De_agricultura 1 „Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς εἶναι, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9,20.21). οἱ μὲν πολλοὶ τῶν ἀνθρώπων τὰς φύσεις τῶν πραγμάτων οὐκ εἰδότες καὶ περὶ τὴν τῶν ὀνομάτων θέσιν ἐξ ἀνάγκης ἁμαρτάνουσι· τοῖς μὲν γὰρ ὥσπερ ἐξ ἀνατομῆς περινοηθεῖσι κύριαι προσρήσεις ἕπονται, τοῖς δ’ ὑποσυγκεχυμένοις οὐ σφόδρα ἠκριβωμέναι. De_agricultura 2 Μωυσῆς δὲ κατὰ πολλὴν περιουσίαν τῆς ἐν τοῖς πράγμασιν ἐπιστήμης ὀνόμασιν εὐθυβολωτάτοις καὶ ἐμφαντικωτάτοις εἴωθε χρῆσθαι. πολλαχοῦ μὲν οὖν τῆς νομοθεσίας τὴν ὑπόσχεσιν ἐπαληθεύουσαν εὑρήσομεν, οὐχ ἥκιστα δὲ κἀν τῷ προτεθέντι κεφαλαίῳ, καθ’ ὃ γεωργὸς ὁ δίκαιος Νῶε εἰσάγεται. De_agricultura 3 τίνι γὰρ τῶν προχειροτέρων οὐκ ἂν δόξειε τὰ αὐτὰ εἶναι γεωργία τε καὶ γῆς ἐργασία, καίτοι πρὸς ἀλήθειαν οὐ μόνον οὐκ ὄντα τὰ αὐτά, ἀλλὰ καὶ λίαν ἀπηρτημένα, ὡς ἀντιστατεῖν καὶ διαμάχεσθαι; De_agricultura 4 δύναται μὲν γάρ τις καὶ ἄνευ ἐπιστήμης περὶ τὴν γῆς ἐπιμέλειαν πονεῖσθαι, γεωργὸς δὲ τὸ μὴ ἰδιώτης ἀλλ’ ἔμπειρος εἶναι καὶ τῷ ὀνόματι πεπίστωται, ὅπερ ἐκ τῆς γεωργικῆς τέχνης, ἧς φερώνυμός ἐστιν, φίλωνος περὶ γεωργίας (τὸ α΄ add. Index M) MAG: φίλωνος ἰουδαίου περὶ λόγος ι΄ U, τοῦ αὑτοῦ περὶ γεωργίας F, περὶ γεωργίας Η 1. 2 καὶ—αὐτοῦ om. UF 1 γῆς om. H 2 ἔπιε τοῦ MG: ἔπιεν ἐκ τοῦ AH 3 τῶν om. F 7 τῆς] τοῖς D 8 ἐμφατικωτάτοις M 9 ἐπαληθεύοντα coni. Cohn εὑρήσωμεν G 10 προστεθέντι Α καθ’ ὃ AU: καθὸ ceteri 11 δόξειε U: δόξαιεν F, δόξαι MGH, δόξαι Α τὸ αὐτὸ conicio (item lin. 13) 12 τε om. F 13 τὰ αὐτὰ Η: τοιαῦτα MAG, om. UF 14 γάρ om. UF γῆν Η1 15 ποιεῖσθαι Η1 δὲ GH2: om. eeteri τὸ Benzelius: τῶ codd. 16 ὅπερ UF: ὥπερ MGH, ὧσπερ Α ἧς Turn.: ἡ U, ἡ F, ὡς MAGH εὕρηται. De_agricultura 5 πρὸς δὲ τούτῳ κἀκεῖνο λογιστέον, ὅτι ὁ μὲν γῆς ἐργάτης πρὸς ἓν τέλος, τὸν μισθόν, ἀφορῶν — ἔμμισθος γὰρ ὡς ἐπίπαν οὗτος — οὐδεμίαν ἔχει φροντίδα τοῦ καλῶς ἐργάσασθαι, ὁ μέντοι γεωργὸς πολλὰ ἂν ἐθελήσαι καὶ τῶν ἰδίων εἰσφέρειν καὶ προσαναλίσκειν οἴκοθέν τι ὑπὲρ τοῦ καὶ τὸ χωρίον ὀνῆσαι καὶ πρὸς μηδενὸς τῶν ἰδόντων μεμφθῆναι· βούλεται γὰρ οὐχ ἑτέρωθέν ποθεν, ἀλλ’ ἐκ τῶν γεωργηθέντων εὐτοκίᾳ χρωμένων ἀνὰ πᾶν ἔτος τοὺς καρποὺς ἀναλαμβάνειν. De_agricultura 6 οὗτος τὰ μὲν ἄγρια τῶν δένδρων ἡμεροῦν, τὰ δ’ ἥμερα ἐπιμελείαις συναύξειν, τὰ δ’ ὑπὸ πλεοναζούσης τροφῆς κεχυμένα τομαῖς στέλλειν, τὰ δ’ ἐσταλμένα καὶ πεπιλημένα ἐπιφύσεων ἐκτάσεσι μηκύνειν, καὶ ὅσα μὲν εὐγενῆ πολυκληματοῦντα κατὰ γῆς τείνειν ἐν οὐ πάνυ βαθείαις τάφροις, ὅσα δὲ μὴ εὔκαρπα ἑτέρων εἰς τὸν πρὸς ταῖς ῥίζαις κορμὸν ἐνθέσει καὶ συμφυεστάτῃ ἑνώσει βελτιοῦν ἐθελήσει — καὶ γὰρ ἐπ’ ἀνθρώπων τυγχάνει ταὐτὸν, ὡς τοὺς θετοὺς παῖδας γένεσιν ἀλλοτρίοις διὰ τὰς σφετέρας οἰκειουμένους ἀρετὰς παγίως ἐναρμόζεσθαι —· De_agricultura 7 μυρία τοίνυν καὶ αὐτόπρεμνα ῥίζαις αὐταῖς ἀνασπάσας κατέβαλε τὰς εἰς εὐκαρπίαν ἐκ φύσεις ἐστειρωμένα καὶ τοῖς φέρουσι μεγάλην ζημίαν ἐκ τοῦ παραπεφυτεῦσθαι πλησίον ἐνεγκόντα. τοιαύτη μέν τίς ἐστιν ἡ περὶ τὰ βλαστάνοντα ἐκ γῆς φυτὰ τέχνη, τὴν δὲ ψυχῆς γεωργικὴν ἐν μέρει πάλιν ἐπισκεψώμεθα. De_agricultura 8 Πρῶτον μὲν τοίνυν σπείρειν ἢ φυτεύειν ἄγονον οὐδὲν ἐπιτηδεύει, πάντα δ’ ἥμερα καὶ καρποτόκα φόρους ἐτησίους οἴσοντα τῷ ἡγεμόνι ἀνθρώπῳ· τοῦτον γὰρ ἄρχοντα ἡ φύσις δένδρων τε καὶ ζῴων τῶν ἄλλων ὅσα θνητὰ ἅπαξ ἁπάντων ἀνέδειξεν. De_agricultura 9 ἄνθρωπος δὲ ὁ ἐν ἑκάστῳ ἡμῶν τίς ἂν εἴη πλὴν ὁ νοῦς, ὃς τὰς ἀπὸ τῶν σπαρέντων καὶ φυτευθέντων ὠφελείας εἴωθε καρποῦσθαι; ἐπεὶ δὲ νηπίοις μέν ἐστι 1 εἴρηται coni. Mang. τούτω MGUF: τοῦτο ΑΗ κἀκείνω F ὁ μὲν om. UF 3 οὐδεμίαν] οὐκ UF 4 πόλλ’ U ἐθελήση Α 5 τι secl. Cohn ὑπὲρ scripsi: περὶ codd. μηδενὸς UFH2: μηδὲν MAGH1 ἰδόντων UF: εἰδότων ceteri 7 οὕτως UF τὰ] ὡς τὰ F 8 μὲν γὰρ ἄγρια MAG ἐπιμελείᾳ F 9 τομαῖς UFL2: τὰ μὲν MAGHL1 10 ἐκστάσεσι G 11 ἐν om. UF βαθείαις τάφροις MAUF: τάφροις βαθείαις GH 12 ἔγκαρπα ἕτερον Α κόσμον Α 14 τυγχάνον UF, συμβαίνει conicio ἀλλοτρίαν GH2, ἀλλοτρίους Mang. 15 σφετέρας] ἐφ’ ἑτέρας MA οἰκειουμένους G: οἰκειουμένας MAUF, οἰκειουμένοις H2 in ras. 16 τὰς MAUFH: τὰ G 16. 17 ἐκφύσεις scripsi: φύσεις MAUFH, φύσει G 17 ἐστειρωμένας UF φέρουσι καρποὺς vel εὐφοροῦσι 18 περὶ] παρὰ G 19 δὲ om. MA ἐμπειρίαν ante ἐν add. UF, mg. L 21 μὲν om. UF ἐπιτηδεύει UF: ἐπιτηδεύειν ceteri 22 καὶ UF: om. ceteri 23 τῶν] καὶ τῶν H post θνητὰ add. καὶ UF γάλα τροφή, τελείοις δὲ τὰ ἐκ πυρῶν πέμματα, καὶ ψυχῆς γαλακτώδεις μὲν ἂν εἶεν τροφαὶ κατὰ τὴν παιδικὴν ἡλικίαν τὰ τῆς ἐγκυκλίου μουσικῆς προπαιδεύματα, τέλειαι δὲ καὶ ἀνδράσιν ἐμπρεπεῖς αἱ διὰ φρονήσεως καὶ σωφροσύνης καὶ ἁπάσης ἀρετῆς ὑφηγήσεις· ταῦτα γὰρ σπαρέντα καὶ φυτευθέντα ἐν διανοίᾳ καρποὺς ὠφελιμωτάτους οἴσει, καλὰς καὶ ἐπαινετὰς πράξεις. De_agricultura 10 διὰ ταύτης τῆς γεωργικῆς καὶ ὅσα παθῶν ἢ κακιῶν δένδρα ἀναβλαστόντα εἰς ὕψος ἐξήρθη φθοροποιοὺς φέροντα καρπούς, ὑποτεμνόμενα καθαίρεται, ὡς μηδὲ βραχύ τι λείψανον ἐαθῆναι, ἀφ’ οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναδραμοῦνται. De_agricultura 11 κἂν εἴ τινα μέντοι δένδρα εἴη μήτ’ ὠφελίμων μήτ’ αὖ βλαβερῶν καρπῶν οἰστικά, ταῦτα ἐκκόψει μέν, οὐ μὴν ἐάσει γε ἀφανισθῆναι, κατατάξει δ’ αὐτὰ εἰς ἐναρμόνιον χρῆσιν ἢ βαλλομένη χάρακας καὶ σταυροὺς ἐν κύκλῳ στρατοπέδου ἢ φραγμὸν πόλεως, ἵνα ἀντὶ τείχους ᾖ. De_agricultura 12 λέγει γάρ· „πᾶν ὃ οὐ καρπόβρωτόν ἐστιν, ἐκκόψεις καὶ ποιήσεις χαράκωσιν ἐπὶ τὴν πόλιν, ἥτις ποιήσει πρὸς σὲ τὸν πόλεμον“ (Deut. 20,20). ταῦτα δ’ εἰκάζεται τὰ δένδρα ταῖς περὶ λόγους δυνάμεσι θεωρίαν ψιλὴν ἐχούσαις· De_agricultura 13 ἐν αἷς θετέον ἰατρολογίαν ἀπεζευγμένην ἔργων, δι’ ὧν τοὺς κάμνοντας εἰκός ἐστι σῴζεσθαι, καὶ ῥητορικῆς τὸ συνηγορικὸν καὶ ἔμμισθον εἶδος οὐ περὶ τὴν εὕρεσιν τοῦ δικαίου πραγματευόμενον, ἀλλὰ περὶ τὴν δι’ ἀπάτης πειθὼ τῶν ἀκουόντων, ἔτι μέντοι καὶ διαλεκτικῆς καὶ γεωμετρίας ὅσα εἰς μὲν ἐπανόρθωσιν ἤθους οὐδὲν συνεργεῖ, παραθήγει δὲ τὸν νοῦν οὐκ ἐῶντα ἀμβλείᾳ χρῆσθαι τῇ πρὸς ἕκαστα τῶν ἀπορουμένων προσβολῇ, τομαῖς δὲ ἀεὶ καὶ διαστολαῖς χρῆσθαι, ὡς τὴν ἑκάστου πράγματος ἰδιότητα κοινῶν διαζευγνύναι ποιοτήτων. De_agricultura 14 τὸν γοῦν κατὰ φιλοσοφίαν λόγον 3 ἐμπρεπεῖς MAF: εὐπρεπεῖς GUH 4 ὑφήγησις U 5 ὠφελιμωτάτους UF: om. ceteri καλὰς UF: καλοὺς ceteri 7 ἀναβλαστόντα scripsi: ἀναβλαστοῦντα MAGH, ἀναβλαστάνοντα UF ἐπήρθη F 8 καθαίρει τέως U, καθαίρει ἕως F 10 εἴη scripsi: ἦ MGUFH, om. Α καρπῶν om. UF οἰστικά] ὥστ’ εἰ κἄν U 11 ἐκκόψωμεν U ἐάσῃ U κατατέξει F 12 ἡ βαλομένη M 13 πόλει F 14 πᾶν—ἐστιν] ξύλον ὃ γνώση ὅτι οὐ ξύλον βρώσεως ἐστιν αὐτό UF 1.5 εἴ τις ΑΗ1 ποιεῖ μετά σου τὸν πόλεμον ἕως καθαιρεθῆναι αὐτήν. ταῦτα UF 15. 16 ταῦτα δικάζεται AF 18 ἄμισθον F 19. 20 διὰ πάσης UF 20 ἔτι] ἔστι F 21 παραθήσει MA 22 ἀβλαβείᾳ G, ἀμελεία U τῇ] τῆς U 22. 23 τῇ—χρῆσθαι bis habet F 22 τῶν UFH2: om. MAGH1 23 δ’ UF ἀεὶ om. Α 24 τῶν κοινῶν H διαζεύγνυσθαι UF φιλοσοφίας H1 24—98,3 DK. fol. 195r Φίλωνος ἐκ τοῦ περὶ γεωργίας· τὸν κατὰ φιλοσοφίας λόγον—περιπεριβόλῳ. τρίδυμον ὄντα τοὺς παλαιοὺς ἀγρῷ φασιν ἀπεικάσαι, τὸ μὲν φυσικὸν αὐτοῦ δένδροις καὶ φυτοῖς παραβάλλοντας, τὸ δ’ ἠθικὸν καρποῖς, ὧν ἕνεκα καὶ τὰ φυτά, τὸ δ’ αὖ λογικὸν φραγμῷ καὶ περιβόλῳ· De_agricultura 15 καθάπερ γὰρ τὸ περικείμενον τεῖχος ὀπώρας καὶ φυτῶν τῶν κατὰ τὸν ἀγρόν ἐστι φυλακτήριον τοὺς ἐπὶ τῷ σίνεσθαι παρεισφθείρεσθαι βουλομένους ἀνεῖργον, τὸν αὐτὸν τρόπον τὸ λογικὸν μέρος φιλοσοφίας φρουρά τίς ἐστιν ὀχυρωτάτη τῶν δυεῖν ἐκείνων, ἠθικοῦ τε καὶ φυσικοῦ· De_agricultura 16 τὰς γὰρ διπλᾶς καὶ ἀμφιβόλους ὅταν ἐξαπλοῖ λέξεις καὶ τὰς διὰ τῶν σοφισμάτων πιθανότητας ἐπιλύῃ καὶ τὴν εὐπαράγωγον ἀπάτην, μέγιστον ψυχῆς δέλεαρ καὶ ἐπιζήμιον, ἀναιρῇ διὰ λόγων ἐμφαντικωτάτων καὶ ἀποδείξεων ἀνενδοιάστων, ὥσπερ κηρὸν λελειασμένον τὸν νοῦν ἀπεργάζεται ἕτοιμον δέχεσθαι τούς τε φυσιολογίας καὶ τοὺς ἠθοποιίας ἀσινεῖς καὶ πάνυ De_agricultura 17 δοκίμους χαρακτῆρας. ταῦτ’ οὖν ἡ ψυχῆς ἐπαγγελλομένη γεωργικὴ προκηρύττει· τὰ ἀφροσύνης δένδρα καὶ ἀκολασίας ἀδικίας τε καὶ δειλίας πάντ’ ἐκκόψω, ἐκτεμῶ καὶ τὰ ἡδονῆς καὶ ἐπιθυμίας ὀργῆς τε καὶ θυμοῦ καὶ τῶν παραπλησίων παθῶν, κἂν ἄχρις οὐρανοῦ μηκύνηται, τὰ φυτά, ἐπικαύσω καὶ τὰς ῥίζας αὐτῶν ἐφιεῖς’ ἄχρι τῶν ὑστάτων τῆς γῆς φλογὸς ῥιπήν, ὡς μηδὲν μέρος ἀλλὰ μηδ’ ἴχνος ἢ σκιὰν ὑπολειφθῆναι τὸ παράπαν. De_agricultura 18 ἀνελῶ μὲν δὴ ταῦτα, φυτεύσω δὲ ταῖς μὲν ἐν ἡλικίᾳ παιδικῇ ψυχαῖς μοσχεύματα, ὧν ὁ καρπὸς αὐτὰς τιθηνήσεται — ἔστι δὲ ταῦτα ἡ τοῦ γράφειν καὶ ἀναγινώσκειν εὐτρόχως ἐπιτήδευσις, ἡ τῶν παρὰ σοφοῖς ποιηταῖς ἀκριβὴς ἔρευνα, γεωμετρία καὶ ἡ περὶ τοὺς ῥητορικοὺς λόγους μελέτη καὶ ἡ σύμπασα τῆς ἐγκυκλίου παιδείας 2 φύλλοις D παραβάλλοντας AUF: παραβάλοντας M, παραβαλόντας GH, παραβαλόντες D 2. 3 ὧν—φυτά om. D 3 δ’ αὖ] δὲ D φραγμῶν M 5 ἐπὶ τῶ MGHL1: ἐπὶ τὸ Α, om. UFL2 σίνεσθαι AU: σίνεσθαι καὶ FL2, γίνεσθαι M, γενέσθαι GHL1 παρεισφέρεσθαι Α 6 μέρος] γένος UF φιλοσοφία Α 7 δυοῖν Α 8 ἀναμφιβόλους U τὰς om. F 9 ἐπιλύει F 10 ἀναιρεῖ GUFH1 ἐμφατικωτάτων M 11 γὰρ post ὥσπερ add. Α λελειωμένον UF 12 δέχεσθαι UFH: δέχρῆσαι UFH: δὲ χρῆσθαι Α τοὺς post καὶ om. UF καὶ UF: καθὰ καὶ ceteri, κάρτα καὶ Turn. 13 ταῦτ’ οὖν] ταὐτὸν MA ἡ] ἢ MH1 ἐπαγγελλομένης MH γεωρκικὴν Η2 15 καὶ post ἐκκόψω add. G ἐκτέμω MU 16 μηκύνηται scripsi: μηκύνῃ codd. 17 ἐφιεὶς codd. ἐφιεῖσα v βαθυτάτων coni. Mang. 18 ῥιπῆ UF 19 ἀνέλωμεν U 21 εὐτρόχως UF: ἐπιοχως M, εὐστόχως GH, om. Α 22 γεωμετρία UF: γεωμετρίας ceteri; ἡ γεωμετρία coni. Colin 23 συμπάσης UF παιδείας] φιλοσοφίας UF 23. 99,1 παιδεία μουσικῆς coni. Cohn 1 cf. Zeller, Hist. philos. gr. ΙΙΙ 1 p. 62. μουσική —, ταῖς δὲ νεανιευομέναις καὶ ἀνδρουμέναις ἤδη τὰ ἀμείνω καὶ τελεώτερα, τὸ φρονήσεως φυτόν, τὸ ἀνδρείας, τὸ σωφροσύνης, τὸ δικαιοσύνης, τὸ ἀρετῆς ἁπάσης. De_agricultura 19 ἂν μέντοι τι καὶ τῶν τῆς ἀγρίας λεγομένης ὕλης ἐδώδιμον μὲν μὴ φέρῃ καρπόν, δύνηται δὲ ἐδωδίμου φραγμὸς εἶναι καὶ φυλακτήριον, καὶ τοῦτο ταμιεύσομαι, οὐ δι’ ἑαυτό, ἀλλ’ ὅτι ὑπηρετεῖν ἀναγκαίῳ καὶ χρησίμῳ σφόδρα πέφυκε. De_agricultura 20 διὰ τοῦτο ὁ πάνσοφος Μωυσῆς τῷ μὲν δικαίῳ τὴν τῆς ψυχῆς γεωργικὴν ὡς ἐναρμόνιον καὶ ἐπιβάλλουσαν τέχνην ἀνατίθησι λέγων „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“, τῷ δὲ ἀδίκῳ τὴν ἄνευ ἐπιστήμης φέρουσαν ἄχθη βαρύτατα γῆς ἐργασίαν· „Κάιν“ De_agricultura 21 γάρ φησιν „ἦν ἐργαζόμενος τὴν γῆν“ (Gen. 4,2), καὶ μικρὸν ὕστερον, ἡνίκα τὸ ἐπὶ τῇ ἀδελφοκτονίᾳ ἄγος ἐργασάμενος καταφωρᾶται, λέγεται· „ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου, ᾗ ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι“ (Gen. 4,11.12). De_agricultura 22 πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδεῖξαι δύναιτο, ὅτι γῆς ἐργάτην ἀλλ’ οὐ γεωργὸν ὁ νομοθέτης νομίζει τὸν φαῦλον, ἢ τὸν τρόπον τοῦτον; οὐ μὴν ὑποληπτέον ἢ περὶ ἀνθρώπου χερσὶ καὶ ποσὶ καὶ τῇ ἄλλῃ δυνάμει τοῦ σώματος ἐνεργεῖν ἱκανοῦ ἢ περὶ γῆς ὀρεινῆς καὶ πεδιάδος εἶναι τὸν λόγον, ἀλλὰ περὶ τῶν καθ’ ἕκαστον ἡμῶν δυνάμεων· τὴν γὰρ τοῦ φαύλου ψυχὴν περὶ οὐδὲν ἄλλο πραγματεύεσθαι συμβέβηκεν ἢ τὸ γήινον σῶμα καὶ τὰς τοῦ σώματος ἁπάσας ἡδονάς. De_agricultura 23 ὁ γοῦν πολὺς ὅμιλος ἀνθρώπων τὰ γῆς ἐπιὼν κλίματα καὶ ἄχρι τῶν περάτων φθάνων αὐτῆς καὶ τὰ πελάγη περαιούμενος καὶ τὰ ἐν μυχοῖς θαλάττης ἀναζητῶν καὶ μηδὲν μέρος ἐῶν τοῦ παντὸς ἀδιερεύνητον ἀεὶ καὶ πανταχοῦ πορίζει ταῦτα, δι’ ὧν ἡδονὴν συναυξήσει· De_agricultura 24 καθάπερ γὰρ οἱ ἁλιευόμενοι δίκτυα καθιᾶσιν ἔστιν ὅτε μήκιστα πολλὴν ἐν κύκλῳ περιβαλλόμενοι θάλατταν, ἵν’ ὡς πλείστους ἐντὸς ληφθέντας 1 εὐανδρουμέναις Α 2 ἀνδρίς AG 2. 3 τὸ σωφροσύνης — ἁπάσης om. G 2 tertium τὸ] καὶ UF 3 τι om. AU 3. 4 τῶν τῆς ἀγρίας λεγομένης UF: τῆς λεγομένης ἀγρίας ceteri ἀγρίας ὕλης Mang, (cf. De opif. § 40): ἀγριαζούσης Α, ἀγρίας μούσης ceteri 4 μὲν μὴ UF: μὲν οὐ GH2, δὴ MA(H1?) φέρει Α δύναται A 5 αὐτὸ coni. Cohn 6 ἀναγκαῖον καὶ χρήσιμον F 7 Μωυσῆς UF: om. ceteri 9 τὴν GH2: om. MAUFH1 φέρουσαν UH: ἐπιφέρουσαν MAGF 10 εἰργασμένος F 12 καταφορᾶται A1U 13 αὑτῆς v 14 ἧ ἐργᾷ MGHL1: ἡ ἐργᾷ Α, εἰργάση U, ἧ ἐργάσῃ FL2 αὑτῆς Turn. 17 μὴν] μὴ L ἀποληπτέον M(H1), ἀπολειπτέον Α 17. 18 χερσὶ καὶ ποσὶ UF: χερσὶν ἡ ποσὶ ceteri 18 τοῦ σώματος ἐνεργεῖν UF: ἐνεργεῖν τοῦ σώματος ceteri γῆς F: τῆς ceteri 20 οὐδενὸς ἄλλου Α 22 ras. 2 litt. ante ἀνθρώπων H τῶν Η1?) 23 μέχρι coni. Jessen 25 ταῦτα om. UF ἀρκύων οἷα τειχήρεις γεγονότας ἰχθύας συλλάβωσι, τὸν αὐτὸν τρόπον ἡ πλείστη μοῖρα ἀνθρώπων οὐκ ἐπὶ μέρος θαλάττης μόνον, ἀλλ’ ἐφ’ ἅπασαν τὴν ὕδατος καὶ γῆς καὶ ἀέρος φύσιν τὰ πάναγρα, ὡς οἱ ποιηταί πού φασι, λίνα τείνας’ ἅπαντα πανταχόθεν δι’ ἡδονῆς ἀπόλαυσίν τε καὶ χρῆσιν ἀγκιστρεύεται· De_agricultura 25 καὶ γὰρ γῆν μεταλλεύουσι καὶ τὰ πελάγη διαβαίνουσι καὶ τἄλλα πάντα ὅσα εἰρήνης καὶ πολέμου ἔργα δρῶσιν, ὕλας ἀφθόνους ὡς βασιλίδι ἡδονῇ πορίζοντες, οἱ γεωργίας μὲν ἀμύητοι ψυχικῆς, ἣ σπείρουσα καὶ φυτεύουσα τὰς ἀρετὰς καρπὸν δρέπεται τὸν εὐδαίμονα βίον ἀπ’ αὐτῶν, ἐργασάμενοι δὲ καὶ μεθοδεύοντες τὰ φίλα τῇ σαρκὶ καὶ τὸν σύνθετον χοῦν, τὸν πεπλασμένον ἀνδριάντα, τὸν ψυχῆς ἔγγιστα οἶκον, ὃν ἀπὸ γενέσεως ἄχρι τελευτῆς, ἄχθος τοσοῦτον, οὐκ ἀποτίθεται νεκροφοροῦσα, μετὰ σπουδῆς τῆς πάσης οἰκειούμενοι. De_agricultura 26 Ὡς μὲν οὖν γεωργίας ἐργασία γῆς καὶ γεωργοῦ γῆς ἐργάτης διαφέρουσιν, εἴρηται. σκεπτέον δέ, μὴ καὶ ἄλλαι τινές εἰσιν ἰδέαι συγγενεῖς τῶν εἰρημένων, διὰ τὴν ἐν τοῖς ὀνόμασι κοινωνίαν ἐπικρύπτουσαι τὰς ἐν τοῖς πράγμασι διαφοράς· εἰσὶ δέ γε ἃς ἀναζητοῦντες εὕρομεν διτταί, περὶ ὧν τὰ προσήκοντα, ἐὰν οἷόν τε ᾖ, λέξομεν. De_agricultura 27 αὐτίκα τοίνυν ὡς γεωργὸν καὶ γῆς ἐργάτην δόξαντας ἀδιαφορεῖν ἀλλήλων εὕρομεν ἐν τοῖς κατὰ διάνοιαν ἀλληγοροῦντες μακρῷ διεστηκότας, οὕτως ποιμένα καὶ κτηνοτρόφον· μέμνηται γὰρ ποτὲ μὲν κτηνοτροφίας ποτὲ δ’ αὖ ποιμενικῆς ὁ νομοθέτης. De_agricultura 28 καὶ οἵ γε μὴ λίαν ἠκριβωμένοι τάχα που τῆς αὐτῆς ἐπιτηδεύσεως συνωνυμούσας ὑπολήψονται προσρήσεις εἶναι, εἰσὶ δέ γε πραγμάτων διαφερόντων ἐν ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι· De_agricultura 29 καὶ γὰρ εἰ τοῖς θρεμμάτων προεστηκόσιν ἀμφότερα ἐπιφημίζειν ἔθος κτηνοτρόφων καὶ ποιμένων ὀνόματα, ἀλλ’ οὔ γε τῷ τὴν ψυχῆς ἀγέλην ἐπιτετραμμένῳ 1 γεγονότας GUFH: γεννῶντας MA ἰχθύας UF: ἰχθῦς ceteri λάβωσι UF 2 μέρους UF μόνον UF: om. ceteri 3 καὶ post γῆς om. M 4 φησι G τείνας ἅπαντα MAH2, τείνας ἅπαν U, τείνασα πάντα G, τείνας FH1 5 διαβαίνουσι GUH2: διαβάλλουσι MAFH1 τὰ ἄλλα MUFH 7 ἡδονὴν U 8 φυτεύσασα F 9 ἐργαζόμενοι v 10 ἔχθιστον olim coniciebam 11 ὄγκον Mang. ἀποτιθέναι Α2 12 ἐκροφοροῦσα Α, οῦντες s. s. 12. 13 σπουδῆς — γῆς om. G 12 τῆς om. UF 13 καὶ γεωργούσης ἐργάτης AF 14 ἄλλαις U 16 γε om. Α εὕρομεν GH: εὕρωμεν MA, εὑρήσομεν UF διττὰς U 17 ἐὰν] ὡς ἄν Α λέξωμεν M 18 διφορεῖν A εὕρωμεν AF 18. 19 ἐν τοῖς καθ’ ὑπονοιῶν Mang. (immo καθ’ ὑπόνοιαν) 19 μακρὰν UF οὕτως MAGH: οὕτω ὡς UF 21 οἶ γε] εἴ γε Α, οἱ F ἀπηκριβωμένοι F συνωνύμους UF 24 ἐπιφημίζει A 25 οὔ Η: οὖν ceteri ψυχὴν AH 25. 26 ἀγέλην— φαῦλος om. U 25 ἀγέλην F: ἀτελῆ ML2, ἀτελεῖ AGHL1 λογισμῷ· φαῦλος μὲν γὰρ ὢν ὁ ἀγελάρχης οὗτος καλεῖται κτηνοτρόφος, ἀγαθὸς δὲ καὶ σπουδαῖος ὀνομάζεται ποιμήν. ὃν δὲ τρόπον, ἐπιδείξομεν αὐτίκα· De_agricultura 30 ἡ φύσις ἡμῶν ἑκάστῳ κτήνη συγγεγέννηκε, τῆς ψυχῆς ὥσπερ ἀπὸ μιᾶς ῥίζης ἔρνη διττὰ ἀναβλαστούσης, ὧν τὸ μὲν ἄτμητον ὅλον δι’ ὅλων ἐαθὲν ἐπεφημίσθη νοῦς, τὸ δ’ ἑξαχῇ σχισθὲν εἰς ἑπτὰ φύσεις πέντε τῶν αἰσθήσεων καὶ δυεῖν ἄλλων ὀργάνων, φωνητηρίου τε καὶ γονίμου. De_agricultura 31 αὕτη δὲ πᾶσα ἡ πληθὺς ἄλογος οὖσα κτήνεσιν ἀπεικάζεται, πληθύι δὲ νόμῳ φύσεως ἡγεμόνος ἐξ ἀνάγκης δεῖ. ἐπειδὰν μὲν οὖν ἄπειρος ἀρχῆς ἅμα καὶ πλούσιος ἐξαναστὰς ἄρχοντα ἑαυτὸν ἀποφήνῃ, μυρίων αἴτιος κακῶν γίνεται τοῖς θρέμμασιν· De_agricultura 32 αὐτὸς μὲν γὰρ ἄφθονα παρέχει τὰ ἐπιτήδεια, τὰ δὲ ἀμέτρως ἐμφορούμενα ὑπὸ πλεοναζούσης τροφῆς ἐξυβρίζει—κόρου γὰρ ὕβρις ἔγγονον γνήσιον—, ἐξυβρίζοντα μέντοι σκιρτᾷ καὶ ἀφηνιάζει καὶ κατὰ μέρος σκιδνάμενα διαλύει τὸ τῆς ἀγέλης συντεταγμένον στῖφος. De_agricultura 33 ὁ δὲ τέως ἡγεμὼν καταλειφθεὶς ὑπὸ τῶν ἀρχομένων ἰδιώτης ἀνεφάνη, καὶ ἐπιτρέχει μὲν σπουδάζων, εἴ τι δύναιτο συλλαβεῖν ἐξ ὑπαρχῆς καὶ ὑπαγαγέσθαι· ὅταν δὲ ἀδυνατῇ, στένει καὶ κλαίει τὴν ἰδίαν κακίζων εὐχέρειαν καὶ ἑαυτὸν τῶν συμβεβηκότων αἰτιώμενος. De_agricultura 34 τοῦτον δὴ τὸν τρόπον καὶ τὰ τῶν αἰσθήσεων θρέμματα, ἐπειδὰν ὁ νοῦς ὑπτίως καὶ ῥᾳθύμως ἔχῃ, τῆς τῶν αἰσθητῶν ἀπλήστως ἐμφορούμενα ἀφθονίας ἀπαυχενίζει τε καὶ σκιρτᾷ καὶ πλημμελῶς ὅπῃ τύχοι φέρεται, καὶ ὀφθαλμοὶ πρὸς πάντα ἀναπεπταμένοι τὰ ὁρατά, καὶ ἃ μὴ θέμις ὁρᾶν, ἐξώκειλαν, καὶ ἀκοαὶ πάσας φωνὰς παραδεχόμεναι καὶ μηδέποτε πληρούμεναι, διψῶσαι δὲ ἀεὶ περιεργίας καὶ φιλοπραγμοσύνης, ἔστι δὲ ὅπου καὶ ἀνελευθέρου χλεύης ἐκπεφοιτήκασιν. De_agricultura 35 ἐπεὶ πόθεν ἄλλοθεν τὰ πανταχοῦ τῆς οἰκουμένης 1 λογισμός M 2 ἐπιδείξομεν GUFH: ἐπιδείξωμεν MA 2. 3 αὐτίκα ἐπιδείξομεν UF 3 κτήνει UF συγγεγένηται F τῆ ψυχὴ UF 4 ὧν] ὡς UF 5 ἐπευφημίσθη νοῦς Α δ’ ἄλογον conicio ἑξαχῇ Mang.: ἐξ ἀρχῆς codd. εἰς GH2: om. ceteri 6 φύσις GFH post φύσεις add. ἔσχεν U δυοῖν v 7 αὐτὴ AU δὲ] τὲ MAF ἄλογος om. UF κτήνεσιν UF: κτήνει ceteri 8 πληθύι MF: πληθύει Α, πληθὺς U, πλήθουσα GH δεῖ scripsi: αἰεὶ M, ἀεὶ U, δέεται G, ἐπιδέεται Η, om. AF 9 ἐξαναστὰς MAGH: προεξαναστὰς UF 12 ἔκγονον couicio 14 τέως] γε ὡς UF 15 περιτρέχει conicio τι om. UF 16 ἀδυνατῆς U 19 ἔχει Α 20 ἀπαυχενίζεται καὶ AF 20. 21 καὶ πλημμελῶς — ὀφθαλμοὶ UF: om. ceteri 21 τύχοι U: τύχη F 21. 22 ἀναπεπταμένοι GUF: ἀναπεπταμένα MAH 22 ἐξώκειλαν scripsi: ἐξωκείλοντα G, ἐξωκείλουσι MF, ἐξοκείλουσι AUH (supra scr. ut vid. ντα Η) 23. 24 περὶ ἀργίας Α 24 καὶ ἐλευθέρου A θέατρα νομίζομεν ἀμυθήτων μυριάδων ἀνὰ πᾶσαν ἡμέραν πληροῦσθαι; οἱ γὰρ ἀκουσμάτων καὶ θεαμάτων ἥττους καὶ ὦτα καὶ ὀφθαλμοὺς χωρὶς ἡνιῶν ἐάσαντες φέρεσθαι καὶ κιθαριστὰς καὶ κιθαρῳδοὺς καὶ πᾶσαν τὴν κεκλασμένην καὶ ἄνανδρον μουσικὴν περιέποντες, ἔτι δὲ ὀρχηστὰς καὶ τοὺς ἄλλους μίμους ἀποδεχόμενοι, ὅτι σχέσεις καὶ κινήσεις ἐκτεθηλυμμένας ἴσχονται καὶ κινοῦνται, τὸν ἐπὶ σκηνῆς ἀεὶ πόλεμον συγκροτοῦσι μήτε τῆς τῶν ἰδίων μήτε τῆς τῶν κοινῶν ἐπανορθώσεως πεφροντικότες, ἀλλὰ τὸν ἑαυτῶν οἱ δυστυχεῖς διά τε ὀφθαλμῶν καὶ ὤτων ἀνατρέποντες βίον. De_agricultura 36 ἄλλοι δέ εἰσιν οἱ τούτων ἀθλιώτεροι καὶ κακοδαιμονέστεροι, οἳ τὴν γεῦσιν ὥσπερ ἐκ δεσμῶν ἔλυσαν· ἡ δὲ πρὸς πᾶσαν σιτίων τε καὶ ποτῶν ἀπόλαυσιν ἄφετος εὐθὺς ὁρμήσασα τά τε ἤδη εὐτρεπισθέντα ἐπιλέγεται καὶ πεῖναν ἄληκτον καὶ ἄπληστον ἴσχει τῶν ἀπόντων, ὡς, κἂν αἱ τῆς γαστρὸς ἀποπληρωθῶσι δεξαμεναί, σπαργῶσαν ἔτι καὶ μαιμῶσαν τὴν ἀεὶ κενὴν ἐπιθυμίαν περιβλέπεσθαι καὶ περιφοιτᾶν, μή τί που παροραθὲν λείψανον ἀφεῖται, ἵνα καὶ τοῦτο παμφάγου πυρὸς δίκην ἐπιλιχμήσηται. De_agricultura 37 γαστριμαργίᾳ τοίνυν ἡ ὀπαδὸς ἐκ φύσεως ἀκολουθεῖ συνουσίας ἡδονὴ μανίαν ἔκτοπον καὶ οἶστρον ἀνεπίσχετον καὶ λύτταν ἀργαλεωτάτην ἐπιφέρουσα· ὅταν γὰρ ὑπὸ ὀψοφαγίας καὶ ἀκράτου καὶ πολλῆς μέθης ἄνθρωποι πιεσθῶσιν, οὐκέτι κρατεῖν ἑαυτῶν δύνανται, πρὸς δὲ τὰς ἐρωτικὰς μίξεις ἐπειγόμενοι κωμάζουσι καὶ θυραυλοῦσι, μέχρις ἂν τὸν πολὺν τοῦ πάθους ἀποχετευσάμενοι βρασμὸν ἠρεμῆσαι δυνηθῶσιν. De_agricultura 38 οὗ χάριν καὶ ἡ φύσις ὡς ἔοικεν ὑπογάστρια τὰ συνουσίας ὄργανα ἐδημιούργησε, προλαβοῦσα ὅτι λιμῷ μὲν οὐ χαίρει, πλησμονῇ δὲ De_agricultura 39 ἕπεται καὶ πρὸς τὰς ἰδίας ἐνεργείας ὑπανίσταται. τοὺς οὖν τοῖς 1 νομιζόμενα UF 3 φέρεσθαι UF: αἴρεσθαι ceteri 4 δὲ] τὲ UF 5 ἐκτεθηλυμμένας AG : ἐκτεθηλυμένας ceteri 6 κοινοῦνται F πόλεμον ἀεὶ UF συγκροτοῦντες UFL2 7 prius τῆς om. UF 8 ἑαυτὸν Α οἷα δυστυχεῖς UF ἀναστρέφοντες Α 9 δ’ UF εἰσὶ τούτων H2 10 ἡ δὲ GFH2: ἴδη δὲ MAU(H1) πᾶσαν MAUH1: πᾶν GFH2 10. 11 σιτίων et ποτῶν MAUH1: σιτίον et ποτὸν GFH2 11 ἀπόλαυσιν addidi ἀφέτως AU ὁρμήσασαν Α2 τά τε UF: τὰ ceteri 12 ἄληπτον Α 13 αἱ H2: δίχα MAG, αἱ διὰ UFH1 μαργῶσαν L2 14 μαιμῶσαν] μεμηνυῖαν UF καινὴν Α 15 που] τοῦ UF παροραθέντος F ἀφεῖται UF: ἄφετον ceteri ἶνα UF: εἶναι ceteri 16 ἐπιλιχμήσηται scripsi: ἐπιλικμήσηται UFL2, ἐπιλιχνήσηται MAG(H2), ἐπιλιχνεύσηται H2L1 ἡ MA 19 πλησθῶσιν UF 20 ἐπεγειρόμενοι Mang. καὶ om. UF 22 ὡς om. GUFH τὰ] τὰς F 23 δημιουργῆσαι UF προλαβοῦσα AUF: προβαλοῦσα M, προβάλλουσα GH, προσλαβοῦσα L2, προσβάλλουσα L1 λιμῶ μὲν οὐ χαίρει UF: om. ceteri 23. 24 χαίρει, πλησμονῇ δὲ ἔπειτα καὶ coni. Mang. 24 ἕπεται] τέρπεται conicio ἐνεργείας] χρείας UF θρέμμασι τούτοις ἐπιτρέποντας ἀθρόων ὧν ὀρέγονται πάντων ἐμφορεῖσθαι κτηνοτρόφους λεκτέον, ποιμένας δ’ ἔμπαλιν ὅσοι τά τε ἀναγκαῖα καὶ αὐτὰ μόνα τὰ ἐπιτήδεια παρέχουσι περιτεμνόμενοι καὶ ἀποκόπτοντες τὴν περιττὴν καὶ ἀλυσιτελῆ πᾶσαν ἀφθονίαν, ἥτις ἀπορίας καὶ ἐνδείας οὐχ ἥκιστα βλάπτει, πρόνοιάν τε πολλὴν ἔχουσι τοῦ μὴ ἐξ ἀμελείας καὶ ῥᾳθυμίας νοσῆσαι τὴν ἀγέλην εὐχόμενοι μηδὲ τὰς ἔξωθεν εἰωθυίας κατασκήπτειν νόσους ἐπιγενέσθαι. De_agricultura 40 στοχάζονται δὲ οὐδὲν ἧττον καὶ τοῦ μὴ διασπασθεῖσαν αὐτὴν σποράδην διασκεδασθῆναι, φόβον ἐπανατεινόμενοι τὸν σωφρονιστὴν τῶν λόγῳ μηδέποτε πειθομένων καὶ κολάσει χρώμενοι συνεχεῖ, μετρίᾳ μὲν κατὰ τῶν ἰάσιμα νεωτεριζόντων, ἀφορήτῳ δὲ κατὰ τῶν ἀνίατα· τὸ γὰρ εἶναι δοκοῦν ἀπευκτὸν μέγιστον ἀγαθὸν ἀφραίνουσιν, ἡ κόλασις, ὥσπερ τοῖς τὰ σώματα κάμνουσιν αἱ ἰατρικαὶ ὗλαι. De_agricultura 41 ταῦτα τὰ ἐπιτηδεύματα ποιμένων ἐστίν, οἳ τῶν σὺν ἡδονῇ βλαβερῶν τὰ μετὰ ἀηδίας προτιμῶσιν ὠφέλιμα. οὕτως γοῦν σεμνὸν καὶ λυσιτελὲς νενόμισται τὸ ποιμαίνειν, ὥστε τὸ μὲν ποιητικὸν γένος τοὺς βασιλέας ποιμένας λαῶν εἴωθε καλεῖν, ὁ δὲ νομοθέτης τοὺς σοφούς, οἳ μόνοι πρὸς ἀλήθειαν βασιλεῖς εἰσιν· ἄρχοντας γὰρ αὐτοὺς ὡς ἂν ποίμνης εἰσάγει τῆς ἀνθρώπων ἁπάντων ἀλόγου φορᾶς. De_agricultura 42 διὰ τοῦτο καὶ τῷ τελειωθέντι ἐξ ἀσκήσεως Ἰακὼβ τὴν ποιμενικὴν ἐπιστήμην περιῆψε· ποιμαίνει γὰρ οὗτος τὰ πρόβατα Λάβαν (Gen. 30,36), τῆς τοῦ ἄφρονος ψυχῆς τὰ αἰσθητὰ μόνα καὶ φαινόμενα νομιζούσης ἀγαθά, χρώμασι καὶ σκιαῖς ἠπατημένης καὶ δεδουλωμένης· λευκασμὸς γὰρ ἑρμηνεύεται Λάβαν. De_agricultura 43 καὶ Μωυσεῖ τῷ πανσόφῳ τὴν αὐτὴν τέχνην ἀνατίθησι· καὶ γὰρ οὗτος ποιμὴν ἀποδείκνυται διανοίας τῦφον πρὸ ἀληθείας ἀσπαζομένης καὶ πρὸ τοῦ εἶναι τὸ δοκεῖν ἀποδεχομένης· περισσὸς γὰρ Ἰοθὸρ ἑρμηνεύεται, περιττὸν δὲ καὶ ἐπεισηγμένον ἀπλανεῖ βίῳ πρὸς ἀπάτην τῦφος, ᾧ καὶ τὰ κατὰ πόλεις ἕτερα 1 ἀθρόων U: ἀθρόον ceteri 2 δὲ M τε om. UF 3 μόνα om. Η, μόνα τὰ om. L1 τἀπιτήδεια F 4 ἀγησιτελῆ U ἥτις MGUF: ἥ τῆς Α, ἥπερ Η 5 ἧττον coni. Mang. ἔχουσιν ὑπὲρ τοῦ UF 8 σκεδασθῆναι UF 9 τὸν] τοῦ U λόγων UFH1 χρώμενοι GH2L1: χρωμένων ceteii 10 μέτρια MAUF ἀφόρητα AUF 10. 11 δέ κακὰ κατ᾿ αὐτῶν ἀνίατα Α 11. 12 ἡ κόλασις ἀφραίνουσιν Α 12 αἱ κολάσεις UFL2 14 μετὰ ἀηδίας UFL2: μεγάλα ἐία MAHL1, μὴ μεγάλα ἥδια G προτιμῶσιν Mang.: περιποιοῦσιν UFL2, περιποιήσειεν MGH1, περιποιήσειν, περιποιήσειαν H2L1 οὕτως οὑν UF 15 τοὺς om. UF 20 τῆς post ψυχῆς add. mg. 21 μόνον UF χρήμασι UF σκιᾶς U, σχήμασι coni. Mang. 22 λαβὰν. Μωσεῖ γὰρ L Μωυσεῖ U: Μωυσῆ F, Μωσεῖ MGH, Μωσῇ Α 23 ἀνατίθησι UF: ἀναδίδωσι MAΗ1, μεταδίδωσι GH2 24 πρὸ ἀληθείας GH2: πρὸς ἀλήθειαν MAUFH1 δοκεῖν] ἀδικεῖν U 25 Ἰοθὼρ U, ὁ Ἰοθὸρ GΗ δὲ] γὰρ UF 26 ἀπλανῆ βίον Α παρ’ ἑτέροις, οὐ τὰ αὐτὰ δίκαια παρὰ πᾶσιν, ἔθος εἰσηγεῖσθαι τὰ κοινὰ τῆς φύσεως καὶ ἀκίνητα νόμιμα οὐδ’ ὄναρ ἰδόντι· λέγεται γὰρ ὅτι „Μωυσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ ἱερέως Μαδιάμ" (Exod. 3,1). De_agricultura 44 ὁ δ’ αὐτὸς οὗτος εὔχεται, μὴ ὡς ἀνεπιτρόπευτον ποίμνην τὸν ὄχλον καὶ λεὼν ἅπαντα τῆς ψυχῆς ἀφεθῆναι, τυχεῖν δὲ ἀγαθοῦ ποιμένος ἐξάγοντος μὲν ἀπὸ τῶν ἀφροσύνης καὶ ἀδικίας καὶ πάσης κακίας δικτύων, εἰσάγοντος δὲ εἰς τὰ παιδείας καὶ τῆς ἄλλης ἀρετῆς δόγματα· „ἐπισκεψάσθω“ γάρ φησι „κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς συναγωγῆς ταύτης“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „καὶ οὐκ ἔσται ἡ συναγωγὴ κυρίου ὡσεὶ πρόβατα, οἷς οὐκ ἔστι ποιμήν“ (Num. 27,16.17). De_agricultura 45 ἀλλ’ οὐκ ἄξιον εὔχεσθαι μὴ χωρὶς ἐπιστάτου καὶ ἡγεμόνος ἐαθῆναι τὸ συγγενὲς καὶ συμφυὲς ἡμῶν ἑκάστῳ ποίμνιον, ὡς μὴ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν ὀχλοκρατίας, ἣ παράκομμα τῆς ἀρίστης δημοκρατίας ἐστίν, ἀναπλησθέντες θορύβοις καὶ ταραχαῖς καὶ ἐμφυλίοις στάσεσιν ἀεὶ χρώμενοι διατελῶμεν; De_agricultura 46 οὐ μὴν ἀναρχία μόνον ὀχλοκρατίαν τίκτουσα δεινόν, ἀλλ’ ἡ καὶ παρανόμου καὶ βιαίου τινὸς ἐφ’ ἡγεμονίαν ἐπανάστασις· τύραννος γὰρ ἐκ φύσεως ἐχθρός, πόλεων μὲν ἄνθρωπος, σώματος δὲ καὶ ψυχῆς καὶ τῶν καθ’ ἑκάτερον πραγμάτων ὁ τὴν ἀκρόπολιν ἐπιτετειχικὼς ἑκάστῳ θηριωδέστατος νοῦς. De_agricultura 47 ἀλυσιτελεῖς δὲ οὐχ αὗται μόνον αἱ δεσποτεῖαι, ἀλλὰ καὶ τῶν λίαν ἐπιεικῶν ἀρχαί τε καὶ προστασίαι· χρηστότης γὰρ πρᾶγμα εὐκαταφρόνητον καὶ ἑκατέροις, ἄρχουσί τε καὶ ὑπηκόοις, βλαβερόν, τοῖς μὲν ἐκ τῆς τῶν ὑποτεταγμένων 1 παρ’ om. UF οὐ UF: οὗ ceteri αὐτὰ Mang.: δυνατὰ codd. δίκαιος U 2 καὶ om. UF ὅτι] ὅτι καὶ A 3 Μωυσῆς UF: Μώσης ceteri Ἰοθὼρ U — 7 μὴ — δόγματα mg. H 4 ἀνεπιτρόπευτον UF: ἂν ἐπιπρέπῃ τὴν M, ἂν ἐπιπρέπει τὴν G, ὅν ἐπιτρέποι τὴν Α, ἄν ἐπιτρέπει τὴν Η, ἄν ἐπιτρέπειν τὴν L 4. 5 τὸν ὄχλον om. Α 5 καὶ λεὼν scripsi καὶ λαὸν Mang.): κλαίων M, κλ ων (sic) G, κλοιὸν Α, κελεύων UF, καλῶν H δὲ] δὲ τοῦ F 6 ἐξαγαγόντος F καὶ πάσης] δικτύῳ G 7 εἰσαγαγόντος UF δὲ εἰς τἀς M, δ’ εἰς τὰς F, δεῖ τὰς U 8 γάρ φησι] λέγων Η τῶν πατέρων τῆς πάσης F 9 ἄνθρωπον UFH: ἀνθρώπων MAG 10 ἔσται] ἄρα F ὡσεὶ πρόβατα] εἰς ποίμνιον U, ὡς ποίμνιον F ἔστιν αὐτοῖς ποιμήν UF 11 ἀλλ’] ἀρ’ conicio οὐκ UFHL2: οὖν MAGL1 ἄξιος U 12 συμφυὲς UF: εὐφυὲς ceteri 13 φαυλότητος τῆς τῶν F κακοπολιτῶν UFH ὀχλοκρατίας FL2: ὀχλοκρασίας ceteri 14 δημοκρασίας A 16 ὀχλοκρατίαν FH: ὀχλοκρασίαν ceteri (etiam L) δεινὸν τίκτουσα U ἀλλὰ καὶ ἡ Α παρανόμου τινὸς καὶ βιαίου Α 17 τύραννος — ἐχθρός om. UF post πόλεων add. ἧ M, εἰ A 18 ἕτερον MA ὁ UF: ante θηριωδέστατος pos. ceteri 19 ἀκρόπολον] ἑλέπολιν coni. Mang. δ’ UF 20 ἑαυταὶ U, αἱ αὐταὶ F αἱ UF: om. ceteri καὶ corr. in καὶ αἰ Η, post καὶ add. ἑτέρων αἱ F 20. 21 τε καὶ] τε U 21 χρηστότητος F εἰς αὐτοὺς ὀλιγωρίας μηδὲν μήτε ἴδιον μήτε κοινὸν ἐπανορθώσασθαι δυναμένοις, ἔστι δ’ ὅτε καὶ τὰς ἡγεμονίας ἀναγκαζομένοις ἀποτίθεσθαι, τοῖς δὲ ἐκ συνεχοῦς τῆς πρὸς τοὺς ἄρχοντας ὀλιγωρίας πειθοῦς ἠμεληκόσι καὶ ἀδεῶς ἐπὶ μεγάλου κακοῦ κτήσει περιποιησαμένοις αὐθάδειαν. De_agricultura 48 τούτους μὲν οὖν θρεμμάτων, ἐκείνους δὲ κτηνοτρόφων οὐδὲν νομιστέον διαφέρειν· οἱ μὲν γὰρ τρυφᾶν ἐν ἀφθόνοις ὕλαις ἀναπείθουσιν, οἱ δὲ τὸν κόρον ἀδυνατοῦντες φέρειν ἐξυβρίζουσι. χρὴ δὲ ὥσπερ αἰπόλον ἢ βουκόλον ἢ ποιμένα ἢ κοινῶς νομέα τὸν ἡμέτερον ἄρχειν νοῦν τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἑαυτῷ τε καὶ τοῖς θρέμμασιν αἱρούμενον. De_agricultura 49 ἡ δὲ τοῦ θεοῦ ἐπίσκεψις πρῶτον σχεδὸν καὶ μόνον αἴτιον τοῦ τὰ μέρη τῆς ψυχῆς μὴ ἀνεπιτρόπευτα ἀφεθῆναι, τυχεῖν δὲ ἀνυπαιτίου καὶ πάντα ἀγαθοῦ ποιμένος· οὗ κατασταθέντος ἀμήχανον τὴν σύνοδον τῆς διανοίας γενέσθαι σποράδα. ὑπὸ γὰρ μίαν καὶ τὴν αὐτὴν σύνταξιν ἐξ ἀνάγκης φανεῖται πρὸς τὴν ἑνὸς ἐπιστασίαν ἀφορῶσα, ἐπεὶ τό γε πολλαῖς ὑπακούειν ἀρχαῖς ἀναγκάζεσθαι βαρύτατον ἄχθος. De_agricultura 50 οὕτως μέντοι τὸ ποιμαίνειν ἐστὶν ἀγαθόν, ὥστε οὐ βασιλεῦσι μόνον καὶ σοφοῖς ἀνδράσι καὶ ψυχαῖς τέλεια κεκαθαρμέναις ἀλλὰ καὶ θεῷ τῷ πανηγεμόνι δικαίως ἀνατίθεται. τούτου δὲ ἐγγυητὴς οὐχ ὁ τυχὼν ἀλλὰ προφήτης ἐστίν, ᾧ καλὸν πιστεύειν, ὁ τὰς ὑμνῳδίας ἀναγράψας· λέγει γὰρ ὧδε· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22,1). De_agricultura 51 τοῦτο μέντοι τὸ ᾆσμα παντὶ φιλοθέῳ μελετᾶν ἐμπρεπές, τῷ δὲ δὴ κόσμῳ καὶ διαφερόντως· καθάπερ γάρ τινα ποίμνην γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ πῦρ καὶ ὅσα ἐν τούτοις φυτά τε αὖ καὶ ζῷα, τὰ μὲν θνητὰ τὰ δὲ θεῖα, ἔτι δὲ οὐρανοῦ φύσιν καὶ ἡλίου καὶ σελήνης περιόδους καὶ τῶν ἄλλων ἀστέρων τροπάς τε αὖ καὶ χορείας ἐναρμονίους ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς ἄγει κατὰ 1 μήτ’ Α 2 δέ MGH ἀναγκαζόμενος M 3 τοῖς δὲ ἐκ AGH: τοῖς ἐκ M, τῆς δὲ UF ἠμεληκότι U 4 καὶ ἀδεῶς Cohn: κατὰ δέος U, καταδεὲς ceteri, μετ’ ἀδείας olim coniciebam περιποιησαμένης Α αὐθάδειαν FH2: αὐθαδείᾳ ceteri 5 οὑν addidi 9 αὐτῶ UF 10 σχεδὸν καὶ μόνον UF: σχεδὸν μόνον MAG, μόνον σχεδὸν 11 12 οὖ] οὐ U 14 ἐπίστασιν UF ἀφορῶσα Γ’·. ἀφορῶσαν ceteri ἐπὶ Α 16 ὥστ’ UF 17 τέλεια MAGH: om. UF, τελείως couicio παντὸς ἡγεμόνι Α 18 ἀλλὰ καὶ GH 19 ὁ τὰς om. F 20 λεγέτω καὶ ἕκαστος ἐν μέρει τὸ αὑτὸ τοῦτο. τὸ γὰρ ante τοῦτο add. H ex p. τοῦτο μέντοι τὸ] τοιοῦτον H 21 εὐπρεπές GH καὶ UF : om ceteri 22 γάρ om. MAH1 22 ποικρὴν U, ποιηρὰν F 23 ζώων M τε αὖ Η: om. ceterr 25 ταῦτα δὴ πάντα ante ὁ ex Eus. recipi vult Cohn ὁ UF Eus: ὡς GH, om. MA καὶ om. U ὁ θεὸς GH2 25—106,3 Euseb. Pr. Ev. VII 13 ... ὁ δ’ αὐτὸς ἐν τῷ περὶ γεωργίας προτέρῳ καὶ υἱὸν δίκην καὶ νόμον, προστησάμενος τὸν ὀρθὸν αὑτοῦ λόγον καὶ πρωτόγονον υἱόν, ὃς τὴν ἐπιμέλειαν τῆς ἱερᾶς ταύτης ἀγέλης οἷά τις μεγάλου βασιλέως ὕπαρχος διαδέξεται· καὶ γὰρ εἴρηταί που· „Ἰδοὺ ἐγώ εἰμι, ἀποστέλλω ἄγγελόν μου εἰς πρόσωπόν σου τοῦ φυλάξαι σε ἐν τῇ ὁδῷ“ (Exod. 23,20). De_agricultura 52 λεγέτω τοίνυν καὶ ὁ κόσμος ἅπας, ἡ μεγίστη καὶ τελεωτάτη τοῦ ὄντος θεοῦ ποίμνη· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“. De_agricultura 53 λεγέτω καὶ ἕκαστος τῶν ἐν μέρει τὸ αὐτὸ τοῦτο μὴ τῇ διὰ γλώττης καὶ στόματος ῥεούσῃ φωνῇ πρὸς βραχεῖαν ἀέρος ἐξικνουμένῃ μοῖραν, ἀλλὰ τῇ τῆς διανοίας εὐρυνομένῃ καὶ τῶν τοῦ παντὸς ἁπτομένῃ περάτων· ἀμήχανον γὰρ τῶν ἐπιβαλλόντων ἔνδειαν εἶναί τινος ἐπιστατοῦντος θεοῦ πλήρη καὶ τέλεια τἀγαθὰ τοῖς οὖσιν ἅπασιν εἰωθότος De_agricultura 54 χαρίζεσθαι. παγκάλη δὲ εἰς ὁσιότητα παραίνεσις ἡ διὰ τοῦ λεχθέντος ᾄσματος· τῷ γὰρ ὄντι ὁ μὲν πάντα τὰ ἄλλα δοκῶν ἔχειν, τῇ δὲ ἑνὸς προστασίᾳ δυσχεραίνων, ἀτελὴς καὶ πένης· ἥτις δὲ ὑπὸ θεοῦ ποιμαίνεται ψυχὴ τὸ ἓν καὶ μόνον ἔχουσα, οὗ τὰ πάντα ἐκκρέμαται, ἀπροσδεὴς εἰκότως ἐστὶν ἄλλων, οὐ τυφλὸν πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα θαυμάζουσα. De_agricultura 55 τούτου πάντες οἱ μαθηταὶ εἰς σύντονον καὶ δυσαπάλλακτον ἔρωτα ἦλθον, διὸ κτηνοτροφίαν γελάσαντες ἐξεπόνησαν ποιμενικὴν ἐπιστήμην. De_agricultura 56 τεκμήριον δέ· ὁ τὴν περὶ σῶμα καὶ τὰς κενὰς δόξας ὑπόθεσιν ἀεὶ μελετῶν Ἰωσήφ, ἄρχειν μὲν καὶ ἐπιστατεῖν 1 prius καὶ om. Eus αὐτοῦ codd. alterum καὶ Eus: om. codd. 1. 2 πρωτόγονον υἱὸν om. U 2 ante ὃς add. προστησάμενος αὐτοῦ τὸν ἀρχάγγελον οὗ τήν προσωνυμίαν λέγειν οὐκ ἀναγκαῖον UF, προστησάμενος αὐτοῦ circunipuuxit F ὃς] ὡς Α 3 διατάξεται FL2 3. 4 καὶ γὰρ—ὁδῶ UF, mg. L: om. ceteri, fort. recte 3 που om. U 5 λέγω Α ἅπας ἡ] ἁπάσῃ UF ἡ om. MAH1 τελειοτάτη GUF 6 τοῦ ὄντος AGUFH1: τοῦ ὄντως MH1, τῷ ὄντι conicio θεοῦ om. UF με om. U 7 λεγέτω — τοῦτο om. H1, add. m. rec, cf. supra ad p. 105,20 8 ἐξικνουμένην F μοῖρα MA 10 ἐπιβαλόντων U ἐνδιαμεῖναι UF 11 ἀγαθὰ UF 12 δὲ καὶ εἰς Η ὁσιότητα UF: ἰσότητα ceteri 13 τῶ μὲν γὰρ F τὰ ἄλλα πάντα UF ἔχειν add. 14 δ’ Α ἐπιστασία UF ἥτις GUF: τίς MA, εἴ τις Η ὑπὸ] ἀπὸ UF 15 ἐκκρέμανται MA 16 ἐστὶν εἰκότως Η, sed εἰκότως ἄλλων add. m. rec. 16. 17 πλοῦτον, βλέποντα δὲ καὶ σφόδρα ὀξυδορκοῦντα Mang.: πλοῦτον βλέπουσα βλέπουσα πλοῦτον U) σφόδρα δὲ ὀξυδερκοῦσα καὶ UF, πλοῦτον βλέπουσα τὰ δὲ καὶ σφόδρα ὀξυδορκοῦσα ὀξυδερκοῦσα H) ceteri 17. 18 σύντομον L2 18 πελάσαντες UF, ἀπελάσαντες F2, ἐλάσαντες L2 19 ὁ τὴν] ὅταν MA θεοῦ τὸν πρωτόγονον αὐτοῦ λόγον τοῦτον ὀνομάζει τὸν τρόπον: Ταῦτα δὴ πάντα ὁ ποιμὴν καὶ βασιλεὺς θεὸς — διαδέξεται. ἀλόγου φύσεως οὐκ ἐπιστάμενος — πρεσβύταις γὰρ ἔθος ἐπὶ τὰς ἀνυπευθύνους ἀρχὰς καλεῖσθαι, νέος δέ ἐστιν οὗτος ἀεί, κἂν τὸ χρόνου μήκει γῆρας ἐπιγινόμενον ἐνέγκηται —, τρέφειν δὲ εἰωθὼς καὶ συναύξειν ὑπολαμβάνει καὶ τοὺς φιλαρέτους πεῖσαι δυνήσεσθαι μεταβάλλειν ὡς αὐτόν, ἵνα τῶν ἀλόγων καὶ ἀψύχων περιεχόμενοι μηκέτ’ ἐνευκαιρεῖν δύνωνται τοῖς λογικῆς ψυχῆς ἐπιτηδεύμασι· φησὶ γάρ· De_agricultura 57 ἂν ὁ βασιλεὺς νοῦς τῆς σωματικῆς χώρας πυνθάνηται, τί τὸ ἔργον ὑμῶν, ἀποκρίνεσθε· ἄνδρες κτηνοτρόφοι ἐσμέν (Gen. 46, 33. 34). τοῦτο ἀκούσαντες κατὰ τὸ εἰκὸς δυσχεραίνουσιν, εἰ ἡγεμόνες ὄντες ὑπηκόων τάξιν ἔχειν ὁμολογήσουσιν· De_agricultura 58 οἱ μὲν γὰρ τροφὰς ταῖς αἰσθήσεσι διὰ τῆς τῶν αἰσθητῶν ἀφθονίας εὐτρεπιζόμενοι δοῦλοι γίνονται τῶν τρεφομένων καθάπερ δεσποίναις οἰκέται φόρον τελοῦντες καθ’ ἑκάστην ἡμέραν ἀναγκαῖον, ἄρχοντες δὲ οἱ τούτων ἐπιστατοῦντες καὶ τὰ περιττὰ τῆς εἰς ἀπληστίαν ὁρμῆς αὐτῶν ἐπιστομίζοντες. De_agricultura 59 τὸ μὲν οὖν πρῶτον καίτοι τοῦ λεχθέντος οὐ καθ’ ἡδονὴν ἀκούσαντες ἐχεμυθήσουσι περιττὸν ἡγούμενοι τὸ μὴ μαθησομένοις διαφορὰν κτηνοτροφίας καὶ ποιμενικῆς ὑφηγεῖσθαι, αὖθις δὲ ὅταν ὁ περὶ τούτων ἀγὼν ἐνστῇ, διαγωνιοῦνται πάσῃ δυνάμει καί, πρὶν ἀνὰ κράτος ἑλεῖν, οὐκ ἀνήσουσι τὸ τῆς φύσεως ἐλεύθερόν τε καὶ εὐγενὲς καὶ ἡγεμονικὸν τῷ ὄντι ἐπιδειξάμενοι· πυνθανομένου γοῦν τοῦ βασιλέως „τί τὸ ἔργον ὑμῶν;“ ἀποκρίνονται· „ποιμένες ἐσμέν, καὶ οἱ πατέρες ἡμῶν“ (Gen. 47, 3). De_agricultura 60 εἶτ’ οὐκ ἂν δόξαιεν ἐπὶ ποιμενικῇ τοσοῦτον αὐχεῖν, ὅσον οὐδὲ ἐπὶ τῷ τοσούτῳ κράτει τῆς ἀρχῆς ὁ προσομιλῶν αὐτοῖς βασιλεύς; οἵ γε οὐχ αὑτοῖς μόνοις τὴν προαίρεσιν τοῦ βίου τούτου μαρτυροῦσιν, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν, ὡς 1 λογικῆς G 2 ἀνυπευθύνους Mang.: ἀνυπαιτίους codd., ὑπαιτίους Turn. οὗτός ἐστιν ἀεί UF τὸ Η: τῶ UF, τοῦ MAG 3 ἐπιγενόμενον UF 4 ὑπολαμβάνειν U μεταβαλεῖν UF 5 αὑτὸν Cohn μήκει ἐνευκαιρεῖν scripsi: μηκέτ’ εὐκαιρεῖν UF, ἐνευκαιρεῖν μὴ GH, ἐνευκαιρεῖν MA 6 τοῖς λογικῆς ψυχῆς UF: ψυχῆς λογικῆς (om. τοῖς) ceteri 7 νοῦς om. UF 9 ἔχειν τάξιν F 11 ἀφθονίας ἔχειν εὐτρεπιζόμενοι L 12 τελοῦντες GH: φέροντες MAUF 14 αὐτοὺς Η 14. 15 τὸ μὲν— ἀκούσαντες om. U 14—17 τὸ μὲν—αὖθις δὲ add. in mg. Η m. rec. 15 ἀκούσοντες MA ἐξεμυθήσουσι M, ἐκμυθήσουσι UF 16 μαθησόμενοι MAUF, καθησομένοις L 17 δ’ Α ἀγὼν add. Η2 19 ἡγεμονικὸν καὶ εὐγενὲς ἐπιδειξάμενοι τῶ ὄντι Η 20 ἀποκρίνονται AUF: ἀποκρινοῦνται MGII 21 ὑμῶν U δόξαι ἐν ποιμενικῆ Α 22 οὐδ’ AUF τῷ om. UH τοσούτῳ] τούτω L 23 οἱ δέ γε UF αὑτοῖς MGH: αὐτοῖς Α, ἑαυτοῖς UF 24 ὡς] ὢ 31, ὧ Α 21 Origenes, Selecta in Genesim p. 50: παρρησιάζονται τὸ ποιμένες εἶναι πρὸς τὸν Φαραώ. σπουδῆς καὶ ἐπιμελείας ἁπάσης ἀξίου· De_agricultura 61 καίτοι γε, εἰ μὲν ἦν περὶ αἰγῶν ἢ προβάτων ἐπιμελείας ὁ λόγος, κἂν ἴσως ᾐδέσθησαν ὁμολογεῖν ἀτιμίαν φυγόντες· ἄδοξα γὰρ καὶ ταπεινὰ τὰ τοιαῦτα παρὰ τοῖς ὄγκον μὲν εὐτυχίας τὸν ἄνευ φρονήσεως περιβεβλημένοις καὶ μάλιστα βασιλεῦσι νενόμισται· De_agricultura 62 τὸ δὲ Αἰγυπτιακὸν ἐκ φύσεως καὶ διαφερόντως ἐστὶν ὑπέραυχον, ὁπότε μικρά τις αὐτὸ μόνον αὔρα καταπνεύσειεν εὐπραγίας, ὡς χλεύην καὶ πλατὺν γέλωτα ἡγεῖσθαι τὰς τῶν δημοτικωτέρων ἀνθρώπων περὶ βίον σπουδάς τε καὶ φιλοτιμίας. De_agricultura 63 ἐπειδὴ δὲ περὶ τῶν ἐν ψυχῇ δυνάμεων λογικῶν τε αὖ καὶ ἀλόγων πρόκειται σκοπεῖν, εἰκότως αὐχήσουσιν οἱ πεπεισμένοι ὅτι δύνανται κρατεῖν τῶν ἀλόγων συμμάχοις χρώμενοι ταῖς λογικαῖς. De_agricultura 64 ἐὰν μέντοι τις βάσκανος καὶ φιλεγκλήμων αἰτιώμενος φάσκῃ· πῶς οὖν ποιμενικὴν τέχνην διαπονοῦντες καὶ τῆς συμφυοῦς ποίμνης ἐπιμέλειαν ἔχειν καὶ προστασίαν ἐπαγγελλόμενοι προσορμίσασθαι τῇ σώματος καὶ παθῶν χώρᾳ διενοήθητε, Αἰγύπτῳ, ἀλλ’ οὐχ ἑτέρωσε τὸν πλοῦν ἐποιήσασθε; μετὰ παρρησίας αὐτῷ λεκτέον, ὅτι „παροικεῖν, οὐ κατοικεῖν ἤλθομεν“ De_agricultura 65 (Gen. 47, 4)· τῷ γὰρ ὄντι πᾶσα ψυχὴ σοφοῦ πατρίδα μὲν οὐρανόν, ξένην δὲ γῆν ἔλαχε, καὶ νομίζει τὸν μὲν σοφίας οἶκον ἴδιον, τὸν δὲ σώματος ὀθνεῖον, ᾧ καὶ παρεπιδημεῖν οἴεται. De_agricultura 66 οὐκοῦν ἐπειδὰν ὁ ἀγελάρχης νοῦς παραλαβὼν τὴν ψυχῆς ἀγέλην νόμῳ φύσεως διδασκάλῳ χρώμενος εὐτόνως ἀφηγῆται, δόκιμον αὐτὴν καὶ σφόδρα ἐπαινετὴν ἀπεργάζεται, ὅταν δὲ παρανομίᾳ ῥᾳθύμως καὶ ἀνειμένως προσφερόμενος, ψεκτήν. εἰκότως τοίνυν ὁ μὲν βασιλέως ὄνομα ὑποδύσεται ποιμὴν προσαγορευθείς, ὁ δ’ ὀψαρτυτοῦ τινος ἢ σιτοπόνου κτηνοτρόφος ἐπιφημισθείς, εὐωχίαν καὶ θοίνην ἀδηφαγεῖν θρέμμασιν εἰωθόσιν εὐτρεπιζόμενος. De_agricultura 67 Ὃν δὴ τρόπον γεωργὸς μὲν ἐργάτου γῆς, ποιμὴν δὲ κτηνοτρόφου διενήνοχεν, οὐκ ἀμελῶς ἐπιδέδειχα. καὶ τρίτον δ’ ἐστὶ συγγένειάν τινα ἔχον πρὸς τὰ λεχθέντα, περὶ οὗ νῦν ἐροῦμεν· ἱππέα τε 2 ἴσως UF: om. ceteri ᾐδέσθησαν om. Α 5 καὶ om. UF 5. 6 ὑπέρμαχον G 6 αὔρα καταπνεύσειεν MAGF: καταπνεύσειεν αὔρα Η, καταπνεύσειεν (om. αὔρα) U 7 πλαστὴν U 9 post δυνάμεων add. ὁ λόγος UF 11 ἒν] εἰ Α 12 φάσκει A 13 εὐφυοῦς UF 14 προσορμήσασθαι L 15 πλοῦν] πλοῦτον F ἐκποιήσασθαι UF 17 πᾶσα UF: πᾶσα μὲν ceteri γῆν δέ ξένην L 19 — 21 οὐκοῦν — ἀπεργάζεται om. UF 19 οὐκοῦν] οὐκα Α 20 ἀφηγεῖται AL 21 ἀπεργάσεται conicio 22 τοίνυν G 23 ὑποδύεται Α ὀψαρτύπου Α 23. 24 ἢ σιτοπόνου om. UF 24 θοῖναν UF ἀδηφαγεῖν MUF: ἀδδηφαγεῖν AG, ἀδδηφαγεῖ Η, alterum δ add. Η2 26 ὃν MAUFH1: ὃν οὑν GH2 γῆς om. UF 27 ἐπιδέδεικται UF. hic desinunt UF, περὶ γεωργίας subscripsit U 28 ἱππέα Α: ἶπον ceteri τε om. L γὰρ καὶ ἀναβάτην οὐ μόνον, ἄνθρωπον ἐποχούμενον ἐποχουμένου χρεμετιστικῷ ζῴῳ μακρῷ διαφέρειν ἡγεῖται, ἀλλὰ καὶ λογισμὸν λογισμοῦ. De_agricultura 68 ὁ μὲν τοίνυν ἄνευ τέχνης ἱππικῆς ἐπιβεβηκὼς λέγεται μὲν εἰκότως ἀναβάτης, ἐκδέδωκε δὲ ἑαυτὸν ἀλόγῳ καὶ σκιρτητικῷ θρέμματι, ὥσθ’ p. 311 Μ. ὅπῃ ἂν ἐκεῖνο χωρῇ | ’κεῖσε πάντως ἀναγκαῖον φέρεσθαι καὶ μὴ προϊδόμενον χάσμα γῆς ἢ βαθύν τινα βόθρον ὑπὸ τῆς ἐν τῷ δρόμῳ ῥύμης κατακρημνισθῆναι [συνηνέχθη] καὶ συγκαταποθῆναι τὸν φερόμενον. De_agricultura 69 ὁ δ’ ἱππεὺς πάλιν, ὅταν ἀνέρχεσθαι μέλλῃ, χαλινὸν ἐντίθησι κἄπειτ’ ἐφαλλόμενος τῆς περιαυχενίου χαίτης ἐνείληπται καὶ φέρεσθαι δοκῶν αὐτός, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἄγει τὸ κομίζον τρόπον κυβερνήτου· καὶ γὰρ ἐκεῖνος ἄγεσθαι δοκῶν ὑπὸ νεὼς τῆς κυβερνωμένης ἄγει πρὸς ἀλήθειαν αὐτὴν καὶ ἐφ’ οὓς ἐπείγεται παραπέμπει λιμένας. De_agricultura 70 ὅταν μὲν οὖν εὐηνίως προέρχηται, καταψήχει ὁ ἱππεὺς ὡς ἂν ἐπαινῶν τὸν ἵππον, ὅταν δὲ σὺν πλείονι ὁρμῇ πέραν ἐκφέρηται τοῦ μετρίου, μετὰ βίας εὐτόνως ἀναχαιτίζει, ὡς ὑπανεῖναι τοῦ τάχους· ἐὰν δὲ ἀπειθῶν ἐπιμένῃ, λαβὼν τοῦ χαλινοῦ ὅλον ἀντέσπασε καὶ ἀντιπεριήγαγεν αὐτοῦ τὸν αὐχένα, ὡς ἐξ ἀνάγκης στῆναι· De_agricultura 71 καὶ πρὸς σκιρτήσεις μὲν καὶ τοὺς συνεχεῖς ἀφηνιασμούς εἰσι μάστιγες καὶ μύωπες εὐτρεπεῖς καὶ τἄλλ’ ὅσα πωλοδάμναις ἵππων κατεσκεύασται κολαστήρια. καὶ θαυμαστὸν οὐδέν· ἀνιόντος γὰρ τοῦ ἱππέως καὶ ἱππικὴ τέχνη συνανέρχεται, ὥστε δύο ὄντες καὶ ἐποχούμενοι καὶ ἐπιστήμονες εἰκότως ἑνὸς καὶ ὑποβεβλημένου καὶ ἀπαραδέκτου τέχνης ζῴου περιέσονται. De_agricultura 72 μεταβὰς τοίνυν ἀπὸ τῶν χρεμετιζόντων καὶ τῶν ἐποχουμένων αὐτοῖς τὴν σαυτοῦ ψυχὴν εἰ θέλεις ἐρεύνησον· εὑρήσεις γὰρ ἐν τοῖς μέρεσιν αὐτῆς καὶ ἵππους καὶ ἡνίοχον καὶ ἀναβάτην, ὅσαπερ καὶ ἐν τοῖς ἐκτός. De_agricultura 73 ἵπποι μὲν οὖν 1 μόνον] μὲν coni. Mang. ἄνθρωπον G: ἀνθρώπου ceteri ἐποχούμενον codd.: ἐποχουμένου v ἐποχουμένου scripsi: ἐποχουμένῳ codd., ἐποχούμενον v 4 δ’ M αὑτὸν Α ὅσθ’ M(G1) 5 ὅποι Α κεῖσε scripsi: κεῖσε MAH1, ἐκεῖσε GH2 ἀναγκαῖον vid. del. 5. 6 προιδόμενον scripsi: προειδόμενον codd. 7 συνηνέχθη seclusi συγκαταποθῆναι MG, mg. Η: συγκαταπτωθῆναι Α, καταποντισθῆναι text. H, συγκαταποντισθῆναι Turn. ante τὸν add. δεῖ MGH τὸν τὸ L 9 περιαυχενίας G ἀνείληπται Η 11. 12 πρὸς τὴν ἀλήθειαν Α 13 προέρχηται Η2: προσέρχηται ceteri καταψύχῃ Α, καταψύχει L ὡς H2: ὢ M, ὧ AG(H1?) ἀνεπαίρων Α 14 πέραν Α: πέρα ceteri 15 ἐπιμένῃ H2: ὑπομένη ceteri 16 λαβόμενος conicio 17 μὲν] μέντοι conicio 18 εὐπρεπεῖς Α τἄλλα GH 19 κατεσκευάσθαι G 20 συνανέρχεται Mang.: συνέρχεται codd. 21 καὶ ἐποχούμενος καὶ ἐπιστήμων conicio τέχνης Turn.: τέχνη codd. ζώου H2: ζώων ceteri 23 αὐτῆς Α 24 θέλοις A 25 ἡνίοχον καὶ Mang. : ἡνιόχους καὶ MA, ἡνιοχικὸν GH ὥσπερ coni. Mang. ἐπιθυμία καὶ θυμός εἰσιν, ὁ μὲν ἄρρην, ἡ δὲ θήλεια. διὰ τοῦθ’ ὁ μὲν γαυριῶν ἄφετος εἶναι βούλεται καὶ ἐλεύθερος καὶ ἔστιν ὑψαύχην ὡς ἂν ἄρρην, ἡ δ’ ἀνελεύθερος καὶ δουλοπρεπὴς καὶ πανουργίᾳ χαίρουσα οἰκόσιτος, οἰκοφθόρος· θήλεια γάρ. ἀναβάτης δὲ καὶ ἡνίοχος εἷς ὁ νοῦς· ἀλλ’ ἡνίκα μὲν μετὰ φρονήσεως ἄνεισιν, ἡνίοχος, ὁπότε δὲ μετ’ ἀφροσύνης, ἀναβάτης. De_agricultura 74 ἄφρων μὲν οὖν ὑπὸ ἀμαθίας κρατεῖν ἀδυνατεῖ τῶν ἡνιῶν, αἱ δὲ τῶν χειρῶν ἀπορρυεῖσαι χαμαὶ πίπτουσι, τὰ δὲ ζῷα εὐθὺς ἀφηνιάσαντα πλημμελῆ καὶ ἄτακτον ποιεῖται τὸν δρόμον. De_agricultura 75 ὁ δ’ ἐπιβεβηκὼς οὐδενὸς ἐνειλημμένος, ὑφ’ οὗ στηριχθήσεται, πίπτει, περιδρυπτόμενος δὲ γόνυ καὶ χεῖρας καὶ πρόσωπα μεγάλα κλαίει τὴν ἰδίαν κακοπραγίαν ὁ δείλαιος, πολλάκις δὲ καὶ τὰς βάσεις πρὸς τὸν δίφρον ἐξημμένος ἀνατραπεὶς ὕπτιος ἐπὶ νῶτα ἀπῃώρηται καὶ ἐν ἁρματροχιαῖς αὐταῖς κεφαλήν τε καὶ αὐχένα καὶ ὤμους ἀμφοτέρους περιθραύεται κατασυρόμενος, εἶθ’ ὧδε κἀκεῖσε φορούμενος καὶ πᾶσι τοῖς ἐν ποσὶ προσαραττόμενος οἰκτρότατον ὑπομένει θάνατον. De_agricultura 76 τῷ μὲν δὴ τοιοῦτον ἀποβαίνει τὸ τέλος, τὸ δὲ ὄχημα ἀνακουφιζόμενον καὶ ἐξαλλόμενον μετὰ βίας, ὅταν ἐπὶ γῆν παλίσσυτον ἐνεχθῇ, ῥᾷστα κατάγνυται, ὡς μηκέτ’ αὖθις ἁρμοσθῆναι καὶ παγῆναι δύνασθαι· τὰ δὲ ζῷα πάντων τῶν συνεχόντων ἀφειμένα παρακινεῖται καὶ οἰστρᾷ καὶ οὐ παύεται φερόμενα, πρὶν ὑποσκελισθέντα πεσεῖν ἢ κατά τινος ἐνεχθέντα κρημνοῦ βαθέος παραπολέσθαι. De_agricultura 77 τοῦτον οὖν ἔοικε τὸν τρόπον αὐτοῖς ἐπιβάταις τὸ τῆς ψυχῆς ὄχημα σύμπαν διαφθείρεσθαι πλημμελῆσαν τὴν ἡνιόχησιν. τοὺς δὴ τοιούτους ἵππους καὶ τοὺς ἐποχουμένους ἄνευ τέχνης αὐτοῖς λυσιτελὲς καθαιρεῖσθαι, ἵνα τὰ ἀρετῆς ἐγείρηται· πιπτούσης γὰρ ἀφροσύνης ἀνάγκη φρόνησιν ὑπανίστασθαι. De_agricultura 78 διὰ τοῦτ’ ἐν προτρεπτικοῖς Μωυσῆς φησιν· „ἐὰν ἐξέλθῃς εἰς πόλεμον ἐπ’ ἐχθρούς σου καὶ ἴδῃς ἵππον καὶ ἀναβάτην καὶ λαὸν πλείονα, οὐ φοβηθήσῃ, ὅτι κύριος ὁ θεὸς μετὰ σοῦ“ (Deut. 20,1)· θυμοῦ γὰρ καὶ ἐπιθυμίας καὶ συνόλως ἁπάντων παθῶν, πασῶν δὲ καὶ 1 ἐπιθυμίαι L 6 οὖν καὶ ἀπὸ Α 8 πλημμελῆ GH2: πλημμελεῖ MA(H1) ποιεῖ τὸν Α 11 τοῦ δίφρου coni. Mang. 12 ἀνατραπεὶς add. m. rec. in mg. Η ἀπηώρηται codd.: ἐπῃώρηται Turn. ἐν ἁρματροχιαῖς GH: ἐναρμοιτροΧίαις M, ἐναρμοτροχιαῖς Α 14 φερόμενος Α 17 κατεάγνυται H2 19 παρακινεῖται — φερόμενα add. ra. rec. in Η 21 τῆς om. M 22 ὄχημα om. Α πλημμελῆσαν τὴν ἡνιόχησιν GH2: πλημμελήσοντα ἡνιόχησις MAH1, tum add. ἡ M, εἰ Α, ras. H πλημμεληθέν περὶ τὴν conicio H. 22. 23 τοὺς δὴ om. Α 27 φοβηθῆς Α 28 — 111,4 θυμοῦ — πανταχοῦ add. m. rec. in mg. H 28 πασῶν δὲ om. Turn., ἡ Mang „ex Ms. “ (!) τῶν ἄλλων κακιῶν ἐποχουμένων ὥσπερ ἵπποις ἑκάστοις λογισμῶν, κἂν ἀμάχῳ ῥώμῃ κεχρῆσθαι νομίζωσιν, ἀλογητέον τοὺς ἔχοντας τὴν τοῦ μεγάλου βασιλέως θεοῦ δύναμιν ὑπερασπίζουσαν καὶ προαγωνιζομένην αἰεὶ καὶ πανταχοῦ. De_agricultura 79 στρατὸς δὲ θεῖος αἱ ἀρεταὶ φιλοθέων ὑπέρμαχοι ψυχῶν, αἷς, ἐπειδὰν ἴδωσι τὸν ἀντίπαλον ἡττημένον, ἁρμόττει πάγκαλον καὶ πρεπωδέστατον ὕμνον ᾄδειν τῷ νικηφόρῳ καὶ καλλινίκῳ θεῷ. δύο δὲ χοροί, ὁ μὲν τῆς ἀνδρωνίτιδος, ὁ δὲ τῆς γυναικωνίτιδος ἑστίας, στάντες ἄντηχον καὶ ἀντίφωνον ἀναμέλψουσιν ἁρμονίαν. De_agricultura 80 χρήσεται δ’ ὁ μὲν τῶν ἀνδρῶν χορὸς ἡγεμόνι Μωυσεῖ, νῷ τελείῳ, ὁ δὲ τῶν γυναικῶν Μαριάμ, αἰσθήσει κεκαθαρμένῃ (Exod. 15, 1. 20)· δίκαιον γὰρ καὶ νοητῶς καὶ αἰσθητῶς τοὺς εἰς τὸ θεῖον ὕμνους καὶ εὐδαιμονισμοὺς ἀνυπερθέτως ποιεῖσθαι καὶ τῶν ὀργάνων ἐμμελῶς κρούειν ἑκάτερον, τό τε νοῦ καὶ αἰσθήσεως, ἐπὶ τῇ τοῦ μόνου σωτῆρος εὐχαριστίᾳ καὶ τιμῇ. De_agricultura 81 τὴν γοῦν παράλιον ᾠδὴν ᾄδουσι μὲν πάντες ἄνδρες, οὐ μὴν τυφλῇ διανοίᾳ, ἀλλ’ ὀξὺ καθορῶντες Μωυσέως ἐξάρχοντος, ᾄδουσι δὲ καὶ γυναῖκες αἱ πρὸς ἀλήθειαν ἄρισται, τῷ τῆς ἀρετῆς ἐγγεγραμμέναι πολιτεύματι, Μαριὰμ ἀφηγουμένης αὐταῖς. De_agricultura 82 ὕμνος δὲ ὁ αὐτὸς ἀμφοτέροις ᾄδεται τοῖς χοροῖς ἐπῳδὸν ἔχων θαυμασιώτατον, ὃν ἐφυμνεῖσθαι καλόν· ἔστι δὲ τοιόσδε· „ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται· ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15,1.21)· De_agricultura 83 ἀμείνονα γὰρ καὶ τελειοτέραν οὐκ ἄν τις εὕροι σκοπῶν νίκην ἢ καθ’ ἣν τὸ τετράπουν καὶ σκιρτητικὸν καὶ ὑπέραυχον ἥττηται παθῶν τε καὶ κακιῶν ἀλκιμώτατον στῖφος—καὶ γὰρ κακίαι τῷ γένει τέτταρες καὶ πάθη ταύταις ἰσάριθμα—, πρὸς δὲ καὶ ὁ ἐπιβάτης αὐτῶν μισάρετος καὶ 1 ὤων Mang.: ὅλων codd. κακιῶν addidi ἑκάστων λογισμοῖς conicio ex λογισμῶν corr. λογισμὸν Α 2 νομίζουσιν Α, νομισθῶσιν coni. Mang. 5 εἴδωσι Α ἁρμόττει s. s. Η2 7 δὲ Η: δὴ MAG 8 ἀναμέλψουσιν Maug.: ἀναμέλψωσιν codd. ἁρμονίαν in ras. M 9 Μωσεῖ codd. 10 καὶ om. L 12. 13 τό τε] τοῦ τε M 13 post εὐχαριστίᾳ hab. γνώμη Η, postea del. 14 οὐ GH: οἱ MA μὴν H2: μὲν MAH1, om. G τυφλοὶ Α 15 Μωυσέως MA: Μωυσέος GH 16 αἱ om. H 17 ἀφηγουμέναις Α δ’ Α 17. 18 ἀμφοτέροις ὁ αὐτὸς Α 17 αὐτῆς M(H1) 19 δὲ καὶ G τοιόσδε G: τοιόνδε MAH 20 δεδοξάσθαι AG 21 ἧ M, om. Α 22 ὑπέρμαχον G 23 τέσσαρες G 24. 112,1 νοῦς ὁ μισάρετος καὶ φιλοπαθὴς H 19 Clemens Strom. V 52 p. 677 P: ὅταν τε αὖ ἐν τῇ ᾠδῇ λέγη ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“, τὸ πολυσκελὲς καὶ κτηνῶδες καὶ ὁρμητικὸν πάθος τὴν ἐπιθυμίαν σὺν καὶ τῷ ἐπιβεβηκότι ἡνιόχῳ τὰς ἡνίας ταῖς ἡδοναῖς ἐπιδεδωκότι, „ἔρριψεν εἰς θάλασσαν“ εἰς τἀς κοσμικὰς ἀταξίας ἀποβαλών. φιλοπαθὴς νοῦς καταπεσὼν οἴχεται, ὃς ἡδοναῖς καὶ ἐπιθυμίαις, ἀδικίαις τε καὶ πανουργίαις, ἔτι δὲ ἁρπαγαῖς καὶ πλεονεξίαις καὶ τοῖς παραπλησίοις θρέμμασιν ἐγεγήθει. De_agricultura 84 παγκάλως οὖν ὁ νομοθέτης ἐν ταῖς παραινέσεσιν ἐκδιδάσκει μηδ’ ἄρχοντα χειροτονεῖν ἱπποτρόφον, ἀνεπιτήδειον οἰόμενος εἶναι πρὸς ἡγεμονίαν πάνθ’ ὃς ἂν περὶ ἡδονὰς καὶ ἐπιθυμίας καὶ ἔρωτας ἀκαθέκτους μεμηνὼς οἷα ἀχαλίνωτος καὶ ἀφηνιαστὴς ἵππος οἰστρᾷ· λέγει γὰρ ὧδε· „οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνθρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελφός σού ἐστι· διότι οὐ πληθυνεῖ ἑαυτῷ ἵππον, οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον“ (Deut. 17,15. 16). De_agricultura 85 οὐκοῦν τῶν ἱπποτρόφων πρὸς ἀρχὴν πέφυκεν οὐδεὶς κατὰ τὸν ἱερώτατον Μωυσῆν· καίτοι φαίη τις ἂν ἴσως, ὅτι μεγάλη χείρ ἐστι βασιλέως ἱππικὴ δύναμις οὔτε πεζῆς οὔτε ναυτικῆς ἀποδέουσα, πολλαχοῦ δὲ καὶ λυσιτελεστέρα καὶ μάλιστα ἐν οἷς ἀνυπερθέτου καὶ συντόνου τάχους τῆς ἐπεξόδου δεῖ τῶν καιρῶν μέλλειν οὐκ ἐπιτρεπόντων, ἀλλ’ ἐπ’ αὐτῆς ἱσταμένων ἀκμῆς, ὡς μὴ ἀναβάλλεσθαι τοὺς ὑστερηκότας μᾶλλον ἢ ἀποτυχεῖν ἂν εἰκότως εἰσάπαν νομισθῆναι, φθάντων παρελθεῖν ὥσπερ De_agricultura 86 νέφους ἐκείνων. εἴποιμεν δ’ ἂν αὐτοῖς· οὐδεμίαν, ὦ γενναῖοι, φρουρὰν ἄρχοντος ὁ νομοθέτης ὑποτέμνεται οὐδὲ τὸ συλλεχθὲν αὐτῷ στράτευμα ἀκρωτηριάζει τῆς δυνάμεως τὸ ἀνυσιμώτερον, τὴν ἱππικὴν δύναμιν, ἀποκόπτων, ἀλλ’ ὡς οἷόν τε πειρᾶται συναύξειν, ἵν’ εἴς τε ἰσχὺν καὶ πλῆθος ἐπιδόντες οἱ σύμμαχοι ῥᾷστα τοὺς ἐναντίους καθαιρῶσι. De_agricultura 87 τίνι γὰρ οὕτω λοχίσαι στράτευμα καὶ τάξαι καὶ κατὰ φάλαγγας διανεῖμαι καὶ λοχαγοὺς καὶ ταξιάρχους καὶ τοὺς ἄλλους πλειόνων ἢ ἐλαττόνων ἡγεμόνας καταστῆσαι ἢ ὅσα τακτικὰ καὶ στρατηγικὰ εὕρηται [καὶ] τοῖς ὀρθῶς χρησομένοις ὑφηγήσασθαι κατὰ πολλὴν τῆς ἐν τούτοις ἐπιστήμης περιουσίαν ἐξεγένετο; De_agricultura 88 ἀλλὰ γὰρ οὐκ ἔστι νῦν ὁ λόγος αὐτῷ περὶ δυνάμεως ἱππικῆς, ἣν συγκροτεῖσθαι πρὸς ἄρχοντος ἐπ’ ἀναιρέσει 1 καὶ ἐπιθυμίαις om. Η 3—11 παγκάλως—βασιλέως add. m. rec. in mg. H 5 ὃς ἄν] ὅσα Α 7 ἐπὶ σεαυτὸν ex LXX scripsi: ἐπ’ αὐτὸν codd., ἐφ’ αὑτὸν v 9 ἵππος Η οὐδὲ MG: οὐδ’ οὐ ΑΗ ἀποστρέψῃ MH: ἀποστρέψει AG εἰς H: om. ceteri 10 τὸν ἱπποτρόφον Α 11 Μωσῆν Η 13 ἀνυπερθέτου καὶ συντόνου τάχους scripsi: ἀνυπερθέτω καὶ συντόμῳ συντόνῳ coni. Mang.) τάχει codd. τάχει] τύχη Λ2 14 ἐπ’ ἐξόδου Α 16 εἰς ἅπαν M φθάνων L 17 εἴποιμ’ ἄν coni. Mang. 19 ὀνησιμώτερον Α2, ἀνυσιμώτατον conicio 20 οἴονται A 21 ἐπιδόντες MAG: ἐπιδιδόντες H τοὺς ἐναντίους βαστᾶ Η καθαίρωσι codd. 22 οὕτως Η λοχῆσαι Α στρατεύματα Η 23 ταξιάρχας Α τῶν πλειόνων H 24 εὕρηται Turn.: εὕρηνται codd. καὶ sccl. Mang. 25 ὀρθοῖς χρησαμένοις A πολὺ τὴν ἐν Α δυσμενῶν καὶ σωτηρίᾳ φίλων ἀναγκαῖον, ἀλλὰ περὶ τῆς κατὰ ψυχὴν ἀλόγου καὶ ἀμέτρου καὶ ἀπειθοῦς φορᾶς, ἣν ἐπιστομίζειν λυσιτελές, μή ποτε τὸν λαὸν αὐτῆς ἅπαντα εἰς Αἴγυπτον, τὴν τοῦ σώματος χώραν, ἀποστρέψῃ καὶ φιλήδονον καὶ φιλοπαθῆ μᾶλλον ἢ φιλάρετον καὶ φιλόθεον ἀνὰ κράτος ἐργάσηται, ἐπειδὴ τὸν πλῆθος ἵππων παρ’ ἑαυτῷ κτώμενον ἀνάγκη τὴν εἰς Αἴγυπτον, ὡς αὐτὸς ἔφη, βαδίζειν ὁδόν. De_agricultura 89 ὅταν γὰρ καθ’ ἑκάτερον τοῖχον τῆς ψυχῆς νεὼς τρόπον, τόν τε νοῦ καὶ αἰσθήσεως, ὑπὸ βίας τῶν καταπνεόντων εἰς αὐτὴν παθῶν τε καὶ ἀδικημάτων ἀντιρρεπούσης καὶ κλινομένης ἐξαιρόμενον ἐπιβαίνῃ τὸ κῦμα, τόθ’ ὡς εἰκὸς ὑπέραντλος ὁ νοῦς γινόμενος καταποντοῦται· βυθὸς δέ ἐστιν, εἰς ὃν καταποντοῦται καὶ καταδύεται, σῶμα αὐτὸ τὸ ἀπεικασθὲν Αἰγύπτῳ. De_agricultura 90 μή ποτ’ οὖν περὶ τοῦτο σπουδάσῃς τῆς ἱπποτροφίας τὸ εἶδος. οἱ μὲν γὰρ θάτερον μετιόντες ψεκτοὶ μὲν καὶ αὐτοί· πῶς γὰρ οὔ; παρ’ οἷς ἄλογα ζῷα μᾶλλον τετίμηται, ὧν ἐκ τῆς οἰκίας ἵππων μὲν ἀγέλαι κατευωχημένων ἀεὶ προέρχονται, ἀνθρώπων δὲ ἑπομένων οὐδὲ εἷς ἔρανον εἰς ἐπανόρθωσιν ἐνδείας, οὐ δωρεὰν εἰς περιουσίαν εὑρισκόμενος. De_agricultura 91 ἀλλ’ ὅμως κουφότερα ἀδικοῦσιν· ἀθλητὰς γὰρ ἵππους ἀνατρέφοντες τούς τε ἱεροὺς ἀγῶνας καὶ τὰς πανταχῇ πανηγύρεις ἀγομένας φασὶ κοσμεῖν καὶ οὐχ ἡδονῆς μόνον [ἀλλὰ] καὶ τῆς περὶ τὴν θέαν τέρψεως αἴτιοι γίνεσθαι τοῖς ὁρῶσιν, ἀλλὰ καὶ τῆς τῶν καλῶν ἀσκήσεώς τε καὶ μελέτης· οἱ γὰρ τὸν τοῦ νικηφορῆσαι πόθον ἐνιδόντες θηρίοις, διὰ τιμῆς ἔρωτα καὶ ζῆλον ἀρετῆς ἀλέκτῳ τινὶ προτροπῇ καὶ προθυμίᾳ χρησάμενοι, πόνους ἡδεῖς ὑποστάντες τῶν οἰκείων καὶ ἐπιβαλλόντων οὐκ ἀφέξονται, πρὶν ἢ ἐπὶ τέλος ἐλθεῖν αὐτῶν. De_agricultura 92 ἀλλ’ οὗτοι μὲν εὑρεσιλογοῦσιν ἀδικοῦντες, οἱ δ’ ἄνευ ἀπολογίας διαμαρτάνοντές εἰσιν οἱ τὸν ἀναβάτην νοῦν ἔποχον ἀποφαίνοντες ἄπειρον ἱππικῆς ἐπιστήμης κακίᾳ 3 λαὸν GL: ἄλλον MAH 5 ἐργάσηται] η Η2 in ras. 7 τοῖχον] τυχὼν Α 8 βίας τῶν G: βιαστῶν MH, βιασθῶ Α καταπνεόντων Η: κακὰ πνεόντων MAG 9 ἐξαιρούμενον G 10 ὑπέραντλος GH: ὑπεραντᾶ M, ὑπὲρ αὐτὰ Α ὁ] ὅσω M γινόμενος MGH: γενόμενος ante ὁ νοῦς Α 11 τὸ om. L 14 τετίμηται μᾶλλον Α, μᾶλλον om. L τετίμηται ἀνθρώπων conicio 14. 