De_confusione_linguarum 1 p. 404 M. Περὶ μὲν δὴ τούτων ἀρκέσει τὰ εἰρημένα. σκεπτέον δὲ ἑξῆς οὐ παρέργως, ἃ περὶ τῆς τῶν διαλέκτων συγχύσεως φιλοσοφεῖ· λέγει γὰρ ὧδε· „καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσι. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν τῇ γῇ Σεναὰρ καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον· δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. καὶ εἶπον· δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτῶν ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ πρόσωπον πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν· δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ σύγχυσις, ὅτι ἐκεῖ συνέχεε κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ἐπὶ πρόσωπον πάσης τῆς γῆς“ (Gen. 11, 1—9). De_confusione_linguarum 2 οἱ μὲν δυσχεραίνοντες τῇ πατρίῳ πολιτείᾳ, ψόγον καὶ κατηγορίαν αἰεὶ τῶν νόμων μελετῶντες, τούτοις καὶ τοῖς παραπλησίοις ὡς ἂν ἐπιβάθραις τῆς περὶ συγχύσεως διαλέκτων GFH: τοῦ αὐτοῦ περὶ συγχύσεως διαλέκτων P 2 φιλοσοφεῖ GFL2: φιλοσοφοῦσι HPL1 3 πᾶσιν 8 καὶ G 5 Σεναὰρ] σάαρ L 7 ἡ] εἰς F ἡ ἄσφαλτος et πηλὸς (om. ὁ) ex § 103 conicio 8 πόλιν καὶ om. P 9 ἑαυτῶν FHP : ἑαυτῶ G, ἑαυτοῖς v 13 ἐκλείψοι P ἐξ GF: ἀπ’ HP ἐπίθωνται P, ἐπείθωνται Η 14 αὐτῶν ἐκεῖ P1 15. 16 προσώπου G 17 αὐτοῦ G: αὐτοῖς F, αὐτῆς HP 20 ἀεὶ G ἀθεότητος αὐτῶν, οἱ δυσσεβεῖς, χρῶνται φάσκοντες· ἔτι νῦν σεμνηγορεῖτε περὶ τῶν διατεταγμένων ὡς τοὺς ἀληθείας κανόνας αὐτῆς περιεχόντων; De_confusione_linguarum 3 ἰδοὺ γὰρ αἱ ἱεραὶ λεγόμεναι βίβλοι παρ’ ὑμῖν καὶ μύθους περιέχουσιν, ἐφ’ οἷς εἰώθατε γελᾶν, ὅταν ἄλλων διεξιόντων ἀκούητε. καίτοι τί δεῖ τοὺς πολλαχόθι τῆς νομοθεσίας ἐσπαρμένους ἀναλέγεσθαι ὥσπερ σχολὴν ἄγοντας καὶ ἐνευκαιροῦντας διαβολαῖς, ἀλλ’ οὐ μόνον τῶν ἐν χερσὶ καὶ παρὰ πόδας ὑπομιμνῄσκειν; De_confusione_linguarum 4 εἷς μὲν οὖν ἐστιν ὁ ἐοικὼς τῷ συντεθέντι ἐπὶ τῶν Ἀλωειδῶν, οὓς ὁ μέγιστος καὶ δοκιμώτατος τῶν ποιητῶν Ὅμηρος διανοηθῆναί φησι τρία τὰ περιμήκιστα τῶν ὀρῶν ἐπιφορῆσαι καὶ ἐπιχῶσαι ἐλπίσαντας τὴν εἰς οὐρανὸν ὁδὸν τοῖς ἀνέρχεσθαι βουλομένοις εὐμαρῆ διὰ τούτων ἔσεσθαι πρὸς αἰθέριον ὕψος ἀρθέντων· ἔστι δὲ τὰ περὶ τούτων ἔπη τοιαῦτα· Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη, Ὄλυμπος δὲ καὶ Ὄσσα καὶ Πήλιον ὀρῶν ὀνόματα. De_confusione_linguarum 5 πύργον δὲ ὁ νομοθέτης ἀντὶ τούτων εἰσάγει πρὸς τῶν τότε ἀνθρώπων κατασκευαζόμενον θελησάντων ὑπ’ ἀνοίας ἅμα καὶ μεγαλαυχίας οὐρανοῦ ψαῦσαι. πῶς γὰρ οὐ φρενοβλάβεια δεινή; καὶ γὰρ εἰ τὰ τῆς συμπάσης μέρη γῆς ἐποικοδομηθείη προκαταβληθέντι βραχεῖ θεμελίῳ καὶ ἀνεγερθείη τρόπον κίονος ἑνός, μυρίοις τῆς αἰθερίου σφαίρας ἀπολειφθήσεται διαστήμασι, καὶ μάλιστα κατὰ τοὺς ζητητικοὺς τῶν φιλοσόφων, οἳ τοῦ παντὸς κέντρον 1 αὑτῶν V 3 λεγόμενοι G ἡμῖν F 5 ἐπαρμένους F ὁ ἀλλὰ (vel ἀλλ ἢ) μόνον coni. Mang. μόνων HP χερσὶ] χρήσει F 8 Ἀλωειδῶν scripsi: ἀλλοειδῶν G1F, Ἀλλευαδῶν G2, Ἀλωαδῶν Η, Ἁλωαδῶν P 13 ὁμλύμπω (sic) H, Ὀλύμπω P ἀτὰρ HP (in P post ἁ ras.) 14 εἰνοσίφυλον H 16 κατασκευαζομένων G 17 μεγαλαυχίας scripsi (idem coni. Cohn): μεγαλουργίας codd. πῶς γὰρ οὐ Mang.: πᾶσα γὰρ οὑν codd. 21 ζητικοὺς G 7 Origenes Contra Celsum IV 21 p. 515: ἐπεὶ δ’ ὀίεται Μωυσέα τὸν ἀναγράψαντα τὰ περὶ τοῦ πύργου καὶ τῆς τῶν διαλέκτων συγχύσεως παραφθείραντα τὰ περὶ τῶν Ἀλωαδῶν ἱστορούμενα τοιαῦτα περὶ τοῦ πύργου ἀναγεγραφέναι, λεκτέον . . . . ., Cyrillus Contra Julianum p. 134 sqq. (Juliani imperaloris librorum contra Chrislianos guae supersunt coll. C. J. Neumann p. 181 sqq.), cf. potissimum: ὁ μέν γὰρ Μωυσῆς αἰτίαν ἀποδέδωκε κομιδῇ μυθώδη τῆς περὶ τὰς διαλέκτους ἀνομοιότητος . . . . . εἶτα τούτοις ἀξιοῦτε πιστεύειν ἡμᾶς, ἀπιστεῖτε δέ ὑμεῖς τοῖς ὑφ’ Ομήρου λεγομένοις ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ’ ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, ἵν’ οὐρανὸς ἀμβατὸς εἴη“. φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο εἶναι πάρα· πλησίως ἐκείνῳ μυθῶδες. ὑμεῖς δὲ ἀποδεχόμενοι τὸ πρότερον ἀνθ’ ὅτου πρὸς θεῶν ἁ· δοκιμάζετε τὸν Ὁμήρου μῦθον; ἐκεῖνο γὰρ οἶμαι δεῖν σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι . . . . πύργον οἰκοδομεῖν οὐ δυνήσονται πρός τὸν οὐρανὸν ἀφικνούμενον, κὰν ἐκπλινθεύσωσι τὴν γῆν πᾶσαν . . . . . . 13. 14 Hom. λ 315. 316. εἶναι τὴν γῆν ἀνωμολόγησαν. ἕτερος δέ τις συγγενὴς τούτῳ περὶ τῆς τῶν ζῴων ὁμοφωνίας πρὸς μυθοπλαστῶν ἀναγράφεται· De_confusione_linguarum 6 λέγεται γάρ, ὡς ἄρα πάνθ’ ὅσα ζῷα χερσαῖα καὶ ἔνυδρα καὶ πτηνὰ τὸ παλαιὸν ὁμόφωνα ἦν, καὶ ὅνπερ τρόπον ἀνθρώπων Ἕλληνες μὲν Ἕλλησι, βαρβάροις δὲ βάρβαροι νῦν οἱ ὁμόγλωττοι διαλέγονται, τοῦτον τὸν τρόπον καὶ πάντα πᾶσι περὶ ὧν ἢ δρᾶν ἢ πάσχειν τι συνέβαινεν ὡμίλει, ὡς καὶ ἐπὶ ταῖς κακοπραγίαις συνάχθεσθαι κἄν, εἴ πού τι λυσιτελὲς ἀπαντῴη, συνευφραίνεσθαι. De_confusione_linguarum 7 τάς τε γὰρ ἡδονὰς καὶ ἀηδίας ἀλλήλοις ἀναφέροντα διὰ τοῦ ὁμοφώνου συνήδετο καὶ συναηδίζετο, κἀκ τούτου τὸ ὁμοιότροπον καὶ ὁμοιοπαθὲς εὑρίσκετο, μέχριπερ κορεσθέντα τῆς τῶν παρόντων ἀγαθῶν ἀφθονίας, ὃ πολλάκις γίνεσθαι φιλεῖ, πρὸς τὸν τῶν ἀνεφίκτων ἔρωτα ἐξώκειλε καὶ περὶ ἀθανασίας ἐπρεσβεύετο γήρως ἔκλυσιν καὶ τὴν εἰς αἰεὶ νεότητος ἀκμὴν αἰτούμενα, φάσκοντα καὶ τῶν παρ’ αὐτοῖς ἓν ἤδη ζῴων τὸ ἑρπετόν, ὄφιν, τετυχηκέναι ταύτης τῆς δωρεᾶς· ἀποδυόμενον γὰρ τὸ γῆρας πάλιν ἐξ ὑπαρχῆς ἀνηβᾶν· ἄτοπον δ’ εἶναι ἢ τὰ κρείττω τοῦ χείρονος ἢ ἑνὸς τὰ πάντα λειφθῆναι. De_confusione_linguarum 8 δίκην μέντοι τοῦ τολμήματος ἔδωκε τὴν προσήκουσαν· ἑτερόγλωττα γὰρ εὐθὺς ἐγένετο, ὡς ἐξ ἐκείνου μηκέτ’ ἀλλήλων ἐπακοῦσαι δυνηθῆναι χάριν τῆς ἐν ταῖς διαλέκτοις, εἰς ἃς ἡ μία καὶ κοινὴ πάντων ἐτμήθη, διαφορᾶς. De_confusione_linguarum 9 ὁ δ’ ἐγγυτέρω τἀληθοῦς προσάγων τὸν λόγον τὰ ἄλογα τῶν λογικῶν διέζευξεν, ὡς ἀνθρώποις μόνοις μαρτυρῆσαι τὸ ὁμόφωνον. ἔστι δέ, ὥς γέ φασι, καὶ τοῦτο μυθῶδες. καὶ μὴν τήν γε φωνῆς εἰς μυρίας διαλέκτων ἰδέας τομήν, ἣν καλεῖ γλώττης σύγχυσιν, ἐπὶ θεραπείᾳ λέγουσιν ἁμαρτημάτων συμβῆναι, ὡς μηκέτ’ ἀλλήλων ἀκροώμενοι κοινῇ συναδικῶσιν, ἀλλὰ τρόπον τινὰ [ἄλλοι] ἀλλήλοις κεκωφωμένοι * * * κατὰ συμπράξεις ἐγχειρῶσι τοῖς αὐτοῖς. De_confusione_linguarum 10 τὸ δὲ οὐκ ἐπ’ ὠφελείᾳ φαίνεται συμβῆναι· καὶ γὰρ αὖθις οὐδὲν ἧττον κατὰ ἔθνη διῳκισμένων καὶ μὴ μιᾷ διαλέκτῳ χρωμένων γῆ καὶ θάλαττα πολλάκις ἀμυθήτων κακῶν ἐπληρώθη. οὐ γὰρ αἱ φωναί, ἀλλὰ αἱ ὁμότροποι τῆς ψυχῆς πρὸς τὸ ἁμαρτάνειν ζηλώσεις 1 ἑπρος codd.: ἕτερον V τις συγγενὴς G: τι συγγενὲς HP, τι F (om. συγγενὲς) τού.τω HP: Tto (_tF "2 συμφωνίας HP 5 βάρβαροι νῦν οἱ GF: νῦν βάρβαοͅοι HP 6 Ti fort. del. 7 συνάχθεσθαι Tiirn. : συνέχεσθαι codd. ε]ι ἡ G ἀπαντῴη FP: ὰπὐτων eI G, ἁπάντων H 9 καὶ] ἢ F κἀκ GF: καὶΗP τούτων y τό om. F 1’2 γέρως I^tF ἀεὶ G 13 νεότητα Η 16 ληφθῆναι GF 17 ἐγένετο Vat. 379: ἐγίνετο ceteri 19 δὲ HP ’-20.21 ἀνθρωπίνοις Ε 21 γέ GF: τε. HP, om. V 22 τήν scripsi: τῆς codd. 24—26 ἀλλὰ—ἐγχειρῶσι om. F 2.5 αλλλοι sechisi (vel ἄλλοι ἄλλοις scrib.) ἀλλήλους G μὴ solum supplet Maug. 29 φωναὶ] ὁμοφωνίαι coui. Mang. ὁμοιότροποι coni. Mang. τοῦ συναδικεῖν αἴτιαι· De_confusione_linguarum 11 καὶ γὰρ οἱ ἐκτετμημένοι γλῶτταν νεύμασι καὶ βλέμμασι καὶ ταῖς ἄλλαις τοῦ σώματος σχέσεσι καὶ κινήσεσιν οὐχ ἧττον τῆς διὰ λόγων προφορᾶς ἃ ἂν θελήσωσιν ὑποσημαίνουσι· χωρὶς τοῦ καὶ ἔθνος ἓν πολλάκις οὐχ ὁμόφωνον μόνον ἀλλὰ καὶ ὁμόνομον καὶ ὁμοδίαιτον τοσοῦτον ἐπιβῆναι κακίας, ὥστε τοῖς ἀνθρώπων ἁπάντων ἁμαρτήμασιν ἰσοστάσια δύνασθαι πλημμελεῖν· De_confusione_linguarum 12 ἀπειρίᾳ τε διαλέκτων μυρίοι πρὸς τῶν ἐπιτιθεμένων οὐ προϊδόμενοι τὸ μέλλον προκατελήφθησαν, ὡς ἔμπαλιν ἐπιστήμῃ τοὺς ἐπικρεμασθέντας ἴσχυσαν φόβους τε καὶ κινδύνους ἀπώσασθαι· ὥστε λυσιτελὲς μᾶλλον ἢ βλαβερὸν εἶναι τὴν ἐν διαλέκτοις κοινωνίαν, ἐπεὶ καὶ μέχρι νῦν οἱ καθ’ ἑκάστην χώραν, καὶ μάλιστα τῶν αὐτοχθόνων, δι’ οὐδὲν οὕτως ὡς διὰ τὸ ὁμόγλωσσον ἀπαθεῖς κακῶν διατελοῦσι. De_confusione_linguarum 13 κἂν εἰ μέντοι τις ἀνὴρ πλείους ἀναμάθοι διαλέκτους, εὐδόκιμος εὐθὺς παρὰ τοῖς ἐπισταμένοις ἐστὶν ὡς ἤδη φίλιος ὤν, οὐ βραχὺ γνώρισμα κοινωνίας ἐπιφερόμενος τὴν ἐν τοῖς ὀνόμασι συνήθειαν, ἀφ’ ἧς τὸ ἀδεὲς εἰς τὸ μηδὲν ἀνήκεστον παθεῖν ἔοικε πεπορίσθαι. τί οὖν ὡς κακῶν αἴτιον τὸ ὁμόγλωττον ἐξ ἀνθρώπων ἠφάνιζε, δέον ὡς De_confusione_linguarum 14 ὠφελιμώτατον ἱδρῦσθαι; τοὺς δὴ ταῦτα συντιθέντας καὶ κακοτεχνοῦντας ἰδίᾳ μὲν διελέγξουσιν οἱ τὰς προχείρους ἀποδόσεις τῶν ἀεὶ ζητουμένων ἐκ τῆς φανερᾶς τῶν νόμων γραφῆς ἀφιλονείκως ταμιευόμενοι , οὐκ ἀντισοφιζόμενοί ποθεν, ἀλλ’ ἑπόμενοι τῷ τῆς ἀκολουθίας εἱρμῷ προσπταίειν οὐκ ἐῶντι, ἀλλὰ κἄν, εἴ τινα ἐμποδὼν εἴη, ῥᾳδίως ἀναστέλλοντι, ὅπως αἱ τῶν λόγων διέξοδοι γίνωνται ἄπταιστοι. De_confusione_linguarum 15 φαμὲν τοίνυν ἐκ τοῦ „τὴν γῆν εἶναι πᾶσαν χεῖλος ἓν καὶ φωνὴν μίαν„ κακῶν ἀμυθήτων καὶ μεγάλων συμφωνίαν δηλοῦσθαι, ὅσα τε πόλεις πόλεσι καὶ ἔθνεσιν ἔθνη καὶ χώραις χῶραι ἀντεπιφέρουσι, καὶ ὅσα μὴ μόνον εἰς ἑαυτοὺς ἀλλὰ καὶ εἰς τὸ θεῖον ἀσεβοῦσιν ἄνθρωποι· καίτοι ταῦτα πληθῶν ἐστιν ἀδικήματα. σκεπτόμεθα δ’ ἡμεῖς καὶ ἐφ’ ἑνὸς ἀνδρὸς τὸ ἀδιεξήγητον τῶν κακῶν πλῆθος, καὶ μάλισθ’ De_confusione_linguarum 16 ὅταν τὴν ἀνάρμοστον καὶ ἐκμελῆ καὶ ἄμουσον ἴσχῃ συμφωνίαν. τὰ μὲν δὴ τυχηρὰ τίς οὐκ οἶδεν, ὅταν πενία καὶ ἀδοξία σώματος νόσοις ἢ πηρώσεσι συνενεχθῶσι. καὶ πάλιν ταῦτα ψυχῆς ἀρρωστήμασιν ἔκφρονος ὑπὸ 1 οἱ G: om. FIIP νεύσεσι G 3 θέλωσιν liP 3 ὥσπερ F ὁ πλημλεῖν GP εὐπορία II P 7 προιδόμενοι scripsi: ποͅοειδόμενοι codd. προκατελείφθησὰν P [) ταῖς διαλέκτοις UP 10 (τὴν) τῶν conicio . 12. 13 εὐδοκίμους F 13 φίλος HP 15 πεπορεῖσθαι F, πεπόρισται (τ̓ IG κακὸν GF 17 συντεθέντας FII 19 ταμιευόμενοι addidi 20 ἀληθείας liP 22 γίνωνται L: γίνονται H,γένοιντο GFP 24 τε καὶ πόλεις L 2G σκεπτώμεθα ν 27 μάλιστ’ U 28 ἕαῃ scripsi: σχοίη codd. 2!l πενίᾳ καὶ ἀδοξία παρώσεσι II, πηρώσε (sic) F 30 συναχθῶσι G, συνεχθῶσι F μελαγχολίας ἢ μακροῦ γήρως ἤ τινος βαρείας ἄλλης κακοδαιμονίας γεγενημένης ἀνακραθῶσι; De_confusione_linguarum 17 καὶ γὰρ ἓν μόνον τῶν εἰρημένων βιαίως ἀντιστατῆσαν ἱκανὸν ἀνατρέψαι καὶ καταβαλεῖν καὶ τὸν λίαν ὑπέρογκόν ἐστιν· ὅταν δὲ ἀθρόα ὥσπερ προστάξει μιᾷ κατὰ τὸν αὐτὸν χρόνον ἑνὶ πάντα σωρηδὸν ἐπιθῆται τὰ σώματος, τὰ ψυχῆς, τὰ ἐκτός, τίνα οὐχ ὑπερβάλλει σχετλιότητα; πεσόντων γὰρ δορυφόρων ἀνάγκη καὶ τὸ δορυφορούμενον πίπτειν. De_confusione_linguarum 18 δορυφόροι μὲν οὖν σώματος πλοῦτος, εὐδοξία, τιμαί, ὀρθοῦντες αὐτὸ καὶ εἰς ὕψος αἴροντες καὶ γαῦρον ἀποδεικνύντες, ὡς τἀναντία, ἀτιμία, ἀδοξία, πενία, πολεμίων τρόπον καταράττουσι. De_confusione_linguarum 19 πάλιν τε δορυφόροι ψυχῆς ἀκοαὶ καὶ ὄψεις ὄσφρησίς τε καὶ γεῦσις καὶ ξύμπαν τὸ αἰσθήσεως στῖφος, ἔτι μέντοι ὑγίεια καὶ ἰσχὺς δύναμίς τε καὶ ῥώμη· τούτοις γὰρ ὥσπερ ἑστῶσι καὶ κραταιῶς ἐρηρεισμένοις εὐερκέσιν οἴκοις ὁ νοῦς ἐμπεριπατῶν καὶ ἐν διαιτώμενος ἀγάλλεται πρὸς μηδενὸς ταῖς ἰδίαις ὁρμαῖς χρῆσθαι κωλυόμενος, ἀλλ’ εὐμαρεῖς καὶ λεωφόρους ἀναπεπταμένας ἔχων τὰς διὰ πάντων ὁδούς. De_confusione_linguarum 20 τὰ δὲ τοῖς δορυφόροις τούτοις ἐχθρὰ ἀντικάθηται, πήρωσις αἰσθητηρίων καὶ νόσος, ὡς ἔφην, οἷς ἡ διάνοια συγκατακρημνισθῆναι πολλάκις ἐμέλλησε. καὶ τὰ μὲν τυχηρὰ ταῦτα ἀργαλέα σφόδρα καὶ σχέτλια ἐξ ἑαυτῶν, πρὸς δὲ τὴν τῶν ἐκ προνοίας σύγκρισιν κουφότερα πολλῷ. De_confusione_linguarum 21 τίς οὖν ἡ τῶν ἑκουσίων κακῶν συμφωνία, πάλιν ἐν μέρει σκοπῶμεν· τριμεροῦς ἡμῶν τῆς ψυχῆς ὑπαρχούσης τὸ μὲν νοῦς καὶ λόγος, τὸ δὲ θυμός, τὸ δὲ ἐπιθυμία κεκληρῶσθαι λέγεται. κηραίνει δὲ καθ’ αὑτό τε ἕκαστον ἰδίᾳ καὶ πρὸς ἄλληλα πάντα κοινῇ, ἐπειδὰν ὁ μὲν νοῦς ὅσα ἀφροσύναι καὶ δειλίαι ἀκολασίαι τε καὶ ἀδικίαι σπείρουσι θερίσῃ, ὁ δὲ θυμὸς τὰς ἐκμανεῖς καὶ παραφόρους λύττας καὶ ὅσα ἄλλα ὠδίνει κακὰ τέκῃ, ἡ δὲ ἐπιθυμία τοὺς ὑπὸ νηπιότητος ἀεὶ κούφους ἔρωτας καὶ τοῖς ἐπιτυχοῦσι σώμασί τε καὶ πράγμασι προσιπταμένους ἐπιπέμψῃ πανταχόσε· De_confusione_linguarum 22 τότε γὰρ ὥσπερ ἐν σκάφει 1 ἄλλης βαρείας HP 2 ἀνακραθῇ coni. Cohn 3 ἱκανῶς GF ἀναστρέψαι PL 4 ἑνὶ GF: ἔνι HP, ἐνῇ V 5 ἐπιθῆται scripsi: ἐπιθεῖναι codd. σώμτος P: σώματα GFH τὰ ante ψυχῆς om. GF 7 εὐδοξίαι P (ι vid. add. man. 2) v 7. 8 τιμαῖς ὠθοῦντες G 8 αὐτὸ εἰς G 10 ἀκοὴ καὶ ὄψις coui. Maug. ὄψις P 10. 11 τὸ ξύμπαν Η 11 αἰσθήσεων coui. Mang. 12 ὅς παρεκστῶσι HP εὐεργἐσιν GF οἴκοις GF: ὅρκοις HP, ὅροις V 13 ἐνδιαιτώμενος Maug.: διαιτώμενος codd. 14 post λεωφόρους add. καὶ Mang. 17 κατακρημνησ̓ηναι,(tH ἐμέλησε GF 18 τῶν add. Mang. 20 τῆς ψυχῆς bis habet F 21. 