrahami 42 λέγεται γὰρ ὅτι „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν“ (Gen. 1,31), οὐκ ἴσον τῷ ὄψιν ἑκάστοις προσέβαλεν, ἀλλ’ εἴδησιν καὶ γνῶσιν καὶ κατάληψιν ὧν ἐποίησεν εἶχεν. οὐ τοίνυν εὐπρεπὲς ὑφηγεῖσθαι καὶ διδάσκειν καὶ δεικνύναι τὰ καθ’ ἕκαστα τοῖς ἀγνοοῦσιν ὅτι μὴ τῷ ἐπιστήμονι, ὅστις οὐχ ὡς ἄνθρωπος ὑπὸ τέχνης ὠφέληται, ἀλλ’ αὐτὸς ἀρχὴ καὶ De_migratione_Abrahami 43 πηγὴ τεχνῶν καὶ ἐπιστημῶν ἀνωμολόγηται. παρατετηρημένως δὲ οὐ τὸν ἐνεστῶτα, ἀλλὰ τὸν μέλλοντα τῇ ὑποσχέσει χρόνον προδιώρισται, εἰπὼν οὐχ ἣν δείκνυμι ἀλλ’ „ἥν σοι δείξω“ (Gen. 12,1), εἰς μαρτυρίαν πίστεως ἣν ἐπίστευσεν ἡ ψυχὴ θεῷ, οὐκ ἐκ τῶν ἀποτελεσμάτων ἐπιδεικνυμένη τὸ εὐχάριστον, ἀλλ’ ἐκ προσδοκίας τῶν μελλόντων· De_migratione_Abrahami 44 ἀρτηθεῖσα γὰρ καὶ ἐκκρεμασθεῖσα ἐλπίδος χρηστῆς καὶ ἀνενδοίαστα νομίσασα ἤδη παρεῖναι τὰ μὴ παρόντα διὰ τὴν τοῦ ὑποσχομένου βεβαιότητα πίστιν, ἀγαθὸν τέλειον, ἆθλον εὕρηται· καὶ γὰρ αὖθις λέγεται, ὅτι „ἐπίστευσεν 1 ἤκουσε V 2 τὸν Turn.: τό codd. 3 ἐπώνυμον Α 4 διήγνυσιν Α 5 ὤτων] νοητῶν vel ὄντων Mang. τηλαυγεστἐρς καὶ ἀριδηλοdρας scripsi: τηλωγεστάτας καὶ ἀριδηλοτάτας codd. 9 αὑτὴν H2: αὐτὴν ceteri ἡλίου secl. Mangr. 11 τᾷ] τὸ P 12 εἶναι ἐπιστήμων conicio 13 ἁπαξάπαντες coni. Mang. 14 ἐκ τούτων Α 15 ἑαυτ HP, ἑαυτοῦ v 18 interpunxi post εἶχεν (εἶχε codd.) et οὐ addidi 19 δτι] ἀλλὰ Mang. 20 ὠφελεῖται PL 21 παρατετηρημἐνοςΑ 22 ἐνεστῶτα Η2: ἑστῶτα MAPH1 προσδιώρισται coni. Mang. 25. 26 ἀπαρτηθεῖσα coni. Mang. 26 γὰρ om. HP1 27 βεβαιότητα scripsi: βεβιοτάτην codd. post πίστιν add. καὶ L 28 post ταειον Mang. add. πίστιν ἄθλων Α Ἀβραὰμ τῷ θεῷ“ (Gen. 15, 6), καὶ Μωυσεῖ δὲ ὁμοίως πᾶσαν ἐπιδειξάμενος τὴν γῆν φησιν, ὅτι „ἔδειξα τοῖς ὀφθαλμοῖς σου, κἀκεῖ οὐκ εἰσελεύσῃ“ (Deut. 34, 4). De_migratione_Abrahami 45 μὴ μέντοι νομίσῃς ἐπὶ καθαιρέσει τοῦ πανσόφου, ὡς ὑπολαμβάνουσιν ἔνιοι τῶν ἀπερισκέπτων, τοῦτο εἰρῆσθαι· καὶ γὰρ εὔηθες τοὺς δούλους οἰηθῆναι πρὸ τῶν φίλων τοῦ θεοῦ τὴν ἀρετῆς χώραν διανέμεσθαι. De_migratione_Abrahami 46 ἀλλὰ πρῶτον ἐκεῖνό σοι βούλεται παραστῆσαι, ὅτι ἕτερος νηπίων καὶ ἕτερος τελείων χῶρός ἐστιν, ὁ μὲν ὀνομαζόμενος ἄσκησις, ὁ δὲ καλούμενος σοφία, ἔπειτα ὅτι τὰ κάλλιστα τῶν ἐν τῇ φύσει ὁρατὰ μᾶλλόν ἐστιν ἢ κτητά· κτήσασθαι μὲν γὰρ τὰ θειοτέρας μοίρας λαχόντα πῶς ἔνεστιν; ἰδεῖν δ’ οὐκ ἀδύνατον, ἀλλ’ οὐχ ἅπασιν, ἔστι δ’ αὐτὸ μόνον τῷ καθαρωτάτῳ καὶ ὀξυωπεστάτῳ γένει, ᾧ τὰ ἴδια ἐπιδεικνύμενος ὁ τῶν ὅλων πατὴρ ἔργα μεγίστην πασῶν χαρίζεται δωρεάν. De_migratione_Abrahami 47 θεωρητικοῦ γὰρ τίς ἀμείνων βίος ἢ μᾶλλον οἰκειούμενος λογικῷ; διὰ τοῦτο καὶ τῆς τῶν θνητῶν ζῴων φωνῆς κριτήριον ἐχούσης ἀκοὴν τοὺς τοῦ θεοῦ λόγους οἱ χρησμοὶ φωτὸς τρόπον ὁρωμένους μηνύουσι· λέγεται γὰρ ὅτι „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνήν“ (Exod. 20, 18), οὐκ ἤκουεν, ἐπειδήπερ οὐκ ἀέρος πλῆξις ἦν διὰ τῶν στόματος καὶ γλώττης ὀργάνων τὸ γινόμενον, ἀλλὰ φέγγος ἀρετῆς τὸ περιαυγέστατον, λογικῆς ἀδιαφοροῦν πηγῆς, ὃ καὶ ἑτέρωθι μηνύεται τὸν τρόπον τοῦτον· „ὑμεῖς ἑωράκατε, ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑμᾶς“ (Exod. 20, 22), οὐχὶ ἠκούσατε, διὰ τὴν αὐτὴν αἰτίαν. De_migratione_Abrahami 48 ἔστι δ’ ὅπου τὰ ἀκουστὰ τῶν ὁρατῶν καὶ ἀκοὴν ὁράσεως διακρίνει λέγων· „φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε, καὶ ὁμοίωμα οὐκ εἴδετε ἀλλ’ ἢ φωνήν“ (Deut. 4, 12), ἄγαν περιττῶς· τὴν μὲν γὰρ εἰς ὄνομα καὶ ῥῆμα καὶ συνόλως τὰ τοῦ λόγου μέρη τεμνομένην ἀκουστὴν εἰκότως εἶπεν — ὑπὸ γὰρ ἀκοῆς 1 Ἀβραὰμ AH Mωσεῖ]AHP, Μώση M 7 alterum ἕτερος HP: om. MA 8 ἀσκητὴς A 9 κτιστά. κτἰσασθαιΑ τὰ scripsi: τὰς codd., τῆς v 11 ἔστι δ’ scripsi : ἐπὶ codd., εἴη δ’ v αὐτὸ μόνον Cohn: αὐτῶ μόνω codd., ἄν μόνῳ v καθαρωτάτῳ] ὁρατικωτάτῳ coni. Mang. καὶ ὀξυωπεστάτῳ om. Α 10 ἀμείνω Α 14 λογικῶς M, λογικός Α 15 τοῦ om. Α 19 ἀδιαφόρου A 15 sqq. Clemens, Strom. VI §34 p. 756 P: θεῷ δὲ τῷ παντοκράτορι καὶ μηδενὸς ὄντος ὑποκειμένου φωνὴν καὶ φαντασίαν ἐγγεννῆσαι ἀκοῇ δυνατόν..... „φωνὴν ῥημάτων ὑμεῖς ἠκούετε καὶ ὁμοίωμα οὐκ ετῃετε„. ὁρᾷς, ὅπως ἡ κυριακὴ φωνὴ λόγος ἀσχημ̔ ἱστὸς, ἡ τοῦ λόγου δύνμις ῥῆμα κυρίου φωτεινὸν .... Origenes Contra Celsum VI 62 p. 680: ἀληθῶς γὰρ οὐκ ἔσται τῷ θεῷ φωνή, εἴπερ ἐστὶν ἡ φωνὴ ἀὴρ πεπληγμένος ἥ πληγὴ ἀέρος . . . ἄλλ᾿ ἡ λεγομένη φωνὴ θεοῦ, ὡς θεοῦ φωνή, ὁρᾶσθαι λέγεται ὑπὸ τ(υ λαοῦ ἐν τῷ „πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν τοῦ Seou"’ ... cf. II 72 p. 441. δοκιμάζεται —, τὴν δὲ μὴ ῥημάτων μηδ’ ὀνομάτων ἀλλὰ θεοῦ φωνήν, ὁρωμένην τῷ τῆς ψυχῆς ὄμματι, ὁρατὴν δεόντως εἰσάγει. De_migratione_Abrahami 49 προειπὼν δὲ τὸ „ὁμοίωμα οὐκ εἴδετε“ ἐπιφέρει „ἀλλ’ ἢ φωνήν„, ἣν πάντως εἴδετε — τὸ γὰρ προσυπακουόμενον τοῦτ’ ἂν εἴη —· ὥσθ’ οἱ μὲν τοῦ θεοῦ λόγοι ὅρασιν ἔχουσι τὴν ἐν ψυχῇ κριτήριον, ἀκοὴν δ’ οἱ εἰς ὀνομάτων καὶ ῥημάτων ἰδέας μεριζόμενοι. De_migratione_Abrahami 50 καινὸς δ’ ὢν ἐν ἅπασι τὴν ἐπιστήμην καὶ τοῦτ’ ἰδίως καὶ ξένως κεκαινούργηκεν εἰπὼν ὁρατὴν εἶναι τὴν φωνήν, τὴν μόνην σχεδὸν τῶν ἐν ἡμῖν οὐχ ὁρατὴν ὑπεξῃρημένης διανοίας· τὰ μὲν γὰρ κατὰ τὰς ἄλλας αἰσθήσεις πάνθ’ ὁρατά, τὰ χρώματα, οἱ χυλοί, οἱ ἀτμοί, τὰ θερμά, τὰ ψυχρά, τὰ λεῖα, τὰ τραχέα, τὰ μαλακὰ καὶ σκληρά, ᾗ σώματα. De_migratione_Abrahami 51 τί δέ ἐστι τοῦτο, σαφέστερον ἐρῶ· ὁ χυλὸς ὁρατός ἐστιν, οὐχ ᾗ χυλός, ἀλλ’ ᾗ μόνον σῶμα, τὸ γὰρ ᾗ χυλὸς εἴσεται ἡ γεῦσις· καὶ ὁ ἀτμός, ᾗ μὲν ἀτμός, ὑπὸ ῥινῶν ἐξετασθήσεται, ᾗ δὲ σῶμα, καὶ πρὸς ὀφθαλμῶν· καὶ τὰ ἄλλα ταύτῃ δοκιμασθήσεται. φωνὴ δὲ οὔθ’ ὡς ἀκουστὸν οὔθ’ ὡς σῶμα, εἰ δὴ καὶ σῶμά ἐστιν, ὁρατὸν εἶναι πέφυκεν, ἀλλὰ δύο ταῦτα τῶν ἐν ἡμῖν ἀόρατα, νοῦς καὶ λόγος. De_migratione_Abrahami 52 ἀλλὰ γὰρ οὐχ ὅμοιον τὸ ἡμέτερον ἠχεῖον τῷ θείῳ φωνῆς ὀργάνῳ· τὸ μὲν γὰρ ἡμέτερον ἀέρι κίρναται καὶ πρὸς τὸν συγγενῆ τόπον καταφεύγει, τὰ ὦτα, τὸ δὲ θεῖον ἀκρατοῦς καὶ ἀμιγοῦς ἐστι λόγου, φθάνοντος μὲν ἀκοὴν διὰ λεπτότητα, ὁρωμένου δὲ ὑπὸ ψυχῆς ἀκραιφνοῦς διὰ τὴν ἐν τῷ βλέπειν ὀξύτητα. De_migratione_Abrahami 53 Οὐκοῦν μετὰ τὴν ἀπόλειψιν τῶν θνητῶν πρώτην ὁ θεὸς χαρίζεται τῇ ψυχῇ δωρεάν, ὡς ἔφην, ἐπίδειξιν καὶ θεωρίαν τῶν ἀθανάτων, δευτέραν δὲ τὴν εἰς πλῆθος ὁμοῦ καὶ μέγεθος τῶν ἀρετῆς δογμάτων ἐπίδοσιν· λέγει γάρ· „καὶ ποιήσω σε εἰς ἔθνος μέγα“, διὰ μὲν τοῦ ἔθνους τὸ πλῆθος, διὰ δὲ τοῦ μεγάλου τὴν πρὸς τὸ ἄμεινον αὔξησιν παραλαμβάνων. De_migratione_Abrahami 54 τὴν δὲ τοῦ ποσοῦ καθ’ ἑκάτερον εἶδος, τό τε ἐν μεγέθει καὶ τὸ ἐν πλήθει, παραύξησιν διασυνίστησι καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς· „ἰδοὺ“ γάρ φησι „τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος“ (Exod. 1,9), 2 δὲ ὄντως AP 3 ἣν] ἢ M πάντες Η 4 προυπακουόμενον M 5 ἔχουσιν H οἱ om. L 7 εἶναι in ras. H2 11 ἢ A ὁρῶ H 12 οὐχὶ χυλός A bis ἢ Α 13 γνῶσις PL καὶ ὁ ἀτμὸς καὶ ὁ ἀτμὸς ὁ μἑνὑπὸ Α ἀτμόςἐστιν,ὑπὀ M ᾖ]εἰ Α 14 πρὸς] πρὸ A τἄλλαΑ 15 δ’ M 16 ἀόρατος Α IG. 17 ἀλλ’ οὐχP 17 ὁμοιον] ὡμοίωται H2 ἠχεῖον sciipsi: ἠχὴ ἐν MP, ἠχεῖ ἐν A, ἤχημα Η 18 κίρναται H2: κρίνεται ceteri 20 ἀκραιφνῶς Β2 22 ἀπόληψιν Α 24 δέ atldidi τὸ πλῆθος HP 26 μὲν om. H, δὲ P ἐπειδή γε ἀμφότερα τῷ ὁρατικῷ τοῦ ὄντος γένει προσμαρτυρεῖ, ὡς πληθύν τε καὶ μέγεθος κτησαμένῳ, τὰ περὶ τὸν βίον καὶ λόγον κατορθώματα. De_migratione_Abrahami 55 οὐ γάρ, ὅπερ ἄν τις τὸν ἐν τοῖς ὀνόμασιν εἱρμὸν διαφυλάττων, πολὺ πλῆθος, ἀλλὰ μέγα εἶπεν, εἰδὼς τὸ πολὺ καθ’ αὑτὸ ἀτελὲς μέγεθος, εἰ μὴ προσλάβοι δύναμιν νοήσεως καὶ ἐπιστήμης. τί γὰρ ὄφελος πολλὰ μὲν θεωρήματα παραλαμβάνειν, ἕκαστον δὲ αὐτῶν εἰς τὸ ἁρμόττον μέγεθος μὴ συναυξῆσαι; οὐδὲ γὰρ ἀγρὸς τέλειος, ᾧ μυρία μὲν ὅσα ἐνυπάρχει φυτὰ χαμαίζηλα, τέλειον δὲ μηδὲν ἔρνος γεωργικῇ τέχνῃ συνανέβλαστεν ἤδη καρποτοκεῖν δυνάμενον. De_migratione_Abrahami 56 τοῦ δὲ μεγέθους καὶ πλήθους τῶν καλῶν ἀρχὴ καὶ τέλος ἡ ἀδιάστατος περὶ θεοῦ μνήμη καὶ ἡ κατάκλησις τῆς ἀπ’ αὐτοῦ συμμαχίας πρὸς τὸν ἐμφύλιον καὶ συγκεχυμένον καὶ συνεχῆ τοῦ βίου πόλεμον· λέγει γὰρ „ἰδοὺ λαὸς σοφὸς καὶ ἐπιστήμων τὸ ἔθνος τὸ μέγα τοῦτο· ὅτι ποῖον ἔθνος μέγα, ᾧ ἐστι θεὸς ἐγγίζων ὡς κύριος ὁ θεὸς ἡμῶν ἐν πᾶσιν οἷς ἂν αὐτὸν ἐπικαλεσώμεθα“ (Deut. 4,6.7) ; De_migratione_Abrahami 57 οὐκοῦν ὅτι καὶ πρὸς βοήθειαν δύναμις ἀρωγὸς εὐτρεπὴς ἐφεδρεύει παρὰ θεῷ καὶ αὐτὸς ὁ ἡγεμὼν ἐγγυτέρω πρόσεισιν ἐπ’ ὠφελείᾳ τῶν ἀξίων ὠφελεῖσθαι, δεδήλωται. τίνες δ’ οἱ τούτων ἐπάξιοι τυγχάνειν εἰσίν; ἢ δῆλον ὅτι οἱ σοφίας καὶ ἐπιστήμης ἐρασταὶ πάντες; De_migratione_Abrahami 58 οὗτοι γάρ εἰσιν ὁ σοφὸς καὶ ἐπιστήμων, ὃν εἶπε, λεώς, ὧν ἕκαστος μέγας εἰκότως ἐστίν, ἐπειδὴ μεγάλων ὀρέγεται, ἑνὸς δὲ καὶ λίαν ὑπερβαλλόντως, τοῦ μὴ διαζευχθῆναι θεοῦ τοῦ μεγίστου, ἀλλὰ τὴν πρόσοδον αὐτοῦ συνεγγίζοντος σταθερῶς ἄνευ καταπλήξεως ὑπομεῖναι. De_migratione_Abrahami 59 οὗτος ὁ ὅρος ἐστὶ τοῦ μεγάλου λεώ, τὸ τῷ θεῷ συνεγγίζειν ἢ „ᾧ θεὸς συνεγγίζει“. ὁ μὲν δὴ κόσμος καὶ ὁ κοσμοπολίτης σοφὸς πολλῶν καὶ μεγάλων ἀγαθῶν ἀναπέπλησται, ὁ δὲ ἄλλος ἀνθρώπων ὅμιλος πλείοσι μὲν κέχρηται κακοῖς, ἀγαθοῖς δὲ ἐλάττοσι· σπάνιον γὰρ ἐν πεφυρμένῳ καὶ συγκεχυμένῳ βίῳ τὸ καλόν. De_migratione_Abrahami 60 διόπερ ἐν χρησμοῖς ᾄδεται· „οὐχ ὅτι πολυπληθεῖτε παρὰ πάντα τὰ ἔθνη, προείλετο κύριος ὑμᾶς καὶ ἐξελέξατο — ὑμεῖς γάρ ἐστε ὀλιγοστοὶ παρὰ πάντα τὰ ἔθνη —, ἀλλὰ παρὰ τὸ ἀγαπᾶν κύριον ὑμᾶσ“ (Deut. 7, 7. 8). εἰ γάρ τις βουληθείη τὸν ὄχλον μιᾶς ψυχῆς ὥσπερ 1 γε Η2: γάρ ceteri τῶ (ex τοῦ corr.) ὄντως A ὡς om. HP1 6 προσλαμβάνειν HP 8 συνανεβλάστησεν H 9. 10 ἀρχὴ τῶν καλῶν HP 13 bis μέγα MAP: bis μέρος H 15 ἀρρωγὸς HP 16 ἐγγύτερα Α 18 ἦ v δηλονότι AHP 20 ἐπειδὴ δὲ Α 20. 21 ὑπερβαλόντως HP 21 prius τοῦ] τῶ HP 22 σταθηρῶς Α 23 λεώ (vel λαοῦ) scripsi: θεοῦ codd., del. Mang. τῷ om. L συνεγγίζον coni. Mang. ᾦ] ὁ Α 25 ἀγαθὸς Α 26 ἐν πεφυρμένῳ scripsi: ἐμπερφυρμένω Α, ἐμπερορημένῳ MHP, ἐν πεφορημένῳ v 27 πολυπληθῆτε Α 28 προείλατο Α 28. 29 προείλετο — ἔθνη om. Η 28 ὁ κύριος AH κατὰ ἔθνη διανεῖμαι, πολλὰς μὲν ἂν εὕροι τάξεις ἀκοσμούσας, ὧν ἡδοναὶ ἢ ἐπιθυμίαι ἢ λῦπαι ἢ φόβοι ἢ πάλιν ἀφροσύναι καὶ ἀδικίαι καὶ αἱ τούτων συγγενεῖς καὶ ἀδελφαὶ ταξιαρχοῦσι, μίαν δὲ αὐτὸ μόνον εὖ διακεκοσμημένην, ἧς ὁ ὀρθὸς λόγος ἀφηγεῖται. De_migratione_Abrahami 61 παρὰ μὲν οὖν ἀνθρώποις τὸ ἄδικον πλῆθος πρὸ ἑνὸς τοῦ δικαίου προτετίμηται, παρὰ δὲ τῷ θεῷ τὸ σπάνιον ἀγαθὸν πρὸ μυρίων ἀδίκων· ᾧ καὶ παραγγέλλει μηδέποτε τοιούτῳ συναινέσαι πλήθει· „οὐκ ἔσῃ“ γάρ φησι „μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23, 2). ἆρ’ οὖν μετ’ ὀλίγων χρή; μετ’ οὐδενὸς μὲν οὖν φαύλου — εἷς δ’ ὢν ὁ φαῦλος πολύς ἐστι κακίαις, ᾧ συντάσσεσθαι μεγίστη ζημία —· τοὐναντίον γὰρ ἀνθίστασθαι καὶ πολεμεῖν ἀκαταπλήκτῳ χρωμένους δυνάμει προσήκει. De_migratione_Abrahami 62 „ἐὰν“ γάρ φησιν „ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου καὶ ἴδῃς ἵππον“, τὸ ὑπέραυχον καὶ σκιρτητικὸν πάθος ἀφηνιάζον, „καὶ ἀναβάτην“, τὸν ἐποχούμενον αὐτῷ φιλοπαθῆ νοῦν, „καὶ λαὸν πλείονά σου“, τοὺς ζηλωτὰς τῶν εἰρημένων φαλαγγηδὸν ἐπιόντας, „οὐ φοβηθήσῃ ἀπ’ αὐτῶν“· εἷς γὰρ ὢν ἑνὶ τῷ πάντων ἡγεμόνι χρήσῃ συμμάχῳ, „ὅτι κύριος ὁ θεός σου μετὰ σοῦ“ (Deut. 20, 1). De_migratione_Abrahami 63 τούτου γὰρ ἡ σύνοδος καθαιρεῖ πολέμους, εἰρήνην ἀνοικοδομεῖ, τὰ πολλὰ καὶ συνήθη κακὰ ἀνατρέπει, τὸ σπάνιον καὶ θεοφιλὲς γένος ἀνασῴζει, ᾧ πᾶς ὁ γενόμενος ὑπήκοος μισεῖ καὶ βδελύττεται τὰ τῶν γεωδεστέρων στίφη. De_migratione_Abrahami 64 „ἃ γὰρ πολυπληθεῖ“ φησί "ποσὶν ἐν πᾶσι τοῖς ἑρπετοῖς τοῖς ἕρπουσιν ἐπὶ τῆς γῆς, οὐ φάγεσθε, ὅτι βδελύγματά ἐστιν“ (Lev. 11, 42). ἀλλ’ οὐ μίσους ἐστὶν ἐπαξία ψυχὴ μὴ καθ’ ἓν μέρος ἀλλὰ κατὰ πάντα ἢ τὰ πλεῖστα βαίνουσα ἐπὶ τὴν γῆν καὶ τὰ σώματος περιλιχνεύουσα καὶ συνόλως εἰς τὰς οὐρανοῦ θείας περιόδους ἀνακῦψαι μὴ δυναμένη; De_migratione_Abrahami 65 καὶ μὴν ὥσπερ τὸ πολύπουν, οὕτως καὶ τὸ ἄπουν ἐν ἑρπετοῖς ψεκτόν, τὸ μὲν διὰ τὴν λεχθεῖσαν αἰτίαν, τὸ δ’ ὅτι ὅλον δι’ ὅλων πέπτωκεν ἐπὶ γῆν, ὑπ’ οὐδενὸς ἀλλ’ οὐδ’ ἐπὶ τὸ βραχύτατον ἐξαιρόμενον· πάντα γὰρ τὸν πορευόμενον ἐπὶ κοιλίαν ἀκάθαρτον εἶναί φησι (ibid.), τὸν τὰς τῆς γαστρὸς ἡδονὰς μεταδιώκοντα αἰνιττόμενος. De_migratione_Abrahami 66 ἔνιοι δὲ προσυπερβάλλοντες οὐ μόνον τῷ τῆς ἐπιθυμίας ἐχρήσαντο γένει, ἀλλὰ 1 κατὰ] καὶ τὰ L 3 post ἀδελφαὶ vid. add. κακίαι vel κῆρες 4 ὁ ὀρθὸς H2: ὀρθὸς ὁ ceteri 6 ἀγαθῶν ι vel διὸ ι pro ᾦ conicio ᾦ] ἐφ’ ᾧ vel Mang. 8 ὀλίγον Α οὖν om. Α 9 6 om. Α 15 τῶ MH2: τῶν AH1P 20 πολυπληθῆ (sic!) φησι MA: φησί, πολυπληθεῖ HP ἐν scripsi: ἐπὶ codd. 21 ἕρπουσιν addidi βδέλυγμά conicio 22 ἀλλ’] ἄρ’ conicio μὴ MA: ἡ H2, om. H1P ἀλλὰ MAP: ἀλλ’ ἡ H 23 τῆς γῆς coni. Mang. τὰ τοῦ σώματος HP 23. 