De_ebrietate 1 Τὰ μὲν τοῖς ἄλλοις φιλοσόφοις εἰρημένα περὶ μέθης, ὡς οἷόν Ι p. 357 τε ἦν, ἐν τῇ πρὸ ταύτης ὑπεμνήσαμεν βίβλῳ, νυνὶ δὲ ἐπισκεψώμεθα τίνα τῷ πάντα μεγάλῳ καὶ σοφῷ νομοθέτῃ περὶ αὐτῆς δοκεῖ. De_ebrietate 2 πολλαχοῦ γὰρ τῆς νομοθεσίας οἴνου καὶ τοῦ γεννῶντος φυτοῦ τὸν οἶνον ἀμπέλου διαμέμνηται· καὶ τοῖς μὲν ἐμπίνειν ἐπιτρέπει, τοῖς δ’ οὐκ ἐφίησι, καὶ τοῖς αὐτοῖς ἔστιν ὅτε προστάττει τἀναντία, οἴνῳ χρῆσθαί τε καὶ μή. οὗτοι μὲν οὖν εἰσιν οἱ τὴν μεγάλην εὐχὴν εὐξάμενοι (Num. 6, 2 sqq.), οἷς δὲ ἀκράτῳ χρῆσθαι ἀπείρηται οἱ λειτουργοῦντες ἱερεῖς (Lev. 10, 9), οἱ δὲ προσφερόμενοι τὸν οἶνον μυρίοι τῶν ἐπ’ ἀρετῇ μάλιστα καὶ παρ’ αὐτῷ τεθαυμασμένων. De_ebrietate 3 πρὶν δὲ περὶ τούτων ἄρξασθαι λέγειν, τὰ συντείνοντα πρὸς τὰς κατασκευὰς αὐτῶν ἀκριβωτέον. ἔστι δ’ ὥς γ’ οἶμαι De_ebrietate 4 τάδε· σύμβολον τὸν ἄκρατον Μωυσῆς οὐχ ἑνὸς ἀλλὰ πλειόνων εἶναι νομίζει, τοῦ ληρεῖν καὶ παραπαίειν, ἀναισθησίας παντελοῦς, ἀπληστίας ἀκορέστου καὶ δυσαρέστου ἐπιθυμίας καὶ εὐφροσύνης τῆς τἄλλα περιεχούσης καὶ πᾶσι τοῖς εἰρημένοις ἐμφαινομένης γυμνότητος, ᾗ τὸν Νῶε μεθυσθέντα φησὶ χρήσασθαι. τὸν μὲν οὖν οἶνον λέγεται ταῦτα ἐργάζεσθαι. μυρίοι δὲ καὶ τῶν οὐ προσαψαμένων ἀκράτου νήφειν ὑπολαμβάνοντες τοῖς ὁμοίοις ἁλίσκονται· De_ebrietate 5 καὶ ἔστιν ἰδεῖν τοὺς μὲν αὐτῶν φίλωνος περὶ μέθης G, φίλωνος σοφοῦ ἰουδαίου περὶ μέθης λόγος ιβ' U, περὶ μέθης τοῦ αὐτοῦ λόγος πρῶτος F, περὶ μέθης Η 2 ἐπισκεψώμεθα FH: ἐπισκεψόμεθα GU 4 γενῶντος Η 6 ἐστι H ὅτε — τε om., scd liu. 8 post ἀκράτῳ inserit verba ἐστιν ὅτε — καὶ μὴ Η κεχρῆσθαι καὶ Η, με χρῆσθαι καὶ L 7 οὗτοι] ὅτι F 8 δὲ om. Η ἱερεῖς GUFL2: αὐτοῖς HL i 9 μάλιστα τῶν ἐπ’ ἀρετὴ H 11 δὲ Η γ’ om. H 12 τῶδε Η, om. L σύμβουλον U 14 ἐπιθυμίας Mang.: εὐθυμίας codd. ἀφροσύνης F 15 #x003E; πᾶσι couicio ἐμφερομένης conicio 17 μυρίοις U ἀφραίνοντάς τε καὶ ληροῦντας, τοὺς δ’ ἀναισθησίᾳ παντελεῖ κατεσχημένους, τοὺς δὲ μηδέποτε πληρουμένους, αἰεὶ δὲ τῶν ἀνηνύτων διψῶντας διὰ χηρείαν ἐπιστήμης, τοὺς δ’ ἔμπαλιν γανουμένους καὶ εὐφραινομένους, τοὺς δὲ τῷ ὄντι γυμνουμένους. De_ebrietate 6 τοῦ μὲν οὖν ληρεῖν αἴτιον ἡ ἐπιζήμιος ἀπαιδευσία—λέγω δ’ οὐ τὴν παιδείας ἀνεπιστημοσύνην, ἀλλὰ τὴν πρὸς αὐτὴν ἀλλοτρίωσιν—, τοῦ δ’ ἀναισθητεῖν ἡ ἐπίβουλος καὶ πηρὸς ἄγνοια, ἀπληστίας δὲ ἡ ἀργαλεωτάτη παθῶν ψυχῆς ἐπιθυμία, εὐφροσύνης δὲ κτῆσις ὁμοῦ καὶ χρῆσις ἀρετῆς, γυμνότητος μέντοι πολλά, ἄγνοια τῶν ἐναντίων, ἀκακία καὶ ἀφέλεια ἠθῶν, ἀλήθεια ἡ τὰ τῶν συνεσκιασμένων πραγμάτων ἀνακαλυπτήρια ἄγουσα δύναμις, τῇ μὲν ἀπαμπίσχουσα ἀρετήν, τῇ δὲ κακίαν ἐν μέρει· ἅμα μὲν γὰρ οὐχ De_ebrietate 7 οἷον ἀποδύσασθαι, ἀλλ’ οὐδ’ ἐνσκευάσασθαι ταύτας δυνατόν· ἐπειδὰν δέ τις ἀπορρίψῃ τὴν ἑτέραν, ἐξ ἀνάγκης τὴν ἐναντίαν ἀναλαβὼν ἐπαμπίσχεται. De_ebrietate 8 ὥσπερ γὰρ ἡδονὴν καὶ ἀλγηδόνα φύσει μαχομένας, ὡς ὁ παλαιὸς λόγος, εἰς μίαν κορυφὴν συνάψας ὁ θεὸς ἑκατέρας αἴσθησιν οὐκ ἐν ταὐτῷ, διαλλάττουσι δὲ χρόνοις ἐνειργάσατο κατὰ τὴν φυγὴν τῆς ἑτέρας κάθοδον τῇ ἐναντίᾳ ψηφισάμενος, οὕτως ἀπὸ μιᾶς ῥίζης τοῦ ἡγεμονικοῦ τά τε ἀρετῆς καὶ κακίας διττὰ ἀνέδραμεν ἔρνη μήτε βλαστάνοντα μήτε καρποφοροῦντα ἐν ταὐτῷ· De_ebrietate 9 ὁπότε μὲν γὰρ φυλλορροεῖ καὶ ἀφαυαίνεται θάτερον, ἄρχεται ἀναβλαστάνειν καὶ χλοηφορεῖν τὸ ἐναντίον, ὡς ὑπολαβεῖν, ὅτι ἑκάτερον τῇ θατέρου δυσχεραῖνον εὐπραγίᾳ στέλλεται. δι’ ἣν αἰτίαν φυσικώτατα τὴν Ἰακὼβ ἔξοδον εἴσοδον Ἠσαῦ παρίστησιν· „ἐγένετο“ γάρ φησιν „ὅσον ἐξῆλθεν Ἰακώβ, ἧκεν Ἠσαῦ ὁ ἀδελφὸς αὐτοῦ“ (Gen. 27, 30)· De_ebrietate 10 μέχρι μὲν γὰρ ἐνσχολάζει καὶ ἐμπεριπατεῖ τῇ ψυχῇ φρόνησις, ὑπερόριος πᾶς 1 εὐφραίνοντας F παντελῆ F 1.2 κατισχημένους F, κατεχομένους II 2 ἀεὶ GF 3 χρείαν G γανουμένους FH: γαννουμένους G, γεγανωμένους U ἀφραινομένους F 5. 6 ἀλλὰ—ἄγνοια oin. H 7 ἀφροσύνης FL2 8 γυμνότης GH 8. 9 τῶν ἀγαθῶν καὶ #x003E; ἐναντίων conicio 9 κακία L ἐσκιασμένων Turn. 10 ἀπαμπίσχουσα scripsi: ἀπανπιούση F, ἅπαν πιούσῃ U, ἅπα lac. 3 litt. G, ἅπαν ποιούση ὕσῃ H, ἀπαμφιάσασα Maug. 10. 11 τῇ—μέρει add. 11. 12 οὐδὲν σκευάσασθαι G 12 ταύτας om. H δέ om. G 13 ἐπαμπίσχεται scripsi: ἐπαμπίσεται GU, ἀπαμπίσεται F, ἅπαν πίεται Η, ἐπαμφίσκεται Mang. 16 ψησάμενος G 18 ἐνέδραμεν L prius μήτε] μήποτε Η 19 φυλοροεῖ U 21 δι’ ἣν H2 in ras. et δὲ add., rursus del. φυσικώτατα scripsi: φυσικωτάτην codd. 22 τὴν om. F 24 περιπατεῖ F πᾶς om. L 9. 10 DR fol. 72v ἐκ τοῦ περὶ μέθης β΄ κεφ α (Anton. Mel. I 21 col. 843): ἀλήθειά ἐστιν ἡ τὰ—δύναμις. ὁ ἀφροσύνης ἑταῖρος ἐκτετόξευται· ἐπειδὰν δὲ μεταναστῇ, γεγηθὼς κάτεισιν ἐκεῖνος, τῆς πολεμίου καὶ δυσμενοῦς δι’ ἣν ἠλαύνετο καὶ ἐφυγαδεύετο μηκέτι τὸν αὐτὸν χῶρον οἰκούσης. De_ebrietate 11 Τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς γραφῆς ἀρκούντως λέλεκται, τὰς δ’ ἀποδείξεις ἑκάστων προσαποδώσομεν, ἀπὸ τοῦ πρώτου πρῶτον ἀρξάμενοι διδάσκειν· τὴν τοίνυν ἀπαιδευσίαν τοῦ ληρεῖν καὶ ἁμαρτάνειν αἰτίαν ἔφαμεν εἶναι καθάπερ μυρίοις τῶν ἀφρόνων τὸν πολὺν ἄκρατον. De_ebrietate 12 ἀπαιδευσία γὰρ τῶν ψυχῆς ἁμαρτημάτων, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ ἀρχέκακον, ἀφ’ ἧς ὥσπερ ἀπὸ πηγῆς ῥέουσιν αἱ τοῦ βίου πράξεις, πότιμον μὲν καὶ σωτήριον οὐδὲν οὐδενὶ νᾶμα ἐκδιδοῦσα τὸ παράπαν, ἁλμυρὸν δὲ νόσου καὶ φθορᾶς τοῖς χρησομένοις αἴτιον. De_ebrietate 13 οὕτως γοῦν κατὰ ἀναγώγων καὶ ἀπαιδεύτων ὁ νομοθέτης φονᾷ, ὡς κατ’ οὐδενὸς ἴσως ἑτέρου. τεκμήριον δέ· τίνες εἰσὶν οἱ μὴ ἐπιτηδεύσει μᾶλλον ἢ φύσει σύμμαχοι παρά τε ἀνθρώποις καὶ ἐν τοῖς ἄλλοις γένεσι τῶν ζῴων; ἀλλ’ οὐδὲ μανεὶς ἑτέρους ἂν εἴποι τις ἢ τοὺς τοκέας εἶναι· κήδεται γὰρ ἀδιδάκτῳ τῇ φύσει τὸ πεποιηκὸς αἰεὶ τοῦ γενομένου, καὶ σωτηρίας De_ebrietate 14 αὐτοῦ καὶ διαμονῆς τῆς εἰσάπαν πρόνοιαν ἔχει. τοὺς οὖν ἐκ φύσεως συναγωνιστὰς ὑπάρχοντας εἰς ἐχθρῶν μετελθεῖν τάξιν ἐσπούδασε κατηγόρους ἐπιστήσας τοὺς δεόντως ἂν συναγορεύοντας, πατέρα καὶ μητέρα, ἵν’ ὑφ’ ὧν εἰκὸς ἦν σῴζεσθαι μόνων παραπόλωνται· „ἐὰν γάρ τινι“ φησίν „υἱὸς ᾖ ἀπειθὴς καὶ ἐρεθιστὴς οὐχ ὑπακούων φωνῆς πατρὸς καὶ μητρός, καὶ παιδεύωσιν αὐτὸν καὶ μὴ εἰσακούῃ αὐτῶν, συλλαβόντες αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ ἐξάξουσιν εἰς τὴν γερουσίαν τῆς πόλεως αὐτοῦ καὶ ἐπὶ τὴν πύλην τοῦ τόπου αὐτοῦ, καὶ ἐροῦσι τοῖς ἀνδράσι τῆς πόλεως αὐτῶν· ὁ υἱὸς ἡμῶν οὗτος ἀπειθεῖ καὶ ἐρεθίζει, οὐκ 5 προσαποδόσωμεν H 5. 6 τοῦ ἁ ἀρξάμενοι H 6 τὴν Turn.: τῆς codd. ἀπαιδευσίαν G: ἀπαιδευσίας UFH τοῦ add. Richter (cf. D) 9 πηγῆς] γῆς G 10 πράξεις] παραβάσεις coni. Mang. οὐδὲν om. D ἐκδιδοῦσα GD: ἐκδιδοῦσαι FH, ἐκδιδοῦται U 11 χρησομένοις D: χρησαμένοις codd. 12 φονᾶ G2: φωνὰ G1UFH 12—14 ὡς—σύμμαχοι σύμμαχοι om. H 15 κήδεται] κείσεται L 16 αἰεὶ UF: ἀεὶ GH 17 εἰς ἅπαν U οὖν om. F 19 δεόντως F: δὲ ὄντως GUH συναγορεύοντας scripsi: συναγορεύοντα F, συναγορεύσοντας GUH 20 παραπόλλωνται FL 21 ἀπειθὴς—φωνῆς om. U 22 καὶ μητρὸς om. G παιδεύουσιν G 25 καὶ post ἐρεθίζει add. H 6—11 DR fol. 73v τοῦ αὐτοῦ περὶ μέθης β τος: τοῦ ληρεῖν αἴτιον ἡ ἐπιζήμιος τοῦ αὐτοῦ: ἀπαιδευσία τῶν τῆς ψυχῆς ἁμαρτημάτων τὸ ἀρχέκακον—αἴτιον τοῖς χρη- σομἐνοις. εἰσακούει τῆς φωνῆς ἡμῶν, συμβολοκοπῶν οἰνοφλυγεῖ. καὶ λιθοβολήσουσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,18—21). De_ebrietate 15 οὐκοῦν αἱ κατηγορίαι ἀριθμῷ τέτταρες, ἀπείθεια καὶ ἐρεθισμὸς καὶ συμβολῶν εἰσφορὰ καὶ μέθη. μεγίστη δ’ ἡ τελευταία παραύξησιν ἀπὸ τῆς πρώτης ἀπειθείας λαβοῦσα· ἀρξαμένη γὰρ ἀφηνιάζειν ἡ ψυχὴ καὶ προελθοῦσα διὰ ἔριδος καὶ φιλονεικίας ἐπὶ ὕστατον ὅρον ἔρχεται, μέθην, τὴν ἐκστάσεως καὶ παραφροσύνης αἰτίαν. ἑκάστης δὲ τῶν κατηγοριῶν τὴν δύναμιν ἰδεῖν ἀναγκαῖον τὴν ἀρχὴν ἀπὸ τῆς πρώτης λαβόντας. De_ebrietate 16 ἀνωμολόγηται τοίνυν περιφανῶς, ὅτι τὸ εἴκειν καὶ πειθαρχεῖν ἀρετῇ καλὸν καὶ συμφέρον, ὥστε τὸ ἀπειθεῖν ἔμπαλιν αἰσχρὸν καὶ οὐ μετρίως ἀλυσιτελές· τὸ δὲ δὴ καὶ ἐρεθίζειν ὑπερβολὴν πᾶσαν κεχώρηκε τοῦ δεινοῦ· ὁ γὰρ ἀπειθὴς τοῦ φιλέριδος ἧττον μοχθηρός ἐστιν, ὁ μὲν αὐτὸ μόνον τῶν προσταττομένων ἀλογῶν, ὁ δὲ καὶ τοῖς ἐναντίοις ἐγχειρεῖν σπουδὴν πεποιημένος. De_ebrietate 17 φέρε δ’ ὡς ἔχει τοῦτο θεασώμεθα· νόμου κελεύοντος, εἰ τύχοι, τοὺς γονεῖς τιμᾶν, ὁ μὲν μὴ τιμῶν ἀπειθής, ὁ δ’ ἀτιμάζων φίλερις. καὶ πάλιν τοῦ τὴν πατρίδα σῴζειν ὄντος δικαίου τὸν μὲν πρὸς αὐτὸ τοῦτο ὄκνῳ χρώμενον ἀπειθῆ, τὸν δ’ ἔτι καὶ προδιδόναι διεγνωκότα δύσεριν καὶ φιλόνεικον λεκτέον. De_ebrietate 18 ὅ τε μὴ χαριζόμενός τισιν ἐναντιούμενος τῷ φάσκοντι δεῖν ὠφελεῖν ἀπειθεῖ, ὁ δὲ πρὸς τῷ μὴ χαρίζεσθαι καὶ ὅσα βλάβης ἐστὶν ἐμποιῶν ἔριδι ἐπαιρόμενος ἀνίατα ἐξαμαρτάνει. καὶ μὴν ὅ γε ἱερουργίαις καὶ τοῖς ἄλλοις ὅσα πρὸς εὐσέβειαν ἀναφέρεται μὴ χρώμενος ἀπειθεῖ προστάξεσιν, ἃς ὁ νόμος εἴωθε περὶ τούτων προστάττειν, ἀνερεθίζει δ’ ὁ πρὸς τοὐναντίον, ἀσέβειαν, ἀποκλίνας καὶ ἀθεότητος εἰσηγητής. De_ebrietate 19 οἷος ἦν ὁ φάσκων „τίς ἐστιν οὗ ὑπακούσομαι;“ καὶ πάλιν „οὐκ οἶδα τὸν κύριον“ (Exod. 5, 2). διὰ μὲν οὖν τῆς προτέρας φωνῆς παρίστησιν, ὅτι οὐκ ἔστι τὸ θεῖον, διὰ δὲ τῆς ἔπειτα, ὅτι, εἰ καὶ ἔστιν, ἀλλά τοι ἀγνοεῖται, ὅπερ ἐκ τοῦ μὴ προνοεῖν συνάγεται· εἰ γὰρ προὐνόει, κἂν ἐγινώσκετο. 2 ἐξαρεῖς Η: ἐξαρεῖς GU, ἐξάρῃς F 4 συμβολῶν Mang.: συμβόλων codd. δὲ G 5 παραύξησιν G. Dindorf in Stepb. Thesauro: παραύξην codd. 6 ἐφ’ G2 7 ἀφροσύνης coni. Mang. 10 prius καὶ om. U ἐμπειθεῖν H 13 ἀλογῶν GUFL2: ἀπειθῶν HL1 15 μὲν μὴ GUF: μὲν Η, μὴ V 17 τὸν] τὸ G1 18 δέ U 19 τῳ] δὲ τῷ y 20 τῷ] τὸ G ἐμποιῶν H: ἐμποιεῖ GUF 22 προστάξεσιν H: προστάξεως G, προστάξεων LF 24 ἦν GUF: ἐστὶν H ὁ om. G 25 ὑπακούσομεν L 28 προενόει U κἄν] καὶ U 28. 174,1 ἐγινώσκετο—τοῦ om. G 28 ἐγίνωσκε τὸ U συμβολάς γε μὴν καὶ ἐράνους φέρειν ἐπὶ μὲν τῇ De_ebrietate 20 τοῦ ἀρίστου κτήματος μετουσίᾳ, φρονήσεως, ἐπαινετὸν καὶ συμφέρον, ἕνεκα δὲ τῆς τοῦ ἀκροτάτου πάντων κακοῦ , ἀφροσύνης, ἀλυσιτελές τε καὶ ψεκτόν. De_ebrietate 21 αἱ μὲν οὖν πρὸς τὸ ἄριστον συμβολαὶ πόθος ἀρετῆς, τῶν καλῶν ζῆλος, μελέται συνεχεῖς, ἀσκήσεις ἐπίμονοι, ἄτρυτοι καὶ ἀκμῆτες πόνοι, αἱ δὲ πρὸς τὸ ἐναντίον ἄνεσις, ῥᾳθυμία, τρυφή, θρύψις, παντελὴς ἐκδιαίτησις. De_ebrietate 22 ἰδεῖν μέντοι καὶ τοὺς ἐπαποδυομένους πολυοινίᾳ καὶ καθ’ ἑκάστην ἡμέραν γυμναζομένους καὶ ἀθλοῦντας τοὺς ἐπ’ ἀπληστίᾳ γαστρὸς ἄθλους ἔστι συμβολὰς μὲν ὡς ἐπί τινι τῶν λυσιτελῶν εἰσφέροντας, ζημιουμένους δὲ πάντα, χρήματα, σώματα, ψυχάς· τὰ μὲν γὰρ εἰσφέροντες μειοῦσι τὴν οὐσίαν, τῶν δὲ σωμάτων διὰ τὸ ἁβροδίαιτον κατακλῶσι καὶ θρύπτουσι τὰς δυνάμεις, τὰς δὲ ψυχὰς ποταμοῦ χειμάρρου τρόπον ἀμετρίᾳ τροφῶν ἐπικλύζοντες εἰς βυθὸν ἀναγκάζουσι δύεσθαι. De_ebrietate 23 τὸν αὐτὸν δὴ τρόπον καὶ ὅσοι φέρουσιν ἐράνους ἐπὶ καθαιρέσει παιδείας, τὸ κυριώτατον τῶν ἐν αὐτοῖς ζημιοῦσι, διάνοιαν, ἀποκόπτοντες αὐτῆς τὰ σωτήρια, φρόνησιν καὶ σωφροσύνην, ἔτι δὲ ἀνδρείαν καὶ δικαιοσύνην. διό μοι δοκεῖ καὶ αὐτὸς ὀνόματι συνθέτῳ χρῆσθαι τῷ „συμβολοκοπῶν“ πρὸς δήλωσιν ἐναργεστέραν τοῦ σημαινομένου, διότι τὰ κατὰ ἀρετῆς ἐπιχειρήματα ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους εἰσφέροντες τιτρώσκουσι καὶ διαιροῦσι καὶ συγκόπτουσι μέχρι παντελοῦς φθορᾶς τὰς φιληκόους καὶ φιλομαθεῖς De_ebrietate 24 ψυχάς. ὁ μὲν οὖν σοφὸς Ἀβραὰμ ἐπανελθεῖν λέγεται „ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλαγόμορ καὶ τῶν βασιλέων τῶν μετ’ αὐτοῦ“ (Gen. 14,17), ὁ δ’ Ἀμαλὴκ ἔμπαλιν τοῦ ἀσκητοῦ „τὴν οὐραγίαν κόπτειν“ (Deut. 25,18), ἀκολουθίᾳ φύσεως· ἐχθρὰ γὰρ | τὰ ἐναντία καὶ τὸν ἐπ’ ἀλλήλοις ὄλεθρον p. 361 Μ. ἀεὶ μελετῶντα. De_ebrietate 25 τὸν δὲ κομίζοντα τὰς συμβολὰς καὶ ταύτῃ μάλιστ’ ἄν τις αἰτιάσαιτο, ὅτι οὐ μόνον ἀδικεῖν, ἀλλὰ καὶ συναδικεῖν ἔγνωκεν ἑτέροις ἀξιῶν τὰ μὲν αὐτὸς εἰσηγεῖσθαι, τὰ δ’ εἰσηγουμένων ἄλλων 1 συμβουλάς U φέρει L 2. 3 ἀκροτάτου] ἐπαρατοτάτου coni. Mang. 3 κακοῦ addidi 5 ἐπίμονοι Mang.: ἐπίπονοι codd. 8—10 ἄθλους ζημιουμένους τὰ πάντα Barocc. Max. ceteris omissis 8 ἔτι G 9 τινος G 11 κατα- κλῶσι G1, σαταχαλῶσι G2 διαθρύπτουσι Barocc. Max. 12 δυνάμεις] ἡδονὰς Barocc. τρυφῶν L2 13 τὸν U: om. GUF 15 αὐτῆς] αὐτοῖς F 16 ἔτι— δικαιοσύνην om. GF 17 συμβολοκοπῶν H 18 ἐπιτηδεύματα H 21 Ἀβραὰμ FH 22 σκοπῆς U Χοδολλαγόμορ GF: Χολοδογόμορ UH, Χολογομόδορ L, Χοδολλογόμορ Mang. μεταυτόν F 23 κόπτει Η 6—13 Mel. Barocc fol. 134r τοῦ Φίλωνος Maximi cod. Barber. I 158: ἰδεῖν μέντοι χρὴ καὶ τοὺς—δύεσθαι. ἀκροᾶσθαι, ὅπως καὶ φύσει καὶ μαθήσει διαμαρτάνων μηδεμίαν εἰς σωτηρίαν ὑπολείπηται χρηστὴν ἐλπίδα ἑαυτῷ, καὶ ταῦτα νόμου διειρηκότος "μὴ γίνεσθαι μετὰ πολλῶν ἐπὶ κακίᾳ“ (Exod. 23,2)· De_ebrietate 26 τῷ γὰρ ὄντι πολύχουν μὲν καὶ πολυφορώτατον ἐν ἀνθρώπων ψυχαῖς τὸ κακόν, ἐσταλμένον δὲ καὶ σπάνιον τἀγαθόν. παραίνεσις οὖν ὠφελιμωτάτη μὴ τοῖς πολλοῖς, μεθ’ ὧν τὸ ἀδικεῖν, ἀλλὰ τοῖς ὀλίγοις, μεθ’ ὧν τὸ δικαιοπραγεῖν, συμφέρεσθαι. De_ebrietate 27 τέταρτον τοίνυν καὶ μέγιστον ἔγκλημα ἦν τὸ μεθύειν, οὐκ ἀνειμένως, ἀλλὰ σφόδρα συντόνως· τὸ γὰρ οἰνοφλυγεῖν ἴσον ἐστὶ τῷ τὸ παραίτιον ἀφροσύνης φάρμακον, ἀπαιδευσίαν, ἐντύφεσθαι καὶ ἀνακαίεσθαι καὶ ἀναφλέγεσθαι μηδέποτε σβεσθῆναι δυναμένην, ἀλλ’ ὅλην δι’ ὅλων αἰεὶ τὴν ψυχὴν ἐμπιπρᾶσάν τε καὶ πυρπολοῦσαν. De_ebrietate 28 εἰκότως οὖν ἕψεται δίκη πάντα μοχθηρὸν τρόπον ἐκκαθαίρουσα διανοίας· λέγεται γὰρ „ἐξαρεῖς τὸν πονηρόν“, οὐκ ἐκ πόλεως ἢ χώρας ἢ ἔθνους, ἀλλ’ „ἐξ ὑμῶν αὐτῶν“ (Deut. 21,21)· ἡμῖν γὰρ αὐτοῖς ἐνυπάρχουσι καὶ ἐμφωλεύουσιν οἱ ὑπαίτιοι καὶ ἐπίληπτοι λογισμοί, οὕς, ὁπότε ἀνιάτως ἔχοιεν, ἀποκόπτειν καὶ διαφθείρειν ἀναγκαῖον. De_ebrietate 29 τὸν οὖν ἀπειθῆ καὶ φίλεριν καὶ λόγων πιθανότητας ὥσπερ τινὰς συμβολὰς καὶ ἐράνους ἐπὶ καθαιρέσει τοῦ καλοῦ πορίζοντα καὶ ἀκράτῳ φλεγόμενον καὶ καταμεθύοντα ἀρετῆς καὶ παροινίας ἐκτόπους εἰς αὐτὴν παροινοῦντα δίκαιον ἦν κατηγόρους μὲν τοὺς ἄλλοις συμμάχους λαβεῖν, πατέρα καὶ μητέρα, φθορὰν 2 ὑπολίπηται U αὐτῶ Η νόμος U 3. 4 πολὐχοος Η 4 πολυφθορώτατον L 4. 5 ἐσταλμαῖον H, ἐσταλαῖαν L 5 τὸ ἀγαθὸν G οὖν GUF: αὖθις H, δὲ Max. 6. 7 πολλοῖς προσμαθόντας δικαιοπραγεῖν μεθ’ ὧν τὸ δικαιοπραγεῖν H ἀλλ’ ὀλίγοις Mang. 7 καὶ μέγιστον τοίνυν H ἦν om. Η 11 αἰεὶ UF: ἀεὶ G, καίει Η, καίειν Turn. ἐμπιπρᾶσαν F: ἐμπιπρῶσαν ceteri 12 μοχθηρὰ Η λέξεται F 13 τὸν] τὸ U 14. 15 ἐμφολεύουσιν Η 17 ὥσπερ τινὰς om. H 18 ἀκράτως U μεθύοντα καὶ καταφλεγόμενον F 19 ἐκτόπους scripsi: ἐκτόπως codd. αὐτὴν GUFN: αὐτὸν H ἦν] οὖν F 19. 20 κατηγόρους μὲν τοὺς ἄλλοις ἄλλως Cohn) scripsi: κατηγόρους μὲν τοὺς Η, κατηγορουμένους οἱ ἄλλοι GU, κατηγορούμενον τοὺς ἄλλους FN 20 φθορὰν addidi 3—5 τῆ Ciem. Paedag. ΙΙΙ § 27 p. 269 P: „οὐκ ἔσῃ δὲ μετά πολλῶν“ φησίν οὐδὲ προσθήσῃ μετὰ πλήθους, ὅτι ἡ σοφία ἐν ὀλίγοις, ἀταξία δὲ ἐν πλήθει καταφαίνεται. 3—5 DK fol. 115v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης DL fol. 25r DR fol. 39r Φίλωνος τοῦ περὶ μέθης α΄ Flor. Paris. No. 5 (Barb. I 158): τῷ ὄντι—τὸ ἀγαθόν. pergit Barb. ad. iin. 7 συμφέρεσθαι—DK fol. 256v Φίλωνος ἐκ τ περὶ μέθης β΄, DL fol. 64r fol. 32v DP fol. ν Φίλωνος) DV p. 688: ἐσταλμένον καὶ σπάνιον τὸ ἀγαθόν. 