22 συγκεκληρῶσθαι G 22 τε om. v καὶ bis habet H 24 τὰς om. HP 25 ὠδίνει] ὀδύνη G 2G νηπιότητος GF: νεότητος HP 27 προσιπτάμνος G ἄε] τὸ G ναυτῶν, ἐπιβατῶν, κυβερνητῶν κατά τινα φρενοβλάβειαν ἐπ’ ἀπωλείᾳ τούτου συμφρονησάντων καὶ οἱ ἐπιβουλεύσαντες αὐτῇ νηὶ οὐχ ἥκιστα συναπώλοντο. βαρύτατον γὰρ κακῶν καὶ σχεδὸν ἀνίατον μόνον ἡ πάντων τῶν ψυχῆς μερῶν πρὸς τὸ ἁμαρτάνειν συνεργία, μηδενὸς οἷα ἐν πανδήμῳ συμφορᾷ δυνηθέντος ὑγιαίνειν, ἵνα τοὺς πάσχοντας ἰᾶται, ἀλλὰ καὶ τῶν ἰατρῶν ἅμα τοῖς ἰδιώταις καμνόντων, οὓς ἡ λοιμώδης νόσος ἐφ’ ὁμολογουμένῃ συμφορᾷ πιέσασα κατέχει. De_confusione_linguarum 23 τοῦ παθήματος τούτου σύμβολον ὁ μέγας ἀναγραφεὶς παρὰ τῷ νομοθέτῃ κατακλυσμός ἐστι, τῶν τε ἀπ’ οὐρανοῦ καταρρακτῶν τοὺς κακίας αὐτῆς λάβρῳ φορᾷ χειμάρρους ἐπομβρούντων καὶ τῶν ἀπὸ γῆς, λέγω δὲ τοῦ σώματος, πηγῶν ἀναχεουσῶν τὰ πάθους ἑκάστου ῥεύματα πολλὰ ὄντα καὶ μεγάλα, ἅπερ εἰς ταὐτὸν τοῖς προτέροις συνιόντα καὶ ἀναμιγνύμενα κυκᾶταί τε καὶ τὸ δεδεγμένον ἅπαν τῆς ψυχῆς στροβεῖ χωρίον δίναις ἐπαλλήλοις. De_confusione_linguarum 24 „ἰδὼν„ γάρ φησι „κύριος ὁ θεός, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας„ ἔγνω τὸν ἄνθρωπον, λέγω δὲ τὸν νοῦν, μετὰ τῶν περὶ αὐτὸν ἑρπετῶν τε καὶ πτηνῶν καὶ τῆς ἄλλης ἀλόγου τῶν ἀτιθάσων θηρίων πληθύος ἐφ’ οἷς ἀνίατα ἠδικήκει τίσασθαι (Gen. 6, 5 — 7)· ἡ δὲ τιμωρία κατακλυσμός. De_confusione_linguarum 25 ἦν γὰρ ἔφεσις ἁμαρτημάτων καὶ πολλὴ τοῦ ἀδικεῖν μηδενὸς κωλύοντος φορά, ἀλλὰ προσαναρρηγνυμένων ἀδεῶς ἁπάντων εἰς χορηγίας ἀφθόνους τοῖς πρὸς τὰς ἀπολαύσεις ἑτοιμοτάτοις, καὶ μήποτ’ εἰκότως· οὐ γὰρ ἕν τι μέρος διέφθαρτο τῆς ψυχῆς, ἵνα τοῖς ἄλλοις ὑγιαίνουσι σῴζεσθαι δύναιτο, ἀλλ’ οὐδὲν ἄνοσον οὐδὲ ἀδιάφθαρτον αὐτῆς κατελείπετο· ἰδὼν γὰρ ὅτι πᾶς τις, φησί, διανοεῖται [πᾶς] λογισμός, οὐχὶ μόνος εἷς, τὴν ἁρμόττουσαν ὁ ἀδέκαστος δικαστὴς ἐπήγαγε τιμωρίαν. De_confusione_linguarum 26 οὗτοί εἰσιν οἱ ἐπὶ τῆς ἁλμυρᾶς φάραγγος ὁμαιχμίαν πρὸς ἀλλήλους θέμενοι. κοῖλον γὰρ καὶ τραχὺ καὶ φαραγγῶδες τὸ κακιῶν καὶ παθῶν χωρίον, ἁλμυρὸν τῷ ὄντι καὶ πικρὰς φέρον 2 συμφρονησάντων F: συμφωνησάντων GIIP αὐτῇ νηὶ scripsi: αὐτὴν ^ G, αὐτὴν ἢ F, αὐτὴ HP ἧπον coui. Mang. o κακὸν GF 4 συνέργεια II b συμφορὰ HP; φορά GF, φθορᾶ̣ conit io 8 σύμβολον (vel σημεῖον) aciil. Mans:. 9 τῶν post οὐρανe add. G λαὐρω F 12 ἀναμιγνύμενα IIPL’: ἅμα μιγνύμενα GFL- 13 δεδεμ νον G στρόβοι F 16 νοῦν] νῦν Turn. 17 ἀτιθάσσων F 18 ἡδικlιMι F: ἡδίκειGΗP 1!) ydp om. GF 22 μἡποτ’H:ρήποτ’ οὐκGFP,μἡποτ'οὐκα;.εικότως conicio 23. 24 δύναιτο—ὅτι om. F 23 ἀδιάφθορον coni. Manff. 24 κατελίπετο G, κατελέλειπτο conicio πᾶς sechisi (oui. v) vel scrib. τά πονηβ 25 λογισμὸς ἡμ͂ν νοσεῖ τὴν F 28 κακίστων P, eorr. in rag. καὶ add. Mang. ἁλμυράς F φἐρων GF ὠδῖνας, ὧν ὁ σοφὸς Ἀβραὰμ τὸ ἐνώμοτον καὶ ἔνσπονδον οὔθ’ ὅρκων οὔτε σπονδῶν ἐπάξιον εἰδὼς καθαιρεῖ· λέγεται γὰρ ὅτι „πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν„ (Gen. 14, 3). De_confusione_linguarum 27 ἢ οὐχ ὁρᾷς τοὺς ἐστειρωμένους σοφίαν καὶ τυφλοὺς διάνοιαν, ἣν ὀξυδερκεῖν εἰκὸς ἦν, Σοδομίτας κατὰ γλῶτταν, ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου πάνθ’ ὁμοῦ τὸν λεὼν ἐν κύκλῳ τὴν οἰκίαν τῆς ψυχῆς περιθέοντας, ἵνα τοὺς ξενωθέντας ἱεροὺς καὶ ὁσίους λόγους αὐτῇ, φρουροὺς καὶ φύλακας ὄντας, αἰσχύνωσι καὶ διαφθείρωσι, καὶ μηδένα τὸ παράπαν μήτε τοῖς ἀδικοῦσιν ἐναντιοῦσθαι μήτε τοῦ τι ποιεῖν ἄδικον ἀποδιδράσκειν ἐγνωκότα; De_confusione_linguarum 28 οὐ γὰρ οἱ μέν, οἱ δ’ οὔ, „πᾶς δ’", ὥς φησιν, „ὁ λαὸς περιεκύκλωσαν ἅμα τὴν οἰκίαν, νέοι τε καὶ πρεσβῦται„ (Gen. 19, 4) κατὰ τῶν θείων καὶ ἱερῶν λόγων συνομοσάμενοι, οὓς καλεῖν ἔθος ἀγγέλους. De_confusione_linguarum 29 ἀλλ’ ὅ γε θεοπρόπος Μωυσῆς θράσει πολλῷ ῥέοντας αὐτοὺς ὑπαντιάσας ἐφέξει, κἂν τὸν θρασύτατον καὶ δεινότατον εἰπεῖν ἐν ἑαυτοῖς βασιλέα λόγον προστησάμενοι μιᾷ ῥύμῃ κατατρέχωσι, συναύξοντες τὰ οἰκεῖα καὶ ποταμοῦ τρόπον πλημμύροντες· „ἰδοὺ„ γάρ φησιν „ὁ τῆς Αἰγύπτου βασιλεὺς ἐπὶ τὸ ὕδωρ ἀφικνεῖται. σὺ δὲ στήσῃ συναντῶν αὐτῷ ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ„ (Exod. 7, 15). De_confusione_linguarum 30 οὐκοῦν ὁ μὲν φαῦλος ἔξεισιν ἐπὶ τὴν τῶν ἀδικημάτων καὶ παθῶν ἀθρόων φοράν, ἅπερ ὕδατι ἀπεικάζεται· ὁ δὲ σοφὸς πρῶτον μὲν κτᾶται γέρας παρὰ τοῦ ἑστῶτος ἀεὶ θεοῦ συγγενὲς αὐτοῦ τῇ ἀκλινεῖ καὶ ἀρρεπεῖ πρὸς πάντα δυνάμει λαβών· εἴρηται γὰρ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ„ De_confusione_linguarum 31 (Deut. 5, 31), ἵνα ἐνδοιασμὸν καὶ ἐπαμφοτερισμόν, ἀβεβαίου ψυχῆς διαθέσεις, ἀποδυσάμενος τὴν ὀχυρωτάτην καὶ βεβαιοτάτην διάθεσιν, πίστιν, ἐνδύσηται. ἔπειτα δὲ ἑστώς, τὸ παραδοξότατον, ὑπαντᾷ· „στήσῃ„ γάρ φησιν „ὑπαντιάζων„· καίτοι τὸ μὲν ὑπαντᾶν ἐν κινήσει, κατὰ δ’ ἠρεμίαν τὸ ἵστασθαι θεωρεῖται. De_confusione_linguarum 32 λέγει δὲ οὐ τὰ μαχόμενα, τὰ δὲ τῇ φύσει μάλιστα ἀκολουθοῦντα· ὅτῳ γὰρ ἠρεμεῖν πέφυκεν ἡ γνώμη καὶ ἀρρεπῶς ἱδρῦσθαι, συμβαίνει πᾶσιν ἀνθίστασθαι τοῖς σάλῳ καὶ κλύδωνι χαίρουσι καὶ τὸν γαληνιάσαι δυνάμενον 2 καθαιρεῖ Mang. : καθαίρει codd. o ἁλικὴν G 5 ὀξυδορκεῖν G Σοδομῖται G ἀπὸ] ἐπὶ G 7 αὐτὴ FHP: αὐτὴ G, αὐτῆς Mang. φρουρἀς F 8 tertium καὶ oin. HP μηδενὸς 10 ἐγνωκότος v V2 θείων καὶ ἱερῶν scripsi: θείων ἔργων καὶ codd. καὶ λόγων om. F καλεῖν GF: 9 , καθελεῖν P 13 θεότροπος HPL1 θράσει om. GF 15 post οἰκεῖα add. βὑματα Mang. 16 πλημμυροῦντες conicio 17 στήσῃ F: στήσῃς G, στῆθι IIP 18 τοῦ ποταμοῦ Οἴῃ HP 19 ante ἀθρόων add. καὶ v 23 ἀβεβαίου — ἀκοδυσάμένος om. G ’2\ post διάθεσιν add. καὶ HP ἔστω G "25 φησιν addidi καίτοι codd. : καὶ v 29 γαληνιάσαι HP: γαληνίσαι GF De_confusione_linguarum 33 χειροποιήτῳ χειμῶνι κυμαίνουσιν. εὖ μέντοι γε ἔχει παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ τὴν ἐναντίωσιν συνίστασθαι· χείλη δὲ στόματος μέν ἐστι πέρατα, φραγμὸς δέ τις γλώττης, δι’ ὧν φέρεται τὸ τοῦ λόγου ῥεῦμα, ὅταν ἄρξηται κατέρχεσθαι. De_confusione_linguarum 34 λόγῳ δὲ καὶ οἱ μισάρετοι καὶ φιλοπαθεῖς συμμάχῳ χρῶνται πρὸς τὴν τῶν ἀδοκίμων δογμάτων εἰσήγησιν καὶ πάλιν οἱ σπουδαῖοι πρός τε τὴν τούτων ἀναίρεσιν καὶ πρὸς τὸ τῶν ἀμεινόνων καὶ ἀψευδῶς ἀγαθῶν κράτος ἀνανταγώνιστον. De_confusione_linguarum 35 ὅταν μέντοι πάντα κάλων ἀνασείσαντες ἐριστικῶν δογμάτων ὑπ’ ἐναντίας ῥύμης λόγων ἀνατραπέντες ἀπόλωνται, τὸ ἐπινίκιον δικαίως καὶ προσηκόντως ὁ σοφὸς ᾆσμα χορὸν ἱερώτατον στησάμενος ἐμμελῶς ᾄσεται· De_confusione_linguarum 36 „εἶδε" γάρ φησιν „Ἰσραὴλ τοὺς Αἰγυπτίους„ οὐχ ἑτέρωθι „τεθνεῶτας„ ἀλλὰ παρὰ „τὸ χεῖλος τοῦ ποταμοῦ„ (Exod. 14, 30), θάνατον λέγων οὐ τὴν ἀπὸ σώματος ψυχῆς διάκρισιν, ἀλλὰ τὴν ἀνοσίων δογμάτων καὶ λόγων φθοράν, οἷς ἐχρῶντο διὰ στόματος καὶ γλώττης καὶ τῶν ἄλλων φωνητηρίων ὀργάνων. De_confusione_linguarum 37 λόγου δὲ θάνατός ἐστιν ἡσυχία, οὐχ ἣν οἱ ἐπιεικέστεροι ποιούμενοι σύμβολον αἰδοῦς μετέρχονται — δύναμις γὰρ καὶ ἥδε ἐστὶν ἀδελφὴ τῆς ἐν τῷ λέγειν ταμιευομένη μέχρι καιροῦ τὰ λεκτέα —, ἀλλ’ ἣν οἱ ἐξησθενηκότες καὶ ἀπειρηκότες διὰ τὴν τῶν ἐναντίων ἰσχὺν ὑπομένουσιν ἄκοντες λαβὴν οὐδεμίαν ἔθ’ εὑρίσκοντες. De_confusione_linguarum 38 ὧν τε γὰρ ἂν ἐφάψωνται, διαρρεῖ, καὶ οἷς ἂν ἐπιβῶσιν, οὐχ ὑπομένει, ὡς πρὶν ἢ στῆναι πίπτειν ἀναγκάζεσθαι, ὥσπερ ἡ ἕλιξ, τὸ ὑδρηρὸν ὄργανον, ἔχει· κατὰ γὰρ μέσον αὐτὸ γεγόνασι βαθμοί τινες, ὧν ὁ γεωπόνος, ὅταν ἐθελήσῃ ποτίσαι τὰς ἀρούρας, ἐπιβαίνει μέν, περιολισθαίνει δ’ ἀναγκαίως· ὑπὲρ δὴ τοῦ μὴ πίπτειν συνεχῶς πλησίον ἐχυροῦ τινος ταῖς χερσὶ περιδράττεται, οὗ ἐνειλημμένος τὸ ὅλον σῶμα ἀπῃώρηκεν αὐτοῦ· ὥστε ἀντὶ μὲν ποδῶν χερσίν, ἀντὶ δὲ χειρῶν ποσὶ χρῆσθαι· ἵσταται μὲν γὰρ ἐπὶ χειρῶν, δι’ ὧν εἰσιν αἱ πράξεις, πράττει δ’ ἐν ποσίν, ἐφ’ ὧν εἰκὸς ἵστασθαι. 1 χειροποιείτω F 2 ἐναντίωσιν] συνάντησιν coui. Jlang. 4 προέρχεσθαι conicio 4. 5 φιλοπαθεῖς Mang.: φιλομαθεῖς codd. 5 ἀδοκίμων Turn.: δοκίμων codd. ὁ τούτων GF: ψευδῶν IIP καὶ om. G 7 ἀψευδῶς scripsi : ἀψευδῶν GIIP, ψευδῶν F 8 κάλον G 9 ἀπώλονται G 10 εὐμελῶς HP ἄσατε (r 12 τοῦ ποταμ(υ] τῆς θαλάσσης conicio 13 φοράν IIP 14 ἐχθρῶν τε διὰ G 17 ταμιευομένης G, ταμιευοdνοις F 19 λαβὴν Turn. : βλάβην codd. ἄν Richter: ἐὰν codd. "20 ἂν IIP: iav GF 21 ἐ̔λιγξ II ὑδρηλδν IIP μέσου G 22 αὐτὸ G: αὐτῶ F, αὐτῶν IIP, αὐτῆς v βασμοί GF 24 πλησίον] ποσὶν couicio ἐχυροῦ ora. F τινὸς ἐχυροῦ transpos. G οὗ Turn.: ὡς GF*, 8 EP 25 αὐτοῦ Turn. ὥστε addidi μέν GF: μὲν γὰρ HP χειρῶν δὲ F 26 χρῆσθαι GFII: χρῆται Pv 27 πράττειν G De_confusione_linguarum 39 πολλοὶ δ’ οὐ δυνάμενοι τὰς πιθανὰς τῶν σοφιστῶν εὑρέσεις ἀνὰ κράτος ἑλεῖν τῷ μὴ σφόδρα περὶ λόγους διὰ τὴν ἐν τοῖς ἔργοις συνεχῆ μελέτην γεγυμνάσθαι κατέφυγον ἐπὶ τὴν τοῦ μόνου σοφοῦ συμμαχίαν καὶ βοηθὸν αὐτὸν ἱκέτευσαν γενέσθαι· καθὰ καὶ τῶν Μωυσέως γνωρίμων τις ἐν ὕμνοις εὐχόμενος εἶπεν· „ἄλαλα γενέσθω τὰ χείλη τὰ δόλια„ (Psalm. 30, 19). De_confusione_linguarum 40 πῶς δ’ ἂν ἡσυχάσαι, εἰ μὴ πρὸς μόνου τοῦ καὶ τὸν λόγον αὐτὸν ἔχοντος ὑπήκοον ἐπιστομισθείη; τὰς μὲν οὖν εἰς τὸ ἁμαρτάνειν συνόδους ἀμεταστρεπτὶ φευκτέον, τὸ δὲ ἔνσπονδον πρὸς τοὺς φρονήσεως καὶ ἐπιστήμης ἑταίρους βεβαιωτέον. De_confusione_linguarum 41 παρὸ καὶ τοὺς λέγοντας „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν„ (Gen. 42, 11) τεθαύμακα τῆς εὐαρμόστου συμφωνίας· ἐπεὶ καὶ πῶς οὐκ ἐμέλλετε, φήσαιμ’ ἄν, ὦ γενναῖοι, πολέμῳ μὲν δυσχεραίνειν, εἰρήνην δὲ ἀγαπᾶν, ἕνα καὶ τὸν αὐτὸν ἐπιγεγραμμένοι πατέρα οὐ θνητὸν ἀλλ’ ἀθάνατον, ἄνθρωπον θεοῦ, ὃς τοῦ ἀιδίου λόγος ὢν ἐξ ἀνάγκης καὶ αὐτός ἐστιν ἄφθαρτος; De_confusione_linguarum 42 οἱ μὲν γὰρ πολλὰς ἀρχὰς τοῦ κατὰ ψυχὴν γένους συστησάμενοι, τῷ πολυθέῳ λεγομένῳ κακῷ προσνείμαντες ἑαυτούς, ἄλλοι πρὸς ἄλλων τιμὰς τραπόμενοι ταραχὰς καὶ στάσεις ἐμφυλίους τε καὶ ξενικὰς ἐδημιούργησαν τὸν ἀπ’ ἀρχῆς γενέσεως ἄχρι τελευτῆς βίον πολέμων ἀκηρύκτων καταπλήσαντες. De_confusione_linguarum 43 οἱ δὲ ἑνὶ γένει χαίροντες καὶ ἕνα πατέρα τὸν ὀρθὸν τιμῶντες λόγον, τὴν εὐάρμοστον καὶ πάμμουσον συμφωνίαν ἀρετῶν τεθαυμακότες, εὔδιον καὶ γαληνὸν βίον ζῶσιν, οὐ μὴν ἀργὸν καὶ ἀγενῆ τινα, ὡς ἔνιοι νομίζουσιν, ἀλλὰ σφόδρα ἀνδρεῖον καὶ λίαν ἠκονημένον κατὰ τῶν σπονδὰς λύειν ἐπιχειρούντων καὶ σύγχυσιν ὁρκίων αἰεὶ μελετώντων· τοὺς γὰρ εἰρηναίους φύσει πολεμικοὺς εἶναι συμβέβηκεν ἀντικαθημένους καὶ ἀνθεστῶτας τοῖς τὸ εὐσταθὲς τῆς ψυχῆς ἀνατρέπουσι. De_confusione_linguarum 44 μαρτυρεῖ δέ μου τῷ λόγῳ πρῶτον μὲν ἡ ἑκάστου τῶν φιλαρέτων διάνοια διακειμένη τὸν τρόπον τοῦτον, ἔπειτα δὲ καὶ τοῦ προφητικοῦ θιασώτης χοροῦ, ὃς καταπνευσθεὶς ἐνθουσιῶν ἀνεφθέγξατο· „ὦ μῆτερ, ἡλίκον με ἔτεκες, ἄνθρωπον μάχης καὶ ἄνθρωπον ἀηδίας πάσης τῆς γῆς; οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι, οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν 1 βήσεις coni. Manff. 4 Μωυσέος codd. 5 γενέσθαι GP 7 οὗν om. Η 8. 9 τὸ δὲ—βεβαιωτἐον om. F 9 ἑτέρους Η παρο H: παρ’ GFP 13 καὶ om. G 14 θεοῦ ἄνθρωπον G 15 τῆς et γενέσεως coni. Mang. 15. 16 συνιστάμενοι HPL^ 18 ἐδημιούργησαν τὸν scripsi: ἐδημιουργήσαντο codd. βίου L 20 συμφωνίαν om. F 22 ἀγεννῆ FP νομίζωσιν G 23 ἀεὶ G 24 μεμελετώντων Η 26 τῶν om. GF 27. 28 προφἡπροφήτου F 29 με] μέν G 30 ὠφείλησα, οὐδὲ om. G ὠφείλησα F: ὠφἐὠφέλησά HP ὠφεαησἀν μο-́ scripsi: ὠφείλεσάν μοι GF, ὠφέλησάν με HP ἀπὸ καταρῶν αὐτῶν„ (Ier. 15, 10). De_confusione_linguarum 45 ἀλλ’ οὐ πᾶς σοφὸς πᾶσι φαύλοις ἐχθρός ἐστιν ἄσπονδος, οὐ τριηρῶν ἢ μηχανημάτων ἢ ὅπλων ἢ στρατιωτῶν παρασκευῇ πρὸς ἄμυναν χρώμενος, ἀλλὰ λογισμοῖς; De_confusione_linguarum 46 ὅταν γὰρ τὸν ἐν τῇ ἀπολέμῳ εἰρήνῃ συνεχῆ καὶ ἐπάλληλον ἀνθρώπων ἁπάντων ἴδιον καὶ κοινόν, μὴ κατὰ ἔθνη καὶ χώρας ἢ πόλεις καὶ κώμας αὐτὸ μόνον, ἀλλὰ καὶ κατ’ οἰκίαν καὶ ἕνα ἕκαστον τῶν ἐν μέρει συγκροτούμενον πόλεμον θεάσηται, τίς ἐστιν ὅ γε μὴ παραινῶν, κακίζων, νουθετῶν, σωφρονίζων, οὐ μεθ’ ἡμέραν μόνον ἀλλὰ καὶ νύκτωρ, τῆς ψυχῆς αὐτῷ ἠρεμεῖν μὴ δυναμένης διὰ τὸ μισοπόνηρον φύσει; De_confusione_linguarum 47 πάντα γὰρ ὅσα ἐν πολέμῳ δρᾶται κατ’ εἰρήνην· συλῶσιν, ἁρπάζουσιν, ἀνδραποδίζονται, λεηλατοῦσι, πορθοῦσιν, ὑβρίζουσιν, αἰκίζονται, φθείρουσιν, αἰσχύνουσι, δολοφονοῦσιν, ἄντικρυς, ἢν ὦσι δυνατώτεροι, κτείνουσι. De_confusione_linguarum 48 πλοῦτον γὰρ ἢ δόξαν ἕκαστος αὐτῶν σκοπὸν προτεθειμένος ἐπὶ τοῦτον ὥσπερ βέλη τὰς τοῦ βίου πράξεις ἁπάσας ἀφιεὶς ἰσότητος ἀλογεῖ, τὸ ἄνισον διώκει, κοινωνίαν ἀποστρέφεται, μόνος τὰ πάντων ἔχειν ἀθρόα ἐσπούδακε, μισάνθρωπος καὶ μισάλληλός ἐστιν, ὑποκρινόμενος εὔνοιαν, κολακείας νόθης ἑταῖρος ὤν, φιλίας γνησίου πολέμιος, ἀληθείας ἐχθρός, ὑπέρμαχος ψεύδους, βραδὺς ὠφελῆσαι, ταχὺς βλάψαι, διαβαλεῖν προχειρότατος, ὑπερασπίσαι μελλητής, δεινὸς φενακίσαι, ψευδορκότατος, ἀπιστότατος, δοῦλος De_confusione_linguarum 49 ὀργῆς, εἴκων ἡδονῇ, φύλαξ κακῶν, φθορεὺς ἀγαθῶν. ταῦτα καὶ τὰ τοιαῦτα τῆς ᾀδομένης καὶ θαυμαζομένης εἰρήνης περιμάχητα κειμήλια, ἅπερ ἡ ἑκάστου τῶν ἀφρόνων ἀγαλματοφοροῦσα διάνοια τέθηπε καὶ προσκυνεῖ. ἐφ’ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν 1 ἀυτῶν om. HP ἀλλ’ οὐ G2HPL1, ἆρ᾿ οὐ conicio 2 ἤ ὅπλων om. L 2. 3 στρατιωτικῶν F 3 ἄμειναν F ἀλλὰ λογισμοῖς Benzelius: ἐπιλογισμοῖς codd. 4 συνεχῶς HP 5 κεινὸν F, κοινῆ L2 ἤ] καὶ conicio (cf. De gig. § 51) ὁ τῶν] τὸν F 7 θεάσητε Η τίς L: τοῖς GFHP ὅ γε F: ὅτε GHP παραινῶν scripsi: παροῦσι codd., παρανοοῦσι Mang. 11 αἰσχύνουσιν Η 12 ἤν] ἤ F 15 ἔχειν τὰ πάντων HP 16 νωθὴς G 18 διαβάλλειν Η 19 μελητής Ρ, ἀμελητής F ἀπιστότατος om. G 3 sqq. cf. ad lin. 2." 