Legum_allegoriarum_libri_i_iii 1 p. 43 M. "Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν" (Gen. 2,1). νοῦ καὶ αἰσθήσεως γένεσιν εἰπὼν πάλαι, νῦν δὴ ἀμφοτέρων τελείωσιν διασυνίστησιν. οὔτε δὲ νοῦν τὸν ἄτομον οὔτε αἴσθησιν τὴν ἐν μέρει πέρας εἰληφέναι φησίν, ἀλλ’ ἰδέας, τὴν μὲν νοῦ, τὴν δὲ αἰσθήσεως· συμβολικῶς μὲν γὰρ τὸν νοῦν οὐρανόν, ἐπειδὴ αἱ νοηταὶ φύσεις ἐν οὐρανῷ, τὴν δὲ αἴσθησιν καλεῖ γῆν, ὅτι σύστασιν σωματοειδῆ καὶ γεωδεστέραν ἔλαχεν αἴσθησις· κόσμος δὲ νοῦ μὲν τὰ ἀσώματα καὶ νοητὰ πάντα, αἰσθήσεως δὲ τὰ ἐνσώματα καὶ ὅσα συνόλως αἰσθητά. Legum_allegoriarum_libri_i_iii 2 "Καὶ συνετέλεσεν ὁ θεὸς τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν" (Gen. 2, 2). εὔηθες πάνυ τὸ οἴεσθαι ἓξ ἡμέραις ἢ καθόλου χρόνῳ γεγονέναι τὸν κόσμον· διὰ τί; ὅτι πᾶς χρόνος ἡμερῶν καὶ νυκτῶν ἐστι σύστημα, ταῦτα δὲ ἡλίου κίνησις ὑπὲρ γῆν καὶ ὑπὸ γῆν ἰόντος ἐξ ἀνάγκης ἀποτελεῖ· ἥλιος δὲ μέρος οὐρανοῦ γέγονεν, ὥστε φίλωνος νόμων ἱερῶν ἀλληγορίας τῶν μετὰ τὴν ἑξαήμερον MAP, φίλωνος νόμων ἱερῶν ἀλληγορίας τῶν μετὰ τὴν ἑξαήμερον τὸ α΄ UF, . . . τὸ δεύτερον L 1 ἐτελέσθησαν οἱ οὐρανοὶ UFL καὶ ἡ γῆ om. L πᾶς ὁ κόσμος] πᾶσαι αἱ στρατιαὶ U, πᾶσαι στρατιαὶ FL 3 δὴ scripsi: δι’ UFL, om. MAFArm τὸν ἄτομον P2Arm: τὸν om. MAP1, τὸ ἄτμητον UFL 4 φασίν UFL ἀλλὰ MAP τὴν] τὸν UFL 5 τὴν] τὸν UFL μὲν γὰρ scripsi: γὰρ APArm, μὰν ceteri τὸν μὲν νοῦν P2 8 πάντα om. Arm τὰ σώματα Arm καὶ—αἰσθητά om. Arm ὅλως UFL 10 τῆ ἡμέρα MAPArm: ἐν ἡμέρα UFL τὰ ἔργα MAPArm: ἔργον UFL 11 ἁ] ὃ UFL 12 γεγονέναι τὸν κόσμον MAPArm: κόσμον γεγονέναι UFL διὰ τί; ὅτι MAPArm: διότι UFL πᾶς] σύμπας UFL χρόνος] ὁ χρόνος F, ὁ κόσμος L 13 σύστημα MAPArm: διάστημα UFL ταῦτα δὲ] δὲ om. FL, καὶ ταῦτα V κινήσει Arm ὑπὸ γῆν καὶ ὑπὲρ γῆν Arm 14 ἀποτελεῖται Arm, ἀποτελεῖν MAP ὥστε—κόσμου (62,1) om. Arm χρόνον ἀνομολογεῖσθαι νεώτερον κόσμου. λέγοιτ’ ἂν οὖν ὀρθῶς, ὅτι οὐκ ἐν χρόνῳ γέγονε κόσμος, ἀλλὰ διὰ κόσμου συνέστη χρόνος· ἡ γὰρ οὐρανοῦ κίνησις χρόνου φύσιν ἔδειξεν. Legum_allegoriarum_libri_i_iii 3 ὅταν οὖν λέγῃ "συνετέλεσεν ἕκτῃ ἡμέρᾳ τὰ ἔργα", νοητέον ὅτι οὐ πλῆθος ἡμερῶν παραλαμβάνει, τέλειον δὲ ἀριθμὸν τὸν ἕξ, ἐπειδὴ πρῶτος ἴσος ἐστὶ τοῖς ἑαυτοῦ μέρεσιν, ἡμίσει καὶ τρίτῳ καὶ ἕκτῳ, καὶ ἀπὸ ἑτερομήκους συνίσταται τοῦ δὶς τρία· δυὰς μέντοι καὶ τριὰς ἐκβέβηκε τὴν κατὰ τὸ ἓν ἀσωματότητα, ὅτι ἡ μὲν ὕλης ἐστὶν εἰκών, διαιρουμένη καὶ τεμνομένη καθάπερ ἐκείνη, τριὰς δὲ στερεοῦ σώματος, ὅτιπερ τριχῆ τὸ στερεὸν διαιρετόν. Legum_allegoriarum_libri_i_iii 4 οὐ μὴν ἀλλὰ καὶ συγγενής ἐστι ταῖς τῶν ὀργανικῶν ζῴων κινήσεσιν· ἑξαχῆ γὰρ τὸ ὀργανικὸν σῶμα πέφυκε κινεῖσθαι, πρόσω καὶ κατόπιν, ἄνω καὶ κάτω, ἐπὶ δεξιὰ καὶ εὐώνυμα. βούλεται οὖν τά τε θνητὰ γένη καὶ πάλιν αὖ τὰ ἄφθαρτα κατὰ τοὺς οἰκείους ἐπιδεῖξαι συστάντα ἀριθμούς, τὰ μὲν θνητὰ ὡς ἔφην παραμετρῶν ἑξάδι, τὰ δὲ μακάρια καὶ εὐδαίμονα ἑβδομάδι. Legum_allegoriarum_libri_i_iii 5 πρῶτον οὖν ἑβδόμῃ ἡμέρᾳ καταπαύσας τὴν τῶν θνητῶν σύστασιν ἄρχεται ἑτέρων θειοτέρων διατυπώσεως· παύεται γὰρ οὐδέποτε ποιῶν ὁ θεός, ἀλλ’ ὥσπερ ἴδιον τὸ καίειν πυρὸς καὶ χιόνος τὸ ψύχειν, οὕτως καὶ θεοῦ τὸ ποιεῖν· καὶ πολύ γε μᾶλλον, ὅσῳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀρχὴ τοῦ δρᾶν ἐστιν. Legum_allegoriarum_libri_i_iii 6 εὖ μέντοι καὶ τὸ φάναι „κατέπαυσεν“, οὐχὶ "ἐπαύσατο"· παύει μὲν γὰρ τὰ δοκοῦντα ποιεῖν οὐκ ἐνεργοῦντα, οὐ παύεται δὲ ποιῶν αὐτός. διὸ καὶ ἐπιφέρει "κατέπαυσεν ὧν ἤρξατο"· ὅσα μὲν γὰρ ταῖς ἡμετέραις τέχναις δημιουργεῖται, τελειωθέντα ἵσταται καὶ μένει, ὅσα δὲ ἐπιστήμῃ θεοῦ, περατωθέντα πάλιν κινεῖται· τὰ γὰρ τέλη αὐτῶν ἑτέρων εἰσὶν ἀρχαί, οἷον ἡμέρας τέλος νυκτὸς ἀρχή, καὶ μῆνα δὲ καὶ ἐνιαυτὸν ἐνισταμένους πέρατα δήπου τῶν ἐξηκόντων ὑποληπτέον· 1 ἀνομολογῆσθαι F, ἄν ὁμολογεῖσθαι coni. Wendl. λέγοιτ’ ἄν—κόσμος om. L 2 ὁ κόσμος P συνέστηκε FL 5 τὸν] τῶν MAP ἡμίσει] δευτέρῳ Arm 6 καὶ ante ἀπὸ om. UF 7 ἓν om. UFL ἀσωματότητα] σῶμα ἰσότητα UFL ὅτι om. UFL ἡ] ἡ F, ὃ UL τῆς μὲν UFL 8 ἐκείνη] θνητοί UF, θνητή L 9 ὅτιπερ UFL (cf. p. 11,9): ὅτι MAP διαιρετόν covr. Turn.: διαιρετέον codd. 10 ἐξαχῇ] ἐξ ἀρχῆς UL 11 καὶ om. (bis) UFL 12 οὖν] γοῦν UFL 13 συμβάντα U 14 παραμετρῶν MAPArm: καταμετρῶν UL, κατὰ μερῶν F 14. 15 ἑβδομάδι. πρῶτον οὖν (γοῦν coni. Wendl.) UFL: ἑβδομάδι πρώτη ἑβδομάδι P fortasse locus gravius corruptus est. 15 ἑβδόμῃ δὲ vel καὶ ἑβδόμῃ Arm ut vid. 16 διατυπώσεως M: διατυπώσεων ceteri 19 μέντοι] μέν U καὶ om. UFL 21 καὶ om. L 22 ante τελειωθέντα add. ταῦτα UFL (probat Wendl.) 23 περατωθέντα scripsi: περαιωθέντα codd. 25 πέρατα δήπου τῶν ἐξηκόντων Diels: πέρατα δήπου ἐξ οὐκ ὄντων Arm, πέρατα δὴ τούτων ἐξ οὐκ ὄντων MAP, ἀρχὴν δήπου τῶν ἑξῆς ἰόντων UFL ὑποτοπητέον UFL γένεσίς τε αὖ φθειρομένων ἑτέρων καὶ φθορὰ γεννωμένων ἄλλων ἀποτελεῖται, Legum_allegoriarum_libri_i_iii 7 ὥστε ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι θνῄσκει δ’ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δ’ ἄλλο πρὸς ἄλλο μορφὴν ἑτέραν ἀπέδειξεν. Legum_allegoriarum_libri_i_iii 8 χαίρει δὲ ἡ φύσις ἑβδομάδι· πλάνητές τε γὰρ ἑπτὰ γεγόνασιν, ἀντίρροποι τῇ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσῃ φορᾷ· καὶ ἄρκτος ἑπτὰ ἄστροις συμπληροῦται, κοινωνίας καὶ ἑνώσεως ἀνθρώπων, οὐκ ἐπιμιξίας αὐτὸ μόνον, οὖσα αἰτία· καὶ τροπαὶ δὲ σελήνης ἑβδομάσι γίνονται, συμπαθεστάτου πρὸς τὰ ἐπίγεια ἄστρου, καὶ ἃς κατὰ τὸν ἀέρα μεταβολὰς ἐργάζεται, μάλιστα τοῖς καθ’ ἑβδομάδα σχηματισμοῖς ἀποτελεῖ. Legum_allegoriarum_libri_i_iii 9 τά γε μὴν θνητὰ σπάσαντα ἀπ’ οὐρανοῦ θείαν ἀρχὴν καθ’ ἑβδομάδα σωτηρίως κινεῖται· τίς γὰρ οὐκ οἶδεν, ὅτι τῶν βρεφῶν τὰ μὲν ἑπτάμηνα γόνιμα, τὰ δὲ πλείω χρόνον προσλαβόντα, ὡς ὀκτὼ μῆνας ἐνδιαιτηθῆναι γαστρί, κατὰ τὸ πλεῖστον ἄγονα; Legum_allegoriarum_libri_i_iii 10 λογικόν τέ φασιν ἄνθρωπον κατὰ τὴν πρώτην ἑπταετίαν γίνεσθαι, ὅτε ἤδη ἱκανός ἐστιν ἑρμηνεὺς εἶναι τῶν συνήθων ὀνομάτων καὶ ῥημάτων τὴν λογικὴν ἕξιν περιπεποιημένος, κατὰ δὲ τὴν δευτέραν ἑπταετίαν ἄκρως τελειοῦσθαι· τελείωσις δέ ἐστι δύναμις τῆς τοῦ ὁμοίου σπορᾶς· περὶ γὰρ τὴν τετταρεσκαιδεκαετῆ ἡλικίαν τὸ ὅμοιον γεννᾶν δυνάμεθα· τρίτη πάλιν ἑπταετία πέρας ἐστὶν αὐξήσεως· ἄχρι γὰρ ἑνὸς καὶ εἴκοσιν ἐτῶν ἐπιδίδωσιν εἰς μέγεθος ἄνθρωπος, καὶ καλεῖται παρὰ πολλοῖς ὁ χρόνος οὗτος ἀκμή. Legum_allegoriarum_libri_i_iii 11 ψυχῆς γε μὴν τὸ ἄλογον ἑπταμερές, αἰσθήσεις πέντε καὶ φωνητήριον ὄργανον καὶ τὸ 1 γενέσεις MAP τε αὖ] γὰρ Arm φθειρομένων τε αὖ γένεσις transp. DFL γενομένων U 2 ὤστ’ U 3 δ’] μὲν MAP, om. UFLArm γινομένων codd. 4 δὲ MAP πρὸς ἄλλου Nauck 6 τε γὰρ om. UFL, τε om. Arm 7 κατὰ τὰ αὑτὰ MAUArm: κατ’ αὐτὰ FL φθορᾶ UArm 9 αὐτὸ] αὐτοῦ FL, αὐτῶν Turn. οὖσα αἰτία] ἕνεκα Arm 10 συμπαθέστατα Arm τοῦ πρὸς UF τοῦ ἄστρου ν, τοῦ om. codd., σημαινούσης (pro ἄστρου) Arm ut vid. 11 κατὰ UFL 12 post θνητὰ add. ὡς ἔφην ἅπαντα (πάντα U) UFL σπάσαντα MA: σπῶντα ceteri ἀπὸ U θειοτέραν UFL κατὰ UFL 14 ἑπταμηνιαῖα UFL 15 ἐνδιαιτηθῆναι] ἐμπλησθῆναι ἐν Arm ἄγονα] ἀγῶνα FL τέ] δέ UFL 16 γίγνεσθαι FL, om. Arm 17 τὴν om. v 17. 18 περιπεποιημένος MA: περιποιούμενος UFL, περιπεποιημένων Arm 18 δευτέραν] ἑτέραν L 19 δύναμις om. Arm σπορᾶς] φορᾶς MA γὰρ] δὲ MAArm τετταρεσκαιδεκαετῆ M: τετταρεσκαιδεκάτην U, τεσσαρεσκαιδεκάτην AFLArm, τεσσαρεσκαίδεκ᾿ ἐτῶν coni. Diels 22 παρὰ πολλοῖς om. Arm γε μὴν] μὲν οὖν UFL 23 καὶ ante τὸ om. Α 3 Eur. fr. 839 v. 1214 διῆκον ἄχρι παραστατῶν, ὃ δὴ γόνιμόν ἐστι. Legum_allegoriarum_libri_i_iii 12 πάλιν αὖ σώματος ἑπτὰ κινήσεις, ὀργανικαὶ μὲν ἕξ, ἑβδόμη δὲ ἡ κύκλῳ. σπλάγχνα γε μὴν ἑπτά· στόμαχος, καρδία, σπλήν, ἧπαρ, πνεύμων, νεφροὶ δύο. μέλη δὲ σώματος ὁμοίως ἰσάριθμα· κεφαλή, τράχηλος, στέρνον, χεῖρες, κοιλία, ἦτρον, πόδες. τό τε ἡγεμονικώτατον τοῦ ζῴου πρόσωπον ἑπταχῆ κατατέτρηται, δυσὶν ὀφθαλμοῖς καὶ ὠσὶ δυσίν, ἴσοις μυκτῆρσιν, ἑβδόμῳ στόματι. Legum_allegoriarum_libri_i_iii 13 αἵ τε ἀποκρίσεις ἑπτά· δάκρυα, μύξαι, σίελος, σπέρμα, διττοὶ περιττωμάτων ὀχετοί, καὶ δι’ ὅλου τοῦ σώματος ἱδρώς. ἔν γε μὴν ταῖς νόσοις κριτικωτάτη ἑβδομάς. καὶ γυναιξὶ δὲ αἱ καταμήνιοι καθάρσεις Legum_allegoriarum_libri_i_iii 14 ἄχρι ἑβδομάδος παρατείνουσιν. διελήλυθε δὲ ἡ δύναμις αὐτῆς καὶ ἐπὶ τὰς ὠφελιμωτάτας τῶν τεχνῶν· ἐν γοῦν γραμματικῇ τὰ ἄριστα τῶν στοιχείων καὶ πλείστην δύναμιν ἔχοντα ἑπτά ἐστιν ἀριθμῷ, τὰ φωνήεντα· κατά τε μουσικὴν ἡ ἑπτάχορδος λύρα πάντων σχεδὸν ὀργάνων ἀρίστη, διότι τὸ ἐναρμόνιον, ὃ δὴ τῶν μελῳδουμένων γενῶν ἐστι τὸ σεμνότατον, κατ’ αὐτὴν μάλιστά πως θεωρεῖται· τάς τε τῶν φθόγγων τάσεις ἑπτὰ εἶναι συμβέβηκεν, ὀξύν, βαρύν, περισπώμενον, δασύν, ψιλόν, μακρόν, βραχύν. Legum_allegoriarum_libri_i_iii 15 ἔτι πρῶτός ἐστιν ἀπὸ τελείου τοῦ ἓξ καὶ μονάδι κατά τινα λόγον ὁ αὐτός. οἵ τε ἐντὸς δεκάδος ἀριθμοὶ ἢ γεννῶνται ἢ γεννῶσι τοὺς ἐντὸς δεκάδος καὶ αὐτήν, ἡ δὲ ἑβδομὰς οὔτε γεννᾷ τινα τῶν ἐντὸς δεκάδος ἀριθμῶν οὔτε γεννᾶται ὑπό τινος. παρὸ μυθεύοντες οἱ Πυθαγόρειοι τῇ ἀειπαρθένῳ καὶ ἀμήτορι αὐτὴν ἀπεικάζουσιν, ὅτι οὔτε ἀπεκυήθη οὔτε ἀποτέξεται. Legum_allegoriarum_libri_i_iii 16 „Κατέπαυσεν οὖν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε" (Gen. 2, 2). τοῦτο δ’ ἐστὶ τοιοῦτο· τὰ θνητὰ γένη παύεται πλάττων ὁ θεός, ὅταν ἄρχηται ποιεῖν τὰ θεῖα καὶ ἑβδομάδος φύσει οἰκεῖα. ἡ δὲ πρὸς τὸ ἦθος ἀπόδοσίς ἐστι τοιαύτη· ὅταν 1 ἐστιν U 2 ὀργανικά F 5 ἴτρον FL τε] γε UFL 6 ὠσὶν ἴσοις, δυσὶν μυκτῆρσιν Arm 7 σίαλον UFL 8 γε μὴν] μὲν οὖν UFL 9 ἡ ἑβδομάς Μ 10 ἄχρι codd.: ἄχρις v διελήλυθεν MA δὲ om. MA 11 post τεχνῶν add. τὴν γραμματικήν UFL 11. 12 ἐν γοῦν γραμματικῆ τὰ ἄριστα MAArm: ἐν γραμματικὴ τὰ γοῦν ἄριστα UFL, τὰ γοῦν ἐν γραμματικῇ ἄριστα v 12 ἔχοντα δύναμιν transp. UFL ἀριθμῷ om. UFL 13 τὰ φωνήεντα codd.: τὰ om. v 14 ὃ δὴ om. Arm 15 ἐστι om. Ann τὸ om. MAUArm ὃ κατ᾿ FL 16 στάσεις Α 16. 17 δασύ UFL 17 καὶ ψιλὸν U βραχύ FL, καὶ βραχύ U ἔτι MAArm: καὶ UFL ἐστιν om. Arm 18 μονάδι Diels: μονάδος codd. ὁ αὐτὸς om. v οἶ τε codd.: τε om. v(Arm) 18. 19 ἡ γεννῶνται MAArm: ἢ om. UFL 19 ἡ δὲ ΜΑΑrm: ἡ δέ γε UFL 20 δεκάδων FL 21 πυθαγόριοι ΑU ἀεὶ παρθένω M ἀμήτορι μονάδι Arm 23 τῆ ἑβδόμη ἡμέρα UFL πάντων om. UFL 24 δὲ M τοιοῦτον A, τοῦτο FL 26 ἐστι om. UFL ἐπιγένηται τῇ ψυχῇ ὁ κατὰ ἑβδομάδα ἅγιος λόγος, ἐπέχεται ἡ ἑξὰς καὶ ὅσα θνητὰ τουτὶ ποιεῖν δοκεῖ. Legum_allegoriarum_libri_i_iii 17 „Καὶ εὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν“ (Gen. 2, 3). τοὺς κατὰ τὸ ἕβδομον καὶ θεῖον ὡς ἀληθῶς φῶς κινηθέντας τρόπους εὐλογεῖ τε ὁ θεὸς καὶ εὐθὺς ἁγίους ἀποφαίνει· συγγενέστατοι γὰρ ἀλλήλοις ὁ εὐλόγιστός τε καὶ ὁ ἅγιος. διὰ τοῦτο ἐπὶ τοῦ τὴν μεγάλην εὐχὴν εὐξαμένου φησὶν ὅτι, ἐὰν τροπὴ κατασκήψασα αἰφνίδιον μιάνῃ τὸν νοῦν, οὐκέτ’ ἔσται ἅγιος (cf. Num. 6,9)· ἀλλ’ "αἱ ἡμέραι αἱ πρότεραι ἄλογοι“ (ib. 6, 12)· κατὰ τὸ εἰκός· ἀλόγιστος γὰρ ὁ μὴ ἅγιος τρόπος, ὥστε ὁ εὐλόγιστος ἅγιος. Legum_allegoriarum_libri_i_iii 18 ὀρθῶς οὖν ἔφη ὅτι τὴν ἑβδόμην εὐλόγησέ τε καὶ ἡγίασεν, „ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν ὁ θεός" (Gen. 2, 3). αἰτία δ’ ἡ δι’ ἣν εὐλόγιστός τε καὶ ἅγιος γέγονεν ὁ κατὰ τὸ ἕβδομον καὶ τέλειον φῶς ἄγων ἑαυτόν, ἐπεὶ ἐν ταύτῃ τῇ φύσει παύεται ἡ τῶν θνητῶν σύστασις. καὶ γὰρ οὕτως ἔχει· ὅταν ἀνατείλῃ φέγγος τῆς ἀρετῆς τὸ λαμπρότατον καὶ θεῖον ὄντως, ἐπέχεται τῆς ἐναντίας φύσεως ἡ γένεσις. ἐδηλώσαμεν δὲ ὅτι παύων ὁ θεὸς οὐ παύεται ποιῶν, ἀλλ’ ἑτέρων γενέσεως ἄρχεται, ἅτε οὐ τεχνίτης μόνον ἀλλὰ καὶ πατὴρ ὢν τῶν γινομένων. Legum_allegoriarum_libri_i_iii 19 „Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο“ (Gen. 2,4). οὗτος ὁ κατὰ ἑβδομάδα κινούμενος τέλειος λόγος ἀρχὴ γενέσεως τοῦ τε κατὰ τὰς ἰδέας νοῦ τεταγμένου καὶ τῆς κατὰ τὰς ἰδέας 1 ἐπιγένηται codd.: ἐπιγίνηται v κατὰ ἑβδομάδος Α 2 τουτὶ corruptum; fort. ταύτῃ (scil. τῆ ἑξάδι), τουτὶ om. Arm, ταυτὶ Gelenius, τοῦ τι ποιεῖν παύειν δοκεῖ (sc. ὁ Diels, τοῦ τι ποιεῖν δοκεῖν Wendl. 3 εὐλόγησεν MA: ηὐλόγησεν UFL 4 αὐτήν: ~ φίλωνος νόμων ἱερῶν ἀλληγορίας τῶν μετὰ τὴν ἑξαήμερον τὸ πρῶτον. ~ φίλωνος ν. ἱ ἁ. τ. μ. τ. ἑ. τὸ β U, αὐτήν.. ~ φίλωνος νόμων ἀλληγορ·ία ἱερῶν τῶν μετὰ τὴν ἑξαήμερον τὸ δεύτερον F, post αὐτήν intervallum vacuum in L 5 κινηθέντας] ποιηθέντας UFL εὐλογεῖ τε corr. Turn. (sic Arm): καὶ εὐλογεῖ τε UFL, καὶ εὐλογιστεῖται Μ. καὶ εὐλογηστεῖται Α 6 καὶ συγγενέστατοι MA εὐλόγηστός Α ὅ τε εὐλόγιστος transp. UFL ὁ ante ἅγιος om. U 8 αἰφνίδιον MAArm: αἰφνίδιος UFL οὐκέτι MA 9 ἀλλὰ MA 10 εὐλόγιστος ὁ transp. U εὐλογηστὸς Α 11 εὐλόγησέ Μ: ηὐλόγησέ ceteri ἡγίασεν ὁ θεός Arm 12 πάντων τῶν ἔργων αὐτοῦ om. Arm ποιεῖν ὁ θεός MA: ὁ θεὸς ποιῆσαι UFL 13 αἰτία δ’ ἡ M: δ’ ἡ om. ceteri, δ’ ἥδε coni. Diels εὐλόγηστός Α 14 ἑαυτόν] αὐτόν Turn. 16 τῆς om. Α λαμπρότατον MAArm: λαμπρὸν UFL καὶ τὸ θεῖον U 17 δ’ U παύων MAArm: ποιῶν UFL παύεται ποιῶν MAArm: ποιῶν om. UFL 18 ἀλλὰ MA γενέσεως om. Arm 19 γιγνομένων FL 20 καὶ τῆς γῆς MA ἐγένοντο U 21 κινούμενος] γενόμενος Arm ἀρχὴν ΜΑ 22 νοῦ—νοητῆς om. Α, νοῦ—ἰδέας om. Arm. νοῦ τεταγμένου M: τεταγμένου νοῦ UFL Philonis opera vol. I 5 τεταγμένης νοητῆς, εἰ οἷόν τε τοῦτο εἰπεῖν, αἰσθήσεως. βιβλίον δὲ εἴρηκε τὸν τοῦ θεοῦ λόγον, ᾧ συμβέβηκεν ἐγγράφεσθαι καὶ ἐγχαράττεσθαι τὰς τῶν ἄλλων συστάσεις. Legum_allegoriarum_libri_i_iii 20 ἵνα δὲ μὴ καθ’ ὡρισμένας χρόνων περιόδους ὑπολάβῃς τὸ θεῖόν τι ποιεῖν, ἀλλ’ εἰδῇς ἄδηλα καὶ ἀτέκμαρτα καὶ ἀκατάληπτα τῷ θνητῷ γένει τὰ δημιουργούμενα, ἐπιφέρει τὸ „ὅτε ἐγένετο“, τὸ πότε κατὰ περιγραφὴν οὐ διορίζων· ἀπεριγράφως γὰρ γίνεται τὰ γινόμενα ὑπὸ τοῦ αἰτίου. ἀνῄρηται τοίνυν τὸ ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸ πᾶν. Legum_allegoriarum_libri_i_iii 21 „Ἧι ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ (Gen. 2, 4. 5). τὴν ἡμέραν ταύτην ἐπάνω βίβλον εἴρηκεν, εἴ γε ἐν ἀμφοτέροις οὐρανοῦ καὶ γῆς ὑπογράφει γένεσιν· τῷ γὰρ περιφανεστάτῳ καὶ τηλαυγεστάτῳ ἑαυτοῦ λόγῳ ὁ θεὸς ἀμφότερα ποιεῖ, τήν τε ἰδέαν τοῦ νοῦ, ὃν συμβολικῶς οὐρανὸν κέκληκε, καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν διὰ σημείου γῆν ὠνόμασεν. Legum_allegoriarum_libri_i_iii 22 ἀγροῖς δὲ ἀπεικάζει δυσὶ τήν τε ἰδέαν τοῦ νοῦ καὶ τὴν ἰδέαν τῆς αἰσθήσεως· φέρει γὰρ ὁ μὲν νοῦς καρπὸν τὰ ἐν τῷ νοεῖν, ἡ δὲ αἴσθησις τὰ ἐν τῷ αἰσθάνεσθαι. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ὥσπερ τοῦ ἐπὶ μέρους καὶ ἀτόμου νοῦ προϋπάρχει τις ἰδέα ὡς ἂν ἀρχέτυπος καὶ παράδειγμα τούτου καὶ πάλιν τῆς κατὰ μέρος αἰσθήσεως ἰδέα τις αἰσθήσεως σφραγῖδος λόγον ἔχουσα εἴδη τυπούσης, οὕτως πρὶν μὲν γενέσθαι τὰ ἐπὶ μέρους νοητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν νοητόν, οὗ κατὰ μετοχὴν καὶ τὰ ἄλλα ὠνόμασται, πρὶν δὲ γενέσθαι τὰ κατὰ μέρος αἰσθητά, ἦν τὸ αὐτὸ τοῦτο γενικὸν αἰσθητόν, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα αἰσθητὰ γέγονε. Legum_allegoriarum_libri_i_iii 23 χλωρὸν μὲν οὖν ἀγροῦ τὸ νοητὸν εἴρηκε τοῦ νοῦ· ὡς γὰρ ἐν ἀγρῷ τὰ χλωρὰ βλαστάνει καὶ ἀνθεῖ, οὕτως βλάστημα τοῦ νοῦ τὸ νοητόν ἐστι. πρὶν οὖν τὸ κατὰ 1 νοητῆς om. M εἰ οἷόν τε] ἴδιον δὲ UFL τοῦτο om. Arm δ’ U 3 καθωρισμένας codd. 4 ἀλλ’ εἰδῇς MAArm, ἀλλὰ εἰδῇς U: ἀλλ’ ἀειδὴς FL, ἀλλ’ ἀειδῆ v καὶ ἀτέκμαρτα MA: om. Arm, καὶ om. UFL 5 καὶ ἀκατάληπτα om. MA 6 ὅτε] ὅτι L ποτὲ MAF γραφὴν Α 8 γενέσθαι UFL 9 Ἧι om. Α 12 ἡμέραν] ἡμετέραν L 13 βίβλον M: βίβλων Α, βιβλίον UFL 14 τὴν γένεσιν Arm αὑτοῦ U λόγω ΜΑΑrm: λόγω βήματι UFL 16 ἣν—αἰσθήσεως (17) om. U 18 καρπὸν ΜΑ: καρποὺς UFL 20 ἄν om. U 21 ἡ ἰδέα τις αἰσθήσεως addidi Dielcsium secutus ἡ ἰδέα τῆς αἰσθήσεως proponentem σφραγῖδος λόγον] ἔνδον Arm 22 εἴδη] εἴδει L, ἤδη MAArm τυποῦσα F, τυποῦσθαι L οὕτως om. Mang. 23 γενικὸν νοῇ· τόν Arm: γενικὸν om. codd. κατὰ μετοχὴν] μετοχὴ M, μετοχὴ Α πρὶν—γέγονε (25) om. UFL 25 οὖν om. FL 27 τοῦ om. MA μέρος νοητὸν γενέσθαι, τὸ αὐτὸ τοῦτο νοητὸν ἀποτελεῖ γενικὸν ὄν, ὃ δὴ καὶ „πᾶν“ κέκληκεν ὑγιῶς· τὸ μὲν γὰρ κατὰ μέρος νοητὸν ἀτελὲς ὂν οὐ πᾶν, τὸ δὲ γενικὸν ἅπαν, ἅτε πλῆρες ὄν. Legum_allegoriarum_libri_i_iii 24 „καὶ πάντα“ φησί „χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι,“ τουτέστι· πρὸ τοῦ ἀνατεῖλαι τὰ κατὰ μέρος αἰσθητὰ ἦν τὸ γενικὸν αἰσθητὸν προμηθείᾳ τοῦ πεποιηκότος, ὃ δὴ πάλιν „πᾶν“ εἴρηκεν. εἰκότως μέντοι χόρτῳ τὸ αἰσθητὸν ἀπείκασεν· ὡς γὰρ ὁ χόρτος ἀλόγου τροφή, οὕτως τὸ αἰσθητὸν τῷ ἀλόγῳ μέρει ψυχῆς προσκεκλήρωται· ἐπεὶ διὰ τί προειπὼν „χλωρὸν ἀγροῦ“ ἐπιφέρει „καὶ πάντα χόρτον“, ὡς οὐ γινομένου χόρτου χλωροῦ τὸ παράπαν; ἀλλὰ τὸ μὲν ἀγροῦ χλωρὸν τὸ νοητόν ἐστιν, ἐκβλάστημα νοῦ, ὁ δὲ χόρτος τὸ αἰσθητόν, τοῦ ἀλόγου τῆς ψυχῆς καὶ αὐτὸ βλάστημα. Legum_allegoriarum_libri_i_iii 25 „οὐ γὰρ ἔβρεξεν ὁ θεὸς“ φησίν „ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν.“ φυσικώτατα· ἐὰν γὰρ μὴ ἐπομβρήσῃ ταῖς αἰσθήσεσι τὰς ἀντιλήψεις τῶν ὑποκειμένων ὁ θεός, οὐδ’ ὁ νοῦς ἐργάσεται καὶ πραγματεύσεταί τι περὶ αἴσθησιν· ἄπρακτος γὰρ αὐτὸς ἐξ ἑαυτοῦ μὴ ὥσπερ ὕοντος καὶ ἐπιψεκάζοντος ὁράσει μὲν χρώματα, φωνὰς δὲ ἀκοῇ, γεύσει δὲ χυλοὺς καὶ ταῖς ἄλλαις τὰ οἰκεῖα τοῦ αἰτίου. Legum_allegoriarum_libri_i_iii 26 ὅταν δὲ ἄρδειν ὁ θεὸς ἄρξηται τὴν αἴσθησιν αἰσθητοῖς, τηνικαῦτα καὶ ὁ νοῦς ἐργάτης οἷα πίονος γῆς ἀνευρίσκεται. ἡ δ’ ἰδέα τῆς αἰσθήσεως οὐ δεῖται τροφῆς· τροφὴ δὲ αἰσθήσεως, ἣν κατὰ σύμβολον βροχὴν εἴρηκεν, τὰ ἐπὶ μέρους αἰσθητά, ἃ δὴ σώματά ἐστιν· ἰδέα δὲ σωμάτων ἀλλότριον. πρὶν οὖν γενέσθαι τὰ κατὰ μέρος συγκρίματα, οὐκ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν ἰδέαν τῆς αἰσθήσεως, ἣν εἴρηκε γῆν, τοῦτο δέ ἐστι, τροφὴν οὐ παρέσχεν αὐτῇ· οὐδὲ γὰρ ἐδεῖτο αἰσθητοῦ τὸ παράπαν οὐδενός. Legum_allegoriarum_libri_i_iii 27 τὸ δὲ "καὶ ἄνθρωπος 1 γενέσθαι—νοητὸν in textu om., in marg. add. U τὸ αὐτὸ τοῦτο om. Arm ἀποπλεῖ MAArm U (in marg.): ἀπετέλει U (in textu) FL ὄν UFL: οὖν MA, ὄν om. Arm (om. Mang.) ὃ δὴ] ὁδὶ M, ἤδη L 2 καὶ om. M πᾶν] ἅπαν UFL κέκληκεν—ἅπαν (3) om. L νοητὸν om. Arm ὃν om. UF 3 γενικὸν] τέλειον γενικὸν UF πάντα] πᾶν UFL 4 πρὸ τοῦ] πρὶν UFL πρὸ τοῦ] πρὶν UFL τὰ om. UFL 6 πᾶν M: ἅπαν UFL, om. Α χόρτῳ post ἀπείκασε transp. UFL 7 ὡς—αἰσθητὸν om. UL τῷ] ὅτι τῶ UL, ἀκείκασε χόρτῳ ὅτι τῶ F 8 τῆς ψυχῆς UFL κεκλήρωται FL προειπὼν χλωρὸν ἀγροῦ codd.: χλωρὸν ἀγροῦ προειπὼν Mang., προεῖπε χ. ἁ. Τurn. 9 ἐπιφέρει om. FL γιγνομένου U 10 τὸ νοητόν ἐστιν om. Arm 12 ὁ θεὸς φησίν M: φησὶν ὁ θεὸς Α, φησίν om. UFLArm 13 φυσικώτατον L ἐπομβρίση MU 14 οὐδ’ ὁ] ὁ δὲ F 15 πραγματεύεται Α post ἑαυτοῦ add. ὢν UFL μὴ om. UFL 18 ἄρξηται ὁ θεὸς transp. UFL 19 δὲ UFL 20 ἣν—εἴρηκεν post αἰσθήσεως lin. 19 habent codd., transpos. Diels βροχὴν] γῆν coni. Mang. 21 ἰδέα δὲ σωμάτων ἀλλότριον om. Arm 22 οὖν om. FL 23 δ’ ἐστὶ UFL 24 καὶ om. Arm 5* οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν“ τοιοῦτόν ἐστιν· ἡ ἰδέα τοῦ νοῦ τὴν ἰδέαν τῆς αἰσθήσεως οὐκ εἰργάζετο· ὁ μὲν γὰρ ἐμὸς καὶ σὸς νοῦς ἐργάζεται τὴν αἴσθησιν διὰ τῶν αἰσθητῶν, ἡ δὲ τοῦ νοῦ ἰδέα, ἅτε δὴ μηδενὸς ὄντος ἐπὶ μέρους οἰκείου σώματος, οὐκ ἐργάζεται τὴν ἰδέαν τῆς αἰσθήσεως· εἰ γὰρ εἰργάζετο, διὰ τῶν αἰσθητῶν ἂν εἰργάζετο, αἰσθητὸν δὲ ἐν ἰδέαις οὐδέν. Legum_allegoriarum_libri_i_iii 28 „Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς“ (Gen. 2, 6). τὸν μὲν νοῦν εἴρηκε γῆς πηγήν, τὰς δὲ αἰσθήσεις πρόσωπον, ὅτι χωρίον αὐταῖς ἐξ ἅπαντος τοῦ σώματος πρὸς τὰς ἰδίας ἐνεργείας ἐπιτηδειότατον ἡ πάντα προμηθουμένη φύσις ἀπένειμε τοῦτο· πηγῆς δὲ τρόπον ἄρδει τὰς αἰσθήσεις ὁ νοῦς, ἐπιπέμπων τὰ πρόσφορα ἑκάστῃ ῥεύματα. ἴδε οὖν, πῶς ἁλύσεως τρόπον αἱ τοῦ ζῴου δυνάμεις ἀλλήλων ἔχονται· νοῦ γὰρ καὶ αἰσθήσεως ἔτι δὲ αἰσθητοῦ τριῶν ὄντων μέσον μέν ἐστιν αἴσθησις, ἄκρον δὲ ἑκάτερον ὅ τε νοῦς καὶ τὸ αἰσθητόν. Legum_allegoriarum_libri_i_iii 29 ἀλλ’ οὔθ’ ὁ νοῦς δυνατὸς ἐργάσασθαι τουτέστιν ἐνεργῆσαι κατὰ αἴσθησιν, ἐὰν μὴ βρέξῃ καὶ ὕσῃ τὸ αἰσθητὸν ὁ θεός, οὔτε ὑσθέντος αἰσθητοῦ ὄφελός ἐστιν, ἐὰν μὴ πηγῆς τρόπον ὁ νοῦς τείνας ἑαυτὸν ἄχρι τῆς αἰσθήσεως κινήσῃ τε αὐτὴν ἠρεμοῦσαν καὶ ἀγάγῃ πρὸς ἀντίληψιν τοῦ ὑποκειμένου· ὥστε ἀντίδοσιν ὁ νοῦς καὶ τὸ αἰσθητὸν ἀεὶ μελετῶσι, τὸ μὲν προϋποκείμενον αἰσθήσει ὡς ἂν ὕλη, ὁ δὲ κινῶν τὴν αἴσθησιν πρὸς τὸ ἐκτὸς ὡς ἂν τεχνίτης, ἵνα γένηται ὁρμή. Legum_allegoriarum_libri_i_iii 30 τὸ γὰρ ζῷον τοῦ μὴ ζῴου δυσὶ προὔχει, φαντασίᾳ καὶ ὁρμῇ· ἡ μὲν οὖν φαντασία συνίσταται κατὰ τὴν τοῦ ἐκτὸς πρόσοδον τυποῦντος νοῦν δι’ αἰσθήσεως, ἡ δὲ ὁρμή, τὸ ἀδελφὸν τῆς φαντασίας, κατὰ τὴν τοῦ νοῦ τονικὴν δύναμιν, ἣν τείνας δι’ αἰσθήσεως ἅπτεται τοῦ ὑποκειμένου καὶ πρὸς αὐτὸ χωρεῖ γλιχόμενος ἐφικέσθαι καὶ συλλαβεῖν αὐτό. Legum_allegoriarum_libri_i_iii 31 „Καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο 1 ἐργάσεσθαι U, ἐργάσασθαι FL 3 ἄτε δὴ MAArm: δὴ om. UFL, ἅτε ἄν Mang. 4 μέρος F 5 ἄν om. FL 7 ἐκ] ἀπὸ UFL πᾶν οm. UFL 10 ἰδίας ὢν ἐνεργείας] ἰδέας ἐνεργεῖ U, ἰδέας ἐνεργεῖν FL πάντα Α προθυμουμένη FL 11 τούτω F 12 ἀναλύσεως UL 13 ἔτι δέ MA: καὶ τοῦ Arm, ἔτι δέ καὶ UFL 14 μέσον MA: μέση UFL ἡ αἴσθησις Arm δ’ U 15 οὔθ’ ὁ νοῦς MA: οὐδ’ ὁ νοῦς U, οὐδέ νοῦς FL ἐργάζεσθαι UFL 16 ὕσῃ] οἴσῃ U 18 κινήσῃ τε] κινήσηται Α ἀγάγῃ ΜΑrm: ἀγάγηται Α, ἀναγάγῃ UFL 20 ὡς προϋποκείμενον Arm αἰσθήσεως UFL 23 τοῦ om. FL πρόοδον UFL, πρὸς ὀδὸν Arm νοῦ FL 24 τονικὴν] γενικὴν Arm 27 χοῦν λαβὼν U: λαβὼν οm. ceteri 28 γῆς] χθονὸς UFL ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2,7). διττὰ ἀνθρώπων γένη· ὁ μὲν γάρ ἐστιν οὐράνιος ἄνθρωπος, ὁ δὲ γήϊνος. ὁ μὲν οὖν οὐράνιος ἅτε κατ’ εἰκόνα θεοῦ γεγονὼς φθαρτῆς καὶ συνόλως γεώδους οὐσίας ἀμέτοχος, ὁ δὲ γήϊνος ἐκ σποράδος ὕλης, ἣν χοῦν κέκληκεν, ἐπάγη· διὸ τὸν μὲν οὐράνιόν φησιν οὐ πεπλάσθαι, κατ’ εἰκόνα δὲ τετυπῶσθαι θεοῦ, τὸν δὲ γήϊνον πλάσμα, ἀλλ’ οὐ γέννημα, εἶναι τοῦ τεχνίτου. Legum_allegoriarum_libri_i_iii 32 ἄνθρωπον δὲ τὸν ἐκ γῆς λογιστέον εἶναι νοῦν εἰσκρινόμενον σώματι, οὔπω δ’ εἰσκεκριμένον. ὁ δὲ νοῦς οὗτος γεώδης ἐστὶ τῷ ὄντι καὶ φθαρτός, εἰ μὴ ὁ θεὸς ἐμπνεύσειεν αὐτῷ δύναμιν ἀληθινῆς ζωῆς· τότε γὰρ γίνεται, οὐκέτι πλάττεται, εἰς ψυχήν, οὐκ ἀργὸν καὶ ἀδιατύπωτον, ἀλλ’ εἰς νοερὰν καὶ ζῶσαν ὄντως· „εἰς ψυχὴν“ γάρ φησι „ζῶσαν ἐγένετο ὁ ἄνθρωπος“. Legum_allegoriarum_libri_i_iii 33 ζητήσαι δ’ ἄν τις, διὰ τί ἠξίωσεν ὁ θεὸς ὅλως τὸν γηγενῆ καὶ φιλοσώματον νοῦν πνεύματος θείου, ἀλλ’ οὐχὶ τὸν κατὰ τὴν ἰδέαν γεγονότα καὶ τὴν εἰκόνα ἑαυτοῦ· δεύτερον δέ, τί ἐστι τὸ „ἐνεφύσησε“· τρίτον, διὰ τί εἰς τὸ πρόσωπον ἐμπνεῖται· τέταρτον, διὰ τί πνεύματος ὄνομα εἰδώς, ὅταν λέγῃ „καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος“ (Gen. 1,2), πνοῆς νῦν ἀλλ’ οὐχὶ πνεύματος μέμνηται. Legum_allegoriarum_libri_i_iii 34 πρὸς μὲν οὖν τὸ πρῶτον λεκτέον ἓν μέν, ὅτι φιλόδωρος ὢν ὁ θεὸς χαρίζεται τὰ ἀγαθὰ πᾶσι καὶ τοῖς μὴ τελείοις, προκαλούμενος αὐτοὺς εἰς μετουσίαν καὶ ζῆλον ἀρετῆς ἅμα καὶ τὸν περιττὸν πλοῦτον ἐπιδεικνύμενος αὑτοῦ, ὅτι ἐξαρκεῖ καὶ τοῖς μὴ λίαν ὠφεληθησομένοις. τοῦτο δὲ καὶ ἐπὶ τῶν ἄλλων ἐμφαντικώτατα παρίστησιν. ὅταν γὰρ ὕῃ μὲν κατὰ θαλάττης, πηγὰς δὲ ἐν τοῖς ἐρημοτάτοις ἀνομβρῇ, τὴν δὲ λεπτόγεων καὶ τραχεῖαν καὶ ἄγονον γῆν ἄρδῃ ποταμοὺς ἀναχέων ταῖς πλημμύραις, τί ἕτερον παρίστησιν ἢ τὴν ὑπερβολὴν τοῦ τε πλούτου καὶ τῆς ἀγαθότητος ἑαυτοῦ; ἥδ’ ἐστὶν αἰτία δι’ ἣν ἄγονον οὐδεμίαν ψυχὴν ἐδημιούργησεν 1 ζῶσαν UFLArm: ζωῆς MAP 2 ἄνθρωπος om. AF 3 μετουσίας U 4 ἐπάγει AF 5 τετυπῶσθαι] πεποιῆσθαι Arm θεοῦ om. L post θεοῦ add. MAP: ὅπερ ἦν πεποιῶσθαι (sic M, πεπηρῶσθαι AP) κατὰ τὴν εἰκόνα, add. Arm: ὅπερ ἢν πεποιῶσθαι καὶ πεποιῆσθαι καὶ τετυπῶσθαι κατ’ εἰκόνα 6 τὸν] τὸ UFL ἀλλ’ οὐ] ἄλλου Arm, ἀλόγου UFL γένημα F 7. 8 εἰσκεκραμένον UL, εἰσκεκραμμένον F, ἐκκεκριμένον Arm ut vid. 8 τῷ ὄντι om. Arm 9 ἐμπνεύσειεν MArm: ἐμπνεύσει ἐν AP, ἐνέπνευσεν UFL γίγνεται U 10 οὐκέτι MAP: καὶ οὐκέτι UFL, οὐ Arm εἰς ψυχήν om. Arm ἀργὴν UFL ἀδιάπτωτον L 11 ζῶσαν alt.] ζωῆς codd. 12 ζητῆσαι codd., ζητήσειε Mang. ὅλως om. UFL 13 θείου πνεύματος Αrm 15 ἐμπνεῖ UFL, ἐμπνεῖ πνοήν Arm 16 εἰδώς] ἢ ὡς UFL 19 προσκαλούμενος F 21 αὐτοῦ codd. ὅτι om. Arm 22 ἐμφατικώτατα M 23 ἐπομβρῆ UFL 24 γῆς L 25 τε om. FL 26 αὐτοῦ UFL, αὐτοῦ v ἥδ’ ἐστὶν αἰτία MArm: ἥ ἐστιν αἰτία AP, ἡ δέ ἐστιν ἡ αἰτία UFL post ἄγονον add. μὲν UFL ἀγαθοῦ, κἂν ἡ χρῆσις ἀδύνατος ἐνίοις ᾖ αὐτοῦ. Legum_allegoriarum_libri_i_iii 35 ἕτερον δὲ λεκτέον ἐκεῖνο· βούλεται τὰ θέσει δίκαια εἰσαγαγεῖν. ὁ μὲν οὖν μὴ ἐμπνευσθεὶς τὴν ἀληθινὴν ζωήν, ἀλλ’ ἄπειρος ὢν ἀρετῆς, κολαζόμενος ἐφ’ οἷς ἡμάρτανεν εἶπεν ἂν ὡς ἀδίκως κολάζεται, ἀπειρίᾳ γὰρ τοῦ ἀγαθοῦ σφάλλεσθαι περὶ αὐτό, αἴτιον δὲ εἶναι τὸν μηδεμίαν ἐμπνεύσαντα ἔννοιαν αὐτοῦ· τάχα δὲ μηδὲ ἁμαρτάνειν φήσει τὸ παράπαν, εἴ γε τὰ ἀκούσια καὶ κατὰ ἄγνοιαν οὐδὲ ἀδικημάτων ἔχειν λόγον φασί τινες. Legum_allegoriarum_libri_i_iii 36 τό γε μὴν „ἐνεφύσησεν“ ἴσον ἐστὶ τῷ ἐνέπνευσεν ἢ ἐψύχωσε τὰ ἄψυχα· μὴ γὰρ τοσαύτης ἀτοπίας ἀναπλησθείημεν, ὥστε νομίσαι θεὸν στόματος ἢ μυκτήρων ὀργάνοις χρῆσθαι πρὸς τὸ ἐμφυσῆσαι· ἄποιος γὰρ ὁ θεός, οὐ μόνον οὐκ ἀνθρωπόμορφος. ἐμφαίνει δέ τι καὶ φυσικώτερον ἡ προφορά. Legum_allegoriarum_libri_i_iii 37 τρία γὰρ εἶναι δεῖ, τὸ ἐμπνέον, τὸ δεχόμενον, τὸ ἐμπνεόμενον· τὸ μὲν οὖν ἐμπνέον ἐστὶν ὁ θεός, τὸ δὲ δεχόμενον ὁ νοῦς, τὸ δὲ ἐμπνεόμενον τὸ πνεῦμα. τί οὖν ἐκ τούτων συνάγεται; ἕνωσις γίνεται τῶν τριῶν, τείναντος τοῦ θεοῦ τὴν ἀφ’ ἑαυτοῦ δύναμιν διὰ τοῦ μέσου πνεύματος ἄχρι τοῦ ὑποκειμένου — τίνος ἕνεκα ἢ ὅπως ἔννοιαν αὐτοῦ λάβωμεν; Legum_allegoriarum_libri_i_iii 38 ἐπεὶ πῶς ἂν ἐνόησεν ἡ ψυχὴ θεόν, εἰ μὴ ἐνέπνευσε καὶ ἥψατο αὐτῆς κατὰ δύναμιν; οὐ γὰρ ἂν ἀπετόλμησε τοσοῦτον ἀναδραμεῖν ὁ ἀνθρώπινος νοῦς, ὡς ἀντιλαβέσθαι θεοῦ φύσεως, εἰ μὴ αὐτὸς ὁ θεὸς ἀνέσπασεν αὐτὸν πρὸς ἑαυτόν, ὡς ἐνῆν ἀνθρώπινον νοῦν ἀνασπασθῇναι, καὶ ἐτύπωσε κατὰ τὰς ἐφικτὰς νοηθῆναι δυνάμεις. Legum_allegoriarum_libri_i_iii 39 εἰς δὲ τὸ πρόσωπον ἐμπνεῖ καὶ φυσικῶς καὶ ἠθικῶς· φυσικῶς μέν, ὅτι ἐν προσώπῳ τὰς αἰσθήσεις ἐδημιούργει· τοῦτο γὰρ μάλιστα τοῦ σώματος τὸ μέρος ἐψύχωται [καὶ ἐμπέπνευσται]· ἠθικῶς δὲ οὕτως· ὥσπερ σώματος ἡγεμονικόν ἐστι τὸ πρόσωπον, οὕτως ψυχῆς ἡγεμονικόν ἐστιν ὁ νοῦς· τούτῳ μόνῳ ἐμπνεῖ ὁ θεός, τοῖς δ’ ἄλλοις μέρεσιν οὐκ ἀξιοῖ, ταῖς τε αἰσθήσεσι καὶ τῷ λόγῳ καὶ τῷ γονίμῳ· δεύτερα γάρ ἐστι τῇ δυνάμει. Legum_allegoriarum_libri_i_iii 40 ὑπὸ τίνος οὖν καὶ ταῦτα 1 ἀδύνατος ἡ χρῆσις transp. UFL εἰς χρῆσιν Arm ᾖ scripsi (sic Arm ut vid.): ἦν MAP, ἡ UFL αὐτοῦ] ἡ ὑπερβολὴ αὐτοῦ Arm 2 θέσει MAPArm: θεῖα UFL μὴ om. L 3 ἀλλὰ MP 3. 4 ἥμαρτεν UFL 4 ὡς] ἀνόμως UFL 5 περὶ Mang. (sic Arm): παρ’ codd. 6 μηδ’ UFL φήσει] φησὶ FArm, φύσει AP 6. 7 καὶ τὰ κατὰ UFL 7 λόγον ἔχειν transp. UFL 8 τῷ om. AP 10. 11 οὐ μόνον οὐκ UFLArm: οὐ μόνον, ἀλλ’ οὐδ’ MAP 11 δέ τι] δ’ ἔτι Α 12 ἐπιπνεόμενον UF 13 ἐπιπνεόμενον UFL 15 τείνοντος Mang. ἀφ’ om. Arm 16 τοῦ] του Arm ὑποκειμένου νοῦ coni. Mang. καταλάβωμεν UFL 18 UFL 22 καὶ ante φυσικῶς om. UFL 23 γὰρ Αrm: δὲ codd. ἐμψύχωται F 23. 24 καὶ ἐμπέπνευσται om. Arm, seclusi 24 δ’ U 26 τ’ U λόγῳ] ἀλόγω U ἐνεπνεύσθη; ὑπὸ τοῦ νοῦ δηλονότι· οὗ γὰρ μετέσχεν ὁ νοῦς παρὰ θεοῦ, τούτου μεταδίδωσι τῷ ἀλόγῳ μέρει τῆς ψυχῆς, ὥστε τὸν μὲν νοῦν ἐψυχῶσθαι ὑπὸ θεοῦ, τὸ δὲ ἄλογον ὑπὸ τοῦ νοῦ· ὡσανεὶ γὰρ θεός ἐστι τοῦ ἀλόγου ὁ νοῦς, παρὸ καὶ Μωυσῆν οὐκ ὤκνησεν εἰπεῖν „θεὸν τοῦ Φαραώ“ (Exod. 7, 1). Legum_allegoriarum_libri_i_iii 41 τῶν γὰρ γινομένων τὰ μὲν καὶ ὑπὸ θεοῦ γίνεται καὶ δι’ αὐτοῦ, τὰ δὲ ὑπὸ θεοῦ μέν, οὐ δι’ αὐτοῦ δέ· τὰ μὲν οὖν ἄριστα καὶ ὑπὸ θεοῦ γέγονε καὶ δι’ αὐτοῦ· προελθὼν γοῦν ἐρεῖ ὅτι „ἐφύτευσεν ὁ θεὸς παράδεισον“ (Gen. 2, 8)· τούτων καὶ ὁ νοῦς ἐστι· τὸ δὲ ἄλογον ὑπὸ θεοῦ μὲν γέγονεν, οὐ διὰ θεοῦ δέ, ἀλλὰ διὰ τοῦ λογικοῦ τοῦ ἄρχοντός τε καὶ βασιλεύοντος ἐν ψυχῇ. "πνοὴν" δέ, ἀλλ’ οὐ πνεῦμα, εἴρηκεν, ὡς διαφορᾶς οὔσης· τὸ μὲν γὰρ πνεῦμα νενόηται κατὰ τὴν ἰσχὺν καὶ εὐτονίαν καὶ δύναμιν, ἡ δὲ πνοὴ ὡς ἂν αὖρά τίς ἐστι καὶ ἀναθυμίασις ἠρεμαία καὶ πραεῖα. Legum_allegoriarum_libri_i_iii 42 ὁ μὲν οὖν κατὰ τὴν εἰκόνα γεγονὼς καὶ τὴν ἰδέαν νοῦς πνεύματος ἂν λέγοιτο κεκοινωνηκέναι — ῥώμην γὰρ ἔχει ὁ λογισμὸς αὐτοῦ —, ὁ δὲ ἐκ τῆς ὕλης τῆς κούφης καὶ ἐλαφροτέρας αὔρας ὡς ἂν ἀποφορᾶς τινος, ὁποῖαι γίνονται ἀπὸ τῶν ἀρωμάτων· φυλαττομένων γὰρ οὐδὲν ἧττον καὶ μὴ ἐκθυμιωμένων εὐωδία τις γίνεται. Legum_allegoriarum_libri_i_iii 43 „Καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς· καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασε“ (Gen. 2, 8.). τὴν μετάρσιον καὶ οὐράνιον σοφίαν πολλοῖς ὀνόμασι πολυώνυμον οὖσαν δεδήλωκε· καὶ γὰρ ἀρχὴν καὶ εἰκόνα καὶ ὅρασιν θεοῦ κέκληκε. ταύτης δ’ ὡς ἂν ἀρχετύπου μίμημα τὴν ἐπίγειον σοφίαν νυνὶ παρίστησι διὰ τῆς τοῦ παραδείσου φυτουργίας· μὴ γὰρ τοσαύτη κατάσχοι τὸν ἀνθρώπινον λογισμὸν ἀσέβεια, ὡς ὑπολαβεῖν ὅτι θεὸς γεωπονεῖ καὶ φυτεύει 1 ἐμπνευσθῆ UFL τοῦ θεοῦ UFL 3 ὑπὸ θεοῦ ἐψυχῶσθαι transp. MAP Arm ἐμψυχῶσθαι F 4 Μωσῆν MAP 5 γιγνομένων U καὶ ὑπὸ θεοῦ UFL: καὶ om. ceteri 6 γίγνεται UFL τὰ δὲ — δι’ αὐτοῦ (7) om. FL ἔ οὖν om. Mang. γοῦν] γὰρ FL 8 τούτων οὖν (vel δὴ) Arm 13 πραής AP 14 λέγοι F κεκοινωκέναι Mang. 16 élafrotqathw UF ἀπὸ φορᾶς M γίγνονται UF 18 γίγνεται F 20 ἔθηκεν UFL ὃν om. P τὴν om. MAP 21 μετάρσιον MAPArm: μὲν γὰρ θείαν UFL πολλοῖς ὠνόμασεν ὀνόμασι πολυώνυμον οὖσαν FL 22 γὰρ om. Arm θεοῦ om. Arm κέκληκε ταύτην MAPArm 23 δ’ om. MAPArm post μίμημα add. δὲ (vel δὴ) Arm 24 τοσαύτη om. Arm 24. 25 ἀνθρώπινον MAPArm: ἡμέτερον UFL 25 γεηπονεῖ AP 24 Orig. de Princip. IV 16 (= Philocal. I 17 p. 24 Robinson) τίς δ’ οὕτως ἠλίθιος, ὡς οἰηθῆναι τρόπον ἀνθρώπου γεωργοῦ τὸν θεὸν πεφυτευκέναι παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς; παραδείσους, ἐπεὶ καὶ τίνος ἕνεκα εὐθὺς διαπορήσομεν· οὐ γὰρ ὅπως ἀναπαύλας εὐδιαγώγους καὶ ἡδονὰς ἑαυτῷ πορίζῃ — μηδὲ εἰς νοῦν ἔλθοι ποτὲ τὸν ἡμέτερον ἡ τοιαύτη μυθοποιΐα —· Legum_allegoriarum_libri_i_iii 44 θεοῦ γὰρ οὐδὲ ὁ σύμπας κόσμος ἄξιον ἂν εἴη χωρίον καὶ ἐνδιαίτημα, ἐπεὶ αὐτὸς ἑαυτοῦ τόπος καὶ αὐτὸς ἑαυτοῦ πλήρης καὶ ἱκανὸς αὐτὸς ἑαυτῷ ὁ θεός, τὰ μὲν ἄλλα ἐπιδεᾶ καὶ ἔρημα καὶ κενὰ ὄντα πληρῶν καὶ περιέχων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἄλλου περιεχόμενος, ἅτε εἷς καὶ τὸ πᾶν αὐτὸς ὤν. Legum_allegoriarum_libri_i_iii 45 τὴν οὖν ἐπίγειον ἀρετὴν σπείρει καὶ φυτεύει τῷ θνητῷ γένει ὁ θεὸς μίμημα καὶ ἀπεικόνισμα οὖσαν τῆς οὐρανίου· ἐλεήσας γὰρ ἡμῶν τὸ γένος καὶ κατιδὼν ὅτι ἐξ ἀφθόνων καὶ πλουσίων κακῶν συνέστηκεν, ἐπίκουρον καὶ ἀρωγὸν τῶν ψυχῆς νόσων ἀρετὴν ἐπίγειον ἐρρίζου, μίμημα, ὡς ἔφην, τῆς οὐρανίου καὶ ἀρχετύπου, ἣν πολλοῖς ὀνόμασι καλεῖ. παράδεισος μὲν δὴ τροπικῶς εἴρηται ἡ ἀρετή, τόπος δὲ οἰκεῖος τῷ παραδείσῳ Ἐδέμ, τοῦτο δέ ἐστι τρυφή· ἀρετῇ δὲ ἁρμόττον εἰρήνη καὶ εὐπάθεια καὶ χαρά, ἐν οἷς τὸ τρυφᾶν ὡς ἀληθῶς ἐστι. Legum_allegoriarum_libri_i_iii 46 καὶ μὴν κατὰ ἀνατολάς ἐστιν ἡ φυτουργία τοῦ παραδείσου· οὐ γὰρ δύεται καὶ σβέννυται, ἀλλ’ ἀεὶ πέφυκεν ἀνατέλλειν ὁ ὀρθὸς λόγος, καὶ ὥσπερ, οἶμαι, ἀνατείλας ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς ἐναυγάζει καὶ τὸν πολὺν σκότον σκεδάννυσι. Legum_allegoriarum_libri_i_iii 47 „καὶ ἔθετο“ φησίν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν.“ ἀγαθὸς γὰρ ὢν ὁ θεὸς καὶ ἐπ’ ἀρετὴν ὡς οἰκειότατον ἔργον ἀσκῶν τὸ γένος ἡμῶν τὸν νοῦν τίθησιν ἐν τῇ ἀρετῇ, ἵνα δηλονότι μηδὲν ἄλλο 1 διαπορήσωμεν AP 2 πορίζει AP μηδ’ UF 3 ἔλθῃ F θεοῦ — ἐνδιαίτημα om. AP 4 καὶ add. Turn.: ἢ DR f. 162V, om. ceteri ἑαυτοῦ codd.: ἑαυτῷ v 5 ἑαυτῶ πλήρης FL αὐτὸς ἑαυτῷ om. UFL 6 ἐπιδεᾶ codd.: ἐπιδεῆ D (Mang.) 7 εἷς καὶ om. Arm 10 συνέστη UFL 11 ἀρρωγὸν U νόσον F ἐπίγειον om. Arm ἐρίζου U ἔφην] μορφὴν UFL 14 δ’ ἔστι U, δ’ ἦν M, δὴ (om. ἐστι) A, δὲ (om. ἐστι) P εὐστάθεια AP 17 αἰεὶ UFL ὁ ὀρθὸς λόγος] ὅρους αὐγῆς UFL, ὁ ῥοῦς αὐγῆς Turn. 18 ἀνέπλησεν FL 19 αὐγάζει FL, αὐγάζοι U 22 ἵνα om. U 3—7 DC fol. 45v et 173v DR fol. 22v et 162v DL fol. 26v Φίλωνος) ἐκ τοῦ (sic) τῆς νόμων ἱερῶν ἀλληγορίας: οὐδὲ ὁ σύμπας κόσμος ἄξιον ἂν εἴη θεοῦ χωρίον ἐνδιαίτημα, ἐπεὶ — αὐτὸς ὤν. 14 Amhros. de Paradiso 1,4 Locus autem eius, in quo est plautatus (scil. paradisus), voluptas dicitur. 17 — 20 Cod. Vat. Regiu. 40 fol. 224 (Pitra Anal. Sacr. ΙΙ p. 311. Harris Fragments of Philo p. 103) Φίλωνος: ... ὥσπερ γὰρ ἀνατείλας ὁ ἥλιος τὸν ζόφον τοῦ ἀέρος φωτὸς ἐνέπλησεν, οὕτως καὶ ἀρετὴ ἀνατείλασα ἐν ψυχῇ τὴν ἀχλὺν αὐτῆς αὐγάζεται καὶ τὸ σκότος σκεδάννυσιν καὶ τὰ τῶν παθῶν θηρία κοιμίζει. ἢ ταύτην καθάπερ ἀγαθὸς γεωργὸς τημελῇ καὶ περιέπῃ. Legum_allegoriarum_libri_i_iii 48 ζητήσειε δ’ ἄν τις, διὰ τί, τοῦ μιμεῖσθαι θεοῦ τὰ ἔργα ὄντος ὁσίου, ἐμοὶ μὲν ἀπηγόρευται φυτεύειν ἄλσος παρὰ τῷ θυσιαστηρίῳ, τὸν δὲ παράδεισον ὁ θεὸς φυτεύει; φησὶ γάρ· „οὐ φυτεύσεις σεαυτῷ ἄλσος, πᾶν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου οὐ ποιήσεις σεαυτῷ“ (Deuter. 16,21). τί οὖν λεκτέον; ὅτι πρέπει τῷ θεῷ φυτεύειν καὶ οἰκοδομεῖν ἐν ψυχῇ τὰς ἀρετάς. Legum_allegoriarum_libri_i_iii 49 φίλαυτος δὲ καὶ ἄθεος ὁ νοῦς οἰόμενος ἴσος εἶναι θεῷ καὶ ποιεῖν δοκῶν ἐν τῷ πάσχειν ἐξεταζόμενος· θεοῦ δὲ σπείροντος καὶ φυτεύοντος ἐν ψυχῇ τὰ καλά, ὁ λέγων νοῦς ὅτι „ἐγὼ φυτεύω“ ἀσεβεῖ. οὐ φυτεύσεις οὖν, ὅταν ὁ θεὸς φυτουργῇ· ἐὰν δὲ καὶ φυτὰ ἐν ψυχῇ καταβάλῃ, ὦ διάνοια, καρποτόκα φύτευε πάντα, ἀλλὰ μὴ ἄλσος, ἐν ἄλσει γὰρ καὶ ἀγρίας ὕλης ἐστὶ καὶ ἡμέρου δένδρα· κακίαν δὲ τὴν ἄγονον ἐν ψυχῇ μετὰ τῆς ἡμέρου καὶ καρποτόκου φυτεύειν ἀρετῆς λέπρας ἐστὶ τῆς διφυοῦς καὶ μιγάδος οἰκεῖον. Legum_allegoriarum_libri_i_iii 50 ἐὰν μέντοι γε τὰ ἄμικτα καὶ σύγκλυδα εἰς ταὐτὸν ἄγῃς, χώριζε καὶ διάκρινε τῆς καθαρᾶς καὶ ἀμιάντου φύσεως τῆς ἀναφερούσης τὰ ἄμωμα τῷ θεῷ, αὕτη δέ ἐστι τὸ θυσιαστήριον· τούτου γὰρ ἀλλότριον τὸ λέγειν ἔργον τι εἶναι ψυχῆς, ἐπὶ θεὸν πάντων λαμβανόντων τὴν ἀναφοράν, καὶ τὸ τὰ ἄκαρπα τοῖς καρποτόκοις ἀναμιγνύναι· μῶμος γὰρ τοῦτό γε, τὰ δὲ ἄμωμα τῷ θεῷ προσάγεται. Legum_allegoriarum_libri_i_iii 51 ἐὰν οὖν τι τούτων παραβῇς, ὦ ψυχή, σαυτὴν βλάψεις, οὐ θεόν· διὰ τοῦτό φησιν· „οὐ φυτεύσεις σεαυτῷ“· θεῷ γὰρ οὐδεὶς ἐργάζεται, καὶ μάλιστα τὰ φαῦλα· καὶ ἐπιφέρει πάλιν· „οὐ ποιήσεις σεαυτῷ.“ λέγει δὲ καὶ ἐν ἑτέροις· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς, καὶ θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑμῖν ἑαυτοῖς“ (Exod. 20, 23)· ὁ γὰρ ἢ ποιότητα οἰόμενος ἔχειν τὸν θεὸν ἢ μὴ ἕνα εἶναι ἢ μὴ ἀγένητον καὶ ἄφθαρτον ἢ μὴ ἄτρεπτον ἑαυτὸν ἀδικεῖ, οὐ θεόν· „ἑαυτοῖς“ γάρ φησιν „οὐ ποιήσετε“· δεῖ γὰρ ἡγεῖσθαι καὶ ἄποιον αὐτὸν καὶ ἕνα καὶ 1 ἀγαθὸς transp. UL τημελεῖ καὶ περιέπει AP 1. 2 ζητήσαι M, ζητῆσαι AP 2 θεοῦ τὰ ἔργα UFL: τὰ θεοῦ ἔργα MAP 4 σεαυτῷ F: ἑαυτῶ UL, σαυτῶ MAP 5 παρὰ τῶ θυσιαστηρίῳ UL, περὶ τῶ θυσιαστηρίῳ F κυρίω θεῶ UFL σου om. AP σαυτῶ MAP 6 πρέπον UFL 7 ὁ οἰόμενος Arm 8 καὶ om. UFL ante ἐν add. ὡς αὐτὸς Arm δὲ om P 11 καταβάλῃ codd.: καταβάλῃς v 12 δένδρου AP 15 καὶ σύγκλυδα add. 31, καὶ Arm: om. ceteri ταὐτὸ UFL ἀγάγῃς UL, ἀγάγοις F 18 πάντων om. Arm 19. 20 πρόσαγε UFL 21 οὐδεὶς ἐργάζεται] οὐδὲν ἁρμόζει Arm 22 τὰ om. UFL 23 ἑτέρω FL μετ’ ἐμὲ M, μετ’ ἐμοῦ om. Arm 24 θεοὺς om. MAPArm 25 τὸν θεὸν om. U ἀγένητον F: ἀγέννητον ceteri 26 ἑαυτοῖ—ἄτρεπτον (74,1) om. UFL 27 καὶ ἕνα codd.: εἷναι Mang. ἕνα καὶ ἀγένητον coni. Wendl. ἄφθαρτον καὶ ἄτρεπτον· ὁ δὲ μὴ οὕτως διανοούμενος ἑαυτοῦ τὴν ψυχὴν ψευδοῦς καὶ ἀθέου δόξης ἀναπίμπλησιν. Legum_allegoriarum_libri_i_iii 52 οὐχ ὁρᾷς ὅτι, κἂν εἰσαγάγῃ ἡμᾶς εἰς τὴν ἀρετὴν καὶ εἰσαχθέντες φυτεύσωμεν ἄκαρπον μὲν οὐδὲν „πᾶν δὲ ξύλον βρώσιμον“, κελεύει "περικαθαρίσαι τὴν ἀκαθαρσίαν αὐτοῦ“ (Lev. 19, 23) ; τοῦτο δ’ ἐστὶ τὸ δοκεῖν φυτεύειν· ἀποτεμεῖν οἴησιν γὰρ Legum_allegoriarum_libri_i_iii 53 ἐπαγγέλλεται, οἴησις δὲ ἀκάθαρτον φύσει. ὃν δὲ ἔπλασεν ἄνθρωπον τιθέναι φησὶν ἐν τῷ παραδείσῳ, νυνὶ μόνον· τίς οὖν ἐστιν, ἐφ’ οὗ ὕστερόν φησιν ὅτι „ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15) ; μήποτ’ οὖν ἕτερός ἐστιν ἄνθρωπος οὗτος, ὁ κατὰ τὴν εἰκόνα καὶ τὴν ἰδέαν γεγονώς, ὥστε δύο ἀνθρώπους εἰς τὸν παράδεισον εἰσάγεσθαι, τὸν μὲν πεπλασμένον, τὸν δὲ κατ’ εἰκόνα. Legum_allegoriarum_libri_i_iii 54 ὁ μὲν οὖν κατὰ τὴν ἰδέαν γεγονὼς οὐ μόνον ἐν ταῖς φυτουργίαις τῶν ἀρετῶν ἐξετάζεται, ἀλλὰ καὶ ἐργάτης ἐστὶν αὐτῶν καὶ φύλαξ, τοῦτο δ’ ἐστὶ μνήμων ὧν ἤκουσε καὶ ἤσκησεν, ὁ δὲ πλαστὸς οὔτε ἐργάζεται τὰς ἀρετὰς οὔτε φυλάττει, ἀλλὰ μόνον εἰσάγεται εἰς τὰ δόγματα ἀφθονίᾳ θεοῦ, μέλλων αὐτίκα φυγὰς ἀρετῆς ἔσεσθαι. Legum_allegoriarum_libri_i_iii 55 διὰ τοῦτο ὃν μὲν μόνον τίθησιν ἐν τῷ παραδείσῳ, πλαστὸν καλεῖ, ὃν δὲ καὶ ἐργάτην καὶ φύλακα ἀποδείκνυσιν, οὐ πλαστόν, ἀλλὰ „ὃν ἐποίησε“· καὶ τοῦτον μὲν λαμβάνει, ἐκεῖνον δὲ ἐκβάλλει. ὃν δὲ λαμβάνει, τριῶν ἀξιοῖ, ἐξ ὧν συνέστηκεν ἡ εὐφυΐα, εὐθιξίας, ἐπιμονῆς, μνήμης· ἡ μὲν οὖν εὐθιξία θέσις ἐστὶν ἐν τῷ παραδείσῳ, ἡ δὲ ἐπιμονὴ πρᾶξις τῶν καλῶν [τὸ ἐργάζεσθαι τὰ καλά], ἡ δὲ μνήμη φυλακὴ καὶ διατήρησις τῶν ἁγίων δογμάτων. ὁ δὲ πλαστὸς νοῦς οὔτε μνημονεύει τὰ καλὰ οὔτε ἐργάζεται, μόνον δὲ εὔθικτός ἐστι· παρὸ 1. 