De_sobrietate 1 p.392M. Τὰ περὶ μέθης καὶ τῆς ἑπομένης αὐτῇ γυμνότητος εἰρημένα τῷ νομοθέτῃ διεξεληλυθότες πρότερον ἀρξώμεθα τοῖς λεχθεῖσι τὸν ἑξῆς προσαρμόττειν λόγον· περίεστι τοίνυν ἐν τοῖς χρησμοῖς ἀκόλουθα τάδε· „ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος„ (Gen. 9,24). De_sobrietate 2 τὸ νήφειν οὐ μόνον ψυχαῖς ἀλλὰ καὶ σώμασιν ὠφελιμώτατον ἀνωμολόγηται· τάς τε γὰρ ἐξ ἀμέτρου πλησμονῆς γινομένας νόσους ἀπωθεῖται καὶ τὰς αἰσθήσεις πρὸς ἄκρας ὀξύτητας ἀκονᾷ καὶ ὅλα μέντοι τὰ σώματα οὐκ ἐᾷ βαρυνόμενα πίπτειν, ἀλλ’ ἐξαίρει καὶ ἐπικουφίζει καὶ πρὸς τὰς οἰκείους ἐνεργείας ἀνακαλεῖ πᾶσι τοῖς μέρεσιν ἑτοιμότητα ἐντίκτον· καὶ συνόλως ὅσων δημιουργὸς κακῶν ἡ μέθη, τοσούτων ἔμπαλιν ἀγαθῶν τὸ νηφάλιον. De_sobrietate 3 ὁπότ’ οὖν καὶ σώμασιν, οἷς ἡ οἴνου πόσις οἰκεῖον, λυσιτελέστατον τὸ νήφειν, οὐ πολὺ μᾶλλον ψυχαῖς, ὧν φθαρτὴ τροφὴ πᾶσα ἀλλότριον; νηφούσης γὰρ διανοίας τί τῶν παρὰ ἀνθρώποις μεγαλειότερον; τίς δόξα; τίς πλοῦτος; τίς δυναστεία; τίς ἰσχύς; τί τῶν πάντων ὅσα θαυμάζεται; φέρε μόνον τὸ ψυχῆς ὄμμα ὅλον ἰσχῦσαι δι’ ὅλων διοιχθῆναι καὶ μηδὲν οἷα ὑπὸ ῥεύματος συγχυθῆναι μέρος ἢ καταμῦσαι· τότε γὰρ μάλιστα ὀξυωπῆσαν, σύνεσιν καὶ φρόνησιν αὐτὴν ἐμβλέπον, τοῖς νοητοῖς ἀγάλμασιν ἐντεύξεται, ὧν ἡ θέα ψυχαγωγοῦσα πρὸς οὐδὲν ἔτι τῶν αἰσθητῶν ἀπονεύειν ἐάσει. καὶ τί θαυμάζομεν, De_sobrietate 4 εἰ τῷ νηφαλίῳ τῆς ψυχῆς καὶ βλέποντι ὀξυωπέστατα τῶν γένεσιν λαχόντων μηδέν ἐστιν ἰσότιμον; καὶ γὰρ οἱ τοῦ σώματος ὀφθαλμοὶ καὶ τὸ αἰσθητὸν φῶς περιττῶς πρὸς ἡμῶν πάντων τετίμηται· πολλοὶ γοῦν τῶν τὰς ὄψεις ἀποβαλόντων καὶ τὸ ζῆν ἑκουσίως προσαπέβαλον κουφότερον κακὸν πηρώσεως θάνατον εἶναι δικάσαντες ἑαυτοῖς. De_sobrietate 5 ὅσῳ τοίνυν ψυχὴ σώματος κρείττων, τοσούτῳ καὶ νοῦς ὀφθαλμῶν ἀμείνων· ὃς εἴπερ ἀπήμων εἴη καὶ ἀζήμιος πρὸς μηδενὸς τῶν μέθην παράφορον ἐργαζομένων ἀδικημάτων ἢ παθῶν πιεσθείς, ὕπνῳ μὲν ἀποτάξεται λήθην καὶ ὄκνον ἐμποιοῦντι τῶν πρακτέων, ἐγρήγορσιν δὲ ἀσπασάμενος πρὸς τὰ θέας ἄξια πάντα ὀξυδορκήσει, μνήμαις μὲν ὑποβαλλούσαις ἐγειρόμενος, πράξεσι δὲ τοῖς γνωσθεῖσιν ἑπομέναις χρώμενος. De_sobrietate 6 Τοῦ μὲν δὴ νήφοντος κατάστασίς ἐστι τοιαύτη. „νεώτερον„ δ’ ὅταν φῇ „υἱόν“, οὐχ ἡλικίας ὄνομα ἀναγράφει, νεωτεροποιίαν δὲ ἀγαπῶντος ἐμφαίνει τρόπου διάθεσιν. ἐπεὶ πῶς ἂν ἢ τὰ ἀθέατα κατιδεῖν παρὰ νόμον καὶ δίκην ἐβιάσατο ἢ ἐκλαλῆσαι τὰ ὀφείλοντα ἡσυχάζεσθαι ἢ εἰς τοὐμφανὲς προενεγκεῖν τὰ δυνάμενα οἴκοι συσκιάζεσθαι καὶ τοὺς ψυχῆς ὅρους μὴ ὑπερβαίνειν, εἰ μὴ νεωτέρων πραγμάτων ἥπτετο γελῶν τὰ ἑτέροις συμπίπτοντα, δέον ἐπιστένειν καὶ μὴ χλευάζειν ἐφ’ οἷς εἰκὸς ἦν καὶ εὐλαβούμενον τὸ μέλλον σκυθρωπάζειν; De_sobrietate 7 πολλαχοῦ μέντοι τῆς νομοθεσίας καὶ τοὺς ἡλικίᾳ προήκοντας νέους καὶ τοὺς μηδέπω γεγηρακότας ἔμπαλιν ὀνομάζει πρεσβυτέρους, οὐκ εἰς πολυετίαν ἀφορῶν ἢ βραχὺν καὶ μήκιστον χρόνον, ἀλλ’ εἰς ψυχῆς δυνάμεις κινουμένης εὖ τε καὶ χεῖρον· De_sobrietate 8 τὸν γοῦν Ἰσμαὴλ εἰκοσαετίαν ἤδη που βεβιωκότα σχεδὸν κατὰ τὴν πρὸς τὸν ἐν ἀρεταῖς τέλειον Ἰσαὰκ σύγκρισιν ὀνομάζει παιδίον· „ἔλαβε„ γάρ φησιν „ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον“, ἡνίκα αὐτοὺς οἴκοθεν Ἀβραὰμ ἐξέπεμψε, καὶ πάλιν „ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης„, καὶ „οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου„ (Gen. 21, 14 — 16)· καίτοι πρὸ μὲν τῆς γενέσεως Ἰσαὰκ τρισκαίδεκα γεγονὼς ἐτῶν Ἰσμαὴλ περιτέτμηται (Gen. 17,25), περὶ δὲ τὴν ἑπταέτιν ἡλικίαν παυσαμένου τῆς ἐν γάλακτι 1 εἰ] ἡ G’ 1. 2 ὀξυωπεστάτων γένεσιν GF 4 ἀποβαλλόντων F 5 δοξάσαντες coni. Cobn 7 μέθην G2: μέθη G1FH 7. παραφόρῳ ν 9 έγρἠγορσι Η 10 τὰς θέας II μνήμαις] γνώμαις conicio om. F 13δἐ] ὸὴΠ 15παράνομον G1F ὀφείλοντα scripsi: ὀφειλόμενα codd. 19 ἐλεοῦντα vel αἰδούμενον καὶ conicio τὸ μέλλον] μᾶλλον conicio μέλλειν L 20 προσήκοντας Η 21 πολυετίαν καὶ ὀλιγοετίαν conicio 23 γοῦν] γὰρ Η ἤδη που GF: δέ που Η, δήπου L 26 ἐπέθηκε Η, om. G ῾Αβραὰμ FH 27 ἐλάττης ὄφει ὄντα scripsi: ὀφειλόμενα codd. τροφῆς ἐκείνου τῷ τὴν ἐν παιδιαῖς ἰσότητα φέρεσθαι νόθος γνησίῳ p. 194 M. | φυγαδεύεται σὺν τῇ τεκούσῃ. De_sobrietate 9 ἀλλ’ ὅμως παιδίον νεανίας ὢν ἤδη καλεῖται ὁ σοφιστὴς ἀντεξεταζόμενος σοφῷ· σοφίαν μὲν γὰρ Ἰσαάκ, σοφιστείαν δὲ Ἰσμαὴλ κεκλήρωται, ὡς, ἐπειδὰν ἑκάτερον χαρακτηρίζωμεν, ἐν τοῖς ἰδίᾳ λόγοις ἐπιδείκνυμεν. ὃν γὰρ ἔχει λόγον κομιδῇ νήπιον παιδίον πρὸς ἄνδρα