De_plantatione 1 Ἐν μὲν τῷ προτέρῳ βιβλίῳ τὰ περὶ γεωργικῆς τέχνης γενικῆς, ὅσα καιρὸς ἦν, εἴπομεν, ἐν δὲ τούτῳ περὶ τῆς κατ’ εἶδος ἀμπελουργικῆς, ὡς ἂν οἷόν τε ᾖ, ἀποδώσομεν. τὸν γὰρ δίκαιον οὐ γεωργὸν μόνον, ἀλλὰ καὶ ἰδίως ἀμπελουργὸν εἰσάγει φάσκων· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα“ (Gen. 9, 20). De_plantatione 2 προσήκει δὲ τὸν μέλλοντα περὶ τῶν κατὰ μέρος φυτουργιῶν τε καὶ γεωργιῶν διεξιέναι κατανοῆσαι πρῶτον τὰ τελειότατα τοῦ παντὸς φυτὰ καὶ τὸν μέγαν φυτουργὸν καὶ ἐπιστάτην αὐτῶν. ὁ μὲν τοίνυν τῶν φυτουργῶν μέγιστος καὶ τὴν τέχνην τελειότατος ὁ τῶν ὅλων ἡγεμών ἐστι, φυτὸν δὲ αὖ περιέχον ἐν ἑαυτῷ τὰ ἐν μέρει φυτὰ ἅμα παμμυρία καθάπερ κληματίδας ἐκ μιᾶς ἀναβλαστάνοντα ῥίζης ὅδε ὁ κόσμος. De_plantatione 3 ἐπειδὴ γὰρ τὴν οὐσίαν ἄτακτον καὶ συγκεχυμένην οὖσαν ἐξ αὑτῆς εἰς τάξιν ἐξ ἀταξίας καὶ ἐκ συγχύσεως εἰς διάκρισιν ἄγων ὁ κοσμοπλάστης μορφοῦν ἤρξατο, γῆν μὲν καὶ ὕδωρ ἐπὶ τὸ μέσον ἐρρίζου, τὰ δὲ ἀέρος καὶ πυρὸς δένδρα πρὸς τὴν μετάρσιον ἀνεῖλκεν ἀπὸ τοῦ μέσου χώραν, τὸν περὶ φυτουργίας Νῶε τὸ β΄ M: περὶ φυτουργίας Νῶε G, Φίλωνος σοφοῦ περὶ φυτουργίας τὸ δεύτερον Νῶε λόγος ία U, περὶ φυτουργίας τὸ δεύτερον Νῶε FH 1 πρώτω L τὰ fort. cranspon. in lin. 2 ante περὶ γενικῆς MGUF: γενικῶς Η 2 ante περὶ ras. in H τὰ περὶ Η1 ?) 3 ἀποδώσωμεν G 4 φάσκων om. M 6 φυτουργιῶν scripsi: φυτῶν codd., φυτειῶν coni. Mang. γεωργιῶν] ἐνεργειῶν Η 8 μέγαν om. G 10 αὖ scripsi: οὐ codd. περιέχων G τὰ om. L ἅμα scripsi: ἀλλὰ codd. 11 ὅδ’ U 12 καὶ om. r ἐξ αὑτῆς om. E αὑτῆς Η2. αὑτῆς ceteri 13 μορφὴν U, κοσμεῖν E 14 καὶ om. F ἐρίζου M δ’ E 11—136,15 ἐπειδὴ—χρεῖοι exstant in Epitome Περὶ κόσμου Mang. II p. 603,6—604,38. δὲ αἰθέριον ἐν κύκλῳ τόπον ὠχυροῦτο τῶν ἐντὸς ὅρον τε καὶ φυλακτήριον αὐτὸν τιθείς, ἀφ’ οὗ καὶ οὐρανὸς ὠνομάσθαι δοκεῖ· καὶ ὀχεῖσθαι μὲν γῆν ὕδατι ξηρὰν οὖσαν, ἣν δέος ἦν ὕδατι διαλύεσθαι, πυρὶ δὲ ἀέρα θερμῷ φύσει τὸν ἐξ ἑαυτοῦ ψυχρότατον, θαῦμα ἔκτοπον, ὁ θαυματοποιὸς εἰργάζετο. De_plantatione 4 πῶς γὰρ οὐ τεράστιον ὑπὸ μὲν τοῦ λυομένου συνέχεσθα τὸ λύον, πρὸς γῆς ὕδωρ, ἐπὶ δὲ τῷ ψυχροτάτῳ τὸ θερμότατον ἄσβεστον ἱδρῦσθαι, πῦρ ἐπὶ ἀέρι; καὶ ταῦτα μὲν τὰ τέλεια τοῦ παντὸς ἦν μοσχεύματα, τὸ δὲ παμμέγεθες καὶ παμφορώτατον ἔρνος ὁ κόσμος οὗτος, οὗ παραφυάδες οἱ εἰρημένοι βλαστοί. De_plantatione 5 Ὅπου ποτ’ οὖν ἄρα τὰς ῥίζας καθῆκε καὶ τίς ἐστιν αὐτῷ βάσις, ἐφ’ ἧς ὥσπερ ἀνδριὰς ἐρήρεισται, σκεπτέον. σῶμα μὲν οὖν οὐδὲν ἀπολειφθὲν εἰκὸς ἔξω πλανᾶσθαι πᾶσαν τὴν δι’ ὅλων ὕλην ἐργασαμένου καὶ διακοσμήσαντος θεοῦ· De_plantatione 6 τελειότατον γὰρ ἥρμοττε τὸ μέγιστον τῶν ἔργων τῷ μεγίστῳ δημιουργῷ διαπλάσασθαι, τελειότατον δὲ οὐκ ἂν ἦν, εἰ μὴ τελείοις συνεπληροῦτο μέρεσιν· ὥστε ἐκ γῆς ἁπάσης καὶ παντὸς ὕδατος καὶ ἀέρος καὶ πυρός, μηδενὸς ἔξω μηδὲ τοῦ βραχυτάτου καταλειφθέντος, συνέστη ὅδε ὁ κόσμος. De_plantatione 7 ἀνάγκη τοίνυν ἐκτὸς ἢ κενὸν ἢ μηδὲν εἶναι. εἰ μὲν δὴ κενόν, πῶς τὸ πλῆρες καὶ ναστὸν καὶ τῶν ὄντων βαρύτατον οὐ βρίθει ταλαντεῦον στερεοῦ μηδενὸς ἐπερείδοντος; ἐξ οὗ φάσματι ἂν ἐοικέναι δόξαι, ζητούσης ἀεὶ τῆς διανοίας βάσιν σωματικήν, ἣν πᾶν ἔχειν εἰκός, ἐάν τι κινούμενον τυγχάνῃ, τὸν δὲ δὴ κόσμον καὶ διαφερόντως, ὅτι τὸ μέγιστον σωμάτων ἐστὶ καὶ πλῆθος ἄλλων σωμάτων ὡς οἰκεῖα ἐγκεκόλπισται μέρη. 1 ὀχυροῦτο M 2 αὐτῶ U ὁ οὐρανὸς UF καὶ addidi 2—7 ὀχεῖσθαι—ἀέρι om. Ε 3 δέος Mang.: δέον MGFH, δὲ alterum ὕδατι] ἔλατι M, ὑγρότητι conicio 4. 5 θαυμαστοποιὸς H 6 τῶν ψυχροτάτων H 7 ἱδρῦσθαι scripsi: ἱδρύσασθαι eodd. 8 οὗ MFHE: οὐ U, om. G 10 οὑν secludit Cohn καθῆκεν U 11 ἐρήρισται MG οὖν GH2: om. MUFH1E 12 πᾶσαν om. E 13 διακοσμήσαντος] οἰκονομήσαντος L 15 δ’ D 15. 16 ὥστε εἰ τῆς ἁπάσης ὕλης μηδὲν ἔξω μηδὲ τῆς βραχυτάτης καταλειφθείσης E 15 ἐκ] εἰ GFE 15. 16 ἐκ γῆς ἀπάσης] spat. 8—9 litt. M 16 μηδέ om. G 17 ὅδ’ τοίνυν] λοιπὸν b 18 bis καινὸν G πῶς] πρὸς G τὸ πλῆρες H: τὸν πλήρης M, τὸν πλήρη GUFE 19 τῶν corr. in τὸν G οὐ βρίθει] ὑβρίσθη U, εὑρέθη E ταλαντεύων M 19. 20 ὑπερείδοντος conicio 20 ἔξω; ὃ φάσματι conicio φασματίαν F 21 ἣν add. in appendice Turn. πᾶν] ποίαν Η τι Turn.: τε codd., γε Ε (probat Cohn) 22 δὲ] τε G 23 ἄλλων om. M ἐγκαλλώπισται MG, ἐγκεκολωπίσθαι F τὰς δυσωπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλοιτο τὰς ἐν τοῖς διαπορηθεῖσι, De_plantatione 8 λεγέτω μετὰ παρρησίας, ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως, ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι, λόγος δὲ ὁ ἀίδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν. De_plantatione 9 οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν τῆς φύσεως δρόμον ἀήττητον συνάγων τὰ μέρη πάντα καὶ σφίγγων· δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ. De_plantatione 10 εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ’ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ’ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν καθάπερ φωνήεντα στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγραμμάτου φωνῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συναγωγῷ μεσιτεύοντός τε καὶ διαιτῶντος. De_plantatione 11 Οὕτως μὲν δὴ τὸ παμφορώτατον φυτὸν ἐρριζοῦτο καὶ ῥιζωθὲν ἐκρατεῖτο· τῶν δὲ ἐν μέρει καὶ βραχυτέρων φυτῶν τὰ μὲν μεταβατικῶς κινητά, τὰ δὲ ἄνευ μεταβάσεως ὡς ἂν ἑστῶτα κατὰ τὸν αὐτὸν τόπον ἐδημιουργεῖτο. De_plantatione 12 τὰ μὲν οὖν μεταβατικῇ κινήσει χρώμενα, ἃ δή φαμεν ἡμεῖς ζῷα εἶναι, ταῖς τοῦ παντὸς ὁλοσχερεστέραις προσεγένετο μοίραις, γῇ μὲν τὰ χερσαῖα, πλωτὰ δὲ ὕδατι, τὰ δὲ πτηνὰ ἀέρι καὶ τὰ πυρίγονα πυρί, ὧν τὴν γένεσιν ἀριδηλοτέραν κατὰ Μακεδονίαν λόγος ἔχει 1 δυσωπείας F; δυστροπίας Eus (sed δυσωπίας cod. I) 2 τῶν ἐνύλων Eus codd. plerique ἐν oin. Uar 3 ἀχθηφορεῖν Ε λόγος Eus: νόμος codd. E 3. 4 ὁχυρότατον G 4 ἐστί M 5 ἐπὶ] ἐστὶ Γ’ τὸν] τὸ F 5. G τὸν φύσεως Eus 6 ἀήττητον δρόμον Eus ἀήττητος conicio συσφίγγων Eus codd. nonnulli πάντα τὰ μέρη Ε συνάγων] συνέχων coni. Mang. 7 αὐτῶν U, om. Ε ἄρρητον Eus codd. nonnuUi 8. 9 ter οὔτε conicio 8 πρὸς] καὶ G παντὸς om. E 9 οὐδὲ MGF ὑπ’ Ε, ἀπὸ M 10 λόγου Eus: νόμου codd. 11 αὑτὸν Eus H2: αὐτὸν ceteri καθάπερ om. Eus 11—13 καθάπερ—διαιτῶντες om. 11 φωνάεντα G, φωνῆεν Eus, φωνῆέν τι conicio στοιχεῖα U 12 ἐγγράμμου Eus φωνῆς Mang.: μούσης codd., μουσικῆς Eus 13 συναγωγῷ scripsi: συνόδω codd. Eus 14 οὕτως MGF: οὕτω UH, οὔπω E ἐριζοῦτο U, ἐκραταιοῦτο coni. Mang. 16 ἀνεστῶτα G1, ἐνεστῶτα M 18 προσενέμετο conicio 19 τῶ ὕδατι UE πτηνὰ δὲ E καὶ τὰ GUFH: τὰ δὲ M 19—136, 1 καὶ τὰ—προφαίνεσθαι οm. E 20 κατὰ Μακεδονίαν om. M 1—13 Euseb. Pr. ev. VII 13 καὶ ἐν τῷ δευτέρῳ δὲ πάλιν ὁ αὐτὸς τάδε γράφει πρὸς Τὰς δυστροπίας—διαιτῶντος. προφαίνεσθαι, καὶ οἱ ἀστέρες οὐρανῷ—ζῷα γὰρ καὶ τούτους νοερὰ δι’ ὅλων φασὶν οἱ φιλοσοφήσαντες —, ὧν οἱ μὲν πλάνητες ἐξ ἑαυτῶν, οἱ δ’ ἀπλανεῖς τῇ τοῦ παντὸς συμπεριαγόμενοι φορᾷ τόπους ἐναλλάττειν δοκοῦσι. De_plantatione 13 τὰ δὲ ἀφαντάστῳ φύσει διοικούμενα, ἅπερ ἰδίως λέγεται φυτά, μεταβατικῆς κινήσεως ἀμέτοχα. διττὰ δὲ ἔν τε γῇ καὶ ἀέρι γένη ὁ ποιῶν ἐποίει. De_plantatione 14 ἀέρι μὲν τὰ πτηνὰ καὶ αἰσθητὰ καὶ δυνάμεις ἄλλας αἰσθήσει οὐδαμῇ οὐδαμῶς καταλαμβανομένας—ψυχῶν ὁ θίασος οὗτος ἀσωμάτων ἐστὶ διακεκοσμημένων οὐ ταῖς αὐταῖς ἐν τάξεσι· τὰς μὲν γὰρ εἰσκρίνεσθαι λόγος ἔχει σώμασι θνητοῖς καὶ κατά τινας ὡρισμένας περιόδους ἀπαλλάττεσθαι πάλιν, τὰς δὲ θειοτέρας κατασκευῆς λαχούσας ἅπαντος ἀλογεῖν τοῦ γῆς χωρίου, ἀνωτάτω δ’ εἶναι πρὸς αὐτῷ τῷ αἰθέρι τὰς καθαρωτάτας, ἃς οἱ μὲν παρ’ Ἕλλησι φιλοσοφήσαντες ἥρωας καλοῦσι, Μωυσῆς δὲ ὀνόματι εὐθυβόλῳ χρώμενος ἀγγέλους προσαγορεύει, πρεσβευομένας καὶ διαγγελλούσας τά τε παρὰ τοῦ ἡγεμόνος τοῖς ὑπηκόοις ἀγαθὰ καὶ τῷ βασιλεῖ ὧν εἰσιν οἱ ὑπήκοοι χρεῖοι —, γῇ δὲ ζῷά τε χερσαῖα καὶ φυτά, δύο πάλιν, προσένειμε, τὴν αὐτὴν μητέρα τε βουληθεὶς εἶναι καὶ τροφόν· De_plantatione 15 καθάπερ γὰρ γυναικὶ καὶ παντὶ τῷ θήλει πηγαὶ πρὸς τῷ μέλλειν ἀποκυΐσκειν ἀναχέονται γάλακτος, ἵνα τοῖς γεννωμένοις ἄρδωσι τὰς ἀναγκαίας καὶ ἁρμοττούσας τροφάς, τὸν αὐτὸν τρόπον καὶ τῇ χερσαίων ζῴων μητρὶ γῇ πάσας φυτῶν προσένειμεν ἰδέας, ἵνα συγγενέσι καὶ μὴ ὀθνείοις τροφαῖς τὰ γεννώμενα 1 καὶ οἱ ἀστέρες Μang.: τοὺς ἀστέρας ἐν codd., τοὺς ἀστέρας δὲ ἐν E, καὶ τῶν ἀστέρων ἐν Turn. 1 ἡ ζῷα—ἀμέτοχα om. E 1 γὰρ] δὲ M τούτους] ταῦτα G 2 ὧν addidi πλανῆται U ἑαυτῶν κινούμενοι conicio 5 δὲ E: codd. γῆ καὶ ὕδατι καὶ E 6 μὲν] μὲν γὰρ conicio καὶ post om. Turu. καὶ αἰσθητὰ om. E 8 οὐ ταῖς Turn.: οὔσαις codd. E τάξεσιν U 11 τῆς τῆς E πρὸς] καὶ M 13 καλεῖν M post καλοῦσι add. καὶ δαίμονας E εὐθυβόλῳ χρώμενος ὀνόματι E 14 διαγγελούσας MGU παρὰ] περὶ M 15 ὧν] ὧ L οἱ ὑπήκοοι Ma: ὑπήκοοι ceteri 16 τε] τε καὶ M δύο γένη conicio 17 μητέρα τε scripsi: τε μητέρα γὰρ GH: καὶ MUF 18 πρὸς] ἀπὸ M πρὸ τοῦ μέλλειν conicio τῶ codd.: τὸ Turn. ἀναχέονται scripsi; ἀποχέονται codd. 20 καὶ post χερσαίων add. M 21 ὀθνείαις GF 14. 15 cf. ad p. 45,2 16—137, 1 sic partim amplificavit partim contraxit E II p. 605, 26 Mang.: ὕδατι δὲ ζῷα πλωτὰ καὶ ζωόφυτα, τῇ γῆ δ’ αὖ ζῷά τε χερσαῖα καὶ φυτά, καὶ τὰ μὲν φυτὰ κατωκάρα, pergit usque ad p. 137,17 γεγονότων (II 606,9 M) χρήσηται. De_plantatione 16 καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο τὰς κεφαλὰς αὐτῶν ἐν τοῖς βαθυγειοτάτοις γῆς μέρεσι πήξας, ζῴων δὲ τῶν ἀλόγων τὰς κεφαλὰς ἀνελκύσας ἀπὸ γῆς ἐπὶ προμήκους αὐχένος ἄκρας ἡρμόζετο τῷ αὐχένι ὥσπερ ἐπίβασιν τοὺς ἐμπροσθίους πόδας θείς. De_plantatione 17 ἐξαιρέτου δὲ τῆς κατασκευῆς ἔλαχεν ἄνθρωπος· τῶν μὲν γὰρ ἄλλων τὰς ὄψεις περιήγαγε κάτω κάμψας, διὸ νένευκε πρὸς χέρσον, ἀνθρώπου δὲ ἔμπαλιν ἀνώρθωσεν, ἵνα τὸν οὐρανὸν καταθεᾶται, φυτὸν οὐκ ἐπίγειον ἀλλ’ οὐράνιον, ὡς ὁ παλαιὸς λόγος, ὑπάρχων. De_plantatione 18 ἀλλ’ οἱ μὲν ἄλλοι τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόντες εἶναι συγγένειαν ἀνθρώπῳ πρὸς αἰθέρα συνῆψαν. ὁ δὲ μέγας Μωυσῆς οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ’ εἶπεν αὐτὴν τοῦ θείου καὶ ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀίδιος λόγος· „ἐνέπνευσε“ De_plantatione 19 γάρ φησιν „ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς“ (Gen. 2,7), ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίσθαι· διὸ καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γεγενῆσθαι (Gen. 1,27), οὐ μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων. De_plantatione 20 ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης 1 κατωκάρα] κάτω, tum spat. 4 litt. M ἀπειργάζετο R: ἀνειργάζετο codd., εἰργάσατο Ε 1.2 αὐτῶν τοῖς βαθέσι τοῖς τῆς γῆς E γῆς om. L 3 αὐχένας M 6 κύψας Ε δ’ U 7 οὐρανὸν] ἄνον Μ ὁ om. E 8 ὑπάρχων om. E 9 τοῦ ἀνθρώπου Eus 10 ἀνῆψαν Η δὲ δὴ E Μώσης Eus 11 ὡμοίωσεν Eus: ὁμοίως ὠνόμασεν codd. E 12 ἀκηράτου coni. Mang. πνεύματος Eus: θεοῦ codd. E, om. v ἐκείνου ’UFH (postea del. H) Eus: εἰκόνα G2 Turn., ἐκείνου εἰκόνα E 12. 13 δόκιμον—χαρακτὴρ om. F 12 νόμισμα Eus: νομίσας codd. E σημειωθὲν Eus: ἧς εἴωθε GUE, εἴωθε M, οὐσιωθεῖσαν Η 12. 