2 ψεύδους AP 2 εἰσαγάγῃ MU: εἰσάγη ceteri 3 φυτεύωμεν Μ, φυτεύομεν Α, φυτεύημεν P 4 καθαρίσαι UFL ἀκαθαρσίαν] ἀκροβυστίαν UFL 5. 6 τοῦτο — φύσει] τοῦτο δ’ ἐστὶ τὸ ἀποτεμεῖν οἴησιν, οἴησις γὰρ ἀκάθαρτον φύσει Arm 5 ἐστὶ M: δ’ ἔστιU, δέ ἐστι ceteri γὰρ oin. UFL, γὰρ οἴησιν Mang. 7 τιθέναι] τίθεται UFL 8 ἐποίησεν U 9 φυλάττειν UFL 10 ἐστιν ἕτερος transp. UFL 13. 14 ἐξετάζονται ζονται P, ἐξετάζεται corr. ex ἐξετάζονται Α 14 αὐτῶν ἐστι trausp. UFL δέ ἐστι MAP 15 οὔτε — οὔτε] οὐδέ — οὐδὲ UFL 16 φυλάττει] φυτεύει Arm 18 καὶ ante ἐργάτην om. UFL 19 τοῦτο U 20. 21 ἡ εὐφυίας ἢ εὐθιξίας ἢ ἐπιμονῆς ἐπὶ μόνης F) μνήμης FL 21 εὺθεξίας AP, ἡ εὐθιξία U ἡ ἐπιμονῆς μνήμη U εὐθεξία AP 22 ἡ δὲ ἐπιμονὴ — καλά post δογμάτων (23) transp. UFL τὸ ἐργάζεσθαι τά καλά om. Arm, seclusi 23 ἡ φυλακὴ MAP, φυλακτικὴ UFL διατηρὶς U δογμάτων] πνευάτων Arm νοῦς] ἄνθρωπος coni. Mang. 24 οὔτε] οὐ Arm οὔτε ἐργάζεται om. Arm 6 DK fol. 220v DR fol. 267v (DV p. 704) ἐκ τοῦ α' τῆς νόμων ἱερῶν ἀλληγορίας: οἴησις ἀκάθαρτον φύσει. καὶ τεθεὶς ἐν τῷ παραδείσῳ μικρὸν ὕστερον ἀποδιδράσκει καὶ ἐκβάλλεται. Legum_allegoriarum_libri_i_iii 56 „Καὶ ἐξανέτειλεν ὁ θεὸς ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ (Gen. 2, 9). ἃ φυτεύει ἐν τῇ ψυχῇ δένδρα ἀρετῆς, νῦν ὑπογράφει· ἔστι δὲ ταῦτα αἵ τε κατὰ μέρος ἀρεταὶ καὶ αἱ κατ’ αὐτὰς ἐνέργειαι καὶ τὰ κατορθώματα καὶ τὰ λεγόμενα παρὰ τοῖς φιλοσοφοῦσι καθήκοντα, ταῦτά ἐστι τοῦ παραδείσου τὰ φυτά. Legum_allegoriarum_libri_i_iii 57 χαρακτηρίζει μέντοι γε αὐτὰ ταῦτα δηλῶν ὅτι τὸ ἀγαθὸν καὶ ὀφθῆναι κάλλιστόν ἐστι καὶ ἀπολαυσθῆναι· ἔνιαι γὰρ τῶν τεχνῶν θεωρητικαὶ μέν εἰσιν, οὐ πρακτικαὶ δέ, γεωμετρία ἀστρονομία, ἔνιαι δὲ πρακτικαὶ μέν, οὐ θεωρητικαὶ δέ, τεκτονικὴ χαλκευτικὴ καὶ ὅσαι βάναυσοι λέγονται· ἡ δὲ ἀρετὴ καὶ θεωρητική ἐστι καὶ πρακτική· καὶ γὰρ θεωρίαν ἔχει, ὁπότε καὶ ἡ ἐπ’ αὐτὴν ὁδὸς φιλοσοφία διὰ τῶν τριῶν αὐτῆς μερῶν, τοῦ λογικοῦ, τοῦ ἠθικοῦ, τοῦ φυσικοῦ, καὶ πράξεις· ὅλου γὰρ τοῦ βίου ἐστὶ τέχνη ἡ ἀρετή, ἐν ᾧ καὶ αἱ σύμπασαι πράξεις. Legum_allegoriarum_libri_i_iii 58 ἀλλὰ καίτοι θεωρίαν ἔχουσα καὶ πρᾶξιν, πάλιν ἐν ἑκατέρῳ ὑπερβάλλει κατὰ τὸ κρεῖττον· καὶ γὰρ ἡ θεωρία τῆς ἀρετῆς παγκάλη καὶ ἡ πρᾶξις καὶ ἡ χρῆσις περιμάχητος. διὸ καί φησιν ὅτι καὶ „εἰς ὅρασίν ἐστιν ὡραῖον“, ὅπερ ἦν τοῦ θεωρητικοῦ σύμβολον, καὶ "καλὸν εἰς βρῶσιν“, ὅπερ ἐστὶ τοῦ χρηστικοῦ καὶ πρακτικοῦ σημεῖον. Legum_allegoriarum_libri_i_iii 59 τὸ δὲ ξύλον τῆς ζωῆς ἐστιν ἡ γενικωτάτη ἀρετή, ἥν τινες ἀγαθότητα καλοῦσιν, ἀφ’ ἧς αἱ κατὰ μέρος ἀρεταὶ συνίστανται. τούτου χάριν καὶ μέσον ἵδρυται τοῦ παραδείσου, τὴν συνεκτικωτάτην χώραν ἔχον, ἵνα ὑπὸ τῶν ἑκατέρωθεν βασιλέως τρόπον δορυφορῆται. οἱ δὲ λέγουσι τὴν καρδίαν ξύλον εἰρῆσθαι ζωῆς, ἐπειδὴ αἰτία τε τοῦ ζῆν 3 ἐξαπέστειλεν FL κύριος ὁ θεὸς Arm 4. 5 τοῦ παραδείσου UFL 5 γνωστοῦ AP 6 φυτεύει] φύει UL 7 κατ’ αὐτὰς] κατὰ ταύτας UFL 8 ταὐτά F 9 αὐτὰ om. Arm 9. 10 δηλῶν ὅτι] δηλονότι APU 11 θεωρηματικαὶ UF 12 θεωρηματικαὶ UFL χαλκευτικὴ om. U 13 καὶ post ἀρετὴ om. AP θεωρηματική UFL Ι4 καὶ post ὁπότε om. L 15 αὑτῆς Wendl. 16 καὶ πράξεις Arm (Turn.): καὶ αἱ πράξεις UFL, καὶ πρᾶξιν MAP 17 ἔχουσαν AP ἐν] ἐφ’ UFL 19 ἡ bis om. UFL χρῆσις codd.: τήρησις Maug. 20 καὶ om. UFL ὡραίου AP ἦν om. UFL 21 ἐστὶ om. U τοῦ om. Mang. 22 ἡ γενικωτάτη] ἡγεμονικωτάτη NArm 24 ἱδρύεται UFLN 25 ἔχων AP 26 εἶναι εἰρῆσθαι (sic) N τε om. FL 18—19 DR fol. 148r (Anton. Mel. I 7 Col. 793) Φίλωνος: ἡ 22—26 N fol. 162v τὸ δὲ—ξύλον εἶναι ἐστι καὶ τὴν μέσην τοῦ σώματος χώραν ἔλαχεν, ὡς ἂν κατ’ αὐτοὺς ἡγεμονικὸν ὑπάρχουσα. ἀλλ’ οὗτοι μὲν ἰατρικὴν δόξαν ἐκτιθέμενοι μᾶλλον ἢ φυσικὴν μὴ λανθανέτωσαν, ἡμεῖς δέ, ὡς καὶ πρότερον ἐλέχθη, τὴν γενικωτάτην ἀρετὴν ξύλον εἰρῆσθαι ζωῆς λέγομεν. Legum_allegoriarum_libri_i_iii 60 τοῦτο μὲν οὖν ῥητῶς φησιν ὅτι ἐστὶν ἐν μέσῳ τῷ παραδείσῳ· τὸ δὲ ἕτερον ξύλον, τὸ τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ δεδήλωκεν οὔτε εἰ ἐντὸς οὔτε εἰ ἐκτός ἐστι τοῦ παραδείσου, ἀλλ’ εἰπὼν οὕτως „καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ“ εὐθὺς ἡσύχασεν οὐ δηλώσας ὅπου τετύχηκεν ὄν, ἵνα μὴ ὁ φυσιολογίας ἀμύητος τὸν ὄντα τῆς ἐπιστήμης θαυμάζῃ. τί οὖν χρὴ λέγειν; ὅτι τὸ ξύλον τοῦτο καὶ ἐν τῷ παραδείσῳ ἐστὶ καὶ ἐκτὸς αὐτοῦ, οὐσίᾳ μὲν ἐν αὐτῷ, δυνάμει δὲ ἐκτός. Legum_allegoriarum_libri_i_iii 61 πῶς; τὸ ἡγεμονικὸν ἡμῶν πανδεχές ἐστι καὶ ἔοικε κηρῷ πάντας τύπους καλούς τε καὶ αἰσχροὺς δεχομένῳ· παρὸ καὶ ὁ πτερνιστὴς Ἰακὼβ ὁμολογεῖ φάσκων "Ἐπ’ ἐμὲ ἐγένετο πάντα ταῦτα“ (Gen. 42,36)· ἐπὶ γὰρ μίαν οὖσαν τὴν ψυχὴν αἱ ἀμύθητοι τυπώσεις ἁπάντων τῶν ἐν τῷ παντὶ ἀναφέρονται· ὅταν μὲν οὖν δέξηται τὸν τῆς τελείας ἀρετῆς χαρακτῆρα, γέγονε τὸ τῆς ζωῆς ξύλον, ὅταν δὲ τὸν τῆς κακίας, γέγονε τὸ τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ· ἡ δὲ κακία πεφυγάδευται θείου χοροῦ· τὸ δεδεγμένον οὖν αὐτὴν ἡγεμονικὸν ἐν τῷ παραδείσῳ ἐστὶ κατὰ τὴν οὐσίαν, ἐν αὐτῷ γάρ ἐστι καὶ ὁ τῆς ἀρετῆς χαρακτὴρ οἰκεῖος ὢν τῷ παραδείσῳ, δυνάμει δὲ πάλιν οὐκ ἔστιν ἐν αὐτῷ, ὅτι ὁ τύπος ὁ κακίας ἀλλότριός ἐστι θείων ἀνατολῶν. Legum_allegoriarum_libri_i_iii 62 ὃ δὲ λέγω, καὶ οὕτως ἄν τις καταμάθοι. νῦν ἐν τῷ σώματί μου τὸ ἡγεμονικόν ἐστι κατὰ τὴν οὐσίαν, δυνάμει δὲ ἐν Ἰταλίᾳ ἢ Σικελίᾳ, ὁπότε περὶ τῶν χωρῶν τούτων ἐπιλογίζεται, καὶ ἐν οὐρανῷ, ὁπότε περὶ οὐρανοῦ σκοπεῖ· παρὸ καὶ πολλάκις ἐν βεβήλοις ὄντες χωρίοις τινὲς κατὰ τὴν οὐσίαν ἐν ἱερωτάτοις ὑπάρχουσι φαντασιούμενοι τὰ ἀρετῆς, 2 ἐκτιθέμενοι δόξαν transp. AP ἐκτεθειμένοι UFL 4 τὴν ἡγεμονικωτάτην Arm 6 τὸ om. FL τὸ τοῦ γινώσκειν] τὸ γνωστὸν Arm 6. 7 οὐτ’—οὔτ’ UFL 7 ἀλλὰ MP 8 τοῦ] τὸ F γνωστοῦ AP 9 ὄν om. AP ὄντα corruptiun; γνόντα coni. Mang., μετέχοντα Creuzer; fortasse λαχόντα 10 ἐπιστήμης] φυσιολογίας Arm τὸ ξύλον om. FL τοῦτο τὸ ξύλον Mang. 12 ἐκτός. πῶς] ἐκτός πὼς· ὡσαύτως Arm 12. 13 πάντας τοὺς τύπους UFL 13 παρὸν F 14 ἐγένοντο UFL πάντα ταῦτα M: ταῦτα πάντα ceteri 15 ἐπὶ] ἐπεὶ APF αἱ om. UFL 16 τῷ om. FL ἀναγράφονται Arm 17 γέγονε] ἐγένετο FL 18 γέγονε] ἐγένετο UFL τὸ M: τῶ AP, om. UFL 19 χοροῦ] χώρου MAP τὸ δὲ AP 21 ὢν] ἐν U 22 ὁ post τύπος om. AP ἐντολῶν FL 23 οὕτω Γ’ 24 ἐν Σικελία F 25 χώρων MAP 26 σκοπεῖ MAP: σκοπεῖ τι Arm, σκοπεῖται UFL καὶ ἔμπαλιν ἐν τοῖς ἀδύτοις ὑπάρχοντες ἄλλοι τὴν διάνοιάν εἰσι βέβηλοι, τῷ τροπὰς πρὸς τὸ χεῖρον καὶ τύπους αὐτὴν λαμβάνειν φαύλους· ὥστε οὔτε ἐν τῷ παραδείσῳ ἡ κακία ἐστὶν οὔτε οὐχί ἐστι· δύναται μὲν γὰρ εἶναι κατ’ οὐσίαν, δυνάμει δὲ οὐ δύναται. Legum_allegoriarum_libri_i_iii 63 „Ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον· ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς. ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος. καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας. καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις· οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων. ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης“ (Gen. 2,10 —14). διὰ τούτων βούλεται τὰς κατὰ μέρος ἀρετὰς ὑπογράφειν· εἰσὶ δὲ τὸν ἀριθμὸν τέτταρες, φρόνησις σωφροσύνη ἀνδρεία δικαιοσύνη. ὁ μὲν δὴ μέγιστος ποταμός, οὗ αἱ τέτταρες ἀπόρροιαι γεγόνασιν, ἡ γενική ἐστιν ἀρετή, ἣν ἀγαθότητα ὠνομάσαμεν, αἱ δὲ τέτταρες ἀπόρροιαι αἱ ἰσάριθμοι ἀρεταί. Legum_allegoriarum_libri_i_iii 64 λαμβάνει μὲν οὖν τὰς ἀρχὰς ἡ γενικὴ ἀρετὴ ἀπὸ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας, ἣ χαίρει καὶ γάνυται καὶ τρυφᾷ ἐπὶ μόνῳ τῷ πατρὶ αὐτῆς ἀγαλλομένη καὶ σεμνυνομένη θεῷ, αἱ δὲ ἐν εἴδει τέτταρες ἀπὸ τῆς γενικῆς, ἥτις ποταμοῦ δίκην ἄρδει τὰ κατορθώματα ἑκάσταις πολλῷ ῥεύματι καλῶν πράξεων. Legum_allegoriarum_libri_i_iii 65 ἴδωμεν δὲ καὶ τὰς λέξεις. „ποταμὸς δὲ„ φησίν „ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν 1 ἄλλοι om. UFL 2 τὰ χείρω UFL 3 οὕτ’ U κακία] καρδία Arm οὐτ’ U 4 κατὰ UFL δ’ U 5 τοῦ ποτίζειν UFL 6 τέτταρας UFL 6. 7 Φυσῶν L, Φυσῶν F 7 τὴν om. M οὑ MArm: οὖν AP, om. UFL 8 καὶ ante ἐκεῖ om. UFL 9 Γεῶν τῶ δευτέρω U Γηών M: Γεῶν 10 ὁ κυκλῶν Arm πᾶσαν om. UFL ὁ τρίτος om. F Τίγρης AP, ὁ Τίγρης FL 11 ὁ δὲ] καὶ ὁ UFL 11. 12 οὗτος Εὐφράτης UF, οὗτος ὁ Εὐφράτης L 13 τέσσαρες FL ἀνδρία APFL 14 τέσσαρες P 15 ἣν ἀγαθότητα ὠνομάσαμεν MAP; ἣν ἀγαθότητα ὀνομάζουσι Arm, ἥν τινες ἀγαθότητα ὠνόμασαν UFL 15. 16 τέσσαρες PU 16 αἱ ora. UFL 17 ἣ UL: ἧ ceteri 17. 18 γάννυται APUFL 19 ἐν εἴδει] ἔνιαι UF, ἔννοιαι L τέσσαρες P 20 ἑκάσταις codd.: ἑκάστῃ Arm, ἑκάστης Mang. 21 δὲ om. UFLArm τοῦ ποτίζειν UFL 12 spp. Ambros. de Paradiso 3, 14 sed quemadmodum fons dicitur sapientia Dei . . . ita fons virtutum est ceterarum, quae nos ad aeternae cursum dirigunt vitae . . . quae sunt quattuor initia virtutum nisi unum prudentiae, aliud temperantiae, tertium fortitudinis, quartum iustitiae? . . . itaque sicut fons sapientiae (leg. sapientia), ita etiam flumina ista quattuor quaedam ex illo fonte manantia sunt fluenta virtutum. παράδεισον.“ ποταμὸς ἡ γενική ἐστιν ἀρετή, ἡ ἀγαθότης· αὕτη ἐκπορεύεται ἐκ τῆς Ἐδέμ, τῆς τοῦ θεοῦ σοφίας· ἡ δέ ἐστιν ὁ θεοῦ λόγος· κατὰ γὰρ τοῦτον πεποίηται ἡ γενικὴ ἀρετή. τὸν παράδεισον δὲ ποτίζει ἡ γενικὴ ἀρετή, τουτέστι τὰς κατὰ μέρος ἀρετὰς ἄρδει. „ἀρχὰς“ δὲ οὐ τὰς τοπικὰς λαμβάνει, ἀλλὰ τὰς ἡγεμονικάς· ἑκάστη γὰρ τῶν ἀρετῶν ἡγεμονὶς καὶ βασιλὶς ὡς ἀληθῶς ἐστι. τὸ δὲ „ἀφορίζεται“ ἴσον ἐστὶ τῷ ὅροις πεπεράτωται· ἡ μὲν φρόνησις περὶ τὰ ποιητέα ὅρους αὐτοῖς τιθεῖσα, ἡ δὲ ἀνδρεία τοῖς ὑπομενετέοις, ἡ δὲ σωφροσύνη τοῖς αἱρετέοις, Legum_allegoriarum_libri_i_iii 66 ἡ δὲ δικαιοσύνη τοῖς ἀπονεμητέοις. „ὄνομα τῷ ἑνὶ Φεισών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐιλάτ, ἐκεῖ οὗ ἐστι τὸ χρυσίον, τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος.“ τῶν τεττάρων ἀρετῶν ἓν εἶδός ἐστιν ἡ φρόνησις, ἣν Φεισὼν ὠνόμασε παρὰ τὸ φείδεσθαι καὶ φυλάττειν τὴν ψυχὴν ἀπὸ ἀδικημάτων. χορεύει δὲ καὶ κύκλῳ περίεισι τὴν γῆν Εὐιλάτ, τοῦτο δέ ἐστι, τὴν εὐμενῆ καὶ πραεῖαν καὶ ἵλεων κατάστασιν περιέπει· καθάπερ δὲ τῆς χυτῆς οὐσίας ἡ κρατίστη καὶ δοκιμωτάτη χρυσός ἐστιν, οὕτως καὶ ψυχῆς ἡ δοκιμωτάτη ἀρετὴ φρόνησις γέγονε. Legum_allegoriarum_libri_i_iii 67 τὸ δὲ „ἐκεῖ οὗ ἐστι τὸ χρυσίον“ οὐκ ἔστι τοπικὸν τοιοῦτον, ἐκεῖ ὅπου ἐστὶ τὸ χρυσίον, ἀλλ’ ἐκεῖ οὗ κτῆμά ἐστιν ἡ χρυσαυγὴς καὶ πεπυρωμένη καὶ τιμία φρόνησις· κτῆμα δὲ θεοῦ κάλλιστον ἥδε ἀνωμολόγηται. κατὰ δὲ τὸν τόπον τῆς φρονήσεως δύο εἰσὶ ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οὓς ἄνθρακι καὶ λίθῳ πρασίνῳ παραβέβληκεν. Legum_allegoriarum_libri_i_iii 68 „καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηών· οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Αἰθιοπίας." συμβολικῶς ἐστιν ὁ ποταμὸς οὗτος ἡ ἀνδρεία· ἑρμηνευθὲν γὰρ τὸ Γηὼν 1 ἀρετή om. F, ἀρετή, ἡ om. L 2 τῆς Ἐδέμ om. L ὁ θεοῦ] ὁ θεὸς 3 πεποίηται] πεποίωται Arm (coni. Mang.) τὸν —ἀρετή om. P τὸν δὲ παράδεισον transp. UFL 4 ἡ ἀρετή F οὐ om. L 5 λάμβανε coni. Wendl. 6 δ’ AP 7 τῷ] τὸ AP αὐτῆς APU 8 ἀνδρία APL ὐπομενητέοις U ἡ δὲ σωφροσύνη—ἀπονεμητέοις om. P 9 Φυσῶν FL 10 τὴν om. M οὐ] οὖν AP, om. FL 11 καὶ ἐκεῖ] ἐκεῖ UFL, οὗ Mang. 13 Φυσῶν FL ὠνόμασεν U, ὠνόμακε M 14 καὶ om. Turn., post κύκλῳ transp. Mang. περίεισι] περιίησι F, περίησι L τὴν γῆν om. Arm 15 τοῦτο δ’ ἔστι U, τουτέστι FL ἵλεω AP 16 δὲ om. P 18 οὗ] οὖν AP οὐκ—χρυσίον om. L τοιοῦτο U, οἷον Arm 19 ἀλλὰ MAP ἡ om. MAP 20 ἥδε] ἤδη UFL ἄν ὡμολόγηται P 21 ποιοί] πότοι P, ποιότητες UF, τῆς ποιότητος L 22 λίθῳ om. UFL post παραβέβληκεν add. MAP: οὗτος κυκλοῖ πᾶσαν τὴν γῆν Εὐιλάτ 22. 23 καὶ ὄνομα τῷ ποταμῷ om. MAP 23 τῷ δευτέρῳ] ὁ δεύτερος MAP Γηών M: εἰ Γεῶν ceteri 24 συμβολικὸς F, συμβολικῆς Mang. ἀνδρία AP Γηὼν M: Γεῶν ceteri ὄνομά ἐστι στῆθος ἢ κερατίζων· ἑκάτερον δὲ ἀνδρείας μηνυτικόν· περί τε γὰρ τὰ στήθη, ὅπου καὶ ἡ καρδία, διατρίβει καὶ πρὸς ἄμυναν εὐτρέπισται· ἐπιστήμη γάρ ἐστιν ὑπομενετέων καὶ οὐχ ὑπομενετέων καὶ οὐδετέρων. περικυκλοῖ δὲ καὶ περικάθηται προσπολεμοῦσα τὴν Αἰθιοπίαν, ἧς ἐστιν ἑρμηνευθὲν τοὔνομα ταπείνωσις· ταπεινὸν δὲ ἡ δειλία, ἡ δὲ ἀνδρεία ταπεινώσει καὶ δειλίᾳ πολέμιον. Legum_allegoriarum_libri_i_iii 69 „καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις, οὗτος ὁ πορευόμενος κατέναντι Ἀσσυρίων.“ τρίτη ἐστὶν ἀρετὴ σωφροσύνη, ἀντιστατοῦσα τῇ κατευθύνειν δοκούσῃ τὴν ἀνθρωπίνην ἀσθένειαν ἡδονῇ· Ἀσσύριοι γὰρ εὐθύνοντες Ἑλλάδι γλώττῃ καλοῦνται. τίγριδι δὲ τῷ ἀτιθασωτάτῳ ζῴῳ τὴν ἐπιθυμίαν εἴκασε, περὶ ἣν ἡ σωφροσύνη πραγματεύεται. Legum_allegoriarum_libri_i_iii 70 ἄξιον μέντοι ἀπορῆσαι, διὰ τί δευτέρα μὲν ἀνδρεία, τρίτη δὲ σωφροσύνη, πρώτη δὲ φρόνησις εἴρηται, καὶ οὐχ ἑτέραν τῶν ἀρετῶν τάξιν δεδήλωκε. νοητέον οὖν ὅτι ἐστὶν ἡμῶν τριμερὴς ἡ ψυχὴ καὶ ἔχει μέρος τὸ μὲν λογικόν, τὸ δὲ θυμικόν, τὸ δὲ ἐπιθυμητικόν. καὶ συμβέβηκε τοῦ μὲν λογικοῦ χωρίον εἶναι καὶ ἐνδιαίτημα τὴν κεφαλήν, τοῦ δὲ θυμικοῦ τὰ στέρνα, τοῦ δὲ ἐπιθυμητικοῦ τὸ ἦτρον, ἀρετὴν δὲ ἑκάστῳ τῶν μερῶν οἰκείαν προσηρμόσθαι, τῷ μὲν λογικῷ φρόνησιν, λογισμοῦ γάρ ἐστιν ἐπιστήμην ἔχειν ὧν τε δεῖ ποιεῖν καὶ ὧν μή, τῷ δὲ θυμικῷ ἀνδρείαν, τῷ δὲ ἐπιθυμητικῷ σωφροσύνην, σωφροσύνῃ γὰρ τὰς ἐπιθυμίας ἀκούμεθα καὶ ἰώμεθα. Legum_allegoriarum_libri_i_iii 71 ὥσπερ οὖν κεφαλὴ μὲν πρῶτον τοῦ ζῴου καὶ ἀνωτάτω μέρος ἐστί, δεύτερον δὲ στέρνα, τρίτον δὲ ἦτρον, καὶ πάλιν ψυχῆς πρῶτον μὲν τὸ λογικόν, δεύτερον δὲ τὸ θυμικόν, τρίτον δὲ τὸ ἐπιθυμητικόν, οὕτως καὶ τῶν ἀρετῶν πρώτη μὲν ἡ περὶ τὸ πρῶτον μέρος τῆς ψυχῆς, ὃ δὴ λογικόν ἐστι, καὶ 1 ἀνδρίας APL τε] που FL, τέ που Mang. 2. 3 ηὐτρέπισται UFL 3 ὑπομενετέον bis AP 3. 4 οὐδέτερον AP 6. 7 Τίγρης APFL 7 πορευόμενος] ποταμὸς FL, πορευόμενος post Ἀσσυρίων transp. Mang. 8 ἀντιστατοῦσαν AP 9 γλώσση MAP 10 ἀτιθασσοτάτω UFL ἡ om. UFL 11 μέντοι MAP: μὲν οὖν U, μὲν FL, γε μὴν Turn. 12 ἀνδρία PL 13 ἑτέρων FL τάξιν] πρᾶξιν FL 13. 14 τριμερὴς post ψυχὴ transp. FL 16 τὴν κεφαλήν Arm: τὴν om. codd. 17 ἦτρον U: ἶτρον FL, ἧπαρ MAP ἀρετὴ F τῶ μὲν γὰρ F 19 ἀνδρίαν L 20 ἀσκούμεθα MAP 21 ἀνωτάτω M: ἀνώτατον AP, ἀνωτάτου UFL μέρους UFL 22 ἦτρον] ἶτρον FL, ἧπαρ Mang. 23 δὲ post τρίτον om. MAP 24 μέρος om. UFL 4 Ambros. de Paradiso 3, 16 . . . bene ergo Geon . . . circumire terram Aethiopicam dicitur; . . . Aethiopia enim abiecta et vilis Latina interpretatione signatur. 8 ibid. 3, 17 tertius est fluvius Tigris . . . quem incolunt Assyrii, hoc est dirigentes, hoc enim significat interpretatio. τοῦ σώματος διατρίβουσα κεφαλὴν φρόνησις, δευτέρα δὲ ἀνδρεία, ὅτι περὶ τὸ δεύτερον μέρος ψυχῆς μὲν θυμόν, σώματος δὲ τὰ στέρνα φωλεύει, τρίτη δὲ σωφροσύνη, ὅτι περὶ τὸ ἦτρον, ὃ δὴ τρίτον ἐστὶ τοῦ σώματος, καὶ περὶ τὸ ἐπιθυμητικόν, ὃ τρίτην εἴληχε χώραν ἐν ψυχῇ, πραγματεύεται. Legum_allegoriarum_libri_i_iii 72 "ὁ δὲ ποταμὸς“ φησίν "ὁ τέταρτος Εὐφράτης.“ καρποφορία καλεῖται ὁ Εὐφράτης, ἔστι δὲ συμβολικῶς ἀρετὴ τετάρτη, δικαιοσύνη, καρποφόρος τῷ ὄντι καὶ εὐφραίνουσα τὴν διάνοιαν. πότε οὖν γίνεται; ὅταν τὰ τρία μέρη τῆς ψυχῆς συμφωνίαν ἔχῃ· συμφωνία δὲ αὐτοῖς ἐστιν ἡ τοῦ κρείττονος ἡγεμονία, οἷον ὅταν τὰ δύο, τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ἡνιοχῶνται καθάπερ ἵπποι ὑπὸ τοῦ λογικοῦ, τότε γίνεται δικαιοσύνη· δίκαιον γὰρ τὸ μὲν κρεῖττον ἄρχειν ἀεὶ καὶ πανταχοῦ, τὸ δὲ χεῖρον ἄρχεσθαι· κρεῖττον μὲν δὴ τὸ λογικόν, χεῖρον δὲ τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Legum_allegoriarum_libri_i_iii 73 ὅταν δὲ ἔμπαλιν ἀφηνιάσῃ καὶ ἀναχαιτίσῃ ὁ θυμὸς καὶ ἡ ἐπιθυμία καὶ τὸν ἡνίοχον, λέγω δὲ τὸν λογισμόν, τῇ βίᾳ τῆς ὁρμῆς κατασύρῃ καὶ ὑποζεύξῃ, ἑκάτερον δὲ πάθος λάβηται τῶν ἡνιῶν, ἀδικία κρατεῖ· ἀνάγκη γὰρ ἀπειρίᾳ καὶ κακίᾳ τοῦ ἡνιόχου τὰ ὑπεζευγμένα κατὰ κρημνῶν φέρεσθαι καὶ βαράθρων, ὥσπερ Legum_allegoriarum_libri_i_iii 74 ἐμπειρίᾳ καὶ ἀρετῇ διασῴζεσθαι. ἔτι καὶ οὕτως ἴδωμεν τὸ προκείμενον. Φεισὼν ἑρμηνεύεται στόματος ἀλλοίωσις, Εὐιλὰτ δὲ ὠδίνουσα· καὶ διὰ τούτων ἡ φρόνησις ἐμφαίνεται. οἱ μὲν γὰρ πολλοὶ φρόνιμον νομίζουσι τὸν εὑρετὴν λόγων σοφιστικῶν καὶ δεινὸν ἑρμηνεῦσαι τὸ νοηθέν, Μωυσῆς δὲ λογοφίλην μὲν αὐτὸν οἶδε, φρόνιμον δὲ οὐδαμῶς. ἐν ἀλλοιώσει γὰρ τοῦ στόματος, τουτέστι τοῦ ἑρμηνευτικοῦ λόγου, ἡ φρόνησις θεωρεῖται· ὅπερ ἦν μὴ ἐν λόγῳ τὸ φρονεῖν, ἀλλ’ ἐν ἔργῳ θεωρεῖσθαι 3 FL 4 ἔλαχε AP 5 φασιν AP, φησίν om. Arm οὗτος Εὐφράτης UFLArm 6 καρποφορία — Εὐφράτης om. FL ὁ Εὐφράτης MArm: οὗτος ὁ Εὐφράτης U, ὁ Εὐφράτης om. AP 7 δικαιοσύνης F 8 τὰ om. MAP 10 om. MAPU καθάπερ ἵπποι om. UFL 13 τὸ alterum om. UFL 14 λέγω om. U 16 ἡνίων M ἀδικεῖ FL κρατεῖ] ἄκρα UFL καὶ ἀπειρίᾳ v τοῦ addidi (sic Arm) 17 τὰ om. FL τοὺς ὑποζευγμένους (sic) U 19 Φυσῶν FL 22 δ’ MA 24 τὸ om, Arm 6 Amhros. de Paradtso 3 18 quartus est fluvius Euphrates qui latine fecunditas atque abundantia fructuum nuncupatur . . . plerique Eurhratem ἀπὸ τοῦ εὐφραίνεσθαι dictum putant . . . ubi autem iustitia, ibi concordia virtutum est ceterarum. 16—18 18 fol. 145r Floril. Par. No. 7 Anton. Mel. II 6 CoL 1032 Mel. Aug. fol. 106r (Max. Ecl. cap. 17) Φίλωνος: ἀνάγκη ἀπειρίᾳ — διασῴζεσθαι. 19 Ambros. de Paradiso 3, 15 . . . et bene primo loco hic fluvius positus est Phison, qui secundum Hebraeos Phison dicitur, hoc est oris mutatio. καὶ σπουδαίαις πράξεσι. Legum_allegoriarum_libri_i_iii 75 κύκλον δὲ περιτίθησι καὶ ὡσανεὶ τεῖχος ἡ φρόνησις τῇ Εὐιλὰτ τῇ ὠδινούσῃ ἀφροσύνῃ πρὸς πολιορκίαν αὐτῆς καὶ καθαίρεσιν· ἀφροσύνῃ δὲ κύριον ὄνομά ἐστιν ὠδίνουσα, ὅτι ὁ ἄφρων νοῦς ἀνεφίκτων ἐρῶν ἑκάστοτε ἐν ὠδῖσίν ἐστιν, ὅτε χρημάτων ἐρᾷ, [ὠδίνει,] ὅτε δόξης, ὅτε ἡδονῆς, ὅτε ἄλλου τινός. Legum_allegoriarum_libri_i_iii 76 ἐν ὠδῖσι δὲ ὢν οὐδέποτε τίκτει· οὐ γὰρ πέφυκε γόνιμον οὐδὲν τελεσφορεῖν ἡ τοῦ φαύλου ψυχή· ἃ δ’ ἂν καὶ δοκῇ προφέρειν, ἀμβλωθρίδια εὑρίσκεται καὶ ἐκτρώματα, κατεσθίοντα τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς, ἴσα θανάτῳ ψυχικῷ. παρὸ καὶ δεῖται ὁ ἱερὸς λόγος Ἀαρὼν τοῦ θεοφιλοῦς Μωυσέως ἰάσασθαι τὴν τροπὴν τῆς Μαριάμ, ἵνα μὴ γένηται ἐν ὠδῖνι κακῶν ἡ ψυχή, διὸ καί φησι· „μὴ γένηται ὡς ἴσον θανάτῳ, ὡς ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός, καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς“ (Num. 12, 12). Legum_allegoriarum_libri_i_iii 77 "Ἐκεῖ" οὖν φησιν „οὗ ἐστι τὸ χρυσίον“ (Gen. 2, 11). οὐ λέγει ἐκεῖ εἶναι τὸ χρυσίον μόνον, ἀλλὰ "ἐκεῖ οὗ ἐστιν.“ ἡ γὰρ φρόνησις, ἣν εἴκασε χρυσίῳ, ἀδόλῳ καὶ καθαρᾷ καὶ πεπυρωμένῃ καὶ δεδοκιμασμένῃ καὶ τιμίᾳ φύσει, ἐκεῖ μέν ἐστιν ἐν τῇ τοῦ θεοῦ σοφίᾳ, ἐκεῖ δὲ οὖσα οὐκ ἔστι τῆς σοφίας κτῆμα, ἀλλὰ οὗ καὶ ἡ σοφία ἐστὶν αὐτή, τοῦ δημιουργοῦ καὶ κτωμένου θεοῦ. Legum_allegoriarum_libri_i_iii 78 „τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν“ (Gen. 2, 12). οὐκοῦν ἐστιν ἕτερον χρυσίον οὐχὶ καλόν; πάνυ γε· διττὸν γὰρ φρονήσεως γένος, τὸ μὲν καθόλου, τὸ δὲ ἐπὶ μέρους· ἡ μὲν οὖν ἐν ἐμοὶ φρόνησις ἐκ μέρους οὖσα οὐ καλή, φθαρέντος γάρ μου συμφθείρεται· ἡ δὲ καθόλου φρόνησις ἡ οἰκοῦσα τὴν τοῦ θεοῦ σοφίαν καὶ τὸν οἶκον αὐτοῦ καλή, ἄφθαρτος γὰρ ἐν ἀφθάρτῳ οἴκῳ διαμένει. Legum_allegoriarum_libri_i_iii 79 "καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος“ (ibid.), οἱ 1 σπουδαίως AF 2 τεῖχος] τέλος UFL ἡ φρόνησις om. UFL τὴν Εὐιλὰτ FL ἀφροσύνῃ] εὐφροσύνη UL πολυορκίαν Α 3 ἐστι ante κύριον ὄνομα Iransp. FL 4 νοῦς] ἄνθρωπος coni. Mang. τῶν ἀνεφίκτων Arm ἀνεφίκτων ἐρῶν] ἀνεπείκτων ἔργων UFL ὠδῖσιν] ὠδινήσει FL ὅτε] ὅταν UFL 5 ὠδίνει om. Arm, seclusi ὠδῖσι] ὠδινήσει FL 6 οὐ γὰρ] ὅθεν οὐ UL, ὅθε οὐ F 7 ὄι δ’ ἄν MAArm: ἄν δὲ UFL καὶ om. Mang. προφέρειν MArm: προσφέρειν ceteri 8 τῶ ἡμίσει UF 9 ψυχικῷ om. MA δεῖται] λέγεται Α ἱερεὺς Α 9. 10 Μωϋσέος F, Μώσεως MA 10 Μάριας MA ὠδῖσι UFArra 11 γένοιτο Α ἴσον] ἐννεὸν Α 12 ἐκ om. UFL κατεσθίῃ Mang. 14 οὗ om. A 15 ἐκεῖ post λέγει om. FL οὐ] οὖν Α 16 ἀδόλῳ χρυσίῳ Arm καὶ ante καθαρᾷ om. MA καθαρὰ M 18 ἀλλ’ M οὗ om. Α αὐτή MAArm: αὕτη UFL 19 κτωμένου MAArm: κεκτημένου UFL 20 οὐκ οὖν UFL 22 ἐκ MA: ἐπὶ UFL καλή] ἄφθαρτος Arm 23 φθείρεται UFL τοῦ om. UFL Philonis opera vol. I 6 δύο ποιοί, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, ὁ μὲν συνιστάμενος κατὰ τὴν φρόνησιν, ὁ δὲ φρονῶν κατὰ τὸ φρονεῖν· τούτων γὰρ ἕνεκα τῶν ποιῶν ἔσπειρεν ὁ θεὸς ἐν τῷ γηγενεῖ φρόνησίν τε καὶ ἀρετήν· τί γὰρ ὄφελος ἦν αὐτῆς, εἰ μὴ οἱ δεξόμενοι λογισμοὶ ὑπῆρχον καὶ τοὺς τύπους αὐτῆς ἐναπομαξόμενοι; ὥστ’ εἰκότως ἐκεῖ ἐστιν, ὅπου ἡ φρόνησις, ὅ τε φρόνιμος καὶ ὁ φρονῶν, οἱ δύο λίθοι. Legum_allegoriarum_libri_i_iii 80 μήποτε δὲ ὁ Ἰούδας ἐστὶ καὶ ὁ Ἰσσάχαρ· ὁ γὰρ τῆς τοῦ θεοῦ φρονήσεως ἀσκητὴς ἐξομολογεῖται εὐχαριστικῶς τῷ τὸ ἀγαθὸν ἀφθόνως δωρησαμένῳ, ὁ δὲ καὶ τὰ καλὰ καὶ σπουδαῖα ἐργάζεται· τοῦ μὲν οὖν ἐξομολογουμένου ὁ Ἰούδας σύμβολον, ἐφ’ οὗ καὶ ἵσταται τίκτουσα ἡ Λεία (Gen. 29, 35), τοῦ δὲ ἐργαζομένου τὰ καλὰ ὁ Ἰσσάχαρ, „ὑπέθηκε γὰρ τὸν ὦμον εἰς τὸ πονεῖν καὶ ἐγένετο ἀνὴρ γεωργός“ (Gen. 49, 15), ἐφ’ οὗ φησι Μωυσῆς σπαρέντος καὶ φυτευθέντος ἐν ψυχῇ „ἔστι μισθός“ (Gen. 30, 18), ὅπερ ἦν οὐκ ἀτελὴς ὁ πόνος ἀλλὰ στεφανούμενος ὑπὸ θεοῦ καὶ μισθοδοτούμενος. Legum_allegoriarum_libri_i_iii 81 ὅτι δὲ τούτων ποιεῖται μνήμην, δι’ ἑτέρων δηλοῖ, ὅταν ἐπὶ τοῦ ποδήρους φῇ· „καὶ συνυφανεῖς ἐν αὐτῷ λίθον τετράστιχον· στίχος λίθων ἔσται, σάρδιον τοπάζιον σμάραγδος ὁ στίχος ὁ εἷς“ — Ῥουβὴν Συμεὼν Λευί—· „καὶ ὁ στίχος“ φησίν "ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος„ (Exod. 28,17. 18) · ὁ δὲ σάπφειρος πράσινος λίθος ἐστίν. ἐγγέγλυπται δὲ τῷ μὲν ἄνθρακι ὁ Ἰούδας, τέταρτος γάρ, τῷ δὲ σαπφείρῳ ὁ Ἰσσάχαρ. Legum_allegoriarum_libri_i_iii 82 διὰ τί οὖν οὐχ ὥσπερ λίθον πράσινον εἴρηκεν, οὕτως καὶ λίθον ἀνθράκινον; ὅτι ὁ μὲν Ἰούδας ὁ ἐξομολογητικὸς τρόπος ἄυλός ἐστι καὶ ἀσώματος· καὶ γὰρ αὐτὸ τοὔνομα τὸ τῆς ἐξομολογήσεως ἐμφαίνει τὴν ἐκτὸς ἑαυτοῦ ὁμολογίαν· ὅταν γὰρ ἐκβῇ ὁ νοῦς ἑαυτοῦ καὶ ἑαυτὸν ἀνενέγκῃ θεῷ, ὥσπερ ὁ γέλως Ἰσαάκ, τηνικαῦτα ὁμολογίαν τὴν πρὸς τὸν ὄντα ποιεῖται· ἕως δὲ ἑαυτὸν ὑποτίθεται ὡς αἴτιόν τινος, μακρὰν ἀφέστηκε τοῦ παραχωρεῖν θεῷ καὶ ὁμολογεῖν αὐτῷ· καὶ αὐτὸ γὰρ τοῦτο τὸ ἐξομολογεῖσθαι 3 coni. Mang. ἐν add. Arm: om. codd. 4 αὐτοῖς Α δεξάμενοι UFL καὶ] οἱ Arm 5 ἐστιν codd.: εἰσιν Mang. 6 ὁ ante Ἰούδας om. FL ἐστί post Ἰσσάχαρ transp. UFL, om. Mang. 7 ’Iσάχαρ Α, Ἰσαχάρ U 8 ὁ δὲ ora. MAArm 9 ἐργάζεται ὁ Ἰσσάχαρ Arm 11 ὁ om. MAUArm Ἰσάχαρ AU 12 Μώσης MAArm 14 ὁ om. UFL 16 συνυφαν(??)εἰς Α στίχος λίθων UFArm: λίθων στίχος MAL 17 καὶ σμάραγδος UFL ὁ ante στίχος om. Α ‘Pουβὴν M: Ῥουβεὶμ Α, ‘Pουβὶμ UFL 18 καὶ om. Arm φησίν om. Arm ὁ ἄνθραξ καὶ ὁ σάπφειρος A 19 ὁ δὲ σάπφειρος om. U δὲ alterum om. UFL 20 ὁ prius om. Arm ut vid. ὁ alterum om. MAArm Ἰσάχαρ AU. διὰ τί] διότι F 22 ὁ μὲν] μὲν ὁ U, μὲν οὑν ὁ F, μὲν L ὁ ἐξομολογητικὸς MArm: ὁ om. ceteri 23 τὸ om. UFL ἐντὸς MA 24 ἑαυτοῦ FL: ἑαυτὸν MAU, om. Arm 26 αὐτὸν UFL ὑποτιθῆται Mang. 27 καὶ αὐτὸ γὰρ codd.: καὶ γὰρ αὐτὸ v τὸ om. UL νοητέον ὅτι ἔργον ἐστὶν οὐχὶ τῆς ψυχῆς, ἀλλὰ τοῦ φαίνοντος αὐτῇ Legum_allegoriarum_libri_i_iii 83 θεοῦ τὸ εὐχάριστον. ἄυλος μὲν δὴ ὁ ἐξομολογούμενος Ἰούδας. τῷ δὲ ἐκ πόνου προεληλυθότι Ἰσσάχαρ δεῖ καὶ ὕλης σωματικῆς· ἐπεὶ πῶς ἀναγνώσεται χωρὶς ὀμμάτων ὁ ἀσκητής; πῶς δὲ ἀκούσεται τῶν προτρεπτικῶν λόγων χωρὶς ἀκοῆς; πῶς δὲ σιτίων καὶ ποτῶν ἐφίξεται δίχα γαστρὸς καὶ τῆς περὶ αὐτὴν τερατουργίας; διὰ τοῦτο λίθῳ ἀπεικάσθη. Legum_allegoriarum_libri_i_iii 84 καὶ τὰ χρώματα μέντοι διάφορα· τῷ μὲν γὰρ ἐξομολογητικῷ οἰκεία χροιὰ ἡ τοῦ ἄνθρακος, πεπύρωται γὰρ ἐν εὐχαριστίᾳ θεοῦ καὶ μεθύει τὴν νήφουσαν μέθην, τῷ δὲ ἔτι πονοῦντι ἡ τοῦ πρασίνου λίθου, ὠχροὶ γὰρ οἱ ἐν ἀσκήσει διά τε τὸν τρύχοντα πόνον καὶ διὰ δέος τοῦ μὴ τυχεῖν ἂν ἴσως τοῦ κατ’ εὐχὴν τέλους. Legum_allegoriarum_libri_i_iii 85 Ἄξιον δὲ διαπορῆσαι, διὰ τί οἱ μὲν δύο ποταμοὶ ὁ Φεισὼν καὶ ὁ Γηὼν κυκλοῦσι χώρας, ὁ μὲν τὴν Εὐιλάτ, ὁ δὲ τὴν Αἰθιοπίαν, τῶν δὲ λοιπῶν οὐδέτερος, ἀλλ’ ὁ μὲν Τίγρις κατέναντι Ἀσσυρίων λέγεται εἶναι, ὁ δὲ Εὐφράτης οὐδενός· καίτοι γε πρὸς τὸ ἀληθὲς ὁ Εὐφράτης καὶ περιρρεῖ τινας χώρας καὶ ἀντικρὺς ἔχει πολλάς. ἀλλ’ οὐκ ἔστι περὶ τοῦ ποταμοῦ ὁ λόγος, ἀλλὰ περὶ ἤθους ἐπανορθώσεως. Legum_allegoriarum_libri_i_iii 86 λεκτέον οὖν ὅτι ἡ μὲν φρόνησις καὶ ἡ ἀνδρεία δύνανται κύκλον καὶ τεῖχος βαλέσθαι κατὰ τῶν ἐναντίων κακιῶν, ἀφροσύνης τε καὶ δειλίας, καὶ ἑλεῖν αὐτάς· ἀσθενεῖς γὰρ καὶ εὐάλωτοι ἀμφότεραι, καὶ γὰρ ὁ ἄφρων εὔληπτος τῷ φρονίμῳ καὶ ὁ δειλὸς ὑποπέπτωκε τῷ ἀνδρείῳ· ἡ δὲ σωφροσύνη ἀδυνατεῖ κυκλώσασθαι τὴν ἐπιθυμίαν καὶ ἡδονήν· χαλεπαὶ γὰρ ἀντίπαλοι καὶ δυσκαθαίρετοι. οὐχ ὁρᾷς ὅτι καὶ οἱ ἐγκρατέστατοι ἀνάγκῃ τοῦ θνητοῦ παραγίνονται ἐπὶ σιτία καὶ ποτά, ἐξ ὧν αἱ γαστρὸς ἡδοναὶ συνεστᾶσιν; ἀγαπητὸν οὖν ἐστιν ἀντιβῆναι καὶ μαχέσασθαι τῷ γένει τῆς ἐπιθυμίας. διὸ καὶ κατέναντι Ἀσσυρίων ἐστὶν ὁ Τίγρις ποταμός, ἡ σωφροσύνη τῆς 1 φαίνοντος] ἐνυφαίνοντος vel συνυφαίνοντος coni. Mang. 2 ἀχάριστον FL ὁ om. Α 3 δ’ UFL προσεληλυθότι UFL Ἰσάχαρ AU 5 σιτίον καὶ ποτὸν Α ἐφέξεται Α 6 λίθῳ πρασίνῳ coni. Mang. ἀπεικάσθαι Α 8 χροὰ M, χρόα Α ἡ om. U θεῶ FL 9 δ’ FL 11 ἄν ἴσως FLArm: ἀνίσως M, ἄνισος U, ἀνίας Α 12 Φυσῶν FL 13 Γηὼν M: Γεῶν ceteri χώρας τινάς UFL, χώρας om. Arm τὴν post μὲν] τῆς Α, τὴν γῆν Arm 14 Τίγρης AFL ἀπέναντι M 15 εἶναι] ἰέναι Arm 16 καὶ prius om. Arm ἀντικρὺ Α, ἄντικρυς FL 17 τοῦ om. UFL περὶ ἐπανορθώσεως ἤθους transp. UFL 18 ἡ alterum om. UL δύναται FL τεῖχος καὶ κύκλον transp. UFLArm βάλλεσθαι UFL 20 ἀμφότεροι U 20. 21 τῶν φρονίμων Α 21 ὁ om. UFL 22 χαλεποὶ coni. Wendl. καὶ ἀντίπαλοι UL 24 συνεστᾶσιν (sic) M: συνίστανται Α, παρεστᾶσιν U, παράστασιν FL 26 καὶ om. UFL ἐστὶν Ἀσσυρίων trausp. U Τίγρης AFL 6* ἡδονῆς. Legum_allegoriarum_libri_i_iii 87 ἡ δέ γε δικαιοσύνη, καθ’ ἣν ὁ Εὐφράτης ποταμὸς συνίσταται, οὔτε πολιορκεῖ καὶ περιτειχίζει τινὰ οὔτε ἀντιστατεῖ· διὰ τί; ὅτι ἀπονεμητικὴ τῶν κατ’ ἀξίαν ἐστὶν ἡ δικαιοσύνη καὶ τέτακται οὔτε κατὰ τὸν κατήγορον οὔτε κατὰ τὸν ἀπολογούμενον, ἀλλὰ κατὰ τὸν δικαστήν. ὥσπερ οὖν ὁ δικαστὴς οὔτε νικῆσαί τινας προῄρηται οὔτε πολεμῆσαί τισι καὶ ἐναντιωθῆναι, γνώμην δὲ ἀποφηνάμενος βραβεύει τὸ δίκαιον, οὕτως ἡ δικαιοσύνη οὐδενὸς οὖσα ἀντίδικος ἀπονέμει τὸ κατ’ ἀξίαν ἑκάστῳ πράγματι. Legum_allegoriarum_libri_i_iii 88 „Καὶ ἔλαβε κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἐποίησε καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ, ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν“ (Gen. 2, 15). τοῦ πλασθέντος διαφέρει ὃν ἐποίησεν ὁ θεὸς ἄνθρωπον, ὡς εἶπον· ὁ μὲν γὰρ πλασθεὶς νοῦς ἐστι γεωδέστερος, ὁ δὲ ποιηθεὶς ἀυλότερος, φθαρτῆς ὕλης ἀμέτοχος, καθαρωτέρας καὶ εἱλικρινεστέρας τετυχηκὼς συστάσεως. Legum_allegoriarum_libri_i_iii 89 τοῦτον οὖν τὸν καθαρὸν νοῦν λαμβάνει ὁ θεός, οὐκ ἐῶν ἐκτὸς ἑαυτοῦ βαίνειν, καὶ λαβὼν τίθησιν ἐν ταῖς ἐρριζωμέναις καὶ βλαστανούσαις ἀρεταῖς, ἵνα ἐργάζηται αὐτὰς καὶ φυλάττῃ. πολλοὶ γὰρ ἀσκηταὶ γενόμενοι τῆς ἀρετῆς ἐπὶ τοῦ τέλους μετέβαλον· ᾧ δὲ παρέχει ὁ θεὸς ἐπιστήμην βεβαίαν, τούτῳ δίδωσιν ἀμφότερα, ἐργάζεσθαί τε τὰς ἀρετὰς καὶ μηδέποτε αὐτῶν ἀφίστασθαι, ἀλλ’ ἀεὶ ταμιεύειν καὶ φυλάττειν ἑκάστην. τὸ μὲν οὖν „ἐργάζεσθαι“ ἀντὶ τοῦ πράττειν, τὸ δὲ „φυλάττειν“ ἀντὶ τοῦ μνημονεύειν. Legum_allegoriarum_libri_i_iii 90 „Καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ Ἀδὰμ λέγων· ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 16. 17). ποίῳ Ἀδὰμ ἐντέλλεται καὶ τίς ἐστιν οὗτος, διαπορητέον· οὐ γὰρ μέμνηται πρότερον αὐτοῦ, νυνὶ δὲ πρῶτον ὠνόμακεν αὐτόν. μήποτ’ οὖν βούλεταί σοι τοῦ πλαστοῦ ἀνθρώπου παραστῆσαι τοὔνομα. κάλει δή, φησίν, 2 διὰ τί om. Arm 3 ἡ δικαιοσύνη om. UFL 4 οὔτε κατὰ τὸν ἀπολογούμενον om. FL 5 τινα U προείρηται AF 6 δ’ UFL βραβεύει] βαρύνει L 7 οὕτως καὶ UFL τό] τὰ FL 9 καὶ prius om. FL 10 φυλάττειν FL 13 ἀϋλώτερος FL 14 λαμβάνει UFLArm: λαμβάνει τε MAP 15 αὐτοῦ U τίθησιν ἐντὸς Arm 17 γὰρ om. FL μετέλαβον U ᾦ δὲ] ὧδε F 18 ἐργάζεσθαί τε codd.: τε om. Arm, τὸ ἐργάζεσθαι v 19 αἰεὶ UFL 23 βρώσει om. UFL φαγῇ (sic) MAP: φάγεσαι UFL 24 γινώσκειν καλὸν καὶ πονηρὸν MAPArm: εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ UFL φάγεσαι UFL ἀπ’ αὐτοῦ om. UFL ᾗ δ’ ἄν ἡμέρᾳ] ὅτι ἐν ἡμέρα ἡ UFL 25 φάγητε MAP: φάγῃ UFL 26 καὶ om. Arm 27 πρῶτον] πρότερον AP ὠνόμασεν FL 27. 28 βεβούληται MAP 28 κάλει scripsi: καλεῖ codtl. δή M: δέ ceteri αὐτὸν γῆν· τοῦτο γὰρ Ἀδὰμ ἑρμηνεύεται, ὥστε ὅταν ἀκούῃς Ἀδάμ, γήϊνον καὶ φθαρτὸν νοῦν εἶναι νόμιζε· ὁ γὰρ κατ’ εἰκόνα οὐ γήϊνος, ἀλλ’ οὐράνιος. Legum_allegoriarum_libri_i_iii 91 ζητητέον δέ, διὰ τί πᾶσιν ἐπιτιθεὶς τοῖς ἄλλοις τὰ ὀνόματα οὐκ ἐπιτέθεικεν ἑαυτῷ. τί οὖν λεκτέον; ὁ νοῦς ὁ ἐν ἑκάστῳ ἡμῶν τὰ μὲν ἄλλα δύναται καταλαβεῖν, ἑαυτὸν δὲ γνωρίσαι ἀδυνάτως ἔχει· ὥσπερ γὰρ ὁ ὀφθαλμὸς τὰ μὲν ἄλλα ὁρᾷ, ἑαυτὸν δὲ οὐχ ὁρᾷ, οὕτως καὶ ὁ νοῦς τὰ μὲν ἄλλα νοεῖ, ἑαυτὸν δὲ οὐ καταλαμβάνει· εἰπάτω γάρ, τίς τέ ἐστι καὶ ποταπός, πνεῦμα ἢ αἷμα ἢ πῦρ ἢ ἀὴρ ἢ ἕτερόν τι [σῶμα], ἢ τοσοῦτόν γε ὅτι σῶμά ἐστιν ἢ πάλιν ἀσώματον. εἶτ’ οὐκ εὐήθεις οἱ περὶ θεοῦ σκεπτόμενοι οὐσίας; οἳ γὰρ τῆς ἰδίας ψυχῆς τὴν οὐσίαν οὐκ ἴσασι, πῶς ἂν περὶ τῆς τῶν ὅλων ψυχῆς ἀκριβώσαιεν; ἡ γὰρ τῶν ὅλων ψυχὴ ὁ θεός ἐστι κατὰ ἔννοιαν. Legum_allegoriarum_libri_i_iii 92 εἰκότως οὖν ὁ Ἀδάμ, τουτέστιν ὁ νοῦς, τὰ ἄλλα ὀνομάζων καὶ καταλαμβάνων ἑαυτῷ ὄνομα οὐκ ἐπιτίθησιν, ὅτι ἑαυτὸν ἀγνοεῖ καὶ τὴν ἰδίαν φύσιν. ἐντέλλεται δὲ τούτῳ καὶ οὐχὶ τῷ κατ’ εἰκόνα καὶ κατὰ τὴν ἰδέαν γεγονότι· ἐκεῖνος μὲν γὰρ καὶ δίχα προτροπῆς ἔχει τὴν ἀρετὴν αὐτομαθῶς, οὗτος δ’ ἄνευ διδασκαλίας οὐκ ἂν φρονήσεως ἐπιλάχοι. Legum_allegoriarum_libri_i_iii 93 διαφέρει δὲ τρία ταῦτα· πρόσταξις, ἀπαγόρευσις, ἐντολὴ καὶ παραίνεσις· ἡ μὲν γὰρ ἀπαγόρευσις περὶ ἁμαρτημάτων γίνεται καὶ πρὸς φαῦλον, ἡ δὲ πρόσταξις περὶ κατορθωμάτων, ἡ δὲ παραίνεσις πρὸς τὸν μέσον, τὸν μήτε φαῦλον μήτε σπουδαῖον· οὔτε γὰρ ἁμαρτάνει, ὡς ἀπαγορεύειν ἄν τινα αὐτῷ, οὔτε κατορθοῖ κατὰ τὴν τοῦ ὀρθοῦ λόγου πρόσταξιν, ἀλλὰ χρείαν ἔχει παραινέσεως τῆς ἀνέχειν μὲν τῶν φαύλων διδασκούσης, 1 οὖν UFL, ὥστε νῦν Turn. ὅταν ἀκούῃς] εἴ τι ἀκούσεις UFL 2 νοῦν om. MFL νόμισον U 3 ἐπιθεὶς UFL 4 καὶ ante ἑαυτῷ add. UFL ὁ aute ἐν om. D 6 οὐχ ὁρᾶ] οὐ βλέπει FL 7 τὰ μὲν ἄλλα νοεῖ om. D δὲ] μὲν DPDM, om. DR γάρ τις DArm 8 τίς τέ codd.: τίς DRArm, τί DPDM πνεῦμα ἢ ἀὴρ ἡ πῦρ ἡ αἷμα Arm ἕτερόν τι DArm: τι ἕτερον MUFL, τί ἕτερον AP σῶμα om. D, seclusi 9 ὅτι] ἡ ὅτι UFL πάλιν ἣ transp. UFL ἀσώματος DR εἶτα UFL 10 οἲ] οἱ P, εἰ Arm 12 ὁ bis om, UFL 13 ὀνομάζων] νομίζων UL 14 καὶ om. Arm 15 καὶ οὐχὶ MAPArm: ἀλλ’ οὐχὶ UFL κατὰ om. FL 16 τὴν ἀρετὴν ἔχει transp. FL 18 ἐντολὴ καὶ om. Mang. ἐντολὴ — ἀπαγόρευσις om. AP 19 περὶ om. UFLArm ἣ γίνεται ULArm, ἢ γίνεται F 20 περὶ addidi κατορθωμάτων πρὸς σπουδαῖον coni. Mang., πρὸς τὸν αὐτὸν 20.21 μήτε σπουδαῖον μήτε φαῦλον Arm 21 τινα] τι Arm 22 αὐτὸν AP κατὰ τοῦ τὴν (sic) F 23 ἀνέχειν AP: ἀνέχεσθαι M, ἀπέχειν UFL(Arm ut vid.) 2 Ambros de Paradiso 2, 11 . . . quidam Adam νοῦν terrenum interpretati sunt. 4—9 DP fol. 376r DM fol. 282r DR fol. 279v τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τῶν Μωυσέως (sic): ὁ νοῦς — ἀσώματον. προτρεπούσης δὲ ἐφίεσθαι τῶν ἀστείων. Legum_allegoriarum_libri_i_iii 94 τῷ μὲν οὖν τελείῳ τῷ κατ’ εἰκόνα προστάττειν ἢ ἀπαγορεύειν ἢ παραινεῖν οὐχὶ δεῖ, οὐδενὸς γὰρ τούτων ὁ τέλειος δεῖται, τῷ δὲ φαύλῳ προστάξεως καὶ ἀπαγορεύσεως χρεία, τῷ δὲ νηπίῳ παραινέσεως καὶ διδασκαλίας, ὥσπερ τῷ τελείῳ γραμματικῷ ἢ μουσικῷ οὐδενὸς δεῖ παραγγέλματος τῶν εἰς τὰς τέχνας, τῷ δὲ σφαλλομένῳ περὶ τὰ θεωρήματα ὡσανεί τινων νόμων προστάξεις καὶ ἀπαγορεύσεις ἐχόντων, τῷ δὲ ἄρτι μανθάνοντι διδασκαλίας. Legum_allegoriarum_libri_i_iii 95 εἰκότως οὖν τῷ γηίνῳ νῷ μήτε φαύλῳ ὄντι μήτε σπουδαίῳ ἀλλὰ μέσῳ τὰ νῦν ἐντέλλεται καὶ παραινεῖ. ἡ δὲ παραίνεσις γίνεται δι’ ἀμφοτέρων τῶν κλήσεων καὶ τοῦ κυρίου καὶ τοῦ θεοῦ, „ἐνετείλατο“ γὰρ „κύριος ὁ θεός“, ἵνα, εἰ μὲν πείθοιτο ταῖς παραινέσεσιν, ὑπὸ τοῦ θεοῦ εὐεργεσιῶν ἀξιωθείη, εἰ δὲ ἀφηνιάζοι, ὑπὸ τοῦ κυρίου ὡς δεσπότου καὶ ἐξουσίαν ἔχοντος σκορακίζοιτο. Legum_allegoriarum_libri_i_iii 96 διόπερ καὶ ὅτε ἐκβάλλεται τοῦ παραδείσου, τὰς αὐτὰς κλήσεις παρείληφε, λέγει γάρ· „καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη“ (Gen. 3, 23), ἵνα, ἐπεὶ καὶ ὡς δεσπότης ὁ κύριος καὶ ὡς εὐεργέτης ὁ θεὸς ἐνετέλλετο, πάλιν ὡς ἀμφότερα ὢν τὸν παρακούσαντα τιμωρῆται· δι’ ὧν γὰρ προὔτρεπε δυνάμεων, διὰ τούτων τὸν ἀπειθοῦντα ἀποπέμπεται. Legum_allegoriarum_libri_i_iii 97 Ἃ δὲ παραινεῖ, ταῦτά ἐστιν· „ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ“ (Gen. 2, 16). προτρέπει τὴν τοῦ ἀνθρώπου ψυχὴν μὴ ἀφ’ ἑνὸς ξύλου μηδ’ ἀπὸ μιᾶς ἀρετῆς ἀλλ’ ἀπὸ πασῶν τῶν ἀρετῶν ὠφελεῖσθαι· τὸ γὰρ φαγεῖν σύμβολόν ἐστι τροφῆς ψυχικῆς· τρέφεται δὲ ἡ ψυχὴ ἀναλήψει τῶν καλῶν καὶ πράξει τῶν κατορθωμάτων. Legum_allegoriarum_libri_i_iii 98 μὴ μόνον δέ φησι „φάγῃ“, ἀλλὰ καὶ „βρώσει“, τουτέστι καταλέσας καὶ ἐπιλεάνας μὴ ἰδιώτου ἀλλ’ ἀθλητοῦ τρόπον τὴν τροφήν, ἵνα ἰσχὺν καὶ δύναμιν περιποιήσῃ· καὶ γὰρ τοῖς ἀθληταῖς οἱ ἀλεῖπται παραγγέλλουσι μὴ κάπτειν, ἀλλὰ κατὰ σχολὴν λεαίνειν, ἵνα πρὸς ἰσχὺν 1 ἐφικέσθαι UFL τελείω τῶ MAPArm: τελείω καὶ UFL 2 ἢ παραινεῖν om. FL 2. 3 τούτων om. FL 3 ἐστι post προστάξεως add. FL, post ἀπαγορεύσεως UArm 5 δεῖ] δεῖται F τῶν om. Arm 5. 6 ἐσφαλμένῳ UFL 6 περὶ] παρὰ UFL 8 γηίνων (om. νῷ) P νῷ] νοΐ UFL, τῷ Arm 13 αὐτὰς] αὐτῶν L, αὐτὰς ταύτας Arm 16 ἐπεὶ FL: εἴπῃ MAPU, ἐπίῃ Arm 17 ἐνετέλλετο, πάλιν om. Arm, tum pergit: ὡς δι’ ἀμφοτέρων τ. π. τιμωρεῖσθαι ὢν] ὧν AP τιμωρῆται U: τιμωρεῖται ceteri 18 προὔτρεπε] προὔπεμπε FL τὸν ἀπειθοῦντα om. Arm ἀποπέμψεται Arm 19 ταῦτ’ U 19. 20 τοὐ παραδείσου Arm 20 φαγῇ codd. προυτρέπει F 20. 21 τοῦ ἀνθρώπου om. UFLArm 21 post ψυχὴν add. μὲν UFL μηδὲ UFL 23 ἀντιλήψει Mang. 24 δέ om. Arm φάγῃς MARFL, φαγῆς U καὶ om. MAP 25 ἀλλὰ MAP ἶνα om. UFL 27 κάπτειν Wendl. (Arm ut vid.): κόπτειν codd. ἐπιδιδῶσιν· ἑτέρως γὰρ ἐγὼ καὶ ὁ ἀθλητὴς τρεφόμεθα, ἐγὼ μὲν γὰρ ἕνεκα τοῦ ζῆν μόνον, ὁ δὲ ἀθλητὴς καὶ ἕνεκα τοῦ πιαίνεσθαι καὶ ῥώννυσθαι, παρὸ καὶ ἕν τι τῶν ἀσκητικῶν ἐστι τὸ λεαίνεσθαι τροφήν. τὸ „βρώσει φαγεῖν“ ἐστι τοιοῦτον. ἔτι δὲ ἀκριβέστερον διατυπώσωμεν αὐτό. Legum_allegoriarum_libri_i_iii 99 τὸ τιμᾶν τοὺς γονεῖς ἐδώδιμον καὶ τρόφιμόν ἐστιν· ἀλλ’ ἑτέρως οἱ ἀγαθοὶ καὶ οἱ φαῦλοι τιμῶσιν, οἱ μὲν γὰρ διὰ τὸ ἔθος, οἵτινες οὐ βρώσει ἐσθίουσιν, ἀλλὰ μόνον ἐσθίουσι· πότε οὖν καὶ βρώσει; ὅταν ἀναπτύξαντες καὶ τὰς αἰτίας ἐρευνήσαντες κρίνωσιν ἑκουσίως, ὅτι καλὸν τοῦτ’ ἐστίν· αἱ δὲ αἰτίαι τοιαῦται· ἐγέννησαν ἡμᾶς, ἔθρεψαν, ἐπαίδευσαν, πάντων αἴτιοι γεγόνασιν ἀγαθῶν. πάλιν ἐδώδιμον τὸ τὸν ὄντα τιμᾶσθαι· τότε δὲ „βρώσει“, ὅταν καὶ μετὰ τῆς τοῦ κεφαλαίου ἀναπτύξεως καὶ τῆς τῶν αἰτιῶν ἀποδόσεως. Legum_allegoriarum_libri_i_iii 100 „ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ“ (Gen. 2, 17). οὐκοῦν οὐκ ἔστιν ἐν τῷ παραδείσῳ τὸ ξύλον τοῦτο· εἰ γὰρ ἀπὸ παντὸς ἐσθίειν παραγγέλλει τῶν ἐν τῷ παραδείσῳ, ἀπὸ δὲ τούτου μὴ φαγεῖν, δῆλον ὅτι οὐκ ἔστιν ἐν τῷ παραδείσῳ· καὶ φυσικῶς· ἔστι γάρ, ὡς ἔφην, οὐσίᾳ καὶ οὐκ ἔστι δυνάμει. ὥσπερ γὰρ ἐν τῷ κηρῷ δυνάμει μέν εἰσι πᾶσαι αἱ σφραγῖδες, ἐντελεχείᾳ δὲ μόνη ἡ τετυπωμένη, οὕτως καὶ ἐν τῇ ψυχῇ κηροειδεῖ ὑπαρχούσῃ πάντες οἱ τύποι περιέχονται δυνάμει, οὐκ ἀποτελέσματι, κρατεῖ δὲ ὁ εἷς χαραχθεὶς ἐν αὐτῇ, ἕως μὴ ἀπαλήλιπται ὑφ’ ἑτέρου ἐναργέστερον καὶ ἐκδήλως μᾶλλον ἐπιχαράξαντος. Legum_allegoriarum_libri_i_iii 101 ἑξῆς κἀκεῖνο διαπορητέον· ὅτε μὲν παραινεῖ ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου ἐσθίειν, ἕνα προτρέπει, ὅτε δὲ ἀπαγορεύει χρῆσθαι τῷ πονηροῦ καὶ καλοῦ αἰτίῳ, πλείοσι διαλέγεται· ἐκεῖ μὲν γάρ φησιν „ἀπὸ παντὸς φάγῃ“, ἐνταῦθα δὲ „οὐ φάγεσθε“ καὶ „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε“, οὐχὶ φάγῃς, καὶ 1 MU 3 λεαίνεσθαι] ἀνελέσθαι UFL τὸ alt.] τὸ δὲ MAP 4 τοιοῦτο U 5 τὸ om. Mang. 7 ἀλλὰ μόνον ἐσθίουσι om. Arra ὅταν] ὅτε FL τὸ κεφάλαιον ἀναπτύξαντες coni. Mang. 8 κρίνουσιν UFL 10 τὸ add. Wendl. τότε τὸ codd. 12 αἰτιῶν M: αἰτίων ceteri καὶ] ἡ MAP 13 ἀπ’] ἐξ UFL οὔκουν F 14 εἰ γὰρ codd.: εἴπερ v 15 τῶν] τὸν AP ἀπὸ — παραδείσῳ om. FL δηλονότι codd. 16. 