16—176,18 N fol. 164r τὸν οὖν ἀπειθῆ—οἴσομεν δὲ ἐνδέξασθαι παντελῆ πρὸς νουθεσίαν καὶ σωφρονισμὸν τῶν οἵων τε. σῴζεσθαι. De_ebrietate 30 πατρὸς δὲ καὶ μητρὸς κοιναὶ μὲν αἱ κλήσεις, διάφοροι δ’ αἱ δυνάμεις. τὸν γοῦν τόδε τὸ πᾶν ἐργασάμενον δημιουργὸν ὁμοῦ καὶ πατέρα εἶναι τοῦ γεγονότος εὐθὺς ἐν δίκῃ φήσομεν, μητέρα δὲ τὴν τοῦ πεποιηκότος ἐπιστήμην, ᾗ συνὼν ὁ θεὸς οὐχ ὡς ἄνθρωπος ἔσπειρε γένεσιν. ἡ δὲ παραδεξαμένη τὰ τοῦ θεοῦ σπέρματα τελεσφόροις ὠδῖσι τὸν μόνον καὶ ἀγαπητὸν αἰσθητὸν υἱὸν ἀπεκύησε, τόνδε τὸν κόσμον. De_ebrietate 31 εἰσάγεται γοῦν παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ ἡ σοφία περὶ αὑτῆς λέγουσα τὸν τρόπον τοῦτον· „ὁ θεὸς ἐκτήσατό με πρωτίστην τῶν ἑαυτοῦ ἔργων, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με“ (Prov. 8,22)· ἦν γὰρ ἀναγκαῖον τῆς μητρὸς καὶ τιθήνης τῶν ὅλων πάνθ’ ὅσα εἰς γένεσιν ἦλθεν εἶναι νεώτερα. De_ebrietate 32 τούτων οὖν τῶν γονέων τίς ἱκανὸς ὑποστῆναι κατηγορίαν; ἀλλ’ οὐδὲ μετρίαν ἀπειλὴν ἢ ἐλαφροτάτην κατάμεμψιν. οὐδὲ γὰρ τῶν δωρεῶν ἱκανὸς οὐδεὶς χωρῆσαι τὸ ἄφθονον πλῆθος, ἴσως δὲ οὐδ’ ὁ κόσμος, ἀλλ’ οἷα βραχεῖα δεξαμενὴ μεγάλης ἐπιρρεούσης τῶν τοῦ θεοῦ χαρίτων πηγῆς τάχιστα ἀποπληρωθήσεται, ὡς ἀναβλύσαι τε καὶ ὑπερεκχεῖσθαι. εἰ δὲ τὰς εὐεργεσίας ἀδυνατοῦμεν δέχεσθαι, τὰς κολαστηρίους δυνάμεις πῶς ἐπιφερομένας οἴσομεν; De_ebrietate 33 τοὺς μὲν δὴ τοῦ παντὸς γονεῖς ὑπεξαιρετέον τοῦ παρόντος λόγου, τοὺς δὲ φοιτητὰς καὶ γνωρίμους αὐτῶν τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰληχότας ψυχῶν, ὅσαι μὴ ἀνάγωγοι καὶ ἄμουσοι, νῦν ἐπισκεψώμεθα. πατέρα τοίνυν εἶναί φαμεν τὸν ἄρρενα καὶ τέλειον καὶ ὀρθὸν λόγον, μητέρα δὲ τὴν μέσην καὶ ἐγκύκλιον χορείαν τε καὶ παιδείαν· οἷς καλὸν καὶ συμφέρον ὡς ἂν ἔκγονον τοκεῦσι πείθεσθαι. De_ebrietate 34 τοῦ μὲν οὖν πατρός, ὀρθοῦ λόγου, 1 δὲ ἐνδέξασθαι GUFN: δέον ἐνδέξασθαι TI πρὸς UFHN: om. G οἷόν τε N 2 σώζειν conicio δὲ UHN αἱ om. H Anton. 3 τὸ πᾶν τόδε Anton. 4 γεγονότος] λέγοντος U φήσωμεν Anton. μητέρα] πατέρα N 5 ὁ om. Anton. ὡς] ὁ U 6 τὸ et σπέρμα H θεοῦ] κυρίου Anton. 7 μόνον καὶ om. Anton. post ἀγαπητὸν add. καὶ Anton. 8 αὐτῆς codd. 9 ἐκτίσατο Η 11 ἦλθε Η 12 νεώτερον N 15 οὐδὲ Ν ἀλλὰ βραχέα δεξάμενος D 15. 16 μεγάλαις ἐπιρρεούσαις τῶν θεοῦ χαρισμάτων δωρεαῖς τάχιστα D 15 ἐπιρεούσης U, ἐπιρροῆς N 16 ἀναβλύσαι GUFN Max.: ἀναβλεῖσθαι Η, ἀναβλύζεσθαι D, ἀναβλύζειν v τε om. FD Max. 17 δέξασθαι D2R 21 ἐπισκεψόμεθα G 22 μέσην Mang.: ἴσην codd. 2. 3 DR fol. 131v Φίλωνος (Anton. Mel. II 9 col. 1044): πατρὸς καὶ μητρὸς—διάφοροι δέ δυνάμεις. pergit Anton. Mel. usque ad lin. 7 υἱὸν ἀπέτεκεν. 14—18 DK 142v τοῦ αὐτοῦ: δεύτεροι (sc. περὶ μέθης, falso δεύτερον ad Philonis verba rettulit) et fol. 277r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ μέθης Maximi eod. Barber. I 158: τῶν θείων οὐδὲ γὰρ τῶν Barb.) δωρεῶν ἱκανὸς—οἴσομεν. παράγγελμα ἕπεσθαι καὶ ἀκολουθεῖν τῇ φύσει γυμνὴν καὶ ἀπημφιασμένην ἀλήθειαν μεταδιώκοντας, παιδείας δέ, τῆς μητρός, θέσει δικαίοις προσέχειν, ἃ κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας ἔθεντο οἱ πρῶτοι δόκησιν πρὸ ἀληθείας ἀσπασάμενοι. De_ebrietate 35 τοῖς γονεῦσι τούτοις τέτταρες παίδων εἰσὶ τάξεις, ἡ μὲν ἀμφοτέροις καταπειθής, ἡ δ’ οὐδετέρῳ προσέχουσα, ἐναντία τῇ προτέρᾳ, τῶν δ’ ἄλλων ἡμιτελὴς ἑκατέρα· ἡ μὲν γὰρ αὐτῶν φιλοπάτωρ σφόδρα γεγονυῖα τῷ μὲν προσέχει, μητρὸς δὲ καὶ τῶν ἐπισκήψεων αὐτῆς ἀλογεῖ, ἡ δ’ ἔμπαλιν φιλομήτωρ εἶναι δοκοῦσα τῇ μὲν πάντα ὑπηρετεῖ, τῶν δὲ τοῦ πατρὸς ἥκιστα φροντίζει. ἡ μὲν οὖν πρώτη τὰ κατὰ πάντων ἆθλα οἴσεται νικητήρια, ἡ δ’ ἀντίπαλος ἧτταν ὁμοῦ καὶ φθορὰν ἀναδέξεται, τῶν δ’ ἄλλων ἑκατέρα, ἡ μὲν δευτερείων, ἡ δὲ τρίτων ἄθλων μεταποιήσεται, δευτερείων μὲν ἡ πειθαρχοῦσα πατρί, τρίτων δ’ ἡ τῇ μητρί. De_ebrietate 36 τῆς μὲν οὖν φιλομήτορος ταῖς τῶν πολλῶν δόξαις ὑπεικούσης καὶ κατὰ τὰς πολυτρόπους τοῦ βίου ζηλώσεις παντοδαπὰς μεταβαλλούσης ἰδέας Αἰγυπτίου Πρωτέως τὸν τρόπον, ὃς τῷ πάνθ’ ὅσα ἐν τῷ παντὶ πεφυκέναι γίνεσθαι τὸ ἀληθὲς ἀδηλούμενον ἔσχεν εἶδος, τύπος ἐναργέστατος Ἰοθόρ, πλάσμα τύφου, πρὸς πόλιν καὶ πολιτείαν συγκλύδων καὶ μιγάδων ἀνθρώπων κεναῖς αἰωρουμένων δόξαις μάλιστα ἁρμόττων. De_ebrietate 37 Μωυσέως γὰρ τοῦ σοφοῦ τὸν λεὼν ἅπαντα τῆς ψυχῆς πρὸς εὐσέβειαν καὶ τιμὴν θεοῦ μετακαλοῦντος καὶ τάς τε προστάξεις καὶ τοὺς ἱερωτάτους νόμους ἀναδιδάσκοντος — φησὶ γὰρ ὅτι „ἐπειδὰν γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρὸς μέ, διακρίνω ἕκαστον καὶ συμβιβάζω τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον αὐτοῦ“ (Exod. 18, 16) —, παρελθὼν ὁ δοκησίσοφος Ἰοθόρ, τῶν μὲν θείων ἀμύητος ἀγαθῶν, τοῖς δὲ ἀνθρωπείοις καὶ φθαρτοῖς μάλιστ’ ἐνωμιληκὼς δημαγωγεῖ καὶ νόμους ἐναντίους τοῖς τῆς φύσεως ἀναγράφει, πρὸς τὸ δοκεῖν ἀφορῶν ἐκείνων ἀναφερομένων πρὸς τὸ εἶναι. De_ebrietate 38 καίτοι καὶ τοῦτον ἐλεήσας καὶ οἰκτισάμενος τοῦ πολλοῦ πλάνου μεταδιδάσκειν οἴεται δεῖν καὶ ἀναπείθειν ἀποστῆναι μὲν τῶν κενῶν 1 ἀπημφιεσμένην GF 2 τοῖς θέσει conicio προσέχειν om. Η, προέχειν G1F 3 ἔθη F πρὸ] πρὸς F 5 οὐδ’ ἑτέρω GF 6 δ’ om. Η αὐτῶ U 7 ἐπισκήψεων scripsi: ἐπισκέψεων codd. 10 εἴσεται U ἧττα νόμου GF φθορὰν FH: φθορᾶς U, φορὰν G 12 μεταπεποίηται H δὲ U 13. 14 δοξῶν ὑπεικούσαις H 14 x003E; παντοδαπὰς coni. Mang. 15 προτέρως U τῷ] τὸ Γ’ 16 τύπω H 18 ἑωρουμένων F ἁρμόττον H 19 Μωυσέως U: Μωυσέος GFH 20 τε codd.: γε v 22 διακρίνω scripsi: διακρινῶ codd. συμβιβάζω GU: συμβιβάσω FH 23 τοῦ om. U 24 νοθὸρ H ἀγαθῶν] ὀργίων coni. Mang. ἀνθρωπίνοις v 25 μάλιστα G, μάλισθ’ U 26 ἀφορῶντας coni. Mang. ἀναφερόντων L1 δοξῶν, ἀκολουθῆσαι δὲ παγίως τῷ ἀληθεῖ· De_ebrietate 39 „ἐξάραντες“, γάρ φησιν, ἡμεῖς καὶ ἀποκόψαντες τῆς διανοίας τὸν κενὸν τῦφον μετανιστάμεθα εἰς τὸν ἐπιστήμης τόπον, ὃν χρησμοῖς καὶ ὁμολογίαις θείαις λαμβάνομεν· „ἴθι δὴ μεθ’ ἡμῶν καὶ εὖ σε ποιήσομεν“ (Num. 10, 29)· ἀποβαλεῖς μὲν γὰρ τὴν βλαβερωτάτην δόκησιν, κτήσῃ δὲ τὴν ὠφελιμωτάτην ἀλήθειαν. De_ebrietate 40 ἀλλὰ γὰρ τοιαῦτα κατεπᾳσθεὶς ἀλογήσει τῶν εἰρημένων καὶ ἐπιστήμῃ μὲν οὐδαμῇ οὐδαμῶς ἕψεται, ἀναχωρήσει δὲ καὶ ἀναδραμεῖται πρὸς τὸν ἴδιον καὶ κενὸν τῦφον· λέγεται γὰρ ὅτι εἶπε πρὸς αὐτόν· „οὐ πορεύσομαι ἀλλ’ εἰς τὴν γῆν μου καὶ τὴν γενεάν μου“ (Num. 10, 30), τουτέστι τὴν συγγενῆ ψευδοδοξοῦσαν ἀπιστίαν, ἐπειδὴ τὴν ἀληθεύουσαν ἀνδράσι φίλην De_ebrietate 41 πίστιν οὐκ ἔμαθε. καὶ γὰρ ὅταν ἐπίδειξιν εὐσεβείας βουλόμενος ποιήσασθαι λέγῃ· „νῦν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς“ (Exod. 18, 11), ἀσέβειαν παρὰ δικάζειν ἐπισταμένοις ἀνδράσιν ἑαυτοῦ κατηγορεῖ. De_ebrietate 42 φήσουσι γὰρ αὐτῷ· νῦν ἔγνως, ἀνόσιε, πρότερον δ’ οὐκ ἠπίστασο τὸ μέγεθος τοῦ παντὸς ἡγεμόνος; ἦν γάρ τι πρεσβύτερον θεοῦ, ᾧ προεντετύχηκας; ἢ τοῖς ἐκγόνοις οὐχ αἱ τῶν γονέων ἀρεταὶ πρὸ τῶν ἄλλων ἅπαξ ἁπάντων γνώριμοι; τοῦ δὲ παντὸς οὐκ ἄρα ἀρχηγέτης ὁ κτίστης καὶ πατὴρ αὐτοῦ; ὥστ’ εἰ νῦν ἐγνωκέναι φῂς σύ, οὐδὲ νῦν ἔγνωκας, ὅτι οὐκ ἀπὸ γενέσεως ἀρχῆς. De_ebrietate 43 ἐλέγχῃ δ’ οὐδὲν ἧττον ἐπιμορφάζων, ὅταν συγκρίνῃς τὰ ἀσύγκριτα καὶ λέγῃς παρὰ πάντας τοὺς θεοὺς τὸ μεγαλεῖον τοῦ ὄντος ἐγνωκέναι· εἰ γὰρ ᾔδεις ἀληθείᾳ τὸ ὄν, οὐδένα ἂν τῶν ἄλλων ὑπέλαβες εἶναι θεὸν αὐτεξούσιον. De_ebrietate 44 ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος ἀποκρύπτει τοὺς ἀστέρας τῶν ἡμετέρων ὄψεων ἀθρόον τὸ ἑαυτοῦ καταχέας φέγγος, οὕτως ὅταν τῷ τῆς ψυχῆς ὄμματι ἀμιγεῖς καὶ καθαρώταται καὶ τηλαυγέσταται τοῦ φωσφόρου θεοῦ νοηταὶ ἐναστράψωσιν αὐγαί, κατιδεῖν οὐδὲν ἕτερον δύναται· ἐπιλάμψασα γὰρ ἡ τοῦ ὄντος ἐπιστήμη πάντα περιαυγάζει, ὡς καὶ τοῖς λαμπροτάτοις ἐξ ἑαυτῶν εἶναι δοκοῦσιν ἐπισκοτεῖν. De_ebrietate 45 θεοῖς οὖν τοῖς ψευδωνύμοις οὐκ ἄν τις τὸν ἀληθῆ θεὸν συγκρίνειν ὑπέμενεν, εἴπερ ἀψευδῶς ἐγίνωσκεν αὐτόν· ἀλλ’ ἡ ἀνεπιστημοσύνη τοῦ ἑνὸς τὴν ἐπὶ πολλοῖς ὡς ὑπάρχουσι, πρὸς ἀλήθειαν 1 παγίως Turn.: πλαγίως codd. 4 σε GUH: σοι Fv 5 δόκησίν—ὠφελιμωτάτην om. GF 6 τά τοιαῦτα F ἀλογήσῃ G 10 ψευδοῦσαν H 11 βουλομένοις U 12 λέγει GU 13 ἀσεβείας L παραδικάζειν codd. ἐπισταμένως G 15 πάντων conicio τις πρεσβύτερος U θεῶ HL1 17 ἁπαξαπάντων FII 18 φὴς σύ GU: φησι H, φὴς F 19 ἀρχή H οὐδὲν ἧττον] εὐσέβειαν conicio 20 λέγεις G 21 ἀλήθειαν G, ἀλήθεια U, πρὸς ἀλήθειαν conicio 25 καθαρώτατοι Γ’ 28 ἐπισκοπεῖν H τις τὸν Cohn: πιστὸν codd., ποτε τὸν coniciebam 29 ὑπέμεινεν G 30 ὡς om. G ὑπάρχουσιν et οὖσιν H οὐκ οὖσι, δόξαν εἰργάσατο. De_ebrietate 46 τῆς αὐτῆς προαιρέσεώς ἐστι πᾶς, ὅτῳ τὰ μὲν ψυχῆς ἀπέγνωσται, τὰ δὲ περὶ σῶμά τε καὶ ἐκτὸς χρώμασι καὶ σχήμασι πεποικιλμένα πρὸς ἀπάτην αἰσθήσεως εὐπαραγώγου θαυμάζεται. De_ebrietate 47 καλεῖ δὲ τὸν τοιοῦτον ὁ νομοθέτης Λάβαν, ὃς τοὺς ἀληθεῖς τῆς φύσεως νόμους οὐ κατιδὼν ψευδογραφεῖ τοὺς παρὰ ἀνθρώποις φάσκων· „οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν, δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν“ (Gen. 29, 26). De_ebrietate 48 οὗτος μὲν γὰρ τὴν ἐν χρόνοις τάξιν φυλάττειν οἴεται δεῖν, τὰ πρεσβύτερα πρότερον καὶ τὰ νεώτερα αὖθις εἰς κοινωνίαν ἄγεσθαι δικαιῶν. ὁ δὲ σοφίας ἀσκητὴς εἰδὼς καὶ φύσεις ἀχρόνους ὑπαρχούσας ἐφίεται καὶ νεωτέρων προτέρων καὶ πρεσβυτέρων ὑστέρων. ἔχει δὲ καὶ τὸν ἠθοποιὸν λόγον ἑαυτῷ συνᾴδοντα· τοῖς γὰρ ἀσκηταῖς ἀνάγκη πρότερον ἐντυχεῖν τῇ νεωτέρᾳ παιδείᾳ, ἵνα τῆς τελειοτέρας αὖθις ἀπόνασθαι βεβαίως δυνηθῶσι. De_ebrietate 49 παρὸ καὶ μέχρι νῦν οἱ καλοκἀγαθίας ἐρασταὶ οὐ πρότερον ἐπὶ τὰς τῆς πρεσβυτέρας ἀφικνοῦνται θύρας φιλοσοφίας, πρὶν ἢ ταῖς νεωτέραις ἐντυχεῖν, γραμματικῇ καὶ γεωμετρίᾳ καὶ τῇ συμπάσῃ τῶν ἐγκυκλίων μουσικῇ· αὗται γὰρ σοφίαν τοῖς ἀδόλως καὶ καθαρῶς μνωμένοις ἀεὶ προξενοῦσιν. De_ebrietate 50 ὁ δ’ ἀντισοφίζεται βουλόμενος τὴν πρεσβυτέραν ἡμᾶς ἀγαγέσθαι προτέραν, οὐχ ἵνα βεβαίως ἔχωμεν, ἀλλ’ ἵνα τοῖς τῆς νεωτέρας φίλτροις δελεασθέντες αὖθις τὸν ἐπ’ ἐκείνῃ πόθον ἐκλύσωμεν. De_ebrietate 51 καὶ σχεδὸν τοῦτο συνέβη πολλοῖς τῶν ἀνοδίᾳ πρὸς παιδείαν χρησαμένων. ἔτι γάρ, ὡς ἔπος εἰπεῖν, ἀπ’ αὐτῶν σπαργάνων πρὸς τελειότατον ἐπιτήδευμα, φιλοσοφίαν, ἐλθόντες, ἀμύητοι τῶν ἐγκυκλίων εἰσάπαν οὐ δικαιώσαντες γενέσθαι ὀψὲ καὶ μόλις αὐτῶν ἅψασθαι διενοήθησαν. κἄπειτα ἀπὸ τῆς μείζονος καὶ πρεσβυτέρας ἐπὶ τὴν τῶν ἐλαττόνων καὶ νεωτέρων θέαν καταβάντες ἐνεγήρασαν αὐτοῖς, ὡς μηκέτ’ ἀναδραμεῖν ὅθεν ὥρμησαν ἰσχῦσαι. De_ebrietate 52 διὰ τοῦτ’ 2 σῶμά τε καὶ scripsi: σώματα καὶ UFH, σῶμα καὶ G, σῶμα καὶ τὰ Mang. 3 ἀπαραγώγου H 4 τὸν om. Η 8 πρότερον GF: πρότερα UH 9. 10 φύσιν ἄχρονον ὑπάρχουσαν F2 11 ἠθοποιοῦ U, ἠθικὸν conicio. hic μεθημερινὸν H textus § 136 inde ab εἰσιόντι. continuatio § 48 usque ad § 106 λόγον—μεθημερινὸν invenitur fol. 376r sqq., inserta libri De migr. ἑ 12 12 τελεωτέρας H #x003E; αὖθις conicio 13 ἀπώνασθαι GD βεβαίως om. D δυνηθῶσιν U παρ’ ὃ UD 15. 16 γραμματικῇ—μουσικῇ om. U 17. 18 ὁ δ’—τὴν om. U 18 πρεσβυτέραν] ὁρᾶν U πρότερον H 20 ἐκείνην H πόνον ἐνδύσωμεν (immo ἐνδυσώμενθα) Mang. ἑλκύσωμεν U 21 ἀνοδίαν F 23 εἰς ἅπαν UH 24 ἀπὸ] ὑπὸ F 11—15 DK fol. 248r ἐκ τοῦ περὶ μέθης: τοῖς ἀσκηταῖς σοφίας ἀνάγκη—ἐντυχεῖν οἶμαί φησι· „συντέλεσον τὰ ἕβδομα ταύτης“ (Gen. 29, 27), ἴσον τῷ μὴ ἀτελεύτητον ἔστω σοι τὸ τῆς ψυχῆς ἀγαθόν, ἀλλ’ ὅρον ἐχέτω καὶ πέρας, ἵνα καὶ τῇ νεωτέρᾳ τάξει τῶν ἀγαθῶν ἐντύχῃς, ἣν σώματος κάλλος καὶ δόξα καὶ πλοῦτος καὶ τὰ ὁμοιότροπα κεκλήρωται. De_ebrietate 53 ὁ δὲ συντελέσειν μὲν οὐχ ὑπισχνεῖται, „ἀναπληρώσειν“ (Gen. 29, 28) δ’ αὐτὴν ὁμολογεῖ, τουτέστι μηδέποτε ἐπιλείψειν τὰ πρὸς αὔξησιν καὶ συμπλήρωσιν αὐτῆς ἐπιτηδεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ περιέξεσθαι, κἂν μυρία τὰ ἀντισπῶντα καὶ ἀνθέλκοντα ᾖ. De_ebrietate 54 πάνυ δ’ ἐκδήλως τὸ τὰ ἔθη γυναιξὶ μᾶλλον ἢ ἀνδράσιν ἐπιτηδεύεσθαι δοκεῖ μοι παρίστασθαι διὰ τῶν Ῥαχὴλ τῆς μόνα τὰ αἰσθητὰ θαυμαζούσης λόγων· φησὶ γὰρ πρὸς τὸν πατέρα ἑαυτῆς· „μὴ βαρέως φέρε, κύριε· οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι τὰ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν“ (Gen. 31, 35). De_ebrietate 55 οὐκοῦν γυναικῶν ἴδιον τὸ ἔθεσι πείθεσθαι· καὶ γὰρ τῷ ὄντι ἀσθενεστέρας καὶ θηλυτέρας ψυχῆς τὸ ἔθος· ἀνδρῶν γάρ τοι ἡ φύσις, καὶ ἐρρωμένου De_ebrietate 56 καὶ ἄρρενος ὡς ἀληθῶς λογισμοῦ ἕπεσθαι φύσει. καταπέπληγμαι δὲ τὸ ἀψευδὲς τῆς ψυχῆς τῆς ἐν τοῖς ἑαυτῆς διαλόγοις ὁμολογούσης, ὅτι οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξαναστῆναι, ἀλλ’ ἕκαστον αὐτῶν τέθηπε καὶ τιμᾷ καὶ μονονοὺχ ἑαυτῆς προκέκρικεν. De_ebrietate 57 ἐπεὶ τίς ἡμῶν ἀντιστατεῖ πλούτῳ; τίς δὲ πρὸς δόξαν κονίεται; τίς δὲ τιμῆς ἢ ἀρχῆς καταπεφρόνηκε σχεδὸν τῶν ἔτι φυρομένων ἐν κεναῖς δόξαις; οὐδὲ εἷς τὸ παράπαν. De_ebrietate 58 ἀλλ’ ἕως μὲν οὐδὲν τούτων πάρεστιν, ὑψηγοροῦμεν ὡς ὀλιγοδεΐας ἑταῖροι τὸν αὐταρκέστατον καὶ δικαιότατον καὶ ἐλευθέροις καὶ εὐγενέσιν ἁρμόττοντα περιποιούσης βίον· ἐπειδὰν δέ τινος τῶν εἰρημένων ἐλπὶς ἢ ἐλπίδος αὐτὸ μόνον αὔρα βραχεῖα καταπνεύσῃ, διελεγχόμεθα· ὑπείκοντες γὰρ εὐθὺς ἐνδίδομεν καὶ ἀντιβῆναι καὶ ἀντισχεῖν οὐ δυνάμεθα, 1 συντέλεσον τὰ F: συντελέσων τἄ G, συντελέσοντα U, συντελὲς τὰ Η τῷ] τὸ Η 2 τῆς om. FL 3 ἣν] ἧ G 4 καὶ δόξα καὶ πλοῦτος om. FL 6 ὁμιλεῖ Η τουτέστιν H μηδέποτ’ Η ἐπιλήψιν G 7 ἀλλ’ ἀεὶ καὶ Η: ἀλλ’ ἀεὶ U, ἀλλὰ καὶ GF περιέξεσθαι Mang.: περιέσεσθαι codd. 8 καὶ ἀνθέλκοντα om. G δὲ G γυναιξὶν U 14 ἐρρωμένη N 15 #x003E; ἕπεσθαι conicio 16 alterum τῆς om. Η 18 μόνον οὐχ F 20 φερομένων H, πεφυρμένων D 21 πάρεστι F 22 ἕτεροι D αὐταρκεστάτοις καὶ δικαιοτάτοις L καὶ δικαιότατον om. D 23 τινος om. D 24 αὐτῶ μόνον ἡ ἐλπίδος αὔρα transpos. D καταπνεύσει F διελεγχόμενα Η 12—181,8 N fol. 164v οὐκοῦν—Ἰσαάκ. 