LYRA GRAECA epigramma Graecum pernobile incisum habuit in basi, quod iste eruditus homo et Graeculus, qui haec subtiliter iudicat, qui solus intelligit, si unam litteram Graecam scisset, certe non reliquisset.! nune enim, quod inscriptum est inani in basi, declarat quid fuerit et id ablatum indicat. Dion. Hal. Dem, 10 ἡ δὲ μετὰ ταύτην (ἁρμονία) ἡ γλαφυρὰ καὶ θεατρικὴ καὶ τὸ κομψὸν αἱρουμένη πρὸ τοῦ σεμνοῦ τοιαύτη" ὀνομάτων αἰεὶ βούλεται λαμβάνειν τὰ λειότατα καὶ μαλακώτατα, τὴν εὐφωνίαν θηρωμένη καὶ τὴν εὐμέλειαν, ἐξ αὐτῶν δὲ τὸ ἡδὺ. ἔπειτα οὐχ ὡς ἔτυχεν ἀξιοῖ ταῦτα τιθέναι οὐδὲ ἀπερισκέπτως συναρμόττειν. θἄτερα τοῖς ἑτέροις, ἀλλὰ διακρίνουσα τὰ ποῖα τοῖς ποίοις παρατιθέμενα μουσικωτέρους ποιεῖν δυνήσεται τοὺς ἤχους, καὶ σκοποῦσα κατὰ ποῖον σχῆμα ληφθέντα χαριεστέρας ἀποτελέσει τὰς συζυγίας, οὕτως συναρμόττειν ἕκαστα πειρᾶται, πολλὴν σφόδρα ποιουμένη φροντίδα τοῦ συνέχεσθαι" Ξ καὶ συνηλεῖφθαι καὶ προπετεῖς ἁπάντων αὐτῶν εἶναι τὰς ἁρμονίας 1. τοιαῦτά τινά μοι καὶ ταύτης εἶναι φαίνεται χαρακτηριστικὰ τῆς ἁρμονίας. παραδείγματα δ᾽ αὐτῆς ποιοῦμαι ποιητῶν μὲν ‘Hatobov τε καὶ Σαπφὼ καὶ ᾿Ανακρέοντα, τῶν δὲ πεζῇ λέξει χρησαμένων ᾿Ισοκράτην τε τὸν ᾿Αθη- ναῖον καὶ τοὺς ἐκείνῳ πλησιάσαντας. Demetr. Eloc. 132 τὰ μὲν οὖν εἴδη τῶν χαρίτων τοσάδε καὶ τοιάδε. εἰσιν δὲ αἱ μὲν ἐν τοῖς πράγ- pace χάριτες οἷον νυμφαῖοι κῆποι, ὑμέναιοι, ἔρωτες, ὅλη ἡ Σαπφοῦς ποίησις. τὰ γὰρ τοιαῦτα 1 mes sustudiasé which some edd. keep, reading wna for non 2 mss συνέξ. 172