17 ἐν τῷ π. φυσικῶς, ἀλλὰ δυνάμει· ἔστι δὲ οὐσίᾳ καὶ οὑ δυνάμει Arm 16 ἐστι FL: ἔστι τε ceteri ὡς ἔφην post οὐσίᾳ transp. UFL 18 ἐνδελεχεία FL ἐντετυπωμένη Arm 19 οὐκ om. FL 19. 20 ἀποτελέσματι δὲ κρατεῖ (om. οὐκ) v 20 εἷς] ἀεὶ Arm αὐτὴ MArm: αὐτῶ ceteri ἕως] ὡς MAP ἀπαλήλιπται MArm: ἀπ’ cum lacuna AP, ἀπήλειπται UF, ἀπολείπηται L, ἀπαλείφηται Turn. Mang. 21 ἐνεργέστερον UFLArm ἐπιχαραχθέντος coni. Creuzer ἑξῆς] ἐξ ἧς APF 22 ὅτε] ὅτι AP τοῦ παραδείσου MArm: τοῦ ἐν τῶ παραδείσω APU, ἐν τῶ παραδείσω FL 22. 23 ἑνὶ προτρέπει UFL, ἓν ἀποτρέπει M 23 τῷ ξύλῳ (nec plura) Arm 24 ὡς πλείοσι UFL φησιν om. Arm φάγῃ MAP: φάγῃς FL, φαγῆς U 2.5 οὐχὶ] οὐ U φαγῆς P, φαγῇ Mang. ἀποθανεῖσθαι U „ἀποθανεῖσθε“, οὐχὶ ἀποθανῇ. Legum_allegoriarum_libri_i_iii 102 λεκτέον οὖν τάδε, ὅτι πρῶτον μὲν σπάνιόν ἐστι τἀγαθόν, τὸ δὲ κακὸν πολύχουν· διὰ τοῦτο σοφὸν μὲν εὑρεῖν ἕνα μόνον ἔργον, φαύλων δὲ πλῆθος ἀναρίθμητον· εἰκότως οὖν ἑνὶ παραγγέλλει ταῖς ἀρεταῖς ἐντρέφεσθαι, πολλοῖς δὲ περὶ τοῦ πανουργίας ἀπέχεσθαι, ταύτῃ γὰρ μυρίοι χρῶνται. Legum_allegoriarum_libri_i_iii 103 δεύτερον δέ , εἰς ἀρετῆς ἀνάληψίν τε καὶ χρῆσιν ἑνὸς μόνου δεῖ τοῦ λογισμοῦ· τὸ δὲ σῶμα οὐχ οἷον οὐ συνεργεῖ πρὸς τοῦτο, ἀλλὰ καὶ κωλυσιεργεῖ· σχεδὸν γὰρ σοφίας ἔργον τοῦτ’ ἐστίν, ἀλλοτριοῦσθαι πρὸς τὸ σῶμα καὶ τὰς ἐπιθυμίας αὐτοῦ· εἰς δὲ ἀπόλαυσιν κακίας οὐ μόνον δεῖ πως ἔχειν τὸν νοῦν, ἀλλὰ καὶ τὴν αἴσθησιν καὶ τὸν λόγον καὶ τὸ σῶμα· Legum_allegoriarum_libri_i_iii 104 ὁ γὰρ φαῦλος δεῖται τούτων ἁπάντων πρὸς ἐκπλήρωσιν τῆς ἰδίας κακίας· ἐπεὶ πῶς ἐκλαλήσει μυστήρια φωνητήριον οὐκ ἔχων ὄργανον; πῶς δὲ ταῖς ἡδοναῖς χρήσεται γαστρὸς καὶ τῶν αἰσθητηρίων στερόμενος; δεόντως οὖν ἑνὶ μὲν τῷ λογισμῷ διαλέγεται περὶ κτήσεως ἀρετῆς, μόνου γάρ, ὡς ἔφην, ἐστὶν αὐτοῦ χρεία πρὸς τὴν ἀνάληψιν αὐτῆς, περὶ δὲ κακίας πλείοσι, ψυχῇ, λόγῳ, αἰσθήσεσι, σώματι, διὰ πάντων γὰρ τούτων ἐμφαίνεται. Legum_allegoriarum_libri_i_iii 105 λέγει γε μήν· „ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε“ (Gen. 2, 17). καὶ φαγόντες οὐχ οἷον οὐκ ἀποθνῄσκουσιν, ἀλλὰ καὶ παιδοποιοῦνται καὶ ἑτέροις τοῦ ζῆν αἴτιοι καθίστανται. τί οὖν λεκτέον; ὅτι διττός ἐστι θάνατος, ὁ μὲν ἀνθρώπου, ὁ δὲ ψυχῆς ἴδιος· ὁ μὲν οὖν ἀνθρώπου χωρισμός ἐστι ψυχῆς ἀπὸ σώματος, ὁ δὲ ψυχῆς θάνατος ἀρετῆς μὲν φθορά ἐστι, κακίας δὲ ἀνάληψις. Legum_allegoriarum_libri_i_iii 106 παρὸ καί φησιν οὐκ ἀποθανεῖν αὐτὸ μόνον ἀλλὰ „θανάτῳ ἀποθανεῖν“, δηλῶν οὐ τὸν κοινὸν ἀλλὰ τὸν ἴδιον καὶ κατ’ ἐξοχὴν θάνατον, ὅς ἐστι ψυχῆς ἐντυμβευομένης πάθεσι καὶ κακίαις ἁπάσαις. καὶ σχεδὸν οὗτος ὁ θάνατος μάχεται ἐκείνῳ· ἐκεῖνος μὲν γὰρ διάκρισίς ἐστι τῶν συγκριθέντων σώματός τε καὶ ψυχῆς, οὗτος δὲ τοὐναντίον σύνοδος ἀμφοῖν, 1 M: ἀποθάνης UFL, ἀποθανεῖν AP τόδε πρῶτον ὅτι Arm 2 τὸ UFLD σοφῶν AP σοφὸν μὲν καὶ πιστὸν D (Mang.) 3 μόνον om. ἔργον om. FL τὸ πλῆθος MAP ἀνάριθμον AP, ἀνήριθμον M 4 περὶ τοῦ MUFLArra: τοῦ (om. περὶ) AP, περιττοῦ v 5 δεύτερον δέ Arm: δέ om. codd. 6 δεῖ] δεῖται FL οὐχ om. Arm 8 ἔργον om. Arm ἐστὶ τοῦτο Arm 9 πῶς MP, om. Arm 10 post λόγον add. ὡς UFL φαῦλος] λόγος Arm 13 αἰσθητικῶν UFL στερόμενος MUF: στερούμενος APL ἑνὶ μὲν] ἐν μόνω UFL 14 ὡς ἔφην om. MAP 15 πρὸς τὴν ἀνάληψιν αὐτῆς om. U 16 αἰσθήσει coni. Mang. σώματι Arm (coni. Mang.): σώματος codd. 18 καὶ] καὶ μὴν Arm 20 διττῶς AP 22 ἐστι om. Arm 23 οὐκ] οὐχὶ τὸ Arm ἀλλὰ τὸ Arm 24 ἴδιον] ἀίδιον UFL 25 ἀπάσαις om. Arm 1—3 DP fol. 268r Διδύμου) DR fol. 230v Φίλωνος: σπάνιον μέν ἐστι—ἀναρίθμητον. κρατοῦντος μὲν τοῦ χείρονος σώματος, κρατουμένου δὲ τοῦ κρείττονος ψυχῆς. Legum_allegoriarum_libri_i_iii 107 ὅπου δ’ ἂν λέγῃ „θανάτῳ ἀποθανεῖν“, παρατήρει ὅτι θάνατον τὸν ἐπὶ τιμωρίᾳ παραλαμβάνει, οὐ τὸν φύσει γινόμενον· φύσει μὲν οὖν ἐστι, καθ’ ὃν χωρίζεται ψυχὴ ἀπὸ σώματος, ὁ δὲ ἐπὶ τιμωρίᾳ συνίσταται, ὅταν ἡ ψυχὴ τὸν ἀρετῆς βίον θνῄσκῃ, τὸν δὲ κακίας ζῇ Legum_allegoriarum_libri_i_iii 108 μόνον. εὖ καὶ ὁ Ἡράκλειτος κατὰ τοῦτο Μωυσέως ἀκολουθήσας τῷ δόγματι, φησὶ γάρ· „Ζῶμεν τὸν ἐκείνων θάνατον, τεθνήκαμεν δὲ τὸν ἐκείνων βίον," ὡς νῦν μέν, ὅτε ζῶμεν, τεθνηκυίας τῆς ψυχῆς καὶ ὡς ἂν ἐν σήματι τῷ σώματι ἐντετυμβευμένης, εἰ δὲ ἀποθάνοιμεν, τῆς ψυχῆς ζώσης τὸν ἴδιον βίον καὶ ἀπηλλαγμένης κακοῦ καὶ νεκροῦ συνδέτου τοῦ σώματος. 1 κρατουμένης FL 1. 2 τῆς ψυχῆς τοῦ κρείττονος FL 2 δ’ ἄν οὑν FL 3 λαμβάνει UFL 4 καθ' ὃν UFL: καθὸ MAP δ’ UFL 6 εὖ] οὗ L Μωϋσέος MAPF 7 γὰρ om. MAP 8 ὅτε ζῶμεν MAPArm: ὅτι ἐνζῶμεν UFL 10. 11 κακοῦ — σώματος] κακῶν καὶ μακρῶν νόσων Arm 11 τοῦ συνδέτου tiansp. UFL subscriptio in UF: νόμων ἱερῶν ἀλληγορίας δεύτερον: — φίλωνος εἰς τὸ ποιήσωμεν βοηθὸν κατ’ αὐτόν M, φίλωνος τὴν (sic) μετὰ τὴν ἑξαήμερον Α, tit. om. PArm 4 μόνον alterum om. AP καὶ om. Arm 6 καὶ MArm: ὁ AP, ὃ V αὐτὸν μόνον Arm ἄν εἴη] ἀνύει AP τὸ ante εἶναι om. Arm 8 καὶ om. Arm 10 ἥδε om. AP 12 ψυχὴ καὶ σῶμα Arm ψυχῆς om. Arm ἄλογον MArm λόγον AP καὶ λογικόν Arm σώματος] σῶμα Arm 14 ἄλλῳ om. Arm ὃ] ἄλλο Arm ἄν] ἐὰν Arm 15 ἐστιν] ἔσται coni. Wendl. αὐτῷ om. Arm ἴσον τι Arm 16 προκρίνεται AP 18 δὲ MArm: δὲ καὶ AP 6 Heracl. frg. 67 Byw. ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ ΤΩΝ META THN ΕΞΑΗΜΕΡΟΝ TO ΔΕΥΤΕΡΟΝ Legum_allegoriarum_libri_i_iii 1 „Καὶ εἶπε κύριος ὁ θεός Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν“ (Gen. 2, 18). διὰ τί τὸν ἄνθρωπον, ὦ προφῆτα, οὐκ ἔστι καλὸν εἶναι μόνον; ὅτι, φησί, καλόν ἐστι τὸν μόνον εἶναι μόνον· μόνος δὲ καὶ καθ’ αὑτὸν εἷς ὢν ὁ θεός, οὐδὲν δὲ ὅμοιον θεῷ· ὥστ’ ἐπεὶ τὸ μόνον εἶναι τὸν ὄντα καλόν ἐστι — καὶ γὰρ περὶ μόνον αὐτὸν τὸ καλόν —, οὐκ ἂν εἴη καλὸν τὸ εἶναι τὸν ἄνθρωπον μόνον. Legum_allegoriarum_libri_i_iii 2 τὸ δὲ μόνον εἶναι τὸν θεὸν ἔστι μὲν ἐκδέξασθαι καὶ οὕτως, ὅτι οὔτε πρὸ γενέσεως ἦν τι σὺν τῷ θεῷ οὔτε κόσμου γενομένου συντάττεταί τι αὐτῷ· χρῄζει γὰρ οὐδενὸς τὸ παράπαν. ἀμείνων δὲ ἥδε ἡ ἐκδοχή· ὁ θεὸς μόνος ἐστὶ καὶ ἕν, οὐ σύγκριμα, φύσις ἁπλῆ, ἡμῶν δ’ ἕκαστος καὶ τῶν ἄλλων ὅσα γέγονε πολλά· οἷον ἐγὼ πολλά εἰμι, ψυχὴ σῶμα, καὶ ψυχῆς ἄλογον λογικόν, πάλιν σώματος θερμὸν ψυχρὸν βαρὺ κοῦφον ξηρὸν ὑγρόν· ὁ δὲ θεὸς οὐ σύγκριμα οὐδὲ ἐκ πολλῶν συνεστώς, ἀλλ’ ἀμιγὴς ἄλλῳ· ὃ γὰρ ἂν προσκριθῇ Legum_allegoriarum_libri_i_iii 3 θεῷ, ἢ κρεῖσσόν ἐστιν αὐτοῦ ἢ ἔλασσον ἢ ἴσον αὐτῷ· οὔτε δὲ ἴσον οὔτε κρεῖσσόν ἐστι θεοῦ, ἔλασσόν γε μὴν οὐδὲν αὐτῷ προσκρίνεται· εἰ δὲ μή, καὶ αὐτὸς ἐλαττωθήσεται· εἰ δὲ τοῦτο, καὶ φθαρτὸς ἔσται, ὅπερ οὐδὲ θέμις νοῆσαι. τέτακται οὖν ὁ θεὸς κατὰ τὸ ἓν καὶ τὴν μονάδα, μᾶλλον δὲ ἡ μονὰς κατὰ τὸν ἕνα θεόν· πᾶς γὰρ ἀριθμὸς νεώτερος κόσμου, ὡς καὶ Legum_allegoriarum_libri_i_iii 4 χρόνος, ὁ δὲ θεὸς πρεσβύτερος κόσμου καὶ δημιουργός. οὐδένα δὲ ἄνθρωπον καλόν ἐστιν εἶναι μόνον. δύο γὰρ ἀνθρώπων γένη, τό τε κατὰ τὴν εἰκόνα γεγονὸς καὶ τὸ πεπλασμένον ἐκ γῆς· οὔτε δὲ τῷ κατ’ εἰκόνα ἀνθρώπῳ καλόν ἐστιν εἶναι μόνῳ — ἐφίεται γὰρ τῆς εἰκόνος· ἡ γὰρ εἰκὼν τοῦ θεοῦ ἀρχέτυπος ἄλλων ἐστί· πᾶν δὲ μίμημα ποθεῖ τοῦτο, οὗπέρ ἐστι μίμημα, καὶ μετ’ ἐκείνου τάττεται — οὔτε τῷ πλαστῷ πολὺ μᾶλλον καλόν ἐστιν εἶναι μόνῳ, ἀλλὰ καὶ ἀδύνατον, καὶ γὰρ αἰσθήσεις καὶ πάθη καὶ κακίαι καὶ μυρία ἄλλα τούτῳ τῷ νῷ συνέζευκται καὶ συνήρμοσται. Legum_allegoriarum_libri_i_iii 5 τῷ δὲ δευτέρῳ ἀνθρώπῳ βοηθὸς συνίσταται, πρῶτον μὲν γενητός, „ποιήσωμεν“ γάρ φησιν "αὐτῷ βοηθόν“, ἔπειτα δὲ νεώτερος τοῦ βοηθουμένου· πρότερον μὲν γὰρ ἔπλασε τὸν νοῦν, μέλλει δὲ πλάττειν τὸν βοηθὸν αὐτοῦ. ἀλλὰ καὶ ταῦτα φυσικῶς ἀλληγορεῖ· ἡ γὰρ αἴσθησις καὶ τὰ πάθη τῆς ψυχῆς εἰσι βοηθοὶ νεώτεροι τῆς ψυχῆς. πῶς μὲν οὖν βοηθοῦσιν, ὀψόμεθα· ὅτι δέ εἰσι νεώτεροι, θεασώμεθα. Legum_allegoriarum_libri_i_iii 6 ὥσπερ κατὰ τοὺς ἀρίστους τῶν ἰατρῶν καὶ φυσικῶν δοκεῖ τοῦ ὅλου σώματος προπλάττεσθαι ἡ καρδία, θεμελίου τρόπον ἢ ὡς ἐν νηὶ τρόπις, ἐφ’ ᾗ οἰκοδομεῖται τὸ ἄλλο σῶμα — παρὸ καὶ μετὰ τὴν τελευτὴν ἔτι ἐμπηδᾶν φασιν αὐτὴν ὡς καὶ πρώτην γινομένην καὶ ὑστέραν φθειρομένην —, οὕτως καὶ τὸ ἡγεμονικὸν τῆς ψυχῆς πρεσβύτερον τῆς ὅλης εἶναι, τὸ δ’ ἄλογον νεώτερον, οὗ τὴν γένεσιν οὔπω μὲν δεδήλωκε, μέλλει δὲ ὑπογράφειν. τὸ δὲ ἄλογον αἴσθησίς ἐστι καὶ τὰ ταύτης ἔκγονα πάθη, καὶ μάλιστα εἰ μὴ κρίσεις εἰσὶν ἡμέτεραι. καὶ νεώτερος οὖν οὗτος ὁ βοηθὸς [θεοῦ] καὶ γενητὸς εἰκότως. Legum_allegoriarum_libri_i_iii 7 τὸ δ’ ὑπερτεθὲν ἴδωμεν, πῶς βοηθεῖ. πῶς ἡμῶν ὁ νοῦς καταλαμβάνει, ὅτι τουτὶ λευκὸν ἢ μέλαν ἐστίν, εἰ μὴ βοηθῷ χρησάμενος ὁράσει; πῶς δὲ ὅτι ἡδεῖα ἡ τοῦ κιθαρῳδοῦ φωνὴ ἢ τοὐναντίον ἐκμελής, εἰ μὴ βοηθῷ χρησάμενος ἀκοῇ; πῶς δὲ ὅτι εὐώδεις ἢ δυσώδεις οἱ ἀτμοί, εἰ μὴ συμμάχῳ χρησάμενος ὀσφρήσει; πῶς δὲ δοκιμάζει τοὺς χυλούς, εἰ μὴ διὰ βοηθοῦ τῆς γεύσεως; πῶς δὲ αὖ τὰ μαλακὰ καὶ τραχέα, εἰ μὴ δι’ ἁφῆς; Legum_allegoriarum_libri_i_iii 8 ἔστι τοίνυν ἕτερον εἶδος βοηθῶν, ὡς ἔφην, τὰ πάθη· καὶ γὰρ 1 ἄνθρωπον] ἀνθρώπων Arm 2 γεγονὼς Α 2.3 οὗτε —μόνῳ om. AP 7 καὶ ante μυρία om. Arm τούτου coni. Diels 9 γεννητός AP ποιήσωμεν Arm: ποιήσω codd. 11. 12 ἀλληγορεῖ codd.: ἀλληγορεῖται Mang. (Arm) 12 αἱ γὰρ αἰσθήσεις Arm βοηθοὶ om. AP 13 τῆς ψυχῆς] αὐτῆς Arm ὅτι — θεασώμεθα om. Arm 14 ὥσπερ γὰρ Arm 15 ὅλου] ἄλλου coni. Mang. προσπλάττεσθαι AP ἢ om. Arm 16 τρόπις Arm (coni. Diels): τρόπεως codd. ᾖ Arm: ἣν codd. 19 ὅλης] ἄλλης coni. Mang. εἶναι om. Arm 22 οὗτος om. Arm θεοῦ om. Arm, τοῦ νοῦ coni. Benzelius, αὐτοῦ (scil. ἡγεμονικοῦ) Mang., τοῦ βοηθουμένου Wendl. γεννητός AP 24 εἰ Mang. (Arm): ὅτι codd. 26 ὅτι om. AP 28 αὖ τὰ] αὐτὰ AP 29 βοηθῶν Arm: βοηθοῦν M, βοηθοῦ AP ἡδονὴ βοηθεῖ πρὸς διαμονὴν τοῦ γένους ἡμῶν καὶ ἐπιθυμία, καὶ λύπη μέντοι καὶ φόβος δάκνοντα τὴν ψυχὴν ἐπέστρεψεν αὐτὴν μηδενὸς ὀλιγωρεῖν, ὀργή τε ἀμυντήριον ὅπλον [ἣ] μεγάλα πολλοὺς ὠφέλησε, καὶ τἆλλα ταύτῃ. διὸ καὶ εὐθυβόλως εἶπε "κατ’ αὐτὸν εἶναι τὸν βοηθόν·“ τῷ γὰρ ὄντι οἰκεῖος οὗτος ὁ βοηθός ἐστι τῷ νῷ ὡς ἂν ἀδελφὸς καὶ ὅμαιμος· μιᾶς γάρ ἐστι ψυχῆς μέρη καὶ γεννήματα ἥ τε αἴσθησις καὶ τὰ πάθη. Legum_allegoriarum_libri_i_iii 9 Τοῦ δὲ βοηθοῦ ἐστι διττὸν τὸ εἶδος, τὸ μὲν ἐν πάθεσι, τὸ δ’ ἐν αἰσθήσει. τό γε νῦν μόνον τὸ πρότερον εἶδος γεννήσει, λέγει γάρ· "καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδάμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἂν ἐκάλεσεν αὐτὸ Ἀδὰμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ“ (Gen. 2, 19). ὁρᾷς, τίνες εἰσὶν ἡμῶν οἱ βοηθοί, τὰ θηρία, τῆς ψυχῆς τὰ πάθη· εἰπὼν γὰρ "ποιήσωμεν βοηθὸν κατ’ αὐτόν“ ἐπιφέρει τὸ "ἔπλασε τὰ θηρία“, ὡς τῶν θηρίων ὄντων βοηθῶν ἡμῖν. Legum_allegoriarum_libri_i_iii 10 οὐ κυρίως δὲ οὗτοι βοηθοὶ ἀλλὰ καταχρηστικῶς λέγονται, εὑρίσκονταί γέ τοι πρὸς ἀλήθειαν καὶ πολέμιοι, ὥσπερ καὶ τῶν πόλεων ἔστιν ὅτε οἱ σύμμαχοι προδόται καὶ αὐτόμολοι καὶ ἐν ταῖς φιλίαις οἱ κόλακες ἀντὶ ἑταίρων ἐχθροί. οὐρανὸν δὲ καὶ ἀγρὸν συνωνύμως κέκληκεν ἀλληγορῶν τὸν νοῦν· οὗτος γὰρ καὶ ὡς ἀγρὸς ἀνατολὰς καὶ βλάστας ἔχει μυρίας ὅσας καὶ ὡς οὐρανὸς πάλιν λαμπρὰς καὶ θείας καὶ εὐδαίμονας φύσεις. Legum_allegoriarum_libri_i_iii 11 θηρίοις δὲ καὶ πτηνοῖς ἀπεικάζει τὰ πάθη, ὅτι σίνεται τὸν νοῦν ἀτίθασα καὶ ἀνήμερα ὄντα καὶ ὅτι πτηνῶν τρόπον ἐπιποτᾶται τῇ διανοίᾳ· ὀξεῖα γὰρ ἡ τούτων καὶ ἀνεπίσχετος ὁρμή. οὐ 3 ἣ om. Arm, ἤδη coni. Diels τἄλλα AP καὶ τἄλλα om. Arm 7 τῶν δὲ βοηθῶν coni. Mang. 8 τό γε — δεξιώσηται (p. 94,22) om. P τό γε νῦν μόνον scripsi: τὸ γενόμενον M, τὸ νόμενον Α, πότερος (vel πότερον) οὗν Arm 11 αὐτὸ] αὐτὰ Arm 12 αὐτοῦ Arm: αὐτῶ codd. 13 τὰ alterum om. Arm ποιήσωμεν Arm: ποιήσω codd. 16 τοι om. A καὶ πολέμιοι Arm: καὶ om. codd. 17 προδόται τε καὶ Α 19 καὶ ante ὡς om. Arm 21 ἀπεικάζεται πάω Arm 22 σίνεται] „penetrant permeantque“ (διήκει?) Arm 23 ἐπιπωτᾶται M 21 sqq. Orig. in Gen. homil. 1 16 (t. VIII p. 127 Lomm) secundum allegoriam tamen piscibus et volatilibus vel animalibus et repentibus terrae ea mihi videntur indicari . . . vel quae de sensu animae et cordis cogitatione procedunt vel quae ex desideriis corporalibus et carnis motibus proferuntur. Ambros. de Paradiso 11, 51 bestiae autem agri et volatilia caeli, quae adducuntur ad Adam, nostri irrationabiles motus, eo quod bestiae vel pecora quaedam diversae sint (leg. sunt?) corporis passiones vel turbulentiores vel etiam languidiores. volatilia autem caeli quid aliud aestimamus nisi inanes cogitationes, quae velut volatilium more nostram circumvolaut animam et huc atque illuc vario motu saepe traducunt? παρέργως δὲ πρόσκειται τῷ „ἔπλασε“ τὸ "ἔτι". διὰ τί; ὅτι καὶ ἐπάνω πεπλάσθαι τὰ θηρία φησὶ πρὸ τῆς ἀνθρώπου γενέσεως, ὡς καὶ δηλοῖ διὰ τούτων ἐν ἕκτῃ ἡμέρᾳ· „καὶ εἶπεν Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία“ (Gen. 1,24). Legum_allegoriarum_libri_i_iii 12 τί παθὼν οὖν ἄλλα πλάττει θηρία νῦν οὐκ ἀρκεσθεὶς τοῖς προτέροις; λεκτέον οὖν ἠθικῶς μὲν τοῦτο· πλούσιόν ἐστι τὸ κακίας γένος ἐν τῷ γενητῷ, ὥστε ἀεὶ γεννᾶσθαι τὰ φαυλότατα ἐν τούτῳ· φυσικῶς δὲ ἐκεῖνο· πρότερον μὲν ἐν τῇ ἑξαημέρῳ τὰ γένη τῶν παθῶν καὶ τὰς ἰδέας εἰργάζετο, νυνὶ δὲ τὰ εἴδη προσπλάττει· Legum_allegoriarum_libri_i_iii 13 διό φησιν „ἔπλασεν ἔτι“. ὅτι δὲ τὰ πάλαι κατασκευασθέντα γένη ἦν, φανερὸν ἐξ ὧν φησιν „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν“ οὐ κατ’ εἶδος, ἀλλὰ „κατὰ γένος.“ καὶ τοιοῦτος ἐν ἅπασιν εὑρίσκεται· πρὸ γὰρ τῶν εἰδῶν ἀποτελεῖ τὰ γένη, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου· προτυπώσας γὰρ τὸν γενικὸν ἄνθρωπον, ἐν ᾧ τὸ ἄρρεν καὶ τὸ θῆλυ γένος φησὶν εἶναι, ὕστερον τὸ εἶδος ἀπεργάζεται τὸν Ἀδάμ. Legum_allegoriarum_libri_i_iii 14 τοῦτο μὲν οὖν τὸ εἶδος τῶν βοηθῶν εἴρηκε, τὸ δ’ ἕτερον ὑπερτίθεται τὸ τῆς αἰσθήσεως, ἔστ’ ἂν ἐπιχειρῇ πλάττειν τὴν γυναῖκα· ἐκεῖνο δ’ ὑπερθέμενος περὶ τῆς τῶν ὀνομάτων θέσεως τεχνολογεῖ. ἔστι δὲ καὶ ἡ τροπικὴ καὶ ἡ ῥητὴ ἀπόδοσις ἀξία τοῦ θαυμάζεσθαι· ἡ μὲν ῥητή, παρόσον τὴν θέσιν τῶν ὀνομάτων προσῆψε τῷ πρώτῳ γενομένῳ ὁ νομοθέτης. Legum_allegoriarum_libri_i_iii 15 καὶ γὰρ οἱ παρ’ Ἕλλησι φιλοσοφοῦντες εἶπον εἶναι σοφοὺς τοὺς πρώτους τοῖς πράγμασι τὰ ὀνόματα θέντας· Μωυσῆς δὲ ἄμεινον, ὅτι πρῶτον μὲν οὔ τισι τῶν πρότερον, ἀλλὰ τῷ πρώτῳ γενομένῳ, ἵνα ὥσπερ αὐτὸς ἀρχὴ τοῖς ἄλλοις γενέσεως ἐπλάσθη, οὕτως καὶ αὐτὸς ἀρχὴ τοῦ διαλέγεσθαι νομισθῇ — μὴ γὰρ ὄντων ὀνομάτων, οὐδ’ ἂν διάλεκτος ἦν —, ἔπειτα ὅτι πολλῶν μὲν τιθέντων ὀνόματα διάφωνα καὶ ἄμικτα ἔμελλεν ἔσεσθαι, ἄλλων ἄλλως τιθέντων, ἑνὸς δὲ ὤφειλεν ἡ θέσις ἐφαρμόττειν τῷ πράγματι, καὶ τοῦτ’ εἶναι σύμβολον ἅπασι τὸ αὐτὸ τοῦ 3 ὡς καὶ Arm (coni. Mang.): ὡς om. codd. διὰ τούτων] τοῦτο Arm εἶπεν ὁ θεός Arm 4 θηρία τῆς γῆς κατὰ γένος Arm 6 οὖν om. A 7 γεννητῷ Α, νοητῷ Arm 8 ἑξημέρω M 9 καὶ] καὶ οὐχὶ Arm δὲ] δὲ ἔτι Arm 12 καὶ τοιοῦτος] καίτοι οὗτος Arm 14. 15 φασὶν Α 16 οὖν Ε; coni. Mang. 17 ἔστ’ ἄν scripsi: ὅταν codd., ἕως ἄν coni. Mang. 18. 19 ἡ ῥητὴ καὶ ἡ τροπικὴ Arm 19 τοῦ Hoeschel: τῶ MA 20 γεννωμένῳ corr. ex γενομένω A 22 Μώσης MA 23 γεννωμένῳ Α 24 ἀρχή τις Arm τοῖς ἄλλοις] τῆς ἄλλης Α αὐτὸς alterum om. Arm 26 ἦν Arm: ἦ codd. τιθέντων ὀνομάτων Α, τιθέντων om. Arm 21 cf. Plato Cratyl. 390 D 401 Β Legum_allegoriarum_libri_i_iii 16 τυγχάνοντος ἢ τοῦ σημαινομένου. ὁ δὲ ἠθικὸς λόγος τοιοῦτός ἐστιν· τὸ „τί“ πολλάκις τίθεμεν ἀντὶ τοῦ „διὰ τί“, οἷον τί λέλουσαι, τί περιπατεῖς, τί διαλέγῃ, πάντα γὰρ ταῦτα ἀντὶ τοῦ „διὰ τί“. ὅταν οὖν λέγῃ „ἰδεῖν τί καλέσει", ἄκουε ἴσον τῷ, διὰ τί καλέσει καὶ προσκαλέσεται καὶ ἀσπάσεται τούτων ἕκαστον ὁ νοῦς· πότερον ἕνεκα τοῦ ἀναγκαίου μόνον, ὅτι κατέζευκται τὸ θνητὸν ἐξ ἀνάγκης πάθεσι καὶ κακίαις, ἢ καὶ ἕνεκα τοῦ ἀμέτρου καὶ περιττοῦ; καὶ πότερον διὰ τὰς τοῦ γηγενοῦς χρείας ἢ διὰ τὸ κρίνειν αὐτὰ βέλτιστα καὶ θαυμασιώτατα; Legum_allegoriarum_libri_i_iii 17 οἷον ἡδονῇ χρῆσθαι δεῖ τὸ γεγονός· ἀλλ’ ὁ μὲν φαῦλος ὡς ἀγαθῷ τελείῳ χρήσεται, ὁ δὲ σπουδαῖος ὡς μόνον ἀναγκαίῳ· χωρὶς γὰρ ἡδονῆς οὐδὲν γίνεται τῶν ἐν τῷ θνητῷ γένει. πάλιν τὴν τῶν χρημάτων κτῆσιν ὁ μὲν φαῦλος τελειότατον ἀγαθὸν κρίνει, ὁ δὲ σπουδαῖος ἀναγκαῖον καὶ χρήσιμον αὐτὸ μόνον. εἰκότως οὖν ὁ θεὸς ἰδεῖν καὶ καταμαθεῖν βούλεται, πῶς ἕκαστον τούτων προσκαλεῖται καὶ ἀποδέχεται ὁ νοῦς, εἴτε ὡς ἀγαθὰ εἴτε ὡς ἀδιάφορα ἢ ὡς κακὰ μέν, χρειώδη δὲ ἄλλως. Legum_allegoriarum_libri_i_iii 18 διὸ καὶ πᾶν ὃ ἂν προσεκαλέσατο καὶ ἠσπάσατο ὡς ψυχὴν ζῶσαν ἰσότιμον αὐτὸ ἡγησάμενος ψυχῇ, τοῦτο ὄνομα οὐ τοῦ κληθέντος ἐγίνετο μόνον, ἀλλὰ καὶ τοῦ καλέσαντος· οἷον, εἰ ἀπεδέξατο ἡδονήν, ἐκαλεῖτο ἡδονικός, εἰ ἐπιθυμίαν, ἐπιθυμητικός, εἰ ἀκολασίαν, ἀκόλαστος, εἰ δειλίαν, δειλός, καὶ οὕτως ἐπὶ τῶν ἄλλων· ὥσπερ γὰρ ἀπὸ τῶν ἀρετῶν ὁ κατ’ αὐτὰς ποιὸς καλεῖται φρόνιμος ἢ σώφρων ἢ δίκαιος ἢ ἀνδρεῖος, οὕτως ἀπὸ τῶν κακιῶν ἄδικος καὶ ἄφρων καὶ ἄνανδρος, ἐπειδὰν τὰς ἕξεις προσκαλέσηται καὶ δεξιώσηται. Legum_allegoriarum_libri_i_iii 19 „Καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ καὶ τὰ ἑξῆς (Gen. 2, 21). τὸ ῥητὸν ἐπὶ τούτου μυθῶδές ἐστι· πῶς γὰρ ἂν παραδέξαιτό τις, ὅτι γέγονεν ἐκ πλευρᾶς ἀνδρὸς γυνὴ ἢ συνόλως ἄνθρωπος; τί δὲ ἐκώλυεν, ὥσπερ ἐκ γῆς ἄνδρα ἐδημιούργει τὸ αἴτιον, οὕτως καὶ γυναῖκα δημιουργῆσαι; ὅ τε γὰρ ποιῶν ὁ αὐτὸς ἦν ἥ τε ὕλη σχεδὸν ἄπειρος, ἐξ ἧς πᾶσα ποιότης κατεσκευάζετο. Legum_allegoriarum_libri_i_iii 20 διὰ τί δὲ οὐκ ἐξ ἄλλου μέρους, τοσούτων ὑπαρχόντων, ἀλλ’ ἐκ πλευρᾶς ἐτύπου τὴν γυναῖκα; ποτέραν δὲ πλευρὰν ἔλαβεν — ἵνα καὶ δύο μόνας ἐμφαίνεσθαι φῶμεν, πρὸς γὰρ ἀλήθειαν 2 ἐστι Α λέλουσαι] λαλεῖς Arm 4 ἰδεῖν τί καλέσῃ Mang. 8 αὖ τὰ Arm 9 γεγονός M: γένος AArm 10 μόνον om. Arm 11 τῶν ante ἐν om. Arm χρημάτων] κτημάτων Α 12 φαῦλος add. Arm: om. codd. 13 πῶς] ὡς Α 14 τοῦτον Α 15 χρειώδη om. in lacuna Α 17 οὐ τοῦ] αὐτοῦ Α 18. 19 εἰ δ’ ἐπιθυμίαν Α 20 ἀπὸ] ἐπὶ AArm 22 ἕξεις] ἑξῆς Α 23 ὕπνωσεν αὐτόν Arm 26 ἀνδρὸς] ἄνανδρος M 27 τὴν γυναῖκα Arm 30 ποτέραν δὲ πλευρὰν codd. et Arm: ποτέρας δὲ πλευρᾶς Mang. 31 ἔλαβεν addidi οὐδὲ πλῆθος αὐτῶν ἐδήλωσεν — ; ἆρά γε τὴν εὐώνυμον ἢ τὴν δεξιάν; εἴ γε μὴν ἀνεπλήρου σαρκὶ τὴν ἑτέραν, ἡ ἀπολειπομένη οὐκ ἦν σαρκίνη δήπου; καὶ μὴν ἀδελφαί γ’ εἰσὶ καὶ συγγενεῖς πᾶσι τοῖς μέρεσιν αἱ ἡμῶν πλευραὶ καὶ σαρκὸς γεγόνασι. Legum_allegoriarum_libri_i_iii 21 τί οὖν λεκτέον; πλευρὰς ὁ βίος ὀνομάζει τὰς δυνάμεις· λέγομεν γὰρ πλευρὰς ἔχειν τὸν ἄνθρωπον ἴσον τῷ δυνάμεις, καὶ εὔπλευρον εἶναι τὸν ἀθλητὴν ἀντὶ τοῦ ἰσχυρόν, καὶ πλευρὰς ἔχειν τὸν κιθαρῳδὸν ἀντὶ τοῦ δύναμιν ἐρρωμένην ἐν τῷ ᾄδειν. Legum_allegoriarum_libri_i_iii 22 τούτου προειρημένου κἀκεῖνο λεκτέον, ὅτι ὁ γυμνὸς καὶ ἀνένδετος σώματι νοῦς — περὶ γὰρ τοῦ μήπω ἐνδεδεμένου ἐστὶν ὁ λόγος — πολλὰς ἔχει δυνάμεις, ἑκτικὴν φυτικὴν ψυχικὴν λογικὴν διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστὶ λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά· καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἔστι δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη. Legum_allegoriarum_libri_i_iii 23 ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν· αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν· ἔχει δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ. πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δὲ ὡς ἐν θνητοῖς ἀνθρώπου· αὕτη δὲ διττή, ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν νοῦ μετέχοντες, ἡ δὲ καθ’ ἣν διαλεγόμεθα. Legum_allegoriarum_libri_i_iii 24 ἔστιν οὖν καὶ ἄλλη δύναμις ἐν ψυχῇ τούτων ἀδελφή, ἡ αἰσθητική, περὶ ἧς ἐστιν ὁ λόγος· οὐδὲν γὰρ ἄλλο νῦν ὑπογράφει ἢ γένεσιν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως· καὶ κατὰ λόγον· μετὰ γὰρ νοῦν εὐθὺς ἔδει δημιουργηθῆναι αἴσθησιν βοηθὸν αὐτῷ καὶ σύμμαχον. τελεσιουργήσας οὖν ἐκεῖνον τὸ δεύτερον καὶ τῇ τάξει καὶ τῇ δυνάμει πλάττει δημιούργημα, τὴν κατ’ ἐνέργειαν αἴσθησιν, πρὸς συμπλήρωσιν τῆς ὅλης ψυχῆς καὶ πρὸς τὴν τῶν ὑποκειμένων ἀντίληψιν. πῶς οὖν γεννᾶται; Legum_allegoriarum_libri_i_iii 25 ὡς αὐτὸς πάλιν φησίν, ὅταν ὑπνώσῃ ὁ νοῦς· τῷ γὰρ ὄντι ὑπνώσαντος νοῦ γίνεται αἴσθησις, καὶ γὰρ ἔμπαλιν ἐγρηγορότος νοῦ σβέννυται· τεκμήριον δέ· ὅταν τι βουλώμεθα ἀκριβῶς νοῆσαι, εἰς ἐρημίαν ἀποδιδράσκομεν, καταμύομεν τὰς ὄψεις, τὰ ὦτα ἐπιφράττομεν, ἀποταττόμεθα ταῖς αἰσθήσεσιν. οὕτως μέν, ὅταν 2 ἀνεπεπλήρου P 3 γ’ om. AP, γ’ εἰσὶ om. Arm 4 σαρκὸς] σάρκες Arm 6 εὔπλευρον ρον MArm: ἔμπλευρον AP 8 ὁ om. AP 10 ψυχικὴν] φυσικὴν Arm λογικὴν om. Arm 11 ἡ μὲν γὰρ Arm ἕξις] λέξις A, (??)έξις P κοινὴ om. Arm 14 codd.: εἰσιν Mang. 17 ἀλόγῳ Arm 19 ἐν θνητοῖς MArm: εὖ θνητῆς AP 20 νοῦ μετέχοντες] νοῦν μὲν ἔχοντες Arm ἔστιν οὖν καὶ Arm: οὖν καὶ om. codd. 22 ἄλλω AP 25 δημιούργημα MArm: δημιούργημά τι Α, δημιουργήματι P 28 γίνεται] κινεῖται coni. Mang. 29 ἐγρηγορότως AP 30 ἀκριβῶς Arm ut vid.: ἀκριβὲς codd. ἀναστῇ καὶ ἐγρηγόρσει χρῆται ὁ νοῦς, φθείρεται αἴσθησις. Legum_allegoriarum_libri_i_iii 26 ἴδωμεν δὲ καὶ θάτερον, πῶς ὕπνῳ χρῆται ὁ νοῦς. περιαναστάσης καὶ ζωπυρηθείσης αἰσθήσεως, ὅταν ἡ ὄψις γραφέων ἢ πλαστῶν ἔργα εὖ δεδημιουργημένα καθορᾷ, οὐχ ὁ νοῦς ἄπρακτός ἐστι νοητὸν ἐπινοῶν οὐδέν; τί δ’ ὅταν ἡ ἀκοὴ προσέχῃ φωνῆς ἐμμελείᾳ, δύναται ὁ νοῦς λογίζεσθαί τι τῶν οἰκείων; οὐδαμῶς. καὶ μὴν πολὺ πλέον ἄπρακτος γίνεται, ὅταν ἡ γεῦσις ἐξαναστᾶσα λάβρως ἐμπιπλῆται τῶν γαστρὸς ἡδονῶν. Legum_allegoriarum_libri_i_iii 27 διὸ καὶ Μωυσῆς φοβηθείς, μή ποτε ὁ νοῦς μὴ μόνον κοιμηθῇ, ἀλλὰ καὶ τελείως ἀποθάνῃ, φησὶν ἐν ἑτέροις· „καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται, ὅταν διακαθιζάνῃς, ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου“ (Deut. 23, 13), πάσσαλον συμβολικῶς φάσκων τὸν ἐξορύσσοντα λόγον τὰ κεκρυμμένα τῶν πραγμάτων. Legum_allegoriarum_libri_i_iii 28 κελεύει δ’ αὐτὸν φορεῖν ἐπὶ τοῦ πάθους, ὃ ἀνεζῶσθαι χρὴ καὶ μὴ ἐᾶν κεχαλάσθαι καὶ ἀνεῖσθαι· τοῦτο δὲ πρακτέον, ὅταν ὁ νοῦς τοῦ τόνου τῶν νοητῶν ἀποστὰς ὑφιῆται πρὸς τὰ πάθη καὶ διακαθιζάνῃ ἐνδιδοὺς καὶ ἀγόμενος ὑπὸ τῆς σωματικῆς ἀνάγκης. Legum_allegoriarum_libri_i_iii 29 καὶ οὕτως ἔχει· ὅταν ἐν ταῖς ἁβροδιαίτοις συνουσίαις ἐπιλάθηται ὁ νοῦς ἑαυτοῦ κρατηθεὶς τοῖς ἐπὶ τὰς ἡδονὰς ἄγουσι, δεδουλώμεθα καὶ ἀκατακαλύπτῳ τῇ ἀκαθαρσίᾳ χρώμεθα· ἐὰν δὲ ὁ λόγος ἰσχύσῃ ἀνακαθᾶραι τὸ πάθος, οὔτε πίνοντες μεθυσκόμεθα οὔτε ἐσθίοντες ἐξυβρίζομεν διὰ κόρον, ἀλλὰ δίχα τοῦ ληρεῖν νηφάλια σιτούμεθα. Legum_allegoriarum_libri_i_iii 30 οὐκοῦν ἥ τε τῶν αἰσθήσεων ἐγρήγορσις ὕπνος ἐστὶ τοῦ νοῦ ἥ τε τοῦ νοῦ ἐγρήγορσις ἀπραξία τῶν αἰσθήσεων, καθάπερ καὶ ἡλίου ἀνατείλαντος μὲν ἀφανεῖς αἱ τῶν ἄλλων ἀστέρων λάμψεις, καταδύντος δὲ ἔκδηλοι· ἡλίου δὴ τρόπον ὁ νοῦς ἐγρηγορὼς μὲν ἐπισκιάζει ταῖς αἰσθήσεσι, κοιμηθεὶς δὲ αὐτὰς ἐξέλαμψε. Legum_allegoriarum_libri_i_iii 31 τούτων εἰρημένων ἐφαρμοστέον τὰς λέξεις. „ἐπέβαλε“ φησίν „ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ (Gen. 2, 21)· ὀρθῶς· ἡ γὰρ ἔκστασις καὶ τροπὴ τοῦ νοῦ ὕπνος ἐστὶν αὐτοῦ· ἐξίσταται δέ, ὅταν μὴ πραγματεύηται τὰ ἐπιβάλλοντα αὐτῷ νοητά· ὅτε δ’ οὐκ ἐνεργεῖ ταῦτα, κοιμᾶται. εὖ δὲ τὸ φάναι ὅτι ἐξίσταται, τοῦτο δ’ ἐστὶ τρέπεται, οὐ παρ’ ἑαυτόν, ἀλλὰ παρὰ τὸν ἐπιβάλλοντα καὶ ἐπιφέροντα καὶ ἐπιπέμποντα τὴν τροπὴν θεόν. Legum_allegoriarum_libri_i_iii 32 καὶ γὰρ οὕτως ἔχει· εἰ γοῦν παρ’ ἐμὲ ἦν τὸ τρέπεσθαι, ὁπότε 1. 2 φθείρεται — ὁ νοῦς om. AP 2 περιαναστάσεις P 7 ἐμπιπλῆται P, ἐμπίμπληται MA 9 καὶ prius om. Arm ἐπὶ] ὑπὸ Arm 13 πάθους] στήθους coni. Mang. 15 ὑφίηται MArm: ὑφίκται P, ὑφῖκται, ὑφῆκται Mang. 19 ἀνακαθάραι MP 21 τοῦ νοῦ Arm (coni. Diels): τοῦ om. codd. 23 καταδύντος MArm: καταδύναντος AP 21 τἀς αἰσθήσεις coni. Mang. 25 αὐτὰς Arm (coni. Mang.): αὐτὸς codd. 30 τοῦτο δ’ ἐστὶ Wendl.: τοῦτο δὲ ὅτι codd. τοῦτο δὲ τροπὴ Arm παρ’ ἑαυτῶ AP 32 ἐμοὶ AP ἐβουλόμην, ἂν ἐχρώμην αὐτῷ, καὶ ὁπότε μὴ ἐπροῃρούμην, ἄτρεπτος διετέλουν· νυνὶ δὲ καὶ ἀντιφιλονεικεῖ μοι ἡ τροπή, καὶ πολλάκις βουλόμενος καθῆκόν τι νοῆσαι ἐπαντλοῦμαι ταῖς παρὰ τὸ καθῆκον ἐπιρροίαις, καὶ ἔμπαλιν ἔννοιάν τινος λαμβάνων αἰσχροῦ ποτίμοις ἐννοίαις ἀπερρυψάμην ἐκεῖνο, θεοῦ τῇ ἑαυτοῦ χάριτι γλυκὺ νᾶμα ἀντὶ ἁλμυροῦ ἐπεισχέαντος τῇ ψυχῇ. Legum_allegoriarum_libri_i_iii 33 πᾶν μὲν οὖν τὸ γενητὸν ἀναγκαῖον τρέπεσθαι, ἴδιον γάρ ἐστι τοῦτο αὐτοῦ, ὥσπερ θεοῦ τὸ ἄτρεπτον εἶναι· ἀλλ’ οἱ μὲν τραπέντες κατέμειναν ἄχρι παντελοῦς φθορᾶς, οἱ δ’ ὅσον μόνον παθεῖν τὸ θνητόν, οὗτοι δ’ εὐθὺς ἀνεσώθησαν. Legum_allegoriarum_libri_i_iii 34 διὸ καὶ Μωυσῆς φησιν ὅτι „οὐκ ἐάσει τὸν ὀλοθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑμῶν πατάξαι“ (Exod. 12, 23)· ἐᾷ μὲν γὰρ τὸν ὀλοθρεύοντα — ὄλεθρος δὲ ψυχῆς ἐστιν ἡ τροπή — εἰσελθεῖν εἰς τὴν ψυχήν, ἵνα τὸ ἴδιον ἐνδείξηται τοῦ γενητοῦ· οὐκ ἀφήσει δὲ ὁ θεὸς τὸν τοῦ ὁρῶντος ἔγγονον Ἰσραὴλ οὕτως τραπῆναι, ὥστε πληγῆναι ὑπὸ τῆς τροπῆς, ἀλλὰ ἀναδραμεῖν καὶ ἀνακῦψαι ὥσπερ ἐκ βυθοῦ καὶ ἀνασωθῆναι βιάσεται. Legum_allegoriarum_libri_i_iii 35 „ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ (Gen. 2, 21). τῶν πολλῶν τοῦ νοῦ δυνάμεων μίαν ἔλαβε τὴν αἰσθητικήν. τὸ δὲ „ἔλαβεν“ οὐκ ἀντὶ τοῦ ἀφεῖλεν ἀκουστέον, ἀλλ’ ἀντὶ τοῦ κατηρίθμησεν, ἐξήτασεν, ὡς ἐν ἑτέροις „λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας“ (Num. 31, 26). Legum_allegoriarum_libri_i_iii 36 τί οὖν ἐστιν ὃ βούλεται παραστῆσαι; διχῶς αἴσθησις λέγεται, ἡ μὲν καθ’ ἕξιν, ἥτις καὶ κοιμωμένων ἡμῶν ἐστιν, ἡ δὲ κατ’ ἐνέργειαν. τῆς μὲν οὖν προτέρας τῆς καθ’ ἕξιν ὄφελος οὐδέν, οὐδὲ γὰρ αὐτῇ τῶν ὑποκειμένων ἀντιλαμβανόμεθα, τῆς δὲ δευτέρας τῆς κατ’ ἐνέργειαν, διὰ γὰρ ταύτης ποιούμεθα τὰς τῶν αἰσθητῶν ἀντιλήψεις. Legum_allegoriarum_libri_i_iii 37 γεννήσας οὖν τὴν προτέραν τὴν καθ’ ἕξιν αἴσθησιν, ὅτε καὶ τὸν νοῦν ἐγέννα — σὺν γὰρ πολλαῖς δυνάμεσιν ἠρεμούσαις αὐτὸν κατεσκεύαζε —, νῦν βούλεται τὴν κατ’ ἐνέργειαν ἀποτελέσαι· ἀποτελεῖται δὲ ἡ κατ’ ἐνέργειαν, ὅταν ἡ καθ’ ἕξιν κινηθεῖσα ταθῇ μέχρι τῆς σαρκὸς καὶ τῶν αἰσθητικῶν ἀγγείων· ὥσπερ γὰρ φύσις ἀποτελεῖται κινηθέντος σπέρματος, οὕτως καὶ ἐνέργεια κινηθείσης ἕξεως. Legum_allegoriarum_libri_i_iii 38 „ἀνεπλήρου δὲ σάρκα ἀντ’ αὐτῆς“ (Gen. 2, 21), τουτέστι συνεπλήρου τὴν καθ’ ἕξιν αἴσθησιν ἄγων εἰς ἐνέργειαν καὶ 1 μὴ om. Arm ἐπροσκρούμην AP, προῃρούμην Wendl. 4. 5 ἀπερρυψάμην Mang.: ἀπερριψάμην codd., ἀπεκρυψάμην Arm 5 νᾶμα M 6 οὑν om. AP γεννητὸν AP 9 Μώσης codd. 11 ἐᾷ Mang. (sic Arm): ἐᾶν ἐὰν M, ἐὰ(??) P 12 εἰσελθεῖν εἰς τὴν ψυχήν om. Arm 13 γεννητοῦ AP 15 ἔλαβεν οὑν Arm μίαν] πλευρὰν μίαν Arm 17 ἀφελεῖν Arm 22 αὐτὴ P 28 ἀγγείων] ὀργάνων coni. Mang. 30 δὲ Arm (coni. Mang.): δὴ codd. ἀντ’] ἀπὸ Arm Philonis opera vol. I 7 τείνων αὐτὴν ἄχρι σαρκὸς καὶ τῆς ὅλης ἐπιφανείας. διὸ καὶ ἐπιφέρει ὅτι „ᾠκοδόμησεν εἰς γυναῖκα“ (Gen. 2, 22), διὰ τούτου παριστὰς ὅτι οἰκειότατον καὶ εὐθυβολώτατόν ἐστιν ὄνομα αἰσθήσεως γυνή· ὥσπερ γὰρ ὁ μὲν ἀνὴρ ἐν τῷ δρᾶσαι θεωρεῖται, ἐν δὲ τῷ πάσχειν ἡ γυνή, οὕτως ἐν μὲν τῷ δρᾶν ὁ νοῦς, ἐν δὲ τῷ πάσχειν γυναικὸς τρόπον ἡ αἴσθησις ἐξετάζεται. Legum_allegoriarum_libri_i_iii 39 μαθεῖν δὲ ἐκ τῆς ἐναργείας ῥᾴδιον· ἡ ὄψις πάσχει ὑπὸ τῶν κινούντων αὐτὴν ὁρατῶν, τοῦ λευκοῦ, τοῦ μέλανος, τῶν ἄλλων, ἡ ἀκοὴ πάλιν ὑπὸ τῶν φωνῶν καὶ ἡ γεῦσις ὑπὸ τῶν χυλῶν διατίθεται, ὑπὸ τῶν ἀτμῶν ἡ ὄσφρησις, ὑπὸ τοῦ τραχέος καὶ μαλακοῦ ἡ ἁφή· καὶ ἠρεμοῦσί γε αἱ αἰσθήσεις ἅπασαι, μέχρις ἂν προσέλθῃ ἑκάστῃ τὸ κινῆσον ἔξωθεν. Legum_allegoriarum_libri_i_iii 40 „Καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ· καὶ εἶπεν Ἀδάμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου“ (Gen. 2, 22. 23). τὴν κατ’ ἐνέργειαν αἴσθησιν ἄγει ὁ θεὸς πρὸς τὸν νοῦν, εἰδὼς ὅτι ἀνακάμπτειν δεῖ τὴν κίνησιν αὐτῆς καὶ ἀντίληψιν ἐπὶ νοῦν. ὁ δὲ θεασάμενος ἣν πρότερον εἶχε δύναμιν καὶ καθ’ ἕξιν ἠρεμοῦσαν νῦν ἀποτέλεσμα καὶ ἐνέργειαν γεγενημένην καὶ κινουμένην, θαυμάζει τε καὶ ἀναφθέγγεται φάσκων ὅτι οὐκ ἔστιν ἀλλοτρία αὑτοῦ, ἀλλὰ σφόδρα οἰκεία· "τοῦτο" Legum_allegoriarum_libri_i_iii 41 γάρ φησιν „ἐστὶν ὀστοῦν ἐκ τῶν ἐμῶν ὀστῶν“ τουτέστι δύναμις ἐκ τῶν ἐμῶν δυνάμεων — ἐπὶ γὰρ δυνάμεως καὶ ἰσχύος νῦν παρείληπται τὸ ὀστέον — καὶ πάθος ἐκ τῶν ἐμῶν παθῶν· „καὶ σὰρξ“ φησίν „ἐκ τῆς σαρκός μου“· πάντα γὰρ ὅσα πάσχει ἡ αἴσθησις, οὐκ ἄνευ νοῦ ὑπομένει, πηγὴ γὰρ οὗτός ἐστιν αὐτῇ Legum_allegoriarum_libri_i_iii 42 καὶ θεμέλιος ᾧ ἐπερείδεται. ἄξιον δὲ σκέψασθαι, διὰ τί τὸ "νῦν" προσετέθη· „τοῦτο“ γάρ φησι „νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου.“ ἡ αἴσθησις φύσει νῦν ἐστι κατὰ τὸν ἐνεστῶτα χρόνον ὑφισταμένη μόνον. ὁ μὲν γὰρ νοῦς τῶν τριῶν ἐφάπτεται χρόνων, καὶ γὰρ τὰ παρόντα νοεῖ καὶ τῶν παρεληλυθότων μέμνηται καὶ τὰ μέλλοντα προσδοκᾷ· Legum_allegoriarum_libri_i_iii 43 ἡ δὲ αἴσθησις οὔτε μελλόντων ἀντιλαμβάνεται οὐδ’ ἀνάλογόν τι πάσχει προσδοκίᾳ ἢ ἐλπίδι οὔτε παρεληλυθότων μέμνηται, ἀλλ’ ὑπὸ τοῦ ἤδη κινοῦντος καὶ παρόντος μόνου πάσχειν πέφυκεν, οἷον ὀφθαλμὸς λευκαίνεται νῦν ὑπὸ τοῦ 4 δράσαι M 6 ἐναργείας Wendl.: ἐνεργείας codd. 7 ὅρα τῶν M καὶ τῶν ἄλλων Arm 8 καὶ otn. Arm 9 τοῦ τραχέος Arm 10 ἑκάστῃ om. Arm 12 Ἀδάμ alterum om. Arm 15 καὶ] κατὰ Arm 16. 17 καὶ καθ’ ἕξιν] καθ’ ἔξιν καὶ coni. Mang. 19 αὐτοῦ codd. οἰκεῖα M ἐστὶν ὀστοῦν M: ἐστι ante φησιν transp. Arm, ἐστὶν om. AP 22 καὶ et φησίν om. Arm 23 αὐτῆς Arm α 29. 80 προσδοκίαν ἐλπίδος, Α, προσδοκίαν ἐλπίδος P παρόντος λευκοῦ, ὑπὸ δὲ τοῦ μὴ παρόντος οὐδὲν πάσχει. ὁ δὲ νοῦς καὶ ἐπὶ τῷ μὴ παρόντι κινεῖται, παρεληλυθότι μὲν κατὰ μνήμην, μέλλοντι δὲ ἐπελπίζων καὶ προσδοκῶν. Legum_allegoriarum_libri_i_iii 44 „ταύτῃ καὶ κληθήσεται γυνή“ (Gen. 2, 23), ἀντὶ τοῦ, διὰ τοῦτο ἡ αἴσθησις γυνὴ προσρηθήσεται, „ὅτι ἐκ τοῦ ἀνδρὸς“ τοῦ κινοῦντος αὐτὴν „λαμβάνεται αὕτη„ φησί. διὰ τί οὖν τὸ „αὕτη“ πρόσκειται; ὅτι ἐστὶν ἑτέρα αἴσθησις, οὐκ ἐκ τοῦ νοῦ λαμβανομένη, ἀλλὰ σὺν αὐτῷ γεγενημένη· δύο γάρ, ὡς εἶπον ἤδη, εἰσὶν αἰσθήσεις, ἡ μὲν καθ’ ἕξιν, ἡ δὲ κατ’ ἐνέργειαν· Legum_allegoriarum_libri_i_iii 45 ἡ μὲν οὖν καθ’ ἕξιν οὐκ ἐκ τοῦ ἀνδρός, τουτέστι τοῦ νοῦ, λαμβάνεται, ἀλλὰ σὺν αὐτῷ φύεται· ὁ γὰρ νοῦς, καθάπερ ἐδήλωσα, ὅτε ἐγεννᾶτο, σὺν πολλαῖς δυνάμεσι καὶ ἕξεσιν ἐγεννᾶτο, λογικῇ ψυχικῇ φυτικῇ, ὥστε καὶ αἰσθητικῇ· ἡ δὲ κατ’ ἐνέργειαν ἐκ τοῦ νοῦ· ἐκ γὰρ τῆς ἐν νῷ καθ’ ἕξιν οὔσης αἰσθήσεως ἐτάθη, ἵνα γένηται κατ’ ἐνέργειαν, ὥστε ἐξ αὐτοῦ τοῦ νοῦ γεγενῆσθαι τὴν δευτέραν καὶ κατὰ κίνησιν. Legum_allegoriarum_libri_i_iii 46 μάταιος δὲ ὁ νομίζων πρὸς τὸν ἀληθῆ λόγον ἐκ τοῦ νοῦ τι συνόλως γεννᾶσθαι ἢ ἐξ ἑαυτοῦ. οὐχ ὁρᾷς ὅτι καὶ τῇ ἐπὶ τῶν εἰδώλων καθεζομένῃ αἰσθήσει τῇ Ῥαχὴλ νομιζούσῃ ἐκ τοῦ νοῦ τὰ κινήματα εἶναι ἐπιπλήττει ὁ βλέπων; ἡ μὲν γάρ φησι· „δός μοι τέκνα, εἰ δὲ μή, τελευτήσω ἐγώ“ (Gen. 30, 1)· ὁ δὲ ἀποκρίνεται ὅτι, ὦ ψευδοδοξοῦσα, οὐκ ἔστιν ὁ νοῦς αἴτιον οὐδενός, ἀλλ’ ὁ πρὸ τοῦ νοῦ θεός· διὸ καὶ ἐπιφέρει· „μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπὸν κοιλίας“ (ibid. 2) ; Legum_allegoriarum_libri_i_iii 47 ὅτι δὲ ὁ γεννῶν ὁ θεός ἐστι, μαρτυρήσει ἐπὶ τῆς Λείας, ὅταν φῇ· „ἰδὼν δὲ κύριος ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς, Ῥαχὴλ δὲ ἦν στεῖρα" (Gen. 29, 31). ἀνδρὸς δὲ ἴδιον τὸ μήτραν ἀνοιγνύναι. φύσει δὲ μισεῖται παρὰ τῷ θνητῷ γένει ἡ ἀρετή, διὸ καὶ ὁ θεὸς αὐτὴν τετίμηκε καὶ παρέχει τὰ πρωτοτόκια τῇ μισουμένῃ. Legum_allegoriarum_libri_i_iii 48 λέγει δ’ ἐν ἑτέροις· „ἐὰν δὲ γένωνται ἀνθρώπῳ δύο γυναῖκες, μία αὐτῶν ἠγαπημένη καὶ μία αὐτῶν μισουμένη, καὶ τέκωσιν αὐτῷ καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ... οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης, ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον“ (Deut. 21, 15. 16)· πρώτιστα γάρ 3 ταύτη codd.: αὕτη v (sic Arm et LXX) καὶ om. Arm (= LXX) 4 διὰ om. Arm ὃ τοῦ νοῦ κινοῦντος coni. Mang. 8 εἰσὶν om. Arm 11 ψυχικῇ Hoeschel: ψυχὴ codd. et Arm 12 ἐν νῷ Arm: ἐν τῶ codd. 14 καὶ om. Arm 15 πρὸς] καὶ πρὸς Arm, παρὰ coni. Wendl. 17 γεννήματα coni. Mang. 18 μή, μὴ A, μή, (??)P 19 ὅτι om. Arm 22 τὸ ἐπὶ Arm ὅταν φῇ om. Arm 23 ‘Pαχὴλ δὲ ἧν στεῖρα om. Arm 25 θνητῷ γένει Arm (coni. Mang.): γένει om. codd. 26 δὲ om. Arm 28 καὶ τέκωσιν — τῆς μισουμένης om. Arm γένηται LXX: γενήσεται codd. 30 τῆς μισουμένης τὸν πρωτότοκον Arm (= LXX): τὸν π. τῆς μ. codd. 7* ἐστι καὶ τελειότατα τὰ τῆς μισουμένης | ἀρετῆς γεννήματα, τὰ δὲ τῆς ἀγαπωμένης ἡδονῆς ἔσχατα. Legum_allegoriarum_libri_i_iii 49 „Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν“ (Gen. 2, 24). ἕνεκα τῆς αἰσθήσεως ὁ νοῦς, ὅταν αὐτῇ δουλωθῇ, καταλείπει καὶ τὸν πατέρα τῶν ὅλων θεὸν καὶ τὴν μητέρα τῶν συμπάντων, τὴν ἀρετὴν καὶ σοφίαν τοῦ θεοῦ, καὶ προσκολλᾶται καὶ ἑνοῦται τῇ αἰσθήσει καὶ ἀναλύεται εἰς αἴσθησιν, ἵνα γένωνται μία σὰρξ καὶ ἓν πάθος οἱ δύο. Legum_allegoriarum_libri_i_iii 50 παρατήρει δ’ ὅτι οὐχ ἡ γυνὴ κολλᾶται τῷ ἀνδρί, ἀλλ’ ἔμπαλιν ὁ ἀνὴρ τῇ γυναικί, ὁ νοῦς τῇ αἰσθήσει· ὅταν γὰρ τὸ κρεῖττον ὁ νοῦς ἑνωθῇ τῷ χείρονι τῇ αἰσθήσει, ἀναλύεται εἰς τὸ χεῖρον τὸ σαρκὸς γένος, τὴν παθῶν αἰτίαν αἴσθησιν· ὅταν δὲ τὸ χεῖρον ἡ αἴσθησις ἀκολουθήσῃ τῷ κρείττονι τῷ νῷ, οὐκέτι ἔσται σάρξ, ἀλλὰ ἀμφότερα νοῦς. οὗτος μὲν δὴ τοιοῦτος, τὸ φιλοπαθὲς προκρίνων τοῦ φιλοθέου. Legum_allegoriarum_libri_i_iii 51 ἔστι δέ τις ἕτερος τοὐναντίον ᾑρημένος ὁ Λευὶ ὁ „λέγων τῷ πατρὶ καὶ τῇ μητρί Οὐχ ἑώρακά σε, καὶ τοὺς ἀδελφοὺς οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς ἀπέγνω“ (Deut. 33, 9)· πατέρα καὶ μητέρα οὗτος [τε], τὸν νοῦν καὶ τὴν τοῦ σώματος ὕλην, καταλείπει ὑπὲρ τοῦ κλῆρον ἔχειν τὸν ἕνα θεόν, „κύριος γὰρ αὐτὸς κλῆρος αὐτῷ“ (Deut. 10, 9). Legum_allegoriarum_libri_i_iii 52 γίνεται δὴ τοῦ μὲν φιλοπαθοῦς κλῆρος τὸ πάθος, τοῦ δὲ φιλοθέου τοῦ Λευὶ κλῆρος ὁ θεός. οὐχ ὁρᾷς ὅτι καὶ τῇ δεκάτῃ τοῦ ἑβδόμου μηνὸς κελεύει δύο τράγους [κλῆρον] προσάγειν, „κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ“ (Lev. 16, 8) ; τοῦ γὰρ φιλοπαθοῦς ἐστι κλῆρος ὄντως τὸ ἀποπόμπιμον πάθος. Legum_allegoriarum_libri_i_iii 53 „Καὶ ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο. Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 2, 25. 3,1). γυμνός ἐστιν ὁ νοῦς ὁ μήτε κακίᾳ μήτε ἀρετῇ ἀμπεχόμενος, ἀλλ’ ἑκατέρου γεγυμνωμένος ὄντως, οἷον ἡ τοῦ νηπίου παιδὸς ψυχὴ ἀμέτοχος οὖσα ἑκατέρου, ἀγαθοῦ τε καὶ κακοῦ, ἀπημφίασται τὰ καλύμματα καὶ 1 τελεώτατα AP τὰ τῆς] ταύτης P 6 αὐτῇ om. Arm καταλείπει M: καταλίπῃ AP τῶν ὅλων MPArm: τὸν ὅλων Α 7 ἀρετὴν καὶ om. Arm 8. 9 γένωνται codd.: γίνωνται Mang. 11 τὸ om. Arm 12 τὸ alterum om. Arm γένος] γένος καὶ Mang., γενόμενον coni. Wendl. (cf. p. 95,4) τὴν τῶν παθῶν Arm 15 ἡρημένος εἰρημένος AP 16 ἑώρακά MArm: ἑώρακέ AP 18 οὗτος τὲ τὸν νοῦν codd., τε seclusi, οὗτος τόν τε νοῦν Maug. 19 κύριος] καὶ P 20 φιλοθέου addidi, φιλοσόφου add. Arm 21 ἑβδόμου addidi 22 κλῆρον prius om. Arm, seclusi 28 μήτε ἀρετῇ μήτε κακία Arm 29 ἑκατέρων Arm ὄντως corr. ex ὄντος P, ὄντος A γεγύμνωται· ταῦτα γάρ ἐστιν ἐσθήματα ψυχῆς, οἷς σκεπάζεται καὶ συγκρύπτεται, τῆς μὲν σπουδαίας τὸ ἀγαθόν, τῆς δὲ φαύλης τὸ κακόν. Legum_allegoriarum_libri_i_iii 54 τριχῶς δὲ [καὶ] ψυχὴ γυμνοῦται· ἅπαξ μὲν ὅτε ἄτρεπτος διατελεῖ καὶ πασῶν μὲν ἠρήμωται κακιῶν, πάντα δὲ τὰ πάθη ἀπημφίασται καὶ ἀποβέβληκε. διὰ τοῦτο καὶ „Μωυσῆς ἔξω τῆς παρεμβολῆς πήγνυσι τὴν ἑαυτοῦ σκηνήν, μακρὰν ἀπὸ τῆς παρεμβολῆς, καὶ ἐκλήθη σκηνὴ μαρτυρίου“ (Exod. 33, 7)· τοῦτο δ’ ἐστὶ τοιοῦτον· Legum_allegoriarum_libri_i_iii 55 ἡ φιλόθεος ψυχὴ ἐκδῦσα τὸ σῶμα καὶ τὰ τούτῳ φίλα καὶ μακρὰν ἔξω φυγοῦσα ἀπὸ τούτων πῆξιν καὶ βεβαίωσιν καὶ ἵδρυσιν ἐν τοῖς τελείοις ἀρετῆς δόγμασι λαμβάνει· διὸ καὶ μαρτυρεῖται ὑπὸ θεοῦ, ὅτι καλῶν ἐρᾷ, „ἐκλήθη γὰρ σκηνὴ μαρτυρίου“ φησί· καὶ τὸν καλοῦντα παρεσιώπησεν, ἵνα συγκινηθεῖσα ἡ ψυχὴ σκέψηται, τίς ὁ μαρτυρῶν ταῖς φιλαρέτοις διανοίαις ἐστί. Legum_allegoriarum_libri_i_iii 56 τούτου χάριν ὁ ἀρχιερεὺς εἰς τὰ ἅγια τῶν ἁγίων οὐκ εἰσελεύσεται ἐν τῷ ποδήρει (cf. Lev. 16, 1 ss.), ἀλλὰ τὸν τῆς δόξης καὶ φαντασίας ψυχῆς χιτῶνα ἀποδυσάμενος καὶ καταλιπὼν τοῖς τὰ ἐκτὸς ἀγαπῶσι καὶ δόξαν πρὸ ἀληθείας τετιμηκόσι γυμνὸς ἄνευ χρωμάτων καὶ ἤχων εἰσελεύσεται σπεῖσαι τὸ ψυχικὸν αἷμα καὶ θυμιᾶσαι ὅλον τὸν νοῦν τῷ σωτῆρι καὶ εὐεργέτῃ θεῷ. Legum_allegoriarum_libri_i_iii 57 καὶ μὲν δὴ Ναδὰβ καὶ Ἀβιοὺδ (cf. Lev. 10, 1) οἱ ἐγγίσαντες θεῷ καὶ τὸν μὲν θνητὸν βίον καταλιπόντες, τοῦ δ’ ἀθανάτου μεταλαχόντες, γυμνοὶ θεωροῦνται τῆς κενῆς καὶ θνητῆς δόξης· οὐ γὰρ ἂν ἐν τοῖς χιτῶσιν αὐτοὺς οἱ κομίζοντες ἔφερον (Lev. 10, 5), εἰ μὴ γεγύμνωντο πάντα δεσμὸν πάθους καὶ σωματικῆς ἀνάγκης διαρρήξαντες, ἵνα μὴ ἡ γύμνωσις αὐτῶν καὶ ἀσωματότης ἀθέων ἐπεισόδῳ λογισμῶν κιβδηλευθῇ· οὐ γὰρ πᾶσιν ἐπιτρεπτέον τὰ θεοῦ καθορᾶν ἀπόρρητα, ἀλλὰ μόνοις τοῖς δυναμένοις αὐτὰ περιστέλλειν καὶ φυλάττειν. Legum_allegoriarum_libri_i_iii 58 διὸ καὶ οἱ περὶ τὸν Μισαδαὶ οὐχὶ τοῖς ἰδίοις χιτῶσιν αἴρουσιν, ἀλλὰ τοῖς τῶν ἐκπυρωθέντων καὶ ἀναληφθέντων Ναδὰβ καὶ Ἀβιούδ· ἀποδυσάμενοι γὰρ τὰ ἐπικαλύπτοντα πάντα τὴν μὲν γύμνωσιν τῷ θεῷ προσήνεγκαν, τοὺς δὲ χιτῶνας τοῖς περὶ Μισαδαὶ κατέλιπον· χιτῶνες δ’ εἰσὶ τὰ μέρη τοῦ ἀλόγου, ἃ τὸ λογικὸν ἐπεσκίαζε. Legum_allegoriarum_libri_i_iii 59 καὶ Ἀβραὰμ 3 — κέκληται (p. 103,23) om. P καὶ om. Arm, seclusi 7 ἐκδῦσα om, Α 11. 