23 sqq. Oriijenes Ilomilia XIV, 5 in lerennam p. 211: τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε tiij τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς ἣν μητέρα τὴν σωμτικήν, ἀλλά πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾶ προφήτας; ἡ σο·.ία τοπͅ θεοῦ .... εἴρηται οὑν „οίμοι ἐγώ, μῆτερις ἐμὴ σοφία „ὡς τίνα με gτεκες ἄνδρα δ‘καζόμενον;ί‘ τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, 7να διακρίνωμαι ota τοὺς ἐλέγχους, διά τἀς ἐπιπ ἥξεις, διὰ τὴν διδαίκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· „ὦ μῆτερ, ἡλίκον με ἔτεκες„, οὐ δυνάμει σώματος, ἀλλὰ τῇ πρὸς τὸ μισοπόνηρον ἀλκῇ, ἄνθρωπον ἀηδίας καὶ μάχης, φύσει μὲν εἰρηνικόν, διὰ δὲ τοῦτο καὶ πολεμικὸν κατὰ τῶν αἰσχυνόντων τὸ περιμάχητον κάλλος εἰρήνης. De_confusione_linguarum 50 „οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησάν μοι"· οὔτε γὰρ αὐτοὶ τοῖς ἐμοῖς ἀγαθοῖς ποτε ἐχρήσαντο, οὔτε ἐγὼ τοῖς ἐκείνων κακοῖς, ἀλλὰ κατὰ τὸ Μωυσέως γράμμα „ἐπιθύμημα οὐδενὸς αὐτῶν ἔλαβον" (Num. 16, 15), σύμπαν τὸ τῆς ἐπιθυμίας αὐτῶν γένος θησαυρισαμένων παρ’ ἑαυτοῖς ὡς μέγιστον ὄφελος ὑπερβάλλον βλάβος. De_confusione_linguarum 51 ,οὐδὲ ἡ ἰσχύς μου ἐξέλιπεν ἀπὸ τῶν ἀρῶν ἃς ἐτίθεντό μοι„, δυνάμει δὲ κραταιοτάτῃ τῶν θείων ἐνειλημμένος δογμάτων οὔτε κακούμενος ἐκάμφθην, ἀλλὰ ἐρρωμένως ὠνείδισα τοῖς ἐξ ἑαυτῶν μὴ καθαιρομένοις· De_confusione_linguarum 52 „ἔθετο γὰρ ἡμᾶς ὁ θεὸς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν„, ὡς καὶ ἐν ὕμνοις που λέλεκται (Psalm. 79, 7), πάντας τοὺς ὀρθῆς γνώμης ἐφιεμένους. ἀλλ’ οὐκ ἀντιλογικοὶ φύσει γεγόνασιν, ὅσοι τὸν ἐπιστήμης καὶ ἀρετῆς ζῆλον ἔσχον ἀεί, τοῖς γείτοσι ψυχῆς ἀντιφιλονεικοῦντες, ἐλέγχοντες μὲν τὰς συνοίκους ἡδονάς, ἐλέγχοντες δὲ τὰς ὁμοδιαίτους ἐπιθυμίας, δειλίας τε καὶ φόβους, τὸ παθῶν καὶ κακιῶν στῖφος δυσωποῦντες, ἐλέγχοντες μέντοι καὶ πᾶσαν αἴσθησιν, περὶ μὲν ὧν εἶδον ὀφθαλμούς, περὶ ὧν δὲ ἤκουσαν ἀκοάς, ὀσμάς τε περὶ ἀτμῶν καὶ γεύσεις περὶ χυμῶν, ἔτι δὲ ἁφὰς περὶ τῶν κατὰ τὰς προσπιπτούσας τῶν ἐν τοῖς σώμασι δυνάμεων ἰδιότητας, καὶ μὲν δὴ τὸν προφορικὸν λόγον περὶ ὧν διεξελθεῖν ἔδοξε; De_confusione_linguarum 53 τίνα γὰρ ἢ πῶς ἢ διὰ τί ἡ αἴσθησις ᾔσθετο ἢ ὁ λόγος διηρμήνευσεν ἢ τὸ πάθος διέθηκεν, ἄξιον ἐρευνᾶν μὴ παρέργως καὶ τῶν σφαλμάτων διελέγχειν ἕκαστον. De_confusione_linguarum 54 ὁ δὲ μηδενὶ τούτων ἀντιλέγων, ἅπασι δὲ ἑξῆς συνεπινεύων ἑαυτὸν λέληθεν ἀπατῶν καὶ ἐπιτειχίζων ψυχῇ βαρεῖς γείτονας, οἷς ἄμεινον ὑπηκόοις ἢ ἄρχουσι χρῆσθαι· ἡγεμονεύοντες μὲν γὰρ πολλὰ πημανοῦσι καὶ μεγάλα βασιλευούσης παρ’ αὐτοῖς ἀνοίας, ὑπακούοντες δὲ τὰ δέονθ’ ὑπηρετήσουσι 1 με] ὢν G 2 πρὸς] περὶ conicio τὸ acldidi 4 ὠφέλησα HP 5 ὠφείλησάν μοι G: ὠφεεσάν μοι F, ὠφέλησάν ᾦ HP γὰρ om. v τῆς ἐμῆς F 6 mσἐως GF, μωυσἐος HP 9 ὑπερβαλὸν F 11 οκ̓́ε] scrib. οὐ vel post ἐκάμφθην lacnna statuenda κακούμενος scripsi: ἐκκακούμενος codd. ἐκνάμφην, ἐκνἀμφθην P αὐτῶν Η 12 μὴ καθαιρουdνοις G, μοι καταρωμένοις v 14 aXX’] ἀρ’ conicio 15 τὸν] τὴν P · ζῆλον GFL^: λόγον HL’, λάλον P 17 εἴας] fort. λύπας καὶ πᾶν τὸ conicio 19 εἰδομ ὧν om. G 20 κεὁσεις F 21 ἰδιοψων couicio 23 διερμήνευσεν GF 25 ἀπαιτῶν (ι in ras.) F 2G ψυχῇ Turn.: ψυχῆς codd. 27 μέν om. HP ποιμανοῦσι G 28 ἀνίας HP’ ὑπηρετοῦσι HP πειθηνίως οὐκέθ’ ὁμοίως ἀπαυχενίζοντες. De_confusione_linguarum 55 οὕτως μέντοι τῶν μὲν ὑπακούειν μαθόντων, τῶν δ’ οὐκ ἐπιστήμῃ μόνον ἀλλὰ καὶ δυνάμει τὴν ἀρχὴν λαβόντων πάντες οἱ δορυφόροι καὶ ὑπέρμαχοι ψυχῆς συμφρονήσουσι λογισμοὶ καὶ τῷ πρεσβυτάτῳ τῶν ἐν αὐτοῖς προσελθόντες ἐροῦσιν· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν αὐτῶν οὐδὲ εἷς" (Num. 31, 49), ἀλλ’ ὥσπερ τὰ μουσικῆς ὄργανα ἄκρως ἡρμοσμένα πᾶσι τοῖς φθόγγοις, οὕτως ἡμεῖς πάσαις ταῖς ὑφηγήσεσι συνηχήσαμεν, ἐκμελὲς ἢ ἀπῳδὸν οὐδὲν οὔτε ῥῆμα εἰπόντες οὔτ’ ἔργον διαπραξάμενοι, ὡς τὸν ἕτερον τῶν ἀμούσων χορὸν πάντα ἄφωνον καὶ νεκρὸν ἀποδεῖξαι γελασθέντα τὴν τῶν σωματικῶν τροφὴν Μαδιὰμ καὶ τὸν ἔκγονον αὐτῆς δερμάτινον ὄγκον Βεελφεγὼρ ὄνομα ὑπνοῦντα (Num. 25,3). De_confusione_linguarum 56 γένος γάρ ἐσμεν „τῶν ἐπιλέκτων τοῦ" τὸν θεὸν ὁρῶντος „Ἰσραήλ„, ὧν „διεφώνησεν οὐδὲ εἷς" (Exod. 24,11), ἵνα τὸ τοῦ παντὸς ὄργανον, ὁ κόσμος πᾶς, ταῖς ἁρμονίαις μουσικῶς μελῳδῆται. De_confusione_linguarum 57 διὰ τοῦτο καὶ Μωυσῆς τῷ πολεμικωτάτῳ λόγῳ, ὃς καλεῖται Φινεές, γέρας εἰρήνην φησὶ δεδόσθαι (Num. 25, 12), ὅτι ζῆλον τὸν ἀρετῆς λαβὼν καὶ πόλεμον πρὸς κακίαν ἀράμενος ὅλην ἀνέτεμε γένεσιν * * * ἑξῆς τοῖς βουλομένοις, διακύψασι καὶ διερευνησαμένοις ἀκριβῶς ὄψει πρὸ ἀκοῆς σαφεστέρῳ χρησαμένοις μάρτυρι, πιστεῦσαι, ὅτι γέμει τὸ θνητὸν ἀπιστίας, ἐκ μόνου τοῦ δοκεῖν ἠρτημένον. De_confusione_linguarum 58 θαυμάσιος μὲν οὖν ἡ λεχθεῖσα συμφωνία, θαυμασιωτάτη δὲ καὶ πάσας τὰς ἁρμονίας ὑπερβάλλουσα ἡ κοινὴ πάντων, καθ’ ἣν ὁ λαὸς ἅπας ὁμοθυμαδὸν εἰσάγεται λέγων· „πάντα ὅσα εἶπεν ὁ θεός, ποιήσομεν καὶ ἀκουσόμεθα„ (Deut. 5, 27)· οὗτοι γὰρ οὐκέτι ἐξάρχοντι πείθονται λόγῳ, De_confusione_linguarum 59 ἀλλὰ τῷ τοῦ παντὸς ἡγεμόνι θεῷ, δι’ ὃν πρὸς τὰ ἔργα φθάνουσι μᾶλλον ἢ τοὺς λόγους ἀπαντῶντες· τῶν γὰρ ἄλλων ἐπειδὰν ἀκούσωσι πραττόντων οὗτοι, τὸ παραδοξότατον, ὑπὸ κατοκωχῆς ἐνθέου πράξειν φασὶ πρότερον, 1 ἐπαυχενίζοντ2ς P οὕτω HP μέν ora. Η 3. 4 συμφωνήσουσι conicio 4 λογισμοῖς G ὁ (aTi’’) αὐτῶν conicio 7 ἀλλὰ GF πᾶσαι IIP 8 ἐκμενὲς H 9 οὐδὲν οὔτε scripsi: οὐδὲ codd. οὔι’ codd. : ουδ’ v 10 πάντη Η γελασθέντα] τελεσθέντα coni. llani?., ἀγαπήσαντα vel γελάσαντες conicio 11 τροp̀ν coni. Mang. ἔγγονον v 12 Βεελφαγὼρ v ὑπνοῦντα] διαφωνοῦντα coni. Mang. τό ἐπίλεκτον coni. Mang. 16 εἰρήνην GF: εἰρήνη, εἰρήνης Pv 18 lacunam statui ἐξ ἧς coni. Cohn et ante τοῖς lacunam statuit 19 πρὸ IIP: πρὸς GF ad πιστεῦσαι add. δεῖ vel χρὴ Mang. 20 ἡρτισμἐνον G 23 ποιήσομεν καὶ ἀκουσόμεθα Turn.: ποιἡσωυͅεν καὶ ἀκουσώμεθα codd. 24 τῷ om. GF 25 ὃν GFP: ὧν II, 8 conicio 27 κατοκωχῆς scripsi: κατακωχῆς codd. ἐκ Oeou v εἶτα ἀκούσεσθαι, ἵνα μὴ διδασκαλίᾳ καὶ ὑφηγήσει δοκῶσιν, ἀλλὰ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ διανοίᾳ πρὸς τὰ καλὰ τῶν ἔργων ὑπαντᾶν· ἐργασάμενοι δὲ ἀκούσεσθαί φασιν, ὅπως ἐπικρίνωσι τὰ πραχθέντα, εἰ λόγοις θείοις καὶ ἱεραῖς παραινέσεσι συνᾴδει. De_confusione_linguarum 60 Τοὺς δὲ συνομοσαμένους ἐπ’ ἀδικήμασιν „ἀπὸ ἀνατολῶν„ φησι „κινήσαντας εὑρεῖν πεδίον ἐν τῇ γῇ Σεναὰρ κἀκεῖ κατοικῆσαι„ (Gen. 11,2), φυσικώτατα· διττὸν γὰρ εἶδος τῆς κατὰ τὴν ψυχὴν ἀνατολῆς, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μέν, ὅταν ἡλιακῶν ἀκτίνων τρόπον ἀνάσχῃ τὸ ἀρετῶν φέγγος, χεῖρον δ’, ὅταν αἱ μὲν ἐπισκιασθῶσι, κακίαι δὲ ἀνάσχωσι. De_confusione_linguarum 61 παράδειγμα τοῦ μὲν προτέρου τόδε· „καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς„ (Gen. 2, 8), οὐ χερσαίων φυτῶν, ἀλλ’ οὐρανίων ἀρετῶν, ἃς ἐξ ἀσωμάτου τοῦ παρ’ ἑαυτῷ φωτὸς ἀσβέστους εἰσαεὶ γενησομένας ὁ φυτουργὸς ἀνέτειλεν. De_confusione_linguarum 62 ἤκουσα μέντοι καὶ τῶν Μωυσέως ἑταίρων τινὸς ἀποφθεγξαμένου τοιόνδε λόγιον· „ἰδοὺ ἄνθρωπος ᾧ ὄνομα ἀνατολή„ (Zach. 6, 12)· καινοτάτη γε πρόσρησις, ἐάν γε τὸν ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα λέγεσθαι νομίσῃς· ἐὰν δὲ τὸν ἀσώματον ἐκεῖνον, θείας ἀδιαφοροῦντα εἰκόνος, ὁμολογήσεις ὅτι εὐθυβολώτατον ὄνομα ἐπεφημίσθη τὸ ἀνατολῆς αὐτῷ· De_confusione_linguarum 63 τοῦτον μὲν γὰρ πρεσβύτατον υἱὸν ὁ τῶν ὅλων ἀνέτειλε πατήρ, ὃν ἑτέρωθι πρωτόγονον ὠνόμασε, καὶ ὁ γεννηθεὶς μέντοι, μιμούμενος τὰς τοῦ πατρὸς ὁδούς, πρὸς παραδείγματα ἀρχέτυπα ἐκείνου βλέπων ἐμόρφου τὰ εἴδη. De_confusione_linguarum 64 τοῦ δὲ χείρονος ἀνατολῆς εἴδους ὑπόδειγμα τὸ λεχθὲν ἐπὶ τοῦ βουλομένου τὸν ἐπαινούμενον ὑπὸ θεοῦ καταράσασθαι· πρὸς γὰρ ἀνατολαῖς εἰσάγεται κἀκεῖνος οἰκῶν, αἵτινες ὁμωνυμοῦσαι ταῖς προτέραις ἐναντιότητα καὶ μάχην πρὸς αὐτὰς ἔχουσιν· „ἐκ Μεσοποταμίας„ De_confusione_linguarum 65 γάρ φησι „μετεπέμψατό 6 κιτήσαντες GF Σεννὰρ HP 9 κακίαι GF: κἀκεΤνι Η 10 τοῦ {AEv] fxev οὑν τοῦ conicio πρότερον F 12. 13 ἀσβέστου GF 13 εἰς οἱ GH ἠκούσαμέν τε καὶ PL 14 Μωυσέως P: Μωυσέος GFH, Μωσέως Eus τινὸς om. G λόγιον Eus: λόγον codd. 15 γε om. Eus πρόρρησις P 16 γε Eus: μή γε codd., μέν γε v 17 θείαν ἰδέαν φοροῦντα, ἱκανῶς ὁμολογήσεις Eus 18 τό] tu) F ἀνατολὴ plerique codd. Eus 19 oX(ov Eus: ὄντων codd. 21 τὰ Eus: om. codd. 22 ἐπὶ GFP: ὑπὸ H 23 τὸν G-: om. G’FHP ἐπαινούμενον] εὐλογούμενον coni. ilang. τοῦ θεοῦ HP 13 — 21 Eus. Pr. ev. XI 15 καὶ πάλιν ἐπἐγει· νΠκουσα μἐwοι-τ̀ εἔδη. ταῦτά μοι ἀπὸ Toii ‘Eβραίου Φάωνος ἐνταῦθα κείσθω ληfiἐντα ἐκ συγγράμμτος, ᾧ τἐωιτι ἐπιγραφή· πέρι τοῦ τὸ χεῖρqν τῷ κρείττονι φιλεῖν ἐπιτίθεσθαι. με Βαλάκ, ἐξ ὀρέων ἀπὸ ἀνατολῶν, λέγων· δεῦρο ἄρασαί μοι ὃν μὴ ἀρᾶται ὁ θεός„ (Num. 23, 7. 8). ἑρμηνεύεται δὲ Βαλὰκ ἄνους, εὐθυβολώτατα· πῶς γὰρ οὐκ ἄνοια δεινὴ τὸ ὂν ἐλπίσαι ἀπατᾶσθαι καὶ γνώμην αὐτοῦ τὴν βεβαιοτάτην ἀνθρώπων σοφίσμασι παρατρέπεσθαι; De_confusione_linguarum 66 διὰ τοῦτο καὶ Μεσοποταμίαν οἰκεῖ καταπεποντωμένης ὥσπερ ἐν μεσαιτάτῳ ποταμοῦ βυθῷ τῆς διανοίας αὐτοῦ καὶ μὴ δυναμένης ἀνανήξασθαι καὶ ἀνακῦψαι· τοῦτο δὲ τὸ πάθος ἀνατολὴ μὲν ἀφροσύνης, κατάδυσις δὲ εὐλογιστίας ἐστίν. De_confusione_linguarum 67 οἱ τὴν ἀσύμφωνον οὖν ἁρμοζόμενοι συμφωνίαν ἀπὸ ἀνατολῶν κινεῖσθαι λέγονται. πότερον ἄρα γε τῶν κατ’ ἀρετὴν ἢ τῶν κατὰ κακίαν; ἀλλ’ εἰ μὲν τῶν κατ’ ἀρετήν, παντελὴς ὑπογράφεται διάζευξις· εἰ δὲ τῶν κατὰ κακίαν, ἡνωμένη τις κίνησις, καθάπερ ἐπὶ χειρῶν ἔχει, οὐκ ἰδίᾳ κατὰ ἀπάρτησιν, ἀλλ’ ἐν ἁρμονίᾳ τινὶ τῷ ὅλῳ σώματι συγκινουμένων. De_confusione_linguarum 68 ἀρχὴ γὰρ καὶ ἀφορμὴ φαύλῳ πρὸς τὰς παρὰ φύσιν ἐνεργείας τὸ κακίας χωρίον· ὅσοι δὲ μετανάσται μὲν ἀρετῆς ἐγένοντο, ταῖς δ’ ἀφροσύνης ἐχρήσαντο ἀφορμαῖς, οἰκειότατον εὑρόντες οἰκοῦσι τόπον, ὃς Ἑβραίων μὲν γλώττῃ Σεναάρ, Ἑλλήνων δὲ ἐκτιναγμὸς καλεῖται· De_confusione_linguarum 69 σπαράττεται γὰρ καὶ κλονεῖται καὶ τινάττεται πᾶς ὁ τῶν φαύλων βίος, κυκώμενος ἀεὶ καὶ ταραττόμενος καὶ μηδὲν ἴχνος ἀγαθοῦ γνησίου θησαυριζόμενος ἐν ἑαυτῷ. καθάπερ γὰρ τῶν ἀποτιναττομένων ὅσα μὴ ἑνώσει διακρατεῖται πάντα ἐκπίπτει, τοῦτόν μοι δοκεῖ καὶ ἡ τοῦ συμπεπνευκότος ἐπὶ τῷ ἀδικεῖν ἐκτετινάχθαι τὸν τρόπον ψυχή· πᾶσαν γὰρ ἰδέαν ἀρετῆς ἀπορρίπτει, ὡς μήτε σκιὰν μήτε εἴδωλον αὐτῆς ἐμφαίνεσθαι τὸ παράπαν. De_confusione_linguarum 70 τὸ γοῦν φιλοσώματον γένος τῶν Αἰγυπτίων οὐκ ἀπὸ τοῦ ὕδατος, 2 ἄνους HPL^: ὁ νοῦς GFL^ 3 οὐκ ἄνοια δεινὴ scripsi (ἄνοια δεινὴ om. οὐκ Mang): οἶα δεῖν ἢ GFL"^, οὐ δεινὸν HPL’, οἷοντε ἣν Turn. 5 καταπεποντωHνης Turn.: -καταπεποντωμἐνην F, καταπεποντισμένος G, καταπεποντωdνος HP 7 ἀνακαλύψαι PL 8 εὐλογίας HP 9 ἄρα γε om. HP κατ’ ἀρετὴν ἡ τῶν addidi 10 εἰ GF: ἡ HP 11 εἰ GF: ἡ HP 13 καὶ ἀφορμὴ scripsi: καὶ ἀφροσύνη GF, ἡ ἀφροσύνη HP 14 ἐγίνοντο G 16 post ἐκτιναγμὸς add. ὀδόντων Mang. 17 τινάσσεται G 19 τιῦν GF: ἐκ τῶν HP 20 ἐκπίπτει P: ἐκπέμπει GFH, quod servari potest, si legas τὸ ἀποτιναττόμενον 21 Ttj)] τὸ G τὸν om. GF 22 αὐτῆς scripsi: αὐτὴ codd. 23. 243,1 οὐκ-τῶν om. HP 5 sqq. Origenes Homilia XV 1 in Numej-os p. S2G: si quis ergo inter ista fluraina fuerit Babylonis, si quis rheumatibus libidinis inuudatur et luxuriae aestibus circumluitur, iste non dicitur stare .... quales autem isti sunt montes, talem habent et orientem. habet enim et ortum luminis sui ille, qui convertit se sicut augelum lucis. 15. 16 Oriyenes Contra Celsiun V SO p. 600 (Philocalia ed. Robinson p. 184): καὶ οὗτοι ἐπὰν κινήσωσιν ἀπὸ τῶν ἀνατολῶν ἑαυτοὺς ἀλλότρια ἀνατολῶν φρονοῦντες, εὑρισκέτωσαν πεδίον ἐν γῇ Σενναάρ, ὅπερ ἑρμηνεύεται ὀδόντων ἐκτιναγμός .... ἀλλ’ „ὑπὸ τὸ ὕδωρ„ φεῦγον, τουτέστιν ὑπὸ τὴν τῶν παθῶν φοράν, εἰσάγεται, καὶ ἐπειδὰν ὑποδράμῃ τὰ πάθη, τινάττεται καὶ κυκᾶται, τὸ μὲν εὐσταθὲς καὶ εἰρηναῖον ἀποβάλλον ἀρετῆς, τὸ δὲ ταραχῶδες ἐπαναιρούμενον κακίας· λέγεται γὰρ ὅτι „ἐξετίναξε τοὺς Αἰγυπτίους κατὰ μέσον τῆς θαλάσσης φεύγοντας ὑπὸ τὸ ὕδωρ„ (Exod. 14, 27). De_confusione_linguarum 71 οὗτοί εἰσιν οἱ μηδὲ τὸν Ἰωσὴφ εἰδότες, τὸν ποικίλον τοῦ βίου τῦφον, ἀλλ’ ἀποκεκαλυμμένοις χρώμενοι τοῖς ἁμαρτήμασιν, οὐδὲ ἴχνος ἢ σκιὰν καὶ εἴδωλον καλοκἀγαθίας ταμιευσάμενοι· „ἀνέστη„ De_confusione_linguarum 72 γάρ φησι „βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον„, ὃς οὐδὲ τὸ πανύστατον καὶ νεώτατον αἰσθητὸν ἀγαθὸν „ᾔδει τὸν Ἰωσήφ„ (Exod. 1,8), ὅστις οὐ μόνον τελειότητας ἀλλὰ καὶ προκοπάς, οὐδὲ ἐνάργειαν τὴν οἵαν δι’ ὁράσεως ἀλλὰ καὶ διδασκαλίαν τὴν δι’ ἀκοῆς ἐγγινομένην. ἀνῄρει λέγων· „δεῦρο ἄρασαί μοι τὸν Ἰακώβ, καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ἰσραήλ„ (Num. 23,7), ἴσον τῷ ἐλθέ, ἀμφότερα κατάλυσον, ὅρασίν τε καὶ ἀκοὴν ψυχῆς, ἵνα μηδὲν ἀληθὲς καὶ γνήσιον καλὸν μήτε ἴδῃ μήτε ἀκούσῃ· ὁράσεως μὲν γὰρ Ἰσραήλ, Ἰακὼβ δὲ ἀκοῆς σύμβολον. De_confusione_linguarum 73 ὁ μὲν δὴ τῶν τοιούτων νοῦς ἀπορρίπτει πᾶσαν τὴν ἀγαθοῦ φύσιν τρόπον τινὰ τιναττόμενος, ἔμπαλιν δ’ ὁ τῶν ἀστείων, ἀμιγοῦς καὶ ἀκράτου μεταποιούμενος τῆς τῶν ἀγαθῶν ἰδέας, ἀποτινάττει καὶ ἀποβάλλει τὰ φαῦλα· De_confusione_linguarum 74 θέασαι γοῦν τὸν ἀσκητὴν οἷά φησιν· „ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους τοὺς μεθ’ ὑμῶν ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ„ (Gen. 35,2. 