24 πολιχνέύουσα H 26 δὲ HP 27 ἣν γῆν HP τὸ om. A καὶ τὸ ἀδελφὸν αὐτῇ πάθος, τὸν θυμόν, προσεκτήσαντο, βουληθέντες ὅλον τὸ τῆς ψυχῆς ἄλογον ἐκζωπυρῆσαι μέρος, τὸν δὲ νοῦν διαφθεῖραι· τὸ γὰρ εἰρημένον λόγῳ μὲν ἐπὶ ὄφεως, ἔργῳ δὲ ἐπὶ παντὸς ἀλόγου καὶ φιλοπαθοῦς ἀνθρώπου χρησμὸς ὡς ἀληθῶς ἐστι θεῖος· „ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14)· περὶ μὲν γὰρ τὰ στέρνα ὁ θυμός, τὸ δὲ ἐπιθυμίας εἶδος ἐν κοιλίᾳ. De_migratione_Abrahami 67 πορεύεται δὲ ὁ ἄφρων δι’ ἀμφοτέρων, θυμοῦ τε καὶ ἐπιθυμίας, ἀεὶ μηδένα διαλείπων χρόνον, τὸν ἡνίοχον καὶ βραβευτὴν νοῦν ἀποβαλών· ὁ δ’ ἐναντίος τούτῳ θυμὸν μὲν καὶ ἐπιθυμίαν ἐκτέτμηται, κυβερνήτην δὲ ἐπιγέγραπται λόγον θεῖον, καθὰ καὶ Μωυσῆς ὁ θεοφιλέστατος, ὅς, ὅταν τὰς ὁλοκαύτους τῆς ψυχῆς ἱερουργῇ θυσίας, „τὴν μὲν κοιλίαν ἐκπλυνεῖ“ (Lev. 8, 21), τουτέστιν ὅλον τὸ ἐπιθυμίας εἶδος ἐκνίψεται, τὸ δὲ „στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀφελεῖ“ (Lev. 8, 29), σύμπαντα δήπου τὸν πολεμικὸν θυμόν, ἵνα τὸ λοιπὸν μέρος καὶ ἄμεινον τῆς ψυχῆς, τὸ λογικόν, μηδενὸς ἀντισπῶντος ἔτι καὶ μεθέλκοντος ἐλευθέροις καὶ εὐγενέσι τῷ ὄντι χρήσηται πρὸς τὰ καλὰ πάντα ὁρμαῖς. De_migratione_Abrahami 68 οὕτως γὰρ εἴς τε πλῆθος καὶ μέγεθος ἐπιδώσει· λέγεται γάρ· „ἕως τίνος παροξυνοῦσιν ὁ λαὸς οὗτος; καὶ ἕως τίνος οὐ πιστεύσουσί μοι ἐν πᾶσι τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς; πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτούς, καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ ἢ τοῦτο“ (Num. 14, 11. 12)· ἐπειδὰν γὰρ ὁ θυμῷ καὶ ἐπιθυμίᾳ χρώμενος πολὺς ὅμιλος καταλυθῇ τῆς ψυχῆς, πάντως εὐθὺς ὁ τῆς λογικῆς φύσεως διεξηρτημένος ἀνίσχει καὶ ἀνατέλλει. De_migratione_Abrahami 69 ὥσπερ δὲ τὸ πολύπουν καὶ ἄπουν, ἐναντία ὄντα ἐν τῷ γένει τῶν ἑρπετῶν, ἀκάθαρτα ἀναγράφεται, οὕτως καὶ ἡ ἄθεος καὶ πολύθεος ἀντίπαλοι ἐν ψυχῇ δόξαι βέβηλοι. σημεῖον δέ· ἀμφοτέρας ὁ 6 ἕδος coni. Mang. 8 βραβευτὴν] κυβερνήτην coni. Mang. νοῦν] λόγον Η ύτω H: τούτων MAP 9 θεῖον λόγον HP 12 εἶδος om. Α, ἕδος Mang. ἀφελῆ Α δήπου MA: δὴ HP 15 post εὐγενέσιν add. ὀφθαλμοῖς 2 ὁρμαῖς (lin. 16) hic posuit Mang. 16 ὁρμαῖς] ὁρᾶν H 22 τῆς ψυχῆς om. MA 25 ἀντίπαλος P ψυχαῖς Α 23 sqq. Clemens Protrept. § 25 p. 21 P: ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον. οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωυσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον μὴ ἐκκλησιάζειν καὶ προσέτι τὸν ἐκ πόρνης; αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός. νόμος ἐκκλησίας ἱερᾶς ἀπελήλακε, τὴν μὲν ἄθεον θλαδίαν καὶ ἀποκεκομμένον εἴρξας ἐκκλησιάζειν, τὴν δὲ πολύθεον τὸν ἐκ πόρνης ὁμοίως κωλύσας ἀκούειν ἢ λέγειν (Deut. 23, 1. 2)· ἄθεος μὲν γὰρ ὁ ἄγονος, πολύθεος δὲ ὁ ἐκ πόρνης τυφλώττων περὶ τὸν ἀληθῆ πατέρα καὶ διὰ τοῦτο πολλοὺς ἀνθ’ ἑνὸς γονεῖς ἐπιγραφόμενος. De_migratione_Abrahami 70 Δύο μὲν αὗται δωρεαὶ προείρηνται, θεωρητικοῦ τε ἐλπὶς βίου καὶ πρὸς πλῆθος καὶ μέγεθος τῶν καλῶν ἐπίδοσις. τρίτη δ’ ἐστὶν εὐλογία, ἧς ἄνευ βεβαιώσασθαι τὰς προτέρας χάριτας οὐκ ἔστι· λέγει γάρ· „καὶ εὐλογήσω σε“, τουτέστιν ἐπαινετὸν λόγον δωρήσομαι· τὸ γὰρ εὖ πάντως ἐπ’ ἀρετῆς· λόγος δὲ ὁ μὲν πηγῇ De_migratione_Abrahami 71 ἔοικεν, ὁ δὲ ἀπορροῇ, πηγῇ μὲν ὁ ἐν διανοίᾳ, προφορὰ δὲ ἡ διὰ στόματος καὶ γλώττης ἀπορροῇ. ἑκάτερον δὲ εἶδος λόγου βελτιωθῆναι πολὺς πλοῦτος, διάνοιαν μὲν εὐλογιστίᾳ πρὸς πάντα μικρὰ καὶ μείζω χρωμένην, προφορὰν δὲ ὑπὸ παιδείας ὀρθῆς ἡνιοχουμένην. De_migratione_Abrahami 72 πολλοὶ γὰρ λογίζονται μὲν τὰ βέλτιστα, ὑπὸ δὲ ἑρμηνέως κακοῦ προὐδόθησαν, λόγου, μουσικὴν τὴν ἐγκύκλιον οὐκ ἐκπονήσαντες· οἱ δὲ ἔμπαλιν ἑρμηνεῦσαι μὲν ἐγένοντο δυνατώτατοι, βουλεύσασθαι δὲ φαυλότατοι, καθάπερ οἱ λεγόμενοι σοφισταί· τούτων γὰρ ἀχόρευτος μὲν καὶ ἄμουσος ἡ διάνοια, πάμμουσοι δὲ αἱ διὰ τῶν φωνητηρίων ὀργάνων διέξοδοι. De_migratione_Abrahami 73 χαρίζεται δὲ ὁ θεὸς τοῖς ὑπηκόοις ἀτελὲς οὐδέν, πλήρη δὲ καὶ τέλεια πάντα· διὸ καὶ νῦν τὴν εὐλογίαν οὐχ ἑνὶ λόγου τμήματι, τοῖς δὲ μέρεσιν ἀμφοτέροις ἐπιπέμπει δικαιῶν τὸν εὐεργετούμενον καὶ ἐνθυμεῖσθαι τὰ βέλτιστα καὶ ἐξαγγέλλειν τὰ νοηθέντα δυνατῶς· ἡ γὰρ τελειότης δι’ ἀμφοῖν, ὡς ἔοικε, τοῦ τε ὑποβάλλοντος τὰ ἐνθυμήματα καθαρῶς καὶ τοῦ διερμηνεύοντος αὐτὰ ἀπταίστως. De_migratione_Abrahami 74 ἢ οὐχ ὁρᾷς τὸν Ἄβελ — ὄνομα δέ ἐστι τὰ θνητὰ πενθοῦντος καὶ τὰ ἀθάνατα εὐδαιμονίζοντος —, ὡς ἀνεπιλήπτῳ μὲν κέχρηται διανοίᾳ, τῷ δὲ μὴ γεγυμνάσθαι περὶ λόγους ἥττηται πρὸς δεινοῦ παλαῖσαι Κάιν τέχνῃ μᾶλλον ἢ ῥώμῃ περιγενέσθαι δυναμένου; De_migratione_Abrahami 75 διὸ καὶ θαυμάζων τῆς περὶ τὴν φύσιν εὐμοιρίας τὸν τρόπον αἰτιῶμαι τοσοῦτον, ὅτι προκληθεὶς εἰς 1 τῶ ante θλαδίαν add. H2 1. 2 ἀποκεκομμένην Α 2 τὸν Α: τὸ P, τῶ H, om. M, τῷ τὸν ν 5 ἐπιγραφόμενος scripsi (cf. Clem.): αἰνιττόμενος codd. 7 δέ ἐστιν M 8 πρότερον Η 10 ἐπ’ ἀρετῆς] ἐπαινετόν Mang. ἔοικεν om. Α 11 προφορὰ H2: προφορὰ MH1P, προφοραὶ Α διὰ] ἀπὸ Η 11. 12 ἀπορροὴ H: ἀπορροὴ MAP 12 διάνοια HP 13 μεῖζον HP χρωμένην Turn.: χρωμένη codd. προφορὰ H 14 ἡνιοχουμένη HP βέλτια P 18 διὰ om. M 21 ἐπινέμει coni. Μang. 23 τε Cohn: γε codd. 25 ἐστι τοῦ τὰ H2 27 Κάιν Μang.: καὶ codd. 28 ante τῆς add. αὐτὸν H2 29 τοῦτον H2 ἅμιλλαν λόγων ἧκεν ἀγωνιούμενος, δέον ἐπὶ τῆς συνήθους ἠρεμίας στῆναι πολλὰ χαίρειν φράσαντα τῷ φιλονείκῳ, εἰ δ’ ἄρα ἐβούλετο πάντως διαγωνίσασθαι, μὴ πρότερον κονίσασθαι ἢ τοῖς τεχνικοῖς παλαίσμασιν ἐνασκηθῆναι· τῶν γὰρ ἀγροικοσόφων οἱ τὰ πολιτικὰ κεκομψευμένοι μάλιστά πως εἰώθασι περιεῖναι. De_migratione_Abrahami 76 διὸ καὶ Μωυσῆς ὁ πάνσοφος παραιτεῖται μὲν εἰς τὴν τῶν εὐλόγων καὶ πιθανῶν ἐπίσκεψιν ἐλθεῖν, ἀφ’ οὗ τὸ ἀληθείας φέγγος ἤρξατο ὁ θεὸς ἐναστράπτειν αὐτῷ διὰ τῶν ἐπιστήμης καὶ σοφίας αὐτῆς ἀθανάτων λόγων, ἄγεται δὲ οὐδὲν ἧττον πρὸς τὴν θέαν αὐτῶν οὐχ ἕνεκα τοῦ πλειόνων ἔμπειρος γενέσθαι πραγμάτων — ἀποχρῶσι γὰρ αἱ περὶ θεοῦ καὶ τῶν ἱερωτάτων αὐτοῦ δυνάμεων ζητήσεις τῷ φιλοθεάμονι —, ἀλλ’ ὑπὲρ τοῦ περιγενέσθαι τῶν ἐν Αἰγύπτῳ σοφιστῶν, οἷς αἱ μυθικαὶ πιθανότητες πρὸ τῆς τῶν ἀληθῶν ἐναργείας τετίμηνται. De_migratione_Abrahami 77 ὅταν μὲν οὖν τοῖς τοῦ πανηγεμόνος ἐμπεριπατῇ πράγμασιν ὁ νοῦς, οὐδενὸς ἑτέρου προσδεῖται πρὸς τὴν θεωρίαν, ἐπειδὴ τῶν νοητῶν μόνη διάνοια ὀφθαλμὸς ὀξυωπέστατος· ὅταν δὲ καὶ τοῖς κατὰ αἴσθησιν ἢ πάθος ἢ σῶμα, ὧν ἐστιν ἡ Αἰγύπτου χώρα σύμβολον, δεήσεται καὶ τῆς περὶ λόγους τέχνης ὁμοῦ καὶ δυνάμεως. De_migratione_Abrahami 78 οὗ χάριν ἐπάγεσθαι τὸν Ἀαρὼν αὐτῷ διείρηται, τὸν προφορικὸν λόγον· „οὐκ ἰδοὺ“ φησίν „Ἀαρὼν ὁ ἀδελφός σου“; μιᾶς γὰρ ἀμφοῖν τῆς λογικῆς φύσεως μητρὸς οὔσης ἀδελφὰ δήπου τὰ γεννήματα. „ἐπίσταμαι, ὅτι λαλήσει“· διανοίας μὲν γὰρ τὸ καταλαμβάνειν, προφορᾶς δὲ τὸ λαλεῖν ἴδιον. „λαλήσει“ φησίν „αὐτός σοι“· τὰ γὰρ ἐν αὐτῷ ταμιευόμενα μὴ δυνάμενος ὁ νοῦς ἀπαγγεῖλαι τῷ πλησίον ἑρμηνεῖ χρῆται λόγῳ πρὸς τὴν ὧν πέπονθε δήλωσιν. De_migratione_Abrahami 79 εἶτ’ ἐπιλέγει· „ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι“, ἐπειδὴ τῷ ὄντι ὁ λόγος τοῖς ἐνθυμήμασιν ὑπαντῶν, ῥήματα καὶ ὀνόματα προστιθεὶς χαράττει τὰ ἄσημα, ὡς ἐπίσημα ποιεῖν. καὶ „ἰδών σε“ φησί „χαρήσεται ἐν αὐτῷ“ (Exod. 4, 14)· γήθει γὰρ ὁ λόγος καὶ εὐφραίνεται, ὅταν μὴ ἀμυδρὸν ᾖ τὸ ἐνθύμημα, διότι τηλαυγοῦς ὄντος ἀπταίστῳ καὶ εὐτρόχῳ διερμηνεύσει χρῆται κυρίων καὶ εὐθυβόλων καὶ γεμόντων πολλῆς ἐμφάσεως εὐπορῶν ὀνομάτων· De_migratione_Abrahami 80 ἐπειδὰν γοῦν ἀδηλότερά πως ᾖ τὰ νοήματα, κατὰ κενοῦ βαίνει καὶ ὀλισθὼν πολλάκις μέγα πτῶμα ἔπεσεν, 1 λόγων om. Α συνηθείας L ἠρεμίας om. HP 8 αὐτῆς om. HP λέγεται H δ’ H 9. 10 ἀποχρῶσαι A 12 οἶς αἱ Mang.: ὅσαι codd. πρὸς H1 15 ὀξυδερκέστατος Α κατ’ Η2 18 διήρηται Α 19 post ἀμφοῖν add. οὔσης HP 20 λαλήσει M: λαλεῖ AHP 22 αὑτῷ 2 23 πέπονθεν M 24 σοι M: σου AHP 27 γηθεῖ v εὐφραίνεται Mang. : εὐφορεῖ MHP, εὐφορία A 30 ἀπορῶν Α ὡς μηκέτι ἀναστῆναι δύνασθαι. „καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ“, ἴσον τῷ ὑπηχήσεις αὐτῷ τὰ ἐνθυμήματα, ἃ ῥημάτων καὶ λόγων ἀδιαφορεῖ θείων· ἄνευ γὰρ τοῦ ὑποβολέως οὐ φθέγξεται ὁ λόγος, ὑποβολεὺς δὲ λόγου νοῦς, ὡς νοῦ θεός. De_migratione_Abrahami 81 „καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα· σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν“ (Exod. 4, 15. 16)· ἐμφαντικώτατα τό τε „προσλαλήσει σοι“ φάναι, οἷον διερμηνεύσει τὰ σά, καὶ ὅτι „ἔσται σου στόμα“· διὰ γὰρ γλώττης καὶ στόματος φερόμενον τὸ τοῦ λόγου νᾶμα συνεκφέρει τὰ νοήματα. ἀλλ’ ὁ μὲν λόγος ἑρμηνεὺς διανοίας πρὸς ἀνθρώπους, ἡ δὲ διάνοια γίνεται τῷ λόγῳ τὰ πρὸς τὸν θεόν, ταῦτα δέ ἐστιν ἐνθυμήματα, ὧν μόνος ὁ θεὸς ἐπίσκοπος. De_migratione_Abrahami 82 ἀναγκαῖον οὖν ἐστι τῷ μέλλοντι πρὸς ἀγῶνα σοφιστικὸν ἀπαντᾶν ἐπιμεμελῆσθαι λόγων ἐρρωμένως οὕτως, ὡς μὴ μόνον ἐκφεύγειν τὰ παλαίσματα, ἀλλὰ καὶ ἀντεπιτιθέμενον ἀμφοτέροις, τέχνῃ τε καὶ δυνάμει, περιεῖναι. De_migratione_Abrahami 83 ἢ οὐχ ὁρᾷς τοὺς ἐπαοιδοὺς καὶ φαρμακευτὰς ἀντισοφιστεύοντας τῷ θείῳ λόγῳ καὶ τοῖς παραπλησίοις τολμῶντας ἐγχειρεῖν, οὐχ οὕτως ἐπὶ τῷ τὴν ἰδίαν ἐπιστήμην ἀποφῆναι περιβόητον, ὡς ἐπὶ τῷ διασῦραι καὶ χλευάσαι τὰ γινόμενα; καὶ γὰρ τὰς βακτηρίας εἰς δρακόντων μεταστοιχειοῦσι φύσεις, καὶ τὸ ὕδωρ εἰς αἵματος χρόαν μετατρέπουσι, καὶ τῶν βατράχων τὸ ὑπολειφθὲν ἐπῳδαῖς ἀνέλκουσιν ἐπὶ γῆν (Exod. 7, 12. 22. 8, 7), καὶ πάντα οἱ κακοδαίμονες τὰ πρὸς τὸν οἰκεῖον ὄλεθρον συναύξοντες ἀπατᾶν δοκοῦντες ἀπατῶνται. De_migratione_Abrahami 84 πρὸς οὓς πῶς ἐνῆν ἀπαντῆσαι μὴ τὸν ἑρμηνέα διανοίας λόγον, Ἀαρὼν ἐπίκλησιν, ἑτοιμασάμενον; ὃς νῦν μὲν εἴρηται στόμα, αὖθις δὲ καὶ προφήτης κεκλήσεται, ὅταν καὶ ὁ νοῦς ἐπιθειάσας προσρηθῇ θεός· „δίδωμι γάρ σε“ φησί „θεὸν Φαραώ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται σου προφήτης“ (Exod. 7, 1). ὢ ἀκολουθίας ἐναρμονίου· τὸ γὰρ ἑρμηνεῦον τὰ θεοῦ προφητικόν ἐστι γένος ἐνθέῳ κατοκωχῇ De_migratione_Abrahami 85 τε καὶ μανίᾳ χρώμενον. τοιγαροῦν „ἡ ῥάβδος ἡ Ἀαρὼν κατέπιε τὰς 2 ὑπηχήσεις H: ὑφηχήσεις MA, ἐπηχήσεις P 3 ἄνευ] ἐκ Α 4 λόγου] λόγχης Α 5 post προσλαλήσει add. καὶ M σου] σοι HP1 σὺ] σοὶ H 6 αὐτὸς Α ἐμφατικώτατα M 7 σοι om. P 7 διερμηνεύσει τὰ σά HP: διερμηνεέσεται M, διερμηνεὺς Α 12 ἐπιμεμελῆσθαι MP: ἐπιμελεῖσθαι AH 12. 13 ἐρρωμένος Α 19 τρέπουσι v 20 ἀνέχουσιν Α 24 στόμα Mang. : σόφισμα codd. κληθήσεται Α 25 προρηθῆ M ὁ θεός Α σε] σοι Α 6 Ἀαρὼν 6 Α 26 έσται σου om. P 27 ἐν θεῶ ΑΗ κατοκωχῇ scripsi : κατακωχῆ codd. 28 ἡ Ἀαρὼν M: Ἀαρὼν ceteri 21. 22 cf. Rh. Mus. XLIX p. 309. ἐκείνων ῥάβδους“ (Exod. 7,12), ὡς δηλοῖ τὸ λόγιον· ἐγκαταπίνονται γὰρ καὶ ἀφανίζονται πάντες οἱ σοφιστικοὶ λόγοι τῇ τῆς φύσεως ἐντέχνῳ ποικιλίᾳ, ὡς ὁμολογεῖν ὅτι „δάκτυλος θεοῦ“ (Exod. 8, 19) τὰ γινόμενά ἐστιν, ἴσον τῷ γράμμα θεῖον διαγορεῦον ἀεὶ σοφιστείαν ὑπὸ σοφίας ἡττᾶσθαι· δακτύλῳ γὰρ θεοῦ καὶ τὰς πλάκας, ἐν αἷς ἐστηλιτεύθησαν οἱ χρησμοί, φησὶν ὁ ἱερὸς λόγος γραφῆναι (Exod. 32, 16). διόπερ οὐκέτι δύνανται οἱ φαρμακευταὶ στῆναι ἐναντίον Μωυσεῖ, πίπτουσι δ’ ὡς ἐν ἀγῶνι ῥώμῃ τοῦ ἀντιπάλου νικηθέντες καρτερᾷ (Exod. 8, 18). De_migratione_Abrahami 86 Τίς οὖν ἡ τετάρτη δωρεά; τὸ μεγαλώνυμον· φησὶ γάρ· „μεγαλυνῶ τὸ ὄνομά σου“ (Gen. 12, 2). τὸ δέ ἐστιν, ὥς γ’ ἐμοὶ φαίνεται, τοιόνδε· ὥσπερ τὸ ἀγαθὸν εἶναι καὶ καλόν, οὕτω καὶ τὸ δοκεῖν εἶναι λυσιτελές. καὶ ἀμείνων μὲν δόξης ἀλήθεια, εὔδαιμον δὲ τὸ ἐξ ἀμφοῖν· μυρίοι γὰρ ἀνόθως καὶ ἀκολακεύτως προσελθόντες ἀρετῇ καὶ τὸ γνήσιον αὐτῆς ἐναυγασάμενοι κάλλος, τῆς παρὰ τοῖς πολλοῖς φήμης οὐ φροντίσαντες ἐπεβουλεύθησαν, κακοὶ νομισθέντες οἱ πρὸς ἀλήθειαν ἀγαθοί. De_migratione_Abrahami 87 καὶ μὴν οὐδὲ τοῦ δοκεῖν ὄφελος μὴ πολὺ πρότερον τοῦ εἶναι προσόντος, ὥσπερ ἐπὶ σωμάτων πέφυκεν ἔχειν· εἰ γὰρ πάντες ἄνθρωποι τὸν νοσοῦντα ὑγιαίνειν ἢ τὸν ὑγιαίνοντα νοσεῖν ὑπολάβοιεν, ἡ δόξα καθ’ αὑτὴν οὔτε νόσον οὔτε ὑγείαν ἐργάσεται. De_migratione_Abrahami 88 ᾧ δὲ ἀμφότερα δεδώρηται ὁ θεός, καὶ τὸ εἶναι καλῷ καὶ ἀγαθῷ καὶ τὸ δοκεῖν εἶναι, οὗτος πρὸς ἀλήθειαν εὐδαίμων καὶ τῷ ὄντι μεγαλώνυμος. προνοητέον δ’ ὡς μεγάλου πράγματος καὶ πολλὰ τὸν μετὰ σώματος βίον ὠφελοῦντος εὐφημίας. περιγίνεται δ’ αὕτη σχεδὸν ἅπασιν, ὅσοι χαίροντες σὺν ἀσμενισμῷ μηδὲν κινοῦσι τῶν καθεστηκότων νομίμων, ἀλλὰ τὴν πάτριον πολιτείαν οὐκ ἀμελῶς φυλάττουσιν. De_migratione_Abrahami 89 εἰσὶ γάρ τινες οἳ τοὺς ῥητοὺς νόμους σύμβολα νοητῶν πραγμάτων ὑπολαμβάνοντες τὰ μὲν ἄγαν ἠκρίβωσαν, τῶν δὲ ῥᾳθύμως ὠλιγώρησαν· οὓς μεμψαίμην ἂν ἔγωγε τῆς εὐχερείας· ἔδει γὰρ ἀμφοτέρων ἐπιμεληθῆναι, ζητήσεώς τε τῶν ἀφανῶν ἀκριβεστέρας καὶ 2 τῇ om. Α ἀτέχνῳ conicio 4 ἴσον τῶ (corr. ex τὸ) H: εἰς ὃν τὸ MAP σοφίαν Α 4. 