13 τυπωθὲν MGUE Eus: τυπωθεῖσαν Η 13 σφραγῖδι UFH2 Eus: σφραγῖδα ΜG(H1)E alterum ὁ GUF Eus Ε: om. MH 14 φησίν om. M post ζωῆς add. καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν Eus 15 ἐμπνέοντα coni. Mang. ἀπεικονίζεσθαι Eus codd. nonnulli Ε, ἀπεικάζεσθαι Eus codd. OG alii διὸ (pro διὸ spatium in U) καὶ τὸν ἄνθρωπον κατ’ εἰκόνα φασὶ θεοῦ γεγενῆσθαι UE 16 γενέσθαι Eus, γενέσθαι τὸν ἄνθρωπον Eus codd. OG alii 17 τῶν γεγονότων τινὸς Eus codd. OG alii ἦν Eus: om. codd. 18 λόγου M(G1) 1 R fol. 91r τοῦ αὐτοῦ: καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο: τὸ λεγόμενον παρὰ τοῖς ἰδιώταις κατακέφαλα 8—138,2 Euseb. Pr. Ev. VII 18 καὶ ταῦτα δὲ πάλιν Ἑβραῖος ἑρμηνεύει Φίλων ταῖς ἐκτεθείσαις αὐτοῦ φωναῖς ἔτι καὶ τάδε ἐπιλέγων: Ἀλλ’ οἱ μὲν—ἀνατεῖναι. καὶ τὸ σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανόν, τὰς ὄψεις ἀνατεῖναι, ἵνα τῷ φανερῷ τὸ ἀφανὲς ἐκδήλως καταλαμβάνηται. De_plantatione 21 ἐπειδὴ τοίνυν τὴν πρὸς τὸ ὂν διανοίας ὁλκὴν ἀμήχανον ἦν ἰδεῖν ὅτι μὴ τοὺς ἀχθέντας πρὸς αὐτοῦ μόνους — ὃ γὰρ πέπονθεν ἕκαστος, αὐτὸς ἐξαιρέτως οἶδεν —, εἴδωλον ἐναργὲς ἀειδοῦς ὄμματος τὰ τοῦ σώματος ποιεῖ δυνάμενα πρὸς αἰθέρα ἀπονεύειν. De_plantatione 22 ὁπότε γὰρ οἱ ἐκ φθαρτῆς παγέντες ὕλης ὀφθαλμοὶ τοσοῦτον ἐπέβησαν, ὡς ἀπὸ τοῦ τῆς γῆς χωρίου πρὸς τὸν μακρὰν οὕτως ἀφεστῶτα ἀνατρέχειν οὐρανὸν καὶ ψαύειν τῶν περάτων αὐτοῦ, πόσον τινὰ χρὴ νομίσαι τὸν πάντῃ δρόμον τῶν ψυχῆς ὀμμάτων; ἅπερ ὑπὸ πολλοῦ τοῦ τὸ ὂν κατιδεῖν τηλαυγῶς ἱμέρου πτερωθέντα οὐ μόνον πρὸς τὸν ἔσχατον αἰθέρα τείνεται, παραμειψάμενα δὲ De_plantatione 23 καὶ παντὸς τοῦ κόσμου τοὺς ὅρους ἐπείγεται πρὸς τὸν ἀγένητον. διὰ τοῦτο ἐν τοῖς χρησμοῖς οἱ σοφίας καὶ ἐπιστήμης ἄπληστοι διατελοῦντες ἀνακεκλῆσθαι λέγονται· πρὸς γὰρ τὸ θεῖον ἄνω καλεῖσθαι θέμις τοὺς ὑπ’ αὐτοῦ καταπνευσθέντας. De_plantatione 24 δεινὸν γάρ, εἰ τυφῶσι μὲν καὶ ἁρπυίαις αὐτόπρεμνα δένδρα πρὸς ἀέρα ἀνασπᾶται καὶ μυριάγωγα σκάφη βρίθοντα φόρτῳ καθάπερ τινὰ τῶν κουφοτάτων ἐκ μέσων τῶν πελαγῶν ἀναρπάζεται καὶ λίμναι καὶ ποταμοὶ μετάρσιοι φέρονται, τοὺς γῆς κόλπους ἐκλιπόντος τοῦ ῥεύματος, ὅπερ ἀνιμήσαντο αἱ τῶν ἀνέμων κραταιόταται καὶ πολυπλοκώταται δῖναι, τῇ δὲ τοῦ θείου πνεύματος καὶ πάντα δυνατοῦ καὶ τὰ κάτω νικῶντος φύσει κοῦφον ὁ νοῦς ὢν οὐκ ἐπελαφρίζεται καὶ πρὸς μήκιστον ὕψος ἐξαίρεται, καὶ μάλιστα ὁ τοῦ φιλοσοφήσαντος ἀνόθως. De_plantatione 25 οὗτος γὰρ κάτω μὲν οὐ βρίθει πρὸς τὰ σώματος καὶ γῆς φίλα 1 πρὸς] καὶ M τὸν οὐρανὸν Eus codd. nonnulli 2 ἀνερεῖσαι Eus codd. OG alii, ἀνέτεινεν E ἐκδήλως MUE: εὐδήλως GFH, ἀδήλως L καταλαμβάνεται G1U 4 αὐτὸν IIE 5 εἶδεν L ἐναργὲς εἴδωλον M 6 ποιεῖ om. L ἀπορεύειν M, ἀνανεύειν conicio 7 ὕλης παγέντες Η 8 οὕτως] ὄντως LE 9 πάντῃ om. E τῆς ψυχῆς UE ψυχῶν Η 10 τὸ ἓν U 11 πρὸς] ἀπὸ M τείνεται, ἀλλὰ κάτω που λιπὼν παντὸς Ε παραπεμψάμενα GH 12 ἀγένητον GFb: ἀγέννητον MUHar 14 πρὸς] ἀπὸ M τὸ corr. ex τὸν M 15 δεινὸν γὰρ εἰ Η: τούτοις γὰρ M, τούτους γὰρ GUF, ἄτοπον γὰρ εἰ conicio ἁρπυίαις GH: ἅρπυιαι ὡς M, ἁρπυίαις ὡς UF 16 πρὸς] ἀπὸ M ἀέρ’ M 16 ἀνασπᾶται II: ἀνασπᾶσθαι MGUF 19 ἐκλείποντος GU, ἐκλείποντος κόλπους transpos. U 19. 20 κραταιότατοι καὶ πολυπλοκώτατοι M 20 τῇ] τῆς U 21 τὰ H-: om. ceteri κάτω νικῶντος II: κατῳκηκότος MGUF νικᾶν conicio κοῦφον codd.: κοῦφος Turn. ὢν H: ὃν MGUF 22 ἐξαίρεται ὕψος F 23 οὐ om. G 1—12 habet E p. 607,33—608,2 M: τῷ τοι καὶ τὸ σῶμα—ἀγένητον. ταλαντεύων, ὧν διάζευξιν καὶ ἀλλοτρίωσιν ἀεὶ διεπόνησεν, ἄνω δὲ φέρεται τῶν μεταρσίων καὶ ἱεροπρεπεστάτων καὶ εὐδαιμόνων φύσεων ἀκορέστως ἐρασθείς. De_plantatione 26 τοιγαροῦν Μωυσῆς ὁ ταμίας καὶ φύλαξ τῶν τοῦ ὄντος ὀργίων ἀνακεκλήσεται· λέγεται γὰρ ἐν Λευιτικῇ βίβλῳ „ἀνεκάλεσε Μωυσῆν“ (Lev. 1, 1). ἀνακεκλήσεται δὲ καὶ ὁ τῶν δευτερείων ἀξιωθεὶς Βεσελεήλ· καὶ γὰρ τοῦτον ἀνακαλεῖ ὁ θεὸς πρὸς τὴν τῶν ἱερῶν κατασκευήν τε καὶ ἐπιμέλειαν ἔργων (Exod. 31,2 sqq.). De_plantatione 27 ἀλλ’ ὁ μὲν τὰ δευτερεῖα τῆς ἀνακλήσεως, Μωυσῆς δὲ ὁ πάνσοφος οἴσεται τὰ πρωτεῖα· ἐκεῖνος μὲν γὰρ τὰς σκιὰς πλάττει καθάπερ οἱ ζωγραφοῦντες οἷς οὐ θέμις οὐδὲν ἔμψυχον δημιουργῆσαι — Βεσελεὴλ γὰρ ἐν σκιαῖς ποιῶν ἑρμηνεύεται —, Μωυσῆς δὲ οὐ σκιὰς ἀλλὰ τὰς ἀρχετύπους φύσεις αὐτὰς τῶν πραγμάτων ἔλαχεν ἀνατυποῦν. ἄλλως τε καὶ τὸ αἴτιον οἷς μὲν τηλαυγέστερον καὶ ἀριδηλότερον ὡς ἂν ἐν ἡλίῳ καθαρῷ, οἷς δὲ ἀμυδρότερον ὡς ἂν ἐν σκιᾷ τὰ οἰκεῖα εἴωθεν ἐπιδείκνυσθαι. De_plantatione 28 Διεξεληλυθότες οὖν περὶ τῶν ὁλοσχερεστέρων ἐν κόσμῳ φυτῶν ἴδωμεν ὃν τρόπον καὶ τὰ ἐν τῷ ἀνθρώπῳ, τῷ βραχεῖ κόσμῳ, δένδρα ὁ πάνσοφος ἐδημιούργει θεός. αὐτίκα τοίνυν ὥσπερ βαθύγειον χωρίον σῶμα τὸ ἡμέτερον λαβὼν δεξαμενὰς αὐτῷ τὰς αἰσθήσεις ἀπειργάζετο· De_plantatione 29 κἄπειθ’ οἷα φυτὸν ἥμερον καὶ ὠφελιμώτατον ἑκάστην αὐτῶν ἐνετίθει, ἀκοὴν μὲν εἰς οὖς, ὄψιν δ’ εἰς ὄμματα καὶ εἰς μυκτῆρας ὄσφρησιν καὶ τὰς ἄλλας εἰς τὰ οἰκεῖα καὶ συγγενῆ χωρία. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ θεσπέσιος ἀνὴρ ἐν ὕμνοις λέγων ὧδε· „ὁ φυτεύων οὖς οὐκ ἀκούει; ὁ πλάσσων ὀφθαλμοὺς οὐκ ἐπιβλέψει“ (Psalm. 93,9) ; De_plantatione 30 καὶ τὰς διηκούσας μέντοι μέχρι σκελῶν τε καὶ χειρῶν καὶ τῶν ἄλλων τοῦ σώματος μερῶν, ὅσα ἐντός τε καὶ ἐκτός, δυνάμεις ἁπάσας εὐγενῆ μοσχεύματα εἶναι συμβέβηκε. De_plantatione 31 τὰ δὲ ἀμείνω καὶ τελειότερα τῷ μεσαιτάτῳ καὶ καρποφορεῖν δυναμένῳ διαφερόντως ἡγεμονικῷ προσερρίζου· ταῦτα δέ εἰσι νόησις, κατάληψις, εὐστοχία, μελέται, μνῆμαι, ἕξεις, 5 ΜG2H2: ἀνακλήσεται G1H1UF 10 οὐδὲ U σκηναῖς UHL1 11 δὲ om. M 16 τῶ βραχεῖ κόσμω τῶ ἀνθρώπω M 18. 19 ἀπειργάζετο E: ὑπειργάζετο codd. 20 τὸ οὖς H 23 ὀφθαλμὸν br ἐπιβλέπει Ε 24 διοικούσας UE μέχρι σκελῶν M post ἄλλων add. τῶν MGUH 25 ἐκτός τε καὶ ἐντὸς G 26 συμβέβηκεν M 27 ἡγεμονικῷ Η: ἡγεμόνι MGUFE προσερίζου UE 28 μελέται MGUFE: μελέτη Η 28. 140,1 ἕξεις, διαθέσεις Ε: ἕξις, διάθεσις codd. 15—140,11 habet Ε p. 608,3—36 M: διεξελθόντες οὖν περὶ—δυσθεράπευτος ἡ ἀλήθεια. διαθέσεις, τεχνῶν ἰδέαι πολύτροποι, βεβαιότης ἐπιστημῶν, τῶν ἀρετῆς ἁπάσης θεωρημάτων ἄληστος ἀνάληψις. τούτων οὐδὲν οὐδεὶς θνητὸς ἱκανὸς φυτουργῆσαι, πάντων δὲ ἀθρόων εἷς ὁ ἀγένητος τεχνίτης, οὐ πεποιηκὼς μόνον, ἀλλὰ καὶ ποιῶν ἀεὶ καθ’ ἕκαστον τῶν γεννωμένων τὰ φυτὰ ταῦτα. De_plantatione 32 Τοῖς εἰρημένοις ἐστὶν ἀκόλουθος καὶ ἡ τοῦ παραδείσου φυτουργία· λέγεται γάρ· „ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“ (Gen. 2,8). τὸ μὲν οὖν ἀμπέλους καὶ ἐλαιῶν ἢ μηλεῶν ἢ ῥοιῶν ἢ τῶν παραπλησίων δένδρα οἴεσθαι * * * πολλὴ καὶ δυσθεράπευτος εὐήθεια. De_plantatione 33 τίνος γὰρ ἕνεκα, εἴποι τις ἄν; ἵνα ἐνδιαιτήσεις εὐαγώγους ἔχῃ; ὁ γὰρ κόσμος ἅπας αὐταρκέστατον ἐνδιαίτημα ἂν νομισθείη θεῷ τῷ πανηγεμόνι; ἢ οὐχὶ μυρίων καὶ ἄλλων δόξαι ἂν ὑστερίζειν, ὡς πρὸς ὑποδοχὴν τοῦ μεγάλου βασιλέως ἀξιόχρεων ὑποληφθῆναι; χωρὶς τοῦ μηδὲ εὐαγὲς εἶναι οἴεσθαι τὸ αἴτιον ἐν τῷ αἰτιατῷ περιέχεσθαι [τῷ] μηδὲ τὰ δένδρα τοὺς ἐτησίους δήπου φέρειν καρπούς. De_plantatione 34 πρὸς τὴν τίνος οὖν ἀπόλαυσίν τε καὶ χρῆσιν καρποφορήσει ὁ παράδεισος; ἀνθρώπου μὲν οὐδενός· οὐδεὶς γὰρ εἰσάγεται τὸ παράπαν τὸν παράδεισον οἰκῶν, ἐπεὶ καὶ τὸν πρῶτον διαπλασθέντα ἐκ γῆς μεταναστῆναί φησιν ἐνθένδε, ὄνομα Ἀδάμ. De_plantatione 35 καὶ μὴν ὅ γε θεὸς ὥσπερ τῶν ἄλλων καὶ τροφῆς ἀνεπιδεής ἐστιν· ἀνάγκη γὰρ τὸν τροφῇ χρώμενον δεῖσθαι μὲν τὸ πρῶτον, ἔπειτα δὲ ὄργανα εὐτρεπίσθαι, δι’ ὧν καὶ τὴν εἰσιοῦσαν παραδέξεται καὶ τὴν ἐκμασηθεῖσαν θύραζε ἀποπέμψει. ταῦτα δὲ μακαριότητος καὶ εὐδαιμονίας τῆς περὶ τὸ αἴτιον ἀπᾴδει, τῶν ἀνθρωπόμορφον, ἔτι δὲ καὶ ἀνθρωποπαθὲς αὐτὸ εἰσαγόντων ἐπ’ εὐσεβείας καὶ ὁσιότητος καθαιρέσει, De_plantatione 36 μεγάλων ἀρετῶν, ἐκθεσμότατα ὄντα εὑρήματα. ἰτέον οὖν ἐπ’ ἀλληγορίαν τὴν ὁρατικοῖς φίλην ἀνδράσι· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς 2 θνητὸς om. UE 3 post ἱκανὸς add. ἐντὸς E ἀθρόον Ε ἀγέννητος UH τεχνητῆς M 4 ἀεὶ om. H 6 ἀκόλουθος corr. ex ἀκόλουθον M 7 ἐν ’Eδὲμ παράδεισον 31 ἐν Ἐδὲμ om. F 8 ἔπλασεν] ἐποίησεν U 10 ὑπὸ θεοῦ πεφυτεῦσθαι suppleo ἡ εὐήθεια GH2, ἡ ἀλήθεια E 11 εὐαγώγου G ὁ γὰρ UF (iateirogatiouis siguum post πανηγεμόνι posui): οὐ γὰρ GUH 12 ἄν om. H 13 δόξαιεν ὑστερίζειν F 14 ἀξιόχρεω MFH1 χωρὶς scripsi: χωρίον codd. τοῦ MGUF: τῶ Η 15 ἐν τῶ αἰτιατῷ M: ἐν τῶ GUFH, ἔν τῳ Turn. τῷ seclusi 18. 19 τὸ πρῶτον MGF: πρῶτον UH 22 εὐτρεπίσθαι MU: ηὐτρεπίσθαι GFII παραδέξηται G 24 ἐπᾴδει M τῶν] τὸν G 25 αὐτὸν M 20 εὑρέματα H ἰτέον UH (ras. ante τ in Η): εἴτε MGF 27 φίλοις M αὐτὴν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνουσι· λέγουσι γὰρ ἐν τῷ παραδείσῳ φυτὰ εἶναι μηδὲν ἐοικότα τοῖς παρ’ ἡμῖν, ἀλλὰ ζωῆς, ἀθανασίας, εἰδήσεως, καταλήψεως, συνέσεως, καλοῦ καὶ πονηροῦ φαντασίας. De_plantatione 37 ταῦτα δὲ χέρσου μὲν οὐκ ἂν εἴη, λογικῆς δὲ ψυχῆς ἀναγκαίως φυτά, ἧς ἡ μὲν πρὸς ἀρετὴν ὁδὸς αὕτη ζωὴν καὶ ἀθανασίαν ἔχουσα τὸ τέλος, ἡ δὲ πρὸς κακίαν φυγήν τε τούτων καὶ θάνατον. τὸν οὖν φιλόδωρον θεὸν ὑποληπτέον ἐν τῇ ψυχῇ καθάπερ παράδεισον ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων ἐμφυτεύειν πρὸς τελείαν εὐδαιμονίαν αὐτὴν ἄγοντα. De_plantatione 38 διὰ τοῦτο καὶ τόπον οἰκειότατον προσένειμε τῷ παραδείσῳ καλούμενον Ἐδέμ — ἑρμηνεύεται δὲ τρυφή —, σύμβολον ψυχῆς τῆς ἄρτια βλεπούσης, ἀρεταῖς ἐγχορευούσης καὶ ὑπὸ πλήθους καὶ μεγέθους χαρᾶς ἀνασκιρτώσης, ἀπόλαυσμα ἓν ἀντὶ μυρίων τῶν παρὰ ἀνθρώποις ἡδίστων προτεθειμένης τὴν τοῦ μόνου θεραπείαν σοφοῦ. De_plantatione 39 τούτου τοῦ γανώματος ἀκράτου τις σπάσας, ὁ τοῦ Μωυσέως δὴ θιασώτης, ὃς οὐχὶ τῶν ἠμελημένων ἦν, ἐν ὑμνῳδίαις ἀνεφθέγξατο πρὸς τὸν ἴδιον νοῦν φάσκων „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36,4), παρακεκινημένος πρὸς τὸν οὐράνιον καὶ θεῖον ἔρωτα τῇ φωνῇ, τὰς μὲν ἐν τοῖς λεγομένοις καὶ φαινομένοις ἀνθρωπίνοις ἀγαθοῖς χλιδὰς καὶ θρύψεις ἀλήκτους δυσχεράνας, ὅλον δὲ τὸν νοῦν ὑπὸ θείας κατοχῆς συναρπασθεὶς οἴστρῳ καὶ ἐνευφραινόμενος μόνῳ θεῷ. De_plantatione 40 καὶ τὸ πρὸς ἀνατολαῖς μέντοι τὸν παράδεισον εἶναι (Gen. 2, 8) δεῖγμα τοῦ λεχθέντος ἐστί· σκοταῖον μὲν γὰρ καὶ δυόμενον καὶ νυκτιφόρον ἀφροσύνη, λαμπρότατον δὲ καὶ περιαυγέστατον καὶ ἀνατέλλον ὡς ἀληθῶς φρόνησις. καὶ καθάπερ ἀνίσχων ἥλιος ὅλον τὸν οὐρανοῦ κύκλον φέγγους ἀναπληροῖ, τὸν αὐτὸν τρόπον αἱ ἀρετῆς ἀκτῖνες ἀναλάμψασαι τὸ διανοίας χωρίον ὅλον μεστὸν αὐγῆς καθαρᾶς ἀπεργάζονται. De_plantatione 41 τὰ μὲν οὖν ἀνθρώπου κτήματα φρουροὺς ἔχει καὶ φύλακας ἀγριωτάτους θῆρας εἰς τὴν τῶν ἐπιόντων καὶ 1 αὐτὴν] αὐτὸν L 3 εἰδήσει G συνέσεως Η: συνθέσεως MGUF 5 ἧς addidi αὕτη MF: αὐτὴ G, αὐτὴ U, αὐτῆς Η 7 καὶ om. M 10 ἄρτι F 11. 12 ἀνασκιρτούσης M 12 ἥδιστον conicio 14 Μωυσέως U: μωυσέος MGFH, Μώσεως Turn. δὴ U: δὲ MGH, δὲ οὗτος F 16 παρακεκινημένος H: παρακεκινημένως MGUF 17 θεῖον καὶ οὐράνιον F ἐν add. Maug. 18 ἀνθρωπίνης ἀγαθῆς MG ἀλήκτους scripsi: ἀλύκτους U, ἀλέκτως GF, καὶ ἀλέκτως M, om. H 18. 19 δυσχεράνας Η2: δυσχεράναντος ceteri 19 θείας FH: θείου MGU κατοκωχῆς coni. Cohn συναρπασθεὶς Η2: συναρπασθέντα ceteri οἴστρων conicio 20 ἐνευφραινόμενος Η: ἐνευφραινομένου MGUF μόνου μόνω M 21 σκοπταῖον G 22 νυκτηφόρον H 22. 23 πυριαυγέστατον Η 23 ἀνατέλλουσα M 24 ἥλιος GH: ὅλος MUF οὐρανὸν M κύκλον om. M 25 διανοίαις FL2 ὅλον χωρίον Η κατατρεχόντων ἄμυναν, τὰ δὲ τοῦ θεοῦ κτήματα λογικὰς φύσεις· „ἔθετο“ γάρ φησιν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“, ὃ ἐπὶ λογικῶν μόνων τῶν ἀρετῶν ἐστιν. De_plantatione 42 αἱ οὖν ἀσκήσεις τε καὶ χρήσεις ἐξαίρετον γέρας παρὰ τὰς τῶν ἄλλων ψυχὰς τουτὶ παρὰ τοῦ θεοῦ ἔλαβον· διὸ καὶ ἐμφαντικώτατα εἴρηται, ὅτι τὸν ἐν ἡμῖν πρὸς ἀλήθειαν ἄνθρωπον, τουτέστι τὸν νοῦν, ἔθηκεν ἐν ἱερωτάτοις καλοκἀγαθίας βλαστήμασι καὶ φυτοῖς, ἐπεὶ [δὲ] τῶν διανοίας ἀμετόχων ἱκανὸν οὐδὲν ἀρετὰς γεωργῆσαι, ὧν τὸ De_plantatione 43 παράπαν λαμβάνειν οὐ πέφυκε κατάληψιν. οὐκ ἔστι δ’ οὖν ἀπορητέον, τί δήποτε εἰς μὲν τὴν κιβωτόν, ἣν ἐν τῷ μεγίστῳ κατακλυσμῷ κατασκευασθῆναι συνέβη, πᾶσαι τῶν θηρίων αἱ ἱδέαι εἰσάγονται, εἰς δὲ τὸν παράδεισον οὐδεμία· ἡ μὲν γὰρ κιβωτὸς σύμβολον ἦν σώματος, ὅπερ ἐξ ἀνάγκης κεχώρηκε τὰς παθῶν καὶ κακιῶν ἀτιθάσους κἀξηγριωμένας κῆρας, ὁ δὲ παράδεισος ἀρετῶν· ἀρεταὶ δὲ οὐδὲν ἀνήμερον ἢ συνόλως ἄλογον παραδέχονται. De_plantatione 44 παρατετηρημένως δὲ οὐ τὸν κατὰ τὴν εἰκόνα τυπωθέντα ἄνθρωπον, ἀλλὰ τὸν πεπλασμένον εἰσαχθῆναί φησιν εἰς τὸν παράδεισον· ὁ μὲν γὰρ τῷ κατὰ τὴν εἰκόνα θεοῦ χαραχθεὶς πνεύματι οὐδὲν διαφέρει τοῦ τὴν ἀθάνατον ζωὴν καρποφοροῦντος, ὡς ἔμοιγε φαίνεται, δένδρου—ἄμφω γὰρ ἄφθαρτα καὶ μοίρας τῆς μεσαιτάτης καὶ ἡγεμονικωτάτης ἠξίωται· λέγεται γὰρ ὅτι τὸ ξύλον τῆς ζωῆς ἐστιν ἐν μέσῳ τοῦ παραδείσου (Gen. 2, 9) —, ὁ δὲ τοῦ πολυμιγοῦς καὶ γεωδεστέρου σώματος, ἀπλάστου καὶ ἁπλῆς φύσεως ἀμέτοχος, ἧς ὁ ἀσκητὴς ἐπίσταται τὸν οἶκον καὶ τὰς αὐλὰς [τοῦ κυρίου] οἰκεῖν μόνος — Ἰακὼβ γὰρ „ἄπλαστος οἰκῶν οἰκίαν“ εἰσάγεται (Gen. 25,27) —, πολυτρόπῳ δὲ καὶ ἐκ παντοίων συνῃρημένῃ καὶ πεπλασμένῃ διαθέσει χρώμενος. De_plantatione 45 τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν 2. 