τέλειον, τοῦτον καὶ σοφιστὴς πρὸς σοφὸν καὶ τὰ ἐγκύκλια τῶν μαθημάτων πρὸς τὰς ἐν ἀρεταῖς ἐπιστήμας. De_sobrietate 10 καὶ ἐν ᾠδῇ μέντοι μείζονι τὸν λεὼν ἅπαντα, ὁπότε νεωτερίζοι, τὸ τῆς ἄφρονος καὶ νηπίας ὄνομα ἡλικίας, τέκνα, καλεῖ· „δίκαιος„ γάρ φησι „καὶ ὅσιος ὁ κύριος· ἥμαρτον οὐκ αὐτῷ τέκνα μωμητά· γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα κυρίῳ ἀνταποδίδοτε; οὕτως λαὸς μωρὸς καὶ οὐχὶ σοφός;„ (Deut. 32, 4 — 6). De_sobrietate 11 οὐκοῦν τέκνα ἐναργῶς ὠνόμακε τοὺς μώμους ἔχοντας ἄνδρας ἐν ψυχῇ καὶ μωρίᾳ καὶ ἀνοίᾳ τὰ πολλὰ σφαλλομένους ἐν ταῖς κατὰ τὸν ὀρθὸν βίον πράξεσιν, οὐκ εἰς τὰς ἐν παισὶ σώματος ἡλικίας ἀπιδών, ἀλλ’ εἰς τὸ τῆς διανοίας ἀλόγιστον καὶ πρὸς ἀλήθειαν βρεφῶδες. De_sobrietate 12 οὕτως μέντοι καὶ Ῥαχήλ, ἡ σώματος εὐμορφία, νεωτέρα Λείας, τοῦ κατὰ ψυχὴν κάλλους, ἀναγράφεται· ἡ μὲν γὰρ θνητή, τὸ δ’ ἐστὶν ἀθάνατον, καὶ ὅσα μέντοι τίμια πρὸς αἴσθησιν, ἑνὸς μόνου τοῦ κατὰ ψυχὴν κάλλους ἀτελέστερα. οἷς ἀκολουθεῖ καὶ τὸν Ἰωσὴφ νέον τε καὶ νεώτατον αἰεὶ λέγεσθαι· καὶ γάρ, ὅταν ἐπιστατῇ τῆς ποίμνης μετὰ τῶν νόθων ἀδελφῶν, νέος προσαγορεύεται (Gen. 37, 2), καὶ ὅταν εὔχηται ὁ πατὴρ αὐτῷ, φησίν· „υἱὸς ηὐξημένος νεώτατος πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22). De_sobrietate 13 οὗτος δέ ἐστιν ὁ τῆς περὶ τὸ σῶμα ἁπάσης ὑπέρμαχος δυνάμεως καὶ ὁ τῆς τῶν ἐκτὸς ἀφθονίας ἀκολάκευτος ἑταῖρος, ὁ τῆς πρεσβυτέρας ψυχῆς πρεσβύτερον καὶ τιμιώτερον ἀγαθὸν μήπω τέλειον εὑρημένος. εἰ γὰρ εὕρητο, κἂν ὅλην Αἴγυπτον ἀμεταστρεπτὶ φεύγων ᾤχετο· νυνὶ δὲ ἐπὶ τῷ τρέφειν αὐτὴν καὶ τιθηνοκομεῖν μάλιστα 1 τῶ) H: om. GF, διὰ τὸ conicio παιδείαις F 3 σοφία G 4 ἐπειδὴ γὰρ ἑ̣κrἀτερον Η 5 ἐν H: ἢ GF τοῖς ἰδία λόγοις GF: τισι διαλόγοις Η ἐπιδείξομεν conicio 10 οὐκ om. G 11 ἀνταποδίδοται G οὕτως H; ψος F, ο5τω G 12 τέκνα Benzelius: τέ GF, om. H 13 ἀνοία Η: ἐν οἵα G, ἐwοία F, ἀγνοίᾳ coni. Mang. 14 βίον] λόγον conicio 15 ἀλόγιστον Η: XoYtCTOv G’, λογιστικὸν G^ εὐόλισθον F -16 ουατω Η 17 toj G-’: om. Θ.1ΕΗ ψυχὴν κάλλους GF: ψυχῆς κάλλος Η 18 ῴντοι τί τίμια H 19 κάλλους Mang. : καλῶν GF, καλοῦ H "20 νεώτερον F ἀεὶ G 22 αὐτοῦ coni. Mang. 24 ἀκολακεύτως G 25 (t6) τῆς conicio 26 τελείως conicio ευαροιτο, εὕρετο conicio κἀν Cohn: καὶ codd. 27 τρέφοντι H, τρέφθειν τε Turn. σεμνύνεται, ἧς τὸ μάχιμον καὶ ἡγεμονεῦον ὅταν ἴδῃ ὁ ὁρῶν καταπεποντωμένον καὶ διεφθαρμένον, ὕμνον εἰς τὸν θεὸν ᾄδει. De_sobrietate 14 νέος μὲν οὖν τρόπος ὁ μήπω δυνάμενος μετὰ τῶν γνησίων ἀδελφῶν ποιμαίνειν, τὸ δ’ ἐστὶ τῆς κατὰ ψυχὴν ἀλόγου φύσεως ἄρχειν τε καὶ ἐπιτροπεύειν, ἀλλ’ ἔτι μετὰ τῶν νόθων, οἷς τὰ δοκήσει πρὸ τῶν γνησίων καὶ τῷ εἶναι παραριθμουμένων ἀγαθῶν De_sobrietate 15 νεώτατος δέ, κἂν ἐπίδοσιν καὶ αὔξησιν πρὸς τὸ ἄμεινον λάβῃ, παρὰ τῷ τελείῳ νενόμισται μόνον ἀγαθὸν ἡγουμένῳ τὸ καλόν· οὗ χάριν προτρέπων φησί· „πρὸς μὲ ἀνάστρεψον,“ ἴσον τῷ πρεσβυτέρας γνώμης ὀρέχθητι, μὴ πάντα νεωτέριζε, ἤδη ποτὲ τὴν ἀρετὴν δι’ αὐτὴν μόνην στέρξον, μὴ καθάπερ παῖς ἄφρων τῇ τῶν τυχηρῶν λαμπρότητι περιαυγαζόμενος ἀπάτης καὶ ψευδοῦς δόξης De_sobrietate 16 ἀναπίμπλασο. ὡς μὲν τοίνυν πολλαχοῦ νέον οὐκ εἰς τὴν σώματος ἀκμήν, ἀλλ’ εἰς τὴν ψυχῆς νεωτεροποιίαν ἀφορῶν εἴωθε καλεῖν, ἐπιδέδεικται. ὡς δὲ καὶ πρεσβύτερον οὐ τὸν γήρᾳ κατεσχημένον, ἀλλὰ τὸν γέρως καὶ τιμῆς ἄξιον ὀνομάζει, δηλώσομεν. De_sobrietate 17 τίς οὖν ἀγνοεῖ τῶν 1 ἡδῆ G 3 ἀδελφῶν scripsi: ἀρετῶν GF, εὑρετῶν Η 5 νόθων Mang.: ἀγαθῶν codd. οἷς addidi τῷ] τὸ G 6 ἀγαθῶν addidi 10 αὑτὴν V 11 ἀπάσης ψευδοῦς G lo τὴν τῆς Φιυχῆς II 14 κατισχημἐνον F 14. 15 τὸν ἐνγἐρως Η δηλώσωμεν L 14 sqq. Origenes Selecta in Genesim p. 36 (ad Gen. 18,11): μήποτε ἐπὶ δικαίων μόνων τὸ „προβεβηκότες ἡμερῶν“ τέτακται· ὅπερ ἐὰν οὕτως ἔχῃ, οὐδεὶς φαῦλος προβέβηκε. — Homilia in Genesim III 3 p 67: quanti ante eos iongioribus annorum spatiis vitam duxere nongentis et eo amplius annis, aliqui non multo minus usque ad diluvium vixere: et nulli ex liis presbyteri appellati sunt. non enim hoc nomine in Abraiiam senecta corporis, sed cordis maturitas appellata est. sic et ad Mosen dominus dicit: elige tibi presbyteros, quos tu ipse scis presbyteros esse numquid is qui senilem corporis gerebat aetatem non omnium oculis perspicuus erat, quod esset presbyter, id est senex? quid ergo soli Mosi, tanto ac tali prophetae, specialis ista mandatur inspectio, ut iili eligantur