17—181,3 DC fol. 245r Φίλωνος περὶ μέθης: οὐ δύναται τῶν φαινομένων ἀγαθῶν κατεξανίστασθαι ἡ τεθηλυμένη ψυχή, πλούτου καὶ δόξης τυχὸν ἡ ἀρχῆς ἢ τιμῆς. ἀλλ’ ἕως μὲν οὐδέν—αὐτομολοῦμεν. fol. 267r Φίλωνος ἐκ τοῦ περὶ μέθης: τίς τιμῆς—παράπαν. προδοθέντες δ’ ὑπὸ τῶν φίλων αἰσθήσεων ὅλην τὴν ψυχῆς συμμαχίαν ἐκλείπομεν καὶ οὐκέτι λανθάνοντες ἀλλ’ ἤδη φανερῶς αὐτομολοῦμεν· De_ebrietate 59 καὶ μήποτ’ εἰκότως· ἔτι γὰρ ἡμῖν ἔθη τὰ γυναικῶν ἐπιπεπόλακεν οὔπω δυνηθεῖσι τὰ μὲν ἐκνίψασθαι, πρὸς δὲ τὴν ἀνδρωνῖτιν μεταδραμεῖν ἑστίαν, καθάπερ λόγος ἔχει τὴν φιλάρετον διάνοιαν, ὄνομα Σάρραν· De_ebrietate 60 αὕτη γὰρ εἰσάγεται διὰ τῶν χρησμῶν „τὰ γυναικεῖα πάντ’ ἐκλιποῦσα“ (Gen. 18,11), ἡνίκα τὸ αὐτομαθὲς γένος ὠδίνειν καὶ ἀποτίκτειν ἔμελλεν, ἐπίκλησιν Ἰσαάκ. De_ebrietate 61 λέγεται δὲ καὶ ἀμήτωρ γενέσθαι τὴν ἐκ πατρός, οὐ πρὸς μητρός, αὐτὸ μόνον κληρωσαμένη συγγένειαν, θήλεος γενεᾶς ἀμέτοχος. εἶπε γάρ πού τις· „καὶ γὰρ ἀληθῶς ἀδελφή μού ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός“ (Gen. 20, 12)· οὐ γὰρ ἐξ ὕλης τῆς αἰσθητῆς συνισταμένης ἀεὶ καὶ λυομένης, ἣν μητέρα καὶ τροφὸν καὶ τιθήνην τῶν ποιητῶν ἔφασαν, οἷς πρώτοις σοφίας ἀνεβλάστησεν ἔρνος, ἀλλ’ ἐκ τοῦ πάντων αἰτίου καὶ πατρός. De_ebrietate 62 αὕτη μὲν οὖν ὑπερκύψασα τὸν σωματοειδῆ πάντα κόσμον ὑπὸ τῆς ἐν θεῷ χαρᾶς γανωθεῖσα γέλωτα τὰς ἀνθρώπων θήσεται σπουδάς, ὅσαι περὶ τῶν κατὰ πόλεμον ἢ κατ’ εἰρήνην πραγμάτων εἰσίν. De_ebrietate 63 ἡμεῖς δὲ ἔτι ὑπὸ τῆς ἀνάνδρου καὶ γυναικώδους συνηθείας τῆς περὶ τὰς αἰσθήσεις καὶ τὰ πάθη καὶ τὰ αἰσθητὰ νικώμενοι τῶν φανέντων οὐδενὸς κατεξαναστῆναι δυνάμεθα, πρὸς πάντων δὲ καὶ τῶν ἐπιτυχόντων οἱ μὲν ἄκοντες οἱ δὲ καὶ ἑκόντες ἑλκόμεθα. De_ebrietate 64 κἂν τὸ στῖφος ἡμῶν τοῖς τοῦ πατρὸς ἐπιτάγμασιν ἀδυνατοῦν ὑπηρετεῖν ἁλίσκηται, σύμμαχον οὐδὲν ἧττον ἕξει τὴν μητέρα, παιδείαν μέσην τὰ νομιζόμενα καὶ δοκοῦντα εἶναι δίκαια γράφουσαν κατὰ πόλεις καὶ ἄλλα ἄλλοις νομοθετοῦσαν. De_ebrietate 65 εἰσὶ δέ τινες, οἳ τῶν μητρῴων ὑπερορῶντες περιέχονται παντὶ σθένει τῶν πατρῴων, οὓς καὶ τῆς μεγίστης τιμῆς, ἱερωσύνης, ὁ ὀρθὸς λόγος ἠξίωσε. κἂν τὰς πράξεις αὐτῶν διέλθωμεν, 1 προδοθέντες] προαχθέντες coni. Cohn δὲ N φίλτρων αἰσθήσεως olim coniciebam τὴν] τῆς G ψυχικὴν H, τῆς ψυχῆς ψυχῆς D εἰκότως Turn.: εἰκός codd. N τὰ GUFN: τῶν H 3. 4 ἐπιπόλακεν GF 5 ἑστίαν GUFN: ἤδη H 7 ὠδίνει H 9 οὐ Η: καὶ GUF, om. L μητρὸς Η: μητέρα GUF θήλεως G 10 γενεᾶς] συγγενείας coni. Mang. 12 αἰσθητοῦ F 15 γαννωθεῖσα G 16 θήσει H 16. 17 περὶ τὰ et πράγματα conicio 17 δὲ] δὴ Mang. 19 νικώμενα F 25. 26 καὶ—ἡξίωσε om. G 25 τιμῆς FH: om. U 3 sqq. cf. Origenis Homiliam in Genesim VIII 10 p. 83 (ad eundem locum): quem tamen filium ita demum generabis, si . . . . deficiant et in anima tua muliebria . . . . 13 cf. Piatonis Timaeum p. 52 D et Indicem Aristotelicum s. v. τιθήνη. ἐφ’ αἷς τὸ γέρας τοῦτο εὕραντο, χλεύην ἴσως παρὰ πολλοῖς ὀφλήσομεν τοῖς ταῖς προχείροις φαντασίαις ἀπατωμένοις, τὰς δὲ ἀφανεῖς καὶ συνεσκιασμένας δυνάμεις οὐ κατανοοῦσιν· De_ebrietate 66 οἱ γὰρ εὐχὰς καὶ θυσίας καὶ πᾶσαν τὴν περὶ τὸ ἱερὸν ἁγιστείαν ἐγχειρισθέντες εἰσί, τὸ παραδοξότατον, ἀνδροφόνοι, ἀδελφοκτόνοι, τῶν οἰκειοτάτων καὶ φιλτάτων σωμάτων αὐτόχειρες, οὓς ἐχρῆν καθαροὺς καὶ ἐκ καθαρῶν, μηδενὸς ἄγους προσαψαμένους, ἑκουσίου μὲν ἄπαγε, ἀλλὰ μηδ’ ἀκουσίου χειροτονεῖσθαι· De_ebrietate 67 λέγεται γάρ· „ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔγγιστα αὐτοῦ. καὶ ἐποίησαν οἱ υἱοὶ Λευί, καθὰ ἐλάλησε Μωυσῆς, καὶ ἔπεσον ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τρισχιλίους ἄνδρας“ (Exod. 32, 27. 28). καὶ τοὺς τοσαύτην ἀνῃρηκότας πληθὺν ἐπαινεῖ φάσκων· „ἐπληρώσατε τὰς χεῖρας σήμερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’ ὑμᾶς εὐλογίαν“ (Exod. 32,29). De_ebrietate 68 τί οὖν λεκτέον ἢ ὅτι οἱ τοιοῦτοι τοῖς μὲν κοινοῖς ἀνθρώπων ἔθεσιν ἁλίσκονται κατήγορον ἔχοντες τὴν πολιτευομένην καὶ δημαγωγὸν μητέρα συνήθειαν, τοῖς δὲ τῆς φύσεως διασῴζονται συμμάχῳ χρώμενοι ὀρθῷ λόγῳ, τῷ πατρί; De_ebrietate 69 καὶ γὰρ οὐδ’, ὥσπερ νομίζουσί τινες, ἀνθρώπους ἀναιροῦσιν οἱ ἱερεῖς, ζῷα λογικὰ ἐκ ψυχῆς καὶ σώματος συνεστῶτα, ἀλλ’ ὅσα οἰκεῖα καὶ φίλα τῇ σαρκὶ ἀποκόπτουσι τῆς διανοίας ἑαυτῶν, εὐπρεπὲς εἶναι νομίζοντες τοῖς θεραπευταῖς τοῦ μόνου σοφοῦ γενησομένοις πάντων ὅσα γένεσιν εἴληχεν ἀλλοτριοῦσθαι καὶ πᾶσιν ὡς ἐχθροῖς καὶ δυσμενεστάτοις προσφέρεσθαι. De_ebrietate 70 διὰ τοῦτο καὶ „ἀδελφόν“, οὐκ ἄνθρωπον, ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν σῶμα ἀποκτενοῦμεν, τουτέστι τοῦ φιλαρέτου καὶ θείου τὸ φιλοπαθὲς καὶ θνητὸν διαζεύξομεν. ἀποκτενοῦμεν καὶ τὸν „πλησίον“, πάλιν οὐκ ἄνθρωπον, ἀλλὰ τὸν αἰσθήσεων χορὸν καὶ θίασον· οὗτος γὰρ ψυχῆς ἐστιν ὁμοῦ καὶ οἰκεῖος καὶ δυσμενής, δελέατα καὶ παγίδας ἐπ’ αὐτῇ τιθείς, ἵνα τοῖς ἐπιρρέουσιν αἰσθητοῖς κατακλυζομένη 1. 2 εὕραντο—ταῖς om G 1 εὕροντο H 2 τοῖς om. H φαντασίας H ἀπατωμέναις Η 6 μηδὲν Η ἅγους GU 6. 7 προσαψαμένου H 7 ἄπαγε] ἅπας Η 9 αὑτοῦ bis U, bis om. L οἱ GF: om. UH 10 ἐλάλησε] προσέταξε U Μώσης Η 12 πλὴν U 12—185,25 hinc translata inseruit F fol. 354ν in libri Quod deus sit immutabilis § 67 ῥίζαις, ibidem in folio postmodum interposito babet L, cf. Prolegomena vol. I p. XXIV. XXV 12 ἕκαστος ante σήμερον trauspos. v 19 φίλτατα σαρκὶ H αὐτῶν II 20 νόμου L γενησομένους ’-Ii, γενομένου H (ου in ras.) 23. 24 τοῦ φιλαρέτου καὶ θείου Turn.: τῶ φιλαρέτῳ καὶ θείω codd. 24 διαζεύξωμεν L 25 ante ἀλλὰ ex lin. 23 ἀλλὰ τὸ ψυχῆς ἀδελφὸν inserit Η αἰσθήσεων addidi χορὸν αἰσθήσεων. οὗτος coni. Mang. 26 prius καὶ V: om. GFII tertium καὶ] τε καὶ U 27 αὐτὸ v μηδέποτε πρὸς οὐρανὸν ἀνακύψῃ μηδὲ τὰς νοητὰς καὶ θεοειδεῖς φύσεις ἀσπάσηται. ἀποκτενοῦμεν καὶ „τὸν ἔγγιστα“· ὁ δ’ ἐγγυτάτω διανοίας ὁ κατὰ προφοράν ἐστι λόγος, εὐλόγοις καὶ εἰκόσι καὶ πιθανότησι δόξας ψευδεῖς ἐντιθεὶς ἐπ’ ὀλέθρῳ τοῦ κρατίστου κτήματος, ἀληθείας. De_ebrietate 71 διὰ τί οὖν οὐχὶ καὶ τοῦτον σοφιστὴν ὄντα καὶ μιαρὸν ἀμυνούμεθα τὸν ἁρμόττοντα αὐτῷ καταψηφισάμενοι θάνατον, ἡσυχίαν—λόγου γὰρ ἡσυχία θάνατος —, ἵνα μηκέτ’ ἐνσοφιστεύοντος ὁ νοῦς μεθέλκηται, δύνηται δ’ ἀπηλλαγμένος πάντως τῶν κατὰ τὸ „ἀδελφὸν“ σῶμα ἡδονῶν, τῶν κατὰ τὰς „πλησίον“ καὶ ἀγχιθύρους αἰσθήσεις γοητειῶν, τῶν κατὰ τὸν „ἔγγιστα“ λόγον σοφιστειῶν ἐλεύθερος καὶ ἄφετος ἐαθεὶς καθαρῶς τοῖς νοητοῖς ἅπασιν ἐπιβάλλειν; De_ebrietate 72 οὗτός ἐστιν ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί“, τοῖς θνητοῖς γονεῦσιν, „οὐχ ἑώρακα ὑμᾶς“, ἀφ’ οὗ τὰ θεῖα εἶδον, ὁ „μὴ γνωρίζων τοὺς υἱούς“, ἀφ’ οὗ γνώριμος σοφίας ἐγένετο, ὁ „ἀπογινώσκων τοὺς ἀδελφούς“ (Deut. 33,9), ἀφ’ οὗ μὴ ἀπεγνώσθη παρὰ θεῷ, ἀλλὰ σωτηρίας ἠξιώθη παντελοῦς. De_ebrietate 73 οὗτός ἐστιν ὁ „τὸν σειρομάστην λαβών“, τουτέστιν ὁ μαστεύσας καὶ ἀναζητήσας τὰ τῆς φθαρτῆς γενέσεως, ἧς ἐν σιτίοις καὶ ποτοῖς τὸ εὔδαιμον τεθησαύρισται, καὶ „εἰς τὴν κάμινον“, ὥς φησι Μωυσῆς, „εἰσελθών“, τὸν καιόμενον καὶ φλεγόμενον ὑπερβολαῖς ἀδικημάτων καὶ μηδέποτε σβεσθῆναι δυνάμενον ἀνθρώπων βίον, κἄπειτα ἰσχύσας καὶ τὴν „γυναῖκα διὰ τῆς μήτρας ἀνατεμεῖν“, ὅτι αἰτία τοῦ γεννᾶν ἔδοξεν εἶναι πάσχουσα πρὸς ἀλήθειαν μᾶλλον ἢ δρῶσα, καὶ πάντα „ἄνθρωπον“ καὶ λογισμὸν τὸν ἐπακολουθήσαντα τῇδε τῇ δόξῃ τῇ τὰ τοῦ μόνου τῶν γινομένων αἰτίου θεοῦ περιαπτούσῃ παθηταῖς οὐσίαις (Num. 25, 7. 8). De_ebrietate 74 ἆρ’ οὐχὶ καὶ οὗτος ἀνδροφόνος παρὰ πολλοῖς ἂν εἶναι νομισθείη τοῖς τρόπον γυναικῶν ἔθεσιν ἁλισκομένοις; ἀλλὰ παρά γε θεῷ τῷ πανηγεμόνι καὶ πατρὶ μυρίων ἐπαίνων καὶ ἐγκωμίων καὶ ἀναφαιρέτων ἄθλων ἀξιωθήσεται· τὰ δ’ ἆθλα μεγάλα καὶ ἀδελφά, εἰρήνη καὶ ἱερωσύνη (Num. 25, 12. 13). De_ebrietate 75 τό τε γὰρ τὴν ἐν τῷ σπουδαζομένῳ παρὰ τοῖς πολλοῖς ἀνθρώποις βίῳ δυσάλωτον στρατείαν καὶ τὸν 1 μηδὲ GUFH: μὴ τὸ L, εἰς τὸ v νοητὰς codd.: καλὰς v 2 ἀσπάσασθαι L καὶ om. H ἐγγύτατος H 3 ἐν λόγοις F καὶ ante πιθανότησι om. H 4 καλλίστου U 5 ἀμυνόμεθα GU 8 πάντως Turn.: πάντων codd. 9. 10 τῶν—σοφιστειῶν om. Η κατὰ τῶν ἔγγιστα σοφιστειῶν L 10 σοφιστιῶν F καθαρῶ U, καθαρὸς F 15 χειρομάστην H 20 μητρὸς H 22 τἄ addidi 23 μόνου Mang.: νόμου GUF, νόμου τοῦ Η περιαπτούσῃ ἔργα coni. Mang. παθηταῖς Mang.: πάθη ταῖς codd. 25 τρόπον scripsi: πρὸς codd. ἀλισκομένοις sciipsi: ἁλισκόμενος codd, 25. 26 ἀλλά γε παρὰ U 27 ἆθλα] ἄλλα G 29 τοῖς om. Fv ἐν ψυχῇ τῶν ἐπιθυμιῶν ἐμφύλιον πόλεμον καταλῦσαι δυνηθέντα εἰρήνην βεβαιώσασθαι μέγα καὶ λαμπρὸν ἔργον, τό τε μηδὲν ἄλλο, μὴ πλοῦτον, μὴ δόξαν, μὴ τιμήν, μὴ ἀρχήν, μὴ κάλλος, μὴ ἰσχύν, μὴ ὅσα σώματος πλεονεκτήματα, μηδ’ αὖ γῆν ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον, ἀλλὰ τὸ πρεσβύτατον τῶν αἰτίων τὸ πρὸς ἀλήθειαν θεραπείας καὶ τῆς ἀνωτάτω τιμῆς ἀξιώσαντα μόνον τὴν ἱερωσύνης λαβεῖν τάξιν θαυμαστὸν καὶ περιμάχητον. De_ebrietate 76 ἀδελφὰ δ’ ἔφην τὰ ἆθλα οὐκ ἀπὸ σκοποῦ, ἀλλ’ εἰδὼς ὅτι οὔτ’ ἂν ἱερεὺς γένοιτο πρὸς ἀλήθειαν ἔτι τὴν ἀνθρωπίνην καὶ θνητὴν στρατευόμενος στρατείαν, ἐν ᾗ ταγματαρχοῦσιν αἱ κεναὶ δόξαι, οὔτ’ ἂν εἰρηνικὸς ἀνὴρ μὴ τὸ μόνον ἀμέτοχον πολέμου καὶ τὴν αἰώνιον εἰρήνην De_ebrietate 77 ἄγον ἀψευδῶς καὶ ἁπλῶς θεραπεύων. τοιοῦτοι μέν εἰσιν οἱ τὸν πατέρα καὶ τὰ τοῦ πατρὸς τιμῶντες, μητρὸς δὲ καὶ τῶν ἐκείνης ἥκιστα φροντίζοντες. τὸν δ’ ἀμφοτέροις πολεμωθέντα τοῖς γονεῦσι διασυνίστησιν εἰσαγαγὼν λέγοντα· „οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω“ (Exod. 5, 2)· οὗτος γὰρ ἔοικε καὶ τοῖς πρὸς θεὸν ὀρθῷ λόγῳ βραβευομένοις καὶ τοῖς πρὸς γένεσιν παιδείᾳ βεβαιουμένοις ἐναντιοῦσθαι καὶ συγχεῖν πάντα διὰ πάντων. De_ebrietate 78 εἰσὶ δὲ καὶ ἔτι νῦν—οὔπω γὰρ τὸ ἀνθρώπων γένος τὴν ἄκρατον κακίαν ἐκαθήρατο—μήτε τῶν εἰς εὐσέβειαν μήτε τῶν εἰς κοινωνίαν μηδὲν ἁπλῶς δρᾶν ἐγνωκότες, ἀλλὰ τοὐναντίον ἀσεβείας μὲν καὶ ἀθεότητος ἑταῖροι, πρὸς δὲ τοὺς ὁμοίους ἄπιστοι. De_ebrietate 79 καὶ περινοστοῦσιν αἱ μέγισται τῶν πόλεων κῆρες οὗτοι, τὰ ἴδια καὶ τὰ κοινὰ ὑπὸ φιλοπραγμοσύνης διέποντες, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀνατρέποντες· οὓς ἐχρῆν ὥσπερ μεγάλην νόσον, λιμὸν ἢ λοιμὸν ἤ τι κακὸν ἄλλο θεήλατον, εὐχαῖς καὶ θυσίαις ἀποτρέπεσθαι· φθοραὶ γὰρ οὗτοι μεγάλαι τοῖς ἐντυχοῦσι. παρὸ καὶ Μωυσῆς τὸν ὄλεθρον αὐτῶν ᾄδει πρὸς τῆς ἰδίου συμμαχίας ἁλόντων καὶ ὥσπερ τρικυμίαις De_ebrietate 80 ταῖς ἰδίαις δόξαις ἐγκαταποθέντων (Exod. 14, 27. 28). λέγωμεν τοίνυν ἑξῆς καὶ περὶ τῶν τούτοις μὲν ἐχθρῶν, παιδείαν δὲ καὶ ὀρθὸν 1 τῆ ψυχὴ G 2 τό τε ἔργον v 3 μὴ ἀρχήν, μὴ τιμήν H 4 αὐγὴν GU 5 αἰτίων GFH: αἰτιῶν U, ἄθλων Mang. alterum τὸ codd.: τὸν Mang. 6 ἀξιώσαντα GFH: ἀξιώσοντα U, ἄξιον ὄντα v μόνα Η τὴν codd.: τῆς v ἱερωσύνην FL 7 ἔφην] ἐφ’ ἢν G 8 οὔτ’ ἄν UH: ὅταν GF ὁ ἱερεὺς v γένηται Γ’ 9 οὔτ’ scripsi: οὐδ’ codd. 10 τὸ] τὴν coni. ilang. 11 ἄγον scripsi: ἄγων G1FH, ἀγῶνα G1U ψευδῶς G1U ἀπλανῶς Η 14 post λέγοντα add. τί Η 15 οὕτως G 16 πρὸς] πρὸ G1 παιδείας Η 17 πάντα διαπράττων H 19 ἀπλῶς διενεγκόντες δρᾶν H 24 ἄλλο θεήλατον κακὸν Η ἀνατρέπεσθαι Η 25 παρ’ ὃ U 26 ἰδίας H 27 λέ- γομεν H λόγον ἐκτετιμηκότων, ὧν ἦσαν οἱ τῷ ἑτέρῳ τῶν γονέων προσκείμενοι, τῆς ἀρετῆς ἡμιτελεῖς χορευταί. οὗτοι τοίνυν καὶ νόμων, οὓς ὁ πατήρ, ὁ ὀρθὸς λόγος, ἔθηκεν, ἄριστοι φύλακες καὶ ἐθῶν πιστοὶ ταμίαι, ἅπερ ἡ παιδεία, μήτηρ αὐτῶν, εἰσηγήσατο. De_ebrietate 81 ἐδιδάχθησαν δὲ ὑπὸ μὲν ὀρθοῦ λόγου, πατρός, τὸν πατέρα τῶν ὅλων τιμᾶν, ὑπὸ δὲ παιδείας, τῆς μητρός, τῶν θέσει καὶ νομιζομένων παρὰ πᾶσιν εἶναι δικαίων μὴ ὀλιγωρεῖν. De_ebrietate 82 ἡνίκα γοῦν ὁ ἀσκητὴς Ἰακὼβ καὶ τοὺς ἀρετῆς ἄθλους διαθλῶν ἔμελλεν ἀκοὰς ὀφθαλμῶν ἀντιδιδόναι καὶ λόγους ἔργων καὶ προκοπὰς τελειότητος, τοῦ φιλοδώρου θεοῦ βουληθέντος αὐτοῦ τὴν διάνοιαν ἐνομματῶσαι, ἵνα ταῦτ’ ἐναργῶς ἴδῃ ἃ πρότερον ἀκοῇ παρελάμβανε—πιστοτέρα γὰρ ὄψις ὤτων—, ἐπήχησαν οἱ χρησμοί· „οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ’ Ἰσραὴλ ἔσται σου τὸ ὄνομα, ὅτι ἴσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός“ (Gen. 32, 28). Ἰακὼβ μὲν οὖν μαθήσεως καὶ προκοπῆς ὄνομα, ἀκοῆς ἐξηρτημένων δυνάμεων, Ἰσραὴλ δὲ τελειότητος· De_ebrietate 83 ὅρασιν γὰρ θεοῦ μηνύει τοὔνομα. τελειότερον δὲ τί ἂν εἴη τῶν ἐν ἀρεταῖς ἢ τὸ ὄντως ὂν ἰδεῖν; ὁ δὴ κατιδὼν τἀγαθὸν τοῦτο παρ’ ἀμφοτέροις ἀνωμολόγηται τοῖς γονεῦσιν εὐδόκιμος, ἰσχὺν μὲν τὴν ἐν θεῷ, δύναμιν δὲ τὴν παρὰ ἀνθρώποις εὑράμενος. De_ebrietate 84 εὖ μοι δοκεῖ καὶ ἐν Παροιμίαις εἰρῆσθαι „προνοούντων καλὰ ἐνώπιον κυρίου καὶ ἀνθρώπων“ (Prov. 3,4), ἐπειδὴ δι’ ἀμφοτέρων παντελὴς ἡ κτῆσις τἀγαθοῦ περιγίνεται· διδαχθεὶς γὰρ φυλάσσειν νόμους πατρὸς καὶ μὴ ἀπωθεῖσθαι θεσμοὺς μητρὸς θαρρήσεις ἐπισεμνυνόμενος εἰπεῖν· „υἱὸς γὰρ ἐγενόμην κἀγὼ πατρὶ ὑπήκοος καὶ ἀγαπώμενος ἐν προσώπῳ μητρός“ (Prov. 4, 3). ἀλλ’ οὐκ ἔμελλες, εἴποιμ’ ἂν αὐτῷ, στέργεσθαι φυλάττων μὲν τὰ παρὰ γενητοῖς καθεστῶτα νόμιμα διὰ πόθον κοινωνίας, φυλάττων δὲ καὶ τοὺς τοῦ ἀγενήτου θεσμοὺς δι’ εὐσεβείας ἔρωτα καὶ ζῆλον; De_ebrietate 85 τοιγάρτοι καὶ θεοπρόπος Μωυσῆς διὰ τῆς τῶν κατὰ τὸν νεὼν δημιουργίας ἱερῶν τὴν ἐν 1 ἦσαν] ὑστέρησαν conicio τῶν ἑτέρων γονέων v 1. 2 τῶν ἀμφοτέρων γονέων et οὐχ ἡμιτελεῖς coni. Mang. τῆς ἀρετῆς scripsi: τὴν ἀρετὴν codd., τῇ ἀρετῇ v 2 οὗτοι τοίνυν scripsi: οὐ τοίνυν GUFL, οὗτοι νῦν Η 3 λόγος om. FL ἐθνῶν G 4 ἡ μήτηρ conicio 8 λόγον H 10 παρελάμβανεν Η 11 ὤτων] αὐτῶν Η ἐπήχησαν FH: ἐπήχθησαν G, ὑπήχησαν U σου] αὐτοῦ L 13 δυνατῶς v 16 ὂν H: om. GUF 18.19 ἀνθρώποις—ἐνώπιον om. F εὑράμενος—ἀνθρώπων om. L 19 προνοοῦ conicio 20 ἀμφοτέροις H ἡ] τ᾿ ἡ Η 21 ἀπωθεῖσθαι UH: ἀθετεῖσθαι GF 23 προσώποις H 24 παρὰ] περὶ FL, παρὰ τοῖς conicio γεννητοῖς Η 25 νόμιμα] cf. ad p. 182, 12 τοῦ om. H 25. 26 ἀγεννήτου UH 26 θεοτρόπος F, ὁ θεοπρόπος conicio 27 τῶν om. H 7 sqq. cf, Clementem Strom. I § 31 p. 334 P ἀμφοτέροις τελειότητα διαδείξει· οὐ γὰρ ἀπερισκέπτως ἡμῖν τὴν κιβωτὸν ἔνδοθέν τε καὶ ἔξωθεν χρυσῷ περιαμπίσχει (Exod. 25, 10), οὐδὲ στολὰς τῷ ἀρχιερεῖ διττὰς ἀναδίδωσιν (Exod. 28, 4), οὐδὲ βωμοὺς δύο, τὸν μὲν ἔξω πρὸς τὰ ἱερεῖα, τὸν δὲ πρὸς τὸ ἐπιθυμιᾶν ἔνδον δημιουργεῖ (Exod. 27,1. 30, 1), ἀλλὰ βουλόμενος διὰ συμβόλων τούτων τὰς καθ’ ἑκάτερον εἶδος ἀρετὰς παραστῆσαι. De_ebrietate 86 τὸν γὰρ σοφὸν κἀν τοῖς κατὰ ψυχὴν ἔνδον ἀοράτοις κἀν τοῖς ἔξω περιφαινομένοις δεῖ τῇ παντὸς τιμιωτέρᾳ χρυσοῦ φρονήσει κεκοσμῆσθαι, καὶ ὁπότε μὲν τῶν ἀνθρωπείων σπουδασμάτων ὑποκεχώρηκε τὸ ὂν θεραπεύων μόνον, τὴν ἀποίκιλον ἀληθείας ἐνδύεσθαι στολήν, ἧς οὐδὲν ἐφάψεται θνητόν—καὶ γάρ ἐστι λινῆς ὕλης ἐξ οὐδενὸς τῶν πεφυκότων ἀποθνῄσκειν γεννωμένης—, ὁπότε δὲ μέτεισι πρὸς πολιτείαν, τὴν μὲν ἔνδον ἀποτίθεσθαι, ποικιλωτάτην δὲ καὶ ὀφθῆναι θαυμασιωτάτην ἑτέραν ἀναλαμβάνειν· πολύτροπος γὰρ ὢν ὁ βίος ποικιλωτάτου δεῖται τὴν σοφίαν τοῦ πηδαλιουχήσοντος κυβερνήτου. De_ebrietate 87 οὗτος κατὰ μὲν τὸν περιφανῆ βωμὸν ἢ βίον καὶ δορᾶς καὶ σαρκῶν καὶ αἵματος καὶ πάντων ὅσα περὶ σῶμα δόξει πολλὴν ποιεῖσθαι πρόνοιαν, ὡς μὴ μυρίοις ἀπέχθοιτο κρίνουσιν ἀγαθὰ μετὰ τὰ ψυχῆς δευτερείοις τετιμημένα τὰ περὶ σῶμα, κατὰ δὲ τὸν ἔνδον πᾶσιν ἀναίμοις, ἀσάρκοις, ἀσωμάτοις, τοῖς ἐκ λογισμοῦ μόνοις χρήσεται, ἃ λιβανωτῷ καὶ τοῖς ἐπιθυμιωμένοις ἀπεικάζεται· ὡς γὰρ ταῦτα ῥῖνας, ἐκεῖνα τὸν ψυχῆς De_ebrietate 88 ἅπαντα χῶρον εὐωδίας ἀναπίμπλησι. χρὴ μέντοι μηδὲ τοῦτ’ ἀγνοεῖν, ὅτι ἡ σοφία τέχνη τεχνῶν οὖσα δοκεῖ μὲν ταῖς διαφόροις ὕλαις ἐναλλάττεσθαι, τὸ δ’ αὑτῆς ἀληθὲς εἶδος ἄτρεπτον ἐμφαίνει τοῖς ὀξυδορκοῦσι καὶ μὴ τῷ περικεχυμένῳ τῆς οὐσίας ὄγκῳ μεθελκομένοις, ἀλλὰ τὸν ἐνεσφραγισμένον ὑπὸ τῆς τέχνης αὐτῆς χαρακτῆρα διορῶσι. De_ebrietate 89 τὸν ἀνδριαντοποιὸν Φειδίαν ἐκεῖνον καὶ χαλκὸν λαβόντα φασὶ καὶ ἐλέφαντα καὶ χρυσὸν καὶ ἄλλας διαφόρους ὕλας ἀνδριάντας ἀπεργάσασθαι καὶ ἐν 3 ἀναδίδωσι Η, ἀναδίδοσθαι U 6 ἑκάτερα H κἀν UF: καὶ G, om. Η 7. 8 τὴν παντὸς τιμιωτέραν F 8 κεκομῆσθαι F, κεκοσμεῖσθαι H ἀνθρωπίνων H 9 θεραπεύσων coni. Mang. 10 ἐνδύσασθαι U 10. 