3), ἵνα, κἂν Λάβαν ἔρευναν αἰτῆται, ἐν ὅλῳ τῷ οἴκῳ μὴ εὑρεθῇ τὰ εἴδωλα (Gen. 31,35), ἀλλὰ πράγματα ὑφεστηκότα καὶ ὄντως ὑπαρκτά, ἐστηλιτευμένα ἐν τῇ τοῦ σοφοῦ διανοίᾳ, ὧν καὶ τὸ αὐτομαθὲς γένος Ἰσαὰκ κληρονομεῖ· τὰ γὰρ ὑπαρκτὰ μόνος οὗτος παρὰ τοῦ πατρὸς λαμβάνει (Gen. 25,5). De_confusione_linguarum 75 Παρατήρει δ’ ὅτι οὔ φησιν ἐλθεῖν αὐτοὺς εἰς τὸ πεδίον ἐν ᾧ κατέμειναν, ἀλλὰ εὑρεῖν ἀναζητήσαντας πάντως καὶ σκεψαμένους τὸ ἐπιτηδειότατον ἀφροσύνης χωρίον· τῷ γὰρ ὄντι πᾶς ἄφρων οὐ παρ’ ἑτέρου λαμβάνει ἑαυτῷ τὰ δὲ κακὰ ζητῶν ἀνευρίσκει, μὴ μόνοις ἀρκούμενος τούτοις ἐφ’ ἅπερ ἡ μοχθηρὰ φύσις δι’ ἑαυτῆς βαδίζει, ἀλλὰ καὶ 1 φορῶν P’ 3 εὐσταλὲς Η 7 οὐδέν G ἡ σκιάν καὶ Turn. : ἢ σκιὰ καὶ HP, σκιάς GF 11 ἐνάργειαν F: ἐναργίαν G, ἐνέργειαν Η 14 τῳ] τὸ GH 15 κάλλος conicio μήτ’ ερὸη F 17 ταραττόμενος P 19 φαῦλα Mang.: φύλλα codd. θέασαι FL-: θέασον GHPLi γοῦν scripsi: οὖν codd. 22 ἐρευνᾶν HP 23 αἰτῆτε HP, ποιῆται conicio εὑρεθῆναι HP ἀλλά add. Mang. 25 ὧν] 3 Mang. 27 παρατηρήσεις L 29 ἀφροσύνῃ conicio 30 λαμβάνει, ἐξ ἑαυτοῦ (ἐν ἑαυτῷ Cohn) δὲ τὰ κακὰ conicio μόνοις Mang. : μόνον codd. προστιθεὶς τὰ ἐκ τοῦ κακοτεχνεῖν τέλεια γυμνάσματα. De_confusione_linguarum 76 καὶ εἴθε μέντοι πρὸς ὀλίγον ἐνδιατρίψας αὐτοῖς χρόνον μετανίστατο. νυνὶ δὲ καὶ καταμένειν ἀξιοῖ· λέγεται γὰρ ὅτι εὑρόντες τὸ πεδίον κατῴκησαν ὡς ἐν πατρίδι, οὐχ ὡς ἐπὶ ξένης παρῴκησαν. ἧττον γὰρ ἦν δεινὸν συντυχόντας ἁμαρτήμασιν ὀθνεῖα αὐτὰ καὶ ὥσπερ ἀλλοδαπὰ νομίσαι, ἀλλὰ μὴ οἰκεῖα καὶ συγγενῆ ὑπολαβεῖν εἶναι· παρεπιδημήσαντες γὰρ κἂν ἀπέστησαν αὖθις, κατοικήσαντες δὲ βεβαίως καταμένειν εἰσάπαν ἔμελλον. De_confusione_linguarum 77 διὰ τοῦτο οἱ κατὰ Μωυσῆν σοφοὶ πάντες εἰσάγονται παροικοῦντες· αἱ γὰρ τούτων ψυχαὶ στέλλονται μὲν ἀποικίαν οὐδέποτε τὴν ἐξ οὐρανοῦ, εἰώθασι δὲ ἕνεκα τοῦ φιλοθεάμονος καὶ φιλομαθοῦς εἰς τὴν περίγειον φύσιν ἀποδημεῖν. De_confusione_linguarum 78 ἐπειδὰν οὖν ἐνδιατρίψασαι σώμασι τὰ αἰσθητὰ καὶ θνητὰ δι’ αὐτῶν πάντα κατίδωσιν, ἐπανέρχονται ἐκεῖσε πάλιν, ὅθεν ὡρμήθησαν τὸ πρῶτον, πατρίδα μὲν τὸν οὐράνιον χῶρον ἐν ᾧ πολιτεύονται, ξένην δὲ τὸν περίγειον ἐν ᾧ παρῴκησαν νομίζουσαι· τοῖς μὲν γὰρ ἀποικίαν στειλαμένοις ἀντὶ τῆς μητροπόλεως ἡ ὑποδεξαμένη δήπου πατρίς, ἡ δ’ ἐκπέμψασα μένει τοῖς ἀποδεδημηκόσιν, εἰς ἣν καὶ ποθοῦσιν ἐπανέρχεσθαι. De_confusione_linguarum 79 τοιγαροῦν εἰκότως Ἀβραὰμ ἐρεῖ τοῖς νεκροφύλαξι καὶ ταμίαις τῶν θνητῶν, ἀναστὰς ἀπὸ τοῦ νεκροῦ βίου καὶ τύφου· „πάροικος καὶ παρεπίδημός εἰμι ἐγὼ μεθ’ ὑμῶν„ (Gen. 23, 4), αὐτόχθονες δὲ ὑμεῖς, κόνιν καὶ χοῦν ψυχῆς προτιμήσαντες, προεδρίας ἀξιώσαντες ὄνομα Ἐφρών, ὃς ἑρμηνεύεται χοῦς. De_confusione_linguarum 80 εἰκότως δὲ καὶ ὁ ἀσκητὴς Ἰακὼβ τὴν ἐν σώματι παροικίαν ὀλοφύρεται λέγων· „αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν· οὐκ ἐξίκοντο εἰς ἡμέρας τῶν πατέρων μου ἃς παρῴκησαν„ (Gen. 47,9). De_confusione_linguarum 81 τῷ δ’ αὐτοδιδάκτῳ καὶ λόγιον ἐχρήσθη τοιόνδε· „μὴ καταβῇς εἰς„ τὸ πάθος „Αἴγυπτον, κατοίκησον δ’ ἐν τῇ γῇ ἣν ἄν σοι εἴπω„ (Gen. 26,2), τῇ ἀδείκτῳ καὶ ἀσωμάτῳ φρονήσει, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, τῇ δεικνυμένῃ καὶ αἰσθητῇ 1 dντοι] μέν τι F 2 χρόνου G καὶ om. G’F 3 λέγοντες HPL’ 7 εἰς ἅπαν H 9 οὐδέποτε Cohn: δέ ποτε GF, δὴ ποτε HP 10 ἐπίγειον coni. Mang. 11 ἐντρίψασαι G σώματι HP 12 αὑτῶν Η κἀκεῖσε HPL’ 13 ξένην Mang.: ξένον codd. 15 δή] δοκεῖ mg. P 17 Ἀβραὰμ, Ἁβρὰμ F 18 τ)́φου codd. : τάφου v 20 προσεδρίας G, προεδρίαν HP τὸν ὄνομα coni. Mang., (o’j) ὄνομα Cohn 21 ὃς GF: HP ὒ] ὡς F 23 ἐξήκοντα G, ἐξίκοντα Ε 26 ἀσωμ́των G 3 sqq. Origenes, Selecta in Genesim p. 34: Ἀβραὰμ οὐ κατῴκει Αῖγυmον, ἀλλά παρῴκει, ibid.: ὡς φαῦλοι οἱ xαναναῖοι κατῴκουν καὶ οὐ παρῴκουν τὴν γῆν· ὥστε φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν. — cf. Auyustini Quaestionem de Genesi CLVI. οὐσίᾳ, πρὸς τὸ δεῖξαι ὅτι παροικεῖ μὲν ὁ σοφὸς ὡς ἐν ξένῃ σώματι αἰσθητῷ, κατοικεῖ δ’ ὡς ἐν πατρίδι νοηταῖς ἀρεταῖς, ἃς λαλεῖ ὁ θεὸς ἀδιαφορούσας λόγων θείων. De_confusione_linguarum 82 Μωυσῆς δὲ „γειώρας„ φησίν „εἰμὶ ἐν γῇ ἀλλοτρίᾳ„ (Exod. 2,22), διαφερόντως οὐ μόνον ξένην τὴν ἐν σώματι μονὴν ὡς οἱ μέτοικοι νομίζων, ἀλλὰ καὶ ἀλλοτριώσεως ἀξίαν οὐκ ἔμπαλιν οἰκειώσεως ὑπολαμβάνων. De_confusione_linguarum 83 Τὸ δ’ ὁμόφωνον καὶ ὁμόγλωττον οὐκ ἐν τοῖς ὀνόμασι καὶ ῥήμασι μᾶλλον ἢ ἐν τῇ τῶν ἀδίκων πράξεων κοινωνίᾳ βουλόμενος ὁ φαῦλος ἐπιδείξασθαι πόλιν ἄρχεται καὶ πύργον, ὡς ἀκρόπολιν τυράννῳ, κακίᾳ κατασκευάζειν, καὶ τοὺς θιασώτας πάντας παρακαλεῖ τοῦ ἔργου μετασχεῖν τὴν ἁρμόττουσαν προευτρεπισαμένους ὕλην· „ἴτε„ De_confusione_linguarum 84 γάρ φησι „πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί„ (Gen. 11,3), ἴσον τῷ νῦν ἐστιν ἡμῖν συμπεφορημένα καὶ συγκεχυμένα τὰ πάντα τῆς ψυχῆς, ὡς ἐναργῆ τύπον μηδένα μηδενὸς εἴδους προφαίνεσθαι. De_confusione_linguarum 85 ἁρμόττει δ’ ὥσπερ ἀνείδεόν τινα καὶ ἄποιον οὐσίαν τό τε πάθος καὶ τὴν κακίαν παραλαβόντας εἰς τὰς ἁρμοττούσας ποιότητας καὶ τὰ προσεχέστατα μέχρι τῶν ἐσχάτων ἀεὶ τεμεῖν εἴδη πρός τε ἐναργεστέραν κατάληψιν αὐτῶν καὶ τὴν σὺν ἐμπειρίᾳ χρῆσίν τε καὶ ἀπόλαυσιν, ἣ πλείους ἡδονὰς καὶ τέρψεις ἔοικεν ἐντίκτειν. De_confusione_linguarum 86 πάριτε οὖν οἱ λογισμοὶ πάντες βουλευτῶν τινα τρόπον εἰς τὸ ψυχῆς συνέδριον, ὅσοι πρὸς τὸν δικαιοσύνης καὶ πάσης ἀρετῆς συγκατατάττεσθε ὄλεθρον, καὶ πεφροντισμένως διασκεψώμεθα, ὡς ἐπιθέμενοι κατορθώσωμεν· De_confusione_linguarum 87 τῆς μέντοι κατορθώσεως ἔσονται | θεμέλιοι κραταιότατοι οἵδε, ἄμορφα μορφῶσαι τύποις καὶ σχήμασι καὶ περιγραφαῖς ἕκαστον ἰδίᾳ διακρῖναι, μὴ κραδαινόμενα καὶ χωλαίνοντα, ἀλλὰ πεπηγότα βεβαίως, τῇ τοῦ τετραγώνου σχήματος οἰκειούμενα φύσει — ἀκράδαντον γὰρ τοῦτό γε —, ἵνα πλίνθου τινὰ τρόπον ἀκλινῶς ἐρηρεισμένα βεβαίως καὶ τὰ ἐποικοδομούμενα δέχηται. De_confusione_linguarum 88 τούτων πᾶς ὁ 1 πρὸς] ὡς Η ὅτι] ὄν τι F "2 καλεῖ G 3 γειώρας] πάροικος Mang. εἰ μὴ G γῇ] τῇ L 5 μόνην GF 9 πάλιν HP ante τυράννω add. καὶ GF (τῇ conicio, cf. p. ἑ 113) 10 παρακαλεῖν F 11 προσευτρεπισαμένους G 13 τῷ] τό G ἐστὶ H συμπεφωνημέναΗP πάντα τὰ conicio 16 προσεχέστατα H: προῴστατα P, πρὸς ἔσχατα GF 17 ἤδη GF ἐνεργεστέραν G 18 ἐμNιρὑν Η ἢ HP: ἡ GF πλείονας F 19 τίκτειν conicio 20 πρὸς addidi 21 συγκατατάπεσθαι G διασκεψόμεθα GF 22 κατορθώσομεν GF, quod servari potest, si lin. 21 πῶς scribas θεμέλιοι GF: μὲν οἱ HP 24 ᾶααα conicio vel ἴνα μὴ deleto ἵνα lin. 26 κραδαινόμενα scripsi : κραδαίνοwα codd. χωλαίνοwα Turn.: χωλάνοντα F, χωλά (sic) G, χωλ, tum spat. 4 litt. P, χωλάναντα Η 26 ἐνηρεισμένα F 27. 246,1 ἀντίθετος F ἀντίθεος νοῦς, ὅν φαμεν Αἰγύπτου, τοῦ σώματος, εἶναι βασιλέα, δημιουργὸς ἀνευρίσκεται· καὶ γὰρ τοῦτον εἰσάγει Μωυσῆς τοῖς ἐκ πλίνθου κατασκευαζομένοις χαίροντα οἰκοδομήμασιν. De_confusione_linguarum 89 ἐπειδὰν γάρ τις τὴν ὕδατος καὶ γῆς τὴν μὲν ὑγράν, τὴν δ’ αὖ στερεὰν οὐσίαν, διαλυομένας καὶ φθειρομένας, ἀνακερασάμενος τρίτον μεθόριον ἀμφοῖν ἀπεργάσηται, ὃ καλεῖται πηλός, τέμνων κατὰ μοίρας τοῦτον οὐ παύεται σχήματα περιτιθεὶς ἑκάστῳ τῶν τμημάτων τὰ οἰκεῖα, ὅπως εὐπαγέστερά τε καὶ εὐφορώτερα γένηται· De_confusione_linguarum 90 ῥᾳδίως γὰρ οὕτως ἔμελλε τὰ κατασκευαζόμενα τελειοῦσθαι. τοῦτ’ ἀπομιμούμενοι τὸ ἔργον οἱ μοχθηροὶ τὰς φύσεις, ὅταν τὰς ἀλόγους καὶ πλεοναζούσας τῶν παθῶν ὁρμὰς ταῖς ἀργαλεωτάταις κακίαις ἀνακεράσωνται, τέμνουσι τὸ κραθὲν εἰς εἴδη καὶ διαπλάττουσι καὶ σχηματίζουσιν οἱ βαρυδαίμονες, δι’ ὧν ὁ τῆς ψυχῆς ἐπιτειχισμὸς μετέωρος ἀρθήσεται, τὴν αἴσθησιν εἰς ὅρασιν καὶ ἀκοήν, ἔτι δὲ γεῦσιν ὄσφρησίν τε καὶ ἁφήν, τὸ δὲ πάθος εἰς ἡδονὴν καὶ ἐπιθυμίαν φόβον τε καὶ λύπην, τό τε κακιῶν γένος εἰς ἀφροσύνην, ἀκολασίαν, δειλίαν, ἀδικίαν καὶ ὅσα ἄλλα De_confusione_linguarum 91 ἀδελφὰ καὶ συγγενῆ τούτοις. ἤδη δὲ καὶ προσυπερβάλλοντές τινες οὐ μόνον τὰς αὑτῶν ψυχὰς ἐπὶ ταῦτα ἤλειψαν, ἀλλὰ καὶ τοὺς ἀμείνους καὶ γένους ὄντας ὁρατικοῦ βιασάμενοι κατηνάγκασαν πλινθουργεῖν καὶ πόλεις οἰκοδομεῖν ὀχυρὰς (Exod. 1,11) τῷ βασιλεύειν δοκοῦντι νῷ, βουλόμενοι τοῦτο ἐνδείξασθαι, ὅτι δοῦλον μὲν τὸ ἀγαθὸν κακοῦ πάθος τ’ εὐπαθείας δυνατώτερον, φρόνησις δὲ καὶ πᾶσα ἀρετὴ ἀφροσύνης καὶ κακίας ἁπάσης ὑπήκοον, ὡς ὑπηρετεῖν ἐξ ἀνάγκης ἅττ’ ἂν προστάττῃ τὸ δεσπόζον. De_confusione_linguarum 92 ἰδού, γάρ φησι, καὶ ὁ ψυχῆς ὀφθαλμὸς ὁ διαυγέστατος καὶ καθαρώτατος καὶ πάντων ὀξυωπέστατος, ᾧ μόνῳ τὸν θεὸν ἔξεστι καθορᾶν, ὄνομα Ἰσραήλ, ἐνδεθείς ποτε τοῖς σωματικοῖς Αἰγύπτου δικτύοις ἐπιταγμάτων βαρυτάτων ἀνέχεται, ὡς πλίνθον καὶ πᾶν τὸ γεῶδες ἐργάζεσθαι μετὰ ἀργαλεωτάτων καὶ ἀτρυτοτάτων πόνων· ἐφ’ οἷς εἰκότως ὀδυνᾶται καὶ στένει, τοῦτο μόνον ὡς ἐν κακοῖς τεθησαυρισμένος κειμήλιον, ἐκδακρῦσαι τὰ παρόντα· De_confusione_linguarum 93 λέγεται γὰρ ὑγιῶς ὅτι „κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων„ (Exod. 2,23). τίς δ’ οὐκ ἂν τῶν εὖ φρονούντων τὰ τῶν πολλῶν ἀνθρώπων ἰδὼν ἔργα καὶ τὰς 2. 3 κατασκευασμένοις, κατεσ·́ ευασμἐνοις v G περιθεὶς L 7 εὐπαγἐσαρα HP: ἐπαγἐστερα GF, εὐπαγἐστατα v εὐφορώτατα IIF 8 τοῦτ’] ταῦτ’ G 14 alteiuiii τε] δὲ conicio 17 αὐτῶν codd. 17. 18 καὶ τάς καὶ γένους F 18 ὁρατικοὺς G 23 προστάττει G, προστάξῃ F φησιν ὁ καὶ G 27 ἀτρυτοτάτων (i: ἀτρυτωτάτων F, ἀτρυπωτάτων III’, ἀτρύτων coiii. Mang. 29 ἐνδακρὐσᾶι L ὑπερβαλλούσας σπουδάς, αἷς ἢ πρὸς ἀργυρισμὸν ἢ δόξαν ἢ τὴν ἐν ἡδοναῖς ἀπόλαυσιν εἰώθασι χρῆσθαι, σφόδρα κατηφήσαι καὶ πρὸς τὸν μόνον σωτῆρα θεὸν ἐκβοήσαι, ἵνα τὰ μὲν ἐπικουφίσῃ, λύτρα δὲ καὶ σῶστρα καταθεὶς τῆς ψυχῆς εἰς ἐλευθερίαν αὐτὴν ἐξέληται; De_confusione_linguarum 94 τίς οὖν ἐλευθερία βεβαιοτάτη; τίς; ἡ τοῦ μόνου θεραπεία σοφοῦ, καθάπερ μαρτυροῦσιν οἱ χρησμοί, ἐν οἷς εἴρηται „ἐξαπόστειλον τὸν λαόν, ἵνα με θεραπεύῃ„ (Exod. 8,1). De_confusione_linguarum 95 ἴδιον δὲ τῶν τὸ ὂν θεραπευόντων οἰνοχόων μὲν ἢ σιτοποιῶν ἢ μαγείρων ἔργα ἢ ὅσα ἄλλα γεώδη μήτε διαπλάττειν μήτε συντιθέναι σώματα πλίνθου τρόπον, ἀναβαίνειν δὲ τοῖς λογισμοῖς πρὸς αἰθέριον ὕψος, Μωυσῆν, τὸ θεοφιλὲς γένος, προστησαμένους ἡγεμόνα τῆς ὁδοῦ. De_confusione_linguarum 96 τότε γὰρ τὸν μὲν τόπον, ὃς δῆλός ἐστι, θεάσονται, ᾧ ὁ ἀκλινὴς καὶ ἄτρεπτος θεὸς ἐφέστηκε, „τά θ’ ὑπὸ τοὺς πόδας αὐτοῦ, τὸ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὡς ἂν εἶδος στερεώματος τοῦ οὐρανοῦ", τὸν αἰσθητὸν κόσμον, ὃν αἰνίττεται διὰ τούτων (Exod. 24,10). De_confusione_linguarum 97 εὐπρεπὲς γὰρ τοῖς ἑταιρείαν πρὸς ἐπιστήμην θεμένοις ἐφίεσθαι μὲν τοῦ τὸ ὂν ἰδεῖν, εἰ δὲ μὴ δύναιντο, τὴν γοῦν εἰκόνα αὐτοῦ, τὸν ἱερώτατον λόγον, μεθ’ ὃν καὶ τὸ ἐν αἰσθητοῖς τελειότατον ἔργον, τόνδε τὸν κόσμον· τὸ γὰρ φιλοσοφεῖν οὐδὲν ἦν ἄλλο ἢ ταῦτα σπουδάζειν ἀκριβῶς ἰδεῖν. De_confusione_linguarum 98 τὸν δὲ αἰσθητὸν κόσμον ὡς ἂν ὑποπόδιον θεοῦ φησιν εἶναι διὰ τάδε· πρῶτον μὲν ἵν’ ἐπιδείξῃ, ὅτι οὐκ ἐν τῷ γεγονότι τὸ πεποιηκὸς αἴτιον, ἔπειτα δ’ ὑπὲρ τοῦ παραστῆσαι, ὅτι οὐδ’ ὁ κόσμος ἅπας ἀφέτῳ καὶ ἀπελευθεριαζούσῃ κινήσει κέχρηται, ἀλλ’ ἐπιβέβηκεν ὁ κυβερνήτης θεὸς τῶν ὅλων οἰακονομῶν καὶ πηδαλιουχῶν σωτηρίως τὰ σύμπαντα, οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ἄλλῳ τῶν ἐν γενέσει κεχρημένος μέρει τὸ παράπαν οὐδενὶ κατὰ τὸν ἀληθῆ λόγον — „οὐ γὰρ ὡς ἄνθρωπος ὁ 1 σπονδάς GF αἷς] ἅς G ἡ primum vid. del. 2 σφόδρα G: μὴ σφόδρα FHP κατηφήσαι scripsi: κατηφήσει G, κατηφήση FHP 3 ἐκβοήσαι scripsi: ἐκβοήσει G, ἐκβοήσῃ FHP καὶ om. HP 5 τίς GF: om. HP 10 Μωυσῆς GP 10. 11 ἡγεμόνας GF 11 τρόπον GH ἐστι] ἐστιν ὅ G ᾦ om. G 12 τά θ’ scripsi: τὰ 0’ codd. 13 τὸ Turn.: τὸν codd. ἔργου P πλίνθου Mang. : λίθου codd. 15 εὐπρεπὲς Eus: ἐμπρεπὲς codd. ἑταιρίαν HP 15. 