5 σοφιστείας P 7 Μωσεῖ codd. 8 κραταιοτέρᾳ coni. Mang. 10 γέ μοι MA 12 ἄμεινον (sic!) ex corr. Α 14 ἐναγασάμενοι Η2 παρὰ] περὶ H 16 καὶ MA : οὐ HP τοῦ M: τὸ AHP 17 εἰ] οἱ Α 20 καλὸν καὶ ἀγαθὸν Α 22 ὠφελοῦντας A 23 πραγίνεται H 27 ῥαθύμων Α 28 ἀκριβεστάτης conicio 28. 286,1 καὶ ταμιείας Mang. : καὶ ταμίας HP1, κατὰ μιᾶς M, κατὰ μίαν AP2 10 qq. Teletis reliquiae ed. Ηense p. 1. 2. ταμιείας τῶν φανερῶν ἀνεπιλήπτου. De_migratione_Abrahami 90 νυνὶ δ’ ὥσπερ ἐν ἐρημίᾳ καθ’ ἑαυτοὺς μόνοι ζῶντες ἢ ἀσώματοι ψυχαὶ γεγονότες καὶ μήτε πόλιν μήτε κώμην μήτ’ οἰκίαν μήτε συνόλως θίασον ἀνθρώπων εἰδότες, τὰ δοκοῦντα τοῖς πολλοῖς ὑπερκύψαντες τὴν ἀλήθειαν γυμνὴν αὐτὴν ἐφ’ ἑαυτῆς ἐρευνῶσιν· οὓς ὁ ἱερὸς λόγος διδάσκει χρηστῆς ὑπολήψεως πεφροντικέναι καὶ μηδὲν τῶν ἐν τοῖς ἔθεσι λύειν, ἃ θεσπέσιοι καὶ μείζους ἄνδρες ἢ καθ’ ἡμᾶς ὥρισαν. De_migratione_Abrahami 91 μὴ γὰρ ὅτι ἡ ἑβδόμη δυνάμεως μὲν τῆς περὶ τὸ ἀγένητον, ἀπραξίας δὲ τῆς περὶ τὸ γενητὸν δίδαγμά ἐστι, τὰ ἐπ’ αὐτῇ νομοθετηθέντα λύωμεν, ὡς πῦρ ἐναύειν ἢ γεωπονεῖν ἢ ἀχθοφορεῖν ἢ ἐγκαλεῖν ἢ δικάζειν ἢ παρακαταθήκας ἀπαιτεῖν ἢ δάνεια ἀναπράττειν ἢ τὰ ἄλλα ποιεῖν, ὅσα κἀν τοῖς μὴ ἑορτώδεσι καιροῖς ἐφεῖται· De_migratione_Abrahami 92 μηδ’ ὅτι ἡ ἑορτὴ σύμβολον ψυχικῆς εὐφροσύνης ἐστὶ καὶ τῆς πρὸς θεὸν εὐχαριστίας, ἀποταξώμεθα ταῖς κατὰ τὰς ἐτησίους ὥρας πανηγύρεσι· μηδ’ ὅτι τὸ περιτέμνεσθαι ἡδονῆς καὶ παθῶν πάντων ἐκτομὴν καὶ δόξης ἀναίρεσιν ἀσεβοῦς ἐμφαίνει, καθ’ ἣν ὑπέλαβεν ὁ νοῦς ἱκανὸς εἶναι γεννᾶν δι’ ἑαυτοῦ, ἀνέλωμεν τὸν ἐπὶ τῇ περιτομῇ τεθέντα νόμον· ἐπεὶ καὶ τῆς περὶ τὸ ἱερὸν ἁγιστείας καὶ μυρίων ἄλλων ἀμελήσομεν, εἰ μόνοις προσέξομεν τοῖς δι’ ὑπονοιῶν δηλουμένοις. De_migratione_Abrahami 93 ἀλλὰ χρὴ ταῦτα μὲν σώματι ἐοικέναι νομίζειν, ψυχῇ δὲ ἐκεῖνα· ὥσπερ οὖν σώματος, ἐπειδὴ ψυχῆς ἐστιν οἶκος, προνοητέον, οὕτω καὶ τῶν ῥητῶν νόμων ἐπιμελητέον· φυλαττομένων γὰρ τούτων ἀριδηλότερον κἀκεῖνα γνωρισθήσεται, ὧν εἰσιν οὗτοι σύμβολα, πρὸς τῷ καὶ τὰς ἀπὸ τῶν πολλῶν μέμψεις καὶ κατηγορίας ἀποδιδράσκειν. De_migratione_Abrahami 94 οὐχ ὁρᾷς, ὅτι καὶ Ἀβραὰμ τῷ σοφῷ καὶ μεγάλα ἀγαθὰ καὶ μικρὰ προσεῖναί φησι, καὶ καλεῖ τὰ μὲν μεγάλα ὑπάρχοντα καὶ ὑπαρκτά, ἃ τῷ γνησίῳ κληρονομεῖν ἐφεῖται μόνῳ, τὰ δὲ μικρὰ δόματα, ὧν οἱ νόθοι καὶ ἐκ παλλακῶν ἀξιοῦνται (Gen. 25,5. 6)· ἐκεῖνα De_migratione_Abrahami 95 μὲν οὖν ἔοικε τοῖς φύσει, ταῦτα δὲ τοῖς θέσει νομίμοις. ἄγαμαι καὶ τῆς παναρέτου Λείας, ἥτις ἐπὶ τῆς Ἀσὴρ γενέσεως, ὅς ἐστι τοῦ 1 δέ M 2. 3 μήτε κώμην om. P 3 οἰκείαν H1 4 τὴν] ἢ τὴν Α ἑαυτῆς Turn.: ἑαυτῇ Η2, ἑαυτοὺς MAPH1 5 ῥητῆς coni. Mang. 6 ἢ] οἱ Α 8 ἀγέννητον ΑΗ γεννητὸν ΑΗ 9 πῦρ ἐναύειν Mang.: πῦρ ἐναυγεῖν MAP2, πυρεναυσεῖν H(P1?) γεηπονεῖν Α 11 μὴ HP: μὴ ἐν MAL 12 τῆ ἑορτὴ M εὐφροσύνης] ἑορτῆς Α 13 ταῖς] ἔταις Η 14 ἡδονῶν 2 15 ἐμφαίνειν Α ὑπέβαλεν A 16 ἀνελάβομεν Α 17 ἀγιστίας Α ἀμελήσωμεν A 21 τούτων H2: om. ceteri 21 γνωσθήσεται HP 22 τῷ] τὸ Α 23 ὁ Ἁβραὰμ AHP 23 σοφῶ μεγάλα Α 25 καὶ] ἢ conicio 26 δόγματα Α 27 νομίμως Α 28 τὴν πανάρετον Λείαν ι Mang. αἰσθητοῦ καὶ νόθου σύμβολον πλούτου, φησί· „μακαρία ἐγώ, ὅτι μακαριοῦσί με αἱ γυναῖκες“ (Gen. 30, 13)· στοχάζεται γὰρ ὑπολήψεως ἐπιεικοῦς, δικαιοῦσα μὴ μόνον ὑπὸ ἀρρένων καὶ ἀνδρείων ὡς ἀληθῶς λόγων ἐπαινεῖσθαι, παρ’ οἷς ἡ ἀλώβητος φύσις καὶ τὸ ἀληθὲς ἀδέκαστον τετίμηται, ἀλλὰ καὶ πρὸς τῶν θηλυτέρων, οἳ τῶν φαινομένων πάντα τρόπον ἥττηνται μηδὲν ἔξω τούτων θεωρητὸν νοῆσαι δυνάμενοι. De_migratione_Abrahami 96 τελείας δὲ ψυχῆς ἐστι καὶ τοῦ εἶναι καὶ τοῦ δοκεῖν εἶναι μεταποιεῖσθαι, καὶ σπουδάζειν μὴ μόνον παρὰ τῇ ἀνδρωνίτιδι εὐδοκιμεῖν, ἀλλὰ καὶ πρὸς τῆς γυναικωνίτιδος ἑστίας ἐπαινεῖσθαι. De_migratione_Abrahami 97 διὸ καὶ Μωυσῆς τὴν τῶν ἱερῶν ἔργων κατασκευὴν οὐ μόνον ἀνδράσιν ἀλλὰ καὶ γυναιξὶν ἐπέτρεψε ποιεῖσθαι· τά τε γὰρ νήματα πάντα τῆς ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου καὶ τριχῶν αἰγείων ἐπιτελοῦσι (Exod. 35, 25. 26), καὶ τὸν ἑαυτῶν κόσμον ἀόκνως εἰσφέρουσι, „σφραγῖδας, ἐνώτια, δακτυλίους, περιδέξια, ἐμπλόκια“ (Exod. 35, 22), πάνθ’ ὅσα χρυσὸν εἶχε τὴν ὕλην, De_migratione_Abrahami 98 τὸν σώματος κόσμον ἀντικαταλλαττόμεναι τοῦ τῆς εὐσεβείας· προσφιλοτιμούμεναι μέντοι καὶ τὰ κάτοπτρα ἑαυτῶν συγκαθιεροῦσιν εἰς τὴν τοῦ λουτῆρος κατασκευήν (Exod. 38, 26), ἵν’ οἱ μέλλοντες ἱερουργεῖν ἀπονιπτόμενοι χεῖρας καὶ πόδας, τὰ ἐγχειρήματα οἷς ἐφορμεῖ καὶ ἐνίδρυται ὁ νοῦς, ἐνοπτρίζωνται ἑαυτοὺς κατὰ μνήμην τῶν ἐσόπτρων, ἐξ ὧν ὁ λουτὴρ δεδημιούργηται· οὕτω γὰρ οὐδὲν αἶσχος ἐν τῷ τῆς ψυχῆς εἴδει περιόψονται γινόμενον, ἤδη δὲ τὸ νηστείας καὶ καρτερίας ἀνάθημα ἀναθήσουσιν ἱεροπρεπέστατον καὶ τελεώτατον ἀναθημάτων. De_migratione_Abrahami 99 ἀλλ’ αὗται μὲν ἀσταί τε καὶ ἀστεῖαι γυναῖκες [αἰσθήσεις] ὡς ἀληθῶς, παρ’ αἷς ἡ ἀρετὴ Λεία τετιμῆσθαι βούλεται, αἱ δὲ προσαναφλέγουσαι τὸ πῦρ ἐπὶ τὸν ἄθλιον νοῦν ἀπόλιδες· λέγεται γὰρ ὅτι καὶ „γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ“ (Num. 21,30). De_migratione_Abrahami 100 ἀλλ’ οὐχ ἑκάστη τῶν τοῦ ἄφρονος αἰσθήσεων ἐξαπτομένη πρὸς τῶν αἰσθητῶν ἐμπίπρησι τὸν νοῦν, πολλὴν 1 ἄκα Η2: om. ceteri νόμου M φασί Α 4 ἀδεκάστως conicio 5 τέτμηται L 6 #x003C;λόγῳ#x003Ε; θεωρητὸν conicio 8 παρά om. HP περὶ τὴν ἀνδρωνίτιδα Α 9 Mωσῆς codd. 15 ἰὸν MA: τοῦ HP ἀντικαταλλαττόμεναι MA: ἀνταλλαττόμεναι HP 17 λουτροῦ HP ἵν᾿] ἤν Α 17. 18 χεῖρας καὶ πόδας ἀπονιπτόμενοι Η 19 ἐνοπτρίζονται Α, ἐνοπτρίζηται H1P 20 ἕδει coni. Mang. 21. 22 ἀναθήσουσιν om. Α 22. 23 ἀλλάττεται, spat., καὶ ἀστεῖαι Α 23 ἀσταί] post τ in ras. H, ἀστατοί P (sed ο in ras.) αἰσθήσεις secl. Maug. 24 Λεία HP: λίαν MA 25 ἀπόλιδες om. Α προσέκαυσαν HP 25. 26 πῦρ τοῦτο ἐπὶ Α 26 μωαβαλζαάλ· οὐχ ἑκάστη A ἀλλ’ οὐχ Mang. (cf. Α): ἀλλ’ οὐδ’ MP(H1?), ἀλλὰ καὶ H2, ἀρ᾿ οὐχ conicio 27 τὸν αἰσθητὸν Α ἐμπίπρησι H: ἐμπίμπρησι MAP τὸν om. Α πολὺν Α καὶ ἀπέρατον φλόγα ἐπεισχέουσα μετὰ ῥύμης ἀνηνύτου καὶ φορᾶς; ἄριστον οὖν ἐξευμενίζεσθαι τὸ γυναικῶν τάγμα ἐν ψυχῇ, τῶν αἰσθήσεων, καθάπερ καὶ τῶν ἀνδρῶν, τῶν κατὰ μέρος λογισμῶν· οὕτως γὰρ De_migratione_Abrahami 101 ἀμείνονι βίου διεξόδῳ χρησόμεθα παγκάλως. διὰ τοῦτο καὶ ὁ αὐτομαθὴς Ἰσαὰκ εὔχεται τῷ σοφίας ἐραστῇ καὶ τὰ νοητὰ καὶ τὰ αἰσθητὰ λαβεῖν ἀγαθά· φησὶ γάρ· „δώῃ σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς“ (Gen. 27,28), ἴσον τῷ πρότερον μὲν συνεχῆ σοι τὸν νοητὸν καὶ οὐράνιον ὑετὸν ἄρδοι, μὴ λάβρως ὡς ἐπικλύσαι, ἀλλ’ ἠρέμα καὶ πρᾴως καθάπερ δρόσον ὡς ὀνῆσαι· δεύτερον δὲ τὸν αἰσθητὸν καὶ γήινον πλοῦτον χαρίσαιτο λιπαρὸν καὶ πίονα, τὴν ἐναντίαν πενίαν ψυχῆς τε καὶ τῶν αὐτῆς μερῶν ἀφαυάνας. De_migratione_Abrahami 102 ἐὰν μέντοι καὶ τὸν ἀρχιερέα λόγον ἐξετάζῃς, εὑρήσεις συνῳδὰ φρονοῦντα καὶ τὴν ἱερὰν ἐσθῆτα αὐτῷ πεποικιλμένην ἔκ τε νοητῶν καὶ αἰσθητῶν δυνάμεων· ἧς τὰ μὲν ἄλλα μακροτέρων ἢ κατὰ τὸν παρόντα καιρὸν δεῖται λόγων καὶ ὑπερθετέον, τὰ δὲ πρὸς τοῖς πέρασιν ἐξετάσωμεν, κεφαλῇ τε καὶ βάσεσιν. De_migratione_Abrahami 103 οὐκοῦν ἐπὶ μὲν τῆς κεφαλῆς ἐστι „πέταλον χρυσοῦν καθαρόν, ἔχον ἐκτύπωμα σφραγῖδος, ἁγίασμα κυρίῳ“ (Exod. 28,32), ἐπὶ δὲ τοῖς ποσὶν ἐπὶ τοῦ τέλους τοῦ ὑποδύτου κώδωνες καὶ ἄνθινα (Exod. 28, 29. 30). ἀλλ’ ἐκείνη μὲν ἡ σφραγὶς ἰδέα ἐστὶν ἰδεῶν, καθ’ ἣν ὁ θεὸς ἐτύπωσε τὸν κόσμον, ἀσώματος δήπου καὶ νοητή, τὰ δ’ ἄνθινα καὶ οἱ κώδωνες αἰσθητῶν ποιοτήτων σύμβολα, ὧν ὅρασις καὶ ἀκοὴ τὰ κριτήρια. De_migratione_Abrahami 104 ἄγαν δ’ ἐξητασμένως ἐπιφέρει ὅτι „ἔσται ἀκουστὴ φωνὴ αὐτοῦ εἰσόντος εἰς τὰ ἅγια“ (Exod. 28,31), ἵνα πρὸς τὰ νοητὰ καὶ θεῖα καὶ ὄντως ἅγια εἰσιούσης τῆς ψυχῆς καὶ αἱ αἰσθήσεις ὠφελούμεναι κατ’ ἀρετὴν συνηχῶσι καὶ ὅλον τὸ σύστημα ἡμῶν, ὥσπερ ἐμμελὴς καὶ πολυάνθρωπος χορός, ἐκ διαφερόντων φθόγγων ἀνακεκραμένων ἓν μέλος ἐναρμόνιον συνᾴδῃ, τὰ μὲν ἐνδόσιμα τῶν νοημάτων ἐμπνεόντων — ἡγεμόνες γὰρ τοῦ χοροῦ τούτου τὰ νοητά —, τὰ δ’ ἑπόμενα τῶν αἰσθητῶν συναναμελπόντων, ἃ τοῖς κατὰ μέρος χορευταῖς ἀπεικάζεται. De_migratione_Abrahami 105 συνόλως γάρ, ᾗ φησιν ὁ νόμος, „τὰ δέοντα 1 ἀπέρατον ΜΗ1Ρ: ἀπέραντον ΑΗ2 ἐπιχέουσα Α 2 οὖν ΜΑ: γοῦν ΗΡ 4 χρησώμεθα Α ὁ Η2: om ceteri 5 ἐπὶ τῶ Α 7 ποιότητος Ρ 8 πρότερον μὲν] πρῶτον Η2 συνέσει σοι Α 9 ὠνῆσαι Α 12 ἐξετάσω Η 16 κεφαλῆς Α 21 ποιητῶν Ρ 23. 24 ἵνα — ἅγια ΗΡ: om. MA 24 καὶ ante ὄντως om. Η1Ρ εἰσιούσῃ τῇ ψυχῇ conicio αἱ Η2: om. ceteri 25 ὠφελοῦμεν ΜΑ συνηχοῦσι Α 27 ἀνακεκραμένων Μ(Η2): ἀνακεκρουμένων Α, ἀνακεκραμένον Η1, ἀνακεκραμμένον Ρ συνάδει ΜΑ 28 νοητῶν conicio ἐμπνεόμενα Η καὶ τὸν ἱματισμὸν καὶ τὴν ὁμιλίαν“ (Exod. 21, 10), τὰ τρία ταῦτα, ἀφαιρεῖσθαι τὴν ψυχὴν οὐκ ἔδει, ἀλλ’ ἕκαστον αὐτῶν βεβαίως προσνέμειν. τὰ μὲν οὖν δέοντα τὰ νοητά ἐστιν ἀγαθά, ἃ δεῖ καὶ ἃ χρὴ γενέσθαι λόγῳ φύσεως, ὁ δὲ ἱματισμὸς τὰ περὶ τὸν φαινόμενον τοῦ βίου κόσμον, ἡ δ’ ὁμιλία ἡ καθ’ ἑκάτερον τῶν εἰρημένων εἰδῶν συνέχεια καὶ μελέτη, ἵν’ οἷα τὰ ἀφανῆ νοητὰ τοιαῦτα καὶ τὰ αἰσθητὰ φαίνηται. De_migratione_Abrahami 106 Πέμπτη τοίνυν ἐστὶ δωρεὰ ἡ κατὰ ψιλὸν μόνον τὸ εἶναι συνισταμένη· λέλεκται δὲ ἐπὶ ταῖς προτέραις, οὐχ ὡς εὐτελεστέρα ἐκείνων, ἀλλ’ ὡς ὑπερκύπτουσα καὶ ὑπερβάλλουσα πάσας. τί γὰρ ἂν εἴη τοῦ πεφυκέναι καὶ ἀψευδῶς καὶ ἀπλάστως ἀγαθὸν εἶναι καὶ εὐλογίας ἐπάξιον τελεώτερον; De_migratione_Abrahami 107 „ἔσῃ“ γάρ φησιν „εὐλογητός“ (Gen. 12,2), οὐ μόνον εὐλογημένος· τὸ μὲν γὰρ ταῖς τῶν πολλῶν δόξαις τε καὶ φήμαις παραριθμεῖται, τὸ δὲ τῷ πρὸς ἀλήθειαν εὐλογητῷ. De_migratione_Abrahami 108 ὥσπερ γὰρ τὸ ἐπαινετὸν εἶναι τοῦ ἐπαινεῖσθαι διαφέρει κατὰ τὸ κρεῖττον καὶ τὸ ψεκτὸν εἶναι τοῦ ψέγεσθαι κατὰ τὸ χεῖρον — τὰ μὲν γὰρ τῷ πεφυκέναι, τὰ δὲ τῷ νομίζεσθαι λέγεται μόνον, φύσις δὲ ἡ ἀψευδὴς δοκήσεως ἐχυρώτερον —, οὕτως καὶ τοῦ εὐλογεῖσθαι πρὸς ἀνθρώπων, ὅπερ ἦν εἰς εὐλογίαν ἄγεσθαι δοξαζόμενον, τὸ πεφυκέναι εὐλογίας ἄξιον, κἂν πάντες ἡσυχάζωσι, κρεῖττον, ὅπερ εὐλογητὸν ἐν τοῖς χρησμοῖς ᾄδεται. De_migratione_Abrahami 109 Ταῦτα μὲν τὰ ἆθλα τῷ γενησομένῳ δωρεῖται σοφῷ· ἃ δὲ καὶ τοῖς ἄλλοις ἀπονέμει διὰ τὸν σοφόν, ἑξῆς ἴδωμεν· „εὐλογήσω“ φησί „τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι“ (Gen. 12, 3). De_migratione_Abrahami 110 τὸ μὲν οὖν ἐπὶ τιμῇ τοῦ σπουδαίου καὶ ταῦτα γίνεσθαι παντί τῳ δῆλον, λέγεται δ’ οὐ δι’ ἐκεῖνο μόνον, ἀλλὰ καὶ διὰ τὴν ἐν τοῖς πράγμασιν εὐάρμοστον ἀκολουθίαν· τὸν γὰρ ἀγαθὸν καὶ ὁ ἐπαινῶν ἐγκωμιαστὸς καὶ ὁ ψέγων ἔμπαλιν ψεκτός. ἔπαινον δὲ καὶ ψόγον οὐχ 2. 3 προσνέμων Α 3 τὰ addidi δεῖ καὶ ἃ χρὴ MA: χρὴ καὶ ἃ δεῖ HP 5 ἡ ante καθ’ om. Α ἑκάτερον M: ἕτερον Α, ἑκάτερα HP 6 τοιαῦτα om. L 8 κατὰ τὸ εὐλογημένον αὐτὸν εἶναι coni. Mang. 9 εντελεστέρα Α 11 ante τοῦ add. μεῖζον Η2 12 τελεώτερον ΜΑΗ1: τελεωτέρας H2P 14 εὐλογητέον Α 15 κατὰ] καὶ κατὰ H1P 16. 