11 ἐστιν λιλῆς (sic) Η 11 γεννωμένη coni. Mang. 12 μέγ’ εἰσὶ ’F ἔνδον] λινῆν coni. Mang. 12. 13 ποικιλοτάτην τε U 14 ποικιλῶ Η, ποικιλωτάτην L, ποικιλωτάτης V δεῖνται Η τῆς σοφίας v πηδαλιουχήσοντος GUF: πηδαλιουχήσαντος H, πηδάλιον σχήσοντος v 16 πάντων om. Η 17 μετὰ ψυχὴν Η 18 τὸν] τὴν Η 19 χρῆσθαι FL λιβανωτὸν U 20 ἐπιθυμωμένοις U 21 μηδὲν Η 22 διαφοραῖς H 23 αὐτῆς Turn.: αὐτῆς codd. 25 ἐσφραγισμένον GU αὐτῆ G διορῶσα U 26 Φειδίας Η 27 ἀνδριάντα U, ἀδριάντας H ἅπασι τούτοις μίαν καὶ τὴν αὐτὴν ἐνσημήνασθαι τέχνην, ὡς μὴ μόνον ἐπιστήμονας, ἀλλὰ καὶ λίαν ἰδιώτας τὸν δημιουργὸν ἀπὸ τῶν δημιουργηθέντων γνωρίσαι· De_ebrietate 90 καθάπερ γὰρ ἐπὶ τῶν διδύμων ἡ φύσις χρησαμένη τῷ αὐτῷ πολλάκις χαρακτῆρι παρὰ μικρὸν ἀπαραλλάκτους ὁμοιότητας ἐτύπωσε, τὸν αὐτὸν τρόπον καὶ ἡ τελεία τέχνη, μίμημα καὶ ἀπεικόνισμα φύσεως οὖσα, ὅταν διαφόρους ὕλας παραλάβῃ, σχηματίζει καὶ ἐνσφραγίζεται τὴν αὐτὴν ἁπάσαις ἰδέαν, ὡς ταύτῃ μάλιστα συγγενῆ· καὶ ἀδελφὰ καὶ δίδυμα τὰ δημιουργηθέντα γενέσθαι. De_ebrietate 91 ταὐτὸν οὖν καὶ ἡ ἐν τῷ σοφῷ δύναμις ἐπιδείξεται· πραγματευομένη γὰρ τὰ περὶ τοῦ ὄντος εὐσέβεια καὶ ὁσιότης ὀνομάζεται, τὰ δὲ περὶ οὐρανοῦ καὶ τῶν κατ’ αὐτὸν φυσιολογία, μετεωρολογικὴ δὲ τὰ περὶ τὸν ἀέρα καὶ ὅσα κατὰ τὰς τροπὰς αὐτοῦ καὶ μεταβολὰς ἔν τε ταῖς ὁλοσχερέσιν ἐτησίοις ὥραις καὶ ταῖς ἐν μέρει κατά τε μηνῶν καὶ ἡμερῶν περιόδους πέφυκε συνίστασθαι, ἠθικὴ δὲ τὰ πρὸς ἀνθρωπίνων ἐπανόρθωσιν ἠθῶν, ἧς ἰδέαι πολιτική τε ἡ περὶ πόλιν καὶ ἡ περὶ οἰκίας ἐπιμέλειαν οἰκονομική, συμποτική τε ἡ περὶ τὰ συμπόσια καὶ τὰς εὐωχίας, ἔτι δ’ αὖ ἡ μὲν περὶ ἀνθρώπων ἐπιστασίαν βασιλική, ἡ δὲ περὶ προστάξεις καὶ ἀπαγορεύσεις νομοθετική· De_ebrietate 92 πάντα γὰρ ταῦτα ὁ πολύφημος ὡς ἀληθῶς καὶ πολυώνυμος σοφὸς κεχώρηκεν, εὐσέβειαν, ὁσιότητα, φυσιολογίαν, μετεωρολογίαν, ἠθοποιίαν, πολιτείαν, οἰκονομίαν, βασιλικήν, νομοθετικήν, ἄλλας μυρίας δυνάμεις, καὶ ἐν ἁπάσαις ἓν εἶδος καὶ ταὐτὸν ἔχων ὀφθήσεται. De_ebrietate 93 διειλεγμένοι δὲ περὶ τῶν ἐν τοῖς ἐκγόνοις τεττάρων τάξεων οὐκ ἂν οὐδὲ ἐκεῖνο παρίδοιμεν, ὃ γένοιτ’ ἂν τῆς διαιρέσεως καὶ τομῆς τῶν κεφαλαίων ἐναργεστάτη πίστις· τοῦ γὰρ μετεωρισθέντος καὶ φυσηθέντος ὑπ’ ἀνοίας παιδὸς οἱ γονεῖς τὸν τρόπον τοῦτον κατηγόρησαν εἰπόντες „ὁ υἱὸς ἡμῶν οὗτος“ (Deut. 21,20), δεικνύντες τὸν ἀπειθῆ καὶ ἀπαυχενίζοντα. De_ebrietate 94 διὰ γὰρ τῆς δείξεως τῆς „οὗτος“ ἐμφαίνουσιν ὅτι καὶ ἑτέρους ἐγέννησαν, τοὺς μὲν τῷ ἑτέρῳ, τοὺς δ’ ἀμφοτέροις καταπειθεῖς, λογισμοὺς εὐφυεῖς, ὧν παράδειγμα Ῥουβήν· φιληκόους καὶ φιλομαθεῖς ἑτέρους, ὧν ἐστι Συμεών, ἀκοὴ γὰρ οὗτος ἑρμηνεύεται· πρόσφυγας 3 τῶν om. U 6. 7 ἐνσφραγίζεται U: ἐσφραγίζεται (t, ἐνσφραγίζει Η, ἐμφράζεται FL 7 ἅπασαν H ταυτὶ U 10 κατ’ αὐτὸν GF: περὶ αὐτὸν U, αὐτοῦ Η 12 prius ταῖς] τοῖς U 14 ἐπανόρθωσις Η ἰδέαι] εἴδη coni. Mang. περὶ Μang. πρὸς codd. 15 περὶ Mang.: πρὸς codd. οἰκίας FG: οἰκίαν GU ἐπιμέλειαν Η: ἐπιμέλεια GUF 16 αὖ] ἄν H 19 ἠθικήν coni. Mang. πολιτικὴν conicio post οἰκονομίαν fort. add. συμποτικήν 22 ἐγγόνοις G 24 καὶ φυσηθέντος om. U 25 ὁ υἱὸς] οὗτος FL δεικνύοντες L 26 ἀπαυχενιάζοντα U 27 alterum τοὺς] τοῖς Η2 ἀμφοτέρους GH 28 Ῥουβήν Cohn: Ῥουβίμ UF, Ῥουβείμ GH καὶ ἱκέτας θεοῦ, Λευιτῶν ὁ θίασος οὗτος· τὸν εὐχαριστητικὸν ὕμνον ᾄδοντας οὐ γεγωνῷ φωνῇ μᾶλλον ἢ διανοίᾳ, ὧν ἔξαρχος Ἰούδας· διὰ τὴν μετὰ πόνων ἀρετῆς κτῆσιν ἑκούσιον μισθῶν καὶ δωρεῶν ἀξιωθέντας, ὥσπερ Ἰσσάχαρ· μετανάστας ἀπὸ τῆς Χαλδαϊκῆς μετεωρολογικῆς θεωρίας γεγονότας εἰς τὴν περὶ τοῦ ἀγενήτου σκέψιν, ὡς Ἀβραάμ· αὐτήκοον καὶ αὐτομαθῆ κτησαμένους ἀρετήν, ὥσπερ Ἰσαάκ· λήματος καὶ ἰσχύος πλήρεις καὶ φίλους τῷ θεῷ, καθάπερ Μωυσῆν τὸν τελειότατον. De_ebrietate 95 εἰκότως οὖν τὸν ἀπειθῆ καὶ ἐρεθιστὴν καὶ συμβολὰς εἰσφέροντα, τουτέστι συμβάλλοντα καὶ συνάπτοντα ἁμαρτήματα ἁμαρτήμασι, μεγάλα μικροῖς, νέα παλαιοῖς, ἑκούσια ἀκουσίοις, καὶ ὥσπερ ὑπ’ οἴνου φλεγόμενον ἄληκτον καὶ ἀνεπίσχετον μέθην τοῦ βίου παντὸς καταμεθύοντα καὶ παροινοῦντα διὰ τὸ τοῦ τῆς ἀφροσύνης πόματος ἀκράτου καὶ πολλοῦ σπάσαι καταλεύειν ὁ ἱερὸς λόγος δικαιοῖ, ὅτι καὶ τὰς ὀρθοῦ λόγου προστάξεις τοῦ πατρὸς καὶ τὰς παιδείας τῆς μητρὸς νομίμους ὑφηγήσεις ἀνεῖλε καὶ παράδειγμα ἔχων τὸ καλοκἀγαθίας, τοὺς τοῖς γονεῦσιν εὐδοκίμους ἀδελφούς, τὴν τούτων ἀρετὴν οὐκ ἐμιμήσατο, τοὐναντίον δὲ καὶ προσεπιβαίνειν ἠξίωσεν, ὡς θεοπλαστεῖν μὲν τὸ σῶμα, θεοπλαστεῖν δὲ τὸν παρ’ Αἰγυπτίοις μάλιστα τιμώμενον τῦφον, οὗ σύμβολον ἡ τοῦ χρυσοῦ ταύρου κατασκευή, περὶ ὃν χοροὺς ἱστάντες οἱ φρενοβλαβεῖς ᾄδουσι καὶ ἐξάρχουσιν, οὐ παροίνιον καὶ κωμαστικὸν οἷα ἐν ἑορταῖς καὶ θαλίαις ἥδιστον μέλος, ἀλλὰ τὸν ὡς ἐπὶ τεθνεῶσιν ἀληθῆ θρῆνον αὑτοῖς, ὥσπερ ἔξοινοι καὶ τῆς ψυχῆς τὸν τόνον ὑπεκλύσαντές τε καὶ φθείραντες· De_ebrietate 96 λέγεται γὰρ ὅτι „ἀκούσας Ἰησοῦς τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων εἶπε πρὸς Μωυσῆν· φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ. καὶ λέγει· οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ ἐξαρχόντων τροπῆς, ἀλλὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω. καὶ ἡνίκα ἤγγιζε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον καὶ τοὺς χορούς“ (Exod. 32, 17—19). ἃ δὲ διὰ τούτων αἰνίττεται, De_ebrietate 97 παραστήσωμεν, ὡς ἂν οἷοί τε ὦμεν· τὰ περὶ ἡμᾶς τοτὲ μὲν 1 τόν om. U εὐχαριστητικὸν G: εὐχαριστικὸν ceteri 3 ἑκουσίων coni. Mang. μισθὸν U, μεθ’ ὧν Η 3. 4 ἀξιωθέντας U: ἄν ἀξιωθέντας FH, ἀναξιωθέντας G 4 ἰσάχαρ 5 ἀγενήτου G: ἀγεννήτου UFH Ἁβραὰμ H 6 λήματος Mang.: λήμματος codd. 7 Μωυσῆς G 8 ἀναπειθῆ G ἐραστὴν H 9 ἀνάπτοντα F 10 ἑκουσίοις Tiiru. ὑπὸ G 11 τοῦ] διὰ τοῦ coui. Mang. 12 τὸ τοῦ τῆς UF: τοῦ τῆς G, τοῦτο II 13 σπᾶσθαι G καταχεύειν G 14 τὰς] τῆς Η 15 τὸ] τῆς H 16 ἐμνήσατο H 16. 17 καὶ τοσοῦτον τῆς ἀσεβείας ἐπιβαίνειν conicio 18 τιμώμενον] τυφόμενον H 18 οὗ] οἶς FL 20 παροίμιον U θαλείαις U 21 αὑτοῖς scripsi: αὐτῶν codd., αὐτῶν v 22 ἐξοινεῖ U τῆς ψυχῆς τὸν τόνον FL: τὴν ψυχὴν τῶν τόνων GUH 23 τῆς φωνῆς addidi 26 ἤγγικεν ἐν τῆ παρεμβολῆ Η, ἤγγιζεν ἡ παρεμβολή U 28 παραστήσομεν FH μὲν] μὲν γὰρ H ἠρεμεῖ, τοτὲ δὲ ὁρμαῖς καὶ ἐκβοήσεσιν ἀκαίροις ὡσανεὶ χρῆται· καὶ ἔστιν ἡ μὲν ἡσυχία τούτων εἰρήνη βαθεῖα, τὰ δὲ ἐναντία πόλεμος ἄσπονδος. De_ebrietate 98 μάρτυς δ’ ὁ πεπονθὼς ἀψευδέστατος· ἀκούσας γὰρ τῆς φωνῆς τοῦ λαοῦ κεκραγότων λέγει πρὸς τὸν σκεπτικὸν καὶ ἐπίσκοπον τῶν πραγμάτων· „φωνὴ πολέμου ἐν τῇ παρεμβολῇ.“ ἕως μὲν γὰρ οὐκ ἐκινοῦντο καὶ ἐκεκράγεσαν ἐν ἡμῖν αἱ ἄλογοι ὁρμαί, σταθερώτερον ὁ νοῦς ἵδρυτο· ἐπειδὴ δὲ ἤρξαντο πολύφωνον καὶ πολύηχον ἀπεργάζεσθαι τὸ ψυχῆς χωρίον τὰ πάθη συγκαλοῦσαι καὶ ἀνεγείρουσαι, στάσιν ἐμφύλιον ἐγέννησαν. De_ebrietate 99 ἐν δὲ τῷ στρατοπέδῳ ὁ πόλεμος, φυσικώτατα· ποῦ γὰρ ἀλλαχόθι ἔριδες, μάχαι, φιλονεικίαι, πάνθ’ ὅσα ἔργα ἀκαθαιρέτου πολέμου, πλὴν ἐν τῷ μετὰ σώματος βίῳ, ὃν ἀλληγορῶν καλεῖ στρατόπεδον; τοῦτον εἴωθεν ἀπολιπεῖν ὁ νοῦς, ὅταν θεοφορηθεὶς πρὸς αὐτῷ τῷ ὄντι γένηται καταθεώμενος τὰς ἀσωμάτους ἰδέας· „λαβὼν“ De_ebrietate 100 γάρ φησι „Μωυσῆς τὴν ἑαυτοῦ σκηνὴν ἔπηξεν ἔξω τῆς παρεμβολῆς“, καὶ οὐ πλησίον, ἀλλὰ πορρωτάτω καὶ „μακρὰν ἀπὸ τῆς παρεμβολῆς“ (Exod. 33, 7). αἰνίττεται δὲ διὰ τούτων, ὅτι ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν ἀπὸ πολέμου πρὸς εἰρήνην καὶ ἀπὸ τοῦ θνητοῦ καὶ πεφυρμένου στρατοπέδου πρὸς τὸν ἀπόλεμον καὶ εἰρηναῖον λογικῶν καὶ εὐδαιμόνων ψυχῶν βίον θεῖον. De_ebrietate 101 λέγει δὲ καὶ ἑτέρωθι ὅτι „ἐπειδὰν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς χεῖρας πρὸς τὸν κύριον, καὶ αἱ φωναὶ παύσονται“ (Exod. 9, 29). μὴ νομίσῃς δὲ τὸν διαλεγόμενον ἄνθρωπον εἶναι, τὸ ψυχῆς καὶ σώματος ὕφασμα ἢ πλέγμα ἢ κρᾶμα ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τουτὶ τὸ σύνθετον ζῷον, ἀλλὰ νοῦν εἱλικρινέστατον καὶ καθαρώτατον, ὃς ἐν μὲν τῇ πόλει τοῦ σώματος καὶ τοῦ θνητοῦ βίου περιεχόμενος ἔσταλται καὶ συνείληπται καὶ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμένος μηδὲ ἐλευθέρου δύνασθαι σπᾶν ἀέρος ἄντικρυς ὁμολογεῖ, ἐπειδὰν δὲ ἐξέλθῃ τὴν πόλιν ταύτην, καθάπερ πόδας καὶ χεῖρας οἱ δεσμῶται τὰς 1. 2 ἐστιν ἡ μὲν GU: ἐστι μὲν FL, ἐστιν H 3 καὶ ante μάρτυς add. H 3 Ψευδέστατος H 4 καὶ om. U 6 σταθερώτερος H ἵδρυτο om. L 10 ἔργα] ἔρως H 14 Μωυσῆς, φησί v 15 πορρωτάτω] πέραν H 16 ὁ D: om. codd. Mas. 17 τοῦ om, H 19 βίον θεῖον] θίασον coui. Mang-. 22 κράμμα H tertium ἢ om. F 23 τὸ om. U 23. 24 νοῦν—ὅς om. H 25 συνείληται G 26 μηδὲν U 27 χεῖρας καὶ πόδας H 16—19 DR fol. 77r τοῦ αὐτοῦ (Max. Ecl. cap. 21): ὁ σοφὸς μέτοικος καὶ μετανάστης ἐστὶν ἐκ τοῦ περιφυρμένου DR) βίου πρὸς τὴν εἰρηναίοις καὶ μακαρίοις πρέπουσαν ζωήν (πρέπουσαν καὶ μακαρίαν ζωήν Max.). 21—23 N fol. 187r: μὴ νομίσης—ζῶον. ἐννοίας αὐτὸς καὶ διανοήσεις λυθεὶς ἀφέτοις καὶ ἀπελευθεριαζούσαις χρήσεται ταῖς ἐνεργείαις, ὡς τὰς ἐπικελεύσεις τῶν παθῶν εὐθὺς ἐπισχεθῆναι. De_ebrietate 102 ἢ οὐχ ἡδονῆς μὲν ἀνατεταμέναι αἱ ἐκβοήσεις, δι’ ὧν τὰ ἑαυτῇ φίλα εἴωθε προστάττειν, ἐπιθυμίας δὲ ἄρρηκτος ἡ φωνὴ χαλεπὰς ἀπειλὰς κατὰ τῶν μὴ ὑπηρετούντων ἀπειλούσης, καὶ τῶν ἄλλων ἑκάστου πολύηχος καὶ μεγαλόφωνός τις ἡ γῆρυς; De_ebrietate 103 ἀλλὰ γὰρ οὐδ’ εἰ μυρίοις στόμασι καὶ γλώτταις ἕκαστον τῶν παθῶν τῷ κατὰ τοὺς ποιητὰς λεγομένῳ χρήσαιτο ὁμάδῳ, τὰς τοῦ τελείου δύναιτ’ ἂν ἀκοὰς συγχέαι μετεληλυθότος ἤδη καὶ τὴν αὐτὴν ἐκείνοις πόλιν μηκέτ’ οἰκεῖν ἐγνωκότος. De_ebrietate 104 φαμένου δὴ τοῦ πεπονθότος, ὅτι ἐν τῷ σωματικῷ στρατοπέδῳ τὰς τοῦ πολέμου φωνὰς εἶναι πάσας συμβέβηκε τῆς εἰρήνῃ φίλης ἡσυχίας μακρὰν ἀπεληλαμένης, ὁ ἱερὸς συναινεῖ λόγος· οὐ γὰρ λέγει μὴ εἶναι πολέμου φωνήν, ἀλλὰ μὴ τοιαύτην, ὁποίαν ἔνιοι νομίζουσιν ἢ νενικηκότων ἢ κεκρατημένων, ἀλλ’ ἥτις ἂν γένοιτο βεβαρημένων καὶ πεπιεσμένων οἴνῳ· τὸ γὰρ „οὐκ ἔστι φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν“ De_ebrietate 105 ἴσον ἐστὶ τῷ περιγεγενημένων τῷ πολέμῳ· ἰσχὺς γὰρ τοῦ κρατεῖν αἴτιον. οὕτως τὸν σοφὸν Ἀβραὰμ μετὰ τὴν τῶν ἐννέα καθαίρεσιν βασιλέων, παθῶν μὲν τεττάρων, πέντε δὲ αἰσθητικῶν δυνάμεων, αἳ παρὰ φύσιν ἐκινοῦντο, εἰσάγει τὸν εὐχαριστητικὸν ὕμνον ἐξάρχοντα καὶ φάσκοντα ταυτί· „ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι ἀπὸ πάντων τῶν σῶν“ (Gen. 14,22.23). De_ebrietate 106 δείκνυσι δ’, ὥς γ’ ἐμοὶ δοκεῖ, τὸ γεγονὸς πᾶν, οὐρανόν, γῆν, ὕδωρ, πνεῦμα, ζῷα ὁμοῦ καὶ φυτά· ἑκάστῳ γὰρ αὐτῶν ὁ τὰς τῆς ψυχῆς ἐνεργείας πρὸς θεὸν τείνας καὶ παρ’ αὐτοῦ μόνου τὰς ὠφελείας ἐπελπίζων δεόντως ἂν εἴποι· παρ’ οὐδενὸς λήψομαι τῶν σῶν, οὐ παρ’ ἡλίου τὸ μεθημερινόν, οὐ παρὰ σελήνης καὶ τῶν ἄλλων ἀστέρων τὸ νυκτὶ φέγγος, οὐ παρὰ ἀέρος καὶ 3 ἀνατεταγμέναι FL ἑαυτοῦ Η 4 ἄρρητος FH ἡ om. Η 5 παθῶν post ἄλλων add. Mang. G ἡ om. U 7 τῳ] τῶν H 7. 8 τὸ κατὰ τοὺς ποιητὰς λεγόμενον, χρήσαιτο ὁμοῦ conicio 8 χρήσεται G, χρήσαι H 8. 9 ἐξεληλυθότος coni. Mang. 9 τὴν ἀπ’ ἐκείνης Η 11 φίλως U 12 μακρὰν om. G 14 εἴ τις G 15 τὸ] τῶ G οὐκέτι G 17 οὗτος coni. Mang. Ἁβραὰμ FH 18 παρὰ] περὶ H 19 εὐχαριστητικὸν G1: εὐχαριστικὸν ceteri 20 primum τὸν om. H 21 σφαῖρός G 22 τῶν om. GU γ’ ἐμοὶ Turu.: γέ μοι GUF, ἔμοιγε Η 25 παρ’ add. Cohn 26 post μεθημερινόν desinit fragmentum libro De migratione insertum in II, cf. ad p. 179, 11. quae sequuntur desunt in H usque ad ἑ 136 εἰσιόντι (babet L) 7 cf. Hom. B 489 νεφελῶν ὑετούς, οὐ παρὰ ὕδατος καὶ γῆς ποτὰ καὶ σιτία, οὐ παρὰ ὀφθαλμῶν τὸ ὁρᾶν, οὐ τὸ ἀκούειν παρὰ ὤτων, οὐ παρὰ μυκτήρων ὀσμάς, οὐ παρ’ ἐνστομίου χυλοῦ τὸ γεύεσθαι, οὐ παρὰ γλώττης τὸ λέγειν, οὐ παρὰ χειρῶν τὸ διδόναι καὶ λαμβάνειν, οὐ τὸ προσέρχεσθαι καὶ ἐξαναχωρεῖν παρὰ ποδῶν, οὐκ ἀναπνοὴν παρὰ πνεύμονος, οὐ πέψιν παρ’ ἥπατος, οὐ παρὰ τῶν ἄλλων σπλάγχνων τὰς καθ’ ἕκαστον οἰκείους ἐνεργείας, οὐ παρὰ δένδρων καὶ σπαρτῶν τοὺς ἐτησίους καρπούς, ἀλλὰ πάντα παρὰ τοῦ μόνου σοφοῦ τὰς αὑτοῦ χαριστηρίους δυνάμεις πάντῃ τείναντος καὶ διὰ τούτων ὠφελοῦντος. De_ebrietate 107 ὁ μὲν οὖν τοῦ ὄντος ὁρατικὸς τὸν αἴτιον ἐπιστάμενος τὰ ὧν ἐστιν αἴτιος δεύτερα μετ’ ἐκεῖνον τετίμηκεν ὁμολογῶν ἀκολακεύτως τὰ προσόντα αὐτοῖς. ἡ δὲ ὁμολογία δικαιοτάτη· παρ’ ὑμῶν μὲν οὐδέν, παρὰ δὲ τοῦ θεοῦ λήψομαι, οὗ κτήματα τὰ πάντα, δι’ ὑμῶν δὲ ἴσως· ὄργανα γὰρ ὑπηρετήσοντα ταῖς ἀθανάτοις αὐτοῦ χάρισι γεγένησθε. De_ebrietate 108 ὁ δὲ ἀπερίσκεπτος διάνοιαν τυφλωθείς, ᾗ τὸ ὂν μόνῃ καταληπτόν ἐστιν, αὐτὸ μὲν οὐδαμῇ οὐδαμῶς εἶδε, τὰ δὲ ἐν κόσμῳ σώματα αἰσθήσεσι ταῖς ἑαυτοῦ, ἃ δὴ πάντων ἐνόμισε γινομένων αἴτια. De_ebrietate 109 παρὸ καὶ θεοπλαστεῖν ἀρξάμενος ἀγαλμάτων καὶ ξοάνων καὶ ἄλλων μυρίων ἀφιδρυμάτων ὕλαις διαφόροις τετεχνιτευμένων κατέπλησε τὴν οἰκουμένην, γραφεῦσι καὶ πλάσταις, οὓς ὑπερορίους ὁ νομοθέτης τῆς κατ’ αὐτὸν πολιτείας ἤλασεν, ἆθλά τε μεγάλα καὶ τιμὰς ὑπερβαλλούσας ἰδίᾳ τε καὶ κοινῇ ψηφισάμενος, καὶ κατειργάσατο τοὐναντίον οὗ προσεδόκησεν, ἀντὶ ὁσιότητος ἀσέβειαν· De_ebrietate 110 τὸ γὰρ πολύθεον ἐν ταῖς τῶν ἀφρόνων ψυχαῖς ἀθεότητα κατασκευάζει , καὶ θεοῦ τιμῆς ἀλογοῦσιν οἱ τὰ θνητὰ θειώσαντες· οἷς οὐκ ἐξήρκεσεν ἡλίου καὶ σελήνης, εἰ δὲ ἐβούλοντο, καὶ γῆς ἁπάσης καὶ παντὸς ὕδατος εἰκόνας διαπλάσασθαι, ἀλλ’ ἤδη καὶ ἀλόγοις ζῴοις καὶ φυτοῖς τῆς τῶν ἀφθάρτων τιμῆς μετέδοσαν. ὁ δὴ τούτοις ἐπιτιμῶν τὸν ἐπινίκιον ὕμνον ἐξάρχων ἐδείχθη. De_ebrietate 111 καὶ Μωυσῆς μέντοι κατὰ ταῦτα, ἐπειδὰν ἴδῃ τὸν βασιλέα τῆς Αἰγύπτου, τὸν ὑπέραυχον νοῦν, σὺν τοῖς ἑξακοσίοις ἅρμασι (Exod. 14, 7), ταῖς τοῦ ὀργανικοῦ σώματος ἓξ κινήσεσιν ἡρμοσμέναις τοῖς ἐπιβεβηκόσι τριστάταις (Exod. 15, 4), οἳ μηδενὸς τῶν κατὰ γένεσιν πεφυκότος 1 prius παρὰ] περὶ F 2 παρὰ ὤτων τὸ ἀκούειν U 3 χιλοῦ G 6 οἰκείας U 8 τὰ πάντα F αὑτοῦ Turn.: αὐτοῦ codd. 12 τοῦ θεοῦ δὲ G 13 τὰ πάντα κτήματα v 14 γεγεννῆσθαι U 15 αὐτῇ v 16 εἶδε GF: οἶδεν UL 17 τῶν γινομένων conicio 20 τῆς om. G1U κατὰ τὸν U 21 καὶ addidi 22 οὐ] δὲ οὐ F 23 ἀθεότης Turn. κατασκευάζει addidi ἀλγοῦσιν U 25 ἠβούλοντο FL 26 μετέδωσαν G 27 δὴ] δὲ v 28 ταὐτὸ conicio ἑστάναι περὶ πάντων οἴονται δεῖν ὡς ἂν παγίως ἱδρυμένων καὶ μηδεμίαν δεχομένων μεταβολὴν ἀποφαίνεσθαι, δίκην ἀξίαν τῆς ἀσεβείας ὑποσχόντα καὶ τὸν ἀσκητικὸν ἔμπαλιν τὰς ἐπιδρομὰς τῶν πολεμίων ἐκφυγόντα καὶ ἀνὰ κράτος ἀπροσδοκήτως διασωθέντα, τὸν δίκαιον καὶ ἀληθῆ βραβευτὴν ὑμνεῖ θεὸν τὰ πρεπωδέστατα καὶ οἰκειότατα ταῖς συντυχίαις ἐξάρχων ᾄσματα, διότι „ἵππον καὶ ἀναβάτην ῥίψας εἰς θάλασσαν“ (Exod. 15, 1), τὸν ἐποχούμενον νοῦν ταῖς τοῦ τετράποδος καὶ ἀφηνιαστοῦ πάθους ἀλόγοις ὁρμαῖς ἀφανίσας, βοηθὸς καὶ ὑπερασπιστὴς ἐγένετο τῆς ὁρατικῆς ψυχῆς, ὡς χαρίσασθαι παντελῆ σωτηρίαν αὐτῇ. De_ebrietate 112 ὁ δὲ αὐτὸς καὶ ἐπὶ τοῦ φρέατος ἐξάρχει, οὐκέτι μόνον ἐπὶ καθαιρέσει τῶν παθῶν, ἀλλὰ καὶ ἐπὶ τῷ τὸ κάλλιστον κτημάτων, σοφίαν, ἀνανταγώνιστον ἰσχῦσαι λαβεῖν, ἣν ἀπεικάζει φρέατι· βαθεῖα γὰρ καὶ οὐκ ἐπιπόλαιος, γλυκὺ ἀναδιδοῦσα νᾶμα καλοκἀγαθίας διψώσαις ψυχαῖς, ἀναγκαιότατον ὁμοῦ καὶ ἥδιστον ποτόν· De_ebrietate 113 ἰδιώτῃ δὲ οὐδενὶ παιδείας ἐφεῖται τοῦτο τὸ φρέαρ ὀρύττειν, μόνοις δὲ βασιλεῦσιν, ᾗ φησιν· „ἐλατόμησαν αὐτὸ βασιλεῖς“ (Num. 21, 16—18)· μεγάλων γὰρ ἡγεμόνων ἀναζητῆσαι καὶ κατεργάσασθαι σοφίαν, οὐχὶ τῶν ὅπλοις γῆν καὶ θάλατταν ὑπηγμένων, ἀλλὰ τῶν ψυχῆς δυνάμεσι τὸν πολύτροπον αὐτῆς De_ebrietate 114 καὶ μιγάδα καὶ πεφορημένον ὄχλον κατηγωνισμένων. τούτων φοιτητὰς καὶ γνωρίμους εἶναι συμβέβηκε τοὺς λέγοντας· „οἱ παῖδές σου εἰλήφασι τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν μεθ’ ἡμῶν, οὐ διαπεφώνηκεν ἀπ’ αὐτῶν οὐδὲ εἷς· προσαγηόχαμεν τὸ δῶρον κυρίῳ ἀνήρ, ὃ εὗρεν“ (Num. 31, 49. 