16 τοῦ τὸ ὃν Eus : τοῦτον codd. 16 δύναιτο GF 17 τόνδε HP : δὲ GF 23 οἰακονομῶν Mang.: οἰκονομῶν codd. σωτηρίας G 24 μέλει coni. Mang. 15 — 17 Eusebius Pr. ev. XI 15: τὴν δὲ τοῦ δόγματος διάνοιαν Φίλων ὁ ’EPpalos λευκότερον ἑρμηνεύων τοῦτον παρίστησι τὸν τρόπον· εὐπρεπὲς γ̀ρ —λόγον. θεός„ (Num. 23,19) —, ἀλλὰ τὸν ἕνεκα αὐτὸ μόνον διδασκαλίας εἰσαγόμενον ἡμῶν τῶν ἑαυτοὺς ἐκβῆναι μὴ δυναμένων, ἀλλ’ ἀπὸ τῶν ἡμῖν αὐτοῖς συμβεβηκότων τὰς περὶ τοῦ ἀγενήτου καταλήψεις λαμβανόντων. De_confusione_linguarum 99 παγκάλως δ’ ἔχει τὸ ἐν παραβολῆς εἴδει φάναι τὸν κόσμον ὡς εἶδος πλίνθου· δοκεῖ μὲν γὰρ ἑστάναι καὶ βεβηκέναι ὡς ἐκείνη κατὰ τὰς τῆς αἰσθητῆς ὄψεως προσβολάς, κέχρηται δὲ ὠκυτάτῃ κινήσει καὶ τὰς ἐν μέρει πάσας παραθεούσῃ. De_confusione_linguarum 100 καὶ γὰρ μεθ’ ἡμέραν ἡλίου καὶ νύκτωρ σελήνης φαντασίαν ὡς ἑστώτων οἱ σώματος ὀφθαλμοὶ λαμβάνουσι· καίτοι τίς οὐκ οἶδεν, ὅτι τὸ τῆς περὶ αὐτοὺς φορᾶς τάχος ἀνανταγώνιστόν ἐστιν, εἴ γε τὸν σύμπαντα οὐρανὸν μιᾷ περιπολοῦσιν ἡμέρᾳ; οὕτως μέντοι καὶ αὐτὸς ὁ σύμπας οὐρανὸς ἑστάναι δοκῶν περιδινεῖται κύκλῳ, τῆς κινήσεως τῷ ἀειδεῖ καὶ θειοτέρῳ καταλαμβανομένης τῷ κατὰ De_confusione_linguarum 101 διάνοιαν ὀφθαλμῷ. πυροῦντες δὲ τὰς πλίνθους εἰσάγονται συμβολικῶς, τὰ πάθη καὶ τὰς κακίας θερμῷ καὶ κινητικωτάτῳ λόγῳ κραταιούμενοι, ὡς μὴ πρὸς τῶν σοφίας δορυφόρων ποτὲ καθαιρεθεῖεν, οἷς τὰ πρὸς ἀνατροπὴν αὐτῶν αἰεὶ μηχανήματα συγκροτεῖται. De_confusione_linguarum 102 διὸ καὶ ἐπιλέγεται „ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον„ (Gen. 11,3) — τὸ γὰρ μανὸν καὶ κεχυμένον τῆς μὴ σὺν λόγῳ φορᾶς εἰς ἀντίτυπον καὶ στερεὰν φύσιν πιληθὲν καὶ πυκνωθὲν λόγοις δυνατοῖς καὶ ἀποδείξεσιν ἐχυρωτάταις μετέβαλεν, ἀνδρωθείσης τρόπον τινὰ τῆς τῶν θεωρημάτων καταλήψεως, ἥτις ἐν ἡλικίᾳ διαρρεῖ παιδικῇ διὰ τὴν τῆς ψυχῆς ὑγρότητα μήπω δυναμένης τοὺς ἐνσφραγιζομένους πήττειν καὶ διαφυλάττειν χαρακτῆρας —, "καὶ ἡ ἄσφαλτος ἦν αὐτοῖς πηλός„ (ibid.), οὐκ ἔμπαλιν ὁ πηλὸς ἄσφαλτος· De_confusione_linguarum 103 δοκοῦσι μὲν γὰρ οἱ φαῦλοι τὰ ἀσθενῆ κραταιοῦσθαι κατὰ τῶν ἀμεινόνων καὶ τὰ διαλυόμενα καὶ ῥέοντα ἐξ αὐτῶν πήττειν, ἵν’ ἐπ’ ἐχυροῦ βάλωσι καὶ τοξεύσωσιν ἀρετήν· ὁ δ’ ἵλεως καὶ πατὴρ τῶν καλῶν οὐκ ἐφήσει τὸ δεδεμένον ἐκνικᾶν εἰς ἀδιάλυτον ἀσφάλειαν, ῥεούσης σπουδῆς μὴ ὑφεστὼς ἔργον ὡς πλαδῶντα πηλὸν ἀναδείξας. De_confusione_linguarum 104 εἰ μὲν γὰρ ὁ πηλὸς ἐγένετο ἄσφαλτος, μέχρι παντὸς ἂν ἴσως τὸ ἐν 1. 2 τὸν et εἰσαγόμενον GF: τῶν et εἰσαγομένων HP 3 ἀγεννήτου H 4 εἶδος] ἔργον conicio 5 τὰς τῆς FP: τῆς G, τἀς H ὁ προβολὰς G^F κέκτηται G 9 τὸ addidi ἑαυτοὺς GF 10 οὗτος HP 12 κατλαμβανομένης Turn.: καταλαμβανόμενος codd. 14 κινητικωτάτῳ F: νικητικωτάτω G, κινηκωτάτω H, κινηκοτάτω P 16 ἀεὶ GF 17 γὰρ om. GF 18 ἀντίτυπον καὶ στερεὰν scripsi: ἀντιτύπου καὶ στερεᾶς codd. 19 δυναταῖς H 19. 20 ὀχυρωτάταις F 25 αὑτῶν conicio 26 ἀπ’ ἐχυροῦ conicio βάλλωσι F" ὁ δείλαιος καὶ G 27 ἐκνικᾶν scripsi: ἐκείνων codd. 28 ἀναδείξας Mang.: ἀναδεῖξαι codd. 29 ἐγένετο scripsi: γίνεται codd., ἐγίνετο v συνεχεῖ ῥύσει γεῶδες αἰσθητὸν εἰς ἀσφαλῆ καὶ ἀμετάβλητον δύναμιν ἐξενίκησεν· ἐπεὶ δὲ τοὐναντίον ἡ ἄσφαλτος εἰς πηλὸν μετέβαλεν, οὐκ ἀθυμητέον· ἐλπὶς γάρ, ἐλπὶς τὰ βέβαια τῆς κακίας ἐρείσματα κράτει θεοῦ διακοπῆναι. De_confusione_linguarum 105 τοιγαροῦν ὁ δίκαιος καὶ ἐν τῷ μεγάλῳ καὶ ἐπαλλήλῳ τοῦ βίου κατακλυσμῷ, μήπω δυνάμενος δίχα αἰσθήσεως ψυχῇ μόνῃ τὰ ὄντα ὄντως ὁρᾶν, „τὴν κιβωτόν„, λέγω δὲ τὸ σῶμα, „ἔνδοθέν τε καὶ ἔξωθεν ἀσφάλτῳ„ καταχρίσει (Gen. 6,14) βεβαιούμενος τὰς δι’ αὐτοῦ φαντασίας καὶ ἐνεργείας· λωφήσαντος δὲ τοῦ κακοῦ καὶ τῆς φορᾶς ἐπισχούσης ἐξελεύσεται χρησάμενος ἀσωμάτῳ διανοίᾳ πρὸς τὴν ἀληθείας ἀντίληψιν. De_confusione_linguarum 106 ὁ μὲν γὰρ ἀστεῖος ἀπὸ γενέσεως ἀρχῆς φυτευθεὶς καὶ προσαγορευθεὶς τρόπος, ὄνομα Μωυσῆς, ὁ τὸν κόσμον ὡς ἄστυ καὶ πατρίδα οἰκήσας ἅτε κοσμοπολίτης γενόμενος, ἐνδεθείς ποτε τῷ ἐπαληλιμμένῳ ὡς ἂν „ἀσφαλτοπίσσῃ" (Exod. 2,3) σώματι καὶ δοκοῦντι τὰς πάντων τῶν ὑποκειμένων ἐν αἰσθήσει φαντασίας ἀσφαλῶς δέχεσθαί τε καὶ κεχωρηκέναι, κατακλαίει (Exod. 2,6) μὲν τὴν ἔνδεσιν ἀσωμάτου φύσεως πιεσθεὶς ἔρωτι, κατακλαίει δὲ καὶ τὸν πλάνητα καὶ τετυφωμένον τῶν πολλῶν ἄθλιον νοῦν, ὃς ψευδοῦς δόξης ἐκκρεμασθεὶς ᾠήθη τι παρ’ ἑαυτῷ βέβαιον καὶ ἀσφαλὲς ἢ συνόλως παρά τινι τῶν γενομένων ἄτρεπτον ἱδρῦσθαι, τοῦ παγίως καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος ἐστηλιτευμένου παρὰ μόνῳ τῷ θεῷ. De_confusione_linguarum 107 Τὸ δὲ „δεῦτε καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ„ (Gen. 11,4) τοιοῦτον ὑποβάλλει νοῦν· πόλεις ὁ νομοθέτης οὐχὶ ταύτας μόνον οἴεται εἶναι τὰς ἐπὶ γῆς δημιουργηθείσας, ὧν εἰσιν ὗλαι λίθοι καὶ ξύλα, ἀλλὰ καὶ ἃς ἄνθρωποι περιφέρουσι ταῖς ψυχαῖς ἑαυτῶν ἐνιδρυμένας. εἰσὶ δ’ αὗται μέν, De_confusione_linguarum 108 ὡς εἰκός, ἀρχέτυποι ἅτε θειοτέρας κατασκευῆς λαχοῦσαι, ἐκεῖναι δὲ μιμήματα ὡς ἂν ἐκ φθαρτῆς οὐσίας συνεστῶσαι. διττὸν δὲ πόλεως εἶδος, τὸ μὲν ἄμεινον, τὸ δὲ χεῖρον, ἄμεινον μὲν τὸ δημοκρατίᾳ χρώμενον ἰσότητα τιμώσῃ πολιτείᾳ, ἧς ἄρχοντές εἰσι νόμος καὶ δίκη — θεοῦ δὲ ὕμνος ἡ τοιάδε —, χεῖρον δὲ τὸ κιβδηλεῦον αὐτήν, ὡς τὸ 1 εἰς oiu. L 2 ἐξενίκησεν H: ἐξεκίνησεν GFP 4 διακοπεῖναι F ὁ δεόντως coni. Mang. 7 καταχρήσει Η 8 δὲ om. GFL- 12. 13 ἐπαληλιμμένῳ G: ἐπλληλειμμἐνω FPL-, ἐπαλληλειμμἐνω HL’ 13 ἂν scripsi: ἐν codd. ἀσφλτοπίσσῃ Mang.: ἀσφάλτω πίσσῃ codd. 14 τῶν actdidi ἐνδέχεσθαί v 15. 16 bis κατααλαίη P 16 πένητα G 17 τι HP: τοῖς G, τὸ F 19 παγίου conicio 21 καὶ fort. del. 23. 24 οἴεται—λίθοι om..HP 24 ἃς] ὡς G 25 ἐνιδρυμἐἐνιδρυμέναις G 27 ἄν om. L 29. 30 θεοῦ δὲ ὃμνος] εὐνομωτάτη δ’ vel θεοῦ δὲ ὀπαδὸς (cf. ἑ 118) conicio, εὐδόκιμος Coni. Cohn 30 ἤτοι ᾄδεται G, ἡ τοιαιδέτε (sic) F παράσημον καὶ παρακεκομμένον ἐν νομίσμασιν, ὀχλοκρατία, ἣ θαυμάζει τὸ ἄνισον, ἐν ᾗ ἀδικία καὶ ἀνομία καταδυναστεύουσιν. De_confusione_linguarum 109 ἐγγράφονται δ’ οἱ μὲν ἀστεῖοι τῷ τῆς προτέρας πολιτεύματι, τῶν δὲ φαύλων ἡ πληθὺς τὴν ἑτέραν καὶ χείρω διέζωσται, πρὸ εὐκοσμίας ἀκοσμίαν καὶ σύγχυσιν πρὸ εὐσταθοῦς καταστάσεως ἀγαπῶσα. De_confusione_linguarum 110 συνεργοῖς δὲ ὁ ἄφρων ἀξιοῖ πρὸς τὸ ἁμαρτάνειν οὐκ ἀρκούμενος αὑτῷ μόνῳ χρῆσθαι, καὶ προτρέπει μὲν ὅρασιν, προτρέπει δὲ ἀκοήν, παρακαλεῖ δὲ πᾶσαν αἴσθησιν ἀνυπερθέτως αὐτῷ συντετάχθαι, φερούσης ἑκάστης τὰ πρὸς ὑπηρεσίαν ἐπιτήδεια πάντα· ἐπαίρει μέντοι καὶ παραθήγει καὶ τὸ ἄλλο ἀτίθασον ἐκ φύσεως τῶν παθῶν στῖφος, ἵνα ἄσκησιν καὶ μελέτην προσλαβὸν ἀνύποιστον γένηται. De_confusione_linguarum 111 τούτους οὖν καλέσας τοὺς συμμάχους ὁ νοῦς φησιν· „οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν„ (Gen. 11,4), ἴσον τῷ ὀχυρωσώμεθα τὰ οἰκεῖα καὶ φραξώμεθα δυνατῶς, ὡς μὴ πρὸς τῶν κατατρεχόντων εὐμαρῶς ἁλισκοίμεθα· διέλωμεν καὶ διανείμωμεν ὥσπερ κατὰ φυλὰς καὶ δήμους ἑκάστας τῶν ἐν ψυχῇ δυνάμεων προσκληρώσαντες τὰς μὲν λογικῇ, τὰς δὲ ἀλόγῳ μερίδι· De_confusione_linguarum 112 ἄρχοντας ἑλώμεθα τοὺς ἱκανοὺς πλοῦτον, δόξαν, τιμάς, ἡδονὰς ἀφ’ ὧν ἂν δύνωνται περιποιεῖν ἁπάντων· τὴν πενίας καὶ ἀδοξίας αἰτίαν δικαιοσύνην τιθεμένους ἐκποδὼν γράφωμεν νόμους, οἳ τὸ τοῦ κρείττονος συμφέρον βεβαιώσουσι τοῖς πλέον ἑτέρων αἰεὶ φέρεσθαι δυναμένοις. De_confusione_linguarum 113 „πύργος„ δ’ ὡς ἂν ἀκρόπολις κατεσκευάσθω τῇ | τυράννῳ κακίᾳ βασίλειον ὀχυρώτατον, ἧς οἱ μὲν πόδες ἐπὶ γῆς p. 422 M. βαινέτωσαν, ἡ δὲ κεφαλὴ πρὸς οὐρανὸν φθανέτω τοσοῦτον ὑπὸ μεγαλαυχίας ὕψος ἐπιβᾶσα. De_confusione_linguarum 114 τῷ γὰρ ὄντι οὐ μόνον ἐπὶ τῶν ἀνθρωπείων ἀδικημάτων ἵσταται, μετατρέχει δὲ καὶ τὰ ὀλύμπια τοὺς ἀσεβείας καὶ ἀθεότητος λόγους προτείνουσα, ἐπειδὰν ἢ ὡς οὐκ ἔστι τὸ θεῖον διεξίῃ, ἢ ὡς ὂν οὐ προνοεῖ, ἢ ὡς ὁ κόσμος οὔποτε γενέσεως ἔλαβεν ἀρχήν, ἢ ὡς γενόμενος ἀστάτοις αἰτίαις ὡς ἂν τύχῃ φέρεται, ποτὲ μὲν πλημμελῶς, ποτὲ δὲ οὐχ ὑπαιτίως, καθάπερ ἐπὶ πλοίων καὶ τεθρίππων εἴωθε 1 νομίμασιν Β ὀχλοκρατία Tiirn. : όχλοκρασία HP, όχλοκρασίαν GF ἡ om. GF 3 πολίτευμα F 4 διέζωσται] δεξιοῦται conicio πρὸς GF 6 αὐτῶ codd. 9 ἀτίθασσον F 10 προσλαβὸν HP: προσβαλὸν G, προσβαλὼν F 11 τούτους συγκαλέσας coui. Mang., τούτους οὑν συγ καλἐσς conicio 12 τὼ] τὸ G 13 καὶ φραξώμεθα codd.: καταφραξώμεθα v 14 ἁλισκώμh conicio 16 κανοὺς Η 17 μὴ post ἁπάντων add. HP 18 ἐκποδὼν F: ἐμποδὼν GHP 20 ἀεὶ G ὡσὰν FH μετσκευασθῶ G 22. 23 μεγαλοψυχίας HP 23 ἐπιβάσει II ἀνθρωπίνων v 25 λόγους om. GF οὐκέτι F 26 περινοεῖ IIPL’ 27 dτυχη GF: τύχοι HP φέρηται GHP 27. 28 πλημελῶς G, πλημελῶν P 28 οὐκ ἀνυπςιτίως coni. Mang. γίνεσθαι· De_confusione_linguarum 115 φιλεῖ γὰρ ἔστιν ὅτε χωρὶς ἡνιόχων τε καὶ κυβερνητῶν ὅ τε πλοῦς καὶ ὁ δρόμος εὐθύνεσθαι· προνοίας δ’ οὐ τὸ ὀλιγάκις, ἀλλὰ τῆς μὲν ἀνθρωπίνης πολλάκις, τῆς δὲ θείας ἀδιαστάτως αἰεὶ κατορθοῦν, ἐπεὶ τὸ διαμαρτάνειν ἀλλότριον ἀνωμολόγηται θείας δυνάμεως. κατασκευάζουσι μέντοι συμβολικῶς ὡσανεὶ πύργον τὸν περὶ κακίας λόγον οἱ φρενοβλαβεῖς, τί βουλόμενοι ἢ ὄνομα αὐτῶν ὑπολείπεσθαι τὸ δυσώνυμον; De_confusione_linguarum 116 λέγουσι γάρ· „ποιήσωμεν ἑαυτῶν ὄνομα„ (Gen. 11,4). ὢ περιττῆς καὶ κεχυμένης ἀναισχυντίας. τί φατε; νυκτὶ καὶ βαθεῖ σκότῳ τὰ ἑαυτῶν ἀδικήματα συγκρύπτειν ὀφείλοντες καὶ προκάλυμμα αὐτῶν, εἰ καὶ μὴ τὴν ἀληθῆ, τὴν γοῦν προσποίητον αἰδῶ πεποιῆσθαι ἢ χάριτος ἕνεκα τῆς πρὸς τοὺς ἐπιεικεστέρους ἢ διαδύσεως τῶν ἐφ’ ὁμολογουμένοις ἁμαρτήμασι τιμωριῶν, τοσοῦτον τῆς τόλμης ἐπιβαίνετε, ὥστε οὐ μόνον πρὸς φῶς καὶ λαμπρότατον ἥλιον ἐναυγάζεσθε μήτε τὰς ἀνθρώπων τῶν ἀμεινόνων ἀπειλὰς μήτε τὰς ἀπαραιτήτους ἐκ θεοῦ δίκας τοῖς οὕτως ἀνοσιουργοῖς ἀπαντωμένας καταδείσαντες, ἀλλὰ καὶ πανταχόσε φήμας ἀγγέλους τῶν οἰκείων ἀδικημάτων περιπέμπειν ἀξιοῦτε, ὡς μηδεὶς ἀμύητος μηδ’ ἀνήκοος γένοιτο τῶν ὑμετέρων, ὦ σχέτλιοι καὶ παμμίαροι, τολμημάτων. De_confusione_linguarum 117 ὀνόματος οὖν ποίου γλίχεσθε; ἢ τοῦ τοῖς πραττομένοις οἰκειοτάτου; ἆρ’ οὖν ἕν ἐστι μόνον; γένει μὲν ἴσως ἕν, μυρία δὲ τοῖς εἴδεσιν, ἅ, κἂν ἡσυχάζητε, ἑτέρων λεγόντων ἀκούσεσθε· προπέτεια τοίνυν ἐστὶ μετὰ ἀναισχυντίας, ὕβρις μετὰ βίας, βία μετὰ ἀνδροφονίας, σὺν μοιχείαις φθοραί, σὺν ἀμέτροις ἡδοναῖς ἀόριστος ἐπιθυμία, μετὰ θράσους ἀπόνοια, μετὰ πανουργίας ἀδικία, κλοπαὶ μετὰ ἁρπαγῆς, σὺν ψευδολογίαις ψευδορκίαι, μετὰ παρανομιῶν ἀσέβειαι. De_confusione_linguarum 118 ταῦτα καὶ τὰ παραπλήσια τῶν τοιούτων ἔστ’ ὀνόματα. καλόν γ’ ἐναυχῆσαι κἀπισεμνύνεσθαι δόξαν θηρωμένους τὴν ἀπὸ τούτων, ἐφ’ οἷς εἰκὸς ἦν ἐγκαλύπτεσθαι. καὶ μὴν ἔνιοι μέγα φρονοῦσιν ἐπὶ τούτοις, ὡς ἄμαχόν τινα ἰσχὺν ἐκ τοῦ τοιούτους νομισθῆναι παρὰ πᾶσι καρπωσάμενοι, οὓς τοῦ πολλοῦ θράσους ἡ ὀπαδὸς τοῦ θεοῦ δίκη τίσεται 1. 2 ο0τε ὁ λλοῦς F 3 αἰ G, καὶ ἀεὶ coni. Mang. 4. 5 κατασκευάσουσι F 6 ἀπολείπεσθαι HPL’ 8 prius καὶ om. G^F 9 συγκρίπτει F αὐτῶν GF: ἑαυτῶν HP 10 προσποιητὸν v 12. 13 οὐ μόνον Mang. : μονονοὺ codd. 13 φανότατον HPL’ ἐναυγάζεσθε Turn.: ἐναυγάζεσθαι codd. 15 ἀπηρτημένας P’, ἐπανατεταμένας coni. Mang. 16 πέμπειν HP ι 18 ἡ v 19 ἴσως om.H 22 φθοραῖς GF ἀόριστος] ἀκόρεστος Mang. ex Oxon. Coll. Novi 143 25 γ’] γε G, δ’ V 26 ἀπὸ τούτων scripsi: ἀπ’ αὐτῶν codd. 28 τοιούτους Mang. : τοιούτου codd. 28. 29 καρπωσάμενοι scripsi: καρπωσαμένοις GF, καρπωσαμένους HP 29 ἡ om. Η καίτοι τάχα τὸν οἰκεῖον οὐ μαντευομένους μόνον, ἀλλὰ καὶ προορωμένους ὄλεθρον· φασὶ γάρ· „πρὶν διασπαρῆναι„ (Gen. 11,4), φροντίσωμεν ὀνόματός τε καὶ δόξης. De_confusione_linguarum 119 οὐκοῦν, εἴποιμ’ ἂν αὐτοῖς, ὅτι σκεδασθήσεσθε γινώσκετε; τί οὖν ἁμαρτάνετε; ἀλλὰ μήποτε τὸν τρόπον τῶν ἀφρόνων διασυνίστησιν, οἳ καίτοι μεγίστων ἐπικρεμαμένων οὐκ ἀδήλως ἀλλ’ ἐκ τοῦ φανεροῦ πολλάκις τιμωριῶν ἀδικεῖν ὅμως οὐκ ὀκνοῦσι· γνωριμώταται δ’ εἰσὶν αἱ τιμωρίαι ἀδηλοῦσθαι νομισθεῖσαι, ἃς ἐκ θεοῦ κατασκήπτειν συμβέβηκε. De_confusione_linguarum 120 πάντες γὰρ οἱ φαυλότατοι λαμβάνουσιν ἐννοίας περὶ τοῦ μὴ λήσειν τὸ θεῖον ἀδικοῦντες μηδὲ τὸ δίκην ὑφέξειν εἰσάπαν ἰσχῦσαι διακρούσασθαι· ἐπεὶ πόθεν ἴσασιν, ὅτι σκεδασθήσονται; De_confusione_linguarum 121 καὶ μὴν λέγουσι „πρὶν ἡμᾶς διασπαρῆναι„· ἀλλὰ τὸ συνειδὸς ἔνδοθεν ἐλέγχει καὶ σφόδρα ἐπιτηδεύοντας ἀθεότητα κεντεῖ, ὡς ἄκοντας εἰς συναίνεσιν ἐπισπάσασθαι περὶ τοῦ τὰ κατ’ ἀνθρώπους πάντα πρὸς ἀμείνονος φύσεως ἐφορᾶσθαι καὶ δίκην ἐφεστάναι τιμωρὸν ἀδέκαστον, ἀσεβῶν πράξεις ἐχθραίνουσαν ἀδίκους καὶ λόγους τοὺς συνηγόρους αὐταῖς. De_confusione_linguarum 122 ἀλλ’ εἰσὶν ἀπόγονοι πάντες οὗτοι τῆς αἰεὶ μὲν ἀποθνῃσκούσῃς, μηδέποτε δὲ τεθνηκυίας μοχθηρίας, ἧς Κάιν ἐστὶν ὄνομα. ἢ οὐχὶ καὶ ὁ Κάιν υἱὸν γεννήσας, ὃν Ἐνὼχ ἐκάλεσεν, ὁμώνυμον αὐτῷ [καὶ] κτίζων εἰσάγεται πόλιν (Gen. 4, 17) καὶ τρόπον τινὰ τὰ γενητὰ καὶ θνητὰ οἰκοδομῶν ἐπὶ τῇ τῶν θειοτέρας κατασκευῆς λαχόντων ἀνατροπῇ; De_confusione_linguarum 123 ὁ γὰρ Ἐνὼχ ἑρμηνεύεται χάρις σου· τῶν δ’ ἀνοσίων ἕκαστος διάνοιαν μὲν ἡγεῖται χαρίζεσθαι ἑαυτῷ τάς τε καταλήψεις καὶ διανοήσεις, ὀφθαλμοὺς δὲ τὸ βλέπειν καὶ ἀκούειν ὦτα καὶ μυκτῆρας ὀσφραίνεσθαι, καὶ τὰς ἄλλας αἰσθήσεις τὰ οἰκεῖα ἑαυταῖς, ἔτι μέντοι καὶ τὰ φωνῆς ὄργανα τὸ λέγειν, θεὸν δὲ ἢ μὴ συνόλως ἢ μὴ ὡς πρῶτον αἴτιον ὄν. De_confusione_linguarum 124 διὰ τοῦτο καὶ ὧν ἐγεωπόνησε τὰς ἀπαρχὰς ἑαυτῷ ταμιεύεται, καρποὺς δὲ αὐτὸ μόνον αὖθις προσενεγκεῖν θεῷ λέγεται καίτοι παραδείγματος ὑγιοῦς 1 τοι] ποι P 1. 2 προσορωμένους G 3 εἶπ’ ἂν G 5 οὐκ om. P ὁ όκνοῦὀκνοῦσίν F 7 γνωριμώτατοι F, γνωριμώτατα G τιμωρίαι scripsi: τέχναι codd., δίκαι Maiig. ἁ δηλεῖσθαι G, ἀδηλεῖσθαι L 9 τοῦ μελλήσειν G, τοῦ μελήσειν F ἀδικοῦντας Mang. μηδέ scripsi (vel antea μήτε λήσειν leg.): μήτε codd. 9. 10 ὑπἐ. χεῖν εἰσάπαν ἰσχύσειν conicio 10 εἰς ἅπαν GFH ὅτε F 11 ἔνδοθεν om. F 12. 