3 ὅ ἐστιν, ἐπὶ τῶν λογικῶν μόνον ἀρετῶν coni. Mang., ὃ ἐπὶ λογικῶν μόνων τῶν ἀρετῶν] ἔστιν ἀκούειν Cohn 3 αἱ γοῦν ἀρετῆς δεκτικαὶ φύσεις 4 ἄλλων] ἀλόγων coni. Mang. 5 τὸν μὲν ἐν G 6 ἱερωτάτῳ M ἐπεὶ Cohn: ἐπὶ codd. 7 δὲ secl. Cohn ἀμετόχων Turn.: μετοχῶν MG, μετόχων UFH οὐδέ M ἀρετὰς γεωργῆσαι seripsi: ἀρετῆς ἄρα τις HL1) ἐγεώργησεν codd., ἱκανὸς ἄρα οὐδείς τι γεωργῆσαι Mang. 9 εἰς μὲν τὴν Η: ὡς μεγίστην MGUF 12 κεχώρηκεν M ἀτιθάσους G: ἀτιθάσσους. MUFH 13 οὐδὲ M 14 περιδέχονται M δ’ G τὸν om. F1 15 πεπλανημένον L 16 φασιν M τῶ MUH1: om. GH2, secL Cohn 17 πνεύματι Η: σώματι MGUF, secL Cohn οὐδὲ U 18 φαίνεσθαι U 20 δὲ πλαστὸς coni. Cohn 21 om. G ἧς] ἣν F, ἣν L2 22 οἰκεῖον MGF τοῦ κυρίου edusi 24 ὁ ante πολυτρόπῳ add. Η2 δὲ codd.: τε Turn., δὲ vid. del. aut lin. 21 scrib. σώματος πλαστὸς πεπλανημένη U 25 τεθῆναι conicio παντὸς κόσμου μέσῳ 62 μέσον] μὲν σὸν G1F ὁλκοῖς scripsi: ὁλκαῖς codd. πρὸς] καὶ M ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπόναιτο, εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται. De_plantatione 46 τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ· De_plantatione 47 „εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, κύριε, ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου· κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“ (Exod. 15,17. 18). De_plantatione 48 οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄρος“ αὐτὸν „κληρονομίας“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ γενόμενον κτῆμα καὶ κλῆρος. De_plantatione 49 εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα· τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ πρῶτοι. De_plantatione 50 καὶ μὴν τά γε αὖθις λεγόμενα συνᾴδει τῷ προτεθέντι, τὸ τὸν κόσμον εὐτρεπῆ καὶ ἕτοιμον αἰσθητὸν οἶκον εἶναι θεοῦ, τὸ κατειργάσθαι καὶ μὴ ἀγένητον εἶναι, ὡς ᾠήθησάν τινες, τὸ „ἁγίασμα“, οἷον ἁγίων ἀπαύγασμα, μίμημα ἀρχετύπου, ἐπεὶ τὰ αἰσθήσει καλὰ τῶν νοήσει 1 ἀνακληθέντα scripsi: μετακλιθῆναι MH, μετακληθῆναι GF, μεταβληθῆναι U πρὸς] καὶ M 2. 3 ἀπώνετο M, ἀπόνηται conicici 3 αὖ τὰ M: αὐτά UFH, αὐτὰ τὰ GL 4 ἐρίζου MU 6 καὶ] κατὰ L1 τοῦ MGUF: τὸ H αὐτοῦ post ἡμέρους transponit Cohn prius καὶ Η: om. MGUF 8 καταφύτευσον G: καταφυτεύσεις ceteri 9 εἰς ὅρους L κληρονομίας scripsi (cf. lin. 15): κληροδοσίας codd. 9 εἰς ἔτιμον (ἕτοιμον) κατοικητήριόν σου ὃ in ras. ἕδρασμα εἰς καθέδραν σου ceteri κυρίου MUFH 10 ὃ ἡτοίμασαν αἵ in ras. G: ἥδρασαν ceteri βασιλεύων GH2: βασιλεύει MUFH1 τὸν] τῶν 10. 11 αἰώνων καὶ ἐπ’ H in mg. καὶ ἐπ’ αἰῶνα H: om. MGUF 11 καὶ ἔτι] ἔτι UFi 12 ὅτι καὶ τὰ M 13 τοῦ τὸ GH: τοῦτο MUF, καὶ τοῦ τὸ Mang. „ex Ms. “ (!) Ι6 γινόμενον M 18 τὰ om. M 19 σωφρονικῶ καὶ F 21 τὸ scripsi: τῶ codd. 22 εὐτρεπῆ M: εὐπρεπῆ GUFH τὸ] τῶ U 23 ἀγέννητον UH post τὸ add. δὲ H2 ὠνομάσθαι οἷον conicio 24 ἀρχετύπου H2: ἀρχέτυπον ceteri ἐπεὶ H: ἐπὶ MGUF τῶν codd.: καὶ v νοήσει H: οἰήσει MGUF καλῶν εἰκόνες, τὸ ἡτοιμάσθαι ὑπὸ χειρῶν θεοῦ, τῶν κοσμοποιῶν αὐτοῦ δυνάμεων. De_plantatione 51 ἀλλ’ ὅπως μηδεὶς ὑπολάβοι τὸν ποιητὴν χρεῖον εἶναί τινος τῶν γεγονότων, τὸ ἀναγκαιότατον ἐπιφωνήσει· „βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“· βασιλέα δὲ οὐδενὸς δεῖσθαι, τὰ δὲ ὑπήκοα βασιλέως θέμις πάντα. De_plantatione 52 τινὲς δὲ ἔφασαν κλῆρον εἶναι καὶ λέγεσθαι θεοῦ τὸ ἀγαθόν, οὗ τὴν χρῆσιν καὶ ἀπόλαυσιν εὔχεσθαι νυνὶ Μωυσῆν προσγενέσθαι· εἰσαγαγών, γάρ φησιν, ἡμᾶς οἷα παῖδας ἄρτι μανθάνειν ἀρχομένους διὰ τῶν σοφίας δογμάτων καὶ θεωρημάτων καὶ μὴ ἀστοιχειώτους ἐάσας ἐν ὑψηλῷ καὶ οὐρανίῳ λόγῳ καταφύτευσον. De_plantatione 53 κλῆρος γὰρ οὗτος ἑτοιμότατος καὶ προχειρότατος οἶκος, ἐπιτηδειότατον ἐνδιαίτημα, ὃ „κατειργάσω ἅγιον“· ἀγαθῶν γὰρ καὶ ἁγίων, ὦ δέσποτα, ποιητὴς ὢν τυγχάνεις, ὡς ἔμπαλιν κακῶν καὶ βεβήλων γένεσις ἡ φθαρτή. βασίλευε δὴ τὸν ἄπειρον αἰῶνα ψυχῆς τῆς ἱκέτιδος μηδὲ ἀκαρὲς ἐῶν αὐτὴν ἀνηγεμόνευτον· ἡ γὰρ ἀδιάστατος παρὰ σοὶ δουλεία τῆς μεγίστης ἀρχῆς, De_plantatione 54 οὐκ ἐλευθερίας μόνον ἀμείνων. πολλοῖς δὲ ἂν τάχα που ζήτησιν παράσχοι, τίνα ἔχει λόγον τὸ „εἰς ὄρος κληρονομίας σου“· κληροδοτεῖν μὲν θεὸν ἀναγκαῖον, κληρονομεῖν δὲ ἴσως οὐκ εὔλογον πάντων αὐτοῦ κτημάτων ὄντων. De_plantatione 55 ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαίρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις εἰώθασι χρῆσθαι. De_plantatione 56 οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ 1 τὸ δὲ ἡτοιμάσθαι Η 2 ὑπολάβοι MGFHbr: ὑπολάβῃ Ua v 3 τὸ] τὸν MUF γεγονότων ἀναγκαίως ἐπεβόησε Μωυσπης λέγων· κύριος βασιλεύων E τὸν αἰῶνα MGUF: τῶν αἰώνων HE 4 καὶ ante ἔτι om. UF βασιλέα scripsi: βάσι M, βασιλεῖ GUF, βασιλεὺς H δεῖσθαι MGUF: δεῖται Η δὲ] δὲ δὴ V 5 κλῆρος M λέγεται U 6 καὶ ἔλαυσιν M 9 λόγῳ] λόφῳ coni. Mang. καταφύτευσον M: κατεφύτευσε FL2, καταφύτευε G2H2L1, κατεφύτευε G1UH1 14 ἀνηγεμόνευτον om. G παρά σου F 15 δὲ om. F 16 ἔχει G2H: ἔχοι MG1UFL κληροδοσίας MGF 17 μὲν γὰρ conicio 18 ὄντων 20 οἷς GFH: οἲ MU 21 ἐπιμέλειαν om. F 22 καίτοι τῶν coni. Mang. 24 νομίζονται H: νομίζοντες MGUF ἐγχειρίσαιεν Η: ἐγχειρήσαιεν M, ἐγχειρῆσαι G, ἐγχειρίσαι UF 25 ἐκλόγους εἰς M 2—4 ἀλλ’ ὅπως—ἔτι habet E, II p. 608,36—40 M. εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα αὐτοῖς βασιλικά. De_plantatione 57 καὶ μὴν ἄργυρός τε καὶ χρυσὸς καὶ ὅσα ἄλλα κειμήλια παρὰ τοῖς ἀρχομένοις θησαυροφυλακεῖται τῶν ἡγουμένων μᾶλλον ἢ τῶν ἐχόντων ἐστίν, ἀλλ’ ὅμως ἴδιοι τῶν βασιλέων θησαυροὶ λέγονται, ἐν οἷς οἱ ταχθέντες τῶν φόρων ἐκλογισταὶ τὰς ἀπὸ τῆς χώρας προσόδους κατατίθενται. De_plantatione 58 μηδὲν οὖν θαυμάσῃς, εἰ καὶ τοῦ πανηγεμόνος θεοῦ τὸ ἐφ’ ἅπασι κράτος εἰληχότος ἐξαίρετος κλῆρος εἶναι λέγεται ψυχῶν σοφῶν ὁ θίασος, ὁ ὀξυωπέστατα ὁρῶν, ἀμέμπτῳ καὶ ἀκραιφνεῖ κεχρημένος τῷ διανοίας ὄμματι, μύσαντι μὲν οὐδέποτε, ἀεὶ δὲ ἀναπεπταμένῳ καὶ εὐθυτενῶς βλέποντι. De_plantatione 59 οὐ διὰ τοῦτο μέντοι καὶ ἐν ᾠδῇ τῇ μείζονι λέγεται· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· De_plantatione 60 καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰσραήλ“ (Deut. 32, 7 — 9) ; ἰδοὺ γὰρ πάλιν μερίδα καὶ κλῆρον εἴρηκε θεοῦ τὸν ὁρατικὸν αὐτοῦ καὶ γνήσιον θεραπευτὴν τρόπον, τοὺς δὲ γῆς παῖδας, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, ἐσπάρθαι καὶ ἀνασκεδασθῆναι καὶ ἐπισυναχθῆναι, στῖφος δὲ γενέσθαι ἡγεμόνι χρήσασθαι ὀρθῷ λόγῳ μὴ δυναμένους. τῷ γὰρ ὄντι ἁρμονίας μὲν καὶ ἑνώσεως αἴτιον ἀρετή, διαλύσεως δὲ καὶ διαρτήσεως ἡ ἐναντία διάθεσις. De_plantatione 61 δεῖγμα μέντοι τῶν εἰρημένων ἐστὶ τὸ γινόμενον ἀνὰ πᾶν ἔτος ἡμέρᾳ τῇ λεγομένῃ τοῦ ἱλασμοῦ· τότε γὰρ διείρηται „δύο τράγους διακληροῦν, τὸν μὲν τῷ κυρίῳ, τὸν δὲ τῷ ἀποπομπαίῳ“ (Lev. 16,8), διττὸν λόγον, ὃν μὲν θεῷ, ὃν δὲ γενέσει· ὁ ἀποσεμνύνων μὲν οὖν τὸ αἴτιον [τιμὴν] αὐτῷ προσκληρώσεται, ὁ δὲ γένεσιν 1 προέρχονται coni. Mang. 6 τὰς addidi 8 εἰληφότος MF 9 ὁ scripsi: ὃς MGUF, ὡς H 10 δ’ M 11 ἰθυτενῶς U οὐ διὰ MUF: καὶ διὰ GH 12. 13 τοῖς πρεσβυτέροις MU 13 ὅτι MF διεμέριζεν MGF: διεμέρισεν UH, διεμέλησεν L ἔθνη om. M 15 μερὶς ὁ λαὸς M, μερὶς καὶ λαὸς F αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ suppleo 18 coni. Mang. ἀνασυναχθῆναι καὶ ἐπισκεδασθῆναι U μὴ post alterum καὶ add. Mang. ἐπισυνεχθῆναι M, ἐπισυγχυθῆναι coni. Cohn, μηκέτι συναχθῆναι conicio δὲ MGUF : τε H 19 γενέσθαι scripsi: ἐγγενέσθαι codd. δυνάμενον conicio 20 διαρτήσεως F: διαρτύσεως ML2, διαρτίσεως U, διαστάσεως GHL1 22 διείρηται G1FH: εἴρηται M, διήρηται U, δὴ εἴρηται G2 24 διττὸν] διά τὸν G ὁ om. UF ἀποσεμνύνων μὲν scripsi: ἀποσεμνυνόμενον MGUF, ἀποσεμνύνων H 2.3 τὸ] τὸν F τιμὴν seclusi αὑτῶ H2 ἀποκληρώσεται M, προσκληρωθήσεται conicio γένεσιν Mang.: γενέσει codd.; fort. sciibendum: ὁ ἀπονέμων μὲν οὑν τῷ αἰτίῳ τιμὴν . . . ., ὁ δὲ γενέσει φυγαδευθήσεται, τῶν μὲν ἱερωτάτων ἐλαυνόμενος χωρίων, εἰς δὲ ἄβατα καὶ De_plantatione 62 βέβηλα καὶ βάραθρα ἐμπίπτων. τοσαύτῃ μέντοι τῇ τοῦ θεοφιλοῦς περιουσίᾳ χρῆται Μωυσῆς, ὥστε αὐτῷ τούτῳ μάλιστα πεπιστευκὼς θερμοτέροις καὶ μείζοσιν ἢ κατὰ τὰς ἑτέρων ἡμῶν ἀκοὰς λόγοις τε καὶ δόγμασιν εἴωθε χρῆσθαι· οὐ γὰρ μόνον ἀξιοῖ κληρονομεῖν θεόν, ἀλλὰ καὶ αὐτόν, τὸ παραδοξότατον, κλῆρον ἑτέρων εἶναι. De_plantatione 63 φυλὴν γὰρ ὅλην πρόσφυγα καὶ ἱκέτιν αὐτοῦ λῆξιν μὲν τῆς χώρας, καθάπερ τὰς ἄλλας ἕνδεκα, οὐκ ἠξίωσε νείμασθαι, γέρας δὲ ἐξαίρετον λαβεῖν ἱερωσύνην, οὐκ ἐπίγειον, ἀλλ’ ὀλύμπιον κτῆμα· „οὐ γὰρ ἔσται“ φησί „τῇ φυλῇ Λευὶ μερὶς οὐδὲ κλῆρος ἐν υἱοῖς Ἰσραήλ, ὅτι κύριος αὐτὸς κλῆρος αὐτῶν“ (Deut. 10, 9). καὶ ἐκ προσώπου μέντοι τοῦ θεοῦ διὰ τῶν χρησμῶν ᾄδεται τὸν τρόπον τοῦτον· „ἐγὼ μερίς σου καὶ κληροδοσία“ (Num. 18, 20)· De_plantatione 64 τῷ γὰρ ὄντι ὁ τελείως ἐκκεκαθαρμένος νοῦς καὶ πάντα τὰ γενέσεως ἀπογινώσκων ἓν μόνον οἶδε καὶ γνωρίζει τὸ ἀγένητον, ᾧ προσελήλυθεν, ὑφ’ οὗ καὶ προσείληπται. τίνι γὰρ ἔξεστιν εἰπεῖν „αὐτός μοι μόνος ἐστὶν ὁ θεός“ ἢ τῷ μηδὲν τῶν μετ’ αὐτὸν ἀσπαζομένῳ; οὗτος δ’ ἐστὶν ὁ Λευίτης τρόπος· ἑρμηνεύεται γὰρ „αὐτός μοι“ διὰ τὸ ἄλλα ἄλλοις τετιμῆσθαι, μόνῳ δὲ αὐτῷ τὸ ἀνωτάτω καὶ πάντων ἄριστον De_plantatione 65 αἴτιον. ἤδη τινὰ τῶν παλαιῶν φασι καθάπερ ἐκπρεπεστάτης γυναικὸς τῷ σοφίας ἐπιμανέντα κάλλει πολυτελεστάτης πομπῆς θεασάμενον παρασκευὴν ἄφθονον, ἀπιδόντα πρός τινας τῶν συνήθων εἰπεῖν „ἴδετε, ὦ ἑταῖροι, ὅσων χρείαν οὐκ ἔχω“, καίτοι γε ἔξω τῶν ἀναγκαίων 2 βαραθρώδη coni. Mang. τοῦ acJdidi 3 ὥστε] spatium in M 4 ἑτέρων] ἀσθενεστέρων coni. Maug. 6 τὸ scripsi: τὸν MGUFH1, om. H2 φυλακὴν M, φίλην G ὅλην Η: ἄλλην MGUF 7 οἰκέτιν L τὰς ἄλλας Turn. : ταῖς ἄλλαις H2, ἄλλας ceteri 9 ἔσται UH: ἔστι F, ἕξει G, ὡς M Λευὶ φυλὴ Η 10 μερὶς UH: μέρος MGF οὐδὲ F: οὔτε ceteri αὐτὸς UH: αὐτῶν MGF αὐτῷ conicio 11 τοῦ om. G 11. 12 διὰ τῶν χρησμῶν ᾄδεται U: ᾄδεται διὰ τῶν χρησμῶν τὸν χρησμὸν M) MGFH 12 κληρονομία coni. Mang. 13 κεκαθαρμένος H τὰ FH: om. MGU 13. 14 γενέσθαι M 14 ἀπογιγνώσκων G γνωρίζει] γινώσκει M ἀγέννητον UH 15 τίνι] ὧ M 16 θεὸς κλῆρος conicio αὐτῶν M οὗτος MGUF: αὐτὸς U MGH 18 τὸ Η: τῶ MGUF πάντα M 18. 19 ἄριστον αἴτιον H: ἀρίστω αἰτίω MGUF 19 πάλαι MF φησι MGF εὐπρεπεστάτης conicio 20 τῷ et κάλλει Turn.: τοῦ et κάλλους codd. ἐπιμανέντος F 21 παρασκευῆς U ἀποδιδόντα ’U τινας H: τινα ceteri συνήθως U 22 ἴδεται M ἕτεροι M γε om. F 19 cf. testimonia ad p. 87, 14 allata. οὐδὲν ἁπλῶς περιβεβλημένον, ὡς μηδὲ ὑποφυσηθέντα πλούτου μεγέθει, ὃ μυρίοις συνέβη, δόξαι τῷ λόγῳ καταλαζονεύεσθαι τοῦ θεοῦ. De_plantatione 66 ὃ νομοθέτης ἐκδιδάσκει φρονεῖν δεῖν τοὺς μηδὲν χρῆμα τῶν ἐν γενέσει γνωρίζοντας, ἀπογινώσκοντας δὲ ὅσα γενητὰ διὰ τὴν πρὸς τὸν ἀγένητον οἰκειότητα, ὃν μόνον πλοῦτον καὶ εὐδαιμονίας ὅρον τελεωτάτης ἐνόμισαν. De_plantatione 67 μηκέτι νῦν οἱ τὰς βασιλείας καὶ ἡγεμονίας ἀναψάμενοι μεγαλαυχείτωσαν, οἱ μὲν ὅτι μίαν πόλιν ἢ χώραν ἢ ἔθνος ἓν ὑπηγάγοντο, οἱ δὲ ὅτι πάντα μὲν γῆς κλίματα μέχρι τῶν περάτων αὐτῆς, πάντα δὲ Ἑλληνικὰ καὶ βαρβαρικὰ ἔθνη, πάντας δὲ ποταμοὺς καὶ τὰ ἄπειρα πλήθει καὶ μεγέθει πελάγη προσεκτήσαντο. De_plantatione 68 καὶ γὰρ εἰ μετὰ τούτων τῆς μεταρσίου φύσεως, ὃ μηδὲ εἰπεῖν εὐαγές, ἣν μόνην ἐκ πάντων ἀδούλωτον καὶ ἐλεύθερον ὁ ποιητὴς εἰργάσατο, ἐπεκράτησαν, ἰδιῶται νομισθεῖεν ἂν κατὰ σύγκρισιν μεγάλων βασιλέων, οἳ τὸν θεὸν κλῆρον ἔλαχον· ὅσῳ γὰρ ὁ κτησάμενος τὸ κτῆμα τοῦ κτήματος ἀμείνων καὶ τὸ πεποιηκὸς τοῦ γεγονότος, τοσούτῳ βασιλικώτεροι ἐκεῖνοι. De_plantatione 69 τοὺς μὲν οὖν πάντα τοῦ σπουδαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτημόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περιμάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιόχρεω κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν. De_plantatione 70 τὰ δὲ δόγματα οὐκ ἐπαμφοτεριζόντων ταῦτ’ ἐστίν, ἀλλὰ βεβαίᾳ πίστει κατεσχημένων· ἐπεὶ καὶ νῦν εἰσί τινες τῶν ἐπιμορφαζόντων εὐσέβειαν, οἳ τὸ πρόχειρον τοῦ λόγου παρασυκοφαντοῦσι φάσκοντες οὔθ’ ὅσιον οὔτ’ ἀσφαλὲς εἶναι λέγειν ἀνθρώπου θεὸν κλῆρον. De_plantatione 71 οὐ γὰρ ἀπὸ γνησίου τοῦ πάθους, ἀλλ’ ὑποβολιμαίου καὶ νόθου, πρὸς τὴν θεωρίαν τῶν πραγμάτων, 2 alterum ὃ] ὁ MH, ὅπερ ὁ coni. Cohn 3 δεῖν H: δεῖ GUF, χρὴ M χρῆμα τῶν scripsi: χρημάτων codd. 3. 