50)· De_ebrietate 115 ἐοίκασι γὰρ καὶ οὗτοι πάλιν ἐπινίκιον ᾆσμα ἐξάρχειν τελείων καὶ ἡγεμονικῶν δυνάμεων ἐφιέμενοι— τὸν γὰρ συντιθέντα τὸ κεφάλαιον καὶ πλεῖστον ἀριθμὸν τῶν κατ’ ἀνδρείαν λόγων φασὶ λαβεῖν —, οὓς ἐκ φύσεως εἶναι πολεμικοὺς συμβέβηκε δυσὶν ἀντιτεταγμένους τέλεσιν, ἑνὶ μὲν οὗ ἡ δυσθεράπευτος ἀφηγεῖται δειλία, ἑτέρῳ δὲ οὗ ἡ ἀρειμάνιος θρασύτης· ἀμφότεραι δὲ γνώμης ἀγαθῆς ἀμέτοχοι. De_ebrietate 116 παγκάλως δ’ εἴρηται τὸ μηδένα διαπεφωνηκέναι πρὸς ὁλοκλήρου καὶ παντελοῦς μετουσίαν ἀνδρείας· καθάπερ γὰρ λύρα 1 τὴν post ἑστάναι add. v 2 ἀξίας G 3 ἀσκητικὸν] ὁρατικὸν Mang. 4 ἀνακράτος GF 12 ἀνταγώνιστον G ἣν] ἡ F1, ἣ F2, 13 ἐπιπόλεως G 14 οὐδέν FL 19 κατηγωνισαμένων L 22 προσαγηόχαμεν τὸ GU: προσαγήοχα τὸ F, προσαγηόχατο L, προσαγήοχε τὸ v 25 συντιθέντα Turn.: συντεθέντα codd. τὸ FL: om. GU 27 δυσθεράπευτος Mang.: δυσθήρατος codd. 28 δουλεία U ἑτέρῳ scripsi: ἑτέρου codd. 30 ἀνδρίας G γὰρ addidi 30 sqq. Origenes Homilia XXVI 2 in Numeros p. 370 (ad eundem locum): discenda καὶ πᾶν μουσικῆς ὄργανον ἐκμελὲς μέν, κἂν εἷς αὐτὸ μόνον ἀπῳδὸς ᾖ φθόγγος, ἡρμοσμένον δ’, ὅταν μιᾷ πλήξει συνηχῶσι τὴν αὐτὴν συμφωνίαν ἀποτελοῦντες, τὸν αὐτὸν τρόπον καὶ τὸ ψυχῆς ὄργανον ἀσύμφωνον μέν, ὅταν ἢ θράσει σφόδρα ἐπιτεινόμενον πρὸς τὸ ὀξύτατον βιάζηται ἢ δειλίᾳ πλέον τοῦ μετρίου ἀνιέμενον πρὸς τὸ βαρύτατον χαλᾶται, σύμφωνον δ’, ὅταν οἱ τῆς ἀνδρείας καὶ πάσης ἀρετῆς τόνοι πάντες ἀνακραθέντες ἓν εὐάρμοστον ἀπογεννήσωσι μέλος. De_ebrietate 117 τῆς δὲ συμφωνίας καὶ εὐαρμοστίας μέγα τεκμήριον τὸ προσαγηοχέναι τὸ δῶρον τῷ θεῷ, τοῦτο δ’ ἐστὶ τιμῆσαι πρεπόντως τὸ ὂν διὰ τοῦ σαφέστατα ὡμολογηκέναι, ὅτι δῶρόν ἐστιν αὐτοῦ τόδε τὸ πᾶν· λέγει γὰρ φυσικώτατα· De_ebrietate 118 „ἀνὴρ ὃ εὗρε, τοῦτο προσήνεγκε δῶρον“. ἕκαστος δ’ ἡμῶν γενόμενος εὐθὺς εὑρίσκει τὸ μέγα δῶρον θεοῦ τὸν παντελῆ κόσμον, αὐτὸν ἑαυτῷ καὶ τοῖς ἀρίστοις μέρεσιν [ὄρεσιν] ἐχαρίσατο. De_ebrietate 119 εἰσὶ δὲ καὶ ἐν μέρει δωρεαί, ἃς θεῷ τε δοῦναι καὶ λαβεῖν ἀνθρώποις ἐμπρεπές. αὗται δ’ ἂν εἶεν ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι, ὧν τὴν εὕρεσιν σχεδὸν ἄχρονον οὖσαν διὰ τὸ ὑπερβάλλον τοῦ χαριζομένου τάχος ἐν οἷς εἴωθε δωρεῖσθαι πᾶς καταπέπληκται, καὶ ὅτῳ μηδὲν μέγα τῶν ἄλλων ὑπείληπται. De_ebrietate 120 διὸ καὶ πυνθάνεται· „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον;“ τεθαυμακὼς τῆς σπουδαίας διαθέσεως τὴν ὀξύτητα· ὁ δὲ εὖ παθὼν εὐθυβόλως ἀποκρίνεται· „ὃ παρέδωκε κύριος ὁ θεός“ (Gen. 27,20)· παραδόσεις γὰρ καὶ ὑφηγήσεις βραδεῖαι μὲν αἱ δι’ ἀνθρώπων, ὀξύταται δ’ αἱ διὰ θεοῦ, φθάνουσαι καὶ τὴν ὀξυτάτην χρόνου κίνησιν. De_ebrietate 121 οἱ μὲν οὖν κατ’ ἰσχὺν καὶ δύναμιν ἔξαρχοι καὶ ἡγεμόνες τοῦ τὸν ἐπινίκιον καὶ εὐχαριστικὸν ὕμνον ᾄδοντος χοροῦ οἱ λεχθέντες εἰσίν, οἱ δὲ κατὰ τροπὴν καὶ ἀσθένειαν τοῦ τὸν ἐφ’ ἥτταις θρῆνον σφαδάζοντος 1 μέν om. V αὐτῶ FL 6 ἀνδρίας G 9 τιμῆς U 10. 11 φυσικώτατος F 11 ὃ] ὃς F 12 αὐτὸν] ὃν conicio vel κεχαρισμένον 13 ἑαυτῶ G2FL: ἑαυτῶν U, ἑαυτόν G1 μέρεσιν codd.: μέλεσιν v ὄρεσιν FL, ὅρασιν U (G1?), ὃν ἡμῖν G2, secl. Mang. 14 εὐπρεπές U 15 δὲ U αὐτὰς] αὐταῖς G 17 ὅσω G 19. 20 εὐπαθῶν U 20 ὃ scvipsi: ἁ codd. 22 δὲ G αἱ om. G ὀξυτάτου FL 24 εὐχαριστητικὸν coni. Cohu 25 τοῦ τὸν Turn.: τοῦτον codd. ἐφ’ ἥτταις θρῆνον Turn.: ἐφητεσθρῆνον U, ἐφηττεσθρῆνον F; ἐφ’, spat., θρῆνον G σφαδάζοντος] ᾄδοντος conicio igitur nobis magnopere est consonantiae disciplina, quia, tamquam in musicis, si harmonia chordarum fuerit consonanter aptata, sonum suavem modulati carminis reddit, si vero sit aliqua in fidibus dissonantia, ingratissimus sonus redditur et carminis dulcedo corrumpitur, ita et . . . . ἕτεροι, οὓς οὐ κακίζειν μᾶλλον ἢ οἰκτίζεσθαι χρὴ καθάπερ τοὺς τὰ σώματα ἐκ φύσεως ἐπικήρως ἔχοντας, οἷς καὶ ἡ τυχοῦσα νόσου πρόφασις μέγα ἐμπόδιον πρὸς τὸ σῴζεσθαι. De_ebrietate 122 ἔνιοι δ’ οὐ τῷ μαλθακωτέροις τοῖς ψυχῆς κεχρῆσθαι τόνοις ἀνέπεσον ἄκοντες ὑπ’ ἐρρωμενεστέρας τῶν ἀντιπάλων ἰσχύος πιεσθέντες, ἀλλὰ μιμησάμενοι τοὺς ἐθελοδούλους ἑκόντες ἑαυτοὺς πικροῖς δεσπόταις ὑπέρριψαν γένος ὄντες ἐλεύθεροι· διὸ μὴ δυνάμενοι πεπρᾶσθαι, τὸ παραλογώτατον, αὐτοὶ δεσπότας ὠνούμενοι προσεκτῶντο, ταὐτὸ δρῶντες τοῖς ἐμφορουμένοις ἀπλήστως πρὸς μέθην οἴνου· De_ebrietate 123 καὶ γὰρ ἐκεῖνοι γνώμῃ τὸν ἄκρατον, οὐ βιασθέντες προσφέρονται, ὥστε καὶ γνώμῃ τὸ μὲν νηφάλιον ἐκτέμνουσι τῆς ψυχῆς, τὸ δὲ παράληρον αἱροῦνται· „φωνὴν“ γάρ φησιν „ἐξαρχόντων [ὑπ’] οἴνου ἐγὼ ἀκούω“, τουτέστιν οὐκ ἀκούσιον ἐνδεδεγμένων μανίαν, ἀλλ’ ἑκουσίῳ De_ebrietate 124 φρενοβλαβείᾳ βεβακχευμένων. πᾶς δ’ ὁ συνεγγίζων τῇ παρεμβολῇ „τὸν μόσχον ὁρᾷ καὶ τοὺς χορούς“ (Exod. 32,19), ᾗ καὶ αὐτὸς διασυνίστησι· τύφῳ γὰρ καὶ τοῖς τύφου χορευταῖς ἐντυγχάνομεν, ὅσοι πλησίον ἵστασθαι τοῦ σωματικοῦ στρατοπέδου διανοούμεθα γνώμῃ· ἐπεὶ τοῖς τε φιλοθεάμοσι καὶ τὰ ἀσώματα ὁρᾶν γλιχομένοις, ἅτε ἀτυφίας οὖσιν ἀσκηταῖς, πορρωτάτω τοῦ σώματος ἔθος διοικίζεσθαι. De_ebrietate 125 εὔχου δὴ τῷ θεῷ μηδέποτε ἔξαρχος οἴνου γενέσθαι, τουτέστι μηδέποτε ἑκὼν ἀφηγήσασθαι τῆς εἰς ἀπαιδευσίαν καὶ ἀφροσύνην ἀγούσης ὁδοῦ· τὰ γὰρ ἀκούσια ἡμίσεα κακῶν καὶ κουφότερα, καθαρῷ τῷ τοῦ συνειδότος ἐλέγχῳ μὴ βαρυνόμενα. De_ebrietate 126 τελεσφορηθεισῶν δέ σοι τῶν εὐχῶν ἰδιώτης μὲν ἔτι μένειν οὐκ ἂν δύναιο, τὴν δὲ μεγίστην ἡγεμονιῶν ἀρχήν, ἱερωσύνην, κτήσῃ. σχεδὸν γὰρ ἱερέων καὶ θεραπευτῶν θεοῦ μόνων τὸ ἔργον νηφάλια θύειν, οἴνου καὶ παντὸς ὃ τοῦ ληρεῖν αἴτιον βεβαιότητι διανοίας κατεξανισταμένων· De_ebrietate 127 „ἐλάλησε“ γάρ φησι „κύριος τῷ Ἀαρὼν λέγων· οἶνον καὶ σίκερα οὐ πίεσθε σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν 1 ἕτεροι, οὓς GL: ἑτεροίους οὓς UF, ἑταῖροι οὓς Richter 3 οὐ τῷ Turn.: οὕτω codd. .5 πιασθέντες G 5 μιμησάμενοι scripsi: οἱ μιμησάμενοι GUF, μιμούμενοι V ἐθοδούλους GU 10 τὸ] τὸν U 11 ὑπ’ seclusi 12 ἐνδεδεγμένων scripsi: ἐνδεδειγμένων UFL, ἐκδεδειγμένων G 13 βεβακχευμένων GU: βεβακμένων F, βεβλαμμένων v 14 ἧ καὶ F: ἡ καὶ G, ἧκα U αὐτοὺς G 16 τε om. FL, γε conicio 20. 21 ἡμίσεα κακῶν καὶ D: ἡμίση κακῶν F, ἡμίσει κακῶν GU, κακῶν ἡμίσει v 23 ἀρχήν fort. del. 24 μόνων GH: μόνον FL 25 ὃ om. V αἰτίου V 26 οὐ om. U 27 σέ] σοῦ Turn. 20—21 DK fol. 162r ἐκ τοῦ περὶ μέθης β΄: τὰ ἀκούσια—συνειδότος δικαστηρίῳ μὴ καταβαρούμενα. σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ, καὶ οὐ μὴ ἀποθάνητε· νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν διαστεῖλαι ἀνὰ μέσον ἁγίων καὶ βεβήλων καὶ ἀνὰ μέσον καθαρῶν καὶ ἀκαθάρτων“ (Lev. 10,8—10). De_ebrietate 128 Ἀαρὼν δέ ἐστιν ὁ ἱερεύς, καὶ τοὔνομα ὀρεινὸς ἑρμηνεύεται, μετέωρα καὶ ὑψηλὰ φρονῶν λογισμός, οὐ διὰ μεγαλαυχίας κενοῦ φυσήματος ὑπόπλεων ὄγκον, ἀλλὰ διὰ μέγεθος ἀρετῆς, ἣ τὸ φρόνημα ἐξαίρουσα πέραν οὐρανοῦ ταπεινὸν οὐδὲν ἐᾷ λογίζεσθαι. διακείμενος δ’ οὕτως ἄκρατον καὶ πᾶν ἀφροσύνης φάρμακον ἑκὼν οὔποτε προσήσεται. De_ebrietate 129 ἀνάγκη γάρ ἐστιν ἢ ἀρρηφοροῦντα αὐτὸν εἰς τὴν σκηνὴν εἰσιέναι τὰς ἀοράτους ἐπιτελέσοντα τελετὰς ἢ τῷ βωμῷ προσιόντα θυσίας ὑπέρ τε τῶν ἰδίων καὶ κοινῶν χαριστηρίους ἀναγαγεῖν· νήψεως δὲ καὶ περιττῆς ἀγχινοίας ταῦτα δεῖται. De_ebrietate 130 θαυμάσαι μὲν οὖν εἰκότως ἄν τις καὶ τὸ ῥητὸν τῆς προστάξεως. πῶς γὰρ οὐ σεμνὸν νήφοντας καὶ ἐν ἑαυτοῖς ὄντας πρὸς εὐχὰς καὶ ἱερουργίας χωρεῖν, ὡς ἔμπαλιν ἀμφότερα, σῶμα καὶ ψυχήν, παρειμένους ὑπὸ οἴνου καταγέλαστον; De_ebrietate 131 ἢ δεσπόταις μὲν καὶ γονεῦσι καὶ ἄρχουσιν οἰκέται καὶ υἱοὶ καὶ ὑπήκοοι μέλλοντες προσέρχεσθαι πρόνοιαν ἕξουσι τοῦ νήφειν, ὡς μήτε ἐν τοῖς λεγομένοις καὶ πραττομένοις διαμάρτοιεν μήθ’ ὡς καταπεφρονηκότες τῆς ἐκείνων ἀξιώσεως κολασθεῖεν ἤ, τὸ γοῦν ἐπιεικέστατον, χλεύην ὄφλοιεν· τὸν δὲ τοῦ παντὸς ἡγεμόνα καὶ πατέρα τις θεραπεύειν δικαιῶν οὐ καὶ σιτίων καὶ ποτῶν καὶ ὕπνου καὶ πάντων ὅσα ἀναγκαῖα τῇ φύσει περιέσται, ἀλλὰ πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνας τὸν τῶν ἀσώτων ζηλώσει βίον, καὶ βεβαρημένος τοὺς ὀφθαλμοὺς ἀπ’ οἴνου καὶ τὴν κεφαλὴν παραβάλλων καὶ τὸν αὐχένα ἐγκάρσιον πλαγιάζων καὶ ὑπ’ ἀμετρίας ἐρευγόμενος καὶ ὅλῳ διαρρέων τῷ σώματι χέρνιβος ἢ βωμῶν ἢ θυσιῶν προσάψεται; ἀλλ’ οὐδὲ τὴν ἱερὰν ἐξ ἀπόπτου φλόγα θεάσασθαι τῷ τοιούτῳ θέμις. De_ebrietate 132 εἰ μέντοι μήτε σκηνὴν μήτε θυσιαστήριον ὑπολάβοι τις λέγεσθαι τὰ ὁρώμενα ἐκ τῆς ἀψύχου καὶ φθαρτῆς δημιουργηθέντα 1 προπορεύησθε FL 3 ἀγίων—μέσον om. U 5 καὶ post μεγαλαυχίας add. Mang. 6 κενοῦ GFL: καὶ νοῦ U ὄγκου G2 ἢ U 9 προσήσεται F: προσίσεται G, προσίεται U, προσοίσεται ν ἀρρηφροῦντα FL αὐτὸν Mang.: αὐτοῖς codd. 10 ἀοράτους] ἀρρήτους coni. Mang. 12 μὲν] γ᾿ G2 in μὴ 14 ἐν] ras. in G ἑαυτοῖς FLN: ἑαυτῶν G, αὐτῶ U 15 ἢ FLN: εἰ τὸ GU 19 ἐκείνοις κολάσεως κολασθεῖεν U 21. 22 περιβάλλων πλησιάζων N 23 βαρημένος G ἀπ᾿] ὑπ᾿ conicio 24 περιβάλλων N πλησιάζων V ὑπὸ U θέμις U 26 26 οὐδὲν G1 13—27 Ν fol. 187r: πῶς γὰρ — θέμις ὕλης, ἀλλὰ τὰ ἀόρατα καὶ [τὰ] νοητὰ θεωρήματα, ὧν αἰσθηταὶ ταῦτα εἰκόνες, καταπλαγήσεται μᾶλλον τὴν ὑφήγησιν. De_ebrietate 133 ἐπειδὴ γὰρ παντὸς τὸ μὲν παράδειγμα, τὸ δὲ μίμημα ὁ ποιῶν ἐποίει, καὶ ἀρετῆς τὴν μὲν ἀρχέτυπον σφραγῖδα εἰργάζετο, τὸν δὲ ἀπὸ ταύτης ἐνεσημαίνετο ἐμφερέστατον χαρακτῆρα· ἡ μὲν οὖν ἀρχέτυπος σφραγὶς ἀσώματός ἐστιν ἰδέα, ἡ δὲ χαραχθεῖσα εἰκὼν σῶμα ἤδη, φύσει μὲν αἰσθητόν, οὐ μὴν εἰς αἴσθησιν ἐρχόμενον· καθάπερ καὶ τὸ ἐν τῷ βαθυτάτῳ τοῦ Ἀτλαντικοῦ πελάγους ξύλον εἴποι τις ἂν πεφυκέναι μὲν πρὸς τὸ καίεσθαι, μηδέποτε δ’ ὑπὸ πυρὸς ἀναλωθήσεσθαι διὰ τὴν τῆς θαλάττης ἀνάχυσιν. De_ebrietate 134 τὴν οὖν σκηνὴν καὶ τὸν βωμὸν ἐννοήσωμεν ἰδέας, τὴν μὲν ἀρετῆς ἀσωμάτου, τὸνδὲ αἰσθητῆς εἰκόνος εἶναι σύμβολον. τὸν μέν γε βωμὸν καὶ τὰ ἐπ’ αὐτοῦ ῥᾴδιον ἰδεῖν—ἔξω τε γὰρ ἔχει τὴν κατασκευὴν καὶ ἀσβέστῳ πυρὶ ... ἀναλίσκεται, ὡς μὴ μεθ’ ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ περιλάμπεσθαι—, De_ebrietate 135 ἡ δὲ σκηνὴ καὶ τὰ ἐν αὐτῇ πάντα ἀθέατα, οὐχὶ τῷ μόνον ἐσωτάτω καὶ ἐν ἀδύτοις ἱδρῦσθαι, ἀλλὰ καὶ τῷ τὸν προσαψάμενον ἢ διὰ περιεργίαν ὀφθαλμῶν ἰδόντα ἀπαραιτήτῳ δίκῃ θανάτου κατὰ πρόσταξιν νόμου κολάζεσθαι, πλὴν εἰ μή τις ὁλόκληρος καὶ παντελὴς εἴη, περὶ μηδέν, μὴ μέγα, μὴ μικρόν, ἁπλῶς κηραίνων πάθος, ἀλλ’ ἀρτίῳ καὶ πλήρει καὶ πάντα τελειοτάτῃ κεχρημένος τῇ φύσει. De_ebrietate 136 τούτῳ γὰρ ἐπιτέτραπται δι’ ἔτους ἅπαξ εἰσιόντι ἐπισκοπεῖν τὰ ἀθέατα ἄλλοις, ἐπειδὴ καὶ ἐξ ἁπάντων μόνῳ ὁ τῶν ἀσωμάτων καὶ ἀφθάρτων ἀγαθῶν πτηνὸς καὶ οὐράνιος ἔρως ἐνδιαιτᾶται. De_ebrietate 137 ὅταν οὖν ὑπὸ τῆς ἰδέας πληχθεὶς ἕπηται τῇ τὰς κατὰ μέρος ἀρετὰς τυπούσῃ σφραγῖδι κατανοῶν καὶ καταπληττόμενος αὐτῆς τὸ θεοειδέστατον κάλλος ἤ τινι προσέρχηται δεξαμένῃ τὸν ἐκείνης χαρακτῆρα, λήθη μὲν ἀμαθίας καὶ ἀπαιδευσίας, μνήμη δὲ παιδείας καὶ ἐπιστήμης εὐθὺς ἐγγίνεται. De_ebrietate 138 διὸ λέγει· „οἶνον καὶ σίκερα οὐ πίεσθε, σὺ καὶ οἱ υἱοί σου μετὰ σέ, ἡνίκα ἂν εἰσπορεύησθε εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἢ προσπορεύησθε τῷ θυσιαστηρίῳ“. ταῦτα δ’ οὐκ ἀπαγορεύων μᾶλλον ἢ γνώμην ἀποφαινόμενος διεξέρχεται· τῷ μέν γε ἀπαγορεύοντι οἰκεῖον 1 ἀόρατα F2: ὁρατὰ GUF1L τὰ del. F2 3 ὁποῖον U 9 μηδέποθ’ ὑπὸ G θαλάσσης G 10 ἰδέας, #x003E; Coni. Cohn 11 τὸν] τὴν L εἶναι σύμβολον fort. 12 γε] γὰρ conicio αὐτῶ GF 13 φωτίζεται, ᾦ τὰ ἱερουργούμενα supplet Cohn 15 ἐνιδρῦσθαι U 20 post ἅπαξ inc. H fol. 369v, cf. ad. p. 190,26 εἰσιόντι F2H εἰσιόντας GUF1L 21 μόνω G1UF: μόνων Η, μόνος G2 21 ὁ om. H 25 ἡ scripsi: ἡ codd. προσέρχεται v ἐκείνω Η λήθης H 27 οὐ] οὐ μὴ U σὺ G: om. UFH 28 εἰσπορεύῃ F 28. 29 εἰς—προσπορεύησθε om. U, bis hab. H 28 ἡ] ἡ G 30 ἀπογορεύων (sic) U 30 μὲν γὰρ couicio, μέντοι v ἦν εἰπεῖν· οἶνον, ὅταν ἱερουργῆτε, μὴ πίνετε, τῷ δὲ γνώμην ἀποφαινομένῳ τὸ „οὐ πίεσθε“. καὶ γάρ ἐστιν ἀμήχανον τὸ μέθης καὶ παροινίας ψυχῆς αἴτιον, ἀπαιδευσίαν, προσίεσθαι τὸν ταῖς γενικαῖς καὶ κατ’ εἶδος ἀρεταῖς ἐμμελετῶντα καὶ ἐγχορεύοντα. De_ebrietate 139 τὴν δὲ „σκηνὴν μαρτυρίου“ καλεῖ πολλάκις, ἤτοι παρόσον ὁ ἀψευδὴς θεὸς ἀρετῆς ἐστι μάρτυς, ᾧ καλὸν καὶ σύμφορον προσέχειν, ἢ παρόσον ἡ ἀρετὴ βεβαιότητα ταῖς ψυχαῖς ἐντίθησι τοὺς ἐνδοιάζοντας καὶ ἐπαμφοτερίζοντας λογισμοὺς ἀνὰ κράτος ἐκτέμνουσα καὶ ὥσπερ ἐν δικαστηρίῳ τῷ βίῳ τἀληθὲς ἀνακαλύπτουσα. De_ebrietate 140 λέγει δὲ ὅτι οὐδ’ ἀποθανεῖται ὁ νηφάλια θύων, ὡς ἀπαιδευσίας μὲν θάνατον ἐπιφερούσης, παιδείας δὲ ἀφθαρσίαν· καθάπερ γὰρ ἐν τοῖς σώμασιν ἡμῶν νόσος μὲν διαλύσεως, ὑγεία δὲ σωτηρίας αἰτία, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς ψυχαῖς τὸ μὲν σῷζόν ἐστι φρόνησις —ὑγεία γάρ τις αὕτη διανοίας—, τὸ δὲ φθεῖρον ἀφροσύνη νόσον ἀνίατον κατασκήπτουσα. De_ebrietate 141 τοῦτο δὲ „νόμιμον αἰώνιον εἶναί“ φησιν, ἄντικρυς ἀποφαινόμενος· ὑπολαμβάνει γὰρ νόμον ἀθάνατον ἐν τῇ τοῦ παντὸς ἐστηλιτεῦσθαι φύσει ταυτὶ περιέχοντα, ὅτι ὑγιεινὸν μὲν καὶ σωτήριον χρῆμα παιδεία, νόσου δὲ καὶ φθορᾶς αἴτιον ἀπαιδευσία. De_ebrietate 142 παρεμφαίνει δέ τι καὶ τοιοῦτον· τὸ πρὸς ἀλήθειαν νόμιμον εὐθύς ἐστιν αἰώνιον, ἐπεὶ καὶ ὁ ὀρθὸς λόγος, ὃς δὴ νόμος ἐστίν, οὐ φθαρτός· καὶ γὰρ αὖ τοὐναντίον τὸ παράνομον ἐφήμερόν τε καὶ εὐδιάλυτον ἐξ ἑαυτοῦ παρὰ τοῖς εὖ φρονοῦσιν ἀνωμολόγηται. De_ebrietate 143 νόμου δὲ καὶ παιδείας ἴδιον βέβηλα ἁγίων καὶ ἀκάθαρτα καθαρῶν διαστέλλειν, ὡς ἔμπαλιν ἀνομίας καὶ ἀπαιδευσίας εἰς ταὐτὸν ἄγειν τὰ μαχόμενα βιάζεσθαι φυρούσης τὰ πάντα καὶ συγχεούσης. διὰ τοῦτο ὁ καὶ βασιλέων καὶ προφητῶν μέγιστος Σαμουὴλ „οἶνον καὶ μέθυσμα“, ὡς ὁ ἱερὸς λόγος φησίν, „ἄχρι τελευτῆς οὐ πίεται“ (I Reg. 1,11)· τέτακται γὰρ ἐν τῇ τοῦ 1 εἰπεῖν ἦν U πίνητε F 3 γενικαῖς] τε δίκαις HL 5 παρ’ ὅσον codd. 6 βεβαιοτάτη H 7 καὶ ἐπαμφοτερίζοντας om. U 9 νηφάλιος HL 12 σῶζον ἐπιφρόνησις F 13 τις αὕτη ΗL1: τις αὐτὴ U, τῆς αὐτῆς G2FL2, τῆς αὐτῆς G1 13. 14 τὸ—φησιν om. Η 16 φύσει] φασὶ HL1, φησὶ L2 17 σχῆμα H, ὄχημα L1 18. 