17 bis τὸ pro τὰ Mang. ex codice Coll. Nov. 143 18 ἐχυρώτερον M: ἐχυρότερον Α, ὀχυρώτερον ΗΡ τοῦ Mang.: τὸ codd. 19 εἰς om. P δοξαζόμενον Mang.: διδασκόμενον codd. τὸ Mang.: τὸ codd. codd. 21 λέγεται conicio 22 τὰ ἆθλα Mang.: τὰ ἐσθλὰ H2, ἐσθλὰ MAH1P 24 prius σε om. H1P alterum σε om. P 26 τὼ MPH1: ποῦ Η2, om. Α δὲ HP οὐ δι’ HP: οὐδ’ M, οὐκ Α 28 ἐγκωμιαστὴς HP οὕτως ἡ τῶν λεγόντων καὶ γραφόντων πιστοῦται δύναμις, ὡς ἡ τῶν γινομένων ἀλήθεια· ὥστ’ οὔτε ἐπαινεῖν οὔτε ψέγειν ἂν δοκοῖεν, ὅσοι τι ψεῦδος ἐν ἑκατέρῳ παραλαμβάνουσιν εἴδει. De_migratione_Abrahami 111 τοὺς κόλακας οὐχ ὁρᾷς, οἳ μεθ’ ἡμέραν καὶ νύκτωρ ἀποκναίουσι τῶν κολακευομένων τὰ ὦτα θρύπτοντες, οὐκ ἐπινεύοντες ἐφ’ ἑκάστῳ τῶν λεγομένων αὐτὸ μόνον ἀλλὰ καὶ ῥήσεις μακρὰς συνείροντες καὶ ῥαψῳδοῦντες καὶ εὐχόμενοι μὲν τῇ De_migratione_Abrahami 112 φωνῇ πολλάκις, ἀεὶ δὲ τῇ διανοίᾳ καταρώμενοι; τί οὖν ἄν τις εὖ φρονῶν εἴποι; ἆρ’ οὐχ ὥσπερ ἐχθροὺς μᾶλλον ἢ φίλους τοὺς λέγοντας ὄντας καὶ ψέγειν μᾶλλον ἢ ἐπαινεῖν, κἂν δράματα ὅλα συντιθέντες ἐγκωμίων ἐπᾴδωσι; De_migratione_Abrahami 113 τοιγαροῦν ὁ μάταιος Βαλαὰμ ὕμνους μὲν εἰς τὸν θεὸν ὑπερβάλλοντας ᾄδων, ἐν οἷς καὶ τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23, 19), ᾀσμάτων τὸ ἱεροπρεπέστατον, ἐγκώμια δ’ εἰς τὸν ὁρῶντα, Ἰσραήλ, μυρία διεξερχόμενος ἀσεβὴς μὲν καὶ ἐπάρατος καὶ παρὰ τῷ σοφῷ κέκριται νομοθέτῃ, καταρᾶσθαι δέ, οὐκ εὐλογεῖν, νενόμισται. De_migratione_Abrahami 114 τοῖς γὰρ πολεμίοις φησὶν αὐτὸν ἐπὶ μισθῷ συνταχθέντα μάντιν γενέσθαι κακὸν κακῶν, ἀρὰς μὲν ἐν ψυχῇ θέμενον χαλεπωτάτας γένει τῷ θεοφιλεῖ, εὐχὰς δὲ ἀναγκασθέντα διὰ στόματος καὶ γλώττης ὑπερφυεστάτας προφητεῦσαι· τὰ μὲν γὰρ λεγόμενα καλὰ ὄντα ὁ φιλάρετος ὑπήχει θεός, τὰ δ’ ἐννοούμενα — φαυλότερα γὰρ ἦν — ἔτικτεν ἡ μισάρετος διάνοια. De_migratione_Abrahami 115 μαρτυρεῖ δὲ ὁ περὶ τούτων χρησμός· „οὐ γὰρ ἔδωκε“ φησίν „ὁ θεὸς τῷ Βαλαὰμ καταράσασθαί σοι, ἀλλ’ ἔστρεψε τὰς κατάρας εἰς εὐλογίαν“ (Deut. 23, 5), καίτοι πάντων ὅσα εἶπε πολλῆς γεμόντων εὐφημίας. ἀλλ’ ὁ τῶν ἐν ψυχῇ ταμιευομένων ἐπίσκοπος ἰδών, ᾧ κατιδεῖν ἔξεστι μόνῳ, τὰ ἀθέατα γενέσει, τὴν καταδικάζουσαν ἀπὸ τούτων ψῆφον ἤνεγκε, μάρτυς ἀψευδέστατος ὁμοῦ καὶ κριτὴς ἀδέκαστος ὁ αὐτὸς ὤν· ἐπεὶ καὶ τοὐναντίον ἐπαινετὸν βλασφημεῖν καὶ κατηγορεῖν δοκοῦντα τῇ De_migratione_Abrahami 116 φωνῇ κατὰ διάνοιαν εὐλογεῖν τε καὶ εὐφημεῖν. σωφρονιστῶν ὡς ἔοικε τοῦτό ἐστι τὸ ἔθος, παιδαγωγῶν, διδασκάλων, γονέων, πρεσβυτέρων, ἀρχόντων, νόμων· ὀνειδίζοντες γάρ, ἔστι δ’ ὅπου καὶ κολάζοντες ἕκαστοι 1 λεγόντων] λόγων P1 2 ὥστε HP οὔτ’ Α δοκεῖεν H 3 εἴδει Mang. : ἴδιον codd. 4 νύκτα HP 6 συναίροντες Α 9 ὄντας 2 οὕτως ceteri 10 μάταιος ι coni. Mang. 13 alt. καὶ secl. 14 κέχρηται PH1, κέκληται Η2 δέ scripsi: δ’ codd. εὐλογεῖν Mang. : εὐλογῶν Α, εὔλογον MHP 15 μάντιν scripsi: μάτην MAPH1, μηνυτὴν H2 16 κακὸν] καὶ (postea del.) H, om. L θέμενον χαλεπωτάτας om. Α in lac. θέμενοι M 17 εὐχὰς] εὐλογίας coni. Mang. 18 ὑπήχει Turn. : ὑπήχει HP, ὐφηχεῖ M, ὑφηγῇ Α 21 ἀλλὰ M ἔστρεψε P: ἔτρεψε H, ἐπὶ Α, om. M 23 ᾦ] ἁ Α 25 6 11 A: om. HP 29 νομοθετῶν conicio τούτων ἀμείνους τὰς ψυχὰς ἀπεργάζονται τῶν παιδευομένων. καὶ ἐχθρὸς μὲν οὐδεὶς οὐδενί, φίλοι δὲ πᾶσι πάντες· φίλων δὲ ἀνόθῳ καὶ ἀκιβδήλῳ χρωμένων εὐνοίᾳ τοῦτ’ ἐστὶν ἔργον ἐλευθεροστομεῖν ἄνευ τοῦ κακονοεῖν. De_migratione_Abrahami 117 μηδὲν οὖν μήτε τῶν εἰς εὐλογίας καὶ εὐχὰς μήτε τῶν εἰς βλασφημίας καὶ κατάρας ἐπὶ τὰς ἐν προφορᾷ διεξόδους ἀναφερέσθω μᾶλλον ἢ διάνοιαν, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ἑκάτερον εἶδος τῶν λεχθέντων δοκιμάζεται. De_migratione_Abrahami 118 Ταῦτα μὲν δὴ πρῶτον διὰ τὸν ἀστεῖον ἑτέροις συντυγχάνειν φησίν, ὅταν ἢ ψόγον ἢ ἔπαινον ἢ εὐχὰς ἢ κατάρας ἐθελήσωσιν αὐτῷ τίθεσθαι· μέγιστον δ’ ἑξῆς, ὅταν ἡσυχάζωσιν ἐκεῖνοι, τὸ μηδὲν μέρος φύσεως λογικῆς ἀμέτοχον εὐεργεσίας ἀπολείπεσθαι· λέγει γὰρ ὅτι „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς“ (Gen. 12, 3). De_migratione_Abrahami 119 ἔστι δὲ τοῦτο δογματικώτατον· ἐὰν γὰρ ὁ νοῦς ἄνοσος καὶ ἀπήμων διατελῇ, ταῖς περὶ αὐτὸν ἁπάσαις φυλαῖς τε καὶ δυνάμεσιν ὑγιαινούσαις χρῆται, ταῖς τε καθ’ ὅρασιν καὶ ἀκοὴν καὶ ὅσαι αἰσθητικαὶ καὶ πάλιν ταῖς κατὰ τὰς ἡδονάς τε καὶ ἐπιθυμίας καὶ ὅσαι ἀντὶ παθῶν εἰς εὐπάθειαν μεταχαράττονται. De_migratione_Abrahami 120 ἤδη μέντοι καὶ οἶκος καὶ πόλις καὶ χώρα καὶ ἔθνη καὶ κλίματα γῆς ἑνὸς ἀνδρὸς καλοκἀγαθίας προμηθουμένου μεγάλης ἀπήλαυσαν εὐδαιμονίας, καὶ μάλισθ’ ὅτῳ μετὰ γνώμης ἀγαθῆς ὁ θεὸς καὶ δύναμιν ἔδωκεν ἀνανταγώνιστον, ὡς μουσικῷ καὶ παντὶ τεχνίτῃ τὰ κατὰ μουσικὴν καὶ πᾶσαν τέχνην ὄργανα ἢ ξύλων ὕλην πυρί. De_migratione_Abrahami 121 τῷ γὰρ ὄντι ἔρεισμα τοῦ γένους τῶν ἀνθρώπων ἐστὶν ὁ δίκαιος, καὶ ὅσα μὲν αὐτὸς ἔχει, προφέρων εἰς μέσον ἐπ’ ὠφελείᾳ τῶν χρησομένων ἄφθονα δίδωσιν, ὅσα δ’ ἂν μὴ εὑρίσκῃ παρ’ ἑαυτῷ, τὸν μόνον πάμπλουτον αἰτεῖται θεόν· ὁ δὲ τὸν οὐράνιον ἀνοίξας θησαυρὸν ὀμβρεῖ καὶ ἐπινίφει τὰ ἀγαθὰ ἀθρόα, ὡς τῶν περιγείων ἁπάντων τὰς δεξαμενὰς πλημμυρούσας ἀναχυθῆναι. De_migratione_Abrahami 122 ταῦτα δὲ τὸν ἱκέτην ἑαυτοῦ λόγον οὐκ ἀποστραφεὶς εἴωθε δωρεῖσθαι· λέγεται γὰρ ἑτέρωθι Μωυσέως ἱκετεύσαντος· „ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου“ (Num. 14, 20)· τοῦτο δέ, ὡς ἔοικεν, ἰσοδυναμεῖ τῷ „ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.“ οὗ χάριν καὶ ὁ σοφὸς Ἀβραὰμ πεπειραμένος τῆς ἐν ἅπασι 2 φαῶν] φίλω MA ἀνόθων L 4 μὴ δὲ νοῦν Α 5 τὰς] ταῖς διεξόδοις Η2 6 διάνοιαν A: διανοία M(?)HP 8 συντυγχάνει Η 11 εὐλογίας coni. Mang. 14 αὑτὸν v 15 ὅσα αἰσθητικὰ Η 18 προμηθουμένων Α 19 ἀπέλαυσαν M 20 ἀνταγώνιστον H1P 21 ξύλων ἢ ὕλην Α 26 ἐπιγείων P 27 ἀναχεθῆναι Η1 28 Μωυσέως M: Μωυσέος AHP 30 ἰσοδυναμοῖ M 31 Ἁβρὰμ HP τοῦ θεοῦ χρηστότητος πεπίστευκεν ὅτι, κἂν πάντα τὰ ἄλλα ἀφανισθῇ, μικρὸν δέ τι λείψανον ἀρετῆς ὥσπερ ἐμπύρευμα διασῴζηται, διὰ τὸ βραχὺ τοῦτο κἀκεῖνα οἰκτείρει, ὡς πεπτωκότα ἐγείρειν καὶ τεθνηκότα ζωπυρεῖν (Gen. 18, 24 sqq.). De_migratione_Abrahami 123 σπινθὴρ γὰρ καὶ ὁ βραχύτατος ἐντυφόμενος, ὅταν καταπνευσθεὶς ζωπυρηθῇ, μεγάλην πυράν· ἐξάπτει καὶ τὸ βραχύτατον οὖν ἀρετῆς, ὅταν ἐλπίσι χρησταῖς ὑποθαλπόμενον ἀναλάμψῃ, καὶ τὰ τέως μεμυκότα καὶ τυφλὰ ἐξωμμάτωσε καὶ τὰ ἀφαυανθέντα ἀναβλαστεῖν ἐποίησε καὶ ὅσα ὑπὸ ἀγονίας ἐστείρωτο εἰς εὐφορίαν εὐτοκίας περιήγαγεν. οὕτω τὸ σπάνιον ἀγαθὸν ἐπιφροσύνῃ θεοῦ πολὺ γίνεται De_migratione_Abrahami 124 χεόμενον, ἐξομοιοῦν τὰ ἄλλα ἑαυτῷ. εὐχώμεθα οὖν τὸν ὡς ἐν οἰκίᾳ στῦλον νοῦν μὲν ἐν ψυχῇ, ἄνθρωπον δὲ ἐν τῷ γένει τῶν ἀνθρώπων τὸν δίκαιον διαμένειν εἰς τὴν τῶν νόσων ἄκεσιν· τούτου γὰρ ὑγιαίνοντος τὰς εἰς παντελῆ σωτηρίαν οὐκ ἀπογνωστέον ἐλπίδας, διότι οἶμαι ὁ σωτὴρ θεὸς τὸ πανακέστατον φάρμακον, τὴν ἵλεω δύναμιν, τῷ ἱκέτῃ καὶ θεραπευτῇ προτείνας ἑαυτοῦ χρῆσθαι πρὸς τὴν τῶν καμνόντων σωτηρίαν ἐπιτρέπει, καταπλάττοντι τῶν ψυχῆς τραυμάτων, ἅπερ ἀφροσύναι καὶ ἀδικίαι καὶ ὁ ἄλλος τῶν κακιῶν ὅμιλος ἀκονηθεὶς διεῖλεν. De_migratione_Abrahami 125 ἐναργέστατον δὲ παράδειγμα Νῶε ὁ δίκαιος, ὃς τῷ μεγάλῳ κατακλυσμῷ τῶν τοσούτων μερῶν τῆς ψυχῆς ἐγκαταποθέντων ἐρρωμένως ἐπικυματίζων καὶ ἐπινηχόμενος ὑπεράνω μὲν ἔστη τῶν δεινῶν ἁπάντων, διασωθεὶς δὲ μεγάλας καὶ καλὰς ἀφ’ αὑτοῦ ῥίζας ἐβάλετο, ἐξ ὧν οἷα φυτὸν τὸ σοφίας ἀνεβλάστησε γένος· ὅπερ ἡμεροτοκῆσαν τοὺς τοῦ ὁρῶντος, Ἰσραήλ, τριττοὺς ἤνεγκε καρπούς, αἰῶνος μέτρα, τὸν Ἀβραάμ, τὸν Ἰσαάκ, τὸν Ἰακώβ· De_migratione_Abrahami 126 καὶ γὰρ ἔστι καὶ ἔσται καὶ γέγονεν ἐν τῷ παντὶ ἀρετή, ἣν ἀκαιρίαι μὲν ἴσως ἀνθρώπων ἐπισκιάζουσιν, ὁ δὲ ὀπαδὸς θεοῦ καιρὸς ἀποκαλύπτει πάλιν, ἐν ᾧ καὶ ἡ φρόνησις ἀρρενογονεῖ Σάρρα, οὐ κατὰ τὰς χρονικὰς τοῦ ἔτους ὥρας, ἀλλὰ κατὰ τὰς ἀχρόνους ἀκμὰς καὶ εὐκαιρίας ἐπανθοῦσα· λέγεται γάρ· „ἐπαναστρέφων ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου“ (Gen. 18,10). 2 διὰ HP: δὴ M, om. Α 3 οἰκτείρῃ PH1, οἰκτερεῖ Mang. 4 καὶ] κἄν coni. Mang. 8 ἀγονίας Mang. : ἀγνοίας codd. 9 ἐπιφροσύνη M: ἐπ’ εὐφροσύνη AHP 13 διότι scripsi: δι’ οὗ ἔτι codd., διὰ τί; ὅτι coni. Cohn 15 οἰκέτῃ A 16 τῆς ψυχῆς HP 18 ὃς M: ὁ AHP 21 ἀφ’ MA: ὑφ’ HP αὐτοῦ M ἐβάλλετο V 22 τῆς σοφίας P ἐβλάστησε HP 23 περιττοὺς P Ἁβραάμ HP 25 ἣν] ὃν A 26 θεοῦ P: θεῶ MAH 29 τὸν H2: om. ceteri De_migratione_Abrahami 127 Περὶ μὲν οὖν τῶν δωρεῶν, ἃς καὶ τοῖς γενησομένοις τελείοις καὶ δι’ αὐτοὺς ὁ θεὸς ἑτέροις εἴωθε χαρίζεσθαι, δεδήλωται. λέγεται δὲ ἑξῆς ὅτι „ἐπορεύθη Ἀβραὰμ καθάπερ ἐλάλησεν αὐτῷ κύριος“ (Gen. 12, 4). De_migratione_Abrahami 128 τοῦτο δέ ἐστι τὸ παρὰ τοῖς ἄριστα φιλοσοφήσασιν ᾀδόμενον τέλος, τὸ ἀκολούθως τῇ φύσει ζῆν· γίνεται δέ, ὅταν ὁ νοῦς εἰς τὴν ἀρετῆς ἀτραπὸν ἐλθὼν κατ’ ἴχνος ὀρθοῦ λόγου βαίνῃ καὶ ἕπηται θεῷ, τῶν προστάξεων αὐτοῦ διαμεμνημένος καὶ πάσας ἀεὶ καὶ πανταχοῦ ἔργοις τε καὶ λόγοις βεβαιούμενος. De_migratione_Abrahami 129 "ἐπορεύθη γάρ, καθὰ ἐλάλησεν αὐτῷ κύριος“· τοῦτο δέ ἐστι τοιοῦτον· ὡς λαλεῖ ὁ θεὸς — λαλεῖ δὲ παγκάλως καὶ ἐπαινετῶς —, οὕτως ὁ σπουδαῖος ἕκαστα δρᾷ τὴν ἀτραπὸν εὐθύνων ἀμέμπτως τοῦ βίου, ὥστε τὰ ἔργα τοῦ σοφοῦ λόγων ἀδιαφορεῖν θείων. De_migratione_Abrahami 130 ἑτέρωθι γοῦν φησιν ὅτι ἐποίησεν Ἀβραὰμ „πάντα τὸν νόμον μου“ (Gen. 26, 5)· νόμος δὲ οὐδὲν ἄρα ἢ λόγος θεῖος προστάττων ἃ δεῖ καὶ ἀπαγορεύων ἃ μὴ χρή, ὡς μαρτυρεῖ φάσκων ὅτι „ἐδέξατο ἀπὸ τῶν λόγων αὐτοῦ νόμον“ (Deut. 33, 3. 4). εἰ τοίνυν λόγος μέν ἐστι θεῖος ὁ νόμος, ποιεῖ δ’ ὁ ἀστεῖος τὸν νόμον, ποιεῖ πάντως καὶ τὸν λόγον· ὥσθ’, ὅπερ ἔφην, τοὺς τοῦ θεοῦ λόγους πράξεις εἶναι τοῦ σοφοῦ. De_migratione_Abrahami 131 τέλος οὖν ἐστι κατὰ τὸν ἱερώτατον Μωυσῆν τὸ ἕπεσθαι θεῷ, ὡς καὶ ἐν ἑτέροις φησίν· „ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ“ (Deut. 13,4), οὐ κινήσει χρώμενον τῇ διὰ σκελῶν — ἀνθρώπου μὲν 1 οὖν om. Α 3 Ἀβραὰμ HP 6 ἕπηται] ἐπὶ τῶ Α 7 ἀεὶ] ὁμοῦ L 8 γάρ ι conicio 9 τοιοῦτον Α: τοιοῦτο MHP 12 Ἀβραὰμ 13 ἄρα] ἄλλο coni. Cohn 17 λόγου Α 18 Μωσῆν codd. 20 οὐ Turn. om. codd. post κινήσει add. μὲν AH1P χρώμενον MHP: χρώμενος Α 3 sqq. Ambrosius De Abrahum II 2, 5: „exiit Abraham, quemadmodum locutus est ei dominus“. i hinc ferunt gentiles septem sapientum sententiam „sequere deum" inventum suum, cum longe anterior, non dico Abraham, sed Moyses fuerit, per quem lex data est, dicens: „post dominum deum tuum ambulabis" (cf. Philonem lin. 19). cf. ibidem 1 2,4. Clemens Strom. 1169,70 p. 465 P ταύτῃ πλέον ἐπαινετὸς ὁ Ἀβραάμ, ὅτι „ἐπορεύθη καθάπερ ἐλάλησεν αὐτῷ ὁ κύριος“. ἐντεῦθεν ἀρυσάμενός τις τῶν παρ’ Ἕλλησι σοφῶν τὸ „ἕπου θεῷ“ ἀπεφθέγξατο. ΙΙ 100 p. 482 P: φησὶ γάρ νόμος· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξατε“ . . . . 101 ἐντεῦθεν καὶ οἱ Στωϊκοὶ τὸ ἀκολούθως τῇ φύσει ζῆν τέλος εἶναι ἐδογμάτισαν. V 95. 96 p. 703 P: ἑτέρῳ δ’ εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἄν παρὰ τῷ Μωυσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γάρ· „ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τἀς ἐντολάς αὐτοῦ φυλάξατε“ . . . . ἐντεῦθεν οἱ μέν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασι . . . . 19—21 i Origenes Contra Celsum VII 34 p. 717: τὸ οὑν πρὸς τὸν θεὸν οὐ σωματικῶς προστέτακται ἡμίν τὸ (τῷ?) ι „ὀπίσω κυρίου τοῦ θεοῦ πορεύσῃ“ . . . . γὰρ ὄχημα γῆ, θεοῦ δὲ εἰ καὶ σύμπας ὁ κόσμος, οὐκ οἶδα —, ἀλλ’ ἔοικεν ἀλληγορεῖν τὴν τῆς ψυχῆς πρὸς τὰ θεῖα δόγματα παριστὰς ἀκολουθίαν, ὧν ἡ ἀναφορὰ πρὸς τὴν τοῦ πάντων αἰτίου γίνεται τιμήν. De_migratione_Abrahami 132 ἐπιτείνων δὲ τὸν ἀκάθεκτον πόθον τοῦ καλοῦ παραινεῖ καὶ κολλᾶσθαι αὐτῷ· „κύριον“ γάρ φησι „τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ λατρεύσεις καὶ πρὸς αὐτὸν κολληθήσῃ“ (Deut. 10, 20). τίς οὖν ἡ κόλλα; τίς; εὐσέβεια δήπου καὶ πίστις· ἁρμόζουσι γὰρ καὶ ἑνοῦσιν αἱ ἀρεταὶ ἀφθάρτῳ φύσει διάνοιαν· καὶ γὰρ Ἀβραὰμ πιστεύσας „ἐγγίζειν θεῷ“ (Gen. 18, 23) λέγεται. De_migratione_Abrahami 133 ἐὰν μέντοι πορευόμενος μήτε κάμῃ, ὡς ὑπενδοὺς ὀκλάσαι, μήτε ῥᾳθυμήσῃ, ὡς παρ’ ἑκάτερα ἐκτραπόμενος πλανᾶσθαι τῆς μέσης καὶ εὐθυτενοῦς διαμαρτὼν ὁδοῦ, μιμησάμενος δὲ τοὺς ἀγαθοὺς δρομεῖς τὸ στάδιον ἀπταίστως ἀνύσῃ τοῦ βίου, στεφάνων καὶ ἄθλων ἐπαξίων τεύξεται πρὸς τὸ τέλος ἐλθών. De_migratione_Abrahami 134 ἢ οὐ τοῦτ’ εἰσὶν οἱ στέφανοι καὶ τὰ ἆθλα, μὴ ἀτυχῆσαι τοῦ τέλους τῶν πονηθέντων, ἀλλ’ ἐφικέσθαι τῶν δυσεφίκτων φρονήσεως περάτων; τί οὖν τοῦ φρονεῖν ὀρθῶς ἐστι τέλος; ἀφροσύνην ἑαυτοῦ καὶ παντὸς τοῦ γενητοῦ καταψηφίσασθαι· τὸ γὰρ μηδὲν οἴεσθαι εἰδέναι πέρας ἐπιστήμης, ἑνὸς ὄντος μόνου σοφοῦ τοῦ καὶ μόνου θεοῦ. De_migratione_Abrahami 135 διὸ καὶ παγκάλως Μωυσῆς καὶ πατέρα τῶν ὅλων καὶ ἐπίσκοπον τῶν γενομένων αὐτὸν εἰσήγαγεν εἰπών· „εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν“ (Gen. 1,31)· οὐδενὶ γὰρ ἐξῆν τὰ συσταθέντα κατιδεῖν ἄκρως ὅτι μὴ τῷ πεποιηκότι. De_migratione_Abrahami 136 πάριτε νῦν οἱ τύφου καὶ ἀπαιδευσίας καὶ πολλῆς ἀλαζονείας γέμοντες, οἱ δοκησίσοφοι καὶ μὴ μόνον ὅ ἐστιν ἕκαστον εἰδέναι σαφῶς ἐπιφάσκοντες, ἀλλὰ καὶ τὰς αἰτίας προσαποδιδόναι διὰ θρασύτητα τολμῶντες, ὥσπερ ἢ τῇ τοῦ κόσμου γενέσει παρατυχόντες καὶ ὡς ἕκαστα καὶ ἐξ ὧν ἀπετελεῖτο κατιδόντες ἢ σύμβουλοι περὶ τῶν κατασκευαζομένων τῷ δημιουργῷ γενόμενοι. De_migratione_Abrahami 137 εἶτα τῶν ἄλλων ἅπαξ ἁπάντων μεθέμενοι γνωρίσατε ἑαυτοὺς καὶ οἵτινές ἐστε σαφῶς εἴπατε, κατὰ τὸ σῶμα, κατὰ τὴν ψυχήν, κατὰ τὴν αἴσθησιν, κατὰ τὸν λόγον, καθ’ ἕν τι κἂν τὸ βραχύτατον τῶν εἰδῶν. τί ἐστιν ὅρασις ἀποφήνασθε καὶ πῶς ὁρᾶτε, τί ἀκοὴ καὶ πῶς 2 παριστᾶν Α 5 φησὶν αὐτῶ τὸν M αὐτῷ] αὐτῷ μόνῳ v 7 ἁρμόζονται Α ι αἱ coni. Mang. 8 Ἀβραὰμ AHP 10 ὡς παρ’] ὥσπερ ἐκτρεπόμενος Α 11 εὐθυγενοῦς Α ἁμαρτὼν P 12 ἀνύσει M 13 ἡ 2 εἰ ceteri τοιοῦτ’ A, τοῦτ’ P 16 γεννητοῦ H 17 μὴ δὲ M 18 Μωσῆς codd. 19 ἐπίκρισιν Η2 23. 