4 γνωρίζοντας scripsi: πορίζοντας codd. 4 ἀπογινώσκοντα M γεννητὰ UH τὸν] τὸ conicio ἀγέννητον GUH 5 τελειοτάτης UH 6 μηκέτ’ οὑν coni. Cohn ἡγεμόνας M μεγαλαυχήτωσαν H 8 γῆς om. M 9 πλήθει Turn. : πλήθη codd. μεγέθει U: μεγέθη ceteri 10 καὶ πελάγη M εἰ UH: ὁ MGF 11 ὃ μηδὲ H: ὃ μηδὲν U, οἱ μηδὲν MG, ἧ μηδὲν F ἣν H: ἡ, tum spatium 2 iitt. M, ἢ GUF μόνον M ἐξ ἀπάντων F 12 ἐπεκράτης (sic) G 15 βασιλικώτεροι GH: βασιλικώτερον MUF ἐκεῖνοι H: ἐκείνου MGUF 16 φάσκοντος G1 ἀφορῶντες εἰς om. M εἰς om. F 16. 17 τὴν τῶν ἐκτὸς coniclo 17 ἄδειαν 18 πλουσίων G δέ γε M οὕτω Η 18. 19 καὶ περιμάχητον om. G 19. 20 ἀξιόχρεων G2 20 αὐτοῖς G2 20. 21 τὸ δὲ δόγμα et τοῦτ’ conicio 21 δεδογμένα M ἐπαμφοτεριζόντων Turn. : ἐπ’ ἀμφοτέρων codd. ταῦτ’ Turn.: ταυτὸν codd. ἀλλὰ] ἀλλὰ τῶν Η 22 εὐσεβεία HL1 23 οὔτ’ M: οὔθ’ Η, οὔτε GUF 24 εἶναι om. Η εἴποιμ’ ἂν αὐτοῖς, ἥκετε· ἐν ἴσῳ γὰρ ᾠήθητε τὰ ἀμπέλων ἢ ἐλαιῶν ἢ τῶν ὁμοιοτρόπων κτήματα τῶν ἐχόντων καὶ σοφῶν τὸν θεὸν κλῆρον λέγεσθαι, καὶ οὐκ ἐνενοήσατε ὅτι καὶ ζωγράφοις ζωγραφία καὶ συνόλως τέχνη τῷ τεχνίτῃ λέγεται κλῆρος, οὐχ ὡς γήινον κτῆμα, ἀλλ’ ὡς ὀλύμπιον ἀγώνισμα. De_plantatione 72 δεσπόζεται γὰρ τῶν τοιούτων οὐδέν, ἀλλ’ ὠφελεῖ τοὺς ἔχοντας· ὥστε καὶ τὸ ὂν κλῆρον μὴ ὡς κτῆμα τούτοις ἐμφερὲς ἀκούετε τοῖς λεχθεῖσιν, ὦ συκοφάνται, ἀλλ’ ὡς ὠφελιμώτατον καὶ μεγίστων τοῖς θεραπεύειν ἀξιοῦσιν ἀγαθῶν αἴτιον. De_plantatione 73 Εἰρηκότες οὖν περὶ τοῦ πρώτου φυτουργοῦ καὶ φυτοῦ τὰ ἁρμόζοντα μέτιμεν ἑξῆς ἐπὶ τὰς τῶν μαθημάτων ἅμα καὶ μιμημάτων ἐπιμελείας. εὐθέως τοίνυν ὁ σοφὸς Ἀβραὰμ λέγεται „φυτεῦσαι ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπικαλέσαι τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33)· καὶ οὐ δεδήλωται τῶν φυτῶν ἡ ἰδιότης, ἀλλ’ αὐτὸ μόνον τοῦ χωρίου τὸ μέγεθος. De_plantatione 74 φασὶ δὲ οἷς ἔθος ἐρευνᾶν τὰ τοιαῦτα, πάντα θεοῦ ὅσα ἐν κτήμασιν ἠκριβῶσθαι διαφερόντως, καὶ τὸ δένδρον καὶ τὸ χωρίον καὶ τὸν τοῦ δένδρου καρπόν· τὸ μὲν οὖν δένδρον αὐτὴν εἶναι τὴν ἄρουραν, ἀλλ’ οὐχ ὁμοίαν τοῖς βλαστάνουσιν ἀπὸ γῆς, ἀλλὰ κατὰ τὴν τοῦ θεοφιλοῦς διάνοιαν ῥιζωθεῖσαν, τὸ δὲ χωρίον τὸ φρέαρ τοῦ ὅρκου, τὸν δὲ καρπὸν τὴν τοῦ κυρίου ὀνόματος μετάληψιν εἰς θεὸν αἰώνιον. De_plantatione 75 τὸν δὲ περὶ ἑκάστου τῶν προταθέντων εἰκότα λόγον ἀναγκαῖον προσαποδοῦναι· ἡ μὲν τοίνυν ἄρουρα μήκει πηχῶν οὖσα ἑκατὸν καὶ πλάτει τῶν ἴσων κατὰ τὴν τοῦ τετραγώνου φύσιν πολυπλασιασθέντων εἰς μυρίων ἀριθμὸν ἐπιπέδων συντίθεται πηχῶν. De_plantatione 76 ἔστι δὲ ὅρος οὗτος τῶν ἀπὸ μονάδος παραυξηθέντων ὁ μέγιστος καὶ τελειότατος, ὥστε ἀρχὴν μὲν ἀριθμῶν εἶναι μονάδα, τέλος δὲ ἐν τοῖς κατὰ τὴν πρώτην σύνθεσιν μυριάδα. παρὸ καί τινες οὐκ ἀπὸ σκοποῦ βαλβῖδι μὲν μονάδα, καμπτῆρι δὲ εἴκασαν μυριάδα, τοὺς δὲ μεθορίους πάντας 1 ἥκετε Η: ἱκέται MGUF ὠθῇ M 2 κτήματα τῶν scripsi: κτημάτων MF, κτήματα GUH σοφὸν M 3 ἐνοήσατε M 4 τεχνητὴ M 5 ὀφε M 6 κλῆρον μὴ Η: κληρονομεῖν M, κληρονομεῖ GUF τούτοις ἐμφερὲς Η2: τοῖς ἐμφερεστέροις ceteri ἀκούετε UH: ἀκούεται GF, ἀκούετο M 7 μεγίστων Mang.: μέγιστον codd. 8 ante ἀξιοῦσιν ras. 2 litt. Η ἀγαθὸν U 1 1 Ἁβραὰμ FH 13 θεὸς αἰώνιος Mang.: θεοῦ αἰωνίου codd. ἰδιώτης M 15 θεοῦ ὅσα ἐν κτήμασιν corrupta 18 ῥιζωθεῖσιν coni. Mang. 19 κύριος conicio 20 προταθέντων codd.: προτεθέντων v 21 πὼς ἀποδοῦναι GF, ἀποδοῦναι M μήκει 51 GF; μήκους UH 22 πλάτει Mang.: πλάτους codd. 26 παρ’ ὃ GU ἀριθμοὺς τοῖς δρόμον ἀγωνιζομένοις· ἀρχόμενοι γὰρ ὥσπερ ἀπὸ βαλβῖδος φέρεσθαι μονάδος παρὰ μυριάδα τὸ τέλος ἵστανται. De_plantatione 77 μετιόντες οὖν ἀπὸ τούτων τινὲς ὡσανεὶ συμβόλων ἔφασαν τὸν θεὸν ἀρχὴν καὶ πέρας εἶναι τῶν ἁπάντων, δόγμα κατασκευαστικὸν εὐσεβείας· τοῦτο τὸ δόγμα φυτευθὲν ἐν ψυχῇ κάλλιστον καὶ τροφιμώτατον καρπόν, ὁσιότητα, τίκτει. De_plantatione 78 τόπος δ’ ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν „οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκος“ (Gen. 26, 32. 33). τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα· De_plantatione 79 οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε τρέφεσθαι. De_plantatione 80 ὥσπερ οὖν ἔνιοι τῶν ἀνατεμνόντων τὰ φρέατα τὸ ζητούμενον ὕδωρ πολλάκις οὐχ εὗρον, οὕτως οἱ προσωτέρω χωροῦντες τῶν ἐπιστημῶν καὶ ἐπὶ πλέον ἐμβαθύνοντες αὐταῖς ἀδυνατοῦσι τοῦ τέλους ἐπιψαῦσαι. τοὺς γοῦν πολυμαθεῖς φασιν ἀμαθίαν δεινὴν ἑαυτῶν κατηγορεῖν, μόνον γὰρ ὅσον τοῦ ἀληθοῦς ὑστερίζουσιν ᾔσθοντο. καί τινα τῶν παλαιῶν λόγος ἔχει θαυμαζόμενον ἐπὶ σοφίᾳ εἰκότως φάναι θαυμάζεσθαι· μόνον γὰρ εἰδέναι ὅτι οὐδὲν οἶδεν. De_plantatione 81 ἑλοῦ δ’ εἰ θέλεις ἣν ἂν διανοηθῇς μικρὰν ἢ μείζονα τέχνην καὶ τὸν κατὰ ταύτην γενόμενον ἄριστόν τε καὶ δοκιμώτατον, εἶτα κατανόησον εἰ τὰ ἐπαγγέλματα τῆς τέχνης ἰσάζει τοῖς ἔργοις τοῦ τεχνίτου· σκοπῶν γὰρ εὑρήσεις ταῦτα ἐκείνων οὐ βραχέσιν ἀλλὰ μεγάλοις διαστήμασιν ἀποδέοντα, σχεδὸν ἀδυνάτου καθεστῶτος πρὸς ἡντινοῦν τελειωθῆναι τέχνην πηγῆς τρόπον ἀεὶ καινουμένην καὶ θεωρημάτων παντοίων ἰδέας ἀνομβροῦσαν. De_plantatione 82 διὰ τοῦθ’ ὅρκος ὠνομάσθη προσφυέστατα τὸ πίστεως βεβαιοτάτης 2 ἵσταται G 3 ὡς ἄν εἰ G συμβόλων HL1: σύμβολον MGUFL2 πέρας] τέλος M 5 κάλιστον M post τίκτει add. ἧ G2, ὁ U 6 δ’ add. Mang. καλεῖται G 9 εἶπαν MH εὕρωμεν G αὐτῶ G 11 περὶ] παρ’ M ὀλιγόρως M 12 ὀρύττουσιν M 12. 13 ἐναφανεῖς G 13 ἅπασιν] ἀμφοτέροις conicio ἐστιν H 14 ψυχὴ] ἀρχὴ UF 16 οὐχ εὗρον G2H: ἀνεῦρον MUF(G1) 17 ἐμβαθύνοντες MUF: ἐμβαθοῦντες G, ἐμβατεύοντες Η 18 φησιν MF 22 μείζω M 25 ἀποδέοντας M, ἀποδέονται F 26 ἡντιναοῦν M 27 καινουμένην Mang.: κινουμένην codd. 28 βεβαιοτάτης MGDF: βεβαιότατον Η 20 Platonis Apol. p. 21 D. σύμβολον μαρτυρίαν θεοῦ περιεχούσης. ὡς γὰρ ὁ ὀμνὺς τῶν ἀμφισβητουμένων καλεῖ θεὸν μάρτυρα, ἐπ’ οὐδενὶ οὕτως ἔστιν εὐορκῆσαι ὡς ἐπὶ τῷ μηδεμιᾶς ἐπιστήμης εὑρίσκεσθαι παρὰ τῷ τεχνίτῃ τέλος. De_plantatione 83 ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τὰς ἄλλας ὅσαι περὶ ἡμᾶς δυνάμεις ὀλίγου δεῖν κεχώρηκεν· ὥσπερ γὰρ ἐν τῷ λεχθέντι φρέατι ὕδωρ φασὶ μὴ εὑρεθῆναι, οὕτως οὐδὲ ἐν ὀφθαλμοῖς τὸ ὁρατὸν οὐδ’ ἐν ὠσὶ τὸ ἀκούειν οὐδ’ ἐν μυκτῆρσι τὸ ὀσφραίνεσθαι οὐδὲ συνόλως ἐν αἰσθήσεως ὀργάνοις τὸ αἰσθάνεσθαι, κατὰ τὸ παραπλήσιον δὲ οὐδ’ ἐν νῷ τὸ καταλαμβάνειν. De_plantatione 84 πῶς γὰρ ἂν παρορᾶν ἢ παρακούειν ἢ παρανοεῖν συνέβαινεν, εἴπερ ἐν τούτοις πάγιαι ἦσαν αἱ ἀντιλήψεις ἑκάστου, ἀλλὰ μὴ ἐπ’ αὐτῶν θεοῦ σπείροντος De_plantatione 85 τὸ βέβαιον ἐπεφύκεσαν; ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλεγμένοι, ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργασώμεθα. τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ „τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33). De_plantatione 86 αἱ τοίνυν λεχθεῖσαι προσρήσεις τὰς περὶ τὸ ὂν ἐμφαίνουσι δυνάμεις· ἡ μὲν γὰρ κύριος καθ’ ἣν ἄρχει, ἡ δὲ θεὸς καθ’ ἣν εὐεργετεῖ· οὗ χάριν καὶ τῇ κατὰ τὸν ἱερώτατον Μωυσῆν κοσμοποιίᾳ πάσῃ τὸ τοῦ θεοῦ ὄνομα ἀναλαμβάνεται· ἥρμοττε γὰρ τὴν δύναμιν, καθ’ ἣν ὁ ποιῶν εἰς γένεσιν ἄγων ἐτίθετο καὶ διεκοσμεῖτο, διὰ ταύτης καὶ [κατα]κληθῆναι. De_plantatione 87 καθὸ μὲν οὖν ἄρχων ἐστίν, ἄμφω δύναται, καὶ εὖ καὶ κακῶς ποιεῖν, συμμεταβαλλόμενος πρὸς τὴν τοῦ δράσαντος ἀπόδοσιν· καθὸ δὲ εὐεργέτης, θάτερον μόνον βούλεται, τὸ εὐεργετεῖν. De_plantatione 88 μέγιστον δ’ ἂν ψυχῆς γένοιτο ἀγαθὸν μηκέτι ἐνδοιάζειν περὶ τῆς πρὸς ἑκάτερα τοῦ βασιλέως ἰσχύος, ἀλλ’ ἀνενδοιάστως τὸν μὲν ἕνεκα τοῦ κράτους τῆς ἀρχῆς αὐτοῦ φόβον ἐπικρεμάμενον καταλύειν, τὴν δὲ ἐκ τοῦ προαιρετικῶς εἶναι φιλόδωρον ἀγαθῶν κτήσεως καὶ χρήσεως ἐλπίδα βεβαιοτάτην ζωπυρεῖν. De_plantatione 89 τὸ δὴ „θεὸς αἰώνιος“ ἴσον ἐστὶ τῷ ὁ χαριζόμενος οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ, ἀεὶ δὲ καὶ συνεχῶς, ὁ ἀδιαστάτως εὐεργετῶν, ὁ τὴν τῶν δωρεῶν 2 θεὸν καλεῖ U εὐορκίσαι F, εὐορκὴς M 3 alterum τῶ FH: om. MGU 6 οὕτως] οὐ M οὐδέν ἐν Γ’ ὁρατικὸν vel ὁρᾶν coni. Mang. οὐδ’ ἐν H2: οὐδὲ ἐν M, οὐδὲ ceteri οὐδ’ ἐν H2: οὑδὲ ceteri 8 ἐν Turn.: οὐδὲ codd. 10 μὴ] μὴν M σπείροντος] δὲ εἴροντος F 11 τὸ om. H 13 γὰρ] γάρ φησι conicio 14 κυρίου scripsi (cf. p. 148,13): κύριος ὁ codd. 16 καὶ] κἀν conicio 18. 19 ὁ ποιῶν τὰ #x003E; .... ἐτίθει τε καὶ διεκόσμει conicio 19 ταύτης H: τοῦτο MGUF κάτα secl. Cohn, ἐπικληθῆναι coniciebam 20. 21 συμμεταβαλλόμενος FH: συμμεταβαλλομένου MGU 21 δρασθέντος coni. Mang. 22 δὲ post τὸ add. F ψυχῆι H2 23 ἐνδυάζειν G1F ἑκάτερα FH: ἑκατέραν MGU 24 ἀνενδυάστως F 25 ἐπικρατούμενον U προαιρετικὸς M 27 τῷ] τὸ G δ’ M 28. 151,1 ἀπάλληλον G1UF ἐπάλληλον φορὰν ἀπαύστως συνείρων, ὁ τὰς χάριτας ἐχομένας ἀλλήλων ἀνακυκλῶν δυνάμεσιν ἑνωτικαῖς καθαρμοσάμενος, ὁ μηδένα καιρὸν τοῦ ποιεῖν εὖ παραλείπων, ὁ κύριος ὤν, ὡς καὶ βλάπτειν δύνασθαι. De_plantatione 90 τοῦτο καὶ ὁ ἀσκητὴς Ἰακὼβ ᾐτήσατο ἐπὶ τέλει τῶν ἱεροπρεπεστάτων εὐχῶν· εἶπε γάρ που· „καὶ ἔσται κύριος ἐμοὶ εἰς θεόν“ (Gen. 28,21), ἴσον τῷ οὐκέτι μοι τὸ δεσποτικὸν ἐπιδείξεται τῆς αὐτοκράτορος ἀρχῆς, ἀλλὰ τὸ εὐεργετικὸν τῆς ἵλεω περὶ πάντα καὶ σωτηρίου δυνάμεως, τὸν μὲν οἷα ἐπὶ δεσπότῃ φόβον ἀναιρῶν, τὴν δὲ ὡς ἐπ’ εὐεργέτῃ φιλίαν καὶ εὔνοιαν τῇ ψυχῇ παρέχων. De_plantatione 91 τίς ἂν οὖν τοῦθ’ ὑπολάβοι ψυχή, ὅτι ὁ δεσπότης καὶ ἡγεμὼν τῶν ὅλων οὐδὲν τῆς ἑαυτοῦ φύσεως μεταβάλλων, μένων δὲ ἐν ὁμοίῳ, ἀγαθός ἐστι συνεχῶς καὶ φιλόδωρος ἀνελλιπῶς; ὅθεν ὄντως ἀγαθῶν ἀφθόνων καὶ ἀεννάων αἴτιος τελειότατος τοῖς εὐδαιμονοῦσι. De_plantatione 92 βασιλεῖ δὲ πεπιστευκέναι μὴ τῷ μεγέθει τῆς ἀρχῆς ἐπαιρομένῳ πρὸς βλάβας τῶν ὑπηκόων, ἀλλὰ φιλανθρωπίᾳ τὸ ἐνδεὲς ἑκάστῳ ἐπανορθοῦσθαι προαιρουμένῳ, μέγιστόν ἐστι πρὸς εὐθυμίαν καὶ ἀσφάλειαν ἕρκος. De_plantatione 93 Ἃ τοίνυν ὑπεσχόμεθα, ἤδη σχεδὸν ἀποδέδεικται, [τὸ] φυτὸν μὲν τὸ ἀρχήν τε καὶ τέλος λαμβάνεσθαι τῶν ἁπάντων εἶναι θεόν, χωρίον δὲ τὸ ἀκόλουθον τὸ ἐν μηδενὶ τῶν ἐν γενέσει τέλειον εὑρίσκεσθαι, ἐπ’ αὐτῷ δ’ ἔσθ’ ὅτε χάρισι τοῦ αἰτίου προφαίνεσθαι, καρπὸς δὲ τὸ τὰς τοῦ θεοῦ διαιωνίζειν χάριτας καὶ ὀμβρούσας ἀπαύστως μηδέποτε λήγειν. De_plantatione 94 οὕτως μὲν δὴ καὶ ὁ σοφὸς ἑπόμενος τῇ τοῦ πρώτου καὶ μεγίστου φυτουργοῦ τέχνῃ τὴν γεωργικὴν ἐπιδείκνυται. βούλεται δὲ ὁ ἱερὸς λόγος καὶ τοῖς μήπω τελειωθεῖσιν ἡμῖν, ἔτι δὲ ἐν μέσοις ἀριθμοῖς τῶν λεγομένων καθηκόντων ἐξεταζομένοις, διαπονηθῆναι τὰ γεωργικά· φησὶ γάρ· De_plantatione 95 „ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ 2 ἀναβεκλῶν (sic) F καὶ post ἀνακυκλῶν add. UH2 καθαρμοζόμενος Mang. ὁ] ὁ δὴ L 3 παραλείπων G, παραλιπὼν U 4 ᾐνίξατο coni. Mang. 6 τὸ] τῶ M 7 τὸ om. L περὶ] παρὰ M 8 ἐπ’ H2: om. ceteri 9 ψυχὴ U: κοινὴ MGUF παρέχον G οὖν om. Η 10 ὁ G2H2: om. MG1UH1 οὐδὲ U αὐτοῦ H1, αὑτοῦ H2 12 ὄντων L, #x003E; ὄν τὼς coni. Mang. αἴτιον τελειότατον conicio τελειότητος Η 12. 13 εὐδαιμονοῦσιν M 13 τῶν M 14 ἐνδεὲς scripsi: ἀνενδεὲς codd. ἑκάστων conicio 15 ἐστὶν ἀπὸ εὐθυμίαν M εὐθυμίαν] post εὑ ras. in H εὐδαιμονίαν Η1?) 