non quos ceteri bomines norunt, sed quos propheta deo plenus elegerit? non enim erga eos de corpore, non de aetate, sed de mente iudicium est. — Homilia in Genesim IV 4 p.72: quantum ad aetatem corporis pertinet, muiti ante ipsos numerosioribus annis duxerant vitam, nemo tamen presbyter appellatus est. unde videtur nomen hoc sauctis non longaevitatis ratione, sed maturitatis ascribi. — Homilia in losuam XVI p. 435: Etiam ante nos quidam observantes notarunt in scripturis, quia presbyteri vel seniores non ex eo appellantur, quod longaevam duxerint vitam, scd pro maturitate sensus et gravitate vitae veneranda hac appellatione decorentur .... si enira proiixitate appellandus, qui presbyter vel senior videretur, quem magis oportebat alium hoc uomine censori quam priraum Adam vel certe Mathusalem aut Noe, qui utique longe pluribus quam ceteri annis in hoc niundo vixisse declarantur? sed nunc videaraus quod ex illis quidem nullus refertur a scriptura presbyter aut senex appellatus, sed is qui longe brevioris temporis vitam duxit, primus in scripturis sanctis Abraham presbyter’vel senior appellatur. dictum est etiam ad Moysen a domino: elige tibi ab omni populo presbyteros, quos tu nosti qui a presbyteri sunt. — Hieronymus Comvient. inlsai. cap. 111,2: qui scierit in scripturis sanctis presbyteros merito et sapientia eligi, non aetate . . . nara et Moysi praecipitur, ut eligat presbyteros, quos scit esse presbyteros . . . nuUus alius prius appellatus est presbyter, id est senex, nisiAbraham, qni multo paucioribus annis vixisse convincitur. ἐντετυχηκότων ταῖς ἱερωτάταις βίβλοις, ὅτι σχεδὸν τῶν προγόνων ἑαυτοῦ πάντων ὁ σοφὸς Ἀβραὰμ ὀλιγοχρονιώτατος εἰσάγεται; κἀκείνων μέν, οἶμαι, οἳ μακροβιώτατοι γεγόνασιν, οὐδὲ εἷς, οὑτοσὶ δὲ ἀναγέγραπται πρεσβύτερος· φασὶ γοῦν οἱ χρησμοί, ὅτι „Ἀβραὰμ ἦν πρεσβύτερος προβεβηκὼς καὶ κύριος εὐλόγησε τὸν Ἀβραὰμ κατὰ πάντα„ (Gen. 24,1). De_sobrietate 18 τοῦτό μοι δοκεῖ τὸ προκείμενον αἰτίας ἀπόδοσις εἶναι, δι’ ἣν πρεσβύτερος ἐλέχθη ὁ σοφός· ἐπιφροσύνῃ γὰρ θεοῦ τὸ λογικὸν τῆς ψυχῆς μέρος ὅταν εὖ διατεθῇ καὶ μὴ καθ’ ἓν εἶδος ἀλλὰ κατὰ πάσας τὰς ἐπιβολὰς εὐλογιστῇ, πρεσβυτέρᾳ χρώμενον γνώμῃ καὶ αὐτὸ δήπου πρεσβύτερόν ἐστιν. De_sobrietate 19 οὕτως καὶ τοὺς συνέδρους τοῦ θεοφιλοῦς τὸν δέκα ἑβδομάδων ἀριθμὸν εἰληχότας πρεσβυτέρους ὀνομάζειν ἔθος· λέγεται γάρ· „συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσι πρεσβύτεροι„ (Num. 11, 16). De_sobrietate 20 οὐκοῦν οὐ τοὺς ὑπὸ τῶν τυχόντων γέροντας νομιζομένους ὡς ἱεροφάντας, ἀλλ’ οὓς ὁ σοφὸς οἶδε μόνος, τῆς τῶν πρεσβυτέρων ἠξίωσε προσρήσεως· οὓς μὲν γὰρ ἂν οὗτος ἀποδοκιμάσῃ καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς ἐκ τοῦ τῆς ἀρετῆς νομίσματος, κεκιβδηλευμένοι νεωτεροποιοὶ τὰς ψυχὰς ἅπαντες· οὓς δ’ ἂν γνωρίμους ἐθελήσῃ ποιήσασθαι, δόκιμοί τε καὶ τὸ φρόνημα πρεσβύτεροι κατὰ τὸ ἀναγκαῖόν εἰσιν. De_sobrietate 21 ἑνὶ μέντοι νόμου διατάγματι τοῖς ἀκούειν ἐπισταμένοις ἑκάτερον ὧν εἶπον ἐναργέστερον φανεῖται δεδηλωκώς· „ἐὰν γὰρ γένωνται„ φησίν „ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ 2 σοφώτατος v Ἀβραὰμ H 4 φασὶ γοῦν Cohn: φασὶν οὖν codd. φασὶν πρεσβύτεπρος om. H Ἀβραὰμ G 5 ‘Λβραὰμ codd. κατὰ] καὶ L 6 τὸ GF: τὸν, τῶν V προσκείμενον F, προκειμένων V 7 ἐλέγχθη Η 9 ἐπιβουλὰς G εὐλογιστῇ G^F (σὴ s. s. G-): εὐλογίσθη Η γνώμη χρώχρώμενόν H δήπου Η: δήμου GF 10 οὕτω FH τὸν δέκα Mang: τὸν ἕνδεκα GF, δι’ ὃν ἕνδεκα H, λαοῦ ἕνδεκα v (Turn.) 11 εἰληφότας FL- 14 ὑπὸ] ἀπὸ F 15 ἀξιῶσαι GF 17 κιβδηλευόμενοι H, καὶ κιβδγͅλευόμενοι L ἀπἀντωνR 18 t6 om. L φρόνιμαΗ 19 εἰσὶΗ 20ὧνF:ὧν ἄν GH 20. 21 δεδηλωκός G^ 22 καὶ τἐκωσιν—μισουμένη om. GH γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ᾗ ἂν ἡμέρᾳ κληροδοτῇ τοῖς | υἱοῖς τὰ ὑπάρχοντα, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον· ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται, δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἐὰν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“ (Deut. 21,15 — 17). De_sobrietate 22 παρατετήρηκας ἤδη, ὅτι τὸν μὲν τῆς στεργομένης υἱὸν οὐδέποτε πρωτότοκον ἢ πρεσβύτερον καλεῖ, τὸν δὲ τῆς μισουμένης πολλάκις· καίτοι τοῦ μὲν τὴν γένεσιν προτέρου, τοῦ δὲ ἐκ τῆς στυγουμένης ὑστέρου δεδήλωκεν εὐθὺς ἀρχόμενος τῆς προστάξεως· „ἐὰν γὰρ τέκωσι„ φησίν „ἡ ἠγαπημένη καὶ ἡ μισουμένη.