12 ἀνακινηθεῖσα coni. Mang. 16 post γυμνὸς add. φησὶν Arm ἤχων] εἶχον Α, σχημάτων Arm 19. 20 τοῦ δ’ ἀθανάτου μεταλαχόντες om. Arm 20 κενῆς MArm (coni. Mang.): καινῆς Α καὶ θνητῆς om. Arm 21 ἐν τοῖς M: θνητοῖς Arm, ἐν ταῖς (sic) Α αὐτοὺς Arm: αὐτοῖς codd., αὐτῶν coni. Mang. ἐξέφερον Arm 22 γεγύμνωντο codd.: ἐγεγύμνωντο v 23 ἀθέων Mang.: ἀθέω codd. 24 ἐπιτέτραπται Arm 26 Μισάδε M, Μισαδὲ A οὐχὶ — Μισαδαὶ (29) om. A αἴρουσιν om. Mang. 28 μὲν om. Mang. 29 Μισάδε M γυμνοῦται, ὅταν ἀκούσῃ· "ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου“ (Gen. 12, 1). καὶ ὁ Ἰσαὰκ οὐ γυμνοῦται μέν, ἀεὶ δὲ γυμνός ἐστι καὶ ἀσώματος· πρόσταγμα γὰρ αὐτῷ δέδοται, μὴ καταβῆναι εἰς Αἴγυπτον (Gen. 26, 2), τουτέστι τὸ σῶμα. καὶ Ἰακὼβ γυμνότητος ἐρᾷ ψυχικῆς — ἡ γὰρ λειότης αὐτοῦ γύμνωσίς ἐστιν —· ἦν γὰρ Ἠσαῦ ἀνὴρ δασύς, Ἰακὼβ δέ, φησίν, ἀνὴρ λεῖος (Gen. 27,11), παρὸ καὶ τῆς Λείας Legum_allegoriarum_libri_i_iii 60 ἀνήρ ἐστι. μία μὲν ἀρίστη γύμνωσίς ἐστιν αὕτη, ἡ δ’ ἑτέρα ἐστὶν ἐναντία, ἀρετῆς ἀφαίρεσις ἐκ τροπῆς γινομένη, ὅταν ληραίνῃ καὶ παρανοῇ ἡ ψυχή. ταύτῃ χρῆται ὁ Νῶε γυμνούμενος, ὅταν πίῃ τοῦ οἴνου· χάρις δὲ τῷ θεῷ, ὅτι ἡ τροπὴ καὶ ἡ γύμνωσις τοῦ νοῦ κατ’ ἀρετῆς ἀφαίρεσιν οὐκ ἄχρι τῶν ἐκτὸς ἐχύθη, ἀλλ’ ἔμεινεν ἐν τῷ οἴκῳ· φησὶ γὰρ ὅτι „ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ“ (Gen. 9, 21)· κἂν γὰρ ἁμάρτῃ ὁ σοφός, οὐχ οὕτως ἐξώκειλεν ὡς ὁ φαῦλος, τοῦ μὲν γὰρ κέχυται ἡ κακία, τοῦ δὲ συνέσταλται· διὸ καὶ ἀνανήφει, τοῦτο δ’ ἐστὶ μετανοεῖ καὶ ὥσπερ ἐκ νόσου ἀναλαμβάνει. Legum_allegoriarum_libri_i_iii 61 ἀκριβέστερον δὲ τὸ ἐν τῷ οἴκῳ γίνεσθαι τὴν γύμνωσιν θεασώμεθα· ἐπειδὰν ἡ ψυχὴ τραπεῖσα μόνον ἐννοηθῇ τι τῶν ἀτόπων καὶ μὴ ἐπεξέλθῃ, ὥστε αὐτὸ ἔργῳ τελειῶσαι, ἐν τῷ τῆς ψυχῆς χωρίῳ καὶ οἴκῳ γέγονε τὸ ἁμάρτημα· ἐὰν δὲ πρὸς τῷ μοχθηρόν τι λογίσασθαι καὶ ἐπανύσηται, ὥστε ἐργάσασθαι, κέχυται καὶ εἰς τὰ ἐκτὸς τὸ ἀδίκημα. παρὸ καὶ τῷ Χαναὰν καταρᾶται, Legum_allegoriarum_libri_i_iii 62 ὅτι τὴν τῆς ψυχῆς τροπὴν ἔξω ἀπήγγειλε, τουτέστι καὶ εἰς τὰ ἐκτὸς ἔτεινε καὶ ἐπεξειργάσατο προσθεὶς τῷ κακῷ βουλήματι κακὸν τὸ διὰ τῶν ἔργων ἀποτέλεσμα· Σὴμ δὲ καὶ Ἰάφεθ ἐπαινοῦνται μὴ ἐπιθέμενοι τῇ ψυχῇ, ἀλλὰ τὴν τροπὴν αὐτῆς περικαλύψαντες. Legum_allegoriarum_libri_i_iii 63 διὰ τοῦτο καὶ αἱ εὐχαὶ καὶ οἱ ὁρισμοὶ τῆς ψυχῆς ἐπιλύονται, ὅταν ἐν οἴκῳ γένωνται πατρὸς ἢ ἀνδρός (Num. 30, 4 ss.), μὴ ἡσυχαζόντων τῶν λογισμῶν μηδὲ ἐπιτιθεμένων τῇ τροπῇ, ἀλλὰ περιαιρούντων τὸ ἁμάρτημα· τότε γὰρ καὶ ὁ δεσπότης ἁπάντων „καθαριεῖ αὐτήν“. εὐχὴν δὲ χήρας καὶ ἐκβεβλημένης ἀναφαίρετον ἐᾷ· „ὅσα γὰρ ἂν εὔξηται“ φησί „κατὰ τῆς ψυχῆς αὐτῆς, μένει αὐτῇ“ (Num. 30, 10)· κατὰ λόγον· εἰ γὰρ ἄχρι τῶν ἐκτὸς ἐκβληθεῖσα προελήλυθεν, ὡς μὴ τρέπεσθαι μόνον ἀλλὰ καὶ διὰ τῶν ἀποτελεσμάτων ἁμαρτάνειν, ἀθεράπευτος μένει ἀνδρείου τε λόγου μὴ μετασχοῦσα καὶ τῆς τοῦ πατρὸς παρηγορίας στερηθεῖσα. Legum_allegoriarum_libri_i_iii 64 τρίτη 6 om. Arm 7 ἀρίστη om. Arm 13 ἐξώκειλεν Hoeschel: ἐξωκείλει codd., ἐξοκέλλει V 19 μοχθηρόν τι] μοχθηρὸν εἶναι τὸ Αrm ἐκτανύσηται coni. Cotelier (Mang.) 20 τῴ] τὸ A Χανὰν Mang. 21 καὶ om. Arm 24 τὴν ψυχήν Α 26 μὴ MArm: μὲν A 27 συντιθεμένων coni. Mang. 28 ἐκβεβλημμένης Μ 30 αὐτὴ κατὰ λόγον AArm 33 πατρὸς παρηγορίας] θεοῦ προσηγορίας Arm γύμνωσίς ἐστιν ἡ μέση, καθ’ ἣν ὁ νοῦς ἄλογός ἐστι μήτε ἀρετῆς πω μήτε κακίας μετέχων. περὶ ταύτης ἐστὶν ὁ λόγος, ἧς καὶ ὁ νήπιος κοινωνεῖ, ὥστε τὸ λεγόμενον „ἦσαν οἱ δύο γυμνοί, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ“ τοιοῦτον εἶναι· οὔτε ὁ νοῦς ἐνόει οὔτε ἡ αἴσθησις ᾐσθάνετο, ἀλλ’ ἦν ὁ μὲν τοῦ νοεῖν ἔρημός τε καὶ γυμνός, ἡ δὲ τοῦ αἰσθάνεσθαι. Legum_allegoriarum_libri_i_iii 65 τὸ δὲ „οὐκ ᾐσχύνοντο“ πάλιν ἴδωμεν. τρία κατὰ τὸν τόπον ἐστίν· ἀναισχυντία, αἰδώς, τὸ μήτε ἀναισχυντεῖν μήτε αἰδεῖσθαι· ἀναισχυντία μὲν οὖν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰδεῖσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως, περὶ οὗ νῦν ἐστιν ὁ λόγος· ὁ γὰρ μηδέπω κατάληψιν ἀγαθοῦ ἢ κακοῦ λαβὼν οὔτε ἀναισχυντεῖν οὔτε αἰδεῖσθαι δύναται. Legum_allegoriarum_libri_i_iii 66 τῆς μὲν οὖν ἀναισχυντίας παραδείγματα αἱ ἀσχημοσύναι πᾶσαι, ὅταν ὁ νοῦς ἀποκαλύπτῃ τὰ αἰσχρά, συσκιάζειν δέον, ἐπαυχῶν καὶ σεμνυνόμενος ἐπ’ αὐτοῖς. λέγεται καὶ ἐπὶ τῆς Μαριάμ, ὅτε κατελάλει Μωυσῆ· „εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς, οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας“ (Num. 12, 14) ; Legum_allegoriarum_libri_i_iii 67 ὄντως γὰρ ἀναίσχυντος καὶ θρασεῖα ἡ αἴσθησις, ἣ ἐξουθενηθεῖσα ὑπὸ τοῦ θεοῦ τοῦ πατρὸς παρὰ τὸν πιστὸν ἐν ὅλῳ τῷ οἴκῳ (ibid. 7), ᾧ τὴν Αἰθιόπισσαν, τὴν ἀμετάβλητον καὶ κατακορῆ γνώμην, αὐτὸς ὁ θεὸς ἡρμόσατο, τολμᾷ καταλαλεῖν Μωυσῆ καὶ κατηγορεῖν, ἐφ’ ᾧ ὤφειλεν ἐπαινεῖσθαι (ibid. 1)· τοῦτο γάρ ἐστιν ἐγκώμιον αὐτοῦ μέγιστον, ὅτι τὴν Αἰθιόπισσαν ἔλαβε, τὴν ἄτρεπτον καὶ πεπυρωμένην καὶ δόκιμον φύσιν· ὥσπερ γὰρ ἐν ὀφθαλμῷ τὸ βλέπον μέλαν ἐστίν, οὕτως τὸ ὁρατικὸν τῆς ψυχῆς Αἰθιόπισσα κέκληται. Legum_allegoriarum_libri_i_iii 68 διὰ τί οὖν, πολλῶν ὄντων κακίας ἔργων, ἑνὸς μόνου μέμνηται τοῦ κατὰ τὸ αἰσχρὸν εἰπὼν „οὐκ ᾐσχύνοντο“, ἀλλ’ οὐκ οὐκ ἠδίκουν ἢ οὐχ ἡμάρτανον ἢ οὐκ ἐπλημμέλουν; παράκειται δὲ ἡ αἰτία. μὰ τὸν ἀληθῆ μόνον θεὸν οὐδὲν οὕτως αἰσχρὸν ἡγοῦμαι ὡς τὸ ὑπολαμβάνειν ὅτι νοῶ ἢ ὅτι αἰσθάνομαι. ὁ ἐμὸς νοῦς αἴτιος τοῦ νοεῖν; πόθεν; Legum_allegoriarum_libri_i_iii 69 ἑαυτὸν γὰρ οἶδεν, 2 ταύτης] ἧς Arm 7 καὶ αἰδὼς καὶ τὸ μὴ ἀναισχυντεῖν Arm μήτε αἰδεῖσθαι om. Arm 12 ὁ νοῦς] οὖν Arm 14 Μαριάμ scripsi: Μάριας codd. κατελάλει codd.: καταλάλει (sic) Mang. Μωσῆ MArm, Μωυσῇ v 15 ἐντραπήσηται Mang. 16 ὄντως] οὕτως Arm ἣ scripsi: ἡ codd. 18 οἴκω αὐτοῦ Arm τὴν ἀμετάβλητον] καὶ ἀμ’. Arm 19 Μωυσῇ v 22 φύσιν] φύσει Α, φαῦσιν coni. Creuzer 24 τῆς κακίας Arm 25 ἀλλ’ οὐκ οὐκ Arm: ὤ’ οὐκ codd. 8 — 9 Anton. Mel. II 71 Col. 1169 Flor. Par. No. 14 (??) Max. Ecl. cap. 40) Φίλωνος: ἀναισχυντία μὲν ἴδιον φαύλου, αἰδὼς δὲ σπουδαίου, τὸ δὲ μήτε αἰσχύνεσθαι μήτε ἀναισχυντεῖν τοῦ ἀκαταλήπτως ἔχοντος καὶ ἀσυγκαταθέτως, ὅστις ὢν τυγχάνει ἢ πῶς ἐγένετο; ἡ δὲ αἴσθησις αἰτία τοῦ αἰσθάνεσθαι; πῶς ἂν λέγοιτο, μήθ’ ὑφ’ αὑτῆς μήτε ὑπὸ τοῦ νοῦ γνωριζομένη; οὐχ ὁρᾷς ὅτι ὁ δοκῶν νοεῖν νοῦς εὑρίσκεται πολλάκις ἄνους, ἐν τοῖς κόροις, ἐν ταῖς μέθαις, ἐν ταῖς παραφροσύναις; ποῦ δὴ τὸ νοεῖν ἐπ’ αὐτῶν; ἡ δὲ αἴσθησις οὐ πολλάκις ἀφαιρεῖται τὸ αἰσθάνεσθαι; ὁρῶντες ἔστιν ὅτε οὐχ ὁρῶμεν καὶ ἀκούοντες οὐκ ἀκούομεν, ἐπειδὰν ὁ νοῦς μικρὸν ὅσον ἑτέρῳ νοητῷ προσενεχθῇ παρενθυμούμενος. Legum_allegoriarum_libri_i_iii 70 ἕως οὖν γυμνοί εἰσιν, ὁ μὲν νοῦς τοῦ νοεῖν, ἡ δὲ αἴσθησις τοῦ αἰσθάνεσθαι, οὐδὲν ἔχουσιν αἰσχρόν· ἐπειδὰν δὲ ἄρξωνται καταλαμβάνειν, ἐν αἰσχύνῃ καὶ ὕβρει γίνονται, εὑρεθήσονται γὰρ εὐηθείᾳ καὶ μωρίᾳ πολλάκις χρώμενοι μᾶλλον ἢ ὑγιαινούσῃ ἐπιστήμῃ, οὐ μόνον ἐν κόροις καὶ μελαγχολίαις καὶ παραφροσύναις ἀλλὰ καὶ ἐν τῷ ἄλλῳ βίῳ· ὅτε μὲν γὰρ ἡ αἴσθησις κρατεῖ, ὁ νοῦς ἠνδραπόδισται μηδενὶ προσέχων νοητῷ, ὅτε δὲ ὁ νοῦς κρατεῖ, ἡ αἴσθησις ἄπρακτος θεωρεῖται μηδενὸς ἀντίληψιν ἴσχουσα αἰσθητοῦ. Legum_allegoriarum_libri_i_iii 71 „Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 3, 1). δυεῖν προγεγονότων νοῦ καὶ αἰσθήσεως καὶ τούτων γυμνῶν κατὰ τὸν δεδηλωμένον τρόπον ὑπαρχόντων, ἀνάγκη τρίτην ἡδονὴν συναγωγὸν ἀμφοῖν ὑπάρξαι πρὸς τὴν τῶν νοητῶν καὶ αἰσθητῶν ἀντίληψιν· οὔτε γὰρ ὁ νοῦς δίχα αἰσθήσεως ἠδύνατο καταλαβεῖν ζῷον ἢ φυτὸν ἢ λίθον ἢ ξύλον ἢ συνόλως σῶμα οὔτε ἡ αἴσθησις δίχα τοῦ νοῦ περιποιῆσαι τὸ αἰσθάνεσθαι. Legum_allegoriarum_libri_i_iii 72 ἐπειδὴ τοίνυν ἄμφω ταῦτα συνελθεῖν ἔδει πρὸς κατάληψιν τῶν ὑποκειμένων, τίς αὐτὰ συνήγαγεν ὅτι μὴ δεσμὸς τρίτος ἔρωτος καὶ ἐπιθυμίας, ἀρχούσης καὶ δυναστευούσης ἡδονῆς, ἣν συμβολικῶς ὄφιν ὠνόμασε; Legum_allegoriarum_libri_i_iii 73 πάνυ καλῶς ὁ ζῳοπλάστης θεὸς ἐδημιούργησε τὴν τάξιν· νοῦν πρῶτον τὸν ἄνδρα, πρεσβύτατον γὰρ ἐν ἀνθρώπῳ, εἶτα αἴσθησιν τὴν γυναῖκα, εἶτα ἑξῆς τρίτον ἡδονήν. δυνάμει δέ εἰσιν αὐτῶν αἱ ἡλικίαι διάφοροι νοούμεναι μόνον, χρόνῳ δὲ ἰσήλικες· ἅμα γὰρ ἑαυτῇ ψυχὴ πάντα ἐπιφέρεται, ἀλλὰ τὰ μὲν ἐντελεχείᾳ, τὰ δὲ τῷ δύνασθαι γενέσθαι, εἰ καὶ μήπω προσείληφε τὸ τέλος. Legum_allegoriarum_libri_i_iii 74 εἰκάσθη δὲ ὄφει ἡδονὴ διὰ τόδε· πολύπλοκος γὰρ καὶ 2 αὐτῆς codd. 3 κόροις] καιροῖς Arm 4 δὴ codd.: δὲ Mang. ἐπ’ αὐτοῦ Arm 5 ὁρῶντες γὰρ Arm 7 προσενεχθῇ codd.: προσανέχῃ Mang. ἕως οὖν Arm (ut vid.): ἕως οὗ codd. 8 τὸ νοεῖν P ἔχωσιν A 11 κόροις] ὀργαῖς Arm ut vid. 12 ἡ αἴσθησις om. P 16 δυεῖν codd.: δυοῖν ν 21 περιποιήσασθαι coni. Wendl. 25 νοῦν codd.: νοῦν γὰρ v 26 τῶν ἐν ἀνθρώπῳ Arm 27 δυνάμει APArm: δυνάμεις M αἱ scripsi: καὶ codd. 28 ἑαυτὴν ψυχὴ AP 29 ἐνδελεχεία AP 30 ὄφις ἡδονῇ Arm γὰρ M: γε Α, δὲ P, om. Arm ποικίλη ὥσπερ τοῦ ὄφεως ἡ κίνησις, οὕτως καὶ ἡδονῆς· πενταχῆ γέ τοι πρῶτον εἱλεῖται, καὶ γὰρ δι’ ὁράσεως ἡδοναὶ συνίστανται καὶ δι’ ἀκοῆς καὶ διὰ γεύσεως καὶ διὰ ὀσφρήσεως καὶ δι’ ἁφῆς· γίνονται δὲ αἱ σφοδρόταται καὶ σύντονοι αἱ περὶ τὰς γυναῖκας ὁμιλίαι, δι’ ὧν γένεσις ἡ τοῦ ὁμοίου πέφυκεν ἀποτελεῖσθαι. Legum_allegoriarum_libri_i_iii 75 καὶ μὴν οὐ διὰ τοῦτο μόνον ποικίλην φαμὲν τὴν ἡδονήν, ὅτι περὶ πάντα τὰ τοῦ ἀλόγου τῆς ψυχῆς εἱλεῖται, ἀλλ’ ὅτι καὶ περὶ ἕκαστον μέρος πολύπλοκός ἐστιν· εὐθέως δι’ ὁράσεως ἡδοναὶ γίνονται ποικίλαι, γραφικὴ πᾶσα, πλαστική, τἆλλα ὅσα κατὰ τέχνας τεχνικὰ δημιουργήματα τέρπει τὴν ὅρασιν· πάλιν φυτῶν βλαστανόντων ἀνθούντων καρποτοκούντων διαφοραί, ζῴων εὐμορφίαι πολυσχιδεῖς· ὁμοίως τὴν ἀκοὴν αὐλὸς ἡδύνει, κιθάρα, πᾶσα ὀργάνων ἰδέα, ζῴων ἀλόγων ἐμμελεῖς φωναί, χελιδόνων, ἀηδόνων, τῶν ἄλλων ὅσα φύσις μεμούσωκε, λογικῶν εὐφωνία, κιθαρῳδῶν κωμῳδίαν τραγῳδίαν τὴν ἄλλην ὑποκριτικὴν ἐπιδεικνυμένων. Legum_allegoriarum_libri_i_iii 76 τί δὲ δεῖ περὶ τῶν γαστρὸς ἡδονῶν διδάσκειν; σχεδὸν γὰρ ὅσαι τῶν ὑποκειμένων χυλῶν προσηνῶν διαφοραὶ καὶ τὴν αἴσθησιν κινούντων, τοσαῦται καὶ τῆς ἡδονῆς. ἆρ’ οὖν οὐ δεόντως ποικίλον οὖσα ἡδονὴ ποικίλῳ ζῴῳ ὄφει παρεβλήθη; διὰ τοῦτο καὶ τὸ λαῶδες καὶ ὄχλον ἔχον ἐν ἡμῖν μέρος, Legum_allegoriarum_libri_i_iii 77 ὅτε τῶν ἐν Αἰγύπτῳ, τουτέστι τῷ σωματικῷ ὄγκῳ, οἰκιῶν ἐφίεται, ἡδοναῖς περιπίπτει θάνατον ἐπαγούσαις, οὐ χωρισμὸν ψυχῆς ἀπὸ σώματος, ἀλλὰ ψυχῆς ὑπὸ κακίας φθοράν· φησὶ γάρ· „καὶ ἀπέστειλε κύριος εἰς τὸν λαὸν τοὺς ὄφεις τοὺς θανατοῦντας. καὶ ἔδακνον τὸν λαόν, καὶ ἀπέθνῃσκε λαὸς πολὺς τῶν υἱῶν Ἰσραήλ“ (Num. 21, 6)· ὄντως γὰρ οὐδὲν οὕτως θάνατον ἐπάγει ψυχῇ, ὡς ἀμετρία τῶν ἡδονῶν. Legum_allegoriarum_libri_i_iii 78 τὸ δὲ ἀποθνῇσκον οὐ τὸ ἄρχον ἐστὶν ἐν ἡμῖν, ἀλλὰ τὸ ἀρχόμενον τὸ λαῶδες, καὶ μέχρι τούτου θάνατον ἐνδέξεται, μέχρις ἂν μετανοίᾳ χρησάμενον ὁμολογήσῃ τὴν τροπήν· προσελθόντες γὰρ ἔλεγον Μωυσῇ „ὅτι ἡμαρτήκαμεν, ὅτι κατελαλήσαμεν κατὰ κυρίου καὶ κατὰ σοῦ· εὖξαι οὖν πρὸς κύριον, καὶ ἀφελέτω ἀφ’ ἡμῶν τοὺς ὄφεις“ (ibid. 7). εὖ τὸ φάναι, οὐχ ὅτι κατελαλήσαμεν, 2 M 3 post δὲ add. καὶ Mang. αἱ om. Arm 4 συντονώταται περὶ τἀς γυναικῶν ὁμιλίας coni. Wendl. σύντομοι AP 6 τὰ ἄλογα μέρη Arm εἰλαλήσαμεν, ι λεῖται M 8 τἄλλα AP 11 πολυσχεδεῖς AP 14 τί δὲ Arm: δὲ om. codd. 17 οὖν οὐ scripsi: οὑν Arm, οὐ codd. ποικίλον MArm: ποικίλων AP ζώω ὄφει M: ζῴῳ om. Arm, ὄφει om. AP παρεβλήθη: — hic desinit P 18 ὄχλον ἔχον] ὀχλικὸν coni. Mang. ἐν ἡμῖν om. Arm 19 τῶν σωματικῶν ὄγκων Arm ὄγκω codd.: οἴκῳ V οἰκιῶν] ὡς οἰκείων Arm, σικυῶν coni. Mang. ἡδοναῖς om. A 24 ψυχὴ Α 25 καὶ τὸ λαῶδες Arm 29 εὖ τὸ] ἐν τῶ Α ἡμάρτομεν, ἀλλ’ „ὅτι ἡμάρτομεν, κατελαλήσαμεν“· ὅταν γὰρ ἁμάρτῃ καὶ ἀπαρτηθῇ ὁ νοῦς ἀρετῆς, αἰτιᾶται τὰ θεῖα τὴν ἰδίαν τροπὴν Legum_allegoriarum_libri_i_iii 79 προσάπτων θεῷ. πῶς οὖν γίνεται ἴασις τοῦ πάθους; ὅταν ἕτερος ὄφις κατασκευασθῇ τῷ τῆς Εὔας ἐναντίος, ὁ σωφροσύνης λόγος· ἡδονῇ γὰρ ἐναντίον σωφροσύνη, ποικίλῳ πάθει ποικίλη ἀρετὴ καὶ ἀμυνομένη πολεμίαν ἡδονήν. τὸν κατὰ σωφροσύνην οὖν ὄφιν κελεύει ὁ θεὸς Μωυσεῖ κατασκευάσασθαι καί φησι· „ποίησον σεαυτῷ ὄφιν καὶ θὲς αὐτὸν ἐπὶ σημείου“ (ibid. 8). ὁρᾷς ὅτι οὐκ ἄλλῳ τινὶ κατασκευάζεται τοῦτον ὁ Μωυσῆς τὸν ὄφιν ἢ ἑαυτῷ, προστάττει γὰρ ὁ θεός „ποίησον σεαυτῷ,“ ἵνα γνῷς, ὅτι οὐ παντός ἐστι κτῆμα σωφροσύνη, ἀλλὰ μόνου τοῦ θεοφιλοῦς. Legum_allegoriarum_libri_i_iii 80 σκεπτέον δέ, διὰ τί Μωυσῆς χαλκοῦν ὄφιν κατασκευάζεται, οὐ προσταχθὲν αὐτῷ περὶ ποιότητος. μήποτ’ οὖν διὰ τάδε· πρῶτον μὲν ἄυλοί εἰσιν αἱ θεοῦ χάριτες [ἰδέαι αὗται] καὶ ἄποιοι, αἱ δὲ τῶν θνητῶν σὺν ὕλῃ θεωροῦνται· δεύτερον δὲ Μωυσῆς μὲν ἀσωμάτων ἐρᾷ ἀρετῶν, αἱ δ’ ἡμέτεραι ψυχαὶ οὐ δυνάμεναι ἐκδῦναι τὰ σώματα σωματικῆς ἐφίενται ἀρετῆς. Legum_allegoriarum_libri_i_iii 81 δυνατῇ δὲ καὶ στερεᾷ οὐσίᾳ τῇ χαλκοῦ ἀπείκασται ὁ κατὰ σωφροσύνην λόγος εὔτονος καὶ ἀδιάκοπος ὤν, ἴσως δὲ καὶ παρόσον ἡ μὲν ἐν τῷ θεοφιλεῖ σωφροσύνη τιμιωτάτη ἐστὶ καὶ χρυσῷ ἐοικυῖα, δευτερεύουσα δὲ ἡ ἐν τῷ κατὰ προκοπὴν σοφίαν ἀναλαβόντι. ὃν ἂν οὖν „δάκῃ ὄφις, πᾶς ὁ ἰδὼν αὐτὸν ζήσεται“ (ibid.)· πάνυ ἀληθῶς· ἐὰν γὰρ ὁ νοῦς δηχθεὶς ἡδονῇ, τῷ τῆς Εὔας ὄφει, ἰσχύσῃ κατιδεῖν ψυχικῶς τὸ σωφροσύνης κάλλος, τὸν Μωυσέως ὄφιν, καὶ διὰ τούτου τὸν θεὸν αὐτόν, ζήσεται· μόνον ἰδέτω καὶ κατανοησάτω. Legum_allegoriarum_libri_i_iii 82 οὐχ ὁρᾷς ὅτι καὶ ἡ ἄρχουσα σοφία Σάρρα φησίν· „ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21,6) ; ἀλλὰ φέρε τινὰ ἰσχῦσαι ἀκοῦσαι, ὅτι τέτοκεν ἡ ἀρετὴ τὴν εὐδαιμονίαν Ἰσαάκ, καὶ εὐθὺς συγχαρητικὸν ὕμνον ὑμνήσει. ὡς οὖν τοῦ ἀκούσαντός ἐστι τὸ συγχαίρειν, οὕτως τοῦ σωφροσύνην καὶ θεὸν ἰδόντος εἱλικρινῶς τὸ μὴ ἀποθνῄσκειν. Legum_allegoriarum_libri_i_iii 83 πολλαὶ τηθὴ 2 ἀπαρτισθῇ Α 5 ἡδονὴ A σωφροσύνης Α ἀποικίλη coni. Mang. (rectius ἀποίκιλος vel οὐ ποικίλη) 7 Μωσεῖ codd. 8 ἐπὶ σημείῳ Arm ut vid. 13 ἰδέαις M ἰδέαι αὗται om. Arm, seclusi; ἰδέαι οὖσαι coni. Wendl. 14 δεύτερον δὲ καὶ Mang. 16 δυνατὴ δὲ καὶ στερρὰ Α 22 Μωϋσέος MA 23 μόνον δὲ Arm 25 τίνα MA ἰσχύσαι MA ἰσχῦσαι ἀκοῦσαι] λέγειν Arm 26 τὸν συγχαρητικὸν Arm, συγχαριτικὸν M 27 τὸ addidi (sic Arm) 5 Cod. Urbin. 125 fol. 304 (Pitra Anal. Sacra II p. 311) Φίλωνος: ἡδονῇ ἐναντίον σωφροδύνη, ποικίλῳ πάθει ποικίλη ἀρετή. 10 ibid. οὐ παντός ἐστι κτῆμα σωφροσύνη, ἀλλὰ μόνου τοῦ θεοφιλοῦς. δὲ καρτερίας καὶ σωφροσύνης ἐρασθεῖσαι ψυχαὶ καὶ ἐρημωθεῖσαι παθῶν ὅμως κράτος ὑπέμειναν θεοῦ καὶ τροπὴν τὴν πρὸς τὸ χεῖρον ἐδέξαντο, διασυνιστάντος αὑτόν τε καὶ τὴν γένεσιν τοῦ δεσπότου, ἑαυτὸν μέν, ὅτι ἀκλινὴς ἕστηκεν ἀεί, τὴν δὲ γένεσιν, ὅτι ταλαντεύει καὶ πρὸς τἀναντία ἀντιρρέπει· φησὶ γάρ· Legum_allegoriarum_libri_i_iii 84 „τοῦ ἀγαγόντος σε διὰ τῆς ἐρήμου τῆς μεγάλης καὶ τῆς φοβερᾶς ἐκείνης, οὗ ὄφις δάκνων καὶ σκορπίος καὶ δίψα, οὗ οὐκ ἦν ὕδωρ, τοῦ ἐξαγαγόντος σοι ἐκ πέτρας ἀκροτόμου πηγὴν ὕδατος, τοῦ ψωμίσαντός σε τὸ μάννα ἐν τῇ ἐρήμῳ, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου“ (Deut. 8, 15. 16). ὁρᾷς ὅτι οὐ μόνον τῶν ἐν Αἰγύπτῳ παθῶν ἐφιεμένη ἡ ψυχὴ περιπίπτει τοῖς ὄφεσιν, ἀλλὰ καὶ ὅτε ἐστὶν ἐν ἐρήμῳ δάκνεται ὑφ’ ἡδονῆς, τοῦ ποικίλου καὶ ὀφιώδους πάθους· οἰκειότατον δὲ ὄνομα εἴληχε τὸ ἡδονῆς ἔργον, δηγμὸς γὰρ καλεῖται. Legum_allegoriarum_libri_i_iii 85 ἀλλ’ οὐ μόνον οἱ ἐν ἐρήμῳ δάκνονται ὑφ’ ἡδονῆς, ἀλλὰ καὶ οἱ ἐσκορπισμένοι· καὶ γὰρ ἐγὼ πολλάκις καταλιπὼν μὲν ἀνθρώπους συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ εἰς ἐρημίαν ἐλθών, ἵνα τι τῶν θέας ἀξίων κατανοήσω, οὐδὲν ὤνησα, ἀλλὰ σκορπισθεὶς ὁ νοῦς ἢ πάθει δηχθεὶς ἀνεχώρησεν εἰς τἀναντία· ἔστι δὲ ὅτε καὶ ἐν πλήθει μυριάνδρῳ ἠρεμῶ τὴν διάνοιαν, τὸν ψυχικὸν ὄχλον σκεδάσαντος θεοῦ καὶ διδάξαντός με, ὅτι οὐ τόπων διαφοραὶ τό τε εὖ καὶ χεῖρον ἐργάζονται, ἀλλ’ ὁ κινῶν θεὸς καὶ ἄγων ᾗ ἂν προαιρῆται τὸ τῆς ψυχῆς ὄχημα. Legum_allegoriarum_libri_i_iii 86 πλὴν περιπίπτει σκορπίῳ, ὅπερ ἐστὶ σκορπισμῷ, ἐν τῇ ἐρήμῳ, καὶ δίψα καταλαμβάνει ἡ τῶν παθῶν, μέχρις ἂν ὁ θεὸς τῆς ἀκροτόμου σοφίας ἑαυτοῦ τὸ νᾶμα ἐπιπέμψῃ καὶ ποτίσῃ τὴν τραπεῖσαν ψυχὴν ἀμεταβλήτῳ ὑγείᾳ· ἡ γὰρ ἀκρότομος πέτρα ἡ σοφία τοῦ θεοῦ ἐστιν, ἣν ἄκραν καὶ πρωτίστην ἔτεμεν ἀπὸ τῶν ἑαυτοῦ δυνάμεων, ἐξ ἧς ποτίζει τὰς φιλοθέους ψυχάς· ποτισθεῖσαι δὲ καὶ τοῦ μάννα ἐμπίπλανται τοῦ γενικωτάτου — καλεῖται γὰρ τὸ μάννα "τί", ὃ πάντων ἐστὶ γένος —, τὸ δὲ γενικώτατόν ἐστιν ὁ θεός, καὶ δεύτερος ὁ θεοῦ λόγος, τὰ δ’ ἄλλα λόγῳ μόνον ὑπάρχει, ἔργοις δὲ ἔστιν οὗ ἴσα τῷ οὐχ ὑπάρχοντι. Legum_allegoriarum_libri_i_iii 87 ἴδε νῦν διαφορὰν τοῦ ἐν ἐρήμῳ τρεπομένου καὶ τοῦ ἐν Αἰγύπτῳ· ὁ μὲν γὰρ τοῖς θανατοῦσιν ὄφεσι χρῆται, τουτέστιν ἀπλήστοις ἡδοναῖς 1 καὶ alterum om. Mang. 2 ὅμως om. Arm τὴν om. Arm 3 αὐτόν MA 5 ἀντιρἐπει Α 8 ἐν τῇ ἐρήμῳ om. Arm 10 περιπίπτειν Α 12 εἴληχε M: εἴληφε AArm 13 οἱ om. Arm δάκνεται Α, δακνόμενος Arm ὑφ’ ἡδονῆς ora. Arm οἱ ἐσκορπισμένοι] σκορπίζεται Arm 17 μυριάνδρων Α ἠρεμῶ MArm: ἐρήμω Α, ἐρημῶ Maug. 19 ἦ] ἢ A 22 νᾶμα M 24 ἐστιν om. Arm 25 τῆς ἑαυτοῦ δυνάμεως Arm ἐξ ἧς] ἑξῆς Arm 27 τοῦ μάννα Α 29 ὑπάρχειν Α ἔργοις — ὑπάρχοντι] ἔργῳ δὲ δοκεῖ ὑπάρχειν Arm ἔστιν οὗ corruptum; ἔστιν οὑν vel αὖ coni. Mang. ἴσα scripsi: ἴσον codd. 30 ἡ δὲ νῦν διαφορὰ A 31 ἀναπλήστοις Α θάνατον ἐπιφερούσαις, ὁ δ’ ἀσκητὴς δάκνεται μόνον ὑφ’ ἡδονῆς καὶ σκορπίζεται, οὐ θανατοῦται· κἀκεῖνος μὲν σωφροσύνῃ, χαλκῷ ὄφει, θεραπεύεται γενομένῃ ὑπὸ τοῦ σοφοῦ Μωυσέως, οὗτος δὲ ὑπὸ τοῦ θεοῦ ποτίζεται κάλλιστον ποτὸν σοφίαν ἐκ τῆς πηγῆς, ἣν αὐτὸς ἐξήγαγεν ἀπὸ τῆς ἑαυτοῦ σοφίας. Legum_allegoriarum_libri_i_iii 88 οὐδὲ τοῦ θεοφιλεστάτου Μωυσέως ἀπέχεται ἡ ὀφιώδης ἡδονή , λέγεται δὲ ὧδε· „ἐὰν οὖν μὴ πιστεύσωσί μοι μηδὲ εἰσακούσωσι τῆς φωνῆς μου — ἐροῦσι γάρ, οὐκ ὦπταί σοι ὁ θεός —, τί ἐρῶ πρὸς αὐτούς; καὶ εἶπε κύριος Μωυσεῖ· τί τοῦτ’ ἐστὶ τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπε· ῥάβδος. καὶ εἶπε· ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις, καὶ ἔφυγε Μωυσῆς ἀπ’ αὐτοῦ. καὶ εἶπε κύριος Μωυσεῖ· ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου. ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ · ἵνα πιστεύσωσί σοι“ (Exod. 4, 1 ss.). Legum_allegoriarum_libri_i_iii 89 πῶς ἄν τις πιστεύσαι θεῷ; ἐὰν μάθῃ, ὅτι πάντα τὰ ἄλλα τρέπεται, μόνος δὲ αὐτὸς ἄτρεπτός ἐστι. πυνθάνεται οὖν ὁ θεὸς τοῦ σοφοῦ, τί ἐστιν ἐν τῷ πρακτικῷ τῆς ψυχῆς αὐτοῦ βίῳ· ἡ γὰρ χεὶρ σύμβολον πράξεως· ὁ δ’ ἀποκρίνεται, ὅτι παιδεία, ἣν ῥάβδον καλεῖ. διὸ καὶ ὁ πτερνιστὴς τῶν παθῶν Ἰακώβ φησιν· "ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ἰορδάνην τοῦτον“ (Gen. 32, 10)· Ἰορδάνης δὲ κατάβασις ἑρμηνεύεται· τῆς δὲ κάτω καὶ γηίνης καὶ φθαρτῆς φύσεώς ἐστι τὰ κατὰ κακίαν καὶ πάθος· διαβαίνει δὲ ταῦτα ὁ ἀσκητὴς νοῦς ἐν παιδείᾳ· ταπεινὸν γὰρ τὸ ἐκδέχεσθαι, ὅτι βακτηρίαν ἔχων ποταμὸν διέβαινε. Legum_allegoriarum_libri_i_iii 90 καλῶς οὖν καὶ ὁ θεοφιλὴς Μωυσῆς ἀποκρίνεται· ὄντως γὰρ αἱ πράξεις τοῦ σπουδαίου παιδείᾳ ὡς ἂν ῥάβδῳ ἐπερείδονται, τὸν κλόνον καὶ σάλον τῆς ψυχῆς ἱδρυόμεναι. αὕτη ἡ ῥάβδος ἀπορριφθεῖσα γίνεται ὄφις· εἰκότως· ἐὰν γὰρ ἡ ψυχὴ ἀπορρίψῃ τὴν παιδείαν, γέγονε φιλήδονος ἀντὶ φιλαρέτου. διὸ καὶ Μωυσῆς φεύγει ἀπ’ αὐτοῦ· ἀπὸ γὰρ τοῦ πάθους καὶ τῆς ἡδονῆς ἀποδιδράσκει ὁ φιλάρετος. Legum_allegoriarum_libri_i_iii 91 ἀλλά τοί γε ὁ θεὸς τὴν φυγὴν οὐκ ἐπαινεῖ· σοὶ μὲν γάρ, ὦ διάνοια, μήπω τελειωθείσῃ φυγὴν καὶ δρασμὸν τῶν παθῶν ἁρμόζει μελετᾶν, Μωυσεῖ δὲ τῷ τελείῳ παραμένειν τῷ πρὸς αὐτὰ 3 Μωυσέος MA οὗτος] οὕτως Α 4 τὴν σοφίαν Arm 5 Μωυσέος MA 6 ἡδονή add. Mang. (sic Arm) οὖν om. Arm πιστεύσωσί μοι μηδὲ om. Arm 8 Μωσεῖ MA 11 Μωσεῖ MA χεῖρά σου Α 12 ἐκτείνας — κέρκου om. Arm 13 αὐτοῦ addidi (sic Arm) ante ἵνα add. καὶ εγπεν αὐτῷ v, om. codd. et Arm σοι om. Arm 14 πιστεῦσαι M ἐὰν μὴ μάθῃ Arm 16 αὐτοῦ] σεαυτοῦ Arm 17 ὅδ’ M 18 γὰρ om. Arm 20 καὶ φθαρτῆς om. Arm 21 τὸ om. Arm 21. 22 ἐκδέχεσθαι MArm: ἐνδέχεσθαι Α 22 ἔχον Α 23. 24 παιδείᾳ ὡς] παιδεῖαι αἷς Arm 24 ἄν] ἐν Arm ἐπερείδωνται Α 25 ἀπορριφεῖσα Α 28 τοι fere evan. in M 30 ἁρμόζει codd.: ἁρμόσει Mang. Μωσεῖ MA τῷ et πολέμω om. Arm πολέμῳ καὶ ἀντιστατεῖν αὐτοῖς καὶ διαμάχεσθαι· εἰ δὲ μή, ἀδείας καὶ ἐξουσίας λαβόμενα μέχρι τῆς ψυχικῆς ἀκροπόλεως ἀναβάντα πᾶσαν ἐκπολιορκήσει καὶ λεηλατήσει τυράννου τρόπον τὴν ψυχήν. Legum_allegoriarum_libri_i_iii 92 διὸ καὶ προστάττει ὁ θεὸς „λαβέσθαι τῆς κέρκου", τουτέστι τὸ ἀντίδικον τῆς ἡδονῆς καὶ ἀτίθασον αὐτῆς μὴ φοβείτω σε, ἀλλὰ τούτου μάλιστα λαβοῦ καὶ κατάσχες καὶ περικράτησον· ἔσται γὰρ πάλιν ἀντὶ ὄφεως ῥάβδος, τουτέστιν ἀντὶ ἡδονῆς γενήσεται ἐν τῇ χειρὶ παιδεία. Legum_allegoriarum_libri_i_iii 93 ἀλλὰ γενήσεται ἐν τῇ χειρί, ἐν τῇ πράξει τοῦ σοφοῦ, ὃ δὴ καὶ ἀληθές ἐστι· λαβέσθαι δὲ καὶ περικρατῆσαι ἡδονῆς ἀδύνατον, εἰ μὴ πρότερον ἐκταθείη ἡ χείρ, τουτέστιν εἰ μὴ τὰς πράξεις καὶ προκοπὰς ἁπάσας ὁμολογήσειεν ἡ ψυχὴ κατὰ θεὸν εἶναι καὶ μηδὲν εἰς ἑαυτὴν ἀναγάγοι. τοῦτον μὲν δὴ τὸν ὄφιν ἀποδιδράσκειν ὁ βλέπων διέγνωκεν· ἕτερον δὲ τὸν σωφροσύνης λόγον κατασκευάζει, τὸν χαλκοῦν ἐκεῖνον, ἵνα ὁ δηχθεὶς ὑφ’ ἡδονῆς ἰδὼν σωφροσύνην ζήσῃ τὸν ἀληθῆ βίον. Legum_allegoriarum_libri_i_iii 94 τοιοῦτον ὄφιν εὔχεται ὁ Ἰακὼβ γενέσθαι τὸν Δὰν καί φησιν οὕτως· „Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαόν, ὡσεὶ καὶ μία φυλὴ Ἰσραήλ, καὶ γενέσθω Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω, τὴν σωτηρίαν περιμένων κυρίου“ (Gen. 49, 16 — 18). ἐκ μὲν τῆς Λείας πέμπτος υἱός ἐστιν Ἰσσάχαρ γνήσιος τοῦ Ἰακώβ, συγκαταριθμουμένων δὲ τῶν ἐκ τῆς Ζέλφας δυεῖν ἕβδομος, τοῦ δὲ Ἰακὼβ πέμπτος ἐστὶν ὁ Δὰν ἐκ τῆς Βάλλας τῆς παιδίσκης Ῥαχήλ. τὴν δὲ αἰτίαν ἐν τοῖς κατ’ ἰδίαν ἐξευρήσομεν. περὶ δὲ τοῦ Δὰν πάλιν κατανοητέον. Legum_allegoriarum_libri_i_iii 95 δύο γένη φορεῖ ἡ ψυχή, τὸ μὲν θεῖον, τὸ δὲ φθαρτόν· τὸ μὲν οὖν κρεῖττον κεκύηκεν ἤδη καὶ ἵσταται ἐπ’ αὐτοῦ· ὅτε γὰρ ἐξομολογήσασθαι τῷ θεῷ καὶ παραχωρῆσαι πάντα ἴσχυσεν ἡ ψυχή, κτῆμα κρεῖσσον λαβεῖν οὐκέτ’ εἶχε· διὰ τοῦτ’ ἔστη τοῦ τίκτειν τὸν Ἰούδαν, τὸν ἐξομολογητικὸν τρόπον, ἐνεγκοῦσα. τὸ δὲ θνητὸν γένος νῦν ἄρχεται διαπλάττειν. Legum_allegoriarum_libri_i_iii 96 ὑφέστηκε δὲ τὸ θνητὸν καταπόσει· θεμελίου γὰρ τρόπον ἡ γεῦσις, ἣ αἰτία τῆς τῶν ζῴων διαμονῆς ἐστι· Βάλλα δὲ ἑρμηνεύεται κατάποσις· ἐκ ταύτης οὖν γίνεται ὁ Δάν, ὃς ἑρμηνεύεται κρίσις· τοῦτο γὰρ τὸ γένος διακρίνει καὶ 4 ἀντίδικον om. M, κολακικὸν Arm 5 τιθασὸν Arm 7. 8 ἐν τῇ χειρί om. Arm 8 δὴ et ἐστι om. Arm 10 τουτἐστιν om. Arm 11 ἀναγάγοι Mang.: συναγάγοι codd. 13 ἐκεῖνον om. Arm 15 οὕτως om. Arm 16 — 18 ἐφ’ ὁδοῦ — κυρίου om. Arm 19 Ἰσάχαρ Α τοῦ Ἰακώβ M: τῶ Ἰακώβ Α, ἐξ Ἰακώβ Arm 20 Ζελφᾶς M δυεῖν codd.: δυοῖν v 21. 22 κατ’ ἰδίαν] ἄλλοις Arm 22 έξευρήσωμεν Α, ἐροῦμεν Arm; ἐξερευνήσομεν coni. Wendl., ἐρευνήσομεν Mang. πάλιν] νῦν Arm κατανοητέον] λεκτέον Arm 24 γὰρ om. Arm 25. 26 οὐκέτ’ εἶχε] οὐ κατεῖχε Α 26 τουτέστι (sic) M, τοῦτο ἔστι Α, ἔστη corr. Hoeschel (sic Arm) 30 ὁ Δάν, ὃς om. Arm κρίσις ἑρμηνεύσεως Arm χωρίζει τὰ ἀθάνατα ἀπὸ τῶν θνητῶν. εὔχεται οὖν αὐτὸν γενέσθαι σωφροσύνης ἐραστήν, τῷ δὲ Ἰούδᾳ οὐκ εὔξεται· ἔχει γὰρ ἤδη τὸ ἐξομολογεῖσθαι καὶ εὐαρεστεῖν θεῷ. „γενέσθω“ οὖν φησι „Δὰν ὄφις ἐφ’ ὁδοῦ“. Legum_allegoriarum_libri_i_iii 97 ὁδὸς ἡμῶν ἐστιν ἡ ψυχή· ὥσπερ γὰρ ἐν ταῖς ὁδοῖς ἔστιν ἰδεῖν διαφορὰν τῶν ὄντων, ἀψύχων ἐμψύχων, ἀλόγων λογικῶν, σπουδαίων φαύλων, δούλων ἐλευθέρων, νεωτέρων πρεσβυτέρων, ἀρρένων θηλειῶν, ξένων ἀστῶν, νοσούντων ὑγιαινόντων, λελωβημένων ὁλοκλήρων, οὕτως καὶ ἐν ψυχῇ καὶ ἄψυχα καὶ ἀτελῆ καὶ νοσώδη καὶ δοῦλα καὶ θήλεα καὶ μυρία ἄλλα κηρῶν μεστὰ κινήματά ἐστι, καὶ ἔμπαλιν ἔμψυχα ὁλόκληρα ἄρρενα ἐλεύθερα ὑγιᾶ πρεσβύτερα σπουδαῖα γνήσια καὶ ἀστὰ ὄντως. Legum_allegoriarum_libri_i_iii 98 γενέσθω οὖν ὁ σωφροσύνης λόγος ὄφις ἐπὶ τῆς ψυχῆς τῆς ὁδευούσης διὰ πάντων τῶν ἐν τῷ βίῳ πραγμάτων καὶ ἐγκαθισάτω ἐπὶ τρίβου. τί δὲ τοῦτ’ ἐστίν; ἄτριπτος μὲν ὁ ἀρετῆς χῶρος, ὀλίγοι γὰρ βαίνουσιν αὐτόν, τέτριπται δὲ ὁ κακίας· ἐγκαθίσαι δὴ καὶ ἐνεδρεῦσαι καὶ λοχῆσαι παραινεῖ τὴν τετριμμένην ὁδόν, τὸ πάθος καὶ τὴν κακίαν, ἐν οἷς κατατρίβονται τὸν Legum_allegoriarum_libri_i_iii 99 βίον οἱ φυγάδες ἀρετῆς λογισμοί. „δάκνων πτέρναν ἵππου.“ ἐχομένως πτερνιστής ἐστιν ὁ τὴν στάσιν τοῦ γενητοῦ καὶ φθαρτοῦ διασείων τρόπος. τὰ πάθη δὲ ἵππῳ ἀπεικάσθη· τετρασκελὲς | γὰρ καὶ τὸ πάθος ὡς ἵππος καὶ ὁρμητικὸν καὶ αὐθαδείας γέμον καὶ σκιρτητικὸν φύσει. ὁ δὲ σωφροσύνης λόγος δάκνειν καὶ τιτρώσκειν φιλεῖ καὶ ἀναιρεῖν τὸ πάθος· πτερνισθέντος δὲ τοῦ πάθους καὶ ὀκλάσαντος „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“. ἱππέα νοητέον τὸν ἐπιβεβηκότα τοῖς πάθεσι νοῦν, ὃς ἀποπίπτει τῶν παθῶν, ὅταν αὐτὰ συλλογισθῇ καὶ πτερνισθῇ. Legum_allegoriarum_libri_i_iii 100 εὖ δ’ ὅτι εἰς τοὔμπροσθεν οὐ πίπτει ἡ ψυχή· μὴ γὰρ προερχέσθω τῶν παθῶν, ἀλλ’ ὑστεριζέτω τούτων, καὶ σωφρονισθήσεται. καὶ δογματικόν ἐστιν ὃ λέγει· ἐὰν γὰρ ὁρμήσας ὁ νοῦς ἀδικῆσαι ὑστερήσῃ καὶ πέσῃ εἰς τὰ ὀπίσω, οὐκ ἀδικήσει· ἐὰν δὲ ἐπὶ πάθος κινηθεὶς ἄλογον μὴ ἐπεκδράμῃ, ἀλλὰ κατόπιν μείνῃ, ἀπάθειαν, τὸ κάλλιστον, καρπώσεται. Legum_allegoriarum_libri_i_iii 101 διὸ καὶ τὸ κατόπιν πτῶμα ἀποδεχόμενος τῶν κακιῶν ἐπιφέρει· „τὴν σωτηρίαν περιμένων κυρίου“· ὄντως γὰρ ὑπὸ θεοῦ σῴζεται ὁ ἀποπίπτων τῶν 1 om. Arm 2 ἐραστήν Arm (coni. Wendl.): ἐργάτην codd. 3 οὑν] γὰρ Arm 4 γὰρ om. Arm 6 ἀρρένων] παρθένων Α 8 δοῦλα] ἄρρενα Arm 9 μεστὰ κινήματά MArm: μετακινήματα Α ἐστι om. Arm ἄρρενα om. Α 13 μὲν] μὲν γὰρ AArm χῶρος] ὁδός Arm 14 δὴ] δὲ Mang., om. Arm 16 ἀρετῆς] ἀρετοὶ Α 17 γεννητοῦ Α 19 καὶ ante ὁρμητικὸν om. Arm 21 δὲ M: γὰρ Arm, om. Α 22 εἰς τὰ] εἶτα Α τὸν addidi (sic Arm) 26 ἐὰν γὰρ MArm: γὰρ om. Α 27 ἐκδράμῃ Α 29 τῶν κακιῶν om. Arm 30—111,3 Cod. Urbin. 125 fol. 304 (Pitra Anal. Sacr. II p.311) Φίλωνος: ὄντως θεοῦ — εὐδαιμονήσῃ. παθῶν καὶ ὑστερίζων τῆς ἐνεργείας αὐτῶν. πέσοι τοιοῦτόν μου πτῶμα ἡ ψυχὴ καὶ μηδέποτε ἀνασταίη ἐπὶ τὸ ἵππειον καὶ σκιρτητικὸν πάθος, ἵνα θεοῦ σωτηρίαν περιμείνασα εὐδαιμονήσῃ. Legum_allegoriarum_libri_i_iii 102 διὰ τοῦτο καὶ Μωυσῆς ἐν τῷ ᾄσματι ὑμνεῖ τὸν θεόν, ὅτι „ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν“ (Exod. 15, 1), τὰ τέσσαρα πάθη καὶ τὸν ἐποχούμενον αὐτοῖς ἄθλιον νοῦν εἰς τὴν φθορὰν τῶν πραγμάτων καὶ τὸν ἀνήνυτον βυθόν· καὶ σχεδὸν τοῦ ᾄσματος ὅλου τὸ κεφάλαιον τοῦτ’ ἐστίν, ἐφ’ ὃ τὰ ἄλλα πάντα ἀναφέρεται, καὶ οὕτως ἔχει· ἐὰν γὰρ ἀπάθεια κατάσχῃ τὴν ψυχήν, τελέως εὐδαιμονήσει. Legum_allegoriarum_libri_i_iii 103 ζητητέον δέ, τίνος ἕνεκα ὁ μὲν Ἰακώβ φησιν, ὅτι „πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσω“ (Gen. 49, 17), Μωυσῆς δὲ ᾄδει, ὅτι ἵππος καὶ ἀναβάτης κατεποντώθησαν. λεκτέον οὖν ὅτι ὁ μὲν καταποντούμενος ὁ Αἰγύπτιός ἐστι τρόπος, ὅς, κἂν φεύγῃ, ὑπὸ τὸ ὕδωρ τουτέστιν ὑπὸ τὴν φορὰν τῶν παθῶν φεύγει, ὁ δὲ πίπτων ἱππεὺς εἰς τὰ ὀπίσθια οὐκ ἔστι τῶν φιλοπαθῶν· τεκμήριον δέ, ὅτι οὗτος μέν ἐστιν ἱππεύς, ἐκεῖνος δὲ ἀναβάτης· Legum_allegoriarum_libri_i_iii 104 ἱππέως μὲν οὖν ἔργον δαμάζειν τὸν ἵππον καὶ ἀφηνιάζοντα ἐπιστομίζειν, ἀναβάτου δὲ φέρεσθαι ᾗ ἂν τὸ ζῷον ἄγῃ· καὶ ἐν θαλάττῃ τοῦ μὲν κυβερνήτου ἔργον ἄγειν τὸ σκάφος καὶ εὐθύνειν καὶ ὀρθοῦν, τοῦ δὲ ἐπιβάτου πάσχειν ὅσα ἂν ἡ ναῦς ὑπομένῃ. παρὸ καὶ ὁ δαμάζων τὰ πάθη ἱππεὺς οὐ καταποντοῦται, ἀλλὰ ἀποβὰς αὐτῶν τὴν σωτηρίαν περιμένει τοῦ δεσπότου. Legum_allegoriarum_libri_i_iii 105 παραινεῖ μέντοι ὁ ἱερὸς λόγος ἐν Λευιτικῷ „ἀπὸ τῶν ἑρπετῶν, ἃ πορεύεται ἐπὶ τεσσάρων, ἃ ἔχει σκέλη ἀνώτερον τῶν ποδῶν, ὥστε πηδᾶν ἐν αὐτοῖς“ σιτεῖσθαι (Lev. 11, 21), ὧν ἐστιν ὁ βροῦχος καὶ ὁ ἀττακὸς καὶ ἀκρὶς καὶ τέταρτον ὁ ὀφιομάχης· καὶ δεόντως· εἰ γὰρ ἄτροφον καὶ βλαβερὸν πρᾶγμα ὀφιώδης ἡδονή, τροφιμώτατον ἂν καὶ σωτήριον γένοιτο ἡ πρὸς ἡδονὴν διαμαχομένη φύσις· αὕτη δὲ ἡ σωφροσύνη ἐστί. Legum_allegoriarum_libri_i_iii 106 μάχου δὴ καὶ σύ, ὦ διάνοια, πρὸς πᾶν πάθος καὶ διαφερόντως πρὸς ἡδονήν, καὶ γὰρ „φρονιμώτατός ἐστιν ὁ ὄφις πάντων θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε κύριος ὁ θεός“ (Gen. 3, 1)· τῶν γὰρ πάντων πανουργότατόν ἐστιν ἡδονή· διὰ τί; Legum_allegoriarum_libri_i_iii 107 ὅτι πάντα ἡδονῆς δοῦλα καὶ ὁ βίος ὁ τῶν 1 μὴ πέσοι Urb. πτῶμά μου Urb. 6 φθορὰν] φορὰν coni. Mang. 7 ἐφ’ ὧ Α 8 ἀναφαίρεται Α 14 ὅτι om. Arm οὗτος om. Α 15 ὁ ἱππεὺς et ὁ ἀναβάτης Arm 16 ἐπιστομίζειν Wendl.: επιστοματίζειν codd. ᾖ] ἢ Α 18 καὶ ὀρθοῦν om. Arm 19 ὑπομείνῃ Mang. καὶ codd. et Arm: δὴ Mang. 23 ἀττακὸς M: ἄττακος Α 24 ὀφιομάχος Α 28. 29 ὧν — θεός om. Arm 8 ibid. ἐὰν ἀπάθεια — εὐδαιμονήσει. φαύλων δεσπόζεται ὑφ’ ἡδονῆς· τὰ γοῦν ποιητικὰ αὐτῆς εὑρίσκεται διὰ πανουργίας πάσης, χρυσὸς ἄργυρος δόξα τιμαὶ ἀρχαί, αἱ ὗλαι τῶν αἰσθητῶν καὶ τέχναι αἱ βάναυσοι καὶ ὅσαι ἄλλαι κατασκευαστικαὶ ἡδονῆς πάνυ ποικίλαι, καὶ ἀδικοῦμεν δι’ ἡδονήν, τὰ δὲ ἀδικήματα οὐκ ἄνευ πανουργίας τῆς ἐσχάτης ἐστίν. Legum_allegoriarum_libri_i_iii 108 τὴν ὀφιομάχον οὖν γνώμην ἀντίταττε καὶ κάλλιστον ἀγῶνα τοῦτον διάθλησον καὶ σπούδασον στεφανωθῆναι κατὰ τῆς τοὺς ἄλλους ἅπαντας νικώσης ἡδονῆς καλὸν καὶ εὐκλεᾶ στέφανον, ὃν οὐδεμία πανήγυρις ἀνθρώπων ἐχορήγησεν. 2 ἀρχαί] ἀρχαῖαι Α 3 αἰσθητῶν] ἐσθήτων coni. Mang. 4 ἀδικοῦμεν δι’ ἡδονήν Arm: ἀδικούμεναι ἡδονήν MA, ἀδικοῦσαι τὴν ψυχήν v (Hoeschel) 6 τοῦτον om. Arm 8 ἐχορήγησεν Creuzer: ἐχώρησεν codd., ἐχαρίσατο coni. Mang. ΝΟΜΩΝ ΙΕΡΩΝ ΑΛΛΗΓΟΡΙΑΣ ΤΩΝ ΜΕΤΑ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΤΟ ΤΡΙΤΟΝ Legum_allegoriarum_libri_i_iii 1 p. 87 M. „Καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου“ (Gen. 3, 8). δόγμα εἰσηγεῖται διδάσκον, ὅτι ὁ φαῦλος φυγάς ἐστιν. εἰ γὰρ πόλις οἰκεία τῶν σοφῶν ἡ ἀρετή, ταύτης ὁ μὴ δυνάμενος μετέχειν ἀπελήλαται πόλεως, ἧς ἀδυνατεῖ μετέχειν ὁ φαῦλος· ἀπελήλαται ἄρα καὶ πεφυγάδευται μόνος ὁ φαῦλος. ὁ δ’ ἀρετῆς φυγὰς εὐθὺς ἀποκέκρυπται θεόν· εἰ γὰρ καὶ ἐμφανεῖς οἱ σοφοὶ θεῷ, ἅτε ὄντες αὐτῷ φίλοι, δῆλον ὡς ἀποκρύπτονται καὶ καταδύονται πάντες οἱ φαῦλοι, ὡς ἂν ἐχθροὶ καὶ δυσμενεῖς ὄντες ὀρθῷ λόγῳ. Legum_allegoriarum_libri_i_iii 2 ὅτι μὲν οὖν ἄπολις καὶ ἄοικος ὁ φαῦλός ἐστι, μαρτυρεῖ ἐπὶ τοῦ δασέος καὶ ποικίλου τὴν κακίαν Ἠσαῦ, ὅτε φησίν· „ἦν δὲ Ἠσαῦ εἰδὼς κυνηγεῖν, ἀγροῖκος“ (Gen. 25, 27)· οὐ γὰρ πέφυκεν ἡ τῶν παθῶν θηρευτικὴ κακία τὴν ἀρετῆς πόλιν οἰκεῖν ἀγροικίαν καὶ ἀπαιδευσίαν μετὰ πολλῆς ἀγνωμοσύνης μεταδιώκουσα. ὁ δέ γε σοφίας μεστὸς Ἰακὼβ καὶ πολίτης ἐστὶ καὶ οἰκίαν τὴν ἀρετὴν κατοικεῖ· φησὶ γοῦν περὶ αὐτοῦ· „Ἰακὼβ δὲ ἄπλαστος ἄνθρωπος οἰκῶν οἰκίαν“ (ibid.). Legum_allegoriarum_libri_i_iii 3 παρὸ καὶ „αἱ μαῖαι, ἐπειδὴ ἐφοβοῦντο τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας“ (Exod. 1, 21)· αἱ γὰρ ζητητικαὶ τῶν ἀφανῶν θεοῦ μυστηρίων, ὅπερ ἐστὶ „ζῳογονεῖν τὰ ἄρσενα“, οἰκοδομοῦσι τὰ ἀρετῆς πράγματα, οἷς καὶ ἐνοικεῖν προῄρηνται. διὰ μὲν δὴ τούτων ἐπιδέδεικται, πῶς ὁ μὲν φαῦλος ἄπολίς τέ ἐστι καὶ ἄοικος, φυγὰς ἀρετῆς ὤν, ὁ δὲ σπουδαῖος καὶ πόλιν ἔχειν καὶ οἶκον σοφίαν κεκλήρωται. Legum_allegoriarum_libri_i_iii 4 ἴδωμεν δὲ ἑξῆς, πῶς νόμων ἱερῶν ἀλληγορία δευτέρα AP, τοῦ αὐτοῦ φίλωνος νόμων ἱερῶν ἀλληγορία δευτέρα Β, τοῦ αὐτοῦ φίλωνος νόμων νόμων ἱερῶν ἀλληγορία δευτέρα H 1 ἐκρύβησαν LXX: ἐκρύβη codd. 3 εἰ codd. (ex ἡ corr. H): ἡ v 6 θεόν scripsi: θεοῦ codd. 7 καὶ om. H 10 ἐστίν H ὅτε Mang.: ὅτι codd. 12 παθῶν] ἡθῶν L θηρευτικὴ] θεραπευτικὴ L 13 διώκουσα H 14 οἰκίαν] οἰκείαν Η 14. 15 φησὶ γοῦν scripsi: φησὶν οὖν codd. 16 ἑαυτὰς H οἰκεΐας (sic) H 19 πῶς] πᾶς H, ὅτι πᾶς Turn. Philonis opera vol. I 8 καὶ ἀποκρύπτεσθαί τις θεὸν λέγεται. εἰ δὲ μὴ ἀλληγορήσειέ τις, ἀδύνατον παραδέξασθαι τὸ προκείμενον· πάντα γὰρ πεπλήρωκεν ὁ θεὸς καὶ διὰ πάντων διελήλυθεν καὶ κενὸν οὐδὲν οὐδὲ ἔρημον ἀπολέλοιπεν ἑαυτοῦ. ποῖον δή τις τόπον ἐφέξει, ἐν ᾧ οὐχὶ θεός ἐστι; μαρτυρεῖ δὲ καὶ ἐν ἑτέροις λέγων· „ὁ θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39). καὶ πάλιν· „ὧδε ἕστηκα πρὸ τοῦ σέ“ (Exod. 17, 6)· πρὸ γὰρ παντὸς γενητοῦ ὁ θεός ἐστι, καὶ εὑρίσκεται πανταχοῦ, ὥστε οὐκ ἂν δύναιτό τις ἀποκρύπτεσθαι. Legum_allegoriarum_libri_i_iii 5 καὶ τί θαυμάζομεν; τῶν γὰρ γενομένων τὰ συνεκτικώτατα οὐδ’ ἄν, εἴ τι γένοιτο, ἐκφεύγειν καὶ ἀποκρύπτεσθαι δυνηθείημεν, οἷον γῆν φυγέτω τις ἢ ὕδωρ ἢ ἀέρα ἢ οὐρανὸν ἢ τὸν σύμπαντα κόσμον· ἀνάγκη γὰρ ἐν τούτοις περιέχεσθαι, οὐ γὰρ ἔξω γέ τις τοῦ κόσμου φεύγειν δυνήσεται. Legum_allegoriarum_libri_i_iii 6 εἶτα μὴ τὰ μέρη τοῦ κόσμου μηδὲ τὸν κόσμον αὐτὸν δυνάμενός τις ἀποκρύπτεσθαι τὸν θεὸν ἂν ἰσχύσαι λανθάνειν; οὐδαμῶς. τί οὖν τὸ „ἐκρύβησαν“; ὁ φαῦλος δοκεῖ εἶναι τὸν θεὸν ἐν τόπῳ, μὴ περιέχοντα, ἀλλὰ περιεχόμενον· οὗ χάριν καὶ οἴεται ἀποκρύπτεσθαι, ὡς κατ’ ἐκεῖνο τὸ Legum_allegoriarum_libri_i_iii 7 μέρος οὐκ ὄντος τοῦ αἰτίου, καθ’ ὃ φωλεύειν διέγνωκεν. ἔστι δὲ οὕτως ἐκδέξασθαι· ἐν τῷ φαύλῳ ἡ ἀληθὴς περὶ θεοῦ δόξα ἐπεσκίασται καὶ ἀποκρύπτεται, σκότους γὰρ πλήρης ἐστὶ μηδὲν ἔχων ἐναύγασμα θεῖον, ᾧ τὰ ὄντα περισκέψεται· ὁ δὲ τοιοῦτος πεφυγάδευται θείου χοροῦ, καθάπερ ὁ λεπρὸς καὶ γονορρυής, ὁ μὲν θεὸν καὶ γένεσιν, ἀντιπάλους φύσεις, δύο χρωμάτων ὄντων, ἀγαγὼν εἰς ταὐτὸ ὡς αἴτια, ἑνὸς ὄντος αἰτίου τοῦ δρῶντος, ὁ δὲ γονορρυὴς ἐκ κόσμου πάντα καὶ εἰς κόσμον ἀνάγων, ὑπὸ θεοῦ δὲ μηδὲν οἰόμενος γεγονέναι, Ἡρακλειτείου δόξης ἑταῖρος, κόρον καὶ χρησμοσύνην καὶ ἓν τὸ πᾶν καὶ πάντα ἀμοιβῇ Legum_allegoriarum_libri_i_iii 8 εἰσάγων. διό φησι καὶ ὁ θεῖος λόγος· „ἐξαποστειλάτωσαν ἐκ τῆς ἁγίου ψυχῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐν ψυχῇ, 1 θεὸν cocld. : θεοῦ V 2 ἐπλήρωσεν DC 3 διελήλυθεν corr. Turn.: διεληλύθει codd., διῆλθεν D 4 δή ABP: δέ Η, γάρ D (Mang.) οὐχ ὁ θεός DpDv ἐστι] ἐστι καὶ εὑρίσκεται πανταχοῦ D R 6 πάλιν· ὧδε] πάλιν ὧδε· v 7 παντὸς codd.: τοῦ παντὸς v γεννητοῦ codd. 8 εὑρίσκεται D: ἔσται codd. 13 μὴ addidi; εἶτα μήτε τὰ μέρη τοῦ κόσμου μήτε coni. Wendl. 14 scripsi: ἰσχύσῃ codd., ἰσχύσειε v 19 ἀποκρύπτεσθαι H 22 ὄντων] ὄντως coni. Mang. 25 κόρου H ἀμοιβὴν coni. Mang. 2—4 Dc fol. 34r DP fol. 42v Dm fol. 45v Dl fol. 67v DR fol. 51r (Dv p. 301) ἐκ τοῦ γ' τῆς νόμων ἱερῶν ἀλληγορίας: πάντα πεπλήρωκεν — θεός ἐστι. 7—8 ibid. πρὸ γὰρ— πανταχοῦ. 24 Heracl. frg. 1. 22. 24 Byw. ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ“ (Num. 5, 2), καὶ τοὺς θλαδίας καὶ ἀποκεκομμένους τὰ γεννητικὰ τῆς ψυχῆς καὶ πόρνους τὴν ἑνὸς ἀρχὴν ἀποδιδράσκοντας, οἷς ἄντικρυς ἀπείρηται εἰς ἐκκλησίαν θεοῦ φοιτᾶν (Deut. 23, 2). Legum_allegoriarum_libri_i_iii 9 οἱ δέ γε σοφοὶ λογισμοὶ οὐχ οἷον ἀποκρύπτονται, ἀλλ’ ἐμφανεῖς εἶναι γλίχονται. οὐχ ὁρᾷς ὅτι ὁ Ἀβραὰμ „ἔτι ἦν ἑστηκὼς ἐνώπιον κυρίου καὶ ἐγγίσας εἶπε Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς“ (Gen. 18, 22. 23), τὸν ἐμφανῆ σοι καὶ γνώριμον μετὰ τοῦ φεύγοντός σε καὶ ἀποδιδράσκοντος; οὗτος μὲν γὰρ ἀσεβής, δίκαιος δὲ ὁ ἑστηκὼς ἐναντίον σου καὶ μὴ φεύγων· σὲ γάρ, ὦ δέσποτα, τιμᾶσθαι δίκαιον μόνον. Legum_allegoriarum_libri_i_iii 10 οὐχ ὥσπερ δὲ ἀσεβής, οὕτω καὶ εὐσεβής τις εὑρίσκεται, ἀλλ’ ἀγαπητόν, εἰ δίκαιος, οὗ χάριν φησί· „μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς“. ἀξίως γὰρ οὐδεὶς τὸν θεὸν τιμᾷ, ἀλλὰ δικαίως μόνον· ὁπότε γὰρ οὐδὲ τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται — ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε τούτους —, πῶς οὐκ ἀδύνατον τὸν θεὸν ἀμείψασθαι ἢ ἐπαινέσαι κατὰ τὴν ἀξίαν τὸν τὰ ὅλα συστησάμενον ἐκ μὴ ὄντων; πᾶσαν γὰρ ἀρετὴν παρέσχετο. Legum_allegoriarum_libri_i_iii 11 τρεῖς οὖν καιρούς, ὦ ψυχή, τουτέστι τὸν τριμερῆ χρόνον σύμπαντα ἐμφανὴς αἰεὶ γίνου θεῷ, μὴ τὸ θῆλυ αἰσθητὸν πάθος ἐφελκομένη, ἀλλὰ τὸν ἀνδρεῖον καὶ καρτερίας ἀσκητὴν λογισμὸν ἐκθυμιῶσα· τρισὶ γὰρ καιροῖς τοῦ ἐνιαυτοῦ ὀφθῆναι πᾶν ἀρσενικὸν ἐναντίον κυρίου τοῦ θεοῦ Ἰσραὴλ ὁ ἱερὸς λόγος προστάττει (Deut. 16, 16). Legum_allegoriarum_libri_i_iii 12 διὰ τοῦτο καὶ Μωυσῆς, ὅτε ἐμφανὴς καθίσταται θεῷ, φεύγει τὸν διασκεδαστὴν τρόπον Φαραώ, ὃς αὐχεῖ λέγων μὴ εἰδέναι τὸν κύριον· „ἀνεχώρησε“ γάρ φησι „Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ κατῴκησεν ἐν γῇ Μαδιάμ“ (Exod. 2, 15), τῇ κρίσει τῶν φύσεως πραγμάτων, „καὶ ἐκάθισεν ἐπὶ τοῦ φρέατος", ἐκδεχόμενος τί ὁ θεὸς ἀνομβρήσει πότιμον τῇ διψώσῃ καὶ ποθούσῃ ψυχῇ τὸ ἀγαθόν. Legum_allegoriarum_libri_i_iii 13 ἀναχωρεῖ μὲν δὴ ἀπὸ τῆς ἀθέου καὶ ἡγεμονίδος τῶν παθῶν δόξης Φαραώ, ἀναχωρεῖ 5 ὁ Ἀβραὰμ codd.: ὁ om. v ἐνώπιον scripsi: ἐν τόπω codd., ἐναντίον coni. Mang. (LXX) 10 τις om. H 12 οὐδεὶς D: οὐδὲ εἷς codd. 14 πῶς] πῶς οὑν D τὸν θεὸν D: τὸν om. codd. 15 κατ’ ἀξίαν D τὸν τὰ] τῶ τὰ Dc, ταῦτα DR ὅλα] πάντα DR συστησαμένου D 16 παρέσχετο D: παρέσχε codd. σύμπαντα Mang.: σύμπασα codd. 21 Μώσης codd. ὅτε scripsi: ὅταν codd. 24 τῶν codd.: τῆς Mang. 25 ἀναμβρήσει Η 11—16 DC fol. 155r DR fol. 153v Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: οὐδεις—παρέσχετο. 11—14 Dp fol. 129r DM fol. 127v DV ρ. 427 Flor. Par. No. 23 Mel. Barocc. fol. 235v Max. Ecl. cap. 23 Φίλωνος: ἀξίως οὐδεὶς — τούτους. δὲ εἰς Μαδιάμ, τὴν κρίσιν, ἐξετάζων πότερον ἠρεμητέον αὐτῷ ἐστιν ἢ δικαστέον πάλιν πρὸς τὸν φαῦλον ἐπ’ ὀλέθρῳ αὐτοῦ· σκέπτεται δέ, εἰ ἐπιθέμενος ἰσχύσει νικηφορῆσαι, παρὸ καὶ κατέχεται ὑπομένων, ὡς ἔφην, εἰ ἀναδώσει ὁ θεὸς τῷ βαθεῖ καὶ μὴ κούφῳ λογισμῷ πηγὴν ἱκανὴν ἐπικλύσαι τὴν φορὰν τοῦ Αἰγυπτίων βασιλέως, τῶν παθῶν αὐτοῦ. Legum_allegoriarum_libri_i_iii 14 ἀξιοῦται μέντοι τῆς χάριτος· στρατευσάμενος γὰρ στρατείαν τὴν ὑπὲρ ἀρετῆς οὐ παύεται πολεμῶν, πρὶν ἐπιδεῖν πρηνεῖς καὶ ἀπράκτους τὰς ἡδονάς. οὗ χάριν οὐ φεύγει Μωυσῆς ἀπὸ τοῦ Φαραώ, ἀνεπιστρεπτὶ γὰρ ἂν ἀπεδίδρασκεν, ἀλλ’ ἀναχωρεῖ, τουτέστιν ἀνακωχὴν ποιεῖται τοῦ πολέμου ἀθλητοῦ τρόπον διαπνέοντος καὶ συλλεγομένου τὸ πνεῦμα, μέχρις ἂν ἐγείρας τὴν φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς συμμαχίαν διὰ λόγων θείων μετὰ δυνάμεως ἐρρωμενεστάτης ἐπίθηται. Legum_allegoriarum_libri_i_iii 15 ὁ δὲ Ἰακώβ, πτερνιστὴς γάρ ἐστι, μεθόδοις καὶ τέχναις τὴν ἀρετὴν οὐκ ἀκονιτὶ κτώμενος — οὐ γὰρ μετωνόμαστό πω εἰς τὸν Ἰσραήλ — ἀποδιδράσκει τῶν κατὰ Λάβαν πραγμάτων, τουτέστι χρωμάτων καὶ σχημάτων καὶ συνόλως σωμάτων, ἃ τὸν νοῦν διὰ τῶν αἰσθητῶν τιτρώσκειν πέφυκεν· ἐπειδὴ γὰρ αὐτὰ νικῆσαι παρὼν κατὰ τὸ παντελὲς οὐκ ἠδύνατο, φεύγει δεδιὼς τὴν πρὸς αὐτῶν ἧτταν· καὶ σφόδρα ἐπαίνων ἄξιος· „εὐλαβεῖς“ γάρ φησι Μωυσῆς "ποιήσετε τοὺς υἱοὺς τοῦ ὁρῶντος“ (Lev. 15, 31), ἀλλ’ οὐ θρασεῖς καὶ τῶν Legum_allegoriarum_libri_i_iii 16 μὴ καθ’ αὑτοὺς ἐρῶντας. „καὶ ἔκρυψεν Ἰακὼβ Λάβαν τὸν Σύρον τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ ὅτι ἀποδιδράσκει. καὶ ἀπέδρα αὐτὸς καὶ τὰ αὐτοῦ πάντα, καὶ διέβη τὸν ποταμὸν καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ“ (Gen. 31, 20. 21). Legum_allegoriarum_libri_i_iii 17 φυσικώτατόν ἐστι τὸ κρύπτειν ὅτι ἀποδιδράσκει καὶ μὴ ἀναγγέλλειν τῷ ἠρτημένῳ τῶν αἰσθητῶν λογισμῷ Λάβαν· οἷον ἐὰν κάλλος ἰδὼν αἱρεθῇς αὐτῷ καὶ μέλλῃς πταίειν περὶ αὐτό, φύγε λαθὼν ἀπὸ τῆς φαντασίας αὐτοῦ καὶ μηκέτι ἀναγγείλῃς τῷ νῷ, τουτέστι μὴ ἐπιλογίσῃ πάλιν μηδὲ μελετήσῃς· αἱ γὰρ συνεχεῖς ὑπομνήσεις τύπους ἐγχαράττουσαι τρανοὺς βλάπτουσι τὴν διάνοιαν καὶ ἄκουσαν αὐτὴν 6 στρατιὰν codd., τὴν στρατιὰν Mang. 8 Μώσης codd. 13 ἀκοντὶ ABP 16 ἐπειδὴ codd.: ἐπειδὰν Mang. 17 παρὸν L 18 Μωσῆς codd. 18. 19 σεται L 24 λογισμῷ Wang.: λογισμῶν codd. 25 φύγε codd.: φεῦγε Mang. 27 ἐπιλογήση Η 27 — p. 117,4 Anton. Mel. II 88 Col. 1213 Φίλωνος: αἱ συνεχεῖς ὑπομνήσεις τῆς κτὰ τὸ πάθος φαντασίας τύπους ἐγχαράττουσαι τρανεῖς βλάπτουσι τὴν διάνοιαν καὶ ἃ ἥκουσαν αὐτὴν πολλάκις περιτρέπουσιν· ἐν δὲ τούτοις σωτήριον ἡ φυγ’· τὸ δὲ μνήσκεσθαι καὶ ἀναγγέλλειν καὶ ἀναπολεῖν κρατεῖ καὶ δουλοῦται βιαίως τὸν νοῦν. πολλάκις περιτρέπουσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν καθ’ ἡντινοῦν αἴσθησιν ὁλκῶν· ἐν γὰρ τούτοις σώτειρα ἡ λαθραία φυγή, τὸ δ’ ὑπομιμνῄσκεσθαι καὶ ἀναγγέλλειν καὶ ἀναπολεῖν κρατεῖ καὶ δουλοῦται βιαίως τὸν λογισμόν. μηδέποτ’ οὖν, ὦ διάνοια, τὸ φανὲν αἰσθητόν, εἰ μέλλεις ἁλίσκεσθαι πρὸς αὐτοῦ, ἀναγγείλῃς σαυτῇ μηδὲ ἀναπολήσῃς αὐτό, ἵνα μὴ κρατηθεῖσα κακοδαιμονῇς· ἀλλ’ ἄφετος ὁρμήσασα ἀπόδραθι ἐλευθερίαν ἀτίθασον δουλείας χειροήθους προκρίνουσα. Legum_allegoriarum_libri_i_iii 18 διὰ τί δὲ νῦν ὡς ἀγνοοῦντος τοῦ Ἰακώβ, ὅτι Σύρος ὁ Λάβαν ἐστί, φησὶν "ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον“; ἔχει δὲ καὶ τοῦτο οὐ πάρεργον λόγον· Συρία γὰρ ἑρμηνεύεται μετέωρα· ὁ ἀσκητὴς οὖν Ἰακὼβ νοῦς, ὅτε μὲν ὁρᾷ ταπεινὸν τὸ πάθος, περιμένει λογιζόμενος αὐτὸ νικήσειν κατὰ κράτος, ὅτε δὲ μετέωρον καὶ ὑψαυχενοῦν καὶ ὑπέρογκον, ἀποδιδράσκει τε ὁ νοῦς ὁ ἀσκητὴς πρῶτος, εἶτα καὶ τὰ αὐτοῦ πάντα μέρη τῆς ἀσκήσεως, ἀναγνώσεις, μελέται, θεραπεῖαι, τῶν καλῶν μνῆμαι, ἐγκράτεια, τῶν καθηκόντων ἐνέργειαι, καὶ διαβαίνει τὸν τῶν αἰσθητῶν ποταμὸν τὸν ἐπικλύζοντα καὶ βαπτίζοντα τῇ φορᾷ τῶν παθῶν τὴν ψυχήν, καὶ ὁρμᾷ διαβὰς εἰς τὸν ὑψηλὸν καὶ μετέωρον τόπον τὸν λόγον τῆς τελείας ἀρετῆς· Legum_allegoriarum_libri_i_iii 19 „ὥρμησε γὰρ εἰς τὸ ὄρος Γαλαάδ", ἑρμηνεύεται δὲ μετοικία μαρτυρίας, τοῦ θεοῦ μετοικίσαντος τὴν ψυχὴν ἀπὸ τῶν κατὰ Λάβαν παθῶν καὶ μαρτυρήσαντος αὐτῇ μετανάστασιν, ὅτι λυσιτελὴς καὶ συμφέρουσα, καὶ ἀπὸ τῶν ταπεινὴν καὶ χαμαίζηλον ἀπεργαζομένων τὴν ψυχὴν κακῶν εἰς ὕψος καὶ μέγεθος ἀρετῆς προάγοντος. Legum_allegoriarum_libri_i_iii 20 διὰ τοῦτο ὁ φίλος τῶν αἰσθήσεων καὶ κατ’ αὐτὰς ἀλλὰ μὴ κατὰ νοῦν ἐνεργῶν Λάβαν ἀγανακτεῖ καὶ διώκει καί φησιν· „ἵνα τί κρυφῇ ἀπέδρας“ (Gen. 31, 26), ἀλλ’ οὐ παρέμεινας τῇ τοῦ σώματος ἀπολαύσει καὶ τῷ δόγματι τῷ τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἀγαθὰ κρίνοντι; ἀλλὰ καὶ φεύγων ἀπὸ τῆσδε τῆς δόξης ἐσύλησάς μου καὶ τὸ φρονεῖν, Λείαν τε καὶ Ῥαχήλ· αὗται γάρ, ἡνίκα παρέμενον τῇ ψυχῇ, φρένας ἐνεποίουν ταύτῃ, μεταναστᾶσαι δὲ ἀμαθίαν καὶ ἀπαιδευσίαν αὐτῇ κατέλιπον· διὸ καὶ ἐπιφέρει ὅτι „ἐκλοποφόρησάς με“ (ibid.), τουτέστι τὸ φρονεῖν ἔκλεψας. Legum_allegoriarum_libri_i_iii 21 τί οὖν ἦν τὸ φρονεῖν, ἐξηγήσεται· ἐπιφέρει γάρ· „καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας· καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (ibid.). οὐκ ἂν ἐξαπέστειλας τὰ μαχόμενα ἀλλήλοις· εἰ γὰρ ἐξαπέστειλας ὄντως καὶ 1 πολλάκις addidi ex Ant. Mel. περιτρέπουσιν Ant. Mel. : προτρέπουσιν codd. 5 σαυτῇ· scripsi: ἑαυτῇ codd. 7 ἀτίθασσον codd. 10 μετέωρος coni. Mang. 15 ποταμῶν AP 17 τόπον addidi λόγον] λόφον coni. Mang. 25 τὰ addidi; τῷ περὶ σῶμα καὶ ἐκτὸς τὰ coni. Wendl. 33 ἐξαπέστειλα (pro priore ἐξαπέστειλας) H ἠλευθέρους τὴν ψυχήν, περιεῖλες ἂν αὐτῆς τοὺς σωματικοὺς καὶ αἰσθητικοὺς ἅπαντας ἤχους· οὕτως γὰρ ἀπολυτροῦται κακιῶν καὶ παθῶν διάνοια. νυνὶ δὲ λέγεις μέν, ὡς ἐξαποστέλλεις ἐλευθέραν, διὰ δὲ τῶν ἔργων ὁμολογεῖς, ὅτι κατέσχες ἂν ἐν δεσμωτηρίῳ· εἰ γὰρ „μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας“ καὶ τῶν καθ’ ἑκάστην αἴσθησιν ἡδονῶν προὔπεμπες, οὐκ ἂν ὄντως ἐξαπέστειλας. Legum_allegoriarum_libri_i_iii 22 οὐ γὰρ μόνον σέ, ὦ σωμάτων καὶ χρωμάτων ἑταῖρε Λάβαν, ἀποδιδράσκομεν, ἀλλὰ καὶ πάντα τὰ σά, ἐν οἷς καὶ αἱ τῶν αἰσθήσεων φωναὶ ταῖς τῶν παθῶν ἐνεργείαις συνηχοῦσαι· μεμελετήκαμεν γάρ, εἴ γε ἀρετῆς ἐσμεν ἀσκηταί, μελέτην ἀναγκαίαν, ἣν καὶ Ἰακὼβ ἐμελέτησεν, ἀπολλύναι καὶ διαφθείρειν τοὺς ἀλλοτρίους τῆς ψυχῆς [τοὺς] θεούς, τοὺς χωνευτοὺς θεούς, οὓς ἀπηγόρευκε Μωυσῆς δημιουργεῖν (Lev. 19, 4)· οὗτοι δ’ εἰσὶν ἀρετῆς μὲν καὶ εὐπαθείας διάλυσις, κακίας δὲ καὶ παθῶν σύστασίς τε καὶ πῆξις, τὸ Legum_allegoriarum_libri_i_iii 23 γὰρ χεόμενον διαλυθὲν αὖθις πήγνυται. λέγει δὲ οὕτως· „καὶ ἔδωκαν Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις“ (Gen. 35, 4). οὗτοι δ’ εἰσὶ τῶν φαύλων θεοί. ὁ δὲ Ἰακὼβ οὐ λέγεται λαμβάνειν, ἀλλὰ κρύπτειν καὶ ἀπολλύναι· πάντῃ διηκριβωμένως· ὁ γὰρ ἀστεῖος οὐδὲν λήψεται πρὸς περιουσίαν τῶν ἀπὸ κακίας, ἀλλὰ κρύψει καὶ ἀφανιεῖ λάθρᾳ· Legum_allegoriarum_libri_i_iii 24 καθάπερ καὶ Ἀβραὰμ τῷ Σοδόμων βασιλεῖ τεχνάζοντι ἀλόγου φύσεως ποιήσασθαι ἀντίδοσιν πρὸς λογικήν, ἵππου πρὸς ἄνδρας, φησὶ μηδὲν λήψεσθαι τῶν ἐκείνου, ἀλλ’ „ἐκτενεῖν“ τὴν ψυχικὴν πρᾶξιν, ὅπερ διὰ συμβόλου „χεῖρα“ ὠνόμασε, „πρὸς τὸν θεὸν τὸν ὕψιστον“ (Gen. 14, 22), μὴ γὰρ λήψεσθαι „ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος“ ἀπὸ πάντων τῶν ἐκείνου, ἵνα μὴ εἴπῃ πλούσιον πεποιηκέναι τὸν ὁρῶντα πενίαν ἀρετῆς τῆς πλουσίας ἀντιδιδούς. Legum_allegoriarum_libri_i_iii 25 κρύπτεται μὲν ἀεὶ καὶ φυλάττεται τὰ πάθη ἐν Σικίμοις — ὠμίασις δὲ ἑρμηνεύεται, ὁ γὰρ πονούμενος περὶ τὰς ἡδονὰς φυλακτικὸς τῶν ἡδονῶν ἐστιν —, ἀπόλλυται δὲ καὶ διαφθείρεται παρὰ τῷ σοφῷ, οὐ πρὸς βραχύν τινα χρόνον, ἀλλ’ „ἕως τῆς σήμερον ἡμέρας“, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον 2 BH κακιῶν Mang. : κακῶν codd. 9 συνηχοῦσαι Wendl.: συνηχοῦσι codd. 11 τοὺς prius seclusi; pro θεούς priore θετούς coni. Wendl. χονευτοὺς Η οὖς (??)AP, οὑς οὐκ BH 12 Μώσης codd. 16 τοῖς] ταῖς Η καὶ alterum om. L 22 πεποιήσασθαι Η, πεποιήσεσθαι L μηδὲν corr. Turn.: μηδὲ codd. 26 ὁρῶντα] Ἀβραὰμ coni. Mang. 28 ὠμίασις] ὦμος coni. Mang. 31 Orig. de Orat. c. 27 (t. XVII p. 221 Lomm.) . . . ἔθος δὲ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα σήμερον καλεῖσθαι. παραμετρεῖται, μέτρον γὰρ τοῦ παντὸς χρόνου ὁ ἡμερήσιος κύκλος. Legum_allegoriarum_libri_i_iii 26 διὸ καὶ ἐξαίρετον δίδωσι τῷ Ἰωσὴφ τὰ Σίκιμα ὁ Ἰακώβ (Gen. 48, 22), τὰ σωματικὰ καὶ αἰσθητικά, μετιόντι τὸν ἐν τούτοις πόνον, τῷ δ’ ἐξομολογουμένῳ Ἰούδᾳ οὐχὶ δόσεις, ἀλλὰ αἴνεσιν καὶ ὕμνους καὶ θεοπρεπεῖς ᾠδὰς πρὸς τῶν ἀδελφῶν (Gen. 49, 8). τὰ δὲ Σίκιμα ὁ Ἰακὼβ λαμβάνει οὐ παρὰ θεοῦ, ἀλλ’ „ἐν μαχαίρᾳ καὶ τόξοις“, λόγοις τμητικοῖς καὶ ἀμυντηρίοις· ὑποτάττει γὰρ καὶ τὰ δεύτερα ἑαυτῷ ὁ σοφός, ὑποτάξας δὲ οὐ φυλάττει, ἀλλὰ χαρίζεται τῷ πεφυκότι πρὸς αὐτά. Legum_allegoriarum_libri_i_iii 27 οὐχ ὁρᾷς ὅτι καὶ τοὺς θεοὺς δοκῶν λαμβάνειν οὐκ εἴληφεν, ἀλλὰ ἀπέκρυψε καὶ ἠφάνισε καὶ διέφθειρε τὸν ἀεὶ χρόνον ἀφ’ ἑαυτοῦ; τίνι οὖν ψυχῇ ἀποκρύπτειν καὶ ἀφανίζειν κακίαν ἐγένετο, εἰ μὴ ᾗ ὁ θεὸς ἐνεφανίσθη, ἣν καὶ τῶν ἀπορρήτων μυστηρίων ἠξίωσε; φησὶ γάρ· „μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ" (Gen. 18, 17) ; εὖ, σῶτερ, ὅτι τὰ σεαυτοῦ ἔργα ἐπιδείκνυσαι τῇ ποθούσῃ τὰ καλὰ ψυχῇ καὶ οὐδὲν αὐτὴν τῶν σῶν ἔργων ἐπικέκρυψαι. τούτου χάριν ἰσχύει φεύγειν κακίαν καὶ ἀποκρύπτειν καὶ συσκιάζειν καὶ ἀπολλύναι ἀεὶ τὸ βλαβερὸν πάθος. Legum_allegoriarum_libri_i_iii 28 Ὃν μὲν οὖν τρόπον φυγάς τέ ἐστιν ὁ φαῦλος καὶ ἀποκρύπτεται θεόν, δεδηλώκαμεν· νυνὶ δὲ σκεψώμεθα, ὅπου ἀποκρύπτεται. „ἐν μέσῳ“ φησί „τοῦ ξύλου τοῦ παραδείσου" (Gen. 3, 8), τουτέστι κατὰ μέσον τὸν νοῦν, ὃς καὶ αὐτὸς μέσος ἐστὶν ὡσανεὶ παραδείσου τῆς ὅλης ψυχῆς· ὁ γὰρ ἀποδιδράσκων θεὸν καταφεύγει εἰς ἑαυτόν. Legum_allegoriarum_libri_i_iii 29 δυοῖν γὰρ ὄντων τοῦ τε τῶν ὅλων νοῦ, ὅς ἐστι θεός, καὶ τοῦ ἰδίου, ὁ μὲν φεύγων ἀπὸ τοῦ καθ’ αὑτὸν καταφεύγει ἐπὶ τὸν συμπάντων — ὁ γὰρ νοῦν τὸν ἴδιον ἀπολείπων ὁμολογεῖ μηδὲν εἶναι τὰ κατὰ τὸν ἀνθρώπινον νοῦν, ἅπαντα δὲ προσάπτει θεῷ —, ὁ δὲ πάλιν ἀποδιδράσκων θεὸν τὸν μὲν οὐδενὸς αἴτιόν φησιν εἶναι, τῶν δὲ γινομένων ἁπάντων ἑαυτόν· Legum_allegoriarum_libri_i_iii 30 λέγεται γοῦν παρὰ πολλοῖς, ὅτι τὰ ἐν τῷ κόσμῳ πάντα φέρεται χωρὶς ἡγεμόνος ἀπαυτοματίζοντα, τέχνας δὲ καὶ ἐπιτηδεύματα καὶ νόμους καὶ ἔθη καὶ πολιτικὰ καὶ ἴδια καὶ κοινὰ δίκαια πρός τε ἀνθρώπους καὶ πρὸς τὰ ἄλογα ζῷα ἔθετο μόνος ὁ ἀνθρώπινος νοῦς. Legum_allegoriarum_libri_i_iii 31 ἀλλ’ ὁρᾷς, ὦ ψυχή, τῶν δοξῶν τὸ παραλλάττον· ἡ μὲν γὰρ τὸν ἐπὶ μέρους τὸν γενητὸν καὶ 1 scripsi: ἡμέριος codd.; ἡμερινὸς coni. Turn. (cf. Lobeck Phryn. p. 53) 4 αἴνεσιν] ἄνεσιν L 7 δεύτερα] τυχηρὰ coni. Mang. 10 ψυχὴ Η 15 ἀῶ L 16 ἀποκρύπτειν scripsi: ἐπικρύπτειν codd. 22 ὄντων codd.: ὄντοιν V 23 τὸν συμπάντων corr. Turn.: τῶν συμπάντων codd. ὁ γὰρ scripsi : ὁ δὲ codd., ὃς δὴ coni. Wendl. 28 ἀπαυτοματισθέντα coni. Mang., ἀπαυτοματιζόμενα Wendl. 31 τὸ παραλλάττον Jacobs et Creuzer: τὸ παράλογον codd, τῶν ἐπὶ ABP γεννητὸν codd. θνητὸν ἀπολιποῦσα τὸν τῶν ὅλων καὶ ἀγένητον καὶ ἄφθαρτον ἐπιγράφεται ὄντως, ἡ δὲ πάλιν θεὸν ἀποδοκιμάζουσα τὸν μηδ’ αὑτῷ βοηθῆσαι ἱκανὸν Legum_allegoriarum_libri_i_iii 32 νοῦν σύμμαχον ἐπισπᾶται πλημμελῶς. τούτου χάριν καὶ Μωυσῆς φησιν ὅτι „ἐὰν ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος· ἐὰν δὲ καὶ ὁ ἥλιος ἀνατείλῃ ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται“ (Exod. 22, 1. 2). ἐὰν γάρ τις τὸν ἑστῶτα καὶ ὑγιῆ καὶ ὀρθὸν διακόψῃ καὶ διέλῃ λόγον, ὃς θεῷ μόνῳ τὸ πάντα δύνασθαι μαρτυρεῖ, καὶ εὑρεθῇ ἐν τῷ διορύγματι τουτέστιν ἐν τῷ τετρημένῳ καὶ διῃρημένῳ, ὃς τὸν ἴδιον νοῦν ἐνεργοῦντα οἶδεν, ἀλλ’ οὐ θεόν, κλέπτης ἐστὶ τὰ ἀλλότρια ἀφαιρούμενος· Legum_allegoriarum_libri_i_iii 33 θεοῦ γὰρ τὰ πάντα κτήματα, ὥστε ὁ ἑαυτῷ τι προσνέμων τὰ ἑτέρου νοσφίζεται καὶ πληγὴν ἔχει παγχάλεπον καὶ δυσίατον, οἴησιν, πρᾶγμα ἀμαθίας καὶ ἀπαιδευσίας συγγενές. τὸν δὲ πλήττοντα παρησύχασεν· οὐ γάρ ἐστιν ἕτερος τοῦ πληττομένου· ἀλλ’ ὥσπερ ὁ τρίβων ἑαυτὸν καὶ τρίβεται καὶ ὁ ἐκτείνων ἑαυτὸν καὶ ἐκτείνεται — τήν τε γὰρ τοῦ δρῶντος δύναμιν καὶ τὸ τοῦ ὑπομένοντος πάθος αὐτὸς ἐκδέχεται —, οὕτως ὁ κλέπτων τὰ θεοῦ καὶ ἑαυτῷ ἐπιγράφων ὑπὸ τῆς ἑαυτοῦ ἀθεότητός τε καὶ οἰήσεως αἰκίζεται. Legum_allegoriarum_libri_i_iii 34 εἴθε μέντοι πληχθεὶς ἀποθάνοι, τουτέστιν ἄπρακτος διατελέσειεν· ἧττον γὰρ ἁμαρτάνειν δόξει. τῆς γὰρ κακίας ἡ μὲν ἐν σχέσει θεωρεῖται, ἡ δὲ ἐν κινήσει θεωρεῖται· νεύει δὲ πρὸς τὰς τῶν ἀποτελεσμάτων ἐκπληρώσεις ἡ ἐν τῷ κινεῖσθαι, διὸ καὶ χείρων τῆς κατὰ σχέσιν ἐστίν. Legum_allegoriarum_libri_i_iii 35 ἐὰν οὖν ἡ διάνοια ἀποθάνῃ ἡ δοξάζουσα αὑτὴν αἰτίαν τῶν γινομένων, ἀλλὰ μὴ θεόν, τουτέστιν ἠρεμήσῃ καὶ συσταλῇ, οὐκ ἔστιν αὐτῇ φόνος· οὐκ ἀνῄρηκε τελέως τὸ ἔμψυχον δόγμα τὸ θεῷ τὰς ἁπάσας δυνάμεις ἐπιγράφον· ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος, τουτέστιν ὁ φαινόμενος λαμπρὸς νοῦς ἐν ἡμῖν, καὶ δόξῃ πάντα διορᾶν καὶ πάντα βραβεύειν καὶ μηδὲν ἐκφεύγειν ἑαυτόν, ἔνοχός ἐστιν, ἀνταποθανεῖται τοῦ ἐμψύχου δόγματος ὃ ἀνεῖλε, καθ’ ὃ μόνος αἴτιός ἐστιν ὁ θεός, εὑρισκόμενος ἄπρακτος καὶ νεκρὸς ὄντως αὐτός, ἀψύχου καὶ θνητοῦ καὶ πλημμελοῦς Legum_allegoriarum_libri_i_iii 36 δόγματος εἰσηγητὴς γεγενημένος. παρὸ καὶ καταρᾶται ὁ ἱερὸς λόγος τιθέντι ἐν ἀποκρύφῳ γλυπτὸν ἢ χωνευτόν, ἔργον χειρῶν 1 ἀγέννητον codd. 2 ὄντως] δεόντως coni. Mang. 4 Μώσης codd. ἐν om. codd. 8 τὸ scripsi: τῶ codd., τὰ v 9 τετρημένῳ Mang.: τετρωμένω codd. 15 κτείνων — κτείνεται coni. Mang. 16 ἐνδέχεται coni. Mang. 17 ἑαυτοῦ AP: αὐτοῦ BH 20 θεωρεῖται prius om. Mang. 22 αὐτὴν P 24 τὸ θεῶ codd.: τῷ θεῷ Mang. 25 ἐπιγράφον Mang.: ἐπιγράφειν codd. 27 μηδὲν Mang.: μηδὲ codd. 28 καθ’ ὃ] καθὸ ΒΗ, καθὸ ὁ AP τεχνίτου (Deut. 27, 15). τί γὰρ τὰς φαύλας δόξας, ὅτι ποιός ἐστιν ὁ θεὸς ὡς καὶ τὰ γλυπτὰ ὁ ἄποιος, ὅτι φθαρτὸς ὡς τὰ χωνευτὰ ὁ ἄφθαρτος, ταμιεύεις καὶ θησαυρίζεις, ὦ διάνοια, ἐν σαυτῇ, ἀλλ’ οὐκ εἰς μέσον προφέρεις, ἵν’ ὑπὸ τῶν ἀσκητῶν τῆς ἀληθείας ἃ χρὴ διδαχθῇς; οἴει μὲν γὰρ τεχνική τις εἶναι, ὅτι κατὰ τῆς ἀληθείας ἀμούσους πιθανότητας μεμελέτηκας, ἄτεχνος δὲ ἀνευρίσκῃ νόσον χαλεπὴν ψυχῆς ἀμαθίαν οὐκ ἐθέλουσα θεραπεύεσθαι. Legum_allegoriarum_libri_i_iii 37 ὅτι δὲ ὁ φαῦλος εἰς τὸν σποράδα νοῦν ἑαυτοῦ καταδύεται φεύγων τὸν ὄντα, μαρτυρήσει Μωυσῆς ὁ „πατάξας τὸν Αἰγύπτιον καὶ κρύψας ἐν τῇ ἄμμῳ“ (Exod. 2, 12), ὅπερ ἦν, συλλογισάμενος τὸν προστατεῖν λέγοντα τὰ τοῦ σώματος καὶ μηδὲν τὰ ψυχῆς νομίζοντα καὶ τέλος ἡγούμενον τὰς ἡδονάς· Legum_allegoriarum_libri_i_iii 38 κατανοήσας γὰρ τὸν πόνον τοῦ τὸν θεὸν ὁρῶντος, ὃν ἐπιτίθησιν αὐτῷ ὁ βασιλεὺς τῆς Αἰγύπτου, ἡ τῶν παθῶν ἡγεμονὶς κακία, ὁρᾷ τὸν Αἰγύπτιον ἄνθρωπον, τὸ ἀνθρώπειον καὶ ἐπίκηρον πάθος, τύπτοντα καὶ αἰκιζόμενον τὸν ὁρῶντα, περιβλεψάμενος δὲ τὴν ὅλην ψυχὴν ὧδε κἀκεῖσε καὶ μηδένα ἰδὼν ἑστῶτα, ὅτι μὴ τὸν ὄντα θεόν, τὰ δ’ ἄλλα κλονούμενα καὶ σαλευόμενα, πατάξας καὶ συλλογισάμενος τὸν φιλήδονον κρύπτει ἐν τῷ σποράδι καὶ πεφορημένῳ νῷ, ὃς συμφυΐας καὶ ἑνώσεως τῆς πρὸς τὸ καλὸν ἐστέρηται. Legum_allegoriarum_libri_i_iii 39 οὗτος μὲν οὖν ἀποκέκρυπται εἰς αὑτόν· ὁ δὲ ἐναντίος τούτῳ φεύγει μὲν ἀφ’ ἑαυτοῦ, καταφεύγει δ’ ἐπὶ τὸν τῶν ὄντων θεόν. διὸ καί φησιν· „ἐξήγαγεν αὐτὸν ἔξω καὶ εἶπεν Ἀνάβλεψον εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας“ (Gen. 15, 5), οὓς ἐβουλόμεθα μὲν περιλαβεῖν καὶ περιαθρῆσαι ἄπληστοι τῶν ἀρετῆς ὄντες ἐρώτων, ἀδυνατοῦμεν δὲ πλοῦτον ἀναμετρῆσαι θεοῦ. Legum_allegoriarum_libri_i_iii 40 ἀλλ’ ὅμως χάρις τῷ φιλοδώρῳ, ὅτι οὕτω σπέρματα ἐν ψυχῇ βαλέσθαι φησὶ τηλαυγῆ καὶ λαμπρὰ καὶ δι’ ὅλων νοερὰ ὡς τοὺς ἀστέρας ἐν οὐρανῷ. οὐ παρέργως δὲ πρόσκειται τῷ „ἐξήγαγεν αὐτὸν“ τὸ „ἔξω“; τίς γὰρ ἔνδον ἐξάγεται; ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν· ἐξήγαγεν αὐτὸν εἰς τὸ ἐξωτάτω χωρίον, οὐκ εἴς τι τῶν ἐκτός, ὃ δύναται ὑπ’ ἄλλων περιέχεσθαι· ὥσπερ γὰρ ἐν ταῖς οἰκίαις τοῦ θαλάμου ἐκτὸς μέν ἐστιν ὁ ἀνδρών, ἐντὸς δὲ ὁ αὐλών, καὶ ἡ αὔλειος 4. 5 ἃ χρὴ—ἀληθείας om. L 5 ἀμούσους ABP: ἀμούσας H 8 τὸν ὄντα AP: τὰ ὄντα BH μαρτυρήσει codd.: μαρτυρεῖ Mang. Μώσης codd. 10 τὰ addidi 14 ἐπίκηρον Mang.: ἐπίκαιρον codd. τύπτοντα scripsi: τύπτον codd. 17 τὸν codd.: τὴν V κρύπτειν H συμπεφορημέωῳ coni. Mang. 18 ἑνώσεως Mang.: γνώσεως codd. 18. 19 μὲν οὑν ABP: οὖν om. H 19 αὐτόν codd., corr. Mang. 23 περιαθροῖσαι L 25 νοερὰ scripsi: νεαρὰ codd. 26 τῳ] τὸ H 30 ἐντὸς δὲ Mang.: ἐκτὸς δὲ codd. αὐλών] κοιτών coni. L. Dindorf in Steph. Thes. ἐκτὸς μὲν τῆς αὐλῆς, εἴσω δὲ τοῦ πυλῶνος, οὕτως καὶ ἐπὶ ψυχῆς δύναται τὸ ἐκτός τινος ἐντὸς εἶναι [τοῦ] ἑτέρου. Legum_allegoriarum_libri_i_iii 41 οὕτως οὖν ἀκουστέον· τὸν νοῦν εἰς τὸ ἐξώτατον ἐξήγαγε. τί γὰρ ὄφελος ἦν καταλιπεῖν αὐτὸν τὸ σῶμα, καταφυγεῖν δὲ ἐπ’ αἴσθησιν; τί δὲ αἰσθήσει μὲν ἀποτάξασθαι, λόγῳ δὲ ὑποστεῖλαι τῷ γεγωνῷ; χρὴ γὰρ τὸν μέλλοντα νοῦν ἐξάγεσθαι καὶ ἐν ἐλευθερίᾳ ἀφίεσθαι πάντων ὑπεκστῆναι, σωματικῶν ἀναγκῶν, αἰσθητικῶν ὀργάνων, [κατα]λόγων σοφιστικῶν, πιθανοτήτων, τὰ τελευταῖα Legum_allegoriarum_libri_i_iii 42 καὶ ἑαυτοῦ. διὸ καὶ ἐν ἑτέροις αὐχεῖ λέγων· „κύριος ὁ θεὸς τοῦ οὐρανοῦ καὶ ὁ θεὸς τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου“ (Gen. 24, 7)· οὐ γάρ ἐστι τὸν κατοικοῦντα ἐν σώματι καὶ τῷ θνητῷ γένει δυνατὸν θεῷ συγγενέσθαι, ἀλλὰ τὸν ὃν ἐκ τοῦ δεσμωτηρίου θεὸς διαρρύεται. Legum_allegoriarum_libri_i_iii 43 οὗ ἕνεκα καὶ ἡ τῆς ψυχῆς χαρὰ Ἰσαάκ, ὅταν ἀδολεσχῇ καὶ ἰδιάζῃ θεῷ, ἐξέρχεται ἀπολείπων ἑαυτὸν καὶ τὸν ἴδιον νοῦν· „ἐξῆλθε“ γάρ φησιν „Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης“ (Gen. 24, 63). καὶ Μωυσῆς δὲ ὁ προφητικὸς λόγος φησίν· „ὅταν ἐξέλθω τὴν πόλιν“, τὴν ψυχήν — πόλις γάρ ἐστι καὶ αὕτη τοῦ ζῴου νόμους διδοῦσα καὶ ἔθη — „ἐκπετάσω τὰς χεῖρας“ (Exod. 9, 29), καὶ ἀναπετάσω καὶ ἐξαπλώσω πάσας τὰς πράξεις θεῷ μάρτυρα καλῶν καὶ ἐπίσκοπον ἑκάστης, ὃν κακία κρύπτεσθαι οὐ πέφυκεν, ἐξαπλοῦσθαι δὲ καὶ φανερῶς ὁρᾶσθαι. Legum_allegoriarum_libri_i_iii 44 ὅταν μέντοι διὰ πάντων ἡ ψυχὴ καὶ λόγων καὶ ἔργων ἐξαπλωθῇ καὶ ἐκθειασθῇ, παύονται τῶν αἰσθήσεων αἱ φωναὶ καὶ πάντες οἱ ὀχληροὶ καὶ δυσώνυμοι ἦχοι· φωνεῖ γὰρ καὶ καλεῖ τὸ μὲν ὁρατὸν τὴν ὅρασιν ἐφ’ ἑαυτό, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ ἀτμὸς τὴν ὄσφρησιν, καὶ συνόλως τὸ αἰσθητὸν τὴν αἴσθησιν ἐφ’ ἑαυτὸ προσκαλεῖται· ταῦτα δὲ πάντα παύεται, ὅταν ἐξελθοῦσα τὴν ψυχῆς πόλιν ἡ Legum_allegoriarum_libri_i_iii 45 διάνοια θεῷ τὰς ἑαυτῆς πράξεις καὶ διανοήσεις ἀνάψῃ. καὶ γάρ εἰσιν „αἱ χεῖρες Μωυσεῖ βαρεῖαι“ (Exod. 17, 12)· ἐπειδὴ γὰρ αἱ τοῦ φαύλου πράξεις ἀνεμιαῖοί τε καὶ κοῦφαι, γένοιντ’ ἂν αἱ τοῦ σοφοῦ βαρεῖαι καὶ ἀκίνητοι οὐδ’ εὐσάλευτοι· παρὸ καὶ στηρίζονται ὑπό τε Ἀαρών, τοῦ 1 οὕτω Η 2 τοῦ seclusi, εἶναί του coni. Wendl. 5 τῷ γεγωνῷ Markland: τὸ γεγονός codd. 7 καταλόγων codd., κάτα seclusi, εὐλόγων καὶ coni. Mang., παραλόγων καὶ Jacobs, καταληπτικῶν λόγων Diels 8 δι’ ὃ Turn.: δι’ ὃν codd. 9 τοῦ οἴκου om. L 10 τὸν addidi 11 ὃν addidi; ἀλλ’ ὃν coni. Mang. 13 ἰδιάζῃ] ἰάζη L 1.5 Μώσης codd, 19 ὃν scripsi: οὗ codd. οὐ πέφυκεν] ἐκπέφυκεν H 23 αὑτό Α 26 ἀνάψῃ] ἀναπλώσῃ vel ἀναπετάσῃ coni. Mang. 27 Μωσεῖ codd. 28 ἀνεμιαῖοι scripsi: ἄνεμοι ΑΒΡΗ, ἄναιμοι L, ἀνέμιοι Turn. Mang. κοῦφαι scripsi: κοῦφοι codd. 29 ἀσάλευτοι L λόγου, καὶ Ὤρ, ὅ ἐστι φῶς· οὐδὲν δὲ τῶν πραγμάτων φῶς ἐναργέστερόν ἐστιν ἀληθείας· βούλεται οὖν διὰ συμβόλων σοι παραστῆσαι, ὅτι αἱ τοῦ σοφοῦ πράξεις στηρίζονται ὑπὸ τῶν ἀναγκαιοτάτων λόγου τε καὶ ἀληθείας. διὸ καὶ Ἀαρὼν ὅταν τελευτᾷ, τουτέστιν ὅταν τελειωθῇ, εἰς Ὤρ, ὅ ἐστι φῶς, ἀνέρχεται (Num. 20, 25)· τὸ γὰρ τέλος τοῦ λόγου ἀλήθειά ἐστιν ἡ φωτὸς τηλαυγεστέρα, εἰς ἣν σπουδάζει ὁ λόγος ἐλθεῖν. Legum_allegoriarum_libri_i_iii 46 οὐχ ὁρᾷς ὅτι καὶ τὴν παρὰ τοῦ θεοῦ σκηνὴν (Exod. 33, 7) λαβών, τουτέστι σοφίαν, ἐν ᾗ κατασκηνοῖ καὶ ἐνοικεῖ ὁ σοφός, ἔπηξε καὶ ἐβεβαιώσατο καὶ κραταιῶς ἱδρύσατο, οὐκ ἐν τῷ σώματι, ἀλλ’ ἔξω τούτου; παρεμβολῇ γὰρ αὐτὸ ἀπεικάζει, στρατοπέδῳ πολέμων καὶ κακῶν ὅσα πόλεμος ἐργάζεται πλήρει, μετουσίαν εἰρήνης οὐκ ἔχοντι. „καὶ ἐκλήθη ἡ σκηνὴ μαρτυρίου“, σοφία μαρτυρουμένη ὑπὸ θεοῦ· καὶ γὰρ „πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο“, παγκάλως· Legum_allegoriarum_libri_i_iii 47 εἰ γὰρ ζητεῖς θεόν, ὦ διάνοια, ἐξελθοῦσα ἀπὸ σαυτῆς ἀναζήτει, μένουσα δὲ ἐν τοῖς σωματικοῖς ὄγκοις ἢ ταῖς κατὰ νοῦν οἰήσεσιν ἀζητήτως ἔχεις τῶν θείων, κἂν ἐπιμορφάζῃς ὅτι ζητεῖς· εἰ δὲ ζητοῦσα εὑρήσεις θεόν, ἄδηλον, πολλοῖς γὰρ οὐκ ἐφανέρωσεν ἑαυτόν, ἀλλ’ ἀτελῆ τὴν σπουδὴν ἄχρι παντὸς ἔσχον· ἐξαρκεῖ μέντοι πρὸς μετουσίαν ἀγαθῶν καὶ ψιλὸν τὸ ζητεῖν μόνον, ἀεὶ γὰρ αἱ ἐπὶ τὰ καλὰ ὁρμαί, κἂν τοῦ τέλους ἀτυχῶσι, τοὺς χρωμένους προευφραίνουσιν. Legum_allegoriarum_libri_i_iii 48 οὕτως ὁ μὲν φαῦλος ἀρετήν γε φεύγων καὶ θεὸν ἀποκρυπτόμενος ἐπ’ ἀσθενῆ βοηθὸν καταφεύγει τὸν ἴδιον νοῦν, ὁ δὲ σπουδαῖος ἔμπαλιν ἑαυτὸν ἀποδιδράσκων ἀναστρέφει πρὸς τὴν τοῦ ἑνὸς ἐπίγνωσιν, καλὸν δρόμον καὶ πάντων ἄριστον ἀγώνισμα τοῦτο νικῶν. Legum_allegoriarum_libri_i_iii 49 „Καὶ ἐκάλεσε κύριος ὁ θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ Ποῦ εἶ“ (Gen. 3, 9) ; διὰ τί μόνος καλεῖται ὁ Ἀδάμ, συγκεκρυμμένης αὐτῷ καὶ τῆς γυναικός; λεκτέον οὖν πρῶτον, ὅτι καλεῖται ὁ νοῦς ὅπου ἦν, ὅταν ἔλεγχον λαμβάνῃ καὶ ἐπίστασιν τῆς τροπῆς· οὐ μόνον δ’ 1 δὲ add. Wendl., γὰρ Mang. 11 πλήρη codd., corr. Mang. 13 ὦ διάνοια add. D: om. codd. 15 ἢ—οἰήσεσιν om. D ἀζήτως Η ἐπιμορφάζῃ Dc 16 ὅτε DR ζητῇς H ζητοῦσα D: ζητῶν codd. 16. 17 ἐφανέρωσεν D: ἐγνώρισεν codd. 17 ἀτελῆ D: ἀπλῆν ABP, ἁ πλὴν Η τὴν om. L μέχρι D 18 μέντοι] γὰρ D ἀεὶ om. D αἱ γὰρ D 19 ἀτυχῶσι τοῦ τέλους transp. D 27 ἐπίστασιν scripsi: ἐπίσπασιν codd. δ’ addidi 13—14 DP fol. 45v DM fol. 47v DL fol. 71r et 168v Dv p. 304 Φίλωνος: ἀναζήτει. 13—19 D C fol. 44r DR fol. 55v Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων εἰ ζητεῖς—προευφραίνουσιν. αὐτὸς καλεῖται, ἀλλὰ καὶ αἱ δυνάμεις αὐτοῦ πᾶσαι, ἄνευ γὰρ τῶν δυνάμεων ὁ νοῦς καθ’ ἑαυτὸν γυμνὸς καὶ οὐδὲ ὢν εὑρίσκεται· μία δὲ τῶν δυνάμεων καὶ ἡ αἴσθησις, ἥτις ἐστὶ γυνή. Legum_allegoriarum_libri_i_iii 50 συγκέκληται οὖν τῷ Ἀδὰμ τῷ νῷ καὶ ἡ γυνὴ αἴσθησις· ἰδίᾳ δ’ αὐτὴν οὐ καλεῖ· διὰ τί; ὅτι ἄλογος οὖσα ἔλεγχον ἐξ ἑαυτῆς λαμβάνειν οὐ δύναται· οὔτε γὰρ ἡ ὅρασις οὔθ’ ἡ ἀκοὴ οὔτε τις τῶν ἄλλων αἰσθήσεων διδακτή, ὥστε οὐ δύναται κατάληψιν πραγμάτων ποιήσασθαι· μόνων γὰρ σωμάτων διακριτικὴν εἰργάσατο αὐτὴν ὁ ἐργασάμενος· ὁ δὲ νοῦς ὁ διδασκόμενός ἐστιν, οὗ χάριν αὐτὸν Legum_allegoriarum_libri_i_iii 51 ἀλλ’ οὐ τὴν αἴσθησιν προκέκληται. τὸ δὲ „ποῦ εἶ“ πολλαχῶς ἔστιν ἀποδοῦναι· ἅπαξ μὲν οὐ τὸ πευστικόν, ἀλλὰ τὸ ἀποφαντικὸν τὸ ἴσον τῷ „ἐν τόπῳ ὑπάρχεις“ βαρυτονουμένου τοῦ „ποὺ εἶ“· ἐπειδὴ γὰρ ᾠήθης τὸν θεὸν ἐν τῷ παραδείσῳ περιπατεῖν καὶ ὑπὸ τούτου περιέχεσθαι, μάθε ὅτι οὐκ εὖ τοῦτο πέπονθας, καὶ ἄκουσον παρὰ τοῦ ἐπισταμένου θεοῦ ῥῆσιν ἀληθεστάτην, ὅτι ὁ μὲν θεὸς οὐχί που — οὐ γὰρ περιέχεται ἀλλὰ περιέχει τὸ πᾶν —, τὸ δὲ γενόμενον ἐν τόπῳ, περιέχεσθαι γὰρ αὐτὸ ἀλλ’ οὐ περιέχειν ἀναγκαῖον. Legum_allegoriarum_libri_i_iii 52 δεύτερον δὲ τὸ λεγόμενον ἴσον ἐστὶ τούτῳ· ποῦ γέγονας, ὦ ψυχή; ἀνθ’ οἵων ἀγαθῶν οἷα ᾕρησαι κακά; καλέσαντός σε τοῦ θεοῦ πρὸς μετουσίαν ἀρετῆς κακίαν μετέρχῃ, καὶ τὸ τῆς ζωῆς ξύλον, τουτέστι σοφίας ᾗ δυνήσῃ ζῆν, παρασχόντος εἰς ἀπόλαυσιν ἀμαθίας καὶ φθορᾶς ἐνεφορήθης, κακοδαιμονίαν τὸν ψυχῆς θάνατον εὐδαιμονίας τῆς ἀληθινῆς ζωῆς προκρίνασα; Legum_allegoriarum_libri_i_iii 53 τρίτον ἐστὶ τὸ πευστικόν, πρὸς ὃ δύο γένοιντ’ ἂν ἀποκρίσεις· μία μὲν πυνθανομένῳ „ποῦ εἶ“ ἡ „οὐδαμοῦ“, τόπον γὰρ οὐδένα ἔχει ἡ τοῦ φαύλου ψυχή, ᾧ ἐπιβήσεται ἢ ἐφ’ οὗ ἱδρυθήσεται, παρὸ καὶ ἄτοπος λέγεται εἶναι ὁ φαῦλος — ἄτοπον δέ ἐστι κακὸν δύσθετον —· τοιοῦτος δ’ ὁ μὴ ἀστεῖος, σαλεύων καὶ κλονούμενος ἀεὶ καὶ πνεύματος τρόπον ἀστάτου διαφερόμενος, βεβαίου τὸ παράπαν οὐδεμιᾶς γνώμης ἑταῖρος ὤν· Legum_allegoriarum_libri_i_iii 54 ἑτέρα δὲ γένοιτ’ ἂν ἀπόκρισις τοιάδε, ᾗ κέχρηται καὶ ὁ Ἀδάμ· ποῦ εἰμι ἄκουε· ὅπου οἱ τὸν θεὸν ἰδεῖν ἀδυνατοῦντες, ὅπου οἱ θεοῦ οὐκ ἀκούοντες, ὅπου οἱ τὸ αἴτιον ἀποκρυπτόμενοι, ὅπου οἱ φεύγοντες ἀρετήν, ὅπου 2 οὐδὲ] οὐδὲν L 3 ἥτις—αἴσθησις (4) om. P γυνή corr. Turn.: γυμνή codd. 4 νῷ scripsi: νοΐ codd. (corr. ex νωΐ Α) 9 προσκέκληται coni. Mang. 10 ἀποφαντικὸν Diels: ἀπόφαντόν codd. 11 τοῦ] τὸ Η 13 οὐκ add. Mang. εὖ τοῦτο codd.: τοῦτο εὖ V 14 ποῦ HP 16 αὐτὸν codd., corr. Turn. 19 ζῆν om. Η 19. 20 παρασχεῖν Η 22 γένοιτ’ ΒΗ 23 οὐδαμοῦ scripsi: οὐδαμῶς codd. τόπον] τύπον H 24 ἱδρυνθήσεται codd. 25 τοιοῦτο ΒΗ 27 ἑταῖρος corr. Turn.: ἑτέρας codd. 30 ἀποκρυπτόμενοι Mang.: ἐπικρυπτόμενοι codd. οἱ γυμνοὶ σοφίας, ὅπου οἱ φοβούμενοι καὶ τρέμοντες ὑπ’ ἀνανδρίας καὶ δειλίας ψυχικῆς· ὅταν γὰρ λέγῃ „τῆς φωνῆς σου ἤκουσα ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην“ (Gen. 3, 10), πάντα τὰ εἰρημένα παρίστησιν, ὡς καὶ ἐν τοῖς προτέροις διὰ μακροτέρων λόγων ἀπεδείξαμεν. Legum_allegoriarum_libri_i_iii 55 καίτοι γυμνὸς οὐκ ἔστι νῦν ὁ Ἀδάμ· „ἐποίησαν ἑαυτοῖς περιζώματα“ ὀλίγῳ πρότερον εἴρηται· ἀλλὰ καὶ διὰ τούτου βούλεταί σε διδάξαι, ὅτι γυμνότητα οὐ τὴν τοῦ σώματος παραλαμβάνει, ἀλλὰ καθ’ ἣν ὁ νοῦς ἄμοιρος καὶ γυμνὸς ἀρετῆς ἀνευρίσκεται. Legum_allegoriarum_libri_i_iii 56 "Ἡ γυνὴ“ φησίν „ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον“ (Gen. 3, 12). εὖ τὸ μὴ φάναι, ἡ γυνὴ ἣν ἔδωκας ἐμοί, ἀλλὰ „μετ’ ἐμοῦ“· οὐ γὰρ ἐμοὶ ὡς κτῆμα τὴν αἴσθησιν ἔδωκας, ἀλλὰ καὶ αὐτὴν ἀφῆκας ἄνετον καὶ ἐλευθέραν, κατά τινα τρόπον οὐχ ὑπείκουσαν τοῖς τῆς ἐμῆς διανοίας ἐπιτάγμασιν· ἐὰν γοῦν βουληθῇ ὁ νοῦς προστάξαι τῇ ὁράσει μὴ ἰδεῖν, οὐδὲν ἧττον αὕτη τὸ ὑποκείμενον ὄψεται· καὶ ἡ ἀκοὴ μέντοι προσπεσούσης φωνῆς ἀντιλήψεται πάντως, κἂν ὁ νοῦς φιλονεικῶν διακελεύηται αὐτῇ μὴ ἀκούειν· καὶ μὴν ἥ γε ὄσφρησις ἀτμῶν χωρησάντων εἰς αὐτὴν ὀσφρήσεται, κἂν ὁ νοῦς ἀπαγορεύῃ μὴ ἀντιλαβέσθαι. Legum_allegoriarum_libri_i_iii 57 διὰ τοῦτο ὁ θεὸς οὐκ ἔδωκεν αἴσθησιν τῷ ζῴῳ, ἀλλὰ μετὰ τοῦ ζῴου· τὸ δὲ τοῦτ’ ἐστίν· ἅπαντα αἴσθησις μετὰ τοῦ ἡμετέρου νοῦ γνωρίζει καὶ ἅμα αὐτῷ· οἷον ἡ ὅρασις ἅμα τῷ νῷ ἐπιβάλλει τῷ ὁρατῷ· εἶδέ τε γὰρ ὁ ὀφθαλμὸς τὸ σῶμα καὶ εὐθὺς ὁ νοῦς κατέλαβε τὸ ὁραθέν, ὅτι μέλαν ἢ λευκὸν ἢ ὠχρὸν ἢ φοινικοῦν ἢ τρίγωνον ἢ τετράγωνον ἢ στρογγύλον ἢ τὰ ἄλλα χρώματά τε καὶ σχήματα· καὶ πάλιν ἡ ἀκοὴ ἐπλήχθη ὑπὸ τῆς φωνῆς καὶ μετ’ αὐτῆς ὁ νοῦς· τεκμήριον δέ, ἔκρινεν εὐθὺς τὴν φωνήν, ὅτι λεπτὴ ἢ μέγεθος ἔχουσα ἢ ἐμμελὴς καὶ εὔρυθμος καὶ πάλιν εἰ ἐκμελής τε καὶ οὐκ ἐναρμόνιος· Legum_allegoriarum_libri_i_iii 58 καὶ ταὐτὸν ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρίσκεται. πάνυ δὲ καλῶς καὶ τὸ προσθεῖναι τὸ „αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου“· τὸν γὰρ ξύλινον καὶ αἰσθητὸν ὄγκον τῷ νῷ οὐδεὶς δίδωσιν, ὅτι μὴ αἴσθησις· τίς γὰρ ἔδωκε τῇ διανοίᾳ γνωρίσαι τὸ σῶμα ἢ τὸ λευκόν; οὐχ ἡ ὄψις; τίς δὲ τὴν φωνήν; οὐχ ἡ ἀκοή; τίς δὲ τὸν ἀτμόν; οὐχ ἡ ὄσφρησις; τίς δὲ τὸν χυλόν; οὐχ ἡ γεῦσις; τίς δὲ τὸ τραχὺ καὶ μαλακόν; οὐχ ἡ ἁφή; ὀρθῶς οὖν καὶ πάνυ ἀληθῶς εἴρηται ὑπὸ τοῦ νοῦ, ὅτι τὰς τῶν σωμάτων ἀντιλήψεις δίδωσί μοι μόνη ἡ αἴσθησις. 13 ὑπείκου (sic) H, ὑπήκοον Turn. 22 κατέλαβε scripsi: ἀντελάβετο ABP, ἀντέλαβε Η; ἀντελάβετο τοῦ ὁραθέντος coni. Wendl. 26 εὔρυθμος ABPH: ῥάθυμος L, ἔρρυθμος v 28 γὰρ codd.: δὲ Mang. 29 ὄγκον scripsi: οἶκον codd. οὐδὲ εἶς ABP 32 τὸ om. H Legum_allegoriarum_libri_i_iii 59 „Καὶ εἶπεν ὁ θεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον“ (Gen. 3, 13). ἄλλο μὲν πυνθάνεται τῆς αἰσθήσεως ὁ θεός, ἄλλο δὲ αὐτὴ ἀποκρίνεται· πυνθάνεται μὲν γάρ τι περὶ τοῦ ἀνδρός, ἡ δὲ οὐ περὶ τούτου φησίν, ἀλλά τι περὶ ἑαυτῆς, λέγουσα ὅτι ἔφαγον, οὐχ ὅτι ἔδωκα. Legum_allegoriarum_libri_i_iii 60 μήποτ’ οὖν ἀλληγοροῦντες λύσομεν τὸ ἀπορηθὲν καὶ δείξομεν τὴν γυναῖκα εὐθυβόλως πρὸς τὸ πύσμα ἀποκρινομένην. ἀνάγκη γάρ ἐστιν αὐτῆς φαγούσης καὶ τὸν ἄνδρα φαγεῖν· ὅταν γὰρ ἡ αἴσθησις ἐπιβάλλουσα τῷ αἰσθητῷ πληρωθῇ τῆς αὐτοῦ φαντασίας, εὐθὺς καὶ ὁ νοῦς συμβέβληκε καὶ ἀντελάβετο καὶ τρόπον τινὰ τροφῆς τῆς ἀπ’ ἐκείνου πεπλήρωται. τοῦτ’ οὖν φησιν· ἄκουσα δέδωκα τῷ ἀνδρί· προσβαλούσης γάρ μου τῷ ὑποκειμένῳ, ὀξυκίνητος ὢν αὐτὸς Legum_allegoriarum_libri_i_iii 61 ἐφαντασιώθη καὶ ἐτυπώθη. παρατήρει δ’ ὅτι ὁ μὲν ἀνὴρ λέγει τὴν γυναῖκα δεδωκέναι, ἡ δὲ γυνὴ οὐχὶ τὸν ὄφιν δεδωκέναι, ἀλλὰ ἠπατηκέναι· ἴδιον γὰρ αἰσθήσεως μὲν τὸ διδόναι, ἡδονῆς δὲ τῆς ποικίλης καὶ ὀφιώδους τὸ ἀπατᾶν καὶ παρακρούεσθαι· οἷον τὸ λευκὸν τῇ φύσει καὶ τὸ μέλαν καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν δίδωσιν ἡ αἴσθησις τῷ νῷ, οὐχὶ ἀπατῶσα ἀλλὰ πρὸς ἀλήθειαν· τοιαῦτα γάρ ἐστι τὰ ὑποκείμενα, οἵα καὶ ἡ ἀπ’ αὐτῶν προσπίπτουσα φαντασία, κατὰ τοὺς πλείστους τῶν μὴ φυσικώτερον φυσιολογούντων· ἡ δὲ ἡδονὴ οὐχ οἷόν ἐστι τὸ ὑποκείμενον, τοιοῦτον αὐτὸ γνωρίζει τῇ διανοίᾳ, ἀλλ’ ἐπιψεύδεται τέχνῃ τὸ ἀλυσιτελὲς εἰς συμφέροντος τάξιν ἐμβιβάζουσα· Legum_allegoriarum_libri_i_iii 62 ὥσπερ καὶ τῶν ἑταιρῶν τὰς εἰδεχθεῖς ἰδεῖν ἔστι φαρματτούσας καὶ ὑπογραφομένας τὴν ὄψιν, ἵνα τὸ περὶ αὐτὰς αἶσχος ἐπικρύψωσι, καὶ τὸν ἀκρατῆ ἐπὶ τὴν γαστρὸς νενευκότα ἡδονήν· οὗτος τὸν πολὺν ἄκρατον καὶ τῶν σιτίων τὴν παρασκευὴν ἀποδέχεται ὡς ἀγαθόν, βλαπτόμενος καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀπ’ αὐτῶν· Legum_allegoriarum_libri_i_iii 63 πάλιν τοὺς ἐρῶντας ἰδεῖν ἔστι πολλάκις ἐπὶ γυναίων αἰσχίστων ὀφθῆναι ἐπιμεμηνότας, τῆς ἡδονῆς ἀπατώσης καὶ μονονουχὶ διεξιούσης, ὅτι εὐμορφία καὶ εὔχροια καὶ εὐσαρκία καὶ τῶν μερῶν ἀναλογία περὶ τὰς πάντα τὰ ἐναντία τούτοις ἐχούσας ἐστί· τὰς γοῦν πρὸς ἀλήθειαν ἀμέμπτῳ κεχρημένας κάλλει παρορῶσιν, ἐκείνων δὲ ὧν εἶπον κατατήκονται. Legum_allegoriarum_libri_i_iii 64 πᾶσα οὖν ἀπάτη οἰκειοτάτη ἡδονῇ, δόσις δὲ αἰσθήσει· 3 αὐτὴ] καὶ αὐτὴ H, καὶ αὐτὴ v 5 λύσομεν scripsi: λύσωμεν codd. 6 δείξομεν L: δείξωμεν ceteri 9 συμβέβηκε L 11 προσβαλλούσης L 18 οἷα H προπίπτουσα codd., corr. Turn. 21 ἐκβιβάζουσα L 23 αὐτὰς codd.: αὑτὰς v τήν] τῆς H —26 verba καὶ τὸν ἀκρατῆ — ἀπ’ αὐτῶν sententiam turbant 24 ἡδονὴν οὕτως ὥστε . . . ἀποδέχεσθαι . . . βλαπτόμενον ooui. Diels codd.: γυναίκων (sic) Mang. 28 μερῶν] μελῶν coni. Mang. 31 κατατήκονται] ἔρωτι addendum censet Mang. πᾶσα Mang.: πάση codd. ἡ μὲν γὰρ σοφίζεται καὶ παράγει τὸν νοῦν, οὐχ ὁποῖα τὰ ὑποκείμενά ἐστι δηλοῦσα, ἀλλ’ ὁποῖα οὐκ ἔστιν, ἡ δὲ αἴσθησις ἀκραιφνῶς δίδωσι τὰ σώματα οὕτως, ὡς ἔχει φύσεως ἐκεῖνα, πλάσματος καὶ τέχνης ἐκτός. Legum_allegoriarum_libri_i_iii 65 „Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς. αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3, 14. 15). διὰ τίνα αἰτίαν χωρὶς ἀπολογίας καταρᾶται τῷ ὄφει, κελεύων ἐν ἑτέροις ὡς εἰκὸς „στῆναι τοὺς δύο, οἷς ἐστιν ἡ ἀντιλογία“ (Deut. 19, 17) καὶ μὴ τῷ ἑτέρῳ προπιστεύειν; Legum_allegoriarum_libri_i_iii 66 καὶ μὴν ὁρᾷς ὅτι τῷ Ἀδὰμ οὐ προπεπίστευκε κατὰ τῆς γυναικός, ἀλλὰ δίδωσιν αὐτῇ εἰς ἀπολογίαν ἀφορμήν, ὅταν πυνθάνηται „τί τοῦτο ἐποίησας“ (Gen. 3, 13) ; ἡ δέ γε ὁμολογεῖ πταῖσαι παρὰ τὴν τῆς ὀφιώδους καὶ ποικίλης ἡδονῆς ἀπάτην. τί οὖν ἐκώλυε, καὶ τῆς γυναικὸς εἰπούσης ὅτι ὁ ὄφις ἠπάτησέ με, πυθέσθαι τοῦ ὄφεως, εἰ οὗτος ἠπάτησεν, ἀλλὰ μὴ ἀκρίτως χωρὶς ἀπολογίας καταρᾶσθαι; Legum_allegoriarum_libri_i_iii 67 λεκτέον οὖν ὅτι ἡ αἴσθησις οὔτε τῶν φαύλων οὔτε τῶν σπουδαίων ἐστίν, ἀλλὰ μέσον τι αὕτη καὶ κοινὸν σοφοῦ τε καὶ ἄφρονος, καὶ γενομένη μὲν ἐν ἄφρονι γίνεται φαύλη, ἐν ἀστείῳ δὲ σπουδαία. εἰκότως οὖν, ἐπειδὴ φύσιν ἐξ ἑαυτῆς μοχθηρὰν οὐκ ἔχει, ἀλλ’ ἐπαμφοτερίζουσα νεύει πρὸς ἑκάτερα τό τε εὖ καὶ χεῖρον, οὐ καταδικάζεται πρὶν ὁμολογῆσαι, ὅτι ἠκολούθησε τῷ χείρονι. Legum_allegoriarum_libri_i_iii 68 ὁ δὲ ὄφις ἡ ἡδονὴ ἐξ ἑαυτῆς ἐστι μοχθηρά· διὰ τοῦτο ἐν μὲν σπουδαίῳ οὐχ εὑρίσκεται τὸ παράπαν, μόνος δ’ αὐτῆς ὁ φαῦλος ἀπολαύει. κατὰ τὸ οἰκεῖον οὖν μὴ διδοὺς ἀπολογίαν αὐτῇ καταρᾶται ὁ θεός, σπέρμα ἀρετῆς οὐκ ἐχούσῃ, ἀλλὰ αἰεὶ καὶ πανταχοῦ ἐπιλήπτῳ καὶ μιαρᾷ καθεστώσῃ. Legum_allegoriarum_libri_i_iii 69 διὰ τοῦτο καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς πονηρὸν οἶδεν ὁ θεὸς (Gen. 38, 7) καὶ ἀποκτείνει· τὸν γὰρ δερμάτινον ὄγκον ἡμῶν τὸ σῶμα — Εἲρ γὰρ δερμάτινος ἑρμηνεύεται — πονηρόν τε καὶ ἐπίβουλον τῆς ψυχῆς οὐκ ἀγνοεῖ καὶ νεκρὸν καὶ τεθνηκὸς αἰεί· μὴ γὰρ p. 101 M. ἄλλο τι νοήσῃς ἕκαστον ἡμῶν ποιεῖν ἢ νεκροφορεῖν, | τὸ νεκρὸν ἐξ 5 πάντων prius] πασῶν Η 9 κεφαλήν codd.: τὴν κεφαλήν v 11 ὡς addidi εἰκὸς στῆναι codd.: ἀκουσθῆναι v 14 εἰς ἀπολογίαν ΑΒΡΗ, εἰς om. L, ἀπολογίας v 17 εἰ οὕτως οὗτος Mang., οὕτως om. codd. οὗτος] fort. ὄντως, quod coni. Mang. pro οὕτως 21 φύσιν corr. Turn.: φησιν codd. μοχθηρὰν corr. Turn.: μοχθηρίαν codd. 26 διδοὺς scripsi: διδούσῃ codd. 28 Εἲρ codd. 29 ἀποκτενεῖ codd. 32 νοήσῃς scripsi νοήσειέ τις coni. Mang.): ποιήσης AP, ποιήσεις ΒΗ, ποιήσειε v ἑαυτοῦ σῶμα ἐγειρούσης καὶ ἀμοχθὶ φερούσης τῆς ψυχῆς· καὶ τὴν εὐτονίαν αὐτῆς, εἰ βούλει, κατανόησον. Legum_allegoriarum_libri_i_iii 70 ὁ μὲν ἐρρωμενέστατος ἀθλητὴς οὐκ ἂν ἰσχύσαι τὸν ἑαυτοῦ πρὸς βραχὺν χρόνον ἀνδριάντα κομίσαι, ἡ δὲ ψυχὴ μέχρις ἑκατονταετίας ἔστιν ὅτε τὸν τοῦ ἀνθρώπου φέρει κούφως ἀνδριάντα μὴ κάμνουσα· οὐ γὰρ νῦν αὐτὸν ἀπέκτεινεν, ἀλλ’ ἐξ ἀρχῆς νεκρὸν τὸ σῶμα ἀπειργάσατο. Legum_allegoriarum_libri_i_iii 71 πονηρὸν δὲ φύσει μέν, ὡς εἶπον, ἐστὶ καὶ ψυχῆς ἐπίβουλον, οὐ φαίνεται δὲ πᾶσιν, ἀλλὰ μόνῳ τῷ θεῷ καὶ εἴ τις θεῷ φίλος· „ἐναντίον“ γάρ φησι „κυρίου πονηρὸς Εἴρ“. ὅταν γὰρ ὁ νοῦς μετεωροπολῇ καὶ τὰ τοῦ κυρίου μυστήρια μυῆται, πονηρὸν καὶ δυσμενὲς κρίνει τὸ σῶμα· ὅταν δὲ ἀποστῇ τῆς τῶν θείων ἐρεύνης, φίλον αὑτῷ καὶ συγγενὲς καὶ ἀδελφὸν ἡγεῖται, καταφεύγει γοῦν ἐπὶ τὰ φίλα τούτῳ. Legum_allegoriarum_libri_i_iii 72 διὰ τοῦτο ἀθλητοῦ ψυχὴ καὶ φιλοσόφου διαφέρει· ὁ μὲν γὰρ ἀθλητὴς πάντα ἐπὶ τὴν τοῦ σώματος εὐεξίαν ἀναφέρει καὶ τὴν ψυχὴν αὐτὴν πρόοιτ’ ἂν ὑπὲρ αὐτοῦ ἅτε φιλοσώματος ὑπάρχων, ὁ δὲ φιλόσοφος ἐραστὴς ὢν τοῦ καλοῦ τοῦ ζῶντος ἐν ἑαυτῷ κήδεται ψυχῆς, τοῦ δὲ νεκροῦ ὄντως σώματος ἀλογεῖ μόνον στοχαζόμενος, ἵνα μὴ ὑπὸ κακοῦ Legum_allegoriarum_libri_i_iii 73 καὶ νεκροῦ συνδέτου πλημμελῆται τὸ ἄριστον ἡ ψυχή. ὁρᾷς ὅτι τὸν Εἲρ ἀποκτείνει οὐχ ὁ κύριος, ἀλλ’ ὁ θεός· οὐ γάρ, καθὸ ἄρχει καὶ ἡγεμονεύει δυναστείᾳ κράτους αὐτεξουσίῳ χρώμενος, ἀναιρεῖ τὸ σῶμα, ἀλλὰ καθὸ ἀγαθότητι καὶ χρηστότητι χρῆται — ὁ θεὸς γὰρ ἀγαθότητός ἐστι τοῦ αἰτίου ὄνομα —, ἵνα εἰδῇς ὅτι καὶ τὰ ἄψυχα οὐκ ἐξουσίᾳ πεποίηκεν ἀλλ’ ἀγαθότητι, ᾗ καὶ τὰ ἔμψυχα· ἔδει γὰρ εἰς τὴν τῶν βελτιόνων δήλωσιν γένεσιν ὑποστῆναι καὶ τῶν χειρόνων ὑπὸ δυνάμεως τῆς αὐτῆς ἀγαθότητος τοῦ αἰτίου, ἥτις ἐστὶν ὁ θεός. Legum_allegoriarum_libri_i_iii 74 πότε οὖν, ὦ ψυχή, μάλιστα νεκροφορεῖν σαυτὴν ὑπολήψῃ; ἆρά γε οὐχ ὅταν τελειωθῇς καὶ βραβείων καὶ στεφάνων ἀξιωθῇς; ἔσῃ γὰρ τότε φιλόθεος, οὐ φιλοσώματος· τεύξῃ δὲ τῶν ἄθλων, ἐὰν γυνή σου γένηται ἡ τοῦ Ἰούδα νύμφη Θάμαρ, ἥτις ἑρμηνεύεται φοῖνιξ, σύμβολον νίκης· τεκμήριον δέ· ὅταν αὐτὴν ἀγάγηται 3 ἰσχύσαι scripsi: ἴσχυσε codd. κομίσαι] κοσμῆσαι AP, κο(??)