Σουζάννα_(translatio_Graeca) 1:1 ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ. Σουζάννα_(translatio_Graeca) 1:2 καὶ ἔλαβε γυναῖκα ᾖ ὄνομα Σουσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν κύριον· Σουζάννα_(translatio_Graeca) 1:3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ. Σουζάννα_(translatio_Graeca) 1:4 καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων. Σουζάννα_(translatio_Graeca) 1:5 Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν οἱ ἐδόκουν κυβερνῶν τὸν λαόν. Σουζάννα_(translatio_Graeca) 1:6 καὶ ἤρχοντο κρίσεις ἐξ ἄλλων πόλεων πρὸς αὐτοὺς. Σουζάννα_(translatio_Graeca) 1:7 οὗτοι ἰδόντες γυναῖκα ἀστείαν τῷ εἴδει, γυναῖκα ἀδελφοῦ αὐτῶν ἐκ τῶν υἱῶν Ἰσραήλ, ὄνομα Σουσάνναν, θυγατέρα Χελκίου, γυναῖκα Ἰωακείμ, περιπατοῦσαν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς τὸ δειλινὸν Σουζάννα_(translatio_Graeca) 1:8 καὶ ἐπιθυμήσαντες αὐτῆς, Σουζάννα_(translatio_Graeca) 1:9 διέστρεψαν τὸν νοῦν αὐτῶν καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν μηδέ μνημονεύειν κριμάτων δικαίων. Σουζάννα_(translatio_Graeca) 1:10 καὶ ἀμφότεροι ἦσαν κατανενυγμένοι περὶ αὐτῆς, καὶ ἕτερος τῷ ἑτέρῳ οὐ προσεποιεῖτο τὸ κακὸν τὸ ἔχον αὐτοὺς περὶ αὐτῆς, οὐδέ ἡ γυνὴ ἔγνω τὸ πρᾶγμα τοῦτο. Σουζάννα_(translatio_Graeca) 1:12 καὶ ὡς ἐγίνετο ὄρθρος, ἐρχόμενοι ἔκλεπτον ἀλλήλους σπεύδοντες, τίς φανήσεται αὐτῇ πρότερος καὶ λαλήσει πρὸς αὐτήν. Σουζάννα_(translatio_Graeca) 1:13 καὶ ἰδοὺ αὕτη κατὰ τὸ εἰωθὸς περιεπάτει, καὶ ὁ εἶς Syr Ιnscr Σουσαννα 87 (sub α΄σ΄θ΄) Syr 1—5 και ην ανηρ. ενιαυτω εκεινω] sub lemniscis omnia in 87 et (cum σ΄θ΄) Syr 4 και προς αυτον] adnot ουτοι προσεκαρτερουν εν τη οικια Ιωακειμ και ηρχοντο προς αυτους παντες 87mg οι Ιουδ.] incep. Ιο 87* (οι Ιουδ. 87¹) ras aliq ante ειναι 87? 5 και απεδειχθ.] pr ÷ 87 Ο ΛΕϹΠΟΤΗϹ Syrᵐᵍ 7 ΑϹΤΕΙΑΝ Syrᵐg ονομα bis scr 87* (improb 1⁰ 87? ) 8 9 επιθυμησαντες αυτης διεστρεψαν] επεθυμησαν αυτης διαστρεψ αντες Syr 10 προσεποιουντο Syr 87 τῶν πρεσβυτέρων ἐληλύθει, καὶ ἰδοὺ ὁ ἕτερος παρεγένετο, καὶ εἶς τὸν ἕτερον ἀνέκρινε λέγων Τί σὺ οὕτως ὄρθρου ἐξῆλθες οὐ παραλαβὼν με; Σουζάννα_(translatio_Graeca) 1:14 καὶ ἐξωμολογήσαντο πρὸς ἀλλήλους ἑκάτερος τὴν ὀδύνην αὐτοῦ. Σουζάννα_(translatio_Graeca) 1:19 καὶ εἶπεν εἶς τῷ ἑτέρῳ Πορευθῶμεν πρὸς αὐτὴν· καὶ συνθέμενοι προσήλθοσαν αὐτῇ καὶ ἐξεβιάζοντο αὐτήν. Σουζάννα_(translatio_Graeca) 1:22 καὶ εἶπεν αὐτοῖς ἡ Ἰουδαία Οἶδα ὅτι ἐὰν πράξω τοῦτο θάνατός μοί ἐστι, καὶ ἐὰν μὴ πράξω οὐκ ἐκφεύξομ τὰς χεῖρας ὑμῶν· Σουζάννα_(translatio_Graeca) 1:23 κάλλιον δέ με μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν ἤ ἁμαρτεῖν ἐνώπιον Κυρίου. 