Quod_deus_sit_immutabilis 1 „Καὶ μετ’ ἐκεῖνο„ φησίν „ὡς ἂν εἰσεπορεύοντο οἱ ἄγγελοι τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγέννων αὑτοῖς„ (Gen. 6, 4). οὐκοῦν ἄξιον σκέψασθαι, τίνα ἔχει λόγον τὸ „μετ’ ἐκεῖνο„. ἔστι τοίνυν ἀναφορὰ δεικνύουσά τι τῶν προειρημένων ἐναργέστερον. Quod_deus_sit_immutabilis 2 προείρηται δὲ περὶ θείου πνεύματος, ὃ καταμεῖναι μέχρι τοῦ παντὸς αἰῶνος ἐν πολυσχιδεῖ καὶ πολυμόρφῳ ψυχῇ σαρκῶν ὄχλον βαρύτατον ἄχθος ἀνημμένῃ δυσεργότατον εἶπεν εἶναι. μετ’ ἐκεῖνο δὴ τὸ πνεῦμα οἱ ἄγγελοι πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων εἰσίασιν. Quod_deus_sit_immutabilis 3 ἕως μὲν γὰρ ἐλλάμπουσι τῇ ψυχῇ καθαραὶ φρονήσεως αὐγαί, δι’ ὧν τὸν θεὸν καὶ τὰς αὐτοῦ δυνάμεις ὁρᾷ ὁ σοφός, οὐδεὶς τῶν ψευδαγγελούντων ἐπεισέρχεται τῷ λογισμῷ, ἀλλ’ ἔξω περιρραντηρίων ἅπαντες εἴργονται· ὅταν δὲ ἀμυδρωθὲν ἐπισκιασθῇ τὸ διανοίας φῶς, οἱ τοῦ σκότους ἑταῖροι παρευημερήσαντες πάθεσι τοῖς κατεαγόσι καὶ τεθηλυμμένοις, ἃς θυγατέρας εἴρηκεν ἀνθρώπων, συνέρχονται καὶ γεννῶσιν ἑαυτοῖς, οὐ τῷ θεῷ. Quod_deus_sit_immutabilis 4 τὰ μὲν γὰρ οἰκεῖα τοῦ θεοῦ γεννήματα αἱ ὁλόκληροι ἀρεταί, τὰ δὲ συγγενῆ φαύλων φίλωνος ὅτι ἄτρεπτον τὸ θεῖον MAGH, φίλωνος ἰουδαίου ὅτι ἄτρεπτόν ἐστι τὸ θεῖον λόγος θ U, περὶ τοῦ ὅτι ἄτρεπτόν ἐστι τὸ θεῖον F, τοῦ αὐτοῦ ὅτι ἄτρεπτον τὸ θεῖον P, cf. Prolegomeua ἐγέννων MA: ἐγεννῶσαν ceteri αὐτοῖς Α: αὐτοῖς ceteri o οὐκ ἀνάξιον U 4 διαφορὰ UF ἐναργέστατον P 5 τοῦ orn. UF 6 πολυσχεδεῖ UFH’L πολυτρόπῳ coni. Mang. ὄχλον] ὄγκον coni. Mang. 7 εἶπεν Α: εἰπεῖν ceteri 9 ἐλλάμπουσι M.\n-: ἐκλάμπουσι ceteri 10 δύναται ὁρᾶν conicio ὁρᾶν G 12 ἀμβλυθἐν U, ἀμβλυνθὲν F ἐ-ιισκιασθὲν UF ἀμυδρωθῇ ante τὸ add. U ἑταῖροι] spatium iu M, om. AG 13 τεθηλυμἐνοις AUF 15 αἱ] ἀεὶ UF τῶν φαύλων GUFL2 αἱ ἀνάρμοστοι κακίαι. μάθε δ’, εἰ θέλεις, ὦ διάνοια, τὸ μὴ ἑαυτῇ γεννᾶν οἷόν ἐστι παρὰ Ἀβραὰμ τοῦ τελείου, ὃς τὸ ἀγαπητὸν καὶ μόνον τῆς ψυχῆς ἔγγονον γνήσιον, τῆς αὐτομαθοῦς σοφίας εἰκόνα ἐναργεστάτην, ἐπίκλησιν Ἰσαάκ, ἀνάγει θεῷ καὶ ἀποδίδωσι μετὰ πάσης εὐθυμίας ἀναγκαῖον καὶ ἁρμόττον χαριστήριον συμποδίσας, ὥς φησιν ὁ νόμος (Gen. 22,2.9), τὸ καινουργηθὲν ἱερεῖον, ἤτοι παρ’ ὅσον ἐπ’ οὐδενὸς θνητοῦ βαίνειν ἅπαξ ἐπιθειάσας ἠξίου, ἢ παρ’ ὅσον ἀνίδρυτον καὶ ἄστατον κατεῖδε τὴν γένεσιν, ὅτε τὴν περὶ τὸ ὂν ἀνενδοίαστον ἔγνω βεβαιότητα, ᾗ λέγεται πεπιστευκέναι (Gen. 15,6). Quod_deus_sit_immutabilis 5 τούτου γίνεται μαθητρὶς καὶ διάδοχος Ἄννα, τῆς τοῦ θεοῦ δώρημα σοφίας· ἑρμηνεύεται γὰρ χάρις αὐτῆς. ἐπειδὴ γὰρ ἐγκύμων ἐγένετο παραδεξαμένη θείας γονὰς καὶ τελεσφόροις ἐχρήσατο ὠδῖσι, τὸν τεταγμένον ἐν τῇ τοῦ θεοῦ τάξει τρόπον ἀποκυήσασα, ὃν ἐπεφήμισε Σαμουήλ — καλεῖται δ’ ἑρμηνευθεὶς τεταγμένος θεῷ —, λαβοῦσα ἀνταποδίδωσι τῷ δόντι μηδὲν ἴδιον ἑαυτῆς κρίνουσα ἀγαθόν, ὃ μὴ χάρις ἐστὶ θεία. Quod_deus_sit_immutabilis 6 λέγει γὰρ ἐν τῇ πρώτῃ τῶν βασιλειῶν αὕτη τὸν τρόπον τοῦτον· „δίδωμί σοι αὐτὸν δοτόν“ (I Reg. 1,28), ἐν ἴσῳ τῷ δοτὸν ὄντα, ὥστ’ εἶναι „τὸν δεδομένον δίδωμι“, κατὰ τὸ ἱερώτατον Μωυσέως γράμμα τοῦτο· „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσετε προσφέρειν ἐμοί“ Quod_deus_sit_immutabilis 7 (Num. 28,2.) τίνι γὰρ εὐχαριστητέον 1 ἐνάρμοστοι H1P δ’] δὴ conicio τὸ] τῶ ex corr. G,H ἑαυτῇ GUF: αὐτῶ MAPH1, ἑαυτῶ H2 2 τὸ post ἐστὶ add. UFL2 ὃς] ὡς UF 3 ἔκγονον conicio 5 ἁρμόζον Α 6 οὐδενὸς ἔτι θνητοῦ UF 7 εὐείδρυτον U, ἀίδρυτον F 10 αὐτῆς MAPH1: αὐτὴ GH2, αὐτὴ U, αὕτη F 11 γονὰς θείας UF ταῖς τελεσφόροις GH2 13 ἐπεφήμισε Mang.: ἐφήμισε codd, δὲ MGU 14 κρίνασα AD 14—18 ἀγαθόν. ἔφη γάρ· δοτὸν ὄντα δίδωμι αὐτὸν τῷ δόντι θεῷ κατὰ τὸ ἱερώτατον τοῦ νόμου πρόσταγμα τὸ φάσκον· δῶρά μου D 14 ὃ] ὦ Α 15 αὐτῆς G 16 ὄντα post τοῦτον add. G τῷ] τὸν Α 17 δοτὸν ὄντα] δοτῶν ὦ (sic) G 18 Μωυσέως U: Μωυσέος GF, Μώσεως MAP, Μωσέος Η γράμμα Μωυσ. transpos. UF τὰ δῶρα—ἐμοὶ] τὴν προσφοράν μου ἄρτον μου εἰς πυρόν μου διατηρήσεται τοῦ προσφέρειν ἐμοί (μοι UF 19 διατηρήσεται AG, διατηρήσατε D μοι D 9. 10 R fol. 91r τοῦ αὐτοῦ. τούτου γίνεται μαθητρὶς καὶ διάδοχος ἄννα. 19—58,5. 14—19 DC fol. 254r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων DR fol. 269v τοῦ αὐτοῦ: τίνι εὐχαριστητέον πλὴν θεῷ—καθαρεύσωμεν ἀδικημάτων. pergunt lin. 14—19: οὕτως ἡ Ἀννα τὸν Σαμουὴλ ἀντιδίδωσι τῷ δόντι—προσφέρειν μοι. 18 sqq. Origenes, Homilia XXIII 2 in Numeros p. 357 (ad eundem locum): nemo suum aliquid offert deo, sed quod offert, domini est; et non tam sua quis offert deo quam ipsi quae sua sunt reddit . . . . a me enim cuncta quae habet humanum genus percipit. ἄλλῳ πλὴν θεῷ; διὰ τίνων δὲ ὅτι μὴ διὰ τῶν ὑπ’ αὐτοῦ δοθέντων; οὐδὲ γὰρ ἄλλων εὐπορῆσαι δυνατόν. χρεῖος δ’ οὐδενὸς ὢν κελεύει προσφέρειν αὑτῷ τὰ ἑαυτοῦ δι’ ὑπερβολὴν τῆς πρὸς τὸ γένος ἡμῶν εὐεργεσίας· μελετήσαντες γὰρ εὐχαριστητικῶς ἔχειν καὶ τιμητικῶς αὐτοῦ καθαρεύσομεν ἀδικημάτων ἐκνιψάμενοι τὰ καταρρυπαίνοντα τὸν βίον ἔν τε λόγοις καὶ ἐννοίαις καὶ ἔργοις. Quod_deus_sit_immutabilis 8 καὶ γὰρ εὔηθες εἰς μὲν τὰ ἱερὰ μὴ ἐξεῖναι βαδίζειν, ὃς ἂν μὴ πρότερον λουσάμενος φαιδρύνηται τὸ σῶμα, εὔχεσθαι δὲ καὶ θύειν ἐπιχειρεῖν ἔτι κεκηλιδωμένῃ καὶ πεφυρμένῃ διανοίᾳ. καίτοι τὰ μὲν ἱερὰ λίθων καὶ ξύλων ἀψύχου τῆς ὕλης πεποίηται, καθ’ αὑτὸ δὲ καὶ τὸ σῶμα ἄψυχον· ἀλλ’ ὅμως ὂν ἄψυχον ἀψύχων οὐ προσάψεται μὴ περιρραντηρίοις καὶ καθαρσίοις ἁγνευτικοῖς χρησάμενον, ὑπομενεῖ δέ τις τῷ θεῷ προσελθεῖν ἀκάθαρτος ὢν ψυχὴν τὴν ἑαυτοῦ τῷ καθαρωτάτῳ, καὶ ταῦτα μὴ μέλλων μετανοήσειν; Quod_deus_sit_immutabilis 9 ὁ μὲν γὰρ πρὸς τῷ μηδὲν ἐπεξεργάσασθαι κακὸν καὶ τὰ παλαιὰ ἐκνίψασθαι δικαιώσας γεγηθὼς προσίτω, ὁ δ’ ἄνευ τούτων δυσκάθαρτος ὢν ἀφιστάσθω· λήσεται γὰρ οὐδέποτε τὸν τὰ ἐν μυχοῖς τῆς διανοίας Quod_deus_sit_immutabilis 10 ὁρῶντα καὶ τοῖς ἀδύτοις αὐτῆς ἐμπεριπατοῦντα. τῆς μέντοι θεοφιλοῦς ψυχῆς δεῖγμα ἐναργέστατόν ἐστι καὶ τὸ ᾆσμα, ἐν ᾧ περιέχεται τὸ „στεῖρα ἔτεκεν ἑπτά, ἡ δὲ πολλὴ ἐν τέκνοις ἠσθένησε“ (I Reg. 2, 5)· καίτοι γε ἑνός ἐστι μήτηρ τοῦ Σαμουὴλ ἡ λέγουσα. Quod_deus_sit_immutabilis 11 πῶς οὖν ἑπτὰ τετοκέναι φησίν, εἰ μή τι μονάδα ἑβδομάδι τὴν αὐτὴν φυσικώτατα νομίζει, οὐ μόνον ἐν ἀριθμοῖς, ἀλλὰ καὶ ἐν τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ ἐν τοῖς τῆς ἐναρέτου λόγοις ψυχῆς; ὁ γὰρ τεταγμένος μόνῳ θεῷ Σαμουήλ, ἄλλῳ δὲ τὸ παράπαν συνιὼν μηδενί, κατὰ τὸ ἓν καὶ τὴν μονάδα, τὸ 1 ὅτι μὴ] ἡ HP, εἰ μὴ D δοθέντων ἡμῖν D 2 χρῄζων δὲ οὐδενὸς κελεύει D 3 αὑτῶ M: αὐτῶ ceteri τὰ ἑαυτοῦ D αὐτοῦ DC): om. codd. 4 εὐχαριστητικῶς MH1P,Dc in mg.: εὐχαριστικῶς ceteri D καὶ τιμητικῶς ἔχειν (om. αὐτοῦ) D 5 καθαρεύσομεν F: καθαρεύσωμεν ceteri D 6 ἐννοίαις scripsi (an διανοίαις, διανοήσεσι?): ὀνείδεσι MAGHP, εἴδεσι UF, νοήμασι vel νοήσεσι coni. Cohn νομιζόμενα ante ἱερὰ add. G 7 λουσάμενος πρότερον UF φαιδρύνεται AU 8 δὲ om. U ἔτι om. Η1P, ἐπὶ Η2 10 πεποίηται UF: πεποίηνται ceteri κατ’ αὐτὸ UF 10. 11 ἀλλ’ ὅμως καθιδρυμένον ὃν ἄψυχον UF, mg. L καθιδρυμένον delevi): om. ceteri 12 ὑπομένει U, ὑπομεῖναι Α 13 μετανοήσειν Α 14 τῷ] τὸ AU ἐξεργάσασθαι G, εἰργάσθαι F 15 δυσκατόρθωτος PH1 16 τὸν om. U 17 αὐτοῖς ACP 18 τὸ] τόδε F 19 ἡ δὲ] καὶ ἡ Α 21 εἰ—αὐτὴν] ἡ μονὰς ἑβδοματικὴν αὐτὴν UF εἰ μή τι om. Α τι M: τὴν G, τις ceteri 21. 22 νομίζοι HP 23 ἐναρέτου] ἐπ’ ἀρετὴ Α θεῶ μόνω H, μόνῳ om. UF 24 συνεῖναι UF ὄντως ὄν, κεκόσμηται. Quod_deus_sit_immutabilis 12 αὕτη δ’ ἡ κατάστασίς ἐστιν ἑβδομάδος, ἀναπαυομένης ἐν θεῷ ψυχῆς καὶ περὶ μηδὲν τῶν θνητῶν ἔργων ἔτι πονουμένης, κατὰ ἀπόλειψιν ἑξάδος, ἣν ἀπένειμε τοῖς τὰ πρωτεῖα λαβεῖν μὴ δυνηθεῖσι, δευτερείων δ’ ἐξ ἀνάγκης μεταποιουμένοις. Quod_deus_sit_immutabilis 13 τὴν μὲν οὖν στεῖραν, οὐ τὴν ἄγονον, ἀλλὰ τὴν στερρὰν καὶ ἔτι σφριγῶσαν, τοὺς διὰ καρτερίας καὶ ἀνδρείας καὶ ὑπομονῆς ἐπὶ κτήσει τοῦ ἀρίστου διαθλοῦσαν ἄθλους, ἑβδομάδι τὴν ἰσότιμον μονάδα τίκτειν εἰκὸς ἦν· εὔτοκος γὰρ καὶ εὔπαις ἡ φύσις. Quod_deus_sit_immutabilis 14 τὴν δὲ πολλὴν ἀσθενεῖν ἐν τέκνοις εἶπεν ἀψευδῶς καὶ σφόδρα ἐναργῶς· ὅταν γὰρ μία οὖσα ψυχὴ πολλὰ ὠδίνῃ τοῦ ἑνὸς ἀποστᾶσα, μυρία κατὰ τὸ εἰκὸς γίνεται, κἄπειτα πλήθει τέκνων ἐξηρτημένων βαρυνομένη καὶ πιεζομένη—ἔστι δὲ ἠλιτόμηνα καὶ ἀμβλωθρίδια τὰ πλεῖστα αὐτῶν — ἐξασθενεῖ. Quod_deus_sit_immutabilis 15 τίκτει μὲν γὰρ τὰς πρὸς σχήματα καὶ χρώματα δι’ ὀφθαλμῶν ἐπιθυμίας, τίκτει δὲ τὰς πρὸς φωνὰς δι’ ὤτων, ἐγκύμων δ’ ἐστὶ καὶ τῶν γαστρὸς καὶ τῶν ὑπ’ αὐτήν, ὥστε πολλῶν ἐκκρεμαμένων ἐγγόνων βαρύτατον ἄχθος φέρουσα παρίεται καὶ χεῖρας ὑπ’ ἀσθενείας καθεῖσα ἀπολέγεται. τοῦτον μὲν δὴ τὸν τρόπον ἡττῆσθαι συμβαίνει πᾶσιν, ὅσοι φθαρτοῖς ἑαυτοῖς φθαρτὰ γεννῶσιν. Quod_deus_sit_immutabilis 16 ἔνιοι δ’ οὐχ ἧτταν μόνον ἀλλὰ καὶ θάνατον ὑπὸ φιλαυτίας ἀνεδέξαντο. ὁ γοῦν Αὐνάν, „αἰσθόμενος ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα“ (Gen. 38, 9), οὐ πρότερον ἐπαύσατο τὸ λογικόν, ὅπερ ἄριστον τῶν ὄντων γένος ἐστί, διαφθείρων ἢ καὶ αὐτὸς ἀνεδέξατο φθορὰν παντελῆ, σφόδρα ὀρθῶς καὶ προσηκόντως· Quod_deus_sit_immutabilis 17 εἰ γὰρ ἅπαντα πράξουσί τινες αὑτῶν ἕνεκα, μὴ γονέων τιμῆς, μὴ παίδων εὐκοσμίας, μὴ σωτηρίας πατρίδος, μὴ νόμων φυλακῆς, μὴ ἐθῶν βεβαιότητος, μὴ ἰδίων μὴ κοινῶν ἐπανορθώσεως, μὴ ἱερῶν ἁγιστείας, μὴ τῆς πρὸς θεὸν εὐσεβείας ἐπιστρεφόμενοι, 1 δ’ ἡ] δὴ AG 1. 2 ἀναπαυσομένης F 2 ψυχῆς om. G 2. 3 μεταποιουμένης Α 7 ἄθλους om. AG, ἄθλου M ἑβδομάδι MH1P: ἑβδομάδα AGUFH2 τὴν] τὸν Η μονάδα MAGPH1: μονάδι UFH 2 ἦν] ὧν H εὔτοκος MAGUF: εὔτεκνος HP γὰρ om. HP 9 σφόδρα om. UF πολλὴ A ὠδίνει UF 10 γίγνεται UF κἀπὶ τὰ πλήθη Α 11 εἰλητόμηνα H1P καὶ] ἢ F δ’ post πλεῖστα add. UF 12 ἐξασθενεῖν Α τὰς UF: τὰ ceteri προσχήματα MAGP πρὸς χρώματα καὶ σχήματα UF 13 τἀς] τὰ H προσφωνὰς AGF 14 καὶ τῶν om. UF αὐτὴν UFHP: αὐτῆς MAG 15 ἐκγόνων conicio παρείεται G, παρεῖται Η2 17 ἑαυτῶ G 18 ἧτταν UFH2: ἧττον ceteri ὑπὸ G: ὑπὲρ ceteri 19 Αὐνὰν MG: Αὔναν Α, Ἄνναν PH1, κατ’ Ἄνναν Η 2, ἀν’ ὢν text. U (corr. in mg.), ὧν ἄν F ἀναισθόμενος U, corr. in mg. οὐχ αὐτῶ H2 τὸ om. UF 20 ὄντων] φύντων G ἐστὶ γένος UF 21 ἄν ἐδέξατο H 2 22 πράξουσι FP: πράξωσι ceteri αὑτῶν H 2: αὐτῶν ceteri 24 ἐθνῶν GUFH μὴ ante κοινῶν om. Α 25 ἁγιστείας UF, ἁγιστίας HP, ἀγιστίας Α κακοδαιμονήσουσιν. Quod_deus_sit_immutabilis 18 ἑνὸς γὰρ ὧν εἶπον χάριν ἀντικαταλλάξασθαι καὶ αὐτὸ τὸ ζῆν εὐκλεές, οἱ δ’ ἄρα καὶ ἀθρόων τῶν οὕτω περιμαχήτων φασίν, εἰ μή τινα ἡδονὴν μέλλοι περιποιεῖν, κατολιγωρήσειν. τοιγάρτοι πονηρὰν εἰσήγησιν ὁ ἀδέκαστος θεὸς ἐκφύλου δόγματος, ἐπίκλησιν Αὐνάν, ἐκποδὼν ἀνελεῖ. Quod_deus_sit_immutabilis 19 παραιτητέοι δὴ πάντες οἱ γεννῶντες αὑτοῖς, τὸ δ’ ἐστὶν ὅσοι τὸ ἴδιον λυσιτελὲς μόνον θηρώμενοι τῶν ἄλλων ὑπερορῶσιν, ὥσπερ αὑτοῖς μόνοις φύντες, οὐχὶ δὲ μυρίοις ἄλλοις, πατρί, μητρί, γυναικί, τέκνοις, πατρίδι, ἀνθρώπων γένει, εἰ δὲ δεῖ προελθόντας τι περαιτέρω φάναι, οὐρανῷ, γῇ, τῷ παντὶ κόσμῳ, ἐπιστήμαις, ἀρεταῖς, τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· ὧν ἑκάστῳ κατὰ δύναμιν ἀπονεμητέον τὸ ἁρμόττον μὴ τὰ πάντα προσθήκην ἑαυτοῦ, ἑαυτὸν δὲ τῶν πάντων νομίζοντα. Quod_deus_sit_immutabilis 20 Τούτων μὲν δὴ ἅλις, τὰ δ’ ἀκόλουθα τῷ λόγῳ συνυφήνωμεν. „ἰδὼν“ οὖν φησι "κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ ἐπιμελῶς τὰ πονηρὰ πάσας τὰς ἡμέρας, ἐνεθυμήθη ὁ θεός, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς, καὶ διενοήθη. καὶ εἶπεν ὁ θεός· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς“ (Gen. 6,5—7). Quod_deus_sit_immutabilis 21 ἴσως τινὲς τῶν ἀνεξετάστων ὑποτοπήσουσι τὸν νομοθέτην αἰνίττεσθαι, ὅτι ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων ὁ δημιουργὸς μετέγνω κατιδὼν τὴν ἀσέβειαν αὐτῶν, ἧς χάριν αἰτίας ἐβουλήθη σύμπαν διαφθεῖραι τὸ γένος. ἀλλ’ ἴστωσαν ὅτι ταῦτα δοξάζοντες ἐπελαφρίζουσι καὶ ἐπικουφίζουσι τὰ τῶν παλαιῶν ἐκείνων ἁμαρτήματα δι’ ὑπερβολὴν τῆς περὶ αὐτοὺς ἀθεότητος. Quod_deus_sit_immutabilis 22 τί γὰρ ἂν ἀσέβημα 1 αὑτὸ τὸ] ἀπὸ τοῦ Α 1. 2 εὐκλεεῖς FL2 2 ἀθρόον Α 2. 3 τι ἡδονὴν A, τινι ἡδονὴ UF 3 μέλλει Α κατολιγωρήσειν GH2: κατολιγώρησιν F, κατ’ ὀλιγώρησιν U, κατολιγωρήσουσι PH1, κατολιγωρήσωσι MA 4 ἐκφαύλου AUF Αὐνάν MG: Αὔναν AP, Ἄνναν Η, ὦ ἄν UF ἐκποδὼν ἀνελεῖ scripsi: ἐκποδὼν ἀνέλη UF, ἐκποδών. ἀμέλει MAGH1P, ἐκποδὼν ποιεῖ. ἀμέλει H2, ἐκποδὼν ποιεῖ L 5 αὑτοῖς MH2: αὐτοῖς AH1P, ἑαυτοῖς GUF 6 αὑτοῖς MH2: αὐτοῖς ceteri 7 πατρίδι om. Η 8 προελθόντι περαιτέρω UF, προελθόντα conicio 10 ὧν ἐν ἑκάστω F 11 ἑαυτὸν UFH2: σεαυτὸν ceteri 12 μὲν] δὲ Α 13 ἐπλήσθηναν DR 14 διενοεῖτο GUF καρδίᾳ αὑτοῦ D τὰ] ἐπὶ τὰ FD 15 γὰρ ante ὁ add. UF ὁ θεὸς om. UFD 16 ἔπλασα UF ἀπὸ] πρὸ F 17 γῆς] χθονός UF τινὸς Α ἀνεξετάστων] ἐναγεστάτων FL2 19 κατέγνω HL1 αἰτίας fort. del. 20 ἠβουλήθη UFD διαφθεῖραι σύμπαν D 20. 