24 ἐπιφάσκοντες scripsi: ἔτι φάσκοντες codd. 24 προσαποδοῦναι H 27 γινόμενοι HP ἁπαξαπάντων AHP 29 κἄν HP: καὶ MA τῶν om. L 30 ἀποφήνασθαι Α ἀκούετε, τί γεῦσις, τί ἁφή, τί ὄσφρησις καὶ πῶς καθ’ ἑκάστην ἐνεργεῖτε ἢ τίνες εἰσὶν αἱ τούτων πηγαί, ἀφ’ ὧν καὶ τὸ εἶναι ταῦτα συμβέβηκε. De_migratione_Abrahami 138 μὴ γάρ μοι περὶ σελήνης καὶ ἡλίου καὶ τῶν ἄλλων ὅσα κατ’ οὐρανὸν καὶ κόσμον οὕτως μακρὰν διῳκισμένων καὶ τὰς φύσεις διαφερόντων ἀερομυθεῖτε, ὦ κενοὶ φρενῶν, πρὶν ἑαυτοὺς ἐρευνῆσαι καὶ γνῶναι. τηνικαῦτα γὰρ ἴσως καὶ περὶ ἑτέρων διεξιοῦσι πιστευτέον· πρὶν δὲ οἵτινές ἐστε αὐτοὶ παραστῆσαι, μὴ νομίζετε κριταὶ τῶν ἄλλων ἢ μάρτυρες ἀψευδέστατοί ποτε γενήσεσθαι. De_migratione_Abrahami 139 τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον τελειωθεὶς ὁ νοῦς ἀποδώσει τὸ τέλος τῷ τελεσφόρῳ θεῷ κατὰ τὸ ἱερώτατον γράμμα· νόμος γάρ ἐστι τὸ τέλος εἶναι κυρίου (Num. 31, 28 sqq.). πότε οὖν ἀποδίδωσιν; ὅταν „ἐπὶ τὸν τόπον ὃν εἶπεν αὐτῷ ὁ θεὸς τῇ ἡμέρᾳ τῇ τρίτῃ“ παραγένηται (Gen. 22, 3), παρελθὼν τὰς πλείους μοίρας τῶν χρονικῶν διαστημάτων καὶ ἤδη πρὸς τὴν ἄχρονον μεταβαίνων φύσιν· De_migratione_Abrahami 140 τότε γὰρ καὶ τὸν ἀγαπητὸν υἱὸν ἱερουργήσει, οὐχὶ ἄνθρωπον — οὐ γὰρ τεκνοκτόνος ὁ σοφός —, ἀλλὰ τὸ τῆς ἀρετώσης ψυχῆς γέννημα ἄρρεν, τὸν ἐπανθήσαντα καρπὸν αὐτῇ, ὃν πῶς ἤνεγκεν οὐκ ἔγνω, βλάστημα θεῖον, οὗ φανέντος ἡ δόξασα κυοφορῆσαι τὴν ἄγνοιαν τοῦ συμβάντος ἀγαθοῦ διηγεῖται φάσκουσα· „τίς ἀναγγελεῖ Ἀβραὰμ“ ὡς ἀπιστοῦντι δήπου περὶ τὴν τοῦ αὐτομαθοῦς γένους ἀνατολήν, ὅτι „θηλάζει παιδίον Σάρρα“ (Gen. 21, 7), οὐχὶ πρὸς Σάρρας θηλάζεται; τὸ γὰρ αὐτοδίδακτον τρέφεται μὲν ὑπ’ οὐδενός, τροφὴ δ’ ἐστὶν ἄλλων, ἅτε ἱκανὸν διδάσκειν καὶ μανθάνειν οὐ δεόμενον. De_migratione_Abrahami 141 „ἔτεκον γὰρ υἱόν“, οὐχ ὡς γυναῖκες Αἰγύπτιαι κατὰ τὴν τοῦ σώματος ἀκμήν (Exod. 1, 19), ἀλλ’ ὡς αἱ Ἑβραῖαι ψυχαί, „ἐν τῷ γήρᾳ μου“ (Gen. 21, 7), ὅτε τὰ μὲν ὅσα αἰσθητὰ καὶ θνητὰ μεμάρανται, τὰ δὲ νοητὰ καὶ ἀθάνατα ἀνήβηκεν, ἃ γέρως καὶ τιμῆς ἐστιν ἐπάξια. De_migratione_Abrahami 142 καὶ ἔτεκον μαιευτικῆς τέχνης οὐ προσδεηθεῖσα· τίκτομεν γὰρ καὶ πρὶν εἰσελθεῖν τινας ἐπινοίας καὶ ἐπιστήμας ἀνθρώπων πρὸς ἡμᾶς ἄνευ τῶν ἐξ ἔθους συνεργούντων, σπείροντος καὶ γεννῶντος θεοῦ τὰ ἀστεῖα γεννήματα, ἃ τῷ δόντι προσηκόντως κατὰ τὸν ἐπ’ εὐχαριστίᾳ τεθέντα νόμον ἀποδίδοται· „τὰ γὰρ δῶρά μου, δόματά μου, καρπώματά μου“ φησί 5 ἐρευνήσατε καὶ γνῶτε Α 8 γενήσεσθε Α δὴ] ἤδη Α 16 ἀπανθήσαντα L ὃν MA: ὃ HP (ὅπως P) 17 ἡ om. v 18 τοῦ συμβάντος ἀγαθοῦ τὴν ἄγνοιαν HP 19 Ἁβραάμ HP ἀπιστοῦντι Mang. : ἀπειθοῦντι codd. 20 Σάρραν coni. Mang. 21 δέ MA 23 αἱ Αἰγύπτιαι H2 29 ἃ om. H1P1 30 δόντι Mang.: ἰδόντι MAH1P, διδόντι Η2 εὐχαριστεία H 31 φησίν HP De_migratione_Abrahami 143 „διατηρήσατε προσφέρειν ἐμοί“ (Num. 28, 2). τοῦτ’ ἐστὶ τὸ τέλος τῆς ὁδοῦ τῶν ἑπομένων λόγοις καὶ προστάξεσι νομίμοις καὶ ταύτῃ βαδιζόντων, ᾗ ἂν ὁ θεὸς ἀφηγῆται· ὁ δὲ ὑπενδοὺς ὑπὸ τοῦ πεινῶντος ἡδονῆς καὶ λίχνου παθῶν, ὄνομα Ἀμαλὴκ — ἑρμηνεύεται γὰρ λαὸς ἐκλείχων —, ἐκτετμήσεται. De_migratione_Abrahami 144 μηνύουσι δὲ οἱ χρησμοὶ ὅτι λοχῶν ὁ τρόπος οὗτος, ἐπειδὰν τὸ ἐρρωμενέστερον τῆς ψυχικῆς δυνάμεως κατίδῃ περαιωθέν, ὑπανιστάμενος τῆς ἐνέδρας τὸ κεκμηκὸς μέρος ὡς „οὐραγίαν κόπτει“ (Deut. 25, 17. 18). κάματος δ’ ὁ μέν ἐστιν εὐένδοτος ἀσθένεια λογισμοῦ μὴ δυναμένου τοὺς ὑπὲρ ἀρετῆς ἀχθοφορῆσαι πόνους, ἐν ἐσχατιαῖς οὗτος εὑρισκόμενος εὐαλωτότατος, ὁ δέ ἐστιν ὑπομονὴ τῶν καλῶν, τὰ μὲν καλὰ ἀθρόα ἐρρωμένως ἀναδεχομένος, μηδὲν δὲ τῶν φαύλων, κἂν εἰ κουφότατον εἴη, βαστάσαι δικαιῶν, ἀλλ’ ὡς βαρύτατον ἄχθος ἀπορρίπτων. De_migratione_Abrahami 145 διὸ καὶ τὴν ἀρετὴν ὁ νόμος εὐθυβόλῳ προσεῖπεν ὀνόματι Λείαν, ἥτις ἑρμηνευθεῖσα λέγεται κοπιῶσα· τὸν γὰρ τῶν φαύλων βίον ἐπαχθῆ καὶ βαρὺν ὄντα φύσει κοπώδη προσηκόντως αὕτη νενόμικε καὶ οὐδὲ προσιδεῖν ἀξιοῖ, τὰς ὄψεις πρὸς μόνον τὸ καλὸν ἀποκλίνουσα. De_migratione_Abrahami 146 σπουδαζέτω δ’ ὁ νοῦς μὴ μόνον ἀνενδότως καὶ εὐτόνως ἕπεσθαι θεῷ, ἀλλὰ καὶ τὴν εὐθεῖαν ἀτραπὸν ἰέναι πρὸς μηδέτερα νεύων, μήτε τὰ δεξιὰ μήτε τὰ εὐώνυμα, οἷς ὁ γήινος Ἐδὼμ ἐμπεφώλευκε, τοτὲ μὲν ὑπερβολαῖς καὶ περιουσίαις, τοτὲ δὲ ἐλλείψεσι καὶ ἐνδείαις χρώμενος. ἄμεινον γὰρ ὁδῷ τῇ μέσῃ βαδίζειν ἐστὶ τῇ πρὸς ἀλήθειαν βασιλικῇ (Num. 20,17), ἣν ὁ μέγας καὶ μόνος βασιλεὺς θεὸς ταῖς φιλαρέτοις ψυχαῖς ηὔρυνεν ἐνδιαίτημα κάλλιστον. De_migratione_Abrahami 147 διὸ καί τινες τῶν τὴν ἥμερον καὶ κοινωνικὴν μετιόντων φιλοσοφίαν μεσότητας τὰς ἀρετὰς εἶπον εἶναι, ἐν μεθορίῳ στήσαντες αὐτάς, ἐπειδὴ τό τε ὑπέραυχον ἀλαζονείας γέμον πολλῆς κακὸν καὶ τὸ ταπεινοῦ καὶ ἀφανοῦς μεταποιεῖσθαι σχήματος εὐεπίβατον, τὸ δὲ μεταξὺ ἀμφοῖν κεκραμένον ἐπιεικῶς ὠφέλιμον. 1 διατηρήσατε MA: καὶ τηρήσατε HP, διατηρήσετε conicio 2 πράξεσι L 4 λαὸν coni. Mang. 5 ἐκ λίθων AP2 ἐκτέτμησαι Α λόχον Α 6 τὸ AH1P: γὰρ τὸ MH2 ἐρρωμενέστατον Η 7 ὡς] εἰς coni. Mang. 8. 9 λογισμοῦ ἀσθένεια HP 9 ὑπὲρ Mang.: ὑπ’ codd. 10 εὐαλώτατος Turn., εὐάλωτος Mang. ὁ] ὧ MA 12 κουφοτάτων Η 13 εὐθυβόλως A 14 Λείαν H: Λεία MAP 16 νενόμικε καὶ οὐδὲ H2: νενόμικεν οὐδέ MAH1P 19. 20 γήινος δεδωκέναι πέφυκεν A 23 εὔρυνεν Cohn, post ηὔρυνεν lacunam statuit Mang. 24 μεσότητα Η 26 τὸ scripsi: τοῦ codd. De_migratione_Abrahami 148 Τὸ δὲ „ᾤχετο μετ’ αὐτοῦ Λὼτ“ (Gen. 12, 4) τίνα ἔχει λόγον σκεπτέον. ἔστι μὲν οὖν Λὼτ ἑρμηνευθεὶς ἀπόκλισις· κλίνεται δὲ ὁ νοῦς τοτὲ μὲν τἀγαθόν, τοτὲ δ’ αὖ τὸ κακὸν ἀποστρεφόμενος. ἄμφω δὲ ταῦτα πολλάκις περὶ ἕνα καὶ τὸν αὐτὸν θεωρεῖται· εἰσὶ γάρ τινες ἐνδοιασταὶ καὶ ἐπαμφοτερισταί, πρὸς ἑκάτερον τοῖχον ὥσπερ σκάφος ὑπ’ ἐναντίων πνευμάτων διαφερόμενον ἀποκλίνοντες ἢ καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέποντες, ἐφ’ ἑνὸς στηριχθῆναι βεβαίως ἀδυνατοῦντες, ὧν οὐδὲ τὴν ἐπὶ τὰ ἀμείνω τροπὴν ἐπαινετέον· φορᾷ γάρ, ἀλλ’ οὐ γνώμῃ γίνεται. De_migratione_Abrahami 149 τούτων καὶ ὁ Λώτ ἐστι θιασώτης, ὅν φησιν οἴχεσθαι μετὰ τοῦ σοφίας ἐραστοῦ. καλὸν δ’ ἦν ἀρξάμενον ἐκείνῳ παρακολουθεῖν ἀπομαθεῖν ἀμαθίαν καὶ μηκέτι παλινδρομῆσαι πρὸς αὐτήν. ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ μιμησάμενον τὸν ἀμείνω βελτιωθῆναι συνέρχεται, ἀλλ’ ὑπὲρ τοῦ κἀκείνῳ παρασχεῖν ἀντισπάσματα καὶ μεθολκὰς καὶ κατὰ τὴν ἔνθεν ὀλίσθους. De_migratione_Abrahami 150 τεκμήριον δέ· ὁ μὲν ἐπὶ τὴν ἀρχαίαν ὑποτροπιάσας νόσον οἰχήσεται ληφθεὶς αἰχμάλωτος ὑπὸ τῶν ἐν ψυχῇ πολεμίων, ὁ δὲ τὰς ἐξ ἐνέδρας ἐπιβουλὰς αὐτοῦ φυλαξάμενος πάσῃ μηχανῇ διοικισθήσεται. τὸν δὲ διοικισμὸν αὖθις μέν, οὔπω δὲ ποιήσεται. νῦν μὲν γὰρ τὰ θεωρήματα αὐτῷ ὡς ἂν ἄρτι ἀρχομένῳ τῆς θείας θεωρίας πλαδᾷ καὶ σαλεύει· ὅταν δ’ ἤδη παγέντα κραταιότερον ἱδρυθῇ, δυνήσεται τὸ δελεάζον καὶ κολακεῦον ὡς ἐχθρὸν ἀκατάλλακτον καὶ δυσθήρατον φύσει διαζεῦξαι. De_migratione_Abrahami 151 τοῦτο γὰρ ἔσθ’ ὃ δυσαπότριπτον ὂν παρέπεται ψυχῇ κωλῦον αὐτὴν πρὸς ἀρετὴν ὠκυδρομεῖν· τοῦθ’, ἡνίκα καὶ τὴν 1 ἐν ἄλλοις ἀπ’ ὧδε λόγος δεύτερος περὶ ἀποικίας mg. H μετὰ τοῦ HP 2 ἀποκλίνεται coni. Mang. 3 αὖ τὸ Η: αὐτὸ MAP 6 ὑπὸ HP 7 ἐφ’] ὑφ’ Α 8 ῥοπὴν coni. Mang. 9 θιασώτης Mang. : θεατής codd. 13 κἀκεῖνο P, κἀκείνου Α 13. 14 κατὰ τὴν καταγὴν L) ἔνθεν ὀλίσθους corrupta, κατάγειν ἔνθεν ὄλισθος ν, κατὰ τὴν ὁδὸν ἐμποιεῖν (ἐνθεῖναι Cohn) ὀλίσθους conicio 14 ἐπὶ Mang. : ὑπὸ codd. 19 σλεύη APH1 δ’ εἴδει A (δ’ εἰ in ras.) 20. 21 δυσθεράπευτον coni. Mang. 21 δυσαπότρεπτον coni. Mang. 22 κολῦον M 22. 298,1 καὶ τὴν Αἴγυπτον om. MA 1 sqq. Ambrosius De Ahraham II 2, 6: unde et addidit „et exivit cum eo Lot", hoc est declinatio. id enim nominis significat interpretatio, eo quod, ut viantes incognitam carpentes viam semitis aliquibus saepe falluntur, ut a directo deflectant tramite, et tamen, si prudentes sunt, non deviant, sed cunctabundi licet regionis ipsius contuitu viam colligunt, ita et Abraham nutabundus quidem tamen tramitem veri sequebatur. ducebatur plerumque falsa specie bonorum, sed non penitus inclinabatur. perfecti est enim non deflectere, prudentis non penitus declinare. 6, 25 declinatio enim dicitur Lot . . . . declinat autem quisque aut bonum aut malum. Αἴγυπτον ἀπελείπομεν, τὴν σωματικὴν χώραν ἅπασαν, ἀπομαθεῖν τὰ πάθη σπουδάσαντες κατὰ τὰς τοῦ προφήτου λόγου, Μωυσέως, ὑφηγήσεις, ἠκολούθησεν ἡμῖν, ἐλλαμβανόμενον τῆς περὶ τὴν ἔξοδον σπουδῆς καὶ τῷ τάχει τῆς ἀπολείψεως ὑπὸ φθόνου βραδυτῆτας ἐμποιοῦν· De_migratione_Abrahami 152 λέγεται γὰρ ὅτι „καὶ ἐπίμικτος πολὺς συνανέβη αὐτοῖς, καὶ πρόβατα καὶ βόες καὶ κτήνη πολλὰ σφόδρα“ (Exod. 12, 38), ὁ δὲ ἐπίμικτος οὗτος ἦν τὰ κτηνώδη καὶ ἄλογα τῆς ψυχῆς, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δόγματα. παγκάλως δὲ καὶ εὐθυβόλως τὴν τοῦ φαύλου ψυχὴν ἐπίμικτον καλεῖ· συνῃρημένη γὰρ καὶ συμπεφορημένη καὶ μιγὰς ὄντως ἐκ πλειόνων καὶ μαχομένων δοξῶν, μία μὲν οὖσα ἀριθμῷ, μυριὰς δὲ τῷ πολυτρόπῳ. De_migratione_Abrahami 153 διὸ καὶ τῷ ἐπίμικτος πρόσκειται πολύς· ὁ μὲν γὰρ πρὸς ἓν μόνον ἀφορῶν ἁπλοῦς καὶ ἀμιγὴς καὶ λεῖος ὄντως, ὁ δὲ πολλὰ τέλη τοῦ βίου προτιθέμενος πολὺς καὶ μιγὰς καὶ δασὺς ἀληθείᾳ. οὗ χάριν οἱ χρησμοὶ τὸν μὲν ἀσκητὴν τῶν καλῶν Ἰακὼβ λεῖον, τὸν δὲ τῶν αἰσχίστων Ἠσαῦ δασὺν εἰσάγουσι (Gen. 27, 11). De_migratione_Abrahami 154 διὰ τὸν ἐπίμικτον καὶ δασὺν τοῦτον ὄχλον ἐκ μιγάδων καὶ συγκλύδων συμπεφυρμένον δοξῶν ὠκυδρομῆσαι δυνάμενος ὁ νοῦς, ὅτε τὴν σωματικὴν χώραν ἀπεδίδρασκεν Αἴγυπτον, καὶ τρισὶν ἡμέραις (Gen. 22, 3) διαδέξασθαι τὸν ἀρετῆς κλῆρον φωτὶ τρισσῷ, μνήμῃ τῶν παρεληλυθότων καὶ ἐναργείᾳ τῶν παρόντων καὶ τῇ τῶν μελλόντων ἐλπίδι, τεσσαράκοντα ἐτῶν ἀριθμόν, μῆκος τοσούτου χρόνου, τρίβεται τὴν ἐν κύκλῳ περιάγων καὶ ἀλώμενος ἕνεκα τοῦ πολυτρόπου, τὴν ἐπ’ εὐθείας ἀνυσιμωτάτην οὖσαν δέον. De_migratione_Abrahami 155 οὗτός ἐστιν ὁ μὴ μόνον ὀλίγοις εἴδεσιν ἐπιθυμίας χαίρων, ἀλλὰ μηδὲν τὸ παράπαν ἀπολιπεῖν δικαιῶν, ἵνα ὅλον δι’ ὅλων τὸ γένος, ᾧ πᾶν εἶδος ἐμφέρεται, μετέρχηται· λέγεται γὰρ ὅτι „ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν“ αὐτοῦ τοῦ γένους, οὐχ ἑνός τινος τῶν εἰδῶν, „καὶ καθίσαντες ἔκλαιον“ (Num. 11,4). συνίησι γὰρ ὀλιγοδρανοῦσα 1 ἀπελείπομεν scripsi: ἀπολείπομεν HP, ἀπολιπομένην M, ἀπολειπομένων Α 2 τὰς scripsi: τοὺς codci. τοῦ om. H λόγου P: λόγους ceteri Μωυσέος AHP post Μωυσέως add. καὶ Η2 3 ἐνλαμβανόμενον MA 4 ἀπολήψεως Α 9 συμπεφυρμένη Α 11 τῶ A: τὸ MHP ι πολὺς coni. Cohn 12 ὄντως] οὗτος Α 13 μιγάς H2: μέγας 15 Ἡσαῦ AHP: om. M δασὺν om. A διὸ P 16 συγκλιδῶν συμπεφυρμένων Α 19 ἐναργείᾳ Mang.: ἐνεργεία codd. 21 τρίβεται Η2: οὐ τρίβεται ceteri ἁλλόμενος Α 22 ἀληθείας L δέον ι 23 μηδὲ H1P 25 ἐκφέρεται H2 ut vid., v μετέρχηται om. A 26 ἐπιθυμίαν Α: ἐπιθυμίας MHP αὐτοῦ H2: αὐτῆς ceteri 27 συνίησι Mang.: σύνεισι codd. ἡ διάνοια καί, ὁπότε μὴ δύναται τυχεῖν ὧν ὀρέγεται, δακρύει καὶ στενάζει· καίτοι ὤφειλε χαίρειν παθῶν καὶ νοσημάτων ἀτυχοῦσα καὶ μεγάλην εὐπραγίαν νομίζειν τὴν ἔνδειαν καὶ ἀπουσίαν αὐτῶν. De_migratione_Abrahami 156 ἀλλὰ γὰρ καὶ τοῖς χορευταῖς ἀρετῆς σφαδᾴζειν καὶ δακρύειν ἔθος, ἢ τὰς τῶν ἀφρόνων ὀδυρομένοις συμφορὰς διὰ τὸ φύσει κοινωνικὸν καὶ φιλάνθρωπον ἢ διὰ περιχάρειαν. γίνεται δὲ αὕτη, ὅταν ἀθρόα ἀγαθὰ μηδὲ προσδοκηθέντα ποτὲ αἰφνίδιον ὀμβρήσαντα πλημμυρῇ· ἀφ’ οὗ καὶ τὸ ποιητικὸν εἰρῆσθαί μοι δοκεῖ „δακρυόεν γελάσασα“· De_migratione_Abrahami 157 προσπεσοῦσα γὰρ ἐκ τοῦ ἀνελπίστου ἡ εὐπαθειῶν ἀρίστη χαρὰ ψυχῇ μείζονα αὐτὴν ἢ πρότερον ἦν ἐποίησεν, ὡς διὰ τὸν ὄγκον μηκέτι χωρεῖν τὸ σῶμα, θλιβόμενον δὲ καὶ πιεζόμενον ἀποστάζειν λιβάδας, ἃς καλεῖν ἔθος δάκρυα, περὶ ὧν ἐν ὕμνοις εἴρηται· „ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων“ (Psalm. 79, 6) καὶ „ἐγένετο τὰ δάκρυά μοι ἄρτος ἡμέρας καὶ νυκτός“ (Psalm. 41, 4). τροφὴ γάρ ἐστι διανοίας τὰ τοῦ ἐνδιαθέτου καὶ σπουδαίου γέλωτος ἐμφανῆ δάκρυα, ἐπειδὰν ὁ θεῖος ἐντακεὶς ἵμερος τὸν τοῦ γενητοῦ θρῆνον ἆσμα εἰς τὸν ἀγένητον ὕμνου ποιήσῃ. De_migratione_Abrahami 158 ἔνιοι μὲν οὖν τὸν μιγάδα καὶ δασὺν τοῦτον ἀπορρίπτουσι καὶ διατειχίζουσιν ἀφ’ ἑαυτῶν τῷ θεοφιλεῖ μόνῳ γένει χαίροντες· ἔνιοι δὲ καὶ πρὸς αὐτὸν ἑταιρίαν τίθενται, μεσιτεύειν τὸν ἑαυτῶν βίον ἀξιοῦντες καὶ μεθόριον ἀνθρωπίνων τε καὶ θείων ἀρετῶν τιθέντες, ἵν’ ἑκατέρων ἐφάπτωνται, καὶ τῶν ἀληθείᾳ καὶ τῶν δοκήσει. De_migratione_Abrahami 159 τούτου τοῦ δόγματος ὁ πολιτευόμενός ἐστι τρόπος, ὃν Ἰωσὴφ ὀνομάζειν ἔθος, ᾧ συναπέρχονται μέλλοντι τὸν πατέρα κηδεύειν „πάντες οἱ παῖδες Φαραὼ καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ καὶ πάντες οἱ πρεσβύτεροι τῆς Αἰγύπτου καὶ πᾶσα ἡ πανοικία αὐτοῦ Ἰωσὴφ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ“ (Gen. 50, 7. 