17 δὴ G ἀποδέδοται coni. Mang. τὸ seclusi 18 τε καὶ τέλος ὑπολαμβάνεσθαι λαμβάνεσθαι scripsi) Mang.: τινα κάλλιστον λαμβάνεσθαι codd. 19 τῶν] τὸν M τελείου U 20 αὐτῶν Η δ’ ἔσθ’ Η: δ’ ἐστὶν MGF, δέ ἐστιν U 21 λέγειν G1 22 οὕτω H priiis καὶ om. M 24 δὲ] δὲ καὶ M 26 πρὸς] εἰς Η ὑμῶν F: om ceteri καταφυτεύσητε πᾶν ξύλον βρώσεως, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται· τῷ δὲ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ· τῷ δὲ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ. ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν„ (Lev. 19, 23 — 25). De_plantatione 96 οὐκοῦν τῶν ξύλων τὰ ἐδώδιμα, πρὶν εἰς τὴν ὑπὸ θεοῦ δοθεῖσαν χώραν μεταναστῆναι, φυτεύειν ἀδύνατον· „ὅταν γὰρ εἰσέλθητε πρὸς τὴν γῆν, φυτεύσετε πᾶν ξύλον βρώσιμον„ φησίν, ὥστε ἔξω διατρίβοντες οὐκ ἂν δυναίμεθα τὰ τοιαῦτα τῶν δένδρων γεωργεῖν· καὶ μήποτ’ εἰκότως· De_plantatione 97 ἕως μὲν γὰρ εἰς τὴν σοφίας ὁδὸν οὐ προσελήλυθεν ὁ νοῦς, τετραμμένος δὲ πόρρω πλανᾶται, τῶν τῆς ἀγρίας ὕλης ἐπιμελεῖται φυτῶν, ἅπερ ἤτοι ἄγονα ὄντα ἐστείρωται ἢ γεννῶντα ἐδωδίμων ἐστὶν ἄφορα. De_plantatione 98 ὅταν δὲ εἰς τὴν φρονήσεως ἐμβὰς ὁδὸν συνεισέρχηται τοῖς δόγμασι καὶ συντρέχῃ πᾶσιν, ἄρξεται τὴν ἥμερον καὶ καρπῶν ἡμέρων οἰστικὴν ἀντὶ τῆς ἀγρίας ἐκείνης γεωργεῖν, ἀπάθειαν ἀντὶ παθῶν καὶ ἀντὶ ἀγνοίας ἐπιστήμην καὶ ἀντὶ κακῶν ἀγαθά. De_plantatione 99 ἐπεὶ οὖν ὁ ἄρτι εἰσαγόμενος μακρὰν τοῦ τέλους ἀφέστηκεν, εἰκότως φυτεύσαντι αὐτῷ προστέτακται περιελεῖν τὴν ἀκαθαρσίαν τοῦ φυτευθέντος. τί δὲ τοῦτ’ ἐστί, συνεπισκεψώμεθα. De_plantatione 100 τὰ μέσα τῶν καθηκόντων ἡμέρων φυτῶν ἔχειν μοι δοκεῖ λόγον· ἑκάτερα γὰρ ὠφελιμωτάτους φέρει καρπούς, τὰ μὲν σώμασι, τὰ δὲ ψυχαῖς. πολλὰ δὲ ἐν τοῖς μέσοις συναναβλαστάνοντα καὶ ἐπιφυόμενα τῶν βλαβερῶν ἀναγκαίως ἂν τέμνοιτο τοῦ μὴ ζημιοῦσθαι τὰ ἀμείνω χάριν. De_plantatione 101 ἢ οὐκ ἂν εἴποιμεν φυτὸν ἥμερον ψυχῆς παρακαταθήκης ἀπόδοσιν; ἀλλὰ τοῦτό γε τὸ φυτὸν καθάρσεως δεῖται καὶ περιττοτέρας ἐπιμελείας. τίς 1 περικαθαριεῖτε H: περικαθάρητε MGUF (ι s. s. G^), καὶ περικαθάρητε com. Cohn 2 ὁ καρπὸς Mang. : τὸν καρπὸν codd. ἀπερικάθαρτος scripsi: ἀκάθαρτος codd. βρωθήσετε M 3 αἰνετὸς ex LXX Mang. : ἓν ἔτος codd. 4 γενήματα G 5 ὁ ova. Η 7 καὶ post. γῆν add. v 7. 8 φυτεύσεται M, φυτεύσητε, καὶ φυτεύσητε conicio 9 δυνάμεθα ML 10 προελήλυθεν coni. Mang. 11 τῶν Tiirn.: καὶ τῶν GUFII, καὶ τὸν M 12 ὅταν δὲ om. H 13 ὁδὸν ἄν εἰσέρχηται H δόγμασιν U συντρέχῃ U: συντρέχειν ceteri 14 ἄρξεται scripsi: ἄρξηται MGFH, αὔξητε U καρπῶν H"-’: εὔκαρπον ceteri 15 γεωργεῖ H ἀπάθειαν H: εὐπαθείας MGUF, εὐπάθειαν L- 16 ἀγαθά M: τε ἀγαθά (iUF, τὰ ἀγαθά, τε τὰ ἀγαθά L ἐπεὶ οὑν Turu.: οἰκείων GHUF, οἰκεῖον M ὁ ἄρτι scripsi: ἀρετῆς codd.. ἀρετῆς ὁ V 17 φυτεύσοντι conicio οὖν post φυτεύσαντι add. G- 18 post τοῦτ’ ras. in Η ἐστὶ συνεπισκεψώμεθα (irFII: ἐστιν ἐπισκεψώμεθα M 19 post φυτῶν add. ὃν MGU, ἓν F, τὸν αὐτὸν H, ἡμέροις φυτοῖς τὸν αὐτὸν coni. Mang. ἔχει M 20 φέρει] φύσει M σώματι M δὲ U: δ’ ἐν MCiFll 22 ἂν τέμνοιτο cd. stereot. Tauchnit. (ἀνατέμνοιτο Maug.): ἂν γένοιτο codd. τά] τὴν G2 οὖν ἡ κάθαρσις ἥδε; παρὰ νήφοντος λαβὼν παρακαταθήκην μήτε μεθύοντι μήτ’ ἀσώτῳ μήτε μεμηνότι ἀποδῷς—ὁ γὰρ λαβὼν ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει καιρὸν ὠφεληθῆναι—, μηδὲ χρεώσταις ἢ δούλοις ἀποδῷς δανειστῶν καὶ δεσποτῶν ἐφεδρευόντων—προδοσία γὰρ τοῦτ’ ἐστίν, οὐκ ἀπόδοσις—, μηδὲ τὴν ἐν ὀλίγοις πίστιν φύλαττε ἐπὶ θήρᾳ τῆς ἐν πλείοσι πίστεως· De_plantatione 102 δελέατά γε οἱ μὲν ἁλιευόμενοι μικρὰ καθιέντες ἐπὶ τῷ τοὺς μείζους ἀγκιστρεύεσθαι τῶν ἰχθύων οὐ σφόδρα ἂν ὑπαίτιοι τῆς κατ’ ἀγορὰν εὐετηρίας προνοεῖσθαι φάσκοντες καὶ ὡς ἂν ἄφθονον τοῖς ἀνθρώποις τὴν καθ’ ἑκάστην ἡμέραν ποιήσωνται δίαιταν· De_plantatione 103 δέλεαρ δὴ μηδεὶς ὀλιγοχρημάτου παρακαταθήκης ἀπόδοσιν ἐπ’ ἄγρᾳ μείζονος προφερέτω, χερσὶ μὲν τὰ ἑνὸς καὶ ὀλίγα προτείνων, διανοίᾳ δὲ τὰ πάντων καὶ ἀμύθητα νοσφιζόμενος. ἐὰν οὖν ὡς δένδρου τῆς παρακαταθήκης περιέλῃς τὰ ἀκάθαρτα, τὰς ἀπὸ τῶν ἐφεδρευόντων βλάβας, τὰς ἀκαιρίας, τὰς ἐνέδρας, τὰ ὁμοιότροπα πάντα, ἡμερώσεις τὸ μέλλον ἀγριαίνεσθαι. De_plantatione 104 κἀν τῷ φιλίας μέντοι φυτῷ ταῦτα δὴ τὰ παραβλαστάνοντα τεμεῖν καὶ ἀποκόψαι φυλακῆς ἕνεκα τοῦ βελτίονος ἀναγκαῖον. τὰ δὲ παραβλαστάνοντα ταῦτ’ ἐστίν· ἑταιρῶν πρὸς ἐραστὰς γοητεῖαι, πρὸς τοὺς κολακευομένους οἰκοσίτων ἀπάται. De_plantatione 105 τὰς γὰρ μισθαρνούσας ἐπὶ τῇ ὥρᾳ τοῦ σώματος ἰδεῖν ἔστι περιεχομένας τῶν ἐραστῶν ὡς δὴ σφόδρα φιλούσας—φιλοῦσι δὲ οὐκ ἐκείνους, ἀλλ’ ἑαυτὰς καὶ τοῖς καθ’ ἑκάστην ἡμέραν λήμμασιν ἐπικεχήνασι—, τούς τε κόλακας ἄλεκτον μὲν ἔστιν ὅτε μῖσος πρὸς τοὺς θεραπευομένους φυλάττοντας, ὀψοφαγίαν δὲ καὶ λαιμαργίαν ἀγαπῶντας, ὑφ’ ὧν ἀναπείθονται τοὺς χορηγοὺς τῶν ἀμέτρων ἐπιθυμιῶν περιέπειν. De_plantatione 106 τὸ δὲ τῆς ἀκιβδηλεύτου φιλίας δένδρον ἀποσεισάμενον καὶ μεθέμενον ταῦτα καρπὸν τοῖς χρησομένοις ὠφελιμώτατον οἴσει, τὸ ἀδέκαστον. 2. 3 ὁ γὰρ ἐν ἄλλῳ #x003E; λαβὼν ἂν) ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει #x003E; .... conicio, καιρὸν ὠφεληθῆναι secl. Mang. 2 οἴησιν U 3 καιρὸν H2: καλὸν ceteri 4 ἀποδῷς H: ἀποδιδοὺς MGUF 6 ἐπὶ θήρᾳ MGUF 6 θήρας codd. πλείονι H γε Turn.: τε codd., γὰρ conicio 8 σφόδρ’ U ἀνυπαίτιοι MF, ἄν #x003E; ὑπαίτιοι conicio 9 ἄφθονον τοῖς scripsi: ἀφθόνοις MGUF, ἄφθονον H 9. 10 ποιήσουσι conicio ἄν deleto, ποιήσαντες coni. Cohn 11 ἐπ’ ἄγρα H: ἐπ’ ἄγρας U, ἀπ’ ἄγρας MGF προφέρεται M, προσφερέτω F 12 οὖν om. H1 15. 16 κἀν τῶ (corr. vid. ex τὸ)—παραβλαστάνοντα H: καὶ τὸ φιλίας μέντοι φυτὸν τοῦτο δὲ τὸν παραβλαστάνον MGUF 16 προβλαστάνοντα L 18 πρὸς] καὶ M 20 οὐκἀκείνους (sic) G 25 φιλίας Mang.: σοφίας codd. 26 χρησαμένοις μένοις MGF εὔνοια γάρ ἐστι βούλησις τοῦ τῷ πλησίον εἶναι τὰ ἀγαθὰ αὐτοῦ χάριν ἐκείνου. αἱ δέ γε χαμαιτύπαι καὶ οἱ κόλακες αὑτῶν ἕνεκα σπουδάζουσιν, αἱ μὲν τοῖς ἐρασταῖς, οἱ δὲ τοῖς κολακευομένοις τὰ ἀγαθὰ προσάγειν. τὰς οὖν εἰρωνείας καὶ γοητείας καθάπερ ἐπιφυομένας κῆρας τῷ φιλίας φυτῷ De_plantatione 107 περικοπτέον. ἱερουργίαι γε μὴν καὶ ἡ περὶ τὰς θυσίας ἁγιστεία βλάστημα κάλλιστον, ἀλλὰ παραναπέφυκεν αὐτῷ κακόν, δεισιδειμονία, ἣν πρὶν χλοῆσαι λυσιτελὲς ἐκτεμεῖν. ἔνιοι γὰρ ᾠήθησαν τὸ βουθυτεῖν εὐσέβειαν εἶναι, καὶ ἐξ ὧν ἂν κλέψωσιν ἢ ἀρνήσωνται ἢ χρεωκοπήσωσιν ἢ ἁρπάσωσιν ἢ λεηλατήσωσι μοίρας ἀπονέμουσι τοῖς βωμοῖς, οἱ δυσκάθαρτοι, τὸ μὴ δοῦναι δίκην ἐφ’ οἷς ἐξήμαρτον ὤνιον εἶναι νομίζοντες. De_plantatione 108 ἀλλὰ γάρ, εἴποιμ’ ἂν αὐτοῖς, ἀδέκαστόν ἐστιν, ὦ οὗτοι, τὸ θεοῦ δικαστήριον, ὡς τοὺς μὲν γνώμῃ κεχρημένους ὑπαιτίῳ, κἂν καθ’ ἅπασαν ἡμέραν ἑκατὸν βόας ἀνάγωσιν, ἀποστρέφεσθαι, τοὺς δ’ ἀνυπαιτίους, κἂν μηδὲν θύωσι τὸ παράπαν, ἀποδέχεσθαι. βωμοῖς γὰρ ἀπύροις, περὶ οὓς ἀρεταὶ χορεύουσι, γέγηθεν ὁ θεός, ἀλλ’ οὐ πυρὶ πολλῷ φλέγουσιν, ὅπερ αἱ τῶν ἀνιέρων ἄθυτοι θυσίαι συνανέφλεξαν ὑπομιμνῄσκουσαι τὰς ἑκάστων ἀγνοίας τε καὶ διαμαρτίας· καὶ γὰρ εἶπέ που Μωυσῆς θυσίαν „ἀναμιμνῄσκουσαν ἁμαρτίαν“ (Num. 5, 15). De_plantatione 109 πάντ’ οὖν τὰ τοιαῦτα μεγάλης γιγνόμενα ζημίας αἴτια χρὴ περιαιρεῖν καὶ ἀποκόπτειν ἑπομένους τῷ χρησμῷ, ἐν ᾧ διείρηται περιαιρεῖν τὴν De_plantatione 110 ἀκαθαρσίαν ξύλου τοῦ φυτευθέντος ἐδωδίμου. ἀλλ’ ἡμεῖς μὲν οὐδὲ διδασκόμενοι πρὸς εὐμάθειαν ἐπιδίδομεν· ἔνιοι δὲ αὐτοδιδάκτῳ 1 εὔνοια] ἐν οἷς FL2, ἔννοια Turn. τοῦ τῷ πλησίον εἶναι Turn.: τούτων πλησίον γὰρ γὰρ om. F) εἶναι codd. αὐτοῦ Mang. ex Clem.: αὐτὰ codd. 2 γε] γᾶι M χαμαιτύπαι scripsi: χαμαιτύποι MGFH, μαχαιτύποι U αὐτῶν Η2: αὐτῶν UH1, αὐτῶν ὧν MGF 3 οἱ μὲν M προσάγειν H: προσενάγειν MU, πρὸς ἓν ἄγειν GF, προσάπτειν conicio 4 οὖν Η: om. MGUF ἱερωνείας F φιλοσοφίας G .5 γε Η: om. MGUF ἁγιστεία Mang.: πίστις codd. 6 παραπέφυκεν M 8. 9 ἡ ἀρνήσωνται— λεηλατήσωσι om. U 8 ἀρνήσονται G 8. 9 χρεοκοπήσουσιν G 9 λεηλατήσωσιν M 10 τὸ] τῶ Η 12 κἄν καθ’ scripsi: κἄν MGHFN, καθ’ U 13 ἁπάσης ἡμέρας N 13 ἐπιστρέφεσθαι M 15 οὐ] εἰ N 15. 16 πολλῶ πυρὶ Η 16 φλέγοντι G2 συγκατέφλεξαν M, συνέφλεξαν FN 17 ὑπομιμνήσκουσι N 18 που] μου F, om. N 19 περιαίρειν U 20 διήρηται G2 22 ἐπιδίδομεν GH2: ἐπιδιδῶμεν M, ἀποδίδομεν UFH1 1 Clem. Paedag. I § 97 p. 156 P: εὔνοια δὲ οὐδὲ ἀλλ’ ἡ βούλησίς ἐστιν ἀγαθοῦ τοῦ τῷ Hoeschel) πλησίον αὐτοῦ χάριν ἐκείνου. Strom. II § 28 p. 444: εὔνοια δέ ἐστι βούλησις ἀγαθῶν ἑτέρῳ ἕνεκεν αὐτοῦ ἐκείνου. Et Pbilo et Ciomeiis a Stoicis peudere videntur 11—18 N fol. 188r ἀλλὰ γὰρ—ἁμαρτίαν. τῇ φύσει χρησάμενοι τἀγαθὸν ἐξέδυσαν τῶν ἐνειλημμένων βλαβῶν, καθάπερ ὁ ἀσκητὴς ἐπίκλην Ἰακώβ· οὗτος γὰρ „ῥάβδους ἐλέπισε λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν“ (Gen. 30,37), ἵνα τῆς ἐν μέσοις ποικιλίας σκοταίοις καὶ ζοφεροῖς πανταχοῦ ἀναιρεθείσης τὸ μὴ τέχνῃ ποικιλλόμενον, φύσει δὲ γεννώμενον ἀδελφὸν αὐτῆς λευκὸν εἶδος ἀναδειχθῇ. De_plantatione 111 παρὸ καὶ ἐν τῷ περὶ τῆς λέπρας τεθέντι νόμῳ διείρηται τὸν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἕως ποδῶν ἐσχάτων καθαρὸν εἶναι (Lev. 13,12.13), ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον καὶ ἀντιρρέπον καὶ ἐπαμφοτερίζον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλον καὶ ἀνενδοίαστον ἀληθείας ἁπλοῦν χρῶμα δεξώμεθα. De_plantatione 112 τὸ μὲν οὖν τὸ ξύλον φάσκειν περικαθαίρεσθαι λόγον ἔχει βεβαιούμενον ἀληθείᾳ, τὸ δὲ τὸν καρπὸν οὐ πάνυ τῷ ἐναργεῖ πεπίστωται· σῦκα γὰρ ἢ σταφυλὴν ἢ συνόλως καρπὸν οὐδεὶς γεωργῶν περικαθαίρει. De_plantatione 113 καὶ μήν φησί γε· „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται“, ὡς εἰωθότος δήπου περικαθαίρεσθαι ἀεί. λεκτέον οὖν, ὅτι καὶ τοῦθ’ ἕν ἐστι τῶν ἐν ὑπονοίαις ἀποδιδομένων, τοῦ ῥητοῦ μὴ σφόδρα 1 τὸ ἀγαθὸν M, τὸν ἀγαθὸν F ἐξέδησαν M 2 ἐπίκλησιν conicio ῥάβδου G ἐξελέπισε H o λευκὰ] λεπτὰ H2 τὸ] τὸν M τῆς UFH: τοῖς MG μέσοις H: μέσοισι ceteri 4 ποικιλίαις G σκοταίοις GF: σκοτέοις M, σκοταίας UH ζοφεροῖς M: ζοφεραῖς GF, ζοφερὰς UH ἀναιρεθείσης FH: ἀναιρεθίση U, ἀνερεθίση MG ἀναιρεθείσης πανταχοῦ coiiicio 4. 5 ποικιλλόμενον Mang.: ποικιλλομένη codd. 5 γενόμενον L, ἡνωμένον coniciebam #x003E; ἀδελφὸν conicio 6 παρ’ ὃ U τιθέντι GU, τεχθέντι F, ταχθέντι L2 διήρηται MG τὸν Η: τὸ MGUF 7 διηθισμένον G χρημάτων M 8 ἄκρας ex Clem. addidi ἐσχάτων ex Clem. scripsi: ἄκρων codd. καθαρῶν M 10 ἀντιρέπον M II ἀνενδύαστον F δεξιώμεθα conicio, cf. Clem. 12 τὸ ξύλον F: ξύλον ceteri 12.13 ἀλήθειαν MG 13 πεπίστωται Mang.: πεπίστευται codd. 14 ἢ post σταφυλὴν om. G 15 αὐτῆς M ἀπερικάθαρτος Mang.: ἀκάθαρτος codd. 16 δήποτε M 17 τοῦτ’ ἔνεστι MG, τοῦτ’ ἐστι F ἐν H: μὲν MGUF ὑπονοίας U 4—11 Clem. Paedag. III ἑ 53 p. 285 P δίδωσιν οὑν ἡμῖν ὁ παιδαγωγὸς ἐσθῆτι χρῆσθαι τῇ λιτῇ, χρόᾳ δὲ τῇ λευκῇ, ὡς προειρήκαμεν, ἵνα μὴ τέχνη ποικιλλομένῃ, φύσει δὲ γεννωμένῃ οἰκειούμενοι πᾶν ὅσον ἀπατηλὸν καὶ τῆς ἀληθείας καταψευδόμενον παρωσάμενοι τὸ μονότροπον καὶ μονοπρόσωπον τῆς ἀληθείας ἀσπασὠμεθα.... 54 παρ’ ὃ καὶ ὁ ἐν τῷ νόμῳ περὶ τῆς λέπρας διὰ Μωυσέως τεθεὶς νόμος τὸ ποικίλον καὶ πολύστικτον ὡς οὐχ ὅσιον ἀπωθεῖται . . . τὸν γοῦν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων, ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφ αλῆς ἄκρας ἄχρι ποδῶν ἐσχάτων καθαρὸν εἶναι ἐθέλει, ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλτον καὶ ἀνενδοίαστον τῆς ἀληθείας ἀπλοῦν ἀγαπήσωμεν χρῶμα. συνᾴδοντος. ἡ δὲ λέξις ἐστὶν ἀμφίβολος· δηλοῖ γὰρ ἓν μέν τι τοιοῦτον „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται“, εἶτα ἰδίᾳ τὸ „ἀπερικάθαρτος οὐ βρωθήσεται“, ἕτερον δὲ „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος“, ἔπειθ’ οὕτως „ οὐ βρωθήσεται.