13 σύνεσιν HP 13 ἐπισπᾶσθαι HP τοῦ τὰ] τούτου G κατὰ H 15 ἐχθραίνουσαν GFP: ἐχθραίρουσαν, ἐχθαίρουσαν v 16 οὗτοι om. HP 17 μηδέποτε HP: μήποτε GF 18 καὶ om. Oxon. Coil. Nov. 143, seclusi 19 γεννητὰ codd. 22 εἰσηγεῖται FP διανοήσεις αὐτῶ L 23 τὸ ἀκούειν et τὸ ὀσφραίνεσθαι conicio 25 ὂν (ὄντα coni. Mang.) vid. del. 26 ἀπαρχὰς Mang. : ἀρχὰς codd. 27 αὐτὸ F: ὐτῶ GΗP ἐγγὺς ἑστῶτος· ὁ γὰρ ἀδελφὸς αὐτοῦ τὰ πρωτότοκα, οὐ τὰ δεύτερα τῆς ποίμνης ἔκγονα ἱερουργεῖ, τὰς τῶν γινομένων πρεσβυτέρας αἰτίας κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων ὁμολογῶν συνίστασθαι. De_confusione_linguarum 125 τῷ δ’ ἀσεβεῖ τοὐναντίον δοκεῖ, αὐτοκράτορα μὲν εἶναι τὸν νοῦν ὧν βουλεύεται, αὐτοκράτορα δὲ καὶ τὴν αἴσθησιν ὧν αἰσθάνεται· δικάζειν γὰρ ἀνυπαιτίως καὶ ἀψευδῶς τὴν μὲν τὰ σώματα, τὸν δὲ πάντα. De_confusione_linguarum 126 τούτων δὲ τί ἂν γένοιτο ἐπιληπτότερον ἢ μᾶλλον ὑπὸ τῆς ἀληθείας ἐλεγχόμενον; ἢ οὐχὶ καὶ ὁ νοῦς πολλάκις ἐπὶ μυρίων ὅσων ἠλέγχθη παρανοῶν, καὶ αἱ αἰσθήσεις ἅπασαι ψευδομαρτυριῶν ἑάλωσαν οὐ παρ’ ἀλόγοις δικασταῖς, οὓς εἰκὸς ἀπατᾶσθαι, ἀλλ’ ἐν τῷ τῆς φύσεως αὐτῆς δικαστηρίῳ, ἣν οὐ θέμις δεκάζεσθαι; De_confusione_linguarum 127 καὶ μὴν σφαλλομένων γε τῶν καθ’ ἡμᾶς αὐτοὺς περί τε νοῦν καὶ αἴσθησιν κριτηρίων ἀνάγκη τἀκόλουθον ὁμολογεῖν, ὅτι ὁ θεὸς τῷ μὲν τὰς ἐννοίας, τῇ δὲ τὰς ἀντιλήψεις ἐπομβρεῖ, καὶ ἔστιν οὐ τῶν καθ’ ἡμᾶς μερῶν χάρις τὰ γινόμενα, ἀλλὰ τοῦ δι’ ὃν καὶ ἡμεῖς γεγόναμεν δωρεαὶ πᾶσαι. De_confusione_linguarum 128 τὸν φιλαυτίας κλῆρον παραλαβόντες παῖδες παρὰ πατρὸς συναυξῆσαι γλίχονται μέχρις οὐρανοῦ, ἕως ἂν ἡ φιλάρετός τε καὶ μισοπόνηρος δίκη παρελθοῦσα καθέλῃ τὰς πόλεις, ἃς ἐπετείχισαν ψυχῇ τῇ ταλαίνῃ, καὶ τὸν πύργον, οὗ τοὔνομα ἐν τῇ De_confusione_linguarum 129 τῶν κριμάτων ἀναγραφομένῃ βίβλῳ δεδήλωται. ἔστι δὲ ὡς μὲν Ἑβραῖοι λέγουσι Φανουήλ, ὡς δὲ ἡμεῖς ἀποστροφὴ θεοῦ· τὸ γὰρ κατεσκευασμένον ὀχύρωμα διὰ τῆς τῶν λόγων πιθανότητος οὐδενὸς ἕνεκα ἑτέρου κατεσκευάζετο ἢ τοῦ μετατραπῆναι καὶ μετακλιθῆναι διάνοιαν ἀπὸ τῆς τοῦ θεοῦ τιμῆς· οὗ τί ἂν γένοιτο ἀδικώτερον; De_confusione_linguarum 130 ἀλλὰ πρός γε τὴν τοῦ ὀχυρώματος τούτου καθαίρεσιν ὁ πειρατὴς τῆς ἀδικίας καὶ φονῶν αἰεὶ κατ’ αὐτῆς εὐτρέπισται, ὃν Ἑβραῖοι καλοῦσι Γεδεών, ὃς ἑρμηνεύεται πειρατήριον· „ὤμοσε“ γάρ φησι „Γεδεὼν τοῖς ἀνδράσι Φανουὴλ λέγων· ἐν τῷ με ἐπιστρέφειν μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω“ (Iud. 8,9). De_confusione_linguarum 131 πάγκαλον καὶ πρεπωδέστατον αὔχημα 2 γινομένων G: γενομένων FHP αἰτίας om. P 3 πρεσβύτερον HP αἰτιῶν G εὐσεβεῖ F, έπεβ, tum spat. 2 litt. G 4 βουλεύεται F: βούλεται G(?)HP ὁ ψευδῶς L τὰ om. P πάντα] τὰ νοητά conicio 8 ἠλέχθη FP, ἐλέγχη L παρανοῶν GP: παρανοιῶν FH αἱ om. G 9 παρ’ ἀλόγοις Mang. : παραλόγοις Η, παρὰ λόγοις P, παρ’ ὀλίγοις GF 11 δεκάζεσθαι scripsi: δεκάσασθαι G, δικάσασθαι FHP 13 τῷ] τῶν H ἔπομβροί G 14. 15 ἀλλὰ καὶ ἡμεῖς τοῦ δι’ (ὦ ὧν G) γεγόναμεν GF 15 πᾶσαι] πάντα conicio τὸν] τοῦτον coni. Mang., τὸν οὑν conicio 19 κριτῶν conicio 20 λέγουσιν F 20. 21 κατασκευασμένον ὠχύρωμα G 21 τῆς om. GF 25 φονῶν Mang.: φρονῶν codd. ἀεὶ G 28 κατακόψω G, κατασκάψαι L πᾶν καλὸν GF μισοπονήρῳ ψυχῇ κατὰ ἀσεβῶν ἠκονημένῃ τὸ βεβαιοῦσθαι καθαιρήσειν πάντα λόγον ἀποστρέφειν διάνοιαν ὁσιότητος ἀναπείθοντα. καὶ πέφυκεν οὕτως ἔχειν· ὅταν γὰρ ὁ νοῦς ἐπιστρέψῃ, τὸ ἀποκλῖνον καὶ ἀποστρεφόμενον αὐτοῦ πᾶν λύεται. De_confusione_linguarum 132 τούτου δὲ καιρός ἐστι τῆς καθαιρέσεως, τὸ παραδοξότατον, ᾗ φησιν, οὐ πόλεμος, ἀλλ’ εἰρήνη· διανοίας γὰρ εὐσταθείᾳ καὶ ἠρεμίᾳ, ἣν εὐσέβεια γεννᾶν πέφυκεν, ἀνατρέπεται πᾶς λόγος, ὃν ἐδημιούργησεν ἀσέβεια. De_confusione_linguarum 133 πολλοὶ καὶ τὰς αἰσθήσεις πύργου τινὰ τρόπον ἐπὶ τοσοῦτον ἤγειραν, ὡς ἅψασθαι τῶν οὐρανοῦ περάτων· οὐρανὸς δὲ συμβολικῶς ὁ νοῦς ἡμῶν ἐστι, καθ’ ὃν αἱ ἄρισται καὶ θεῖαι φύσεις περιπολοῦσιν. οἱ δὲ ταῦτα τολμῶντες αἴσθησιν μὲν διανοίας προκρίνουσιν, ἀξιοῦσι δὲ καὶ διὰ τῶν αἰσθητῶν τὰ νοητὰ πάντα ἑλεῖν ἀνὰ κράτος, εἰς μὲν δούλων τάξιν τὰ δεσπόζοντα, εἰς δὲ ἡγεμόνων τὰ φύσει δοῦλα μεθαρμόσασθαι βιαζόμενοι. De_confusione_linguarum 134 Τὸ δέ, „κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,5) τροπικώτερον πάντως ἀκουστέον· προσιέναι γὰρ ἢ ἀπιέναι ἢ κατιέναι ἢ τοὐναντίον ἀν έρχεσθαι ἢ συνόλως τὰς αὐτὰς τοῖς κατὰ μέρος ζῴοις σχέσεις καὶ κινήσεις ἴσχεσθαι καὶ κινεῖσθαι τὸ θεῖον ὑπολαμβάνειν ὑπερωκεάνιος καὶ μετακόσμιος, ὡς ἔπος εἰπεῖν, ἐστὶν ἀσέβεια. De_confusione_linguarum 135 ταῦτα δὲ ἀνθρωπολογεῖται παρὰ τῷ νομοθέτῃ περὶ τοῦ μὴ ἀνθρωπομόρφου θεοῦ διὰ τὰς τῶν παιδευομένων ἡμῶν, ὡς πολλάκις ἐν ἑτέροις εἶπον, ὠφελείας. ἐπεὶ τίς οὐκ οἶδεν ὅτι τῷ κατιόντι τὸν μὲν ἀπολείπειν, τὸν δὲ ἐπιλαμβάνειν τόπον ἀναγκαῖον; De_confusione_linguarum 136 ὑπὸ δὲ τοῦ θεοῦ πεπλήρωται τὰ πάντα, περιέχοντος, οὐ περιεχομένου, ᾧ πανταχοῦ τε καὶ οὐδαμοῦ συμβέβηκεν εἶναι μόνῳ· οὐδαμοῦ μέν, ὅτι καὶ χώραν καὶ τόπον αὐτὸς τοῖς σώμασι συγγεγέννηκε, τὸ δὲ πεποιηκὸς ἐν οὐδενὶ τῶν γεγονότων θέμις εἰπεῖν περιέχεσθαι, πανταχοῦ δέ, ὅτι τὰς δυνάμεις αὑτοῦ διὰ γῆς καὶ ὕδατος ἀέρος τε καὶ οὐρανοῦ τείνας μέρος οὐδὲν ἔρημον ἀπολέλοιπε τοῦ κόσμου, πάντα δὲ συναγαγὼν διὰ πάντων ἀοράτοις ἔσφιγξε 1 μισοπονήρων F ἠκονημένων F καθαιρήσῃ Η, καθαιρής P 3 ἀποστρέψη GF 3 τὸ om. F 4 πᾶν scripsi: πάλιν codd. 5 φησι G πόλεως H εἰρήνης G ὁ εὐσταθίᾳ Η 7 ἐδημιούργησαν F πολλὴ GF, πολλοὶ δὲ conicio 9 δὲ HP: τε GF 12 εἰ μέν HP 15 προσιέναι scripsi: προσεῖναι HP, προεῖναι GF ἀπιέναι scripsi: ἀπεῖναι codd. 16 κατεῖναι GF ἀνέρχεσθαι Mang.: ἔρχεσθαι codd. 19 παρὰ] περὶ F 21 tw ὄντι P 21. 22 ἀπολιπεῖν P 24 ὅτι χώραν G 24. 25 τοῖς σώμασιν αὐτὸς F 25 συγγεγέννηκε F ex corr.: συγγεγένηκε GHP 26 αὐτοῦ codd. 28 ἀρρήκτοις coni. Mang. δεσμοῖς, ἵνα μή ποτε λυθείη, οὗ χάριν μελετήσας ὧ * * *. De_confusione_linguarum 137 τὸ μὲν γὰρ ὑπεράνω τῶν δυνάμεων ὂν ἐπινοεῖται περιττεύειν, οὐ * * * κατὰ τὸ εἶναι μόνον· τούτου δύναμις δέ, καθ’ ἣν ἔθηκε καὶ διετάξατο τὰ πάντα, κέκληται μὲν ἐτύμως θεός, ἐγκεκόλπισται δὲ τὰ ὅλα καὶ διὰ τῶν τοῦ παντὸς μερῶν διελήλυθε. De_confusione_linguarum 138 τὸ δὲ θεῖον καὶ ἀόρατον καὶ ἀκατάληπτον καὶ πανταχοῦ ὂν ὁρατόν τε καὶ καταληπτὸν οὐδαμοῦ πρὸς ἀλήθειάν ἐστιν * * * „ὧδε στὰς ἐγὼ πρὸ τοῦ σέ“ (Exod. 17, 6), δείκνυσθαι καὶ καταλαμβάνεσθαι δοκῶν, πρὸ πάσης δείξεως καὶ φαντασίας ὑπερβαλὼν τὰ γεγονότα. De_confusione_linguarum 139 τῶν οὖν μεταβατικῆς κινήσεως ὀνομάτων οὐδὲν ἐφαρμόττει τῷ κατὰ τὸ εἶναι θεῷ, τὸ ἄνω, τὸ κάτω, τὸ ἐπὶ δεξιά, τὸ ἐπ’ εὐώνυμα, τὸ πρόσω, τὸ κατόπιν· ἐν οὐδενὶ γὰρ τῶν λεχθέντων ἐπινοεῖται, ὡς οὐδ’ ἂν μετατρεπόμενος ἐναλλάττοι χωρία. De_confusione_linguarum 140 λέγεται δ’ οὐδὲν ἧττον κατελθὼν ἰδεῖν, ὁ προλήψει πάντα οὐ γενόμενα μόνον ἀλλὰ καὶ πρὶν γενέσθαι σαφῶς κατειληφώς, προτροπῆς ἕνεκα καὶ διδασκαλίας, ἵνα μηδεὶς ἀνθρώπων οἷς οὐ πάρεστιν, ἀβεβαίῳ χρώμενος εἰκασίᾳ, μακρὰν ἀφεστὼς προπιστεύῃ, ἀλλ’ ἄχρι τῶν πραγμάτων ἐλθὼν καὶ διακύψας εἰς ἕκαστα καὶ ἐπιμελῶς αὐτὰ αὐγασάμενος· ὄψιν γὰρ ἀπλανῆ πρὸ ἀκοῆς ἀπατεῶνος ἄξιον μάρτυρα τίθεσθαι. De_confusione_linguarum 141 οὗ χάριν καὶ παρὰ τοῖς ἄριστα πολιτευομένοις ἀναγέγραπται νόμος ἀκοῇ μὴ μαρτυρεῖν, ὅτι φύσει τὸ δικαστήριον αὐτῆς πρὸς τὸ δεκάζεσθαι ταλαντεύει· καὶ Μωυσῆς μέντοι φησὶν ἐν τοῖς ἀπαγορευτικοῖς· „οὐ παραδέξῃ ἀκοὴν ματαίαν“ (Exod. 23, 1), οὐχὶ μόνον τοῦτο λέγων, * * * παραδέχεσθαι 1 μελετήσας ὧ G, μελέτης ἄσω HPL1, μελετήσασα FL2, θεοῦ χάρισιν συνημμένα conicio 2 οὐκ ἐπινοεῖται περὶ τόπον conicio 2. 3 οὐ κατα λαμβανόμενον εἰ μὴ κατὰ τὸ εἶναι μόνον suppleo 3 καθ’ ἣν GFP: ἥν Η, ἡ v 4 ἐτύμως F: ἑτοίμως GH (P evanidus) 5. ὁ τὸ δὴ θεῖον ὁρατόν τε καὶ καταληπτὸν καὶ πανταχοῦ φαντασιαζόμενον ἀόρατον καὶ ἀκατάληπτον καὶ οὐδαμοῦ conicio ὁ prius καὶ GF: om. HP ὂν HP: εἰνὶ GF, φαντασιαζόμενον conicio 7 post ἐστιν lacuna supplenda ex libro De migr. Abr. § 183 ὡς ἀψευδέστατον ἐκεῖνον εἶναι τόν χρησμόν, ἐν ᾧ λέλεκται ὧδε Mang.: ὁ δὲ codd. στάς] ἕστηκα conicio πρὸ] πρὸς F 10 κατὰ τὸ] κατά Tui G, καθὸ L ἄνω κάτω GF τὰ ἐπὶ P 12 ὅς GF: ὂς HP ἐναλλάττοιτο P, ἐναλλάττειν conicio χωρίαν G, χωρίον P 13 γινόμενα GP 14 γενέσεως (om. σαφῶς) G 17 post αὐγασάμενος vid. add. κρίνῃ 18 πρὸς F 20 δεκάζεσθαι Turn.: δικάζεσθαι codd. 21 ἅπαγορευτικοῖς. Turn.: ἀγορευτικοῖς codd. ὅτι οὐ θέμις supplet Cohn, μὴ Turn. 22 λέγον F 3 sqq. Clemens Strom. II § 5 p. 431 P: πόρρω μὲν κατ’ οὐσίαν . . . ἐγγυτάτω δέ δυνάμει, ᾗ τὰ πάντα ἐγκεκόλπισται. ψευδῆ λόγον ἢ εὐήθη δι’ ἀκοῆς, ἀλλὰ καὶ ὅτι πρὸς τὴν σαφῆ τῆς ἀληθείας κατάληψιν μακρὸν ὅσον ὄψεως ὑστερίζουσα διελέγχεται γέμουσα De_confusione_linguarum 142 ματαιότητος ἀκοή. ταύτην φαμὲν αἰτίαν εἶναι τοῦ λέγεσθαι „τὸν θεὸν καταβεβηκέναι τὴν πόλιν καὶ τὸν πύργον θεάσασθαι„. οὐ παρέργως δὲ πρόσκειται „ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων„ (Gen. 11,5). ἴσως γὰρ ἄν τις εἴποι τῶν οὐκ εὐαγῶν ἐπιχλευάζων ἅμα· καινὸν ἡμᾶς ἀναδιδάσκει μάθημα ὁ νομοθέτης, ὅτι πύργους καὶ πόλεις οὐχ ἕτεροί τινες, ἀλλὰ παῖδες ἀνθρώπων ἀνοικοδομοῦνται. τίς γὰρ τά γ’ οὕτως ἐμφανῆ καὶ περίοπτα καὶ τῶν λίαν ἐξεστηκότων ἀγνοεῖ; De_confusione_linguarum 143 ἀλλὰ μὴ τὸ πρόχειρον τοῦτο καὶ κατημαξευμένον ἐν τοῖς ἱερωτάτοις χρησμοῖς ἀναγεγράφθαι νομίσῃς , ἀλλ’ ὅπερ ἀποκεκρυμμένον ἰχνηλατεῖται διὰ τῶν ἐμφανῶν ὀνομάτων. τί οὖν ἐστι τοῦτο; De_confusione_linguarum 144 οἱ πολλοὺς ἐπιγραφόμενοι τῶν ὄντων ὡσανεὶ πατέρας καὶ τὸ πολύθεον εἰσηγούμενοι στῖφος ἀπειρίαν ὁμοῦ καὶ πολυμιγίαν τῶν πραγμάτων καταχέαντες καὶ τὸ ψυχῆς τέλος ἡδονῇ παραδόντες δημιουργοὶ τῆς εἰρημένης πόλεως καὶ τῆς κατ’ αὐτὴν ἀκροπόλεως, εἰ δεῖ τἀληθὲς εἰπεῖν, γεγόνασι, τὰ ποιητικὰ τοῦ τέλους τρόπον οἰκοδομημάτων συναύξοντες, τῶν ἐκ πόρνης ἀποκυηθέντων οὐδέν, ὥς γ’ οἶμαι, διαφέροντες, οὓς ὁ νόμος ἐκκλησίας ἀπελήλακε θείας εἰπών· „οὐκ εἰσελεύσεται ἐκ πόρνης εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23, 2), ὅτι, καθάπερ περὶ πολλὰ τέλη πλανώμενοι τοξόται καὶ μηδενὸς εὐστόχως ἐφιέμενοι σκοποῦ, μυρίας ἀρχὰς καὶ αἰτίας τῆς τῶν ὄντων ὑποθέμενοι γενέσεως ψευδωνύμους πάσας τὸν ἕνα ποιητὴν καὶ πατέρα τῶν ὅλων ἠγνόησαν. De_confusione_linguarum 145 οἱ δὲ ἐπιστήμῃ κεχρημένοι τοῦ ἑνὸς υἱοὶ θεοῦ προσαγορεύονται δεόντως, καθὰ καὶ Μωυσῆς ὁμολογεῖ φάσκων· „υἱοί ἐστε κυρίου τοῦ θεοῦ" (Deut. 14, 1) καὶ „θεὸν τὸν γεννήσαντά σε" (Deut. 32,18) καὶ „οὐκ αὐτὸς οὗτός σου πατήρ“ (ibid. 6) ; ἕπεται μέντοι τοῖς οὕτω τὴν ψυχὴν διατεθεῖσι μόνον τὸ καλὸν ἀγαθὸν εἶναι νομίζειν, ὅπερ τῷ τέλει τῆς ἡδονῆς πρὸς ἐμπειροπολέμων ἀνδρῶν ἀντιτειχίζεται πρὸς 1 ψευδῆ λόγον G: ψευδολόγον FHP εὐήθη Turn.: εὐθῆ codd. 2 μκρὰν G διλἐγεται L 5 πρόκειται F ὁ ὑμᾶς coni. Mang. 7 πόλις F 8 τά γ’ GF: τάχ’ HP 9 περίληπτα L1 μὴ] μήποτε coni. Mang. 10 καὶ om. Turn. 10. 11 ἀναγεγράφθω L, ἀναγἐγραπαι Turn. 11 νομίσῃς addidi διά] δίχα, conicio 12 ἐστι] ἐπὶ H 13 ὡσεὶ HP 14 καταχἐονας G τῆς ψυχῆς ΗP 15 εἰρήνης HP 17 τῶν post τρόπον add. F, fort. add. τὶν 19 ὁ ἐκ conicio 20 περὶ] ἐπὶ L 24 ἔσται F 26 σου] ὁ G 27 διατιθεῖσι G 28 post ἀντιτειγίζεται add. καὶ V ἀνατροπὴν καὶ καθαίρεσιν ἐκείνου. κἂν μηδέπω μέντοι τυγχάνῃ τις ἀξιόχρεως De_confusione_linguarum 146 ὢν υἱὸς θεοῦ προσαγορεύεσθαι, σπουδαζέτω κοσμεῖσθαι κατὰ τὸν πρωτόγονον αὐτοῦ λόγον, τὸν ἀγγέλων πρεσβύτατον, ὡς ἂν ἀρχάγγελον, πολυώνυμον ὑπάρχοντα· καὶ γὰρ ἀρχὴ καὶ ὄνομα θεοῦ καὶ λόγος καὶ ὁ κατ’ εἰκόνα ἄνθρωπος καὶ ὁ ὁρῶν, Ἰσραήλ, προσαγορεύεται. De_confusione_linguarum 147 διὸ προήχθην ὀλίγῳ πρότερον ἐπαινέσαι τὰς ἀρετὰς τῶν φασκόντων ὅτι „πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου“ (Gen. 42, 11)· καὶ γὰρ εἰ μήπω ἱκανοὶ θεοῦ παῖδες νομίζεσθαι γεγόναμεν, ἀλλά τοι τῆς ἀειδοῦς εἰκόνος αὐτοῦ, λόγου τοῦ ἱερωτάτου· θεοῦ γὰρ εἰκὼν λόγος ὁ πρεσβύτατος. De_confusione_linguarum 148 καὶ πολλαχοῦ μέντοι τῆς νομοθεσίας υἱοὶ πάλιν Ἰσραὴλ καλοῦνται, τοῦ ὁρῶντος οἱ ἀκούοντες, ἐπειδὴ μεθ’ ὅρασιν ἀκοὴ δευτερείοις τετίμηται καὶ τὸ διδασκόμενον τοῦ χωρὶς ὑφηγήσεως ἐναργεῖς τύπους τῶν ὑποκειμένων λαμβάνοντος αἰεὶ δεύτερον. De_confusione_linguarum 149 ἄγαμαι καὶ τῶν ἐν βασιλικαῖς βίβλοις ἱεροφαντηθέντων, καθ’ ἃς οἱ πολλαῖς γενεαῖς ὕστερον ἀκμάσαντες καὶ βιώσαντες ἀνυπαιτίως υἱοὶ τοῦ τὸν θεὸν ὑμνήσαντος Δαβὶδ ἀναγράφονται (III Reg. 15,11 IV Reg. 18, 3 al.), οὗ περιόντος οὐδ’ οἱ πρόπαπποι τούτων ἦσαν ἴσως γεγενημένοι· ψυχῶν γὰρ ἀπαθανατιζομένων ἀρεταῖς, οὐ φθαρτῶν σωμάτων ἐστὶ γένεσις, ἣν ἐπὶ τοὺς καλοκἀγαθίας ἡγεμόνας ὡσανεὶ γεννητὰς καὶ πατέρας ἀναφέρεσθαι συμβαίνει. De_confusione_linguarum 150 κατὰ δὲ τῶν ἐπ’ ἀδικίαις σεμνυνομένων εἶπε κύριος· „ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων“ (Gen. 11,5), ἴσον τῷ ἰδοὺ μία οἰκειότης καὶ συγγένεια, καὶ πάλιν ἁρμονία καὶ συμφωνία ἡ αὐτὴ πάντων ὁμοῦ, μηδενὸς ἠλλοτριωμένου τὴν γνώμην μηδ’ ἀπᾴδοντος, καθάπερ ἔχει καὶ ἐπ’ ἀνθρώπων ἀμούσων· τὸ γὰρ φωνητήριον αὐτοῖς ὄργανον πᾶσι τοῖς φθόγγοις ἔστιν ὅτε δι’ ὅλων ἐκμελὲς καὶ ἀπῳδὸν οὐ μετρίως καθέστηκε, πρὸς ἀναρμοστίαν ἄκρως ἡρμοσμένον καὶ πρὸς τὸ ἀσύμφωνον συμφωνίαν 2 ὢν om. Eus. σπουδαζέτω Eus: σπούδαζε codd. κομεῖσθαι F 3 ἄγγελον v ὡς ἄν Eus: καὶ ὡς ἄν Eus codd. nonnulli, ὡς codd. 4 ἀρχὴ] αὐκεῖ G 4.5 λόγος ὁ F (om. καὶ), λόγος οὗ coni. Mang.,3 ὁ ὁρῶν Eus: ὁρῶν codd. ὁ προήχθη G ἀρετὰς Eus: ἀρχὰς codd. 7. 