8). De_migratione_Abrahami 160 ὁρᾷς ὅτι μέσος τῆς Φαραὼ καὶ τῆς πατρικῆς οἰκίας ὁ πολιτικὸς οὗτος τάττεται, ἵνα καὶ τῶν κατὰ σῶμα, τὴν Αἴγυπτον, καὶ τῶν κατὰ ψυχήν, ἅπερ ἐν τῷ πατρικῷ οἴκῳ 4 στενάζειν coni. Mang. 5 ἀφρόνων] ἀνθρώπων coni. Mang. 6 μηδὲν Η 7 πλημμύρη P, πλημμυρεῖ H2 10 ἦν om. Α 12 εἴρεται P 13 τὰ M: μοι τὰ AHP μοι MHP: om. Α, μου v 15. 16 γεννητοῦ Α 16 ἀγέννητον A, τοῦ ἀγεννήτου coni. Mang. ὕμνου MP: ὕμνον ΑΗ ποιήσῃ scripsi: ποιήσειεν codd. 17 διοικίζουσιν coni. Mang. 19 ἑταιρείαν Η2 μεσιτεύειν A: μεσεύειν MH1P, μεθοδεύειν Η2 20 ἀρετῶν] ἀγαθῶν conicio 25 prius αὐτοῦ secl. Cohn 28 ἅπερ MAP2: ἅπαν HP1, ἁ πάντα v 28. 300,1 θησαυροφυλακῆται. Α 8 Hom. Z 484. θησαυροφυλακεῖται, κατ’ ἴσον ἐφάπτηται; ὅταν μὲν γὰρ λέγῃ „τοῦ θεοῦ εἰμι“ (Gen. 50, 19) καὶ τὰ ἄλλα ὅσα συγγενῆ τούτῳ, τοῖς τῆς πατρῴας οἰκίας ἐμμένει νομίμοις· ὅταν δὲ ἐπὶ „τὸ δευτερεῖον ἅρμα“ τοῦ βασιλεύειν νοῦ δοκοῦντος ἀνέρχηται, Φαραώ (Gen. 41, 43), τὸν Αἰγυπτιακὸν πάλιν ἱδρύεται τῦφον. De_migratione_Abrahami 161 ἀθλιώτερος δ’ ὁ νομιζόμενος ἐνδοξότερος εἶναι βασιλεύς, ὃς τῷ προηγουμένῳ τῶν ἁρμάτων ἐποχεῖται· τὸ γὰρ μὴ ἐν καλοῖς διαπρέπειν ἐπιφανέστατον αἶσχος, ὡς τὸ φέρεσθαι τὰ ἐν τούτοις δευτερεῖα κουφότερον κακόν. De_migratione_Abrahami 162 τὸ μέντοι γε ἐπαμφοτερίζον αὐτοῦ καταμάθοις ἂν κἀκ τῶν ὅρκων οὓς πεποίηται, τοτὲ μὲν ὀμνὺς „νὴ τὴν ὑγείαν Φαραώ“ (Gen. 42, 16), τοτὲ δ’ ἔμπαλιν οὐ τὴν ὑγείαν Φαραώ (Gen. 42, 15). ἀλλ’ ὁ μὲν περιέχων τὴν ἀπόφασιν ὅρκος τῆς πατρικῆς ἂν εἴη διάταγμα οἰκίας ἀεὶ φονώσης κατὰ τοῦ πάθους καὶ βουλομένης αὐτὸ τεθνάναι, ὁ δ’ ἕτερος Αἰγύπτου, ᾗ φίλον ἐστὶ τοῦτο σῴζεσθαι. De_migratione_Abrahami 163 διόπερ καίτοι τοσαύτης πληθύος συνανιούσης ἐπίμικτον ὄχλον οὐκ εἶπεν, ἐπειδὴ τῷ μὲν ἄκρως ὁρατικῷ καὶ φιλαρέτῳ πᾶν ὃ μὴ ἀρετὴ ἢ ἀρετῆς ἔργον ἀναμεμῖχθαι καὶ συγκεχύσθαι δοκεῖ, τῷ δὲ ἔτι χαμαιζήλῳ καθ’ De_migratione_Abrahami 164 αὑτὰ τὰ γῆς ἆθλα ἀξιέραστα καὶ ἀξιοτίμητα νενόμισται. τὸν μὲν οὖν ὡς κηφῆνα τοὺς μὲν αὐτῶν ὠφελίμους πόνους λυμαίνεσθαι διεγνωκότα καὶ διὰ τοῦτο ἐπακολουθοῦντα διατειχιεῖ, καθάπερ ἔφην, ὁ φρονήσεως ἐραστής, τοὺς δὲ ἕνεκα μιμήσεως παρεπομένους κατὰ τὸν τῶν καλῶν ζῆλον ἀποδέξεται μοίρας αὐτοῖς τὰς ἁρμοττούσας δασάμενος· „τῶν“ γάρ φησι „συμπορευθέντων ἀνδρῶν μετ’ ἐμοῦ Ἐσχώλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήψονται μερίδα“ (Gen. 14, 24)· λέγει δὲ τοὺς εὐφυεῖς τρόπους καὶ φιλοθεάμονας. De_migratione_Abrahami 165 ὁ μὲν γὰρ Ἐσχὼλ εὐφυΐας σύμβολον πυρὸς ἔχων ὄνομα, ἐπειδὴ καὶ τὸ εὐφυὲς εὔτολμον καὶ ἔνθερμον καὶ ἐχόμενον ὧν ἂν προσάψηται, ὁ δὲ Αὐνὰν τοῦ φιλοθεάμονος· ὀφθαλμοὶ γὰρ ἑρμηνεύεται τῷ καὶ τὰ ψυχῆς ὑπ’ εὐθυμίας ὄμματα διοίγνυσθαι. τούτων δ’ ἀμφοτέρων ἐστὶν ὁ θεωρητικὸς βίος κλῆρος, προσαγορευόμενος Μαμβρῆ, ὃ μεταληφθὲν ἀπὸ ὁράσεως καλεῖται· τῷ δὲ θεωρητικῷ τὸ ὁρᾶν συνῳδόν τε καὶ οἰκειότατον. De_migratione_Abrahami 166 ἐπειδὰν δὲ τούτοις ἀλείπταις χρησάμενος ὁ 1 ἐφάπτηται scripsi: ἐφῆται ΜΗΡ, ἐφεῖται Α, ἐφίκηται coni. Mang. 2 τούτω H2: τούτων ceteri, quod servari potest, si lacunam lin. 1 post εἰμι statuas 3 ἐμμένειν Α 5 ἐνδύεται coni. Mang. 7 τούτω HP 8 ἐπαμφοτερίζων A 9 ποτὲ P 12 φονούσης Α 16 συγκεχεῖσθαι A δὲ MA, s. s. P2: δ’ s. s. H 16. 17 καθ’ αὐτὰ] καὶ αὐτὰ conicio 18 αὐτῶ Η 19 διοικιεῖ coni. Mang. 21 αὐτῆς Α τὰς om. HP1 22 ’Eσχώλ] ἐν σιχώλ H2 25 ναὶ ἔνθερμον om. MA 20. ἄν H: ἐὰν MAP 27 καὶ om. Α ὐπὸ H2: ὑπέρ ceteri διηγεῖσθαι Α νοῦς μηδὲν ἐλλείπῃ τῶν πρὸς ἄσκησιν, συνομαρτεῖ καὶ συντρέχει τελείᾳ φρονήσει, μήθ’ ὑπερέχων μήθ’ ὑπερεχόμενος, ἀλλὰ ἰσαίτατα καὶ ἰσοστάσια βαίνων. δηλοῖ δὲ τὸ λόγιον ἐν ᾧ σαφῶς εἴρηται, διότι πορευθέντες ἀμφότεροι ἀνῆλθον „ἐπὶ τὸν τόπον ὃν εἶπεν ὁ θεός“ (Gen. 22, 3). De_migratione_Abrahami 167 ὑπερβάλλουσά γε ἰσότης ἀρετῶν, ἁμιλλησαμένων πόνου μὲν πρὸς εὐεξίαν, τέχνης δὲ πρὸς τὴν αὐτοδίδακτον φύσιν, καὶ δυνηθέντων ἴσα τὰ ἆθλα τῆς ἀρετῆς ἐνέγκασθαι· ὥσπερ ἂν εἰ ζωγραφία καὶ πλαστικὴ μὴ μόνον ὡς νῦν ἀκίνητα καὶ ἄψυχα ἐδημιούργουν, ἴσχυον δὲ κινούμενά τε καὶ ἔμψυχα τὰ γραφόμενα καὶ πλαττόμενα ποιεῖν· ἐδόκουν γὰρ ἂν φύσεως ἔργων οὖσαι τὸ πάλαι μιμητικαὶ τέχναι φύσεις αὐταὶ γεγενῆσθαι τὰ νῦν. De_migratione_Abrahami 168 ὁ δὲ ἐπὶ τοσοῦτον ἄνω μετέωρος ἐξαρθεὶς οὐδὲν ἔτι τῶν τῆς ψυχῆς μερῶν κάτω τοῖς θνητοῖς ἐνδιατρίβειν ἐάσει, πάντα δ’ ὥσπερ ἐκ σειρᾶς ἐκκρεμασθέντα συνεπισπάσεται. διὸ καὶ λόγιον ἐχρήσθη τῷ σοφῷ τοιόνδε· „ἀνάβηθι πρὸς κύριόν σου, σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ“ (Exod. 24, 1). De_migratione_Abrahami 169 τοῦτο δέ ἐστι τοιοῦτον· ἀνάβηθι, ὦ ψυχή, πρὸς τὴν τοῦ ὄντος θέαν εὐαρμόστως, λογικῶς, ἑκουσίως, ἀφόβως, ἀγαπητικῶς, ἐν ἀριθμοῖς ἁγίοις καὶ τελείοις ἑβδομάδος δεκαπλασασθείσης. Ἀαρὼν μὲν γὰρ προφήτης λέγεται Μωυσέως ἐν τοῖς νόμοις, ὁ γεγωνὸς λόγος προφητεύων διανοίᾳ, Ναδὰβ δὲ ἑκούσιος ἑρμηνεύεται, ὁ μὴ ἀνάγκῃ τιμῶν τὸ θεῖον, καὶ Ἀβιοὺδ πατήρ μου· οὗτος ὁ μὴ δι’ ἀφροσύνην δεσπότου μᾶλλον ἢ πατρὸς διὰ φρόνησιν ἄρχοντος θεοῦ δεόμενος. De_migratione_Abrahami 170 αἵδ’ εἰσὶν αἱ τοῦ βασιλεύειν ἀξίου νοῦ δορυφόροι δυνάμεις, ἃς συνέρχεσθαι τῷ βασιλεῖ παραπεμπούσας αὐτὸν θέμις. ἀλλὰ γὰρ δέος ἐστὶν ἀναβαίνειν πρὸς τὴν τοῦ ὄντος θέαν ψυχῇ δι’ ἑαυτῆς ἀγνοούσῃ τὴν ὁδόν, ὑπὸ ἀμαθίας ἅμα καὶ τόλμης ἐπαρθείσῃ — μεγάλα δὲ τὰ ἐξ ἀνεπιστημοσύνης καὶ πολλοῦ θράσους παραπτώματα —· De_migratione_Abrahami 171 διόπερ εὔχεται Μωυσῆς αὐτῷ τῷ θεῷ χρῆσθαι ἡγεμόνι πρὸς τὴν πρὸς αὐτὸν ἄγουσαν ὁδόν· λέγει γάρ· „εἰ μὴ αὐτὸς σὺ συμπορεύῃ, μή με ἀναγάγῃς 1 ἐλλείπῃ Turn.: ἐλλείπει AHP, ἐλλίπῃ M συνομαρτῆ H1P 4 δὴ ὅτι coui. Cohn 5 γε scripsi: τε codd. ἁμιλλησαμένων Cohn: ἁμίλλης ἀμείνων codd. 6 δὲ Turn.: τὲ codd. 7 ἴσα] εἰς Α 8 ὡς νῦν M: om. ΑΗ 10 ἔργων Turn. : ἔργον codd. 11 φύσις conicio αὐταὶ scripsi: αὐτᾶι codd. 13. 14 συνανασπάσεται Mang. 15 σου oin. A Ναδὰμ H1P ἑβδομήκοντα] ὁ (sic) Α 18. 19 ἐν — δεκαπλασιασθείσης in mg. P 19 Μωυσέος AHP 20 γεγωνὸς Turn.: γεγονὼς codd. Ναδὰμ H, ut vid. 21 τιμῶν τὸ θεῖον ἀνάκη HP 27 πτώματα M, πώματα Α 29 συμπορεύῃ MA: συμπορεύση ΗΡ ἀγάγης Η ἐντεῦθεν“ (Exod. 33, 15)· διότι πᾶσα κίνησις ἡ ἄνευ θείας ἐπιφροσύνης ἐπιζήμιον, καὶ ἄμεινον ἐνταυθοῖ καταμένειν τὸν θνητὸν βίον ἀλητεύοντας, ὡς τὸ πλεῖστον ἀνθρώπων γένος, ἢ πρὸς τὸν οὐρανὸν ἐξάραντας ἑαυτοὺς ὑπὸ ἀλαζονείας ἀνατραπῆναι· καθάπερ μυρίοις συνέβη τῶν σοφιστῶν, οἵτινες ᾠήθησαν σοφίαν πιθανὴν εἶναι λόγων εὕρεσιν, ἀλλ’ οὐ πραγμάτων ἀληθεστάτην πίστιν. De_migratione_Abrahami 172 ἴσως δὲ καὶ τοιοῦτόν τι δηλοῦται· μή με ἄνω μετέωρον ἐξάρῃς, πλοῦτον ἢ δόξαν ἢ τιμὰς ἢ ἀρχὰς ἢ ὅσα ἄλλα τῶν ἐν ταῖς λεγομέναις εὐτυχίαις δωρησάμενος, εἰ μὴ μέλλοις αὐτὸς συνέρχεσθαι. ταῦτα γὰρ καὶ ζημίας καὶ ὠφελείας μεγίστας πολλάκις περιποιεῖται τοῖς ἔχουσιν, ὠφελείας μέν, ὅταν ἀφηγῆται τῆς γνώμης ὁ θεός, βλάβας δέ, ὅταν τοὐναντίον· μυρίοις γὰρ τὰ λεγόμενα ἀγαθὰ πρὸς ἀλήθειαν οὐκ ὄντα κακῶν ἀνηκέστων γέγονεν αἴτια. De_migratione_Abrahami 173 ὁ δὲ ἑπόμενος θεῷ κατὰ τἀναγκαῖον συνοδοιπόροις χρῆται τοῖς ἀκολούθοις αὐτοῦ λόγοις, οὓς ὀνομάζειν ἔθος ἀγγέλους· λέγεται γοῦν ὅτι „Ἀβραὰμ συνεπορεύετο συμπροπέμπων αὐτούς“ (Gen. 18, 16). ὢ παγκάλης ἐπανισώσεως, καθ’ ἣν ὁ παραπέμπων παρεπέμπετο, διδοὺς ὃ ἐλάμβανεν, οὐκ ἀνθ’ ἑτέρου ἕτερον, ἀλλὰ ἓν αὐτὸ μόνον ἐκεῖνο τὸ πρὸς τὰς ἀντιδόσεις ἕτοιμον. De_migratione_Abrahami 174 ἕως μὲν γὰρ οὐ τετελείωται, ἡγεμόνι τῆς ὁδοῦ χρῆται λόγῳ θείῳ· χρησμὸς γάρ ἐστιν· „ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μού ἐστιν ἐπ’ αὐτῷ“ (Exod. 23, 20. 21). De_migratione_Abrahami 175 ἐπειδὰν δὲ πρὸς ἄκραν ἐπιστήμην ἀφίκηται, συντόνως ἐπιδραμὼν ἰσοταχήσει τῷ πρόσθεν ἡγουμένῳ τῆς ὁδοῦ· ἀμφότεροι γὰρ οὕτως ὀπαδοὶ γενήσονται τοῦ πανηγεμόνος θεοῦ μηδενὸς ἔτι τῶν ἑτεροδόξων παρακολουθοῦντος, ἀλλὰ καὶ τοῦ Λώτ, ὃς ἔκλινε τὴν ψυχὴν ὀρθὴν καὶ ἀκαμπῆ φύεσθαι δυναμένην, διοικισθέντος. De_migratione_Abrahami 176 „Ἀβραὰμ δὲ ἦν“ φησίν „ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαρράν“ (Gen. 12, 4). περὶ μὲν οὖν τοῦ τῶν πέντε καὶ ἑβδομήκοντα ἐτῶν ἀριθμοῦ — λόγον γὰρ ἔχει συνῳδὸν τοῖς πρόσθεν εἰρημένοις — αὖθις ἀκριβώσομεν. τίς δέ ἐστι Χαρρὰν καὶ τίς ἡ ἐκ 2 ἐπιζήμιος Η2 5 πιθανῶν Η2 6 τοιοῦτό τι M 8 ἐν τοῖς λεγομένοις ἀγαθοῖς Η2 μέλλεις A 9 μεγίστης Η 10 περιποιητικὰ v 11 βλάβης HP 14 αὐτῶ Α γοῦν] γὰρ Α Ἀβραὰμ HP 22 ἀπείθη MA ὑποστείλεται Α 27 ἔκκλινε Α 28 Ἁβρὰμ HP οε΄ MH 29 ἐν Χαρράν H ε΄ M 30 ο΄ M 30. 31 τοῖς προειρημένοις HP 31 ἀκριβώσομεν HP: ἀκριβώσωμεν MA ταύτης ἀποικία τῆς χώρας, πρότερον ἐρευνήσωμεν. De_migratione_Abrahami 177 οὐδένα τοίνυν τῶν ἐντετυχηκότων τοῖς νόμοις ἀγνοεῖν εἰκός, ὅτι πρότερον μὲν ἐκ τῆς Χαλδαϊκῆς ἀναστὰς γῆς Ἀβραὰμ ᾤκησεν εἰς Χαρράν, τελευτήσαντος δὲ αὐτῷ τοῦ πατρὸς ἐκεῖθι κἀκ ταύτης μετανίσταται, ὡς δυεῖν ἤδη τόπων ἀπόλειψιν πεποιῆσθαι. τί οὖν λεκτέον; De_migratione_Abrahami 178 Χαλδαῖοι τῶν ἄλλων ἀνθρώπων ἐκπεπονηκέναι καὶ διαφερόντως δοκοῦσιν ἀστρονομίαν καὶ γενεθλιαλογικήν, τὰ ἐπίγεια τοῖς μετεώροις καὶ τὰ οὐράνια τοῖς ἐπὶ γῆς ἁρμοζόμενοι καὶ ὥσπερ διὰ μουσικῆς λόγων τὴν ἐμμελεστάτην συμφωνίαν τοῦ παντὸς ἐπιδεικνύμενοι τῇ τῶν μερῶν πρὸς ἄλληλα κοινωνίᾳ καὶ συμπαθείᾳ, τόποις μὲν διεζευγμένων, συγγενείᾳ δὲ οὐ διῳκισμένων. De_migratione_Abrahami 179 οὗτοι τὸν φαινόμενον τοῦτον κόσμον ἐν τοῖς οὖσιν ὑπετόπησαν εἶναι μόνον, ἢ θεὸν ὄντα αὐτὸν ἢ ἐν αὑτῷ θεὸν περιέχοντα, τὴν τῶν ὅλων ψυχήν· εἱμαρμένην τε καὶ ἀνάγκην θεοπλαστήσαντες ἀσεβείας πολλῆς κατέπλησαν τὸν ἀνθρώπινον βίον, ἀναδιδάξαντες ὡς δίχα τῶν φαινομένων οὐδενός ἐστιν οὐδὲν αἴτιον τὸ παράπαν, ἀλλ’ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἀστέρων αἱ περίοδοι τά τε ἀγαθὰ καὶ τὰ ἐναντία ἑκάστῳ τῶν ὄντων ἀπονέμουσι. De_migratione_Abrahami 180 Μωυσῆς μέντοι τῇ μὲν ἐν τοῖς μέρεσι κοινωνίᾳ καὶ συμπαθείᾳ τοῦ παντὸς ἔοικε συνεπιγράφεσθαι, ἕνα καὶ γενητὸν ἀποφηνάμενος τὸν κόσμον εἶναι — γενομένου γὰρ καὶ ἑνὸς ὑπάρχοντος εὔλογον τάς γε στοιχειώδεις οὐσίας ὑποβεβλῆσθαι τοῖς ἀποτελουμένοις τὰς αὐτὰς ἅπασι κατὰ μέρη, καθάπερ ἐπὶ σωμάτων συμβέβηκε τῶν ἡνωμένων ἀλληλουχεῖν —, De_migratione_Abrahami 181 τῇ δὲ περὶ θεοῦ δόξῃ διαφέρεσθαι· μήτε γὰρ τὸν κόσμον μήτε τὴν τοῦ κόσμου ψυχὴν τὸν πρῶτον εἶναι θεὸν μηδὲ τοὺς ἀστέρας ἢ τὰς χορείας αὐτῶν τὰ πρεσβύτατα τῶν συμβαινόντων ἀνθρώποις αἴτια, ἀλλὰ συνέχεσθαι μὲν τόδε τὸ πᾶν ἀοράτοις δυνάμεσιν, ἃς ἀπὸ γῆς ἐσχάτων ἄχρις οὐρανοῦ περάτων ὁ δημιουργὸς ἀπέτεινε, τοῦ μὴ ἀνεθῆναι τὰ δεθέντα καλῶς προμηθούμενος· δεσμοὶ γὰρ αἱ δυνάμεις τοῦ παντὸς ἄρρηκτοι. De_migratione_Abrahami 182 διό, κἄν που τῆς νομοθεσίας λέγηται „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω“ (Deut. 4,39), μηδεὶς ὑποτοπησάτω τὸν κατὰ τὸ εἶναι λέγεσθαι — τὸ γὰρ ὂν περιέχειν ἀλλ’ οὐ περιέχεσθαι θέμις —, δύναμιν δ’ αὐτοῦ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο 3 γῆς ἀναστάς P Ἁβραάμ AHP μετῴκησεν coni. Cohn 4 δυοῖν HP ἀπόληψιν Α 6 καὶ Α: om. MΗP γενεθλιακὴν L 10 συγγενείαις τὲ οὐ Α 12 αὐτῶ codd. 16. 17 ἀπονέμουσιν Η 18 γεννητὸν Α 20 γε H: τε MAP ἀποβεβλῆσθαι Α 23 τὸν om. L 24 τὰ πρεσβύτατα Α: τὰ H1P, om. MH2 24. 25 τῶν ἐν ἀνθρώποις αἴτια A 25 ἀρρήκτοις coni. Mang. 30 τὸν AH1P: αὐτὸν MH2 καὶ διεκόσμησε τὰ ὅλα. De_migratione_Abrahami 183 αὕτη δὲ κυρίως ἐστὶν ἀγαθότης, φθόνον μὲν τὸν μισάρετον καὶ μισόκαλον ἀπεληλακυῖα ἀφ’ ἑαυτῆς, χάριτας δὲ γεννῶσα αἷς τὰ μὴ ὄντα εἰς γένεσιν ἄγουσα ἀνέφηνεν· ἐπεὶ τό γε ὂν φαντασιαζόμενον δόξῃ πανταχοῦ πρὸς ἀλήθειαν οὐδαμοῦ φαίνεται, ὡς ἀψευδέστατον ἐκεῖνον εἶναι τὸν χρησμόν, ἐν ᾧ λέλεκται· „ὧδε ἐγώ,“ ἄδεικτος ὡς ἂν δεικνύμενος, ἀόρατος ὡς ἂν ὁρατὸς ὤν, „πρὸ τοῦ σέ“ (Exod. 17,6)· πρὸ γὰρ παντὸς τοῦ γενητοῦ, ἔξω βαίνων ἐκείνου καὶ μηδενὶ De_migratione_Abrahami 184 τῶν μετ’ αὐτὸν ἐμφερόμενος. τούτων λεγομένων ἐπὶ τῇ τῆς Χαλδαϊκῆς δόξης ἀνατροπῇ τοὺς ἔτι τὴν γνώμην χαλδαΐζοντας μετακλίνειν καὶ μετακαλεῖν οἴεται δεῖν ἐπὶ τὴν ἀλήθειαν, τῆς διδασκαλίας ἀρχόμενος ὧδε· τί, φησίν, ὦ θαυμάσιοι, τοσοῦτον αἰφνίδιον ἀρθέντες ἀπὸ γῆς εἰς ὕψος ἐπινήχεσθε καὶ τὸν ἀέρα ὑπερκύψαντες αἰθεροβατεῖτε, ὡς ἡλίου κινήσεις καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τὰς ἐμμελεῖς καὶ ἀοιδίμους ἀκριβοῦν χορείας; ταῦτα γὰρ μείζονα ἢ κατὰ τὰς ὑμετέρας ἐστὶν ἐπινοίας ἅτε εὐδαιμονεστέρας καὶ θειοτέρας μοίρας λαχόντα. De_migratione_Abrahami 185 κατάβητε οὖν ἀπ’ οὐρανοῦ καὶ καταβάντες μὴ πάλιν γῆν καὶ θάλατταν καὶ ποταμοὺς καὶ φυτῶν καὶ ζῴων ἰδέας ἐξετάζετε, μόνους δὲ ἑαυτοὺς καὶ τὴν ἑαυτῶν φύσιν ἐρευνᾶτε, μὴ ἑτέρωθι μᾶλλον οἰκήσαντες ἢ παρ’ ἑαυτοῖς· διαθεώμενοι γὰρ τὰ κατὰ τὸν ἴδιον οἶκον, τὸ δεσπόζον ἐν αὐτῷ, τὸ ὑπήκοον, τὸ ἔμψυχον, τὸ ἄψυχον, τὸ λογικόν, τὸ ἄλογον, τὸ ἀθάνατον, τὸ θνητόν, τὸ ἄμεινον, τὸ χεῖρον, εὐθὺς ἐπιστήμην θεοῦ καὶ τῶν ἔργων αὐτοῦ σαφῆ λήψεσθε. De_migratione_Abrahami 186 λογιεῖσθε γὰρ ὅτι, ὡς ἐν ὑμῖν ἐστι νοῦς, καὶ τῷ παντί ἐστι, καὶ ὡς ὁ ὑμέτερος ἀρχὴν καὶ δεσποτείαν τῶν περὶ ὑμᾶς ἀναψάμενος ἕκαστον τῶν μερῶν ὑπήκοον ἀπέφηνεν ἑαυτῷ, οὕτω καὶ ὁ τοῦ παντὸς τὴν ἡγεμονίαν περιβεβλημένος αὐτοκράτορι νόμῳ καὶ δίκῃ τὸν κόσμον ἡνιοχεῖ προμηθούμενος οὐ τῶν ἀξιονικοτέρων αὐτὸ μόνον ἀλλὰ καὶ τῶν ἀφανεστέρων De_migratione_Abrahami 187 εἶναι δοκούντων. μεταναστάντες οὖν ἀπὸ τῆς κατ’ οὐρανὸν περιεργίας ἑαυτούς, ὅπερ εἶπον, οἰκήσατε, τὴν μὲν Χαλδαίων γῆν, δόξαν, καταλιπόντες, μετοικισάμενοι δὲ εἰς Χαρράν, τὸ τῆς αἰσθήσεως χωρίον, 3 αἷς Η2: ἐς ceteri εἰς] εἰς τὴν Α 4 post ἀλήθειαν add. δὲ 2 5 λέγεται L (sed in mg. γρ. λέλεκται) ὧδε H2: ὅδε MH1P ὁ δὲ A post ἐγὼ add. κἀκεῖθι Mang. 6 ὁ ἀόρατος P 7 τοῦ παντὸς transpos. H 9 χαλδαΐζειν P 12 ἐπινήχεσθαι Α 13 ἄλλων MA: λοιπῶν HP 22 λογιεῖσθαι Α 23 ὅτι om. HP ἡμῖν (η Η2 in ras.) ἔνεστι H(P1) έστιν ὁ νοῦς Α prius καὶ] κἀν conicio ἡμέτερος ΑΗ2 24 ἡμᾶς 2 25 ἐν ἑαυτῶ M 27 ἀξιονικωτέρων MA αὐτῶ Α 28. 