“ ἀλλ’ ὅμως τὸ μὲν τῆς προτέρας γέννημα, κἂν πολυχρονιώτερον ᾖ, νεώτερον παρ’ ὀρθῷ λόγῳ δικάζοντι νενόμισται, τὸ δὲ τῆς ὑστέρας, κἂν ἐν τοῖς κατὰ τὴν γένεσιν χρόνοις ὑστερίζῃ, τῆς μείζονος καὶ πρεσβυτέρας μοίρας ἠξίωται. διὰ τί; De_sobrietate 23 ὅτι τῶν γυναικῶν τὴν μὲν στεργομένην ἡδονῆς, τὴν δὲ στυγουμένην φρονήσεως εἶναί φαμεν σύμβολον· τῆς μὲν γὰρ ὁ πολὺς ὅμιλος ἀνθρώπων τὴν συνουσίαν ὑπερφυῶς ἀγαπᾷ δελέατα καὶ φίλτρα ἐξ ἑαυτῆς ἐπαγωγότατα ἐνδιδούσης ἀπὸ γενέσεως ἀρχῆς ἄχρι πανυστάτου γήρως, τῆς δὲ ἐκτόπως τὸ αὐστηρὸν καὶ περίσεμνον διαμεμίσηκε καθάπερ οἱ ἄφρονες παῖδες τὰς τῶν γονέων καὶ τρεφόντων ὠφελιμωτάτας μὲν ἀτερπεστάτας δὲ ὑφηγήσεις. De_sobrietate 24 τίκτουσι δ’ ἀμφότεραι, ἡ μὲν τὸν φιλήδονον, ἡ δ’ αὖ τὸν φιλάρετον ἐν ψυχῇ τρόπον. ἀλλ’ ὁ μὲν φιλήδονος ἀτελὴς καὶ ὄντως ἀεὶ παῖς ἐστι, κἂν εἰς πολυετίας αἰῶνα μήκιστον ἀφίκηται, ὁ δ’ αὖ φιλάρετος ἐν γερουσίᾳ τῆς φρονήσεως ἐξ ἔτι σπαργάνων, τὸ τοῦ λόγου δὴ τοῦτο, ἀγήρως ὢν τάττεται· De_sobrietate 25 παρὸ καὶ λίαν ἐμφαντικῶς εἴρηκεν ἐπὶ τοῦ τῆς μισουμένης ὑπὸ τῶν πολλῶν ἀρετῆς γεγονότος, ὅτι „οὗτός ἐστιν ἀρχὴ τέκνων“, καὶ τάξει καὶ ἡγεμονίᾳ δήπου πρῶτος ὤν, “καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“ νόμῳ φύσεως, οὐκ De_sobrietate 26 ἀνομίᾳ τῇ παρ’ ἀνθρώποις. ἑπόμενος οὖν αὐτῷ καὶ ὥσπερ ἐπὶ προτεθέντα σκοπὸν ἀφιεὶς εὐστόχως τὰ βέλη κατὰ ἀκολουθίαν εἰσάγει 5 ἐὰν] ἄν V τοῦτο G 8. 9 πρότερον et ὃστερον conicio 9 ὑστάτου Η alterum τῆς GF: ἀπὸ τῆς H 13 γέννησιν 11 ὑστεραη Turn. : ὑστερίζοι codd. 14 μοίρας GFL2: βώμης HL’ στέργομεν Η 16 ὑπερφυῶς H: ὑπὐ φύσεως F, om. G 17 ἐπαγωγότατα Turn.: ἀγωγιὡτατα G, ἀγαγότα HL’, ἁγιώτατα F, ἁγνότατα L2 18 γέρως F 19 καὶ om. G 21 prius τὸν] τὴν Η ὁ] ἡ H 22 ο6τως G αἰῶνας G 23 ἀφίκῃ ἲ scripsi: ἀφίκοιτο codd. ἐNτι GII 25 ἐπὶ GF: ὑπὸ Η τοῦ (ἐθ conicio 26 ἀρχιτέκτων F 27 τοῦτο G 28 αὐτφ͂] τούτῳ conicio 29 κατ’ G τὸν Ἰακὼβ γενέσει μὲν τοῦ Ἠσαῦ νεώτερον — ὅτι ἀφροσύνη μὲν ἐκ πρώτης ἡλικίας ἐστὶν ἡμῖν σύντροφος, ὀψίγονος δ’ ὁ τοῦ καλοῦ ζῆλος —, δυνάμει δὲ πρεσβύτερον· παρὸ καὶ τῶν πρωτοτοκίων ὁ μὲν Ἠσαῦ ἐξίσταται, μεταποιεῖται δ’ οὗτος εἰκότως. De_sobrietate 27 τούτοις συνᾴδει καὶ τὰ ἐπὶ τῶν υἱῶν Ἰωσὴφ ἐκ πολλῆς περισκέψεως ἀνεζητημένα, ἡνίκα ἐνθουσιῶν ὁ σοφὸς ἀντικρὺς παρεστηκότων οὐκ ἐπιτίθησι ταῖς κεφαλαῖς ἐξ ἐναντίας καὶ κατ’ εὐθὺ τὰς χεῖρας ἐπενεγκών, ἀλλ’ ἐναλλάξας, ὅπως τῇ μὲν εὐωνύμῳ τοῦ πρεσβυτέρου δοκοῦντος εἶναι, τοῦ δὲ νεωτέρου τῇ δεξιᾷ ψαύσῃ (Gen. 48, 13. 14). De_sobrietate 28 καλεῖται δ’ ὁ μὲν [ἐν] γενέσει πρεσβύτερος Μανασσῆς, ὁ δὲ νεώτερος Ἐφραΐμ· ταῦτα δ’ εἰ μεταληφθείη τὰ ὀνόματα εἰς Ἑλλάδα γλῶτταν, μνήμης καὶ ἀναμνήσεως εὑρεθήσεται σύμβολα· ἑρμηνεύεται γὰρ Μανασσῆς μὲν „ἐκ λήθης„ — τὸ δ’ ἐστὶν ὀνόματι ἑτέρῳ καλούμενον ἀνάμνησις· ὁ γὰρ ὧν ἐπελάθετο εἰς ἀνάμνησιν ἐρχόμενος ἔξω πρόεισι τῆς λήθης —, Ἐφραῒμ δὲ καρποφορία, μνήμης πρόσρησις οἰκειοτάτη, διότι καρπὸς ὠφελιμώτατος καὶ τῷ ὄντι ἐδώδιμος ψυχαῖς τὸ ἄληστον ἐν De_sobrietate 29 μνήμαις ἀδιαστάτοις. μνῆμαι μὲν οὖν ἠνδρωμένοις ἤδη καὶ παγίοις συντυγχάνουσι, παρὸ καὶ νεώτεραι ἐνομίσθησαν ὀψὲ φυόμεναι· λήθη δὲ καὶ ἀνάμνησις ἐπαλλήλως σχεδὸν ἐκ πρώτης ἡλικίας ἑκάστῳ σύνεισιν, οὗ ἕνεκα τὰ χρόνου πρεσβεῖα εὕρηνται καὶ ἐπ’ εὐωνύμοις παρὰ σοφῷ ταξιαρχοῦντι τάττονται· τῶν δὲ ἀρετῆς αἱ μνῆμαι κοινωνήσουσι πρεσβείων, ἃς ὁ θεοφιλὴς δεξιωσάμενος τῆς ἀμείνονος παρ’ ἑαυτῷ μοίρας ἀξιώσει. De_sobrietate 30 Νήψας οὖν ὁ δίκαιος καὶ γνοὺς ὅσα „ἐποίησεν αὐτῷ ὁ νεώτερος αὐτοῦ υἱὸς„ ἀρὰς χαλεπωτάτας τίθεται· τῷ γὰρ ὄντι ὅταν ὁ νοῦς νήψῃ, κατὰ τὸ ἀκόλουθον εὐθὺς αἰσθάνεται ὅσα ἡ νεωτεροποιὸς ἐν αὐτῷ κακία πρότερον εἰργάζετο, ἃ μεθύων ἀδυνάτως καταλαβεῖν εἶχε. De_sobrietate 31 τίνι μέντοι καταρᾶται, σκεπτέον· ἓν γάρ τι καὶ τοῦτο τῶν ἐρεύνης ἀξίων ἐστίν, ἐπειδήπερ οὐ τῷ δοκοῦντι ἡμαρτηκέναι παιδί, ἀλλὰ τῷ ἐκείνου μὲν υἱῷ, ἑαυτοῦ δὲ υἱωνῷ, οὗ φανερὸν οὐδὲν εἴς γε τὸ παρὸν ἀδίκημα, 1 ’Hcau codd. 2 ἡμῖν ἐστι H 3 πρεσβύτερος FH Ἡσαῦ codd. 4 υἱῶν om. G 5 ἀναζητημένα G, ἀνεζητηdνων F 7 κατευθὺ codd. ἀλλ’ om. F 9 ἐν seclusi 9. 10 νεώτερος δ’ v 12 τὸ Η: Tto GF ὀνόματι Mang. : ὄνομα τῶ codd. καλούμενος Η 13 ὁ γὰρ — ἐρχόμενος om. Η ὢν F 15. 16 μνήμαις Mang.: ταῖς codd., τοῖς v 16 ἀδιάστατον coni. Mang. παγίοις Η: παγίσι GF 16. 