19 νόμιμον—αὖ om. H 20 τὸ addidi ἀδιάλυτον Η 23 μαχούμενα H βιάζεσθαι vid. del. φυρούσης Mang.: φυρούσας GFH, φρουρούσας U 24 συγχεούσης Mang.: συγχεούσας codd. 17 DM fol. 77v DP fol. 76r ἐκ τοῦ περὶ μέθης, DV p. 363: νόσου καὶ φθορᾶς αἴτιον απαιοευσια. θείου στρατοπέδου τάξει, ἣν οὐδέποτε λείψει προμηθείᾳ τοῦ σοφοῦ ταξιάρχου. De_ebrietate 144 Σαμουὴλ δὲ γέγονε μὲν ἴσως ἄνθρωπος, παρείληπται δ’ οὐχ ὡς σύνθετον ζῷον, ἀλλ’ ὡς νοῦς λατρείᾳ καὶ θεραπείᾳ θεοῦ μόνῃ χαίρων· ἑρμηνεύεται γὰρ τεταγμένος θεῷ διὰ τὸ τὰς πράξεις ὅσαι κατὰ κενὰς δόξας συνίστανται χαλεπὴν ἀταξίαν εἶναι νομίζειν. De_ebrietate 145 οὗτος μητρὸς γέγονεν Ἄννης, ἧς τοὔνομα μεταληφθέν ἐστι χάρις· ἄνευ γὰρ θείας χάριτος ἀμήχανον ἢ λιποτακτῆσαι τὰ θνητὰ ἢ τοῖς ἀφθάρτοις ἀεὶ παραμεῖναι· De_ebrietate 146 χάριτος δ’ ἥτις ἂν πληρωθῇ ψυχή, γέγηθεν εὐθὺς καὶ μειδιᾷ καὶ ἀνορχεῖται· βεβάκχευται γάρ, ὡς πολλοῖς τῶν ἀνοργιάστων μεθύειν καὶ παροινεῖν καὶ ἐξεστάναι ἂν δόξαι. διὸ καὶ λέγεται πρὸς αὐτὴν ὑπὸ παιδαρίου τινός, οὐχ ἑνός, ἀλλ’ ὑπὸ παντὸς τοῦ νεωτερίζειν καὶ τὰ καλὰ χλευάζειν ἀκμὴν ἔχοντος· „ἕως πότε μεθυσθήσῃ; περιελοῦ τὸν οἶνόν σου“ (I Reg. 1, 14)· φιλεῖ γὰρ τοῖς θεοφορήτοις οὐχ De_ebrietate 147 ἡ ψυχὴ μόνον ἐγείρεσθαι καὶ ὥσπερ ἐξοιστρᾶν, ἀλλὰ καὶ τὸ σῶμα ἐνερευθὲς εἶναι καὶ πεπυρωμένον τῆς ἔνδον ἀναχεούσης καὶ χλιαινούσης χαρᾶς τὸ πάθος εἰς τὸ ἔξω διαδιδούσης· ὑφ’ οὗ πολλοὶ τῶν ἀφρόνων ἀπατηθέντες τοὺς νήφοντας μεθύειν ὑπετόπασαν. De_ebrietate 148 καίτοι γε ἐκεῖνοι μὲν τρόπον τινὰ μεθύουσιν οἱ νήφοντες τὰ ἀγαθὰ ἀθρόα ἠκρατισμένοι καὶ τὰς προπόσεις παρὰ τελείας ἀρετῆς δεξάμενοι, οἱ δὲ τὴν ἀπὸ οἴνου μεθύοντες μέθην ἄγευστοι φρονήσεως διετέλεσαν νηστείαν συνεχῆ καὶ λιμὸν αὐτῆς ἄγοντες. De_ebrietate 149 εἰκότως οὖν ἀποκρίνεται πρὸς τὸν νεωτεροποιὸν καὶ γέλωτα τιθέμενον τὸν σεμνὸν καὶ αὐστηρὸν αὐτῆς βίον· ὦ θαυμάσιε, „γυνὴ ἡ σκληρὰ ἡμέρα ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα, καὶ ἐκχεῶ τὴν ψυχήν μου ἐνώπιον κυρίου“ (I Reg. 1,15)· παμπόλλη γε παρρησία τῆς ψυχῆς, ἣ τῶν χαρίτων τοῦ θεοῦ πεπλήρωται. De_ebrietate 150 πρῶτον μέν γε „σκληρὰν ἡμέραν“ εἶπεν ἑαυτὴν πρὸς τὸ χλευάζον ἀπιδοῦσα παιδάριον—τούτῳ 1 λήψει FL προμηθεία H: προμηθία G, προμήθεια U, προμηθείου F ταξιάρχου om. Η 2 δὲ Η 3 ἰατρεία H 5 εἶναι om. Η νομίζει F γέγονεν GUF: γενόμενος HL 6 ἄννας Η, ἀνθρωπίνης v 7 prius ἡ om. F λιποτακτῆσαι G: λειποτακτῆσαι UFH 9 ἀνοργιάστων G2H: ἀνεργάστων G1UF 10 παροινεῖν scripsi: παρακινεῖν codd., παρανοεῖν coni. Mang. 14 ἐξοιστρεῖν HL 15 ἀνακαιούσης coni. Mang. 16 τὰ ἔξω v οὗ] ὧν U 17 ὑπετόπησαν GL 19 δεξάμενος H 21 νεωτερισμὸν ΗL τιθέμενον scripsi: οἰόμενον G, τίθεσθαι οἰόμενον UFH 23 πέποκα F 24 περιουσία HL 25 γε] γὰρ conicio 26 ἀπιδοῦσαν G, ἀποδιδοῦσα U 18. 19 N fol. 187r τὰ ἀγαθὰ—δεξάμενοι. γὰρ καὶ παντὶ ἄφρονι τραχεῖα καὶ δύσβατος καὶ ἀργαλεωτάτη νενόμισται ἡ ἐπ’ ἀρετὴν ἄγουσα ὁδός, καθὰ καὶ τῶν παλαιῶν τις ἐμαρτύρησεν εἰπών· τὴν μέντοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι. τῆς δ’ ἀρετῆς ἱδρῶτα θεὸς προπάροιθεν ἔθηκεν ἀθάνατος, μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δ’ εἰς ἄκρον ἵκηαι. ῥηιδίη δὴ ’πειτα πέλει χαλεπή περ ἐοῦσα —, De_ebrietate 151 εἶτα οἶνον καὶ μέθυσμα οὔ φησι προσενέγκασθαι τῷ συνεχῶς καὶ παρὰ πάντα τὸν βίον νήφειν ἐπαυχοῦσα· καὶ γὰρ ὄντως ἀφέτῳ καὶ ἐλευθεριάζοντι καὶ καθαρῷ χρῆσθαι λογισμῷ πρὸς μηδενὸς πάθους παροινουμένῳ μέγα καὶ θαυμαστὸν ἦν ἔργον. De_ebrietate 152 ἐκ τούτου δὲ συμβαίνει νήψεως ἀκράτου τὸν νοῦν ἐμφορηθέντα σπονδὴν ὅλον δι’ ὅλων γίνεσθαί τε καὶ σπένδεσθαι θεῷ· τί γὰρ ἦν τὸ „ἐκχεῶ τὴν ψυχήν μου ἐναντίον κυρίου“ ἢ σύμπασαν αὐτὴν ἀνιερώσω, δεσμὰ μὲν οἷς πρότερον ἐσφίγγετο, ἃ περιῆψαν αἱ τοῦ θνητοῦ βίου κεναὶ σπουδαί, πάντα λύσας, προαγαγὼν δὲ ἔξω καὶ τείνας καὶ ἀναχέας τοσοῦτον, ὡς καὶ τῶν τοῦ παντὸς ἅψασθαι περάτων καὶ πρὸς τὴν τοῦ ἀγενήτου παγκάλην καὶ ἀοίδιμον θέαν ἐπειχθῆναι; De_ebrietate 153 νηφόντων μὲν οὖν ὁ χορὸς οὗτος παιδείαν προστησαμένων ἡγεμονίδα, μεθυόντων δ’ ὁ πρότερος, οὗπερ ἦν ἔξαρχος ἀπαιδευσία. De_ebrietate 154 Ἐπεὶ δὲ τὸ μεθύειν οὐ μόνον ἐδήλου τὸ ληρεῖν, ὃ δημιουργὸν ἀπαιδευσίαν εἶχεν, ἀλλὰ καὶ τὸ παντελῶς ἀναισθητεῖν, ἀναισθησίας δὲ τῆς μὲν κατὰ τὸ σῶμα δημιουργὸς οἶνος, τῆς δὲ κατὰ ψυχὴν ἄγνοια τούτων ὧν εἰκὸς ἦν ἐπιστήμην ἀνειληφέναι, λεκτέον καὶ περὶ ἀγνοίας βραχέα αὐτὰ τὰ καίρια ὑπομιμνῄσκοντας. De_ebrietate 155 τίνι οὖν ἀπεικάσωμεν τῶν ἐν τῷ σώματι τὸ ἐν ψυχῇ πάθος ὃ κέκληται ἄγνοια ἢ τῇ τῶν αἰσθητηρίων πηρώσει; οὐκοῦν ὅσοι ὀφθαλμοὺς καὶ ὦτα ἐβλάβησαν, οὐδὲν ἔτι οὔτ’ ἰδεῖν οὔτ’ ἀκοῦσαι δύνανται, ἡμέραν μὲν καὶ φῶς, ὧν ἕνεκα 1 τραχὺς H 2 πάλαι Η 3 post εἰπών rep. ex lin. 198,26. 199,3 verba ἑαυτὴν πρὸς τὸ χλευάζειν (sic!) ἀπιδοῦσα παῖδας (sic) τούτω—νενόμισται εἰπών (om. ἡ—ἐμαρτύρησεν) H 4 ἰλαδὸν UF 5 θεοὶ Η 6 ἀθάνατοι Η ἐς codd.: ἐπ’ v 7 τὸ] μὲν τὸ G2 ἵκηται G2, ἥκειας F η et ει corr.) 8 δ’ ἤπειτα GU, δ ἔπειτα H 12 συμβαίνειν F 13 σπουδὴν HL 14 σπεύδεσθαι L ἔναντι H 16 προσαγαγὼν GF 17 τῶν] τὸν F 18 ἀγεννήτου Η 20 ἀπαιδευσίας H 23 τὸ om. U ὁ οἶνος H 25 ἀπεικάσωμεν G: ἀνπεικάσομεν UFH τῶν] τῶ Η 26 ψυχαῖς H 27 βεβλάβησαν G 28 οὔτ’ add. Cohn 4—8 Hesiodi Opera et dies v. 287. 289—292. μόνων, εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὸ ζῆν αἱρετόν, οὐκ εἰδότες, μακρῷ δὲ σκότῳ καὶ νυκτὶ αἰωνίῳ συνοικοῦντες, πρὸς πάντα καὶ μικρὰ καὶ μείζω κεκωφημένοι, οὓς εἰκότως ὁ βίος ἀδυνάτους εἴωθε καλεῖν· De_ebrietate 156 κἂν γὰρ αἱ τοῦ ἄλλου σώματος ἅπασαι δυνάμεις ἐπ’ αὐτὸ δὴ τὸ πέρας ἰσχύος ἔλθωσι καὶ ῥώμης, ὑποσκελισθεῖσαι πρὸς ὀφθαλμῶν καὶ ὤτων πηρώσεως μέγα πτῶμα πίπτουσιν, ὡς μηκέτ’ ἀναστῆναι δύνασθαι· τὰ γὰρ ὑπερείδοντα καὶ στηρίζοντα ἄνθρωπον λόγῳ μὲν αἱ βάσεις εἰσίν, ἔργῳ δὲ ἀκοαί τε καὶ ὄψεις, ἃς ἔχων μέν τις ὁλοκλήρους ἐγήγερται καὶ ἀνωρθίασται, στερόμενος δὲ αὐτῶν κλίνεται καὶ εἰσάπαν καθαιρεῖται. De_ebrietate 157 τὸ παραπλήσιον οὖν ἐν ψυχῇ πάντως ἄγνοια ἐργάζεται τὰ βλέποντα καὶ ἀκούοντα αὐτῆς λυμαινομένη καὶ μήτε φῶς μήτε λόγον παρεισελθεῖν ἐῶσα, τὸν μέν, ἵνα μὴ διδάξῃ, τὸ δέ, ἵνα μὴ δείξῃ τὰ ὄντα, βαθὺ δὲ σκότος καὶ πολλὴν ἀλογίαν καταχέασα κωφὴν λίθον τὸ περικαλλέστατον εἶδος ψυχῆς εἰργάσατο. De_ebrietate 158 καὶ γὰρ τῇ ἀγνοίᾳ τὸ ἐναντίον, ἡ ἐπιστήμη, τρόπον τινὰ ψυχῆς καὶ ὀφθαλμοὶ καὶ ὦτά ἐστι· καὶ γὰρ τοῖς λεγομένοις προσέχει τὸν νοῦν καὶ καταθεᾶται τὰ ὄντα καὶ οὐδὲν οὔτε παρορᾶν οὔτε παρακούειν ὑπομένει, πάντα δ’ ὅσα ἀκοῆς καὶ θέας ἄξια περισκοπεῖ καὶ περιβλέπεται, κἂν εἰ πεζεύειν καὶ πλεῖν δεῖ, γῆς καὶ θαλάττης ἄχρι τῶν περάτων ἀφικνεῖται, ἵνα ἴδῃ τι πλέον ἢ ἀκούσῃ καινότερον. De_ebrietate 159 ἀοκνότατον γὰρ ὁ ἐπιστήμης ἔρως, ἐχθρὸς μὲν ὕπνου, φίλος δὲ ἐγρηγόρσεως· διανιστὰς οὖν καὶ ἀνεγείρων καὶ παραθήγων ἀεὶ διάνοιαν πανταχόσε περιφοιτᾶν ἀναγκάζει λίχνον ἀκοῆς ἐργαζόμενος καὶ μαθήσεως δίψαν ἄληκτον ἐντήκων. De_ebrietate 160 οὐκοῦν ἐπιστήμη μὲν τὸ βλέπειν καὶ ἀκούειν περιποιεῖ, δι’ ὧν αἱ κατορθώσεις· ὁ γὰρ ἰδὼν καὶ ἀκούσας, γνοὺς τὸ συμφέρον, τὸ μὲν ἑλόμενος, τὸ δὲ ἐναντίον ἀποστραφεὶς ὠφέληται. 1 μόνον G 2 μικρῶ GU 3 κεκωφωμένοι F 6 μηκέτι Η 8 ἅς] αἲ H ὁλοκλήρου Η 9 εἰς ἅπαν UFII 10 πάντως Turn.: πάνθ’ ὅσα codd. ἄγνοια U: ἄγνοιαν GFH 12 prius μὴ otn. G prius δέ om. Η δὲ καὶ σκότος Η 13 ἀλογιιαν] αἰγιιαν Η καταχέουσα F κωφὸν U (?) v εἶδοβς ψυχῆς H, εἶδος Φυχῆς v 15 τῶν λεγομένων H προσέχει U: προσέχειν GUF 16 καταθεᾶσθαι G2 19 ἀφικνῆται G πλέον Cohn: πλεῖον codd. 19. 20 ἀοκνότατον U: ἀοκνόττ, ἀοκνότατος GF 21 διαναστάς G αἰεὶ F 22 ἀκοὴν IIL 23 ἐπιστήμην GF 24 post ἀκούσας add. καὶ πειραθεὶς D καὶ γνοὺς G2, καὶ νοῦς G’ 25 όφελεὶται D 24 — 201,5 DK fol. 227r Φίλωνος ἐκ τοῦ περὶ μέθης: ὁ ἰδὼν -ἐπιβουλεύεται. ἄγνοια δὲ χαλεπωτέραν τῆς ἐν τῷ σώματι πήρωσιν ἐπιφέρουσα τῇ ψυχῇ πάντων ἁμαρτημάτων αἰτία γίνεται, μηδὲν μήτ’ ἐκ τοῦ προϊδέσθαι μήτ’ ἐκ τοῦ προακοῦσαι δυναμένη λαβεῖν ἔξωθεν βοήθημα· διὰ γοῦν τὴν πολλὴν ἐρημίαν ἑαυτῆς ἀφρούρητος καὶ ἀφύλακτος ἐαθεῖσα [καὶ] πρὸς τῶν ἐπιτυχόντων ἀνθρώπων τε ὁμοῦ καὶ πραγμάτων ἐπιβουλεύεται. De_ebrietate 161 μηδέποτ’ οὖν μήτ’ ἄκρατον προσενεγκώμεθα τοσοῦτον, ὡς ἀπραξίαν ἐμποιῆσαι ταῖς αἰσθήσεσι, μήτε τοσοῦτον ἐπιστήμης ἀλλοτριωθῶμεν, ὡς ἄγνοιαν, τὸ μέγα καὶ βαθὺ σκότος, τῆς ἑαυτῶν ψυχῆς κατασκεδάσαι. De_ebrietate 162 διττὸν δὲ τὸ ἀγνοίας γένος, τὸ μὲν ἁπλοῦν, ἡ παντελὴς ἀναισθησία, τὸ δὲ διπλοῦν, ὅταν μὴ μόνον ἀνεπιστημοσύνῃ τις συνέχηται, ἀλλὰ καὶ οἴηται εἰδέναι ἃ μηδαμῶς οἶδε δόξῃ ψευδεῖ σοφίας ἐπαιρόμενος. De_ebrietate 163 τὸ μὲν οὖν πρότερον κακὸν ἔλαττον — κουφοτέρων γὰρ ἁμαρτημάτων καὶ τάχα ἀκουσίων αἴτιον —, τὸ δὲ δεύτερον μεῖζον· μεγάλα γὰρ ἀποτίκτει καὶ οὐκ ἀκούσια μόνον ἀλλ’ ἤδη κἀκ προνοίας ἀδικήματα. De_ebrietate 164 περὶ ταῦτά μοι δοκεῖ Λὼτ ὁ θυγατροποιὸς μάλιστα κηραίνειν ἄρρεν καὶ τέλειον ἐν ψυχῇ φυτὸν ἀναθρέψαι μὴ δυνάμενος· δύο γὰρ θυγατέρας ἐκ τῆς λιθουμένης γυναικὸς ἔσχηκεν, ἣν εὐθυβόλῳ χρησάμενος ὀνόματι καλέσειεν ἄν τις συνήθειαν, ἐχθρὰν φύσιν ἀληθείας, καὶ ὁπότε ἄγοι τις αὐτήν, ὑστερίζουσαν καὶ περιβλεπομένην τὰ ἀρχαῖα καὶ σύντροφα καὶ ἀψύχου τρόπον στήλης ἐν μέσοις αὐτοῖς καταμένουσαν. De_ebrietate 165 τῶν δὲ θυγατέρων ἡ μὲν πρεσβυτέρα κεκλήσεται βουλή, συναίνεσις δὲ ἡ νεωτέρα· τῷ μὲν γὰρ βουλεύσασθαι τὸ συναινεῖν ἕπεται, συναινέσας δ’ οὐδὲ εἷς ἔτι βουλεύεται. καθίσας οὖν ὁ νοῦς ἐν τῷ ἑαυτοῦ συνεδρίῳ διακινεῖν ἄρχεται τὰς θυγατέρας καὶ μετὰ μὲν τῆς πρεσβυτέρας, βουλῆς, σκοπεῖσθαί τε καὶ διερευνᾶν ἕκαστα, μετὰ δὲ τῆς νεωτέρας, συναινέσεως, ἐπινεύειν ῥᾳδίως τοῖς ἐπιτυχοῦσι καὶ ὡς φίλα τὰ ἐχθρὰ ἀσπάζεσθαι, δέλεαρ εἴ τι μικρὸν ἡδονῆς 1 post δὲ add. καὶ ἀπειρία D ἐπιφέρουσαν UHD τῇ ouq. D 2 προειδέσθαι U 3 παρακοῦσαι G δυνατὴ HL’ 4 αὐτῆς D καὶ seclusi 5 τῶν] τὴν τῶν Turn. 6 μήτε UF ἀταξίαν G, ἀπαξίαν F 8 κα-ασκεὀάσαι] κατασκε, tum spat. Η 9.10 ἡ — διπλοῦν om. F 10 ἀνεπιστημοσύνης U, ἐπιστημοσύη G 11 οἴεται F οἶδε] εἶδεν D 12 καὶ] κἅν G 13 γὰρ om. HL ἀποτίκτον Turn. 13. 14 καὶ οὐκ Η: καὶ ἀκούσια οὐκ GF, καὶ ἑκούσια οὐκ U 18 τις ὡς αὐτήν GF 21 κέκληται couicio συναίνεσις Turn. : ώνεσις codd. 22 τὸ] τῶ Η δὲ H εἰσέτι U βουλεύσετι F 23 ὁ νοῦς om. F αὑτοῦ v διακινεῖν H: διακονεῖν GUF 25 συνέσεως G 1 ἐπινεὐσειν G ῥᾴδιον HL 26 τι] ἢ Η 10. 11 DK fol. 220v ἐκ τῆς πρὸς Γάϊον πρεσβείας: χαλεπὸν ὅταν-ἐπαιρόμενος. αὐτὸ μόνον ἀφ’ ἑαυτῶν ἐνδιδῴη. De_ebrietate 166 ταῦτα δὲ νήφων μὲν λογισμὸς οὐκ ἀνέχεται, μέθῃ δὲ κατεσχημένος καὶ ὥσπερ ἔξοινος ὤν· διὸ λέγεται· „ἐπότισαν τὸν πατέρα οἶνον“ (Gen. 19,33). ἀναισθησία παντελής, ἱκανὸν δοκεῖν εἶναι βουλεύεσθαι τὸν νοῦν ἀφ’ ἑαυτοῦ τὰ συμφέροντα ἢ τοῖς ὁπωσοῦν φανεῖσιν, ὡς τὸ ἀληθὲς πάγιον ἐν ἑαυτοῖς ἔχουσι, συναινέσαι, τῆς ἀνθρωπίνης φύσεως μηδαμῇ μηδαμῶς ἱκανῆς οὔσης ἢ ἐκ περισκέψεως τὸ σαφὲς εὑρεῖν ἢ τὰ μὲν ὡς ἀληθῆ καὶ συμφέροντα ἑλέσθαι, τὰ δ’ ὡς ψευδῆ καὶ βλάβης αἴτια ἀποστραφῆναι. De_ebrietate 167 πολὺ γὰρ σκότος τῶν ὄντων καὶ σωμάτων καὶ πραγμάτων κατακεχυμένον οὐκ ἐᾷ τὴν ἑκάστου φύσιν ἰδεῖν, ἀλλὰ κἂν βιασάμενός τις ὑπὸ περιεργίας ἢ τοῦ φιλομαθοῦς ἐθελήσῃ διακῦψαι, καθάπερ οἱ πεπηρωμένοι προσπταίων τοῖς ἐν ποσί, πρίν τι λαβεῖν, ἀναπεσὼν ὑστερίζει ἢ ταῖς χερσὶν ἐφαπτόμενος τὰ ἄδηλα εἰκάζει στοχασμὸν πρὸ ἀληθείας κτώμενος. De_ebrietate 168 οὐδὲ γὰρ εἰ δᾳδουχοῦσα παιδεία παραπέμποι τὸν νοῦν φῶς ἁψαμένη τὸ οἰκεῖον ἐπὶ τὴν τῶν ὄντων θέαν, ὀνῆσαι δύναιτ’ ἂν μᾶλλον ἢ βλάψαι· τὸ γὰρ βραχὺ φέγγος ὑπὸ πολλοῦ σκότους σβέννυσθαι πέφυκε, σβεσθέντος δὲ ἀνωφελὴς πᾶσα ὄψις. De_ebrietate 169 τὸν μέντοι σεμνυνόμενον ἢ ἐπὶ τῷ βουλεύεσθαι ἢ ἐπὶ τῷ τὰ μὲν αἱρεῖσθαι τὰ δὲ φεύγειν ἱκανῶς δύνασθαι διὰ τούτων ὑπομνηστέον· εἰ μὲν ἀπὸ τῶν αὐτῶν τὰς αὐτὰς ἀεὶ συνέβαινε προσπίπτειν ἀπαραλλάκτους φαντασίας, ἦν ἴσως ἀναγκαῖον τά τε ἐν ἡμῖν αὐτοῖς φύσει κατασκευασθέντα διττὰ κριτήρια, αἴσθησίν τε καὶ νοῦν, ὡς ἀψευδῆ καὶ ἀδέκαστα θαυμάζειν καὶ περὶ μηδενὸς ἐνδοιάζοντας ἐπέχειν, ἀλλὰ τοῖς ἅπαξ φανεῖσι πιστεύοντας τὰ μὲν αἱρεῖσθαι, τὰ δὲ ἔμπαλιν ἀποστρέφεσθαι. De_ebrietate 170 ἐπειδὴ δὲ διαφόρως ἀπ’ αὐτῶν εὑρισκόμεθα 1 ἐνδιδοίη conicio 2 κατεσχηdνος Turn.: κατισχημἐνος UFH, κατησχημένος G 3 ἀναισθησία FH: ἀναισθησίαν GL’v παντελῆ v 4 δοκεῖ GF εἶναι om. Η 7 τά μὲν ὡς HL’: ὡς τά μὲν GTFL 2, ὡς v 8 τὰ δ’ scripsi: ἥ codd. 9. 10 ἐᾷ ἡμᾶς τὴν Ηer 11 διανακὐψαι v 13 ἄδηλα] ἅ δεῖ H πρὸς ἀλήθειαν Η 13 — 19 οὑὸἐ-ὑπομνηστἐον om. Her 14 εἰ] ἡ G παραπέμποι U: παραπέμπει GFH ἁψάμενος Η 15 δύνιντ’ GU 16 πέφυκεν φυκεν U 19 μέν γὰρ ἀπὸ Her συνέβαινεν U 20 ἀπαρλλάκτως Her 21 αἴσω]σιντηοῦν om. Her 22 ἐνδυάζοντας F 23. 24 τὰ μὲν — ἀποστρἐφ om. Her 24 διαφόροις H ἀπὸ τῶν αὐτῶν conicio 9 — 209,19 inserta .siint Hercnnii qui dicitur libro (Α. Mai, Ciassicorum auctorum tom. IX Romae 1837 p. 618 — 523): λέγουσι γάρ ὅτι πολὺ σκότος τῶν ὄντων-οὐκ εἰκότως οὑν τὸ ἐπέχειν δοκεῖ, ἀλλὰ καὶ λίαν ἀρμοζόντως. καὶ ταῦτα μὲν ἐκ πολλῶν καὶ μακρῶν ὀλίγα καὶ βραχέα συναγαγόντες παρεθέμεθα. cf. Prolegomena, de Arnim Quellenstudien zu Phiio p. .53 — 100. κινούμενοι, βέβαιον περὶ οὐδενὸς οὐδὲν ἂν ἔχοιμεν εἰπεῖν, ἅτε μὴ ἑστῶτος τοῦ φανέντος, ἀλλὰ πολυτρόποις καὶ πολυμόρφοις χρωμένου ταῖς μεταβολαῖς· ἀνάγκη γὰρ ἀνιδρύτου τῆς φαντασίας οὔσης ἀνίδρυτον εἶναι καὶ τὴν ἐπ’ αὐτῇ κρίσιν. De_ebrietate 171 αἴτια δὲ τούτου πολλά· πρῶτον μὲν αἱ ἐν τοῖς ζῴοις οὐ καθ’ ἓν μέρος ἀλλὰ σχεδὸν περὶ πάντα ἀμύθητοι διαφοραί, αἱ περὶ τὴν γένεσιν καὶ κατασκευὴν αὐτῶν, αἱ περὶ τὰς τροφὰς καὶ διαίτας, αἱ περὶ τὰς αἱρέσεις καὶ φυγάς, αἱ περὶ τὰς αἰσθητικὰς ἐνεργείας τε καὶ κινήσεις, αἱ περὶ τὰς τῶν κατὰ σῶμα καὶ ψυχὴν ἀμυθήτων παθῶν ἰδιότητας. De_ebrietate 172 χωρὶς γὰρ τῶν κρινόντων ἴδε καὶ τῶν κρινομένων ἔνια, οἷα τὸν χαμαιλέοντα, τὸν πολύποδα· τὸν μέν γέ φασι τὴν χρόαν ἀλλάττοντα τοῖς ἐδάφεσιν ὁμοιοῦσθαι καθ’ ὧν εἴωθεν ἕρπειν, τὸν δὲ ταῖς κατὰ θαλάττης πέτραις, ὧν ἂν περιδράξηται, τάχα που τῆς σωτηρίου φύσεως ἀλεξίκακον συλλήψεως δωρησαμένης τὴν εἰς τὸ πολυχρώματον αὐτοῖς τροπὴν φάρμακον. De_ebrietate 173 τὸν δὲ αὐχένα τῆς περιστερᾶς ἐν ἡλιακαῖς αὐγαῖς οὐ κατενόησας μυρίας χρωμάτων ἀλλάττοντα ἰδέας; ἢ οὐχὶ φοινικοῦν καὶ κυανοῦν, πυρωπόν τε αὖ καὶ ἀνθρακοειδές, ἔτι δὲ ὠχρὸν καὶ ἐρυθρὸν καὶ ἄλλα παντοδαπὰ ἴσχει χρώματα, ὧν οὐδὲ τὰς κλήσεις ῥᾴδιον ἀπομνημονεῦσαι; De_ebrietate 174 φασὶ μέντοι καὶ ἐν Σκύθαις τοῖς καλουμένοις Γελώοις θαυμασιώτατόν τι γίνεσθαι σπανίως μέν, γίνεσθαι δ’ ὅμως θηρίον, ὃ καλεῖται τάρανδρος, μέγεθος μὲν βοὸς οὐκ ἀποδέον, ἐλάφῳ δὲ τὸν τοῦ προσώπου τύπον ἐμφερέστατον· λόγος ἔχει τοῦτο μεταβάλλειν ἀεὶ τὰς τρίχας πρός τε τὰ χωρία καὶ τὰ δένδρα καὶ πάνθ’ ἁπλῶς οἷς ἂν ἐγγὺς ἱστῆται, ὡς διὰ τὴν τῆς χρόας ὁμοιότητα λανθάνειν 1 κινούμενοι Her: καὶ κινούμενοι codd., κεκινημένοι v 3 ἀειδρύτου G 1 UF 4 ἐπ’ αὔην G, ἀπ’ αὐτῆς coni. Mang. αἰτία Η, αἰτίαι et πολλαὶ Her 5 ἑνὸς μέρος Η, ἑνὸς μέρους Mang. 6 καὶ HL’ Her: καὶ κατὰ τὴν CtUFL- 7 — 9 alterum αἱ- παθῶν om. H 8 alterum καὶ] τε καὶ Her 9 ἰδιότητος F ἄε post ἔνια transpos. Her 10 χαμαιλέοντα καὶ τὸν coni. Mang. 11—14 τὸν μὲν— φάρμακον om. Her 10 γέ] γάρ conicio 11 ὀρθιοῦσθαι HL’ εἴωθε II 12 θάλατταν U 15 αὐγαῖς κατενόησέ τις μυρίας Her 15. 