29 περιεργείας Η 29 οἰκίσατε H1P 30 μετοικισάμενοι M: μετοικησάμενοι AHP ὃ δὴ σωματικός ἐστιν οἶκος διανοίας. De_migratione_Abrahami 188 Χαρρὰν γὰρ ἑρμηνεύεται τρώγλη, τρῶγλαι δὲ σύμβολα αἰσθήσεως ὀπῶν εἰσίν· ὀπὰς γὰρ καὶ φωλεοὺς τρόπον τινὰ ὀφθαλμοὺς μὲν ὁράσεως, ἀκοῆς δὲ ὦτα, ῥῖνας δὲ ὀσμῶν καὶ γεύσεως φάρυγγα καὶ πᾶσαν τὴν σώματος κατασκευὴν ἁφῆς εἶναι συμβέβηκε. De_migratione_Abrahami 189 τούτοις οὖν ἔτι διατρίψαντες ἐνηρεμήσατε καὶ σχολάσατε καὶ τὴν ἑκάστου φύσιν ὡς ἔνι μάλιστα ἀκριβώσατε, καὶ τὸ ἐν ἑκάστοις εὖ τε καὶ χεῖρον καταμαθόντες τὸ μὲν φύγετε, τὸ δ’ ἔμπαλιν ἑλέσθε. ἐπειδὰν μέντοι σφόδρα ἀκριβῶς πάντα τὸν ἴδιον διασκέψησθε οἶκον καὶ ὃν ἔχει λόγον ἕκαστον αὐτοῦ τῶν μερῶν αὐγάσησθε, διακινήσαντες αὑτοὺς τὴν ἐνθένδε μετανάστασιν ζητεῖτε, οὐ θάνατον ἀλλ’ ἀθανασίαν καταγγέλλουσαν. De_migratione_Abrahami 190 ἧς δείγματα σαφῆ καὶ ἐν τοῖς σωματικοῖς καὶ ἐν τοῖς αἰσθητοῖς ἐγκατειλημμένοι φωλεοῖς κατόψεσθε, τοτὲ μὲν ἐν τοῖς βαθέσιν ὕπνοις — ἀναχωρήσας γὰρ ὁ νοῦς καὶ τῶν αἰσθήσεων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ σῶμα ὑπεξελθὼν ἑαυτῷ προσομιλεῖν ἄρχεται ὡς πρὸς κάτοπτρον ἀφορῶν ἀλήθειαν, καὶ ἀπορρυψάμενος πάνθ’ ὅσα ἐκ τῶν κατὰ τὰς αἰσθήσεις φαντασιῶν ἀπεμάξατο τὰς περὶ τῶν μελλόντων ἀψευδεστάτας διὰ τῶν ὀνείρων μαντείας ἐνθουσιᾷ —, De_migratione_Abrahami 191 τοτὲ δὲ κἀν ταῖς ἐγρηγόρσεσιν· ὅταν γὰρ ἔκ τινος τῶν κατὰ φιλοσοφίαν κατασχεθεὶς θεωρημάτων ἀχθῇ πρὸς αὐτοῦ, τῷ μὲν ἕπεται, τῶν δ’ ἄλλων ὅσα κατὰ τὸν σωματικὸν ὄγκον ἀμνημονεῖ δήπου. κἂν ἐμποδίζωσιν αἱ αἰσθήσεις πρὸς τὴν ἀκριβῆ θέαν τοῦ νοητοῦ, μέλει τοῖς φιλοθεάμοσι καθαιρεῖν αὐτῶν τὴν ἐπίθεσιν· τάς τε γὰρ ὄψεις καταμύουσι καὶ τὰ ὦτα ἐπιφράττουσι καὶ τὰς τῶν ἄλλων αἰσθήσεων ἐπέχουσιν ὁρμὰς καὶ ἐν ἐρημίᾳ καὶ σκότῳ διατρίβειν ἀξιοῦσιν, ὡς μὴ πρός τινος αἰσθητοῦ τὸ ψυχῆς ὄμμα, ᾧ νοητὰ βλέπειν ἔδωκεν ὁ θεός, ἐπισκιασθῇ. De_migratione_Abrahami 192 τοῦτον μέντοι τὸν τρόπον μαθόντες ἀπόλειψιν τοῦ 1 ἐστι διανοίας οἶκος HP 2 ὀπῶν Mang. : τόπων codd. 4 ἀφ’ ἧς AP 5 ἔτι διατρίψαντες Cohn: ἐπιδιατρίψαντες codd., ἐνδιατρίψαντες Mang. ἐνσχολάσατε conicio 7 εὖ] ἄ Α 9. 10 ἀγάσησθε P 10 αὑτοὺς ΑΗ2: αὐτοὺς MH1P 11 ὰλλὰ M 12 τοῖς Η2: om. ceteri 13 ἐν om. HP 15. 16 ἀπορρυψάμενος Mang.; ἀπορυψάμενος M, ἀποχρυψάμενος AHP 16 ἀπεμάξαντο Α 16. 17 ταῖς . . . . . ἀψευδεστάταις . . . μαντείαις Η2 19 τῷ] τῶν Α 20 ὄγκον MA: οἶκον HP 21 μένει Α 22 καθαιρεῖν Η2: καθαίρειν ceteri 23 αἰσθήσεων add. Mang. 25 τῆς ψυχῆς HP βλέπων P 25. 26 ἐπισκοτασθῇ coni. Mang. 26 ἀπόληψιν Α 1. 2 Amhrosius De Αbraham Ι 2, 4: hoc est enim exire de Charra tamquam de cavernis quibusdam et cuniculis latibulisque egredi. θνητοῦ χρηματίζειν καὶ τὰς περὶ τοῦ ἀγενήτου παιδευθήσεσθε δόξας· εἰ μὴ νομίζετε τὸν μὲν ὑμέτερον νοῦν ἀποδυσάμενον σῶμα, αἴσθησιν, λόγον, δίχα τούτων γυμνὰ δύνασθαι τὰ ὄντα ὁρᾶν, τὸν δὲ τῶν ὅλων νοῦν, τὸν θεόν, οὐκ ἔξω τῆς ὑλικῆς φύσεως πάσης ἑστάναι περιέχοντα, οὐ περιεχόμενον, καὶ οὐκ ἐπινοίᾳ μόνον ἐπεξεληλυθέναι ὥσπερ ἄνθρωπον, ἀλλὰ καὶ τῷ οὐσιώδει, οἷα ἁρμόττει θεόν. De_migratione_Abrahami 193 ὁ μὲν γὰρ ἡμέτερος νοῦς οὐ δεδημιούργηκε τὸ σῶμα, ἀλλ’ ἔστιν ἔργον ἑτέρου· διὸ καὶ περιέχεται ὡς ἐν ἀγγείῳ τῷ σώματι. ὁ δὲ τῶν ὅλων νοῦς τὸ πᾶν γεγέννηκε, τὸ πεποιηκὸς δὲ τοῦ γενομένου κρεῖττον· ὥστ’ οὐκ ἂν ἐμφέροιτο τῷ χείρονι, δίχα τοῦ μηδὲ ἁρμόττειν πατέρα ἐν υἱῷ περιέχεσθαι, υἱὸν δὲ ταῖς τοῦ πατρὸς ἐπιμελείαις συναύξεσθαι. De_migratione_Abrahami 194 οὕτω κατὰ βραχὺ μεταβαίνων ὁ νοῦς ἐπὶ τὸν εὐσεβείας καὶ ὁσιότητος ἀφίξεται πατέρα, γενεθλιαλογικῆς ἀποστὰς τὸ πρῶτον, ἥτις παρέπεισεν αὐτὸν ὑπολαβεῖν τὸν κόσμον θεὸν τὸν πρῶτον εἶναι, ἀλλὰ μὴ τοῦ πρώτου θεοῦ δημιούργημα, καὶ τὰς τῶν ἀστέρων φοράς τε καὶ κινήσεις αἰτίας ἀνθρώποις κακοπραγίας καὶ τοὐναντίον εὐδαιμονίας. De_migratione_Abrahami 195 ἔπειτ’ εἰς τὴν ἐπίσκεψιν ἐλθὼν τὴν αὐτὸς ἑαυτοῦ, φιλοσοφήσας τὰ κατὰ τὸν ἴδιον οἶκον, τὰ περὶ σώματος, τὰ περὶ αἰσθήσεως, τὰ περὶ λόγου, καὶ γνοὺς κατὰ τὸ ποιητικὸν γράμμα ὅττι τοι ἐν μεγάροισι κακόν τ’ ἀγαθόν τε τέτυκται, ἔπειτ’ ἀνατεμὼν ὁδὸν τὴν ἀφ’ αὑτοῦ καὶ διὰ ταύτης ἐλπίσας τὸν δυστόπαστον καὶ δυστέκμαρτον πατέρα τῶν ὅλων κατανοῆσαι, μαθὼν ἀκριβῶς ἑαυτὸν εἴσεται τάχα που καὶ θεόν, οὐκέτι μένων ἐν Χαρράν, τοῖς αἰσθήσεως ὀργάνοις, ἀλλ’ εἰς ἑαυτὸν ἐπιστραφείς· ἀμήχανον γὰρ ἔτι κινούμενον αἰσθητῶς μᾶλλον ἢ νοητῶς πρὸς τὴν τοῦ ὄντος ἐλθεῖν De_migratione_Abrahami 196 ἐπίσκεψιν. οὗ χάριν καὶ ὁ ταχθεὶς τὴν ἀρίστην τάξιν παρὰ θεῷ τρόπος, ὄνομα Σαμουήλ, οὐχ ὑφηγεῖται τὰ τῆς βασιλείας δίκαια 1 ἀγεννήτου Α παιδευθήσεθαι M 2 ἡμέτερον v σῶμα om. Α 3 γυμνὰ scripsi: γυμνὸν codd. δύνασθε Α τὸν ὄντα Α 4 οὐκ] ras. in P ὁλικῆς 6 ὀίω Α2 9 γεγένηκε HP οὐδ’ Α 12 τὸν τὰ εὐσεβείας Α 13 παρέστησεν L 17 φιλοπευστήσας coni. Mang. 20 ὅτι codd. τε Turn. : om. codd. 21 ἀφ’ αὑτοῦ Η2: ἀπ’ αὐτοῦ ceteri, ἀφ’ ἑαυτοῦ v 22 post μαθὼν add. δ’ MH1P 24 ὀργάνοις] ἀγγείοις coni. Mang. ἐπιστραφείς Α: ἐπεστρεφώς ΜHP, ἐπιστρέφων v 27 τρόπος] λόγος Α 20 Hom. δ 392. τῷ Σαοὺλ [[οὐδ’]ὐδ[οὐδ’]] ἔτι [οὐδ’]ιατρίβοντι ἐν τοῖς σκεύεσιν, ἀλλ[οὐδ’] ἐπειδὰν ἐκεῖθεν αὐτὸν ἐξελκύσῃ. πυνθάνεται μὲν γάρ, εἰ ἔτι ἔρχεται ἐνθάδε ὁ ἀνήρ, ἀποκρίνεται δὲ τὸ λόγιον· "ἰδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσι“. De_migratione_Abrahami 197 τί οὖν προσήκει τὸν ἀκούσαντα, φύσει παιδευτικὸν ὄντα, ποιῆσαι, ὅτι μὴ μετὰ σπουδῆς αὐτὸν ἐξελκύσαι; „ἐπιδραμὼν“ γάρ φησι "λαμβάνει αὐτὸν ἐκεῖθεν“ (I Reg. 10,22. 23), διότι τοῖς ἀγγείοις τῆς ψυχῆς, σώματι καὶ αἰσθήσει, ἐν διατρίβων οὐκ ἦν ἀξιόχρεως ἀκοῦσαι τῶν τῆς βασιλείας δογμάτων καὶ νόμων — βασιλείαν δὲ σοφίαν εἶναι λέγομεν, ἐπεὶ καὶ τὸν σοφὸν βασιλέα —, μεταναστὰς δέ, ἡνίκα τῆς ἀχλύος σκεδασθείσης ὀξυδορκήσειν ἔμελλεν. εἰκότως οὖν καὶ τὴν αἰσθήσεως χώραν, ὄνομα Χαρράν, ἀπολιπεῖν οἴεται δεῖν ὁ ἐπιστήμης ἑταῖρος. De_migratione_Abrahami 198 Ἀπολείπει δὲ ἐτῶν γεγονὼς πέντε καὶ ἑβδομήκοντα· ὁ δὲ ἀριθμὸς οὗτος αἰσθητῆς καὶ νοητῆς, πρεσβυτέρας τε καὶ νεωτέρας, ἔτι δὲ φθαρτῆς καὶ ἀφθάρτου μεθόριος φύσεώς ἐστι. De_migratione_Abrahami 199 νοητὸς μὲν γὰρ καὶ πρεσβύτερος καὶ ἄφθαρτος λόγος ὁ τῶν ἑβδομήκοντα, αἰσθητὸς δὲ καὶ νεώτερος ὁ ταῖς πέντε ἰσάριθμος ὢν αἰσθήσεσι. τούτῳ καὶ ὁ ἔτι γυμναζόμενος ἀσκητὴς ἐξετάζεται, μηδέπω δεδυνημένος ἐνέγκασθαι τὰ τέλεια νικητήρια· λέγεται γὰρ ὅτι "ἦσαν αἱ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα“ (Exod. 1,5)· De_migratione_Abrahami 200 τοῦ γὰρ ἀθλοῦντος καὶ τὸν ὑπὲρ κτήσεως ἀρετῆς ἱερὸν ὄντως ἀγῶνα μὴ διαφθείροντος ψυχαὶ μὲν πρὸ σωμάτων γεννήματα, οὔπω δ’ ἐκτετμημέναι τὸ ἄλογον, ἀλλ’ ἔτι τὸν αἰσθήσεως ὄχλον ἐφελκόμεναι. παλαίοντος γὰρ καὶ κονιομένου καὶ πτερνίζοντος Ἰακώβ ἐστιν ὄνομα, οὐ νενικηκότος· De_migratione_Abrahami 201 ὅταν δὲ τὸν θεὸν ὁρᾶν ἱκανὸς εἶναι δόξας Ἰσραὴλ μετονομασθῇ, μόνῳ χρήσεται τῷ ἑβδομηκοστῷ λόγῳ, τὴν πεντάδα τῶν αἰσθήσεων ἐκτεμών· λέγεται γὰρ ὅτι „ἐν ἑβδομήκοντα ψυχαῖς κατέβησαν οἱ πατέρες σου εἰς Αἴγυπτον“ (Deut. 10,22). 1 οὐδ’ del. Mang. 2 αὐτὸν Mang. : αὐτὸν Η2, αὐτὸς ceteri 4 οὑν] αὖ Α 5 αὐτὸν Η2 λαμβάνειν Α 6 ante τοῖς add. ὁ Η2 7 ἐνδιατρίβων Mang. : διατρίβων codd. τῆς βασιλείας τῶν HP 9 ἡνίκα Α: om. ceteri 11 ἀπολιπεῖν Α 12 ἑ καὶ ὁ HP 16 ἔτι γυμναζόμενος Turn. : ἐπιγυμναζόμενος codd. 17 τἄ τέλεια τὰ Η2 19 τοῦ scripsi: τούτου codd. 20 διαφεύγοντος coni. Mang. πρὸ A: πρὸς MHP 21 δ’ ἐκτετμημέναι scripsi: δὲ κεκτημέναι codd. τὸ ἄλογον] τόν λόγον Η2, τὸν νοητὸν λόγον coni. Mang. ἔτι] ἐπὶ Α 22 παλαίοντος κεκονιαμένου Α γὰρ Η2: om. ceteri 24 δόξης Α, sed σ eras. χρῆσαι Α 25. 26 ὁ HP 11 sqq. Ambrosius Dt Ahrahum ΙΙ 2, 6: ideo etiam septuaginta et quinque annorum describitur exisse de Charra, quod septuagesimo perfecto remissionis numero sensus is sit (sensus numerus additus sit conicio), qui possit inflecti. οὗτός ἐστιν ὁ ἀριθμὸς Μωυσέως τοῦ σοφοῦ γνώριμος· τοὺς γὰρ ἀριστίνδην ἐκ παντὸς τοῦ πλήθους ἐπιλελεγμένους ἑβδομήκοντα εἶναι συμβέβηκε καὶ πρεσβυτέρους ἅπαντας, οὐχ ἡλικίαις ἀλλὰ φρονήσει καὶ βουλαῖς, γνώμαις τε καὶ ἀρχαιοτρόποις ζηλώσεσιν. De_migratione_Abrahami 202 οὗτος ὁ ἀριθμὸς ἱερουργεῖταί τε καὶ ἀποδίδοται θεῷ, ὅταν οἱ τέλειοι τῆς ψυχῆς συναχθῶσι καὶ συγκομισθῶσι καρποί· τῇ γὰρ τῶν σκηνῶν ἑορτῇ χωρὶς τῶν ἄλλων θυμάτων ἑβδομήκοντα μόσχους ἀνάγειν θυσίαν ὁλόκαυστον διείρηται (Num. 29, 13 sqq.). κατὰ τὸν ἑβδομηκοστὸν λόγον καὶ αἱ τῶν ἀρχόντων φιάλαι κατασκευάζονται — ἑκάστη γὰρ ἑβδομήκοντα σικλῶν ἐστιν ὁλκῆς (Num. 7,13 sqq.) —, ἐπειδὴ τὰ ἔνσπονδα καὶ συμβατήρια καὶ φίλα τῆς ψυχῆς ὡς ἀληθῶς ὁλκὸν ἔχει δύναμιν, τὸν ἑβδομηκοστὸν καὶ ἅγιον λόγον, ὃν Αἴγυπτος, ἡ μισάρετος καὶ φιλοπαθὴς φύσις, πενθοῦσα εἰσάγεται· ἑβδομήκοντα γὰρ ἡμέραις καταριθμεῖται παρ’ αὐτοῖς τὸ πένθος De_migratione_Abrahami 203 (Gen. 50,3). οὗτος μὲν οὖν ὁ ἀριθμός, ὡς ἔφην, Μωυσέως γνώριμος, ὁ δὲ τῶν πέντε αἰσθήσεων τοῦ καὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἀσπαζομένου, ὃν ἔθος καλεῖν Ἰωσήφ. τοσαύτην γὰρ αὐτῶν ἐπιμέλειαν πεποίηται, ὥστε τὸν μὲν ὁμογάστριον ἀδελφόν, τὸν αἰσθήσεως ἔκγονον ὄντα — ἥκιστα γὰρ ὁμοπατρίους οἶδε —, πέντε ἐξάλλοις δωρεῖται στολαῖς (Gen. 45,22), διαπρεπεῖς ἡγούμενος τὰς αἰσθήσεις καὶ κόσμου καὶ τιμῆς ἀξίας. De_migratione_Abrahami 204 ὅλῃ δὲ Αἰγύπτῳ καὶ νόμους ἀναγράφει, ὅπως τιμῶσιν αὐτὰς καὶ φόρους καὶ δασμοὺς ὡς βασιλεῦσιν ἀνὰ πᾶν ἔτος κομίζωσι· τὸν γὰρ σῖτον ἀποπεμπτοῦν κελεύει (Gen. 47,24), τὸ δέ ἐστιν ὕλας καὶ τροφὰς ἀφθόνους θησαυροφυλακεῖν ταῖς πέντε αἰσθήσεσιν, ὅπως ἑκάστη τῶν οἰκείων ἀνεπισχέτως ἐμπιπλαμένη τρυφᾷ καὶ τὸν νοῦν τοῖς ἐπεισφορουμένοις βαρύνουσα βαπτίζῃ· ταῖς γὰρ τῶν αἰσθήσεων εὐωχίαις λιμὸν ἄγει διάνοια, ὡς ἔμπαλιν ταῖς νηστείαις εὐφροσύνας. De_migratione_Abrahami 205 οὐχ ὁρᾷς ὅτι καὶ 1 Μωυσέος AHP 4 οὕτως Α 5. 6 συναναχθῶσι H 6 καὶ συγκομισθῶσι om. HP 7 ο΄ HP 9 ἐστιν om. Α 13 ἡμέρας HP1 14 Μωυσέος HP 15 ἑ MH 17 ἔκγονον Α, in mg. P2: ἐκτός HP1, ἔκγονον ἐκτός M 18 οἶδεν Η ἐξ ἄλλης Α 19 διαπρεπὴς Α, sed ἦς in ras. 21 ἃς βασιλεῦσιν om. HP 22 ἀποπεμποῦν P, ἀπεμπολεῖν Η2 25 βαπτίζει Α λιμῶν Α 3 cf. ad p. 218, 14 20—25 Origenes, Homilia in Genesim XVI 6 p. 105 vide Aegyptium populum quiaario numero tributa pendentem. quinque enim sensus corporei designantur, quibus populus carnalis deservit. 26. 