17 ωuάνουσι fl 19 χρόνου Mang. : γρόνω codd. εὐρηνται Turn.: εδρητι codd. 19 ἐπ’ εὐωνύμοις Turn.: ἐπωνύμοις GF, εὐωνύμοις H 20 πρεσβειῶν GF 22 αὐτῶ G: om. ceteri νεωτεροποιὸς F 23 αὐτοῦ scripsi: αὐτῶ codd., αὑτῶ v 24 ἐν om. H 26 τι] τοι F 28 οὗ Η: οὐ GF εἴς γε] ἴστε G γε scripsi: τε codd. οὐ μικρὸν οὐ μέγα, δεδήλωκεν· De_sobrietate 32 ὁ μὲν γὰρ ἐκ περιεργίας ἰδεῖν τὸν πατέρα γυμνὸν ἐθελήσας καὶ γελάσας ἃ εἶδε καὶ ἐκλαλήσας τὰ δεόντως ἡσυχασθέντα ὁ υἱὸς ἦν τοῦ Νῶε Χάμ, ὁ δὲ ἐφ’ οἷς ἕτερος ἠδίκησε τὰς αἰτίας ἔχων καὶ τὰς ἀρὰς καρπούμενος Χαναάν ἐστι· λέγεται γὰρ „ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης [δοῦλος δούλων] ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“ (Gen. 9, 25). τί γὰρ ἡμάρτηκεν, ὡς ἔφην, οὗτος; De_sobrietate 33 ἀλλ’ ἐσκέψαντο μὲν ἐφ’ ἑαυτῶν ἴσως οἷς ἔθος ἀκριβοῦν τὰς ῥητὰς καὶ προχείρους ἀποδόσεις ἐν τοῖς νόμοις· ἡμεῖς δὲ πειθόμενοι τῷ ὑποβάλλοντι ὀρθῷ λόγῳ τὴν ἐγκειμένην ἀπόδοσιν διερμηνεύσωμεν ἐκεῖνα ἀναγκαίως De_sobrietate 34 προειπόντες· σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν | ἀδελφὸν ἕξις, p. 398M. κινήσει δ’ ἐνέργεια. De_sobrietate 35 τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν. De_sobrietate 36 ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται, ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ — δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις — καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης 2 ἐκλαλήσας Mang. : ἐκγελάσας G, ἐγγελάσας FII 2. 3 δέοντα ἡσυχασθῆναι conicio 3 τοῦ] Tti) F 4 καρπούμενος] ποιούμενος L 5 δοῦλος δούλων seclusit Ηang. δουλῶν G1F, δουλεύων G^ 6 αὑτοῦ v ἡμάρτηκεν scripsi: ἡμάρτησεν codd. ὡς om. G 8 ἐν τοῖς νόμοις ἀποδόσεις 11 9 ἐγκειμένην Η: οἰκουdνην GF, ἐναποκειμένην conicio διερμηνεύσομεν Η 11 ἐρημία G1 12 τρόπον F 13 δ’ H: 8i G, δ’ ἡ F 15. 16 ἐνεργοῦντας Η 16 τοῖς om. L ἐπὶ G ἐν om. G 18 ἐργάζεσθαι G 20 ἀνατέμνων H: ἀνατέμνῃ GF, ἀνατεμῶν conicio καταβάλῃ G 21 alterum δὲ 11: τε GF 22 ἐποχετεύει G 22 — 24 ὀσα- λλλοις om. F 23 γεωργικὰ Turn.: γεωργεῖ καὶ GH 24 ἀρμόττειν G 25 δύναται scripsi (et parenthesin statui): δύνηται codd. χἑροκμἡτων scripsi: χειροτμἡτων codd. 27 ἐγχειρεῖ GF: ἐγχορε-‘ H, ἐuωρεῖ L οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν ἤδη, καὶ τὸ γεωργεῖν μέντοι τῷ γεωργῷ, καὶ τὸ αὐλεῖν ἢ κιθαρίζειν ἢ ᾄδειν ἤ τι τῶν παραπλησίων ποιεῖν τῷ μουσικῷ. τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν; De_sobrietate 37 ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι; κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες. οἱ δ’ ἄνευ τοῦ τι ποιεῖν ἐπιστήμονες αὐτὸ μόνον, ἀκίνδυνον γέρας εἰληφότες ἡσυχίαν ἠρεμοῦσιν. De_sobrietate 38 ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν· οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι φύσεως μὲν εὐμοιρίᾳ, νομίμοις δ’ ὑφηγήσεσι, πόνοις δ’ ἀηττήτοις καὶ ἀοκνοτάτοις χρησάμενοι, τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος ἢ τὰς ἄλλας κῆρας ὅσαι τὸν ἀνθρώπινον περιπολοῦσι βίον. De_sobrietate 39 οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις καὶ ἀφέτοις καὶ ἐλευθέροις ἐχρήσαντο πᾶσι τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες· De_sobrietate 40 ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον, ἵνα βλέποντα ἀποδείξῃ· ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων ἀκωλύτως δυνατὸς ἔσται· ὁ δ’ ἀσκητὴς εὐσεβείας ἱερωσύνην καὶ χωρίων ἱερῶν καὶ τῆς ἐν τούτοις ἁγιστείας ἐπιμέλειαν. De_sobrietate 41 ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι, καθάπερ ὁ τεθησαυρισμένος ἐν ἀφανέσι γῆς μυχοῖς ἄργυρός τε καὶ χρυσὸς οὐδὲν χρήσιμος. De_sobrietate 42 πάλιν τοίνυν κατὰ τὰ ἐναντία μυρίους ἔστιν ἰδεῖν ἀνάνδρους, ἀκολάστους, ἄφρονας, ἀδίκους, ἀσεβεῖς ἐν ταῖς διανοίαις ὑπάρχοντας, τὸ δὲ κακίας 1 τῷ] τὸ H 4 τὶς H οἱ ante ἔπαινοι om. H παρακολουθῶσιν G 6 οἱ δ’ ἄνευ τοῦ τι Turn. : οἱ δ’ ἄνευ τι τοῦ G2HL1 (οἷς δ’ ἄν ἐστι s. s. L-), οἱ δ’ ἄν ἐστι τοῦ G’, οἶς δ’ ἄν ἐᾶι τὸF 8 ἐφαρμότπιν G 9 prius τε FN: δὲ GH alterum τε om. F 12 διακονίαις L- 14 περιπολοῦσι H: περιπνοῦσι G, περιπνέουσι FN δεδεμένας; F 15 ἠτήσαντο N τἀγαθά N 17 προστασιαν scripsi: -sptoustav codd. N, ἐπιστασίαν coni. Mang., παρουσίαν Cohn 18 σύνεστι F ἐπιδείξεται GF 20 συνότων coni. Mang., παρουσίαν conicio Η: 21 ἀκωλύτων GFN εὐσεβείας Mang.: εὐσέβειαν codd. N 22 ἱερῶν Η : ἥ ἱερἐων GFN ἀριστείας Ν ἅνεν