87 Σουζάννα_(translatio_Graeca) 1:28 οἱ δὲ παράνομοι ἄνδρες ἀπέστρεψαν ἀπειλοῦντες ἐν ἑαυτοῖς καὶ ἐνεδρεύοντες ἵνα θανατώσουσιν αὐτὴν· καὶ ἐλθόντες ἐπὶ τὴν συναγωγὴν τῆς πόλεως οὖ παρῴκουσαν, καὶ συνήδρευσαν οἱ ὄντες ἐκεῖ πάντες οἱ υἱοὶ Ἰσραήλ· Σουζάννα_(translatio_Graeca) 1:29 καὶ ἀναστάντες οἱ δύο πρεσβύτεροι καὶ κριταὶ εἶπαν Ἀποστείλατε ἐπὶ Σουσάνναν, θυγατέρα Χελκίου, ἥτις ἐστὶ γυνὴ Ἰωακείμ. οἱ δὲ εὐθέως ἐκάλεσαν αὐτήν. Σουζάννα_(translatio_Graeca) 1:30 ὡς δὲ παρεγενήθη ἡ γυνὴ σὺν τῷ πατρὶ ἑαυτῆς καὶ τῇ μητρί, καὶ οἱ παῖδες καὶ αἱ παιδίσκαι αὐτῆς ὄντες τὸν ἀριθμὸν πεντακόσιοι παρεγένοντο, καὶ τὰ παιδία Σουσάννας τέσσαρα. Σουζάννα_(translatio_Graeca) 1:31 ἧν δὲ ἡ γυνὴ τρυφερὰ σφόδρα. Σουζάννα_(translatio_Graeca) 1:32 καὶ προσέταξαν οἱ παράνομοι ἀποκαλύψαι αὐτήν, ἵνα ἐμπλησθῶσιν κάλλους ἐπιθυμίας αὐτῆς. Σουζάννα_(translatio_Graeca) 1:33 καὶ ἐκλαίοσαν οἱ παρʼ αὐτῆς πάντες καὶ ὅσοι αὐτὴν ᾔδεισαν πάντες. Σουζάννα_(translatio_Graeca) 1:34 ἀναστάντες δὲ οἱ πρεσβύτεροι καὶ κριταὶ ἐπέθηκαν τὰς χεῖρας αὐτῶν ἐπὶ τῆς κεφαλῆς αὐτῆς· Σουζάννα_(translatio_Graeca) 1:35 ἡ δὲ καρδία αὐτῆς ἐπεποίθει ἐπὶ Κυρίῳ τῷ θεῷ αὐτῆς, καὶ ἀνακύψασα ἔκλαυσεν ἐν αὐτῇ λέγουσα Σουζάννα_(translatio_Graeca) 1:35a a Κύριε ὁ θεὸς ὁ αἰώνιος, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ οἶδας ὅτι οὐκ ἐποίησα ἃ πονηρεύονται οἱ ἄνομοι οὗτοι ἐπʼ ἐμοί. καὶ εἰσήκουσε Κύριος τῆς δεήσεως αὐτῆς. Σουζάννα_(translatio_Graeca) 1:36 οἱ δὲ δύο πρεσβύτεροι εἶπαν Ἡμεῖς περιεπατοῦμεν ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς, Σουζάννα_(translatio_Graeca) 1:37 καὶ κυκλοῦντες τὸ στάδιον εἵδομεν ταύτην ἀναπαυομένην μετὰ ἀνδρός, καὶ στάντες ἐθεωροῦμεν αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις, Σουζάννα_(translatio_Graeca) 1:38 καὶ αὐτοὶ οὐκ ἤδεισαν ὅτι εἱστήκειμεν. τότε συνειπάμεθα ἀλλήλοις λέγοντες Μάθωμεν τίνες εἰσὶν οὗτοι. Σουζάννα_(translatio_Graeca) 1:39 καὶ προσελθόντες ἐπέγνωμεν αὐτὴν· ὁ δὲ νεανίσκος ἔφυγε συγκεκαλυμμένος. Σουζάννα_(translatio_Graeca) 1:40 ταύτης δὲ ἐπιλαβόμενοι ἐπηρωτῶμεν αὐτήν Τίς ὁ ἄνθρωπος; Σουζάννα_(translatio_Graeca) 1:41 καὶ οὐκ ἀπήγγειλεν ἡμῖν τίς ἦν. ταῦτα μαρτυροῦμεν. καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ πᾶσα, ὡς πρεσβυτέρων ὄντων καὶ κριτῶν τοῦ λαοῦ. Σουζάννα_(translatio_Graeca) 1:44 –45 Καὶ ἰδοὺ ἄγγελος Κυρίου, ἐκείνης ἐξαγομένης ἀπολέσθαι· καὶ ἔδωκεν ὁ ἄγγελος, καθὼς προσετάγη, πνεῦμα συνέσεως νεω- Syr 28 ελθοντες] ηλθον Syr παρωκουν 87a (ουν superscr) 29 θυγατερα] incep τ 87* εκαλεσαν αυτην] απεστειλαν επ αυτην Syrᵐᵍ 32 επιθυμιας καλλους Syr 35 αυτη] εαυτη Syr 37 αυτους] ους sup ras 87? 