8 ἀνθρώπον —ἀιδίου om. F 8 ὀνομάζεσθαι conicio ἀειδοῦς Eus: ἀιδίου codd. 13 δεύαροι F βασικοῖς H 14 ἀκμάσανπς G: ἀκμάσαντα F, ἀκούσαντες HP 15 ἀνυπναιτίως Mang. : ὑπαιτίως codd. 17 ἴσως Mang. : πιστῶς codd. γεγεννηdνοι GF 21 τῷ] τὸ G 25 ὅτι P 1—9 Eusebius Pr. ev. XI 15 post 10cum ad p. 247 laudatum: ἐν τῷ δ’ αὐτῷ ωuρἀμμτι καὶ τάδε φησί· Κἄν μηδέπω μἐντομ— ὁ πρεσβύτατος. μόνον ἄγον. De_confusione_linguarum 151 καὶ ἐπὶ τῆς πολίτιδος τὸ κατασκευαστὸν τὸ παραπλήσιον ἰδεῖν ἔστιν· αἵ τε γὰρ ἀμφημεριναὶ καὶ διάτριτοι καὶ τεταρταΐζουσαι παρὰ παισὶν ἰατρῶν λεγόμεναι περίοδοι μεθ’ ἡμέραν τε καὶ νύκτωρ περὶ τὰς αὐτὰς ὥρας κατασκήπτουσι τὴν εἰς αὐτὰ καὶ τάξιν φυλάττουσαι. De_confusione_linguarum 152 τὸ δὲ „καὶ τοῦτο ἤρξαντο ποιῆσαι“ (Gen. 11,6) μετ’ οὐ μετρίου σχετλιασμοῦ λέλεκται, διότι τοῖς ῥᾳδιουργοῖς οὐ τὰ πρὸς τοὺς ὁμοφύλους μόνον συγχεῖν δίκαια ἐξήρκεσεν, ἀλλ’ ἤδη καὶ τῶν ὀλυμπίων ἐπιβαίνειν ἐτόλμησαν, ἀδικίαν μὲν σπείραντες, De_confusione_linguarum 153 ἀσέβειαν δὲ θερίσαντες. ὄφελος δὲ τοῖς ἀθλίοις οὐδέν· οὐ γὰρ ὥσπερ ἀδικοῦντες ἀλλήλους πολλὰ ὧν ἂν ἐθελήσωσιν ἀνύτουσιν ἔργοις βεβαιούμενοι τὰ βουλαῖς ἀγνώμοσιν ἐπιλογισθέντα, οὕτως καὶ ἀσεβοῦντες· ἀζήμια γὰρ καὶ ἀπήμονα τὰ θεῖα, τοῦ δὲ πλημμελεῖν εἰς αὐτὰ οἱ δυσκάθαρτοι τὰς ἀρχὰς εὑρίσκονται μόνον, πρὸς δὲ τὸ τέλος φθάνουσιν οὐδέποτε. De_confusione_linguarum 154 διὸ καὶ λέγεται τοῦτο· „ἤρξαντο ποιῆσαι“· κορεσθέντες γὰρ οἱ τοῦ παρανομεῖν ἄπληστοι τῶν πρὸς τὰ ἐν γῇ καὶ θαλάττῃ καὶ ἀέρι, ἃ φθαρτῆς φύσεως ἔλαχε, κακῶν ἐπὶ τὰς ἐν οὐρανῷ θείας φύσεις μετατάξασθαι διενοήθησαν· ἅ ἐστι τῶν ὄντων ἔξω τοῦ κακηγορεῖν ἔθος ἐστὶ διαθεῖναι τὸ παράπαν οὐδέν· καὶ αὐτὸ μέντοι τὸ βλασφημεῖν οὐ τοῖς κακηγορουμένοις ἐπιφέρει τινὰ ζημίαν, ἃ τῆς ἰδίου φύσεως οὔποτ’ ἐξίσταται, ἀλλὰ τοῖς καταιτιωμένοις συμφορὰς ἀνηκέστους. De_confusione_linguarum 155 οὐκ ἐπειδὴ μέντοι μόνον ἤρξαντο πρὸς τὸ τέλος ἐλθεῖν ἀδυνατήσαντες ἀσεβείας, διὰ τοῦτ’ αὐτοὺς οὐχ ὡς διαπραξαμένους ἕκαστα ὧν διενοήθησαν αἰτιατέον· οὗ χάριν καὶ τετελειωκέναι φησὶ τὸν πύργον αὐτοὺς οὐ τελειώσαντας, ἐπειδὰν λέγῃ· „κύριος κατέβη ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον", οὐχ ὃν οἰκοδομῆσαι μέλλουσιν, ἀλλ’ ὃν „ᾠκοδόμησαν“ ἤδη (Gen. 11,5). De_confusione_linguarum 156 τίς οὖν πίστις τοῦ μὴ τετελεσιουργῆσθαι τὴν κατασκευήν; ἡ ἐνάργεια πρώτη· γῆς γὰρ ὁτιοῦν μέρος 1 καὶ ἐπὶ τῆς πυρετοῦ καταβολῆς τὸ παραπλήαον conicio τὸ alterum om. v 2 αἵ τε scripsi: ἔτι codd. ἀφημεριναὶ F διάτριποι F, διάτρυτοι G ταρταΐζουσαι H 4 κατασκήπτουσι scripsi : κατασκευάκασι F, κατεσκευάκασι GHP εἰς αὐτὰ καὶ GF, εἰς αὐτὰ HP, εἰς τὰ αὐτὰ Mang., αὐτὴν αἰεὶ conicio 5 ἤρξατο HP 5. ὁ χετλιασμοῦ Η ὁ λέγεται F 8 μὲν om. G 10 ἀθετήσωσιν L ἀνόυσιν HP 11 οὕτω HP 12 πλημλεῖν GP εὑρίσκοντι om. G 14 γὰρ addidi 15 πρὸς τὰ om. v ἀέρι F: ἀέρος GHP l6 τὰς] τῆς G ἅς τι τῶν Mang. ἅς [ἐστι] τῶν κακῶν ἕξω τοῦ κακηγορεῖν οὐ θέμις ἐστὶ conicio, 3 δ’ ἐστὶ et οὐκ ἔθος coni. Cohn 17 κατηγορεῖν ΗP 18 οὐ GFL2: ἐν HPL1 19 ἀιδίου HP οὔποπ G post ἀλλὰ add. καὶ GF 22 αἰτιαστἐον F, post αἰτιατέον lacunam suspicor supplendam ex p. 259, 15 — 17 οὗ GF: τοῦ HP, τούτου v 25. ὁ τετΛεσιουργεῖσθαι G, τελεσιουργῆσθαι P, τελεσιουργεῖσθαι F 26 ἡ] ἢ F ἐνέργεια P ἀμήχανον οὐρανοῦ ψαῦσαι διὰ τὴν ἔμπροσθεν αἰτίαν, ὅτιπερ οὐδὲ κέντρον περιφερείας ἅπτεται· δευτέρα δ’, ὅτι ὁ αἰθήρ, ἱερὸν πῦρ, φλόξ ἐστιν ἄσβεστος, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα παρὰ τὸ αἴθειν, ὃ δὴ καίειν ἐστὶ κατὰ γλῶτταν, εἰρημένον. De_confusione_linguarum 157 μάρτυς δὲ μία μοῖρα τῆς οὐρανίου πυρᾶς ἥλιος, ὃς τοσοῦτον γῆς ἀφεστὼς ἄχρι μυχῶν τὰς ἀκτῖνας ἐπιπέμπων αὐτήν τε καὶ τὸν ἀπ’ αὐτῆς ἀνατείνοντα μέχρι τῆς οὐρανίου σφαίρας ἀέρα φύσει ψυχρὸν ὄντα τῇ μὲν ἀλεαίνει, τῇ δὲ καταφλέγει· τὰ μὲν γὰρ ὅσα ἢ μακρὰν ἀφέστηκεν αὐτοῦ τῆς φορᾶς ἢ ἐγκάρσια παραβέβληται ἀλεαίνει μόνον, τὰ δ’ ἐγγὺς ἢ ἐπ’ εὐθείας ὄντα καὶ προσανακαίει βίᾳ. De_confusione_linguarum 158 εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τοὺς ἀναβαίνειν τολμῶντας ἀνθρώπους οὐκ ἀναγκαῖον ἦν ἐμπεπρῆσθαι κεραυνωθέντας, ἀτελοῦς αὐτοῖς τῆς μεγαλουργηθείσης ἐπινοίας γενομένης; τοῦτ’ ἔοικεν αἰνίττεσθαι διὰ τῶν αὖθις λεγομένων· „ἐπαύσαντο“ γάρ φησιν „οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον“ (Gen. 11,8), οὐ δήπου τελειώσαντες, ἀλλὰ τελεσιουργῆσαι κωλυθέντες διὰ τὴν ἐπιγενομένην σύγχυσιν. οὐ μὴν ἐκπεφεύγασι τὴν τῶν διαπράξεων αἰτίαν οἱ πρὸς τῷ βουλεύσασθαι καὶ ἐγκεχειρηκότες. De_confusione_linguarum 159 τὸν γοῦν οἰωνόμαντιν καὶ τερατοσκόπον περὶ τὰς ἀβεβαίους εἰκασίας ματαιάζοντα — καὶ γὰρ μάταιος ἑρμηνεύεται Βαλαάμ — φησὶν ὁ νόμος τῷ ὁρῶντι καταράσασθαι καίτοι διὰ τῶν λόγων εὐφήμους ποιησάμενον εὐχάς, σκοπῶν οὐ τὰ λεχθέντα ἃ προμηθείᾳ θεοῦ μετεχαράττετο οἷα δόκιμον ἀντὶ κιβδήλου νόμισμα, τὴν δὲ διάνοιαν, ἐν ᾗ τὰ βλάψοντα πρὸ τῶν ὠφελησόντων ἀνεπολεῖτο. ἔστι δὲ φύσει πολέμια ταῦτα, στοχασμὸς ἀληθείᾳ καὶ ματαιότης ἐπιστήμῃ καὶ ἡ διὰ ἐνθουσιασμοῦ μαντεία νηφούσῃ σοφίᾳ. De_confusione_linguarum 160 καὶ ἂν ἐξ ἐνέδρας μέντοι τις ἐπιχειρήσας ἀνελεῖν τινα μὴ δυνηθῇ κτεῖναι, τῇ τῶν ἀνδροφόνων οὐδὲν ἧττον ὕποχος δίκῃ καθέστηκεν, ὡς ὁ γραφεὶς περὶ τούτων δηλοῖ νόμος· „ἐὰν“ γάρ φησι „τὶς ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου λήψῃ αὐτὸν θανατῶσαι„ 1 αἰτίαν λεχθεῖσαν conicio (v. §5) οὐδέν HP 2 δευτέρα scipsi: δεύτερον codd. δὲ P 2. 3 φάος ἐστὶν ἄσβεστον Oxon. Coll. Nov. 143 3. 4 παρὰεἰρμένον om. Η 5 πυρᾶς] σφαίρας coni. Mang. γῆς GF: οὗ HP G αὐτή GF 7 post δὲ add. καὶ G 9 παραβέβληται GHP: παρακέκληται F, παρακέκλιται v 10 δὲ om. F ἀναβαίνει Η 15 ἐπιγινομένην v 16 διαπραξαμένων conicio τῷ Turn. : τὸ codd. 17 ἐκκεχειρηκότες FH 18 γάρ om. Tiirn. μάταιος λαὸς Mang. 19 ὁρῶν τινα L τὸν λόγον L. 22 βλάψοντα HP: βλάψαντα GF πρὸς G ὠφελησόντων scripsi: ὠφελησάντων codd. ἐπολλῖτο HP 23 διὰ Mang.: δίχα codd. 25 ἐπιχειρίσας F 26 γραφεὺς G 27 ἐπιθεῖται H 28 ἀπὸ Mang.: ἐπὶ codd. (Exod. 21,14)· καίτοι ἐπιτίθεται μόνον, οὐκ ἀνῄρηκεν, ἀλλ’ ἴσον ἡγήσατο ἀδίκημα τῷ κτεῖναι τὸ βουλεῦσαι τὸν φόνον· οὗ χάριν οὐδ’ ἱκέτῃ γενομένῳ δέδωκεν ἀμνηστίαν, ἀλλὰ καὶ ἐξ ἱεροῦ ἐκέλευσεν ἀπάγειν τὸν ἀνιέρῳ γνώμῃ χρησάμενον. De_confusione_linguarum 161 ἀνίερος δὲ οὐ ταύτῃ μόνον, ὅτι κατὰ ψυχῆς τῆς αἰεὶ ζῆν δυναμένης ἀρετῶν κτήσει τε καὶ χρήσει τὸν διὰ προσβολῆς κακίας φόνον ἐβούλευσεν, ἀλλὰ καὶ ὅτι θεὸν τῆς ἀνοσιουργοῦ τόλμης αἰτιᾶται· τὸ γὰρ „καταφύγῃ“ τοιοῦτον ὑποβάλλει νοῦν, διότι πολλοὶ τὰ καθ’ ἑαυτῶν ἀποδιδράσκειν ἐθέλοντες ἐγκλήματα καὶ ῥύεσθαι τῶν ἐφ’ οἷς ἠδίκησαν ἀξιοῦντες ἑαυτοὺς τιμωριῶν τὸ οἰκεῖον ἄγος τῷ κακοῦ μὲν μηδενὸς ἀγαθῶν δ’ ἁπάντων αἰτίῳ προσβάλλουσι θεῷ. διὸ καὶ ἀπ’ αὐτῶν βωμῶν τοὺς τοιούτους ἀπάγειν ὅσιον εἶναι ἐνομίσθη. De_confusione_linguarum 162 δίκην δ’ ὑπερβάλλουσαν κατὰ τῶν ἐπ’ ἀθεότητι λόγους οἰκοδομουμένων καὶ συγκροτούντων ὁρίζει, ἣν ἴσως τινὲς τῶν ἀφρόνων οὐ βλάβην, ἀλλ’ ὠφέλειαν ὑποτοπήσουσιν· „οὐ γὰρ ἐκλείψει“ φησίν „ἀπ’ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6). ὢ τῆς ἀπεριγράφου καὶ ἀμέτρου κακοδαιμονίας, πάνθ’ οἷς ἂν ὁ φρενοβλαβέστατος ἐπιθῆται νοῦς, ὑποχείρια εἶναι καὶ ὑπήκοα, καὶ μηδέν, μὴ μέγα μὴ μικρόν, ὑστερίζειν τὸ παράπαν, ἀλλ’ De_confusione_linguarum 163 ὡσπερεὶ φθάνοντα προαπαντᾶν πρὸς τὰς χρείας ἑκάστας. ψυχῆς ταῦτα φρονήσεως χηρευούσης ἐστὶν ἐπίδειξις μηδὲν τῶν εἰς τὸ ἁμαρτάνειν ἐχούσης ἐμποδών. εὔξαιτο γὰρ ἂν ὁ μὴ σφόδρα ἀνιάτως ἔχων τὰ ἐξ ὑποθέσεως τοῦ νοῦ πάντ’ ἐπιλιπεῖν αὐτῷ, ἵνα μὴ τῷ κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἢ ἱεροσυλεῖν ἤ τινι τῶν ὁμοιοτρόπων ἐπιτιτιθέμενος εὐοδῇ, μυρία δ’ εὑρίσκῃ τὰ κωλυσιεργήσοντα. κωλυθεὶς μὲν γὰρ τὴν μεγίστην νόσον, ἀδικίαν, ἀποβάλλει, σὺν ἀδείᾳ δ’ ἐπεξελθὼν ταύτην ἀναδέξεται. De_confusione_linguarum 164 τί οὖν ἔτι τὰς τῶν τυράννων τύχας ὡς μακαρίων ζηλοῦτε καὶ θαυμάζετε, δι’ ἃς εὐπετῶς ἕκαστα ἐπεξίασιν, ὧν ἂν ὁ ἐκλελυττηκὼς κἀκτεθηριωμένος τέκῃ νοῦς, καὶ ἐν ἑαυτοῖς δέον 1 καίτοι] καί τις F ἐπετίθετο coni. Mang. 3 ἀμνηστείαν F καὶ om. Turn. τὸν nm. G 5 τῆς εἰσαεὶ G 8 ἐλθόντες H 9 ἐξιόντες P1 ἑαυτῶν HP 12 λόγους Maug. : λόγων codd. 13 ὁρίζειν GF 14 ὀφἐλειαν G 15 ἄν HP: ἐὰν GF ἐπείθωνται HP ἀπεριγράπτου HP l6 οἷς] ὅσα G ἐπιθῆται scripsi: ἐπιτη codd. 17 μὴ addidi 18 προαπαντᾶν H: προσαπαντᾶν GPL, προσαπαντῶν F ἑκάστης HP 21 αὑτῷ v τῴ] τὸ G 22. 23 ἐπιθέμενος v 23 εὐώδῆ F κωλυθεὶς scripsi: κώλυσις codd. 24 ὑποβάλλει H (P evanidus), ἀποβαλεῖ conicio 25 ὡς μακαρίων scripsi: ὦ μακάριοι codd. 26 δι’ ὧν coni. Mang. 27 καὶ ἐν ἑαυτοῖς] τοὐναντίον conicio. κατ’ ἐναντίον coui. Cohn αὐτοῖς L ἐπιστένειν, εἴ γε ἀπορία καὶ [ἡ] ἀσθένεια κακοῖς λυσιτελές, ὡς περιουσία καὶ ἰσχὺς ἀγαθοῖς ὠφελιμώτατον; De_confusione_linguarum 165 εἷς δέ τις τῶν ἀφρόνων ᾐσθημένος, εἰς ὅσην κακοδαιμονίας ὑπερβολὴν ἄγει ἡ τοῦ διαμαρτάνειν ἐκεχειρία, μετὰ παρρησίας εἶπε· „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“ (Gen. 4, 13). παγχάλεπον γὰρ ἀχαλίνωτον ἐαθῆναι ψυχὴν ἀτίθασον οὖσαν ἐξ ἑαυτῆς, ἣν μόλις ἡνίαις μετ’ ἐπανατάσεως μαστίγων ἔστι κατασχόντα πραῧναι. De_confusione_linguarum 166 διόπερ λόγιον τοῦ ἵλεω θεοῦ μεστὸν ἡμερότητος ἐλπίδας χρηστὰς ὑπογράφον τοῖς παιδείας ἐρασταῖς ἀνῄρηται τοιόνδε· „οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω“ (Jos. 1, 5)· τῶν γὰρ τῆς ψυχῆς δεσμῶν χαλασθέντων, οἷς διεκρατεῖτο, ἡ μεγίστη παρέπεται συμφορά, καταλειφθῆναι ὑπὸ θεοῦ, ὃς τοῖς ὅλοις δεσμοὺς τὰς ἑαυτοῦ δυνάμεις περιῆψεν ἀρρήκτους, αἷς τὰ πάντα σφίγξας ἄλυτα εἶναι βεβούληται. De_confusione_linguarum 167 λέγει μέντοι καὶ ἑτέρωθι, ὅτι „πάνθ’ ὅσα δεσμῷ καταδέδεται, καθαρά ἐστιν“ (Num. 19, 15), ἐπειδὴ τῆς ἀκαθάρτου φθορᾶς αἴτιον ἡ διάλυσις. μηδέποτ’ οὖν ἰδών τινα τῶν φαύλων οἷς ἂν ἐπιθῆται πᾶσιν εὐμαρῶς ἐπεξιόντα θαυμάσῃς ὡς κατορθοῦντα, ἀλλὰ τοὐναντίον ὡς ἀποτυγχάνοντα οἰκτίζου, ὅτι ἀφορίᾳ μὲν ἀρετῆς, κακίας δὲ εὐφορίᾳ χρώμενος διατελεῖ. De_confusione_linguarum 168 σκέψασθαι δ’ οὐ παρέργως ἄξιον, τίν’ ἔχει λόγον τὸ εἰρημένον ἐκ προσώπου τοῦ θεοῦ· „δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν“ (Gen. 11,7). φαίνεται γὰρ διαλεγόμενός τισιν ὡς ἂν συνεργοῖς αὐτοῦ, τὸ δ’ αὐτὸ καὶ πρότερον ἐπὶ τῆς τἀνθρώπου κατασκευῆς ἀναγέγραπται· „εἶπε“ γάρ φησι „κύριος ὁ θεός· De_confusione_linguarum 169 ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν“ (Gen. 1,26) τοῦ „ποιήσωμεν“ πλῆθος ἐμφαίνοντος· καὶ πάλιν „εἶπεν ὁ θεός· ἰδού, γέγονεν Ἀδὰμ ὡς εἷς ἡμῶν, τῷ γινώσκειν καλὸν καὶ πονηρόν“ (Gen. 3, 22)· τὸ γὰρ „ὡς εἷς ἡμῶν“ οὐκ ἐφ’ ἑνός, ἀλλ’ ἐπὶ πλειόνων τίθεται. De_confusione_linguarum 170 λεκτέον οὖν 1 ἡ seclusi 2 εἷς HPL1: εἰ GFL2. 2.3 εἰς ὅσην ἄγει κακοδαιμονίας ὑπερβολὴν conicio 3 ἐκκεχειρία Η 4 ἀφεθῆναί με Oxon. Coll. Novi 143 5 ἀτίθασσον v ὁ ἐπανατάσεως Turn.: ἐπαναστάσεως codd. 8 ἀνείρηται CF 12 βούληται L, βούλεται v 14 ἡ om. Η μηδέποτε D 15 ἐπίθηται HP τῶν φαύλων D : om. codd. 18 περιέργως F τίνα] τί G 19 ἐκεῖ om. Turn. 21 τοῦ ἀνθρώπου F 24 Ἀδάμ om. 25 τῷ] τὸ H, τοῦ Turn. fort. recte 26 ἐφ’] ἀφ’ P 14 — 17 DC fol. 215r Φίλωνος ἐκ τοῦ περὶ τοῦ νήψας ὁ νοῦς εὔχεται: μήποτε ἰδὡμ —διατελεῖ. ἐκεῖνο πρῶτον, ὅτι οὐδὲν τῶν ὄντων ἰσότιμον ὑφέστηκε θεῷ, ἀλλ’ ἔστιν εἷς ἄρχων καὶ ἡγεμὼν καὶ βασιλεύς, ᾧ πρυτανεύειν καὶ διοικεῖν μόνῳ θέμις τὰ σύμπαντα. τὸ γὰρ οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεὺς οὐκ ἐπὶ πόλεων καὶ ἀνθρώπων λέγοιτ’ ἂν ἐν δίκῃ μᾶλλον ἢ ἐπὶ κόσμου καὶ θεοῦ· ἑνὸς γὰρ ἕνα ποιητήν τε καὶ πατέρα πάλιν καὶ δεσπότην De_confusione_linguarum 171 ἀναγκαῖον εἶναι. τούτου δὴ προδιομολογηθέντος ἀκόλουθον ἂν εἴη συνυφαίνειν τὰ ἁρμόζοντα. τίν’ οὖν ἐστι, σκοπῶμεν· εἷς ὢν ὁ θεὸς ἀμυθήτους περὶ αὑτὸν ἔχει δυνάμεις ἀρωγοὺς καὶ σωτηρίους τοῦ γενομένου πάσας, αἷς ἐμφέρονται καὶ αἱ κολαστήριοι· ἔστι δὲ καὶ ἡ κόλασις οὐκ ἐπιζήμιον, ἁμαρτημάτων οὖσα κώλυσις καὶ ἐπανόρθωσις. De_confusione_linguarum 172 διὰ τούτων τῶν δυνάμεων ὁ ἀσώματος καὶ νοητὸς ἐπάγη κόσμος, τὸ τοῦ φαινομένου τοῦδε ἀρχέτυπον, ἰδέαις ἀοράτοις συσταθείς, ὥσπερ οὗτος σώμασιν ὁρατοῖς. De_confusione_linguarum 173 καταπλαγέντες οὖν τινες τὴν ἑκατέρου τῶν κόσμων φύσιν οὐ μόνον ὅλους ἐξεθείωσαν, ἀλλὰ καὶ τὰ κάλλιστα τῶν ἐν αὐτοῖς μερῶν, ἥλιον καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν, ἅπερ οὐδὲν αἰδεσθέντες θεοὺς ἐκάλεσαν. ὧν τὴν ἀπόνοιαν κατιδὼν Μωυσῆς φησι· „κύριε, κύριε, βασιλεῦ τῶν θεῶν“ (Deut. 10, 17) εἰς ἔνδειξιν τῆς παρ’ ὑπηκόους ἄρχοντος διαφορᾶς. De_confusione_linguarum 174 ἔστι δὲ καὶ κατὰ τὸν ἀέρα ψυχῶν ἀσωμάτων ἱερώτατος χορὸς ὀπαδὸς τῶν οὐρανίων· ἀγγέλους τὰς ψυχὰς ταύτας εἴωθε καλεῖν ὁ θεσπιῳδὸς λόγος· πάντ’ οὖν τὸν στρατὸν ἑκάστων ἐν ταῖς ἁρμοττούσαις διακεκοσμημένον τάξεσιν ὑπηρέτην καὶ θεραπευτὴν εἶναι συμβέβηκε τοῦ διακοσμήσαντος ἡγεμόνος, ᾧ ταξιαρχοῦντι κατὰ δίκην καὶ θεσμὸν ἕπεται· λιποταξίου γὰρ οὐ θέμις ἁλῶναί ποτε 4 πολυκοιρανοίη F 7 καὶ πατέρα πάλιν om. Ε tertium καὶ om. GF 8 προομολογrιθἐντος E 9 τίνα GFE ὢν om. P 9. 