309,1 Origenes, Bomilia XXII, 1 in Numeros p. 354: requiramus ergo etiam apud spiritalem legem, quae sint istae filiae quinque . . . . ideo denique et quinarius eis numerus ascribitur. quinque enim corporei sensus sunt, quibus omne opus expletur in corpore. πέντε Σαλπαὰδ θυγατέρες, ἃς ἀλληγοροῦντες αἰσθήσεις εἶναί φαμεν, ἐκ τοῦ δήμου Μανασσῆ γεγόνασιν, ὃς υἱὸς Ἰωσήφ ἐστι, χρόνῳ μὲν πρεσβύτερος ὤν, δυνάμει δὲ νεώτερος; εἰκότως· καλεῖται γὰρ ἐκ λήθης, τὸ δὲ ἰσοδυναμοῦν ἐστι πρᾶγμα ἀναμνήσει. ἀνάμνησις δὲ τὰ δευτερεῖα φέρεται μνήμης, ἧς Ἐφραῒμ ἐπώνυμος γέγονεν, ὃς καρποφορία μεταληφθεὶς προσαγορεύεται· καρπὸς δὲ κάλλιστος καὶ τροφιμώτατος ψυχῆς τὸ ἄληστον ἐν μνήμαις. De_migratione_Abrahami 206 λέγουσι γοῦν τὰ ἐναρμόνια ἑαυταῖς αἱ παρθένοι· „ὁ πατὴρ ἡμῶν ἀπέθανεν“ — ἀλλ’ ὁ θάνατος ἀναμνήσεώς ἐστι λήθη — „καὶ ἀπέθανεν οὐ δι’ ἁμαρτίαν ἑαυτοῦ“ — παγκάλως· οὐ γὰρ ἑκούσιον ἡ λήθη πάθος, ἀλλ’ ἕν τι τῶν οὐ παρ’ ἡμῖν, ἐπιγινόμενον ἔξωθεν —, „υἱοὶ δὲ οὐκ ἐγένοντο αὐτῷ" (Num. 27,3), ἀλλὰ θυγατέρες, ἐπειδὴ τὸ μὲν μνημονικὸν ἅτε φύσει διανιστάμενον ἀρρενογονεῖ, τὸ δὲ ἐπιλανθανόμενον ὕπνῳ λογισμοῦ χρώμενον θηλυτοκεῖ· ἄλογον γάρ, ἀλόγου δὲ μέρους ψυχῆς αἰσθήσεις θυγατέρες. De_migratione_Abrahami 207 εἰ δέ τις τὸν μὲν τάχει παρέδραμε, Μωυσῇ δὲ ἠκουλούθησε, μήπω δυνηθεὶς ἰσόδρομος αὐτῷ γενέσθαι κεκραμένῳ καὶ μιγάδι ἀριθμῷ χρήσεται, τῷ πέμπτῳ καὶ ἑβδομηκοστῷ, ὅς ἐστι σύμβολον αἰσθητῆς καὶ νοητῆς φύσεως, συγκεκραμένων ἀμφοῖν εἰς εἴδους ἑνὸς ἀνεπιλήπτου γένεσιν. De_migratione_Abrahami 208 ἄγαμαι σφόδρα καὶ τὴν ὑπομονὴν Ῥεβέκκαν, ἐπειδὰν τῷ τελείῳ τὴν ψυχὴν καὶ τὰς τῶν παθῶν καὶ κακιῶν τραχύτητας καθῃρηκότι παραινῇ τότε εἰς Χαρρὰν ἀποδρᾶναι· λέγει γάρ· "νῦν οὖν, τέκνον, ἄκουσον τῆς φωνῆς μου καὶ ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ“ (Gen. 27, 43 — 45). De_migratione_Abrahami 209 παγκάλως δὲ τὴν ἐπὶ τὰς αἰσθήσεις ὁδὸν δρασμὸν εἴρηκεν· 2 υἱὸς Ἰωσήφ ἐστι MP: υἱός ἐστιν Ἰωσήφ Α, Ἰωσὴφ υἱός ἐστι H 4 ἀναμνήσει Mang.: αἰσθήσει ΜΗ2, APH1 5. 6 μνήμης—προσαγορεύεται om. L 7 ἐναρμόζοντα coni. Mang. 8 ἀλλ’ ὁ] ἀληθῶς· ὁ γὰρ conicio 10 λήθη 2 λύπη ceteri ceteri Μ 11 ante υἱοὶ add. ὡς HP 12 μνημονευτικὸν διενιστάμενον HP, διασυνιστάμενον coni. Cohn 13 ἐπιλανθανομένου M ὕπνου λογισμῶ A 14 μέρος Η1 15 Μωυσῆ MA (η ι in ras. Α): Μωσεῖ 17 αἰσθητικῆς HP συγκεκραμένων Mang. : συναραμένων MHP, συνοραμένων Α 18 post ἑνὸς add. οὐκ Mang. 20 κακῶν HP1 παραινεῖ Α τότε] τὴν conicio 22 ἀναστὰς MA: ἀποστὰς HP μου] σου Α, sed σ in ras. 23 ἕως ὅτου ἀποστρέψω Α, ω ex ἡ vid. corr. 24 πεποίηκεν P1 25 δὲ AH1: τέ MPH1 εἴληφεν HP 16 cf. ad p. 307, 11. ὄντως γὰρ δραπέτης ὁ νοῦς τότε γίνεται, ὅταν καταλιπὼν τὰ οἰκεῖα ἑαυτῷ νοητὰ τράπηται πρὸς τὸ ἐναντίον τάγμα τῶν αἰσθητῶν. ἔστι δὲ ὅπου καὶ τὸ δραπετεύειν χρήσιμον, ἐπειδάν τις αὐτὸ ποιῇ μὴ ἕνεκα ἔχθους τοῦ πρὸς τὸν κρείττονα, ἀλλὰ τοῦ μὴ ἐπιβουλευθῆναι χάριν πρὸς τοῦ χείρονος. τίς οὖν ἡ παραίνεσις τῆς ὑπομονῆς; De_migratione_Abrahami 210 θαυμασιωτάτη καὶ περιμάχητος· ἐάν ποτε, φησίν, ὁρᾷς ἀνηρεθισμένον καὶ ἐξηγριωμένον τὸ θυμοῦ καὶ ὀργῆς πάθος ἐν σαυτῷ ἤ τινι ἑτέρῳ, ὃ ἡ ἄλογος καὶ ἀτίθασος ζῳοτροφεῖ φύσις, μὴ μᾶλλον αὐτὸ ἀκονήσας ἐκθηριώσῃς — δήξεται γὰρ ἴσως ἀνίατα —, καταψύχων δὲ τὸ ζέον αὐτοῦ καὶ πεπυρωμένον ἄγαν ἡμέρωσον· τιθασὸν γὰρ καὶ χειρόηθες εἰ γένοιτο, ἥκιστα ἂν βλάψαι. τίς οὖν ὁ τρόπος τῆς τιθασείας καὶ ἡμερώσεως αὐτοῦ; De_migratione_Abrahami 211 μεθαρμοσάμενος καὶ μετασκευασάμενος, ὅσα τῷ δοκεῖν, ἀκολούθησον τὸ πρῶτον οἷς ἂν ἐθέλῃ καὶ πρὸς μηδὲν ἐναντιωθεὶς ὁμολόγησον τὰ αὐτὰ φιλεῖν τε καὶ μισεῖν· οὕτω γὰρ ἐξευμενισθήσεται. πραϋνθέντος δὲ ἀποθήσῃ τὴν ὑπόκρισιν, καὶ μηδὲν ἔτι προσδοκῶν ἐξ ἐκείνου κακὸν πείσεσθαι μετὰ ῥᾳστώνης ἐπανελεύσῃ πρὸς τὴν τῶν ἰδίων ἐπιμέλειαν. De_migratione_Abrahami 212 εἰσάγεται γὰρ διὰ τοῦτο Χαρρὰν θρεμμάτων μὲν ἀνάπλεως, οἰκήτορσι δὲ κεχρημένη κτηνοτρόφοις· τί γὰρ ἂν εἴη χωρίον ἀλόγῳ φύσει καὶ τοῖς τὴν ἐπιμέλειαν καὶ προστασίαν αὐτῆς ἀνειληφόσιν ἐπιτηδειότερον τῶν ἐν ἡμῖν αἰσθήσεων; De_migratione_Abrahami 213 πυθομένου γοῦν τοῦ ἀσκητοῦ „πόθεν ἐστέ“ ἀποκρίνονται τἀληθὲς οἱ ποιμένες ὅτι „ἐκ Χαρράν“ (Gen. 29, 4)· ἐκ γὰρ αἰσθήσεως αἱ ἄλογοι ὡς ἐκ διανοίας αἱ λογικαὶ δυνάμεις εἰσί. προσπυθομένου δέ, εἰ γινώσκουσι Λάβαν, φασὶν εἰκότως εἰδέναι (Gen. 29, 5)· γνωρίζει γὰρ τὸ χρῶμα καὶ πᾶσαν ποιότητα αἴσθησις, ὡς οἴεται, χρωμάτων δὲ καὶ ποιοτήτων ὁ Λάβαν σύμβολον. De_migratione_Abrahami 214 καὶ αὐτὸς δὲ ἐπειδὰν ἤδη τελειωθῇ, τὸν μὲν τῶν αἰσθήσεων οἶκον ἀπολείψει, τὸν δὲ τῆς ψυχῆς ὡς ψυχῆς ἱδρύεται, ὃν ἔτι ὢν ἐν τοῖς πόνοις καὶ ταῖς ἀσκήσεσιν ἀναζωγραφεῖ· λέγει γάρ· „πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον;“ 2 ἑαυτῶν Α τράπηται] δραπετεύῃ coni. Mang. 4 τοῦ κρείττονος AP2 6 κἀξηγριωμένον P ἠγριωμένον L 7 ὃ] ὃν MP1 8 ἀτίθασσος v ζωπυρεῖ coni. Mang. αὐτῶ Α 9 δήξηται Α καταψήχων M 10 τιθασσὸν v 11 βλάψαι scripsi: βλάψοι codd. τιθασσείας v 12 τὸ δοκεῖν Α 12. 13 τῶ πρώτω Α 13 ἐθέλοι Α ἐναντιωθῆς Η 18 χωρίον om. A 19 ἐστὶν 11- 22 γιγνώσκουσι M 24 τὸ] πᾶν conicio ποιότητος H, ποιό ττ P αἴσθησιν HP1 25 οἴονται coni. Mang. ποιο ττ, H, ποιό ττ P, ποιότητος Turn. 26 ἀπολήψει Α 27 ἱδρύσεται Mang. ὃν om. Α 28 ἀσκήσεσιν Mang. : αἰσθήσεσιν codd. ἀναζωγραφοῖ HP (Gen. 30, 30). πότε τῶν αἰσθητῶν καὶ αἰσθήσεων ὑπεριδὼν νοῦν καὶ διάνοιαν οἰκήσω, λόγῳ θεωρητοῖς πράγμασι συντρεφόμενος καὶ συνδιαιτώμενος, καθάπερ αἱ ζητητικαὶ τῶν ἀφανῶν ψυχαί — μαίας αὐτὰς ἔθος ὀνομάζειν — ; De_migratione_Abrahami 215 καὶ γὰρ αὗται ποιοῦσι σκεπάσματα οἰκεῖα καὶ φυλακτήρια φιλαρέτοις ψυχαῖς· τὸ δὲ εὐερκέστατον οἰκοδόμημα ἦν ὁ θεοῦ φόβος τοῖς φρουρὰν καὶ τεῖχος αὐτὸν ἀκαθαίρετον πεποιημένοις. „ἐπειδὴ“ γάρ φησιν „ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας“ (Exod. 1,21). De_migratione_Abrahami 216 Ἐξελθὼν οὖν ἐκ τῶν κατὰ τὴν Χαρρὰν τόπων ὁ νοῦς λέγεται „διοδεῦσαι τὴν γῆν ἕως τοῦ τόπου Συχὲμ ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν“ (Gen. 12, 6). τί δέ ἐστι τὸ διοδεῦσαι, σκεψώμεθα· τὸ φιλομαθὲς ζητητικὸν καὶ περίεργόν ἐστι φύσει, πανταχῇ βαδίζον ἀόκνως καὶ πανταχόσε διακῦπτον καὶ μηδὲν ἀδιερεύνητον τῶν ὄντων μήτε σωμάτων μήτε πραγμάτων ἀπολιπεῖν δικαιοῦν. λίχνον γὰρ ἐκτόπως θεαμάτων καὶ ἀκουσμάτων εἶναι πέφυκεν, ὡς μὴ μόνον τοῖς ἐπιχωρίοις ἀρκεῖσθαι, ἀλλὰ καὶ τῶν ξενικῶν καὶ πορρωτάτω διῳκισμένων ἐφίεσθαι. De_migratione_Abrahami 217 λέγουσι γοῦν, ὡς ἔστιν ἄτοπον ἐμπόρους μὲν καὶ καπήλους γλίσχρων ἕνεκα κερδῶν διαβαίνειν τὰ πελάγη καὶ τὴν οἰκουμένην ἐν κύκλῳ περιιέναι ἅπασαν, μὴ θέρος, μὴ χειμῶνα, μὴ πνεύματα βίαια, μὴ ἐναντία, μὴ νεότητα, μὴ γῆρας, μὴ νόσον σώματος, μὴ φίλων συνήθειαν, μὴ τὰς ἐπὶ γυναικὶ καὶ τέκνοις καὶ τοῖς ἄλλοις οἰκείοις ἀλέκτους ἡδονάς, μὴ πατρίδος καὶ πολιτικῶν φιλανθρωπιῶν ἀπόλαυσιν, μὴ χρημάτων καὶ κτημάτων καὶ τῆς ἄλλης περιουσίας ἀσφαλῆ χρῆσιν, μὴ τῶν ἄλλων ὁτιοῦν συνόλως μέγα ἢ μικρὸν ἐμποδὼν τιθεμένους, De_migratione_Abrahami 218 τοῦ δὲ καλλίστου καὶ περιμαχήτου καὶ μόνῳ τῷ γένει τῶν ἀνθρώπων οἰκειοτάτου χάριν, σοφίας, μὴ οὐχὶ θάλατταν μὲν ἅπασαν περαιοῦσθαι, πάντα δὲ γῆς 2 συντρεφόμενος Μang.: συστρεφόμενος codd. 5 εὐερκέστατον Turn.: εὐεργέστατον MHP, εὐεργετικώτατον Α 7 ἐπειδὴ A: ἐπειδὰν MHP 9 τόπων] ὀπῶν Mang. 11 δέ MA: γάρ HP τὸ om. Α 12 βαδίζων Α 13 ὄντων μὴ δὲ MA 16 καὶ τῶν πορρωτάτω L λέγουσι] λόγισαι Mang. 17 γοῦν MA: γὰρ HP μέν om. HP 19. 20 μὴ νεότητα om. HP 22 πατρίδων Α πολιτειῶν Α φιλοτησιῶν Η2 23 κτημάτων καὶ om. Η 25. 26 καὶ μένῳ—ἄπασαν om. H 26 μὲν] μὴ P 25. 26 καὶ μόνῳ—ἅπασαν om. Η1, ἕνεκα λόγου μὴ περαιοῦσθαι πάντα μὲν πελάγη H2 16 sqq. cf. commentationem meam „PhiIo und die kynisch - stoische Diatribe p 44. 45. μυχὸν ἐπέρχεσθαι, φιλοπευστοῦντας εἴ πού τι καλὸν ἔστιν ἰδεῖν ἢ ἀκοῦσαι, καὶ μετὰ σπουδῆς καὶ προθυμίας τῆς πάσης ἰχνηλατεῖν, ἄχρις ἂν ἐγγένηται τῶν ζητουμένων καὶ ποθουμένων εἰς ἀπόλαυσιν ἐλθεῖν. De_migratione_Abrahami 219 διόδευσον μέντοι, ψυχή, καὶ τὸν ἄνθρωπον, εἰ θέλεις, ἕκαστον τῶν περὶ αὐτὸν ἀγαγοῦσα εἰς ἐπίκρισιν, οἷον εὐθέως τί τὸ σῶμα καὶ τί ποιοῦν ἢ πάσχον διανοίᾳ συνεργεῖ, τί ἡ αἴσθησις καὶ τίνα τρόπον τὸν ἡγεμόνα νοῦν ὠφελεῖ, τί λόγος καὶ τίνων γινόμενος ἑρμηνεὺς πρὸς καλοκἀγαθίαν συμβάλλεται, τί ἡδονὴ καὶ τί ἐπιθυμία, τί λύπη καὶ φόβος καὶ τίς ἡ πρὸς ταῦτα ἰατρική, δι’ ἧς ἢ ληφθείς τις εὐμαρῶς διεκδύσεται ἢ οὐχ ἁλώσεται πρὸς αὐτῶν τὸ παράπαν, τί τὸ ἀφραίνειν, τί τὸ ἀκολασταίνειν, τί τὸ ἀδικεῖν, τίς ἡ τῶν ἄλλων πληθὺς νοσημάτων, ὅσα ἡ φθοροποιὸς ἀποτίκτειν πέφυκε κακία, καὶ τίς ἡ τούτων ἀποστροφή, καὶ κατὰ τὰ ἐναντία τί τὸ δίκαιον ἢ τὸ φρόνιμον ἢ τὸ σῶφρον, τὸ ἀνδρεῖον, τὸ εὔβουλον, ἀρετὴ συνόλως ἅπασα καὶ εὐπάθεια, καὶ ὃν τρόπον ἕκαστον αὐτῶν εἴωθε περιγίνεσθαι. De_migratione_Abrahami 220 διόδευσον μέντοι καὶ τὸν μέγιστον καὶ τελεώτατον ἄνθρωπον, τόνδε τὸν κόσμον, καὶ διάσκεψαι τὰ μέρη, ὡς τόποις μὲν διέζευκται, δυνάμεσι δὲ ἥνωται, καὶ τίς ὁ ἀόρατος οὗτος τῆς ἁρμονίας καὶ ἑνώσεως πᾶσι δεσμός. ἐὰν μέντοι σκοπούμενος μὴ ῥᾳδίως καταλαμβάνῃς ἃ ζητεῖς, ἐπίμενε μὴ κάμνων· οὐ γὰρ τῇ ἐκεχειρίᾳ ληπτὰ ταῦτ’ ἐστίν, ἀλλὰ μόλις πολλοῖς καὶ μεγάλοις πόνοις ἀνευρισκόμενα. De_migratione_Abrahami 221 οὗ χάριν ὁ φιλομαθὴς τοῦ τόπου Συχὲμ ἐνείληπται, μεταληφθὲν δὲ τοὔνομα Συχὲμ ὠμίασις καλεῖται, πόνου σύμβολον, ἐπειδὴ τοῖς 1 φιλοπευστοῦντες Α 4 τῶν] τὸν Α 7 γενόμενος ΑΗ 9 λειφθείς 1 διεκδύεται A 10 αὐτὸν Α 12 ἀποτροπή coni. Mang. 15 περιγίνεσθαι MAP2: παραγίνεσθαι HP1 17 ἄρρηκτος coni. Mang. οὗτος om. HP 18 δεσμός MA: δεσμός ἐστιν HP 19 ἐκκεχειρίᾳ Η2: ἑτέρᾳ ceteri, ῥᾳστώνῃ coni. Cohn (cf. vol. I p. 217,16) 20 μόλις ι conicio μόλις post transpos. HP καὶ πολλοῖς transpos. MA 21 εἰς τὸ ante τοῦ add. 2 22 ὁμοίασις A (sed ὠμίασις m. rec. in mg.), ὦμος coni. Mang. πόνου δέ 2 σύμβουλον Α 21 sqq. Ambrosius De Abraham I 2,5: „egressus egressus perambulavit terram usque ad Sychem“, i quod interpretatione latina dicitur humerus vel cervix, per quae praescripti operis intelligimus; siquidem et infra habemus scriptum „supposuit humerum suum ad laborandum". unde per figuram locorum id expressum advertimus, quod devotionem suam sanctus Abraham non solum studio, sed etiam efficacia probaverit fructuosa, qua ad quercum usque pervenerit. cf. o etiam II 3, 8 enim vel humerus vel cervix significatur, quod est laboris et exercitationis indicium . . . . ad naturae gratiam adiuncta exercitatiune ita fundatior et excelsior factus, ut usque ad quercum altam pertransiret — quae arbor ut alta, ita etiam robusta indicio est . . . . . Origenes, Homilia V, 1 in Numeros p. 284: humeri autem quod operum indicium teneant, in multis scripturae saepe locis ostendimus. μέρεσι τούτοις ἀχθοφορεῖν ἔθος, ὡς καὶ αὐτὸς ἑτέρωθι μέμνηται λέγων ἐπί τινος ἀθλητοῦ τοῦτον τὸν τρόπον· „ὑπέθηκε τὸν ὦμον εἰς τὸ πονεῖν, καὶ ἐγένετο ἀνὴρ γεωργός" (Gen. 49, 15). De_migratione_Abrahami 222 ὥστε μηδέποτε, ὦ διάνοια, μαλακισθεῖσα ὀκλάσῃς, ἀλλά, κἄν τι δοκῇ δυσθεώρητον εἶναι, τὸ ἐν σαυτῇ βλέπον διανοίξασα διάκυψον εἴσω καὶ ἀκριβέστερον τὰ ὄντα ἐναύγασαι καὶ μήτε ἑκοῦσα μήτε ἄκουσά ποτε μύσῃς· τυφλὸν γὰρ ὕπνος, ὡς ὀξυωπὲς ἐγρήγορσις. ἀγαπητὸν δὲ τῷ συνεχεῖ τῆς προσβολῆς εἱλικρινῆ τῶν ζητουμένων λαβεῖν φαντασίαν. De_migratione_Abrahami 223 οὐχ ὁρᾷς ὅτι καὶ δρῦν ὑψηλὴν ἐν Συχὲμ πεφυτεῦσθαί φησιν αἰνιττόμενος τὸν ἀνένδοτον καὶ ἀκαμπῆ, στερρόν τε καὶ ἀρραγέστατον παιδείας πόνον; ᾧ τὸν μέλλοντα ἔσεσθαι τέλειον καὶ ἀναγκαῖον κεχρῆσθαι, ἵνα μὴ τὸ ψυχῆς δικαστήριον, ὄνομα Δεῖνα — κρίσις γὰρ ἑρμηνεύεται —, συλληφθῇ πρὸς τοῦ τὸν ἐναντίον μοχθοῦντος πόνον, τοῦ φρονήσεως ἐπιβούλου. De_migratione_Abrahami 224 ὁ γὰρ ἐπώνυμος τοῦ τόπου τούτου Συχέμ, Ἐμὼρ υἱὸς ὤν, ἀλόγου φύσεως — καλεῖται γὰρ Ἐμὼρ ὄνος —, ἀφροσύνην ἐπιτηδεύων καὶ συντραφεὶς ἀναισχυντίᾳ καὶ θράσει τὰ κριτήρια τῆς διανοίας μιαίνειν ὁ παμμίαρος καὶ φθείρειν ἐπεχείρησεν, εἰ μὴ θᾶττον οἱ φρονήσεως ἀκουσταὶ καὶ γνώριμοι, Συμεών τε καὶ Λευί, φραξάμενοι τὰ οἰκεῖα ἀσφαλῶς ἐπεξῆλθον, ἔτι ὄντας ἐν τῷ φιληδόνῳ καὶ φιλοπαθεῖ καὶ ἀπεριτμήτῳ πόνῳ καθελόντες· χρησμοῦ γὰρ ὄντος, ὡς "οὐκ ἂν γένοιτό ποτε πόρνη τῶν τοῦ βλέποντος, Ἰσραήλ, θυγατέρων“ (Deut. 23, 17), οὗτοι τὴν παρθένον ψυχὴν ἐξαρπάσαντες λαθεῖν ἤλπισαν (Gen. 34). De_migratione_Abrahami 225 οὐ γὰρ ἐρημία γε τῶν βοηθησόντων τοῖς παρασπονδουμένοις ἐστίν, ἀλλὰ κἂν οἴωνταί τινες, οἰήσονται μόνον, ἀπελεγχθήσονται δὲ τῷ ἔργῳ ψευδοδοξοῦντες. ἔστι γάρ, ἔστιν ἡ μισοπόνηρος καὶ ἀμείλικτος καὶ ἀδικουμένων ἀρωγὸς ἀπαραίτητος δίκη, σφάλλουσα 1 ὡς om. HP 5 βλέπον ι conicio ὄντα] ἔνδον coni. 6 τυφλὸς Α 7 ὀξυωπὴς Α ἀγαπητῶν Α προσβολῆς Mang. : προβολῆς codd. 11 τέλειον om. A καὶ om. Η2, post καὶ vocabulum excidisse videtur μὴ Τurn.: i μὴ δὲ codd. τῆς ψυχῆς HP 12 Δίνα MP διάκρισις τοῦ τὸν PH1: τοῦτον M, τοῦ τῶν H2, τὰς τῶν Α ἐναντίων ΑΗ 13 πόνου Η τοῦ et ἐπιβούλου Η2: τὸν et ἐπίβουλον ceteri 17 ἐρασταὶ conicio 21 λαθεῖν Mang. : παθεῖν codd. 22 βοηθησάντων Α 25 ἀρρωγὸς HP τὰ τέλη τῶν αἰσχυνόντων ἀρετήν, ὧν πεσόντων εἰς παρθένον πάλιν ἡ δόξασα αἰσχυνθῆναι μεταβάλλει ψυχή· δόξασα δ’ εἶπον, ὅτι οὐδέποτε ἐφθείρετο· τῶν γὰρ ἀκουσίων οὐδὲν τοῦ πάσχοντος πρὸς ἀλήθειαν πάθος, ὡς οὐδὲ τοῦ μὴ ἀπὸ γνώμης ἀδικοῦντος τὸ πραττόμενον ἔργον. 1 βέλη coni. Mang. παρθενείαν Η2 2. 3 οὐδὲ τότε M 3 οὐδὲ Η