δὲ τούτων H : τε ἅν ἐν τούτων G, τε ἀνένδοτον τούτων FN 24 εἰς οὐδὲν coni. Mang. 26 ὑπερμάοντας H 8—22 Ν fol. 187v : ὁ αὐτὸς — τούτων. ἑκάστης αἶσχος ἀδυνατοῦντας ἐπιδείκνυσθαι δι’ ἀκαιρίαν τῶν εἰς τὸ ἁμαρτάνειν καιρῶν, ἐπειδὰν δὲ τοῦ δύνασθαι πολλὴ καὶ μεγάλη κατασκήψῃ φορά, γῆν καὶ θάλατταν ἄχρι τερμάτων ἀμυθήτων ἀναπιμπλάντας κακῶν καὶ μηδέν, μὴ μικρὸν μὴ μέγα, ἀζήμιον ἐῶντας, ἀλλὰ ῥύμῃ μιᾷ ἀνατρέποντάς τε καὶ φθείροντας· De_sobrietate 43 ὥσπερ γὰρ τοῦ πυρὸς ἡ δύναμις ἀπουσίᾳ μὲν ὕλης ἡσυχάζει, παρουσίᾳ δὲ ἀνακαίεται, οὕτως καὶ ὅσαι πρὸς ἀρετὴν ἢ κακίαν ψυχῆς δυνάμεις ἀφορῶσι, σβέννυνται μὲν ἀκαιρίαις, καθάπερ De_sobrietate 44 ἔφην, καιρῶν, τυχηραῖς δ’ εὐπορίαις ἀναφλέγονται. τίνος δὴ ταῦθ’ εἵνεκα εἶπον ἢ τοῦ διδάξαι χάριν, ὅτι ὁ μὲν υἱὸς τοῦ Νῶε Χὰμ ἠρεμούσης κακίας ἐστὶν ὄνομα, ὁ δὲ υἱωνὸς ἤδη καὶ κινουμένης; ἑρμηνεύεται γὰρ θέρμη μὲν Χάμ, σάλος δὲ Χαναάν. De_sobrietate 45 θέρμη δὲ ἐν μὲν σώματι πυρετὸν ἐμφαίνει, κακίαν δὲ ἐν ψυχαῖς· ὡς γάρ, οἶμαι, καταβολὴ πυρετοῦ νόσος ἐστὶν οὐ μέρους ἀλλ’ ὅλου σώματος, οὕτως ὅλης τῆς ψυχῆς ἀρρώστημά ἐστι κακία. ἀλλ’ ὁτὲ μὲν ἠρεμεῖ, ὁτὲ δὲ κινεῖται· τὴν δὲ κίνησιν αὐτῆς ὀνομάζει σάλον, De_sobrietate 46 ὃς Ἑβραίων γλώττῃ Χαναὰν καλεῖται. νομοθετῶν δὲ οὐδεὶς ἐπιτίμιον ὁρίζει κατὰ ἀδίκων ἠρεμούντων, ἀλλὰ δὴ κινουμένων καὶ τοῖς κατὰ ἀδικίαν ἔργοις χρωμένων, καθάπερ οὐδὲ τῶν δακετῶν οὐδὲν ἀνὴρ μέτριος κτείνειν ἂν ἐθελήσαι μὴ μέλλον δάκνειν· λόγῳ γὰρ ὑπεξαιρετέον ψυχῆς ὠμότητα φύσει [καὶ] κατὰ πάντων φονῶσαν. De_sobrietate 47 εἰκότως οὖν ὁ δίκαιος τὰς ἀρὰς τῷ υἱωνῷ Χαναὰν δόξει τίθεσθαι· δόξει δὲ εἶπον, ὅτι δυνάμει τῷ υἱῷ Χὰμ δι’ ἐκείνου καταρᾶται· κινηθεὶς γὰρ πρὸς τὸ ἁμαρτάνειν Χὰμ αὐτὸς γίνεται Χαναάν. ἓν γὰρ τὸ ὑποκείμενον κακία, ἧς τὸ μὲν ἐν σχέσει, τὸ δὲ ἐν κινήσει θεωρεῖται· πρεσβύτερον δὲ κινήσεως σχέσις, ὡς ἐγγόνου λόγον ἔχειν τὸ κινούμενον πρὸς τὸ 1 ἑκάστης GH: ἐσχάτης F ἀπορίαν conicio 2 δὲ H: δὴ GF 3 θάλασσαν G ἄχρι scripsi (vel πᾶσαν ἄχρι): ἃς μέχρι GF, τὰς μέχρι H, μέχρι v ἀναπιμπλάντες GF 4 μηδέν μικρὸν G 6 παρουσία Vat. Regiii. (Turn.): περιουσία codd. ἀνατρέπεται G οὕτω Η 7 σβέννυνται H : σβέννυται GF ἀκαιρίας G, ἀκαιρίως F, ἀπορίαις conicio 8 εὐκαιρίαις coni. Mang. 9 ἕνεκα F 10 ἐνεργούσης ἥδη conicio 11 γὰρ om. H δὲ ἐν μὲν 11: μὲν ἐν μέσω G, δὲ ἐν μέσω F 12 προσβολὴ coni. Mang. 13 ὅλου 14 ἔσται H ἄλλοτε G 14 — 15 μὲμὃς om. G 15 γλώσση G 16 ἐπιτιμᾶν GFL- ἠρεμίας Η ἀλλ’ ἤδη conicio κινουμένω H 17 ἀδικίας GF 18 ἐθελήσαι Cohn (ἐθελήσειε Mang.): ἐθελήσῃ codd. λόγῳ scripsi: λόγου codd. 19 ὑπεξαιρετὸνO̓F καὶ seclusi 20 τῶν υἱωνῶν F υἱωνιὗ] υἱῶ II 21. 22 δι’ ἐκείνου-λὰμ om. F 24 ἐκγόνου conicio 5. 6 Vat. Regin. 77 fol. 669v Φίλωνος: τοῦ πυρὸς — ἀνακαίεται 8 sqq. cf. Origenis Homiliam XX 2 in Numeros p. 348. ἰσχόμενον· De_sobrietate 48 παρὸ καὶ τοῦ Χὰμ υἱὸς ὁ Χαναὰν φυσικῶς ἀναγράφεται, σάλος ἠρεμίας, ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν ἐπαληθεύῃ τὸ „ἀποδιδοὺς ἀνομίας πατέρων ἐπὶ υἱούς, ἐπὶ τρίτους καὶ ἐπὶ τετάρτους„ (Exod. 20, 5)· ἐπὶ γὰρ τὰ ἀποτελέσματα καὶ ὡς ἂν ἔγγονα τῶν λογισμῶν στείχουσιν αἱ τιμωρίαι, κατ’ αὐτοὺς ἐκείνων, εἰ μηδεμία προσγένοιτο πρᾶξις ἐπίληπτος, ἀποδιδρασκόντων τὰ ἐγκλήματα. De_sobrietate 49 διὰ τοῦτο μέντοι κἀν τῷ νόμῳ τῆς λέπρας ὁ μέγας πάντα Μωυσῆς τὴν μὲν κίνησιν καὶ ἐπὶ πλέον αὐτῆς φορὰν καὶ χύσιν ἀκάθαρτον, τὴν δ’ ἠρεμίαν καθαρὰν ἀναγράφει· λέγει γὰρ ὅτι „ἐὰν διαχέηται ἐν τῷ δέρματι, μιανεῖ ὁ ἱερεύς. ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, καθαριεῖ“(Lev. 13,22.23)· ὥστε τὴν μὲν ἡσυχίαν καὶ μονὴν κακιῶν καὶ παθῶν τῶν κατὰ ψυχὴν — ταῦτα γὰρ αἰνίττεται διὰ τῆς λέπρας — οὐχ ὑπαίτιον εἶναι, τὴν δὲ κίνησιν καὶ φορὰν ὕποχον δέοντως. De_sobrietate 50 τὸ παραπλήσιον καὶ ἐν τοῖς πρὸς τὸν Κάιν χρησθεῖσι λογίοις περιέχεται σημειωδέστερον· λέγεται γὰρ πρὸς αὐτόν· ὦ οὗτος, „ἥμαρτες, ἡσύχασον“ (Gen. 4,7), τοῦ μὲν ἁμαρτάνειν, ὅτι κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν κακίαν ἦν, ὄντος ἐνόχου, τοῦ δ’ ἡσυχάζειν, ὅτι ἴσχεσθαι καὶ ἠρεμεῖν, ἀνυπαιτίου καὶ σωτηρίου. De_sobrietate 51 Ταῦτα μὲν οὖν ἱκανῶς γε, οἶμαι, προείρηται. τὰς δ’ ἀρὰς [ἔχοντα], ὃν ἔχουσι λόγον, ἴδωμεν· „ἐπικατάρατος“ φησί „Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“· καὶ „εὐλογητὸς κύριος ὁ θεὸς Σήμ, καὶ ἔσται Χαναὰν δοῦλος αὐτοῖς“ (Gen. 9, 25. 