16 ἢ οὐχὶ] καὶ γὰρ καὶ Ηer 16 φονικὸν F πυρωτόν H ἀνθρακωειδὲς ν 18 — 204,2 φασὶ-εἶνι] τί δέ τὴν τοῦ τηρὸς ταράνδου διάλλαξιν τῶν χρωμάτων, δι’ ἧς λανθάνει τοὺς ἐντυγχάνοντας, εἴποιμεν ἄν; Her 19 γελωταῖς L, Γελωνοῖς v θαυμασιώτατά H 20 τάρανδρος GFLΝDMDV: τάρανδος UHDP(?) Her οὐκ ἀποδέον om. D 21 τοῦτον DΜDV 22.23 καὶ πάνθ’ ἁπλῶς om. D 23 ἵσταται DPD^, ᾖ DM χροίς D 9—205,6 N fol. 187r χωρὶς—ὀνείρατα 20—204,1 DM fol. 193v Φίλωνος ἐκ τῶν τερὶ μέθης DP foL 201 Dv p. 531: γίνεται θηρίον, ὃ—δυσθήρατον εἶναι. cf. V. Rose Aristot. pseudepigr. p. 364. 365 (Caesaris Belli G. VI 26,1). τοὺς ἐντυγχάνοντας καὶ ταύτῃ μᾶλλον ἢ τῇ περὶ σῶμα ἀλκῇ δυσθήρατον εἶναι. De_ebrietate 175 ταῦτα δὴ καὶ τὰ τούτοις ὅμοια πίστεις ἐναργεῖς ἀκαταληψίας εἰσίν, ἔπειτα δὲ αἱ μηκέτι τῶν ζῴων ἁπάντων, ἀλλὰ καὶ ἀνθρώπων ἰδίᾳ πρὸς ἀλλήλους περὶ πάντα ποικιλίαι. De_ebrietate 176 οὐ γὰρ μόνον ἄλλοτε ἄλλως τὰ αὐτὰ κρίνουσιν, ἀλλὰ καὶ ἑτέρως ἕτεροι ἡδονάς τε καὶ ἀηδίας ἔμπαλιν τῶν αὐτῶν λαμβάνοντες· οἷς γὰρ δυσηρέστησαν ἔνιοι, ἐτέρφθησαν ἄλλοι, καὶ κατὰ τοὐναντίον ἅπερ ὡς φίλα καὶ οἰκεῖα ἐπισπασάμενοί τινες ἐδεξιώσαντο, ταῦθ’ ἕτεροι ὡς ἀλλότρια καὶ δυσμενῆ μακρὰν ἀφ’ ἑαυτῶν ἐσκοράκισαν. De_ebrietate 177 ἤδη γοῦν ἐν θεάτρῳ πολλάκις παρατυχὼν εἶδον ὑφ’ ἑνὸς μέλους τῶν ἀγωνιζομένων ἐπὶ τῆς σκηνῆς τραγῳδῶν ἢ κιθαρῳδῶν τοὺς μὲν οὕτως ἀχθέντας, ὡς ἀνεγειρομένους καὶ συνηχοῦντας ἄκοντας τὰ πρὸς ἔπαινον ἐκφωνεῖν, τοὺς δὲ οὕτως ἀτρώτως ἔχοντας, ὡς μηδὲν τῶν ἀψύχων βάθρων ἐφ’ οἷς καθέζονται ταύτῃ γοῦν διαφέρειν ἂν νομισθῆναι, ἐνίους δ’ οὕτως ἀλλοτριωθέντας, ὡς καὶ τὴν θέαν οἴχεσθαι καταλιπόντας, ἔτι καὶ προσαποσειομένους ἑκατέρᾳ τῶν χειρῶν τὰ ὦτα, μὴ ἄρα τι ἔναυλον ἀπολειφθὲν ἀηδίαν ὑπηχοῦν δυσκόλοις καὶ δυσαρέστοις ψυχαῖς ἐργάσηται. καίτοι τί ταῦτά φαμεν; De_ebrietate 178 αὐτός τις εἷς ὢν ἕκαστος ἐφ’ ἑαυτοῦ, τὸ παραδοξότατον, μυρίας μεταβολὰς καὶ τροπὰς δεχόμενος κατά τε σῶμα καὶ ψυχὴν τοτὲ μὲν αἱρεῖται, τοτὲ δ’ ἀποστρέφεται οὐδαμῶς μεταβάλλοντα, μένειν δ’ ἐπὶ τῆς αὐτῆς πεφυκότα κατασκευῆς· De_ebrietate 179 οὐ γὰρ τὰ αὐτὰ ὑγιαίνουσι καὶ νοσοῦσι προσπίπτειν φιλεῖ, οὐδὲ ἐγρηγορόσι καὶ κοιμωμένοις, οὐδὲ ἡβῶσι καὶ γεγηρακόσι· καὶ ἑστὼς 1 τυγχάνοντας L τὸ σῶμα D 2 εἶναι om. DV 3 εἰσὶν] ἐστίν H μηκέτι] μὴ μόνον Hei 3. 4 ἀνθρώπων ποικιλίαι περὶ πάντα ἴδιαι Her 4 πάντων Β 5 post κρίνουσιν add. ἄνθρωποι D, οἱ αὐτοί conicio 6 ἐμπαλιν— λαμβάνοντες om. D ἐκ τῶν αὐτῶν Mang. ἐνίοτε ἔνιοι H 7 — 17 ἄλλοι καὶ τὸ ἀνάπαλιν. ἀλλὰ τί ταῦτά φαμεν Her (om. 7 — 17 ἅπερ-ἐργάσηται) 8 ἀφ’] ἐφ’ G 8.9ἀφ’ἑαυτῶνom.D 9 ἥδη om. D ἐνγ’οὐν D εἶδον]αενD 10 tῆs om. N 10. 11 τραγωδὸν ἡ κιθαρῳδὸν U ἢ κιθαρῳδῶν om. D 11 συνοικοῦντας U 12 ἀτρέπτως L 2 l3 ταύτῃ] τότε conicio διαφέρειν D (coni. Mang.): διὰ γραμμάτων codd., διὰ γράμματος N 14 ἄν] λίαν D δὲ N 15 προσαποκλειομένους coni. Mang., προσαποσαττομένους Cohn ἑκάτερα GF 17 ἐνεργάσηται N 19 δέ Η 20 οὐδαμοῦ Ν̀̀ 20. 21 μεταβάλλοντα, ἀλλ’ ἐπὶ τῆς αὐτῆς μένοντα κατασκευῆς Her 20 μἐνειF 21 καὶ] τε καὶD φιλεῖν D οὐδὲ] οὐ γὰρD 22 ἐγρηγοροῦσι γοροῦσι UD, γρηγοροῦσι Hcr 21—205,3 γεγηρακόσι, καὶ θαρροῦσι καὶ δεδιόσι, καὶ ἑ καὶ κινουμένοις, ἔτι γε μὴν λυπουμένοις τε καὶ χαίρουσι, φιλοῦσί τε καὶ μισοῦσι. καὶ τί Her 4 — 14 DK fol. l3lr Φίλωνος ἐκ τοῦ περὶ μέθης β’: οὐ μόνον ἄλλωστε ἅλλως vo- μιστηναι. 21.22 ibid. : οὐ γὰρ ἐγρηγοροῦσι- γεγηρακόσιν. μέντοι καὶ κινούμενός τις ἑτέρας ἔλαβε φαντασίας, καὶ θαρρῶν καὶ δεδιὼς ἔμπαλιν, ἔτι μέντοι λυπούμενός τε καὶ χαίρων, καὶ φιλῶν καὶ τοὐναντίον μισῶν. καὶ τί δεῖ μακρηγοροῦντα περὶ τούτων ἐνοχλεῖν; De_ebrietate 180 συνελόντι γὰρ φράσαι πᾶσα ἡ σώματος καὶ ψυχῆς κατὰ φύσιν τε αὖ καὶ παρὰ φύσιν κίνησις αἰτία τῆς περὶ τὰ φαινόμενα ἀστάτου φορᾶς γίνεται μαχόμενα καὶ ἀσύμφωνα προσβαλλούσης ὀνείρατα. De_ebrietate 181 γίνεται δ’ οὐχ ἥκιστα τὸ περὶ τὰς φαντασίας ἄστατον καὶ παρὰ τὰς θέσεις καὶ παρὰ τὰ διαστήματα καὶ παρὰ τοὺς τόπους, οἷς ἕκαστα ἐμπεριέχεται. De_ebrietate 182 ἢ τοὺς κατὰ θαλάττης ἰχθῦς οὐχ ὁρῶμεν, ὁπότε τὰς πτέρυγας διατείνοντες ἐννήχοιντο, μείζους ἀεὶ τῆς φύσεως προφαινομένους; καὶ τὰς εἰρεσίας μέντοι, κἂν σφόδρα ὦσιν εὐθυτενεῖς, κεκλασμένας ὁρᾶσθαι συμβαίνει καθ’ ὕδατος. De_ebrietate 183 τά γε μὴν πορρωτάτω ψευδεῖς προσβάλλοντα φαντασίας τὸν νοῦν εἴωθεν ἀπατᾶν· ἄψυχα γὰρ ἔστιν ὅτε ὄντα ὑπετοπήθη ζῷα εἶναι καὶ τοὐναντίον τὰ ἔμψυχα ἄψυχα, ἔτι δὲ τὰ ἑστῶτα κινεῖσθαι καὶ τὰ κινούμενα ἑστάναι, καὶ τὰ μὲν προσιόντα ἐξαναχωρεῖν, τὰ δὲ ἀπιόντα πάλιν προσέρχεσθαι, καὶ βραχύτατα μὲν τὰ περιμηκέστατα, περιφερῆ δ’ αὖ τὰ πολυγώνια. καὶ μυρία ἄλλα ὑπὸ τῆς φανερᾶς ὄψεως ψευδογραφεῖται, οἷς οὐκ ἄν τις εὖ φρονῶν ὡς βεβαίοις συνεπιγράψαιτο. De_ebrietate 184 τί δ’ αἱ ἐν τοῖς σκευαζομένοις ποσότητες; παρὰ γὰρ τὸ πλέον ἢ ἔλαττον αἵ τε βλάβαι καὶ ὠφέλειαι συνίστανται, καθάπερ ἐπὶ μυρίων ἄλλων καὶ μάλιστα τῶν κατὰ τὴν ἰατρικὴν ἐπιστήμην ἔχει φαρμάκων· De_ebrietate 185 ἡ γὰρ ἐν ταῖς συνθέσεσι ποσότης ὅροις καὶ κανόσι μεμέτρηται, ὧν οὔτε ἐντὸς κάμψαι οὔτε περαιτέρω προελθεῖν ἀσφαλές — τὸ μὲν γὰρ ἔλαττον χαλᾷ, τὸ δὲ πλέον ἐπιτείνει τὰς δυνάμεις· βλαβερὸν δ’ ἑκάτερον, τὸ μὲν ἀδυνατοῦν ἐνεργῆσαι δι’ ἀσθένειαν, τὸ δὲ βλάψαι βιαζόμενον διὰ καρτερωτάτην ἰσχύν —, λειότησί τε αὖ καὶ τραχύτησι, πυκνότησί τε αὖ καὶ πιλήσεσι καὶ τοὐναντίον μανότησι καὶ ἐξαπλώσεσι 3. 4 ἐνοχλεῖν; φασὶ γὰρ ὅτι πᾶσα Her 4 συνελὼν τίΗ γὰρ οm. N αὖ G 2: αὐτὴG1UΗ, αὕτηFN, om. Her, secl.Arnim 6 προβαλλούσηςU, προσβαλλοῦσιν H φαωτάσματα Her 7 περὶ codd.Her: παρὰ Τurm. 7.8 ter παρὰ GUFL 2 Her: περὶ ΗL 1 7 θέσεις] θεωρίας FL 2 9 ἤ V 9 — 12 ἥ — ὕδατος] ἥ οὐχ ὁρῶμεν τὰς εὐθυτενεῖς κώπας κεκλασμένας Her ἰχθύας coni. Cohn 9. 10 διατείναντες F et Η ut vid. 12 τὰ δέ γε Η 12. 13 προβάλλοντα φαωτασίας ψευδεῖς Ηer 13. 14 γὰρ ἐνίοτε ὐπετοπήθη ἕμψυχα καὶ Ηer 14 τὰ ἕμψυχα ἅψυχα om. Her 15 κινεῖσθαι] κινούμενα Her ἑστῶτα Her ante καὶ add. καὶ τὴν μέν ναῦν ἑστῶσαν κινουμένην, τοὺς δ’ αὖ πύργους ἑστῶτας κινουμένους Her 19 κατασκευαζομένοις L 2,συσκευαζομένοις coni. Mang. 22 καὶκανόσι om. Her 23 οὕτε ἐν τῷ συστεῖλαι οὔτε ἐν τῷ ἐπιτεῖναι ἀσφαλὲς Her ἐντὸς] ἐν Tdi U 24 γὰρ om. Her πλέον scripsi: πλεῖον codd. Her 24—26 βλαβερὸν-ἰσχύν om. Her 25. 26 τὸ μὲν—ἰσχύν om. H 26 τε GUF: γε HL αὖθις L 27 πυκνώσεσι H τὸν εἰς βοήθειαν καὶ βλάβην ἔλεγχον ἐναργῶς διασυνίστησιν. De_ebrietate 186 ἀλλὰ μὴν οὐδὲ ἐκεῖνό τις ἀγνοεῖ, ὅτι τῶν ὄντων σχεδὸν ἐξ αὑτοῦ καὶ καθ’ αὑτὸ νενόηται τὸ παράπαν οὐδέν, τῇ δὲ πρὸς τὸ ἐναντίον παραθέσει δοκιμάζεται, οἷον τὸ μικρὸν παρὰ τὸ μέγα, τὸ ξηρὸν παρὰ τὸ ὑγρόν, παρὰ τὸ ψυχρὸν τὸ θερμόν, παρὰ τὸ βαρὺ τὸ κοῦφον, τὸ μέλαν παρὰ τὸ λευκόν, τὸ ἀσθενὲς παρὰ τὸ ἰσχυρόν, τὰ ὀλίγα παρὰ τὰ πολλά. De_ebrietate 187 κατὰ τὸ παραπλήσιον μέντοι καὶ ὅσα ἐπ’ ἀρετὴν ἢ κακίαν ἀναφέρεται, τὰ ὠφέλιμα διὰ τῶν βλαβερῶν γνωρίζεται, τὰ καλὰ τῇ τῶν αἰσχρῶν ἀντιθέσει, τὰ δίκαια καὶ κοινῶς ἀγαθὰ τῇ τῶν ἀδίκων καὶ κακῶν παραθέσει, καὶ πάντα μέντοι τὰ ἄλλα ὅσα ἐν κόσμῳ σκοπῶν ἄν τις εὕροι κατὰ τὸν αὐτὸν τύπον λαμβάνοντα τὴν ἐπίκρισιν· ἐξ ἑαυτοῦ μὲν γὰρ ἕκαστον ἀκατάληπτον, ἐκ δὲ τῆς πρὸς ἕτερον συγκρίσεως γνωρίζεσθαι δοκεῖ. De_ebrietate 188 τὸ δὲ μὴ ἑαυτῷ μαρτυρεῖν ἱκανόν, τῆς δὲ ἀφ’ ἑτέρου χρῇζον συνηγορίας, ἀβέβαιον εἰς πίστιν· ὥστε καὶ ταύτῃ τοὺς εὐχερῶς ὁμολογοῦντας ἢ ἀρνουμένους περὶ παντὸς οὑτινοσ οῦν ἐλέγχεσθαι. De_ebrietate 189 καὶ τί θαυμαστόν; προσωτέρω γάρ τις χωρήσας τῶν πραγμάτων καὶ εἱλικρινέστερον αὐτὰ αὐγασάμενος εἴσεται τοῦθ’, ὅτι ἓν οὐδὲν καθ’ ἁπλῆν ἡμῖν τὴν ἑαυτοῦ προσπίπτει φύσιν, ἀλλὰ πάντα μίξεις πολυπλοκωτάτας De_ebrietate 190 ἔχοντα καὶ κράσεις. αὐτίκα τῶν χρωμάτων ἀντιλαμβανόμεθα πῶς; ἆρ’ οὐ σὺν ἀέρι καὶ φωτί, τοῖς ἐκτός, καὶ τῷ κατ’ αὐτὴν τὴν ὄψιν ὑγρῷ; γλυκὺ δὲ καὶ πικρὸν τίνα τρόπον δοκιμάζεται; μὴ δίχα τῶν καθ’ ἡμᾶς αὐτοὺς ἐνστομίων χυλῶν ὅσοι κατὰ φύσιν ἢ παρὰ φύσιν; οὐ δήπου; τί δ’; αἱ ἀπὸ τῶν ἐπιθυμιωμένων ὀσμαὶ μὴ τὰς ἁπλᾶς καὶ εἱλικρινεῖς τῶν σωμάτων φύσεις παριστᾶσιν; ἢ τὰς κεκραμένας ἔκ τε αὐτῶν καὶ ἀέρος, ἔστι δ’ ὅτε καὶ τοῦ τήκοντος τὰ σώματα πυρὸς 1 τὸν] τῶν U συνίστησιν Her 2 οὐδ’ Η αὐτοῦ codd. 3 αυι ίο G2Hh αὑτὸν G1UF Her 4 δικάζεται coni. Mang. οἶον] οἵ Η 4. 5 τὸ θερμὸν παρὰ τὸ ψυχρόν, τὸ ξηρόν παρὰ τὸ ὑγρὸν transpos. Her 5. 6 τὸ λευκὸν παρὰ τὸ μέλαν Her 6 τὸ ὀλίγον παρά τὸ πολύ, τὸ ἀσθενὲς παρὰ τό ἰσχυρόν transpos. et τό πλῆθος παρὰ τὸν τόπον, παρὰ τὴν δύναμιν ιὸ φορτίον, πρὸς τὴν διάθεσιν αἱ ἡδοναὶ καὶ λῦπαι add. Her 7 μέντοι om. Her κἀν τοῖς ὅσα conicio ἢ] ἡ G, ἡ καὶ V 8 ἐγνωρίζετο Her 10 μέντοι] τοίνυν Her dXXo] καλὰ H 11 tuttov] τρόπον conicio 12 γάρ om- Her 13 — 16 τὸ δἑ-θαυμαστὸν om. Her 15 οὑτινοσοῦν Arnim: οὗτινος codd. 17 τοῦτο H Her 19 καὶ κράσεις ἔχοντα Her 22 χιλῶν G, χυλῶν δὲ v κατὰ] τε κατὰ Ηer ἥ παρά φύσιν om. H 23. 24 ἁπλῶς εἰλικρινεῖς Her 24 καὶ add. Maug. παριστῶσιν H 13. 14 Anton Mel. I 22 col. 845 τὸ μὴ ἑαυτὸμ—πίστιν. καὶ τῆς κατὰ τοὺς μυκτῆρας δυνάμεως; De_ebrietate 191 ἐκ δὴ τούτων συνάγεται, ὅτι οὔτε χρωμάτων ἀντιλαμβανόμεθα, ἀλλὰ τοῦ συνισταμένου κράματος ἔκ τε τῶν ὑποκειμένων καὶ φωτός, οὔτε ὀσμῶν, ἀλλὰ μίγματος, ὅπερ συνέστη διά τε τοῦ ῥυέντος ἀπὸ τῶν σωμάτων καὶ τοῦ πανδεχοῦς ἀέρος, οὔτε χυλῶν, ἀλλὰ τοῦ γενομένου διά τε τοῦ προσιόντος γευστοῦ καὶ τῆς κατὰ τὸ στόμα ὑγρᾶς οὐσίας. De_ebrietate 192 τούτων δὴ τοῦτον ἐχόντων τὸν τρόπον εὐήθειαν ἢ προπέτειαν ἢ ἀλαζονείαν ἄξιον καταγινώσκειν τῶν ἢ ὁμολογεῖν ἢ ἀρνεῖσθαι περὶ παντὸς οὑτινοσοῦν ῥᾳδίως ὑπομενόντων. εἰ μὲν γὰρ αἱ ἁπλαῖ δυνάμεις ἐκποδών, αἱ δὲ μικταὶ καὶ ἐκ πλειόνων συνηρανισμέναι προῦπτοι, ἀμήχανον δὲ καὶ τὰς ἀοράτους ἰδεῖν καὶ διὰ τῶν κεκραμένων τὸν ἑκάστης τῶν συνερανισθεισῶν τύπον ἰδίᾳ κατανοῆσαι, τί ἂν εἴη λοιπὸν ἢ τὸ ἐπέχειν [ἀναγκαῖον]; De_ebrietate 193 ἐκεῖνα δ’ ἡμᾶς οὐ παρακαλεῖ μὴ λίαν τοῖς ἀφανέσι προπιστεύειν, ἃ σχεδὸν κατὰ πᾶσαν τὴν οἰκουμένην ἀνακέχυται κοινὸν Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις ἐπάγοντα τὸν ἐκ τοῦ κρίνειν ὄλισθον; τίνα οὖν ταῦτ’ ἐστίν; ἀγωγαὶ δήπουθεν αἱ ἐκ παίδων καὶ ἔθη πάτρια καὶ παλαιοὶ νόμοι, ὧν ἓν οὐδὲν ὁμολογεῖται ταὐτὸν εἶναι παρὰ πᾶσιν, ἀλλὰ κατὰ χώρας καὶ ἔθνη καὶ πόλεις, μᾶλλον δὲ καὶ κατὰ κώμην καὶ οἰκίαν ἑκάστην, ἄνδρα μὲν οὖν καὶ γυναῖκα καὶ νήπιον παῖδα τοῖς ὅλοις διακέκριται· De_ebrietate 194 τὰ γοῦν αἰσχρὰ παρ’ ἡμῖν ἑτέροις καλά, καὶ τὰ πρέποντα ἀπρεπῆ, καὶ τὰ δίκαια ἄδικα, καὶ ἀνόσια μὲν τὰ ὅσια, νόμιμα δ’ αὖ τὰ παράνομα, ἔτι δὲ ψεκτὰ τὰ ἐπαινετὰ καὶ ὑπόδικα τὰ τιμῆς ἄξια καὶ ὅσα ἄλλα ἐναντία ταῦτα νομίζουσι. De_ebrietate 195 καὶ τί δεῖ μακρηγορεῖν τὸν ὑπὸ ἑτέρων ἀναγκαιοτέρων μεθελκόμενον; εἰ μέντοι βουληθείη τις ὑπὸ μηδεμιᾶς ἄλλης καινοτέρας θέας ἀγόμενος, ἐνευκαιρήσας τῷ προτεθέντι κεφαλαίῳ τὰς ἑκάστων ἀγωγὰς 2 οὔτε] ὅτι G1 ἀντιλαμβάνει HL1 2. 3 τοῦ—ἀλλὰ om. Η 3 καὶ om. G 4 ῥυόντος H 4. 5 πανδεχοῦς—τε τοῦ om. G 5 οὔτε] οὔτε δὴ Her 6 στόμα] σῶμα L δὴ scripsi: ἤδη codd., δὲ ἡδῆ Her 7 — 12 εὐή- θειαν — κατανοῆσαι om. Her 9 εἰ μὴ καὶ ἁπλῶς HL1 καὶ] καὶ αἱ G 10 ωνηραdναι G1F, συνηραμμέναι L2, συνερραμμέναι G2 φροῦδοι Turn. ἀοράτων F II κεκραμμένων Η ἑκάστη U συνηῥ νισθεισῶν U 12 ἀναγκαῖον secl. Cohn ἐκεῖνα Mang. : ἐκεῖνο GUF Her, ἐκεῖ H 13 προπιστεύειν Turn.: προσπιστεύειν codd., πιστεύειν Her κατὰ] ἀνά L 14. 15 ἐπάγοντα Her: ἐπαγαγόντα codd. 15 τὸν] τὴν -Her δήπουθεν om. Her 16 παλαιοὶ om. Her 16. 17 ἓν-ἔτη om. F 18. 19 πόλεις καὶ κώμας καὶ οἰκίας, ἄνδρας τε καὶ γυναῖκας καὶ νήπια· τὰ γοῦν Her 19 ὅλων H, ἄλλοις L 21 ὅσια] ἀνόσια Η παρανόμιμα H tertium τὰ om. G1 22 τῆς τιμῆς Her ἐναντία om. U Her ταὐτά coni. Mang., τοιαῦτα conicio 24 ἄλλο et litt. evanida in F 25 ἐνερευνήσας L προθέντι F, εἰρημένῳ Her καὶ ἔθη καὶ νόμους ἐπιέναι χωρῶν, ἐθνῶν, πόλεων, τόπων, ὑπηκόων ἡγεμόνων, ἐνδόξων ἀδόξων, ἐλευθέρων οἰκετῶν, ἰδιωτῶν ἐπιστημόνων, οὐχ ἡμέραν μίαν οὐδὲ δύο, ἀλλὰ οὐδὲ μῆνα ἢ ἐνιαυτόν, τὸν δὲ ἅπαντα ἑαυτοῦ κατατρίψει βίον, κἂν αἰῶνι χρήσηται μακρῷ, καὶ οὐδὲν ἧττον πολλὰ ἀδιερεύνητα καὶ ἀπερίσκεπτα καὶ ἄφωνα λήσει καταλιπών. De_ebrietate 196 οὐκοῦν ἄλλων παρ’ ἄλλοις οὐ βραχεῖ μόνον διεστηκότων, ἀλλὰ καὶ τοῖς ὅλοις ἀπᾳδόντων, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι, ἀνάγκη καὶ τὰς προσπιπτούσας De_ebrietate 197 διαφέρειν φαντασίας καὶ τὰς κρίσεις ἀλλήλαις πεπολεμῶσθαι. ὧν ὑπαρχόντων τίς οὕτως ἔκφρων ἐστὶ καὶ παράληρος, ὡς φάναι παγίως, ὅτι τὸ τοιόνδε ἐστὶ δίκαιον ἢ φρόνιμον ἢ καλὸν ἢ συμφέρον; ὃ γὰρ ἂν οὗτος ὁρίσῃ, τἀναντία μεμελετηκὼς ἐκ παίδων ἕτερος ἀκυρώσει. De_ebrietate 198 ἐγὼ δ’ οὐ τεθαύμακα, εἰ πεφορημένος καὶ μιγὰς ὄχλος, ἐθῶν καὶ νόμων τῶν ὁπωσοῦν εἰσηγμένων ἀκλεὴς δοῦλος, ἀπ’ αὐτῶν ἔτι σπαργάνων ὑπακούειν ὡς ἂν δεσποτῶν ἢ τυράννων ἐκμαθών, κατακεκονδυλισμένος τὴν ψυχὴν καὶ μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μὴ δυνάμενος πιστεύει τοῖς ἅπαξ παραδοθεῖσι καὶ τὸν νοῦν ἐάσας ἀγύμναστον ἀδιερευνήτοις καὶ ἀνεξετάστοις συναινέσεσί τε καὶ ἀρνήσεσι χρῆται, ἀλλ’ εἰ καὶ τῶν λεγομένων φιλοσόφων ἡ πληθὺς τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδὲς ἐπιμορφάζουσα θηρᾶν κατὰ στίφη καὶ λόχους διακέκριται καὶ δόγματα ἀσύμφωνα, πολλάκις δὲ καὶ ἐναντία οὐ περὶ ἑνὸς τίθεται τοῦ τυχόντος, ἀλλὰ σχεδὸν περὶ πάντων μικρῶν τε καὶ μεγάλων, ἐν οἷς αἱ ζητήσεις συνίστανται· De_ebrietate 199 οἱ γὰρ ἄπειρον τὸ πᾶν εἰσηγούμενοι τοῖς πεπερασμένον εἶναι λέγουσιν ἢ οἱ τὸν κόσμον ἀγένητον τοῖς γενητὸν 1 τε καὶ ἔθη Her πόλεων ἐθνῶν τόπων F πόλεων τόπων GU Her: τόπων πόλεων H 1. 2 ἡγεμόνων ὑπηκόων Her 2 ἐπιστημόνων ἰδιωτῶν Ηer 3 ἀλλὰ οm. H 4 αὐτοῦ G κἅν—μακρῷ om. Her χρήσαιτο Η καὶ delevi vult. Cohn 5 καὶ ἄφωνα om. Her ἀφανῆ coni. Mang. 6 βραχύ Turn. Her 7 προπιπτούσας HL 8 πεπολεμῆσθαι U 9 παγίως] βεβαίως Her 10 ποιὸν δέ G1F Her ἥ καλὸν om. Her 1 1 post ὁρίση add. ὁ Her ἐκ παίδων μεμελετηκὼς Her 11. 12 ἀκυριὑσει καὶ οὐ θαυμαστόν, εἰ Her 12 δὲ H οὐ] οὔτε F συμπεφορημένος V 14 ὑπακούειν] μὴ ἀκούειν Η 16 παραδοθεῖσιν ἅπαξ Ηer 17 συνέσεσί Ηer 17 — 19 ἀλλ’ ἤδη καὶ τῶν φιλοσόφων ἡ πληθὺς μὴ δυνηθεῖσα τὸ ἐν τοῖς οὖσι σαφὲς καὶ ἀψευδἐς ἐξευρεῖν κατὰ Ηer 19 θήρα U 20 τίθεται scripsi: τίθενται codd. 21 ρικρῶν- ἐν om. Her 22 συνίσταται U 22. 23 πεπερασμένοις Η 23 λέγων Η post λέγουσιν add. ἀντιφέρονται Her ἡ] καὶ Her ἀγέννητον H γεννητὸν Η, γεγενημένον U Her 15 Demo.sthenes or. Olynth. III32: ἔστι δ’ οὐδέποτ’, οἶμαι, μέγα καὶ νεανικὸν φρόνημα λαβεῖν μικρὰ καὶ φαῦλα πράττοντας. ἀποφαινομένοις ἢ οἱ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἀλόγου καὶ ἀπαυτοματιζούσης ἐξάψαντες φορᾶς τοῖς ὑπολαμβάνουσι πρόνοιαν καὶ ἐπιμέλειαν ὅλου καὶ τῶν μερῶν θαυμαστήν τιν’ εἶναι ἡνιοχοῦντος καὶ κυβερνῶντος ἀπταίστως καὶ σωτηρίως θεοῦ πῶς ἂν δύναιντο τὰς αὐτὰς καταλήψεις τῶν ὑποκειμένων ποιεῖσθαι πραγμάτων; De_ebrietate 200 αἱ δὲ περὶ τὴν τἀγαθοῦ σκέψιν φαντασίαι ἆρ’ οὐκ ἐπέχειν μᾶλλον ἢ ὁμολογεῖν βιάζονται τῶν μὲν ἀγαθὸν εἶναι νομιζόντων μόνον τὸ καλὸν καὶ θησαυριζομένων αὐτὸ ἐν ψυχῇ, τῶν δὲ πρὸς πλείω κατακερματιζόντων καὶ ἄχρι σώματος καὶ τῶν ἐκτὸς ἀποτεινόντων; De_ebrietate 201 οὗτοι λέγουσι τὰς μὲν τυχηρὰς εὐπραγίας δορυφόρους εἶναι σώματος, ὑγείαν δὲ καὶ ἰσχὺν καὶ τὸ ὁλόκληρον καὶ ἀκρίβειαν αἰσθητηρίων καὶ ὅσα ὁμοιότροπα τῆς βασιλίδος ψυχῆς· τρισὶ γὰρ τῆς τἀγαθοῦ φύσεως κεχρημένης τάξεσι τὴν μὲν τρίτην καὶ ἐξωτάτην τῆς δευτέρας καὶ ὑπεικούσης πρόμαχον εἶναι, τὴν δὲ δευτέραν τῆς πρώτης μέγα πρόβλημα καὶ φυλακτήριον γεγενῆσθαι. De_ebrietate 202 καὶ περὶ αὐτῶν τούτων μέντοι καὶ βίων διαφορᾶς καὶ τελῶν πρὸς ἃ χρὴ τὰς πράξεις ἁπάσας ἀναφέρεσθαι καὶ μυρίων ἄλλων ὅσα τε ἡ λογικὴ καὶ ἠθικὴ καὶ φυσικὴ πραγματεία περιέχει γεγόνασι σκέψεις ἀμύθητοι, ὧν ἄχρι τοῦ παρόντος οὐδεμία παρὰ πᾶσι τοῖς σκεπτικοῖς συμπεφώνηται. De_ebrietate 203 οὐκ εἰκότως οὖν τῶν δυεῖν θυγατέρων, βουλῆς τε καὶ συναινέσεως, ἁρμοσθεισῶν καὶ συνευνασθεισῶν ὁ νοῦς ἀγνοίᾳ ἐπιστήμης χρώμενος εἰσάγεται; λέγεται γὰρ ὅτι „οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὰς καὶ ἀναστῆναι“ (Gen. 19,33.35)· De_ebrietate 204 οὔτε γὰρ ὕπνον οὔτε ἐγρήγορσιν οὔτε σχέσιν οὔτε κίνησιν ἔοικε σαφῶς καὶ παγίως καταλαμβάνειν, ἀλλὰ καὶ ὁπότε ἄριστα βεβουλεῦσθαι δοκεῖ, τότε μάλιστα ἀβουλότατος ὢν εὑρίσκεται τῶν πραγμάτων μὴ ὅμοιον τοῖς προσδοκηθεῖσι λαβόντων τὸ τέλος· De_ebrietate 205 καὶ ὁπότε 1 ἡ] καὶ Her 1. 2 αὐτοματιζούσης Her 2 φορὰν GU Her 3 ὅλου] spatium, tum οὐ in U 3 — 5 θαυμαστήν -πραγṕτων om., alia inseruit Her 3 τινα H 4 πῶς UU: ὡς GF 5. 6 τοῦ ἀγαθοῦ τὴν σκέψιν Her 6 τοῦ ἀγαθοῦ Η 7 μόνον τὸ καλὸν om. Her 7. 8 θησαυριζόντων Her 9 οὔτοι] οἵτινες Her τὰς] ὅτι τἀς Her 10 δὲ Arnim: τε codd. Her τό] τὴν Turn. 11 prius καὶ codd. Ηer: καὶ τὴν Mang., om. Turn. 12 τρισὶ γάρ φησι τἀγαθοῦ φύσεως κεχρήμεθα Her τῆς τἀγαθοῦ scripsi: τῆς ἀγαθοῦ H, ἀγαθῶν G, τἀγαθοῦ U, ἀγαθοῦ F 13 ἐξωτάτην τῆς Η: ἐξωτάτης U, ἔξω τὰ τῆς G, ἐξωτάτην F, ἔξω τῆς Her, ἐξωτάτω τῆς conicio καὶ ὑπεικούσης om. Her. ὑπεικούσης Turn.: ὑπειλοὑσης GFH, ἀπειλούσης U εἶναι] ἣν H 14 γεγενῆσθαι om. Her 15 τούτων Η: τῶν GUF, om. Her 16 ἀπάσας om. Her 17 alterum καὶ] καὶ ἡ G πράγματα L1 19 oὐκ ἀπεικότως conicio δυεῖν GF: δύο UH 20 συναινέσεως Mang. : συνέσεως codd. καὶ συνευνασθειδῶν om. H ἐπιστήμης] παωτελεῖ conicio, aut ἐπιστήμης del. (idem secl. Cohn) συνεπιγράφεσθαί τισιν ὡς ἀληθέσιν ἔδοξε, τὴν ἐπ’ εὐχερείᾳ καρποῦται κατάγνωσιν, ἀπίστων καὶ ἀβεβαίων, οἷς πρότερον ὡς βεβαιοτάτοις ἐπίστευε, φαινομένων· ὥστε εἰς τὰ ἐναντία, ὧν ὑπετόπησέ τις, εἰωθότων περιίστασθαι τῶν πραγμάτων ἀσφαλέστατον τὸ ἐπέχειν εἶναι. De_ebrietate 206 Διειλεγμένοι δὴ περὶ τούτων ἱκανῶς ἐπὶ τὰ ἀκόλουθα τῷ λόγῳ τρεψώμεθα. ἔφαμεν τοίνυν ἐκ τοῦ μεθύειν καὶ τὴν πολλοὺς πολλάκις μεγάλα βλάπτουσαν γαστριμαργίαν δηλοῦσθαι, ᾗ τοὺς χρωμένους ἔστιν ἰδεῖν, κἂν τὰς τοῦ σώματος δεξαμενὰς ἀποπληρωθῶσι πάσας, ἔτι κενοὺς τὰς ἐπιθυμίας ὄντας· De_ebrietate 207 οὗτοι κἂν ὑπὸ πλήθους ὧν ἐνεφορήσαντο διακορεῖς γενόμενοι πρὸς ὀλίγον χρόνον καθάπερ οἱ πεπονηκότες ἀθληταὶ τὰ σώματα διαπνεύσωσι, πάλιν ἐπαποδύονται τοῖς αὐτοῖς ἀγωνίσμασιν. De_ebrietate 208 ὁ γοῦν βασιλεὺς τῆς Αἰγυπτίας χώρας, τοῦ σώματος, τῷ μέθης ὑπηρέτῃ δόξας οἰνοχόῳ δυσχερᾶναι πάλιν οὐκ εἰς μακρὰν καταλλαττόμενος ἐν ταῖς ἱεραῖς βίβλοις εἰσάγεται τοῦ τὰς ἐπιθυμίας ἀναρρηγνύντος πάθους ὑπομνησθεὶς ἐν ἡμέρᾳ γενέσεως φθαρτῆς, οὐκ ἐν ἀφθάρτῳ τοῦ ἀγενήτου φωτός· λέγεται γὰρ ὅτι „ἡμέρα γενέσεως ἦν Φαραώ“ (Gen. 40,20), ἡνίκα ἐκ τοῦ δεσμωτηρίου τὸν ἀρχιοινοχόον ἐπὶ σπονδαῖς μετεπέμψατο· De_ebrietate 209 τοῦ γὰρ φιλοπαθοῦς ἴδιον λαμπρὰ τὰ γενητὰ καὶ φθαρτὰ ἡγεῖσθαι διὰ τὸ νυκτὶ καὶ σκότῳ κεχρῆσθαι βαθεῖ πρὸς τὴν τῶν ἀφθάρτων ἐπιστήμην· οὗ χάριν εὐθὺς τὴν ἐξάρχουσαν ἡδονῆς μέθην καὶ τὸν ὑπηρέτην 1 εὐχέρειαν G 2. 3 ἐπίστευεν ὡς βεβαιοτάτοις U 3 τὰς ἐναντίων G 5. 6 τοῦ λόγου coni. Mang. 6 τρεψτήθα G 7 μγάλα om. G βλάπτουσι Η 8 ἀποπληρωθεισῶν F 10 πεπονηκότες Η: πεπονηθἐνπς GUF 11 διαπνεύσουσι U, διαπνεύσας G1 (διαπνεύσατό τις G2?) 14 τοῦ Mang. (falso ad F provocans): πρὸς τοῦ GUF, πρός HL πάθους om. H 15 φθαρτῇ coni. Cohn ἀφθάρτου conicio (ἐν secluso) 15. 16 ἀγετήτου FH 18 φομαθοῦς L, φιλοσωμάτου Turn. λαμπρδν Η γεννητὰ FH 20 ἐξάρχουσαν ἡδοτῆς Mang. : ἐξ ἀρχόντων ἡδονὴν codd. 16 sqq. Origenes Comment. in Matlh. X 22 p. 471: ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Οαραὼ γενέθλιον καὶ διηγήσατο, ὅτι ὁ φαῦλος τά γενέσεως ἀγαπῶν πράγματα ἑορτάζει γενέθλιον . . . . . Selecta in Genesim p. 44: τῶν μὲν πρὸ ἡμῶν ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα καὶ τὴν ἡdμν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος . . . Homilia VΙII 3 in Levit. p. 229: nemo ex omnibus sanctis invenitur diem festum vel convivium .egisse in die natalis sui . . . . soli peccatores super huiusmodi nativitate laetantur. invenimus etenim in veteri quidem testamento Pharaonem regem Aegypti diem natalis sui cum festivitate celebrantem. Homilia I 8 in librum Regum p. 486. — cf. etiam Augustini Qtiaeslionem de Genesi L. αὐτῆς δεξιοῦται. De_ebrietate 210 τρεῖς δ’ εἰσὶν οἱ τῆς ἀκολάστου καὶ ἀκράτορος ψυχῆς ἑστιοῦχοί τε καὶ θεραπευταί, ἀρχισιτοποιός, ἀρχιοινοχόος, ἀρχιμάγειρος, ὧν ὁ θαυμασιώτατος μέμνηται Μωυσῆς διὰ τούτων· „καὶ ὠργίσθη Φαραὼ ἐπὶ τοῖς δυσὶν εὐνούχοις, ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ, καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ ἀρχιδεσμοφύλακι“ (Gen. 40,2.3). ἔστι δὲ καὶ ὁ ἀρχιμάγειρος εὐνοῦχος· λέγεται γὰρ ἑτέρωθι· „κατήχθη δὲ Ἰωσὴφ εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν εὐνοῦχος Φαραώ, ἀρχιμάγειρος“ (Gen. 39,1), καὶ πάλιν· „ἀπέδοντο τὸν Ἰωσὴφ τῷ σπάδοντι Φαραώ, ἀρχιμαγείρῳ“ (Gen. 37,36). De_ebrietate 211 τίνος δὴ χάριν οὔτ’ ἀνὴρ οὔτε γυνὴ τῶν λεχθέντων οὐδὲν ἁπλῶς ἐπιτέτραπται; ἢ ὅτι σπείρειν μὲν ἄνδρες γονὰς ὑποδέχεσθαι δὲ γυναῖκες ἐκ φύσεως πεπαίδευνται, ὧν τὴν εἰς ταὐτὸ σύνοδον αἰτίαν γενέσεως καὶ τῆς τοῦ παντὸς διαμονῆς εἶναι συμβέβηκεν, ἀγόνου δὲ καὶ ἐστειρωμένης, μᾶλλον δὲ ἐξευνουχισμένης ψυχῆς σιτίοις πολυτελέσι καὶ ποτοῖς καὶ ὄψων περιέργοις παραρτύσεσι χαίρειν μήτε τὰ ἀρετῆς ἄρρενα ὡς ἀληθῶς σπέρματα καταβάλλεσθαι δυναμένης μήτε τὰ καταβληθέντα παραδέξασθαι καὶ ἀναθρέψασθαι, ἀλλ’ οἷα λυπρὰν ἄρουραν καὶ λιθώδη πρὸς διαφθορὰν μόνον πεφυκέναι τῶν ἀεὶ ζῆν ὀφειλόντων; δόγμα δὴ τίθεται κοινωφελέστατον, De_ebrietate 212 ὅτι πᾶς ὁ δημιουργὸς ἡδονῆς σοφίας ἐστὶν ἄγονος οὔτε ἄρρην ὢν οὔτε θήλεια, διὰ τὸ μήτε διδόναι μήτε λαμβάνειν τὰ πρὸς ἀφθαρσίαν ἱκανὸς εἶναι σπέρματα, μελετᾶν δ’ αἰσχίστην κατὰ τοῦ βίου μελέτην, φθείρειν τὰ ἄφθαρτα καὶ σβεννύναι τὰ μένοντα τῆς φύσεως λαμπάδια ἄσβεστα. De_ebrietate 213 τῶν τοιούτων οὐδενὶ ἐπιτρέπει Μωυσῆς εἰς ἐκκλησίαν ἀφικνεῖσθαι θεοῦ· λέγει γὰρ ὅτι „θλαδίας καὶ ἀποκεκομμένος οὐκ εἰσελεύσεται εἰς ἐκκλησίαν κυρίου“ (Deut. 23,1). τί γὰρ τῷ σοφίας ἀγόνῳ λόγων 1 οἱ] οὖ F 2 ἑστιάτορες coni. Mang., εὐνοῦχοι Cohn 2. 3 ἀρχιμάγειρος, ἀρχιοινοχόος Η 3 θαυμασιώτατος GF: θαυμάσιος UH 4 δυσὶν] δὲ H 5 ἀρχιδεσμοφήλακι Cohn: ἀρχιμαγείρω codd. 6 λέγει H 9 πάδοντι H δὴ GU: δ’εἴη F,δὲ H 10 oὐδὲ U 11 δὲ GF: om. UH, τε conicio 13 ἀγομένης G1 δ’ F 16 δυναdναις Η 17 διαφορὰν G1U 18 τῶν ἐξοφειῶν. δόγμα H δὴ] δὲ coni. Μang. 19 πῶς; H ὁ om. V 20 τὸ] τοῦτο H ἱκανῶς G, ἱκανὰ H, ἱκανὸν Turn. 21 μελέτην H 23 οὐδὲν U 18 sqq. Origenes Comment. in Matthaeum XV 5 p. 656: εἰ δὲ χρὴ καὶ ἱστοριῶν ἐφάψασθαι τῶν κατὰ τὰς γραφὰς μετὰ τῆς ὑποφαινομένης ἡμῖν εἰς αὐτὰς ἀναγωγῆς, φήσομεν ὅτι εἰσί τινες εὐνοῦχοι τοῦ Φαραὠ, ἅγονοι παντὸς καλοῦ, ἵνα οἰνοχοῶσιν αὐτῷ καὶ σιτοποιῶσιν εύνουχισθέντες. 23 — 25 N fol. 187r τῶν τοιοὐτων—κυρίου. ἀκροάσεως ἱερῶν ὄφελος ἐκτετμημένῳ πίστιν καὶ παρακαταθήκην βιωφελεστάτων δογμάτων φυλάξαι μὴ δυναμένῳ; De_ebrietate 214 τρεῖς δ’ ἄρ’ εἰσὶν ἀνθρώπων γένους ἑστιάτορες, ἀρχισιτοποιός, οἰνοχόος, ὀψαρτυτής, εἰκότως, ἐπειδὴ τριῶν χρήσεώς τε καὶ ἀπολαύσεως ἐφιέμεθα, σιτίων, ὄψου, ποτῶν· ἀλλ’ οἱ μὲν μόνων τῶν ἀναγκαίων, οἷς πρός τε τὸ ὑγιεινῶς καὶ μὴ ἀνελευθέρως ζῆν ἐξ ἀνάγκης χρώμεθα, οἱ δὲ ἀμέτρων καὶ σφόδρα περιττῶν, ἃ τὰς ὀρέξεις ἀναρρηγνύντα καὶ τὰς τοῦ σώματος δεξαμενὰς πλήθει βαρύνοντα καὶ πιέζοντα μεγάλα καὶ παντοδαπὰ τίκτειν νοσήματα φιλεῖ. De_ebrietate 215 οἱ μὲν οὖν ἡδονῆς καὶ ἐπιθυμίας καὶ παθῶν ἰδιῶται καθάπερ οἱ ἐν ταῖς πόλεσι δημοτικοὶ ἀμισῆ καὶ ἀνεπαχθῆ βίον ζῶντες, ἅτε ὀλιγοδεεῖς ὄντες, οὐ ποικίλων καὶ περιέργων τὴν τέχνην δέονται ὑπηρετῶν, ἀλλ’ ἀποικίλῳ χρωμένων ὑπηρεσίᾳ, μαγείρων, οἰνοχόων, σιτοποιῶν· De_ebrietate 216 οἱ δὲ ἡγεμονίαν καὶ βασιλείαν νομίζοντες εἶναι τὸ ἡδέως ζῆν καὶ πάντα καὶ μικρὰ καὶ μείζω πρὸς τοῦτ’ ἀναφέροντες ἀρχιμαγείροις καὶ ἀρχιοινοχόοις καὶ ἀρχισιτοποιοῖς ὑπηρέταις ἀξιοῦσι χρῆσθαι, τουτέστιν ἄκρως ἐκπεπονηκόσιν ἕκαστον ὧν ἐπετήδευσαν· De_ebrietate 217 τὰ μὲν γὰρ ἀμήτων καὶ μελιπήκτων καὶ ἄλλων ἀμυθήτων πεμμάτων ποικιλώτατα γένη οὐ μόνον ταῖς τῆς ὕλης διαφοραῖς, ἀλλὰ καὶ τῷ τρόπῳ τῆς κατασκευῆς καὶ τοῖς σχήμασι πρὸς οὐ μόνον τὴν γεύσεως ἀλλὰ καὶ τὴν ὄψεως ἀπάτην περιειργασμένα οἱ περὶ σιτοποιίαν ἄκροι μελετῶσι· De_ebrietate 218 τὰ δὲ περὶ ἐξέτασιν οἴνου θᾶττον ἀναδιδομένου καὶ μὴ κεφαλαλγοῦς καὶ τοὐναντίον ἀνθίμου καὶ εὐωδεστάτου, πολλὴν ἢ ὀλίγην ἀναδεχομένου τὴν μεθ’ ὕδατος κρᾶσιν εἰς σφοδρὸν καὶ σύντονον ἢ πρᾷον καὶ ἀνειμένον ἐπιτηδείου πότον καὶ ὅσα τοιουτότροπα ἀρχιοινοχόων ἐπιτηδεύματα ἐπ’ αὐτὸ δὴ τῆς τέχνης ἀφιγμένων τὸ τέλος· De_ebrietate 219 ἰχθύας δὲ καὶ ὄρνεις καὶ τὰ παραπλήσια ποικίλως ἀρτῦσαι καὶ κατασκευάσαι καὶ ὅσα ἄλλα ὄψα | ἡδῦναι περιττοὶ τὴν ἐπιστήμην εἰσὶν εὐτρεπεῖς ὀψαρτυταί, μυρία χωρὶς ὧν ἤκουσαν ἢ εἶδον ἄλλ’ ἐκ τῆς συνεχοῦς μελέτης καὶ τριβῆς τῶν εἰς ἁβροδίαιτον καὶ τεθρυμμένον τὸν ἀβίωτον βίον ἐπινοῆσαι δεινοί. De_ebrietate 220 ἀλλὰ 1 ἐκτετιμημένω F 5 ποτοῦ Η μόνον G οἷς] οἱ GU 8 τίκτει UH 9 ἐπιθυμιῶν Η 10. ταῖς] τοῖς H 12 ἀλλ’ ἀποικαῳ Mang. : ἀλλὰ ἀποικίλων GUF, ἀλλὰ ποικίλω H χρῶνται conicio 13 εἶναι νομ́ζοντες H παρὰ ante πάντα add. FL2 18 τῷ om. L τρόπον Η 20 σιτοπονίω FH 21 ἀναδιδόμενα Η ἀνθίμου (vel ἀνθοσμίου) Mang. : ἀναίμου codd. 22 εὔωδεστά. του UF: ἀωδεστάτου GH 23 εἰς U: καὶ GFH ἐῃ̣τἡδειον Η 24 πότον scripsi: ποτὸν codd. 25 ὄρνις F 26 σκευάσαι H 27 εὐτρωαῖς Mang. e cod. Coll S. Trin.: εὐπρεπεῖς ceteri 28 ἢ] καὶ G συνεχοῦς H: συνεχούτης GUP τῶν GF : τὸν U, τῆς H γὰρ οὗτοι πάντες ἐδείχθησαν εὐνοῦχοι, σοφίας ἄγονοι· πρὸς ὃν δὲ συμβατηρίους τίθεται σπονδὰς ὁ γαστρὸς βασιλεύς, νοῦς, οἰνοχόος ἦν· φίλοινον γὰρ ὑπερφυῶς τὸ ἀνθρώπων γένος καὶ πρὸς μόνον τοῦτο διαφερόντως ἀκόρεστον, εἴ γε ὕπνου μὲν καὶ ἐδωδῆς καὶ συνουσίας καὶ τῶν ὁμοίων ἀπλήρωτος οὐδείς, ἀκράτου δὲ σχεδὸν ἅπαντες καὶ μάλισθ’ οἷς τὸ πρᾶγμα ἀσκεῖται· De_ebrietate 221 πιόντες γὰρ ἔτι διψῶσι καὶ ἄρχονται μὲν ἀπὸ τῶν βραχυτέρων κυάθων, προϊόντες δὲ ταῖς μείζοσιν οἰνοχόαις ἐγχεῖν παραγγέλλουσιν· ἐπειδὰν δ’ ἀκροθώρακες γενόμενοι χλιανθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δυνάμενοι τὰς οἰνηρύσεις καὶ τὰς ἀμύστεις καὶ τοὺς κρατῆρας ὅλους προσενεγκάμενοι ἀκράτου σπῶσιν ἀθρόως, μέχρις ἂν ἢ βαθεῖ ὕπνῳ δαμασθῶσιν ἢ τῶν ὄγκων ἀποπληρωθέντων ὑπερβλύσῃ τὸ ἐπεισχεόμενον. De_ebrietate 222 ἀλλὰ καὶ τότε ὅμως ἡ ἄπληστος ἐν αὐτοῖς ὄρεξις ὥσπερ ἔτι λιμώττουσα μαιμάζει· „ἐκ γὰρ τῆς ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν„ ᾧ φησι Μωυσῆς „καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς· θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος“ (Deut. 32,32.33)· Σόδομα μέντοι στείρωσις καὶ τύφλωσις ἑρμηνεύεται, ἀμπέλῳ δὲ καὶ τοῖς ἐξ αὐτῆς γινομένοις ἀπεικάζει τοὺς οἰνοφλυγίας καὶ λαιμαργίας καὶ τῶν αἰσχίστων ἡδονῶν ἥττους. De_ebrietate 223 ἃ δὲ αἰνίττεται, τοιαῦτ’ ἐστίν· εὐφροσύνης μὲν ἀληθοῦς οὐδὲν ἐμπέφυκε τῇ τοῦ φαύλου ψυχῇ φυτὸν ἅτε οὐχ ὑγιαινούσαις κεχρημένῃ ῥίζαις, ἀλλὰ ἐμπεπρησμέναις καὶ τεφρωθείσαις, ὁπότε ἀνθ’ ὕδατος τὰς κεραυνίους φλόγας θεοῦ τὴν κατὰ ἀσεβῶν καλῶς δικάσαντος δίκην ὁ οὐρανὸς ἀσβέστους ἔνιφεν, ἀκράτορος δὲ ἐπιθυμίας τῆς ἐστειρωμένης τὰ καλὰ καὶ πεπηρωμένης πρὸς πάντα τὰ θέας ἄξια, ἣν ἀμπέλῳ παραβέβληκεν, οὐχὶ τῇ καρπῶν ἡμέρων μητρί, ἀλλὰ ἥτις πικρίας καὶ πονηρίας καὶ πανουργίας ὀργῆς τε καὶ 2 τίθενται HL 2 ἦν οἰνοχόος transpos. F 3 τοῦτον G 5 μάλιστ' H 8 δ' addidi 9. 10 τὰς—προσενεγκάμενοι om. H 9 οἰνηρύσεις Turn. : οἰνηρεύθσεις codd.τὰς ἀμύστεις Turn.: τοὺς ἀμυστεῖς codd. 10 ἀκράτου σπῶσιν U: ἀκράτους πίνωσιν GFH, ἀκράτους πίνουσιν v μέχρι G 11 βαθὺ G post δαμασθῶσιν add. ex lin. 9 οὐκέτι κρατεῖν ἑαυτῶν δυνάμνοι H 12 ἐν om. U 13 μαιμάζει Benzelius: μρμ́ζει codd. τῆς Turn. : τοῦ GUF, τὸ H 15 ὁ βότρυς Η 17 ἄμπελος H 18 ἁ ἶκαζειν Turn. prius καὶ om. G 19 τοιαῦτά ἐστιν G 19. 20 ἅφροσὑνης.F εὐφροσύνη μὲν ἀλητηθη οὐδὲ H 20 τῆς et ψυχῆς Η φαύλου] φιλαύτου L 23 ἀρετῶν H ὁ om. H ἔνιφεν F: ἔνηφεν UH. ἐνέφηνεν G ἀκράτορος Μang. : ἀκρότητος GUFL2, ακρότητα HL’ 24 τὰ — πετηρωμένης om. U πεπειρωμένης L 25 ἅμπε H 26 μητριᾶ G ἀλλ' Η εἵ τις F καὶ πονηρίας F: om. GUH θυμοῦ καὶ ἀκραχολωτάτων ἠθῶν οἰστικὴ γέγονε, δάκνουσα τὴν ψυχὴν ἔχεων καὶ ἀσπίδων τρόπον ἰοβόλων καὶ παντελῶς ἀνίατα. De_ebrietate 224 ὧν ἀποτροπὴν εὐχώμεθα γενέσθαι τὸν πάντα ἵλεω ποτνιώμενοι θεόν, ἵνα καὶ τὴν ἀγρίαν ταύτην ἄμπελον διολέσῃ καὶ τοῖς εὐνούχοις καὶ πᾶσιν ἀγόνοις ἀρετῆς ἀίδιον ψηφίσηται φυγήν, ἀντὶ δὲ τούτων ἥμερα μὲν ταῖς ψυχαῖς ἡμῶν δένδρα τὰ παιδείας ὀρθῆς ἐμφυτεύσῃ, γενναίους δὲ καὶ ἄρρενας ὡς ἀληθῶς καρποὺς καὶ λόγους χαρίσηται δυναμένους μὲν σπείρειν καλὰς πράξεις, δυναμένους δὲ συναύξειν ἀρετάς, ἱκανοὺς δὲ τὴν εὐδαιμονίας ἅπασαν συνέχειν καὶ διαφυλάττειν εἰς ἀεὶ συγγένειαν. 1 ἀκροχολωτάτων FH 2 ἐχθρῶν GF τρόπων G ἰοβόλων II: ἰοβόλα GUF 3 εὐχόμεθα FΗ ἵλεων FH 4 πάσης coni. Mang. 5 ψηφίσεται H 6 δένδρα ἡμῶν GUH δὲ om. Η 8 συνάξειν U 9 εὐδαιμονίαν Η εἰς om. Η subscriptio in G: φίλωνος περὶ μέθης περὶ ὧν νήψς 6 νοῦς (Νῶε cum G- scripsi) εὔχεται καὶ καταρᾶται F: περὶ ὧν ἀνανήυας ὀ νοῦς (νῶε in mg.) εὔχεται καὶ καταρᾶται G, περὶ τοῦ ἐξένηψε νῶε H 1 αὐτῶ F τὰ ante εἰρημἐν adil. G 2 ἀρξώμεθα F :- ἀρξόμεθα GH 3 περίεστι Mang. : περιέσται codd. 5 αὐτοῦ G: om. FH ψυχὴ H 9 ἐπικουφι- ἐπικουφίζοι H οἰκείους G: οἰκείας FH 10 ἑτοιμότατα ἐμπῖπτον H 12 λυσιτελὲς οἰκεῖον τὸ H τὸ om. GF 13 τροφὴ om. GF 14 τῶν GH: τὸ F πάντων] παρόντων FL’-’ 16 τῆς ψυχῆς Η διανοιχτηθηναι G 17 κατᾳ. λῦσαι G 18 ante σύνεσιν add. καὶ G σὐνεσ