21 δόξαντες G 21 ἐπελαφρύνουσι DR 22 αὐτὸν D 12—61,1 DC fol. 220v τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητημάτων DR fol. 206r τοῦ αὐτοῦ: εἰδώς, φησίν, ὁ θεὸς—τὸν ἄτρεπτον τρέπεσθαι. pergunt p. 61,21 μεῖζον γένοιτο τοῦ ὑπολαμβάνειν τὸν ἄτρεπτον τρέπεσθαι; καίτοι τινῶν ἀξιούντων μηδὲ πάντας ἀνθρώπους ταῖς γνώμαις ἐπαμφοτερίζειν· τοὺς γὰρ ἀδόλως καὶ καθαρῶς φιλοσοφήσαντας μέγιστον ἐκ τῆς ἐπιστήμης ἀγαθὸν εὕρασθαι τὸ μὴ τοῖς πράγμασι συμμεταβάλλειν, ἀλλὰ μετὰ στερρότητος ἀκλινοῦς καὶ παγίου βεβαιότητος ἅπασι τοῖς ἁρμόττουσιν ἐγχειρεῖν. Quod_deus_sit_immutabilis 23 ἀρέσκει δὲ καὶ τῷ νομοθέτῃ τὸν τέλειον ἠρεμίας ἐφίεσθαι· τὸ γὰρ εἰρημένον τῷ σοφῷ ἐκ προσώπου τοῦ θεοῦ „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31) τὸ ἀκλινὲς καὶ ἀρρεπὲς τῆς γνώμης καὶ ἱδρυμένον πάντῃ σαφέστατα παρίστησι. Quod_deus_sit_immutabilis 24 τῷ γὰρ ὄντι θαυμάσιον, ὥσπερ τινὰ λύραν τὴν ψυχὴν μουσικῶς ἁρμοσάμενον οὐκ ὀξέσι καὶ βαρέσι τοῖς φθόγγοις, ἀλλ’ ἐπιστήμῃ μὲν τῶν ἐναντίων, χρήσει δὲ τῶν ἀμεινόνων, μήτε ἐπιτεῖναι προσυπερβάλλοντα μήτε ἀνεῖναι μαλθάξαντα τὴν ἀρετῶν καὶ τῶν φύσει καλῶν ἁρμονίαν, δι’ ἴσου δ’ αὐτὴν φυλάξαντα κροτεῖν καὶ ἐπιψάλλειν ἐμμελῶς. Quod_deus_sit_immutabilis 25 ὄργανον γὰρ τελεώτατον ὑπὸ φύσεως δημιουργηθὲν ἀρχέτυπον τῶν χειροκμήτων τοῦτό γε· ὅπερ εἰ καλῶς ἁρμοσθείη, τὴν πασῶν ἀρίστην συμφωνίαν ἀπεργάσεται, ἥτις οὐκ ἐν κλάσει καὶ τόνοις ἐμμελοῦς φωνῆς, ἀλλ’ ἐν ὁμολογίᾳ τῶν κατὰ τὸν βίον πράξεων ἔχει τὸ τέλος. Quod_deus_sit_immutabilis 26 ὅπου γοῦν ἀνθρώπων ψυχὴ τὸν πολὺν κλύδωνα καὶ σάλον, ὃν καταρραγὲν σφοδρὸν πνεῦμα τὸ κακίας αἰφνίδιον ἤγειρεν, ἐπιστήμης καὶ σοφίας αὔραις ἀποτίθεται καὶ τὸ κυμαῖνον καὶ παρῳδηκὸς ὑφεῖσα νηνέμῳ εὐδίᾳ χρωμένη γαληνιάζει, εἶτ’ ἐνδοιάζεις, ὅτι ὁ 1 γένοιτο GUFH2D: ἐγένετο MAPH1 τὸν] τὸ UH καίτοι] καί τι P2, καί H1P1 τί τῶν AP2 2 μηδὲ UF: μηδὲν AGHP, μὴ M πάντας MUF: ὄντας ceteri 2. 3 ἐπαμφοτερίζειν — ἐκ τῆς add. in mg. H2P2 4 εὑρέσθαι PH1 5 ἁρμόζουσιν GH2 6 τῆς ἠρεμίας P 9 τοῦτο γὰρ τὸ θαυμάσιον G θαυμαστὸν UF 10 μουσικῶς τὴν ψυχὴν UF 11 μὲν τὰ τῶν Α ἀγαθῶν καὶ τῶν τῶν ἐναντίων coni. Mang. 12 προσυπερβάλλοντα UH2: πρὸς ὑπερβάλλοντα ceteri 13 φύσει καλῶν] φυσικῶν UF διείδουσι δ’ αὐτὴν UF κρούειν GUF 14 ἐπιψαύειν mg. Η2 ὀργάνων UF γὰρ καὶ τελεώτατον AGUF 15 χειροκμήτων UF: χειροτμήτων ceteri ὅπερ εἰ] οὐ U, εἰ F 16 ἐν κλάσει MHP: ἐγκαλέσει U, ἐν κάλλεσι F, ἐναλάσσει AG, ἐν κράσει coni. Mang. 18 γοῦν] τοίνυν G ἀνθρώπου Η2 πολυκλύδωνα U 19. 20 ἐπιστήμης GH2 ἐπιστῆμαι P, ἐπιστήμαις ceteri 20 σοφίαις AU 21 ὑφιεῖσα Α, ὑφεὶς GU ἀνηνέμῳ G εἶτ’ om. GH2, εἴτε Α ὅτι M, mg. P-: ὅτι εἶ P2: εἰ ceteri ὁ om. F 21—62,5 ibid.: ὁ γὰρ ἄφθαρτος—συμβαίνειν ἀνάγκη. ὁ δὲ θεὸς οὐκ ἁψίκορος (p. 62,8). ὡς ἐν αὐγῇ γὰρ αὐτῷ καθαρᾷ καθαρὰ DR) πάντα καὶ add. DR) ἀρίδηλα (p. 62,13. 14). DC pergit p. 63,15. ἄφθαρτος καὶ μακάριος καὶ τῶν ἀρετῶν καὶ αὐτῆς τελειότητος καὶ εὐδαιμονίας ἀνημμένος τὸ κράτος οὐ χρῆται γνώμης μεταβολῇ, μένει δὲ ἐφ’ ὧν ἐξ ἀρχῆς ἐβουλεύσατο οὐδὲν αὐτῶν μετατιθείς; Quod_deus_sit_immutabilis 27 ἀνθρώποις μὲν οὖν τὸ εὐμετάβολον ἢ διὰ τὴν ἐν αὐτοῖς ἢ διὰ τὴν ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οἷον οὕτως φίλους ἑλόμενοι πολλάκις καὶ βραχύν τινα αὐτοῖς συνδιατρίψαντες χρόνον, οὐδὲν ἐγκαλεῖν ἔχοντες ἀπεστράφημεν, ὡς εἰς ἐχθρῶν ἢ ἀγνουμένων γοῦν τάξιν ἐμβιβάσαι. Quod_deus_sit_immutabilis 28 τοῦτο τὸ ἔργον κούφην εὐχέρειαν ἡμῶν αὐτῶν ἐλέγχει τὰς ἐξ ἀρχῆς ὑποθέσεις ἀδυνατούντων κραταιῶς διαφυλάττειν· ὁ δὲ θεὸς οὐχ ἁψίκορος. καὶ μὴν ἔστιν ὅτε διανοούμεθα μὲν ἐπιμένειν κριτηρίοις τοῖς αὐτοῖς, οἱ δὲ προσελθόντες οὐκ ἔμειναν ἐν ὁμοίῳ, ὥστ’ ἐξ ἀνάγκης καὶ αἱ ἡμέτεραι γνῶμαι συμμετέβαλον. Quod_deus_sit_immutabilis 29 προϊδέσθαι γὰρ ἢ μελλόντων πραγμάτων συντυχίας ἢ γνώμας ἑτέρων ἄνθρωπον ὄντα ἀμήχανον, τῷ δὲ θεῷ ὡς ἐν αὐγῇ καθαρᾷ πάντα ἀρίδηλα. καὶ γὰρ ἄχρι τῶν ψυχῆς μυχῶν φθάσας, ἃ τοῖς ἄλλοις ἐστὶν ἀόρατα τηλαυγῶς πέφυκε καθορᾶν, καὶ προμηθείᾳ καὶ προνοίᾳ χρώμενος, οἰκείαις ἀρεταῖς, οὐδὲν ἀπελευθεριάζειν καὶ ἔξω τῆς ἑαυτοῦ καταλήψεως βαίνειν ἐᾷ· ἐπειδήπερ οὐδ’ ἡ τῶν μελλόντων ἀδηλότης αὐτῷ συμβατή· οὔτε γὰρ ἄδηλον οὔτε μέλλον οὐδὲν θεῷ. Quod_deus_sit_immutabilis 30 δῆλον μὲν οὖν, ὅτι καὶ τῶν γεννηθέντων τὸν φυτεύσαντα καὶ τῶν δημιουργηθέντων τὸν τεχνίτην καὶ τὸν ἐπίτροπον τῶν ἐπιτροπευομένων ἐπιστήμονα [ἀναγκαῖον] εἶναι δεῖ. ὁ δὲ θεὸς πατὴρ καὶ τεχνίτης 1 τελειότητος καὶ om. GUFD 2 ἀνημμένος] ἀνειμένος DC, ἀνειληφὼς DR μένων U 3 ἐφ’ οἷς D μεταθεὶς D 4. 5 εὐμετάβλητον διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα D 4 τὴν τῶν conicio 6 καὶ] εἰ καὶ F 6 διατρίψαντες D ἐγκαλεῖν UFD: ἐπικαλεῖν MAGPH1 (prius ἐπιβαλεῖν P), ἐπεγκαλεῖν 7 ὡς] ὥστ’ Turn. γοῦν om. H 9 οὐχ ἁψίκορος UF: οὐκ ἁψίκορος ceteri D 10 μὲν om. U ἐπιβαίνειν P1H1 11 αἱ om. G 14. 15 ὡς ἐναγῆ U 14 αὐγῇ πάντα καθαρά, πάντα ἀρίδηλα DR fol. 51 τῶν] τῶν τῆς D 15 ἄλλοις] ὀφθαλμοῖς DR 16 οἰκείαις] πυκναῖς D οὐδὲν] αὐτοῦ DR, αὐτὰ DC 17 βαίνειν οὐκ ἐᾶ D οὐδὲ ἡ D, οὐ δὴ Α τῶν UFD: om. ceteri 18 συμβατεῖ PH1, συμβάτης Α, συμβατικὴ D 18. 19 οὐδὲν θεῶ MDC: οὐδέν ἐστι θεῶ UF, ἐστὶ θεῶ (om. οὐδὲν) AH1P, ἐστὶ θεῶ οὐδέν CH2, θεῶ οὐδέν DR οὖν] οὖν δι’ G2 in ras. 20 ἐπιστρατευομένων Α 21 ἐπιστήμην F ἀναγκαῖον seclusi δεῖ secl. Cohn θεὸς UFE: om. ceteri 3—7 DR fol, 125r τοῦ αὐτοῦ ἐκ τῶν ἐν γενέσει ζητουμένων: ἀνθρώποις διὰ τὴν ἐν τοῖς ἐκτὸς ἀβεβαιότητα συμβαίνειν ἀνάγκη· οὕτω γοῦν φίλους—ἀπεστράφημεν ὡσεὶ ἐχθροί. 13—18 DR fol. 51r DC fol. 34r: τῶ θεῶ ὡς ἐν 21—63,13 ὁ γὰρ δὴ θεὸς καὶ πατὴρ—ὑφέστηκεν exstant in Epitome Περὶ κόσμου (= Ε) cap. 7, Mang. II p. 608,40—609,9. καὶ ἐπίτροπος τῶν ἐν οὐρανῷ τε καὶ κόσμῳ πρὸς ἀλήθειάν ἐστι. καὶ μὴν τά γε μέλλοντα συσκιάζεται ὑπὸ τοῦ αὖθις χρόνου, τοτὲ μὲν βραχεῖ, τοτὲ δὲ μακρῷ διαστήματι. Quod_deus_sit_immutabilis 31 δημιουργὸς δὲ καὶ χρόνου θεός· καὶ γὰρ τοῦ πατρὸς αὐτοῦ πατὴρ — πατὴρ δὲ χρόνου κόσμος — τὴν κίνησιν αὐτοῦ γένεσιν ἀποφήνας ἐκείνου· ὥστε υἱωνοῦ τάξιν ἔχειν πρὸς θεὸν τὸν χρόνον. ὁ μὲν γὰρ κόσμος οὗτος νεώτερος υἱὸς θεοῦ, ἅτε αἰσθητὸς ὤν· τὸν γὰρ πρεσβύτερον [οὐδένα εἶπε] — νοητὸς δ’ ἐκεῖνος — πρεσβείων ἀξιώσας παρ’ ἑαυτῷ καταμένειν διενοήθη. Quod_deus_sit_immutabilis 32 οὗτος οὖν ὁ νεώτερος υἱὸς ὁ αἰσθητὸς κινηθεὶς τὴν χρόνου φύσιν ἀναλάμψαι καὶ ἀνασχεῖν ἐποίησεν· ὥστε οὐδὲν παρὰ θεῷ μέλλον τῷ καὶ τὰ τῶν χρόνων ὑπηγμένῳ πέρατα. καὶ γὰρ οὐ χρόνος, ἀλλὰ τὸ ἀρχέτυπον τοῦ χρόνου καὶ παράδειγμα αἰὼν ὁ βίος ἐστὶν αὐτοῦ· ἐν αἰῶνι δὲ οὔτε παρελήλυθεν οὐδὲν οὔτε μέλλει, ἀλλὰ μόνον ὑφέστηκεν. Quod_deus_sit_immutabilis 33 Ἱκανῶς οὖν διειλεγμένοι περὶ τοῦ μὴ χρῆσθαι μετανοίᾳ τὸ ὂν ἀκολούθως ἀποδώσομεν, τί ἐστι τὸ „ἐνεθυμήθη ὁ θεὸς ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς καὶ διενοήθη“ (Gen. 6,6). Quod_deus_sit_immutabilis 34 ἔννοιαν καὶ διανόησιν, τὴν μὲν ἐναποκειμένην οὖσαν νόησιν, τὴν δὲ νοήσεως διέξοδον, βεβαιοτάτας δυνάμεις ὁ ποιητὴς τῶν ὅλων κληρωσάμενος καὶ χρώμενος ἀεὶ ταύταις τὰ ἔργα ἑαυτοῦ καταθεᾶται. τὰ μὲν δὴ μὴ λείποντα τὴν τάξιν τῆς πειθαρχίας ἕνεκα ἐπαινεῖ, τὰ δὲ μεθιστάμενα τῇ κατὰ 2 βραχὺ Η 3 ὁ θεός GUFE 4 κόσμος χρόνου UFE τὴν αὐτοῦ κίνησιν E ἑαυτοῦ G, αὑτοῦ Η2, αὐτὴν P 5 ὥστε υἱωνοῦ—ἐποίησεν om. Ε 6 γὰρ post τὸν] δὲ L 7 τούτου ante οὐδένα add. HP οὐδένα εἶπε seclusi οὐδένα] ἰδέαν coni. Mang. δ’ ante ἀξιώσας add. H2 ἀξιωθεὶς U 8 καταμένει F alterum ὁ om. G 9 κίνησιν τοῦ χρόνου F ἀνίσχειν UF ὥστ’ P 10 τῷ θεῶ G μᾶλλον G1 τῷ καὶ] τῶν κατὰ G, τῷ κατὰ FL2 τῶ χρόνω H1P, τὸν χρόνον F ὑπηγμένω UFH2: ὑπηγμένα MAH1P, om. G περάτων G2 11 οὐ] ὁ P αἰών Turn.: δι’ ὦν codd. 11. 12 δι’ ὧν—αὐτῶν om. E 12 αὐτῶν ἐστιν U αὐτοῦ Mang.: αὐτῶν codd. 14 διαλεχθέντες UF 14. 15 μετανοία τῶν ἀκολούθων μεταδώσομεν UF 15 ἔστιν ὅτι ἐνεθυμήθη UF 16 ἐπὶ τῆς γῆς G2UFD: ἀπὸ τῆς γῆς G1, om. MAHP 17 ἀποκειμένην UF 18 βεβαιοτάτας UF: βεβαιότητα τὰς MGPH1D, βεβαιοτάτην τἀς AH2 ὁ] γὰρ ὁ D καὶ χρώμενος om. D 19 αὐτοῦ UFD τὰ] καὶ τὰ D μὴ om. U λείποντα MAGPD: λιπόντα UFH 19 τὴν om. D 20 θεαρχίας D ἕνεκα om. D 20. 21 λειποτακτῶν codd. 11 cf. Platonis Timaeum p. 37 D 15—64,1 DC (cf. ad p. 61,21): τί οὑν ἐστι τὸ ἐνεθυμήθη—μετέρχεται δίκῃ. λιποτακτῶν ὡρισμένῃ μετέρχεται δίκῃ. Quod_deus_sit_immutabilis 35 τῶν γὰρ σωμάτων τὰ μὲν ἐνεδήσατο ἕξει, τὰ δὲ φύσει, τὰ δὲ ψυχῇ, τὰ δὲ λογικῇ ψυχῇ. λίθων μὲν οὖν καὶ ξύλων, ἃ δὴ τῆς συμφυΐας ἀπέσπασται, δεσμὸν κραταιότατον ἕξιν εἰργάζετο· ἡ δέ ἐστι πνεῦμα ἀναστρέφον ἐφ’ ἑαυτό· ἄρχεται μὲν γὰρ ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα τείνεσθαι, ψαῦσαν δὲ ἄκρας ἐπιφανείας ἀνακάμπτει πάλιν, ἄχρις ἂν ἐπὶ τὸν αὐτὸν ἀφίκηται τόπον, ἀφ’ οὗ τὸ πρῶτον ὡρμήθη· Quod_deus_sit_immutabilis 36 ἕξεως ὁ συνεχὴς οὗτος δίαυλος ἄφθαρτος, ὃν οἱ δρομεῖς ἀπομιμούμενοι ταῖς τριετηρίσιν ἐν τοῖς ἀνθρώπων ἁπάντων κοινοῖς θεάτροις ὡς μέγα δὴ καὶ λαμπρὸν καὶ περιμάχητον ἔργον ἐπιδείκνυνται. Quod_deus_sit_immutabilis 37 τὴν δὲ φύσιν ἀπένειμε τοῖς φυτοῖς κερασάμενος αὐτὴν ἐκ πλείστων δυνάμεων, θρεπτικῆς τε καὶ μεταβλητικῆς καὶ αὐξητικῆς. καὶ γὰρ τρέφεται τροφῆς ὄντα χρεῖα, τεκμήριον δέ· τὰ μὴ ἀρδόμενα φθίνει καὶ ἀφαυαίνεται, ὥσπερ αὖ τὰ ποτιζόμενα ἐμφανῶς αὔξεται· τὰ γὰρ τέως διὰ βραχύτητα χαμαίζηλα ἐξαίφνης ἀναδραμόντα ἔρνη γίνεται περιμηκέστατα. τί χρὴ λέγειν περὶ μεταβολῆς αὐτῶν; Quod_deus_sit_immutabilis 38 ταῖς μὲν γὰρ χειμεριναῖς τροπαῖς τὰ πέταλα μαρανθέντα εἰς τοὔδαφος χεῖται, οἵ τε ἐν ταῖς κληματίσι λεγόμενοι πρὸς τῶν γεωπόνων ὀφθαλμοὶ καθάπερ ἐν τοῖς ζῴοις καταμύουσι, τά τε πρὸς τὰς ἐκφύσεις στόμια πάντα ἔσφιγκται τῆς φύσεως εἴσω τότε συνειλημμένης καὶ ἡσυχαζούσης, ἵνα διαπνεύσασα οἷά τις ἀθλητὴς προηγωνισμένος καὶ συλλεξαμένη τὴν ἰδίαν ἰσχὺν πρὸς τοὺς ἐθάδας ἄθλους ἐξ ὑπαρχῆς ἀπαντᾷ. Quod_deus_sit_immutabilis 39 γίνεται δὲ τοῦτο ταῖς ἐαριναῖς καὶ κατὰ θέρος ὥραις· ὥσπερ γὰρ ἐκ βαθέος ὕπνου περιαναστᾶσα τούς 1 ἐνεδύσατο ΑΗ, ἐνεδύσαντο E 2 ἕξιν UE φύσιν UE ψυχὴν Ε δὲ καὶ λογικὴ UF λογικὴν ψυχὴν E λίθον ΜΗ1Ρ 3 ξύλον 2 τῆ συμφυία Α, τῆς συμφωνίας b 4 εἰργάσατο HPE ἡ] εἰ Α 7 ante ἕξεως add. φυτῶν δυνάμεις τρεῖς, θρεπτική, αὐξητική, μεταβλητική MAGHP δίαυλος] διάβολος U 7—10 ἄφθαρτος—δείκνυνται om. E 8 μιμούμενοι 8. 9 τοῖς ἀπανταχοῦ τῆς οἰκουμένης θεάτροις conicio 8 ἀνθρώποις οἱ πάντων UF κοινοῖς ἀπάντων G 10 κερασάμενοι Α 11 θρεπτικῆς τε καὶ γεννητικῆς Ε, καὶ αὐξητικῆς om. UF 12 χρείας Α post δὲ add. ὅτι Η2 13 καὶ] καὶ μὴν Α ἀφαυαίνεται—ποτιζόμενα om. Α ὥσπερ—ποτιζόμενα om. UF, qui καὶ μὴν addunt καὶ μὴν καὶ F2) αὐτὰ GHP ποτιζόμενα] spat. 8 litt. 14 τέως om. U βραδυτῆτα G ἔρνη om. Α 15 τί om. G τί—αὐτῶν om. UF 16 χεῖται M: κεῖται AGFHP, κεῖνται U 17 γεηπόνων ὀφθαλμῶν Α 18 φύσεις G ἐσφράγισται L2 19 συνειλεγμένης G 22 βάθους G 1—11 exstant in E cap. 4, Mang. II 606,10—23: ἀλλ’ ἐπαναλαβόντες τὸν λόγον χάριν εἴπωμεν ὅτι τῶν σωμάτων τὰ μὲν—θρεπτικῆς τε καὶ γεννητικῆς. pergit E p. 65,9 τε ὀφθαλμοὺς διοίγνυσι τά τε μεμυκότα τῶν στομίων ἀναστείλασα εὐρύνει, ὧν δ’ ἐστὶν ἐγκύμων πάντα ἀποτίκτει, πέταλα καὶ κληματίδας, ἕλικας, οἴναρα, καρπὸν ἐπὶ πᾶσιν· εἶθ’ ὅταν τελεσθῇ, παρέχεται τὰς τροφὰς οἷα μήτηρ τῷ γενομένῳ διά τινων ἀφανῶν πόρων, οἳ τοῖς ἐν γυναιξὶ μαστοῖς ἀναλογοῦσι, καὶ οὐ πρότερον παύεται τρέφουσα ἢ τὸν καρπὸν τελεσφορηθῆναι· Quod_deus_sit_immutabilis 40 τελεσφορεῖται δὲ ὁ πεπανθεὶς ἄκρως, ἡνίκα, κἂν μηδεὶς δρέπηται, τῆς συμφυΐας αὐτὸς ἐπείγεται διαζεύγνυσθαι ἅτε μηκέτι τροφῶν τῶν ἀπὸ τῆς τεκούσης δεόμενος, ἱκανὸς δ’ ὤν, εἰ χώρας ἀγαθῆς ἐπιλάχοι, σπείρειν καὶ γεννᾶν ὅμοια τοῖς φυτεύσασι. Quod_deus_sit_immutabilis 41 ψυχὴν δὲ φύσεως τρισὶ διαλλάττουσαν ὁ ποιῶν ἐποίει, αἰσθήσει, φαντασίᾳ, ὁρμῇ· τὰ μὲν γὰρ φυτὰ ἀόρμητα, ἀφάνταστα, αἰσθήσεως ἀμέτοχα, τῶν δὲ ζῴων ἕκαστον ἀθρόων μετέχει τῶν εἰρημένων. Quod_deus_sit_immutabilis 42 αἴσθησις μὲν οὖν, ὡς αὐτό που δηλοῖ τοὔνομα, εἴσθεσίς τις οὖσα τὰ φανέντα ἐπεισφέρει τῷ νῷ· τούτῳ γάρ, ἐπειδὴ μέγιστόν ἐστι ταμεῖον καὶ πανδεχές, πάνθ’ ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ τῶν ἄλλων αἰσθητικῶν ὀργάνων ἐντίθεται καὶ ἐναποθησαυρίζεται. Quod_deus_sit_immutabilis 43 φαντασία δέ ἐστι τύπωσις ἐν ψυχῇ· ὧν γὰρ εἰσήγαγεν ἑκάστη τῶν αἰσθήσεων, ὥσπερ δακτύλιός τις ἢ σφραγὶς ἐναπεμάξατο τὸν οἰκεῖον χαρακτῆρα· κηρῷ δὲ ἐοικὼς ὁ νοῦς τὸ ἐκμαγεῖον δεξάμενος ἄκρως παρ’ ἑαυτῷ φυλάττει, μέχρις ἂν ἡ ἀντίπαλος μνήμης τὸν τύπον 1 ἀνατείλασα G 2 καὶ foit. del. 3 οἴναρα Turn: οἷον ἄρα codd. post τελεσθῇ add. οἷον ἄρα AGUF 4 γεννωμένῳ Α τοῖς] ταῖς AG μαζοῖς G 6 δὲ ante κἄν add. AUF 8 δὲ G 9 φύσασι Η2 post φυτεύσασι add. σπεύδει G2 10 φαντασία, αἰσθήσει UF 11 τὰ μὲν δὴ φυτὰ τούτων ἀμέΤοχα Ε μὲν—ἀόρμητα om. AG γὰρ om. UF 12 ἀθρόων MGF: ἀθρόον AUHPE 12. 13 αὐτὸ δήπου UFNE 13 εἴσθεσίς τις οὖσα om. D ἐπιφέρει D 14 τοῦτο AGU, τούτων D 14—16 om. E 14 ταμιεῖον D 14. 15 ταμιεῖον καὶ ἄλλων αἰσθητικῶν ὀργάνων καὶ πανδεχές· πάντα ὅσα δι’ ὁράσεως καὶ ἀκοῆς καὶ ὧν προειρήκαμεν αἰσθητικῶν ὀργάνων DR ταμεῖον πᾶν δέχεται πάθος ἁ δι’ ὁράσεως UFN 14 πάντα ὅσα D 15 καὶ ante τῶν om. Α τῶν om. D 16 ἀποθησαυρίζεται UFNDR δ’ ἐστι UFN ἐστὶ om. Ε post ψυχῇ add. οἱονεὶ φαοστασία τις οὖσα E ὧν scripsi: ἣν MHP, τὴν Α, ἐν G, ἃ UFNED 17 τις ἐσφράγισε καὶ ἀπεμάξατο οἰκεῖον D 18. 