μί(??)σαι Β 4 μέχρτ AP 6 ὡς om. L 7 οὐ φαίνεται δὲ πᾶσιν om. H τῶ om. L 11 αὐτῶ codd. 14 πρόοιτ’ codd.: προεῖτ’ Turn. 16 ὄντως codd.: ὄντος v 17 πλημμελῆσαι BH 18 ἀποκτενεῖ codd. 19 αὐτεξουσίῳ codd.: αὐτεξουσίου D C, αὐτεξούσια Mang. 25 νικοφορεῖν (immo νικηφορεῖν) coni. Mang. 18—21 D C fol. 224r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν τὸ κύριος ὄνομα καθὸ ἄρχει καὶ ἡγεμονεύει δυναστεία κράτους αὐτεξουσίου χρώμενος· τὸ δὲ θεὸς καθὸ ἀγαθότητι καὶ χρηστότητι· θεὸς γὰρ ἀγαθός ἐστιν τοῦ αἰτίου ὄνομα. ὁ Εἴρ, εὐθὺς πονηρός τε εὑρίσκεται καὶ κτείνεται· λέγει γάρ· "καὶ ἔλαβεν Ἰούδας γυναῖκα Εἲρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ“ (Gen. 38, 6), καὶ εὐθὺς ἐπιλέγει· „καὶ ἐγένετο Εἲρ πονηρὸς ἔναντι κυρίου, καὶ ἀπέκτεινεν αὐτὸν ὁ θεός" (ib. 7)· ὅταν γὰρ ὁ νοῦς τὰ ἀρετῆς ἀπενέγκηται νικητήρια, θάνατον καταψηφίζεται τοῦ νεκροῦ σώματος. Legum_allegoriarum_libri_i_iii 75 ὁρᾷς ὅτι καὶ τὸν ὄφιν ἄνευ ἀπολογίας καταρᾶται, ἡδονὴ γάρ ἐστι, καὶ τὸν Εἲρ χωρὶς αἰτίας περιφανοῦς ἀποκτείνει, ἔστι γὰρ σῶμα. καὶ σκοπῶν, ὦ γενναῖε, εὑρήσεις τὸν θεὸν πεποιηκότα φύσεις ἐξ ἑαυτῶν ἐπιλήπτους τε καὶ ὑπαιτίους ἐν ψυχῇ καὶ ἐν πᾶσι σπουδαίας καὶ ἐπαινετάς, ὥσπερ ἔχει καὶ ἐπὶ φυτῶν καὶ ζῴων. Legum_allegoriarum_libri_i_iii 76 οὐχ ὁρᾷς ὅτι καὶ τῶν φυτῶν τὰ μὲν ἥμερα καὶ ὠφέλιμα καὶ σωτήρια κατεσκεύακεν ὁ δημιουργός, τὰ δὲ ἄγρια καὶ βλαβερὰ καὶ νόσων καὶ φθορᾶς αἴτια, καὶ ζῷα ὁμοίως; καθάπερ ἀμέλει καὶ τὸν ὄφιν, περὶ οὗ νῦν ἐστιν ὁ λόγος, φθοροποιὸν γὰρ τὸ ζῷον καὶ ἀναιρετικὸν ἐξ αὑτοῦ. ὃ δὴ διατίθησιν ἄνθρωπον ὄφις, τοῦτο καὶ ψυχὴν ἡδονή, παρὸ καὶ ἀπεικάσθη ὄφις ἡδονῇ. Legum_allegoriarum_libri_i_iii 77 Ὥσπερ οὖν ἡδονὴν καὶ σῶμα ἄνευ μεμίσηκεν αἰτιῶν ὁ θεός, οὕτω καὶ φύσεις ἀστείας χωρὶς περιφανοῦς αἰτίας προαγήοχεν, ἔργον οὐδὲν πρὸ τῶν ἐπαίνων αὐτῶν ὁμολογήσας. εἰ γάρ τις ἔροιτο, διὰ τί φησι τὸν Νῶε χάριν εὑρεῖν ἐναντίον κυρίου τοῦ θεοῦ (Gen. 6, 8) μηδὲν πρότερον ἐργασάμενον, ὅσα γε εἰς τὴν ἡμετέραν ἐπίγνωσιν, ἀστεῖον, ἀποκρινούμεθα δεόντως ὅτι ἐπαινετῆς ἐλέγχεται συστάσεως καὶ γενέσεως, ἑρμηνεύεται γὰρ Νῶε ἀνάπαυσις ἢ δίκαιος· ἀνάγκη δὲ τὸν παυόμενον ἀδικημάτων καὶ ἁμαρτημάτων, ἀναπαυόμενον ἐπὶ τῷ καλῷ καὶ δικαιοσύνῃ συζῶντα, χάριν εὑρεῖν παρὰ τῷ θεῷ. Legum_allegoriarum_libri_i_iii 78 τὸ δὲ χάριν εὑρεῖν οὐκ ἔστι μόνον, ὡς νομίζουσί τινες, ἴσον τῷ εὐαρεστῆσαι, ἀλλὰ καὶ τοιοῦτον· ζητῶν ὁ δίκαιος τὴν τῶν ὄντων φύσιν ἓν τοῦτο εὑρίσκει ἄριστον εὕρημα, χάριν ὄντα τοῦ θεοῦ τὰ σύμπαντα, γενέσεως δὲ οὐδὲν χάρισμα, 3 ἐπιλέγει ΑΡ: λέγει BH 5 καταψηφίζεται codd.: καταψηφίσεται Mang. 7 ἀποκτένει ABP 9 ἐν πᾶσι] ἔμπαλιν coni. Markland 14 αὐτοῦ ὦκ’ δὴ codd.: δὲ Mang. 15 ἀπεικάσθην P 16 μεμίσηκεν ἄνευ transp. voluit Mang. 24 τῶ θεῶ codd.: τῷ om. v 25 νομίζουσι Mang.: ὀνομάζουσι codd. 26 ὁ κσ κσ(??) (κύριος) δίκαιος L ὁ ἒν τοῦτο D: ἐν τούτω codd. 27 εὕρημα D: εὕρεμα codd. τοῦ] τὰ τοῦ H 26—130,4 D C fol. 151r Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: ζητῶν τα πάντα. ὅτι γε οὐδὲ κτῆμα, θεοῦ δὲ κτῆμα τὰ πάντα, διὸ καὶ μόνου τὴν χάριν οἰκεῖον· τοῖς γοῦν ζητοῦσι, τίς ἀρχὴ γενέσεως, ὀρθότατα ἄν τις ἀποκρίνοιτο, ὅτι ἀγαθότης καὶ χάρις τοῦ θεοῦ, ἣν ἐχαρίσατο τῷ μετ’ αὐτὸν γένει· δωρεὰ γὰρ καὶ εὐεργεσία καὶ χάρισμα θεοῦ τὰ πάντα ὅσα ἐν κόσμῳ καὶ αὐτὸς ὁ κόσμος ἐστί. Legum_allegoriarum_libri_i_iii 79 καὶ Μελχισεδὲκ βασιλέα τε τῆς εἰρήνης — Σαλὴμ τοῦτο γὰρ ἑρμηνεύεται — καὶ ἱερέα ἑαυτοῦ πεποίηκεν ὁ θεός (Gen. 14, 18), οὐδὲν ἔργον αὐτοῦ προδιατυπώσας, ἀλλὰ τοιοῦτον ἐργασάμενος βασιλέα καὶ εἰρηναῖον καὶ ἱερωσύνης ἄξιον τῆς ἑαυτοῦ πρῶτον· καλεῖται γὰρ βασιλεὺς δίκαιος, βασιλεὺς δὲ ἐχθρὸν τυράννῳ, ὅτι ὁ μὲν νόμων, ὁ δὲ ἀνομίας ἐστὶν εἰσηγητής. Legum_allegoriarum_libri_i_iii 80 ὁ μὲν οὖν τύραννος νοῦς ἐπιτάγματα ἐπιτάττει τῇ τε ψυχῇ καὶ τῷ σώματι βίαια καὶ βλαβερὰ καὶ σφοδρὰς λύπας ἐργαζόμενα, τὰς κατὰ κακίαν λέγω πράξεις καὶ τὰς τῶν παθῶν ἀπολαύσεις· ὁ δὲ [δεύτερος] βασιλεὺς πρῶτον μὲν [οὖν] οὐκ ἐπιτάττει μᾶλλον ἢ πείθει, ἔπειτα τοιαῦτα παραγγέλλει, δι’ ὧν ὥσπερ σκάφος τὸ ζῷον εὐπλοίᾳ τῇ τοῦ βίου χρήσεται κυβερνώμενον ὑπὸ τοῦ ἀγαθοῦ [καὶ τεχνίτου] κυβερνήτου, οὗτος δέ ἐστιν ὁ ὀρθὸς λόγος. Legum_allegoriarum_libri_i_iii 81 καλείσθω οὖν ὁ μὲν τύραννος ἄρχων πολέμου, ὁ δὲ βασιλεὺς ἡγεμὼν εἰρήνης, Σαλήμ, καὶ προσφερέτω τῇ ψυχῇ τροφὰς εὐφροσύνης καὶ χαρᾶς πλήρεις· ἄρτους γὰρ καὶ οἶνον προσφέρει, ἅπερ Ἀμμανῖται καὶ Μωαβῖται τῷ βλέποντι παρασχεῖν οὐκ ἠθέλησαν, οὗ χάριν ἐκκλησίας εἴργονται καὶ συλλόγου θείου· Ἀμμανῖται γὰρ οἱ ἐκ τῆς μητρὸς αἰσθήσεως καὶ Μωαβῖται οἱ ἐκ τοῦ πατρὸς νοῦ φύντες τρόποι δύο ταῦτα τῶν ὄντων συνεκτικὰ νομίζοντες νοῦν καὶ αἴσθησιν, θεοῦ δὲ μὴ 1 γε] δὴ D θεοῦ—πάντα add. D: om. codd. κτήματα coni. Wendl. μόνον L χάριν] ἀρχὴν D 2 τοῖς] τὶς Η ὀρθότατα] ὀρθῶς ταῦτα D 2. 3 ἀποκρίνοιτο D: ἀποκρίναιτο codd. 3 καὶ χάρις τοῦ Turn.: καὶ χάρις (om. τοῦ) D, κεχάριστο codd. ἢν — γένει om. D 4 καὶ χάρισμα D: χάρις (om. καὶ) codd. 6 καὶ addidi 9 βασιλεὺς δίκαιος om. L ἐχθρός D R 11 τῷ om. D 12 σφόδρα D λέγω add. D: om. codd. 13 δεύτερος om. D, seclusi οὖν seciusi 14 μᾶλλον ἡ D: μόνον ἀλλὰ codd. ἔπειτα D: ἐπεὶ τὰ codd. 10 τοῦ om. D καὶ τεχνίτου seclusi, καὶ τεχνίτου x003E; κυβερνήτου v ὀρθὸς D: ἀληθὴς codd. 18 προσφερέτω προφερέτω codd. 9—10 DK fol. 260r Φίλωνος ἐκ τῶν γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: βασιλεὺς ἐχθρὸν — εἰσηγητής. —18 DR fol. 113v Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: βασιλεὺς ἐχθρὸς—ἡγεμὼν εἰρήνης. — 18 Anton. Mel. II 1 Col. 1004 Φίλωνος: τύραννός ἐστιν ἄρyων πολέμου, βασιλεὺς ἡγεμὼν εἰρήνης. λαμβάνοντες ἔννοιαν, „οὐκ εἰσελεύσονται“ φησὶ Μωυσῆς „ εἰς ἐκκλησίαν κυρίου, ... παρὰ τὸ μὴ συναντῆσαι αὐτοὺς ἡμῖν μετ’ ἄρτων καὶ ὕδατος“ (Deut. 23, 3. 4) ἐξιοῦσιν ἐκ τῶν παθῶν Αἰγύπτου. Legum_allegoriarum_libri_i_iii 82 ἀλλ’ ὁ μὲν Μελχισεδὲκ ἀντὶ ὕδατος οἶνον προσφερέτω καὶ ποτιζέτω καὶ ἀκρατιζέτω ψυχάς, ἵνα κατάσχετοι γένωνται θείᾳ μέθῃ νηφαλεωτέρᾳ νήψεως αὐτῆς· ἱερεὺς γάρ ἐστι λόγος κλῆρον ἔχων τὸν ὄντα καὶ ὑψηλῶς περὶ αὐτοῦ καὶ ὑπερόγκως καὶ μεγαλοπρεπῶς λογιζόμενος· τοῦ γὰρ ὑψίστου ἐστὶν ἱερεύς (Gen. 14, 18), οὐχ ὅτι ἐστί τις ἄλλος οὐχ ὕψιστος — ὁ γὰρ θεὸς εἷς ὢν „ἐν τῷ οὐρανῷ ἄνω ἐστὶ καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ“ (Deut. 4, 39) —, ἀλλὰ τὸ μὴ ταπεινῶς καὶ χαμαιζήλως ὑπερμεγέθως δὲ καὶ ὑπεραΰλως καὶ ὑψηλῶς νοεῖν περὶ θεοῦ ἔμφασιν τοῦ ὑψίστου κινεῖ. Legum_allegoriarum_libri_i_iii 83 τί δὲ εἰργάσατο ἤδη καλὸν ὁ Ἀβράμ, ὅτι κελεύει αὐτῷ πατρίδος καὶ τῆς γενεᾶς ταύτης ξενοῦσθαι καὶ γῆν οἰκεῖν, ἣν ἂν αὐτὸς δῷ ὁ θεός (Gen. 12, 1) ; πόλις δέ ἐστιν ἀγαθὴ καὶ πολλὴ καὶ σφόδρα εὐδαίμων, τὰ γὰρ δῶρα τοῦ θεοῦ μεγάλα καὶ τίμια. ἀλλὰ καὶ τοῦτον τὸν τρόπον ἐγέννησε τύπον ἔχοντα σπουδῆς ἄξιον· ἑρμηνεύεται γὰρ Ἀβρὰμ „πατὴρ μετέωρος“, δι’ ἀμφοτέρων τῶν ὀνομάτων ἐπαινετός· ὁ γὰρ νοῦς, ὅταν μὴ δεσπότου τρόπον ἀπειλῇ Legum_allegoriarum_libri_i_iii 84 τῇ ψυχῇ, ἀλλ’ ὡς πατὴρ ἄρχῃ, μὴ τὰ ἡδέα χαριζόμενος αὐτῇ, τὰ δὲ συμφέροντα καὶ ἀκούσῃ διδούς, καὶ ἐπίπαν τῶν ταπεινῶν καὶ ἀγόντων ἐπὶ τὰ θνητὰ ἀποστὰς μετεωροπολῇ καὶ συνδιατρίβῃ θεωρήμασι τοῖς περὶ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ ἔτι μᾶλλον ἐπανιὼν ἐρευνᾷ τὸ θεῖον καὶ τὴν τούτου φύσιν δι’ ἔρωτα ἐπιστήμης ἄλεκτον, μένειν ἐπὶ τῶν ἐξ ἀρχῆς δογμάτων οὐ δύναται, ἀλλὰ μετοικίαν ζητεῖ βελτιούμενος ἀμείνω. Legum_allegoriarum_libri_i_iii 85 ἐνίους δὲ ὁ θεὸς καὶ πρὸ τῆς γενέσεως καλῶς διαπλάττει καὶ διατίθεται καὶ κλῆρον ἔχειν ἄριστον προῄρηται. οὐχ ὁρᾷς, τί περὶ τοῦ Ἰσαάκ φησι τῷ Ἀβραὰμ οὐκ ἐλπίσαντι, ὅτι γενήσεται τοιούτου γεννήματος πατήρ, ἀλλὰ καὶ γελάσαντι ἐπὶ τῇ ὑποσχέσει καὶ εἰπόντι „Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (Gen. 17, 17) ; καταφάσκει καὶ ἐπινεύει λέγων „Ναί, ἰδοὺ Σάρρα ἡ γυνή σου τέξεταί σοι υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ 1 φησὶν Α Μώσης codd. εἰς ἐκκλησίαν om. codd. 2 ἡμῖν codd.: ὑμῖν Mang. (LXX) 6 ἱερὸς coni. Wendl. 7 τοῦ γὰρ codd.: θεοῦ γὰρ τοῦ Mang. ex LXX 9 τῆς γῆς codd.: τῆς om. v 10 τὸ codd.: τῷ v 12 Ἁβραάμ codd., corr. Mang. 13 ἀποξενοῦσθαι conl. Mang. 14 ἄν addidi 17 Ἀβραὰμ codd. 20 ἐπίπαν τῶν Α: ἐπὶ πάντων BPH, ἔτι πάντων L 22 κόσμον ABPH 23 ἄληκτον codd., corr. Mang. 27. 28 γενήματος H 29 γενήσεται x003E; (LXX) ἐννενήκοντα ΑΡ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον“ (ib. 19). Legum_allegoriarum_libri_i_iii 86 τί οὖν ἐστι τὸ καὶ τοῦτον πρὸ τῆς γενέσεως ἐπαινεῖσθαι πεποιηκός; ἔνια τῶν ἀγαθῶν γενόμενα καὶ παρόντα ὠφελεῖ, οἷον ὑγίεια, εὐαισθησία, πλοῦτος εἰ τύχοι, δόξα — λεγέσθω γὰρ καὶ ταῦτα καταχρηστικώτερον ἀγαθά —, ἔνια δ’ οὐ γενόμενα μόνον ἀλλὰ καὶ θεσπισθέντα ὅτι γενήσεται, ὥσπερ ἡ χαρὰ — εὐπάθεια ψυχῆς ἐστιν ἥδε — [γὰρ] οὐχ ὅταν παροῦσα δραστηρίως ἐνεργῇ μόνον εὐφραίνει, ἀλλὰ καὶ ὅταν ἐλπίζηται προγανοῖ· ἐξαίρετον γὰρ καὶ τοῦτ’ ἔχει· τὰ μὲν ἄλλα ἀγαθὰ ἰδίᾳ ἐνεργεῖ, ἡ δὲ χαρὰ καὶ ἴδιον καὶ κοινὸν ἀγαθόν ἐστιν· ἐπιγίνεται γοῦν ἅπασι, χαίρομεν γὰρ καὶ ἐπὶ ὑγείᾳ καὶ ἐπ’ ἐλευθερίᾳ καὶ ἐπὶ τῇ τιμῇ καὶ ἐπὶ τοῖς ἄλλοις, ὥστε κυρίως εἰπεῖν μηδὲν εἶναι ἀγαθόν, ᾧ μὴ πρόσεστι χαρά. Legum_allegoriarum_libri_i_iii 87 ἀλλ’ οὐ μόνον ἐπὶ προγεγενημένοις ἤδη τοῖς ἄλλοις ἀγαθοῖς καὶ παροῦσι χαίρομεν, ἀλλὰ καὶ ἐπὶ μέλλουσι καὶ προσδοκωμένοις, οἷον ὅτε ἐλπίζομεν πλουτήσειν ἢ ἄρξειν ἢ ἐπαινεθήσεσθαι ἢ νόσων ἀπαλλαγὴν εὑρήσεσθαι ἢ εὐτονίας καὶ ῥώμης κοινωνήσειν ἢ ἐπιστήμονες ἀντ’ ἀνεπιστημόνων ἔσεσθαι, γεγήθαμεν οὐ μετρίως. ἐπειδὴ τοίνυν ἡ χαρὰ οὐ παροῦσα μόνον ἀλλὰ καὶ ἐλπιζομένη ἀναχεῖ τε καὶ εὐφραίνει τὴν ψυχήν, εἰκότως τὸν Ἰσαὰκ πρὶν γεννηθῆναι ὀνόματός τε καὶ δωρεᾶς μεγάλης ἠξίωσε· γέλως γὰρ ψυχῆς καὶ χαρὰ καὶ εὐφροσύνη διερμηνεύεται Legum_allegoriarum_libri_i_iii 88 οὗτος. πάλιν δὲ τὸν Ἰακὼβ καὶ τὸν Ἠσαῦ τὸν μὲν ἄρχοντα καὶ ἡγεμόνα καὶ δεσπότην τὸν δὲ Ἠσαῦ ὑπήκοον καὶ δοῦλον ἔτι κατὰ γαστρὸς ὄντας φησὶν εἶναι· ὁ γὰρ ζῳοπλάστης θεὸς ἐπίσταται τὰ ἑαυτοῦ καλῶς δημιουργήματα καὶ πρὶν αὐτὰ εἰς ἄκρον διατορεῦσαι, τάς τε δυνάμεις, αἷς αὖθις χρήσονται, καὶ συνόλως τὰ ἔργα τούτων καὶ πάθη. ἐπειδὴ γὰρ πορεύεται ἡ ὑπομονητικὴ ψυχὴ Ῥεβέκκα πυθέσθαι παρὰ θεοῦ, ἀποκρίνεται αὐτῇ, ὅτι „δύο ἔθνη ἐν τῇ γαστρί σού ἐστι, καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ 4 εἰ τύχη ABP 5 καὶ om. L θεσπισθέντα] ἐλπισθέντα coni. Mang. 6 εὐπάθεια — ἥδε in parenthesi posuit et γὰρ seclusit Wendl. τῆς ψυχῆς Mang. ἥδε om. D γὰρ οὐχ] οὐ γὰρ D 7 δραστηρίους ἐνεργεῖ DM καὶ εὐφραίνει D εὐφραίνῃ H 8 προγαννοῖ DR γὰρ] δὲ DM τοῦτο D τὰ—χαρὰ (9) om. D 9 ἀγαθόν] γαθὸν L, γαῦρόν Turn. ἐπιγίνεται—ἄλλοις (11) om. D 10 ἅπασιν BH ὑγεία codd.: ὑγιείᾳ Mang. τῆ τιμὴ codd.: τῇ om. v 11 οὐδὲν DR ᾦ] ὃ DR 17 ἀναχεῖ τε corr. Turn.: ἀναχεῖται codd. 21 ὑπήκουον BH 2.5 ὑπονητικὴ L, ὑπονοητικὴ Turn. 26 θεῶ BH 6—12 D P fol. 369v D M fol. 276v D R fol. 276v Φίλωνος ἐκ τοῦ περὶ τῶν (sic): ἡ χαρά—χαρά. μείζων δουλεύσει τῷ ἐλάσσονι“ (Gen. 25, 23). Legum_allegoriarum_libri_i_iii 89 φύσει γὰρ δοῦλον παρὰ θεῷ τὸ φαῦλον καὶ ἄλογον, ἡγεμονικὸν δὲ καὶ ἐλεύθερον τὸ ἀστεῖον καὶ λογικὸν καὶ ἄμεινον, καὶ οὐχ ὅταν ἤδη γένηται ἐν τῇ ψυχῇ τέλειον ἑκάτερον, ἀλλὰ κἂν ἐνδοιάζηται· ὅλως γὰρ καὶ μικρά τις αὖρα τῆς ἀρετῆς ἀρχὴν καὶ ἡγεμονίαν, οὐκ ἐλευθερίαν μόνον, ἐμφαίνει, καὶ ἔμπαλιν ἡ τυχοῦσα κακίας γένεσις δουλοῖ τὸν λογισμόν, κἂν μήπω τέλειον αὐτῆς ἐκφοιτήσῃ τὸ γέννημα. Legum_allegoriarum_libri_i_iii 90 τί δὲ παθὼν ὁ αὐτὸς οὗτος Ἰακώβ, τοῦ Ἰωσὴφ τοὺς δύο υἱοὺς προσαγαγόντος τὸν πρεσβύτερον Μανασσῆν καὶ τὸν νεώτερον Ἐφραΐμ, ἐναλλάττει τὰς χεῖρας καὶ τὴν μὲν δεξιὰν ἐπιτίθησι τῷ νεωτέρῳ Ἐφραΐμ, τὴν δ’ εὐώνυμον τῷ πρεσβυτέρῳ Μανασσῇ, καὶ βαρὺ τὸ πρᾶγμα ἡγησαμένου τοῦ Ἰωσὴφ καὶ οἰηθέντος τὸν πατέρα ἄκοντα σφαλῆναι περὶ τὴν τῶν χειρῶν ἐπίθεσιν, φησίν· οὐ διήμαρτον, ἀλλ’ „οἶδα, τέκνον, οἶδα, καὶ οὗτος ἔσται εἰς λαὸν καὶ οὗτος ὑψωθήσεται, ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται“ (Gen. 48, 19). Legum_allegoriarum_libri_i_iii 91 τί οὖν χρὴ λέγειν ἢ τοῦτο, ὅτι δύο φύσεις ἐδημιουργήθησαν ἐν ψυχῇ ὑπὸ θεοῦ σφόδρα ἀναγκαῖαι, μνήμη τε καὶ ἀνάμνησις; ἀμείνων μὲν ἡ μνήμη, χείρων δὲ ἡ ἀνάμνησις· ἡ μὲν γὰρ ἐναύλους ἔχει καὶ ἐναργεῖς τὰς καταλήψεις, ὡς μηδὲ ἀγνοίᾳ διαμαρτεῖν, ἀναμνήσεως δὲ λήθη πάντως προηγεῖται, πηρὸν καὶ τυφλὸν πρᾶγμα. Legum_allegoriarum_libri_i_iii 92 πρεσβύτερον δὲ τὸ χεῖρον ἡ ἀνάμνησις εὑρίσκεται μνήμης τοῦ κρείττονος· * * * συνεχὲς καὶ ἀδιάστατον· οἱ γὰρ πρῶτον εἰς τὰς τέχνας εἰσαγόμενοι περικρατῆσαι τῶν εἰς αὐτὰς θεωρημάτων ἀδυνατοῦμεν εὐθύς· λήθῃ οὖν κατ’ ἀρχὰς χρώμενοι πάλιν ἀναμιμνῃσκόμεθα, ἕως ἐκ τοῦ πολλάκις μὲν ἐκλαθέσθαι πολλάκις δὲ ἀναμνησθῆναι βέβαιος αὖθις μνήμη κρατήσει, παρὸ καὶ νεωτέρα— ὀψίγονος γάρ ἐστι — συνίσταται τῆς ἀναμνήσεως. Legum_allegoriarum_libri_i_iii 93 συμβολικῶς οὖν ὁ μὲν Ἐφραῒμ λέγεται μνήμη, καρποφορία γὰρ ἑρμηνεύεται, τῆς τοῦ φιλομαθοῦς ψυχῆς τὸν οἰκεῖον καρπὸν ἐνηνοχυίας, ὁπότε διὰ μνήμης ἔχοι βεβαιοῦν τὰ θεωρήματα· ὁ δὲ Μανασσῆς ἀνάμνησις, μεταληφθεὶς γὰρ „ἐκ λήθης“ εἶναι λέγεται, ὁ δὲ λήθην ἐκφεύγων 6 τυχοῦσα codd.: τυχούσης Mang. 7 ἐκφοιτήσῃ Mang.: ἐκφυτήση DK, ἐμφοιτήση codd. 15 λέγειν; ἦ τοῦτο coni. Diels 16. 17 ἀμείνων—ἀνάμνησις om. H 17 ἡ ante μνήμη om. Mang. 18 μηδὲν coni. Wendl. 20 lacunam ante συνεχὲς indicavit Mang., ὡς συνεχοῦς καὶ ἀδιαστάτου coni. Creuzer 21. 22 κρατῆσαι τῶν περὶ αὐτὰς coni. Wendl. 24 βέβαιον Η κρατήσει codd.: κρατήσῃ Mang. 27 καρπὸν add. Mang. 6—7 D R fol. 138r Φίλωνος ἐκ τοῦ περὶ τῶν μετονομαζομένων (sic): ἡ τυχοῦσα—γέννημα. ἀναμιμνῄσκεται πάντως. ὀρθότατα οὖν ὁ πτερνιστὴς τῶν παθῶν καὶ ἀσκητὴς ἀρετῆς Ἰακὼβ δεξιοῦται τὴν καρποφόρον μνήμην Ἐφραΐμ, δευτερείων δὲ ἀξιοῖ τὴν ἀνάμνησιν Μανασσῆν. Legum_allegoriarum_libri_i_iii 94 καὶ Μωυσῆς μέντοι τῶν θυόντων τὸ Φασὲκ τοὺς μὲν τὸ πρότερον θύσαντας μάλιστα ἐπαινεῖ, ὅτι διαβάντες ἀπὸ τῶν παθῶν Αἰγύπτου ἐπέμειναν τῇ διαβάσει καὶ οὐχ ὥρμησαν ἔτι ἐπ’ αὐτά, τοὺς δὲ τὸ δεύτερον δευτερείων ἀξιοῖ (Num. 9, 6 ss.), τραπέντες γὰρ ἀνέδραμον τὴν τροπὴν καὶ ὥσπερ ἐπιλαθόμενοι τῶν πρακτέων πάλιν ἐπὶ τὸ πράττειν ὥρμησαν αὐτά, οἱ δὲ πρότεροι ἄτρεπτοι διετέλεσαν. ἔοικεν οὖν τοῖς μὲν τὸ δεύτερον Πάσχα θύουσιν ὁ ἐκ λήθης Legum_allegoriarum_libri_i_iii 95 Μανασσῆς, τοῖς δὲ τὸ πρότερον ὁ καρποφόρος Ἐφραΐμ. ὅθεν καὶ Βεσελεὴλ ἀνακαλεῖ ὁ θεὸς ἐξ ὀνόματος καί φησιν αὐτῷ δωρήσασθαι σοφίαν καὶ ἐπιστήμην, καὶ δημιουργὸν αὐτὸν καὶ ἀρχιτέκτονα πάντων τῶν τῆς σκηνῆς, τουτέστι τῶν τῆς ψυχῆς ἔργων, ἀποδείξειν (Exod. 31, 2 ss.), μηδὲν ἔργον, ὃ κἂν ἐπαινέσειέ τις, προϋποδείξας αὐτοῦ. λεκτέον οὖν ὅτι καὶ τοῦτο τὸ σχῆμα τῇ ψυχῇ ἐντετύπωκεν ὁ θεὸς νομίσματος δοκίμου τρόπον. τίς οὖν ἐστιν ὁ χαρακτὴρ εἰσόμεθα, ἐὰν τὴν ἑρμηνείαν πρότερον τοῦ ὀνόματος ἀκριβώσωμεν. Legum_allegoriarum_libri_i_iii 96 ἑρμηνεύεται οὖν Βεσελεὴλ ἐν σκιᾷ θεοῦ· σκιὰ θεοῦ δὲ ὁ λόγος αὐτοῦ ἐστιν, ᾧ καθάπερ ὀργάνῳ προσχρησάμενος ἐκοσμοποίει. αὕτη δὲ ἡ σκιὰ καὶ τὸ ὡσανεὶ ἀπεικόνισμα ἑτέρων ἐστὶν ἀρχέτυπον· ὥσπερ γὰρ ὁ θεὸς παράδειγμα τῆς εἰκόνος, ἣν σκιὰν νυνὶ κέκληκεν, οὕτως ἡ εἰκὼν ἄλλων γίνεται παράδειγμα, ὡς καὶ ἐναρχόμενος τῆς νομοθεσίας ἐδήλωσεν εἰπών· „καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ’ εἰκόνα θεοῦ“ (Gen. 1, 27), ὡς τῆς μὲν εἰκόνος κατὰ τὸν θεὸν ἀπεικονισθείσης, τοῦ δὲ ἀνθρώπου κατὰ Legum_allegoriarum_libri_i_iii 97 τὴν εἰκόνα λαβοῦσαν δύναμιν παραδείγματος. τίς οὖν ὁ ἐπιγινόμενος χαρακτήρ, θεασώμεθα. ἐζήτησαν οἱ πρῶτοι, πῶς ἐνοήσαμεν τὸ θεῖον, εἶθ’ οἱ δοκοῦντες ἄριστα φιλοσοφεῖν ἔφασαν, ὅτι ἀπὸ τοῦ κόσμου καὶ τῶν μερῶν αὐτοῦ καὶ τῶν ἐνυπαρχουσῶν τούτοις δυνάμεων ἀντίληψιν ἐποιησάμεθα τοῦ αἰτίου· Legum_allegoriarum_libri_i_iii 98 ὥσπερ γάρ, εἴ τις ἴδοι δεδημιουργημένην οἰκίαν ἐπιμελῶς προπυλαίοις στοαῖς ἀνδρῶσι γυναικωνίτισι τοῖς ἄλλοις οἰκοδομήμασιν, ἔννοιαν λήψεται τοῦ τεχνίτου — οὐ γὰρ ἄνευ τέχνης καὶ 3 Μώσης codd. μέντοι ABP: μὲν Η 4 τὸ Φσὲκ Mang.: τῶ Φασὲκ codd. τὸ ante πρότερον addidi 5 παθῶν Mang.: ποταμῶν codd. 10 ὅθεν] πόθεν coni. Markland 11 δωρήσασθαι codd.: δωρήσεσθαι v 16 ἐστιν om. L 17 πρότερον scripsi: πρὸ codd. 17. 18 ἐν σκιᾷ θεοῦ Mang.: ἐν σκιᾶ ὁ θεός codd. 18 σκιὰ θεοῦ δὲ H: σκιὰ δὲ θεοῦ ABP 19 αὕτη Turn.: αὐτὴ codd. 26 ἐνενοήσαμεν coni. Mang. 30 προπυλαίοις] καὶ πυλαίοις L 31 ἀντιλήψεται L δημιουργοῦ νομιεῖ τὴν οἰκίαν ἀποτελεσθῆναι —, τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ πόλεως καὶ νεὼς καὶ παντὸς ἐλάττονος ἢ μείζονος κατασκευάσματος, Legum_allegoriarum_libri_i_iii 99 οὕτως δὴ καὶ εἰσελθών τις ὥσπερ εἰς μεγίστην οἰκίαν ἢ πόλιν τόνδε τὸν κόσμον καὶ θεασάμενος οὐρανὸν μὲν ἐν κύκλῳ περιπολοῦντα καὶ πάντα ἐντὸς συνειληφότα, πλανήτας δὲ καὶ ἀπλανεῖς ἀστέρας κατὰ ταὐτὰ καὶ ὡσαύτως κινουμένους ἐμμελῶς τε καὶ ἐναρμονίως καὶ τῷ παντὶ ὠφελίμως, γῆν δὲ τὸν μέσον χῶρον λαχοῦσαν, ὕδατός τε καὶ ἀέρος χύσεις ἐν μεθορίῳ τεταγμένας, ἔτι δὲ ζῷα θνητά τε αὖ καὶ ἀθάνατα καὶ φυτῶν καὶ καρπῶν διαφοράς, λογιεῖται δήπου, ὅτι ταῦτα οὐκ ἄνευ τέχνης παντελοῦς δεδημιούργηται, ἀλλὰ καὶ ἦν καὶ ἔστιν ὁ τοῦδε τοῦ παντὸς δημιουργὸς ὁ θεός. οἱ δὴ οὕτως ἐπιλογιζόμενοι διὰ σκιᾶς τὸν θεὸν καταλαμβάνουσι, διὰ τῶν ἔργων τὸν τεχνίτην κατανοοῦντες. Legum_allegoriarum_libri_i_iii 100 ἔστι δέ τις τελεώτερος καὶ μᾶλλον κεκαθαρμένος νοῦς τὰ μεγάλα μυστήρια μυηθείς, ὅστις οὐκ ἀπὸ τῶν γεγονότων τὸ αἴτιον γνωρίζει, ὡς ἂν ἀπὸ σκιᾶς τὸ μένον, ἀλλ’ ὑπερκύψας τὸ γενητὸν ἔμφασιν ἐναργῆ τοῦ ἀγενήτου λαμβάνει, ὡς ἀπ’ αὐτοῦ αὐτὸν καταλαμβάνειν καὶ τὴν σκιὰν αὐτοῦ, ὅπερ ἦν τόν τε λόγον καὶ τόνδε τὸν κόσμον. Legum_allegoriarum_libri_i_iii 101 οὗτός ἐστι Μωυσῆς ὁ λέγων „Ἐμφάνισόν μοι σαυτόν, γνωστῶς ἴδω σε“ (Exod. 33, 13)· μὴ γὰρ ἐμφανισθείης μοι δι’ οὐρανοῦ ἢ γῆς ἢ ὕδατος ἢ ἀέρος ἤ τινος ἁπλῶς τῶν ἐν γενέσει, μηδὲ κατοπτρισαίμην ἐν ἄλλῳ τινὶ τὴν σὴν ἰδέαν ἢ ἐν σοὶ τῷ θεῷ, αἱ γὰρ ἐν γενητοῖς ἐμφάσεις διαλύονται, αἱ δὲ ἐν τῷ ἀγενήτῳ μόνιμοι καὶ βέβαιοι καὶ ἀίδιοι ἂν διατελοῖεν. διὰ τοῦτο Μωυσῆν ἀνακέκληκε καὶ ἐλάλησεν αὐτῷ ὁ θεός. Legum_allegoriarum_libri_i_iii 102 καὶ Βεσελεὴλ ἀνακέκληκεν, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ τὸν μὲν τὴν ἔμφασιν τοῦ θεοῦ λαμβάνοντα ἀπ’ αὐτοῦ τοῦ αἰτίου, τὸν δὲ ὥσπερ ἀπὸ σκιᾶς τῶν γενομένων τὸν τεχνίτην ἐξ ἐπιλογισμοῦ κατανοοῦντα. διὰ τοῦθ’ εὑρήσεις τὴν σκηνὴν καὶ τὰ σκεύη πάντα αὐτῆς πρότερον μὲν ὑπὸ Μωυσέως, αὖθις δ’ ὑπὸ Βεσελεὴλ κατασκευαζόμενα· Μωυσῆς μὲν γὰρ τὰ ἀρχέτυπα τεχνιτεύει, Βεσελεὴλ δὲ τὰ τούτων μιμήματα· χρῆται μὲν γὰρ Μωυσῆς ὑφηγητῇ τῷ θεῷ, ὥς φησι· „κατὰ τὸ 4 prius om. L οὐρανὸν μὲν ΑΡ: μὲν om. BH 5 ἐκτὸς codd., corr. Turn. 7 μέσον codd.: μεσαίτατον v 9 ταῦτα om. L 10 δεδημιούργηται παντελοῦς B 15 γεννητὸν codd. 16 ἀγεννήτου codd. καταλαμβάνει Β 18 Μώσης codd. 21 γεννητοῖς codd. 22 ἀγεννήτω codd. ἂν addidi; διατελοῦσιν coni. Mang. 23 Μωσῆν codd. ὁ om. ΑΡ 28 Μώσεως codd. Μωσῆς codd. 30 Μώσης codd. ὥς] ὅς ΒΗ παράδειγμα τὸ δεδειγμένον σοι ἐν τῷ ὄρει πάντα ποιήσεις“ (Exod. 25, 40), Βεσελεὴλ δὲ Μωυσεῖ· καὶ εἰκότως· Legum_allegoriarum_libri_i_iii 103 καὶ γὰρ ὅτε Ἀαρὼν ὁ λόγος καὶ Μαριὰμ ἡ αἴσθησις ἐπανίστανται, ῥητῶς ἀκούουσιν ὅτι, „ἐὰν γένηται προφήτης κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσεται“ καὶ ἐν σκιᾷ ὁ θεός, οὐκ ἐναργῶς, Μωυσεῖ δέ, ὅστις „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ, στόμα κατὰ στόμα λαλήσει, ἐν εἴδει καὶ οὐ δι’ αἰνιγμάτων“ (Num. 12,6-8). Legum_allegoriarum_libri_i_iii 104 ἐπειδὴ τοίνυν δύο φύσεις εὕρομεν γενομένας καὶ πλαττομένας καὶ ἄκρως τετορευμένας ὑπὸ θεοῦ, τὴν μὲν ἐξ ἑαυτῆς βλαβερὰν καὶ ἐπίληπτον καὶ κατάρατον, τὴν δὲ ὠφέλιμον καὶ ἐπαινετήν, καὶ ἔχουσαν τὴν μὲν κίβδηλον, τὴν δὲ δόκιμον χαρακτῆρα, καλὴν καὶ ἁρμόττουσαν εὐχὴν εὐξώμεθα, ἣν καὶ Μωυσῆς, „ἵν’ ἡμῖν ἀνοίξῃ ὁ θεὸς τὸν ἑαυτοῦ θησαυρὸν" (Deut. 28, 12) καὶ τὸν μετάρσιον καὶ ἐγκύμονα θείων φώτων λόγον, ὃν δὴ κέκληκεν οὐρανόν, τοὺς δὲ τῶν κακῶν ἐπισφίγξῃ. Legum_allegoriarum_libri_i_iii 105 εἰσὶ γὰρ ὥσπερ ἀγαθῶν οὕτω καὶ κακῶν παρὰ τῷ θεῷ θησαυροί, ὡς ἐν μεγάλῃ φησὶν ᾠδῇ· „οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοί, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου, ἐν ἡμέρᾳ ἐκδικήσεως, ὅταν σφαλῇ ὁ ποὺς αὐτῶν“ (Deut. 32,34. 35) ; ὁρᾷς ὅτι κακῶν εἰσι θησαυροί· καὶ ὁ μὲν τῶν ἀγαθῶν εἷς — ἐπεὶ γὰρ ὁ θεὸς εἷς, καὶ ἀγαθῶν θησαυρὸς εἷς —, πολλοὶ δὲ τῶν κακῶν, ὅτι καὶ οἱ ἁμαρτάνοντες ἄπειροι τὸ πλῆθος. ἀλλὰ καὶ ἐν τούτῳ σκόπει τὴν τοῦ ὄντος ἀγαθότητα· τὸν μὲν τῶν ἀγαθῶν θησαυρὸν ἀνοίγει, τοὺς δὲ τῶν κακῶν ἐπισφίγγει· θεοῦ γὰρ ἴδιον τὰ μὲν ἀγαθὰ προτείνειν καὶ φθάνειν δωρούμενον, τὰ δὲ κακὰ μὴ ῥᾳδίως ἐπάγειν. Legum_allegoriarum_libri_i_iii 106 Μωυσῆς δὲ καὶ ἐπιτείνων τὸ τοῦ θεοῦ φιλόδωρον καὶ χαριστικὸν οὐ μόνον ἐν τῷ ἄλλῳ χρόνῳ φησὶ τοὺς θησαυροὺς τῶν κακῶν ἐσφραγίσθαι, ἀλλὰ καὶ ὅταν ἡ ψυχὴ σφαλῇ κατὰ τὴν βάσιν τοῦ ὀρθοῦ λόγου, ὁπότε καὶ ἄξιον ἦν αὐτὴν 1 τὸ] τῶ Α 2 Μωσεῖ codd. ὅτε scripsi: ὅ τε codd. 3 ἐπανίστανται scripsi: ἐπανίσταται codd. τοῖς ἀκούουσιν v, τοῖς om. codd. 5 Μωσεῖ codd. 8 ὑπὸ Turn.: ἀπὸ codd. 11 εὐξώμεθα AP: εὐξόμεθα BH Μώσης codd. ἀνοίξη ὁ θεὸς AHP: ἀνοίξη ὁ θεὸς ἀνοίξη (sic) H 14 τῷ om. P 17 σφαλεῖ P 18 ἐπεὶ scripsi: ἐπὰν codd. 19 εἷς add. Mang. 22. 23 δωρούμενος H 23 Μώσης codd. καὶ om. P 26 σφαλεῖ P ἢν om. Η 22—23 D C fol. 258r Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας) D P foi. 360r fol. 267v D R fol. 273v D V p. 710 Mcl. Barocc. fol. 148v lo. Georgid. p. 47 Boiss. Φίλωνος: θεοῦ ἴδιον›—ἐπάγειν. δίκης ἀξιοῦσθαι· ἐν ἡμέρᾳ γάρ φησιν ἐκδικήσεως ἐσφραγίσθαι τοὺς τῶν κακῶν θησαυρούς, δεικνύντος τοῦ ἱεροῦ λόγου, ὅτι οὐδὲ τοῖς ἁμαρτάνουσιν εὐθὺς ἐπέξεισιν ὁ θεός, ἀλλὰ δίδωσι χρόνον εἰς μετάνοιαν καὶ τὴν τοῦ σφάλματος ἴασίν τε καὶ ἐπανόρθωσιν. Legum_allegoriarum_libri_i_iii 107 "Καὶ εἶπε κύριος ὁ θεὸς τῷ ὄφει Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς“ (Gen. 3, 14). ὥσπερ ἡ χαρὰ εὐπάθεια οὖσα εὐχῆς ἐστιν ἐπαξία, οὕτως κατάρας ἡδονή, τὸ πάθος, ἡ μεταθεῖσα τοὺς ὅρους τῆς ψυχῆς καὶ κατασκευάσασα αὐτὴν ἀντὶ φιλαρέτου φιλοπαθῆ· φησὶ δὲ Μωυσῆς ἐν ταῖς ἀραῖς, ἐπικατάρατον εἶναι τὸν μετατιθέντα τὰ ὅρια τοῦ πλησίον (Deut. 27, 17)· ὅρον γὰρ ἔθηκε καὶ νόμον ὁ θεὸς τὴν ἀρετὴν τῇ ψυχῇ, τὸ τῆς ζωῆς ξύλον· τοῦτον δὲ μετατέθεικεν ὁ πήξας ὅρον κακίαν, ξύλον θανάτου. Legum_allegoriarum_libri_i_iii 108 „ἐπικατάρατος μέντοι καὶ ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ“ (Deut. 27, 18), „καὶ ὁ τύπτων τὸν πλησίον δόλῳ" (ib. 24). καὶ ταῦτα δ’ ἐργάζεται ἡ ἀθεωτάτη ἡδονή· τυφλὸν γὰρ φύσει ἡ αἴσθησις ἅτε ἄλογος οὖσα, ἐπεὶ τὸ λογικὸν ἐξομματοῦται· παρὸ καὶ μόνῳ τούτῳ τὰ πράγματα καταλαμβάνομεν, αἰσθήσει δ’ οὐκέτι, μόνα γὰρ τὰ σώματα φαντασιούμεθα δι’ αἰσθήσεως. Legum_allegoriarum_libri_i_iii 109 τὴν οὖν πηρὰν αἴσθησιν τῆς τῶν πραγμάτων ἀντιλήψεως ἐξηπάτηκεν, εἴ γε δυναμένην ἐπὶ νοῦν τρέπεσθαι καὶ ἡνιοχεῖσθαι ὑπ’ αὐτοῦ κεκώλυκεν, ἐπὶ τὸ ἐκτὸς αἰσθητὸν ἀγαγοῦσα καὶ λίχνον αὐτὴν ἀπεργασαμένη τοῦ ἑαυτῆς ποιητικοῦ, ἵνα ἡ μὲν αἴσθησις πηρὸς οὖσα ἀκολουθῇ τυφλῷ ποδηγῷ τῷ αἰσθητῷ, ὁ δὲ νοῦς, ὑπ’ ἀμφοτέρων ποδηγούμενος οὐ βλεπόντων, ἐκτραχηλίζηται καὶ ἀκρατὴς ἑαυτοῦ γίνηται. Legum_allegoriarum_libri_i_iii 110 εἰ γάρ τις ἦν τοῦ κατὰ φύσιν ἀκολουθία, τῷ βλέποντι λογισμῷ τὰ πηρὰ ἐχρῆν ἕπεσθαι, οὕτως γὰρ ἂν τὰ βλαβερὰ ἐπεκουφίζετο· νυνὶ δὲ τοσοῦτον ἔστησε μηχάνημα κατὰ τῆς ψυχῆς, ὥστε ἡγεμόσιν αὐτὴν χρῆσθαι τυφλοῖς ἠνάγκασε, παρακρουσαμένη καὶ ἀναπείσασα κακῶν ἀρετὴν ἀλλάξαι καὶ ἀντιδοῦναι πονηρῶν ἀκακίαν. ἀπείρηκε δὲ καὶ τὴν τοιαύτην 1 ἐν add. Turn., om. codd. 3 ἐπεξέρχεται DP 4 ἴασίν τε καὶ ἐπανόρθωσιν D: τε καὶ ἐπανόρθωσιν om. codd. 7 οὕτω ΒΗ 9 Μώσης codd. 12 μετατέθηκε ABP, μετατέθηκεν H ὁ addidi ἡ x003E; πήξασα coni. Markland 14 καὶ — δόλῳ om. Turn. Mang. 21 ποιητικοῦ] ποιητοῦ H 22 ἀκολουθεῖ Η 23 ποδηγούμενος codd.: ποδηγετούμενος Mang. 25 οὕτω Η 26 ἕστηκε L 28 ἀκακίαν scripsi: κακίαν codd., καλά coni. Mang., καλοκἀγαθίαν coni. Wendl. 2—4 ibid. τοῦ αὐτοῦ: ἀντίδοσιν ὁ ἱερὸς λόγος, ὅταν φῇ· „οὐκ ἀλλάξεις καλὸν πονηρῷ“ (Lev. 27, 33). ἐπικατάρατος δὴ διὰ ταῦτα ἡ ἡδονή. Legum_allegoriarum_libri_i_iii 111 ἃ δὲ καταρᾶται αὐτῇ, ἴδωμεν ὡς προσφυᾶ. ἀπὸ πάντων φησὶ τῶν κτηνῶν ἐπάρατον εἶναι (Gen. 3, 14). οὐκοῦν κτηνῶδες μέν ἐστι τὸ ἄλογον καὶ αἰσθητικόν, ἑκάστη δὲ αἴσθησις ἡδονῇ καταρᾶται ὡς πολεμιωτάτῃ καὶ ἐχθίστῃ· καὶ γάρ ἐστι τῷ ὄντι πολέμιος αἰσθήσει· τεκμήριον δέ, ὅταν ἡδονῆς ἀμέτρου κορεσθῶμεν, οὔθ’ ὁρᾶν οὔτ’ ἀκούειν οὔτ’ ὀσφραίνεσθαι οὔτε γεύεσθαι οὔθ’ ἅπτεσθαι εἱλικρινῶς δυνάμεθα, ἀλλ’ ἀμυδρὰς καὶ ἀσθενεῖς ποιούμεθα τὰς προσβολάς. καὶ τοῦτο μέν, Legum_allegoriarum_libri_i_iii 112 ὅταν ἐπίσχωμεν τὴν χρῆσιν αὐτῆς, πάσχομεν· ἐν αὐταῖς δ’ ὄντες ταῖς τῆς ἡδονῆς ἀπολαύσεσι κατὰ τὸ παντελὲς καὶ τὴν διὰ τῶν συνεργουσῶν αἰσθήσεων ἀντίληψιν ἀφαιρούμεθα, ὡς δοκεῖν πεπηρῶσθαι. πῶς οὖν οὐκ ἂν εἰκότως ἀρὰς θεῖτο Legum_allegoriarum_libri_i_iii 113 αἴσθησις τῇ πηρούσῃ αὐτὴν ἡδονῇ; ἐπικατάρατος δέ ἐστι καὶ παρὰ πάντα τὰ θηρία, λέγω δὴ τὰ πάθη τῆς ψυχῆς, τούτοις γὰρ νοῦς τιτρώσκεται καὶ διαφθείρεται. διὰ τί οὖν καὶ τῶν ἄλλων παθῶν χείρων εἶναι δοκεῖ; ὅτι σχεδὸν ὑποβέβληται πᾶσιν, ὥσπερ τις ἀρχὴ καὶ θεμέλιος· ἥ τε γὰρ ἐπιθυμία γέγονε δι’ ἔρωτος ἡδονῆς, ἥ τε λύπη συνίσταται κατὰ τὴν ταύτης ἀφαίρεσιν, φόβος τε αὖ γεννᾶται δι’ εὐλάβειαν ἀπουσίας αὐτῆς· ὥστε δῆλον εἶναι, ὅτι πάντα ἐφορμεῖ τὰ πάθη τῇ ἡδονῇ, καὶ οὐδ’ ἂν συνέστη τὸ παράπαν ἴσως ἐκεῖνα, εἰ μὴ προκατεβλήθη τὸ οἰστικὸν αὐτῶν ἡδονή. Legum_allegoriarum_libri_i_iii 114 „Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ“ (Gen. 3, 14). περὶ γὰρ ταῦτα φωλεύει τὰ μέρη τὸ πάθος, τά τε στέρνα καὶ τὴν γαστέρα, ὅταν μὲν ἔχῃ τὰ ποιητικὰ καὶ τὰς ὕλας ἡ ἡδονή, περὶ τὴν γαστέρα καὶ τὰ μετ’ αὐτήν, ὅταν δ’ ἀπορῇ, περὶ τὰ στήθη, ὅπου ὁ θυμός· οἱ γὰρ φιλήδονοι στερόμενοι τῶν ἡδονῶν ὀργίζονται καὶ παραπικραίνονται. Legum_allegoriarum_libri_i_iii 115 ἔτι δὲ ἀκριβέστερον ἴδωμεν τὸ δηλούμενον. τριμερῆ συμβέβηκε τὴν ψυχὴν ἡμῶν εἶναι καὶ ἔχειν μέρος μὲν ἓν λογιστικόν, δεύτερον δὲ θυμικόν, τρίτον δὲ ἐπιθυμητικόν. ἔνιοι μὲν οὖν τῶν φιλοσόφων τὰ μέρη ταῦτα δυνάμει μόνον διέκριναν ἀλλήλων, τινὲς δὲ καὶ τόποις· εἶτα ἔνειμαν τῷ μὲν λογιστικῷ τὸν περὶ κεφαλὴν χῶρον εἰπόντες, ὅπου ὁ βασιλεύς, ἐκεῖ καὶ οἱ δορυφόροι, δορυφόροι δὲ αἱ αἰσθήσεις τοῦ νοῦ περὶ κεφαλὴν οὖσαι, ὥστε καὶ ὁ βασιλεὺς εἴη ἂν ἐκεῖ, ὥσπερ ἄκραν ἐν 1 ἀντίδοσιν Mang: ἀντιδοσίαν codd. φῆ AP: φησίν ΒΗ πονηρὸν καλῶ P 10 πάσχωμεν L 11 συνεργουσῶν] ἐνεργουσῶν L 18 εὐλάβειαν] εὐσεβεῖν L 19 τῇ om. H ἡδονή Η 23 τε om. L 25 καὶ τὰ] καὶ τὴν Η δ’ om. codd., add. Turn. 31 λογικῶ L πόλει λαχὼν οἰκεῖν, τῷ δὲ θυμικῷ τὰ στέρνα, παρὸ καὶ τὴν φύσιν ὀχυρῶσαι τὸ μέρος πυκνότητι καὶ κραταιότητι συνεχῶν ὀστέων ὥσπερ στρατιώτην ἀγαθὸν καθοπλίσασαν θώρακι καὶ ἀσπίδι πρὸς τὴν τῶν ἐναντιουμένων ἄμυναν, τῷ δὲ ἐπιθυμητικῷ τὸν περὶ τὸ ἦτρον καὶ τὴν κοιλίαν τόπον, ἐνταῦθα γὰρ κατοικεῖ ἐπιθυμία, ὄρεξις ἄλογος. Legum_allegoriarum_libri_i_iii 116 ἐὰν οὖν ποτε ζητῇς, ὦ διάνοια, τίνα χῶρον ἡδονὴ κεκλήρωται, μὴ σκέπτου τὸν περὶ κεφαλὴν τόπον, ὅπου τὸ λογιστικόν, οὐ γὰρ μὴ εὑρήσεις, ἐπεὶ μάχεται ὁ λόγος τῷ πάθει καὶ ἐν ταὐτῷ μένειν οὐ δύναται· κρατοῦντος μὲν γὰρ λόγου φροῦδος ἡ ἡδονή, νικώσης δὲ ἡδονῆς φυγὰς ὁ λόγος· ζήτει δ’ ἐν στήθει καὶ κοιλίᾳ, ὅπου ὁ θυμὸς καὶ ἡ ἐπιθυμία, μέρη τοῦ ἀλόγου· ἐν αὐτῷ γὰρ εὑρίσκεται καὶ ἡ κρίσις ἡ ἡμετέρα καὶ τὰ πάθη. Legum_allegoriarum_libri_i_iii 117 οὐ κεκώλυται οὖν νοῦς ἐκβὰς τῶν νοητῶν καὶ οἰκείων ἐπιβολῶν ἐκδοθῆναι τῷ χείρονι· τοῦτο δὲ συμβαίνει, ὅταν ὁ ψυχῆς κρατήσῃ πόλεμος· ἀνάγκη γὰρ δορυάλωτον γίνεσθαι τὸν μὴ μάχιμον ἀλλ’ εἰρηναῖον [τὸν] ἐν ἡμῖν λογισμόν. Legum_allegoriarum_libri_i_iii 118 εἰδὼς γοῦν ὁ ἱερὸς λόγος ὅσον ἡ ἑκατέρου δύναται ὁρμὴ πάθους, θυμοῦ τε καὶ ἐπιθυμίας, ἑκάτερον ἐπιστομίζει, ἡνίοχον καὶ κυβερνήτην ἐφιστὰς τὸν λόγον. καὶ πρότερον περὶ τοῦ θυμοῦ, θεραπεύων αὐτὸν καὶ ἰώμενος, διαλέγεται οὕτως· „καὶ ἐπιθήσεις ἐπὶ τὸ λόγιον τῶν κρίσεων τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ἀαρών, ὅταν εἰσέρχηται εἰς τὸ ἅγιον ἐναντίον κυρίου“ (Exod. 28, 26). Legum_allegoriarum_libri_i_iii 119 λόγιον οὖν ἐστιν ἐν ἡμῖν τὸ φωνητήριον ὄργανον, ὅπερ ἐστὶν ὁ γεγωνὼς λόγος· οὗτος δὲ ἢ ἀκριτόμυθός ἐστι καὶ ἀδόκιμος ἢ κεκριμένος καὶ δόκιμος· εἰς ἔννοιαν δ’ ἡμᾶς ἄγει λόγου τοῦ κατὰ διάκρισιν· τὸ γὰρ λόγιόν φησιν οὐ τὸ ἄκριτον ἢ κίβδηλον, ἀλλὰ τὸ τῶν κρίσεων, ἴσον τῷ διακεκριμένον καὶ ἐξητασμένον. Legum_allegoriarum_libri_i_iii 120 τούτου δὲ τοῦ δοκίμου λόγου δύο ἀρετάς φησιν εἶναι τὰς ἀνωτάτω, σαφήνειαν καὶ ἀληθότητα, καὶ πάνυ ὀρθῶς· ὁ γὰρ λόγος τὸ μὲν πρῶτον παρῆκε τοῦ σαφῆ ποιῆσαι καὶ δῆλα τὰ πράγματα τῷ πλησίον, μὴ δυνηθέντων ἡμῶν τὸ ἐγγενόμενον τῇ ψυχῇ πάθος ὑπὸ τῶν ἐκτὸς ἐπιδείξασθαι οὐδ’ οἷον ἦν παραστῆσαι· διόπερ ἠναγκάσθημεν ἐλθεῖν ἐπὶ τὰ διὰ φωνῆς σύμβολα, ὀνόματα καὶ ῥήματα, ἃ δεῖ πάντως εἶναι γνώριμα, ἵνα σαφῶς 4 τῷ] τὸ Α ἦτρον scripsi: ἦτορ codd., ἧπαρ v 7 λογικόν ABP οὐ γὰρ μὴ ABP: μὴ γὰρ Η 7. 8 ἐπεὶ μάχεται] ἐπιμάχετπι P 11 αὐτῷ] αὐτῇ Mang. 13 οὐ συμβαίνει v, οὐ om. codd. 14 τὸν alterum seclusi 16 ἑκατέρου H 17 ἐπιστὰς H 22 γεγωνὼς AP: γεγονὼς ΒΗ, γεγωνὸς Mang. 23 δ’] δι’ Η 27 παρῆκε τοῦ codd.: παρεῖχε τὸ Mang. 29 ἐγγινόμενον L ἦν om. P 30 τὰ] τῶν H καὶ ἐκδήλως ὁ πλησίον ἐκλάβηται· ἔπειτα τοῦ ἀληθῶς αὐτὰ ἀπαγγεῖλαι· Legum_allegoriarum_libri_i_iii 121 τί γὰρ ὄφελος τρανὴν μὲν καὶ σαφῆ τὴν ἑρμηνείαν ποιεῖσθαι, ψευδῆ δὲ ἄλλως; ἀνάγκη γὰρ οὕτως ἐχόντων ἀπατᾶσθαι τὸν ἀκροατὴν καὶ μεγίστην καρποῦσθαι συμφοράν, μετὰ ἀγνοίας ἀπαιδευσίαν· τί γάρ, ἂν λέγω τῷ παιδὶ τρανῶς καὶ σαφῶς δείξας τὸ ἄλφα στοιχεῖον ὅτι ἐστὶ γάμμα ἢ τὸ ἦτα ὅτι ἐστὶν ω ἢ ὁ μουσικὸς λέγῃ τῷ πρῶτα εἰσαγομένῳ δεικνὺς τὸ ἐναρμόνιον ὅτι χρῶμά ἐστιν, ἢ τὸ χρωματικὸν ὅτι διατονικόν, ἢ τὴν ὑπάτην ὅτι μέση, ἢ τὸ συνημμένον ὅτι διεζευγμένον, ἢ τὴν ὑπερβολαίαν ὅτι προσλαμβανόμενος; Legum_allegoriarum_libri_i_iii 122 τρανῶς μὲν ἴσως καὶ σαφῶς ἐρεῖ, οὐκ ἀληθῶς δέ, ἀλλὰ ταύτῃ κακίαν ἐργάσεται τὴν ἐν λόγῳ· ὅταν δὲ ἀμφότερα καὶ σαφήνειαν καὶ ἀληθότητα ποιῆται, ὠφέλιμον παρέξει τῷ μανθάνοντι τὸν λόγον, χρησάμενος ταῖς δυσὶν ἀρεταῖς αὐτοῦ, ἃς καὶ μόνας σχεδὸν Legum_allegoriarum_libri_i_iii 123 εἶναι συμβέβηκέ που. φησὶν οὖν ἱδρῦσθαι τὸν | κεκριμένον λόγον ἔχοντα τὰς ἰδίας ἀρετὰς ἐπὶ τοῦ στήθους δηλονότι Ἀαρών, τουτέστιν ἐπὶ τοῦ θυμοῦ, ἵν’ οὗτος ἡνιοχῆται λόγῳ τὸ πρῶτον καὶ μὴ ὑπὸ τῆς ἑαυτοῦ ἀλογίας βλάπτηται, εἶτα δὲ σαφηνείᾳ, οὐ πέφυκε γὰρ ὁ θυμὸς σαφηνείας εἶναι φίλος· τῶν γοῦν ὀργιζομένων οὐ μόνον ἡ διάνοια ἀλλὰ καὶ τὰ ῥήματα ταραχῆς καὶ συγχύσεως γέμει· οἰκεῖον οὖν ἦν τὴν τοῦ θυμοῦ ἀσάφειαν ἐπανορθωθῆναι σαφηνείᾳ· Legum_allegoriarum_libri_i_iii 124 ἐπὶ τούτοις ἀληθότητι, μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο ἔχει ὁ θυμὸς ἴδιον, τὸ ψεύδεσθαι· τῶν γοῦν χρωμένων τῷ πάθει τούτῳ σχεδὸν οὐδεὶς ἀληθεύει, ἅτε μέθῃ κεκρατημένος ψυχῆς, οὐ σώματος. ταῦτα ἀλεξιφάρμακα τοῦ θυμικοῦ μέρους ἐστί· λόγος, σαφήνεια λόγου, ἀλήθεια αὐτοῦ· ἓν γάρ ἐστι δυνάμει τὰ τρία, λόγος σὺν ἀρεταῖς ἀληθότητι καὶ σαφηνείᾳ θυμὸν νόσημα χαλεπὸν Legum_allegoriarum_libri_i_iii 125 ψυχῆς ἰώμενος. τίνος οὖν ἐστι φέρειν ταῦτα; οὐχὶ τῆς ἐμῆς ἢ τῆς τοῦ τυχόντος διανοίας, ἀλλὰ τῆς ἱερωμένης καὶ θυούσης καθαρῶς, τῆς Ἀαρών· καὶ οὐδὲ ταύτης ἀεί, πολλάκις γὰρ τρέπεται, ἀλλ’ ὅταν ἀτρέπτως διάγῃ, ὅταν εἰσπορεύηται εἰς τὸ ἅγιον, ὅταν συνεισπορεύηται ὁ λογισμὸς ταῖς ἁγίαις γνώμαις καὶ μὴ τούτων ἀποδιδράσκῃ. Legum_allegoriarum_libri_i_iii 126 ἀλλὰ πολλάκις συνεισέρχεται μὲν ὁ νοῦς εἰς ἱερὰς καὶ ὁσίους καὶ 1 τοῦ codd.: τὸ Mang. 2 τρανῆ L 4 ἀπαιδευσίαν ABP: καὶ ἀπαιδευσίαν Η 5 σαφῶς corr. Turn.: σοφῶς codd. γάμα codd. 6 ἦτα Α: η ceteri λέγῃ Wendl.: λέγει codd. 7 χρωματονιστικὸν H 8 ὑπάτην Mang.: ὑπάτην codd. τὸ διεζευγμένον PL 9 προσλαβόμενος HL2 12 χρησαμέναις H 13 κεκριμένον corr. Turn.: κεκρυμμένον codd. 14 ἰδίας] δύο coni. Mang. 15 οὗτος] οὕτως L ἡνιοχεῖται ABH 16 ὁ om. Mang. 19 ἀσάφειαν Benzelius: σαφήνειαν codd. 22 θυμικοῦ] θῡ (i. e. θεοῦ) μικροῦ Η 26 τοῦ om. codd., add. Turn. 28 ἄτρεπτος coni. Mang. συνεὶς πορεύηται Turn. 30 ὁσίας Richter κεκαθαρμένας δόξας, ἀλλὰ ἀνθρωπείους ταύτας, οἷον τὰς περὶ τῶν καθηκόντων, τὰς περὶ τῶν κατορθωμάτων, τὰς περὶ τῶν θέσει νομίμων, τὰς περὶ τῆς κατ’ ἀνθρώπους ἀρετῆς· οὐδ’ ὁ τοῦτον διακείμενος τὸν τρόπον ἱκανός ἐστι τὸ λόγιον φέρειν ἐπὶ τοῦ στήθους μετὰ τῶν ἀρετῶν, ἀλλὰ μόνος ὁ ἐναντίον κυρίου εἰσιών, τουτέστιν ὁ ἕνεκα θεοῦ πάντα πράττων καὶ μηδὲν τῶν μετὰ θεὸν ὑπερτιμῶν, ἀλλὰ νέμων μὲν καὶ τούτοις τὰ κατ’ ἀξίαν, μὴ ἱστάμενος μέντοι ἐπ’ αὐτῶν, ἀλλ’ ἀνατρέχων ἐπὶ τὴν γνῶσιν καὶ ἐπιστήμην καὶ τιμὴν τοῦ ἑνός· Legum_allegoriarum_libri_i_iii 127 τῷ γὰρ οὕτως διακειμένῳ ἡνιοχηθήσεται ὁ θυμὸς ὑπό τε λόγου κεκαθαρμένου τὸ ἄλογον αὐτοῦ περιαιροῦντος καὶ ὑπὸ σαφηνείας τὸ ἀσαφὲς καὶ συγκεχυμένον θεραπευούσης καὶ ὑπὸ ἀληθότητος τὸ ψεῦδος ἀποκοπτούσης. Legum_allegoriarum_libri_i_iii 128 ὁ μὲν οὖν Ἀαρὼν — δεύτερος γάρ ἐστι Μωυσῆ ἐκτέμνοντος τὸ στῆθος, ὅπερ ἐστὶ τὸν θυμόν — οὐκ ἐᾷ αὐτὸν ἀκρίτοις ὁρμαῖς ἐκφέρεσθαι, δεδιὼς μή ποτε ἀφεθεὶς ἵππου τρόπον ἀνασκιρτήσας ὅλην πατήσῃ τὴν ψυχήν, ἀλλὰ θεραπεύει καὶ ἐπιστομίζει τὸ μὲν πρῶτον λόγῳ, ἵνα ἡνιόχῳ χρώμενος ἀρίστῳ μὴ σφόδρα ἀφηνιάσῃ, ἔπειτα δὲ ταῖς ἀρεταῖς τοῦ λόγου, σαφηνείᾳ καὶ ἀληθείᾳ· εἰ γὰρ παιδευθείη ὁ θυμὸς οὕτως, ὥστε καὶ λόγῳ εἴκειν καὶ σαφηνείᾳ καὶ τὸ ἀψευδὲς ἀσκεῖν, ἑαυτόν τε τῆς πολλῆς ζέσεως ἀπαλλάξει τήν θ’ ὅλην ψυχὴν ἵλεων κατασκευάσει. Legum_allegoriarum_libri_i_iii 129 ἀλλ’ οὗτος μέν, ὡς ἔφην, ἔχων τὸ πάθος ἰᾶσθαι αὐτὸ πειρᾶται τοῖς λεχθεῖσι σωτηρίοις φαρμάκοις, Μωυσῆς δὲ ὅλον τὸν θυμὸν ἐκτέμνειν καὶ ἀποκόπτειν οἴεται δεῖν τῆς ψυχῆς, οὐ μετριοπάθειαν ἀλλὰ συνόλως ἀπάθειαν ἀγαπῶν. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἱερώτατος χρησμός· „λαβὼν“ γάρ φησι „Μωυσῆς τὸ στηθύνιον ἀφεῖλεν αὐτὸ ἐπίθεμα ἐναντίον κυρίου ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καὶ ἐγένετο Μωυσεῖ ἐν μερίδι“ (Lev. 8,29 )· Legum_allegoriarum_libri_i_iii 130 πάνυ καλῶς· τοῦ γὰρ φιλαρέτου καὶ θεοφιλοῦς ἔργον ἦν τὴν ὅλην ψυχὴν θεασάμενον λαβέσθαι τοῦ στήθους, ὅπερ ἐστὶ τοῦ θυμοῦ, καὶ ἀφελεῖν αὐτὸν καὶ ἀποκόψαι, ἵνα τοῦ πολεμικοῦ μέρους ἐκτμηθέντος εἰρήνην τὸ λοιπὸν ἄγῃ. ἀφαιρεῖ δὲ οὐκ ἀπὸ τοῦ τυχόντος ζῴου, ἀλλ’ ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, καίτοι καὶ μόσχος ἱερουργήθη· ἀλλὰ τοῦτον παρελθὼν ἐπὶ τὸν κριὸν ἦλθε, διότι κρουστικὸν 1 ἀνθρωπείους codd.: ἀνθρωπίνους v 6 νέμων] νόμων Η 9 τε codd.: τοῦ Mang. 11 ἀποκρυπτούσης L 12 Μωυσῆ scripsi Μωσέως Markland): Μώσης codd. ἐκτέμνοντος Markland: ἐκτέμνων codd.; ἔχων coni. Mang. 19 ἵλεω codd. κατασκευάσῃ L 21 σωτηρίας P Μώσης codd. 24 Μώσης codd. στηθήνιον L 25 Μωσεῖ codd. 27 θεασάμενον] καθαγιασάμενον coni. Mang.; ipse conieceram θυσάμενον 30 τοῦ om. L φύσει ζῷόν ἐστι καὶ θυμικὸν καὶ ὁρμητικόν, παρὸ καὶ οἱ μηχανοποιοὶ τὰ πολλὰ τῶν πολεμιστηρίων ὀργάνων κριοὺς κατασκευάζουσι. Legum_allegoriarum_libri_i_iii 131 τὸ κριῶδες οὖν καὶ ὁρμητικὸν καὶ ἄκριτον ἐν ἡμῖν ἐστι τὸ ἐριστικὸν εἶδος· ἔρις δὲ μήτηρ ἐστὶ θυμοῦ· παρὸ καὶ οἱ φιλονεικότεροι ἔν τε ταῖς συζητήσεσι κἀν ταῖς ἄλλαις ὁμιλίαις ῥᾷστα ὀργίζονται. τῆς οὖν ἐριστικῆς καὶ φιλονείκου ψυχῆς πλημμελὲς γέννημα θυμὸν ἐκτέμνει δεόντως, ἵνα στειρωθεῖσα παύσηται βλαβερὰ τίκτουσα καὶ γένηται μερὶς τοῦτο ἁρμόζουσα τῷ φιλαρέτῳ, οὐ τὸ στῆθος οὐδ’ ὁ θυμός, ἀλλὰ τὸ ἀφελεῖν αὐτά· μοῖραν γὰρ ὁ θεὸς ἔνειμεν ἀρίστην τῷ σοφῷ τὸ ἐκτέμνειν τὰ πάθη δύνασθαι. ὁρᾷς πῶς ὁ τέλειος τελείαν ἀπάθειαν αἰεὶ μελετᾷ. Legum_allegoriarum_libri_i_iii 132 ἀλλ’ ὅ γε προκόπτων δεύτερος ὢν Ἀαρὼν μετριοπάθειαν, ὡς ἔφην, ἀσκεῖ, ἐκτεμεῖν γὰρ ἔτι τὸ στῆθος καὶ τὸν θυμὸν ἀδυνατεῖ· φέρει δ’ ἐπ’ αὐτὸν τὸν ἡνίοχον σὺν ταῖς προσφυέσιν ἀρεταῖς λόγον, τὸ λόγιον, ἐφ’ οὗ δήλωσίς Legum_allegoriarum_libri_i_iii 133 ἐστι καὶ ἀλήθεια. παραστήσει δὲ σαφέστερον τὴν διαφορὰν καὶ διὰ τούτου· „τὸ γὰρ στηθύνιον“ φησί „τοῦ ἐπιθέματος καὶ τὸν βραχίονα τοῦ ἀφαιρέματος εἴληφα παρὰ τῶν υἱῶν Ἰσραὴλ ἀπὸ τῶν θυσιῶν τοῦ σωτηρίου ὑμῶν, καὶ ἔδωκα αὐτὰ Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ“ (Lev. 7, 24). Legum_allegoriarum_libri_i_iii 134 ὁρᾷς ὅτι οὔκ εἰσιν οὗτοι ἱκανοὶ τὸ στῆθος μόνον λαβεῖν, ἀλλὰ σὺν τῷ βραχίονι, Μωυσῆς δὲ χωρὶς τοῦ βραχίονος. διὰ τί; ὅτι ὁ μὲν τέλειος ὢν βραχὺ καὶ ταπεινὸν οὐδὲν φρονεῖ οὐδὲ μετριοπαθεῖν βούλεται, ἀλλ’ ἐκ περιουσίας ὅλα τὰ πάθη δι’ ὅλων ἀπέκοψεν, οἱ δὲ βραχέως καὶ οὐ μεγάλως ὁρμῶσιν ἐπὶ τὸν τῶν παθῶν πόλεμον, ἀλλὰ καταλλάττονται καὶ σπονδὰς πρὸς αὐτὰ τίθενται τὸν συμβατήριον λόγον προτείνοντες, ἵν’ οὗτος ἡνιόχου τρόπον ἐπιστομίζῃ τὴν ἐπὶ πλέον αὐτῶν φοράν. Legum_allegoriarum_libri_i_iii 135 ἔστι δὲ καὶ σύμβολον ὁ βραχίων πόνου καὶ κακοπαθείας· τοιοῦτος δὲ ὁ θεραπευτὴς καὶ λειτουργὸς τῶν ἁγίων, ἀσκήσει καὶ πόνῳ χρώμενος· ἄπονος δ’ ἐστὶν ᾧ ὁ θεὸς χαρίζεται κατὰ πολλὴν περιουσίαν τὰ ἀγαθὰ τέλεια· βραχύτερος δ’ εὑρίσκεται καὶ ἀτελέστερος ὁ πόνῳ κτώμενος τὴν ἀρετὴν τοῦ ἀπόνως καὶ εὐμαρῶς αὐτὴν παρὰ θεοῦ λαβόντος Μωυσῆ· ὡς γὰρ αὐτὸ τὸ πονεῖν βραχύτερον καὶ ἔλαττόν ἐστι τοῦ ἀπόνου, οὕτω καὶ τὸ ἀτελὲς τοῦ τελείου καὶ τὸ μανθάνον τοῦ αὐτομαθοῦς. διὰ τοῦτο σὺν μὲν βραχίονι λαμβάνει τὸ στῆθος Ἀαρών, ἄνευ 2 κατασκευάζουσι] κατονομάζουσι coni. Mang. 6 γένημα Η θυμὸν] θυμικὸν H ἐκτέμνειν codd., corr. Mang. 11 μετριοπάθειαν Mang.: μετριοπαθῶς codd. 13 λόγον codd.: λόγου v 15 τούτου Mang.: τοῦτο codd. 111 Μώσης codd. 24 οὗτος AP: οὕτως ΒΗ ἡνιόχου τρόπον Wendl.: ἡνιόχων τρόπον ABPH, ἡνιόχων (om. τρόπον) L, ἡνιοχῶν V 27 ᾧ corr. Turn.: οἷς codd. 80 Μωσῇ codd.: Μωσέως v ὡς γὰρ scripsi: καὶ γὰρ codd., καὶ γὰρ x003E; coni. Mang. 31 οὕτως x003E; δὲ βραχίονος Μωυσῆς. Legum_allegoriarum_libri_i_iii 136 τὸ στηθύνιον δὲ ἐπιθέματος καλεῖ διὰ τοῦτο, ὅτι ἐπικεῖσθαι δεῖ τῷ θυμῷ καὶ ἐφιδρῦσθαι τὸν λόγον ὡσανεί τινα ἡνίοχον εὐθύνοντα σκληραύχενα καὶ ἀφηνιαστὴν ἵππον· τὸν δὲ βραχίονα οὐκέτι ἐπιθέματος ἀλλ’ ἀφαιρέματος διὰ τόδε, ὅτι δεῖ τὸν ὑπὲρ ἀρετῆς πόνον μὴ ἑαυτῇ προσάγειν τὴν ψυχήν, ἀλλ’ ἀφελεῖν ἀφ’ ἑαυτῆς καὶ θεῷ ἀνενεγκεῖν, ὁμολογοῦσαν ὅτι οὐχ ἡ ἰσχὺς αὐτῆς οὐδὲ ἡ δύναμις περιεποίησε τὸ καλόν, ἀλλὰ ὁ καὶ τὸν ἔρωτα χαρισάμενος. Legum_allegoriarum_libri_i_iii 137 οὔτε δὲ στηθύνιον οὔτε ὁ βραχίων λαμβάνεται πλὴν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου· κατὰ τὸ εἰκός· τότε γὰρ ἡ ψυχὴ σῴζεται, ὅταν καὶ ὁ θυμὸς ἡνιοχηθῇ ὑπὸ λόγου καὶ ὁ πόνος μὴ οἴησιν ἐγκατασκευάσῃ ἀλλὰ παραχώρησιν τῷ εὐεργέτῃ θεῷ. Legum_allegoriarum_libri_i_iii 138 Τὸ δὲ μὴ μόνον ἐπὶ τῷ στήθει ἀλλὰ καὶ τῇ κοιλίᾳ πορεύεσθαι τὴν ἡδονὴν εἴπομεν ἤδη, οἰκειότατον δηλοῦντες ἡδονῇ χωρίον τὴν γαστέρα, σχεδὸν γὰρ ἀγγεῖον τῶν ἡδονῶν ἁπασῶν αὕτη ἐστί· πληρωθείσης γὰρ τῆς γαστρὸς ὀρέξεις καὶ τῶν ἄλλων ἡδονῶν γίνονται σύντονοι, κενωθείσης δὲ ἠρεμαῖαι καὶ σταθηρότεραι. Legum_allegoriarum_libri_i_iii 139 διὸ καί φησιν ἑτέρωθι· „πᾶς ὁ πορευόμενος ἐπὶ κοιλίᾳ καὶ πᾶς ὁ πορευόμενος ἐπὶ τεσσάρων διὰ παντός, ὃς πολυπληθεῖ ποσίν, ἀκάθαρτός ἐστι“ (Lev. 11,42)· τοιοῦτος δ’ ὁ φιλήδονος ἀεὶ χωρῶν ἐπὶ γαστέρα καὶ τὰς μετὰ ταύτην ἡδονάς. τῷ δὲ ἕρποντι ἐπὶ κοιλίαν τὸν ἐπὶ τεσσάρων βαδίζοντα ἥνωκεν· εἰκότως· τέτταρα γάρ ἐστι τὰ πάθη τῶν ἐν ἡδονῇ, ὥς τις κατ’ ἐξαίρετον λόγος μέμνηται. ἀκάθαρτος οὖν καὶ ὁ τῷ ἑνὶ χρώμενος τῇ ἡδονῇ Legum_allegoriarum_libri_i_iii 140 καὶ ὁ πᾶσιν ἐφορμῶν τοῖς τέσσαρσι. τούτων εἰρημένων ἴδε διαφορὰν πάλιν τελείου καὶ προκόπτοντος. ὥσπερ οὖν πρότερον εὑρίσκετο ὁ μὲν τέλειος ὅλον ἐκτέμνων τὸν θυμὸν τῆς ἐριστικῆς ψυχῆς καὶ ποιῶν αὐτὴν τιθασὸν καὶ χειροήθη καὶ εἰρηναίαν καὶ ἵλεων πρὸς πάντα ἔργῳ τε καὶ λόγῳ, ὁ δὲ προκόπτων οὐ δυνάμενος μὲν ἀποκόψαι τὸ πάθος — φέρει γὰρ τὸ στῆθος —, παιδεύων δὲ αὐτὸ λόγῳ κεκριμένῳ, ἔχοντι δύο ἀρετάς, σαφήνειαν καὶ ἀλήθειαν, οὕτως καὶ νῦν εὑρεθήσεται ὁ μὲν σοφὸς τέλειος ἡδονὰς ἀπορρυπτόμενος καὶ ἀποσειόμενος Μωυσῆς, ὁ δὲ προκόπτων οὐχ ἅπασαν, ἀλλὰ τὴν μὲν ἀναγκαίαν καὶ ἁπλῆν 1 Μώσης codd. 7 ὁ καὶ Wendl.: καὶ ὁ codd. τὸν corr. ex τῶν P, τῶν Α 8 οὗτε δὲ ὁ codd. 9 καὶ om. P 10. 11 παραχώρησιν scripsi: παραχωρήσῃ codd. 13 ἡδονὴ codd.: ἡδονῆς v 16 σταθηρότεραι codd.: σταθερώτεραι v 17 καὶ πᾶς AP: καὶ om BH καὶ πᾶς ὁ πορευόμενος om. L 19 ταύτην Mang.: ταῦτα codd. 21 ὥς] ὧν coni. Diels 22 μέμνηται] μεμήνυκεν coni. Wendl. καὶ ὁ scripsi: ὁ καὶ codd. 24 καὶ om. L 26 τιθασσὸν codd. εἰρηναίαν scripsi: εἰρηναῖον codd. ἵλεω codd. 30 τέλειος Mang.: τελείως codd. ἀπορρυπτόμενος ABP: ἀπορριπτόμενος H Μώσης codd. προσιέμενος, τὴν δὲ περίεργον καὶ περιττὴν κατὰ τὰς ἐπεντρώσεις παραιτούμενος· Legum_allegoriarum_libri_i_iii 141 ἐπὶ γὰρ Μωυσέως φησὶν οὕτως· „καὶ τὴν κοιλίαν καὶ τοὺς πόδας ἔπλυνεν ὕδατι τοῦ ὁλοκαυτώματος“ (Lev. 9,14)· πάνυ καλῶς· ὅλην γὰρ τὴν ψυχὴν ἀξίαν οὖσαν θεῷ προσάγεσθαι διὰ τὸ μηδένα ἔχειν μήθ’ ἑκούσιον μήτ’ ἀκούσιον μῶμον ὁ σοφὸς καθαγιάζει· οὕτως δὲ διακείμενος ὅλην τὴν γαστέρα καὶ τὰς αὐτῆς καὶ μετ’ αὐτὴν ἡδονὰς ἐκπλύνει καὶ ἀπολούεται καὶ ἀπορρύπτεται, οὐχὶ μέρος τι, ἀλλ’ οὕτω καταφρονητικῶς ἔσχηκεν αὐτῆς, ὥστε οὐδὲ τὰ ἀναγκαῖα σιτία ἢ ποτὰ προσίεται θεωρίᾳ τῶν θείων τρεφόμενος. Legum_allegoriarum_libri_i_iii 142 διὸ καὶ ἐν ἑτέροις μαρτυρεῖται αὐτῷ· „τετταράκοντα ἡμέρας ἄρτου οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν“ (Exod. 34, 28), ὅτε ἐν τῷ θείῳ ὄρει γενόμενος χρησμῶν θεοῦ νομοθετοῦντος ἤκουεν. ἀλλ’ οὐ μόνον ὅλῃ τῇ γαστρὶ ἀποτάττεται, ἀλλὰ καὶ τοὺς πόδας αὐτῇ συναπορρύπτεται, τουτέστι τὰς ἐπιβάσεις τῆς ἡδονῆς· Legum_allegoriarum_libri_i_iii 143 ἐπιβάσεις δὲ ἡδονῆς εἰσι τὰ ποιητικὰ αὐτῆς· ὁ [τε] γὰρ προκόπτων λέγεται τὰ ἐγκοίλια καὶ τοὺς πόδας λούειν (Lev. 1, 9), οὐ τὴν ὅλην κοιλίαν· ἱκανὸς γὰρ οὐκ ἔστι πᾶσαν ἡδονὴν διώσασθαι, ἀγαπητὸν δέ, ἐὰν τὰ ἐγκοίλια αὐτῆς τουτέστι τὰ ἐπεντρώματα, ἅ φασιν οἱ φιλήδονοι ἐπιλεάνσεις εἶναί τινας τῶν προηγουμένων ἡδονῶν, ἃ γίνεται ὀψαρτυτῶν καὶ σιτοπόνων λίχνων περιεργίᾳ. Legum_allegoriarum_libri_i_iii 144 καὶ προσεπιτείνει τὴν τοῦ * * * προκόπτοντος μετριοπάθειαν τῷ τὸν μὲν ἄνευ προστάξεως παραιτεῖσθαι ὅλην τὴν γαστρὸς ἡδονήν, τὸν δὲ προκόπτοντα μετὰ προστάξεως· ἐπὶ μὲν γὰρ τοῦ σοφοῦ λέγεται οὕτως· „τὴν κοιλίαν καὶ τοὺς πόδας ὕδατι ἔπλυνεν“ (Lev. 9, 14), ἀνεπικελεύστως κατὰ τὴν ἑκούσιον γνώμην, ἐπὶ δὲ τῶν ἱερέων οὕτως· „τὰ δὲ ἐγκοίλια καὶ τοὺς πόδας“ οὐχὶ ἔπλυναν, ἀλλὰ „πλυνοῦσι“ (Lev. 1, 9)· σφόδρα παρατετηρημένως· δεῖ γὰρ τὸν μὲν τέλειον ἐξ ἑαυτοῦ κινεῖσθαι πρὸς τὰς κατ’ ἀρετὴν ἐνεργείας, τὸν δὲ ἀσκητὴν μετὰ τοῦ ὑφηγουμένου τὰ πρακτέα λόγου, Legum_allegoriarum_libri_i_iii 145 ᾧ προστάττοντι πείθεσθαι καλόν. οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι Μωυσῆς ὅλην τὴν κοιλίαν τουτέστι τὴν γαστρὸς ἐκπλήρωσιν παραιτούμενος σχεδὸν καὶ τοῖς ἄλλοις πάθεσιν ἀποτάττεται, τοῦ νομοθέτου ἀπὸ μέρους ἑνὸς 2 Μώσεως codd. 5 καθαγίζει coni. Mang. οὕτω Η 11 ὅροι H 14 τε om. Turn., seclusi 16 ἰδιώσασθαι P 17. 18 ἐπιλεάνσεις ABPH: ἐπιάνσεις L, ἐπιδύσεις v, ἐπιδόσεις coni. Mang. et Usener 19 lacunam iudicavit et sic explevit Wendl. τὴν τοῦ τελείου ἀπάθειαν παραβάλλων πρὸς τὴν τοῦ 20 προκόπτοντος Mang.: προσπίπτοντος codd. 23 ἔπλυνεν LXX: πλύνειν codd., πλύνει Turn. τὴν om. AP ἀκούσιον Turn. 25 πλύνουσι codd., corr. Mang. 28 Μώσης codd. 17 τὰ ἐπεντρώματα: cf. Usener Epicurea p. 280. τὸ σύμπαν ἐναργῶς παριστάντος καὶ ἀπὸ τοῦ συνεκτικωτάτου περὶ τῶν ἄλλων, ἐν οἷς ἡσύχασε, δυνάμει διεξιόντος· συνεκτικώτατον γὰρ ἡ γαστρὸς ἐκπλήρωσις καὶ ὡσανεὶ θεμέλιός τις τῶν ἄλλων παθῶν· οὐδὲν γοῦν ἐκείνων δύναται συστῆναι μὴ ἐπερειδόμενον γαστρί, ᾗ πάντα ἐφίδρυκεν ἡ φύσις. Legum_allegoriarum_libri_i_iii 146 διὰ τοῦτο, γεννηθέντων τῶν ἐκ τῆς Λείας προτέρων τῶν ψυχικῶν ἀγαθῶν καὶ στάντων ἐπὶ τῆς ἐξομολογήσεως Ἰούδα (Gen. 29, 35), μέλλων ὁ θεὸς δημιουργεῖν καὶ τὰς σώματος προκοπὰς Βάλλαν τὴν Ῥαχὴλ παιδίσκην καὶ πρὸ τῆς δεσποίνης τίκτειν παρασκευάζει· Βάλλα δ’ ἐστὶν ἐγκατάποσις· ᾔδει γὰρ ὅτι οὐδὲν τῶν σωματικῶν ἄνευ καταπόσεως καὶ γαστρὸς ὑποστῆναι δύναται, ἀλλὰ αὕτη κρατεῖ καὶ ἡγεμονεύει παντὸς τοῦ σώματος καὶ τοῦ κατὰ τὸ ζῆν ψιλὸν ὄγκου. Legum_allegoriarum_libri_i_iii 147 παρατήρει δὲ πᾶσαν τὴν λεπτολογίαν, οὐδὲν γὰρ λεχθὲν παρέργως εὑρήσεις. Μωυσῆς τὸ μὲν στηθύνιον ἀφαιρεῖται, τὴν δὲ κοιλίαν οὐκ ἀφαιρεῖ μὲν, πλύνει δέ (Lev. 8, 29. 9, 14)· διὰ τί; ὅτι ὁ τέλειος σοφὸς ὅλον μὲν τὸν θυμὸν ἰσχύει παραιτήσασθαι καὶ ἀποκόψαι ὀργῆς κατεξαναστάς, τὴν δὲ κοιλίαν ἐκτεμεῖν ἀδυνατεῖ· τοῖς γὰρ ἀναγκαίοις σιτίοις καὶ ποτοῖς ἡ φύσις βιάζεται χρῆσθαι καὶ τὸν ὀλιγοδεέστατον καὶ καταφρονητικὸν αὐτῶν τῶν ἀναγκαίων καὶ ἀσιτίαν αὐτῶν μελετῶντα. πλυνέτω οὖν αὐτὴν καὶ καθαιρέτω ἀπὸ τῶν περιττῶν καὶ ἀκαθάρτων παρασκευῶν· ἱκανὴ γὰρ καὶ αὕτη παρὰ θεοῦ τῷ φιλαρέτῳ δωρεά. Legum_allegoriarum_libri_i_iii 148 διὰ τοῦτο ἐπὶ τῆς ὑπονοηθείσης διεφθάρθαι ψυχῆς φησιν (Num. 5, 27), ὅτι ἂν μὲν ἀπολελοιπυῖα τὸν ὀρθὸν λόγον, ὅς ἐστιν ἀνὴρ νόμιμος, εὑρεθῇ προσκεχωρηκυῖα τῷ μιαίνοντι τὴν ψυχὴν πάθει, „πρησθήσεται τὴν γαστέρα“, ὅπερ ἦν, ἀπληρώτους καὶ ἀκορέστους ἕξει τὰς γαστρὸς ἡδονὰς καὶ ἐπιθυμίας, καὶ οὐδέποτε παύσεται ἄπληστος οὖσα δι’ ἀπαιδευσίαν, ἀλλ’ ἀμυθήτων ἐπιρρεόντων ἀίδιον ἕξει τὸ πάθος. Legum_allegoriarum_libri_i_iii 149 οἶδα γοῦν πολλοὺς οὕτω πταίοντας περὶ τὴν τῆς γαστρὸς ἐπιθυμίαν, ὥστ’ ἐμέτοις χρησάμενοι πάλιν ἐπὶ τὸν ἄκρατον καὶ τἆλλα ὥρμησαν· οὐ γὰρ ἀναλογεῖ τοῖς σωματικοῖς ὄγκοις ἡ τῆς ἀκράτορος ψυχῆς ἐπιθυμία, ἀλλ’ οἱ μὲν ἅτε ἀγγεῖα ὄντες μεμετρημένα ἄμετρον οὐδὲν προσίενται, ἀλλὰ τὸ περιττὸν 1 παριστῶντος BH ἀπὸ τοῦ codd.: τοῦ om. v, ἐπὶ τοῦ coni. Wendl. L 2 περὶ x003E; τῶν ἄλλων . . . δυνάμεως coni. Markland 2 ἡσύχασε codd.: ἡσύχαζε γὰρ add. Mang. 4 ἧ codd.: ἐφ’ ᾖ v 6 ψυχικῶν ἀγαθῶν codd.: ἀγαθῶν ψυχικῶν V 11 ὄγκον H 13 Μωσῆς codd. τὸ μὲν ABP: μὲν τὸ H 21 διανοηθείσης Trun. 24 τὰς codd.: τῆς Mang., ἔτι αὐτοῖς 26 γοῦν scripsi: οὖν codd. 27 ἐμέτοις Diels, ἐμετικοῖς Markland: ἔτι αὐτοῖς codd., ἔτι αὐτῇ Benzelius, ἔτι σιτίοις Mang. χρησάμενοι Markland: χρησόμενοι codd. 28 τἄλλα P ἀλογεῖ P ἐκβάλλουσιν, ἡ δὲ ἐπιθυμία πληροῦται μὲν οὐδέποτε, μένει δὲ ἐνδεὴς καὶ διψαλέα ἀεί. Legum_allegoriarum_libri_i_iii 150 παρὸ καὶ τὸ ἀκόλουθον προστίθεται τῷ πρησθῆναι τὴν γαστέρα τὸ „διαπεσεῖν τὸν μηρόν“· διαπίπτει γὰρ τότε τῇ ψυχῇ καὶ ὁ σπερματικὸς καὶ γεννητικὸς τῶν καλῶν λόγος ὀρθός· „ἐὰν“ γοῦν φησι „μὴ μιανθῇ καὶ καθαρὰ ᾖ , καὶ ἀθῷος ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα“ (Num. 5, 28), ἐὰν ὑπὸ πάθους μὴ μιανθῇ, καθαρεύσῃ δὲ πρὸς τὸν νόμιμον ἄνδρα, τὸν ὑγιῆ καὶ ἡγεμόνα λόγον, γόνιμον ἕξει ψυχὴν καὶ καρποφόρον, φέρουσαν γέννημα φρονήσεως καὶ δικαιοσύνης Legum_allegoriarum_libri_i_iii 151 καὶ τῆς συμπάσης ἀρετῆς. ἆρ’ οὖν ἡμᾶς ἐνδεδεμένους σώματι οἷόν τε σωματικαῖς ἀνάγκαις μὴ χρῆσθαι; καὶ πῶς ἔνεστιν; ἀλλ’ ὅρα. ὁ ἱεροφάντης τὸν τρόπον παραγγέλλει τῷ ἀγομένῳ ὑπὸ σωματικῆς χρείας αὐτῷ μόνῳ χρῆσθαι τῷ ἀναγκαίῳ. πρῶτον μέν φησι "τόπος ἔστω σοι ἔξω τῆς παρεμβολῆς" (Deut. 23, 12), παρεμβολὴν καλῶν τὴν ἀρετήν, ἐν ᾗ ἐστρατοπέδευκεν ἡ ψυχή· οὐ γὰρ δύναται τὸν αὐτὸν κρατεῖν χῶρον φρόνησις καὶ σωματικῆς ἀνάγκης ἀπόλαυσις. Legum_allegoriarum_libri_i_iii 152 εἶτα „ἐξελεύσῃ“ φησίν "ἐκεῖ ἔξω"· διὰ τί; ὅτι οὐ δύναται ἡ ψυχὴ καταμένουσα μετὰ φρονήσεως καὶ ἐν τῷ οἴκῳ διατρίβουσα τῆς σοφίας χρῆσθαί τινι τῶν φίλων σώματος· τρέφεται γὰρ τότε θειοτέραις τροφαῖς ἐν ταῖς ἐπιστήμαις, δι’ ἃς καὶ τῆς σαρκὸς ἀμελεῖ· ἐπειδὰν γὰρ ἐξέλθῃ τῶν ἱερῶν ἀρετῆς οἴκων, τηνικαῦτα ἐπὶ τὰς τὸ σῶμα πλημμελούσας καὶ πιεζούσας ὕλας τρέπεται. Legum_allegoriarum_libri_i_iii 153 πῶς οὖν αὐταῖς χρήσομαι; „πάσσαλος ἔστω σοι“ φησίν „ἐπὶ τῆς ζώνης σου, καὶ ὀρύξεις ἐν αὐτῷ“ (Deut. 23, 13), τουτέστι λόγος ἐπὶ τοῦ πάθους ἐξορύττων καὶ ἀναστέλλων καὶ ἀπαμφιεννὺς αὐτό· ἀνεζῶσθαι γὰρ βούλεται ἡμᾶς τὰ πάθη, ἀλλὰ μὴ ἀνειμένα καὶ κεχαλασμένα φορεῖν. Legum_allegoriarum_libri_i_iii 154 διὸ καὶ ἐπὶ τῆς διαβάσεως αὐτῶν, ὃ καλεῖται Πάσχα, προστάττει τὰς "ὀσφῦς περιεζῶσθαι“ (Exod. 12, 11), ἤτοι συνεστάλθαι τὰς ἐπιθυμίας. πάσσαλος οὖν, τουτέστι λόγος, ἑπέσθω τῷ πάθει, κωλύων αὐτὸ χεῖσθαι· οὕτως γὰρ αὐτοῖς μόνοις χρησόμεθα Legum_allegoriarum_libri_i_iii 155 τοῖς ἀναγκαίοις, τῶν δὲ περιττῶν ἀφεξόμεθα. κἂν ἐν συνουσίαις ὄντες καὶ μέλλοντες εἰς ἀπόλαυσιν καὶ χρῆσιν τῶν παρεσκευασμένων ἐλθεῖν σὺν λόγῳ παραγενώμεθα ὥσπερ ὅπλῳ τινὶ ἀμυντηρίῳ, οὔτε πέραν τοῦ μετρίου σιτίων ἐμφορηθησόμεθα αἰθυιῶν τρόπον οὔτ’ 2 δαψιλέα codd., corr. Turn. 5 ᾖ om. codd. 5. 6 καὶ ἐκσπερματιεῖ σπέρμα LXX: ἐκ σπερμάτων εἰς σπέρμα codd. 11 τὸν τρόπον videtur delendum 15 ἀνάγκη Turn. 20 οἴκων Wendl.: ὀσσῶν codd., ὁδῶν vel οὐδῶν coni. Mang. πλημμελούσας ἢν ν vix sanum censet Wendl. 27 τἀς ἐπιθυμίας AP 27. 28 ἑπέσθω] ἐπέστω coni, Mang. 29 ἐν om. AP 32 ἐμφορησόμεθα P αἰθύων codd. ἀκράτου ἀμέτρου κορεσθέντες μέθῃ ληραίνειν ἀναγκαζούσῃ χρησόμεθα· ἐπιστομιεῖ γὰρ ὁ λόγος καὶ ἐγχαλινώσει τὴν ῥύμην καὶ φορὰν τοῦ πάθους. Legum_allegoriarum_libri_i_iii 156 ἐγὼ γοῦν αὐτὸ πολλάκις παθὼν οἶδα· εἰς γὰρ ἀδιάγωγον συνουσίαν ἐλθὼν καὶ πολυτελῆ δεῖπνα, ὁπότε μὴ ἀφικοίμην σὺν λόγῳ, δοῦλος ἐγενόμην τῶν παρεσκευασμένων, ἀγόμενος ὑπὸ δεσποτῶν ἀτιθάσων, θεαμάτων καὶ ἀκουσμάτων καὶ τῶν ὅσα διὰ μυκτῆρος καὶ γεύσεως ἡδονὰς ἀπεργάζεται· ὁπότε δὲ μετὰ τοῦ αἱροῦντος λόγου, δεσπότης ἀντὶ δούλου γίνομαι καὶ ἀνὰ κράτος νικῶ καλὴν νίκην καρτερίας καὶ σωφροσύνης, ἀντιβαίνων καὶ ἀντιφιλονεικῶν πᾶσι τοῖς ἀναρρηγνῦσι τὰς ἀκράτορας ἐπιθυμίας. Legum_allegoriarum_libri_i_iii 157 „διορύξεις“ φησὶ γοῦν „τῷ πασσάλῳ“ (Deut. 23, 13), τουτέστιν, ἣν ἕκαστον ἔχει φύσιν, τὸ φαγεῖν, τὸ πιεῖν, τὸ τοῖς μετὰ γαστέρα χρῆσθαι, τῷ λόγῳ γυμνώσεις καὶ διαστελεῖς, ἵνα διακρίνας γνῷς τἀληθές· τότε γὰρ εἴσῃ, ὅτι ἐν οὐδενὶ τούτων ἐστὶ τὸ ἀγαθόν, ἀλλὰ τὸ ἀναγκαῖον μόνον καὶ χρήσιμον. Legum_allegoriarum_libri_i_iii 158 „καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου“ (ibid.)· πάνυ καλῶς· ἔπαγε γάρ, ὦ ψυχή, τὸν λόγον ἐπὶ πάντα, ᾧ καλύπτεται καὶ συσκιάζεται καὶ συγκρύπτεται πᾶσα ἀσχημοσύνη σαρκὸς καὶ πάθους· τὰ γὰρ μὴ σὺν λόγῳ πάντα αἰσχρά, ὥσπερ τὰ σὺν λόγῳ κόσμια. Legum_allegoriarum_libri_i_iii 159 οὐκοῦν ὁ μὲν φιλήδονος ἐπὶ κοιλίαν βαδίζει, ὁ δὲ τέλειος τὴν κοιλίαν ὅλην ἐκπλύνει, ὁ δὲ προκόπτων τὰ ἐν κοιλίᾳ, ὁ δὲ ἄρτι ἀρχόμενος παιδεύεσθαι ἔξω πρόεισιν, ὅταν μέλλῃ τῆς γαστρὸς τοῖς ἀναγκαίοις ἐπιφερόμενος λόγον ἐπιστομιεῖν τὸ πάθος, ὃς εἴρηται συμβολικῶς πάσσαλος. Legum_allegoriarum_libri_i_iii 160 Εὖ μέντοι καὶ τὸ προσθεῖναι· „πορεύσῃ ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ“ (Gen. 3, 14)· ἡ γὰρ ἡδονὴ οὐκ ἔστι τῶν ἠρεμούντων καὶ ἱσταμένων, ἀλλὰ τῶν κινουμένων καὶ ταραχῆς γεμόντων· ὥσπερ γὰρ ἡ φλὸξ ἐν κινήσει, οὕτως φλογμοῦ τινα τρόπον τὸ πάθος ἐν τῇ ψυχῇ κινούμενον ἠρεμεῖν αὐτὴν οὐκ ἐᾷ. διὸ καὶ τοῖς λέγουσι καταστηματικὴν εἶναι τὴν ἡδονὴν οὐ συμφέρεται· ἠρεμία γὰρ λίθῳ μὲν καὶ ξύλῳ καὶ 1 ἀκράτου ἀμέτρου scripsi: ἀκράτω ἀμέτρω codd. 3 ἔγωγ’ οὑν codd. 5. 6 ἀτιθάσσων codd. 7 αἱροῦντος] αἴροντος AP 10 διορύξεις Wendl. ὀρύξεις coni. Mang.): θωρήξη codd, 12 διαστελεῖς Mang.: διαστείλεις P, διαστείλης ceteri 13 ἔστι Β 15 ἔπαγε ABPH: ἄγαγε L 21 ἀναγκαίοις χρῆσθαι . . . coni. Markland 24 οὐκ ἔστι Mang.: οὐκέτι ABP, οὐκ ἔτι H 25 γὰρ om. L 26 οὕτω H τῆ ψυχὴ ABPH: τῇ om. L 17—18 D P fol. 97v DR D R ν D V p. 397 Anton. Mel. I 11 Col. 801 lo. p. 84 Boiss. Φίλωνος: τὰ μὴ—κόσμια. 24 sqq. cf. Usener Epicurea p. 281. 356. παντὶ ἀψύχῳ οἰκεῖον, ἀλλότριον δὲ ἡδονῇ· γαργαλισμοῦ γὰρ καὶ σπασμώδους ἐφίεται καὶ ἐπ’ ἐνίων οὐκ ἠρεμίας ἀλλὰ συντόνου καὶ σφοδρᾶς κινήσεώς ἐστι χρεία. Legum_allegoriarum_libri_i_iii 161 Τὸ δὲ "γῆν φάγεσαι πάσας τὰς ἡμέρας τῆς ζωῆς σου“ (Gen. 3, 14), τοῦτο προσφυῶς εἴρηται· τῆς γὰρ σώματος τροφῆς ἡδοναὶ γήιναι· καὶ μήποτ’ εἰκότως· δύο γάρ ἐστιν ἐξ ὧν συνέσταμεν, ψυχή τε καὶ σῶμα· τὸ μὲν οὖν σῶμα ἐκ γῆς δεδημιούργηται, ἡ δὲ ψυχὴ αἰθέρος ἐστίν, ἀπόσπασμα θεῖον· "ἐνεφύσησε γὰρ εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς ὁ θεός, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν“ (Gen. 2, 7). εὐλόγως οὖν τὸ μὲν ἐκ γῆς διαπλασθὲν σῶμα συγγενεῖς ἔχει τροφὰς ἃς ἀναδίδωσιν ἡ γῆ, ἡ δὲ αἰθερίου φύσεως μοῖρα οὖσα ψυχὴ πάλιν αἰθερίους καὶ θείας· ἐπιστήμαις γὰρ τρέφεται καὶ οὐ σιτίοις Legum_allegoriarum_libri_i_iii 162 ἢ ποτοῖς, ὧν ἐπιδεές ἐστι τὸ σῶμα. ὅτι δὲ οὐ γήινοι ἀλλ’ οὐράνιοι αἱ ψυχῆς τροφαί, μαρτυρήσει διὰ πλειόνων ὁ ἱερὸς λόγος· „ἰδοὺ ἐγὼ ὕω ὑμῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συνάξουσι τὸ τῆς ἡμέρας εἰς ἡμέραν, ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ“ (Exod. 16, 4). ὁρᾷς ὅτι οὐ γηίνοις καὶ φθαρτοῖς τρέφεται ἡ ψυχή, ἀλλ’ οἷς ἂν ὁ θεὸς ὀμβρήσῃ λόγοις ἐκ τῆς μεταρσίου καὶ καθαρᾶς φύσεως, ἣν οὐρανὸν κέκληκεν· Legum_allegoriarum_libri_i_iii 163 ἐξίτω μέντοι ὁ λεὼς καὶ πᾶν τὸ τῆς ψυχῆς σύστημα καὶ συναγαγέτω καὶ ἀρχέσθω τῆς ἐπιστήμης, μὴ ἀθρόως ἀλλὰ „τὸ τῆς ἡμέρας εἰς ἡμέραν“· πρῶτον μὲν γὰρ ἀθρόον οὐ χωρήσει τὸν πολὺν πλοῦτον τῶν τοῦ θεοῦ χαρίτων, ἀλλὰ τῇ φορᾷ χειμάρρου τρόπον ἐπικλυσθήσεται· ἔπειτ’ ἐστὶν ἄμεινον τὰ αὐτάρκη λαβόντας ἀγαθὰ καὶ μεμετρημένα τῶν λοιπῶν ταμίαν οἰηθῆναι τὸν θεόν. Legum_allegoriarum_libri_i_iii 164 ὁ δὲ πάντα μετιὼν ἀθρόα δυσελπιστίαν καὶ ἀπιστίαν 1 ἡδονή PH 2 καὶ ἐπεντρωμάτων οἷς οὐκ coni. Diels 3 κινήσεως scripsi (idem coni. Wendl.): αἰκίσεως codd.; ἀεὶ κνήσεως coni. Creuzer, ἀσκήσεως Gelenius et Bernays 4 γῆς L 6 γήινοι P γάρ add. Wendl. 8 ἀπόσπασμα Mang. „ex Ms. “: ἀπόπλασμα codd. 9 ζῶσαν] ζωῆς codd. 14 αἱ corr. καὶ codd. 15 ἐκ om. codd. 16 ὅπως] ὅταν codd. 17 ἢ οὐ. ὁρᾷς Mang.: ἢ οὐχ ὁρᾶς codd. οὐ om. Η 19 μεταρσίας codd., corr. 22 οὐ χωρήσει scripsi: οὐκ ὠνήσει codd., οὐ κενώσει v (Turn.) 23. 24 ἔστιν ἄμεινον τὰ D: ἄμεινον τὰ om. codd. 24 λαβόντα P 25 τὸν θεόν D: τὸν om. codd. μετιὼν D: μετρῶν codd. ἀθρόα D: ἀθρόον codd. καὶ ἀπιστίαν scripsi: καὶ ἀνελπιστίαν D, om. codd. 23 — 25 DR fol. 220r Φίλωνος ἐκ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἐστιν ἄμεινον—τὸν θεόν. 25—149,5 D R fol. 46r τοῦ αὐτοῦ (scil. Φίλωνος) ἐκ τοῦ γ΄ τῆς ἀπὸ τῶν ἱερῶν πάντα μετιὼν—ἄκοντος θεοῦ. μετὰ πολλῆς ἀνοίας κτᾶται· δύσελπις μὲν γίνεται , εἰ νῦν μόνον ἀλλὰ μὴ καὶ αὖθις ἐλπίζει τὸν θεὸν ὀμβρήσειν αὐτῷ ἀγαθά, ἄπιστος δέ, εἰ μὴ πεπίστευκε καὶ νῦν καὶ ἀεὶ τὰς τοῦ θεοῦ χάριτας ἀφθόνως τοῖς ἀξίοις προσνέμεσθαι, ἄνους δέ, εἰ οἴεται τῶν συναχθέντων ἱκανὸς ἔσεσθαι φύλαξ ἄκοντος θεοῦ· μικρὰ γὰρ ῥοπὴ τὸν ἀσφάλειαν καὶ βεβαιότητα περιάπτοντα νοῦν ὑπὸ μεγαλαυχίας ἑαυτῷ ἄκυρον καὶ ἀβέβαιον ὧν ἐδόκει φύλαξ εἶναι πάντων ἐποίησε. Legum_allegoriarum_libri_i_iii 165 σύναγε οὖν, ὦ ψυχή, τὰ αὐτάρκη καὶ καθήκοντα καὶ μήτε πλείω τῶν ἱκανῶν ὡς ὑπερβάλλειν μήτε ἐλάττω πάλιν ὡς ἐνδεῖν, ἵνα μέτροις δικαίοις χρωμένη μὴ ἀδικῇς. καὶ γὰρ διάβασίν γε μελετῶσαν ἀπὸ τῶν παθῶν καὶ τὸ Πάσχα θύουσαν δεῖ τὴν προκοπήν, τὸ πρόβατον, λαμβάνειν μὴ ἀμέτρως· „ἕκαστος“ γάρ φησι „τὸ ἀρκοῦν αὐτῷ συναριθμηθήσεται εἰς πρόβατον“ (Exod. 12, 4). Legum_allegoriarum_libri_i_iii 166 καὶ ἐπὶ τοῦ μάννα οὖν καὶ ἐπὶ πάσης δωρεᾶς, ἣν ὁ θεὸς δωρεῖται τῷ γένει ἡμῶν, καλὸν τὸ ἐνάριθμον καὶ μεμετρημένον καὶ μὴ τὸ ὑπὲρ ἡμᾶς λαμβάνειν· πλεονεξίας γὰρ τοῦτό γε. τὸ τῆς ἡμέρας οὖν εἰς ἡμέραν συναγαγέτω ἡ ψυχή (Exod. 16, 4), ἵνα μὴ ἑαυτὴν φύλακα τῶν ἀγαθῶν ἀλλὰ τὸν φιλόδωρον θεὸν ἀποφήνῃ. Legum_allegoriarum_libri_i_iii 167 καὶ διὰ τοῦτό μοι δοκεῖ τὸ προκείμενον λέγεσθαι· σύμβολον φωτός ἐστιν ἡ ἡμέρα, φῶς δὲ ψυχῆς ἐστι παιδεία. πολλοὶ οὖν τὰ ἐν ψυχῇ φῶτα ἐκτήσαντο εἰς νύκτα καὶ σκότος, ἀλλ’ οὐκ εἰς ἡμέραν καὶ φῶς, οἷον τὰ προπαιδεύματα πάντα καὶ τὰ ἐγκύκλια λεγόμενα καὶ φιλοσοφίαν αὐτὴν τρυφῆς ἕνεκεν ἢ ἀρχῆς τῆς πρὸς τοὺς ἡγεμόνας. ὁ δέ γε ἀστεῖος τὴν ἡμέραν ἕνεκα ἡμέρας καὶ τὸ φῶς ἕνεκα φωτὸς καὶ τὸ καλὸν ἕνεκα τοῦ καλοῦ κτᾶται μόνου, οὐχ ἕνεκα ἄλλου τινός. διὸ καὶ ἐπιφέρει· „ὅπως πειράσω αὐτούς, εἰ πορεύσονται τῷ νόμῳ μου ἢ οὔ“ (Exod. 16,4)· νόμος γὰρ θεῖος οὗτος, τὴν ἀρετὴν δι’ ἑαυτὴν 1 ἀνοίας D: ἀνίας codd. δύσελπις] δυσελπιστίαν D μὲν γίνεται scripsi: μὲν D, γὰρ (om. μὲν) codd. 2 μὴ καὶ D: καὶ μὴ codd. ἐλπίζει] νομίσει D τὸν θεὸν post ἀγαθά transp. D ὀμβρίσειν D ἄπιστος] ἀπιστίαν D 4 εἰ om. P 5. 6 ἀσφάλειαν καὶ βεβαιότητα Mang.: ἀσφαλῆ καὶ βεβαιότατον codd. 12 συναριθμήσεται Mang. (LXX) εἰς] τὸ codd. 13 ἣν] ἧς D 14 ἐναρίθμιον Mang. 15 πλεονεξίας D: πλεονεξία codd. γὰρ add. D: om. codd. οὑν] γοῦν D 16 συναγέτω D ἑαυτῇ D 17 ἀποφαίνῃ D 22 ἕνεκεν codd.: ἕνεκα Mang. ἀρχῆς] ἀρεσκείας coni. Mang.; fort. ἢ ἀρχῆς ἢ ἀρεσκείας 23 ἕνεκεν φωτὸς AP 24 οὐχ εἵνεκα codd. 26 οὗτος θεῖος D 13— 17 DR fol. 220r τοῦ αὐτοῦ (scil. Φίλωνος): ἐπὶ πάσης—ἀποφαίνῃ. 26 DR fol. 148r Φίλωνος. νόμος οὗτος—τιμᾶν. τιμᾶν. τοὺς οὖν ἀσκητὰς ὥσπερ νόμισμα δοκιμάζει ὁ ὀρθὸς λόγος, Legum_allegoriarum_libri_i_iii 168 πότερα κεκηλίδωνται ἐπί τι τῶν ἐκτὸς ἀναφέροντες τὸ τῆς ψυχῆς ἀγαθὸν ἢ ὡς δόκιμον διαστέλλουσιν ἐν διανοίᾳ μόνῃ τοῦτο διαφυλάττοντες. τούτοις συμβέβηκε μὴ τοῖς γηίνοις ἀλλὰ ταῖς ἐπουρανίοις ἐπιστήμαις τρέφεσθαι. Legum_allegoriarum_libri_i_iii 169 δηλοῖ δὲ καὶ δι’ ἑτέρων, ὅταν φῇ· "τὸ πρωὶ ἐγένετο καταπαυομένης τῆς δρόσου κύκλῳ τῆς παρεμβολῆς, καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήμου λεπτὸν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς. ἰδόντες δὲ αὐτὸ εἶπον ἕτερος τῷ ἑτέρῳ Τί ἐστι τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπε δὲ αὐτοῖς Μωυσῆς Οὗτος ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν κύριος τοῦ φαγεῖν. τοῦτο τὸ ῥῆμα ὃ συνέταξε κύριος“ (Exod. 16, 13 ss.). ὁρᾷς τῆς ψυχῆς τροφὴν οἵα ἐστί· λόγος θεοῦ συνεχής, ἐοικὼς δρόσῳ, κύκλῳ πᾶσαν περιειληφὼς καὶ μηδὲν μέρος ἀμέτοχον αὑτοῦ ἐῶν. Legum_allegoriarum_libri_i_iii 170 φαίνεται δ’ οὐ πανταχοῦ ὁ λόγος οὗτος, ἀλλ’ ἐπ’ ἐρήμου παθῶν καὶ κακιῶν, καὶ ἔστι λεπτὸς νοῆσαί τε καὶ νοηθῆναι καὶ σφόδρα διαυγὴς καὶ καθαρὸς ὁραθῆναι, καὶ ἔστιν ὡσεὶ κόριον. φασὶ δὲ οἱ γεωπόνοι τὸ σπέρμα τοῦ κορίου διαιρεθὲν εἰς ἄπειρα καὶ τμηθὲν καθ’ ἕκαστον τῶν μερῶν καὶ τμημάτων σπαρὲν βλαστάνειν οὕτως, ὡς καὶ τὸ ὅλον ἠδύνατο· τοιοῦτος καὶ ὁ θεοῦ λόγος, καὶ δι’ ὅλων ὠφελητικὸς καὶ διὰ παντὸς μέρους καὶ τοῦ τυχόντος. Legum_allegoriarum_libri_i_iii 171 μήποτε δὲ ὁμοιοῦται καὶ τῇ κατὰ τὸν ὀφθαλμὸν κόρῃ· ὡς γὰρ αὕτη βραχύτατον οὖσα μέρος τὰς τῶν ὄντων ὁρᾷ ζώνας ὅλας καὶ θάλατταν ἄπειρον καὶ ἀέρος μέγεθος καὶ τοῦ παντὸς οὐρανοῦ ὅσον ἀνατέλλων καὶ δυόμενος ὁ ἥλιος ὁρίζει, οὕτως καὶ ὁ θεοῦ λόγος ὀξυδερκέστατός ἐστιν, ὡς πάντα ἐφορᾶν εἶναι ἱκανός, 2 κεκιβδήλευνται coni. Mang. 3 τοῦτο διαφυλάττοντες AP: διαφυλάττοντες τοῦτο ΒΗ 4 ἐπουρανίοις scripsi: ἐπουρανίαις codd. 5 φῆ scripsi: φησί codd. 7 λεπτὸν om. codd., add. Beuzelius λευκὴν codd., corr. Turn. 9 Μώσης codd. 11 οἷα BH 12 αὐτοῦ codd. 15 γεωπόνοι scripsi: γεηπόνοι codd. 19 μήποτε] μηδέποτε Η 22 οὕτω Η 23 θεοῦ] θεῖος L ὀξυδορκέστατος P 14 sqq. Orig. Sel. in Deuter. (t. X p. 373 Lomm.) . . . διὰ τοῦτο δὲ τὸ μάννα „λεπτὸν ἦν ὡσεὶ κόριον, λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς“, ἐπειδήπερ ὁ λόγος, οὗ σύμβολον ἢν τὸ μάννα ἐκεῖνο, λεπτόν ἐστι τῇ αὑτοῦ φύσει καὶ διῆκον διὰ πάντων πνευμάτων νοερῶν, καθαρῶν, λεπτοτάτων . . . ἦν δὲ καὶ ὡσεὶ κόριον πρὸς τὸ εἶναι λευκόν· φασὶ δὲ τὴν τοῦ κορίου φύσιν ὅλην δι’ ὅλων λόγον ἔχειν σπέρματος, ὡς μηδὲ ἐν τῷ κατακόπτεσθαι τὸ τοῦ κορίου σπέρμα ἐξαφανίζεσθαι αὐτοῦ τὴν δύναμιν, ὡς οὐκέτι δυναμένην σπείρεσθαι. τοιοῦτος δὲ δι’ ὅλου ὁ λόγος· καὶ πᾶν μόριον αὐτοῦ γεωργεῖσθαι πέφυκεν ἐν καλῇ καὶ ἀγαθῇ, τουτέστι ψυχῆς ψυχῇ?). ἔστι δὲ τό μάννα λευκόν· φῶς γὰρ ὁ λόγος καὶ λαμπρὸν καὶ κατὰ τοῦτο λευκὸν τῷ αὐτὸν συνιέντι καὶ τρεφομένῳ ὑπ’ αὐτοῦ. * * * ᾧ τὰ θέας ἄξια κατόψονται· παρὸ καὶ λευκόν ἐστι· τί γὰρ ἂν εἴη λαμπρότερον ἢ τηλαυγέστερον θείου λόγου, οὗ κατὰ μετουσίαν καὶ τὰ ἄλλα τὴν ἀχλὺν καὶ τὸν ζόφον ἀπελαύνει φωτὸς κοινωνῆσαι ψυχικοῦ γλιχόμενα. Legum_allegoriarum_libri_i_iii 172 ἴδιον δὲ περὶ τοῦτον τὸν λόγον συμβαίνει πάθος. ὅταν γὰρ καλέσῃ πρὸς ἑαυτὸν τὴν ψυχήν, πῆξιν ἀνεγείρει τῷ γεώδει καὶ σωματικῷ καὶ αἰσθητικῷ παντί· διὸ λέγεται τὸ "ὡσεὶ πάγος ἐπὶ τῆς γῆς“ (Exod. 16, 14)· καὶ γὰρ ἡνίκα ὁ τὸν θεὸν ὁρῶν φυγὴν τὴν ἀπὸ τῶν παθῶν μελετᾷ, πήγνυται τὰ κύματα, τουτέστιν ἡ φορὰ καὶ αὔξησις καὶ τὸ μεγάλαυχον αὐτῶν· "ἐπάγη γὰρ τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης“ (Exod. 15, 8), ἵνα διαβῇ τὸ πάθος ὁ βλέπων τὸν ὄντα. Legum_allegoriarum_libri_i_iii 173 πυνθάνονται οὖν ἀλλήλων αἱ ψυχαὶ αἱ πεπονθυῖαι μὲν ἤδη τὸν λόγον, οὐκ ἔχουσαι δ’ εἰπεῖν τὸ „τί ἐστι“ (Exod. 16, 15)· καὶ γὰρ γλυκανθέντες πολλάκις τὸν κεκινηκότα χυμὸν ἀγνοοῦμεν καὶ ἡδέων ἀτμῶν ὀσφραινόμενοι τίνες εἰσὶν οὐκ ἴσμεν· οὕτως οὖν ἡ ψυχὴ γανωθεῖσα πολλάκις εἰπεῖν οὐκ ἔχει, τί τὸ γανῶσαν αὐτήν ἐστι· διδάσκεται δὲ ὑπὸ τοῦ ἱεροφάντου καὶ προφήτου Μωυσέως, ὃς ἐρεῖ· „οὗτός ἐστιν ὁ ἄρτος“ (ibid.), ἡ τροφή, ἣν δέδωκεν ὁ θεὸς τῇ ψυχῇ, προσενέγκασθαι τὸ ἑαυτοῦ ῥῆμα καὶ τὸν ἑαυτοῦ λόγον· οὗτος γὰρ ὁ ἄρτος, ὃν δέδωκεν ἡμῖν φαγεῖν, „τοῦτο τὸ ῥῆμα“. Legum_allegoriarum_libri_i_iii 174 λέγει δὲ καὶ ἐν Δευτερονομίῳ· "καὶ ἐκάκωσέ σε καὶ ἐλιμαγχόνησέ σε, καὶ ἐψώμισέ σε τὸ μάννα, ὃ οὐκ ᾔδεισαν οἱ πατέρες σου, ἵνα ἀναγγείλῃ σοι, ὅτι οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ" (Deut. 8, 3). ἡ κάκωσις αὕτη ἱλασμός ἐστι· καὶ γὰρ τῇ δεκάτῃ κακῶν ἡμῶν τὰς ψυχὰς ἱλάσκεται (Lev. 16, 30)· ὅταν γὰρ τὰ ἡδέα περισυλᾶται, δοκοῦμεν κακοῦσθαι, τὸ δ’ ἐστὶ πρὸς ἀλήθειαν ἵλεων τὸν θεὸν ἔχειν. Legum_allegoriarum_libri_i_iii 175 περιποιεῖ δ’ ἡμῖν καὶ λιμόν, οὐκ ἀρετῆς, ἀλλὰ τὸν ἐκ πάθους καὶ κακίας συνιστάμενον· τεκμήριον δέ, διατρέφει γὰρ ἡμᾶς τῷ γενικωτάτῳ αὑτοῦ λόγῳ· τὸ γὰρ μάννα ἑρμηνεύεται „τί“, τοῦτό ἐστι τὸ γενικώτατον τῶν ὄντων· καὶ ὁ λόγος δὲ τοῦ θεοῦ ὑπεράνω παντός ἐστι τοῦ κόσμου καὶ πρεσβύτατος καὶ γενικώτατος τῶν ὅσα γέγονε. τοῦτον τὸν λόγον οὐκ ᾔδεισαν οἱ πατέρες, οὐχ οἱ πρὸς ἀλήθειαν, ἀλλ’ οἱ χρόνῳ πολιοὶ οἱ λέγοντες· "δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς“ 1 ante ᾦ lacunam indicavi 8 πήγνυται codd: πήγνυνται Mang. 16 Μώσεως codd. 17 δέδωκεν codd.: ἔδωκεν v 20 ἐλιμαγχώγνησε Η 21 ἀναγγείλῃ Mang.: ἀναγγείλωσι codd. 22 ἐπὶ] ἐν L τῶ addidi, cf. § 176 25 τὸ δ’ ἐστὶ scripsi: τόδ’ ἔστι codd. ἱέω codd. 28 αὑτοῦ codd. τὸ πάθος "Αἴγυπτον" (Num. 14, 4). Legum_allegoriarum_libri_i_iii 176 ἀναγγελλέτω οὖν ὁ θεὸς τῇ ψυχῇ, ὅτι "οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ὁ ἄνθρωπος“ [κατ’ εἰκόνα], „ἀλλ’ ἐπὶ παντὶ ῥήματι τῷ ἐκπορευομένῳ διὰ στόματος θεοῦ“, τουτέστι καὶ διὰ παντὸς τοῦ λόγου τραφήσεται καὶ διὰ μέρους αὐτοῦ· τὸ μὲν γὰρ στόμα σύμβολον τοῦ λόγου, τὸ δὲ ῥῆμα μέρος αὐτοῦ. τρέφεται δὲ τῶν μὲν τελειοτέρων ἡ ψυχὴ ὅλῳ τῷ λόγῳ· ἀγαπήσαιμεν δ’ ἂν ἡμεῖς, Legum_allegoriarum_libri_i_iii 177 εἰ καὶ μέρει τραφείημεν αὐτοῦ. ἀλλ’ οὗτοι μὲν εὔχονται θεοῦ λόγῳ τραφῆναι. ὁ δὲ Ἰακὼβ καὶ τὸν λόγον ὑπερκύψας ὑπ’ αὐτοῦ φησι τρέφεσθαι τοῦ θεοῦ, λέγει δ’ οὕτως· „ὁ θεός, ᾧ εὐηρέστησαν οἱ πατέρες μου Ἀβραὰμ καὶ Ἰσαάκ, ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα“ (Gen. 48, 15. 16). ὡραῖος οὗτος ὁ τρόπος· τροφέα τὸν θεόν, οὐχὶ λόγον, ἡγεῖται, τὸν δὲ ἄγγελον, ὅς ἐστι λόγος, ὥσπερ ἰατρὸν κακῶν· φυσικώτατα· ἀρέσκει γὰρ αὐτῷ τὰ μὲν προηγούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν ὄντα διδόναι, τὰ δεύτερα δὲ τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστὶν ὅσα περιέχει κακῶν ἀπαλλαγήν. Legum_allegoriarum_libri_i_iii 178 διὰ τοῦτ’ οἶμαι καὶ ὑγείαν μὲν τὴν ἁπλῆν, ἧς οὐ προηγεῖται νόσος ἐν τοῖς σώμασιν, ὁ θεὸς χαρίζεται δι’ ἑαυτοῦ μόνου, τὴν δὲ γινομένην κατὰ νόσου φυγὴν καὶ διὰ τέχνης καὶ διὰ ἰατρικῆς, ἐπιγράφων καὶ ἐπιστήμῃ καὶ τεχνίτῃ τὸ δοκεῖν ἰᾶσθαι, πρὸς ἀλήθειαν αὐτὸς καὶ διὰ τούτων καὶ ἄνευ τούτων ἰώμενος. τοῦτον δὴ τὸν τρόπον καὶ ἐπὶ ψυχῆς ἔχει· τὰ μὲν ἀγαθά, τὰς τροφάς, αὐτὸς χαρίζεται δι’ ἑαυτοῦ, διὰ δὲ ἀγγέλων καὶ λόγων ὅσα ἀπαλλαγὴν περιέχει κακῶν. Legum_allegoriarum_libri_i_iii 179 ταῦτα δ’ ηὔξατο αἰτιώμενος τὸν πολιτικὸν Ἰωσήφ, ὃς ἐτόλμησεν εἰπεῖν ὅτι "ἐκθρέψω σε ἐκεῖ“· „σπεύσαντες“ γάρ φησιν „ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ Τάδε λέγει“ καὶ τὰ ἑξῆς, εἶτα „κατάβηθι πρὸς μὲ καὶ μὴ μείνῃς", ἐπὶ πᾶσι "καὶ ἐκθρέψω σε ἐκεῖ, ἔτη γὰρ πέντε λιμός“ (Gen. 45, 9. 11). ἐπιμεμφόμενος οὖν ἅμα καὶ διδάσκων τὸν δοκησίσοφον λέγει· ὦ οὗτος, ἴσθι τὰς ψυχῆς τροφὰς ἐπιστήμας ὑπαρχούσας, ἃς οὐχ ὁ αἰσθητὸς λόγος ἀλλ’ ὁ θεὸς δωρεῖται, ὁ τρέφων ἐκ νεότητος καὶ πρώτης ἀκμῆς με μέχρι τελείου φωτὸς (cf. Gen. 48, 15) αὐτὸς ἐμπλήσει. Legum_allegoriarum_libri_i_iii 180 ἔπαθεν οὖν ταὐτὸν ὁ Ἰωσὴφ τῇ μητρὶ αὐτοῦ Ῥαχήλ· καὶ γὰρ αὕτη ἐνόμισε δύνασθαί τι τὸ γενητόν, 1 Αἴγυπτον Mang.: Αἰγύπτου codd. ἀναγγελέτω ΑΒ 2 κατ’ εἰκόνα seclusi 7 μέρος P 11. 12 εὐλογίσαι H 10 νόσον P 19. 20 ἐπιγράφων . . . δοκεῖν Mang.: ἐπιγράφω . . . τῶ δοκεῖν codd. 30 αἰσθητὸς] ἄγγελος coni. Mang. 31 με addidi 33 αὕτη Wendl.: αὐτὴ codd. γεννητόν codd. διὸ λέγει· „δός μοι τέκνα“ (Gen. 30, 1)· ἀλλ’ ὅ γε πτερνιστὴς αὐτὴν μωμησάμενος ἐρεῖ· πλάνον πεπλάνησαι πολύν, οὐ γὰρ ἀντὶ θεοῦ ἐγώ εἰμι τοῦ μόνου δυναμένου τὰς ψυχῶν μήτρας ἀνοιγνύναι καὶ σπείρειν ἐν αὐταῖς ἀρετὰς καὶ ποιεῖν ἐγκύμονας καὶ τικτούσας τὰ καλά· κατάμαθέ γέ τοι τὴν ἀδελφήν σου Λείαν καὶ εὑρήσεις ἐξ οὐδενὸς γενητοῦ λαμβάνουσαν τὴν σπορὰν καὶ τὴν γονήν, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ θεοῦ· „ἰδὼν γὰρ κύριος, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα“ (Gen. 29, 31). Legum_allegoriarum_libri_i_iii 181 ἀλλ’ ὅρα πάλιν τὴν ἐν τούτῳ λεπτουργίαν· τῆς ἀρετῆς ὁ θεὸς τὰς μήτρας ἀνοίγει, σπείρων ἐν αὐταῖς τὰς καλὰς πράξεις, ἡ δὲ μήτρα, παραδεξαμένη τὴν ἀρετὴν ὑπὸ θεοῦ, οὐ τίκτει τῷ θεῷ — χρεῖος γὰρ οὐδενός ἐστιν ὁ ὤν —, ἀλλ’ ἐμοὶ τῷ Ἰακὼβ υἱούς· ἐμοῦ γὰρ ἕνεκα ἔσπειρεν ὁ θεὸς ἐν τῇ ἀρετῇ τάχα, οὐχ ἑαυτοῦ. οὐκοῦν ἄλλος μὲν ἀνὴρ τῆς Λείας ὁ ἡσυχαζόμενος εὑρίσκεται, ἄλλος δὲ πατὴρ τῶν ἐκ Λείας τέκνων· ἀνὴρ μὲν γὰρ ὁ τὴν μήτραν ἀνοίγων, πατὴρ δὲ τῶν τέκνων, ᾧ ταῦτα τίκτειν λέγεται. Legum_allegoriarum_libri_i_iii 182 „Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός“ (Gen. 3, 15). ὄντως ἐστὶν ἡδονὴ ἐχθρὸν αἰσθήσει, καίτοι δοκοῦν ἐνίοις μάλιστα εἶναι φίλον· ἀλλ’ ὥσπερ τὸν κόλακα οὐκ ἄν τις ἑταῖρον εἴποι — νόσος γὰρ φιλίας ἡ κολακεία — οὐδὲ τὴν ἑταίραν εὔνουν ἐραστῇ — τοῖς γὰρ διδομένοις, οὐκ αὐτῷ, προσπέπονθεν —, οὕτω καὶ τὴν ἡδονὴν ἐξετάζων εὑρήσεις νόθον οἰκειότητα ὑποδυομένην πρὸς αἴσθησιν. Legum_allegoriarum_libri_i_iii 183 ὅταν γέ τοι κορεσθῶμεν ἡδονῆς, ἐκπίπτει τῶν τόνων ἡμῶν τὰ αἰσθητήρια· ἢ τοὺς οἴνῳ ἢ ἔρωτι μεθύοντας οὐ καταμανθάνεις, ὅτι ὁρῶντες οὐχ ὁρῶσι καὶ ἀκούοντες οὐκ ἀκούουσι καὶ τῶν ἄλλων αἰσθήσεων ἀφῄρηνται τὰς ἀκριβεῖς ἐνεργείας; ἔστι δ’ ὅτε καὶ διὰ πλῆθος ἄμετρον τροφῆς ἅπαντες οἱ τόνοι τῶν αἰσθήσεων ὑφείθησαν 1. 2 αὐτὴν μωμησάμενος scripsi αὐτὴν μεμψάμενος coni. Wendl.): ἑαυτὸν μιμησάμενος codd. 3 τὰς ψυχῶν μήτρας Mang.: τὰ ψυχῶν μέτρα codd. 5 γεννητοῦ codd. 6 τοῦ om. ABH 8. 9 λεπτουργίαν· τῆς ἀρετῆς sic distinxit Markland: λεπτουργίαν τῆς ἀρετῆς. v 10 ἀρετὴν] σπορὰν coni. Mang. 12 υἱούς corr. Turn.: υἱός codd. 24 οἴνῳ ἢ ἔρωτι Markland: οἴνων ἔρωτι codd. 24. 25 καταμανθάνεις codd.: καταλαμβάνεις Mang. 19—20 D K fol. 191r Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας) D P fol. 20r D fol. 275r D V p. 715 Mel. Barocc. fol. 173r Φίλωνος: οὐκ ἄν εἴποι τις ἕτερον ἑταῖρον D R) τὸν κόλακα· νόσος γὰρ φιλίας ἡ κολακεία. ὕπνου καταλαμβάνοντος, ὃς καὶ τοὔνομα ἔσχεν ἀπὸ τῆς ὑφέσεως αὐτῶν· χαλᾶται γὰρ τότε τὸ αἰσθητικὸν ὄργανον, ὥσπερ ἐν ταῖς ἐγρηγόρσεσιν ἐπιτείνεται, μηκέτι κωφὰς τὰς ἀπὸ τοῦ ἐκτὸς πλήξεις δεχόμενον ἀλλὰ γεγωνυίας καὶ ἐναργεῖς τήν τε ἠχὴν ἄχρι τοῦ νοῦ διαδιδούσας· δεῖ γὰρ αὐτὸν πληχθέντα γνωρίσαι τὸ ἐκτὸς καὶ λαβεῖν αὐτοῦ τύπον ἐναργῆ. Legum_allegoriarum_libri_i_iii 184 τήρει δ’ ὅτι οὐκ εἶπεν "ἔχθραν θήσω σοὶ καὶ τῇ γυναικί“, ἀλλὰ „ἀνὰ μέσον σοῦ καὶ τῆς γυναικός“. διὰ τί δέ; ὅτι περὶ τὸ μέσον καὶ ὡς ἂν ἐν μεθορίῳ κείμενον ἡδονῆς καὶ αἰσθήσεως γίνεται τούτων ὁ πόλεμος. τὸ δὲ μέσον ἀμφοῖν ἐστι τὸ πότιμον, τὸ ἐδώδιμον, τὸ εὐτρεπὲς πρὸς τὰ τοιαῦτα πάντα, ὧν ἕκαστον αἰσθητόν τέ ἐστι καὶ ποιητικὸν ἡδονῆς. ὅταν οὖν ἀπλήστως ἐμφορηθῇ τούτων ἡ ἡδονή, βλάβην εὐθὺς εἰργάσατο αἰσθήσει. Legum_allegoriarum_libri_i_iii 185 τὸ δ’ "ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ τοῦ σπέρματος αὐτῆς" εἴρηται πάλιν φυσικῶς· σπέρμα γὰρ πᾶν ἐστι γενέσεως ἀρχή· ἀρχὴ δὲ ἡδονῆς μὲν [οὐ] τὸ πάθος, [ἀλλ’] ἄλογος ὁρμή, αἰσθήσεως δὲ ὁ νοῦς· ἀπὸ γὰρ τούτου καθάπερ τινὸς πηγῆς αἱ αἰσθητικαὶ τείνονται δυνάμεις, μάλιστα κατὰ τὸν ἱερώτατον Μωυσῆν, ὃς ἐκ τοῦ Ἀδὰμ πεπλάσθαι φησὶ τὴν γυναῖκα, τὴν αἴσθησιν ἐκ τοῦ νοῦ. ὅπερ οὖν ἡδονὴ πρὸς αἴσθησιν, τοῦτο πάθος πρὸς νοῦν, ὥστ’ Legum_allegoriarum_libri_i_iii 186 ἐπειδὴ ἐκεῖνα ἐχθρά, καὶ ταῦτ’ ἂν εἴη πολέμια. καὶ περιφανής ἐστιν ὁ τῶνδε πόλεμος· κατὰ γοῦν τὰς ἐπικρατείας τοῦ νοῦ, ὅτε τοῖς νοητοῖς καὶ ἀσωμάτοις παραβάλλει, φυγαδεύεται τὸ πάθος· καὶ ἔμπαλιν ὅταν τοῦτο νικήσῃ νίκην κακήν, εἴκει ὁ νοῦς κωλυόμενος προσέχειν ἑαυτῷ καὶ τοῖς ἑαυτοῦ πᾶσιν ἔργοις. φησὶ γοῦν ἐν ἑτέροις, ὅτι "ὅταν μὲν ἐπῆρε τὰς χεῖρας Μωυσῆς, κατίσχυεν Ἰσραήλ, ὅταν δὲ καθῆκε, κατίσχυεν Ἀμαλήκ" (Exod. 17, 11), τοῦτο παριστὰς ὅτι, ὁ νοῦς ἐπειδὰν μὲν ἐξάρῃ αὑτὸν ἀπὸ τῶν θνητῶν καὶ μετεωρισθῇ, ῥώννυται τὸ ὁρῶν τὸν θεόν, ὅπερ ἐστὶν Ἰσραήλ, ἐπειδὰν δὲ καθῇ τοὺς ἰδίους τόνους καὶ ἐξασθενήσῃ, αὐτίκα τὸ πάθος ἰσχύσει, ὁ Ἀμαλήκ, ὃς ἑρμηνεύεται λαὸς ἐκλείχων· ὄντως γὰρ διεσθίει τὴν ὅλην ψυχὴν καὶ ἐκλιχμᾶται, μηδὲν ἐν αὐτῇ σπέρμα ἢ ζώπυρον ἀρετῆς ὑπολείπων. Legum_allegoriarum_libri_i_iii 187 παρὸ καὶ λέγεται "ἀρχὴ ἐθνῶν Ἀμαλήκ" (Num. 24, 20), ὅτι τῶν μιγάδων καὶ 1 ἀπὸ] ὑπὸ Η ἐφέσεως Η 3 τὰς] καὶ L 4 γεγονυίας ΡΗ 9 ἐστιν Η 10 εὐπρεπὲς codd., corr. Turn. 11 ἐμφορηθῇ scripsi: ἐμφορηθήσεται codd. 12 εἰργάσατο codd.: εἰργάζετο Mang. 14 οὐ et ἀλλ’ scclusit Wendl. 15 δὲ ὁ νοῦς Wendl.: διὰ νοῦ codd. 16 Μωσῆν codd. 17 ἐκ alterum om. L 21 προσβάλλει coni. Mang. 25 παριστὰς scripsi: παριστῶν codd. 26 τὸ ὁρῶν Mang.: τῶ ὁρᾶν codd. 20 ἐκλικμᾶται codd., corr. Turn. συγκλύδων καὶ πεφυρμένων ἀβουλεὶ τὸ πάθος ἄρχει καὶ κυριεύει. διὰ τούτου πᾶς ὁ ψυχῆς ἀναρριπίζεται πόλεμος· αἷς γοῦν χαρίζεται διανοίαις ὁ θεὸς εἰρήνην, ταύταις ὁμολογεῖ ἀπαλείψειν "τὸ μνημόσυνον Ἀμαλὴκ ἐκ τῆς ὑπ’ οὐρανόν“ (Exod. 17, 14). Legum_allegoriarum_libri_i_iii 188 Τὸ δὲ "αὐτός σου τηρήσει κεφαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν“ (Gen. 3, 15) τῇ μὲν φωνῇ βαρβαρισμός ἐστι, τῷ δὲ σημαινομένῳ κατόρθωμα· τῷ γὰρ ὄφει λέγεται περὶ τῆς γυναικός, ἡ δὲ γυνὴ „αὐτὸς“ οὐκ ἔστιν, ἀλλ’ „αὐτή“. τί οὖν λεκτέον; ἀπὸ τοῦ περὶ τῆς γυναικὸς λόγου μετελήλυθεν ἐπὶ τὸ σπέρμα καὶ τὴν ἀρχὴν αὐτῆς· ἀρχὴ δὲ ἦν αἰσθήσεως ὁ νοῦς· οὗτος δὲ ἄρρην, ἐφ’ οὗ χρὴ λέγειν αὐτὸς καὶ αὐτοῦ καὶ τὰ τοιαῦτα. ὀρθῶς οὖν τῇ ἡδονῇ λέγεται, ὅτι ὁ νοῦς σου τηρήσει τὸ κεφάλαιον καὶ ἡγεμονικὸν δόγμα, καὶ σὺ τηρήσεις αὐτοῦ, τοῦ νοῦ, τὰς ἐπιβάσεις καὶ ἐφιδρύσεις τῶν ἀρεσκόντων, αἷς αἱ πτέρναι κατὰ λόγον εἰκάσθησαν. Legum_allegoriarum_libri_i_iii 189 τὸ δὲ „τηρήσει“ δύο δηλοῖ· ἓν μὲν τὸ οἷον διαφυλάξει καὶ διασώσει, ἕτερον δὲ τὸ ἴσον τῷ ἐπιτηρήσει πρὸς ἀναίρεσιν. ἀνάγκη δὲ τὸν νοῦν ἢ φαῦλον ἢ σπουδαῖον εἶναι· ὁ μὲν οὖν ἄφρων φύλαξ καὶ ταμίας ἂν γένοιτο τῆς ἡδονῆς, χαίρει γὰρ αὐτῇ, ὁ δὲ σπουδαῖος ἐχθρός, καραδοκῶν ὅτε ἐπιθέμενος ἰσχύσει καθελεῖν αὐτὴν εἰσάπαν. καὶ μὴν ἔμπαλιν ἡ ἡδονὴ τοῦ μὲν ἄφρονος διατηρεῖ τὴν ἐπίβασιν, τοῦ δὲ σοφοῦ λύειν καὶ ἀναιρεῖν ἐπιχειρεῖ τὴν ἔνστασιν, ἡγουμένη τὸν μὲν κατάλυσιν αὐτῆς μελετᾶν, τὸν δ’ ἄφρονα δι’ ὧν μάλιστα σωθήσεται. Legum_allegoriarum_libri_i_iii 190 ἀλλ’ ὅμως πτερνίζειν δοκοῦσα καὶ ἀπατᾶν τὸν ἀστεῖον αὐτὴ πτερνισθήσεται πρὸς τοῦ πάλην ἠσκηκότος Ἰακώβ — πάλην δ’ οὐ τὴν σώματος ἀλλ’ ἣν παλαίει ψυχὴ πρὸς τοὺς ἀνταγωνιστὰς τρόπους αὐτῆς πάθεσι καὶ κακίαις μαχομένη —· καὶ οὐ πρότερον ἀνήσει πτέρναν τοῦ ἀνταγωνιστοῦ πάθους, πρὶν ἀπειπεῖν αὐτὸ καὶ ὁμολογῆσαι, ὅτι ἐπτέρνισται καὶ νενίκηται δίς, ἔν τε τοῖς πρωτοτοκίοις καὶ ἐν τῷ εὐλογιστεῖν. Legum_allegoriarum_libri_i_iii 191 „δικαίως“ γάρ φησιν "ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ, ἐπτέρνικέ με γὰρ ἤδη δεύτερον· τότε τὰ πρωτοτόκιά μου εἴληφε, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου“ (Gen. 27, 36). πρεσβύτερα δὲ ὁ μὲν φαῦλος ἡγεῖται τὰ σώματος, ὁ δ’ ἀστεῖος τὰ ψυχῆς, ἃ καὶ 1 ἀβουλὶ codd 2 ἀναρριπήζεται ΒΗ 3 ἀπολείψειν PL 7 τῷ γὰρ ὄφει λέγεται scripsi: τὸ γὰρ ὀφείλεται codd., τί γάρ; ὀφείλεται v, ὄφει λέγεται iam coni. Mang. 13 αὐτοῦ] αὖ τούτου coni. Mang. 15 διαδώσει L τῶ ἴσον τὸ Η 17 ἄν] ὢν H 18 ὅτε Mang.: ὅτι codd. 21 ὧν] ὃν P 24 σώματος AP: τοῦ σώματος BH 25 μαχομένη seripsi: μαχομένους codd. 27 πρωτοτόκοις codd., corr. Mang. 29 ἐπτέρνηκε ABH πρὸς ἀλήθειάν ἐστιν, οὐ χρόνῳ ἀλλὰ δυνάμει καὶ ἀξιώματι πρεσβύτερα καὶ πρῶτα ὄντως, ὡς καὶ ἄρχων ἐν πόλει· ἡγεμονὶς δὲ τοῦ συγκρίματος Legum_allegoriarum_libri_i_iii 192 ἡ ψυχή. εἴληφεν οὖν τὰ πρῶτα ὁ πρῶτος κατ’ ἀρετήν, ἃ καὶ ἐπέβαλεν αὐτῷ· εἴληφε γὰρ καὶ τὸ εὐλογιστεῖν σὺν εὐχαῖς τελείαις. μάταιος δὲ καὶ οἰησίσοφος ὁ λέγων „τὰς ἐμὰς εὐλογίας καὶ τὰ ἐμὰ πρωτοτόκια εἴληφεν“· οὐ γὰρ τὰ σά, ὦ οὗτος, λαμβάνει, ἀλλὰ τοῖς σοῖς τὰ ἐναντία· τὰ μὲν γὰρ σὰ δουλείας, τὰ δ’ ἐκείνου δεσποτείας ἠξίωται· Legum_allegoriarum_libri_i_iii 193 καὶ εἰ ἀγαπήσεις δοῦλος γενέσθαι τοῦ σοφοῦ, νουθεσίας καὶ σωφρονισμοῦ κοινωνήσεις, ἀμαθίαν καὶ ἀπαιδευσίαν κῆρας ψυχῆς ἀποβαλών· εὐχόμενος γὰρ ὁ πατήρ σοί φησιν, ὅτι "τῷ ἀδελφῷ σου δουλεύσεις“ (Gen. 27, 40)· ἀλλ’ οὐχὶ νῦν — οὐ γὰρ ἀνέξεταί σε ἀφηνιάζοντα —, ἀλλ’ ὅταν "ἐκλύσῃς τὸν ζυγὸν ἀπὸ τοῦ τραχήλου σου“ (ibid.), τὸ αὔχημα καὶ φρύαγμα ἀποβαλὼν ὃ ἐκτήσω ὑποζεύξας σεαυτὸν ὀχήματι παθῶν, ἡνιοχούσης ἀφροσύνης. Legum_allegoriarum_libri_i_iii 194 νυνὶ μὲν δοῦλος εἶ χαλεπῶν καὶ ἀφορήτων τῶν ἐν σαυτῷ δεσποτῶν, οἷς νόμος ἐστὶ μηδένα ἐλεύθερον ποιεῖν· ἐὰν δὲ τούτους δρασμῷ χρησάμενος καταλίπῃς, ὑποδέξεταί σε φιλόδουλος δεσπότης ἐπ’ ἐλπίσι χρησταῖς ἐλευθερίας καὶ οὐκ ἐκδώσει ἔτι τοῖς προτέροις δεσπόταις, μαθὼν παρὰ Μωυσέως δίδαγμα καὶ δόγμα ἀναγκαῖον, „μὴ παραδιδόναι παῖδα τῷ κυρίῳ, ὃς προστέθειται αὐτῷ παρὰ τοῦ κυρίου· μετὰ γὰρ αὐτοῦ κατοικήσει ἐν Legum_allegoriarum_libri_i_iii 195 παντὶ τόπῳ, ᾧ ἐὰν ἀρέσκῃ αὐτῷ“ (Deut. 23, 15. 16). ἀλλ’ ἕως οὐκ ἀποδέδρακας, ἔτι δ’ ἐγκεχαλίνωσαι ταῖς ἐκείνων τῶν δεσποτῶν ἡνίαις, ἀνάξιος εἶ δουλεύειν σοφῷ· τεκμήριον μέγιστον ἤθους ἀνελευθέρου καὶ δουλοπρεποῦς παρέχεις, ὅταν λέγῃς „τὰ ἐμὰ πρωτοτόκια καὶ τὰς ἐμὰς εὐλογίας“ (Gen. 27, 36)· εἰς ἄμετρον γὰρ ἀμαθίαν κεχωρηκότων αἵδε αἱ φωναί, ἐπειδὴ μόνῳ ἁρμόττει θεῷ λέγειν τὸ ἐμόν, αὐτοῦ γὰρ ὄντως κτήματα μόνου τὰ πάντα. Legum_allegoriarum_libri_i_iii 196 διὸ καὶ μαρτυρήσει, ὅταν φῇ „τὰ δῶρά μου, δόματά μου, καρπώματά μου διατηρήσεις“ (Num. 28, 2), ὅτι δῶρα δομάτων διαφέρει· τὰ μὲν γὰρ ἔμφασιν μεγέθους τελείων ἀγαθῶν δηλοῖ, ἃ τοῖς τελείοις χαρίζεται ὁ θεός, τὰ δ’ εἰς βραχύτατον ἔσταλται, ὧν μετέχουσιν οἱ εὐφυεῖς ἀσκηταὶ οἱ προκόπτοντες. Legum_allegoriarum_libri_i_iii 197 οὗ χάριν καὶ Ἀβραὰμ ἀκολουθῶν τῷ θεοῦ θελήματι τὰ μὲν ὑπάρχοντα, 4 τὸ addidi; καὶ τὰ πρωτοτόκια καὶ τὸ coni. Wendl. 6 πρωτότοκα codd. 9 κοινωνήσεις Mang.: κοινωνήσας codd. 13. 14 σεαυτὸν scripsi: ἑαυτὸν codd. 15 σαυτῷ scripsi: ἑαυτῶ codd. 17 ἐλευθερίαις H 18 Μωσέως codd. 20 προτέθειται L κατοικήσειεν ἐν L 21 τόπῳ] τρόπω Η 23 ἀνάξιος εἰ Maug.: ἀναξίαις codd. 28 καρπώματά μου om. L 29 διαφέρει scripsi: διαφέρουσι codd. 30 δηλοῖ scripsi: δηλοῦσιν codd. ἅπερ ἦν αὐτῷ ἐκ θεοῦ, κατέχει, ἀποπέμπεται δὲ τὴν ἵππον τοῦ βασιλέως Σοδόμων (Gen. 14,21 ss.), ὡς καὶ τὰ ὑπαρκτὰ τῶν παλλακῶν. καὶ Μωυσῆς μέντοι τὰ μέγιστα δικαιονομεῖν ἀξιοῖ καὶ περὶ τῶν μεγίστων, τὰ δὲ βραχέα τῶν κριμάτων ἐπιτρέπει τοῖς δευτερεύουσι σκοπεῖν (cf. Exod. 18, 26). Legum_allegoriarum_libri_i_iii 198 ὅστις δὲ τολμᾷ λέγειν ἑαυτοῦ τι εἶναι, δοῦλος τὸν πάντα αἰῶνα γεγράψεται, ὥσπερ ὁ λέγων "ἠγάπηκα τὸν κύριόν μου καὶ τὴν γυναῖκά μου καὶ τὰ παιδία μου· οὐκ ἀποτρέχω ἐλεύθερος“ (Exod. 21, 5). εὖ γε τὸ ἑαυτῷ ὁμολογῆσαι δουλείαν· πῶς γὰρ ὁ λέγων οὐ δοῦλος Ἐμὸς ὁ κύριος νοῦς ἐστι, κύριος ἑαυτοῦ καὶ αὐτοκράτωρ· ἐμὴ καὶ ἡ αἴσθησις, αὔταρκες τῶν σωμάτων κριτήριον· ἐμὰ καὶ τὰ τούτων ἔκγονα, τοῦ μὲν νοῦ τὰ νοητά, τῆς δ’ αἰσθήσεως τὰ αἰσθητά· ἐπ’ ἐμοὶ γὰρ τὸ νοεῖν, τὸ αἰσθάνεσθαι. Legum_allegoriarum_libri_i_iii 199 ἀλλὰ μὴ μόνον ἑαυτοῦ καταμαρτυρείτω, ἀλλὰ καὶ ὑπὸ τοῦ θεοῦ καταδικασθεὶς αἰωνίαν καὶ βεβαιοτάτην ὑπομενέτω δουλείαν κελεύοντος τό τε οὖς τρυπᾶσθαι, ἵνα μὴ παραδέξηται λόγους ἀρετῆς, καὶ δουλεύειν τὸν αἰῶνα τῷ νῷ καὶ τῇ αἰσθήσει, κακοῖς καὶ ἀνηλεέσι δεσπόταις. Legum_allegoriarum_libri_i_iii 200 „Καὶ τῇ γυναικὶ εἶπε Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου“ (Gen. 3, 16). τῆς γυναικός, ἥτις αἴσθησις ἦν, ἴδιόν ἐστιν ἀλγηδὼν πάθος, ἣ λύπη καλεῖται· περὶ ὃ γὰρ γίνεται τὸ ἥδεσθαι, περὶ τοῦτο καὶ τὸ ἀλγεῖν· ἡδόμεθα δὲ διὰ τῶν αἰσθήσεων, ὥστε ἐξ ἀνάγκης καὶ ἀλγοῦμεν δι’ αὐτῶν. ἀλλ’ ὁ μὲν σπουδαῖος καὶ κεκαθαρμένος νοῦς ἐλάχιστα ἀλγεῖ, ἥκιστα γὰρ ἐπιτίθενται αὐτῷ αἱ αἰσθήσεις· τῷ δ’ ἄφρονι περιττεύει τὸ πάθος οὐδὲν ἔχοντι ἀλεξιφάρμακον ἐν τῇ ψυχῇ, ᾧ τὰς ἀπὸ τῶν αἰσθήσεων καὶ αἰσθητῶν κῆρας ἀμυνεῖται. Legum_allegoriarum_libri_i_iii 201 ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος, ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας πληγὰς ἀποσειόμενος, καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κῴδιον — τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται, ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι —, Legum_allegoriarum_libri_i_iii 202 οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν, ἄρρενας καὶ ἐλευθέρους σπᾶν μὴ δυνάμενος λογισμούς, παρὸ δὴ καὶ πλῆθος 3 Μώσης codd. μέντοι αὐτὸς coni. Wendl., μὲν αὐτὸς Piels 9 οὐ δοῦλος ὁ λέγων coni. Mang. 14 τρυπᾶσθαι Mang.: τρυπάσθω codd. 15 δουλεύειν scripsi: δουλεύῃ codd. 24 αἰσθητικῶν H 27 πληγὰς addidi 30 κείρασθαι codd., corr. Turn. 33 δὴ] δὲ L, om. Turn. ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται, ὁ δ’ ἐπιστήμων ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερᾶς ἀντιβὰς πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον, καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως· Πίμπρη , κάταιθε σάρκας, ἐμπλήσθητί μου πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς αἰθέρα, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον. Legum_allegoriarum_libri_i_iii 203 ὥσπερ δὲ τῇ αἰσθήσει τὰ ἀλγεινὰ πάντα παραυξήσας τέθεικεν ὁ θεός, οὕτω τῇ σπουδαίᾳ ψυχῇ πλῆθος ἄφθονον ἀγαθῶν δεδώρηται. φησὶ γοῦν ἐπὶ τοῦ τελείου Ἀβραὰμ τὸν τρόπον τοῦτον· "κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος· οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης“ (Gen. 22, 16. 17). εὖ καὶ τὸ ὅρκῳ βεβαιῶσαι τὴν ὑπόσχεσιν καὶ ὅρκῳ θεοπρεπεῖ· ὁρᾷς γὰρ ὅτι οὐ καθ’ ἑτέρου ὀμνύει θεός, οὐδὲν γὰρ αὐτοῦ κρεῖττον, ἀλλὰ καθ’ ἑαυτοῦ, ὅς ἐστι πάντων ἄριστος. Legum_allegoriarum_libri_i_iii 204 ἔφασαν δέ τινες, ὡς ἀνοίκειον ἦν ὀμνύναι· ὁ ὅρκος γὰρ πίστεως ἕνεκα παραλαμβάνεται, πιστὸς δὲ μόνος ὁ θεὸς καὶ εἴ τις θεῷ φίλος, καθάπερ Μωυσῆς λέγεται „πιστὸς ἐν παντὶ τῷ οἴκῳ“ γεγενῆσθαι (Num. 12, 7). ἄλλως τε καὶ οἱ λόγοι τοῦ θεοῦ εἰσιν ὅρκοι καὶ νόμοι τοῦ θεοῦ καὶ θεσμοὶ ἱεροπρεπέστατοι· τεκμήριον δὲ τῆς ἰσχυρότητος αὐτοῦ, ὃ ἂν εἴπῃ γίνεται, ὅπερ ἦν οἰκειότατον ὅρκῳ· ὥστ’ ἀκόλουθον ἂν εἴη λέγειν, ὅτι πάντες οἱ τοῦ θεοῦ Legum_allegoriarum_libri_i_iii 205 λόγοι εἰσὶν ὅρκοι βεβαιούμενοι ἔργων ἀποτελέσμασι. φασί γε μὴν ὅρκον εἶναι μαρτυρίαν θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· εἰ δὴ ὄμνυσιν ὁ θεός, ἑαυτῷ μαρτυρεῖ, ὅπερ ἐστὶν ἄτοπον, ἕτερον γὰρ 2 καρτερᾶς AP: καρτερῶς ΒΗ 4 ἐξαδιαφορεῖν Mang.: ἔξω διαφορεῖν codd. 6 πίμπρη om. codd. κάταιθε] κάτεσθε codd. 7 πρόσθεν codd. 8 εἰσιν codd. ἄνεισ’] ἄν codd. ἐς] εἰς codd. 9 θῶπα codd. ἀπαντλῆσαι codd. 10 ἐπιτέθεικεν coni. Wendl. 13 εἵνεκα codd.: ἕνεκα Mang. 17 τὸ ὅρκῳ βεβαιῶσαι Wendl.: τῶ ὅρκῳ βεβαιώσας codd. 20 ἢν θεοῦ τὸ coui. Wendl., Mang. 21 φίλος θεῶ BH Μώσης codd. 26 ἀποτελέσματα L 28 δὴ] δὲ L 6 Eur. frg. 687 Ν2. 7 πίνουσα h. l. Philo, πίνων Euripides. δεῖ εἶναι τὸν ποιούμενον τὴν μαρτυρίαν καὶ τὸν ὑπὲρ οὗ γίνεται. τί οὖν λεκτέον; πρῶτον μὲν ὡς οὐκ ἔστιν ὑπαίτιον ἑαυτῷ μαρτυρεῖν τὸν θεόν· τίς γὰρ ἂν ἄλλος γένοιτο ἱκανὸς αὐτῷ μαρτυρῆσαι; ἔπειτα πάντ’ ἐστὶν αὐτὸς ἑαυτῷ τὰ τιμιώτατα, συγγενὴς οἰκεῖος φίλος ἀρετὴ εὐδαιμονία μακαριότης ἐπιστήμη σύνεσις ἀρχὴ τέλος ὅλον πᾶν δικαστὴς γνώμη βουλὴ νόμος πρᾶξις ἡγεμονία. Legum_allegoriarum_libri_i_iii 206 ἄλλως τε ἂν τὸ "κατ’ ἐμαυτοῦ ὤμοσα“ ὃν χρὴ τρόπον ἐκδεξώμεθα, παυσόμεθα τῆς ἄγαν σοφιστείας. μήποτ’ οὖν ἐστι τοιοῦτον· οὐδὲν τῶν δυναμένων πιστοῦν δύναται παγίως περὶ θεοῦ πιστῶσαι, οὐδενὶ γὰρ ἔδειξεν αὑτοῦ τὴν φύσιν, ἀλλ’ ἀόρατον αὐτὴν παντὶ τῷ γένει παρεσκεύασε· τίς ἂν ἰσχύσαι ἢ ὅτι ἀσώματον ἢ ὅτι σῶμα ἢ ὅτι ποιὸν ἢ ὅτι ἄποιον τὸ αἴτιον εἰπεῖν ἢ συνόλως περὶ οὐσίας ἢ ποιότητος ἢ σχέσεως ἢ κινήσεως αὐτοῦ βεβαίως ἀποφήνασθαι; ἀλλὰ περί γε ἑαυτοῦ μόνος ἰσχυριεῖται, ἐπεὶ καὶ μόνος ἀψευδῶς τὴν ἑαυτοῦ φύσιν ἠκρίβωσε. Legum_allegoriarum_libri_i_iii 207 βεβαιωτὴς οὖν ἰσχυρότατος ἑαυτοῦ τὸ πρῶτον, ἔπειτα καὶ τῶν ἔργων αὑτοῦ μόνος ὁ θεός, ὥστ’ εἰκότως ὤμνυε καθ’ ἑαυτοῦ πιστούμενος ἑαυτόν, ὃ μὴ δυνατὸν ἦν ἄλλῳ. διὸ καὶ ἀσεβεῖς ἂν νομισθεῖεν οἱ φάσκοντες ὀμνύναι κατὰ θεοῦ· εἰκότως γὰρ οὐδεὶς ὄμνυσι κατ’ αὐτοῦ, ὅτι γε οὐ περὶ τῆς φύσεως αὐτοῦ διαγνῶναι δύναται, ἀλλ’ ἀγαπητόν, ἐὰν κατὰ τοῦ ὀνόματος αὐτοῦ δυνηθῶμεν, ὅπερ ἦν τοῦ ἑρμηνέως λόγου· οὗτος γὰρ ἡμῶν τῶν ἀτελῶν ἂν εἴη θεός, τῶν δὲ σοφῶν καὶ τελείων ὁ πρῶτος. Legum_allegoriarum_libri_i_iii 208 καὶ Μωυσῆς μέντοι τὴν ὑπερβολὴν θαυμάσας τοῦ ἀγενήτου φησίν· „καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ“ (Deut. 6, 13), οὐχὶ αὐτῷ· ἱκανὸν γὰρ τῷ γενητῷ πιστοῦσθαι καὶ μαρτυρεῖσθαι λόγῳ θείῳ· ὁ δὲ θεὸς αὑτοῦ πίστις ἔστω καὶ μαρτυρία βεβαιοτάτη. Legum_allegoriarum_libri_i_iii 209 τὸ δὲ "οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο“ (Gen. 22, 16) σύμβολόν ἐστιν εὐσεβείας· τὸ γὰρ ἕνεκα θεοῦ μόνου πάντα πράττειν εὐσεβές. παρὸ καὶ ἀφειδοῦμεν τοῦ ἀγαπητοῦ τέκνου τῆς ἀρετῆς, τοῦ εὐδαιμονῆσαι, παραχωροῦντες αὐτὸ τῷ δημιουργῷ, ἄξιον τὸ γέννημα κρίνοντες κτῆμα θεοῦ νομίζεσθαι, ἀλλὰ μὴ γενητοῦ 5 πᾶς BH 8 δυνάμεων L πιστοῦν Mang.: πιστεύειν codd. 9 πιστῶσαι Mang.: πιστεῦσαι codd., om. Turn. αὐτοῦ codd. 10 παρεσκεύασεν Η τίς γὰρ coni. Wendl. ἰσχύσαι scripsi: ἰσχύσῃ codd. 11 ἡ ὅτι σῶμα om. L 13 μόνος (post ἑαυτοῦ) scripsi: μόνου codd. 14 βεβαιωτὴς Mang.: βεβαιότης codd. ἰσχυρότατος scripsi: εὐχάριστος codd., εἷς ἄριστος coni. Diels 15 αὐτοῦ codd. 18 καὶ αὐτοῦ Mang.: καθ’ ἑαυτοῦ codd. οὐ] οὐδὲ coni. Wendl. 19 κατὰ addidi 21 Μώσης codd. 22 ἀγεννήτου codd. 23 γεννητῷ codd. 24 αὐτοῦ codd. 27 εὐσεβές Mang.: εὐθές eodd. 28 αὐτὸ] αὐτῶ L 29 κτῆμα om. P γεννητοῦ codd. τινος. Legum_allegoriarum_libri_i_iii 210 εὖ δὲ τὸ φάναι "εὐλογῶν εὐλογήσω“ (ib. 17)· πολλὰ γὰρ εὐλόγιστα δρῶσί τινες, ἀλλ’ οὐκ ἐπ’ εὐλογίαις, ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης, καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’ οὐκ ἀπὸ νηφούσης διανοίας, καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως — οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε — πολλὰ πράττουσι καὶ λέγουσιν ὧν οἱ λογικοί. βούλεται δὲ ὁ νομοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου. Legum_allegoriarum_libri_i_iii 211 οὐκ ἐξήρκεσεν οὖν τῇ βαρυδαίμονι αἰσθήσει χρῆσθαι πλουσίως ταῖς λύπαις, ἀλλὰ καὶ „τῷ στεναγμῷ". ἔστι δὲ στεναγμὸς σφοδρὰ καὶ ἐπιτεταμένη λύπη· πολλάκις γὰρ ἀλγοῦμεν οὐχὶ στένοντες· ὅταν δ’ ἐπιστένωμεν, ἀνιαρῶς καὶ πάνυ ὀμβρηρῶς χρώμεθα ταῖς λύπαις. τὸ δὲ στένειν ἐστὶ διττόν· ἓν μὲν ὃ γίνεται περὶ τοὺς ἐπιθυμοῦντας καὶ ὀρεγομένους τῶν ἀδικιῶν καὶ μὴ τυγχάνοντας, ὃ δὴ καὶ φαῦλόν ἐστιν· ἕτερον δὲ ὃ γίνεται περὶ τοὺς μετανοοῦντας καὶ ἀχθομένους ἐπὶ τῇ πάλαι τροπῇ καὶ λέγοντας Κακοδαίμονες ἡμεῖς, ὅσον ἄρα χρόνον ἐλελήθειμεν νοσοῦντες ἀφροσύνης νόσον καὶ ἀνοίας καὶ ἀδικίας ἐπιτηδευμάτων. Legum_allegoriarum_libri_i_iii 212 τοῦτο δ’ οὐ γίνεται, ἐὰν μὴ τελευτήσῃ καὶ ἀποθάνῃ ἐκ τῆς ψυχῆς ὁ βασιλεὺς τῆς Αἰγύπτου, ὁ ἄθεος καὶ φιλήδονος τρόπος· "μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Αἰγύπτου“· εἶτ’ εὐθὺς ἀποθανούσης κακίας στενάζει ὁ ὁρῶν τὸν θεὸν [καὶ] τὴν ἑαυτοῦ τροπήν, „κατεστέναξαν γὰρ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν σωματικῶν καὶ Αἰγυπτιακῶν ἔργων“ (Exod. 2, 23)· ἐπεὶ ζῶν γε ὁ βασιλεὺς καὶ φιλήδονος τρόπος ἐν ἡμῖν γεγηθέναι τὴν ψυχὴν ἀναπείθει ἐφ’ οἷς ἁμαρτάνει, ὅταν δὲ τελευτήσῃ, στένει. Legum_allegoriarum_libri_i_iii 213 διὸ καὶ ἐκβοᾷ πρὸς τὸν δεσπότην ἱκετεύουσα, μηκέτι τραπῆναι μηδὲ ἀτελῆ τὴν τελείωσιν λαβεῖν· πολλαῖς γὰρ ψυχαῖς μετανοίᾳ χρῆσθαι βουληθείσαις οὐκ ἐπέτρεψεν ὁ θεός, ἀλλ’ ὥσπερ ὑπὸ παλιρροίας εἰς τοὔμπαλιν ἀνεχώρησαν τρόπον τινὰ τῆς Λὼτ γυναικὸς (Gen. 19, 26) τῆς λιθουμένης διὰ τὸ Σοδόμων ἐρᾶν καὶ εἰς τὰς κατεστραμμένας ὑπὸ τοῦ θεοῦ φύσεις Legum_allegoriarum_libri_i_iii 214 ἀνατρέχειν. ἀλλὰ νυνί γέ φησιν ὅτι "ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεόν“ (Exod. 2, 23), μαρτυρῶν τῇ τοῦ ὄντος χάριτι· εἰ γὰρ μὴ 6 πεπαίδευκε] ἀπέδειξε coni. Mang. 12. 13 δ’ ἐπιστένωμεν codd.: δὲ στένωμεν Mang. 13 ἀνιαρῶς Turn.: ἀνιαροῖς codd., νεαρῶς coni. Wendl. ἀνιαραῖς καὶ πάνυ ὀδυνηραῖς coni. Diels 1.5 φαύλων coni. Mang. 18 ἐλελήθειμεν scripsi ἐληλήθαμεν —sic— Mang.): ἐληλύθειμεν ΑΒΗ, ἐληλύθημεν Ρ 22 καὶ seclusi 30 τῆς Λὼτ] καὶ Δῶτ’ L αἰθουμένης Ρ 32 ὅτι] ὅτε ΑΒΡ δυνατῶς πρὸς ἑαυτὸν ἐκάλεσε τὸν ἱκέτην λόγον, οὐκ ἂν ἀνέβη, τουτέστιν οὐκ ἂν ἀνεβιβάσθη καὶ ηὐξήθη καὶ μετεωρεῖν ἤρξατο φυγὼν τὴν ταπεινότητα τῶν γηίνων. διὸ καὶ ἐν τοῖς ἑξῆς φησιν· "ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς μέ“ (Exod. 3, 9). Legum_allegoriarum_libri_i_iii 215 πάνυ καλῶς τὸ φθάσαι μέχρι θεοῦ τὴν ἱκεσίαν· οὐκ ἂν δὲ ἔφθασεν, εἰ μὴ ὁ καλῶν χρηστὸς ἦν. ἐνίαις δὲ ψυχαῖς προαπαντᾷ· "ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε“ (Exod. 20, 24). ὁρᾷς ὅση τοῦ αἰτίου ἡ χάρις φθάνοντος τὴν ἡμετέραν μέλλησιν καὶ προαπαντῶντος εἰς εὐεργεσίαν παντελῆ τῆς ψυχῆς. καὶ χρησμός ἐστι δογματικὸς τὸ λεγόμενον· ἐὰν γὰρ ἔλθῃ εἰς τὴν διάνοιαν ἔννοια θεοῦ, εὐθὺς εὐλογιστεῖ τε καὶ πάσας τὰς νόσους αὐτῆς ἰᾶται. Legum_allegoriarum_libri_i_iii 216 ἡ δέ γε αἴσθησις αἰεὶ λυπεῖται καὶ στένει καὶ τίκτει μετ’ ὀδύνης καὶ ἀλγηδόνων ἀνηκέστων τὸ αἰσθάνεσθαι, ὡς καὶ αὐτός φησιν· „ἐν λύπαις τέξῃ τέκνα“ (Gen. 3, 16)· τίκτει δὲ ἡ μὲν ὅρασις τὸ ὁρᾶν, ἡ δὲ ἀκοὴ τὸ ἀκούειν, ἡ δὲ γεῦσις τὸ γεύεσθαι, καὶ συνόλως ἡ αἴσθησις τὸ αἰσθάνεσθαι· ἀλλ’ οὐκ ἄνευ χαλεπῆς ἀνίας τῷ ἄφρονι ἕκαστον τούτων ποιεῖται, ἐπιλύπως γὰρ οὗτος καὶ ὁρᾷ καὶ ἀκούει καὶ γεύεται καὶ ὀσφραίνεται καὶ κοινῶς αἰσθάνεται. Legum_allegoriarum_libri_i_iii 217 ἔμπαλιν δὲ τὴν ἀρετὴν εὑρήσεις μετὰ χαρᾶς ὑπερβαλλούσης [καὶ] κυοφοροῦσαν καὶ τὸν σπουδαῖον σὺν γέλωτι καὶ εὐθυμίᾳ γεννῶντα καὶ τὸ γέννημα ἀμφοῖν αὐτὸ γέλωτ’ ὄν. ὡς μὲν οὖν ὁ σοφὸς χαίρων ἀλλ’ οὐ λυπούμενος γεννᾷ, μαρτυρήσει λέγων οὕτως ὁ θεῖος λόγος· "εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάρρα αὐτῆς ἔσται τὸ ὄνομα· εὐλογήσω αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17,15. 16)· εἶτ’ ἐπιλέγει· "καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασε καὶ εἶπεν Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (ib. 17) ; Legum_allegoriarum_libri_i_iii 218 οὗτος μὲν δὴ φαίνεται γεγηθὼς καὶ γελῶν, ὅτι μέλλει γεννᾶν τὸ εὐδαιμονεῖν, τὸν Ἰσαάκ· γελᾷ δὲ καὶ ἡ ἀρετὴ Σάρρα, μαρτυρήσει δὲ ὁ αὐτὸς λέγων ὧδε· "ἐξέλιπε Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα, καὶ ἐγέλασε τῇ διανοίᾳ καὶ εἶπεν Οὔπω μοι γέγονε τὸ εὐδαιμονεῖν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου“ θεῖος λόγος „πρεσβύτερός ἐστιν“ (Gen. 18, 11. 12), ᾧ προσεῖναι τοῦτο ἀνάγκη καὶ πιστεύειν καλὸν ὑπισχνουμένῳ. καὶ τὸ γέννημα δ’ ἐστὶ γέλως καὶ χαρά· τοῦτο γὰρ 1 ἐκάλεσεν H 10 εὐθὺς εὐλογιστεῖται ΑΡ, εὐλογιστεῖται εὐθὺς BH, εὐλογιστεῖ τε corr. Turn. αὐτῆς AP: αὑτῆς BH 13 τέξει Η 15 ἀνίας] ἀνοίας L 18 καὶ prius seclusi τὸν codd.: τὸ Mang. 19 γεννῶντα Mang.: γεννῶσαν codd. 20 γέλωτ᾿ scripsi: γέλως codd. 21 καὶ εἶπεν v, καὶ om. codd. 25 γενήσεται codd.: γενήσεται υἱός v ἐννενήκοντα AB 26 γελῶν codd.: γελᾶν Mang. καὶ Ἰσαὰκ ἑρμηνεύεται. Legum_allegoriarum_libri_i_iii 219 λυπείσθω τοιγαροῦν αἴσθησις, ἀρετὴ δ’ αἰεὶ χαιρέτω· καὶ γὰρ γεννηθέντος τοῦ εὐδαιμονεῖν φησι σεμνυνομένη· „γέλωτα ἐποίησέ μοι ὁ κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6). ἀναπετάσαντες οὖν ὦτα, ὦ μύσται, παραδέξασθε τελετὰς ἱερωτάτας· ὁ γέλως ἐστὶν ἡ χαρά, τὸ δὲ „ἐποίησεν“ ἴσον τῷ ἐγέννησεν, ὥστ’ εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἰσαὰκ ἐγέννησεν ὁ κύριος· αὐτὸς γὰρ πατήρ ἐστι τῆς τελείας φύσεως, σπείρων ἐν ταῖς ψυχαῖς καὶ γεννῶν τὸ εὐδαιμονεῖν. Legum_allegoriarum_libri_i_iii 220 „Καὶ πρὸς τὸν ἄνδρα σου“ φησίν „ἡ ἀποστροφή σου“ (Gen. 3,16). δύο αἰσθήσεως ἄνδρες εἰσίν, ὁ μὲν νόμιμος, ὁ δὲ φθορεύς· ἀνδρὸς μὲν γὰρ φθορέως τρόπον τὸ μὲν ὁρατὸν κινεῖ τὴν ὅρασιν, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ χυλὸς τὴν γεῦσιν, καὶ τῶν ἄλλων ἕκαστον· ταῦτα δ’ ἀποστρέφει καὶ καλεῖ τὴν ἄλογον αἴσθησιν πρὸς ἑαυτὰ καὶ κατακρατεῖ καὶ κυριεύει· τό τε γὰρ κάλλος τὴν ὅρασιν ἐδουλώσατο ὅ τε ἡδὺς χυλὸς τὴν γεῦσιν καὶ τῶν ἄλλων ἕκαστον αἰσθητῶν τὴν κατ’ αὐτὸ αἴσθησιν· Legum_allegoriarum_libri_i_iii 221 ἴδε γέ τοι τὸν λίχνον, ὡς δουλεύει ταῖς παρασκευαῖς τῶν ὅσα ὀψαρτυταὶ καὶ σιτοπόνοι τεχνιτεύουσι, καὶ τὸν σεσοβημένον περὶ μέλος, πῶς ἐπικρατεῖται ὑπὸ κιθάρας ἢ αὐλοῦ ἢ καὶ ᾄδειν ἐπισταμένου. τῇ δέ γε πρὸς τὸν νόμιμον ἄνδρα, τὸν νοῦν, ἀποστραφείσῃ μεγίστη ἐστὶν ὠφέλεια αἰσθήσει. Legum_allegoriarum_libri_i_iii 222 Ἴδωμεν οὖν ἑξῆς, τίνα καὶ περὶ αὐτοῦ τοῦ νοῦ διεξέρχεται παρὰ τὸν ὀρθὸν λόγον κινουμένου. „τῷ δὲ Ἀδὰμ εἶπεν ὁ θεός Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου“ (Gen. 3, 17). ἀλυσιτελέστατόν ἐστιν ἀκούειν αἰσθήσεως νοῦν, ἀλλὰ μὴ αἴσθησιν νοῦ· ἀεὶ γὰρ τὸ κρεῖττον ἄρχειν, τὸ δὲ χεῖρον ἄρχεσθαι δεῖ· νοῦς δὲ κρεῖττον αἰσθήσεως. Legum_allegoriarum_libri_i_iii 223 ὥσπερ οὖν ἄρχοντος μὲν ἡνιόχου καὶ ταῖς ἡνίαις τὰ ζῷα ἄγοντος ᾗ βούλεται ἄγεται τὸ ἅρμα, ἀφηνιασάντων δὲ ἐκείνων καὶ κρατησάντων ὅ τε ἡνίοχος 2 γεννηθέντας P 4 ὦ scripsi: οἱ codd. (in ras. A) 5 τῳ] τὸ BH 10 αἰσθήσεως Mang.: αἰσθήσεων codd. 11 φθορέως addidi 12 καὶ τῶν ὤων ἕκαστον om. AP 13 ἑαυτὰ scripsi: ἑαυτὴν codd. 16 γέ scripsi: δέ codd. ὡς] πῶς coni. Wendl. 17 τεχνεύουσι codd., corr. Turn. 27 κερῖττον P: κρείττων ceteri 28 ταῖς] τὰς H 26—27 D K fol. 183r Φίλωνος ἐκ τοῦ γ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας: ἀεὶ ἄρχειν, τὸ δὲ χεῖρον ἄρχεσθαι δεῖ. κατεσύρη πολλάκις τά τε ζῷα ἔστιν ὅτε τῇ ῥύμῃ τῆς φορᾶς εἰς βόθρον κατηνέχθη πλημμελῶς τε πάντα φέρεται, καὶ ναῦς εὐθυδρομεῖ μέν, ἡνίκα τῶν οἰάκων λαβόμενος ὁ κυβερνήτης ἀκολούθως πηδαλιουχεῖ, περιτρέπεται δ’ ὅτε πνεύματος ἐναντίου περιπνεύσαντος τῇ θαλάττῃ ὁ κλύδων ἐνῴκησεν, Legum_allegoriarum_libri_i_iii 224 οὕτως ἐπειδὰν μὲν ὁ τῆς ψυχῆς ἡνίοχος ἢ κυβερνήτης ὁ νοῦς ἄρχῃ τοῦ ζῴου ὅλου καθάπερ ἡγεμὼν πόλεως, εὐθύνεται ὁ βίος, ὅταν δὲ ἡ ἄλογος αἴσθησις φέρηται τὰ πρωτεῖα, σύγχυσις καταλαμβάνει δεινή, οἷα δούλων δεσπόταις ἐπιτεθειμένων· τότε γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐμπίπραται φλεγόμενος ὁ νοῦς, τῶν αἰσθήσεων τὴν φλόγα ἐγειρουσῶν τὰ αἰσθητὰ ὑποβεβλημένων. Legum_allegoriarum_libri_i_iii 225 καὶ Μωυσῆς μέντοι δηλοῖ περὶ τῆς τοιαύτης ἐμπρήσεως, ἣ γίνεται διὰ τῶν αἰσθήσεων, τοῦ νοῦ, ὅταν λέγῃ· „καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐν Μωάβ“ — ἑρμηνεύεται γὰρ „ἐκ πατρός“, ὅ τε πατὴρ ἡμῶν ὁ νοῦς ἐστι —· „τότε“ γάρ φησιν „ἐροῦσιν οἱ αἰνιγματισταί Ἔλθετε εἰς Ἐσεβών, ἵνα οἰκοδομηθῇ καὶ κατασκευασθῇ πόλις Σηών. Legum_allegoriarum_libri_i_iii 226 ὅτι πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών, καὶ κατέφαγεν ἕως Μωὰβ καὶ κατέπιε στήλας Ἀρνών. οὐαί σοι, Μωάβ· ἀπώλου, λαὸς Χαμώς. ἀπεδόθησαν οἱ υἱοὶ αὐτῶν σῴζεσθαι, καὶ αἱ θυγατέρες αὐτῶν αἰχμάλωτοι τῷ βασιλεῖ Ἀμορραίων Σηών, καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται Ἐσεβὼν ἕως Δεβών, καὶ αἱ γυναῖκες ἔτι προσεξέκαυσαν πῦρ ἐπὶ Μωάβ“ (Num. 21, 27—30). Ἐσεβὼν ἑρμηνεύεται λογισμοί· οὗτοι δ’ εἰσὶν αἰνίγματα ἀσαφείας γέμοντα. ἴδε λογισμὸν ἰατροῦ· κενώσω τὸν κάμνοντα, θρέψω, φαρμάκοις ἰάσομαι καὶ διαίτῃ, τεμῶ, καύσω· ἀλλὰ πολλάκις ἡ φύσις καὶ ἄνευ τούτων ἰάσατο καὶ μετὰ τούτων ἀπώλεσεν, ὡς τοὺς ἰατροῦ πάντας ἐπιλογισμοὺς ἐνύπνια εὑρεθῆναι ἀσαφείας καὶ αἰνιγμάτων πλήρη. Legum_allegoriarum_libri_i_iii 227 πάλιν ὁ γεωπόνος φησί· σπέρματα βαλοῦμαι, φυτεύσω, αὐξήσει τὰ φυτά, καρποὺς ταῦτα οἴσει, οἳ οὐ μόνον εἰς ἀπόλαυσιν ἔσονται χρήσιμοι τὴν ἀναγκαίαν, ἀλλὰ καὶ πρὸς περιουσίαν ἀρκέσουσιν· εἶτ’ ἐξαίφνης φλὸξ ἢ ζάλη ἢ ἐπομβρίαι συνεχεῖς διέφθειραν πάντα· ἔστι δ’ ὅτε τὰ μὲν 1 βόθρον] βόρβορον H, βάραθρον coni. Markland 2 πλημελῶς P 3 ἀκολούθως] ἀκωλύτως coni. Mang. 10 Μώσης codd. 13 ὃ τε scripsi: ὅτι codd., ὁ (om. ὅτι) Turn., ὅτι ὁ Mang.: ὅτι πατὴρ αὐτῶν (vel αἰσθήσεων) coni. Wendl. 14. 15 Ἐσεβεῖς codd. 16 Σιῶν ABP 17 κατέπιε Mang. (LXX): κατέπαυσε codd. Ἀρνῶν] ἀργῶν codd. ἀπώλου, λαὸς Mang. (LXX): ἀπόλωλε codd. Χαμώς] Χάμ Η 17. 18 ἀπεδόθη codd. 18 οἱ om. codd. σώζεσθε codd. 20 αἱ om. codd. 22 γέμοντα Mang.: γέμοντες codd. 23 καὶ διαίτῃ Mang.: καὶ om. codd. τέμω BPH 24 ἰατροὺς H 25 πάντας Mang.: πάντως codd. 26 γεωπόνος codd.: γεηπόνος Mang. αὐξήσω coni. Mang. 28 ἐξέφνης B 29 διέφθειρεν Η ἐτελεσιουργήθη, ὁ δὲ ταῦτα λογισάμενος οὐκ ὤνατο, ἀλλὰ προαπέθανε καὶ ἐπὶ τοῖς τῶν πονηθέντων καρποῖς μάτην ἀπόλαυσιν ἐμαντεύσατο. Legum_allegoriarum_libri_i_iii 228 ἄριστον οὖν τῷ θεῷ πεπιστευκέναι καὶ μὴ τοῖς ἀσαφέσι λογισμοῖς καὶ ταῖς ἀβεβαίοις εἰκασίαις· "Ἀβραάμ γέ τοι ἐπίστευσε τῷ θεῷ, καὶ δίκαιος ἐνομίσθη“ (Gen. 15, 6)· καὶ Μωυσῆς ἄρχει μαρτυρούμενος ὅτι ἐστὶ „πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ“ (Num. 12, 7). ἐὰν δὲ ἀποπιστεύσωμεν τοῖς ἰδίοις λογισμοῖς, κατασκευάσομεν καὶ οἰκοδομήσομεν τὴν πόλιν τοῦ διαφθείροντος τὴν ἀλήθειαν νοῦ· Σηὼν γὰρ ἑρμηνεύεται διαφθείρων. Legum_allegoriarum_libri_i_iii 229 παρὸ καὶ ἀναστάς, παρ’ ᾧ ἦν ἐνύπνια, εὗρεν, ὅτι αἱ κινήσεις ἅπασαι καὶ αἱ διατάσεις τοῦ ἄφρονός εἰσιν ἐνύπνια ἀληθείας ἀμέτοχα — αὐτὸς γὰρ ὁ νοῦς ἐνύπνιον εὑρέθη —, ὅτι ἀληθὲς μέν ἐστι δόγμα τὸ πιστεύειν θεῷ, ψεῦδος δὲ τὸ πιστεύειν τοῖς κενοῖς λογισμοῖς. ἄλογος δὲ ὁρμὴ ἐξέρχεται καὶ φοιτᾷ ἀφ’ ἑκατέρων τῶν τε λογισμῶν καὶ τοῦ νοῦ τοῦ διαφθείροντος τὴν ἀλήθειαν· διὸ καί φησιν, ὅτι „πῦρ ἐξῆλθεν ἐξ Ἐσεβών, φλὸξ ἐκ πόλεως Σηών“ (Num. 21, 28)· οὕτως γὰρ ἄλογον τὸ πιστεύειν ἢ λογισμοῖς πιθανοῖς ἢ νῷ διαφθείροντι τὸ ἀληθές. Legum_allegoriarum_libri_i_iii 230 "κατεσθίει γέ τοι καὶ ἕως Μωάβ“ τουτέστιν ἕως τοῦ νοῦ· τίνα γὰρ ἄλλον ἢ τὸν ἄθλιον νοῦν ἡ ψευδὴς δόξα ἀπατᾷ; κατεσθίει καὶ βιβρώσκει καὶ μέντοι καὶ καταπίνει τὰς ἐν αὐτῷ στήλας, τουτέστι τὰ κατὰ μέρος ἐνθυμήματα, ἃ καθάπερ ἐν στήλῃ τετύπωται καὶ ἐγκεχάρακται. Ἀρνὼν δ’ εἰσὶν αἱ στῆλαι, ὅπερ ἑρμηνεύεται „φῶς αὐτῶν“, ἐπεὶ τῶν πραγμάτων ἕκαστον ἐν λογισμῷ σαφηνίζεται. Legum_allegoriarum_libri_i_iii 231 ἄρχεται μὲν οὖν θρηνεῖν τὸν αὐθάδη καὶ φίλαυτον νοῦν οὕτως· "οὐαί σοι, Μωάβ, ἀπώλου“· εἰ γὰρ αἰνίγμασι προσέχεις τοῖς κατὰ τὴν τῶν εἰκότων ἐπιβολήν, ἀπολώλεκας ἀλήθειαν. „λαὸς Χαμώς“ τουτέστιν ὁ λαός σου καὶ ἡ δύναμις εὕρηται πηρὸς καὶ τετυφλωμένος· Χαμὼς γὰρ ἑρμηνεύεται "ὡς ψηλάφημα"· ἴδιον δὲ τοῦ μὴ ὁρῶντος τὸ ἔργον τοῦτο. Legum_allegoriarum_libri_i_iii 232 τούτοις οἱ μὲν υἱοὶ οἱ κατὰ μέρος λογισμοὶ φυγάδες, αἱ δὲ γνῶμαι θυγατέρων ἔχουσαι δύναμιν αἰχμάλωτοι τῷ βασιλεῖ τῶν Ἀμορραίων, τουτέστι τῷ σοφιστῇ λαλούντων· οἱ γὰρ Ἀμορραῖοι ἑρμηνεύονται λαλοῦντες, τοῦ γεγωνότος λόγου σύμβολον ὄντες· ὁ δὲ τούτων ἡγεμὼν ὁ 1 ἐτελεσιουργήθη scripsi: ἐτελεσιούργησεν codd. 4 ταῖς] τοῖς H 5 Μώσης codd. 6 ἐν om. L 7 κατασκευάσωμεν καὶ οἰκοδομήσωμεν Η 10 διατάσεις scripsi: διαστάσεις codd. 13. 14 ἀφ’ ἑκατέρου τῶν τε λογισμῶν Mang. (scd ἑκατέρων scripsi): ἐφ’ ἑκάτερά τε τῶν λογισμῶν codd. 15 ’Eσσεβῶν BH Σιῶν codd. 16 ὕτως] ὄντως coni. Mang. 17 τἀληθές P 19 ἀπατᾶ] ἅπαντα ΑΒΡ 21 τετύπωνται codd., corr. Turn. 24 ἀπώλου scripsi (LXX): πόλις codd. 25 ἐπιβουλὴν PH 28 οἱ addidi 30 λαλούντων corr. Turn.: λαλούμενοι ABP, λαλούμενος Η 31 γεγωνότος ΑΒΡ: γεγονότος Η λόγου Mang.: λαοῦ codd. σοφιστής ἐστι καὶ δεινὸς λόγων ἀνερευνᾶν τέχνας, ὑφ’ οὗ κατασοφίζονται οἱ τὸν ὅρον τῆς ἀληθείας ὑπερβαίνοντες. Legum_allegoriarum_libri_i_iii 233 Σηὼν οὖν ὁ διαφθείρων τὸν ὑγιῆ κανόνα τῆς ἀληθείας καὶ τὸ σπέρμα αὐτοῦ ἀπολεῖται καὶ Ἐσεβὼν τὰ αἰνίγματα τὰ σοφιστικὰ ἕως Δεβών, ὃ καλεῖται δικασμός· πάνυ προσφυῶς· τὰ γὰρ εἰκότα καὶ πιθανὰ οὐκ ἔχει περὶ ἀληθείας ἐπιστήμην, ἀλλὰ δίκην καὶ ἀμφισβήτησιν καὶ ἐριστικὴν ἅμιλλαν καὶ φιλονεικίαν καὶ πάντα τὰ τοιαῦτα. Legum_allegoriarum_libri_i_iii 234 ἀλλ’ οὐκ ἐξήρκεσε τῷ νῷ τὰς ἰδίας καὶ νοητὰς ἔχειν κῆρας, ἀλλ’ ἔτι καὶ αἱ γυναῖκες προσεξέκαυσαν πῦρ, αἱ αἰσθήσεις, πυρκαϊὰν πολλὴν ἐπ’ αὐτόν. ἴδε μέντοι τὸ λεγόμενον οἷόν ἐστι. πολλάκις νύκτωρ οὐδεμιᾷ τῶν αἰσθήσεων ἐνεργοῦντες ἀτόπους περὶ πολλῶν καὶ διαφερόντων λαμβάνομεν ἐννοίας, τῆς ψυχῆς ἀεικινήτου ὑπαρχούσης καὶ μυρίας τροπὰς ἐνδεχομένης. ἦν οὖν ἱκανὰ πρὸς διαφθορὰν αὐτῇ, ὅσα αὐτὴ ἐξ ἑαυτῆς ἐγέννησε. Legum_allegoriarum_libri_i_iii 235 νυνὶ δὲ καὶ ὁ τῶν αἰσθήσεων ὄχλος ἐπεισωδίασεν αὐτῇ κηρῶν ἀμήχανον πλῆθος, τοῦτο μὲν ἐκ τῶν ὁρατῶν, τοῦτο δὲ ἐκ τῶν φωνῶν, εἶτα χυλῶν καὶ ἀτμῶν τῶν κατὰ τὴν ὀσμήν· καὶ σχεδὸν ἡ ἀπ’ αὐτῶν φλὸξ χαλεπώτερον τὴν ψυχὴν διατίθησι τῆς ἐγγινομένης ὑπ’ αὐτῆς τῆς ψυχῆς ἄνευ συμπαραλήψεως αἰσθητηρίων. Legum_allegoriarum_libri_i_iii 236 τούτων μία τῶν γυναικῶν ἐστιν ἡ Πεντεφρῆ τοῦ Φαραὼ ἀρχιμαγείρου (Gen. 39, 1 ss.)· ὃς πῶς ἔχει γυναῖκα εὐνοῦχος ὤν, ἐπισκεπτέον· τοῖς γὰρ τὰ ῥήματα τοῦ νόμου πραγματευομένοις πρὸ ἀλληγορίας ἀκολουθήσει τὸ δοκοῦν ἀπορεῖσθαι· ὁ γὰρ εὐνοῦχος καὶ ἀρχιμάγειρος ὄντως νοῦς μὴ ταῖς ἁπλαῖς μόνον ἀλλὰ καὶ ταῖς περιτταῖς χρώμενος ἡδοναῖς εὐνοῦχος κέκληται καὶ ἄγονος σοφίας, ὢν εὐνοῦχος οὐκ ἄλλου τινὸς ἢ τοῦ σκεδαστοῦ τῶν καλῶν Φαραώ· ἐπεί τοι κατ’ ἄλλον λόγον ἄριστον ἂν εἴη τὸ εὐνοῦχον γενέσθαι, εἰ δυνήσεται ἡμῶν ἡ ψυχὴ κακίαν ἐκφυγοῦσα ἀπομαθεῖν τὸ πάθος. Legum_allegoriarum_libri_i_iii 237 διὸ καὶ Ἰωσὴφ ὁ ἐγκρατὴς τρόπος τῇ λεγούσῃ ἡδονῇ „Κοιμήθητι μετ’ ἐμοῦ (Gen. 39, 7) καὶ ἄνθρωπος ὢν ἀνθρωποπάθησον καὶ ἀπόλαυσον τῶν κατὰ τὸν βίον τερπνῶν" ἐναντιοῦται φάσκων· „ἁμαρτήσομαι εἰς τὸν θεὸν τὸν φιλάρετον, εἰ γενοίμην φιλήδονος· πονηρὸν γὰρ τοῦτ’ ἔργον". Legum_allegoriarum_libri_i_iii 238 καὶ νῦν μὲν ἀκροβολίζεται, ἤδη δὲ καὶ καρτερῶς ἀπομάχεται, ὅταν εἰσέλθῃ εἰς τὸν ἑαυτῆς οἶκον ἡ ψυχὴ καὶ ἀναδραμοῦσα 2 Σιῶν H 4 ’Eσσεβῶν BPH 8. 9 προσἐκαυσαν L 14 ἐπεισωδίωσεν Richter 16 καὶ om. codd., add. Turn. ὀσμήν corr. Turu.: φωνήν codd. 18 συμπαραλήψεως Α 20 ὃς πῶς Wendl.: ὅπως codd., ὅπως δὲ Mang. ἔχη H 21 πρὸ ἀλληγορίας Wendl.: πρὸς ἀλληγορίαν codd., μὴ post νόμου add. Mang. 25 τὸν λόγον BH 30 τὸν θεὸν om. L γὰρ om. L 32 εἰσέθη post ἑαυτῆς transp. BH ἐπὶ τοὺς ἑαυτῆς τόνους ἀποτάξηται τοῖς κατὰ τὸ σῶμα καὶ τὰ ἴδια ὡς ψυχῆς ἔργα ἐργάσηται· οὔτ’ εἰς τὸν οἶκον Ἰωσὴφ οὔτε Πεντεφρῆ, ἀλλ’ "εἰς τὴν οἰκίαν“ — καὶ οὐ προστίθησι τὴν τίνος, ἵνα σκεπτικῶς ἀλληγορῇς— „ποιεῖν τὰ ἔργα αὐτοῦ“ (Gen. 39, 11). Legum_allegoriarum_libri_i_iii 239 ἡ μὲν οὖν οἰκία ἐστὶν ἡ ψυχή, εἰς ἣν ἀνατρέχει καταλιπὼν τὰ ἐκτός, ἵνα τὸ λεγόμενον ἐντὸς αὑτοῦ γένηται· τὰ δὲ τοῦ ἐγκρατοῦς ἔργα μήποτε θεοῦ βουλήματί ἐστι· καὶ γὰρ οὐδεὶς ἦν ἀλλότριος λογισμὸς τῶν εἰωθότων ἐν τῇ ψυχῇ κατοικεῖν εἴσω. πλὴν οὐκ ἀφίσταται ζυγομαχοῦσα ἡ ἡδονή, ἀλλὰ τῶν ἱματίων λαβομένη φησί „Κοιμήθητι μετ’ ἐμοῦ“. σκεπάσματα δὲ ὥσπερ σώματος τὰ ἐσθήματά ἐστιν, οὕτως τοῦ ζῴου σιτία καὶ ποτά. Legum_allegoriarum_libri_i_iii 240 τοῦτο δή φησι· τί παραιτῇ τὴν ἡδονήν, ἧς ἄνευ οὐ δύνασαι ζῆν; ἰδοὺ ἐκλαμβάνομαι τῶν ποιητικῶν αὐτῆς καί φημί σε μὴ ἂν δυνηθῆναι ὑποστῆναι, εἰ μή τινι τῶν ποιητικῶν χρήσαιο. τί οὖν ὁ ἐγκρατής; εἰ μέλλω, φησί, δουλεύειν πάθει διὰ τὴν ποιητικὴν ὕλην, καὶ ἐξελεύσομαι ἀπὸ τοῦ πάθους ἔξω· "καταλιπὼν γὰρ τὰ ἱμάτια ἐν ταῖς χερσὶν Legum_allegoriarum_libri_i_iii 241 αὐτῆς ἔφυγε καὶ ἐξῆλθεν ἔξω“ (Gen. 39, 12). τίς δὲ ἔνδον, φαίη τις ἄν, ἐξέρχεται; οὐ πολλοί; ἢ οὐ φυγόντες τινὲς τὸ ἱεροσυλεῖν ἐξ ἰδιωτικῆς ἔκλεψαν οἰκίας, καὶ οὐκ ὄντες πατροτύπται ἀλλότριον ὕβρισαν; οὗτοι ἐξέρχονται μὲν ἀπὸ τῶν ἁμαρτημάτων, εἰς ἕτερα δὲ εἰσέρχονται· τὸν δὲ τελείως ἐγκρατῆ δεῖ πάντα φεύγειν τὰ ἁμαρτήματα καὶ τὰ μείζω καὶ τὰ ἐλάττω καὶ ἐν μηδενὶ ἐξετάζεσθαι τὸ παράπαν. Legum_allegoriarum_libri_i_iii 242 ἀλλ’ ὁ μὲν Ἰωσὴφ — νέος τε γάρ ἐστι καὶ τῷ Αἰγυπτίῳ σώματι οὐκ ἴσχυσεν ἀγωνίσασθαι καὶ νικῆσαι τὴν ἡδονήν — [καὶ] ἀποδιδράσκει. Φινεὲς δὲ ὁ ἱερεὺς ὁ ζηλώσας τὸν ὑπὲρ θεοῦ ζῆλον οὐ φυγῇ τὴν ἰδίαν σωτηρίαν πεπόρισται, ἀλλὰ τὸν „σειρομάστην“ τουτέστι τὸν ζηλωτικὸν λόγον λαβὼν οὐκ ἀποστήσεται, πρὶν ἢ „ἐκκεντῆσαι τὴν Μαδιανῖτιν“ τὴν ἐκκεκριμένην θείου χοροῦ φύσιν „διὰ τῆς μήτρας αὐτῆς“ (Num. 25,7.8), ἵνα μηδέποτε ἰσχύσῃ φυτὸν ἢ σπέρμα κακίας ἀνατεῖλαι· οὗ χάριν ἐκκοπείσης ἀφροσύνης ἆθλον καὶ κλῆρον ἡ ψυχὴ λαμβάνει διττόν, εἰρήνην καὶ ἱερωσύνην (ib. 12. 13), συγγενεῖς καὶ ἀδελφὰς ἀρετάς. Legum_allegoriarum_libri_i_iii 243 τοιαύτης μὲν οὖν γυναικὸς οὐκ ἀκουστέον, αἰσθήσεως μοχθηρᾶς λέγω, ἐπεὶ 1. 2 ὡς ψυχὴ Mang. 3 εἰς τὴν] εἰς τὸν Η 4 αὐτοῦ codd.: αὑτοῦ v 5 ἐντὸς Wendl.: ἔνθεν codd., ἔνδον Mang. 6 αὐτοῦ Wendl.: αὐτῶ ABP, αὐτὸ H 11 δή AP: δέ BH 13 χρήσαιο Turn.: χρῆσαι ΑΒΡΗ, χρῆσθαι L 22 Αἰγύπτῳ coni. Mang. 23 καὶ ἀποδιδράσκει codd., καὶ om. v, seclusi 25 Συρομάστην Turn. 26 Μανδιανῖτιν FI 27 ἐκκεκριμένην θείου χοροῦ scripsi: ἐγκεκρυμμένην θείω χορῶ codd. καὶ „τὰς μαίας εὖ ἐποίει θεός“ (Exod. 1, 20), ὅτι τῶν προστάξεων τοῦ σκεδαστοῦ Φαραὼ ἠλόγουν „τὰ ἄρρενα“ τῆς ψυχῆς „ζῳογονοῦσαι“, ἃ ἐκεῖνος ἤθελε διαφθείρειν τῆς θηλείας ὕλης ἐραστὴς ὤν, τὸ δ’ αἴτιον ἀγνοῶν καὶ λέγων ὅτι „οὐκ οἶδα αὐτόν“ (Exod. 5, 2). Legum_allegoriarum_libri_i_iii 244 ἑτέρᾳ δὲ πειστέον γυναικί, οἵαν συμβέβηκε Σάρραν εἶναι, τὴν ἄρχουσαν ἀρετήν· καὶ πείθεταί γε ὁ σοφὸς Ἀβραὰμ αὐτῇ παραινούσῃ ἃ δεῖ· πρότερον μὲν γάρ, ὅτ’ οὔπω τέλειος ἐγεγένητο, ἀλλ’ ἔτι πρὶν μετονομασθῆναι τὰ μετέωρα ἐφιλοσόφει, ἐπισταμένη ὅτι οὐκ ἂν δύναιτο γεννᾶν ἐξ ἀρετῆς τελείας, συμβουλεύει ἐκ τῆς παιδίσκης τουτέστι παιδείας τῆς ἐγκυκλίου παιδοποιεῖσθαι τῆς Ἄγαρ (Gen. 16, 2 ss.), ὃ λέγεται παροίκησις· ὁ γὰρ μελετῶν ἐν ἀρετῇ τελείᾳ κατοικεῖν, πρὶν ἐγγραφῆναι τῇ πόλει αὐτῆς, τοῖς ἐγκυκλίοις μαθήμασι παροικεῖ, ἵνα διὰ τούτων πρὸς τελείαν ἀρετὴν ἀφέτως ὁρμήσῃ· Legum_allegoriarum_libri_i_iii 245 ἔπειτα ὅταν ἴδῃ τετελειωμένον αὐτὸν καὶ ἤδη δυνάμενον σπείρειν, * * * κἂν ἐκεῖνος εὐχάριστος ὢν πρὸς τὰ παιδεύματα, δι’ ὧν ἀρετῇ συνεστάθη, χαλεπὸν ἡγῆται παραιτήσασθαι αὐτά, χρησμῷ πραϋνθήσεται θεοῦ τῷ κελεύοντι· „πάντα ὅσα ἂν εἴπῃ Σάρρα, ἄκουε τῆς φωνῆς αὐτῆς“ (Gen. 21, 12). νόμος ἡμῶν ἔστω ἑκάστῳ τὸ δοκοῦν ἀρετῇ· εἰ γὰρ πάντων ὅσα παραινεῖ ἡ ἀρετὴ βουλόμεθα ἀκούειν, εὐδαιμονήσομεν. Legum_allegoriarum_libri_i_iii 246 Τὸ δὲ „καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν“ ἴσον ἐστὶ τῷ συγκατέθου κακίᾳ, ἣν χρή σε ἀνὰ κράτος ἀπείργειν· διὰ τοῦτο „ἐπικατάρατος“ οὐχὶ σύ, ἀλλ’ „ἡ γῆ ἐν τοῖς ἔργοις σου“ (Gen. 3, 17). τίς οὖν ἡ αἰτία τούτων; ὁ ὄφις ἦν, ἡδονή, ἔπαρσις ἄλογος ψυχῆς· αὕτη κατάρατος ἐξ ἑαυτῆς, μόνῳ γέ τοι τῷ φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί. ὁ Ἀδὰμ δὲ ὁ μέσος ἐστὶ νοῦς, ὃς τοτὲ μὲν ἀμείνων τοτὲ δὲ χείρων ἐξετάζεται· ᾗ γὰρ νοῦς ἐστιν, οὔτε φαῦλος οὔτε σπουδαῖος εἶναι πέφυκεν, ἀρετῇ δὲ καὶ κακίᾳ πρός τε τὸ εὖ καὶ πρὸς τὸ χεῖρον εἴωθε μεταβάλλειν. Legum_allegoriarum_libri_i_iii 247 εἰκότως οὖν 1 θεός AP: ὁ θεός BH 2 ψυχῆς] ζωῆς L 3 ὕλης Benzelius: ὅλης codd. 5 πιστέον Β 13 αὐτὸν codd.: αὑτόν v 14 ante κἀν ἐκεῖνος lacunam indicavi ante δι’ ὧν add. τὰ Mang. 15 ἀρετὴ ΑΒ συνετάθη L 16 ὅσα ἂν εἴπῃ scripsi: ἄν ὅσα εἴποι codd. 18. 19 εὐδαιμονίσομεν H 21 τῳ] τὸ Η σε] δὲ L, om. Turn. 22 οὐχὶ σύ, ἀλλ’ ἡ γῆ scripsi: σύ, οὐχὶ ἡ γῆ codd., ἡ γῆ, οὐχὶ σὺ Benzelius (Mang.) 23 ἦν codd.: ἡ Turn., ἦν ἡ Mang. 24 ἐξ ἑαυτῆς οὖσα coni. Wendl. 26 ὃς . . . ἐξετάζεται corr. Turu.: ὡς . . . ἐξετάζεσθαι codd. 10 Clem. Alez. Strom. I 334 P. ἑρμηνεύει δὲ ὁ Φίλων τὴν Ἄγαρ παροίκησιν. οὐκ ἔστι κατάρατος ἐξ ἑαυτοῦ, ὡς οὔτε κακία ὢν οὔτε κατὰ κακίαν πρᾶξις, ἀλλ’ ἐν τοῖς ἔργοις αὐτοῦ ἡ γῆ κατάρατος· αἱ γὰρ πράξεις αἱ διὰ τῆς ὅλης ψυχῆς, ἣν κέκληκε γῆν, ἐπίληπτοι καὶ ὑπαίτιοι κατὰ κακίαν ἕκαστα δρῶντός εἰσι. παρὸ καὶ ἐπιφέρει, ὅτι „ἐν λύπῃ φάγεσαι αὐτήν“, ὅπερ ἐστὶν ἴσον τῷ ἀπολαύσεις τῆς ψυχῆς ἐπιλύπως· ἐπωδύνως γὰρ ὁ φαῦλος πάντα τὸν βίον χρῆται τῇ ἑαυτοῦ ψυχῇ μηδὲν ἔχων χαρᾶς αἴτιον, ὃ πέφυκε γεννᾶν δικαιοσύνη καὶ φρόνησις καὶ αἱ σύνθρονοι ταύτης ἀρεταί. Legum_allegoriarum_libri_i_iii 248 "Ἀκάνθας οὖν καὶ τριβόλους ἀνατελεῖ σοι“ (Gen. 3, 18). ἀλλὰ τί φύεται καὶ βλαστάνει ἐν ἄφρονος ψυχῇ, πλὴν τὰ κεντοῦντα καὶ τιτρώσκοντα αὐτὴν πάθη; ἃ διὰ συμβόλων ἀκάνθας κέκληκεν, οἷς ἡ ἄλογος ὁρμὴ πυρὸς τὸν τρόπον πρώτοις ἐντυγχάνει, μεθ’ ὧν ταχθεῖσα πάντα τὰ αὐτῆς καταφλέγει καὶ διαφθείρει. λέγει γὰρ οὕτως· „ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεμπρήσῃ ἅλωνα ἢ στάχυας ἢ πεδίον, ἀποτίσει ὁ τὸ πῦρ ἐκκαύσας“ (Exod. 22, 6). Legum_allegoriarum_libri_i_iii 249 ὁρᾷς ὅτι τὸ πῦρ ἐξελθόν, ἡ ἄλογος ὁρμή, οὐκ ἐμπίπρησι τὰς ἀκάνθας, ἀλλὰ εὑρίσκει· ζητητικὴ γὰρ τῶν παθῶν οὖσα ἃ ἐπόθει λαβεῖν εὗρεν· ὅταν δὲ εὕρῃ, καταφλέγει τρία ταῦτα, ἀρετὴν τελείαν, προκοπήν, εὐφυΐαν· ἀρετὴν μὲν οὖν παραβέβληκε τῇ ἅλῳ, συγκεκόμισται γάρ, ὡς ἐνταῦθα ὁ καρπός, οὕτως καὶ ἐν τῇ τοῦ σοφοῦ ψυχῇ τὰ καλά· στάχυσι δὲ τὴν προκοπήν, ἐπεὶ καὶ ἑκάτερον ἀτελὲς ἐφιέμενον τοῦ τέλους· πεδίῳ δὲ τὴν εὐφυΐαν, ὅτι εὐπαράδεκτος σπερμάτων ἀρετῆς ἐστιν. Legum_allegoriarum_libri_i_iii 250 ἕκαστον δὲ τῶν παθῶν τριβόλια εἴρηκεν, ἐπειδὴ τριττά ἐστιν, αὐτό τε καὶ τὸ ποιητικὸν καὶ τὸ ἐκ τούτων ἀποτέλεσμα, οἷον ἡδονή, ἡδύ, ἥδεσθαι· ἐπιθυμία, ἐπιθυμητόν, ἐπιθυμεῖν· λύπη, λυπηρόν, λυπεῖσθαι· φόβος, φοβερόν, φοβεῖσθαι. Legum_allegoriarum_libri_i_iii 251 "Καὶ φάγεσαι τὸν χόρτον τοῦ ἀγροῦ· ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγεσαι τὸν ἄρτον σου “ (Gen. 3, 18. 19). χόρτον καὶ ἄρτον καλεῖ συνωνύμως, πρᾶγμα ταὐτόν· χόρτος ἀλόγου τροφή ἐστιν· ἄλογον δὲ ὁ φαῦλος ἐκτετμημένος τὸν ὀρθὸν λόγον, ἄλογοι δὲ καὶ αἱ αἰσθήσεις τῆς ψυχῆς οὖσαι μέρος· ὁ δὲ νοῦς ἐφιέμενος τῶν αἰσθητῶν διὰ τῶν ἀλόγων αἰσθήσεων οὐκ ἄνευ πόνου καὶ ἱδρῶτος ἐφίεται· 1 κατάρατος codd.: ἐπικατάρατος v 3 κέκληκεν H 4 δρῶντες codd., corr. Turn. 5 τῷ] τὸ Η ἀπολαύσεις ABP: ἀπολαύσει Η, ἀπολαύσῃ v 9 ἀντελλεῖ Η 10 ἄλλο τι coni. Wendl. 12 πυρὸς Mang.: πρὸς codd. 14 προσεμπρήσει Η 16 ἡ] ἢ P 17 εὕρῃ] εὗρε Η 21 εὐτελὲς H 25 ἐπιθυμητικόν L λυπεῖσθαι corr. Turn.: φοβεῖσθαι codd. 28 φάγεσαι τὸν ἄρτον σου om. codd., add. Benzelius 30 ὁ addidi σφόδρα γὰρ ὀδυνηρὸς καὶ ἐπαχθὴς ὁ τοῦ ἄφρονος βίος μετιόντος καὶ ἐπιλιχνεύοντος τὰ ποιητικὰ τῶν ἡδονῶν καὶ τῶν ὅσα κακία ἀπεργάζεσθαι φιλεῖ. καὶ μέχρι τίνος; Legum_allegoriarum_libri_i_iii 252 "μέχρι" φησίν "ἀποστρέψεις εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθης“ (Gen. 3, 19). νῦν γὰρ οὐκ ἐν τοῖς γεώδεσι καὶ ἀσυστάτοις ἐξετάζεται τὴν οὐράνιον σοφίαν καταλιπών; πῇ οὖν ἔτι ἀποστρέφεται, σκεπτέον. ἀλλὰ μήποτε ὃ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὁ ἄφρων νοῦς ἀπέστραπται μὲν ἀεὶ τὸν ὀρθὸν λόγον, εἴληπται δὲ οὐκ ἀπὸ τῆς μεταρσίου φύσεως, ἀλλ’ ἀπὸ τῆς γεωδεστέρας ὕλης, καὶ μένων δὲ καὶ κινούμενος ὁ αὐτός ἐστιν ἐφιέμενός τε τῶν αὐτῶν. Legum_allegoriarum_libri_i_iii 253 διὸ καὶ ἐπιφέρει, "ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ“ (ibid.), ὅπερ ἴσον ἐστὶ τῷ προειρημένῳ. δηλοῖ δὲ καὶ τοῦτο· ἡ ἀρχή σου καὶ τὸ τέλος ἓν καὶ ταὐτόν ἐστιν· ἤρξω τε γὰρ ἀπὸ τῶν φθειρομένων γῆς σωμάτων, τελευτήσεις δὲ πάλιν εἰς ἐκεῖνα τὴν μεταξὺ τοῦ βίου τρίψας ὁδὸν οὐ λεωφόρον ἀλλὰ τραχεῖαν, βάτων καὶ τριβόλων κεντεῖν τε καὶ τιτρώσκειν πεφυκότων μεστήν. 12 γῆς corr. Turn.: γῆ codd. τελευτήσει L