“ De_plantatione 114 κατὰ μὲν οὖν τὸ πρότερον σημαινόμενον ταῦτα ἄν τις ἐκδέξαιτο· τῶν τριῶν ἐτῶν ἀντὶ τοῦ τριμεροῦς χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμποντες αὐτῇ. De_plantatione 115 κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικάθαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ τηλαυγέστατος. De_plantatione 116 τοιοῦτός ἐστιν ὁ παιδείας καρπὸς τρία ἔτη, τουτέστι τὸν τριμερῆ χρόνον, τὸν σύμπαντα αἰῶνα, καθαρώτατος καὶ διαυγέστατος, ὑπ’ οὐδενὸς βλαβεροῦ συσκιαζόμενος, λουτρῶν καὶ περιρραντηρίων ἢ συνόλως ἑτέρου τινὸς τῶν εἰς κάθαρσιν τεινόντων οὐδαμῇ οὐδαμῶς De_plantatione 117 χρεῖος ὤν. „τῷ δὲ ἔτει“ φησί „τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ“. τὸν τέσσαρα ἀριθμὸν πολλαχοῦ μὲν τῆς νομοθεσίας, μάλιστα δὲ ἐν τῷ καταλόγῳ τῆς τοῦ παντὸς γενέσεως, ἀποσεμνύνειν ἔοικεν ὁ προφητικὸς λόγος· De_plantatione 118 τὸ γὰρ αἰσθητὸν 1 ἓν] ἐν M 2 ἔτη om. U 2. 3 εἶτα—ἔσται om. F 2 ἰδίω M 2—4 οὐ—ἀπερικάθαρτος om. G 2 οὐ] κἄπειθ’ οὕτω L 4 κἄπειθ’ οὐ Mang. οὕτως οὐ scripsi: οὕτω cotld. b ταύτῃ conicio ἐκδέξαιτο Turn.: ἐκδέξηται τὸ MGUF, ἐκδέξεται Η 6 ὃς] ὃ MF 7 οὖν post παιδείας add. H2 8 μένε’. MGF τὰ om. U κτήματα MCrF 9 τῳ] τὸ M μὴ] μὲν M 10 παρόσον M: παρ’ ὅσον ceteri 11 νοῦν] γῆν F 12. 13 ἐπιπέμποντες scripsi: ἐπιλάμποντες codd. 14 #x003E; λέγεται coni. Cohn 15 αὑτοῦ Turn.: αὐτοῦ codd. 16 φαινομένης U ἐνεργείας GUF αὐτὸ M ᾧ scripsi: καὶ codd., ᾦ καὶ coni. Cohu 16. 17 ἀπὸ τοὺς συλλογικοὺς M 17 λόγους F: λόγοις ceteri 18 καθάρσεως Η : καθαιρέσεως MGUF καὶ ὁ H: om. MGUF 19 τῆς παιδείας H τοῦτ’ ἔστι M 22 τεινόντως M οὐδαμῆ οὐδαμῶς MGF: οὐδαμῆ U, οὐδαμῶς Η 24 αἰνετὸς Mang.: ἒν ἔτος codd. καὶ τίμιον φῶς, τὸ καὶ ἑαυτοῦ καὶ τῶν ἄλλων σαφέστατον γνώρισμα, καὶ τοὺς τοκέας αὐτοῦ ἥλιον καὶ σελήνην καὶ τὸν ἱερώτατον χορὸν τῶν ἀστέρων, οἳ νύκτα τε καὶ ἡμέραν, ἔτι τε μῆνας καὶ ἐνιαυτοὺς ἀνατολαῖς καὶ δύσεσιν ἐπεράτωσαν ἀριθμοῦ τε φύσιν ἀνέδειξαν, οἷς τὸ μέγιστον ψυχῆς ἀγαθὸν ἀνάκειται, ἡμέρᾳ τετάρτῃ φησὶ δημιουργηθῆναι (Gen. 1, 14). De_plantatione 119 διαφερόντως δὲ καὶ νῦν αὐτὸν ἐκτετίμηκεν, οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸν τῶν δένδρων καρπὸν ἀναθεὶς τῷ θεῷ ἢ ἐνιαυτῷ τῆς φυτείας τετάρτῳ. De_plantatione 120 λόγον γὰρ καὶ φυσικώτατον καὶ ἠθικώτατον ἔχει· τάς τε γοῦν τοῦ παντὸς ῥίζας, ἐξ ὧν ὁ κόσμος, τέτταρας εἶναι συμβέβηκε, γῆν, ὕδωρ, ἀέρα, πῦρ, καὶ τὰς ἐτησίους ὥρας ἰσαρίθμους, χειμῶνα καὶ θέρος καὶ τὰς μεθορίους, ἔαρ τε καὶ μετόπωρον. De_plantatione 121 πρεσβύτατός τε αὖ τετραγώνων ὁ ἀριθμὸς ὢν ἐν ὀρθαῖς γωνίαις, ὡς τὸ κατὰ γεωμετρίαν δηλοῖ σχῆμα, ἐξετάζεται· αἱ δ’ εἰσὶν ὀρθότητος λόγου σαφῆ δείγματα, πηγὴ δὲ ἀέναος ἀρετῶν ὁ ὀρθὸς λόγος. De_plantatione 122 ἀνάγκη μέντοι τὰς τοῦ τετραγώνου πλευρὰς ἴσας εἶναι· δικαιοσύνην δὲ ἰσότης τὴν ἔξαρχον καὶ ἡγεμονίδα τῶν ἀρετῶν ἔτεκεν· ὥστε ἰσότητος καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς χωρὶς τῶν ἄλλων ἐπιδείκνυται τὸν ἀριθμὸν εἶναι σύμβολον. De_plantatione 123 καλεῖται δ’ ἡ τετρὰς καὶ „πᾶς“, ὅτι τοὺς ἄχρι δεκάδος καὶ αὐτὴν δεκάδα περιέχει δυνάμει. ὅτι μὲν οὖν τοὺς πρὸ αὐτῆς, παντί τῳ δῆλον· ὅτι δὲ καὶ τοὺς μετ’ αὐτήν, ἐξ ἐπιλογισμοῦ ῥᾴδιον ἰδεῖν [ἐν ἀριθμῷ μὲν ἕξ]· De_plantatione 124 ἕν, δύο, τρία, τέτταρα συντιθέντες ὃ ἠποροῦμεν εὑρήσομεν. ἐκ μὲν γὰρ ἑνὸς καὶ τεττάρων πεντὰς ἔσται, ἐκ δὲ δυεῖν καὶ τεττάρων ἑξάς, ἑβδομὰς δὲ ἐκ τριῶν καὶ τεττάρων· καὶ κατὰ τὴν διπλῆν σύνθεσιν ἐξ 1 ante φῶς ras. in H 3 ἀστέρων scripsi: ἄστρων codd. ἔτι δὲ conicio μῆνας Η: μῆνα MGUF ἐνιαυτὸν F post ἐνιαυτοὺς add. καὶ v 4 ἐπαρέτωσαν UF ἀριθμῶν coni. Mang. 5 τῆς ψυχῆς F ἀγαθὸν Turn.: ἀπάτη codd., ἀγαθὸν #x003E; conicio 6 αὐτὸν MFH: αὐτὴν GU 7 ἐνιαυτῶν U 8 λόγω G1FL2 καὶ γὰρ Η τε] αὐτὸν 9 τοῦ] τῆς M ἐξ H2: om. ’ συμβέβηκεν M γῆν] γῆν τε GU 10 καὶ πῦρ G ὥρας H2: om. MGUFH1 11 μεθωρίους G πρεσβύτατος] πρῶτος coni. Mang. 12 ὁ om. H 13 M 14 ἀέναος G: ἀένναος ceteri 6 om. F 15 δικαιοσύνην H: δικαιοσύνη MGUF ἰσότης H: ἰσότητος MGUF 17 τῶν Turn.: ὦν MUFH, ὢν G #x003E; τὸν coni. Mang. 18 δ’ ἡ F, δὴ M: δὲ GUH πρὸ MGUF: τὰ H 19 τοὺς GUF: τὰς HL1, τὴν L2, τὰ Mang. τοὺς πρὸ αὐτῆς] spat. 6 litt. M αὑτῆς Turn. μονάδα post αὐτῆς add. GUF τω MGUF: τε H, γε v 19. 20 δὲ καὶ τοὺς H; δὲ καὶ τοῦ MF, δέκα τοῦ G, δ’ ἑκατοῦ U 20 ῥαδίως Η ἐμ ἓξ secl. Cohn ἀριθμῶ μὲν ἐξ MGUF: ἀριθμῶ HL1, ἀριθμῶ ἓξ L2, ἀριθμῶν συνθέσει coniciebam 21 συντεθέντες H post ἠποροῦμεν add. καὶ F 22 πεντὰς—τεττάρων om. MF δυεῖν U: δυοῖν GH 23 διπλῆν MGUF: τριπλῆν Η ἑνὸς καὶ τριῶν καὶ τεττάρων ὀγδοάς, καὶ πάλιν ἐκ δυεῖν καὶ τριῶν καὶ τεττάρων ὁ ἐννέα ἀριθμός, δεκὰς δὲ ἐκ πάντων· ἓν γὰρ καὶ δύο καὶ τρία καὶ τέτταρα δέκα γεννᾷ. De_plantatione 125 διὰ τοῦτο καὶ Μωυσῆς εἶπεν, ὅτι „ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος“· ἄρτιον γὰρ καὶ ὁλόκληρον καὶ πλήρη, ὡς καὶ σύμπαντα, ὡς τύπῳ φάναι, λόγον ἔχει, διὰ τὸ δεκάδα, ἣν τετρὰς ἐγέννησε, πρῶτον καμπτῆρα τῶν ἀπὸ μονάδος συντιθεμένων ἀριθμῶν ἑστάναι· δεκὰς δὲ καὶ τετρὰς „πᾶς“ ἐν ἀριθμοῖς εἶναι λέγεται, ἀλλὰ δεκὰς μὲν ἀποτελέσματι, τετρὰς δὲ δυνάμει. De_plantatione 126 τόν τε παιδείας καρπὸν οὐ μόνον ἅγιον, ἀλλὰ καὶ αἰνετὸν εἶναί φησι προσηκόντως· ἑκάστη μέν γε τῶν ἀρετῶν ἐστι χρῆμα ἅγιον, εὐχαριστία δὲ ὑπερβαλλόντως· θεῷ δὲ οὐκ ἔνεστι γνησίως εὐχαριστῆσαι δι’ ὧν νομίζουσιν οἱ πολλοὶ κατασκευῶν ἀναθημάτων θυσιῶν—οὐδὲ γὰρ σύμπας ὁ κόσμος ἱερὸν ἀξιόχρεων ἂν γένοιτο πρὸς τὴν τούτου τιμήν —, ἀλλὰ δι’ ἐπαίνων καὶ ὕμνων, οὐχ οὓς ἡ γεγωνὸς ᾄσεται φωνή, ἀλλὰ οὓς ὁ ἀειδὴς καὶ καθαρώτατος νοῦς ἐπηχήσει καὶ ἀναμέλψει. De_plantatione 127 παλαιὸς γοῦν ᾄδεται λόγος ὑπὸ μὲν σοφῶν εὑρεθείς, μνήμῃ δέ, οἷα φιλεῖ, κατὰ διαδοχὰς παραδοθεὶς τοῖς μετέπειτα, οὐδὲ τὰς ἀεὶ παιδείας λίχνους ἡμετέρας παρῆλθεν ἀκοάς. ἔστι δὲ τοιόσδε· ἡνίκα, φασί, τὸν σύμπαντα κόσμον ὁ ποιητὴς ἐτελεσφόρησεν, ἑνὸς τῶν ὑποφητῶν ἐπύθετο, εἴ τι ποθεῖ μὴ γενόμενον τῶν ὅσα κατὰ γῆς καὶ καθ’ ὕδατος ἢ ὅσα κατὰ τὴν μετάρσιον ἀέρος ἢ τὴν ἐσχάτην τοῦ παντὸς φύσιν οὐρανοῦ γέγονεν. De_plantatione 128 ὁ δὲ ἀπεκρίνατο τέλεια μὲν καὶ πλήρη πάντα διὰ πάντων εἶναι, ἓν δὲ μόνον ζητεῖν, τὸν ἐπαινέτην αὐτῶν λόγον, ὃς τὰς ἐν πᾶσι καὶ τοῖς βραχυτάτοις καὶ ἀφανεστάτοις δοκοῦσιν ὑπερβολὰς οὐκ ἐπαινέσει μᾶλλον ἢ ἐξαγγελεῖ· τὰς γὰρ διηγήσεις τῶν τοῦ θεοῦ ἔργων αὐταρκέστατον ἐκείνων ἔπαινον εἶναι, προσθήκης οὐδεμιᾶς ἔξωθεν εἰς 1 δυεῖν (iliF: δυοῖν MH 2 γ' M δ' M 4 καὶ post ἅγιος add. U 5 πλήρη τοῦτον τὸν ἀριθμὸν #x003E;, ὃς καὶ συμπάντων .... ὅρον ἔχει conicio (cf. De opif. § 47 ἀριθμῶ M 7. 8 ἐν ἀριθμοῖς scripsi: μὲν ἀριθμὸς codd. 8 ἀλλὰ δεκὰς μὲν Η: om. MGUF δυνάμει UH: δύναμιν MGF 10 γε] γὰρ conicio ἅγιον] αἰνετόν Mang. 11 ἔνεστι MGUFN: ἔστι Η ἐγχαριστῆσαι M 12 ἀναθυμάτων Η 14 γεγονὸς G 17 μετέπειτα UH: ἔπειτα MGFN 17. 18 (8;) οὐδὲ vel παρελθών conicio ἀεὶ παιδείας λίχνους MGUF: εἰς ἀεὶ παιδείας λίχνους N, ἀεὶ λίχνους παιδείας Η 19 ἑνὸς] ἐντὸς H 20 μὴ γενόμενον ποθεῖ U 20 τῶν] τὸν M 23 ὃς] ὡς U 24 τοῖς om. L 25 μᾶλλον] μόνον H 26 ἐπαίτιον N εἶναι HG2: ἶνα MG1UFN 9—159,17 17 N fol. 188r: τόν τε παιδείς—γεγονότων. κόσμον δεομένων, ἀλλὰ τὸ ἀψευδὲς τῆς ἀληθείας τελειότατον ἐχόντων ἐγκώμιον. De_plantatione 129 ἀκούσαντα δὲ τὸν πατέρα τοῦ παντὸς τὸ λεχθὲν ἐπαινέσαι, καὶ οὐκ εἰς μακρὰν τὸ πάμμουσον καὶ ὑμνῳδὸν ἀναφανῆναι γένος ἐκ μιᾶς δὴ τῶν περὶ αὐτὸν δυνάμεων παρθένου Μνήμης, ἣν Μνημοσύνην παρατρέποντες οἱ πολλοὶ τοὔνομα καλοῦσιν. De_plantatione 130 ὁ μὲν οὖν τῶν παλαιῶν μῦθος ὧδε ἔχει. ἑπόμενοι δὲ ἡμεῖς αὐτῷ λέγομεν, ὅτι οἰκειότατόν ἐστιν ἔργον θεῷ μὲν εὐεργετεῖν, γενέσει δὲ εὐχαριστεῖν μηδὲν ἔξω τούτου πλέον τῶν εἰς ἀμοιβὴν ἀντιπαρασχεῖν δυναμένῃ· ὃ γὰρ ἂν θελήσῃ τῶν ἄλλων ἀντιχαρίσασθαι, τοῦθ’ εὑρήσεται τοῦ πάντα πεποιηκότος ἀλλ’ οὐ τῆς κομιζούσης φύσεως κτῆμα ἴδιον. De_plantatione 131 μαθόντες οὖν, ὡς ἓν ἔργον ἡμῖν ἐπιβάλλει μόνον ἐν τοῖς πρὸς τιμὴν θεοῦ, τὸ εὐχάριστον, τοῦτο ἀεὶ καὶ πανταχοῦ μελετῶμεν διὰ φωνῆς καὶ διὰ γραμμάτων ἀστείων καὶ μηδέποτε ἐπιλείπωμεν μήτε λόγους ἐγκωμιαστικοὺς μήτε ποιήματα συντιθέντες, ἵνα καὶ ἐμμελῶς καὶ χωρὶς μέλους καὶ καθ’ ἑκατέραν φωνῆς ἰδέαν, ᾗ τὸ λέγειν καὶ τὸ ᾄδειν ἀποκεκλήρωται, ὅ τε κοσμοποιὸς καὶ ὁ κόσμος γεραίρηται, „ὁ μέν“, ὡς ἔφη τις, „ἄριστος τῶν αἰτίων, ὁ δὲ τελειότατος τῶν γεγονότων“. De_plantatione 132 ἐπειδὰν οὖν ἔτει καὶ ἀριθμῷ τετάρτῳ πᾶς ὁ ψυχῆς ἀφιερωθῇ καρπός, τῷ πέμπτῳ τὴν ἀπόλαυσιν καὶ χρῆσιν ἡμεῖς αὐτοὶ σχήσομεν. φησὶ γάρ· „ἐν τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν“, ἐπειδὴ τὸ γεγονὸς τοῦ πεποιηκότος ὕστερον ἐν ἅπασιν ἐξετάζεσθαι νόμος φύσεως ἀνεπίληπτος, ὥστε κἄν, εἰ τῶν δευτερείων ἀντιλαμβανοίμεθα, καὶ θαυμαστὸν ἡγεῖσθαι. De_plantatione 133 καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ τρέφον τὸν νοῦν 1 ἀψευδέστατον FN 2 ἀκούσαντος M 3 ἀναφανεῖται L, ἀναφῆναι coni. Mang. 4 δὴ scripsi: δὲ codd. N αὐτῶν Η ἣν] τὴν U 5 καλοῦσι Η 5. 6 ὁ μὲν—λέγομεν om. N 7 θεῷ scripsi: θεὸν codd. N γενέσει scripsi: γένεσιν codd. N μηδὲ H 8 τούτου om. N πλεόντων M δυναμένη scripsi: δυναμένην FN, δυναμένων GHU, δύναμέν (sic!) M 9 εὑρήσεται Η, εὑρήσει conicio 10 φύσεως Η: om. MGUFN 11 ἓν ἔργον MG: ἐνεργὸν UFN, ἔργον ἓν ἐν Η 14 ποίημα Η 14. 15 ἑτέραν U 15 ἣ ’ ᾗ #x003E; τὸ λέγειν καὶ #x003E; conicio ἀεὶ δεῖν FN 16 γεραίρεται FN 17 αἰτιῶν M ἐπειδὴ M ἔτει H: ἔτι MGUF 19 αὑτοὶ σχήσομεν Cohn: αὐτοῖς χρήσομεν codd. 20 τὸν om. H 21. ἅπασιν H: ἁπάσαις MGUF 22 ἀντιλαμβανοίμεθα H: ἐπιλανθανοίμεθα MGUF καὶ vid. del. θαυμαστῶν G2 23 ἑ M πέμπτου #x003E; conicio ὅταν M 24 post οἰκεῖος add. εἴδους καὶ ἐν αἰσθήσει γένους πλεῖστον μετέχομεν MGUF 16 cf. Platonis Timaeum p. 29 Α. ἡμῶν ἐστιν αἴσθησις, ἢ δι’ ὀφθαλμῶν τὰς χρωμάτων καὶ σχημάτων ποιότητας εὐτρεπίζουσα ἢ δι’ ὤτων παντοδαπὰς τὰς τῶν φωνῶν ἰδιότητας ἢ διὰ μυκτήρων ὀσμὰς ἢ χυλοὺς διὰ στόματος ἢ μαλακότητας εὐενδότους καὶ σκληρότητας ἀντιτύπους ἢ λειότητας καὶ τραχύτητας, ψυχρότητάς τε αὖ καὶ θερμότητας διὰ τῆς ἀνὰ πᾶν τὸ σῶμα σκιδναμένης De_plantatione 134 δυνάμεως ἣν ἔθος ὀνομάζειν ἁφήν. τῶν δὲ εἰρημένων παράδειγμα σαφέστατον οἱ Λείας υἱοί, τῆς ἀρετῆς, οὐχ ἅπαντες, ἀλλὰ τέταρτός τε καὶ πέμπτος. ἐπὶ μὲν γὰρ τοῦ τετάρτου φησὶ Μωυσῆς, ὅτι „ἔστη τοῦ τίκτειν“ (Gen. 29, 35), καλεῖται δὲ Ἰούδας, ὃς ἑρμηνεύεται κυρίῳ ἐξομολόγησις. τὸν δὲ πέμπτον Ἰσσάχαρ προσαγορεύει, μισθὸς δὲ μεταληφθεὶς καλεῖται. καὶ τεκοῦσα τὸν τρόπον τοῦτον ἡ ψυχὴ ὃ ἔπαθεν εὐθὺς ἐξελάλησεν· „ἐκάλεσε“ γάρ φησι „τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ, ὅ ἐστι μισθός“ (Gen. 30, 18). De_plantatione 135 οὐκοῦν Ἰούδας ὁ εὐλογῶν τὸν θεὸν νοῦς καὶ τὰς εἰς αὐτὸν εὐχαρίστους ὑμνῳδίας ἀπαύστως μελετῶν αὐτὸς ὁ πρὸς ἀλήθειαν „ἅγιος καὶ αἰνετὸς καρπὸς“ ἦν, οὐχ ὑπὸ γῆς δένδρων, ἀλλ’ ὑπὸ φύσεως λογικῆς καὶ σπουδαίας ἐνεχθείς. παρὸ καὶ ἡ τεκοῦσα αὐτὸν φύσις „στῆναι“ λέγεται „τοῦ τίκτειν“, ἐπεὶ καὶ πῇ τράπηται οὐκ εἶχεν ἔτι, πρὸς τὸν τελειότητος ὅρον ἐλθοῦσα· τῶν γὰρ ἀποκυηθέντων κατορθωμάτων ἁπάντων ἄριστον καὶ τελειότατον γέννημα ὁ εἰς τὸν πατέρα τοῦ παντὸς ὕμνος. De_plantatione 136 ὁ δὲ πέμπτος υἱὸς τῆς κατὰ τὸν πέμπτον ἐνιαυτὸν τῶν φυτευθέντων ἀδιαφορεῖ χρήσεως· ὅ τε γὰρ γεωπόνος μισθὸν τρόπον τινὰ λαμβάνει παρὰ τῶν δένδρων ἔτει πέμπτῳ καὶ τὸ τῆς ψυχῆς γέννημα Ἰσσάχαρ [ὃς] μισθὸς ἐκαλεῖτο, καὶ σφόδρα εἰκότως, μετὰ τὸν εὐχάριστον Ἰούδαν ἀποκυηθείς· τῷ γὰρ εὐχαρίστῳ μισθὸς αὐτὸ τὸ εὐχαριστεῖν αὐταρκέστατος. De_plantatione 137 οἱ μὲν οὖν τῶν δένδρων καρποὶ γεννήματα λέγονται τῶν ἐχόντων, ὁ δὲ παιδείας καὶ φρονήσεως οὐκέτι ἀνθρώπου, μόνου δέ, ὥς φησι Μωυσῆς, τοῦ πανηγεμόνος· εἰπὼν γὰρ „τὰ γεννήματα αὐτοῦ“ ἐπιφέρει· „ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“, ἐναργέστατα παριστὰς ὅτι οὗ τὸ γέννημα καὶ ὁ τῆς ψυχῆς καρπός, 1 ἡ διὰ M 2 ἡ M παντοδαπὰς Turn.: πάντα ποιοῦσα Η, ἅπαντα ποιοῦσα MGU, ἁπάσας ποιοῦσα F 5 ψυχρότητας add. Mang. 5. 6 σκιδνωμένης M 8 τέταρτός] διά M έ M ἐπὶ] ἐπὰν M 11 τρόπον] πρότερον L 12 ἐξελάκησεν U 12. 