19 χαρακτῆρα, ἢ (ἢ b) τὸ ἐκμαγεῖον φυλάττει παρ’ ἑαυτῇ, μέχρις ἂν ἡ ἀντίπαλος τῇ μνήμῃ τύπον τὸν τύπον τῇ μνήμῃ b) E 18 ἔοικεν D τὸ γὰρ ἐκμαγεῖον DL 19 ἀντίπαλος μνήμης post λήθη (p. 66, 1) transpos. HP 19 μνήμη UFN, τῆ μνήμης D τὸν] αὐτὸν τὸν G 9—67,10 ψυχὴν δὲ—ἀποτίσει exstant in E, II p. 606,23—607,33 M., cf. ad —66,2 DL fol. 112r DR fol. 221v (τοῦ αὐτοῦ DR) ἐκ τοῦ περὶ αὑτό που—διέθηκε τὴν ψυχήν. 12—66,4 N fol. 188r αἴσθησις—φυτῶν. λεάνασα λήθη ἀμυδρὸν ἐργάσηται ἢ παντελῶς ἀφανίσῃ. Quod_deus_sit_immutabilis 44 τὸ δὲ φανὲν καὶ τυπῶσαν τοτὲ μὲν οἰκείως τοτὲ δὲ ὡς ἑτέρως διέθηκε τὴν ψυχήν. τοῦτο δὲ αὐτῆς τὸ πάθος ὁρμὴ καλεῖται, ἣν ὁριζόμενοι πρώτην ἔφασαν εἶναι ψυχῆς κίνησιν. τοσούτοις μὲν δὴ ζῷα προὔχει φυτῶν· ἴδωμεν δὲ Quod_deus_sit_immutabilis 45 τίνι τῶν ἄλλων ζῴων ὑπερβέβληκεν ἄνθρωπος. ἐξαίρετον οὗτος τοίνυν γέρας ἔλαχε διάνοιαν, ἣ τὰς ἁπάντων φύσεις σωμάτων τε ὁμοῦ καὶ πραγμάτων εἴωθε καταλαμβάνειν. καθάπερ γὰρ ἐν μὲν τῷ σώματι τὸ ἡγεμονικὸν ὄψις ἐστίν, ἐν δὲ τῷ παντὶ ἡ τοῦ φωτὸς φύσις, τὸν αὐτὸν τρόπον καὶ τῶν ἐν ἡμῖν τὸ κρατιστεῦον ὁ νοῦς· Quod_deus_sit_immutabilis 46 ψυχῆς γὰρ ὄψις οὗτος οἰκείαις περιλαμπόμενος αὐγαῖς, δι’ ὧν ὁ πολὺς καὶ βαθὺς ζόφος, ὃν κατέχεεν ἄγνοια τῶν πραγμάτων, ἀνασκίδναται. τοῦτο τῆς ψυχῆς τὸ εἶδος οὐκ ἐκ τῶν αὐτῶν στοιχείων, ἐξ ὧν τὰ ἄλλα ἀπετελεῖτο, διεπλάσθη, καθαρωτέρας δὲ καὶ ἀμείνονος ἔλαχε τῆς οὐσίας, ἐξ ἧς αἱ θεῖαι φύσεις ἐδημιουργοῦντο· παρὸ καὶ μόνον τῶν ἐν ἡμῖν εἰκότως ἄφθαρτον ἔδοξεν εἶναι διάνοια. Quod_deus_sit_immutabilis 47 μόνην γὰρ αὐτὴν ὁ γεννήσας πατὴρ ἐλευθερίας ἠξίωσε, καὶ τὰ τῆς ἀνάγκης ἀνεὶς δεσμὰ ἄφετον εἴασε, δωρησάμενος αὐτῇ τοῦ πρεπωδεστάτου καὶ οἰκείου κτήματος αὐτῷ, τοῦ ἑκουσίου, μοῖραν, ἣν ἠδύνατο δέξασθαι· τὰ μὲν γὰρ ἄλλα ζῷα, ὧν ἐν ταῖς ψυχαῖς τὸ ἐξαιρούμενον εἰς ἐλευθερίαν νοῦς οὐκ ἔστι, καταζευχθέντα καὶ ἐγχαλινωθέντα πρὸς ὑπηρεσίαν ἀνθρώποις παραδέδοται ὥσπερ οἰκέται δεσπόταις, ὁ δὲ ἄνθρωπος ἐθελουργοῦ καὶ αὐτοκελεύστου γνώμης λαχὼν καὶ 1 ἀμυδρὰν HP, ἢ ἀμυδρὸν MDR 2 τυπωθὲν D ποτὲ bis DL οἰκείως] εἰκὸς P ὡς GUFNDE: καὶ ὡς H2, οἰκείως PH1, om. MA 4 εἶναι om. Ε δὴ om. UFNE ζῶον G1 ὑπερέχει E δὲ om. U, δὴ Α, τοίνυν E 5 ἀγελῶν U ὑπερβέβληκεν MAH1P: ὑπερβέβηκεν ceteri ὁ ἄνθρωπος HP 5. 6 οὗτος τοίνυν ἐξαίρετον UF, οὗτος δὲ ἐξαίρετον Ε 6 οὗτος post ἔλακε transpos. G ἣ MG: ἢ Α, ἧ ceteri E ὁμοῦ om. E 8 ἡγεμονικώτατον GUFE 9 οὕτως Α, οὗτος post οἰκείαις transpos. H1P, del. Η2 10 ταῖς ante οἰκείαις add. UFE, δὲ add. G 13 ἔλαχε] ἐπὶ G1, ἀπὸ G2 ἧς καὶ αἱ D 14 παρ’ ὃ AGU 15 διάνοια G1UF: διάνοιαν ceteri γεννήσας ὁ DM 16 ἀφέτην G αὐτῇ om. DM 17 οἰκειοτάτου GF αὐτῶ MAGHPab: αὐτῶν UFr, αὐτοῦ DM 18 ἄλλα] ἄλογα UH2 18. 19 ψυχαῖς ἡ ἐξαιρουμένη εἰς ἐλευθερίαν διάνοια οὐκ ἔστι E 19 ὁ ἐξαιρούμενος UF 19. 20 χαλινωθέντα E 20 παραδίδοται U 21 δ’ E ἐλευθερουργοῦ AHP2, ἐλευθέρου γοῦν P1 γνώμης] γνῶσιν HP προαιρετικῶς HL1 9 cf. Aristot. Topica I 17 p. 108a11 ὡς ὄψις ἐν ὀφθαλμῷ, νοῦς ἐν ψυχῇ et quae collegi in Elteri Gnomologiorum graecorum historia p. 232. 11—18 DM fol. 282, DP fol. 376v τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων: τῆς ψυχῆς τὸ εἶδος—ἣν ἡδύνατο δέξασθαι. προαιρετικαῖς χρώμενος τὰ πολλὰ ταῖς ἐνεργείαις εἰκότως ψόγον μὲν ἔσχεν ἐφ’ οἷς ἐκ προνοίας ἀδικεῖ, ἔπαινον δὲ ἐφ’ οἷς ἑκὼν κατορθοῖ. Quod_deus_sit_immutabilis 48 τῶν μὲν γὰρ ἄλλων φυτῶν τε καὶ ζῴων οὔτε αἱ εὐφορίαι ἐπαινεταὶ οὔθ’ αἱ κακοπραγίαι ψεκταί — τὰς γὰρ ἐφ’ ἑκάτερα κινήσεις καὶ μεταβολὰς ἀπροαιρέτους καὶ ἀκουσίους ἔλαβον —, μόνη δὲ ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ τὴν ἑκούσιον κίνησιν καὶ κατὰ τοῦτο μάλιστα ὁμοιωθεῖσα αὐτῷ, χαλεπῆς καὶ ἀργαλεωτάτης δεσποίνης, τῆς ἀνάγκης, ὡς οἷόν τε ἦν ἐλευθερωθεῖσα κατηγορίας ἂν δεόντως τυγχάνοι, ὅτι τὸν ἐλευθερώσαντα οὐ περιέπει· τοιγάρτοι τὴν κατ’ ἀπελευθέρων ἀχαρίστων ἀπαραίτητον δίκην ὀρθότατα τίσει. Quod_deus_sit_immutabilis 49 ὥστε „ἐνεθυμήθη καὶ διενοήθη ὁ θεὸς“ οὐχὶ νῦν πρῶτον, ἀλλ’ ἐξέτι πάλαι παγίως καὶ βεβαίως, „ὅτι ἐποίησε τὸν ἄνθρωπον“, τουτέστιν ὁποῖον αὐτὸν εἰργάσατο· εἰργάσατο γὰρ αὐτὸν ἄφετον καὶ ἐλεύθερον, ἑκουσίοις καὶ προαιρετικαῖς χρησόμενον ταῖς ἐνεργείαις πρὸς τήνδε τὴν χρείαν, ἵνα ἐπιστάμενος ἀγαθά τε αὖ καὶ κακὰ καὶ καλῶν καὶ αἰσχρῶν λαμβάνων ἔννοιαν καὶ δικαίοις καὶ ἀδίκοις καὶ ὅλως τοῖς ἀπ’ ἀρετῆς καὶ κακίας καθαρῶς ἐπιβάλλων αἱρέσει μὲν τῶν ἀμεινόνων, φυγῇ δὲ τῶν ἐναντίων χρῆται. Quod_deus_sit_immutabilis 50 παρὸ καὶ λόγιόν ἐστι τοιοῦτον ἀναγεγραμμένον ἐν Δευτερονομίῳ· „ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακόν, ἔκλεξαι τὴν ζωήν“ (Deut. 30, 15. 19). οὐκοῦν ἀμφότερα διὰ τούτου παρίσταται, ὅτι 1 τἄ πολλὰ om. E 2. 5 τῶν μὲν γὰρ—ἔλαβον om. E, pergit παρὰ γὰρ θεοῦ τὴν ἑκούσιον κίνησιν εἰληφὼς καὶ κατὰ τοῦτο ὁμοιωθεὶς αὐτῷ 3 εὐποιίαι conicio 4 ψεκτικὸν U 5 ἔλαβεν conicio ἡ om. UF 6 μάλιστα GD: om. ceteri 8 ὡς οἷόν τε ἦν om. Ε ἦν om. HPD ἐλευθερωθεὶς Ε ἄν] οὐ DM, om. UFED1LD2L τυγχάνει U, ὑφαίνει DM ὅτε conicio 9 οὐ περιέποι P, οὐκ εὐλαβεῖται D κατ’ ἀπελευθέρων UFE: κατὰ ἐλευθέρων ceteri 10 ὀρθότητι P ἀποτίσει UFE διενοήθη G: ἐνενοήθη ceteri 11 νῦν, ἀλλὰ καὶ ἐξέτι UF 12 πεποίηκε G τουτέστιν ἀπὸ ταὐτὸν UF alterum εἰργάσατο om. GUF 13 γὰρ αὐτὸν M: μὲν γὰρ αὐτὸν ΑΗ2, τὸ μὲν γὰρ αὐτὸν G, τὸν μὲν γὰρ UF, μὲν αὐτὸν Η1Ρ ἐλεύθερον καὶ ἄφετον GUF, post ἄφετον add. καὶ ἀπόλυτόν G προαιρετικοῖς HP χρησόμενον scripsi: χρησάμενον codd. 1.5 καλῶν] κακῶν U 16 τοῖς] τῆς Α καὶ καθαρῶς P ἐπιβαλὼν G 17 παρ’ ὃ AGU 18 τοιοῦτο UF, om. HPL1 ἐν τῶ HP ἐν δευτερονομίῳ om. UF ἔδωκα M 19 τὸ ante κακὸν om. GUF 19. 20 ἐκλεκτικὴν ζωήν U, ἐκλεκτὴν ζωήν F 5—9 DM. fol. 18r τοῦ αὐτοῦ ἐκ τοῦ περὶ γιγάντων D1L fol. 23r Φίλωνος περὶ D2L fol. 57r τοῦ αὐτοῦ περὶ τῶν γιγάντων: ἡ ἀνθρώπου ψυχὴ δεξαμένη παρὰ θεοῦ— ὅτι τὸν ἐλευθερώσαντα οὐκ εὐλαβεῖται. καὶ ἐπιστήμονες τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων γεγόνασιν ἄνθρωποι καὶ ὀφείλουσι πρὸ τῶν χειρόνων αἱρεῖσθαι τὰ κρείττω λογισμὸν ἔχοντες ἐν ἑαυτοῖς ὥσπερ τινὰ δικαστὴν ἀδωροδόκητον, οἷς ἂν ὁ ὀρθὸς ὑποβάλλῃ λόγος πεισθησόμενον, οἷς δ’ ἂν ὁ ἐναντίος ἀπειθήσοντα. Quod_deus_sit_immutabilis 51 Δεδηλωκότες οὖν ἀποχρώντως περὶ τούτων τὰ ἑξῆς ἴδωμεν. ἔστι δὲ ταῦτα· „ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτόν“ (Gen. 6,7). Quod_deus_sit_immutabilis 52 πάλιν τινὲς τῶν εἰρημένων ἀκούσαντες ὑπολαμβάνουσι θυμοῖς καὶ ὀργαῖς χρῆσθαι τὸ ὄν. ἔστι δ’ οὐδενὶ ληπτὸν πάθει τὸ παράπαν· ἀσθενείας γὰρ ἀνθρωπίνης τὸ κηραίνειν ἴδιον, θεῷ δὲ οὔτε τὰ ψυχῆς ἄλογα πάθη οὔτε τὰ σώματος μέρη καὶ μέλη συνόλως ἐστὶν οἰκεῖα. λέγεται δὲ οὐδὲν ἧττον παρὰ τῷ νομοθέτῃ μέχρι τινὸς εἰσαγωγῆς τὰ τοιαῦτα, τοῦ νουθετῆσαι χάριν τοὺς ἑτέρως μὴ δυναμένους σωφρονίζεσθαι. Quod_deus_sit_immutabilis 53 τῶν γὰρ ἐν ταῖς προστάξεσι καὶ ἀπαγορεύσεσι νόμων, οἳ δὴ κυρίως εἰσὶ νόμοι, δύο τὰ ἀνωτάτω πρόκειται κεφάλαια περὶ τοῦ αἰτίου, ἓν μὲν ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23,19), ἕτερον δὲ ὅτι ὡς ἄνθρωπος. Quod_deus_sit_immutabilis 54 ἀλλὰ τὸ μὲν πρότερον ἀληθείᾳ βεβαιοτάτῃ πεπίστωται, τὸ δ’ ὕστερον πρὸς τὴν τῶν πολλῶν διδασκαλίαν εἰσάγεται· παρὸ καὶ λέγεται ἐπ’ αὐτοῦ· „ὡς ἄνθρωπος παιδεύσει τὸν υἱὸν αὐτοῦ“ (Deut. 1,31)· ὥστε παιδείας ἕνεκα καὶ νουθεσίας, ἀλλ’ οὐχὶ τῷ πεφυκέναι τοιοῦτον εἶναι λέλεκται. Quod_deus_sit_immutabilis 55 τῶν γὰρ ἀνθρώπων οἱ μὲν ψυχῆς, οἱ δὲ σώματος γεγόνασι φίλοι· οἱ μὲν οὖν ψυχῆς ἑταῖροι νοηταῖς καὶ ἀσωμάτοις φύσεσιν ἐνομιλεῖν δυνάμενοι οὐδεμιᾷ τῶν γεγονότων ἰδέᾳ 1 primum καὶ om. HPL1 ἀγαθῶν καὶ τῶν H2: om. ceteri 2 ἐν om. AUF 3 ὁ om. GF 3. 4 ὁ—ἂν om. Α 3. 4 ὑποβάλλῃ ὑποβάλῃ M) λόγος MGUP: ἐπιβάλλει λόγος F, λόγος ὑποβάλλῃ Η ὑποβάλλει H2) 5 ἀποχρώντως om. U 6 ταῦτα UF: τοιαῦτα ceteri φησί ante τὸν add. U 7 πετεινοῦ MGUF 8 ἐθυμώθην] ἐνεθυμήθην HP πάλιν HP: πάλαι ceteri 10 ἔστι UF: ἐπεὶ ceteri 11 κηραίνειν] ὀργίζεσθαι Α, s. s. P2 τῆς ψυχῆς UF τοῦ σώματος UF 12 μέλη καὶ μέρη UF 14 ἑτέρους GF, ἑτέρω P πράξεσι U 15 οἲ] ἡ Α εἰσὶν ὅμοιοι F πρόκεινται HP 16 περὶ] παρὰ Η ὁ om. U 17 ὅτι om. F πρότερον UF: πρῶτον ceteri 18 ἕτερον UF 19 παρ’ ὃ GU αὐτοῦ F, αὖ U: αὐτοὺς ceteri παιδεύσει UF: παιδεῦσαι cetori 22 οὖν om. G 23 ἤδη ante φύσεσιν add. UF ὁμιλεῖν UF 10 sqq. cf. Clementem Strom. II § 72 p. 467 P. 14 sqq. Orig. Comment. in Ev. Matth. XVII 17 p. 795 (Philonis operum vol. l p. LXXXXVI), Contra Celsum IV 71. p. 557. παραβάλλουσι τὸ ὄν, ἀλλ’ ἐκβιβάσαντες αὐτὸ πάσης ποιότητος — ἓν γάρ τι τῶν εἰς τὴν μακαριότητα αὐτοῦ καὶ τὴν ἄκραν εὐδαιμονίαν ἦν τὸ ψιλὴν ἄνευ χαρακτῆρος τὴν ὕπαρξιν καταλαμβάνεσθαι — τὴν κατὰ τὸ εἶναι φαντασίαν μόνην ἐνεδέξαντο μὴ μορφώσαντες αὐτό. Quod_deus_sit_immutabilis 56 οἱ δὲ συμβάσεις καὶ σπονδὰς πρὸς σῶμα θέμενοι, ἀδυνατοῦντες ἀπαμφιάσασθαι τὸ σαρκῶν περίβλημα καὶ μόνην καὶ καθ’ ἑαυτὴν ἀπροσδεᾶ καὶ ἁπλῆν φύσιν ἰδεῖν ἀμιγῆ καὶ ἀσύγκριτον, οἷα περὶ ἑαυτῶν τοιαῦτα καὶ περὶ τοῦ πάντων αἰτίου διενοήθησαν, οὐ λογισάμενοι ὅτι τῷ μὲν ἐκ πλειόνων συνόδου δυνάμεων γενομένῳ πλειόνων ἔδει μερῶν πρὸς τὴν τῶν καθ’ ἕκαστον χρειῶν ὑπηρεσίαν, ὁ δὲ θεὸς ἅτε ἀγένητος ὢν καὶ τὰ ἄλλα ἀγαγὼν εἰς γένεσιν οὐδενὸς ἐδεήθη τῶν τοῖς γεννήμασι προσόντων· ἐπεὶ καὶ τί φῶμεν; Quod_deus_sit_immutabilis 57 εἰ κέχρηται τοῖς ὀργανικοῖς μέρεσι, βάσεις μὲν ἔχει τοῦ προέρχεσθαι χάριν — βαδιεῖται δὲ ποῖ πεπληρωκὼς τὰ πάντα; καὶ πρὸς τίνα μηδενὸς ὄντος ἰσοτίμου; καὶ ἕνεκα τοῦ; οὐ γὰρ ὑγείας φροντίζων ὥσπερ καὶ ἡμεῖς — καὶ χεῖρας μέντοι πρὸς τὸ λαβεῖν τε καὶ δοῦναι· λαμβάνει μὲν δὴ παρ’ οὐδενὸς οὐδέν — πρὸς γὰρ τῷ ἀνεπιδεεῖ καὶ τὰ σύμπαντα ἔχει κτήματα —, δίδωσι δὲ λόγῳ χρώμενος ὑπηρέτῃ δωρεῶν, ᾧ καὶ τὸν κόσμον εἰργάζετο. Quod_deus_sit_immutabilis 58 ὀφθαλμῶν γε μὴν οὐκ ἐδεῖτο, οἷς ἄνευ φωτὸς αἰσθητοῦ κατάληψις οὐ γίνεται· τὸ δὲ αἰσθητὸν φῶς γενητόν, ἑώρα δὲ ὁ θεὸς καὶ πρὸ γενέσεως φωτὶ χρώμενος ἑαυτῷ. τί δὲ δεῖ λέγειν περὶ τῶν τῆς τροφῆς ὀργάνων; Quod_deus_sit_immutabilis 59 εἰ γὰρ ταῦτ’ ἔχει, καὶ τρέφεται καὶ πληρωθεὶς μὲν ἀποπατεῖ, παυσάμενος δὲ δεῖται πάλιν, καὶ τἄλλα ὅσα τούτοις ἀκόλουθα οὐκ ἂν εἴποιμι· ἀσεβῶν 1 ἐκβιβάσαντες UF: ἐπιβιβάσαντες ceteri 2 τι GUF: om. ceteri αὐτοῦ om. UF ἦν om. UF 4 μόνον φαντασίαν UF ἀνεδέξαντο P, ἐδέξαντο UF αὑτό U: om. F, αὐτόν ceteri 5 συμβιβάσεις U σώματα U, σώματι F ἐπαμφιάσασθαι Α, corr. m. rec. in mg. 6 πρόβλημα H1P 7 οἷα] οἷα in ras. Η2, οἷς βία P, ὁποῖα Turn. περὶ αὐτὴν U, περὶ αὐτῶν F (ῶν F2 in ras.) 8 τῶν μὲν GUF 9 συνόδου—πλειόνων om. UF συνόλου G γενομένων G 10 ἕκαστα UF ὑπηρεσιῶν Η 11 ἀγένητος MGL: ἀγέννητος ceteri ἄλλα] ὅλα coni. Mang. 13 ἔχειν H2 προέρχεσθαι H2: προσέρχεσθαι ceteri δέ τοι G 14 ἰσοτίμου] ἑτέρου UF 14—15 ἕνεκα—γὰρ om. Α 15 τοῦ; οὐ γὰρ MHP: τοῦ; οὐ L, τούτου καὶ G, οὐ γὰρ UF ὑγείας om. HP καὶ om. F χεῖρες M, χεῖρα AH1PL 16 τε om. UF λαμβάνειν F δὴ] οὑν UF 17 γὰρ] δὲ Α 18 λόγῳ] νόμω UFL2 19 αἰσθητῶν F, αἴσθῃ U 20 φῶς ὡς G γεννητόν AUF καὶ πρὸ γενέσεως post ἑαυτῷ HP 21 δὲ UF: om. ceteri 22 ἀποπατεῖ MAHP: ἀποπαύεται GUFL2, ἀναπαύεται conicio παυσάμενος] ἀποπατήσας vel ἀναπαυσάμενος conicio αὗται μυθοποιίαι λόγῳ μὲν ἀνθρωπόμορφον ἔργῳ δὲ ἀνθρωποπαθὲς Quod_deus_sit_immutabilis 60 εἰσαγόντων τὸ θεῖον. τίνος οὖν ἕνεκα Μωυσῆς βάσεις, χεῖρας, εἰσόδους, ἐξόδους φησὶν εἶναι μερὶ τὸ ἀγένητον, τίνος δὲ χάριν ὅπλισιν τὴν πρὸς ἐχθρῶν ἄμυναν; ξιφηφοροῦντα γὰρ εἰσάγει καὶ βέλεσι χρώμενον καὶ πνεύμασι καὶ φθοροποιῷ πυρί — καταιγίδα καὶ κεραυνὸν ἑτέροις ὀνόμασι ταῦτα ποιηταὶ προσαγορεύοντες ὅπλα τοῦ αἰτίου φασὶν εἶναι —, πρὸς δὲ ἔτι ζῆλον, θυμόν, ὀργάς, ὅσα τούτοις ὅμοια ἀνθρωπολογῶν διεξέρχεται; Quod_deus_sit_immutabilis 61 ἀλλὰ τοῖς πυνθανομένοις ἀποκρίνεται· ὦ οὗτοι, τῷ ἄριστα νομοθετήσοντι τέλος ἓν δεῖ προκεῖσθαι, πάντας ὠφελῆσαι τοὺς ἐντυγχάνοντας. οἱ μὲν οὖν εὐμοίρου φύσεως λαχόντες καὶ ἀγωγῆς ἐν πᾶσιν ἀνυπαιτίου, τὴν μετὰ ταῦθ’ ὁδὸν τοῦ βίου λεωφόρον καὶ εὐθεῖαν εὑρίσκοντες, ἀληθείᾳ συνοδοιπόρῳ χρῶνται, παρ’ ἧς μυηθέντες τὰ περὶ τοῦ ὄντος ἀψευδῆ μυστήρια τῶν γενέσεως οὐδὲν προσαναπλάττουσιν αὐτῷ. Quod_deus_sit_immutabilis 62 τούτοις οἰκειότατον πρόκειται κεφάλαιον ἐν τοῖς ἱεροφαντηθεῖσι χρησμοῖς, ὅτι „οὐχ ὡς ἄνθρωπος ὁ θεός“, ἀλλ’ οὐδ’ ὡς οὐρανὸς οὐδ’ ὡς κόσμος· ποιὰ γὰρ εἴδη ταῦτά γε καὶ εἰς αἴσθησιν ἐρχόμενα, ὁ δ’ ἄρα οὐδὲ τῷ νῷ καταληπτὸς ὅτι μὴ κατὰ τὸ εἶναι μόνον· ὕπαρξις γὰρ ἔσθ’ ἣν καταλαμβάνομεν αὐτοῦ, τῶν δέ γε χωρὶς ὑπάρξεως οὐδέν. Quod_deus_sit_immutabilis 63 οἱ δέ γε νωθεστέρᾳ μὲν καὶ ἀμβλείᾳ κεχρημένοι τῇ φύσει, περὶ δὲ τὰς ἐν παισὶ τροφὰς πλημμεληθέντες, ὀξὺ καθορᾶν ἀδυνατοῦντες 1 αὗται UF: αἱ γὰρ ceteri, αὗται γὰρ Mang. λόγῳ μὲν] spatium in U 2 εἵνεκα F Μώσης MA, om. Η1Ρ χεῖρας om. M 3 ἀγέννητον AU ὅπλισιν MAG2: ὅπλησιν P, ὁπλίσει UF, ὅπλισι G1, ὅπλησι Η, ὅπλοισι L, ὁπλίζει v 4 τὴν] τοῦτον Η2 γὰρ om. G εἰσάγει addidi 5 καὶ πνεύμασι GUF: om. MAHP τῶν καὶ φθοροποιῶν πυρία (μυρία m2) G καταιγίδα UF: om. κεραυνῶ HP 6 ὠνόμασε U ποιηταὶ om. F προσαγορεύοντος F 7 προσέτι δὲ UF καὶ ὅσα UF 8 ἀποκρίνεσθαι U, ἀποκρίνεσθε F 9 νομοθετήσοντι D: νομοθετήσαντι codd. προσκεῖσθαι MAHP προκεῖσθαι δεῖ D ὠφελεῖσθαι HD, ἐκδέχεσθαι AP 10 εὐμοίρου MU: εὐμοιροῦντες F, εὐμέτρου AGP2, ἀμοίρου HP1 λαχόντες om. UF ἀγωγὴν G ἐν πᾶσιν M: πάσης UF, ζῆν AG, om. HP 11 ἀνυπαίτιον MAH1P 12 ἀνευρίσκοντες UF μηθέντες UF1 13 προσαναπλάττουσιν UFH2: προαναπλάττουσιν ceteri 15 ὁ om. P οὐδ’ scripsi: οὔτ’ codd. οὐδ’ U, οὐδὲ G: οὔθ’ ceteri 18 ἔσθ’ ἣν MAH1: ἐστιν ἣν UF, ἔσθ’ ὃ ἦν G, ἐστι A, ἔσθ’ ὃ Η2 τῶν δέ γε UF: τὸν δέ γε AG, τὸ δέ γε MHP, τοῦ δὲ coni. Mang. 19 γεωδεστέρα UF 20 καὶ ante ὀξὺ add. Mang. 8. 9 DR fol. 114r ἐκ τοῦ περὶ γιγάντων: τῷ ἄριστα—τοὺς ἐντυγχάνοντας. 17 DL fol. 26v DR fol. 22v DC fol. 45v ἐκ τοῦ περὶ γιγάντων: οὐδὲ τῶ νῷ καταληπτὸς ὁ θεὸς ὅτι εἰ μὴ κατὰ τὸ εἶναι μόνον. ἰατρῶν δέονται νουθετητῶν, οἳ πρὸς τὸ παρὸν πάθος τὴν οἰκείαν ἐπινοήσουσι θεραπείαν· Quod_deus_sit_immutabilis 64 ἐπεὶ καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος, τὰς γὰρ ἐπανατάσεις καὶ ἀπειλὰς αὐτοῦ δεδιότες ἄκοντες φόβῳ νουθετοῦνται. μανθανέτωσαν οὖν πάντες οἱ τοιοῦτοι τὰ ψευδῆ, δι’ ὧν ὠφεληθήσονται, εἰ μὴ δύνανται δι’ ἀληθείας σωφρονίζεσθαι. Quod_deus_sit_immutabilis 65 καὶ γὰρ τοῖς τὰ σώματα κάμνουσιν ἐπισφαλῶς οἱ δοκιμώτατοι τῶν ἰατρῶν τἀληθῆ λαλεῖν οὐχ ὑπομένουσιν εἰδότες ἀθυμοτέρους μὲν ἐκ τούτου γενησομένους καὶ οὐ ῥωσθησομένην τὴν νόσον, ἐκ δὲ τῆς τῶν ἐναντίων παρηγορίας πραότερον τὰ ἐν χερσὶν οἴσοντας καὶ τὸ ἀρρώστημα λωφῆσον. Quod_deus_sit_immutabilis 66 τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ· ὦ οὗτος, τετμήσῃ, κεκαύσῃ, ἀκρωτηριασθήσῃ, κἂν εἰ μέλλοι ταῦτ’ ἐξ ἀνάγκης ὑπομένειν; οὐδεὶς ἐρεῖ. προαναπεσὼν γὰρ τὴν γνώμην ἐκεῖνος καὶ νόσον ἑτέραν τῆς ψυχῆς ἀργαλεωτέραν τῆς προϋπούσης τοῦ σώματος προσλαβὼν ἀπερεῖ πρὸς τὴν θεραπείαν ἄσμενος, ἐκ δὲ τοῦ τὰ ἐναντία ἀπάτῃ τοῦ θεραπεύοντος προσδοκῆσαι τλητικῶς πάνθ’ ὑποστήσεται, κἂν ἀλγεινότατα ᾖ τὰ σῴζοντα. Quod_deus_sit_immutabilis 67 γενόμενος οὖν τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων ἄριστος ἰατρὸς ὁ νομοθέτης ἓν ἔργον καὶ τέλος προὔθετο, αὐταῖς ῥίζαις 1 νουθετητῶν scripsi: νομοθετῶν codd. οἲ] οἲ καὶ Α, καὶ G 2 ἐπινοῆσαι Α, ἐπινοοῦσι G 3 τὰς γὰρ om. AG ἐπαναστάσεις MAHPD, ἐπανασταθεὶς G καὶ ἀπειλὰς om. D 4 οὖν om. DK ἅπαντες UF 4. 5 πάντες οὗτοι τὰ οἰκονομικῶς ψεύδη DK 5 ὠφελήσονται MAGH1P εἰ μὴ—σωφρονίζεσθαι om. DK 6 καμοῦσιν UF δοκιμώτατοι Mang.: νομιμώτατοι codd. 7 λαλεῖν] λέγειν DK μὲν post εἰδότες transpos. PH1 8 οὐ eras. H σωθησομένην MAH1P 9 ῥᾳότερον UFL2 τὰ ἀρρωστήματα ὠφελήσοντας UF 10 εἴποι GUF: εἶπε MAHP 11 τέτμηθι εἰ καὶ καύσῃ A τέτμηθι ἢ καὶ καύσει ἀκρωτηριασθείση G καὶ καύσῃ καὶ ἀκρωτηριασθήσῃ UF, post κεκαύσῃ add. καὶ etiam L2 κἂν] καὶ AUF μέλει Α 12 οὐδεὶς M: ὅτε δέοι UF, mg. L, οὐδὲ εἷς ceteri ἐρεῖ om. UF 12. 13 τῆς ψυχῆς scripsi: τῆ ψυχὴ codd. 13 προσλαβὼν UFH2: προσβαλὼν ceteri ἀπαίρει AUF (sed αἰ in ras. A) 14 ἄσμενος fort. in lin. 15 transpon. τοῦ τοῦ ἐναντία Η, τῆ τοῦ ἐναντία P ἀπάγῃ F 15 πάντα G 16 τῆς om. UF καὶ νοσημάτων UF: om. ceteri 17 τέλος ἓν UF 2—7 DK fol. 252r ἐκ τοῦ περὶ τῶν γιγάντων: ἐπειδὴ καὶ ἀναγώγοις—τῶν ἰατρῶν λέγειν οὐκ ἀνέχονται DK fol. 159r Φίλωνος ἐκ τοῦ περὶ γιγάντων (Anton. Mel. II 21 col. 1063 Φίλωνος): καὶ ἀναγώγοις καὶ ἄφροσι (σἰκέταις Anton.) (lin. 4) 6 sqq. cf. Be Cherubim § 15, Platonis Remp. p. 389 B, Clementem Strom. VII § 53 p. 863 P, Orig. Homil. XIX, 3 in Jeremiam p. 265: ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται μὴ δυνάμενον θεραπευθῆναι, ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους . . . λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι· τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ . . . . . . . οὐκ ἂν παράσχοι αὐτὸν ἐκεῖνος, fragm. ex libro VI Stromatum Origenis p. 39. τὰς τῆς διανοίας νόσους ἐκτεμεῖν, ἵνα μή τις ὑπολειφθεῖσα βλάστην ἀρρωστήματος ἐνέγκῃ δυσιάτου. Quod_deus_sit_immutabilis 68 τοῦτον δὴ τὸν τρόπον ἤλπισεν ἐκκόψαι δυνήσεσθαι, εἰ χρώμενον ἀπειλαῖς καὶ ἀγανακτήσεσι καὶ ἀπαραιτήτοις ὀργαῖς, ἔτι δὲ ἀμυντηρίοις ὅπλοις πρὸς τὰς κατὰ τῶν ἀδικούντων ἐπεξόδους εἰσαγάγοι τὸ αἴτιον· μόνως γὰρ οὕτως ὁ ἄφρων νουθετεῖται. Quod_deus_sit_immutabilis 69 παρό μοι δοκεῖ τοῖς προειρημένοις δυσὶ κεφαλαίοις, τῷ τε „ὡς ἄνθρωπος“ καὶ τῷ „οὐχ ὡς ἄνθρωπος ὁ θεὸς“ ἕτερα δύο συνυφῆναι ἀκόλουθα καὶ συγγενῆ, φόβον τε καὶ ἀγάπην· τὰς γὰρ διὰ τῶν νόμων εἰς εὐσέβειαν ὁρῶ παρακελεύσεις ἁπάσας ἀναφερομένας ἢ πρὸς τὸ ἀγαπᾶν ἢ πρὸς τὸ φοβεῖσθαι τὸν ὄντα. τοῖς μὲν οὖν μήτε μέρος μήτε πάθος ἀνθρώπου περὶ τὸ ὂν νομίζουσιν, ἀλλὰ θεοπρεπῶς αὐτὸ δι’ αὐτὸ μόνον τιμῶσι τὸ ἀγαπᾶν οἰκειότατον, φοβεῖσθαι δὲ τοῖς ἑτέροις. Quod_deus_sit_immutabilis 70 Ἃ μὲν οὖν προκαταστήσασθαι τῆς ζητήσεως ἁρμόττον ἦν, τοιαῦτά ἐστιν. ἐπανιτέον δὲ ἐπὶ τὴν ἐξ ἀρχῆς σκέψιν, καθ’ ἣν ἠποροῦμεν, τίνα ὑπογράφει νοῦν τὸ „ἐθυμώθην ὅτι ἐποίησα αὐτούς“. ἴσως οὖν τοιοῦτόν τι βούλεται παραστῆσαι, ὅτι οἱ μὲν φαῦλοι θυμῷ γεγόνασι θεοῦ, οἱ δ’ ἀγαθοὶ χάριτι. καὶ γὰρ ἑξῆς φησι· „Νῶε δὲ εὗρε χάριν“ (Gen. 6, 8). Quod_deus_sit_immutabilis 71 τὸ δὲ κυριολογούμενον ἐπ’ ἀνθρώπων πάθος ὁ θυμὸς εὐθυβόλως εἴρηται τροπικώτερον ἐπὶ τοῦ ὄντος εἰς τὴν ἀναγκαιοτάτου πράγματος δήλωσιν, ὅτι πάνθ’ ὅσα δι’ ὀργὴν ἢ φόβον ἢ λύπην ἢ ἡδονὴν ἤ τι τῶν ἄλλων παθῶν πράττομεν, ὑπαίτια καὶ ἐπίληπτα ὁμολογουμένως ἐστίν, ὅσα δὲ μετ’ ὀρθότητος λόγου καὶ ἐπιστήμης, ἐπαινετά. Quod_deus_sit_immutabilis 72 ὁρᾷς ὅσῃ καὶ περὶ τὴν προφορὰν κέχρηται προφυλακῇ, „ὅτι ἐθυμώθην, ὅτι ἐποίησα αὐτοὺς“ εἰπών, ἀλλ’ οὐ κατ’ ἀναστροφήν· διότι ἐποίησα αὐτούς, ἐθυμώθην. τοῦτο μὲν γὰρ μετανοοῦντος ἦν, ὅπερ ἡ τὰ πάντα προμηθουμένη θεοῦ φύσις οὐκ ἀνέχεται, ἐκεῖνο δὲ δόγμα συνεκτικώτατον εἰσηγουμένου, ὅτι πηγὴ μὲν ἁμαρτημάτων θυμός, λογισμὸς δὲ 1 βλάστη G 2 ἐνέγκῃ om. Α δυσιάτου MAGH2: δυσίατον UFPH1 δὴ] οὖν U 3 εἰ] ἢ Α χρώμενος UF ἀνακτήσεσι H1P 5 εἰσαγάγοι HP: ἐπαγάγοι MG, ἐπαγάγῃ Α, εἰσάγοι UF μόνως MHP: μόνος ceteri ὁ om. UF 6 παρ’ ὃ AU τέως F 7 συνυφεῖναι Α 11 τὸ αὐτὸ U, τὸ αὐτοῦ F δι’ αὐτὸ om. HP, δι’ αὐτοῦ UF 13 προκαταστήσεσθαι AG 14. 15 ἀποροῦμεν A 15 ὑπογράφεται GF, ὑπογράφει τε Α νοῦν] νῦν UF, τε νοῦν Α 16 τι τοιοῦτον UF τι] ἐστιν ὃ G στῆσαι U 17 δὲ MGF φασι Α 19 εὐθυβόλως UF: om. ceteri δὲ ante ἐπὶ add. UF παρόντος UF ἀναγκαιοτάτου Maug.: ἀναγκαιοτάτην τοῦ codd. 20 ὅταν Η 23 φυλακῆ GUF 24 εἶπον A οὐκ ἀναστροφὴν Α κατὰ ἀντιστροφὴν H2 25. 26 προθυμουμένη G 27 πηγαὶ G κατορθωμάτων. Quod_deus_sit_immutabilis 73 μεμνημένος δὲ τῆς περὶ πάντα τελείας ἀγαθότητος ἑαυτοῦ ὁ θεός, κἂν τὸ σύμπαν ἀνθρώπων πλῆθος ἐξ ἑαυτοῦ δι’ ὑπερβολὰς ἁμαρτημάτων περιπίπτῃ, τὴν δεξιὰν καὶ σωτήριον χεῖρα ὀρέγων ὑπολαμβάνει καὶ ἐξανίστησιν οὐκ ἐῶν εἰσάπαν φθαρῆναι καὶ ἀφανισθῆναι τὸ γένος. Quod_deus_sit_immutabilis 74 διὸ νῦν φησι τὸν Νῶε χάριν εὑρεῖν παρ’ αὐτῷ, ὅτε οἱ ἄλλοι φανέντες ἀχάριστοι τίνειν μέλλουσι δίκας, ἵνα τὸν σωτήριον ἔλεον ἀνακεράσηται τῇ κατὰ ἁμαρτανόντων κρίσει· καθάπερ καὶ ὁ ὑμνῳδὸς εἶπέ που· „ἔλεον καὶ κρίσιν ᾄσομαί σοι“ (Psalm. 100, 1)· Quod_deus_sit_immutabilis 75 εἰ γὰρ βουληθείη ὁ θεὸς δικάσαι τῷ θνητῷ γένει χωρὶς ἐλέου, τὴν καταδικάζουσαν ψῆφον οἴσει μηδενὸς ἀνθρώπων τὸν ἀπὸ γενέσεως ἄχρι τελευτῆς βίον ἄπταιστον ἐξ ἑαυτοῦ δραμόντος, ἀλλὰ τὸ μὲν ἑκουσίοις, τὸ δὲ ἀκουσίοις χρησαμένου τοῖς ἐν ποσὶν ὀλισθήμασιν. Quod_deus_sit_immutabilis 76 ἵν’ οὖν ὑπάρχῃ τὸ γένος, κἂν πολλὰ τῶν εἰδικῶν βύθια χωρῇ, τὸν ἔλεον ἀνακίρνησιν, ᾧ πρὸς εὐεργεσίας καὶ τῶν ἀναξίων χρῆται, καὶ οὐ μόνον δικάσας ἐλεεῖ, ἀλλὰ καὶ ἐλεήσας δικάζει· πρεσβύτερος γὰρ δίκης ὁ ἔλεος παρ’ αὐτῷ ἐστιν ἅτε τὸν κολάσεως ἄξιον οὐ μετὰ τὴν δίκην, ἀλλὰ πρὸ δίκης εἰδότι. Quod_deus_sit_immutabilis 77 διὰ τοῦτο ἐν ἑτέροις εἴρηται· „ποτήριον ἐν χειρὶ κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος“ (Psalm. 74, 9)· καίτοι τό γε κεκραμένον οὐκ ἄκρατον. ἀλλ’ ἔχει λόγον ταῦτα φυσικώτατον καὶ τοῖς προειρημένοις ἀκόλουθον· ὁ γὰρ θεὸς ταῖς δυνάμεσι πρὸς μὲν ἑαυτὸν ἀκράτοις χρῆται, κεκραμέναις δὲ πρὸς γένεσιν· τὰς γὰρ ἀμιγεῖς θνητὴν ἀμήχανον φύσιν χωρῆσαι. Quod_deus_sit_immutabilis 78 ἢ νομίζεις ἄκρατον μὲν τὴν ἡλίου φλόγα μὴ δύνασθαι θεαθῆναι — 1 ras. ante πάντα Η αὐτοῦ PL ὁ fort. del. 2 post σύμπαν add. πλεῖστον H et ἢ τὸ supra scr. Η2 ἀνθρώπων πλῆθος add. Η2, ἀνθρώπων πλείστων P ὑπερβολὴν F 3 περιπίπτῃ suspectum, fort. πίπτῃ. παραπίπτῃ vel περιπταίῃ coni. Mang. 4 εἰς ἅπαν MAUFP 5 τὸν] τῶ Α ὅτι L 6 τίνειν MAHP: τίσειν GU, τίσιν F τὸν] τὸ G 7 καὶ] γὰρ καὶ PH1 8 σοι κύριε F 8. 9 γὰρ μὴ βουλῆ θεὸς U, γὰρ μὴ βουληθῆ θεὸς F 9 γένει UF: om. ceteri ἐλέους U 10 τὸν] τῶν AUH1 ἄχρι MAUFP: μέχρι GH 11 τὸ] ποτὲ UF, τοῦ H2 τὸ] τοῦ H2 12 ἵν’ AFP: ἵνα ceteri 12. 13 κὰν πολλὰ—εὐεργεσίας om. F 13 τῶν ὄγκων βαθεῖα χωρητὸν G, βαθεία etiam Α εἰδικῶν Maug.: ἰδικῶν codd. ὡς Α 14 μόνον οὐ UF ἀλλὰ καὶ UF: ἀλλὰ MG, ἀλλ’ AUP 15 δίκης] δικαίου Flur. Laur. τὸ ἔλεος UF ἐστιν om. Flor. Laur. 16 δίκην] κρίσιν UF Flor. Laur. 17 κυρίου] θεοῦ U 18 κεκερασμένον MAU, κερασμένον F τό γε MAHP: γε GU, om. F κεκραμμένον HP 20 κέχρηται GUF 20. 21 κεκραμμέναις HP 22 μὴ om. UF θεάσασθαι conicio 14—16 Flor. Laur. nr. 1: ὁ θεὸς οὐ δικάσας ἐλεεῖ, ἀλλ’ ἐλεήσας. σβεσθήσεται γὰρ πρότερον ἡ ὄψις μαρμαρυγαῖς τῶν ἀκτίνων ἀμυδρωθεῖσα ἢ προσβάλλουσα καταλήψεται· καίτοι καὶ ἥλιος ἓν ἦν ἔργον θεοῦ, μοῖρα οὐρανοῦ, πίλημα αἰθέριον —, τὰς δὲ ἀγενήτους ἄρα δυνάμεις ἐκείνας, αἳ περὶ αὐτὸν οὖσαι λαμπρότατον φῶς ἀπαστράπτουσιν, ἀκράτους περινοῆσαι δύνασθαι; Quod_deus_sit_immutabilis 79 ὥσπερ οὖν τὰς ἡλιακὰς ἀκτῖνας ἔτεινε μὲν ἀπ’ οὐρανοῦ μέχρι τερμάτων γῆς τὸ σφοδρὸν τῆς ἐν αὐταῖς θερμότητος ἀνεὶς καὶ χαλάσας ἀέρι ψυχρῷ — τοῦτο γὰρ αὐταῖς ἀνεκεράσατο, ὅπως τὸ αὐγοειδὲς ἀπὸ τοῦ φλογώδους πυρὸς ἀνασταλέν, τὴν μὲν τοῦ καίειν μεθειμένον δύναμιν, τὴν δὲ τοῦ φωτίζειν περιέχον τῷ ταμιευομένῳ ἐν ταῖς ὄψεσι συγγενεῖ αὐτοῦ καὶ φίλῳ ὑπαντιάσαν ἀσπάσηται· ἡ γὰρ τούτων ἐξ ἐναντίας εἰς ταὐτὸ σύνοδός τε καὶ δεξίωσις τὴν δι’ ὁράσεως ἀντίληψιν ἐργάζεται —, οὕτως ἐπιστήμην θεοῦ καὶ σοφίαν καὶ φρόνησιν καὶ δικαιοσύνην καὶ τῶν ἄλλων ἑκάστην ἀρετῶν τίς ἂν ἀκραιφνῆ δέξασθαι δύναιτο θνητὸς ὤν; ἀλλ’ οὐδ’ ὁ σύμπας οὐρανός τε καὶ κόσμος. Quod_deus_sit_immutabilis 80 εἰδὼς τοίνυν ὁ δημιουργὸς τὰς περὶ αὑτὸν ἐν ἅπασι τοῖς ἀρίστοις ὑπερβολὰς καὶ τὴν τῶν γεγονότων, εἰ καὶ σφόδρα μεγαλαυχοῖεν, φυσικὴν ἀσθένειαν οὔτε εὐεργετεῖν οὔτε κολάζειν ὡς δύναται βούλεται, ἀλλ’ ὡς ἔχοντας ὁρᾷ δυνάμεως τοὺς ἑκατέρου μεθέξοντας. Quod_deus_sit_immutabilis 81 εἰ δὴ τοῦ ἀνειμένου καὶ μεσότητας ἔχοντος τῶν δυνάμεων αὐτοῦ κράματος ἐμπιεῖν καὶ ἀπολαῦσαι δυνηθείημεν, ἀποχρῶσαν ἂν εὐφροσύνην καρπωσαίμεθα, ἧς τελειοτέραν μὴ ζητείτω λαβεῖν τὸ ἀνθρώπων γένος· ἐδείχθησαν γὰρ αἱ ἀμιγεῖς καὶ ἄκρατοι καὶ τῷ ὄντι ἀκρότητες περὶ τὸ ὂν μόνον ὑπάρχουσαι. Quod_deus_sit_immutabilis 82 τοῖς δ’ εἰρημένοις ὅμοιόν ἐστι καὶ τὸ ἑτέρωθι λεχθὲν „ἅπαξ κύριος ἐλάλησε, δύο ταῦτα ἤκουσα“ (Psalm. 61, 12). τὸ μὲν γὰρ 1 συμβήσεται G 2 προβάλλουσα F καίτοι ἥλιος ἦν UF ἔργων conicio 3 ἀγεννήτους AU ἄρα] ἔτι F 4 οὐσίαι UF ἀπαστράπτουσαι G 5 ἐνέτεινε U, ἀνέτεινεν F 6 γῆς τερμάτων ΗP τὸ] τὸν U θερμότατος P 7 τούτω HP, τοῦτον coni. Cohn αὐταῖς AUF: αὐτὰς MGHP ὅπως καὶ τὸ G 8 διασταλὲν coni. Mangey 9 καθειμένον L περιέσχον GH1 9. 10 τὸ ταμιευόμενον ἐν ταῖς ὄψεσι συγγενὲς αὐτοῦ καὶ φίλον conicio ὑπαντιάσαν om. in lacuna A, ὑπαντιάσας P ἀνασπάσητα AUF 11 ἐξ ἐναντίας AU: ἐξεναντίας ceteri δικαίωσις U 12 μὲν post οὕτως add. UF καὶ σοφίαν θεοῦ PL 14 δύναιτο Tuin.: δύνηται AUF, δύναται ceteri 15 αὑτὸν H2: αὐτῶν Α, αὐτὸν ceteri 16 γεγονότων] λεγόντων U 18 ὅρια G ἑκάτερα AGF εἰ δὴ]ἤδη AG ἀνημμένου Α 19 μεσότητα AH1L ἐμπιεῖν MUFH: ἐμποιεῖν ὃ A, ἐμποιεῖν P, ἐμπ εισὃ (sic) G 20 ἀποχρώντως AGUF ἄν AGF: om. ceteri καρπωσώμεθα Α 21 ζήτει τὸ F 21. 22 γὰρ διαμιγεῖς G 23 τό] τῶ AG 24 μίαν ἐλάλησεν ὁ θεός, δύο ταύτην ἠκούσαμεν UF ἅπαξ ἔοικε τῷ ἀκράτῳ — καὶ γὰρ τὸ ἄκρατον μονὰς καὶ ἡ μονὰς ἄκρατον —, τὸ δὲ δὶς τῷ κεκραμένῳ· τὸ γὰρ κεκραμένον οὐχ ἁπλοῦν ἅτε καὶ σύγκρισιν καὶ διάκρισιν ἐπιδεχόμενον. Quod_deus_sit_immutabilis 83 μονάδας μὲν οὖν ἀκράτους ὁ θεὸς λαλεῖ· οὐ γάρ ἐστιν ὁ λόγος αὐτῷ γεγωνὸς ἀέρος πλῆξις ἀναμιγνύμενος ἄλλῳ τὸ παράπαν οὐδενί, ἀλλὰ ἀσώματός τε καὶ γυμνός, ἀδιαφορῶν μονάδος. Quod_deus_sit_immutabilis 84 ἀκούομεν δ’ ἡμεῖς δυάδι· τὸ γὰρ ἀφ’ ἡγεμονικοῦ πνεῦμα διὰ τραχείας ἀναπεμπόμενον ἀρτηρίας τυποῦται μὲν ἐν στόματι ὥσπερ ὑπὸ δημιουργοῦ τινος γλώττης, φερόμενον δ’ ἔξω καὶ ἀναμιχθὲν ἀέρι συγγενεῖ καὶ πλῆξαν αὐτὸν τὴν δυάδος κρᾶσιν ἁρμονίως ἀποτελεῖ· τὸ γὰρ συνηχοῦν ἐκ φθόγγων διαφερόντων δυάδι μεριστῇ τὸ πρῶτον ἁρμόζεται ὀξὺν καὶ βαρὺν τόνον ἐχούσῃ. Quod_deus_sit_immutabilis 85 παγκάλως οὖν τῷ πλήθει τῶν ἀδίκων λογισμῶν ἀντέθηκεν ἕνα τὸν δίκαιον, ἀριθμῷ μὲν ἐλάττονα δυνάμει δὲ πλείονα, ἵνα μὴ ταλαντεῦσαν ὥσπερ ἐπὶ πλάστιγγος βρίσῃ τὸ χεῖρον, ἀλλὰ κράτει τῆς ἐναντίας πρὸς τὸ βέλτιον ῥοπῆς ἀνακουφισθὲν ἀσθενήσῃ. Quod_deus_sit_immutabilis 86 Τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν ἐναντίον κυρίου τοῦ θεοῦ“ (Gen. 6, 8), συνεπισκεψώμεθα· τῶν εὑρισκόντων οἱ μὲν ἃ πρότερον ἔχοντες ἀπέβαλον αὖθις εὑρίσκουσιν, οἱ δὲ ἃ μὴ πάλαι νῦν δὲ πρῶτον περιεποιήσαντο. τουτὶ μὲν οὖν τὸ ἔργον εὕρεσιν, ἐκεῖνο δὲ ἀνεύρεσιν οἱ ζητητικοὶ τῶν κυρίων ὀνομάτων καλεῖν εἰώθασι. Quod_deus_sit_immutabilis 87 τοῦ μὲν οὖν προτέρου παράδειγμα ἐναργέστατον τὰ περὶ τῆς μεγάλης εὐχῆς (Num. 6, 2.) διατεταγμένα. ἔστι δὲ εὐχὴ μὲν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, μεγάλη δὲ εὐχὴ τὸν θεὸν αἴτιον ἀγαθῶν αὐτὸν ἀφ’ ἑαυτοῦ νομίζειν μηδενὸς ἑτέρου τῶν εἰς τὸ δοκεῖν ὠφελεῖν συνεργοῦντος, μὴ γῆς ὡς καρποτόκου, μὴ ὑετῶν ὡς σπέρματα καὶ φυτὰ συναυξόντων, μὴ ἀέρος ὡς τρέφειν ἱκανοῦ, μὴ γεωργίας ὡς φορᾶς αἰτίας, μὴ ἰατρικῆς ὡς ὑγείας, μὴ γάμου ὡς γενέσεως παίδων. Quod_deus_sit_immutabilis 88 πάντα γὰρ ταῦτα δυνάμει θεοῦ μεταβολὰς 1 ἀκροτάτῳ F ἀκρότατον UF 1. 2 κα—ἄκρατον om. G 2 τῶ δὲ δύο U τὸ γὰρ κεκραμένον scripsi: ἑκάτερον γὰρ codd., κεκραμένον γὰρ Mang. 3 καὶ post ἄτε om. UF καὶ διάκρισιν om. L 4 καλεῖ Α γεγωνὸς Mang.: γεγονὼς codd. 5 ἀλλὰ καὶ Η, ἀλλὰ in ras. P2 7 πνεύματος UF 8 δὲ G 9 αὐτὸ UF δυάδος H2L1: δι’ ὕδατος ceteri, διὰ δυάδος conicio ἁρμονίως Η2: ἁρμονίαν G, ἁρμονίας ceteri 11 καὶ om. Α ἔχουσι Α 12 ἕνα] ἐν ὧ UF 14 βρίθη P κρατίστης τῆς A, κρατίστην G, κράσει τῆς F πρὸς Mang.: περὶ codd. 15 ἀσθενήσει MGF 16 δ’ ἐστὶ UF ἔναντι HP τοῦ om. F 18 ἀπέλαβον G 20 ζητικοὶ H 22 εὐχῆς G 23 τὸν] τὸ τὸν Η2 αὐτὸν om. HP 23. 24 μηδενὸς—συνεργοῦντος om. U 24 τῶν del. Mang. 25 ὑετὸν Α, ὑετοῦ GUF συναυξανόντων G δέχεται καὶ τροπάς, ὡς τἀναντία πολλάκις τοῖς ἐξ ἔθους ἀποτελεῖν. τοῦτον οὖν φησι Μωυσῆς „ἅγιον“ εἶναι, „τρέφοντα κόμην τρίχα κεφαλῆς“ (ibid. 5), ὅπερ ἦν τὰς ἐν τῷ ἡγεμονικῷ τῶν ἀρετῆς δογμάτων κεφαλαιώδεις ἀνατολὰς συναύξοντα καὶ τρόπον τινὰ κομῶντα καὶ σεμνυνόμενον ἐπ’ αὐταῖς. Quod_deus_sit_immutabilis 89 ἀλλ’ ἔστιν ὅτε ἀπέβαλεν αὐτὰς αἰφνίδιον κατασκήψαντος οἷά τινος τυφῶνος εἰς τὴν ψυχὴν καὶ τὰ καλὰ πάντα αὐτῆς ἐξαρπάσαντος· ὁ δὲ τυφὼν οὗτος τροπή τίς ἐστιν ἀκούσιος παραχρῆμα τὸν νοῦν μιαίνουσα, ἣν καλεῖ θάνατον (ibid. 9). Quod_deus_sit_immutabilis 90 ἀλλ’ ὅμως ἀποβαλὼν αὖθις καὶ καθαρθεὶς ἀναλαμβάνει καὶ ἀναμιμνῄσκεται ὧν τέως ἐπελέληστο, καὶ ἅπερ ἀπέβαλεν εὑρίσκει, ὡς τὰς προτέρας τῆς τροπῆς ἡμέρας ἀλόγους ἐξετάζεσθαι (ibid. 12), ἢ διότι παράλογον ἡ τροπὴ πρᾶγμα, ἀπᾷδον ὀρθοῦ λόγου καὶ φρονήσεως ἀμέτοχον, ἢ παρόσον οὐκ ἔστιν ἀξία καταριθμεῖσθαι· „τῶν γὰρ τοιούτων“ ἔφη τις „οὐ λόγος οὐδ’ ἀριθμός“. Quod_deus_sit_immutabilis 91 πολλάκις δὲ ἐνετύχομεν τούτοις, ἃ μηδ’ ὄναρ πρότερον εἴδομεν· ὥσπερ γεωπόνον φασί τινες ὑπὲρ τοῦ τι τῶν ἡμέρων δένδρων φυτεῦσαι σκάπτοντα χωρίον θησαυρῷ περιτυχεῖν ἀνελπίστῳ χρησάμενον εὐτυχίᾳ. Quod_deus_sit_immutabilis 92 ὁ γοῦν ἀσκητὴς πυθομένου τοῦ πατρὸς αὐτοῦ τῆς ἐπιστήμης τὸν τρόπον τοῦτον· "τί τοῦτο ὃ ταχὺ εὗρες, τέκνον“; ἀποκρίνεται καί φησιν· „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον μου“ (Gen. 27,20)· ὅταν γὰρ ὁ θεὸς παραδιδῷ τὰ τῆς ἀιδίου σοφίας θεωρήματα καμάτου χωρὶς καὶ πόνου, ταῦτα ἐξαίφνης οὐ προσδοκήσαντες θησαυρὸν εὐδαιμονίας τελείας εὑρίσκομεν. Quod_deus_sit_immutabilis 93 συμβαίνει δὲ πολλάκις τοῖς μὲν ἐπιπόνως ζητοῦσιν ἀποτυγχάνειν τοῦ ζητουμένου, τοῖς δ’ ἄνευ φροντίδος ῥᾷστα καὶ ἃ μὴ διενοήθησαν εὑρίσκειν· οἱ μὲν γὰρ νωθέστεροι καὶ βραδεῖς τὰς ψυχὰς ὥσπερ οἱ τὰ ὄμματα πεπηρωμένοι τὸν εἰς τὸ θεωρῆσαί τι τῶν κατ’ ἐπιστήμην πόνον ἴσχουσιν ἀτελῆ, οἱ δὲ φύσεως εὐμοιρίᾳ δίχα ζητήσεως μυρίοις ἐνέτυχον εὐθυβόλῳ καὶ 1 ὥστ’ ἐναντία UF ἀποτελεῖ Α 2 ἅγιον] αἴτιον UFL2 τρίχας P 3 ὥσπερ UF 3. 4 κεφαλώδεις U 4 συναύξονται Α 5 ἀπέβαλον Α 6 post πάντα add. ἀρετῆς G 7 τῦφον G, τῦφος UF τροπῆς ἐστιν U, τροπή ἐστιν F 8 καὶ secl. Cohn 9 τέως AHPL1: τὲ M, τελέως GUFL2 ἐπιλέληστο AG, ἀπελέληστο F 10 ὀλίγας AH1P 11 ἢ om. F ἀπῳδὸν UF 12 παρ’ ὅσον MAUFH 13 οὐδ’] οὐκ UF 14 ἃ om. F ἴδομεν GU, ἰδόντες F 15 γεηπτονον Α τινες] τινα coni. Cohn δένδρον MHP1 16 περιπεσεῖν UF 17 αὐτοῦ FP: αὐτῶ ceteri 18 τοῦτον om. MUF ὃ om. M, ὅτι UF καὶ om. G 19 ὁ θεὸς om. Η, postea add. L 20 ἀιδίου codd.: ἰδίου Turn. ταῦτ’ UF 22 ἐπιπόνου Α ἀποτυγχάνει A1 23 γὰρ H2: γε ceteri 25 τὸν G2 τῶν ceteri εὐμαρείᾳ Α 13 cf. Theocriti Idyll. XIV 48, locutio in proverbii consuetudinem venisse videtur. εὐθίκτῳ χρησάμενοι προσβολῇ, ὡς δοκεῖν αὐτοὺς μὲν μὴ σπουδάσαι τοῖς πράγμασιν ἐντυχεῖν, ἐκεῖνα δὲ μεθ’ ὁρμῆς προαπαντήσαντα εἰς ὄψιν ἐλθεῖν ἐπειχθῆναι καὶ τὴν ἀπ’ αὐτῶν ἀκριβεστάτην ἐμποιῆσαι κατάληψιν. Quod_deus_sit_immutabilis 94 τούτοις ὁ νομοθέτης φησὶ δίδοσθαι „πόλεις μεγάλας καὶ καλάς, ἃς οὐκ ᾠκοδόμησαν, οἰκίας πλήρεις τῶν ἀγαθῶν, ἃς οὐκ ἐνέπλησαν, λάκκους λελατομημένους, οὓς οὐκ ἐξελατόμησαν, ἀμπελῶνας καὶ ἐλαιῶνας, οὓς οὐκ ἐφύτευσαν„ (Deut. 6, 10. 11). Quod_deus_sit_immutabilis 95 πόλεις μὲν οὖν καὶ οἰκίας συμβολικῶς τάς τε γενικὰς καὶ τὰς εἰδικὰς ἀρετὰς ὑπογράφει· πόλει μὲν γὰρ ἔοικε τὸ γένος, ὅτι κἀν μείζοσιν ἐξετάζεται περιγραφαῖς καὶ πλειόνων κοινόν ἐστιν, εἶδος δὲ οἰκίᾳ τῷ συνῆχθαί τε μᾶλλον καὶ πεφευγέναι τὴν κοινότητα. Quod_deus_sit_immutabilis 96 προητοιμασμένοι δὲ λάκκοι τὰ χωρὶς τῶν πόνων τούτοις πρόχειρα ἆθλα, οὐρανίων καὶ ποτίμων δεξαμεναὶ ναμάτων, πρὸς φυλακὴν τῶν προειρημένων ἀρετῶν εὐτρεπεῖς θησαυροί, ἐξ ὧν εὐφροσύνη περιγίνεται ψυχῇ τελεία φῶς τὸ ἀληθείας ἀπαστράπτουσα. τοὺς μὲν οὖν ἀμπελῶνας εὐφροσύνης, τοὺς δ’ ἐλαιῶνας φωτὸς πεποίηται σύμβολον. Quod_deus_sit_immutabilis 97 εὐδαίμονες μὲν οὖν οὗτοι, παραπλήσιόν τι πάσχοντες τοῖς ἐκ βαθέος ὕπνου διανισταμένοις καὶ τὸν κόσμον ἐξαίφνης ἀπόνως καὶ χωρὶς πραγματείας ὁρῶσιν, ἄθλιοι δὲ οἷς πρὸς ἃ μὴ πεφύκασιν ἀντιφιλονεικεῖν συμβαίνει ἔριδι, ἀργαλεωτάτῃ νόσῳ, ἐπαιρόμενοι. Quod_deus_sit_immutabilis 98 πρὸς γὰρ τῷ τοῦ τέλους ἀποτυγχάνειν ἔτι μετ’ οὐ μικρᾶς βλάβης μεγάλην αἰσχύνην ὑπομένουσιν, ὥσπερ αἱ πρὸς ἐναντία πνεύματα νῆες ἐνθαλαττεύουσαι· πρὸς γὰρ τῷ μὴ τυγχάνειν ὑποδρόμων ἐφ’ οὓς ἐπείγονται, πολλάκις αὐτοῖς πλωτῆρσι καὶ φορτίοις ἀνατραπεῖσαι λύπην μὲν φίλοις, ἡδονὴν δὲ ἐχθροῖς ἐμπαρέσχον. Quod_deus_sit_immutabilis 99 λέγει οὖν ὁ νόμος, ὅτι „παραβιασάμενοί τινες ἀνέβησαν ἐπὶ τὸ ὄρος, καὶ ἐξῆλθεν ὁ Ἀμορραῖος ὁ κατοικῶν ἐν τῷ ὄρει ἐκείνῳ, καὶ ἐτίτρωσκεν αὐτούς, ὡς ἂν ποιήσειαν 2 ἐπιτυχεῖν G ἐκείνω U 3 ἐπισχετηθηναι PH’ 4 τοιούτοις U 5 ἅς coiT. in αἷς Α ὠδόμησαν GH’ τῶν otn., πάντων UF 5. G ἐτλἡρωσν UF 6 ἐλατόμησαν UF 8 τὰς τεχνικὰς UF καὶ τἀς ἰδικὰς AL’, καὶ ἰδικὰς GUF 9 ἐξετάζηται MAFP lU ἐστι M ειΑ-ι GUF, ἡ Α τε om. G, τί Α 11 χωρὶς scripsi: ἑτέροις codd. 13 ἀρετῶν om. MH’P 14 ἀληθείας UF: ἀληθὲς ceteri τελεία scripsi: τελείᾳ v 15 εὐφροσύνης — ἐλαιῶνας add. mg. H2, mg. Pi δὲ GUF 16 οὖν om. H’P τοῖς] τῆς F 17 ἀπόνως om. AH’P 18 οἶς G: οἲ MHP, οἱ, οἱ μὴ UF ’ 18. 19 ἀντιφιλονεικοῦντες H2 19 συμβαίνει UFPH’: ajfxpaivEivGH-’, aofxpaivr) MA vdaoc U iTraipofievots conicio " 20 συμβαίνει A συμβαίνεινGB2, 21. 22 OaXaTTeoouaat H 22 Ttu] t6 U brdopofiov G ἐφ’ οἷς L’ 23 ἀνατραπῆναι Α μὲν GUF: om. ceteri 24 φῦ GUFH-’: om. MAH’P Efn:ap£yovT£; G, Ttapea/ov F 25 ’VM-op«’OC FHP 26. 78,1 tb; — aoTouc om. IIP, w; — [xsXtaaat add. H2 αἱ μέλισσαι, καὶ ἐδίωξεν αὐτοὺς ἀπὸ Σηεὶρ ἕως Ἑρμᾶ“ (Deut. 1,43. 44)· Quod_deus_sit_immutabilis 100 ἀνάγκη γὰρ καὶ τοὺς ἀφυῶς ἔχοντας πρὸς τὰς τῶν τεχνῶν ἀναλήψεις, εἴ τι βιαζόμενοι πονοῖντο περὶ αὐτάς, μὴ μόνον σφάλλεσθαι τοῦ τέλους, ἀλλὰ καὶ αἰσχύνην ὀφλεῖν, καὶ τοὺς ἄλλο τι τῶν δεόντων ἀσυγκαταθέτῳ γνώμῃ πράττοντας μὴ ἐθελουσίως βιαζομένους δὲ τὸ παρ’ αὑτοῖς ἑκούσιον μὴ κατορθοῦν, ἀλλὰ πρὸς τοῦ συνειδότος τιτρώσκεσθαί τε καὶ διώκεσθαι. Quod_deus_sit_immutabilis 101 καὶ τοὺς τὰς ὀλιγοχρημάτους παρακαταθήκας ἀποδιδόντας ἐπὶ θήρᾳ στερήσεως μειζόνων εἴποις ἂν πίστει διαφέρειν, οἳ καὶ ὅτε ἀπέδοσαν πολλὰ τὴν ἔμφυτον ἀπιστίαν ἐβιάσαντο, ὑφ’ ἧς μήποτε παύσαιντο κατακεντούμενοι; Quod_deus_sit_immutabilis 102 θεραπείαν δὲ ὅσοι τοῦ μόνου σοφοῦ νόθον ἐπετήδευσαν, ὥσπερ ἐπὶ σκηνῆς ἱεροπρεπεστάτης ἄχρι τοῦ μόνον ἐπιδείξασθαι τοῖς συνεληλυθόσι θεαταῖς προαίρεσιν ἐνδύντες βίου, βωμολοχίαν πρὸ εὐσεβείας ἐν τῇ ψυχῇ φέροντες, οὐχ αὑτοὺς ὥσπερ ἐπὶ τροχοῦ κατατείνουσι καὶ βασανίζουσιν ἀναγκάζοντες ἐπιμορφάζειν ψευδῶς, ἃ πρὸς ἀλήθειαν μὴ πεπόνθασι; Quod_deus_sit_immutabilis 103 τοιγάρτοι βραχὺν χρόνον ἐπισκιασθέντες διὰ τῶν δεισιδαιμονίας συμβόλων, ἣ κώλυσις μέν ἐστιν ὁσιότητος, μεγάλη δὲ καὶ τοῖς ἔχουσι καὶ τοῖς συνιοῦσι ζημία, εἶτ’ αὖθις ἀπαμφιασάμενοι τὰ περίαπτα γυμνὴν ἐπιδείκνυνται τὴν ὑπόκρισιν καὶ τότε ὥσπερ οἱ ξενίας ἁλόντες νοθεύονται τῇ μεγίστῃ πόλεων ἀρετῇ μηδὲν προσήκοντας ἑαυτοὺς παρεγγράψαντες. τὸ γὰρ βίαιον ὀλιγοχρόνιον, ὡς καὶ αὐτό που δηλοῖ τοὔνομα παρὰ τὸ βαιὸν εἰρημένον· βαιὸν δὲ τὸ ὀλιγοχρόνιον ἐκάλουν οἱ Quod_deus_sit_immutabilis 104 παλαιοί. τί δέ ἐστι τὸ „Νῶε εὗρε χάριν παρὰ κυρίῳ τῷ θεῷ“, διαπορητέον. ἆρ’ οὖν τοιοῦτόν ἐστι τὸ δηλούμενον, ὅτι χάριτος ἔτυχεν, ἢ ὅτι χάριτος ἄξιος ἐνομίσθη; ἀλλὰ τὸ μὲν πρότερον οὐκ εἰκὸς 1 ἐδίωξαν MA σιίρεως Α, σιὴρ ἕως U, σηιερέως F ἑρμᾶ G: ἐρεμᾶ MHP, ἠρέμ’ Α, ὅρμα UF 2 ἔχοντας om. F ἀντιλήψεις UF 2. 3 λήψεις ἐπιβιαζόμενοι G 3 μόνου L 5 μὴ add. Mang. αὐτοῖς codd. τὸ] τὸν F 6 τὸ ante μὴ add. MAP 6 πρὸ F τε GUF: om. ceteri 8 μειζόνως F διαφέρον U ὅτε MAG: ὅταν HP, ὅτε δὴ UF 9 ἀπέδωσαν Α, ἔδοσαν UF 9. 10 παύσοιντο ΜL2 10 νόθην UF, νόον Α 11 ἱεροπρεπεστάτου τὴν G, ἱεροπρεπεστάτην coni. Mang. 12 πρὸς αἵρεσιν F εὐσεβοῦς βίου conicio 13 πρὸς AF1 πρὸς G αὐτοὺς Α 14. 15 ἁ πρὸς ἀλήθειαν μὴ πεπόνθασι scripsi: post ἀλήθειαν πεπόνθασι M, ἐπ’ ἀληθεία πεπόνθασι AG, ἐπ’ ἀληθεία πεπονθόσι UF, ἀληθεία πεπόνθασι H1P, ἀληθεία H2L πεπονθόσι add. mg. L), #x003E; ἐπ’ ἀληθείας πεπονθότες coni. Cohn 15 ἀλήθειαν; τοιγάρτοι Mang. 16 κώλυσις Benzelius: κόλασις codd., κόλουσις Cohn et ego coniecimus 17 περίοπτα G 18 ἐπιδείκνυται G 19 μηδενὶ UF 19. 20 γράψαντες UF 20 βιβλίον Α 20. 21 ὡς—ὀλιγοχρόνιον om. AL (ὡς—βαιὸν δὲ add. in mg. L) 21 παρὰ βιὸν H1P βίαιον G βίαιον G 22 τῶ om. MA 23 τί post οὖν add. UF 24. 79,1 post ὑπονοεῖν add. ἐστι G ὑπονοεῖν· τί γὰρ αὐτῷ πλέον δεδώρηται πάντων, ὡς ἔπος εἰπεῖν, ὅσα οὐ συγκέκριται μόνον, ἀλλὰ καὶ στοιχειώδεις ἁπλαῖ φύσεις εἰσί, χάριτος ἠξιωμένων θείας; Quod_deus_sit_immutabilis 105 τὸ δ’ ὕστερον ἔχει μέν τινα οὐκ ἀνάρμοστον λόγον, κρίνοντος τοῦ αἰτίου δωρεῶν ἀξίους τοὺς τὸ θεῖον ἐν ἑαυτοῖς νόμισμα, τὸν ἱερώτατον νοῦν, αἰσχροῖς ἐπιτηδεύμασι μὴ διαφθείροντας, ἴσως δὲ οὐκ ἀληθῆ. Quod_deus_sit_immutabilis 106 πηλίκον γάρ τινα εἰκὸς γενέσθαι τὸν ἄξιον χάριτος κριθησόμενον παρὰ θεῷ; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μόλις ἂν καὶ σύμπαντα τὸν κόσμον τούτου λαχεῖν· καίτοι τό γε πρῶτον καὶ μέγιστον καὶ τελεώτατον τῶν θείων ἔργων ἐστὶν οὗτος. Quod_deus_sit_immutabilis 107 μήποτ’ οὖν ἄμεινον ἂν εἴη ἐκδέχεσθαι τοῦτο, ὅτι ζητητικὸς καὶ πολυμαθὴς γενόμενος ὁ ἀστεῖος ἐν οἷς ἅπασιν ἐζήτησε τοῦθ’ εὗρεν ἀληθέστατον, χάριν ὄντα θεοῦ τὰ πάντα, γῆν, ὕδωρ, ἀέρα, πῦρ, ἥλιον, ἀστέρας, οὐρανόν, ζῷα καὶ φυτὰ σύμπαντα. κεχάρισται δὲ ὁ θεὸς αὑτῷ μὲν οὐδέν — οὐδὲ γὰρ δεῖται —, κόσμον δὲ κόσμῳ καὶ τὰ μέρη ἑαυτοῖς τε καὶ ἀλλήλοις, ἔτι δὲ τῷ παντί. Quod_deus_sit_immutabilis 108 οὐδὲν δὲ κρίνας ἄξιον χάριτος ἄφθονα καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσι δεδώρηται τὰ ἀγαθά, ἀλλ’ ἀπιδὼν εἰς τὴν ἀίδιον ἀγαθότητα καὶ νομίσας ἐπιβάλλον τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει ἑαυτοῦ τὸ εὐεργετεῖν. ὥστε εἴ τίς μ’ ἔροιτο, τίς αἰτία γενέσεως κόσμου, μαθὼν παρὰ Μωυσέως ἀποκρινοῦμαι, ὅτι ἡ τοῦ ὄντος ἀγαθότης, ἥτις ἐστὶ πρεσβυτάτη τῶν * * * χαρίτων οὖσα ἑαυτῇ. Quod_deus_sit_immutabilis 109 παρατηρητέον δ’ ὅτι τὸν μὲν Νῶέ φησιν εὐαρεστῆσαι ταῖς τοῦ ὄντος δυνάμεσι, κυρίῳ τε καὶ θεῷ (Gen. 6, 8), Μωυσῆν δὲ τῷ δορυφορουμένῳ πρὸς τῶν δυνάμεων καὶ δίχα αὐτῶν κατὰ τὸ εἶναι μόνον νοουμένῳ· λέγεται γὰρ ἐκ προσώπου τοῦ θεοῦ ὅτι „εὕρηκας χάριν παρ’ ἐμοὶ“ (Exod. 33, 17) 2 συγκεκρότηκε G, συγκεκρότηται UF καὶ om. AUF στοιχειώδους Α 3 ἠξιωμένων Turn.: ἠξιωμέναι codd. 4 δώρων HP αὐτοῖς AUF 5 τὸν] τοὺς AP μὴ om. P διαφθείροντες F 6 ἀληθῶς AG πηλίκον] ποικίλον P 7 τῷ θεῶ G ἄν καὶ σύμπαντα GUFH2: ἄν πάντα MAH1P τὸν om. UF 8 τοῦτον Α τοι om. Α τό om. G γε] τε UF 8. 9 τελειότατον F 9 οὗτός ἐστιν HP εἴη om. P 10 ζητικὸς H1P 11 τὰ σύμπαντα GF 13 δὲ om. Α ὁ θεὸς post οὐδὲν transpos. UF 13 αὑτῶ H2: ἑαυτῶ GF, αὐτῶ ceteri 15 οὐδέ κρίνας U χάριτος ἄξιον UF γὰρ post ἄφθονα add. HP καὶ prius om. HP τοῖς om. MAH1P (hab. L) 16 ἀλλὰ MG 17 ἐπιβάλλον] ἐπεὶ βέλτιον Α 18 με GUF κόσμων U μαθέτω G τὸ ante παρὰ add. Α 19 Μωυσέως U: Μώσεως MAF, Μωυσέος GHP ἀποκρινομένου AG ἥτις om. v 20 πρεσβυτάτη τῶν θεοῦ δυνάμεων, τῶν χαρίτων οὖσα πηγή conicio ἑαυτῇ] αἰτία vel αὐτοῦ coni. Mang. 21. 22 κυρίου τε καὶ θεοῦ 22 Μωυσῆν UF: Μωσῆν ceteri τὸν δορυφορούμενον U 23 λέγει coni. Cohn 24 τοῦ om. H δεικνὺς ἑαυτὸν τὸν ἄνευ παντὸς ἑτέρου. Quod_deus_sit_immutabilis 110 οὕτως ἄρα τὴν μὲν κατὰ Μωυσῆν ἄκραν σοφίαν ἀξιοῖ χάριτος ὁ ὢν αὐτὸς δι’ ἑαυτοῦ μόνου, τὴν δὲ ἀπεικονισθεῖσαν ἐκ ταύτης δευτέραν καὶ εἰδικωτέραν οὖσαν διὰ τῶν ὑπηκόων δυνάμεων, καθ’ ἃς καὶ κύριος καὶ θεός, ἄρχων τε καὶ εὐεργέτης ἐστίν. Quod_deus_sit_immutabilis 111 ἕτερος δέ τις φιλοσώματος καὶ φιλοπαθὴς νοῦς πραθεὶς τῇ ἀρχιμαγείρῳ (Gen. 39, 1) τοῦ συγκρίματος ἡμῶν ἡδονῇ καὶ ἐξευνουχισθεὶς τὰ ἄρρενα καὶ γεννητικὰ τῆς ψυχῆς μέρη πάντα, σπάνει κεχρημένος καλῶν ἐπιτηδευμάτων, ἀκοὴν παραδέξασθαι θείαν ἀδυνατῶν, ἐκκλησίας τῆς ἱερᾶς ἀπεσχοινισμένος (Deut. 23, 1), ἐν ᾗ [σύλλογοι καὶ] λόγοι περὶ ἀρετῆς ἀεὶ μελετῶνται, εἰς μὲν τὸ δεσμωτήριον τῶν παθῶν εἰσάγεται, χάριν δὲ εὑρίσκει τὴν ἀτιμίας ἀδοξοτέραν παρὰ τῷ ἀρχιδεσμοφύλακι (Gen. 39, 20. 21). Quod_deus_sit_immutabilis 112 δεσμῶται μὲν γὰρ κυρίως εἰσὶν οὐχ οὓς ἐν δικαστηρίῳ καταδικασθέντας ὑπὸ κλήρῳ ἀρχόντων ἢ καὶ χειροτονηθέντων δικαστῶν ἀπάγουσί τινες εἰς ἀποδεδειγμένον χῶρον κακούργων, ἀλλ’ ὧν ἡ φύσις κατεδίκασε ψυχῆς τρόπων, οἵτινες ἀφροσύνης καὶ ἀκολασίας καὶ δειλίας καὶ ἀδικίας καὶ ἀσεβείας καὶ ἄλλων ἀμυθήτων κηρῶν γέμουσιν. Quod_deus_sit_immutabilis 113 ὁ δὲ ἐπίτροπος καὶ φύλαξ καὶ ταμίας τούτων, ὁ ἡγεμὼν τοῦ δεσμωτηρίου, σύστημα καὶ συμφόρημα κακιῶν ἀθρόων καὶ ποικίλων εἰς ἓν εἶδος συνυφασμένων ἐστίν, ᾧ τὸ εὐαρεστῆσαι μεγίστη ζημία· ἣν οὐχ ὁρῶντες ἔνιοι, ἀπατώμενοι δὲ περὶ τὸ βλάπτον ὡς ὠφελοῦν, προσίασί τε αὐτῷ μάλα γεγηθότες καὶ δορυφοροῦσιν, ἵν’ ὕπαρχοι καὶ διάδοχοι φυλακῆς ἁμαρτημάτων ἀκουσίων τε καὶ ἑκουσίων πιστοὶ κριθέντες γένωνται. Quod_deus_sit_immutabilis 114 ἀλλὰ σύ γε, ὦ ψυχή, τὴν δεσποτείαν καὶ ἡγεμονίαν ταύτην ἀργαλεωτέραν τῆς ἐπαχθοῦς δουλείας νομίσασα, μάλιστα μὲν ἀδέσμῳ καὶ λελυμένῃ καὶ ἐλευθέρᾳ χρῆσαι προαιρέσει τοῦ βίου· Quod_deus_sit_immutabilis 115 ἂν δ’ ἄρα ἀγκιστρευθῇς ὑπὸ πάθους, δεσμῶτις 1 δεικνύντος conioio αὐτὸν coni. Cohn οὕτως] ὄντως AGH2 ἄρα] ἔτι F 2 Μωσῆν MAHP ὁ om. Α 3 ἰδικωτέραν MAG 4 δυνάμεων ὑπηκόων ὑπηκόῳ Α) AUF καθ’ ἃς GUF: καθὰ MAPH1, καθὸ Η2 ὁ κύριος HP 5 πραθεὶς om. Α 7 τῆς om. F 9 ἱερωτάτης G 9. 10 σύλλογοι καὶ seclusit Cohn, διάλογοι καὶ conicio 10 ante μὲν ras. HP 13 οὓς] ὡς G1 κλήρων conicio 14 καὶ om. UF χωρίον UF 15 ὧν] ὃν AU τρόπον AU οἵτινες M: οἷά τινες ceteri 15. 16 ἀφροσύνης om. v 16 καὶ addidi καὶ δειλίας om. UF καὶ ante ἀσεβείας om. MGUF, ante ἄλλων GUF καὶ ἀσεβείας om. HP 17 κηρῶν] πονηριῶν Α, sed πονηρι in ras. 18 ὁ om. UFP 19 συνυφασμένον HP ᾧ] ὡς U 20 μεγάλη F 21. 22 δορυφοροῦντες P 22 ἶνα GUF ἀκουσίους Α 22. 23 τε καὶ om. Α 23 καὶ post ἀλλὰ add. UF, καὶ corr. ex ἀλλὰ L2 25 νομίσας U ἀθέσμῳ UF λελυμένῃ καὶ om. H 26 δεσμώτης U μᾶλλον ἢ εἱρκτοφύλαξ ὑπόμεινον γενέσθαι· κακωθεῖσα μὲν γὰρ καὶ στενάξασα ἔλεον εὑρήσεις, σπουδαρχίαις δὲ καὶ λιμοδοξίαις ὑποβαλοῦσα σαυτὴν ἡδὺ κακὸν τὸ εἱρκτοφυλακεῖν καὶ μέγιστον ἀναδέξῃ, ὑφ’ οὗ γενήσῃ πάντα ἀγώγιμος τὸν αἰῶνα. Quod_deus_sit_immutabilis 116 τὰς μὲν οὖν παρὰ τοῖς ἀρχιδεσμοφύλαξιν εὐαρεστήσεις ἀνὰ κράτος ἀπόθου, τῶν δὲ παρὰ τῷ αἰτίῳ διαφερόντως μετὰ σπουδῆς τῆς ἁπάσης ἐφίεσο. ἐὰν δ’ ἄρα ἀδυνατῇς — ὑπερβάλλον γὰρ τὸ τοῦ ἀξιώματος μέγεθος —, ἴθι ἀμεταστρεπτὶ πρὸς τὰς δυνάμεις αὐτοῦ καὶ τούτων ἱκέτις γενοῦ, μέχρις ἂν ἀποδεξάμεναι τὸ συνεχὲς καὶ γνήσιον τῆς θεραπείας ἐν τῇ τῶν εὐαρεστησάντων αὐταῖς κατατάξωσι χώρᾳ, καθάπερ καὶ τὸν Νῶε, οὗ τῶν ἐγγόνων θαυμαστότατον καὶ καινότατον πεποίηται τὸν κατάλογον· Quod_deus_sit_immutabilis 117 φησὶ γάρ· „αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ θεῷ εὐηρέστησε Νῶε“ (Gen. 6, 9). τὰ μὲν γὰρ τοῦ συγκρίματος γεννήματα πέφυκεν εἶναι καὶ αὐτὰ συγκρίματα· ἵπποι γὰρ ἵππους καὶ λέοντες λέοντας καὶ βόες ταύρους, ὁμοίως δὲ καὶ ἄνθρωποι ἀνθρώπους ἐξ ἀνάγκης γεννῶσι· Quod_deus_sit_immutabilis 118 διανοίας δὲ ἀγαθῆς οὐ τὰ τοιαῦτα οἰκεῖα ἔγγονα, ἀλλ’ αἱ προειρημέναι ἀρεταί, τὸ ἄνθρωπον εἶναι, τὸ δίκαιον εἶναι, τὸ τέλειον εἶναι, τὸ θεῷ εὐαρεστῆσαι· ὅπερ ἐπειδὴ καὶ τελεώτατον ἦν καὶ ὅρος τῆς ἄκρας εὐδαιμονίας, ἐφ’ ἅπασιν εἴρηται. Quod_deus_sit_immutabilis 119 γένεσις δὲ ἡ μὲν ἀγωγὴ καὶ ὁδός τίς ἐστιν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι — ταύτῃ φυτά τε καὶ ζῷα ἐξ ἀνάγκης ἀεὶ χρῆσθαι πέφυκεν —, ἑτέρα δ’ ἐστὶν ἡ ἐκ βελτίονος γένους εἰς ἔλαττον εἶδος μεταβολή, ἧς μέμνηται ὅταν φῇ· „αὗται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δέκα ἑπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν τὰ πρόβατα, ὢν νέος, μετὰ τῶν υἱῶν Βαλλᾶς καὶ μετὰ τῶν υἱῶν Ζελφᾶς τῶν γυναικῶν πατρὸς αὐτοῦ“ (Gen. 37, 2)· Quod_deus_sit_immutabilis 120 ὅταν γὰρ ὁ ἀσκητικὸς καὶ φιλομαθὴς οὗτος λόγος ἀπὸ 2 ἔλαιον M πολυαρχίαις UF δὲ] τὲ Α ὑποβάλλουσα Η 3 ἑαυτὴν UF ἡδὺ] εἰ δὲ Α 4 αἰῶνα] ἕνον text. Η (mg. αἰῶνα) et fort. P1 5 δεσμοφύλαξιν AUF G αἰτίω MHP1L1: ἀστείω AGUFL2, ἀστίω mg. P2 διαφερόντων Α σπουδῆς τῆς ἁπάσης UFP: σπουδῆς τῆς πάσης MAG, πάσης σπουδῆς Η ἐφίεσθαι G, ἀφίεσο Α 8 αὐτοῦ om. H οἰκέτις Α, ἱκέτης PL 9 ὑποδεξάμναι Α 10 σε χώρᾳ conicio καθὰ UF οὗ] οὐ AUF 10. 11 τὸν ἔγγονον UF 11 θαυμαστότατα καὶ καινότατα P 12 ὢν] ἦν UFL 14 συγκρίματα πέφυκεν F 17 ἔκγονα conicio 18 εἶναι alterum om. UF τὸ] τῶ AG ἐπειδὴ εἰ καὶ UF 19 τῆς AU: τις ceteri ἄκρος P 20 δ’ ἐστὶν MAG: δέ ἐστιν ceteri 22 μεταβολῆς G ἧς] ὧν Α 23 δὲ om. F ἑπτὰ καὶ δέκα UF 24 δὲ ante μετὰ ΡΗ1 ὦν U 24.25 νέος σὺν υἱοῖς βελλᾶς καὶ υἱοῖς ζεαφᾶς (sic) γυναικῶν UF τοῦ πατρὸς G 26 οὗτος ante καὶ transpos. Η ὁ λόγος P τῶν θειοτέρων ἐννοημάτων εἰς ἀνθρωπίνας καὶ θνητὰς δόξας καταβιβασθῇ, ὁ τοῦ σώματος καὶ τῶν περὶ αὐτὸ χορευτὴς Ἰωσὴφ εὐθὺς ἀπογεννᾶται, νέος ὢν ἔτι, κἂν μήκει χρόνου πολιὸς γένηται, πρεσβυτέρας οὔτε γνώμης οὔτε ἀκοῆς εἰσάπαν ἐπῃσθημένος, ἣν οἱ Μωυσέως θιασῶται κατασταθέντες κτῆμα καὶ ἀπόλαυσμα ὠφελιμώτατον ἑαυτοῖς τε καὶ τοῖς ἐντυγχάνουσιν εὕραντο. Quod_deus_sit_immutabilis 121 διὰ τοῦτό μοι δοκεῖ τὸν τύπον αὐτοῦ καὶ τὴν ἀκριβεστάτην τοῦ χαρακτῆρος ἰδέαν βουλόμενος ἐκδηλοτέραν ἐγγράψαι ποιμαίνοντα εἰσάγειν μετὰ γνησίου μὲν οὐδενός, μετὰ δὲ τῶν νόθων ἀδελφῶν, οἳ παλλακίδων ὄντες ἀπὸ τοῦ χείρονος γένους, τοῦ πρὸς γυναικῶν, ἀλλ’ οὐκ ἀπὸ τοῦ κρείττονος, τοῦ πρὸς ἀνδρῶν, χρηματίζουσιν· υἱοὶ γὰρ τῶν γυναικῶν Βαλλᾶς καὶ Ζελφᾶς, ἀλλ’ οὐκ Ἰσραὴλ τοῦ πατρὸς νυνὶ καλοῦνται. Quod_deus_sit_immutabilis 122 Ζητήσαι δ’ ἄν τις προσηκόντως, τίνος ἕνεκα μετὰ τὴν ἐν p. 291 Μ. ταῖς ἀρεταῖς τοῦ Νῶε τελείωσιν εὐθὺς εἴρηται, ὅτι „ἐφθάρη ἡ γῆ ἐναντίον τοῦ θεοῦ καὶ ἐπλήσθη ἀδικίας“ (Gen. 6,11). ἀλλ’ ἴσως οὐ χαλεπὸν λύσεως εὐπορῆσαι τῷ μὴ σφόδρα παιδείας ἀπείρῳ. Quod_deus_sit_immutabilis 123 λεκτέον οὖν ὅτι, ἐπειδὰν ἐν ψυχῇ τὸ ἄφθαρτον εἶδος ἀνατείλῃ, τὸ θνητὸν εὐθέως φθείρεται· γένεσις γὰρ τῶν καλῶν θάνατος αἰσχρῶν ἐπιτηδευμάτων ἐστίν, ἐπεὶ καὶ φωτὸς ἐπιλάμψαντος ἀφανίζεται τὸ σκότος. διὰ τοῦτο ἐν τῷ νόμῳ τῆς λέπρας ἀκριβέστατα διείρηται, ὅτι „ἐὰν ἀνατείλῃ χρὼς ζῶν ἐν τῷ λεπρῷ, μιανθήσεται“ (Lev. 13,14.15). Quod_deus_sit_immutabilis 124 καὶ προσεπισφίγγων αὐτὸ τοῦτο καὶ ὥσπερ ἐναποσημαινόμενος ἐπιφέρει „καὶ μιανεῖ ὁ χρὼς ὁ ὑγιής“, ἀντιταττόμενος τῷ εἰκότι καὶ συνήθει· πάντες γὰρ οἱ ἄνθρωποι τὰ νοσοῦντα φθορὰς τῶν ὑγιαινόντων καὶ τὰ νεκρὰ τῶν ζώντων, οὐκ ἔμπαλιν τὰ ὑγιαίνοντα καὶ ζῶντα τῶν ἐναντίων, ἀλλὰ σωτήρια νομίζουσι. 1 θνητὰς] κενὰς HP 2 αὐτοῦ MGPH1L εὐθὺς UF: εὐθέως G, om. ceteri 3 ἔτι] ἀεὶ UF 4 ἣν corr. in ἧ Α, ἢ habet mg. P 4 Μωυσέως U: Μωυσέος G, Μωσέως MAFP, Μωσέος H 5 κατεπασθέντες UF ἑαυταῖς G 8 γράψαι UF, ἀναγράψαι coni. Mang. εἰσάγειν Turn.: εἰσάγει codd. 9 τῶν om. Α 10 ἀλλὰ κἀπὸ τοῦ U 11 βελλᾶς U 12 νῦν UF 14 ἀρεταῖς om. U post ταῖς ἀρεταῖς add. ταῖς L2 16 τῷ] τὸ Α ἀπείρου Α, ἀμοίρῳ U 18 ὁ θάνατος U, ras. ante θάνατος F 19 ἐλλάμψαντος UF τὸ om. UF 20 διήρηται G ζῶον Α 21 προσεπισφραγίζων (immo προσεπισφραγιζόμενος) coni. Mang. 22 ὥσπερ ἀποσειόμενος F post μιανεῖ add. αὐτὸν ex LXX Mang. 22. 23 χρὼς ὁ λεπρὸς τὸν χρῶτα τὸν ὑγιῆ UF 23 ἀντιδιαταττόμενος G2, αὐτὸν διαταττόμενος G1, ἀντιδιαστελλόμενος UF 24 supra νοσοῦντα scripsit ἥτις G2 25 ἀλλ’ οὐ σωτήρια F Quod_deus_sit_immutabilis 125 καινότατος δ’ ἐν ἅπασι τὴν σοφίαν ὁ νομοθέτης ὢν καὶ τοῦτο ἴδιον εἰσηγήσατο, διδάσκων ὅτι τὰ ὑγιαίνοντα καὶ ζῶντα τοῦ μὴ καθαρεύειν μιασμάτων αἴτια γίνεται· τὸ γὰρ ὑγιαῖνον καὶ ζῶν ἐν ψυχῇ χρῶμα ὡς ἀληθῶς φαινόμενον ἐπ’ αὐτῆς ἔλεγχός ἐστιν. Quod_deus_sit_immutabilis 126 οὗτος ὅταν ἀνάσχῃ, κατάλογον ποιεῖται τῶν ἁμαρτημάτων αὐτῆς ἁπάντων, καὶ ὀνειδίζων καὶ δυσωπῶν καὶ ἐπιπλήττων μόλις παύεται· ἡ δ’ ἐλεγχομένη γνωρίζει τὰ καθ’ ἕκαστα, ὧν παρὰ τὸν ὀρθὸν λόγον ἐπετήδευε, καὶ τότε ἄφρονα καὶ ἀκόλαστον καὶ ἄδικον καὶ πλήρη μιασμάτων ἑαυτὴν καταλαμβάνει. Quod_deus_sit_immutabilis 127 διὸ καὶ παραδοξότατον νόμον ἀναγράφει, ἐν ᾧ τὸν μὲν ἐκ μέρους ὄντα λεπρὸν ἀκάθαρτον, τὸν δὲ ὅλον δι’ ὅλων ἀπὸ ἄκρων ποδῶν ἄχρι κεφαλῆς ἐσχάτης κατεσχημένον τῇ λέπρᾳ καθαρόν φησιν εἶναι (Lev. 13,11-13), τάχα ἄν τινος τὸ ἐναντίον, ὅπερ εὔλογον ἦν ὑπολαβεῖν, εἰκάσαντος, τὴν μὲν ἐσταλμένην καὶ περί τι βραχὺ τοῦ σώματος λέπραν ἧττον ἀκάθαρτον, τὴν δὲ κεχυμένην, ὡς ἅπαν περιλαβεῖν αὐτό, μᾶλλον. Quod_deus_sit_immutabilis 128 δηλοῖ δ’, ὡς ἔμοιγε φαίνεται, διὰ συμβόλων τούτων ἀληθέστατον ἐκεῖνο, ὅτι τὰ μὲν ἀκούσια τῶν ἀδικημάτων κἂν ἐπιμήκιστα ὄντα ἀνυπαίτια καὶ καθαρά, τὸ συνειδὸς βαρὺν κατήγορον οὐκ ἔχοντα, τὰ δὲ ἑκούσια, κἂν μὴ ἐπὶ πλεῖστον ἀναχέηται πρὸς τοῦ κατὰ ψυχὴν ἐλεγχόμενα δικαστοῦ, ἀνίερα καὶ μιαρὰ καὶ ἀκάθαρτα δοκιμάζεται. Quod_deus_sit_immutabilis 129 ἡ μὲν οὖν διφυὴς καὶ δύο ἐξανθοῦσα χρώματα λέπρα τὴν ἑκούσιον ἐμφαίνει κακίαν· ἔχουσα γὰρ ἡ ψυχὴ τὸν ὑγιαίνοντα καὶ ζωτικὸν καὶ ὀρθὸν ἐν ἑαυτῇ λόγον τῷ μὲν οὐ χρῆται ὡς κυβερνήτῃ πρὸς τὴν τῶν καλῶν 1 ἅπασιν ὁ (om. τὴν σοφίαν) UF τοῦτ’ Α 2 τοῦ] τῶ Η2 post καθαρεύειν add. τὰ ἄλλα G2 4 φαινόμενον Α (sed ν in ras.) GUH: φαινόμενος MFPL 5 ποιεῖσθαι H πάντων HP 7 ἕκαστον, ἆ conicio ἐπετήδευσε Α 8 αὐτὴν F 9 τὸν] τὸ F 10 λεπρὸν GUF: λεπρὸν καὶ ceteti supra ἀκάθαρτον scripsit λέγει G2 ἀπ’ UF 10. 11 ἄκρας κεφαλῆς ἄχρι ποδῶν ἐσχάτων conicio ἄχρι] μέχρι HP 11 κατισχημένον AF 12 τῶν ἐναντίων U ὑπολαμβάνειν G 13 εἰκάσαντας MA καὶ vid. del. 14 ἅπαντα G περιλαμβάνειν UF 16 κἀν MAP: καὶ GUFH ἐπὶ μήκιστον ἰόντα conicio 18 καὶ ἄν Η ἐλεγχόμενα] ἐνδεχομένου U, ἐνδεχόμενα F 19 ἀνίερα MAUFP ε corr. P): ἀνιαρὰ GH1, ἀνίατα Η2 δοκιμάζεται] δικάζεται coni. Mang. 22 λόγον ἑαυτῇ (om. ἐν) U, λόγον ἐν αὐτὴ F ἑαυτῇ MAGU: αὐτὴ FHP 1 sqq. Origenes Hom. VIII, 6 in Levit. p.232: de hoc quidam etiam ante me dixerunt per colorem vivum indicari rationem vitae quae in homine est; qua nondum in anima posita si quid illic peccati fiat, reputatur pro eo quod videatur nondum rationis capax esse is qui delinquit. cum autem ratio in eo locum ac tempus invenerit, si quid iam contra rationem agat, videri eum iure culpabilem. σωτηρίαν, ἐκδοῦσα δ’ αὑτὴν τοῖς ναυτιλίας ἀπείροις ὅλον τὸ τοῦ βίου δὴ σκάφος ἐν εὐδίᾳ καὶ γαλήνῃ δυνάμενον σῴζεσθαι περιέτρεψεν. Quod_deus_sit_immutabilis 130 ἡ δ’ εἰς ἓν εἶδος λευκὸν μεταβαλοῦσα τὴν ἀκούσιον διασυνίστησι τροπήν, ἐπειδὰν τὸ λογίζεσθαι ὁ νοῦς ἐκτμηθεὶς ὅλον δι’ ὅλων, μηδενὸς τῶν εἰς τὸ συνιέναι σπέρματος ὑπολειφθέντος, ὥσπερ οἱ ἐν ἀχλύι καὶ σκότῳ βαθεῖ μηδὲν ὁρᾷ τῶν πρακτέων, ἀλλ’ οἷα τυφλὸς ἀπροοράτως πᾶσιν ἐμπίπτων συνεχεῖς ὀλίσθους καὶ πτώματα ἐπάλληλα καὶ ἀκούσια Quod_deus_sit_immutabilis 131 ὑπομένῃ. τούτῳ δ’ ὅμοιόν ἐστι καὶ τὸ περὶ τῆς οἰκίας διάταγμα, ἐν ᾗ γίνεσθαι συμβαίνει λέπραν πολλάκις· φησὶ γὰρ ὅτι „ἐὰν γένηται ἁφὴ λέπρας ἐν οἰκίᾳ, ἀφίξεται ὁ κεκτημένος καὶ ἀναγγελεῖ τῷ ἱερεῖ λέγων· ὥσπερ ἁφὴ λέπρας ἑώραταί μοι ἐν τῇ οἰκίᾳ“· εἶτα ἐπιφέρει· „καὶ προστάξει ὁ ἱερεὺς ἀποσκευάσαι τὴν οἰκίαν πρὸ τοῦ εἰσελθόντα τὸν ἱερέα εἰς τὴν οἰκίαν ἰδεῖν, καὶ οὐ γενήσεται ἀκάθαρτα ὅσα ἐν τῇ οἰκίᾳ. καὶ μετὰ ταῦτα εἰσελεύσεται ὁ ἱερεὺς καταμαθεῖν“ (Lev. 14,34—36). Quod_deus_sit_immutabilis 132 οὐκοῦν πρὶν μὲν εἰσελθεῖν τὸν ἱερέα, καθαρὰ τὰ ἐν τῇ οἰκίᾳ, ἀφ’ οὗ δ’ ἂν εἰσέλθῃ, πάντα ἀκάθαρτα· καίτοι τοὐναντίον εἰκὸς ἦν, ἀνδρὸς κεκαθαρμένου καὶ τελείου, ὃς τὰς ὑπὲρ ἁπάντων εὐχὰς ἁγιστείας ἱερουργίας εἴωθε ποιεῖσθαι, παρελθόντος εἴσω βελτιοῦσθαι τὰ ἔνδον καὶ ἐξ ἀκαθάρτων καθαρὰ γίνεσθαι· νυνὶ δὲ οὐδὲ ἐπὶ τῆς αὐτῆς μένει χώρας, τρέπεται δὲ πρὸς μερίδα τὴν χείρω κατὰ τὴν εἴσοδον τὴν τοῦ ἱερέως. Quod_deus_sit_immutabilis 133 ἀλλὰ ταῦτα μὲν εἰ συνᾴδει τῇ ῥητῇ καὶ προχείρῳ διατάξει, σκέψονται οἷς ἔθος καὶ φίλον· ἡμῖν δὲ ἄντικρυς λεκτέον, ὅτι συνῳδὸν οὕτως οὐδὲν ἄλλο ἄλλῳ, ὡς τὸ εἰσελθόντος τοῦ ἱερέως τὰ κατὰ τὴν οἰκίαν μιαίνεσθαι. Quod_deus_sit_immutabilis 134 ἕως μὲν γὰρ ὁ θεῖος λόγος εἰς τὴν ψυχὴν ἡμῶν καθάπερ τινὰ ἑστίαν οὐκ ἀφῖκται, πάντα αὐτῆς τὰ ἔργα ἀνυπαίτια· ὁ 1 αὐτὴν codd. τοῖς] τῆς U 2 δυνάμενος Α 3 μεταβάλλουσα Α διασυνίστησι GH2: μετασυνίστησι ceteri 5 οἱ MGHP: ὁ MUF 6 ἀπροσιάτως P 7 πτώματα F: ἐκπτώματα ceteri S ὑπομένῃ scripsi: ὑπομένει codd. δ’ addidit Cohn 10. 11 ἱερεῖ· ὡς ἁφὴ λέπρας ὡράθη ἐν τῶ οἴκω μου UF 11 ἑώραται GH: ὡράθη MUF, ὁρᾶται Α, αἰωρᾶται P 12—14 καὶ προστάξει—καταμαθεῖν] καὶ ἐντελεῖται ὁ ἱερεὺς καὶ ἀποσκευάσουσι πρὶν ἐλθεῖν τὸν ἱερέα, καὶ οὐ μὴ (μὴ om. F) μιανθήσεται ἀκάθαρτα ὅσα ἐν τῶ οἴκω. καὶ μετὰ εἰσελεύσεται ὁ ἱερεὺς τοῦ ἰδεῖν UF 12 καὶ] εἰ Α εἰσελθεῖν Α 13 καὶ GUFH2: om. MAH1P post γενήσεται add. καὶ οὑ μιανθήσεται mg. L2 15 μὲν om. HP 17 ἐκκεκαθαρμένου HP 18 ἁγίας ἁγιστείας G 19 ἔνδον Mang.: ὄντα codd. γίγνεσθαι UF οὐδὲ F: οὐδὲν U, οὔτε ceteri 20 μένει om. H1P τὴν tertium om. AF, τῆς G1 22 δέ om. L 23 οὐδὲν ἄλλο ἄλλω M: ἄλλο οὐδὲν ἄλλω UF, οὐδέν ἄλλω AGH2, οὐδέν ἄλλο H1P 25 ἀφίκηται U, ἀφίκεται F γὰρ ἐπίτροπος ἢ πατὴρ ἢ διδάσκαλος ἢ ὅ τι ποτὲ χρὴ καλεῖν τὸν ἱερέα, ὑφ’ οὗ νουθετηθῆναι καὶ σωφρονισθῆναι μόνου δυνατόν, μακρὰν ἀφέστηκε. Συγγνώμη δὲ τοῖς δι’ ἀμαθίαν ἀπειρίᾳ τῶν πρακτέων ἁμαρτάνουσιν· οὐδὲ γὰρ ὡς ἁμαρτημάτων αὐτῶν ποιοῦνται κατάληψιν, ἔστι δ’ ὅτε κατορθοῦν ἐν οἷς πταίουσι μεγάλα νομίζουσιν. Quod_deus_sit_immutabilis 135 ὅταν δὲ εἰσέλθῃ ὁ ἱερεὺς ὄντως ἔλεγχος εἰς ἡμᾶς ὥσπερ φωτός τις αὐγὴ καθαρωτάτη, τηνικαῦτα γνωρίζομεν τὰ ἐναποκείμενα ἡμῶν οὐκ εὐαγῆ τῇ ψυχῇ βουλεύματα καὶ τὰς ἐπιλήπτους καὶ ὑπαιτίους πράξεις, αἷς ἀγνοίᾳ τῶν συμφερόντων ἐνεχειροῦμεν. ταῦτ’ οὖν ἅπαντα ὁ ἱερώμενος ἔλεγχος μιάνας, ἀποσκευασθῆναι καὶ ἀποσυληθῆναι κελεύει, ὅπως αὐτὴν καθαρὰν ἴδῃ τὴν τῆς ψυχῆς οἰκίαν καί, εἴ τινες ἐν αὐτῇ νόσοι γεγόνασιν, ἰάσηται. Quod_deus_sit_immutabilis 136 μεμίμηται δὲ τοῦτο καὶ ἡ ἐν ταῖς βασιλείαις ἐντυγχάνουσα τῷ προφήτῃ γυνὴ χήρα (III Reg. 17,10)· χήρα δ’ ἐστίν, οὐχ ἥν φαμεν ἡμεῖς, ὅταν ἀνδρὸς ἐρήμη γένηται, ἀλλὰ τῷ χηρεύειν τῶν φθειρόντων καὶ λυμαινομένων παθῶν τὴν διάνοιαν, ὥσπερ καὶ ἡ παρὰ Μωυσῇ Θάμαρ· Quod_deus_sit_immutabilis 137 καὶ γὰρ ταύτῃ προστέτακται χηρευούσῃ καθέζεσθαι ἐν τῷ τοῦ μόνου καὶ σωτῆρος οἴκῳ πατρός (Gen. 38,11), δι’ ὃν ἀεὶ καταλιποῦσα τὰς τῶν θνητῶν συνουσίας καὶ ὁμιλίας ἠρήμωται μὲν καὶ κεχήρευκεν ἀνθρωπίνων ἡδονῶν, παραδέχεται δὲ θείαν γονὴν καὶ πληρουμένη τῶν ἀρετῆς σπερμάτων κυοφορεῖ καὶ ὠδίνει καλὰς πράξεις· ἃς ὅταν ἀποτέκῃ, τὰ κατὰ τῶν ἀντιπάλων αἴρεται βραβεῖα καὶ νικηφόρος ἀναγράφεται σύμβολον ἐπιφερομένη φοίνικα τῆς νίκης· Θάμαρ γὰρ ἑρμηνεύεται φοῖνιξ. Quod_deus_sit_immutabilis 138 λέγει δὲ πρὸς τὸν προφήτην πᾶσα διάνοια χήρα καὶ ἐρήμη κακῶν μέλλουσα γίνεσθαι· „ἄνθρωπε τοῦ θεοῦ, εἰσῆλθες πρὸς μὲ ἀναμνῆσαι τὸ ἀδίκημά μου καὶ τὸ ἁμάρτημά μου“ (III Reg. 2 νομοθετηθῆναι F δύναται AGF 4 διαμαρτάνουσιν GUF αὐτῶν om. Α 5 κατορθοῦν ἐμπταίουσι ΡΗ1 οἷς] τοῖς F 6 ὄντως] ὁ ὄντως MAP2 ἔλεγχος ὄντως transpos. UF 7 γνωρίζομεν GUF: γνωρίζεται MAHP ἡμῶν F: ἡμῖν ceteri 7. 8 τῆς ψυχῆς coui. Mang. 8 αἷς] ὡς G ἄγνοια U, ἄγνοιαν G, ἁγνεία Α 10. 11 ἴδη καθαρὰν HP 11 τῆς ψυχῆς τὴν U, τὴν (fort. ex τῆς) ψυχῆς F καὶ, εἴ F: καὶ U, κἄν ceteri 12 ἰάσεται Ρ μεμύηται Α, sed υ in ras. 13 χήρα add. Maug., om. codd. δέ UF 14 ἀνδρὸς om F τῷ] τὸ GUF. 15 παθῶν τὴν διάνοιαν GHP: τὴν διάνοιαν παθῶν UF; τὴν διάνοιαν om. Α, post λυμαινομένων add. mg. M παρὰ] περὶ H 16 Μωυσῆ GUF: Μωσεῖ MAHP 17 μόνου σωτῆρος καὶ πατρὸς οἴκῳ coni. Mangey μόνου] μ et ν in ras. Η2Ρ2 δι’ ὃ conicio ἀεὶ om. P, εἰς ἀεὶ coni. Mangey 20 πληρουμένην Α τῆς ἀρετῆς HP καὶ κυοφορεῖ UF 21 ἀποτέμῃ Ρ1 24 γίγνεσθαι F 25 ἀναμνῆσαι τὸ ἀνόμημά μου UF (ceteris omissis) 17,18)· εἰσελθὼν γὰρ εἰς τὴν ψυχὴν ὁ ἔνθους οὗτος καὶ κατεσχημένος ἐξ ἔρωτος ὀλυμπίου καὶ διηρεθισμένος τοῖς τῆς θεοφορήτου μανίας ἀκατασχέτοις οἴστροις μνήμην ἀδικημάτων καὶ ἁμαρτημάτων ἀρχαίων ἐργάζεται, οὐχ ἵνα πάλιν αὐτοῖς χρήσηται, ἀλλ’ ἵνα μέγα στενάξασα καὶ μέγα κλαύσασα τὴν παλαιὰν τροπὴν τὰ μὲν ἐκείνης ἔγγονα μισήσασα ἀποστραφῇ, οἷς δ’ ὑφηγεῖται ὁ ἑρμηνεὺς τοῦ θεοῦ λόγος καὶ προφήτης ἕπηται· Quod_deus_sit_immutabilis 139 τοὺς γὰρ προφήτας ἐκάλουν οἱ πρότερον τοτὲ μὲν ἀνθρώπους θεοῦ, τοτὲ δὲ ὁρῶντας (I Reg. 9,9), κύρια ὀνόματα καὶ ἐμπρεπῆ τῷ ἐπιθειασμῷ καὶ τῇ περιαθρήσει τῶν πραγμάτων ᾗ ἐκέχρηντο τιθέμενοι. Quod_deus_sit_immutabilis 140 Προσηκόντως οὖν ὁ ἱερώτατος Μωυσῆς τότε φθείρεσθαι τὴν γῆν εἶπεν, ὅτε αἱ τοῦ δικαίου Νῶε ἀρεταὶ διεφάνησαν· „ἦν δὲ“ φησί „κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς“ (Gen. 6,12). Quod_deus_sit_immutabilis 141 δόξει μέν τισιν ἡ λέξις ἡμαρτῆσθαι καὶ τὸ ἀκόλουθον τοῦ λόγου καὶ τὸ ἄπταιστον οὕτως ἔχειν· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὑτῆς· ἀνοίκειον γάρ ἐστι θηλυκῷ ὀνόματι, τῇ σαρκί, ἀρρενικὴν ἐπιφέρεσθαι πτῶσιν, τὴν αὐτοῦ. Quod_deus_sit_immutabilis 142 μήποτε δὲ οὐ περὶ μόνης σαρκός ἐστιν ὁ λόγος τὴν αὑτῆς φθειρούσης ὁδόν, ἵνα εἰκότως ἡμαρτῆσθαι τὰ περὶ τὴν λέξιν δοκῇ, ἀλλὰ περὶ δυεῖν, σαρκός τε τῆς φθειρομένης καὶ ἑτέρου, οὗ τὴν ὁδὸν λυμαίνεσθαί τε καὶ φθείρειν ἐπιχειρεῖ. ὥσθ’ οὕτως ἀποδοτέον· κατέφθειρε πᾶσα σὰρξ τὴν τοῦ αἰωνίου καὶ ἀφθάρτου τελείαν ὁδὸν τὴν πρὸς θεὸν ἄγουσαν. Quod_deus_sit_immutabilis 143 ταύτην ἴσθι σοφίαν· διὰ γὰρ ταύτης ὁ νοῦς ποδηγετούμενος εὐθείας καὶ λεωφόρου ὑπαρχούσης ἄχρι τῶν τερμάτων ἀφικνεῖται· τὸ δὲ τέρμα τῆς ὁδοῦ γνῶσίς ἐστι καὶ ἐπιστήμη θεοῦ. ταύτην τὴν ἀτραπὸν μισεῖ καὶ προβέβληται καὶ φθείρειν ἐπιχειρεῖ πᾶς ὁ σαρκῶν ἑταῖρος· οὐδενὶ γὰρ οὕτως οὐδὲν ἀντίπαλον ὡς ἐπιστήμη σαρκὸς ἡδονῇ. Quod_deus_sit_immutabilis 144 βουλομένοις γοῦν 1 κατισχημένος AUF 2 θεοφορήτου MHPL1: θεοφράστου GUFL2, θεοφορίστου Α 5 μέγα κλαύσασα ΜΑΗ: μετακλαύσασα GP, μεγάλα κλαύσασα UF ἔκγονα conicio 6 τοῦ θεοῦ ὁ ἑρμηνεὺς G λόγοις F 7 ἕπεται Α ποτέ μὲν AUF 8 ποτὲ δὲ AUFPL 9 θειασμῷ L τῶν om. U 10 Μωυσῆς UF: Μωσῆς ceteri 11 ὅτι ἀπὸ τοῦ Α ἐφάνησαν UF 12 διεφθαρμένη UF post διεφθαρμένη add. ἡ γῆ UF 14 τοῦ λόγου GUFH2: om. MAH1P ἔχει UF 15 αὐτῆς Turn.: αὐτῆς codd. (item lin. 17) 18 τὰ om. UF δοκεῖ FL δυεῖν MAGUF: δυοῖν HP 19 ἑτέρας G φθείρεσθαι P 20 τὸ post ἀποδοτέον add. G post τὴν add. δὲ UF, καὶ in ras. G 22 ἴσθι om. M, δ’ ἴσθι G ποδηγούμενος U 23 τὸ δὲ τέρμα codd.: τἄ δὲ τέρματα Mang. 23. 24 τῆς γῆς ὁδοῦ UF 24 ἐπιστήμης F 25 καὶ om. H1P 25. 26 οὐδὲν γὰρ οὕτως οὐδ’ ἀντίπαλον UF 26 ἐπιστήμῃ σαρκὸς ἡδονή voluit Mang. βουλομένοις GH2: βουλόμενος ceteri γοῦν] γὰρ PL ταύτην πορεύεσθαι τὴν ὁδὸν βασιλικὴν οὖσαν τοῖς τοῦ ὁρατικοῦ γένους μετέχουσιν, ὅπερ Ἰσραὴλ κέκληται, διαμάχεται ὁ γήινος Ἐδὼμ — τοῦτο γὰρ διερμηνευθεὶς ὀνομάζεται — μετὰ σπουδῆς καὶ παρασκευῆς τῆς πάσης εἴρξειν ἀπειλῶν τῆς ὁδοῦ καὶ ἀτριβῆ καὶ ἀπόρευτον αὐτὴν κατασκευάσειν εἰσάπαν. Quod_deus_sit_immutabilis 145 οἱ μὲν οὖν πεμφθέντες πρέσβεις λέγουσι ταῦτα· „παρελευσόμεθα διὰ τῆς γῆς σου· οὐ διελευσόμεθα δι’ ἀγρῶν, οὐ δι’ ἀμπελώνων, οὐ πιόμεθα ὕδωρ λάκκου σου. ὁδῷ βασιλικῇ πορευσόμεθα· οὐκ ἐκκλινοῦμεν δεξιὰ οὐδὲ εὐώνυμα, ἕως ἂν παρέλθωμέν σου τὰ ὅρια. ὁ δὲ Ἐδὼμ ἀποκρίνεται φάσκων· οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς συνάντησιν. καὶ λέγουσιν αὐτῷ οἱ υἱοὶ Ἰσραήλ· παρὰ τὸ ὄρος παρελευσόμεθα. ἐὰν δὲ τοῦ ὕδατός σου πίω ἐγώ τε καὶ τὰ κτήνη, δώσω σοι τιμήν· ἀλλὰ τὸ πρᾶγμα οὐδέν ἐστι, παρὰ τὸ ὄρος παρελευσόμεθα. ὁ δὲ εἶπεν· οὐ διελεύσῃ δι’ ἐμοῦ“ (Num. 20,17—20). Quod_deus_sit_immutabilis 146 τῶν παλαιῶν τινα λόγος ἔχει θεασάμενον ἐσταλμένην πολυτελῆ πομπὴν πρός τινας τῶν γνωρίμων ἀπιδόντα εἰπεῖν· „ὦ ἑταῖροι, ἴδετε ὅσων χρείαν οὐκ ἔχω“, διὰ βραχείας φωνῆς μέγιστον καὶ οὐράνιον ὡς ἀληθῶς ἐπάγγελμα αὐχήσαντα. τί λέγεις; Quod_deus_sit_immutabilis 147 τὸν Ὀλυμπιακὸν ἀγῶνα κατὰ τοῦ πλούτου παντὸς ἐστεφάνωσαι καὶ τῶν ἐν αὐτῷ κεκράτηκας οὕτως, ὡς μηδὲν εἰς ἀπόλαυσίν τε καὶ χρῆσιν τῶν ἀπ’ αὐτοῦ παραδέχεσθαι; θαυμάσιος μὲν ὁ λόγος, πολὺ δ’ ἡ γνώμη θαυμασιωτέρα τοσοῦτον πρὸς ἰσχὺν ἐπιδεδωκυῖα, ὡς ἤδη καὶ ἀκονιτὶ δύνασθαι νικᾶν ἀνὰ κράτος. Quod_deus_sit_immutabilis 148 ἀλλ’ οὐχ ἑνὶ ἀνδρὶ ἔξεστι μόνον αὐχῆσαι παρὰ Μωυσῇ τὰ προτέλεια τῆς σοφίας ἀναδιδαχθέντι, ἀλλὰ καὶ ὅλῳ ἔθνει πολυανθρωποτάτῳ. τεκμήριον δέ· τεθάρρηκε καὶ ἐπιτετόλμηκεν ἡ ἑκάστου ψυχὴ τῶν γνωρίμων αὐτοῦ πρὸς τὸν βασιλέα τῶν φαινομένων 2 ὅπερ] ὥσπερ F 3 ἑρμηνευθεὶς G 4 τῆς πάσης GUFH2: πάσης MAH1P 6 οὐ ante δι’ ἀγρῶν add. UF 6. 7 ἀγρῶν καὶ ἀμπελώνων G 7 σου om. UF βασιλικῇ] τοῦ βασιλέως UF 8. 9 δεξιὰν καὶ ἀριστεράν, ἕως παρέλθωμεν ὅριόν σου UF 8 οὐδὲ] ἢ G διελεύσῃ scripsi: παρελεύσῃ codd. 9. 10 εἰ δὲ μή, ἐξελεύσομαι εἰς συνάντησίν σου UF 10 ἐξελεύσομαι UF: διεξελεύσομαι ceteri σοι] σου G 11 οἱ MGFH2: om. AUH1P 11—13 καὶ ἐὰν πίωμεν, ἐγώ τε καὶ τὰ κτήνη μου, ἀργύριον δώσω σοι· πλὴν παρελεύσομαι ἐν γῆ μου. ὁ δὲ κτλ. UF 12 τιμήν σοι conicio τε om. Η παρελευσόμεθα scripsi: διελευσόμεθα codd. 14 λόγος ἔχει τινὰ F 15 ἀποδιδόντα G 16 πόσων F 17 αὐχήσαντα ἐπάγγελμα F Ὀλυμπιακὸν GP: ’Oλυμπικὸν MAUH, Ὀλύμπιον F 18 ἐστεφάνωσαι Α: ἐστεφανῶσθαι ceteri 20 θαυμασιώτερος F 21 ἀκονητὶ AG 23 Μωυσῆ UF: Μωσεῖ MAHP, Μωσῆ G ἀναδειχθέντι UF, ἀναδιχθέντι L 17 cf. Cic. Tusc. V 91, Laert. Diog. ΙΙ 25, Epicurea p. 296,21. ἁπάντων ἀγαθῶν τὸν γήινον Ἐδὼμ — ὄντως γὰρ τὰ τῷ δοκεῖν ἀγαθὰ πάντα γήινα — λέγειν· „ἤδη παρελεύσομαι διὰ τῆς γῆς σου.“ Quod_deus_sit_immutabilis 149 ὢ ὑπερφυεστάτης καὶ μεγαλοπρεποῦς ὑποσχέσεως. πάντα, εἴπατέ μοι, ὑπερβῆναι παρελθεῖν παραδραμεῖν τὰ φαινόμενα καὶ νομιζόμενα γῆς [ὄντα] ἀγαθὰ δυνήσεσθε; καὶ οὐδὲν ἄρα τὴν εἰς τὸ πρόσω ὑμῶν ὁρμὴν ἀντιβιασάμενον ἐφέξει καὶ στήσει; Quod_deus_sit_immutabilis 150 ἀλλὰ τοὺς μὲν τοῦ πλούτου θησαυροὺς ἅπαντας ἑξῆς πλήρεις ἰδόντες ἀποστραφήσεσθε καὶ ἀποκλινεῖτε τὰς ὄψεις, τὰ δὲ τῶν προγόνων ἀξιώματα τῶν πρὸς πατρὸς καὶ μητρὸς καὶ τὰς ᾀδομένας παρὰ τοῖς πολλοῖς εὐγενείας ὑπερκύψετε; δόξαν δὲ, ἧς ἀντικαταλλάττονται πάντα ἄνθρωποι, κατόπιν ὥσπερ τι τῶν ἀτιμοτάτων ἀπολείψετε; τί δέ; ὑγείαν σώματος καὶ αἰσθήσεων ἀκρίβειαν καὶ κάλλος περιμάχητον καὶ ῥώμην ἀνανταγώνιστον καὶ τἄλλα ὅσοις ὁ τῆς ψυχῆς οἶκος ἢ τύμβος ἢ ὁτιοῦν χρὴ καλεῖν κεκόσμηται παραδραμεῖσθε, ὡς μηδὲν αὐτῶν κατατάξαι ἐν τῇ τῶν ἀγαθῶν μερίδι; Quod_deus_sit_immutabilis 151 ὀλυμπίου καὶ οὐρανίου ταῦτα ψυχῆς τὰ μεγάλα τολμήματα τὸν μὲν περίγειον χῶρον ἀπολελοιπυίας, ἀνειλκυσμένης δὲ καὶ μετὰ τῶν θείων φύσεων διαιτωμένης· θέας γὰρ ἐμπιπλαμένη τῶν γνησίων καὶ ἀφθάρτων ἀγαθῶν Quod_deus_sit_immutabilis 152 εἰκότως τοῖς ἐφημέροις καὶ νόθοις ἀποτάττεται. τί οὖν ὄφελος παρελθεῖν πάντα τὰ θνητῶν θνητὰ ἀγαθά, παρελθεῖν δὲ μὴ σὺν ὀρθῷ λόγῳ, ἀλλ’ ὡς ἔνιοι δι’ ὄκνον ἢ ῥᾳθυμίαν ἢ ἀπειρίαν ἐκείνων; οὐ γὰρ πανταχοῦ πάντα, ἄλλα δὲ παρ’ ἄλλοις τετίμηται. Quod_deus_sit_immutabilis 153 τούτου χάριν βουλόμενος τὸ μετ’ ὀρθότητος λόγου καταφρονητικοὺς τῶν εἰρημένων γενέσθαι παραστῆσαι τῷ „παρελεύσομαι“ προστίθησι τὸ „διὰ τῆς γῆς σου“· τοῦτο γὰρ τὸ ἀναγκαιότατον ἦν, γενομένους ἐν ἀφθόνοις τῶν φαινομένων ἀγαθῶν ὕλαις ἁπάσαις ὑπὸ μηδενὸς τῶν προβληθέντων 1 τὰ τῶ ΜΗΡ: τὰ τοῦ UF, ὑφ’ οὗ AG 2 λέγειν GUFH: λέγει MAP post γῆς add. εἶναι Α 5 ὄντα secl. Cohn δυνήσεσθε H2: δυνήσεσθαι ceteri ἄρα τὴν] αὐτήν U, ἄρα τῆς F πρόσωπον L 6 ὁρμὴν om. F, ὀργὴν Α καὶ] τε καὶ G μὲν] μὴ L τοῦ om. Η 7 ἕξεις Α ἀποστραφήσεσθαι U (H1?) 9 τοῖς] τὰς HL1 πολλοῖς om. Α 10 ἀντικαταλλάττονται GUFH2: καταλλάττονται MAH1P πάντες P 11 ἀπολήψετε AG, καταλείψετε UFL2 αἰσθήσεως UFL2 12 ἀνταγώνιστον Η1Ρ ὅσοις Turn.: ὅσα codd. ὁ om. Α 13 prius ἡ] ἦν Α ὁτιοῦν] ὅτι ποτὲ UF παραδραμεῖσθαι U 14 αὐτὸν Α ἐν τῆ τῶν ἀγαθῶν κατατάξαι μερίδι UF 15 ψυχῆς ταῦτα GUF τὴν et χώραν G 16 ἀπολωλυίας, sed ωλυί in ras. Α 17 θείας Α 20 ἐκείνων] ἐνίων UFL2 21 δὲ om. UF 22 τὸ] τι τὸ H2, ἔτι v προειρημένων UF 23 τῷ om. UF, τὸ AG τὸ om. G 24 ἣν GUF: om. MAHP γενομένους MAGF: γεναμένους U, γενομένοις ΗΡ 25 πάσαις UF ὑφ’ ἑκάστης δικτύων ἁλῶναι, πυρὸς μέντοι τὸν τρόπον ἰσχῦσαι ῥύμῃ μιᾷ τὰς ἐπαλλήλους καὶ συνεχεῖς φορὰς διακλάσαι. Quod_deus_sit_immutabilis 154 διὰ μὲν δὴ τούτων φασὶ „παρελεύσεσθαι“, διὰ δὲ „ἀγρῶν καὶ ἀμπελώνων“ οὐκέτι· τὰ γὰρ ἥμερα ἐν ψυχῇ φυτὰ ἡμέρους ἀποτίκτοντα καρπούς, ἀστείους μὲν λόγους, ἐπαινετὰς δὲ πράξεις, ὠγύγιος εὐήθεια παρέρχεσθαι· μένειν γὰρ ἔδει καὶ δρέπεσθαι καὶ ἀπλήστως ἐμφορεῖσθαι· κάλλιστον γὰρ ἡ ἐν ἀρεταῖς τελείαις ἀκόρεστος εὐφροσύνη, ἧς οἱ λεχθέντες ἀμπελῶνες σύμβολα. Quod_deus_sit_immutabilis 155 οἷς δ’ ὁ θεὸς ἐπινίφει καὶ ἐπομβρεῖ τὰς ἀγαθῶν πηγὰς ἄνωθεν, ἐκ λάκκου πίνομεν καὶ βραχείας [καὶ] κατὰ γῆς λιβάδας ἀναζητοῦμεν, ὕοντος ἡμῖν ἀνεπισχέτως οὐρανοῦ τὴν νέκταρος καὶ ἀμβροσίας τῶν μεμυθευμένων ἀμείνω τροφήν; Quod_deus_sit_immutabilis 156 ἔτι δὲ ποτὸν τεθησαυρισμένον ἐξ ἐπιτεχνήσεως ἀνθρώπων ἐξανιμῶντες ὑπόδρομον καὶ καταφυγὴν δυσελπιστίας ἔργον προσιέμεθα, οἷς τὸν ὀλύμπιον θησαυρὸν εἰς χρῆσιν καὶ ἀπόλαυσιν ὁ σωτὴρ τοῦ παντὸς ἤνοιξεν; εὔχεται γὰρ Μωυσῆς ὁ ἱεροφάντης, ἵνα „ἀνοίξῃ κύριος ἡμῖν τὸν θησαυρὸν αὐτοῦ τὸν ἀγαθόν, τὸν οὐρανόν, δοῦναι ὑετόν“ (Deut. 28,12)· ἐπήκοοι δὲ αἱ τοῦ θεοφιλοῦς εὐχαί. Quod_deus_sit_immutabilis 157 τί δ’; ὁ μηδ’ οὐρανὸν ἢ ὑετὸν ἢ λάκκον ἢ συνόλως τι τῶν ἐν γενέσει νομίσας ἱκανὸν εἶναι τρέφειν ἑαυτόν, ὑπερβὰς δὲ ταῦτα πάντα καὶ ὃ ἔπαθεν εἰπὼν „ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος“ (Gen. 48,15) ἆρα οὐ δοκεῖ σοι πάντα ὅσα κατὰ γῆς ὕδατος συστήματα μηδ’ ἂν ἀξιῶσαι προσιδεῖν; Quod_deus_sit_immutabilis 158 οὐκ ἂν οὖν ἐκ λάκκου πίοι, ᾧ δίδωσιν ὁ θεὸς τὰς ἀκράτους 1 πυρὸς] πρὸς MAP ἴσχυσε MAP 2 συνεχεῖς καὶ ἐπαλλήλους UF 3 παρελεύσεσθε MAG2 ἀγρῶν UF: δένδρων καὶ ἀγρῶν MG, δένδρων AHP 5 ὠγύγιος om. MAP2, γύγιος U. διωλύγιος coni. Mang. εὐθεῖα U post παρέρχεσθαι add. καὶ Α; καὶ ἀπλήστων ἐμφορεῖσθαι add., sed rursus del. G 6 καὶ τὴν δρέπεσθαι A, καὶ τρέφεσθαι UF ἀπλήστων AG κάλλιστον UF: κάλλιστος ceteri 8 ὁ om. UF ἐπιφαίνει UF ἐπομβρεῖ om. Α τῶν ἀγαθῶν UF ἔτι ἐκ conicio 9 πίνομεν MGUPH1: ἐπίνομεν FL2, πίνωμεν Α, πίωμεν H2L1 καὶ seclusi λιβάδος AP ἀναζητοῦμεν MG, mg. Α, Η1: ἄν ἐζητοῦμεν text. AP ἐ in ras. P), ἀνζητοῦμεν UFL2, ἀναζητῶμεν H1L1 ὕοντος] οὕτως Α 13 προιέμεθα G οἷς] ἧς Α 14 ἤνοιξε κύριος G Μωυσῆς UF: Μώσης ceteri 15 αὐτὸν U τὸν ἀγαθὸν F: ἀγαθὸν U, om. ceteri οὐρανὸν MAP: οὐράνιον ceteri 16 δοῦναι] καὶ δώσῃ G post δοῦναι add. ἡμῖν τὸν GH2 post ὑετὸν add. αὐτοῦ GH2 ὑπήκοοι AD 17 μὴ AUF ἡ post οὐρανὸν om. Α οὐράνιον ὑετὸν coni. Mang. λάκκον Mang.: λόγον codd. 19 εἶπον U 20 πάνθ’ GH ὅσα—ἀξιῶσαι mg. P, κατὰ—ἀξιῶσαι mg. H ἀξιώσῃ AP 21 οὐκ codd.: οὐδὲ v πίη Α, πίει F ᾧ] ὃ AL ἀκροτάτους U, ἀκράτου v 16 D R fol. 144v Φίλωνος: σοφοῦ ἀνδρὸς καὶ θεοφιλοῦς εὐχαὶ ὑπήκοοι. μεθύσματος πόσεις, τοτὲ μὲν διά τινος ὑπηρετοῦντος τῶν ἀγγέλων, ὃν οἰνοχοεῖν ἠξίωσε, τοτὲ δὲ καὶ δι’ ἑαυτοῦ, μηδένα τοῦ διδόντος καὶ τοῦ λαμβάνοντος μεταξὺ τιθείς. Quod_deus_sit_immutabilis 159 ἀνυπερθέτως οὖν τῇ βασιλικῇ πειρώμεθα βαδίζειν ὁδῷ, οἱ τὰ γήινα παρέρχεσθαι δικαιοῦντες· βασιλικὴ δ’ ἐστὶν ὁδός, ἧς δεσπότης ἰδιώτης μὲν οὐδὲ εἷς, μόνος δὲ ὁ καὶ μόνος βασιλεὺς ἀληθείᾳ. Quod_deus_sit_immutabilis 160 αὕτη δ’ ἐστί, καθὰ καὶ μικρῷ πρότερον εἶπον, σοφία, δι’ ἧς μόνης ἱκέτισι ψυχαῖς ἡ ἐπὶ τὸν ἀγένητον καταφυγὴ γίνεται· εἰκὸς γὰρ τὸν δι’ ὁδοῦ τῆς βασιλικῆς ἀκωλύτως ἰόντα μὴ πρότερον καμεῖν ἢ ἐντυχεῖν τῷ βασιλεῖ. Quod_deus_sit_immutabilis 161 τότε δὲ τήν τε ἐκείνου μακαριότητα καὶ τὴν ἰδίαν εὐτέλειαν γνωρίζουσιν οἱ προσελθόντες· καὶ γὰρ Ἀβραὰμ ἐγγίσας τῷ θεῷ ἑαυτὸν εὐθὺς ἔγνω γῆν καὶ τέφραν ὄντα (Gen. 18,27). Quod_deus_sit_immutabilis 162 μήτε δὲ ἐπὶ δεξιὰ μήτε ἐπὶ θάτερα τῆς βασιλικῆς ἀποκλινέτωσαν ὁδοῦ, ἀλλ’ αὐτῇ τῇ μέσῃ προΐτωσαν. αἱ γὰρ ἐφ’ ἑκάτερα ἐκτροπαὶ τῇ μὲν ὑπερβολὰς εἰς ἐπίτασιν τῇ δὲ ἐλλείψεις πρὸς ἄνεσιν ἔχουσαι ὑπαίτιοι· οὐ γὰρ ἧττον τοῦ εὐωνύμου τὸ δεξιὸν ψεκτὸν ἐνταῦθα· Quod_deus_sit_immutabilis 163 παρὰ μέν γε τοῖς προπετῶς ζῶσι τὸ μὲν θράσος δεξιόν, ἀριστερὸν δὲ ἡ δειλία, παρὰ δὲ τοῖς ἀνελευθέροις περὶ χρημάτων διοίκησιν δεξιὸν μὲν ἡ φειδωλία, εὐώνυμον δὲ αἱ ἀνειμέναι δαπάναι· καὶ ὅσοι μέντοι ἐν τῷ λογίζεσθαι περιττοί, κρίνουσι τὸ μὲν πανοῦργον αἱρετόν, τὸ δὲ εὐηθικὸν φευκτόν· καὶ δεισιδαιμονίαν μὲν ὡς δεξιὸν ἄλλοι μεταδιώκουσιν, ἀποδιδράσκουσι Quod_deus_sit_immutabilis 164 δ’ ὡς φευκτὸν ἀσέβειαν. ἵνα οὖν μὴ ταῖς μαχομέναις κακίαις ἀναγκασθῶμεν ἐκτρεπόμενοι χρῆσθαι, τὴν μέσην ὁδὸν εὐθύνειν βουλώμεθά τε καὶ εὐχώμεθα· μέση δὲ θράσους μὲν καὶ δειλίας ἀνδρεία, ῥᾳθυμίας δὲ ἐκκεχυμένης καὶ φειδωλίας ἀνελευθέρου σωφροσύνη, πανουργίας τε αὖ καὶ μωρίας φρόνησις, καὶ μὴν δεισιδαιμονίας καὶ ἀσεβείας εὐσέβεια. Quod_deus_sit_immutabilis 165 αὗται μέσαι τῶν παρ’ ἑκάτερα ἐκτροπῶν εἰσι, βάσιμοι 1 ἃς post πόσεις add. UFL2 1. 2 bis ποτὲ A 1 ὃν] ὧν A 2 τοτὲ δὲ καὶ] spatium 4 litt. in U, τοτὲ δὲ F καὶ τοῦ] καὶ UF 3 τιθείς] τάττων UF 4 ὁδῶ GUFH2: om. MAH1P 5 ἦς] ἦ P οὐδεὶς UF 6 ταύτη U μικρὸν P 7 ἱκέτισι] εἰ καί τισι AU (εἰ et αι in ras. A) ἀγένητον MGF: ἀγέννητον ΑUHP γίγνεται F 10 οὐ post εὐτέλειαν add. G Ἁβραὰμ HP ἐγγίσας UF: ἔγγιστα ceteri 11 ἑαυτὸν UF: ἑαυτὸν ποιήσας ceteri καὶ] τε καὶ UF 12 μήτε] μήτε δὲ AGPH1 13 προΐτωσαν Richter: προσίτωσαν UF, προσιέτωσαν ceteri 14 εἰς om. HP1, πρὸς v ἐκλείψεις UF ἐχούσαις AGUF 15 γε] γὰρ conicio 16 ἡ om. P δὲ om. F 18 ἐν τῷ] περὶ τὸ GH2 19 prius τὸ] τὸν F τὸν δὲ εὐήθη ψεκτόν UF 21 εὐσέβειαν MGUFP1 δεχομέναις A 22. 33 βουλόμεθα et εὐχόμεθα MG 23 θάρσους UF μὲν MA: om. ceteri 25 δὲ αὗ καὶ ἀφροσύνης φρόνησις UF μὴν om. H, μνήμη UFL2 ante postremum καὶ add. δὶ v, γε Richter καὶ λεωφόροι ὁδοὶ πᾶσαι, αἷς οὐ θέμις ὀργάνοις σωματικοῖς ἀλλὰ ψυχῆς κινήσεσιν ἐφιεμένης τοῦ ἀρίστου συνεχῶς ἐμπεριπατεῖν. Quod_deus_sit_immutabilis 166 ἐπὶ τούτῳ μάλιστα δυσχεράνας ὁ γήινος Ἐδὼμ — δέδιε γὰρ περὶ τῆς τῶν ἑαυτοῦ δογμάτων ἀνατροπῆς τε καὶ συγχύσεως — ἀπειλήσει πόλεμον ἀκήρυκτον, εἰ βιαζοίμεθα διέρχεσθαι τέμνοντες καὶ κείροντες ἀεὶ τὸν τῆς ψυχῆς αὐτοῦ καρπόν, ὃν ἐπ’ ὀλέθρῳ φρονήσεως σπείρας οὐκ ἐθέρισε· φησὶ γάρ· „οὐ διελεύσῃ δι’ ἐμοῦ· εἰ δὲ μή γε, ἐν πολέμῳ ἐξελεύσομαί σοι εἰς ἀπάντησιν.“ Quod_deus_sit_immutabilis 167 ἀλλὰ μηδὲν αὐτοῦ τῶν ἐπανατάσεων φροντίσαντες ἀποκρινώμεθα, ὅτι „παρὰ τὸ ὄρος πορευσόμεθα“, τουτέστιν ὑψηλαῖς καὶ μετεώροις ἔθος ἔχοντες ἐνομιλεῖν δυνάμεσι καὶ ὁρικῶς ἕκαστα σκοπεῖν, τὸν παντὸς οὑτινοσοῦν λόγον ἐρευνῶντες, δι’ οὗ τὸ τί ἦν εἶναι γνωρίζεται, καταφρονητικῶς ἔχομεν πάντων ὅσα ἐκτός τε καὶ περὶ σῶμα· ταπεινὰ γὰρ ταῦτά γε καὶ λίαν χαμαίζηλα, σοὶ μὲν φίλα, ἐχθρὰ δὲ ἡμῖν αὐτοῖς, οὗ χάριν οὐδενὸς αὐτῶν προσαψόμεθα. Quod_deus_sit_immutabilis 168 εἰ γὰρ ἄκρῳ δακτύλῳ τὸ τοῦ λόγου δὴ τοῦτο μόνον ψαύσομεν, γέρας καὶ τιμήν σοι παρέξομεν· φρυαττόμενος γὰρ αὐχήσεις, ὡς καὶ ἡμῶν τῶν φιλαρέτων δελέασιν ἡδονῆς ὑπαχθέντων. Quod_deus_sit_immutabilis 169 „ἐὰν γὰρ τοῦ ὕδατός σου“ φησί „πίω ἐγώ τε καὶ τὰ κτήνη μου, δώσω τιμήν σοι“, οὐ τὸν λεγόμενον ὦνον παρὰ ποιηταῖς, ἀργύριον ἢ χρυσίον ἢ ἄλλα ὅσα πρὸς τοὺς πιπράσκοντας ἔθος τοῖς ὠνουμένοις ἀντικαταλλάττεσθαι, ἀλλὰ τιμὴν τὸ γέρας νυνὶ παραλαμβάνει. Quod_deus_sit_immutabilis 170 τῷ γὰρ ὄντι πᾶς ἀκόλαστος ἢ ἄδικος ἢ δειλός, ὅταν ἴδῃ τινὰ τῶν αὐστηροτέρων ἢ πόνον φεύγοντα ἢ λήμματος ἡττώμενον ἢ πρός τι τῶν ἡδονῆς φίλτρων ἐκνενευκότα, χαίρει καὶ γέγηθε καὶ τετιμῆσθαι δοκεῖ, καὶ πρὸς τοὺς πολλοὺς ἐπινεανιευόμενος καὶ ἐπιχειρονομῶν ἄρχεται περὶ τῶν ἰδίων κακῶν ὡς σφόδρα ἀναγκαίων καὶ χρησίμων φιλοσοφεῖν, οὐκ ἄν, εἰ μὴ τοιαῦτα 1. 2 ἀλλὰ καὶ ψυχῆς κίνησιν GUF 2 τούτων G 5 βιαζόμεθα UF διέρχεσθαι MGA: διεξέρχεσθαι UFHP ἀεὶ] ἅμα UF 6 ὃν ἐφρονήσεως F 7 οὐ UF: οὐ δὲ MAGP, οὐ δὴ Η γε fort. del. 8 μηδὲ P ἐπ’ ἀνατάσεων U: ἐπαναστάσεων ceteri 9 ἀποκρινώμεθα MHP: ἀποκρινόμεθα Α (o corr. ex ω) G, ἀπεκρινάμεθα UF παρὰ] περὶ Η πορευσόμεθα MAGP: πορευσώμεθα H, παρελευσόμεθα U, παρελεύσομαι F ὑψηλοῖς GH 11 οὑτινοσοῦν Η2: οὗτινος ceteri τί] τὴν F 11. 12 τί εἶναι G 12 εἶναι om. UF ἐγνωρίζετο UFL2 13 γε H: τε ceteri σοὶ] σοῦ GUF 14 προσαψώμεθα Α 15 τὸ] τῶ Α τοῦ add. mg. P2 17 δελεάσμασιν GH2 17. 18 φησί, τοῦ ὕδατός σου G 18 σοι τιμήν UF τὸν] τὸ F 19 ὦνον om. UF ποιηταῖς MAUF: τοῖς ποιηταῖς HP, τισι ποιηταῖς G 20 ἦν ἔθος G 21 νῦν HP 23 φιλτέρων F 25 ἐπινεανιευόμενος Mang.: ἔτι νεανιευόμενος codd. ἐπιχειρῶν U ἦν, φάσκων ὑπομεῖναι ἂν τὸν δεῖνα εὐδόκιμον ἄνδρα χρῆσθαι. Quod_deus_sit_immutabilis 171 λέγωμεν οὖν παντὶ μοχθηρῷ· ἐὰν τοῦ ὕδατός σου πίωμεν, ἐάν τινός σου τῶν κατὰ τὴν ἄκριτον φορὰν ψαύσωμεν, τιμὴν καὶ ἀποδοχὴν ἀντὶ δυσκλείας καὶ ἀτιμίας — τούτων γὰρ ἄξιος ὢν τυγχάνεις — παρεξόμεθα· καὶ γὰρ ἀμέλει τὸ πρᾶγμα περὶ ὃ ἐσπούδακας συνόλως οὐδέν ἐστιν. Quod_deus_sit_immutabilis 172 ἢ νομίζεις τι τῶν θνητῶν πραγμάτων ὄντως πρὸς ἀλήθειαν εἶναι καὶ ὑφεστάναι, ἀλλ’ οὐχ ὥσπερ ἐπ’ αἰώρας τινὸς ψευδοῦς καὶ ἀβεβαίου δόξης φορεῖσθαι κατὰ κενοῦ βαίνοντα, μηδὲν ψευδῶν ὀνειράτων διαφέροντα; Quod_deus_sit_immutabilis 173 εἰ δὲ μὴ θέλεις τὰς τῶν κατὰ μέρος ἀνθρώπων ἐξετάζειν τύχας, τὰς χωρῶν ὅλων καὶ ἐθνῶν πρός τε τὸ εὖ καὶ τὸ χεῖρον μεταβολάς· ἤκμασέ ποτε ἡ Ἑλλάς, ἀλλὰ Μακεδόνες αὐτῆς τὴν ἰσχὺν ἀφείλοντο. Μακεδονία πάλιν ἤνθησεν, ἀλλὰ διαιρεθεῖσα κατὰ μοίρας ἠσθένησεν, ἕως εἰς τὸ παντελὲς ἀπεσβέσθη. Quod_deus_sit_immutabilis 174 πρὸ Μακεδόνων τὰ Περσῶν ἐν εὐτυχίᾳ ἦν, ἀλλὰ μία ἡμέρα τὴν πολλὴν καὶ μεγάλην βασιλείαν αὐτῶν καθεῖλε, καὶ νῦν Παρθυηνοὶ Περσῶν τῶν πρὸ μικροῦ ἡγεμόνων ἐπικρατοῦσιν οἱ τότε ὑπήκοοι. ἔπνευσέ ποτε λαμπρὸν καὶ ἐπὶ μήκιστον Αἴγυπτος, ἀλλ’ ὡς νέφος αὐτῆς ἡ μεγάλη παρῆλθεν εὐπραγία. τί δὲ Αἰθίοπες, τί δὲ καὶ Καρχηδὼν καὶ τὰ πρὸς Λιβύην; τί δ’ οἱ Πόντου βασιλεῖς; Quod_deus_sit_immutabilis 175 τί δ’ Εὐρώπη καὶ Ἀσία καὶ συνελόντι φράσαι πᾶσα ἡ οἰκουμένη; οὐκ ἄνω καὶ κάτω κλονουμένη καὶ τινασσομένη ὥσπερ ναῦς θαλαττεύουσα τοτὲ μὲν δεξιοῖς τοτὲ δὲ καὶ ἐναντίοις πνεύμασι χρῆται; Quod_deus_sit_immutabilis 176 χορεύει γὰρ ἐν κύκλῳ λόγος ὁ θεῖος, ὃν οἱ πολλοὶ τῶν ἀνθρώπων ὀνομάζουσι τύχην· εἶτα ἀεὶ ῥέων κατὰ πόλεις καὶ ἔθνη καὶ χώρας τὰ ἄλλων ἄλλοις καὶ πᾶσι τὰ πάντων ἐπινέμει, χρόνοις αὐτὸ μόνον ἀλλάττων τὰ παρ’ ἑκάστοις, ἵνα ὡς μία πόλις ἡ οἰκουμένη πᾶσα τὴν Quod_deus_sit_immutabilis 177 ἀρίστην πολιτειῶν ἄγῃ δημοκρατίαν. οὐδὲν οὖν ἔστι τῶν ἀνθρωπίνων σπουδασμάτων ἔργον καὶ πρᾶγμα οὐδέν, ἀλλὰ σκιά τις 1 ὑπομείνας ἂν L ὑπομείνασαν τότε δεῖν UF τὸν δεῖνα GH2: τῶ δεῖν MA, τὸ δεῖν PH1 λέγομεν GUFH2, λέγω μὲν L 2 τῶν σου Mang. 4 ἀξίως ὧν Α 5 γὰρ om. UF περὶ ὃ UF: ὃ ceteri συνόλως om. P 7 ὥσπεράνειινων (sic) G ἐπὶ ὥρας Α, ἐπ’ ἐώρας UF ἀβεβαίους G 8 φορεῖσθαι UF 9 θέλῃς G 10 ἴδε τὰς conicio τε om. L τὸ χεῖρον UF: χεῖρον ceteii 11 ἀφείλαντο FHP (s. s. oP) 13 τὸ om. F 15 Πάρθοι F 17. 18 τί δέ Αἰθίοπες—Λιβύην om. MAHPL1 18 prius καὶ om. G 18 Καλχηδὼν U δὲ MAHP 19 δὲ G 20 καὶ post οἰκουμένη add. PH1 οὐ κάτω καὶ ἄνω P τιναττομένη UF 21 ποτὲ bis AU 22 ὁ om. F 23 εἶτα καὶ add. F) περὶ τῶν κατὰ UF ἀεὶ—χώρας om. G 24 ἄλλων ἄλλα HP 26 ἄγει Α 27 σπουδασμάτων] πραγμάτων HL1 οὐδὲν om. UF ἢ αὔρα πρὶν ὑποστῆναι παρατρέχουσα. ἔρχεται γὰρ καὶ πάλιν ἄπεισιν ὥσπερ ἐν ταῖς παλιρροίαις· τὰ γὰρ ἀμπωτίζοντα πελάγη ποτὲ μὲν μετὰ συρμοῦ καὶ πατάγου βίᾳ φέρεται καὶ ἀναχεόμενα λιμνάζει τὴν τέως χέρσον, ποτὲ δὲ ἐξαναχωροῦντα πολλὴν τῆς θαλάττης μοῖραν ἠπειροῖ· Quod_deus_sit_immutabilis 178 οὕτως οὖν ἔστιν ὅτε μέγα καὶ πολυάνθρωπον ἔθνος ἐπικλύσασα εὐπραγία ἑτέρωσε τὴν φορὰν τοῦ ῥεύματος παρατρέψασα οὐδὲ βραχεῖαν εἴασε λιβάδα, ἵνα μηδ’ ἴχνος ὑπολειφθῇ πιότητος ἀρχαίας. Quod_deus_sit_immutabilis 179 τούτων δ’ οὐχ ἅπαντες ἀρτίους καὶ πλήρεις λαμβάνουσι λογισμούς, ἀλλ’ οἷς ἔθος συνομαρτεῖν ὀρθῷ καὶ πεπηγότι ὅρῳ καὶ λόγῳ. οἱ γὰρ αὐτοὶ ἄμφω ταῦτα λέγουσι, καὶ τὸ γενέσεως πρᾶγμα ὅλον οὐδέν ἐστι, καὶ παρὰ τὸ ὄρος πορευσόμεθα· Quod_deus_sit_immutabilis 180 ἀδύνατον γὰρ τὸν μὴ ταῖς ὑψηλαῖς καὶ ὁρικαῖς χρώμενον ὁδοῖς ἀπογνῶναι μὲν τὰ θνητά, μετακλῖναι δὲ καὶ μεταναστῆναι πρὸς τὰ ἄφθαρτα. ὁ μὲν οὖν γήινος Ἐδὼμ τὴν οὐράνιον καὶ βασιλικὴν ἀρετῆς ὁδὸν ἐπιφράττειν ἀξιοῖ, ὁ δὲ θεῖος λόγος ἔμπαλιν τὴν ἐκείνου καὶ τῶν ὁμοζήλων· ὧν ἕνα καὶ τὸν Βαλαὰμ ἀναγραπτέον· γῆς γὰρ θρέμμα καὶ οὗτος, οὐκ οὐρανοῦ βλάστημα. Quod_deus_sit_immutabilis 181 τεκμήριον δέ· οἰωνοῖς καὶ ψευδέσι μαντείαις ἑπόμενος οὐδ’ ὅτε τὸ τῆς ψυχῆς μεμυκὸς ὄμμα ἀναβλέψας „εἶδε τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστῶτα“ (Num. 22,31), μετατραπόμενος ἐπέσχε τὸ ἀδικεῖν, ἀλλὰ πολλῷ τῷ τῆς ἀφροσύνης χρησάμενος ῥεύματι ἐπικλυσθεὶς κατεπόθη. Quod_deus_sit_immutabilis 182 τότε γὰρ ὡς ἀληθῶς οὐ δυσθεράπευτα μόνον ἀλλὰ καὶ παντελῶς ἀνίατα γίνεται τὰ τῆς ψυχῆς ἀρρωστήματα, ὅταν ἐπιστάντος ἐλέγχου — λόγος δ’ ἐστὶ θεῖος, ἄγγελος ποδηγετῶν καὶ τὰ ἐν ποσὶν ἀναστέλλων, ἵνα ἄπταιστοι διὰ λεωφόρου βαίνωμεν τῆς ὁδοῦ (Psalm. 90,11.12) — τὰς ἀκρίτους ἑαυτῶν γνώμας πρὸ τῶν ὑφηγήσεων τάττωμεν τῶν ἐκείνου, ἃς ἐπὶ νουθεσίᾳ καὶ σωφρονισμῷ καὶ τῇ τοῦ παντὸς ἐπανορθώσει βίου συνεχῶς εἴωθε ποιεῖσθαι. Quod_deus_sit_immutabilis 183 διὰ τοῦθ’ ὁ μὴ πεισθείς, μὴ μετατρεπόμενος τῷ 1 ἡ αὔρα] λαύρα Α 2 πολυρροίαις Α ἀμποτίζοντα UPL τοτὲ F 4 δ’ U πολλὴν τῆς UF: πολλῆς ceteri 6 περιτρέψασα Η 7 μηδ’] μή τι L ποιότητος FP 8 αἰτίους UF 9 συναμαρτάνειν U 10 τὰ αὐτὰ UF τὸ γενέσεως—ἐστι καὶ om. F 11 πορευσώμεθα Η2 ὁρικαῖς P 12 μεταναστῆναι UFL2: μεταναστεῦσαι ceteri 13 οὐρανίαν v 14 ἔμπαλιν scripsi: ἐν πᾶσι MAGUFP2, om. HP1 15 ἕνεκα καὶ AUF 16 οὐκοῦν οὐ βλάστημα L 17 οὐδ’ om. G 18 ἀναβλέψαν v τοῦ θεοῦ om. F οὐ post ἀνθεστῶτα add. G2 19 μετατραπόμενος MAGHP: μετατρεπόμενος UF ὑπέσχετο Α, ἐπέσχετο V 21 γίγνεται UF τῆς om. MA 22 λόγος] ἔλεγχος coni. Mang. 24 ἑαυτοῦ U γνώμας] φορὰς UF 27 διὰ UFHL1: ἄγαν διὰ MG, ἄγαν APL2 ἀγγέλῳ δὲ τοῦ θεοῦ ὁ μὴ πεισθεὶς coni. Mang. καὶ post πεισθεὶς add. P ἀντιβαίνοντι ἐλέγχῳ „φθορὰν τὴν μετὰ τῶν τραυματιῶν“ (Num. 31,8) αὖθις ἐνδέξεται, οὓς κατεκέντησε καὶ κατέτρωσε τὰ πάθη. γενήσεται δ’ ἡ τούτου συμφορὰ τοῖς μὴ τελέως δυσκαθάρτοις δίδαγμα αὐταρκέστατον τοῦ πειρᾶσθαι τὸν ἔνδον δικαστὴν ἔχειν εὐμενῆ· σχήσουσι δέ, εἰ μηδὲν τῶν ὀρθῶς ὑπ’ αὐτοῦ γνωσθέντων ἀναδικάζοιεν. 1 τραυματιῶν] πραγματειῶν UF 2 ἐνδέξεται FHP: ἐνδέξηται 31 AG, ἀναδέξεται U καὶ om. UF κατέτρωσε MAG: κατέστρωσε UFHP δ’ ἡ] δὴ AP 3 δεῖγμα UF, δίγμα Α αὐταρκέστατον] αἰ παρ’ ἕκαστον MA 4 σχήσουσι] ἰσχύσουσι Α 5 ἀναδιδάξοιεν GUF subscriptio in G: φίλωνος ὅτι ἄτρεπτον τὸ θεῖον, in U: φίλωνος ἰουδαίου περὶ τοῦ μὴ τρέπεσθαι τὸ θεῖον.