15 ἵππον et κατευωχημένον Α 14 ἀγέλαι H2: ἄγεται ceteri 15 προέρχονται H2: προέρχεται ceteri ἑπομένων] πενομένων vel πενήτων conicio, αἰτουμένων Cohn οὐδ’ Α εἶς H: εἰς MAG 16 εἰς prius H2: om. ceteri οὐ] οὐδὲ conicio 17—114,8 ἀθλητὰς—ἐπιστήμην add. m. rec. in mg. Η 17 ἀναστρέφοντες A 18 πανταχοῦ AG 19 ὠὰ eras. G, habent eeteri αἴτιον Α 20 γίνεσθαι ex γενέσθαι corr. Η καλῶν Mang.: κακῶν codd. 21 ἐνιδόντες Mang.: ἐνδιδόντες codd. 22 ἀλήκτῳ Α ἡδέως coni. Mang. 24 ἢ om. A 25 ἁμαρτάνοντες Α καὶ πάθει τετράποδι. De_agricultura 93 ἐὰν μέντοι τέχνην τὴν ἡνιοχικὴν ἀναδιδαχθεὶς ἐπὶ πλέον ἐνομιλήσῃς καὶ ἐνδιατρίψῃς αὐτῇ καὶ ἤδη νομίσῃς ἱκανὸς εἶναι δύνασθαι κρατεῖν ἵππων, ἀναβὰς ἔχου τῶν ἡνιῶν· οὕτως γὰρ οὔτε ἀνασκιρτώντων αὐτὸς ἀποπίπτων μετὰ τραυμάτων δυσιάτων γέλωτα παρ’ ἐπιχαιρεκακοῦσιν ὀφλήσεις θεαταῖς οὔτ’ ἐξ ἐναντίας ἢ κατόπιν ἐπιτρεχόντων ἐχθρῶν ἁλώσῃ, τοὺς μὲν τάχει φθάνων τῷ προεκδραμεῖν διώκοντας, τῶν δὲ προσιόντων ἀλογῶν διὰ τὴν τοῦ δύνασθαι ἐξαναχωρεῖν De_agricultura 94 ἀσφαλῶς ἐπιστήμην. οὐκ εἰκότως οὖν Μωυσῆς ἐπὶ τῇ τῶν ἀναβατῶν ᾄδων ἀπωλείᾳ τοῖς ἱππεῦσιν εὔχεται σωτηρίαν παντελῆ; δύνανται γὰρ οὗτοι χαλινὸν ταῖς ἀλόγοις δυνάμεσιν ἐμβαλόντες αὐτῶν ἐπιστομίζειν τῆς πλεοναζούσης τὴν φορὰν ὁρμῆς. τίς οὖν ἡ εὐχή, λεκτέον· „γενέσθω“ φησί „Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου“ (Gen. 49,17. 18). De_agricultura 95 ὃ δ’ αἰνίττεται διὰ τῆς εὐχῆς, μηνυτέον· ἑρμηνεύεται Δὰν κρίσις· τὴν οὖν ἐξετάζουσαν καὶ ἀκριβοῦσαν καὶ διακρίνουσαν καὶ τρόπον τινὰ δικάζουσαν ἕκαστα τῆς ψυχῆς δύναμιν ὡμοίωσε δράκοντι—ζῷον δ’ ἐστὶ καὶ τὴν κίνησιν ποικίλον καὶ συνετὸν ἐν τοῖς μάλιστα καὶ πρὸς ἀλκὴν ἕτοιμον καὶ τοὺς χειρῶν ἄρχοντας ἀδίκων ἀμύνασθαι δυνατώτατον—, οὐ μὴν τῷ φίλῳ καὶ συμβούλῳ ζωῆς—Εὔαν πατρίῳ γλώττῃ καλεῖν αὐτὴν ἔθος—, ἀλλὰ τῷ πρὸς Μωυσέως ἐξ ὕλης χαλκοῦ δημιουργηθέντι, ὃν οἱ δηχθέντες ὑπὸ τῶν ἰοβόλων ὄφεων καίτοι μέλλοντες τελευτήσειν ὁπότε κατίδοιεν ἐπιβιοῦν De_agricultura 96 καὶ μηδέποτε ἀποθνῄσκειν λέγονται (Num. 21,8). ταῦτα δ’ οὕτως μὲν λεγόμενα φάσμασιν ἔοικε καὶ τέρασι, δράκων ἀνθρώπου προϊέμενος φωνὴν καὶ ἐνσοφιστεύων ἀκακωτάτοις ἤθεσι καὶ πιθανότησιν εὐπαραγώγοις γυναῖκα ἀπατῶν, καὶ ἕτερος αἴτιος σωτηρίας γενόμενος παντελοῦς τοῖς θεασαμένοις. De_agricultura 97 ἐν δὲ ταῖς δι’ ὑπονοιῶν ἀποδόσεσι τὸ μὲν μυθῶδες ἐκποδὼν οἴχεται, τὸ δ’ ἀληθὲς ἀρίδηλον εὑρίσκεται· τὸν μὲν οὖν τῆς γυναικὸς ὄφιν, αἰσθήσεως καὶ σαρκῶν ἐκκρεμαμένης ζωῆς, ἡδονὴν εἶναί φαμεν, ἰλυσπωμένην καὶ πολυπλοκωτάτην, ἀνεγερθῆναι μὴ 1 ἀναδιδαχθῆς Α 3 οὕτω AG 4. 5 παρ’ ἐπιχαιρεκακοῦσιν MA: παρά χαιρεκακοῦσιν G1H, παρὰ πᾶσι χαιρεκακοῦσιν G2 7 δὲ om. GA ἀλόγων MA 8 οὐκ] ras. G 9 ἔχεται MA 10 ἐμβάλλοντες Α αὐτῶν MA: αὐῶν GH 18 ὡμοίωσε Η2: ὁμοίωσε G, ὁμοίως ἐν MA(H1) καὶ prius MAGH1: om. H2 21 Μωϋσέως M: Μωϋσέος AGH 23 μηδέ τότε MH1 24 φάσκουσιν G 25 ἀκακώτοις coni. Mang. 26 ἕτερος H: ἑτέροις MAG γινόμενος conicio 27 παντελοῦς Mang.: παντελῶς codd. 28 ἀρίδηλον ἀληθὲς Η 29 οὖν GH2: τοίνυν νοῦν M, οὖν τοίνυν A(H1) 30 μὴ om. A δυναμένην, αἰεὶ καταβεβλημένην, ἐπὶ μόνα τὰ γῆς ἕρπουσαν ἀγαθά, καταδύσεις τὰς ἐν τῷ σώματι ζητοῦσαν, ὥσπερ ὀρύγμασιν ἢ χάσμασιν ἑκάστῃ τῶν αἰσθήσεων ἐμφωλεύουσαν, σύμβουλον ἀνθρώπου, φονῶσαν κατὰ τοῦ κρείττονος, ἰοβόλοις καὶ ἀνωδύνοις γλιχομένην δήγμασιν ἀποκτεῖναι· τὸν δὲ Μωυσέως ὄφιν τὴν ἡδονῆς ἐναντίαν διάθεσιν, καρτερίαν, παρὸ καὶ τῆς χαλκοῦ κραταιοτάτης ὕλης κατεσκευασμένος εἰσάγεται. De_agricultura 98 τὸν οὖν ἄκρως καταθεασάμενον τὸ καρτερίας εἶδος, κἂν εἰ δεδηγμένος πρότερον ὑπὸ τῶν φίλτρων ἡδονῆς τυγχάνοι, ζῆν ἀναγκαῖον· ἡ μὲν γὰρ ἐπανατείνεται ψυχῇ θάνατον ἀπαραίτητον, ἐγκράτεια δ’ ὑγείαν καὶ σωτηρίαν προτείνει βίου. ἀντιπαθὲς δ’ ἀκολασίας φάρμακον ἡ ἀλεξίκακος σωφροσύνη. De_agricultura 99 παντὶ δὲ σοφῷ τὸ καλὸν φίλον, ὃ καὶ πάντως ἐστὶ σωτήριον. ὥσθ’ ὅταν εὔχηται Μωυσῆς γενέσθαι τῷ Δὰν ἢ αὐτὸν ἐκεῖνον ὄφιν—ἑκατέρως γὰρ ἔστιν ἐκδέξασθαι —, παραπλήσιον τῷ ὑπ’ αὐτοῦ κατασκευασθέντι, ἀλλ’ οὐχ ὅμοιον τῷ τῆς Εὔας εὔχεται· De_agricultura 100 τὴν γὰρ εὐχὴν ἀγαθῶν αἴτησιν εἶναι συμβέβηκε. τὸ μὲν οὖν τῆς καρτερίας γένος ἀγαθὸν καὶ οἰστικὸν ἀφθαρσίας, ἀγαθοῦ τελείου, τὸ δὲ τῆς ἡδονῆς κακὸν τὴν μεγίστην τιμωρίαν ἐπιφέρον, θάνατον. διὸ λέγει· De_agricultura 101 „γενέσθω Δὰν ὄφις“ οὐχ ἑτέρωθι μᾶλλον ἢ „ἐφ’ ὁδοῦ“· τὰ μὲν γὰρ τῆς ἀκρασίας καὶ λαιμαργίας καὶ ὅσα ἄλλα αἱ ἀμέτρητοι καὶ ἄπληστοι, πληρούμεναι πρὸς τῆς τῶν ἐκτὸς ἀφθονίας, ὠδίνουσι καὶ τίκτουσιν ἡδοναί, κατὰ λεωφόρου καὶ εὐθυτενοῦς βαίνειν οὐκ ἐπιτρέπει ψυχήν, φάραγξι δὲ καὶ βαράθροις ἐμπίπτειν ἄχρι τοῦ καὶ διαφθεῖραι παντελῶς αὐτὴν ἀναγκάζει· τὰ δὲ καρτερίας καὶ σωφροσύνης καὶ τῆς ἄλλης ἀρετῆς * * * ἐχόμενα μόνα, μηδενὸς ὄντος ἐν ποσὶν ὀλισθηροῦ, ᾧ 1 αἰεὶ MAG: ἀεὶ H 3 σύμβουλον GH2: σύμβολον MAH1, ἐπίβουλον Mang., σύμβουλον φιληδόνου coni. Cohn, κακὸν σύμβουλον conicio φωνοῦσαν Α 4 ἰοβόλοις H2: ἰοβόροις ceteri 5 Μώσεως codd. τὴν ἡδονῆς ἐναντίαν διάθεσιν καρτερίαν Turn.: τῆ ἡδονὴ ἐναντία διαθέσει, καρτερία codd. (sed ἡδονῆς AH2) 6 παρ’ ὃ GH2, παρὸν MAH1 καὶ] κἀκ conicio κραταιοτάτης scripsi: κραταιοτέρας codd. 7—16 οὖν ἄκρως—ἀφθαρσία ἀγαθοῦ add. m. partim in ras. textus partim in mg. Η 7 οὖν] νοῦν Α ἄκρως] εἰλικρινῶς coni. Mang. εἰ GH: ἦ MA 8 ὑπὸ] ἀπὸ A 9 δὲ Α 9. 10 ὑγείας καὶ σωτηρίας A 10 βίον MA 12 Μωσῆς codd. τῷ Δὰν] τόδε A 13. 14 ἑκατέρως — ἀλλ’ om. H 13 ἑκάτερος Α 17 φέρον L 20 πληρούμεναι GH2: πειρώμεναι MA(H1) 21 εὐθυτόνου ut vid. H1 ῥαίνειν Α 22 φάραξι MG δὲ Η: τε MAG ante ἄχρι ras. 3 litt. Η καὶ Η: om. MAG 23 ἀναγκάζοι Α τὰ δὲ GH: τοῖς δὲ M, τῆς δὲ A 24 ἀρετῆς εὐοδίαν ψυχῇ παρέχεται μόνα conicio ἐχόμενα μόνα GH2: ἐχομένοις μόνοις MAH1 ὧ GH2: ὡς MAH1 προσπταίσασα κλιθήσεται. προσφυέστατα οὖν ἔχεσθαι τῆς ὀρθῆς ὁδοῦ σωφροσύνην εἶπε, διότι καὶ τὴν ἐναντίαν ἕξιν ἀκολασίαν ἀνοδίᾳ χρῆσθαι De_agricultura 102 συμβέβηκε. τὸ δὲ „καθήμενος ἐπὶ τρίβου“ τοιοῦτον ὑποβάλλει νοῦν, ὥς γε ἐμαυτὸν πείθω· τρίβος ἐστὶν ἡ τετριμμένη πρός τε ἀνθρώπων καὶ ὑποζυγίων ἱππήλατος καὶ ἁμαξήλατος ὁδός. De_agricultura 103 ταύτῃ φασὶν ἡδονὴν ἐμφερεστάτην εἶναι· σχεδὸν γὰρ ἀπὸ γενέσεως ἄχρι τοῦ μακροῦ γήρως ἐπιβαίνουσι καὶ ἐμπεριπατοῦσι καὶ μετὰ σχολῆς καὶ ῥᾳστώνης ἐνδιατρίβουσι τῇ ὁδῷ ταύτῃ, οὐκ ἄνθρωποι μόνον , ἀλλὰ καὶ ὅσαι ἄλλαι ἰδέαι τῶν ζῴων εἰσίν· ἓν γὰρ οὐδέν ἐστιν ὃ μὴ πρὸς ἡδονῆς δελεασθὲν εἵλκυσται καὶ ἐμφέρεται τοῖς πολυπλοκωτάτοις δικτύοις αὐτῆς, ἃ πολὺς διεκδῦναι πόνος. De_agricultura 104 αἱ δὲ φρονήσεως καὶ σωφροσύνης καὶ τῶν ἄλλων ἀρετῶν ὁδοί, καὶ εἰ μὴ ἄβατοι, ἀλλά τοι πάντως ἄτριπτοι· ὀλίγος γὰρ ἀριθμός ἐστι τῶν αὐτὰς βαδιζόντων, οἳ πεφιλοσοφήκασιν ἀνόθως καὶ πρὸς μόνον τὸ καλὸν ἑταιρίαν ἔθεντο, τῶν ἄλλων ἁπάντων ἅπαξ ἀλογήσαντες. De_agricultura 105 „ἐγκάθηται“ οὖν, καὶ οὐχ ἅπαξ, ὅτῳ ζῆλος καὶ φροντὶς εἰσέρχεται καρτερίας, ἵν’ ἐξ ἐνέδρας ἐπιθέμενος τὴν ἐθάδα ἡδονήν, πηγὴν ἀεννάων κακῶν, ἐπιφράξῃ καὶ ἐκ τοῦ τῆς ψυχῆς ἀνέλῃ χωρίου. De_agricultura 106 τότε, ὥς φησιν ἀκολουθίᾳ χρώμενος, ἀναγκαίως „δήξεται πτέρναν ἵππου“· καρτερίας γὰρ καὶ σωφροσύνης ἴδιον τὰς τῆς ὑψαυχενούσης κακίας καὶ τοῦ παρατεθηγμένου καὶ ὀξυκινήτου καὶ σκιρτητικοῦ De_agricultura 107 πάθους ἐπιβάθρας διασεῖσαι καὶ ἀνατρέψαι. τὸν μὲν οὖν τῆς Εὔας ὄφιν εἰσάγει κατ’ ἀνθρώπου φονῶντα—λέγει γὰρ ἐν ταῖς ἀραῖς· „αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3,15)—, τὸν δὲ τοῦ Δάν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, ἵππου πτέρναν, ἀλλ’ οὐκ ἀνθρώπου δάκνοντα· De_agricultura 108 ὁ μὲν γὰρ τῆς Εὔας ἡδονῆς ὢν σύμβολον, ὡς ἐδείχθη πρότερον, ἀνθρώπῳ τῷ καθ’ ἕκαστον ἡμῶν ἐπιτίθεται λογισμῷ—φθορὰ γὰρ διανοίας πλεοναζούσης ἡδονῆς ἀπόλαυσίς τε καὶ χρῆσις —· De_agricultura 109 ὁ δὲ τοῦ Δάν, εἰκών τις ὢν ἐρρωμενεστάτης ἀρετῆς 1 κληθήσεται G ἔχεσθαι GH2: εὔχεσθαι MAH1 τῆς ὀρθῆς ὁδοῦ MAG: τῆς ὁδοῦ τῆς ὀρθῆς Η 2 εἶπε GH1: εἰπεῖν MAH1 ἕξιν om. G 5 ταύτῃ MA: ταύτην GH φησὶν Η1 6 ἡδονὴν MAH1: ἡδονὴ GH2 7 ἐπιβαίνωσι καὶ ἐμπεριπατῶσι Α 8 μόνον add. Mang. 9—11 ἓν—πόνος add. tn. rec. mg. Η 14 ἑταιρίαν MG: ἑταιρείαν H, φροντίδα Α 14. 15 ἁπαξαπάντων Mang. 15 ὅτῳ] οὕτω L 16 φροντίς τις G 18—21 τότε—ἀνατρέψαι om. Η 18 τότε ὥς A: τὸ τέως MG ἀναγκαίᾳ coni. Mang. 19 τἀς Mang.: τὰ codd. οὐχ post τῆς add. A 21 ἐπὶ βάθρα Α 22 κατὰ MH φωνοῦντα Α ἐν ταῖς] αὐταῖς G 24 ὁ om. Α 25 ὁ GH2: τὸ MAH1 ὢν GH2: ὃν MAH1 26 τῶ] τὸ G1 καρτερίας, ἵππον, τὸ πάθους καὶ κακίας σύμβολον, δήξεται, διότι σωφροσύνη τὴν τούτων καθαίρεσίν τε καὶ φθορὰν μελετᾷ. δηχθέντων μέντοι καὶ ὀκλασάντων „ὁ ἱππεὺς“ φησί „πεσεῖται“. De_agricultura 110 ὃ δ’ αἰνίττεται, τοιοῦτόν ἐστι· καλὸν καὶ περιμάχητον εἶναι νομίζει μηδενὶ τῶν ἐκ πάθους ἢ κακίας τὸν ἡμέτερον ἐποχεῖσθαι νοῦν, ἀλλ’ ὁπότ’ ἐπιβῆναί τινι αὐτῶν βιασθείη, σπουδάζειν καθάλλεσθαι καὶ ἀποπίπτειν· τὰ γὰρ τοιαῦτα πτώματα φέρει τὰς εὐκλεεστάτας νίκας. διὸ καὶ τῶν πάλαι τις προκληθεὶς ἐπὶ λοιδορίας ἅμιλλαν οὐκ ἂν εἰς τοιοῦτον ἀγῶνα ἔφη ποτὲ παρελθεῖν, ἐν ᾧ χείρων ὁ νικῶν ἐστι τοῦ ἡττωμένου. De_agricultura 111 καὶ σὺ τοίνυν, ὦ οὗτος, μηδέποτ’ εἰς κακῶν παρέλθῃς ἅμιλλαν μηδὲ περὶ πρωτείων τῶν ἐν τούτοις διαγωνίσῃ, ἀλλὰ μάλιστα μέν, ἐὰν οἷόν τε ᾖ, σπούδασον ἀποδρᾶναι· ἐὰν δέ που πρὸς ἐρρωμενεστέρας δυνάμεως βιασθεὶς ἀναγκασθῇς διαγωνίσασθαι, μὴ μελλήσῃς ἡττᾶσθαι· De_agricultura 112 τότε γὰρ εὖ μὲν ἔσῃ νενικηκὼς ὁ ἡττώμενος, ἡττώμενοι δ’ οἱ νενικηκότες. καὶ μὴ ἐπιτρέψῃς μηδὲ κήρυκι κηρῦξαι μηδὲ βραβευτῇ στεφανῶσαι τὸν ἐχθρόν, ἀλλ’ αὐτὸς παρελθὼν τὰ βραβεῖα καὶ τὸν φοίνικα ἀνάδος καὶ στεφάνωσον, εἰ θέλει, καὶ ταῖς ταινίαις ἀνάδησον καὶ κήρυξον αὐτὸς μεγάλῃ καὶ ἀρρήκτῳ φωνῇ κήρυγμα τοιοῦτον· τὸν ἐπιθυμίας καὶ θυμοῦ καὶ ἀκολασίας ἀφροσύνης τε αὖ καὶ ἀδικίας προτεθέντα ἀγῶνα, ὦ θεαταὶ καὶ ἀθλοθέται, ἥττημαι μὲν ἐγώ, νενίκηκε δ’ οὑτοσί, καὶ οὕτως ἐκ πολλοῦ τοῦ περιόντος νενίκηκεν, ὥστε καὶ παρὰ τοῖς ἀνταγωνισταῖς ἡμῖν, οὓς εἰκὸς ἦν βασκαίνειν, μὴ φθονεῖσθαι. De_agricultura 113 τὰ μὲν οὖν τῶν ἀνιέρων τούτων ἀγώνων ἆθλα παραχώρησον ἄλλοις, τὰ δὲ τῶν ἱερῶν ὄντως αὐτὸς ἀνάδησαι· ἱεροὺς δὲ μὴ νομίσῃς ἀγῶνας, οὓς αἱ 1 πάθους Turn.: πάθος codd. 2 σωφροσύνην Α 3 ὁ om. Α 4 νομίζει scripsi: νομίζειν codd. 5 ὁπότε MG 6 καθάλλεσθαι m. rec. in mg. Η: καθελέσθαι ceteri 7 εὐκλεεστάτους A 8 τοσοῦτον Α 9 ποτὲ om. D παρελθεῖν MAGD: παρέλθω H 12. 13 δυνάμεις ὡς βιασθῇς ῆ vid. corr. ex εἰ) Α 13 ἀναγκασθῇς om. Α μελήσης MA 14 ἡττημένος, ἡττημένοι Α 17 θέλῃ η corr. ex ει) Α 18 ἀρρήτω Α 19 αὖ Η: om. MAG 20 ἥττημαι μὲν ἐγώ G2H2: ἥττηται μὲν θώ G1H1, ἥττηται μὲν ἔργω MA οὑτοσί Turn.: οὗτος εἰ codd. 21 οὕτως H2: οὗτος ceteri 22 ἡμῖν om. H1 οὓς εἰκὸς Mang.: οἷς νῖκος H2, ὡς νῖκος ceteri 23 ἆθλα Turn.: τοῦ τῶν (τούτων ML) ἄθλων codd. παραχωρήσοντος δὲ] δὴ M 24 νομίσης GH2: μισῆς MA(H1) 7—9 DK fol. 195v Φίλωνος ἐκ τοῦ περὶ γεωργίας: τῶν πάλαι τις—ἡττωμένου. cf. Stobaei Floril. XIX, 4 Hense (etiam p. LXXVI) πόλεις ἐν ταῖς τριετηρίσιν ἄγουσι θέατρα ἀναδειμάμεναι πολλὰς ἀνθρώπων δεξόμενα μυριάδας· ἐν γὰρ τούτοις ἢ ὁ καταπαλαίσας τινὰ καὶ ὕπτιον ἢ πρηνῆ τείνας ἐπὶ γῆν ἢ ὁ πυκτεύειν καὶ παγκρατιάζειν δυνάμενος καὶ μηδεμιᾶς μήτε ὕβρεως μήτε ἀδικίας ἀπεχόμενος φέρεται De_agricultura 114 τὰ πρωτεῖα· εἰσὶ δ’ οἳ σφόδρα καὶ κραταιότατα σιδήρου τρόπον ἀκονησάμενοι καὶ στομώσαντες ἑκατέραν τῶν χειρῶν περιάψαντες κεφαλὰς καὶ πρόσωπα τῶν ἀντιπάλων ἀποσκάπτουσι καὶ τἄλλα, ἐπὰν τύχωσι τὰς πληγὰς ἐνεγκόντες, ἀποθραύουσιν, εἶτα βραβείων καὶ στεφάνων τῆς ἀνηλεοῦς ὠμότητος ἕνεκα μεταποιοῦνται. De_agricultura 115 τὰ μὲν γὰρ ἄλλα ἀγωνίσματα δρομέων ἢ πεντάθλων τίς οὐκ ἂν γελάσαι τῶν εὖ φρονούντων, ἐπιτετηδευκότων μήκιστα ἐξάλλεσθαι καὶ μετρουμένων τὰ διαστήματα καὶ περὶ ποδῶν ὠκύτητος ἁμιλλωμένων; οὓς οὐ μόνον τῶν ἁδροτέρων ζῴων δορκὰς ἢ ἔλαφος ἀλλὰ καὶ τῶν βραχυτάτων σκυλάκιον ἢ λαγωδάριον μὴ σφόδρα ἐπειγόμενον ῥύμῃ καὶ ἀπνευστὶ θέοντας παραδραμεῖται. De_agricultura 116 τούτων μὲν δὴ τῶν ἀγώνων πρὸς ἀλήθειαν ἱερὸς οὐδείς, κἂν πάντες ἄνθρωποι μαρτυρῶσιν, οὓς ἀνάγκη πρὸς ἑαυτῶν ψευδομαρτυριῶν ἁλίσκεσθαι· οἱ γὰρ ταῦτα θαυμάζοντες τοὺς νόμους τοὺς καθ’ ὑβριστῶν καὶ τιμωρίας τὰς ἐπὶ ταῖς αἰκίαις ἔθεσαν καὶ δικαστὰς τοὺς περὶ ἑκάστων διαγνωσομένους ἀπεκλήρωσαν. De_agricultura 117 πῶς οὖν εἰκός ἐστι τοὺς αὐτοὺς ἐπὶ μὲν τοῖς ἰδίᾳ τινὰς αἰκισαμένοις ἀγανακτεῖν καὶ δίκας κατ’ αὐτῶν ἀπαραιτήτους ὡρικέναι, ἐπὶ δὲ τοῖς δημοσίᾳ καὶ ἐν πανηγύρεσι καὶ θεάτροις στεφάνους καὶ κηρύγματα καὶ ἄλλα τινὰ νομοθετῆσαι; De_agricultura 118 δυεῖν γὰρ ἐναντίων καθ’ ἑνὸς εἴτε σώματος εἴτε πράγματος ὁρισθέντων ἢ εὖ ἢ κακῶς ἐξ ἀνάγκης ἂν ἔχοι θάτερον· ἄμφω γὰρ ἀμήχανον. πότερον οὖν ἐπαινοῖτ’ ἂν δεόντως; ἆρ’ οὐ τὸ τοὺς χειρῶν ἄρχοντας ἀδίκων κολάζεσθαι; ψέγοιτ’ ἂν οὖν εἰκότως τὸ 1 ἀναδειμάμεναι G (Turn.): ἀναδειμάμενοι MAH post πολλὰς add. δὲ L 2 δεξόμενα scripsi: δεξάμεναι codd. (sed αι corr. Η2), δεξάμενα Mang. ἢ] εἰ Α ὁ add. Turn.: om. codd. 3 ἡ πρηνῆ τείνας H2: πρὶν ἡ τινὰς ceteri ἡ ὁ Turn.: ἡ ὃν MGH, οἷον Α πυκτεύειν scripsi: παλαίειν codd. 4 καὶ om. Η2 5 εἰσὶ δ’ scripsi: εἰσὶν MAG(H1), εἰσὶ δὲ H2 6 ἑαυτοὺς ἑκατέρᾳ coni. Cohn χειρῶν 003E; conicio 7 μέρη post τἄλλα add. Mang. 8 δὲ ante τύχωσι add. Η2 9 μεταποιοῦντες MA(H1) 10 γελάσαιτο Α 12 οὓς GH2: om. MAH1 13 ἁδροτέρων G ἀδροτέρων MH, ἀνδρωτέρων Α 14 ἀπνευστεὶ Α 15—119,2 τούτων—εὐκλεές add. m. in mg. H 16 ἱερῶς Α πάντες] πέντε Α 16. 17 αὑτὸν corr. ex αὑτῶν Α 17 οἱ post θαυμάζοντες add. MA 18 post αἰκίαις add. ἅς L 19 ἀπεκλήρωσε L 23 νομοθετῆσαι MAG: νομοθετεῖν H δυεῖν MAG: δυοῖν 11 24 ὡρισθέντων AG ἔχοις MA 25 οὖν ἐπαινοῖτ’ ἄν scripsi: συνεπαινοῖτ᾿ ἄν MGH, συνεπαίνει κἀν Α, συνεπαινοῖτ᾿ ἄν οὑν v δέοντος AG1 ἄρ’ οὕτω τοὺς A ἐναντίον, τὸ τιμᾶσθαι· ψεκτὸν δ’ οὐδὲν τῶν ἱερῶν, ἀλλὰ πάντως εὐκλεές. De_agricultura 119 ὁ τοίνυν Ὀλυμπιακὸς ἀγὼν μόνος ἂν λέγοιτο ἐνδίκως ἱερός, οὐχ ὃν τιθέασιν οἱ τὴν Ἦλιν οἰκοῦντες, ἀλλ’ ὁ περὶ κτήσεως τῶν θείων καὶ ὀλυμπίων ὡς ἀληθῶς ἀρετῶν. εἰς τοῦτον τὸν ἀγῶνα οἱ ἀσθενέστατοι τὰ σώματα ἐρρωμενέστατοι δὲ τὰς ψυχὰς ἐγγράφονται πάντες, εἶτα ἀποδυσάμενοι καὶ κονισάμενοι πάνθ’ ὅσα καὶ τέχνης καὶ δυνάμεως ἔργα δρῶσι, παραλιπόντες οὐδὲν ὑπὲρ τοῦ νικηφορῆσαι. De_agricultura 120 τῶν μὲν οὖν ἀντιπάλων οἱ ἀθληταὶ περίεισιν οὗτοι, πρὸς ἀλλήλους δὲ πάλιν περὶ πρωτείων διαφέρονται· οὐ γὰρ ὁ αὐτὸς τῆς νίκης τρόπος ἅπασιν, ἀλλὰ πάντες ἄξιοι τιμῆς ἀργαλεωτάτους καὶ βαρεῖς ἀνατρέψαντες καὶ καταβαλόντες ἐχθρούς. De_agricultura 121 θαυμασιώτατος δὲ καὶ τούτων ὁ διενεγκών, ᾧ καὶ τὰ πρῶτα τῶν ἄθλων οὐ φθονητέον λαμβάνοντι. οἳ δὲ κἂν δευτερείων ἢ τρίτων ἀξιωθῶσι, μὴ κατηφείτωσαν· καὶ γὰρ ταῦτα ἐπ’ ἀρετῆς κτήσει προτίθεται, τοῖς δὲ μὴ τῶν ἄκρων ἐφικέσθαι δυναμένοις ἡ τῶν μέσων κτῆσις ὠφέλιμος, λέγεται δὲ ὅτι καὶ βεβαιοτέρα τὸν ἐμφυόμενον ἀεὶ τοῖς ὑπερέχουσιν ἐκφεύγουσα φθόνον. De_agricultura 122 παιδευτικώτατα οὖν εἴρηται τὸ „πεσεῖται ὁ ἱππεύς“, ἵν’ εἴ τις ἀποπίπτοι [μὲν] κακῶν, ἐγείρηται [δὲ] ἀγαθοῖς ἐπερειδόμενος καὶ συνορθιάζηται. διδασκαλικώτατον δὲ κἀκεῖνο, μὴ πρόσω φάναι, κατόπιν δὲ πίπτειν, ἐπειδὴ κακίας καὶ πάθους ὑστερίζειν ἀεὶ λυσιτελέστατον· De_agricultura 123 φθάνειν μὲν γὰρ τὰ καλὰ δρῶντα δεῖ, τὰ δὲ αἰσχρὰ μέλλειν [καὶ] ἔμπαλιν, κἀκείνοις μὲν προσέρχεσθαι, τούτων δὲ ὑστερίζειν καὶ μακρὸν ὅσον ἀπολείπεσθαι· ᾧ γὰρ τῶν ἁμαρτημάτων ἐγγίνεται καὶ παθῶν ὑστερίζειν, ἄνοσος διατελεῖ. 1 παντὸς Α 2—14 ὁ τοίνυν—ἐπ’ ἀρετῆς om. L 2 Ὀλυμπικὸς M 3 Ἦλιν GH: ἄην M, ὕλην Α ἀλλ’ ὁ GH2: ἀλλὰ MAH1 5 τὰ—δὲ om. Α ἐγγράφουσι Α 6 ἐπαποδυσάμενοι coni. Mang. κονιασάμενοι Α 7 παραλείποντες M 8 περίεισιν Turn.: περιίασιν codd. 9 διαφέρονται scripsi: διαλέγονται codd., διαμιλλῶνται coni. Mang., διαμάχονται coni. Cohn 11 ὁ GH2: om. MAH1 12 ἄθλων Mang.: ἀθλητῶν codd. οἲ scripsi: οἱ codd. 14 προτίθεται A Turn.: προστίθεται MGH ἐφικέσθαι GH2: φείδεσθαι MA(H1) 15—120,6 λέγεται—τρέπεσθαι add. m. rec. in mg. H 16 ὑπάρχουσιν MA Α 17 ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου conicio ἕν’ εἰ] ἐάν coniciebam ἀποπίπτοι Cohn: ἀποπίπτῃ codd., ἀποπίπτει Turn. μὲν et δὲ secl. Cohn 18 ἐγείρεται G δὲ] δὴ Mang. συνορθιάζηται Cohn: συνορθιάζη MAH, συνορθιάζει GL, συνορθιασθῇ Mang. 18. 19 διδασκαλικώτατον scripsi: διδασκαλικώτερον codd. 21 καὶ om. A: habent ceteri κἀκείνοις] ἐκείνοις V 21. 22 προσέχεσθαι coni. Mang. 22 μακρὰν Α ᾦ Tum.: ὃ codd. 22. 23 ᾧ—διατελεῖ om. A 22 γὰρ add. Mang. 23 καὶ παθῶν Mang.: πάθους MGH ἄνοσος διατελεῖ Turn.: ἀνόσως διατελεῖν MGH τὴν γοῦν „παρὰ τοῦ θεοῦ σωτηρίαν περιμένειν“ φησὶν αὐτόν, ἵνα ἐφ’ ὅσον ἀπελείφθη τοῦ ἀδικεῖν, ἐπὶ τοσοῦτον τῷ δικαιοπραγεῖν ἐπιδράμῃ. De_agricultura 124 Περὶ μὲν οὖν ἱππέως καὶ ἀναβάτου, κτηνοτρόφου τε καὶ ποιμένος, ἔτι δὲ γῆν ἐργαζομένου καὶ γεωργοῦ τὰ προσήκοντα εἴρηται, καὶ αἱ καθ’ ἑκάστην συζυγίαν ὡς οἷόν τε ἦν ἠκρίβωνται διαφοραί. De_agricultura 125 πρὸς δὲ τὰ ἀκόλουθα καιρὸς ἤδη τρέπεσθαι. τὸν οὖν ἐφιέμενον ἀρετῆς οὐ παντελῆ κεκτημένον τὴν γεωργικῆς ψυχῆς ἐπιστήμην εἰσάγει, ἀλλ’ αὐτὸ μόνον περὶ τὰς ἀρχὰς αὐτῆς πεπονημένον· λέγει γάρ· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργός“. ἀρχὴ δ’, ὁ τῶν παλαιῶν λόγος, ἥμισυ τοῦ παντός, ὡς ἂν ἡμίσει πρὸς τὸ τέλος ἀφεστηκυῖα, οὗ μὴ προσγενομένου καὶ τὸ ἄρξασθαι πολλάκις μεγάλα πολλοὺς ἔβλαψεν. De_agricultura 126 ἤδη γοῦν τινες καὶ τῶν οὐκ εὐαγῶν τῆς διανοίας κατὰ τὰς συνεχεῖς μεταβολὰς στροβουμένης ἔννοιαν χρηστοῦ τινος ἔλαβον, ἀλλ’ οὐδὲν ὤνηντο· ἔστι γὰρ μὴ πρὸς τὸ τέλος ἡξάντων φορὰν ἀθρόον τῶν ἐναντίων καταρραγεῖσαν ἐπικλύσαι καὶ τὸ χρηστὸν ἐκεῖνο διαφθαρῆναι νόημα. De_agricultura 127 οὐ διὰ τοῦτο μέντοι δόξαντι θυσίας ἀμέμπτους ἀναγαγεῖν τῷ Κάιν λόγιον ἐξέπεσε μὴ θαρρεῖν ὡς κεκαλλιερηκότι; μὴ γὰρ ἐφ’ ἱεροῖς καὶ τελείοις βουθυτῆσαι· τὸ δὲ λόγιόν ἐστι τοιόνδε· „οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς“ (Gen. 4, 7). De_agricultura 128 ὀρθὸν μὲν οὖν ἡ τοῦ θεοῦ τιμή, τὸ δὲ ἀδιαίρετον οὐκ ὀρθόν. ὃν δ’ ἔχει καὶ τοῦτο λόγον, ἴδωμεν· εἰσί τινες οἱ τὸ εὐσεβὲς ἐν τῷ πάντα φάσκειν ὑπὸ θεοῦ γενέσθαι, τά τε καλὰ καὶ τὰ ἐναντία, περιγράφοντες· De_agricultura 129 πρὸς οὓς ἂν λέγοιμεν, ὅτι τὸ μὲν ὑμῶν ἐπαινετόν ἐστι τῆς δόξης, τὸ δ’ ἔμπαλιν ψεκτόν, ἐπαινετὸν μέν, ὅτι τὸ μόνον θαυμάζετε τίμιον, ψεκτὸν δὲ αὖ, παρόσον ἄνευ τομῆς καὶ διαιρέσεως· ἔδει γὰρ μὴ φῦραι 2 τῷ] τὸ Α 3 καὶ κτηνοτρόφου G 5 αἱ GH: om. MA ἦν om. Η 7 τὴν GH2: τῆς A, τὴν τῆς M(H1) γεωργικὴν coni. Cohn (cf. I 283,22) ἐπιστήμην om. H1 8 αὐτῶ Α αὐτῆς Α πεποιημένον G ἄρχει M δ’] δ’ ὡς ὁ H2 λόγων G 10 ἥμισυ] εἰ μὴ σὺ Α ὡς Turn.: ὃς codd. ἡμίσει H: μισεῖ G, μισῇ MA πρὸς τὸ τέλος] τοῦ τέλους coni. Maug. ἀφεστηκυῖα sciipsi: ἀφέστηκεν codd. 13 οὐδὲν ὤνηντο MG(H1): οὐδ’ ἀνόνητον Α, οὐδέν ὄναιντο Η2, οὐδὲν ὤναντο v 14 ἐστι γὰρ μὴ Η2: τοῦ γὰρ MAG(H1) τὸ om. H εἰξάντων A φθορὰν L ἀθρόον τῶν Maug.: ἀθροῦν τῶν Α, ἀθρούντων MGH 15 διαφθεῖραι Η2 17 ὡς] ὡς καὶ Α 18 ἐὰν] ἄν Α 19 δὲ om. Α 21 εἴδωμεν Α 22 περιγράφοντες Η2: om. ceteri 24 θαυμάζετε scripsi: θαυμάζει H2, θαυμάζειν ceteri 25 αὖ scripsi: οὐ codd., om. v παρ’ ὅσον codd. post φῦραι add. καὶ μολῦναι Α καὶ συγχέαι πάντων ἀθρόως ἀποφήναντας αἴτιον, ἀλλὰ μετὰ διαστολῆς μόνων ὁμολογῆσαι τῶν ἀγαθῶν. De_agricultura 130 ἄτοπον γὰρ ἱερέων μὲν πρόνοιαν ἔχειν, ὡς ὁλόκληροι τὰ σώματα καὶ παντελεῖς ἔσονται, τῶν τε καταθυομένων ζῴων, ὡς οὐδὲν οὐδεμιᾷ τὸ παράπαν ἀλλ’ οὐδὲ τῇ βραχυτάτῃ χρήσεται λώβῃ, καί τινας δεῖ ὅσους ἐπ’ αὐτὸ τοῦτο χειροτονεῖν τὸ ἔργον, οὓς ἔνιοι μωμοσκόπους ὀνομάζουσιν, ἵνα ἄμωμα καὶ ἀσινῆ προσάγηται τῷ βωμῷ τὰ ἱερεῖα, τὰς δὲ περὶ θεοῦ δόξας ἐν ταῖς ἑκάστων ψυχαῖς ὑποσυγκεχύσθαι καὶ μὴ κανόνι ὀρθοῦ λόγου διακεκρίσθαι. De_agricultura 131 τὸν κάμηλον οὐχ ὁρᾷς ὅτι ἀκάθαρτον εἶναί φησι ζῷον ὁ νόμος, ἐπειδὴ μηρυκᾶται μέν, οὐ διχηλεῖ δέ (Lev. 11,4) ; καίτοι γε πρὸς τὴν ῥητὴν ἐπίσκεψιν οὐκ οἶδ’ ὃν ἔχει λόγον ἡ προσαποδοθεῖσα αἰτία , πρὸς δὲ τὴν δι’ ὑπονοιῶν ἀναγκαιότατον· De_agricultura 132 ὥσπερ γὰρ τὸ μηρυκώμενον τὴν προκαταβληθεῖσαν ὑπαναπλέουσαν αὖθις ἐπιλεαίνει τροφήν, οὕτως ἡ ψυχὴ τοῦ φιλομαθοῦς, ἐπειδάν τινα δι’ ἀκοῆς δέξηται θεωρήματα, λήθῃ μὲν αὐτὰ οὐ παραδίδωσιν, ἠρεμήσασα δὲ καθ’ ἑαυτὴν ἕκαστα μεθ’ ἡσυχίας τῆς πάσης ἀναπολεῖ καὶ εἰς ἀνάμνησιν τῶν πάντων ἔρχεται. De_agricultura 133 μνήμη δ’ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ἡ ἐπὶ μόνοις τοῖς ἀγαθοῖς, ἐπεὶ τό γε ἄληστα εἶναι τὰ κακὰ βλαβερώτατον· οὗ ἕνεκα πρὸς τελειότητα χρεία τοῦ διχηλεῖν, ἵνα τοῦ μνημονικοῦ δίχα τμηθέντος ὁ λόγος διττὰιὰ στόματος, οὗπερ διττὰίττα διττὰιττὰ ἡ φύσις [διττὰιτὰ] εἰργάσατο χείλη, ῥέων διαστείλῃ τό τε ὠφέλιμον καὶ τὸ ἐπιζήμιον μνήμης γένους εἶδος. De_agricultura 134 ἀλλ’ οὐδὲ τὸ διχηλεῖν ἄνευ τοῦ μηρυκᾶσθαι καθ’ ἑαυτὸ φαίνεταί τινα ἔχειν ὄνησιν ἐξ αὑτοῦ. τί γὰρ ὄφελος τὰς φύσεις τῶν πραγμάτων τέμνειν 1 οὐ ante πάντων add. v ἀποφήναντας αἴτιον Mang. ex cod. Coll. S. Trin. Β. 9.6: ἀποφήνας ἀναίτιον MAH, ἀποφήνασαν αἴτιον G, ἀποφῆναι ἀναίτιον Turn. 3 τε H2: om. ceteri 5 χρήσεται codd.: χρήσηται Mang. τίνας v δεῖ ὅσους] latet substantivum, velut καί τινας ἱεροσκόπους διόπους Cohn) καὶ post δεῖ add. v 8 ὑποσυγκεχύσθαι scripsi: ἐπισυγκεχύσθαι codd. 9 εἶναί φησι MAG: φησὶν εἶναι Η 10 μαρυκᾶται MAG οὐχὶ Α 11 αἰτία addidi 19 μνημονευτικοῦ A 20 οὗπερ scripsi: ὥσπερ codd. διττὰ scripsi: ἄττα MGH, ἆτά (sic) Α πὰ seclusi ἐργάσαιτο Α χείλη, ῥέων scripsi: ῥέων χείλη codd. χείλει Α 21 γένους secludit Mang. 22 καθ’ ἑαυτῶ AG post φαίνεται add. καθ’ ἑαυτῶ Α ἔχει AG 23 αὑτοῦ Η2: αὐτοῦ ceteri τὰς φύσεις Η2: τὰ φύσει ceteri 9 sqq. Origenes Homil. VII 6 in Levit. p. 226, Selecta in Deut. p. 389: τὸ μὲν διχηλεῖν ἐπὶ τῆς ὁπλῆς τὴν πορείαν, καθ’ ἣν πρὸς πᾶν ὁτιοῦν ἐρχόμεθα τῶν ἀγαθῶν σπουδασμάτων, ἐμφάνειεν ἐμφαίνοι ἂν ?), ὁ δὲ μηρυκισμὸς τὸ ἄνω τε καὶ κάτω ποιεῖν τῆς θεοπνεύστου γραφῆς τοὺς λόγους καὶ οἶον ἀναμασᾶσθαι καὶ καταλεπτύνειν ἐρεύναις τὰ κεκρυμμένα τῶν θεωρημάτων. cf. Contra Celsum VI 16 p. 642 et Aristeae Epistulam p. 40,9 sqq. Schmidt ἄνωθεν ἀρξάμενον μέχρι τῶν λεπτοτάτων, εἰς τοὔσχατον δὲ αὐτὸ μηκέτι γίνεσθαι μηδὲ ἔχειν διαιρετὰ τὰ μέρη, ἅπερ ἄτομα καὶ ἀμερῆ πρὸς ἐνίων εὐθυβόλως ὀνομάζεται; De_agricultura 135 ταῦτα γὰρ συνέσεως μὲν καὶ περιττῆς ἀκριβείας ἠκονημένης εἰς ὀξυτάτην ἀγχίνοιαν ἐναργῆ δείγματ’ ἐστίν, ὄνησιν δὲ οὐδεμίαν πρὸς καλοκἀγαθίαν καὶ ἀνεπιλήπτου βίου De_agricultura 136 διέξοδον ἔχει. καθ’ ἑκάστην γοῦν ἡμέραν ὁ πανταχοῦ τῶν σοφιστῶν ὅμιλος ἀποκναίει τὰ ὦτα τῶν παρατυγχανόντων ἀκριβολογούμενος καὶ τὰς διπλᾶς καὶ ἀμφιβόλους λέξεις ἀναπτύσσων καὶ τῶν πραγμάτων ὅσα δοκεῖ μεμνῆσθαι — πέπηγε δὲ καὶ πλειόνων — διακρίνων. ἢ οὐχ οἱ μὲν τὰ στοιχεῖα τῆς ἐγγραμμάτου φωνῆς εἴς τε ἄφωνα καὶ φωνήεντα τέμνουσιν; ἔνιοι δὲ τὸν λόγον εἰς τὰ ἀνωτάτω τρία, ὄνομα; ῥῆμα, σύνδεσμον; De_agricultura 137 μουσικοὶ δὲ τὴν ἰδίαν ἐπιστήμην εἰς ῥυθμόν, εἰς μέτρον, εἰς μέλος, καὶ τὸ μέλος εἴς τε τὸ χρωματικὸν καὶ ἐναρμόνιον καὶ διατονικὸν εἶδος καὶ διὰ τεσσάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν, συνημμένων τε καὶ διεζευγμένων μελῳδίας; De_agricultura 138 γεωμέτραι δὲ εἰς τὰς γενικωτάτας δύο γραμμὰς εὐθεῖάν τε καὶ περιφέρειαν; καὶ οἱ ἄλλοι τεχνῖται εἰς τὰς καθ’ ἑκάστην ἐπιστήμην ἰδέας τὰς ἀπὸ τῶν πρώτων ἄχρι τῶν ὑστάτων; De_agricultura 139 ᾧ συνεπηχείτω μέντοι καὶ τῶν φιλοσοφούντων χορὸς ἅπας τὰ εἰωθότα διεξιών, ὅτι τῶν ὄντων τὰ μέν ἐστι σώματα, τὰ δ’ ἀσώματα· καὶ τὰ μὲν ἄψυχα, τὰ δὲ ψυχὴν ἔχοντα· καὶ τὰ μὲν λογικά, τὰ δ’ ἄλογα· καὶ τὰ μὲν θνητά, τὰ δὲ θεῖα· καὶ τῶν θνητῶν τὸ μὲν ἄρρεν, τὸ δὲ θῆλυ, τὰ ἀνθρώπου τμήματα· De_agricultura 140 καὶ πάλιν τῶν ἀσωμάτων 1 ἀρξαμένῳ coni. Jessen δὲ add. Benzelius αὐτὸ M: αὐτῶ AGH1, αὑτὸ H2, ἑαυτῷ Turn. 2 μὴ ἐξικνεῖσθαι conicio γίνεσθαι] δύνασθαι coni. Mang. μηδ’ Α ἅπερ H2: om. ceteri ἄτομα H2: ἄτοπα ceteri 3 ἐνίων] ἐννοιῶν Α 4 περιττῆς] περὶ γῆς Α ἠκονημένης GH2: ἠκονημένην MAH1 ἐναργῆ GH2: ἐνεργῆ MAH1 6 καὶ καθ’ Α 7 ἀποκναίει Η2: ἀποκνεῖ MGH1, ἀπόκνει Α, ἀποκνήει L 8 λέξεις GH2: ἐλέγξεις MAH1 9 μεμηνῦσθαι conicio πέπηγε codd.: πέφυκε coni. Mang. μεμήνυται δὲ καὶ πλείονα conicio 10 ἡ om. Α 11 ἔνι Α 13 εἰς μέλος εἰς μέρος G μέτρον Mang. (cf. Testim.): μέρος codd. alterum μέλος Benzelius: μέρος codd. 14 καὶ συμφωνίας τὰς διὰ conicio 15 γεωμέτραι Turn.: γεωμετρία codd. 16 περιφάνειαν Α, περιφερῆ conicio 17 ἰδέας τὰς scripsi: ἰδικὰς codd., ἰδέας v 18 ᾦ Turn.: ὡς Α, ὁ M, ὃ GH συνεπηχείτω Η: συνεπιχείτω G, συνεπηχειτο M (sine accentu), ἐπηχείτω Α 19 δὲ G 20 καὶ τῶν σωμάτων τὰ couicio 21 δὲ MG 22 θῆλυ Η: γυνή MAG καὶ scripsi: ἢ codd. ἀσωμάτων] κατηγορημάτων coni. Turn. 12 sqq. cf. Aristidis Quintiliani librum I, Anonymum Bellermanni II 30, Alypii prooemium p. 367 lan. 18—123,11 cf. Laert. Diog. VII 63 sqq. τὰ μὲν τέλεια, τὰ δὲ ἀτελῆ· καὶ τῶν τελείων τὰ μὲν ἐρωτήματα καὶ πύσματα ἀρατικά τε αὖ καὶ ὁρκικὰ καὶ ὅσαι ἄλλαι τῶν κατ’ εἶδος ἐν ταῖς περὶ τούτων στοιχειώσεσιν ἀναγράφονται διαφοραί, τὰ δὲ πάλιν ἃ διαλεκτικοῖς ἔθος ὀνομάζειν ἀξιώματα· καὶ τούτων τὰ μὲν ἁπλᾶ, τὰ δ’ οὐχ ἁπλᾶ· καὶ τῶν οὐχ De_agricultura 141 ἁπλῶν τὰ μὲν συνημμένα, τὰ δὲ παρασυνημμένα τὸ μᾶλλον ἢ ἧττον, καὶ προσέτι δὲ διεζευγμένα καὶ ἄλλα τοιουτότροπα, ἔτι δ’ ἀληθῆ τε καὶ ψευδῆ καὶ ἄδηλα, δυνατά τε καὶ ἀδύνατα [καὶ τὰ μὲν φθαρτὰ καὶ ἄφθαρτα] καὶ ἀναγκαῖα καὶ οὐκ ἀναγκαῖα, καὶ εὔπορά τε καὶ ἄπορα καὶ ὅσα συγγενῆ τούτοις· πάλιν δὲ τῶν ἀτελῶν αἱ εἰς τὰ λεγόμενα κατηγορήματα καὶ συμβεβηκότα καὶ ὅσα τούτων ἐλάττω διαιρέσεις προσεχεῖς. De_agricultura 142 κἂν ἔτι παραθήξας ὁ νοῦς εἰς τὸ λεπτότερον ἑαυτόν, καθάπερ ἰατρὸς τὰ σώματα, τὰς τῶν πραγμάτων φύσεις ἀνατέμνῃ, πλέον οὐδὲν πρὸς ἀρετῆς κτῆσιν ἐργάσεται, ἀλλὰ διχηλήσει μὲν διαστέλλειν καὶ διακρίνειν ἕκαστα δυνάμενος, οὐ μηρυκηθήσεται δέ, ὡς ὠφελίμῳ χρῆσθαι τροφῇ κατὰ τὰς ὑπομνήσεις τὴν ἐξ ἁμαρτημάτων ἐπιγεγενημένην τραχύτητα ψυχῇ λεαινούσῃ καὶ προσηνῆ καὶ λείαν τῷ ὄντι κίνησιν ἀπεργαζομένῃ. De_agricultura 143 μυρίοι οὖν τῶν λεγομένων σοφιστῶν θαυμασθέντες κατὰ πόλεις καὶ τὴν οἰκουμένην σχεδὸν ἅπασαν ἐπὶ τιμὴν ἐπιστρέψαντες ἕνεκα ἀκριβολογίας καὶ τῆς περὶ τὰς εὑρέσεις δεινότητος ἀνὰ κράτος τοῖς πάθεσι ἐγκατεγήρασαν καὶ ἐγκατέτριψαν τὸν βίον οὐδὲν ἰδιωτῶν ἠμελημένων καὶ φαυλοτάτων διενεγκόντες ἀνθρώπων· De_agricultura 144 διὸ καὶ παγκάλως τοὺς οὕτω βιοῦντας τῶν σοφιστῶν ὁ νομοθέτης τῷ συῶν παραβάλλει γένει διαυγεῖ μὲν οὐδενὶ καὶ καθαρῷ θολερῷ δὲ καὶ βορβορώδει βίῳ καὶ τοῖς αἰσχίστοις 2 πτύσματα Α ἀρατικά Menagius ad Laert. Diog. VII 66: ἐρωτικά codd. 4 ἔθος MAG: ἔθος ἐστὶν H μὲν διπλᾶ Α δὲ H 5. 6 τὰ δὲ παρασυνημμένα om. Α 6 ἡ AGH: om. M καὶ ἄλλα om. G 7 ἔτι scripsi: εἰ MAGH1, ἢ H2, τὰ V aute ψευδῆ ras. in Η 8 καὶ—ἄφθαρτα delevi, φανερὰ καὶ ἀφανῆ coni. Mang. 9 εὔπορά τε καὶ ἄπορα Turn.: ἄπορά τε καὶ εὔπορα codd. σύνεγγυς Α πάλιν in ras. H2 δὲ H: τὲ MAG 11 ἐλάττω Turn.: ἔλαττον codd. 13 ἀνατέμνῃ Turn.: ἀνατέμνει codd. ἐργάζεται Η 14. 15 οὐ μὴ ῥηθήσεται MAIP 15 μηρυκήσεται conicio 16 ἐπιγεγενημένην] ἐπήγαγεν ἡμμένην Α 16. 17 λεαίνων et ἀπεργαζόμενος conicio 17 προσηνῆ Mang.: πεινῆν MG, πεῖναν AH λείαν Η: λίαν MAG 19 τιμὴν scripsi: τιμὴ codd. (τομῆ L) 20 δεινότητας MA ἐγκατεγήρασαν Mang. : κατεγήρασαν codd. 21 ἐγκατέτριψαν scripsi: κατέτριψαν codd. 23 συῶν] συνὸν Α 24 βορβορώδει Alang. (cf. Testimonia): βαραθρώδει codd. 24. 124,1 ἐμφερομένους H2: ἐμφερόμενον MA(H1), ἐμφερομένοις G, ἐμφερομένοις V, ἐμφυρομένῳ coni. Mang., ἐμφερομένων coniciebam 17 cf. Epicurea fragm. 411 23. 24 cf. Heracliti fragm. 53. 54 Byw. ἐμφερομένους. De_agricultura 145 τὸν γὰρ σῦν ἀκάθαρτον εἶναί φησιν, ὅτι διχηλεῖ μέν, οὐ μηρυκᾶται δέ (Lev. 11,7), ὡς τὸν κάμηλον διὰ τὴν ἐναντίαν πρόφασιν, ὅτι μηρυκώμενος οὐ διχηλεῖ. ὅσα μέν τοι τῶν ζῴων ἀμφοτέρων μετέχει, καθαρὰ εἰκότως ἀναγράφεται, ὅτι τὴν περὶ ἑκάτερον τῶν λεχθέντων ἀτοπίαν ἐκπέφευγε. καὶ γὰρ διαίρεσις ἄνευ μνήμης καὶ μελέτης καὶ διεξόδου τῶν ἀρίστων * * * ἀγαθὸν ἀτελές, ἡ δ’ ἀμφοῖν De_agricultura 146 εἰς ταὐτὸ σύνοδός τε καὶ κοινωνία τελειότατον. τελειότητα δὲ καὶ οἱ δυσμενεῖς τῆς ψυχῆς καταπτήσσουσιν, ὧν μηκέτι ἐπανίστασθαι δυναμένων ἡ ἀψευδὴς εἰρήνη κρατεῖ. ἡμιέργου δ’ ὅσοι σοφίας ἢ πάλιν ἡμιπαγοῦς ἔλαχον, ἀσθενέστεροι ἢ ὥστε ἁμαρτημάτων ἐκ πολλοῦ συγκεκροτημένων καὶ πρὸς ἀλκὴν ἐπιδεδωκότων ἐναντιοῦσθαι στίφεσι. De_agricultura 147 διὰ τοῦθ’ ὅταν ἐν τῷ τοῦ πολέμου καιρῷ ποιῆται τῆς στρατιᾶς κατάλογον, οὐχ ἅπασαν καλεῖ τὴν νεότητα, κἂν μετὰ προθυμίας τῆς πάσης αὐτοκελεύστῳ χρῆται πρὸς ἐχθρῶν ἄμυναν ἑτοιμότητι, προστάττει δὲ ἀπιόντας οἴκοι καταμεῖναι, ὡς ἂν ἐκ συνεχοῦς μελέτης τὴν τοῦ ποτε δύνασθαι νικᾶν ἀνὰ κράτος ἰσχύν τε καὶ ἐμπειρίαν εὕρωνται κραταιοτάτην. De_agricultura 148 ἡ δὲ πρόσταξις διὰ τῶν τῆς στρατιᾶς γραμματέων γίνεται, ὅταν ὁ πόλεμος ἐγγὺς καὶ ἐπὶ θύραις ὢν ἤδη τυγχάνῃ· ταυτὶ δὲ φήσουσι· „τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος ἐγκαινιεῖ αὐτήν. καὶ τίς ὃς ἐφύτευσεν ἀμπελῶνα καὶ οὐκ εὐφράνθη ἐξ αὐτοῦ; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος εὐφρανθήσεται ἐξ αὐτοῦ. καὶ τίς ἐμνηστεύσατο γυναῖκα καὶ οὐκ ἔλαβεν αὐτήν; πορευέσθω καὶ ἀποστραφήτω εἰς τὴν οἰκίαν αὐτοῦ, μὴ ἀποθάνῃ ἐν τῷ πολέμῳ καὶ ἄνθρωπος ἕτερος λήψεται αὐτήν“ De_agricultura 149 (Deut. 20,5—7). διὰ τί γάρ, εἴποιμ’ ἂν, ὦ θαυμασιώτατε, οὐχὶ 2 μαρυκᾶται MA 8 μέντοι scripsi: μὲν codd., δὲ v 4 ὅτι τὴν περὶ MAG: ὅτιπερ τὴν H, ὅτιπερ Turn. ἑκάτερον scripsi: θατέραν MGH, θάτερα Α, ἑκατέραν Turn. 5 διαίρεσις Maug. ex cod. Coll. Nov. 143: αἵρεσις ceteri καὶ μνήμη χωρὶς διαιρέσεως τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων suppleo 6 ἀγαθῶν Α 7 τελειότητι MAH1 8 καταπτύσσουσιν Α 9 ἡμιέργου] εἰ μὴ ἔργου Α πόλιν Α 10 ἡμιπαγοῦς om. Α 11 στίφεσι Η2: στέφεσι MAG1H1, στήφησι ut vid. G2 12 τοῦτο Α ἐν] μὲν Α ποιῆσαι L 13 τῆς πάσης] ἁπάσης Turu. 14 προστάττει GH2: πρὸς ταυτὶ MA(H1) 16 εὑρών τε M 18 post πόλεμος ras. U θύραις H2: θύρας ceteri ὢν in ras. H2 τυγχάνει Η 19 ἀνεκαίνισεν Α 20 αὐτοῦ v 20. 21 ἐν πολέμω 20—22 πορευέσθω—ἐξ αὐτοῦ om. G 23 αὑτοῦ 25 αὑτοῦ V 27 ante διὰ lacunam statuam τούτους μᾶλλον ἑτέρων εἰς τὸν ἀγῶνα τοῦ πολέμου κατατάττειν ἀξιοῖς, οἳ γύναια καὶ οἰκίας καὶ ἀμπελῶνας καὶ τὴν ἄλλην κτῆσιν ἀφθονωτάτην περιπεποίηνται; τοὺς γὰρ περὶ τῆς τούτων ἀσφαλείας κινδύνους, καὶ εἰ πάντως εἶεν βαρύτατοι, κουφότατα οἴσουσιν· ἐπεὶ οἷς γε τῶν λεχθέντων οὐδὲν πρόσεστιν, ἅτε μηδὲν ἔχοντες ἀναγκαῖον ἐνέχυρον ὄκνῳ καὶ ῥᾳθυμίᾳ τὰ πολλὰ χρήσονται. De_agricultura 150 ἢ παρόσον οὐδενὸς τῶν κτηθέντων ἀπολελαύκασιν, εἶτα μηδ’ ὕστερον δυνηθῶσιν ἀπολαῦσαι; τοῖς γὰρ κρατηθεῖσι τῷ πολέμῳ τίς ἀπολείπεται τῶν κτηθέντων ὄνησις; ἀλλ’ οὐχ ἁλώσονται; εὐθὺς μὲν οὖν τό γε ἐπὶ τοῖς ἀστρατεύτοις πείσονται· οἴκοι γὰρ καθεζομένων καὶ τρυφώντων ἀνάγκη τοὺς τὰ τοῦ πολέμου συντόνως δρῶντας ἐχθροὺς οὐκ ἀναιμωτὶ μόνον ἀλλὰ καὶ ἀκονιτὶ κρατεῖν. De_agricultura 151 ἀλλὰ τὸ τῶν ἄλλων συμμάχων πλῆθος καὶ τὸν ὑπὲρ τούτων ἀγῶνα προθύμως ἀναδέξεται; πρῶτον μὲν ἄτοπον ἐπὶ ταῖς ἑτέρων σπουδαῖς ἢ τύχαις ὁρμεῖν, καὶ μάλιστα ὅτε περὶ ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ πορθήσεως ἴδιός τε καὶ κοινὸς ἐπικρέμαται κίνδυνος, δυναμένους συνδιαφέρεσθαι τὰ τοῦ πολέμου καὶ μήθ’ ὑπὸ νόσου μήθ’ ὑπὸ γήρως μήθ’ ὑπ’ ἄλλης κακοπραγίας μηδεμιᾶς κωλυομένους. ἁρπάσαντας γὰρ δεῖ τὰ ὅπλα ἐν ταῖς πρώταις φάλαγξι τούτους καὶ ὑπερέχειν τῶν συμμάχων τὰς ἀσπίδας ἐκθύμως καὶ φιλοκινδύνως μαχομένους. De_agricultura 152 ἔπειτ’ οὐ προδοσίας μόνον, ἀλλὰ καὶ πολλῆς ἀναλγησίας ἐξενηνοχότες ἂν εἶεν δείγματα, εἰ οἱ μὲν ἄλλοι προπολεμήσουσιν, αὐτοὶ δὲ πρὸς τοῖς οἰκείοις πράγμασιν ἔσονται, καὶ οἱ μὲν τοὺς ὑπὲρ τῆς ἐκείνων σωτηρίας ἀγῶνας ἀναρρίπτειν θελήσουσιν, οἱ δὲ οὐδὲ τοὺς ὑπὲρ ἑαυτῶν ἀναδέξονται, καὶ οἱ μὲν ἀσιτίας καὶ χαμευνίας καὶ τὰς ἄλλας σώματός τε καὶ ψυχῆς κακώσεις ἄσμενοι διὰ τὸν τοῦ νικῆσαι πόθον καρτερήσουσιν, οἱ δὲ κονιάματα καὶ λήρους, κόσμον ἄψυχον, οἰκίαις περιτιθέντες ἢ τὴν κατ’ ἀγροὺς ὀπώραν δρεπόμενοι 3 περιπεποίηνται] πέρι s. s. Η2 4 καὶ] κὰν Mang. καὶ πάντως εἰ ἐν βαρύτητι Α κουφότατοι G1 6 παρ’ ὅσον codd. 9 πείσονται H2: om. ceteri 10 τρυφόντων GH τοὺς τὰ] τὰς Α τοῦ om. Η1 11 ἐχθροὺς om. L ἀκονιτὶ M: ἀκονητὶ AGH 14 ὁρμὴν A 16 δυναμένους MA: δυναμένοις GH ὑπὸ νόσου μήθ’ om. G 17 κωλυομένους codd.: κωλυομένοις Mang. 18 δεῖ] δὴ Α, ἔδει conicio τούτους H2: ταύταις ceteri, αὐτ·αῖς conicio 19 ὑπερέχων Α 20 ἔπειτ’ οὐ MG2H: ἐπεὶ τοῦ G1, ἐπεὶ τὰ Α 21 ἄν G2: om. ceteri 21. 22 προπολεμήσωσιν Α, πολεμοῦσι L 22 τοὺς om. Α 23 ἀνερρείπτειν Α 24 τοὺς] τὰς Α ἀναδείξονται Α 20 κλήρους Α 27 οἰκίας Α περιτιθέντες H: περιτιθέντας MAG ἢ] οἱ Α κατ’ ἀγροὺς G2H: καταγρῶτ᾿ M, καταγροτ G1, κατ’ ἀγρῶ τὲ Α σπορὰν H καὶ τἀπιλήνῐ ἄγοντες ἢ ταῖς ὁμολογηθείσαις ἔκπαλαι παρθένοις νῦν πρῶτον εἰς ὁμιλίαν ἐρχόμενοι καὶ συνευναζόμενοι ὡς ἐν ἐπιτηδειοτάτῳ τοῦ γαμεῖν καιρῷ διατελοῦσι; De_agricultura 153 καλόν γε τοίχων ἐπιμελεῖσθαι, προσόδους ἐκλέγειν, ἑστιᾶσθαι, μεθύειν, θαλαμεύεσθαι, νυμφοστολεῖσθαι τὰς γεγηρακυίας καὶ σαπράς, τὸ λεγόμενον, ἀλλ’ εἰρήνης ἔργα, ἐν δ’ ἔτι ἡβῶντός τε καὶ ἀνθοῦντος ἀκμῇ πολέμου πάντα δρᾶν. De_agricultura 154 ἢ τούτων οὐχ ὁ πατήρ, οὐκ ἀδελφός, οὐ τῶν ἀφ’ αἵματος οὐδείς, οὐ γένους ἐστράτευται, ἀλλὰ πανοίκιος αὐτοῖς ἐμπεφώλευκεν ἡ δειλία; ἀλλὰ πάντως εἰσὶ μυρίοι τῶν συγγενῶν ἀγωνιζόμενοι. τούτων οὖν τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον αἰρομένων οἱ χλιδῶντες καὶ ἁβροδιαίτως ζῶντες τίνας οὐκ ἂν ἀτιθάσους θῆρας δι’ ὑπερβολὴν ὠμότητος παραδράμοιεν; De_agricultura 155 ἀλλὰ χαλεπὸν τὸ ἑτέρους ἀπονητὶ τῶν ἡμετέρων ἀπολαῦσαι πόνων. καὶ πότερον χαλεπώτερον ἐχθροὺς ἔτι ζώντων ἢ φίλους καὶ συγγενεῖς τετελευτηκότων ἐπὶ τὸν κλῆρον ἐλθεῖν; ἢ καὶ τὸ συγκρίνειν τὰ οὕτως μακρὰν ἀφεστῶτα εὔηθες; De_agricultura 156 καὶ μὴν εὔλογον μὴ μόνον ὅσα τοῖς ἀστρατεύτοις πρόσεστιν, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους ἐχθρῶν κεκρατηκότων γενέσθαι κτήματα· τοῖς δέ γε ἀποθνῄσκουσιν ὑπὲρ τῆς κοινῆς σωτηρίας, καὶ εἰ μηδενὸς ἀπώναντο πρότερον τῶν κατὰ τὴν οὐσίαν, ἡδίστη τελευτὴ γίνεται λογιζομένοις ὅτι πρὸς οὓς ηὔξαντο διαδόχους τὴν οὐσίαν De_agricultura 157 ἐλθεῖν ἔρχεται. τὸ μὲν οὖν τοῦ νόμου ῥητὸν τοσαύτας καὶ ἔτι πλείους ἐπισκέψεις ἴσως ἔχει. ὡς δὲ μηδεὶς εὑρεσιλογῶν θρασύνηται τῶν κακοτεχνούντων, ἀλληγοροῦντες φήσομεν ὅτι πρῶτον μὲν οὐ μόνον οἴεται δεῖν ὁ νόμος περὶ τὴν τῶν ἀγαθῶν πονεῖσθαί τινα κτῆσιν, ἀλλὰ καὶ περὶ τὴν τῶν κτηθέντων ἀπόλαυσιν, καὶ τό γε εὐδαιμονεῖν ἀρετῆς χρήσει τελείας περιγενέσθαι νομίζει σῷον καὶ παντελῆ περιποιούσης βίον· 1 τἀπιλήνι’ ἄγοντες Η: τὰ πηλινιάγοντες M, τὰ ras. πιλήνια ἄγοντες G, τὰ πήλινα ἂγοντεσ Α ἢ] οἱ Α 3 τοῖχον G1 .3 ἀλλ’ in ras. H: om. ceteri ἔργον ἐν ἔτει A δ’ Η2. om. ceteri 6 πάντα δρᾶν MAGH1, πάντα ἐᾶν Η2, παλίμφημα conicio, πάντως ἂν (om. ἡ) Turn., ταῦτα δρᾶν αἴσχιστον coni. Cohn ἡ] εἰ A 6. 7 οὐχ ὁ H2: om. ceteri 7 οὐ] ἐκ H2 γένους Η2: γένος ceteri 8 ἐμπεφώλευται Α 10 αἰρομένων G: αἰρομένων MH1, αἱρουμένων AH2, ἀραμένων coni. Mang. 11 ἀτιθάσσους Α 13 πότερον GH2; πρότερον MAH1 14 ἢ scripsi: ἡ codd. 14. 15 ἢ—εὔηθες om. Α τοὺς et ἀφεστῶτας Turn. 14 οὕτω H 15 μόνον ὅσα in ras. Η2 10 post πρόσεστιν add. ὑπομένειν vel similc verbum Mang. 18 post μηδενὸς add. ἀπήλαυσαν Η2 ἀπώναντο Cohn: ἀφ’ ὧν ἄν τὸ codd. post πρότερον add. εἶχον H2 20 ἔρχεται Mang.: εὔχεται MAG, ἔτυχε in ras. ῥητόν H2: ῥητέον ceteri ἔτι GH2: ἐπὶ MAH1 21 ἐπισκέψεις MAH1: ἐπισκήψεις GH2 ἔχει Mang. ex cod. Coll. Nov. 143: ἔχειν codd. εὑρεσιλόγων M, εὑρέσει λόγων Α 22 οὐ GH2: om. MAH1 25 νομίζειν coni. Mang. ἔπειθ’ ὅτι οὐ περὶ οἰκίας ἢ ἀμπελῶνος ἢ τῆς καθ’ ὁμολογίας ἐγγυηθείσης γυναικός ἐστιν ὁ λόγος αὐτῷ, ὅπως τὴν μὲν ὡς μνηστὴρ ἀγάγηται, τοῦ δ’ ἀμπελῶνος τὸν καρπὸν ὁ φυτουργὸς ἀποδρεψάμενος καὶ ἀποθλίψας, εἶτ’ ἐμπιὼν μεθύσματος ἀκράτου γανωθῇ, τὴν δ’ οἰκίαν ὁ ἀναδειμάμενος οἰκήσῃ, ἀλλὰ περὶ τῶν κατὰ ψυχὴν δυνάμεων, δι’ ὧν συμβέβηκεν ἀρχάς τε λαμβάνειν καὶ προκοπὰς καὶ τελειότητας ἐν πράξεσιν ἐπαινεταῖς· De_agricultura 158 αἱ μὲν τοίνυν ἀρχαὶ περὶ μνηστῆρα φιλοῦσι γίνεσθαι—καθάπερ γὰρ ὁ μνώμενος γυναῖκα μέλλων ἐπὰν ἀνὴρ οὐ γεγονὼς ἤδη, τὸν αὐτὸν τρόπον ὁ εὐφυὴς εὐγενῆ μὲν καὶ καθαρὰν ἄξεσθαι παρθένον, παιδείαν, ἐλπίζει, μνᾶται δ’ αὐτίκα—, αἱ δὲ προκοπαὶ περὶ γεωργόν—ὡς γὰρ ἐπιμελὲς τῷ φυτουργῷ τὰ δένδρα αὔξεσθαι, καὶ τῷ φιλομαθεῖ τὰ φρονήσεως θεωρήματα ποιῆσαι μηκίστην λαβεῖν ἐπίδοσιν —, αἱ δὲ τελειότητες περὶ δημιουργίαν οἰκίας τελειουμένης μέν, οὔπω δὲ πῆξιν λαβούσης. De_agricultura 159 ἁρμόττει δὴ πᾶσι τούτοις, ἀρχομένοις, προκόπτουσι, τετελειωμένοις, βιοῦν ἀφιλονείκως καὶ μὴ τῷ τῶν σοφιστῶν ἐπαποδύεσθαι πολέμῳ δύσεριν ταραχὴν ἐπὶ νοθείᾳ τἀληθοῦς ἀεὶ μελετώντων· ἐπειδὴ τἀληθὲς εἰρήνῃ φίλον, ἣ δυσμενὴς αὐτοῖς. De_agricultura 160 εἰ γὰρ εἰς τοῦτον ἀφίξονται τὸν ἀγῶνα πρὸς ἐμπειροπολέμους ἰδιῶται, παντελῶς ἁλώσονται· ὁ μὲν ἀρχόμενος, ὅτι ἄπειρος, ὁ δὲ προκόπτων, ὅτι ἀτελής, ὁ δὲ τέλειος, ὅτι οὔπω ἄτριβος ἀρετῆς· δεῖ δ’ ὥσπερ τὰ κονιάματα στηριχθῆναι βεβαίως καὶ λαβεῖν πῆξιν, οὕτως τὰς τῶν τελειωθέντων ψυχὰς κραταιωθείσας παγιώτερον ἱδρυθῆναι μελέτῃ συνεχεῖ καὶ γυμνάσμασιν ἐπαλλήλοις. De_agricultura 161 οἱ δὲ μὴ τούτων τυγχάνοντες παρὰ τοῖς φιλοσόφοις διαλεληθότες εἶναι λέγονται σοφοί· τοὺς γὰρ ἄχρι σοφίας ἄκρας ἐληλακότας καὶ τῶν ὅρων αὐτῆς ἄρτι πρῶτον ἁψαμένους ἀμήχανον εἰδέναι φασὶ τὴν ἑαυτῶν 1 ὁμολογίας MAG: ὁμολογίαν Η 2 μνηστὴρ Η2: μνηστῆρα ceteri 3 ἀγάγητε Α 4 γανωθῇ] πλημελεῖται ut vid. G2 5 οἰκήσει GH 6 προκοπὰς Mang.: προτροπὰς MAH, τροπὰς G 8 μέλλει H2 μέλλει γενέσθαι ἀνὴρ conicio, μελλόποσις ἀνὴρ coni. Mang. ἐπὰν] ἐπεὶ H2 γέγονεν Β2 9 αὔξεσθαι GH1 ἐλπίζει scripsi: ἐλπίζεται codd. 11 ἐπιμελὲς Turn.: ἐπιμελῶς codd. αὔξεσθαι Turn.: αὔξεται codd. 14 δὴ] δὲ H2 τούτοις πᾶσι Η τοῦ τοῖς Α 15 τετελειωμένης Α 16 πολέμῳ] ὁμίλῳ coni. Mang. δύσεριν Α: δύσερι MH, δυσερεῖ G νωθεία H2 αἰεὶ M 16. 17 μελετώντων Mang.: μελετῶν MAGH1, μελετῶντι H2 17 ἐπειδὴ—αὐτοῖς om. Α ἡ δυσμενὴς Turn.: ἢ δυσμενεῖς G, ἡδὺ μὲν εἰς MH αὐτοῖς Turn.: αὐτούς codd. 19 ὅτι ante ἄπειρος add. Turn.: om. codd. προκύπτων AG 20 ἐντριβὴς ἀρετῆς vel ἐνιδρυνθεὶς ἀρεταῖς coni. Mang., ὅτι ἔτι ἀτριβὴς conicio 20 — 128,10 δεῖ—ἡσυχάσαι add. m. rec. in mg. H 20 ὥσπερ δὲ δεῖ coni. Mang. 21 καὶ H: om. MAG 22 ἱδρυθῆναι MA: ἱδρυνθῆναι GH 24 εἶναι] ἑαυτοὺς coni. Mang. τελείωσιν· μὴ γὰρ κατὰ τὸν αὐτὸν χρόνον ἄμφω συνίστασθαι, τήν τε πρὸς τὸ πέρας ἄφιξιν καὶ τὴν τῆς ἀφίξεως κατάληψιν, ἀλλ’ εἶναι μεθόριον ἄγνοιαν, οὐ τὴν μακρὰν ἀπεληλαμένην ἐπιστήμης, ἀλλὰ τὴν ἐγγὺς καὶ ἀγχίθυρον αὐτῇ. De_agricultura 162 τοῦ μὲν οὖν καταλαμβάνοντος καὶ συνιέντος καὶ τὰς ἑαυτοῦ δυνάμεις ἐπισταμένου ἄκρως γένοιτ’ ἂν ἔργον πολεμῆσαι τῷ φιλέριδι καὶ σοφιστικῷ στίφει· νικήσειν γὰρ τὸν τοιοῦτον ἐλπίς. ᾧ δὲ ἔτι τὸ ἀγνοίας ἐπιπροσθεῖ σκότος, μήπω τοῦ τῆς ἐπιστήμης ἀναλάμψαι φέγγους ἰσχυκότος, ἀσφαλὲς οἴκοι καταμεῖναι, τουτέστιν εἰς τὴν περὶ ὧν ἄκρως οὐ κατείληφε μὴ παρελθεῖν ἅμιλλαν, ἀλλ’ ἠρεμῆσαί τε καὶ ἡσυχάσαι. De_agricultura 163 ὁ δ’ ὑπ’ αὐθαδείας ἐξενεχθείς, τὰ παλαίσματα τῶν ἀντιπάλων οὐκ εἰδώς, πρὶν δρᾶσαι, παθεῖν φθήσεται καὶ τὸν ἐπιστήμης θάνατον ἐνδέξεται, ὅς ἐστιν ἀργαλεώτερος τοῦ ψυχὴν καὶ σῶμα διακρίνοντος. De_agricultura 164 ὀφείλει δὲ τοῦτο συμβαίνειν τοῖς πρὸς τῶν σοφισμάτων ἀπατωμένοις· ὅταν γὰρ τὰς λύσεις αὐτῶν εὑρεῖν μὴ δυνηθῶσιν, ὡς ἀληθέσι τοῖς κατεψευσμένοις πεπιστευκότες ἀποθνῄσκουσι βίον τὸν τῆς ἐπιστήμης ταὐτὸν πεπονθότες τοῖς ὑπὸ κολάκων φενακιζομένοις· καὶ γὰρ τούτων ἡ τῆς ψυχῆς ὑγιαίνουσα καὶ ἀληθὴς ὑπὸ τῆς De_agricultura 165 φύσει νοσερᾶς ἐξωθεῖται καὶ ἀνατρέπεται φιλίας. συμβουλευτέον οὖν εἰς τοὺς τοιούτους ἀγῶνας μὴ παρέρχεσθαι τοῖς τε ἀρχομένοις τοῦ μανθάνειν—ἀνεπιστήμονες γὰρ—καὶ τοῖς προκόπτουσι, διότι οὐ τέλειοι, καὶ τοῖς πρῶτον τελειωθεῖσι, διότι λέληθεν αὐτοὺς ἄχρι πῇ τελειότης. De_agricultura 166 τῶν δὲ ἀπειθησάντων ἄλλος, φησίν, ἄνθρωπος τὴν μὲν οἰκίαν οἰκήσει, τὸν δ’ ἀμπελῶνα κτήσεται, τὴν δὲ γυναῖκα ἄξεται· τὸ δ’ ἐστὶν ἴσον τῷ αἱ λεχθεῖσαι δυνάμεις σπουδῆς, βελτιώσεως, τελειώσεως ἐπιλείψουσι μὲν οὐδέποτε, ἄλλοτε δὲ ἄλλοις ἐνομιλήσουσιν ἀνθρώποις ἐπιφοιτῶσαι καὶ τὰς ψυχὰς οὐ τὰς αὐτὰς * * * ἀμείβουσαι, σφραγῖσιν ὁμοιούμεναι. 3 ἀπεληλαμένην Η: ἀπεληλασμένην MAG ἐπιστήμης Turn.: ἐπιστήμην MAG, ἐπιστήμη H 4 ἀγχίθυρον Α: ἀγχήθυρον ceteri τοῦ μὲν οὑν scripsi: τοῦτο μὲν codd. 5 ἑαυτοῦ scripsi: ἑαυτῶν codd., αὐτῶν v ἐπισταμένου Turn.: ἐπισταμένους codd. ἄκρως ἐπισταμένου conicio 6 στίφει H2: στέφει MAG1H1, στήφει G2 7 ἐλπίς. ᾦ δὲ Mang. (Turn. ᾧδε): ἐλπὶς ὅδε M, ἐλπίσω δὲ MAH ἐπιπροσθεῖ σκότος Mang.: ἐπίπροσθεν εἰκότως codd. 7. 8 τοῦ et φέγγους scripsi: τὸ et φέγγος codd. 8 ἰσχυκότος codd.: ἰσχυκότι Turn. 12 τοῦ] τὴν G 13 ὀφείλει] φεῖ coni. Mang. 16 τῆς Turn.: τ’ codd. 16. 17 φαινακιζομένοις Α 17. 18 τῆς φύσει νοσερᾶς H2: φύσει τῆς νοερᾶς MGH1, ὑποφοιτήσει τῆς νοερᾶς Α 18 φιλία coni. Cohn 20 διότι Turn.: δι’ ὃν MGH, δι’ ὧν Α 21 τῆ. Η2: ποινὴ ceteri 22 δ’ Α 23 δὲ MH 23. 24 ἶσον τὸ ἐλεγχθεῖσαι Α 26 ἀμείβουσαι] ἀπομάττουσαι coni. Mang. ἀεὶ κατοικοῦσαι, ἀλλ’ ἐξ ἄλλων ἄλλας suppleo σφραγῖσιν Turn.: σφόδρα γ’ εἰσὶν codd. καὶ γὰρ αὗται τὸν κηρὸν ἐπειδὰν τυπώσωσι, De_agricultura 167 παθοῦσαι μηδὲν ἀπ’ αὐτῶν εἶδος ἐγχαράξασαι μένουσιν ἐν ὁμοίῳ· κἂν ὁ τυπωθεὶς συγχυθῇ κηρὸς καὶ ἀφανισθῇ, πάλιν ἕτερος ὑποβληθήσεται. ὥστε, ὦ γενναῖοι, μὴ νομίσητε φθειρομένοις συμφθείρεσθαι τὰς δυνάμεις ὑμῖν· ἀθάνατοι γὰρ οὖσαι μυρίους ἄλλους πρὸ ὑμῶν ἀσπάζονται τῆς ἀπ’ αὐτῶν εὐκλείας, οὓς ἂν αἴσθωνται μὴ ὥσπερ ὑμᾶς διὰ τὸ ῥιψοκίνδυνον ἀποδεδρακότας τὴν ὁμιλίαν αὐτῶν, ἀλλὰ προσιόντας καὶ θεραπευτικῶς ἀσφαλείας ἔχοντας. De_agricultura 168 εἰ δέ τις ἀρετῆς φίλος, εὐχέσθω τὰ καλὰ πάντα ἐμφυτευθῆναί τε αὑτῷ καὶ ἐπὶ τῆς ἑαυτοῦ ψυχῆς φανῆναι καθάπερ ἐν ἀνδριάντι καὶ γραφῇ τελείᾳ τὰς εἰς εὐμορφίαν συμμετρίας, λογιζόμενος ὅτι εἰσὶν ἔφεδροι μυρίοι, οἷς ἡ φύσις ἀντ’ αὐτοῦ δωρήσεται ταῦτα πάντα, εὐμαθείας, προκοπάς, τελειότητας. ἄμεινον δὲ πρὸ ἐκείνων αὐτὸν ἐκλάμψαι ταμιευόμενον τὰς ὑπὸ τοῦ θεοῦ δοθείσας ἀσφαλῶς χάριτας καὶ μὴ προενεγκόντα πόρθησιν ἐχθροῖς ἀφειδοῦσιν ἑτοιμοτάτην λείαν παρασχεῖν. De_agricultura 169 οὐκοῦν βραχὺ ὄφελος ἀρχῆς, ἣν τέλος αἴσιον οὐκ ἐσφράγισται. πολλάκις μέντοι καὶ τελειωθέντες τινὲς ἀτελεῖς ἐνομίσθησαν τῷ παρὰ τὴν ἰδίαν προθυμίαν, ἀλλὰ μὴ κατ’ ἐπιφροσύνην θεοῦ βελτιωθῆναι δόξαι, καὶ διὰ τοῦτο μέντοι τὸ δόξαι μετεωρισθέντες καὶ ἐξαρθέντες ἐπὶ μήκιστον ἀφ’ ὑψηλοτέρων χωρίων εἰς ἔσχατον κατενεχθέντες βυθὸν ἠφανίσθησαν· „ἐὰν“ De_agricultura 170 γάρ φησιν „οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεφάνην τῷ δώματί σου, καὶ οὐ ποιήσεις φόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ ὁ πεσὼν ἀπ’ αὐτοῦ“ (Deut. 22,8). De_agricultura 171 πτωμάτων γὰρ ἀργαλεώτατον θεοῦ τιμῆς ἀποπεσεῖν ὀλισθόντα, στεφανώσαντα πρὸ ἐκείνου ἑαυτὸν καὶ φόνον ἐμφύλιον ἐργασάμενον· κτείνει 1 παθοῦσαι μηδὲν ante μένουσιν vid. ponendum ἀπ’ αὐτῶν] τὸ αὑτῶν conicio 2 συγχυθῇ] συγχωρήσεται Η 2—4 κηρὸς—νομίσητε om. Η 4 νομίσητε] Μang. φθειρομένοις scripsi: συμφθειρομένοις codd. 5 ἀσπάζονται codd.: ἠσπάσαντο coni. Mang., ἠσπάζοντο μεταδιδοῦσαι conicio 5. 6 τῇ . . . coni. Cohn 8 ἀσφαλείας] φιλίας coni. Mang., μετ’ ἀσφαλείας conicio 9 τε MAG: om. H αὐτῶ codd. 11 οἶς] οὓς H δωρήσηται G 12 εὐμαθίας Α 14 μὴ om. Α πορθοῦσιν Α 15 οὔκουν GH ἣν G2H: ἢν M, ἣν AG1 ὅσιον L 16 ἐσφράγισται scripsi ἐσφραγίσθαι MA, ἐσφραγίσθη Η, ἐσφράγισεν G, sed σεν scr. G2 17 ἀλλὰ] ἀλλ’ ἐπεὶ H 18 τὸ δόξαι Turn.: δόξαι codd. μετεωρισθέντες Mang.: νεωτερισθέντες codd. 19 ὑψηλοτάτων conicio 21 στέφανον Α δώματι MAL: δόματι GH 21 ποιήσεις scripsi: ποιήσης codd. σου om. H ποιήσης M 22 ἀπ’ MA: ὑπ’ GH 23 πτωμάτων Mang.: πτῶμα. τῶν codd. ἀργαλεώτατον Mang.: ἀργαλεωτάτων codd. ὄλισθον τὰ M, ὀλισθήσαντα A 24 ἑαυτὸν πρὸ ἐκείνου conicio ἐργασάμενον Α: ἀρέσαντα ΜGH γὰρ τὴν ἑαυτοῦ ψυχὴν ὁ μὴ τὸ ὂν τιμῶν, ὡς ἀνόνητον αὐτῷ γενέσθαι παιδείας τὸ οἰκοδόμημα. παιδεία δὲ φύσιν ἔλαχε τὴν ἀγήρω, διόπερ καινὴν εἶπε τὴν οἰκίαν αὐτῆς· τὰ μὲν γὰρ ἄλλα χρόνῳ φθείρεται, ἡ δ’ ἐφ’ ὅσον πρόεισιν, ἐπὶ μήκιστον ἡβᾷ καὶ ἐπακμάζει τὸ ἀειθαλὲς εἶδος φαιδρυνομένη καὶ ταῖς συνεχέσιν ἐπιμελείαις καινουμένη. De_agricultura 172 κἀν τοῖς προτρεπτικοῖς μέντοι παραινεῖ τοὺς κτῆσιν ἀγαθῶν λαχόντας πλείστην μὴ ἑαυτοὺς ἀναγράψαι τῆς κτήσεως αἰτίους, ἀλλὰ „μνησθῆναι θεοῦ τοῦ διδόντος ἰσχὺν ποιῆσαι δύναμιν“ (Deut. 8,18). De_agricultura 173 τοῦτο μὲν οὖν τὸ εὐπραγίας ἦν πέρας, ἀρχαὶ δ’ ἐκεῖναι· ὥστε τοὺς ἐκλανθανομένους τοῦ τέλους μηδὲ τῆς τῶν κτηθέντων ἀρχῆς εὖ ἂν ἔτ’ ἀπόνασθαι. τούτοις μὲν οὖν ἑκούσια γίνεται διὰ φιλαυτίαν τὰ σφάλματα οὐχ ὑπομένουσι τὸν φιλόδωρον καὶ τελεσφόρον θεὸν αἴτιον ἀποφῆναι τῶν ἀγαθῶν. De_agricultura 174 εἰσὶ δ’ οἳ πάντα κάλων εὐσεβείας ἀνασείσαντες ἐνορμίσασθαι τοῖς λιμέσιν αὐτῆς ταχυναυτοῦντες ἐσπούδασαν, κἄπειτ’ οὐ μακρὰν ἀφεστηκότων, ἀλλ’ ἤδη μελλόντων προσέχειν, αἰφνίδιον ἐξ ἐναντίας καταρραγὲν πνεῦμα πλησίστιον εὐθυδρομοῦν τὸ σκάφος ἀνέωσεν, ὡς ὑποκεῖραι πολλὰ τῶν πρὸς εὔπλοιαν συνεργούντων. De_agricultura 175 τούτους οὐκ ἄν τις ἔτι θαλαττεύοντας αἰτιάσαιτο· ἀκούσιος γὰρ αὐτοῖς ἐπειγομένοις γέγονεν ἡ βραδυτής. τίς οὖν ἀπεικάζεται τούτοις ἢ ὁ τὴν 1 τὸ ὂν τιμῶν ὡς G2H: τὸ ὄν τῖμόν ὡς G1, τῶ ὄντι μόνως M, τὸ ἔντιμον ὡς Α ἀνόνητον M: ἀνόητον AGU 2 παιδείαν Α φύσιν Turn.: φησιν codd. ἀγήρων V 3 γὰρ om. Η .5 εἶδος] ἦθος Α καινουμένη Α1G2: κενουμένη ceteri (5 παραινῇ Α 7 καὶ post ἀλλὰ add. Η 10 ἀρχῆς add. Maag. εὑ ἄν GH: εὔαν M, ἐᾶν Α ἔτ’ ἀπόνασθαι scripsi: ἀπαπόνασθαι codd. 12 φιλόδωρον Mang.: θεόφιλον codd. 13 κάλον AG ἀνασείσαντες Η: ἀναπείσαντες MG, ἀναπτήσαντες Α 14 κἄπειτ’ Α: καὶ ἔπειτ’ G2, κἀπὶ τοῦ MG1H 15 ἀφεστηκότων ΑG2 (Turn.): ἀφεστηκότας MG1, ἀφεστηκότες H ἐξεναντίας codd. 16 πλησίστιον Mang.: πλησίον codd. ἀνέωσεν ὡς Turn.: ἀνώσεως MGH, ἀνέσεως Α 18 θαλαττεύοντας ἔτι H αἰτιάσαιτο G (Mang.): εὐαγιάσαιτο ΜΗ, ναυαγιάσαιτο Α αὐταῖς Η 19 ἐπειγομένοις Mang.: ἐπιγιγνόμενος MG1H, ἐπιγινόμενος Α, ἐπιγιγνομένη (f-, ἐπιγιγνομένοις Turn. γέγονεν] γίνεται Α 19 sqq. Clemens Paedag. I p. § 5 p. 100 P: καί μοι δοκεῖ παγκάλως διὰ Μωυσέως φάσκειν ὁ παιδαγωγός· ἐάν τις ἀποθάνῃ ἐπ’ αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ καὶ ξυρήσεται τὴν ἀκούσιον ἁμαρτίαν αἰφνίδιον θάνατον προσειπών . . . . ἔπειτα ὀλίγα προσειπὼν ἐπιφέρει „αἱ δὲ ἡμέραι αἱ πρότεραι ἀλόγοις, δι’ ὧν δῆλον ὅτι αἰ ἁμαρτίαι μηνύονται αἱ μὴ γεγονυῖαι κατὰ λόγον. καὶ τὸ μὲν ἀκούσιον αἰφνίδιον προσεῖπεν, τὸ δὲ ἁμαρτάνειν ἄλογον. μεγάλην λεγομένην εὐξάμενος εὐχήν; „ἐὰν γάρ τις“ φησίν „ἀποθάνῃ ἐπ’ αὐτῷ αἰφνίδιον, παραχρῆμα μιανθήσεται ἡ κεφαλὴ εὐχῆς αὐτοῦ, καὶ ξυρήσεται“· εἶτα ὀλίγα προσειπὼν ἐπιφέρει· „αἱ δ’ ἡμέραι αἱ πρότεραι ἄλογοι ἔσονται, ὅτι ἐμιάνθη κεφαλὴ εὐχῆς αὐτοῦ“ (Num. 6,9. 12)· De_agricultura 176 δι’ ἀμφοτέρων τοίνυν, τοῦ τε „αἰφνίδιον“ καὶ τοῦ „παραχρῆμα“ εἰπεῖν, ἡ ἀκούσιος παρίσταται τῆς ψυχῆς τροπή· πρὸς μὲν γὰρ τὰ ἑκούσια τῶν ἁμαρτημάτων εἰς τὸ βουλεύσασθαι ποῦ καὶ πότε καὶ πῶς πρακτέον χρόνου δεῖ, τὰ δὲ ἀκούσια ἐξαίφνης, ἀπερισκέπτως καί, εἰ οἷόν τε τοῦτ’ εἰπεῖν, ἀχρόνως κατασκήπτει. De_agricultura 177 χαλεπὸν γὰρ ὥσπερ τοὺς δρομεῖς ἀρξαμένους ὁδοῦ τῆς πρὸς εὐσέβειαν ἀπταίστως καὶ ἀπνευστὶ διευθῦναι τὸν δρόμον, ἐπειδὴ μυρία ἐμποδὼν παντὶ τῷ γενομένῳ. De_agricultura 178 πρότερον μὲν οὖν , ὃ ἓν καὶ μόνον εὐεργεσία, μηδενὸς τῶν κατὰ γνώμην ἀδικημάτων ἐφάψασθαι πᾶσάν τε τὴν ἀμήχανον τῶν ἀκουσίων πληθὺν ἰσχῦσαι διώσασθαι· δεύτερον δὲ τὸ μήτε πολλοῖς τῶν ἀκουσίων μήτ’ ἐπὶ μήκιστον χρόνον ἐνδιατρῖψαι. De_agricultura 179 παγκάλως δὲ τὰς τῆς ἀκουσίου τροπῆς ἡμέρας εἶπεν ἀλόγους, οὐ μόνον ἐπειδὴ τὸ ἁμαρτάνειν ἄλογον, ἀλλ’ ὅτι καὶ τῶν ἀκουσίων λόγον οὐκ ἔστιν ἀποδοῦναι. παρὸ καὶ πυνθανομένων πολλάκις τὰς τῶν πραγμάτων αἰτίας φαμὲν μήτ’ εἰδέναι μήτ’ εἰπεῖν δύνασθαι· μήτε γὰρ γιγνομένων συμπαραληφθῆναι, ἀλλὰ καὶ τὴν ἄφιξιν αὐτῶν ἀγνοῆσαι. De_agricultura 180 σπάνιον οὖν εἴ τῳ δωρήσεται ὁ θεὸς ἀπ’ ἀρχῆς ἄχρι τέλους σταδιεῦσαι τὸν βίον μήτ’ ὀκλάσαντι μήτ’ ὀλισθόντι, ἀλλ’ ἑκατέραν φύσιν ἀδικημάτων, ἑκουσίων τε καὶ ἀκουσίων, ῥύμῃ καὶ φορᾷ τάχους ὠκυδρομωτάτου 2 ἐπ’ αὐτῷ] ἑαυτῶ Α αἰφνίδιον scripsi: αἰφνιδίως codd. 3 ξυρήσεται] ῥυήσεται H προειπὼν Α δὲ Α 4 ἡ κεφαλὴ Η 5 τοίνυν MA: om. GH εἰπεῖν post αἰφνίδιον transpos. Α, fort. del. 7 γὰρ add. Turn. 9 εἰπεῖν τοῦτο Α 12 οὖν addidi ὃ ἐν MH: ἓν G, νοεῖν Α μόνον GH: μεῖζον MA 14 ἀκουσίων scripsi: ἑκουσίων codd. ἰσχῦσαι Α: ἴσχυσε MGH τῶν MAG Clem.: om. H 15 ἐνδιατρῖψαι Hoeschel ad Clem.: διατρῖψαι codd. τὰς scripsi: τὸ codd. 18 παρ’ ὃ AG 19 μὴ γὰρ coni. Cohn 22 ὀλισθόντι MG: ὀλισθήσαντι ΑΗ, ὀλισθῶντι DK, ὀλισθέντι Dc 23 ὠκυδρομωτάτους H, ὠκυδρομώτατον DC 12—15 Clem. Paedag. I § 4 p. 99 P: ἄριστον μέν οὖν τὸ μηδ’ ὅλως ἐξαμαρτάνειν κατὰ τρόπον, ὃ δή φαμεν εἶναι θεοῦ· δεύτερον δὲ μηδενὸς τῶν κατὰ γνώμην ἐφάψασθαί ποτε ἀδικημάτων, ὅπερ οἰκεῖον σοφοῦ· τρίτον μὴ πάνυ πολλοῖς τῶν ἀκουσίων περιπεσεῖν, ὅπερ ἴδιον παιδαγωγουμένων εὐγενῶς· τὸ δὲ μὴ ἐπὶ μήκιστον ἐνδιατρῖψαι τοῖς ἁμαρτήμασιν τελευταῖον τετάχθω. 20—132,1 DC fol. 46v DK fol. 116r ἐκ τοῦ περὶ σπάνιον εἴ τῳ—ὑπερπτῆναι. ὑπερπτῆναι. De_agricultura 181 ταῦτα μὲν οὖν ἀρχῆς τε πέρι καὶ τέλους εἴρηται διὰ Νῶε τὸν δίκαιον, ὃς τὰ πρῶτα καὶ στοιχειώδη τῆς γεωργικῆς κτησάμενος τέχνης ἄχρι τῶν περάτων αὐτῆς ἐλθεῖν ἠσθένησε· λέγεται γὰρ ὅτι „ἤρξατο γῆς εἶναι γεωργός“, οὐ τῶν ὅρων τῶν ἄκρας ἐπιστήμης ἐλάβετο. τὰ δὲ περὶ τῆς φυτουργίας εἰρημένα αὐτοῦ λέγωμεν αὖθις. 1 ὑπερβῆναι coni. Mang. καὶ περὶ τέλους L 3 ἠσθένησεν G γὰρ] δὲ Α 4 ὅρων Richter (ex Gelenii versione): ὀρῶν MGH, ὁρῶν Α τῶν scripsi: τἀς codd. .5 αὐτῷ coni. Mang. λέγωμεν Turn.: λέγομεν GH, λέγων MA