13 ἰσάχαρ M 13 ἐστιν Η 15 πρὸς] spatium in M ἣν UH: ἣν MF, ὃς G2 in ras. 16 post σπουδαίας add. ἐστὶν G2 παρ’ ὃ U καὶ] δὲ M 18 τράπηται scripsi: τραπῆ codd. τελειότητος GU: τελειότατον MFH 10 ἀρεστὸν M 20 ε' M 21 ε' M 22 ἔτει MH: ἔτι GUF 23 καὶ H: om. MGUF ὃς] ὁ U, ὃς secl. Cohn 24 τὸν] τὴν H 25 αὐτῶ M1H 26 δὲ] γὰρ M 28 γενήματα G ἡμῶν M1 οὕ MH: οὐ G1UF, καὶ G2 εἷς ἐστιν ὁ θεός. De_plantatione 138 τούτῳ καὶ παρά τινι τῶν προφητῶν χρησθὲν συνᾴδει τόδε· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14,9.10) ; οὐ γὰρ παντὸς ἀλλὰ μόνου σοφοῦ τὸ γνῶναι, τίνος ὁ διανοίας καρπός ἐστι. De_plantatione 139 Περὶ μὲν οὖν γεωργίας τῆς πρεσβυτάτης καὶ ἱερωτάτης, ᾗ τὸ αἴτιον πρὸς τὸν κόσμον, τὸ παμφορώτατον φυτῶν, χρῆται, καὶ περὶ τῆς ἑπομένης, ἣν ὁ ἀστεῖος ἐπιτηδεύει, καὶ περὶ τῆς φερομένης τετράδος τῶν ἄθλων, καὶ ἃ κατὰ προστάξεις καὶ ὑφηγήσεις νόμων συνεκροτεῖτο, De_plantatione 140 ὡς οἷόν τε ἦν εἴπομεν. τὴν δὲ τοῦ δικαίου Νῶε ἀμπελουργικήν, εἶδος γεωργικῆς οὖσαν, ἐπισκεψώμεθα. λέγεται γὰρ ὅτι „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς· καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη“ (Gen. 9, 20. 21). De_plantatione 141 οὐκοῦν τὸ μέθης φυτὸν ἐξεργάζεται τεχνικῶς καὶ ἐπιστημόνως ὁ δίκαιος τῶν ἀφρόνων ἄτεχνον καὶ πλημμελῆ ποιουμένων αὐτοῦ τὴν ἐπιστασίαν, ὥστε ἀναγκαῖον τὰ προσήκοντα περὶ μέθης εἰπεῖν· εὐθὺς γὰρ εἰσόμεθα καὶ τὴν δύναμιν τοῦ παρέχοντος αὐτῇ τὰς ἀφορμὰς φυτοῦ. τὰ μὲν οὖν εἰρημένα τῷ νομοθέτῃ περὶ μέθης εἰσόμεθα ἐπ’ ἀκριβείας αὖθις, νυνὶ δὲ ἐξερευνήσωμεν ὅσα καὶ τοῖς ἄλλοις ἔδοξεν. De_plantatione 142 ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως. προτείνεται δὲ οὕτως, εἰ μεθυσθήσεται ὁ σοφός. ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ οἰνοῦσθαι, ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ. De_plantatione 143 τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιητικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθοῦντος· De_plantatione 144 οἱ δὲ τὸ μὲν οἰνοῦσθαι 1 τούτῳ Turn.: τοῦτο codd. 2 τὸ δὲ codd. 3 ὁ συνετὸς Μ αὐτὰ] ταῦτα M 4 τὸ] τοῦ M διάνοιαν Η ἐστιν M 5 ἣ GF, ἢ M 6 πρὸς om. M, περὶ coni. Mang. τὸ H: τὸν MGUF φυτῶν MGUF: φυτὸν H 7 ὁ om. U 8 τῶν ἄθλων] τὰ #x003E; τῶν ἀριθμῶν conicio prius καὶ fort. del. 8. 9 συνεκρατεῖτο MUF 9. 10 ἀμπελουργικήν GUFH: ἀμπελουργίαν M 11 Νῶε] νῶ M ἔπιεν M 11. 12 ἔπιεν ἐκ τοῦ G 17 σκεψόμεθα conicio 17. 18 ἐξερευνήσωμεν scripsi: ἐξερευνήσομεν H, ἐρευνήσομεν MGUF 18 δὲ] δὴ coni. Mang. 19 οὕτως GH: οὗτος MUF, ὄντως Τθρν. εἰ] ἦ MF 20 μὲν om. U τῶ GU: χρῆσθαι 21 τῷ] τὸ M 22. 23 οἱ μὲν — ληρήσειν om. M 22 χρήσεσθαι Mang.: χρῆσθαι codd. 23 ληρήσειον G2 (coni. Mang.): ληρήσει ceteri 24. 162,1 οἰνοῦσθαι καὶ om. text., οἰνοῦσθαι τῶ add. mg. M 18 sqq. cf. Usener, Epicurea p. 344; Aristotelis fragmenta coll. V. Rose, Lipsiae 1886, p. 99; de Arnim, Quellenstudien zu Philo p. 101—140. καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον· τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἱκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τὴν ψυχὴν νεωτερισμὸν αὐτῶν καθελεῖν· δύναμιν δὲ περιβεβλῆσθαι φρόνησιν παθῶν σβεστήριον εἴτε ὑπὸ φλεγμαίνοντος ἔρωτος οἴστρων ἀνερριπισμένων εἴτε ὑπὸ πολλοῦ καὶ ζέοντος ἐξημμένων οἴνου, δι’ ἣν ὑπεράνω στήσεται· ἐπεὶ καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θαλάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται· καὶ μὴν ὥσπερ χειμάρρους ὁ πολὺς ἄκρατος ἐπικλύζων τὴν ψυχὴν τοτὲ μὲν βρίθουσαν εἰς ἀμαθίας ἔσχατον βυθὸν κατέρριψε, τοτὲ δὲ ὑπὸ τῆς σωτηρίου παιδείας ἐπικουφιζομένην καὶ ἐπελαφριζομένην οὐδὲν ἴσχυσε βλάψαι. De_plantatione 145 οἱ δὲ τὸ μέγεθος τῆς περὶ τὸ πάθος ὑπερβολῆς οὐ κατανοήσαντες, οἶμαι, τοῦ σοφοῦ μετεωροπολοῦντα αὐτὸν ὥσπερ οἱ τὰ πτηνὰ θηρῶντες ἐπὶ γῆν ἀπ’ οὐρανοῦ κατεβίβασαν, ἵν’ εἰς τὰς ὁμοίας κῆρας ἀγάγωσιν, οὐδ’ ὁρῶντες ἀρετῆς εἰς ὕψος ἔφασαν, ὅτι χρησάμενος οἴνω πλείονι τοῦ μετρίου πάντως ἀκράτωρ αὐτὸς ἑαυτοῦ γενόμενος διαμαρτήσεται καὶ οὐ χεῖρας μόνον ὑπ’ ἀσθενείας οἷα τῶν ἀθλητῶν οἱ νενικημένοι καθείς, ἀλλὰ καὶ αὐχένα καὶ κεφαλὴν παραβαλὼν καὶ ὀκλάσας καὶ ὅλον τὸ De_plantatione 146 σῶμα κατασυρεὶς ἀναπεσεῖται. τοῦτο μέντοι προμαθὼν οὐκ ἄν ποτε ἀξιώσειεν ἑκὼν εἰς πολυοινίας ἀγῶνα ἐλθεῖν, εἰ μὴ μεγάλα εἴη τὰ διαφέροντα, σωτηρία πατρίδος ἢ τιμὴ γονέων ἢ τέκνων καὶ τῶν οἰκειοτάτων σωμάτων ἀσφάλεια ἢ συνόλως ἰδίων τε καὶ κοινῶν ἐπανόρθωσις πραγμάτων. De_plantatione 147 οὐδὲ γὰρ θανάσιμον φάρμακον προσενέγκαιτο ἄν, εἰ μὴ πάνυ βιάζοιντο οἱ καιροὶ καθάπερ ἐκ πατρίδος μετανίστασθαι τοῦ βίου· φάρμακον δέ, εἰ καὶ οὐ θανάτου, μανίας γοῦν ἄκρατον εἶναι αἴτιον 1 ἀπεφήνατο Η 3 ἐπὰν M τὴν ψυχὴν scripsi : τῆ ψυχὴ codd. 3. 4 προβεβλῆσθαι conicio 4 σβεστήριον G2FH: σεβαστήριον MG1U εἶτα M 5 οἴστρων scripsi: οἴστρῳ codd. ἀνερριπισμένων Η: ἀνερριπισμένω MGUF εἶτα M ἐξημμένων H: ἐξημμένῳ MGUF 6 δι’ ἧς coni. Mang. τῶν] τῶ M βαθέως M 7 δυομένῳ M ναυτίλεσθαι H 9 τὴν H: τὶν μὲν MGUF ποτὲ F μὲν om. G 10 βυθὸν] κακὸν U κατέρριψεν U 11 οἱ δὲ] οὐδὲ M 12 περὶ] ὑπὲρ coni. Arnim περιβολῆς H οἶμαι τοῦ FH: spat. 1 — 2 litt., tum τοῦ M, ὁμετοῦ GU 13 τὴν γῆν H 14. 15 οὐδ’ ὁρῶντες scripsi: οἱ δὲ ὁρῶντες Η, ἱδρῶντες Γ’. ἱδρῶτες MGF, ἡ οὐδ’ ὁρῶντες Wilamowitz, οἲ οὐδ’ ὁρῶντες Arnim 15 εἰς ὕψος Η: εἰσὶ τὸ MF, εἰσὶν τὸ U, εἰσι ιν G (iv G2 in ras.) 16 ἑαυτὸς GF γενάμενος G 18 περιβαλὼν M 19 κατασυρεὶς U: καταρρυεὶς F, καταρεὶς G, καρωθεὶς M, παρασυρεὶς H ἀναπεσεῖται codd.: πεσεῖται v 21 σωτήρια G in ras., spat. 5 litt. M τιμῆς GUF 23 οὐδὲ MGUF: οὐ H 25 αἴτιον ἄκρατον εἶναι conicio συμβέβηκε. διὰ τί δ’ οὐχὶ καὶ μανίαν λεκτέον θάνατον, ᾧ τὸ κράτιστον ἀποθνῄσκει τῶν ἐν ἡμῖν, ὁ νοῦς; ἀλλά μοι δοκεῖ τις ἂν εἰκότως τὸν διακρίνοντα καὶ διαλύοντα ψυχήν τε καὶ σῶμα ὡς κουφότερον ἀντὶ βαρυτέρου τοῦ κατὰ τὴν ἔκστασιν, εἴ τις ἦν αἵρεσις, ἀνενδοιάστως ἑλέσθαι. De_plantatione 148 διὰ τοῦτο μέντοι καὶ τὸν εὑρετὴν τῆς περὶ τὸν οἶνον ἐργασίας μαινόλην ἐκάλεσαν οἱ πρῶτοι καὶ τὰς ἐξ αὐτοῦ κατασχέτους γενομένας βάκχας μαινάδας, ἐπεὶ μανίας καὶ παραφροσύνης αἴτιος τοῖς ἀπλήστως ἐμφορουμένοις ὁ οἶνος. De_plantatione 149 τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς σκέψεως τοιαῦτά ἐστι, τὸν δὲ περὶ αὐτῆς λόγον ἤδη περαίνωμεν διπλοῦν ὡς εἰκὸς ὄντα, τὸν μὲν ὅτι ὁ σοφὸς μεθυσθήσεται κατασκευάζοντα, τὸν δὲ τοὐναντίον ὅτι οὐ μεθυσθήσεται βεβαιούμενον. De_plantatione 150 τοῦ δὲ προτέρου τὰς πίστεις ἁρμόττον λέγειν πρότερον, ποιησαμένους ἐνθένδε τὴν ἀρχήν· τῶν πραγμάτων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα εἶναι συμβέβηκεν. ὁμωνυμία δὲ καὶ συνωνυμία τἀναντία ὁμολογεῖται, ὅτι ὁμωνυμία μὲν κατὰ πολλῶν ὑποκειμένων ἓν ὄνομα, De_plantatione 151 συνωνυμία δὲ καθ’ ἑνὸς ὑποκειμένου πολλά . ἡ κυνὸς φωνὴ πάντως ὁμώνυμος ἐμφερομένων πλειόνων ἀνομοίων, ἃ δι’ αὐτῆς σημαίνεται· τό τε γὰρ χερσαῖον ὑλακτικὸν ζῷον κύων καὶ θὴρ ὁ θαλάττιος καὶ ὁ οὐράνιος ἀστήρ, ὃν ὀπωρινὸν οἱ ποιηταὶ καλοῦσιν, ὅτι τῆς ὀπώρας ἄρτι ἡβώσης ἐπιτέλλει τοῦ τελεσφορηθῆναί τε χάριν αὐτὴν καὶ πεπανθῆναι, καὶ προσέτι ὁ ἀπὸ τῆς κυνικῆς αἱρέσεως ὁρμηθεὶς φιλόσοφος, Ἀρίστιππος καὶ Διογένης καὶ ἄλλων οἳ τὰ αὐτὰ ἐπιτηδεύειν ἠξίωσαν ἀπερίληπτος ἀριθμὸς ἀνθρώπων. De_plantatione 152 ἄλλαι δ’ εἰσὶ προσρήσεις διάφοροι κατὰ σημαινομένου ἑνὸς ὡς ἰός, ὀϊστός, βέλος—τὸ γὰρ διὰ τῆς τόξου νευρᾶς ἐπὶ τὸν σκοπὸν ἀφιέμενον πάντα ταῦτα λέγεται—· καὶ πάλιν 1 μανίαν Η: μανίας MGUF ᾦ Mang.: ὡς MH, δ’ ὡς GUF, θάνατον δ’ ᾦ conicio 4 εἴ τις GF: ἥτις MUH 5 τὸν εὑρετὴν MF: τὴν ἀρετὴν GUH τὸν om. M τῶν οἴνων Η 6 μαινόλην GUF: μενώλην M, μαινομένην Η πρῶτοι] ποιηταὶ coni. Osann ἀκατασχέτους MFH γενομένους Η 8 ἐμφερομένοις U1 ut vid. 9 περαίνωμεν M: περαίνομεν GUFH διπλὸν H, διπλῶς U 10 τὸν μὲν MH: τὰ μὲν GUF ὁ om. L 13 συμβέβηκε U 14 ὅτι ὁμωνυμία Turn.: τὴν ὁμωνυμίαν codd. 15 συνωνυμίαν M πολλά add. Mang. 16 ἐκφερομένων GF 18 ὅτι MGUF: ὁ Η, ὃς v 19 ἐπιτέλλει Η: ἐπιτέλει UF, ἐπὶ τέλει MG 20 προσέτι] spatium, tum ἔτι M 21 Διομένης M 22 δὲ M 23 κατὰ] μετὰ F ὡς ἰός] ὁσίως G1 ὀιστός G2FH: ὁ εἰς τὸ MG1U 23. 24 τῆς τοῦ τόξου GU ἀφιέμενος H 6 μαινόλην] cf. Osann ad Cornutum p. 357, Clementis Protrept. 12 p. 11 P, Origenem Contra Celsum III 23 p. 460; Bruchmann, Epitheta deorum ρ. 88. εἰρεσία, κώπη, πλάτη, τὸ πρὸς πλοῦν ἰσοδυναμοῦν ἱστίοις· ὁπότε γὰρ μὴ δύναιτο χρῆσθαι ναῦς κατὰ νηνεμίας ἢ ἀντιπνοίας ἱστίοις, πρόσκωποι καθίσαντες οἷς ἐπιμελὲς καὶ οἷα ταρσοὺς ἑκατέρωθεν ἀποτείναντες ὑπόπτερον αὐτὴν φέρεσθαι βιάζονται, ἡ δὲ ἐξαιρομένη πρὸς ὕψος, ἐπιτρέχουσα τοῖς κύμασι μᾶλλον ἢ ἐντέμνουσα ταῦτα, τροχάζουσα ταχυναυτεῖ καὶ ναυλοχωτάτοις ὑποδρόμοις ἐνορμίζεται. De_plantatione 153 καὶ μὴν πάλιν σκίπων, βακτηρία, ῥάβδος ἑνὸς ὑποκειμένου διάφοροι κλήσεις, ᾧ τύπτειν καὶ ἀκραδάντως σκηρίπτεσθαι καὶ ἐπερείδεσθαι καὶ ἄλλα πλείω ποιεῖν ἔνεστι. ταῦτα δ’ οὐ μακρολογοῦντες ὅλως εἴπομεν, ἀλλ’ ὑπὲρ τοῦ De_plantatione 154 σαφέστερον γνῶναι τὸ ζητούμενον. τὸν ἄκρατον ὥσπερ οἶνον, οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]· De_plantatione 155 ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀποστρέφοιτο ὁ σπουδαῖος. εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς, ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς οἰνώσεως παθών. De_plantatione 156 Μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθῆναι λέλεκται, δευτέρα δ’ ἐστὶ τοιαύτη· σχεδὸν οἱ νῦν ἄνθρωποι τοῖς προτέροις ἔξω μέρους βραχέος οὐδὲν ὁμοιότροπον ζηλοῦν ἀξιοῦσιν, ἀλλὰ καὶ ἐν λόγοις καὶ ἐν ἔργοις τὸ μὴ συνῳδὸν καὶ διαφωνοῦν ἐπιδείκνυνται· De_plantatione 157 τοὺς μὲν γὰρ λόγους ὑγιαίνοντας καὶ ἐρρωμένους εἰς πάθος ἀνήκεστον καὶ φθορὰν περιήγαγον ἀντὶ σφριγώσης καὶ ἀθλητικῆς ὄντως εὐεξίας οὐδὲν ὅτι μὴ νοσοῦν κατασκευάσαντες καὶ τὸν πλήρη καὶ ναστόν, ὡς ἔφη τις, ὑπ’ 1 εἰρεσία GH2: ἐρεσία GH2: πρὸς] spatium M ἱστίοις (sic) H: ἐν ἱστίοις MGUF 2 ἱστίοις Η: ἱστοῖς MGU, ἱστοῖς F πρὸς κώπη G: spat. 3 litt., tum κώπη M 3 ἑτέρωθεν L ἀποτείνοντες MG 4 πρὸς] spatium in M 5 ἐντεμοῦσα GUF αὐτὰ conicio 6 ναυλοχωτάτοις F: ναυλοχῶ τοῖς M, ναυλοχότως G1, ναυλοχοτάτοις G2, ναυλόχωτος U, ναυλοχώτοις H ὑποδρόμοις G2UF: ὑποδρομίοις MG1H ἐνορμίζεται H : ἐναρμόζεται MGUF σκήπων F 7 ἑνὸς] ἐν οἶς Η 9 δ’ om. M 11 οὕτω Η μέθην L 12 ἐμφόμενον (sic) M ὥστε M 13. 14 καὶ τὰ—μόνον om. Η, add. mg. L 14 μόνα M ἓν GH (seclusi): ἐὰν M, ἐν UF δὲ Η: om. MGUF 15 ἐμφαίνῃ M αἰτιῶν MF: αἰτίω GUH 15. 16 ἀποστραφοῖτο GUF 17 οὐδὲ U ὧπερ F ὁ seclusi 18 οἰνώσεως Mang.: γνώσεως codd. 19 μίαν M λέγεται M 20 δέ ἐστι GFH σχεδὸν οἱ bis scr, M τῆς πρότερον F 21 οὐδὲ H 24 ἀθλητικῆς] ἀθλητι, tum spat. M ὄντας M οὐδέν ὅτι μὴ Η: οὐδὲ εἴ τι MGU, οὐδὲ ὅτι FL 24. 