40 τις] + ην Syr ο ανθρωπος] ο νεανισκος Syrᵐᵍ 87 τερῶ ὄντι Δανιὴλ. Σουζάννα_(translatio_Graeca) 1:48 διαστείλας δὲ Δανιὴλ τὸν ὄχλον καὶ στὰς ἐν μέσῳ αὐτῶν εἶπεν Οὕτως μωροί, υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες οὐδὲ τὸ σαφές ἐπιγνόντες ἀπεκτείνατε θυγατέρα Ἰσραήλ; Σουζάννα_(translatio_Graeca) 1:51 καὶ νῦν διαχωρίσατέ μοι αὐτοὺς ἀπʼ ἀλλήλων μακράν, ἵνα ἐτάσω αὐτούς. Σουζάννα_(translatio_Graeca) 1:51a a ὡς δὲ διεχωρίσθησαν, εἶπεν Δανιὴλ τῇ συναγωγῇ Νῦν μὴ βλέψητε ὅτι οὗτοί εἰσι πρεσβύτεροι, λέγοντες Οὐ μὴ ψεύσωνται· ἀλλὰ ἀνακρινῶ αὐτοὺς κατὰ τὰ ὑποπίπτοντά μοι. Σουζάννα_(translatio_Graeca) 1:52 καὶ ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ προσήγαγον τὸν πρεσβύτερον τῷ νεωτέρῳ· καὶ εἶπεν αὐτῷ Δανιὴλ Ἅκουε ἄκουε, πεπαλαιωμένε ἡμερῶν κακῶν· νῦν ἥκασί σου αἱ ἁμαρτίαι ἃς ἐποίεις τὸ πρότερον, Σουζάννα_(translatio_Graeca) 1:53 πιστευθεὶς ἀκούειν καὶ κρίνειν κρίσεις θάνατον ἐπιφερούσας, καὶ τὸν μέν ἀθῷον κατέκρινας, τοὺς δὲ ἐνόχους ἠφίεις, τοῦ κυρίου λέγοντος Ἀθῷον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Σουζάννα_(translatio_Graeca) 1:54 νῦν οὖν ὑπὸ τί δένδρον καὶ ποταπῷ τοῦ παραδείσου τόπῳ ἑώρακας αὐτοὺς ὄντας σὺν ἑαυτοῖς; καὶ εἶπεν ὁ ἀσεβής ῾ γπὸ σχῖνον. Σουζάννα_(translatio_Graeca) 1:55 εἶπεν δὲ ὁ νεώτερος Ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ ψυχήν· ὁ γὰρ ἄγγελος Κυρίου σχίσει σου τὴν ψυχὴν σήμερον. Σουζάννα_(translatio_Graeca) 1:56 καὶ τοῦτον μεταστήσας εἶπεν προσαγαγεῖν αὐτῷ τὸν ἕτερον· καὶ τούτῳ δὲ εἶπεν Διὰ τί διεστραμμένον τὸ σπέρμα σου, ὡς Σιδῶνος καὶ οὐχ ὡς Ἰούδα; τὸ κάλλος σε ἠπάτησεν, ἡ μικρὰ ἐπιθυμία. Σουζάννα_(translatio_Graeca) 1:57 καὶ οὕτως ἐποιεῖτε θυγατράσιν Ἰσραήλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμιλοῦσαν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν νόσον ὑμῶν ἐν ἀνομίᾳ ὑπενεγκεῖν. Σουζάννα_(translatio_Graeca) 1:58 νῦν οὖν λέγε μοι ῾ γπὸ ὸ τί δένδρον καὶ ἐν ποίῳ τοῦ κήπου τόπῳ κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν ῾ γπὸ πρῖνον. Σουζάννα_(translatio_Graeca) 1:59 καὶ εἶπεν Δανιὴλ Ἁμαρτωλέ, νῦν ὁ ἄγγελος Κυρίου τὴν ῥομφαίαν ἕστηκεν ἔχων, ἕως ὁ λαὸς ἐξολεθρεύσει ὑμᾶς, ἵνα καταπρίσῃ σε. Σουζάννα_(translatio_Graeca) 1:60 –62 Καὶ πᾶσα ἡ συναγωγὴ ἀνεβόησεν ἐπὶ τῷ νεωτέρῳ, ὡς ἐκ τοῦ ἰδίου στόματος ὁμολόγους αὐτοὺς κατέστησεν ἀμφοτέρους ψευδο- Syr 53 κατεκρινες Syr 54 cXINoN Syrᵐᵍ 56 διεστραμμενον] in στραμ aliq emend 87? ως Σιδωνος και ουχ ως Ιουδα] [θ΄] σπερμα Χανααν και ουκ Ιουδα Syrmg 58 ΠΡΙΝοΝ Syrmᵍ 87 μάρτυρας· καὶ ὡς ὁ νόμος διαγορεύει ἐποίησαν αὐτοῖς, καθὼς ἐπονηρεύσαντο κατὰ τῆς ἀδελφῆς. καὶ ἐφίμωσαν αὐτοὺς καὶ ἐξαγαγόντες ἔρριψαν εἰς φάραγγα· τότε ὁ ἅγγελος Κυρίου ