De_gigantibus 1 „Καὶ δὴ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι p. 262 M. ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς“ (Gen. 6,1). ἄξιον οἶμαι διαπορῆσαι, διὰ τί μετὰ τὴν Νῶε καὶ τῶν υἱῶν αὐτοῦ γένεσιν εἰς πολυανθρωπίαν ἐπιδίδωσιν ἡμῶν τὸ γένος. ἀλλ’ ἴσως οὐ χαλεπὸν ἀποδοῦναι τὴν αἰτίαν· ἀεὶ γὰρ ἐπειδὰν τὸ σπάνιον φανῇ, πάμπολυ τὸ ἐναντίον εὑρίσκεται. De_gigantibus 2 ἑνὸς οὖν εὐφυΐα τὴν περὶ μυρίους διαδείκνυσιν ἀφυΐαν, καὶ τὰ τεχνικὰ μέντοι καὶ ἐπιστημονικὰ καὶ ἀγαθὰ καὶ καλὰ ὄντα ὀλίγα τὴν τῶν ἀτέχνων καὶ ἀνεπιστημόνων καὶ ἀδίκων καὶ συνόλως φαύλων ἄπειρον ὅσην πληθὺν ἐπεσκιασμένην ἀποφαίνει. De_gigantibus 3 οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῷ παντὶ ἥλιος εἷς ὢν τὸ μυρίον καὶ βαθὺ σκότος κατὰ γῆν καὶ κατὰ θάλατταν κεχυμένον ἐπιλάμψας ἀνασκίδνησιν; εἰκότως οὖν καὶ ἡ τοῦ δικαίου Νῶε γένεσις καὶ τῶν υἱῶν αὐτοῦ τοὺς ἀδίκους πολλοὺς διασυνίστησι· τῷ γὰρ ἐναντίῳ τὰ ἐναντία πέφυκέ πως μάλιστα γνωρίζεσθαι. De_gigantibus 4 ἄδικος δὲ οὐδεὶς ἄρρενα γενεὰν ἐν ψυχῇ σπείρει τὸ παράπαν, ἀλλὰ θηλυγονοῦσιν ἐκ φύσεως ἄνανδροι καὶ κατεαγότες καὶ θηλυδρίαι τὰ φρονήματα, δένδρον οὐδὲν ἀρετῆς, οὗ καλοὺς καὶ γενναίους ἐξ ἀνάγκης ἔδει τοὺς καρποὺς γενέσθαι, πάντα δὲ κακίας καὶ παθῶν, ὧν γυναικώδεις φίλωνος περὶ γιγάντων MAH, φίλωνος ἰουδαίου σοφοῦ περὶ γιγάντων λόγος η΄ U, τοῦ αὐτοῦ περὶ γιγάντων P 1 πολλοὶ γίνεσθαι] πληθύνεσθαι U 5 τι σπάνιον coni. Cohn σπάνιον x003E; conicio 6 ἀνευρίσκεται U οὖν] τοῦ ἐν U δεικνύντος U 7 τὰ oni. U καὶ ἀγαθὰ καὶ om. U 9 ἀπαῖρον U ὅσην scripsi: ὅσον codd., corr. in οὖσαν Η πλῆθος U ἀπεσκιασμένην HP, ταῖς κακίαις μενηγὸς (sic!) U 11 θάλασσαν U ἀποσκίδνησιν U καὶ om. U 12 υἱῶν] μερῶν U 13 τὸ ἐναντίον conicio 16 νοήματα L δένδρον U: ὧν ἄρα δένδρον M, ὧν ἄρα AP, ὡς ἄρα H, ὄντες, δένδρον coni. Diels οὗ MH: οὐ AUP 17 παθῶν] καρπῶν U 17. 43,1 ὧν αἱ γυναικώδεις εἰσὶ βλάσται U αἱ βλάσται, φυτεύσαντες· De_gigantibus 5 οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν. ἐπεὶ γὰρ ὁ δίκαιος ἀρρενογονεῖ Νῶε τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος ἡ κατὰ τοὺς πολλοὺς ἀδικία πάντως ἀναφαίνεται· ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι. De_gigantibus 6 „Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο“ (Gen. 6,2). οὓς ἄλλοι φιλόσοφοι δαίμονας, ἀγγέλους Μωυσῆς εἴωθεν ὀνομάζειν· ψυχαὶ δ’ εἰσὶ κατὰ τὸν ἀέρα πετόμεναι. De_gigantibus 7 καὶ μηδεὶς ὑπολάβῃ μῦθον εἶναι τὸ εἰρημένον· ἀνάγκη γὰρ ὅλον δι’ ὅλων τὸν κόσμον ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα — λόγος δὲ ἔχει ταῦτα κατὰ Μακεδονίαν μάλιστα γίνεσθαι —, οὐρανοῦ δὲ τοὺς ἀστέρας. De_gigantibus 8 καὶ γὰρ οὗτοι ψυχαὶ ὅλαι δι’ ὅλων ἀκήρατοί τε καὶ θεῖαι, παρὸ καὶ κύκλῳ κινοῦνται τὴν συγγενεστάτην νῷ κίνησιν· νοῦς γὰρ ἕκαστος αὐτῶν ἀκραιφνέστατος. ἔστιν οὖν ἀναγκαῖον καὶ τὸν ἀέρα ζῴων πεπληρῶσθαι· ταῦτα δὲ ἡμῖν ἐστιν ἀόρατα, ὅτιπερ καὶ αὐτὸς οὐχ ὁρατὸς αἰσθήσει. De_gigantibus 9 ἀλλ’ οὐ παρόσον ἀδύνατος ἡ ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ τοῦτ’ οὔκ εἰσιν ἐν ἀέρι ψυχαί, καταλαμβάνεσθαι δ’ αὐτὰς ἀναγκαῖον ὑπὸ νοῦ, ἵνα πρὸς τῶν ὁμοίων τὸ ὅμοιον θεωρῆται. ἐπεὶ καὶ τί φήσομεν; De_gigantibus 10 πάνθ’ ὅσα χερσαῖα καὶ ἔνυδρα οὐκ ἀέρι καὶ πνεύματι ζῇ; τί δέ; οὐκ ἀέρος κακωθέντος τὰ λοιμικὰ συνίστασθαι παθήματα φιλεῖ, ὡς ἂν αἰτίου τῆς ψυχώσεως ἑκάστοις; τί δέ; ὁπότε ἀπήμων καὶ ἀβλαβὴς εἴη, ὁποῖον ἐν ταῖς βορείοις μάλιστα αὔραις εἴωθε γίνεσθαι, οὐ καθαρωτέρου σπῶντα τοῦ πνεύματος πρὸς πλείονα καὶ κραταιοτέραν διαμονὴν ἐπιδίδωσιν; De_gigantibus 11 ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν; τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα 1 θυγατέρας post οὗτοι transpos. Α 2 υἱῶν Α 3 θηλυτόκος AUH2: θηλυκοτόκος MH1P 4 τοὺς om. Α 5 ἔμπαλιν coni. Mang. γενέσθαι MAP, mg. H: ἰδέσθαι text. H, γεννᾶσθαι U 8 οἱ ἄλλοι U Μωυσῆς ἀγγέλους U Μώσης MAHP 9 ποτώμεναι H1P μήτις U ὑπολάβοι Α 10 εἶναι τὸ evanida in U, τὸ fort. deest. 11 ἐμψυχῶσθαι H1L 15 ὅλοι Α ὅλαι δι’ om. U παρ’ ὃ AUP 18 εἰσιν Η 19 οὐ] οὐδὲ PH1 20 ἐν om. H1P 21 πρὸς τοῦ ὁμοίου conicio καὶ eras. Η φήσωμεν U ut vid. 23 φιλίως ἀναιτίου U 24 ὁποῖος conicio 25 ταῖς] τοῖς H 26 πνεύματος] πατρὸς L πάντα πρὸς conicio πλείω Α 28 ἢ U: om. ceteri τὸ ἐναντίον Α πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’ De_gigantibus 12 ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών. τῶν οὖν ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ οὐδενὶ τῶν γῆς μορίων ἠξίωσάν ποτε συνενεχθῆναι. ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν. De_gigantibus 13 ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν. De_gigantibus 14 αὗται μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν, De_gigantibus 15 αἱ δὲ καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται. De_gigantibus 16 ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν. 1 φίλε U 2 post λαβὼν add. ἀθανάτου ψυχάς U 3 τὰ σώματα Α 4 ἠξιώθησαν U ταύταις codd.: αἷς Mang. 5 περιεχομέναις UH2: περιεχομέναις αἷς MAH1P 6 ἐπιστασίαν scripsi: ἐπίστασιν MAUP, σύστασιν Η 7 ποτὲ MAUE: τοτὲ HP δεινῆς U 8 ποτὲ MAUPE: τοτὲ Η 9 ὥρμησαν MAH1P: ὡρμήθησαν UH2E ἀνέπτησαν E: ἀπέπτησαν ceteri 10 ἀνόθως Mang.: ἄνωθέν πως MAHP, ἄνωθεν εὐσθενῶς UE 11 τὸν] τῶν Α ἀποθνήσκει Α 12 ἀγενήτω Hbr: ἀγεννήτω ceteri 13 καταποντωθεῖσαι MAHP: καταποθεῖσαι UE, καταποντισθεῖσαι L 14 πνεύμασιν Η οὐδεὶς τὸ U 14. 15 τὸ — ἡμῖν om. Ε 15 τῶν ἐν ἡμῖν om. U δ’ U 16 ψυχρότερα Α 17 ὑπὸ MAHE: ἀπὸ UP 18 τὰ om. HP 19 οὑν δαίμονας HP ὀνόματι μὲν διαφέροντας E 20 ἀποθήση Η: ἀποθήσει MAP, ἀποθήσεις UE 2 sqq. Origenes Contra Celsum V 55 p. 620: καὶ τῶν πρὸ ἡμῶν τις ταῦτα ἀνήγαγεν εἰς τὸν περὶ ψυχῶν λόγον ἐν ἐπιθυμία γενομένων τοῦ ἐν σώματι ἀνθρώπων βίου, ἅπερ (leg. ὅνπερ) τροπολογῶν ἔφασκε λελέχθαι θυγατέρας ἀνθρώπων. Comment. in loannem VI 25 p. 142: ἥντινα κατάβασιν αἰνίσσεσθαί τινες ὑπειλήφασι τὴν τῶν ψυχῶν κάθοδον ἐπὶ τὰ σώ· μάτα, θυγατέρας ἀνθρώπων τροπικώτερον τὸ γήινον σκῆνος λέγεσθαι ὑπειληφότες. 6 — 45, 8 ἐκεῖναι δ’ ὥσπερ — ἀγγέλων πονηρῶν exstaut iu Epitome Περὶ κόσμου (= E) cap. 3, II p. 604,38 — 605,26 M. consensum codicum, non editionum lectiones adnotavi. 16 cf. Aristot. fr. 60. ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’ ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων οὐχ ἁμαρτήσει. De_gigantibus 17 μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ· „ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν“ (Psalm. 77,49). οὗτοί εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται. De_gigantibus 18 λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς τείνοντες ἐπιθυμίας· ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις, ἄλλων ᾠκειωμένων ἄλλαις. De_gigantibus 19 Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης. „εἶπε“ γάρ φησι „κύριος ὁ θεός· οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“ (Gen. 6,3). De_gigantibus 20 μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν. τίς γὰρ οὕτως 1 γὰρ UE: om. ’P, δὲ Η 2 2 οὕτω E τῆς] τῆς ἀγαθῆς Η 2 προρρήσεως ΑΕ ἀξίους om. HP 3 πρεσβύτας U 3. 4 ἀσύλους καὶ ἱεροὺς HP 4 post ἀσύλους add. φύλακας Ε πανάλην (sic) U 5 προρρήσεως Α καὶ αὐτὸς] καὶ ὑπαιτίους coni. Mang. 6 ἁμαρτήσεις UH2E 6. 7 λόγῳ ὁ ὑμνογράφος οὑτωσὶ λέγων Ε 7 τοῦτο U (coni. Mang.) 8 θυμὸν — ἀποστολὴν om. E ἀποστελεῖ Α 9 οὗτοι] spat. 5 litt. M οἱ ante τὸ add. H 2 τὸ om. M 1 1 θνητὰς τῶν ἀνθρώπων HP θνητῶν θνητὰς U 13 εὐμορφίαν ἧ αἴσθησις ἀπάγεται U 14 ἐνίας MHP: ἐνίας ἃς A, ἅς U ὅσον Α ἐπελέξαντο MAU: ἐξελέξαντο HP 15 δὲ om. HP 17 ἀντελάβοντο scripsi: ἀνελάβοντο codd. πρὸς μήκιστον τὰς ἐν conicio vel μηκίστας τὰς ἐν μηκίστας MAU: ἡκίστας (s. s. μ) P, ποικίλας in ras. H 18 τείναντες U(?) 19 ᾠκειωμένων ΑΗ2: ἐκειουμένων U, οἰκειωμένων MH1P 20 τὸ om. U 22 οὐ μὴ καταμείνῃ U εἰς om. U 23 μὲν om. U 24 καταμενεῖ AP οὐκ] οὐδ’ Η 2. 3 cf. Platonis Symposion p. 202 E ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ ἑκὼν μήτ’ ἄκων λαβεῖν; ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’ αὐτὴν καὶ φυλάξαι παρ’ ἑαυτοῖς ἀδυνατοῦσιν. De_gigantibus 21 οἴχεται γὰρ εὐθέως μεταναστᾶσα, τοὺς προσεληλυθότας οἰκήτορας νόμον καὶ δίκην ἐκδεδιῃτημένους ἀποστραφεῖσα, πρὸς οὓς οὐδ’ ἄν ποτε ἧκεν, εἰ μὴ τοῦ διελέγξαι χάριν τοὺς ἀντὶ καλῶν αἰσχρὰ αἱρουμένους. De_gigantibus 22 λέγεται δὲ θεοῦ πνεῦμα καθ’ ἕνα μὲν τρόπον ὁ ῥέων ἀὴρ ἀπὸ γῆς, τρίτον στοιχεῖον ἐποχούμενον ὕδατι — παρό φησιν ἐν τῇ κοσμοποιίᾳ· „πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος“ (Gen. 1,2), ἐπειδήπερ ἐξαιρόμενος ὁ ἀὴρ κοῦφος ὢν ἄνω φέρεται ὕδατι βάσει χρώμενος —, καθ’ ἕτερον δὲ τρόπον ἡ ἀκήρατος ἐπιστήμη, ἧς πᾶς ὁ σοφὸς εἰκότως μετέχει. De_gigantibus 23 δηλοῖ δὲ ἐπὶ τοῦ τῶν ἁγίων ἔργων δημιουργοῦ καὶ τεχνίτου φάσκων, ὅτι „ἀνεκάλεσεν ὁ θεὸς τὸν Βεσελεὴλ καὶ ἐνέπλησεν αὐτὸν πνεύματος θείου, σοφίας, συνέσεως, ἐπιστήμης, ἐπὶ παντὶ ἔργῳ διανοεῖσθαι“ (Exod. 31, 2 — 3)· ὥστε τὸ τί ἐστι πνεῦμα De_gigantibus 24 θεῖον ὁρικῶς διὰ τῶν λεχθέντων ὑπογράφεσθαι. τοιοῦτόν ἐστι καὶ τὸ Μωυσέως πνεῦμα, ὃ ἐπιφοιτᾷ τοῖς ἑβδομήκοντα πρεσβυτέροις τοῦ διενεγκεῖν ἑτέρων καὶ βελτιωθῆναι χάριν· οἷς οὐδὲ πρεσβυτέροις πρὸς ἀλήθειαν ἔνεστι γενέσθαι μὴ μεταλαβοῦσι τοῦ πανσόφου πνεύματος ἐκείνου. λέγεται γὰρ ὅτι „ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους“ (Num. 11,17). De_gigantibus 25 ἀλλὰ μὴ νομίσῃς οὕτως ἀφαίρεσιν κατὰ ἀποκοπὴν καὶ διάζευξιν γίνεσθαι, ἀλλ’ οἵα 1 ἢ UH2: om. MAH2P 3 συμφυλάξαι U 4 ἀμηχανοῦσιν U 4.5 προσεληλυθότας UH1P προεληλυθότας MA, μετεληλυθότας H2 5 ἐκδεδιητημένους U: ἐκδεδιητημένοις MAP, ἐκδεδιητημένην Η ἀποστραφεῖσα om. U 6 οὐδ’] οὐκ U 7 προαιρουμένους U 8 ἀπὸ MAH1P: τὸ ἀπὸ U, ἐπὶ H2 παρ’ ὃ MAU 10 ἐξαιρούμενος P ὁ om. U 12 δ’ U ἔργου HP 13 ὅτι ἀνεκάλεσεν HP: ὅταν ἐκάλεσεν MA, ὅτι ἐκάλεσε U ὁ θεὸς] (??) U 14 ἐπλήρωσεν U ἐπὶ] ἐν U 16 ὁριστικῶς U 17 Μωυσέος AHP ἐπεφοίτησε U 18. 19 πρὸς ἀλήθειαν ἔνεστι προσγενέσθαι U, ἔνεστι γενέσθαι πρὸς ἀλήθειαν HP 19 μεταλαχοῦσι Α 20 ἀπό om. V 22 post οὕτως add. τὴν H 2 γίνεσθαι καὶ διάζευξιν U 22 sqq. Origenes Contra Celsum VI 70 p. 685: ἀεὶ γὰρ ὁ θεὸς μεταδίδωσι τοῖς μετέχειν αὐτοῦ τοῦ ἰδίου πνεύματος οὐ κατὰ ἀποτομὴν καὶ διαίρεσιν ἐγγινομένου τοῖς ἀξίοις, Ilomilia in Numeros VI 2 p. 287: quod dixit, quia assumens de spiritu Moysi dedit septuaginta senioribus spiritum, non ita intellegas, quasi materialem aliquam corporeamque substantiam auferens deus a Moyse in septuaginta secuerit portiones et ifa unicuique seniorum exiguam particulam dederit. impium est ita intelligere naturara spiritus sancti. sed hoc modo figuram mystici huius sermonis adverte, quasi Moyses et spiritus qui erat in Moyse clarissimi cuiusdam luminis fuerit lucerna, ex qua alias septuaginta lucernas accenderit deus, ad quas ita principalis iilius luminis splendor pervenerit, ut origo ipsa luminis nihil damni ex commercio derivationis acceperit. cf. Augustini Quaest. libr. IV 55 —6 Clem. Alex. Strom. I § 12 p. 323 P: τὰ φρέατα ἐξαντλούμενα διειδέστερον ὕδωρ ἀναδίδωσι, τρέπεται δέ εἰς φθορὰν ὦν μεταλαμβάνει οὐδείς. γένοιτ’ ἂν ἀπὸ πυρὸς, ὅ, κἂν μυρίας δᾷδας ἐξάψῃ, μένει μήδ’ ὁτιοῦν ἐλαττωθὲν ἐν ὁμοίῳ. τοιαύτη τίς ἐστι καὶ τῆς ἐπιστήμης ἡ φύσις· τοὺς γὰρ φοιτητὰς καὶ γνωρίμους ἀποφήνασα ἐμπείρους πάντας κατ’ οὐδὲν μέρος ἐλαττοῦται, πολλάκις δὲ καὶ πρὸς τὸ ἄμεινον ἐπιδίδωσιν, ὥσπερ φασὶ τὰς ἀπαντλουμένας πηγάς· καὶ γὰρ ἐκείνας λόγος ἔχει τότε μᾶλλον γλυκαίνεσθαι. De_gigantibus 26 αἱ γὰρ συνεχεῖς πρὸς ἑτέρους ὁμιλίαι μελέτην καὶ ἄσκησιν ἐμποιοῦσαι ὁλόκληρον τελειότητα ἐργάζονται. εἰ μὲν οὖν τὸ ἴδιον αὐτοῦ Μωυσέως πνεῦμα ἤ τινος ἄλλου γενητοῦ τοσούτῳ πλήθει γνωρίμων ἔμελλε διανέμεσθαι, κἂν κατακερματισθὲν εἰς μοίρας τοσαύτας ἐμειοῦτο. De_gigantibus 27 νῦν δὲ τὸ ἐπ’ αὐτῷ πνεῦμά ἐστι τὸ σοφόν, τὸ θεῖον, τὸ ἄτμητον, τὸ ἀδιαίρετον, τὸ ἀστεῖον, τὸ πάντῃ δι’ ὅλων ἐκπεπληρωμένον· ὅπερ ὠφελοῦν οὐ βλάπτεται οὐδὲ μεταδοθὲν ἑτέροις οὐδ’ αὖ προστεθὲν ἐλαττοῦται τὴν σύνεσιν καὶ ἐπιστήμην καὶ σοφίαν. De_gigantibus 28 διὸ δὴ πνεῦμα θεῖον μένειν μὲν δυνατὸν ἐν ψυχῇ, διαμένειν δὲ ἀδύνατον, ὡς εἴπομεν. καὶ τί θαυμάζομεν; οὐδὲ γὰρ ἄλλου τὸ παράπαν οὐδενὸς ἐχυρὰ καὶ βέβαιος ἐγγίνεται κτῆσις ἀντιρρεπόντων καὶ πρὸς ἑκάτερα ταλαντευόντων τῶν ἀνθρωπίνων πραγμάτων καὶ ἄλλοτε ἀλλοίας ἐνδεχομένων μεταβολάς. De_gigantibus 29 αἴτιον δὲ τῆς ἀνεπιστημοσύνης μέγιστον ἡ σὰρξ καὶ ἡ πρὸς σάρκα οἰκείωσις· καὶ αὐτὸς δὲ ὁμολογεῖ φάσκων „διὰ τὸ εἶναι αὐτοὺς σάρκας“ μὴ δύνασθαι τὸ θεῖον πνεῦμα καταμεῖναι. καίτοι καὶ γάμος καὶ παιδοτροφία καὶ πορισμὸς τῶν ἀναγκαίων ἀδοξία τε μετὰ ἀχρηματίας καὶ πραγματεῖαι, ὧν αἱ μὲν ἴδιαι αἱ δὲ κοιναί, καὶ μυρία ἄλλα, πρὶν σοφίαν 1 ἐξάψῃς conicio μένει post ὁμοίῳ posuit U 2 καὶ om. U τοὺς μὲν γὰρ U 3 ἅπαντας ἀποφήνασα ἐμπείρους κατ’ U ἅπαντας P 8 Μωυσέως U: Μώσεως ceteri γεννητοῦ Α γνωρίμων Mang.: γνώριμον U, γνωρίμω ceteri 10 νυνὶ U αὐτὸν P 12 οὐδὲ Α: οὐ MPH1, om. UH2 μεταδοθὲν ἑτέροις om. U ἑτέροις M: ἑτέρω ceteri προστιθοῦν U 13 διὸ] αἱ U 14 post θεῖον add. εἰσὶ U καταμένειν coni. Mang. 15 οὐδενὸς om. U ὀχυρὰ P1 16 κτίσις Α ἑκάτερα MAU, mg. H, mg. P: ἄλληλα text. HP 17 ἄλλας coni. Mang. ἐνδεχομένων UH: ἐκδεχομένων MAP μεταβολάς] τροπάς U 19 σάρκα U 22 πραγματειῶν αἱ U 22. 48,1 πρὶν ἀνομβρῆσαι σοφίαν ἀλλ’ U ἀνθῆσαι, κατεμάραναν. De_gigantibus 30 ἀλλ’ οὐδὲν οὕτως ἐμπόδιον πρὸς αὔξησιν αὐτῆς, ὡς ἡ σαρκῶν φύσις. αὕτη γὰρ καθάπερ τις θεμέλιος ἀγνοίας καὶ ἀμαθίας πρῶτος καὶ μέγιστος ὑποβέβληται, ᾧ τῶν εἰρημένων ἕκαστον ἐποικοδομεῖται. De_gigantibus 31 ψυχαὶ μὲν γὰρ ἄσαρκοι καὶ ἀσώματοι ἐν τῷ τοῦ παντὸς θεάτρῳ διημερεύουσαι θεαμάτων καὶ ἀκουσμάτων θείων, ὧν ἄπληστος αὐτὰς εἰσελήλυθεν ἔρως, μηδενὸς κωλυσιεργοῦντος ἀπολαύουσιν. ὅσαι δὲ τὸν σαρκῶν φόρτον ἀχθοφοροῦσι, βαρυνόμεναι καὶ πιεζόμεναι ἄνω μὲν βλέπειν εἰς τὰς οὐρανίους περιόδους ἀδυνατοῦσι, κάτω δὲ ἑλκυσθεῖσαι τὸν αὐχένα βιαίως δίκην τετραπόδων γῇ προσερρίζωνται. De_gigantibus 32 παρὸ καὶ τὰς ἐκνόμους καὶ ἐκθέσμους ὁμιλίας τε καὶ μίξεις ἐγνωκὼς ὁ νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον· „ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος“ (Lev. 18,6). πῶς ἄν τις προτρέψαιτο μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν ἢ τοῦτον τὸν τρόπον; De_gigantibus 33 καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, ὅτι ὁ πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ μελετήσει. τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι „ἄνθρωπος ἄνθρωπος“ σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ κεχρημένον δηλοῦσθαι. ὄντως γὰρ ὁ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους ἄνθρωπον ἔφη ζητεῖν. De_gigantibus 34 τὸ δὲ μὴ πρὸς πάντα οἰκεῖον προσέρχεσθαι τῆς σαρκὸς ἔχει λόγον ἀναγκαῖον. ἔνια γὰρ προσετέον, οἷον αὐτὰ τὰ ἐπιτήδεια, οἷς χρώμενοι ζῆν ἀνόσως καὶ ὑγιεινῶς δυνησόμεθα, τὰ δὲ 2 σαρκὸς U 3 ἕκαστος U 4 γὰρ om. Α 5 θελημάτων H 6 αὐτὰς U: εἰς ταύτας MA, εἰς τοσαύτας P, εἰς τοσοῦτον Η (sed υ et ὂν in ras.) 7 τὸν] τῶν AU τὸν φόρτον U 8 οὐρανίας, s. s. οὑς Η ὁδοὺς U 9 προσερρίζονται Α 10 παρ’ ὃ U, παρ’ ὧν corr. ex παρὸ Α 12 ἄνθρωπος om. UH1, ἀνθρώπω AP 1 πρὸς πᾶσαν σάρκα οἰκίαν U 14. 15 τὸν τρόπον τοῦτον U 16 ποτε om. U 17 αὐτὰ H 2, αὐτὴν P 18 ἄνθρωπος ἀνθρώπῳ Α 19 prius τὸν om. P τὸν ἐν ἀρετὴ U 20 ὄντος Α ὃν] ὃς corr. ex ὃν A, ὁ U, ὡς coni. Mang. 20. 21 τὸν παλαιὸν Α 21 τις] τῆς corr. ex τις Α ἐν μεσημβρία τις λύχνον U 22 πάντα τὰ οἰκεῖα U 23 ἀναγκαῖον] ἀναπτύξαι ἄξιον coni. Mang. ἔνια μὲν γὰρ U προσεκτέον Α 24 δὲ om. H1P 18 — 20 Origenes Homilia XXIV 2 in Numeron p. 363 (ad Num. 30,2): quae est ista repetencli nominis causa? . . . . ilie interior est homo . . . in ilio namqne est habitaculum virtutum. refutalnr haec. interpretalio in Anguslini Locutionum libr. III 59 (ad Levit. 24,15) 21 Laert. Diog. VI 41. περιττὰ σκορακιστέον, ὑφ’ ὧν ἐξαπτόμεναι αἱ ἐπιθυμίαι τὰ σπουδαῖα πάντα ῥύμῃ μιᾷ καταφλέγουσι. De_gigantibus 35 μὴ πρὸς πάντα οὖν τὰ τῇ σαρκὶ φίλα αἱ ὀρέξεις ἀνηρεθίσθωσαν· ἡδοναὶ γὰρ αἱ ἀτίθασοι πολλάκις, ὅταν κυνῶν τρόπον προσσαίνωσιν, ἐξ ὑποστροφῆς ἀνίατα ἔδακον. ὥστε τὴν ἀρετῆς φίλην ὀλιγοδεΐαν πρὸ τῶν σώματος οἰκείων ἀσπαζόμενοι τὸν πολὺν καὶ ἀνήνυτον ὄχλον ἀσπόνδων ἐχθρῶν καταλύωμεν. ἐὰν δέ πού τις καιρὸς βιάζηται πλείω τῶν μετρίων καὶ ἱκανῶν λαμβάνειν, αὐτοὶ μὴ προσερχώμεθα· λέγει γάρ· „οὐ προσελεύσεται αὐτὸς ἀποκαλύψαι ἀσχημοσύνην“. De_gigantibus 36 τί δὲ τοῦτό ἐστιν, ἄξιον ἀναπτύξαι· πολλάκις οὐ γενόμενοί τινες πορισταὶ χρημάτων ἄφθονον ἔσχον περιουσίαν, ἕτεροι δὲ δόξαν οὐκ ἐπιτηδεύσαντες ἐπαίνων δημοσίᾳ καὶ τιμῶν ἠξιώθησαν, τοῖς δὲ οὐδὲ μικρὰν ἰσχὺν ἐλπίσασι μεγίστη προσεγένετο εὐτονία. De_gigantibus 37 μαθέτωσαν δὴ πάντες οὗτοι μηδενὶ προσέρχεσθαι γνώμῃ τῶν εἰρημένων, τοῦτο δέ ἐστι μὴ θαυμάζειν αὐτὰ καὶ ἀποδέχεσθαι πλέον τοῦ μετρίου κρίνοντας ἕκαστον αὐτῶν οὐκ ἀγαθὸν [μόνον], ἀλλὰ καὶ μέγιστον κακόν, τὰ χρήματα, τὴν δόξαν, τὴν σωμάτων δύναμιν. φιλαργύροις μὲν γὰρ ἡ πρὸς ἀργύριον, φιλοδόξοις δὲ ἡ πρὸς δόξαν, φιλάθλοις δὲ καὶ φιλογυμνασταῖς ἡ πρὸς ἰσχὺν πρόσοδος οἰκεία· τὸ γὰρ ἄμεινον, ψυχήν, τοῖς χείροσιν ἐκδεδώκασιν, ἀψύχοις. ὅσοι δὲ ἐντὸς ἑαυτῶν εἰσι, De_gigantibus 38 τὰς λαμπρὰς καὶ περιμαχήτους εὐπραγίας ὑπηκόους ἀποφαίνουσιν ὡς ἡγεμόνι τῷ νῷ, προσιούσας μὲν δεχόμενοι πρὸς ἐπανόρθωσιν, μακρὰν δὲ ἀφεστηκυίαις οὐ προσερχόμενοι, ὡς καὶ δίχα αὐτῶν δυνηθέντες ἂν εὐδαιμονῆσαι. De_gigantibus 39 ὁ δὲ μετιὼν καὶ κατ’ ἴχνος βαίνειν ἐθέλων αἰσχρᾶς ἀναπίμπλησι δόξης φιλοσοφίαν· οὗ χάριν λέγεται „ἀποκαλύψαι τὴν ἀσχημοσύνην“. πῶς γὰρ οὐκ ἐναργῆ καὶ πρόδηλα τὰ ὀνείδη τῶν λεγόντων μὲν εἶναι σοφῶν, πωλούντων δὲ σοφίαν καὶ ἐπευωνιζόντων, ὥσπερ φασὶ τοὺς ἐν ἀγορᾷ τὰ ὤνια προκηρύττοντας, τοτὲ μὲν μικροῦ λήμματος, τοτὲ δὲ ἡδέος καὶ εὐπαραγώγου λόγου, τοτὲ δὲ ἀβεβαίου ἐλπίδος ἀπὸ μηδενὸς ἠρτημένης ἐχυροῦ, ἔστι δ’ ὅτε καὶ 3 ἀνηρεθίσθωσαν Μ: ἀνηρεθήσθωσαν Α, ἀνερεθίσθωσαν UH1P, ἀνερεθιζέσθωσαν Η 2 ἀτίθασσοι AU, τιθασοὶ coni. Mang. 4 προσσαίνωσιν M: προσαίνωσιν HP, πρὸς ἕνωσιν Α, προσγενῶσιν U ἐπιστροφῆς H 5 ὀλιγοδέειαν H1P 6 καταλύωμεν PH1: καταλύσωμεν U, καταλύομεν MAH2 7 ἱκανῶς P 7. 8 προσερχόμεθα Α 9 δ’ ἐπὶ τοῦτο U 10 τῶν χρημάτων HP 11 οὐδὲ] οὐ Α 13 δ’ ἐστὶ U 15 μόνον om. U οὐ μόνον οὐκ ἀγαθόν conicio 16 τὴν τῶν σωμάτων U 17 alterum δὲ om, MAH1 18 πρόσοδος] δύναμις U ψυχὴν MAUP, mg. Η: τῆς ψυχῆς text. H 19 ἐντὸς ἑαυτῶν MA: ἐν τοῖς ἑαυτῶν U, ἑαυτῶν P, ἑαυτῶν ἐντός H 23 ἐμπίπλησι AH1, sed ἐμπι in ras. Α δόξης om. P 24 γὰρ om. Α 25 φιλοσοφίαν U 27 ποτὲ ter A ἡδέως U 28 δὲ ἀβεβαίου] δι’ ἀβεβαίου 2 διὰ βεβαίου Η 1, δὲ διὰ βεβαίου P. δὲ δι’ ἀβεβαίου L αἰσχροῦ U Philonis opera vol. II 4 De_gigantibus 40 ὑποσχέσεων, αἳ διαφέρουσιν ὀνειράτων οὐδέν; τὸ δὲ ἐπιφερόμενον „ἐγὼ κύριος“ παγκάλως καὶ σφόδρα παιδευτικῶς εἴρηται. ἀντίθες γάρ, φησίν, ὦ γενναῖε, τὸ σαρκὸς ἀγαθὸν τῷ τῆς ψυχῆς καὶ τῷ τοῦ παντὸς ἀγαθῷ· οὐκοῦν τὸ μὲν σαρκός ἐστιν ἄλογος ἡδονή, τὸ δὲ ψυχῆς καὶ τοῦ παντὸς ὁ νοῦς τῶν ὅλων, ὁ θεός. De_gigantibus 41 ἐφάμιλλός γε ἡ ἀσύγκριτος σύγκρισις, ὡς παρὰ τὴν ἐγγὺς ὁμοιότητα ἀπατηθῆναι· εἰ μὴ καὶ τὰ ἔμψυχα ἀψύχοις ἐρεῖ τις καὶ τὰ λογικὰ ἀλόγοις καὶ ἡρμοσμένα ἀναρμόστοις καὶ περιττοῖς ἄρτια καὶ φωτὶ σκότος καὶ ἡμέραν νυκτὶ καὶ πάντα τἀναντία τοῖς ἐναντίοις τὰ αὐτὰ πρὸς ἀλήθειαν εἶναι. De_gigantibus 42 καίτοι καὶ εἰ ταῦτα τῷ γένεσιν ἐνδεδέχθαι κοινωνίαν τινὰ ἔχει καὶ συγγένειαν, ἀλλά γε ὁ θεὸς οὐδὲ τῷ ἀρίστῳ τῶν φύντων ὅμοιος, ὅτιπερ τὸ μὲν γέγονέ τε καὶ πείσεται, ὁ δ’ ἐστὶν ἀγένητός τε καὶ ποιῶν ἀεί. De_gigantibus 43 καλὸν δὲ μὴ λιποτακτῆσαι μὲν τῆς τοῦ θεοῦ τάξεως, ἐν ᾗ τοὺς τεταγμένους πάντας ἀριστεύειν ἀνάγκη, αὐτομολῆσαι δὲ πρὸς τὴν ἄνανδρον καὶ κεκλασμένην ἡδονήν, ἣ βλάπτει μὲν τοὺς φίλους, ὠφελεῖ δὲ τοὺς ἐχθρούς. καινοτάτη γάρ τις αὐτῆς ἡ φύσις· οἷς μὲν ἂν ἐθελήσῃ τῶν ἰδίων ἀγαθῶν μεταδοῦναι, τούτους εὐθὺς ἐζημίωσεν, οὓς δ’ ἂν ἀφελέσθαι, τὰ μέγιστα ὤνησε· De_gigantibus 44 βλάπτει μὲν γὰρ ὅταν διδῷ, χαρίζεται δὲ ὅταν ἀφαιρῆται. ἐὰν οὖν, ὦ ψυχή, προσκαλῆταί σέ τι τῶν ἡδονῆς φίλτρων, μετάκλινε σεαυτὴν καὶ ἀντιπεριάγουσα τὴν ὄψιν κάτιδε τὸ γνήσιον ἀρετῆς κάλλος καὶ ὁρῶσα ἐπίμεινον, ἄχρις ἂν ἵμερος ἐντακῇ σοι καὶ ὡς σιδηρῖτις λίθος ἐπισπάσηταί De_gigantibus 45 σε καὶ ἐγγὺς ἀγάγῃ καὶ ἐξαρτήσῃ τοῦ ποθουμένου. τὸ δὲ „ἐγὼ 2 εἴρηται MAH 2: ἤρτηται PH1, διήρηται U 4 τῆς ψυχῆς HP 5 ὁ θεός θεός UHP γε scripsi: τε codd. ἡ (ἢ Η) ἀσύγκριτος σύγκρισις ΜAH1 σύγκρισις H2)P: καὶ ἀσύγκριτος σύγκρισις U, καὶ ἀσύγκριτος ἡ σύγκρισις L, ἡ ἀσυγκρίτων σύγκρισις conicio 6 εἰ μὴ καὶ τὰ MA: μήκιστα U, εἰ καὶ μὴ P, εἰ καὶ H 7 ἄψυχα U τὰ om. L τὰ ἡρμοσμένα U 8 ἡμέρα M 9 πρὸς ἀλήθειαν εἶναι τὰ αὐτά HP εἰ καὶ U 10 ἐνεδέχη M 10. 11 ἀλλ’ ὅ γε θεὸς U 11 φυτῶν U γεγονέναι P τε U: τι cetei 12 πείσεται] φθαρήσεται U δέ U ἀγέννητος AU τε om. U δὲ] δὴ H 2 13 λειποτακτῆσαι codd. χάριτος καὶ τάξεως U 16 αὐτῆς] αὕτη D μὲν γὰρ ἄν ἠθέλησε D ἐθελήσοι Α (οι in ras.), θελήση U MAUD: οἰκείων HP 16. 17 δοῦναι ἀγαθῶν D 17 δ’ U 19 τίς P τῶν τῆς ἡδονῆς Η 20 κάλλος om. Α 21 ἄν σοι μέρος ἐντακῆ ἃ ἡ σιδηρῖτις U ἐκτακῇ Α σιδηρῖτις U: σιδηρίτης ccteri ἐπισπάσεται U 22 ἐξαρτίση Α, ἐξαρτήσει U 13—18 DR fol. 244ν Φίλωνος: οὐ καλὸν αὐτομολῆσαι πρὸς τὴν ἄνανδρον ἀφαιρῆται. κύριος“ ἀκουστέον οὐ μόνον ἐν ἴσῳ τῷ „ἐγὼ τὸ τέλειον καὶ ἄφθαρτον καὶ πρὸς ἀλήθειαν ἀγαθόν“, οὗ περιεχόμενός τις τὸ ἀτελὲς καὶ φθαρτὸν καὶ σαρκῶν ἠρτημένον ἀποστραφήσεται, ἀλλὰ καὶ ἀντὶ τοῦ „ἐγὼ ὁ ἄρχων καὶ [ὁ] βασιλεὺς καὶ δεσπότης“. De_gigantibus 46 οὔτε δὲ ὑπηκόοις παρόντων ἡγεμόνων οὔτε δούλοις δεσποτῶν ἀδικεῖν ἀσφαλές· ἐγγὺς γὰρ ὅταν ὦσιν οἱ κολασταί, φόβῳ σωφρονίζονται οἱ ἐξ ἑαυτῶν μὴ πεφυκότες νουθετεῖσθαι. De_gigantibus 47 πάντα γὰρ πεπληρωκὼς ὁ θεὸς ἐγγύς ἐστιν, ὥστε ἐφορῶντος καὶ πλησίον ὄντος μάλιστα μὲν αἰδεσθέντες, εἰ δὲ μὴ τοῦτο, εὐλαβηθέντες γοῦν τὸ ἀνίκητον τῆς ἀρχῆς αὐτοῦ κράτος καὶ τὸ φοβερὸν καὶ ἀπαραίτητον ἐν ταῖς τιμωρίαις, ὁπότε τῇ κολαστηρίῳ χρῆσθαι δυνάμει διανοηθείη, ἠρεμήσωμεν ἀδικοῦντες, ἵνα καὶ τὸ σοφίας πνεῦμα θεῖον μὴ ῥᾳδίως μεταναστὰν οἴχηται, πάμπολυν δὲ χρόνον καταμείνῃ παρ’ ἡμῖν, ἐπεὶ καὶ παρὰ Μωυσεῖ τῷ σοφῷ· De_gigantibus 48 χρῆται γὰρ οὗτος ταῖς εἰρηνικωτάταις σχέσεσιν ἢ ὡς ἑστὼς ἢ ὡς καθεζόμενος, ἥκιστα τρέπεσθαι καὶ μεταβολαῖς χρῆσθαι πεφυκώς· λέγεται γὰρ ὅτι „Μωυσῆς καὶ ἡ κιβωτὸς οὐκ ἐκινήθησαν“ (Num. 14,44), ἤτοι παρ’ ὅσον ὁ σοφὸς ἀχώριστος ἀρετῆς ἢ παρ’ ὅσον οὔτε ἀρετὴ κινητὸν οὔτε σπουδαῖος μεταβλητόν, ἀλλ’ ἑκάτερον ὀρθοῦ λόγου βεβαιότητι ἱδρυμένον· καὶ πάλιν ἐν ἑτέροις· De_gigantibus 49 „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5,31). λόγιόν ἐστι τοῦτο χρησθὲν τῷ προφήτῃ· στάσις τε καὶ ἠρεμία ἀκλινὴς ἡ παρὰ τὸν ἀκλινῶς ἑστῶτα ἀεὶ θεόν· De_gigantibus 50 ἀνάγκη γὰρ ὑγιεῖ κανόνι τὰ παρατιθέμενα εὐθύνεσθαι. διὰ τοῦτό μοι δοκεῖ καὶ ὁ περισσὸς τῦφος, ἐπίκλησιν Ἰοθόρ, καταπλαγεὶς τὴν ἀρρεπῆ καὶ ἰσαιτάτην καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν προαίρεσιν τοῦ σοφοῦ σχετλιάζειν καὶ ἀναπυνθάνεσθαι τὸν τρόπον τοῦτον· „διὰ τί σὺ κάθησαι μόνος„ (Exod. 18,14) ; De_gigantibus 51 ἰδὼν γάρ τις τὸν ἐν εἰρήνῃ συνεχῆ πόλεμον ἀνθρώπων οὐ κατὰ ἔθνη καὶ χώρας καὶ πόλεις αὐτὸ μόνον 1 τῷ] τὸ H1P τέλειον τὸ ἄφθαρτον U 2 καὶ φθαρτὸν U: om. 3 σαρκῶν U: σαρκὶ ceteri ἐξηρτημένον coni. Mang. 4 ὁ om. U δὲ om. HP 6 αὐτῶν HP 7 γὰρ] δὲ U 8 εἰ—εὐλαβηθέντες om. U 9 τὸ κράτος τῆς ἀρχῆς αὐτοῦ HP (τὸ del. H2) 10 χρῆσθαι τῆ κολαστηρίῳ U ἠρεμήσωμεν MAUH: ἠρεμήσαμεν P, ἠρεμήσομεν Turn. 12 οἴχηται MU: οἴχεται Α, οἰχήσεται HP 13 Μωσεῖ codd. ἠρεαιοτάταις coni. Mang. 14 ὡς bis MA: om. UHP 14 MAUPH1: τροπαῖς τε H 2 καὶ om. U 14. 15 κεχρῆσθαι πεφυκός U 15 λέγεται U: λέγει ceteri ὅτι MAUP2: ὁ HP1 Μώσης MAHP 17 οὔθ’ ὁ σπουδαῖος U, οὔτε σπουδὴ Α 19 λόγιον γάρ ἐστι HP 20 ἠρεμία παντελὴς ἢ U παρὰ] πρὸς conicio ἀκλινῆ H1P ἑστῶσα P θεὸν πρόσοδος conicio 22 ἐπίκλην U εἰωθὼς A 23 ἰσαιτάτην MAU: ἰσοτάτην Η, ἰσωτάτην P ἀναίρεσιν U 24 σχετλιάζει καὶ ἀναπυνθάνεται U 25 συνεχεῖ PH1 26 ἀνθρώπων om. Η κατὰ τὰ ἔθνη Α πόλεις καὶ χώρας U 4 * συνιστάμενον, ἀλλὰ καὶ κατ’ οἰκίαν, μᾶλλον δὲ καὶ καθ’ ἕνα ἄνδρα ἕκαστον, καὶ τὸν ἐν ταῖς ψυχαῖς ἄλεκτον καὶ βαρὺν χειμῶνα, ὃς ὑπὸ βιαιοτάτης φορᾶς τῶν κατὰ τὸν βίον πραγμάτων ἀναρριπίζεται, τεθαύμακεν εἰκότως, εἴ τις ἐν χειμῶνι εὐδίαν ἢ ἐν κλύδωνι κυμαινούσης θαλάττης γαλήνην ἄγειν δύναται. De_gigantibus 52 ὁρᾷς ὅτι οὐδὲ ὁ ἀρχιερεὺς λόγος ἐνδιατρίβειν ἀεὶ καὶ ἐνσχολάζειν τοῖς ἁγίοις δόγμασι δυνάμενος ἄδειαν ἔσχηκεν ἀνὰ πάντα καιρὸν πρὸς αὐτὰ φοιτᾶν, ἀλλ’ ἅπαξ δι’ ἐνιαυτοῦ μόλις (Lev. 16,2. 