10 θεὸς δύο τὰς ἀνωτάτω δυνάμεις ἔχει E 10 — 12 ἀρωγοὺς — ἐπανόρθωσις om. E 10 αὑτὸν Turn.: αὐτὸν codd. ἀρρωγοὑς HP σωτηρίου P 11 ἔτι F καὶ ἡ GF: om. IIP 12 διὰ GE: δι’ αὖ FHP 15 σώμασιν] ὄμμασιν E ὁρατός GFE 16 οὐ] καὶ οὐ F 17 ἤλιον λέγω καὶ Ε 18 ἀπόνοιαν Cumont: ἐπίνοιαν codd. E 19 εἰς add. Mang. ἔνδειξις E 21 post ἀγγἐλους add. γὰρ v 22. 23 ἑκάστων] ἐκείνων conicio, ἐκατέρων coni. Mang. 25 θεσμὸς F, θεσμοὶ L2 λιποταξίου G : λειποταξίου FHP, λειποταξία L 1—20 οὐδέν τῶν ὄντων- διαφορᾶς habet E, II μ 60l, 1— 602, 13 M. 4 Hom. B 204. 205. τὸ θεῖον στράτευμα. De_confusione_linguarum 175 βασιλεῖ δὲ ταῖς ἑαυτοῦ δυνάμεσιν ἐμπρεπὲς ὁμιλεῖν τε καὶ χρῆσθαι πρὸς τὰς τῶν τοιούτων πραγμάτων ὑπηρεσίας, οἷσπερ ἁρμόττει μὴ ὑπὸ μόνου πήγνυσθαι θεοῦ. χρεῖος μὲν γὰρ οὐδενός ἐστιν ὁ τοῦ παντὸς πατήρ, ὡς δεῖσθαι τῆς ἀφ’ ἑτέρων, εἰ ἐθέλοι δημιουργῆσαι, συμπράξεως , τὸ δὲ πρέπον ὁρῶν ἑαυτῷ τε καὶ τοῖς γινομένοις ταῖς ὑπηκόοις δυνάμεσιν ἔστιν ἃ διαπλάττειν ἐφῆκεν, οὐδὲ ταύταις εἰσάπαν αὐτοκράτορα δοὺς τοῦ τελεσιουργεῖν ἐπιστήμην, ἵνα μή τι πλημμεληθείη τῶν ἀφικνουμένων εἰς γένεσιν. De_confusione_linguarum 176 ταῦτα μὲν οὖν ἀναγκαῖον ἦν προτυπῶσαι· ὧν δὲ χάριν, ἤδη λεκτέον· ἡ μὲν φύσις τῶν ζῴων εἴς τε ἄλογον καὶ λογικὴν μοῖραν, ἐναντίας ἀλλήλαις, ἐτμήθη τὸ πρῶτον, ἡ δ’ αὖ λογικὴ πάλιν εἴς τε τὸ φθαρτὸν καὶ ἀθάνατον εἶδος, φθαρτὸν μὲν τὸ ἀνθρώπων, ἀθάνατον δὲ τὸ ψυχῶν ἀσωμάτων, αἳ κατά τε ἀέρα καὶ οὐρανὸν περιπολοῦσι. De_confusione_linguarum 177 κακίας δὲ ἀμέτοχοι μέν εἰσιν αὗται, τὸν ἀκήρατον καὶ εὐδαίμονα κλῆρον ἐξ ἀρχῆς λαχοῦσαι καὶ τῷ συμφορῶν ἀνηνύτων οὐκ ἐνδεθεῖσαι χωρίῳ, σώματι, ἀμέτοχοι δὲ καὶ αἱ τῶν ἀλόγων, παρόσον ἀμοιροῦσαι διανοίας οὐδὲ τῶν ἐκ λογισμοῦ συμβαινόντων ἑκουσίων ἀδικημάτων ἁλίσκονται. De_confusione_linguarum 178 μόνος δὲ σχεδὸν ἐκ πάντων ὁ ἄνθρωπος ἀγαθῶν καὶ κακῶν ἔχων ἐπιστήμην αἱρεῖται μὲν πολλάκις τὰ φαυλότατα, φεύγει δὲ τὰ σπουδῆς ἄξια, ὥστ’ αὐτὸν μάλιστα ἐπὶ τοῖς ἐκ προνοίας ἁμαρτήμασι καταγινώσκεσθαι. De_confusione_linguarum 179 προσηκόντως οὖν τὴν τούτου κατασκευὴν ὁ θεὸς περιῆψε καὶ τοῖς ὑπάρχοις αὐτοῦ λέγων· „ποιήσωμεν ἄνθρωπον“, ἵνα αἱ μὲν τοῦ ἀνθρώπου κατορθώσεις ἐπ’ αὐτὸν ἀναφέρωνται μόνον, ἐπ’ ἄλλους δὲ αἱ ἁμαρτίαι. θεῷ γὰρ τῷ πανηγεμόνι ἐμπρεπὲς οὐκ ἔδοξεν εἶναι τὴν ἐπὶ κακίαν ὁδὸν ἐν ψυχῇ λογικῇ δι’ ἑαυτοῦ δημιουργῆσαι· οὗ χάριν τοῖς μετ’ αὐτὸν ἐπέτρεψε τὴν τούτου τοῦ μέρους κατασκευήν. ἔδει γὰρ καὶ τὸ ἀντίπαλον τῷ ἀκουσίῳ, τὸ ἑκούσιον, εἰς τὴν τοῦ παντὸς συμπλήρωσιν κατασκευασθὲν ἀναδειχθῆναι. De_confusione_linguarum 180 τοῦτο μὲν δὴ ταύτῃ λελέχθω. προσήκει δὲ κἀκεῖνο λελογίσθαι, ὅτι μόνων ἀγαθῶν ἐστιν ὁ θεὸς αἴτιος, κακοῦ δὲ οὐδενὸς τὸ παράπαν, ἐπειδὴ καὶ τὸ πρεσβύτατον τῶν ὄντων καὶ 1 θεῖον om. F ἐμπρεπὲς GFL2: εὐπρεπὲς HL1 (P evanidus) 5 συμπράξεως addidi, ὑπηρεσίας vel ἐπικουρίας add. Mang. ὁ ταῖς] τοῖς H 7 δοὺς om. HP ἐπιστήμην] Κουσίαν conicio 10 ἐναντίας Turn. : ἐναντίαις GFL-, ἐναντία HPL1 11 καὶ τὸ conicio 12 fi̓άνατον GF: φαρτον HP αἱ] ἅς H 14 λαβοῦσαι G 15 ἀνηνύτῳ GF αἱ add. Maug. 16 ὑπὸ τῶν coni. Mang. 19 ωαστ’ αὐτὸν Mang. : ὡς ταῦτα FHP, ὡς ταύτῃ G, ὤα στ’ αὗ τὰ Turn. 22 ἀωρώπου Mang. : νοῦ codd. 23 αὐτῶν HP ἀναφέρονται H 24 κακία HP 29 μόνον F τελειότατον ἀγαθὸν αὐτὸς ἦν. ἐμπρεπέστατον δὲ τὰ οἰκεῖα τῇ ἑαυτοῦ φύσει δημιουργεῖν ἄριστα τῷ ἀρίστῳ, τὰς μέντοι κατὰ πονηρῶν κολάσεις διὰ τῶν ὑπ’ αὐτὸν βεβαιοῦσθαι. De_confusione_linguarum 181 μαρτυρεῖ δέ μου τῷ λόγῳ καὶ τὸ εἰρημένον ὑπὸ τοῦ τελειωθέντος ἐξ ἀσκήσεως τόδε· „ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν“ (Gen. 48, 15. 16)· ὁμολογεῖ γὰρ καὶ οὗτος ἤδη, ὅτι τὰ μὲν γνήσια τῶν ἀγαθῶν, ἃ φιλαρέτους τρέφει ψυχάς, ἐπὶ θεὸν ἀναφέρεται μόνον ὡς αἴτιον, ἡ δὲ τῶν κακῶν μοῖρα ἀγγέλοις ἐπιτέτραπται πάλιν, οὐδὲ ἐκείνοις ἔχουσι τὴν τοῦ κολάζειν αὐτοκράτορα ἐξουσίαν, ἵνα μηδενὸς τῶν εἰς φθορὰν τεινόντων ἡ σωτήριος αὐτοῦ κατάρχῃ φύσις. De_confusione_linguarum 182 διὸ λέγει· „δεῦτε καὶ καταβάντες συγχέωμεν“. οἱ μὲν γὰρ ἀσεβεῖς τοιαύτης ἐπάξιοι δίκης τυγχάνειν, ἵλεως καὶ εὐεργέτιδας καὶ φιλοδώρους αὐτοῦ δυνάμεις οἰκειοῦσθαι τιμωρίαις. εἰδὼς μέντοι τῷ γένει τῶν ἀνθρώπων ὠφελίμους ὑπαρχούσας δι’ ἑτέρων αὐτὰς ὥρισεν· ἔδει γὰρ τὸ μὲν ἐπανορθώσεως ἀξιωθῆναι, τὰς δὲ πηγὰς τῶν ἀεννάων αὐτοῦ χαρίτων ἀμιγεῖς κακῶν οὐκ ὄντων μόνον ἀλλὰ καὶ νομιζομένων φυλαχθῆναι. De_confusione_linguarum 183 Τίς δέ ἐστιν ἡ σύγχυσις, ἐρευνητέον. πῶς οὖν ἐρευνήσομεν; οὕτως, ὥς γ’ ἐμοὶ φαίνεται· πολλάκις οὓς πρότερον οὐκ ᾔδειμεν, ἀπὸ τῶν συγγενῶν καί τινα πρὸς αὐτοὺς ἐχόντων ἐμφέρειαν ἐγνωρίσαμεν· οὐκοῦν καὶ πράγματα τὸν αὐτὸν τρόπον, ἃ μὴ ῥᾴδιον ἐξ ἑαυτῶν καταλαμβάνεσθαι, δῆλα γένοιτ’ ἂν κατὰ τὴν τῶν οἰκείων αὐτοῖς ὁμοιότητα. De_confusione_linguarum 184 τίνα οὖν ἐστι συγχύσει πράγματα ὅμοια; ἡ μῖξις, ὥσπερ ὁ παλαιὸς λόγος, καὶ κρᾶσις· ἀλλ’ ἡ μὲν μῖξις ἐν ξηραῖς, ἡ δὲ κρᾶσις ἐν ὑγραῖς οὐσίαις δοκιμάζεται. De_confusione_linguarum 185 μῖξις μὲν οὖν σωμάτων διαφερόντων ἐστὶν οὐκ ἐν κόσμῳ παράθεσις, ὥσπερ ἂν εἴ τις σωρὸν ποιήσειε κριθὰς καὶ πυροὺς καὶ ὀρόβους καὶ ἄλλ’ ἄττα εἴδη τῶν σπαρτῶν εἰς ταὐτὸ εἰσενεγκών, 1 ἐμπρεπέστατον Mang. : ἐμπρεπἐστατα codd. δέ θεῷ conicio 2 fort. add. δι’ αὐτοῦ μόνου 2 τῷ ἀρίστῳ scripsi : τῶν ἀρίσιων GF, τὸν ἄριστον ΗP 3αὐτῶνL 4 prius ὁ onm. P με om. P 5 τῶν om. F 7 μόνον ὡς scripsi: μόνως codd. 9 φορὰν P 10 καὶ om. HP 12 ἵλεως Turn.: λλεω codd., τὰς ἵλεως conicio, ὡς ἵλεως coni. Cohn 15 τῶν om. GF 17 δ’ F ἐρευνήσωμεν Η 18 ὥς om. G γέ μοι F 20 τρόπον om. P 21 γἐνοιτ᾿ scripsi: γἐνοtντ’ FP, γίνοιντ’ GH 22 πραγμάτων G 24 ἐστὶν] δ’ N 25 ποιήσει G 22 ἄλλ’ ἄττα N (Diels): ἄλλα τ GF, ἄλλα πα P, ἄλλ τὰ H ταὐτό HP: αὐτό GFN, ταὐτὸν V 23 sqq. cf. Doxographos p. 463, Alexandri De anima librum p. 11,15 sqq. Bruns. 24 — 265,9 N fol. 188: μῖξις—οἶνος. κρᾶσις δ’ οὐ παράθεσις, ἀλλὰ τῶν ἀνομοίων μερῶν εἰς ἄλληλα εἰσδυομένων δι’ ὅλων ἀντιπαρέκτασις, ἔτι δυναμένων ἐπιτεχνήσει τινὶ διακρίνεσθαι τῶν ποιοτήτων, ὡς ἐπὶ οἴνου καὶ ὕδατός φασι γίνεσθαι· De_confusione_linguarum 186 συνελθούσας μὲν γὰρ τὰς οὐσίας ἀποτελεῖν κρᾶσιν, τὸ δὲ κραθὲν οὐδὲν ἧττον ἀναπλοῦσθαι πάλιν εἰς τὰς ἐξ ὧν ἀπετελέσθη ποιότητας· σπόγγῳ γὰρ ἠλαιωμένῳ τὸ μὲν ὕδωρ ἀναλαμβάνεσθαι, τὸν δ’ οἶνον ὑπολείπεσθαι· μήποτε ἐπειδήπερ ἐξ ὕδατος ἡ σπογγιᾶς γένεσίς ἐστι, τὸ μὲν οἰκεῖον, ὕδωρ, πέφυκεν ἀναλαμβάνεσθαι πρὸς αὐτῆς ἐκ τοῦ κράματος, τὸ δ’ ἀλλότριον ὑπολείπεσθαι, ὁ οἶνος. De_confusione_linguarum 187 σύγχυσις δέ ἐστι φθορὰ τῶν ἐξ ἀρχῆς ποιοτήτων πᾶσι τοῖς μέρεσιν ἀντιπαρεκτεινομένων εἰς διαφερούσης μιᾶς γένεσιν, ὡς ἐπὶ τῆς ἐν ἰατρικῇ τετραφαρμάκου συντέτευχε· κηρὸς γὰρ καὶ στέαρ καὶ πίττα ῥητίνη τε, οἶμαι, συνελθόντα ταύτην ἀποτελεῖ, συντεθείσης δὲ ἀμήχανον ἔτι τὰς ἐξ ὧν συνετέθη διακριθῆναι δυνάμεις, ἀλλ’ ἑκάστη μὲν αὐτῶν ἠφάνισται, πασῶν δ’ ἡ φθορὰ μίαν ἐξαίρετον ἄλλην ἐγέννησε δύναμιν. De_confusione_linguarum 188 ὅταν δ’ ἀπειλῇ σύγχυσιν τοῖς ἀσεβέσι λογισμοῖς ὁ θεός, οὐ μόνον ἑκάστης κακίας τό τε εἶδος καὶ τὴν δύναμιν ἀφανισθῆναι κελεύει, ἀλλὰ καὶ τὸ συνερανισθὲν ἐξ αὐτῶν, ἵνα μήτε τὰ μέρη καθ’ ἑαυτὰ μήθ’ ἡ πάντων σύνοδός τε καὶ συμφωνία περιβάληταί τινα ἰσχὺν ἐπὶ καθαιρέσει τῆς ἀμείνονος μοίρας. De_confusione_linguarum 189 οὗ χάριν φησί· „συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον“ (Gen. 11, 7), ὅπερ ἴσον ἐστὶ τούτῳ· κωφὸν ἕκαστον ἐργασώμεθα τῶν κακίας μερῶν, ὡς μήτε ἰδίαν ἀφιὲν φωνὴν μήτε συνηχοῦν ἑτέρῳ βλάβης αἴτιον γίνηται. De_confusione_linguarum 190 ταῦτα μὲν ἡμεῖς, οἱ δὲ τοῖς ἐμφανέσι καὶ προχείροις μόνον ἐπακολουθοῦντες οἴονται νυνὶ γένεσιν διαλέκτων Ἑλληνικῶν τε καὶ βαρβάρων ὑπογράφεσθαι· οὓς οὐκ ἂν αἰτιασάμενος — ἴσως γὰρ ἀληθεῖ καὶ αὐτοὶ χρῶνται λόγῳ — παρακαλέσαιμ’ ἂν μὴ ἐπὶ τούτων στῆναι, μετελθεῖν δὲ ἐπὶ τὰς τροπικὰς ἀποδόσεις, νομίσαντας τὰ μὲν ῥητὰ τῶν χρησμῶν σκιάς τινας ὡσανεὶ σωμάτων εἶναι, τὰς δ’ ἐμφαινομένας δυνάμεις τὰ ὑφεστῶτα ἀληθείᾳ πράγματα. De_confusione_linguarum 191 δίδωσι μέντοι πρὸς τοῦτ’ ἀφορμὰς τὸ εἶδος τοῖς μὴ τυφλοῖς 2 ἔτι] ἐστι G τινι om. F 5 ἀναπληροῦσθαι HP, ἀποπληροπυσθαι v, ἀναλύεσθαι coni. Mang. ἀποτελεῖσθαι P ὁ ἡλεωμένω GF ἀπολείπεσθαι Fv 7—9 μἡποτε—οἶνος om., fort. lecte 7 ἐστι, ὥστε conicio 8 post αὐτῆς add. τε N 10 μιᾶς Turn.: μίαν codd 12 οἶμαι] ἅμα conicioi. Mang. 12. 10 συντεθείσης Mang.: συνδεθείσης GHP, συνδεηθείσης F 13 ἔτι scripsi: ἐπὶ codd. 14 δ’ ἡ G: δὴ F, δὲ HP φθορὰν F 18 περιβάλληται v 21 τοῦ τῶ G 22 ἁφάν scripsi: ἀφιέναι codd. φωνὴν addidi 24 νυνὶ om. v 25 'Eλληωικῶν GF: ‘Eλλἡνων HP 26 ἀληθεία GF 3U μὴ om. HP διάνοιαν ὁ νομοθέτης αὐτός, ὥσπερ ἀμέλει καὶ ἐφ’ ὧν νῦν ἐστιν ὁ λόγος· τὸ γὰρ γινόμενον σύγχυσιν προσεῖπε. καίτοι γε εἰ διαλέκτων γένεσιν αὐτὸ μόνον ἐδήλου, κἂν ὄνομα εὐθυβολώτερον ἐπεφήμισεν ἀντὶ συγχύσεως διάκρισιν· οὐ γὰρ συγχεῖται τὰ τεμνόμενα, διακρίνεται δ’ ἔμπαλιν, καὶ ἔστιν οὐ μόνον ἐναντίον ὄνομα ὀνόματι, ἀλλ’ ἔργον ἔργῳ. De_confusione_linguarum 192 σύγχυσις μὲν γάρ, ὡς ἔφην, ἐστὶ φθορὰ τῶν ἁπλῶν δυνάμεων εἰς συμπεφορημένης μιᾶς γένεσιν, διάκρισις δὲ ἑνὸς εἰς πλείω τομή, καθάπερ ἐπὶ γένους καὶ τῶν κατ’ αὐτὸ εἰδῶν ἔχειν συντέτευχεν. ὥστε εἰ μίαν οὖσαν φωνὴν ἐκέλευσε τέμνειν ὁ σοφὸς εἰς πλειόνων διαλέκτων τμήματα, προσεχεστέροις ἂν καὶ κυριωτέροις ἐχρήσατο τοῖς ὀνόμασι, τομὴν ἢ διανέμησιν ἢ διάκρισιν ἤ τι ὁμοιότροπον εἰπών, οὐ τὸ μαχόμενον αὐτοῖς, σύγχυσιν. De_confusione_linguarum 193 ἀλλ’ ἔστιν ἡ σπουδὴ διαλῦσαι τὸ κακίας στῖφος, τὰς ὁμολογίας αὐτῆς ἀκυρῶσαι, τὴν κοινωνίαν ἀνελεῖν, τὰς δυνάμεις ἀφανίσαι καὶ διαφθεῖραι, τὸ τῆς ἀρχῆς κράτος, ὃ δειναῖς ὠχυρώσατο παρανομίαις, καθελεῖν. De_confusione_linguarum 194 οὐχ ὁρᾷς ὅτι καὶ τῶν ψυχῆς ὁ πλάστης μερῶν οὐδὲν οὐδενὶ εἰς τὴν τοῦ ἑτέρου κοινωνίαν ἤγαγεν; ἀλλ’ ὀφθαλμοὶ μὲν οὐκ ἂν ἀκούσειαν, ὦτα δὲ οὐκ ἂν θεάσαιτο, χυλὸς δὲ ἐνστόμιος οὐκ ἂν ὄσφροιτο, οὐδ’ ἂν γεύσαιντο ῥῖνες, ὅ τ’ αὖ λόγος οὐδὲν ἂν τῶν κατὰ τὰς αἰσθήσεις πάθοι, οὐδ’ ἔμπαλιν ῥῆξαι φωνὴν δύναιτ’ ἂν αἴσθησις. De_confusione_linguarum 195 ἔγνω γὰρ ὁ τεχνίτης, ὅτι τὸ μὴ ἀκούειν ἕκαστον τούτων τῆς τοῦ πλησίον φωνῆς λυσιτελές ἐστιν, ἀλλὰ τὰ μὲν τῆς ψυχῆς μέρη ταῖς οἰκείαις δυνάμεσιν ἀσυγχύτοις χρῆσθαι πρὸς τὴν τῶν ζῴων ὠφέλειαν καὶ τὴν πρὸς ἄλληλα κοινωνίαν ἀφῃρῆσθαι, τὰ δὲ τῆς κακίας εἰς σύγ χυσιν καὶ φθορὰν ἀχθῆναι παντελῆ, ἵνα μήτε συμφωνήσαντα μήτε καθ’ ἑαυτὰ ὄντα ζημία τοῖς ἀμείνοσι γένηται. De_confusione_linguarum 196 παρὸ καὶ λέγει· „διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν“ (Gen. 11,8), ἐν ἴσῳ τῷ ἐσκέδασεν, ἐφυγάδευσεν, ἀφανεῖς ἐποίησε· τὸ γὰρ σπείρειν ἀγαθῶν, κακῶν δὲ αἴτιον τὸ διασπείρειν , 1 τὴν διάνοιαν ΗP ὁ prius] ὃν ὁ G, ἐνίοτε ὁ couicio 2 σύγχυσιν om. H προσεῖπεν H 3 εὐθυβολώτατον L ἀντὶ HP: ἄν τις GF ὁ ἀπλ νῶν H 8 καὶ ova. L κατ’ αὐτὸ scripsi: καθ’ αὐτὸ FH, καθ’ αὑτὸ GP 10 προσεχεστέροις codd. : προσφυεστέροις Mang. 13 ἀνελεῖν GF: τελεῖν HP 16 οὐδενί om. F 17 θεάσαιτο H: θεάσαιντο GFP χεῖλος UP ἐνστόμιος scripsi: ἐνστοματίας GF, ἐν στόματι HP 18 γεὐσοιντο GF ῥῖνας Η ὅ τ’ αὖ FUP: δταν G, οὔτ’ αὖ v 20 τὸ om. F 20. 21 πλησίου G 22 καὶ Mang. : καὶ εἰ codd., καὶ εἰς Turn. 23 ἀφῃρῆσθαι Mang.: ἀφῄρηταί codd. τὰ GF: τῆ HP σύγχυσιν Turu. : χύσιν codd. 25 παρ’ ὅ P διὸ ἔσπειρεν GF 26 ἐν ἴσφ] ἴσον Mang. τῷ] τὸ G 27 ἐποίησεν H lacunam supplevi ὅτι τὸ μὲν ἐπιδόσεως καὶ αὐξήσεως καὶ γενέσεως ἑτέρων ἕνεκα συμβαίνει, τὸ δ’ ἀπωλείας καὶ φθορᾶς. βούλεται δὲ ὁ φυτουργὸς θεὸς σπείρειν μὲν ἐν τῷ παντὶ καλοκἀγαθίαν, διασπείρειν δὲ καὶ ἐλαύνειν ἐκ τῆς τοῦ κόσμου πολιτείας τὴν ἐπάρατον ἀσέβειαν, ἵν’ ἤδη ποτὲ παύσωνται τὴν κακίας πόλιν καὶ τὸν ἀθεότητος πύργον οἰκοδομοῦντες μισάρετοι τρόποι. De_confusione_linguarum 197 τούτων γὰρ σκεδασθέντων οἱ πάλαι πεφευγότες τὴν τυραννίδα τῆς ἀφροσύνης ἑνὶ κηρύγματι κάθοδον εὑρήσουσι, γράψαντός τε καὶ βεβαιώσαντος θεοῦ τὸ κήρυγμα, ὡς δηλοῦσιν οἱ χρησμοί, ἐν οἷς διείρηται ὅτι „ἐὰν ᾖ ἡ διασπορά σου ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, ἐκεῖθεν συνάξει σε“ (Deut. 30, 4)· De_confusione_linguarum 198 ὥστε τὴν μὲν ἀρετῶν συμφωνίαν ἐμπρεπὲς ἁρμόζεσθαι θεῷ, τὴν δὲ κακιῶν διαλύειν τε καὶ φθείρειν. οἰκειότατον δὲ κακίας ὄνομα σύγχυσις· οὗ πίστις ἐναργὴς πᾶς ἄφρων, λόγοις καὶ βουλαῖς καὶ πράξεσιν ἀδοκίμοις καὶ πεφορημέναις χρώμενος. 1 δτιτὸ G: ὅτι F, τὸ HP 2 δ’ FHP: δ’ αὖ G 5 τὴν scripsi: τῆς codd. 8 θεοῦ add. Marig. 9 διείρηται Turn.: διήρηται HP, δὲ εἴρηται GF ὅτι om. G 9. 10 ἕως—οὐρανοῦ om. G 10 ἀνάξει F 11 κακιῶν Maug. : κακίν codd. 12 διαφθείρειν G 13 συμπεφοργͅρ-ένἁς coui. Mang.