25 οὐδὲ οὑτινοσοῦν Turn. εὐτονίας ὄγκον εἰς παρὰ φύσιν οἰδούσης καχεξίας ἀγαγόντες καὶ κενῷ φυσήματι μόνον ἐπαίροντες, ὃ δι’ ἔνδειαν τῆς συνεχούσης δυνάμεως, ὅταν μάλιστα περιταθῇ, ῥήγνυται. De_plantatione 158 τὰς δὲ πράξεις ἐπαινέσεως καὶ σπουδῆς ἀξίας καὶ αὐτάς, ὡς ἔπος εἰπεῖν, ἄρρενας ἐξεθήλυναν αἰσχρὰς ἀντὶ καλῶν ἐργαζόμενοι, ὡς ὀλίγους εἶναι παντάπασιν ἑκατέροις, ἔργοις τε καὶ λόγοις, ἀρχαιοτρόπου ζηλώσεως ἐρῶντας. De_plantatione 159 τοιγαροῦν ἐπ’ ἐκείνων ποιηταὶ καὶ λογογράφοι καὶ ὅσοι περὶ τὰ ἄλλα μουσικῆς ἐσπούδαζον ἤνθουν, οὐ τὰς ἀκοὰς διὰ τῆς ἐν ῥυθμοῖς φωνῆς ἀφηδύνοντές τε καὶ θρύπτοντες, ἀλλὰ εἴ τι τῆς διανοίας κατεαγὸς καὶ κεκλασμένον ἐγείροντες καὶ ὅσον ἐμμελὲς αὐτῆς ἁρμοζόμενοι φύσεως καὶ ἀρετῆς ὀργάνοις· ἐφ’ ἡμῶν δὲ ὀψαρτυταὶ καὶ σιτοπόνοι καὶ ὅσοι τῆς ἐν βαφικῇ καὶ μυρεψικῇ τεχνῖται περιεργίας, ἀεί τι καινὸν χρῶμα ἢ σχῆμα ἢ ἀτμὸν ἢ χυλὸν ἐπιτειχίζοντες ταῖς αἰσθήσεσιν, ὅπως τὸν ἡγεμόνα πορθήσωσι νοῦν. De_plantatione 160 τίνος δὴ χάριν τούτων ἐμνήσθην; ἵν’ ἐπιδείξω, ὅτι καὶ τὸν ἄκρατον οὐχ ὁμοίως οἱ νῦν τοῖς πάλαι προσφέρονται. νῦν μὲν γὰρ ἄχρι τοῦ σῶμα καὶ ψυχὴν παρεθῆναι πίνουσιν ἀθρόως καὶ ἀπνευστί, χαίνοντες ἔτι καὶ προσεπιφέρειν τοῖς οἰνοχοουμένοις κελεύοντες, κἂν διαμέλλωσιν ἀγανακτοῦντες, ὅτι τὸν θερμὸν λεγόμενον παρ’ αὐτοῖς πότον παραψύχουσι, καὶ τὸ παράκομμα τῶν γυμνικῶν, τὸν παροίνιον ἀγῶνα, πρὸς τοὺς συνόντας ἐπιδείκνυνται, ἐν ᾧ μεγάλα καὶ καλὰ ἀλλήλους ἀντιδρῶσιν, ὦτα καὶ ῥῖνας καὶ χειρῶν ἄκρους δακτύλους καὶ ὁποῖα δ’ ἂν τύχῃ μέρη τοῦ σώματος ἀπεσθίοντες. De_plantatione 161 ταῦτ’ ἐστὶ τῆς ἡβώσης καὶ νεωτέρας καὶ ἄρτι ἀκμαζούσης ἆθλα, ὡς ἔοικεν, εὐφροσύνης, τῆς δὲ ἀρχαίας καὶ πρεσβυτέρας τἀναντία· πάσης γὰρ καλῆς πράξεως ἀφ’ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο, νομίζοντες μάλιστα οὕτως αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, καὶ πρὶν εὔξασθαί τε καὶ θῦσαι, 1 ὄγκον H: οἶκον MGU, οἶον FL παράφυσιν coni. Cohn coni. Cohn ἰδούσης καχεξίας codd.: οἰδοῦσαν καχεξίαν Mang. 2 παράφυσιν 3 περιταθῆ FH: περὶ πάθη MGU ἐπαινέσεως Cohn: γενέσεως codd., γνησίας Mang. 6 ἐρῶντας Turn.: ἐρῶντες codd. 7 τἄλλα M ἄλλα #x003E; conicio 9 ἀλλ’ FH κατατὸς H κεκλασμένον Mang.: καχαλασμένον codd. 10 ἐκμελὲς conicio ὀργάνοις scripsi: ὀργίοις codd. 11 ὑμῶν U 12 καὶ post τεχνῖται add. M περιεργείας Η 13 ἐπιτυχίζοντες M, ἐπιτειχίζονται G πορθήσωμεν H 14 δὴ] δὲ H τὸν scripsi: τὸ codd. 15 προσφέρονται H: προφέρονται MGUFL 16 τοῦ] τὸ Y 16. 17 χαίνοντες MGF: χαίροντες· UH 17 προσφέρειν H 18 διαμελῶσιν G τὸν] τὸ H 19 πότον scripsi: ποτὸν codd. περιψύχουσι H γυμνι, tum spat. M, μυρικῶν H 21 ὦτα, ῥῖνας H ἄκρες F τύχη H: τύχοι MGUF 24 καὶ τῆς add. U 25 πρῶτοι U καὶ εἰ σφόδρα τοῦ πράττειν ἐπέσπευδον οἱ καιροί, πάντως ἀνέμενον οὐκ ἀεὶ τὸ ταχὺ τοῦ βραδέος ἡγούμενοι κρεῖττον· οὐ προμηθὲς μὲν γὰρ τάχος βλαβερόν, βραδυτὴς δὲ μετ’ εὐελπιστίας ὠφέλιμον. εἰδότες οὖν, ὅτι καὶ ἡ τοῦ οἴνου ἀπόλαυσίς τε καὶ χρῆσις δεῖται πολλῆς ἐπιμελείας, De_plantatione 162 οὔτε ἄδην οὔτε ἀεὶ προσεφέροντο τὸν ἄκρατον, ἀλλ’ ἔν τε κόσμῳ καὶ καιρῷ προσήκοντι. πρότερον γὰρ εὐξάμενοι καὶ θυσίας ἀναγαγόντες καὶ ἱλασάμενοι τὸ θεῖον, σώματα καὶ ψυχὰς καθηράμενοι, τὰ μὲν λουτροῖς, τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διατελοῦντες, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν, μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες. De_plantatione 163 ἀπὸ τούτου γέ τοί φασι τὸ μεθύειν ὠνομάσθαι, ὅτι μετὰ τὸ θύειν ἔθος ἦν τοῖς πρότερον οἰνοῦσθαι. τίσι δὴ μᾶλλον οἰκεῖος ἂν εἴη τῆς τοῦ ἀκράτου χρήσεως ὁ λεχθεὶς τρόπος ἢ σοφοῖς ἀνδράσιν, οἷς καὶ τὸ πρὸ τῆς μέθης ἔργον ἁρμόττει τὸ θύειν; De_plantatione 164 σχεδὸν γὰρ οὐδὲ εἷς τῶν φαύλων πρὸς ἀλήθειαν ἱερουργεῖ, κἂν ἐνδελεχεῖς μυρίους βόας ἀνὰ πᾶσαν ἡμέραν ἀνάγῃ· τὸ γὰρ ἀναγκαιότατον ἱερεῖον αὐτῷ λελώβηται, ὁ νοῦς, λώβας δὲ οὐ θέμις βωμῶν προσάψασθαι. De_plantatione 165 Δεύτερος μὲν δὴ λόγος οὗτος εἴρηται, δεικνὺς ὅτι οὐκ ἀλλότριον σπουδαίου τὸ μεθύειν, τρίτος δ’ ἐστὶν ἀπὸ διαφερούσης τῆς πρὸς τὴν ἐτυμολογίαν πιθανότητος ἠρτημένος· τὴν γὰρ μέθην οὐ μόνον, ἐπειδὴ μετὰ θυσίας ἐπιτελεῖται, νομίζουσί τινες εἰρῆσθαι, ἀλλ’ ὅτι καὶ 1 κὰν εἰ coni. Mang. ἔσπευδον H ἀνέμεινον H 1. 2 οὐ κακὰ τὸ H, οὐ κατὰ τὸ L 2 βραδέως H: οὐ H: om. MGUF 3 εὐλογιστίας conicio 4 prius καὶ om. Η 5 ἄδην scripsi: ἄρδην codd. προσέφερον τοῦτον ἄκρατον F τὸν] τοῦτον N 7 σώματά #x003E; coni. Mang. 8 νόμων Turn.: νόμω codd. N 10 διατελοῦντες Cohn: διαπατοῦντες codd. 11 τρόπον H ἱεροπρεπέστατον M, ιεροπρεπεστάτως N 13 ὠνόμασται G ὠνομάσθαι — θύειν om. U 14 τίσι G2H: τί MG1UF εἴη GH2: εἶναι MG1UF 15 νῦν post οἷς add. v τὸ H: τόν U, τὰ MGF 16 τὸ μεθύειν G 17 κἄν] καὶ F ἀνὰ] κατὰ U ἀνάγη Mang. : ἀγάγῃ codd. 18 βωμῶν MGF: βωμῷ H, βωμοῦ U 19 προσψαύσασθαι Η 21 τρίτος M: τρίτον GUFH πρὸς] περὶ conieio 22 ἠρτημένος scripsi: ἠρτημένον codd. 22. 23 ἐπειδὴ οὐ μόνον M 23 ἐπιτελεῖται Turn.: ἐπιτελεῖσθαι codd. 3 — 13 N fol. 188r εἰδότες οὖν—οἰνοῦσθαι 9. 10 R fol. 91r τοῦ αὐτοῦ: μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διαπατοῦντες: ἀντὶ τοῦ εὐωχούμενοι: ἔοικεν οὑν ἐκ τούτου ἀναλόγως παρειλῆφθαι καὶ τὸ ἀποπατοῦντες ἀντὶ τοῦ χέζοντες. μεθέσεως ψυχῆς αἰτία γίγνεται. De_plantatione 166 μεθίεται δὲ ὁ μὲν τῶν ἀφρόνων λογισμὸς εἰς πλειόνων χύσιν ἁμαρτημάτων, ὁ δὲ τῶν ἐμφρόνων εἰς ἀνέσεως καὶ εὐθυμίας καὶ ἱλαρότητος ἀπόλαυσιν· ἡδίων γὰρ αὐτὸς ἑαυτοῦ νήφοντος οἰνωθεὶς ὁ σοφὸς γίγνεται, ὥστε οὐδ’ ἂν ταύτῃ διαμαρτάνοιμεν φάσκοντες ὅτι μεθυσθήσεται. πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον, De_plantatione 167 ὅτι οὐ σκυθρωπὸν καὶ αὐστηρὸν τὸ τῆς σοφίας εἶδος, ὑπὸ συννοίας καὶ κατηφείας ἐσταλμένον, ἀλλ’ ἔμπαλιν ἱλαρὸν καὶ γαληνίζον, μεστὸν γηθοσύνης καὶ χαρᾶς· ὑφ’ ὧν πολλάκις προήχθη τις οὐκ ἀμούσως παῖξαί τι καὶ χαριεντίσασθαι, παιδιὰν μέντοι τῇ σεμνότητι καὶ σπουδῇ καθάπερ ἐν ἡρμοσμένῃ λύρᾳ φθόγγοις ἀντιφώνοις εἰς ἑνὸς μέλους κρᾶσιν συνηχοῦσαν. De_plantatione 168 κατὰ γοῦν τὸν ἱερώτατον Μωυσῆν τέλος ἐστὶ σοφίας παιδιὰ καὶ γέλως, ἀλλ’ οὐχ ἃ τοῖς νηπίοις ἄνευ φρονήσεως πᾶσι μελετᾶται, ἀλλ’ ἃ τοῖς ἤδη πολιοῖς οὐ χρόνῳ μόνον ἀλλὰ καὶ βουλαῖς ἀγαθαῖς γεγονόσιν. οὐχ ὁρᾷς ὅτι τὸν αὐτηκόου καὶ αὐτομαθοῦς καὶ αὐτουργοῦ τῆς ἐπιστήμης ἀρυσάμενον οὐ μετέχοντα γέλωτος, ἀλλ’ αὐτὸν γέλωτα εἶναί φησιν; De_plantatione 169 οὗτός ἐστιν Ἰσαάκ, ὃς ἑρμηνεύεται γέλως, ᾧ παίζειν μετὰ τῆς ὑπομονῆς, ἣν Ῥεβέκκαν Ἑβραῖοι καλοῦσιν, ἁρμόττει. τὴν p. 355 M. δὲ | θείαν παιδιὰν τῆς ψυχῆς ἰδιώτῃ μὲν οὐ θέμις ἰδεῖν, βασιλεῖ δὲ ἔξεστιν, ᾧ πάμπολυν χρόνον παρῴκησεν, εἰ καὶ μὴ πάντ’ ἐνῴκησε τὸν αἰῶνα, σοφία. προσαγορεύεται οὗτος Ἀβιμέλεχ, ὃς διακύψας τῇ θυρίδι, τῷ διοιχθέντι καὶ φωσφόρῳ τῆς διανοίας ὄμματι, τὸν Ἰσαὰκ εἶδε παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ (Gen. 26,8). De_plantatione 170 τί γὰρ ἄλλο 1 μεθύσεως G γίνεται M μεθύεται H 2 χύσιν scripsi: ἴσχυσιν codd. ἁμάρτημα M εὐφρόνων U, ἀφρόνων F 3. 4 νηφόντων U, νηφόντως F 4 γίγνεται GU: γίνεται MFH οὐδ’ ἂν Cohn: οὐδὲν MGUF, οὐδ’ ἐν Η 5 μεθύσεσθαι M 6 αὐστηρὸν Arnim: αὐχμηρὸν codd. τῆς om. GUF 7 καὶ om. L 8 πολλάκις om. H 9 παιδειὰν G τὴν conicio 10 ἐν ἡρμοσμένη FH: ἐνηρμοσμένη MGU μελλοῦς κροῦσιν M 12 γἐλος F 13 ἀλλ’ ἃ M: ἀλλὰ GUFH πολλοῖς U μόνω Η 14 γεγόνασιν M αὐτήκοον et αὐτομαθῆ M1 15. 16 εἶναι γέλωτα v 16 ὃς] ὃ U ᾦ scripsi: ὃς MGUF, οὓς H, ὃν v 18 παιδειὰν M 19 ᾦ Mang.: οὖ MH, οὐ GUF 20 τῆς θυρίδος conicio (cf. Clem.) 22 αὑτοῦ v 16 sqq. Clem. Faedag. Ι § 21. 22 p. 110. 111 P. . . . γέλως ἑρμηνεύεται ὁ Ἰσαάκ. τοῦτον ἑώρακεν παίζοντα μετὰ τῆς γυναικὸς καὶ βοηθοῦ, τῆς Ῥεβέκκας, ὁ περίεργος βασιλεύς . . . Ῥεβέκκαν δὲ ἑρμηνεύουσιν ὑπομονήν .... καὶ αὕτη ἡ θεία παιδιά . . . . τί γὰρ ἄλλο εὐπρεπὲς ἔργον σοφῷ καὶ τελείῳ ἣ παίζειν καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ ..... διακύψας τῆς θυρίδος .... ἐμπρεπὲς ἔργον σοφῷ ἢ τὸ παίζειν καὶ γανοῦσθαι καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ; ἐξ ὧν ὅτι καὶ μεθυσθήσεται δῆλόν ἐστι τῆς μέθης ἠθοποιούσης καὶ ἄνεσιν καὶ ὠφέλειαν ἐργαζομένης· De_plantatione 171 ὁ γὰρ ἄκρατος τὰ τῇ φύσει προσόντα ἐπιτείνειν καὶ σφοδρύνειν ἔοικεν εἴτε καλὰ εἴτε καὶ τὰ ἐναντία, καθάπερ καὶ πολλὰ τῶν ἄλλων· ἐπεὶ καὶ χρήματα αἴτια μὲν ἀγαθῶν ἀγαθῷ , κακῷ δέ, ὡς ἔφη τις, κακῶν· καὶ πάλιν δόξα τοῦ μὲν ἄφρονος τὴν κακίαν ἐπιφανεστέραν, τοῦ δὲ δικαίου τὴν ἀρετὴν εὐκλεεστέραν ἐπιφαίνει. οὕτως οὖν καὶ ὁ ἄκρατος ἀναχυθεὶς τὸν μὲν πάθεσι κεχρημένον ἐμπαθέστερον, τὸν δὲ εὐπαθείαις εὐμενέστερον καὶ ἵλεω μᾶλλον ἀπειργάσατο. De_plantatione 172 τίς γε μὴν οὐκ οἶδεν, ὅτι δυεῖν ἐναντίων ἐπειδὰν θάτερον εἶδος ἐφαρμόζῃ πλείοσι, καὶ θάτερον ἐξ ἀνάγκης συμβήσεται; οἷον λευκοῦ καὶ μέλανος ἐναντίων ὄντων, εἰ τὸ λευκὸν ἀστείοις τε καὶ φαύλοις, καὶ τὸ μέλαν ἐξ ἴσου δήπουθεν ἀμφοτέροις, οὐχὶ μόνοις προσέσται τοῖς ἑτέροις. καὶ μὴν τό γε νήφειν καὶ τὸ μεθύειν ἐναντία, μετέχουσι δὲ τοῦ νήφειν, ὡς ὁ τῶν προτέρων λόγος, ἀγαθοί τε καὶ φαῦλοι· ὥστε καὶ τὸ μεθύειν ἑκατέρῳ τῶν εἰδῶν ἐφαρμόττει. μεθυσθήσεται τοιγάρτοι καὶ ὁ ἀστεῖος μηδὲν τῆς ἀρετῆς ἀποβαλών. De_plantatione 173 εἰ δ’ ὥσπερ ἐν δικαστηρίῳ μὴ μόνον ταῖς ἐντέχνοις ἀποδείξεσιν, ἀλλὰ καὶ ταῖς ἀτέχνοις λεγομέναις χρηστέον, ὧν μία ἐστὶν ἡ διὰ τῶν μαρτυριῶν, πολλοὺς καὶ εὐδοκίμους μαρτυροῦντας παρεξόμεθα παῖδας ἰατρῶν καὶ φιλοσόφων, οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι τὴν μαρτυρίαν σημαινομένους. De_plantatione 174 μυρίας γὰρ ἀπολελοίπασι συντάξεις ἐπιγράψαντες περὶ μέθης, ἐν αἷς περὶ ψιλῆς αὐτὸ μόνον χρήσεως οἴνου 1 ἐμπρεπὲς scripsi: εὐπρεπὲς Clem., ἐμπρέπει codd. ἀγανοῦσθαι G, γάννυσθαι F 2 aut κακῶν aut ἐπιμονῇ dubitanter Mang. 3 ἀφέλειαν coni. Mang. b τἀναντία M, ἐναντία Η 6 αἴτια U: αἴσια MGFH ἀγαθῶν ἀγαθῷ scripsi: ἀγαθῶν MGFH, ἀγαθὸν U, ἀγαθῷ ἀγαθῶν v κακῷ Turn. : κακὰ codd. κακῶν GFH: κακὸν U, otn. M 7 δικαίου δὲ M 8 ἐμφαίνει M, ἐπιφέρει U καὶ om. M ἀναλυθεὶς G 9 ἐμπαθέστερον scripsi: εὐπαθέστερον codd. εὐπαθείας GUF 10 ἵλεων V ὸἶδεν MGUF: εἶδεν Η δυοῖν MH 11 ἐφαρμόζει GF, ἐφαρμόση U πλείοσιν M 12 συμβήσηται U εἰ] εἰς UH 13 τε καὶ] τ, tum spat. M ἐξίσου GUH 14 πρόσεστι U ἑταίροις F 14 15 καὶ τὸ — νήφειν om. U 15. 16 ἐναντία—μεθύειν ora. F 16 πῶς τε U ἑκατέρων UF 17 καὶ om. M 18 ταῖς] τοῖς M 19 καὶ ἀτέχνοις G ἀτέχναις Η post λεγομέναις add. αἷς G 20 διὰ om. H παραδεξόμεθα H 22 ἐνσημηναμένους conicio 23 ψιλοῦ G, οὐ G, in ras. χρήσεως οἴνου M: οἴνου GUFH, οἴνου post σκοποῦσιν transpos. H, οἴνου χρήσεως Mang. 5. 6 [Platonis] Eryxias p. 397 E σκοποῦσιν, οὐδὲν περὶ τῶν ληρεῖν εἰωθότων προσεξετάζοντες, ἀλλ’ ὅλον τὸ παροινίας παραπέμψαντες εἶδος· ὥστε καὶ παρὰ τούτοις σαφέστατα ἀνωμολογῆσθαι, ὅτι τὸ μεθύειν ἦν τὸ οἰνοῦσθαι. οἴνου δὲ σπάσαι πλείονος οὐκ ἂν εἴη χεῖρον ἐν καιρῷ σοφόν· οὐ τοίνυν διαμαρτησόμεθα λέγοντες ὅτι μεθυσθήσεται. De_plantatione 175 ἐπεὶ δὲ οὐδεὶς καθ’ αὑτὸν ἀγωνιζόμενος ἀναγράφεται νικῶν, εἰ δὲ ἀγωνίζεται, σκιαμαχεῖν μᾶλλον ἂν εἰκότως δόξαι, ἀνάγκη καὶ τοὺς τὸ ἐναντίον κατασκευάζοντας λόγους εἰπεῖν, ἵνα δικαιοτάτη γενηθῇ κρίσις, μηδετέρου μέρους ἐξ ἐρήμου καταδικασθέντος. De_plantatione 176 ἔστι δὲ πρῶτος καὶ δυνατώτατος οὗτος· εἰ τῷ μεθύοντι οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον παρακατάθοιτο, τῷ δὲ ἀστείῳ παρακατατίθεται , οὐκ ἄρα μεθύει ὁ ἀστεῖος. ἀλλ’ οὖν πρὶν ἢ τοὺς ἄλλους ἑξῆς συνείρειν, ἄμεινον καθ’ ἕκαστον τῶν προτεινομένων ἀντιλέγειν, ἵνα μὴ μακρηγοροῦντες ἐπὶ πλέον διοχλεῖν δοκῶμεν. De_plantatione 177 φήσει δή τις ἐναντιούμενος, ὅτι κατὰ τὸν λεχθέντα λόγον ὁ σοφὸς οὔτε μελαγχολήσει ποτὲ οὔτε κοιμηθήσεται οὔτε συνόλως ἀποθανεῖται· ᾧ δὲ μὴ συμβαίνει τι τοιοῦτον, ἄψυχόν ἐστιν ἢ θεῖον, ἄνθρωπος δὲ οὐκ ἂν εἴη τὸ παράπαν. τὴν γὰρ ἀγωγὴν τοῦ λόγου μιμησάμενος ἐφαρμόσει τὸν τρόπον τοῦτον τῷ μελαγχολῶντι ἢ κοιμωμένῳ ἢ ἀποθνῄσκοντι· οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον τῷ τοιούτῳ παρακατάθοιτο, τῷ δὲ σοφῷ εὐλόγως· οὔτ’ ἄρα μελαγχολᾷ οὔτε κοιμᾶται οὔτε ἀποθνῄσκει ὁ σοφός. 1 οὑδὲ H2 παρατρέψαντες M παρὰ om. G 3 ἀνωμολογεῖσθαι MG σπάσαι MFL2: πᾶσαι U, σπεῦσαι HL1, σπᾶσθαι G (sed σπᾶ in ras.) 4 σοφόν FH: σοφῶν MGU οὐ] οἱ G1 5 αὑτὸ G1, αὐτὸ M 6 νικῶν, οὐδέ ἀγωνίζεται τὸ παράπαν, , σκιομαχεῖν δὲ μᾶλλον Arnim; sed ad εἰ δὲ ἀγωνίζοιτο ἀγωνίζοιτο conicio) subaudi καθ’ αὑτόν σκιαμαχεῖν scripsi: σκιομαχεῖν codd. 7 τοὺς τὸ MG1FH: τούς τὸν G2, τοῦτο U λόγον G 8 γεννηθῇ F μηδετέρου U: μηδ’ ἑτέρου F, μηδὲ ἑτέρου MGH 9 ἀδυνατώτατος Η εἰ] ἐν M1, ut Vid. 10. 11 τῷ—παρακατατίθεται addidi (cf. Arnim p. 136) 11 ἀλλ’ οὖν scripsi: ἀρ’ οὖν codd., ἀρ’ #x003E; οὑν coni. Cohn 13 πλέον Cohn: πλεῖον codd. δὴ] δέ M 15 συμβαίνῃ G 16 ἀνθρώπου L 17 γὰρ ἀγωγὴν Arnim: παραγωγὴν codd. 18 post τις add. γάρ GUFH 20 οὔτ’ ἄρα scripsi: οὐ γὰρ codd., οὐκ ἄρα Mang. subscriptio GU: φίλωνος περὶ φυτουργίας Νῶε