34) ; τὸ μὲν γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν οὐ βέβαιον, ὅτι δυάς, τὸ δ’ ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώτατον, ὅτι κατὰ τὴν De_gigantibus 53 ἀδιαίρετον ἵσταται μονάδα. ὥστε οὖν ἐν μὲν τοῖς πολλοῖς, τουτέστι τοῖς πολλὰ τοῦ βίου τέλη προτεθειμένοις, οὐ καταμένει τὸ θεῖον πνεῦμα, κἂν πρὸς ὀλίγον χρόνον ἀναστραφῇ, μόνῳ δὲ ἀνθρώπων εἴδει ἑνὶ παραγίνεται, ὃ πάντα ἀπαμφιασάμενον τὰ ἐν γενέσει καὶ τὸ ἐσωτάτω καταπέτασμα καὶ προκάλυμμα τῆς δόξης ἀνειμένῃ καὶ γυμνῇ τῇ διανοίᾳ πρὸς θεὸν ἀφίξεται. De_gigantibus 54 οὕτως καὶ Μωυσῆς ἔξω τῆς παρεμβολῆς καὶ τοῦ σωματικοῦ παντὸς στρατοπέδου πήξας τὴν ἑαυτοῦ σκηνήν (Exod. 33, 7), τουτέστι τὴν γνώμην ἱδρυσάμενος ἀκλινῆ, προσκυνεῖν τὸν θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον, τὸν ἀειδῆ χῶρον, εἰσελθὼν αὐτοῦ καταμένει τελούμενος τὰς ἱερωτάτας τελετάς. γίνεται δὲ οὐ μόνον μύστης, ἀλλὰ καὶ ἱεροφάντης ὀργίων καὶ διδάσκαλος θείων, ἃ τοῖς ὦτα κεκαθαρμένοις ὑφηγήσεται. De_gigantibus 55 τούτῳ μὲν οὖν τὸ θεῖον ἀεὶ παρίσταται πνεῦμα πάσης ὀρθῆς ἀφηγούμενον ὁδοῦ, τῶν δὲ ἄλλων, ὡς ἔφην, τάχιστα διαζεύγνυται, ὧν καὶ τὸν βίον ἐν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ἀριθμῷ πεπλήρωκε· λέγει γάρ· „ἔσονται αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσιν“ (Gen. 6,3). De_gigantibus 56 ἀλλὰ καὶ Μωυσῆς τῶν ἴσων γενόμενος ἐτῶν τοῦ θνητοῦ βίου μετανίσταται 1 συνιστάμενος PH1 οἰκίας H2 2 καὶ τὸν UH2: καίτοι ceteri ψυκταῖς ἄληκτον D ὃς] ὡς U 4 ἢ codd.] καὶ Turn. 4. 5 γαλήνην ἄγειν κυμαινούσης θαλάσσης U 4 θαλάσσης UHP 5 οὐδὲ MHP: καὶ A, om. U 6 ἀεὶ ante τοῖς posuit U καὶ ἐνσχολάζειν om. Α ἐνσχολάζειν MU: σχολάζειν HP ἐν τοῖς Η δώμασι Mang. ἀγίοις] θείοις U ἔσχηκεν ἀνὰ MA: ἔσχηκεν v (sic!) U, ἔσχηκε κατὰ HP 7 ἀλλὰ U μόλις] μόνον coni. Cohn 9 ὃν] οὔτε U ὀχυρότατον Α 10. 11 τοῦτο δ’ ἔστι τὸ εἰς πολλὰ U 11 τέλει Α προτιθεμένοις U 12 ἀναστρέφη U, συναναστραφῇ coni. Mang. 13 ἀπαμφιασάμενος U 13. 14 τὰ ἐστώτατα καταπετάσματα καὶ προκαλύμματα Η2 14 ἀνημμένη Α 15 οὕτω U Μώσης MAHP 15. 16 παντὸς τοῦ σωματικοῦ U 20. 21 κεκαρμένοις U 21 τοῦτο μὲν οὑν ἀεὶ παρίσταται τὸ θεῖον U, τοῦτον μὲν οὑν τῶ θείω ἀεὶ παρίσταται Α πνεύματι ex πνεῦμα corr. Α 22 δ’ U ἀναζεύγνυται HP 23 ὧν] ὧ U εἴκοσιν U ἐτῶν πεπεραιωκέναι λέγει U 24 ρκ΄ P (Deut. 34,7). πῶς οὖν εἰκὸς ἰσοχρονίους εἶναι τοὺς ὑπαιτίους τῷ πανσόφῳ καὶ προφήτῃ; εἰς μὲν οὖν τὸ παρὸν ἀρκέσει τοῦτο εἰπεῖν, ὅτι τὰ ὁμώνυμα οὐ πάντως ἔσθ’ ὅμοια, πολλάκις δὲ καὶ ὅλῳ γένει διέζευκται, καὶ ὅτι τὸ φαῦλον τῷ σπουδαίῳ δύναται μὲν καὶ ἀριθμοὺς καὶ χρόνους ἔχειν τοὺς ἴσους, ἐπεὶ καὶ δίδυμον εἰσάγεται, ἀπηρτημένας δὲ καὶ μακρὰν ἀλλήλων διῳκισμένας δυνάμεις. De_gigantibus 57 τὸν δὲ ἀκριβῆ λόγον τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὑπερθησόμεθα εἰς τὴν τοῦ προφητικοῦ βίου παντὸς ἐξέτασιν, ὅταν αὐτὸν ἱκανοὶ γενώμεθα μυεῖσθαι, νυνὶ δὲ τὰ ἑξῆς λέγωμεν. De_gigantibus 58 „Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις“ (Gen. 6,4). ἴσως τις τὰ παρὰ τοῖς ποιηταῖς μεμυθευμένα περὶ τῶν γιγάντων οἴεται τὸν νομοθέτην αἰνίττεσθαι πλεῖστον ὅσον διεστηκότα τοῦ μυθοπλαστεῖν καὶ τοῖς ἀληθείας ἴχνεσιν αὐτῆς ἐπιβαίνειν ἀξιοῦντα. De_gigantibus 59 παρὸ καὶ εὐδοκίμους καὶ γλαφυρὰς τέχνας, ζωγραφίαν καὶ ἀνδριαντοποιίαν, ἐκ τῆς καθ’ αὑτὸν πολιτείας ἐξήλασεν, ὅτι τὴν τοῦ ἀληθοῦς ψευδόμεναι φύσιν ἀπάτας καὶ σοφίσματα δι’ ὀφθαλμῶν ψυχαῖς εὐπαραγώγοις τεχνιτεύουσι. De_gigantibus 60 μῦθον μὲν οὖν οὐδένα περὶ γιγάντων εἰσηγεῖται τὸ παράπαν, βούλεται δὲ ἐκεῖνό σοι παραστῆσαι, ὅτι οἱ μὲν γῆς, οἱ δὲ οὐρανοῦ, οἱ δὲ θεοῦ γεγόνασιν ἄνθρωποι· γῆς μὲν οἱ θηρευτικοὶ τῶν σώματος ἡδονῶν ἀπόλαυσίν τε καὶ χρῆσιν ἐπιτηδεύοντες αὐτῶν καὶ πορισταὶ τῶν συντεινόντων εἰς ἑκάστην, οὐρανοῦ δὲ ὅσοι τεχνῖται καὶ ἐπιστήμονες καὶ φιλομαθεῖς — τὸ γὰρ οὐράνιον τῶν ἐν ἡμῖν ὁ νοῦς (νοῦς δὲ καὶ τῶν κατ’ οὐρανὸν ἕκαστον) τὰ ἐγκύκλια καὶ τὰς ἄλλας ἅπαξ ἁπάσας ἐπιτηδεύει τέχνας, παραθήγων καὶ ἀκονῶν ἔτι τε γυμνάζων καὶ συγκροτῶν ἐν τοῖς νοητοῖς αὑτόν —, De_gigantibus 61 θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ. De_gigantibus 62 ὁ γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇ τε 1 ἰσοχρόνους U 2 καὶ om. UHP 3 γένει ὅλῳ HP 4 ὅτι om. HP 5 ἔχοντας ἴσους U 6 τὰς δυνάμεις Η 2, λύσεις U τῶν] τὸν Η 6. 7 ἑκατὸν καὶ εἴκοσιν U παντὸς ἐξέτασιν βίου U πάντως Η 2 8 αὐτῶν UH1P λέξομεν U 10 τις] ὅτι AP τὰ om. U τοῖς om. AU 12 καὶ] κἄν U τοῖς MAU: τῆς PH1, τοῖς τῆς H 2 παρ᾿ ὃ UH 13 εὐδοκίμους U: οὐ δοκίμους MA, δοκίμους PH1, τὰς δοκίμους H 2 14 ἑαυτὸν U τἀληθοῦς U 16 οὑν UH 2: om. ceteri περὶ γιγάντων οὐδέγα U 17 δὲ πάντως ἐκεῖνο U 18 θηρευτικοὶ codd.: θηρευταὶ Mang. „ex Mss.“ (??) 21 τῶν] τὸν Α Turn. ἁπάσας om. U 23 τε] δὲ U 24 αὑτόν H 2: αὐτόν ceteri 25 τῆς ἐν κόσμω U 27 καὶ add. Mang. σωμάτων ἰδέαις ὁ U 28 διατρίβων ἦν] διέτριβεν conicio ἦν om. Α καὶ δόξῃ, πρὶν μετονομασθῆναι, καλούμενος Ἀβρὰμ ἦν ἄνθρωπος οὐρανοῦ τήν τε μετάρσιον καὶ τὴν αἰθέριον φύσιν ἐρευνῶν καὶ τά τε συμβαίνοντα καὶ τὰς αἰτίας καὶ εἴ τι ἄλλο ὁμοιότροπον φιλοσοφῶν—οὗ χάριν καὶ προσρήσεως οἷς ἐπετήδευσεν ἔτυχεν οἰκείας· Ἀβρὰμ γὰρ ἑρμηνευθεὶς πατήρ ἐστι μετέωρος, ὄνομα τοῦ τὰ μετέωρα καὶ ἐπουράνια περισκοπουμένου πάντα πάντῃ νοῦ πατρός, πατὴρ δὲ τοῦ συγκρίματος ὁ νοῦς ἐστιν ὁ ἄχρις αἰθέρος καὶ ἔτι περαιτέρω μηκυνόμενος —· De_gigantibus 63 ὅταν δὲ βελτιωθεὶς μέλλῃ μετονομάζεσθαι, γίνεται ἄνθρωπος θεοῦ κατὰ τὸ χρησθὲν αὐτῷ λόγιον „ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος“ (Gen. 17,1). De_gigantibus 64 εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ. καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς ᾗ συνηχοῦμεν. ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος, De_gigantibus 65 ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος. οἱ δὲ γῆς παῖδες τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι καὶ μεταλλοιώσαντες εἰς τὴν ἄψυχον καὶ ἀκίνητον σαρκῶν φύσιν — „ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν", ᾗ φησιν ὁ νομοθέτης (Gen. 2, 24) — τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ· De_gigantibus 66 λέγει γὰρ ὁ νομοθέτης, ὅτι „οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς" (Gen. 10,8), ἑρμηνεύεται δὲ Νεβρὼδ αὐτομόλησις· οὐ γὰρ ἐξήρκεσε τῇ παναθλίᾳ ψυχῇ μετὰ μηδετέρων στῆναι, ἀλλὰ προσχωρήσασα τοῖς ἐχθροῖς ὅπλα κατὰ τῶν φίλων ἤρατο καὶ φανερῶς ἀνθεστῶσα αὐτοῖς ἐπολέμει. παρὸ καὶ 1 πρὶν ἄν Η Ἀβραάμ U ἢν addidi 2 διερευνῶν EP 4 οἷς] ἧς AU ἐπετήδευσεν MA: ἐπετήδευεν U, ἐπιτετήδευκε Η, ἐπετετήδευκε P τετύχηκεν HP Ἁβραὰμ HP, ἀβραὰμ μὲν U 5 οὐράνια U 6 πάντη U: ceteri πατρὸς U: om. ceteri 7 ἄχρι codd. βελτιωθῇ μέλλει Α 8. 9 λόγιον τὸ δὲ ἐγώ εἰμι ὁ θεός σου· περιπάτει εἰς πρόσωπόν μου καὶ γίνου τέλειος U 9 εὐαρεστήσει Α 10 μόνος—καὶ om. U ὢν MAP: ἦν Η, αὖ Mang. καὶ ante αὐτοῦ om. Α 11 θεοῦ MU: θεὸς AHP 12 ἢ χοῦς M 13 καὶ ante πατὴρ om. Α πατρὸς U 14 ἑνὶ μόνω U: ἐπιμόνῳ ceteri 15 θεῷ H 2: θεοῦ MAPH1, om. U οὐ γένος ὀπαδὸς U γενόμενος Turn. 16 χρώμενος τῶ ὄντι HP μόνου] νοῦ M 18 ἐκβιβάζοντες U μεταλλοιώσαντες scripsi: μεταλλεύσαντες MHP, μεταλλεύοντες U, μεταβάλλοντες Α, αὐτομολήσαντες coni. Mang. 20 ᾖ] οἲ A, ὥς L1 21 οἰκείαν καὶ ἀμείνω ΗP 25 μετὰ ἑτέρων Α 26 ἤρξατο Η ἀνθεστῶσ᾿ U παρ’ ὃ Α ἀρχὴν τῷ Νεβρὼδ τῆς βασιλείας ὑπογράφει Βαβυλῶνα, μετάθεσις δὲ καλεῖται Βαβυλών, συγγενὲς αὐτομολίᾳ καὶ ὄνομα ὀνόματι καὶ ἔργον ἔργῳ· παντὸς γὰρ αὐτομολοῦντος προοίμια γνώμης μεταβολὴ καὶ μετάθεσις. De_gigantibus 67 ἀκόλουθον οὖν ἂν εἴη λέγειν, ὅτι κατὰ τὸν ἱερώτατον Μωυσέα ὁ μὲν φαῦλος, ὥσπερ ἄοικος καὶ ἄπολις καὶ ἀνίδρυτος καὶ φυγάς, οὕτως καὶ αὐτόμολος, ὁ δὲ σπουδαῖος βεβαιότατος σύμμαχος. τοσαῦτα εἴς γε τὸ παρὸν ἀρκούντως περὶ τῶν γιγάντων εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τοῦ λόγου τρεψώμεθα. ἔστι δὲ ταῦτα· 1 τὴν ἀρχὴν Turn. Βαβυλὼν HP 2 συγγενὲς scripsi: συγγενὴς codd. ὄνομα om. U 2. 3 ἔργω ἔργον UP 3. 4 πρὸ οὐ μιᾶς γνώμης μεταβολὴν καὶ μετάθεσιν U 4 οὖν addidi Μωσέα MAHP 5 ὥσπερ—φυγάς om. U οὕτως] ὄντως U G σπουδαιότατος L εἴς] οἷς Α γε om. U 7 ἀρκούντως om. U τῶν om. U 7. 8 αὗθις ἐπὶ τὰ ἀκόλουθα καιρῶ τῶ δεόντι τρεψώμεθα U 8 ἔστι δὲ ταῦτα om. U subscripsit φίλωνος περὶ γίγα τῶν U HP addunt: ἀκολούθῳ (leg. ἀκολουθεῖ) τὸ τὲ Η)· καὶ μετ’ ἐκεῖνο [καὶ], φησίν, ὡς ἂν εἰσεπορεύοντο ex p. 561