26). De_sobrietate 52 ἔφαμεν πάλαι, ὅτι Σὴμ ἐπώνυμός ἐστιν ἀγαθοῦ, καλούμενος οὐκ ὀνόματος εἴδει, ἀλλ’ 2 ἐπαληθεὐηται coiiicio 3 tertium ἐπὶ om. v quartum ἐπὶ G: ἐπεὶ FΗ 4 ἔκγονα conicio στίχουσιν F 5 καθ’ αὑτοὺς couicio 7 Μωσῆς; Vat πλεῖον Vat 8 λέγει] φησὶ Vat 9 διάχητε Η 11 καὶ μονὴν Vat: ἐκτὸς εἶναι μόνην cocld., εἰκότως εἶναι μονὴν Mang. κακιῶν Vat: κακῶν codd. 12 ταῦτα Vat: τοῦτο codd. 13 ὕποχον G1: ὗποσχον F, ὑπάρχοντι G2, ὑποσχ(??) in mg. L, om. H, ὑπαίτιον Vat, ὑπόδικον coni. Mang. 13. 14 πρὸς τὸν Κάιν Vat: περὶ τῆς τοῦ παντὸς γενέσεως codd. 14 χρησθεῖσι om. Vat λόγοις Vat 15 αὐτόν Vat: τὸν φαῦλον codd. d) οὕτος om. Vat ἁμαρτεῖν Vat 16 κακὰ H1 τὴν Vat: om. codd. ἣν Vat: om. codd. 16. 17 bis ὅτιGF Vat: ἐν τῶ Η, ὅ τι coui. Cohu 17 ἀνυπαίτιον καὶ σωτήριον Vat 18 τἀς] τά Η ἀρετὰς L1 19 ἔχοντα seclusi vel ἐξῆς conicio (ἐχομένως coni. Cohn) 20 αὑτοῦ V κύριος om. L 6—17 Vat. gr. 1611 fol. 232 Φῶνος (= Corderii Catena in Lucara p. 426): ἔτι ἐν Τῶ νόμω—ἀνυπαίτιον καὶ σωτήριον. ὅλον τὸ γένος αὐτοῦ ὄνομα, παρόσον τὸ ἀγαθὸν ὀνομαστὸν μόνον καὶ εὐφημίας καὶ εὐκλείας ἄξιον, ὡς ἔμπαλιν ἀνώνυμον καὶ δυσώνυμον τὸ κακόν. τίνος οὖν τὸν τῆς φύσεως τἀγαθοῦ μεμοιραμένον εὐχῆς ἀξιοῖ; De_sobrietate 53 τίνος; καινοτάτης καὶ παρηλλαγμένης, ᾗ θνητὸς οὐδεὶς ὑπηρετῆσαι δυνατός, ἀφ’ ἧς σχεδὸν ὥσπερ ἀπ’ ὠκεανοῦ ῥέουσιν αἱ ἄφθονοι καὶ ἀέναοι πλημμυροῦσαι καὶ ἀναχεόμεναι τῶν καλῶν πηγαί. τὸν γὰρ κύριον καὶ θεὸν τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ πάντων ἰδίᾳ θεὸν κατ’ ἐξαίρετον χάριν τοῦ Σὴμ ἀνακαλεῖ. De_sobrietate 54 καὶ ὅρα· τίνας ὑπερβολὰς τοῦτο οὐχ ὑπερβάλλει; σχεδὸν γὰρ ἰσότιμος ὁ τούτου λαχὼν γίνεται κόσμῳ· ὅτε γὰρ τὸ ἐπιστατοῦν καὶ κηδόμενον ἀμφοῖν ταὐτόν, καὶ τὰ ἐπιτροπευόμενα κατ’ ἀναγκαῖον εὐθύς ἐστιν ἰσότιμα. De_sobrietate 55 μήποτε δὲ καὶ ἐπιδαψιλεύεται τὰ τῶν δωρεῶν· τοῦ μὲν γὰρ αἰσθητοῦ κόσμου δεσπότης καὶ εὐεργέτης ἀνείρηται διὰ τοῦ κύριος καὶ θεός, τοῦ δὲ νοητοῦ ἀγαθοῦ σωτὴρ καὶ εὐεργέτης αὐτὸ μόνον, οὐχὶ δεσπότης ἢ κύριος· φίλον γὰρ τὸ σοφὸν θεῷ μᾶλλον ἢ δοῦλον. De_sobrietate 56 παρὸ καὶ σαφῶς ἐπὶ Ἀβραὰμ φάσκει· „μὴ ἐπικαλύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ φίλου μου“ (Gen. 18, 17) ; ὁ δὲ ἔχων τὸν κλῆρον τοῦτον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε· μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος υἱός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις· De_sobrietate 57 οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον· μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον· μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης, ἣν ὑπέραυχον οὖσαν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ὁ ἐλευθεροποιὸς καθεῖλε θεός. De_sobrietate 58 τούτῳ δὴ τῷ τοσούτων καὶ οὕτως ὑπερβαλλόντων καὶ ἀθρόων ἀξιωθέντι ἀγαθῶν τί προσήκει ποιεῖν ἢ λόγοις καὶ ᾠδαῖς καὶ ὕμνοις τὸν εὐεργέτην ἀμείβεσθαι; τοῦτ’ ἔσθ’, ὡς ἔοικεν, ὃ αἰνίττεται διὰ τοῦ „εὐλογημένος 1 αὐτοῦ F: αὐτό GH, αὐτῷ Mang. παρ’ ὅσον codd. τὸ GF: καὶ τό H 2 τὸ] τόν F 3 μεμοῳασμἐνον H εὐχῆς] εὐλογίας coni. Mang. 5 ἀέναοι G: ἀἐνναοι FH 6 πλημυροῦσαι G 8 ὅρα Η: ὅτι GF τοῦτο om. L 9 τούτου GF: τοῦτο Η 9 ὅτε scripsi: ὅταν codd. 11 ἐπιδαΦιλεύηται L 15. 16 bis Ἁβραὰμ FH 15 ἀποκαλύψω F 16 ἀπὸ om. G 17 προσελήλυθε GF, παρελἡλυθε L 18 εἷς ποιητὴς FΗ 19 οὐ] ὁ H 20 μόνοις H: νόμοις GFL2; γρ. μόνος mg. H, L1 21 κολακείαν G ὠθούμνον G1, ὠνούμενον G2 24 ἁφειμένος Mang.: ἀφιέμενος codd. δεσποίνης G: δέ ποινῆς F, δὴ ποινῆς H 26 τῷ scripsi: τῶν codd. καὶ ἀθρόων om. F 27 λόγους H, ut vid. 28 ἐοικώς H, εἰκὸς; Turn. ὅ Η: om. GF διὰ τοῦ scripsi: αὐτοῦ GF, αὐτῶ H. ἐν τῷ coni. Mang. κύριος ὁ θεὸς Σήμ“, ἐπειδὴ τῷ τὸν θεὸν ἔχοντι κλῆρον εὐλογεῖν καὶ ἐπαινεῖν αὐτὸν ἁρμόττει μόνον τοῦτ’ ἀντιπαρασχεῖν δυναμένῳ, τὰ δ’ ἄλλα ἀνὰ κράτος πάνθ’ ἁπλῶς ἀδυνατοῦντι. De_sobrietate 59 Τῷ μὲν δὴ Σὴμ εὔχεται ταῦτα· τῷ δ’ Ἰάφεθ ὁποῖα, θεασώμεθα· „πλατύναι“ φησίν „ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ, καὶ γενέσθω Χαναὰν δοῦλος αὐτοῖς„ (Gen. 9, 27). De_sobrietate 60 τοῦ ἀγαθὸν ἡγουμένου τὸ καλὸν μόνον ἔσταλται καὶ συνῆκται τὸ τέλος — ἑνὶ γὰρ μυρίων ὄντων τῶν περὶ ἡμᾶς τῷ ἡγεμόνι νῷ συνέζευκται —, τοῦ δὲ τρισὶν ἐφαρμόζοντος αὐτὸ γένεσιν, τῷ περὶ ψυχήν, τῷ περὶ σῶμα, τῷ περὶ τὰ ἐκτός, ἅτ’ εἰς πολλὰ καὶ ἀνόμοια κατακερματιζόμενον εὐρύνεται. De_sobrietate 61 διόπερ οἰκείως εὔχεται τούτῳ προσγενέσθαι πλάτος, ὅπως καὶ ταῖς περὶ ψυχὴν ἀρεταῖς, φρονήσει καὶ σωφροσύνῃ καὶ ἑκάστῃ τῶν ἄλλων, χρῆσθαι δύναιτο καὶ ταῖς σώματος, ὑγείᾳ κὶ εὐαισθησίᾳ δυνάμει τε καὶ ῥώμῃ καὶ ταῖς τούτων συrίενέσιν, ἔτι μέντοι καὶ τοῖς ἐκτὸς πλεονεκτήμασιν, ὅσα εἰς πλοῦτον καὶ δόξαν ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀναγκαίων ἡδονῶν ἄγεται. De_sobrietate 62 περὶ μὲν τοῦ πλάτους ταύτα. τίνα δὲ ἐν τοῖς οἴκοις εὔχεται τοῦ Σὴμ κατοικήσαι, σκεπτέον· σαφῶς γὰρ οὐ μεμήνυκεν. ἔνεστι μὲν δὴ φάναι, ὅτι τὸν ἡγεμόν τοῦ παντός. τίς γὰρ οἶκος παρὰ γενέσει δύναιτ’ ἂν ἀξιοπρεπέστερος εὑρεθῆναι θεῷ πλὴν ψυχῆς τελείως κεκαθαρμένης καὶ μόνον τὸ καλὸν ἡγουμένης ἀγαθόν, τὰ δὲ ἅγλα ὅσα νενόμισται ἐν δορυφόρων καὶ ὑπηκόων λόί̀ῳ ταττούσης; De_sobrietate 63 κτοικεῖν δὲ ἐν οἴκῳ λέγεται ὁ θεὸς οὐχ ὡς ἐν τόπῳ — περιέχει γὰρ τὰ πάντα πρὸς μηδενὸς περιεχόμενος —, ἀλλ ὡς πρόνοιαν καὶ ἐπιμέλειαν ἐκείνου τοῦ χωρίου διαφερόντως ποιούμενος· παντὶ γὰρ τῷ δεσπόζοντι οἰκίας ἡ ταύτης κατὰ τὸ ἀναγκαῖον ἀνῆπιαι φρονιίς. De_sobrietate 64 εὐχέσθω δὴ πᾶς θεῷ, ὅτῳ τὸ θεοφὲς ὤμβρησεν ἀγαθόν, οἰκήτορος λαχεῖν τοῦ πανηγεμόνος, ὃς τὸ βραχὺ τοῦτο οἰκοδόμημα, τὸν νοῦν, ἐξαίρων εἰς ὕψος ἀπὸ ἧς τοῖς οὐρανοῦ συνάψει πέρασι. De_sobrietate 65 καὶ τὸ ῥητὸν μέντοι συνᾴδειν ἔοικεν· ὁ γὰρ Σὴμ ὡσανεὶ ῥίζα κλλοκἀγαθίας ὑποβέβληται, δένδρον δ’ ἡμροτοκοῦν ἐκ ταύτης ὁ σοφὸς Ἀβραὰμ ἀνέδραμεν, οὗ τὸ αὐτήκοον καὶ αὐτομαθὲς γένος, Ἰσαάκ, ὁ καρπὸς ἦν, ἀφ’ οὗ πάλιν αἱ διὰ πόνων 2 τοῦτο G 3 ἀνά κράτος foit. in lin. 2 post ‘ἐπαινεῖν transpon. 9 τρισσὴν GF ἐφαρμόττοντος G αὐτό Turn.: αὑτῶ H, ἑαυτῶ GF 11 ὅπως] οὕτως G 12 ψυχῆς GF 13 δύναται L1 ὑγείᾳ scripsi: ὑγείαις codd. 16 ἄγεται] ἀναφέρεται conicio 21 νενόμισται] νέμονται F 22 λἐχέται οἵκω H 23 περιεγόμενος Η: om. GF 25 ἠ, F: ἥ, G, ἦ G, ἦ H ἐχέσθω Η 26 ὥβρισεν F 28 οὺρανίος G συνάψη L 29 ὁ μὲν γὰρ G 30 Ἁβραὰμ H ἀρεταὶ κατασπείρονται, ὧν ἀθλητῆής ἐστιν ὁ τὴν πρὸς πάθη πάλην γεγυμνασμένος Ἰακώβ, ἀγγέλοις ἀλείπταις, λόγοις, χρώμενος. De_sobrietate 66 οὗτος τῶν δώσεκα κατάρχει φυλῶν, ἅς οἱ χρησμοὶ „βασίλειον καὶ ἱεράτευμα θεοῦ" (Exod. 19, 6) φασιν εἶναι κατὰ τὴν πρὸς τὸν πρῶτον Σὴμ εὐλογίαν, οὗ τοῖς οἴκοις ἦν εὐχὴ τὸν θεὸν ἐν οικῆσαι· βασίλειον γὰρ ὁ βασιλέως δήπουθεν οἶκος, ἱερὸς ὄντως καὶ μόνος ἄσυλος. De_sobrietate 67 ἴσως μέντοι τὰ τῆς εὐχῆς καὶ ἐπὶ τὸν ’1άφεθ ἀναφέρεται, ὅπως ἐν τοῖς οἴκοις τοῦ Σὴμ ποιῆται τὰς διατριβάς· τῷ γὰρ καὶ τὰ σώματος καὶ τὰ ἐκτὸς πλεονεκτήματα ἀγαθὰ ἡγουμένῳ καλὸν εὔξασθαι πρὸς μόνον τὸ ψυχῆς ἀναδραμεῖν καὶ μὴ μέχρι τοῦ παντὸς αἰῶνος ἀληθοῦς δόξης διαμαρτεῖν, ἃ κοινὰ καὶ τῶν ἐπαρατοτάτων καὶ κακίστων ἐστίν, ὑγίειαν ἢ πολυχρηματίαν ἢ ὅσα ὁμοιότροπα, νομίσαντα εἶναι ἀγαθά, τῆς ἀψευδοῦς τῶν ἀγαθῶν μερίδος οὐδενὶ φαύλῳ συνταττομένης· ἀκοινώνητον γὰρ φύσει κακῷ τὸ ἀγαθόν. De_sobrietate 68 διὰ τοῦτ’ ἐν ψυχὴ μόνῃ τεθησαύρισται, ἧς τοῦ κάλλους οὐδενὶ μέτεστι τῶν ἀφρόνων· τοῦτο ὅ γε προ φητικὸς λόγος τὸν σπουδαῖον ἔγραψεν εὐχεσθαί τινι τῶν ἑαυτοῦ γνωρίμων λέγοντα „πρὸς μὲ ἀνάστρεψον“ (Gen. 49, 22), ἵνα ἐπὶ τὴν αὐτοῦ γνώμην ἐπανελθών, τὸ καλὸν ὡς ἀγαθὸν μόνον δεξιωσάμενος, τὰς τῶν ἑπροδόξων παραδράμῃ περὶ τἀγαθοῦ φήμας. ἐν οὖν τοῖς οἴκοις τῆς ψυχῆς τοῦ λέγοντος μόνον εἶναι τὸ καλὸν ἀγαθὸν κατοικησάτω, παροικήσας ἐν τοῖς τῶν ἑτέρων, οἷς καὶ τὰ σωματικὰ καὶ τὰ ἐκτὸς τετίμηται. De_sobrietate 69 εἰκότως μέντοι καὶ δοῦλον τὸν ἄφρονα τῶν ἀρετῆς μεταποιουμένων ἀνέγραψεν, ἵν’ ἢ κρείττονος ἐπιστασίας ἀξιωθεὶς ἀμείνονι βίῳ χρήσητι ἢ ἐπιμένων τῷ ἀδικεῖν μετ’ εὐμαρείας αὐτοκράτορι ἡγεμόνων ἀρχῇ τῶν δεσποτῶν κολάζηται. 1 τὰ πάθη G2 πάλην G2 (Turn.): πάλιν G1FH 2 ὁ Ἰακώβ F 4 εὐλογίαν scripsi: ἀκολουθίαν codd. 5 ἐν τοῖς coni. Mang. ἐνοικῆσαι scripsi: οἰκῆσαι codd. 5. 6 βασίλειος H 8 ποιεῖται F prius καὶ τά Η: κατά GF 9 τῆς ψυχῆς G 9. 10 ἀναδραμεῖν Η: ἀναμεῖναι GF 11 ὑγίειαν codd.: ὑγείαν V 14 κακῶ FH: κακῶν GL ἐν ψυχὴ GF: εὐχὴ II 15 τοῦτο Mang.: τούτων HFL, τοῦτον Η προφητικὸς λόγος Cohn: πρόλογος codd., ἱερὸς λόγος coni. Mang. 15. 16 τῶν σπουδαίων II 16 ἔγραψεν scripsi (vel τῶν σπουδαίων ἔγραψεν ἕνα conicio): ἔγραψε μὲν codd. 18 ἑτέρων δοξῶν F 19 γνώμας coni. Mang. οἴκοις] ὄροις L2 20 ἀγαθὸν F: κἀγαθὸν GH 22 τῶν τῆς ἀρετῆς Η 23 κρειττόνως F χρήσεται H 24 τῷ] τὸ G 25 subscriptio in G : περὶ ὧν ἀνανή‘ὴας ὁ νοῦς εὔχεται καὶ καταρᾶται.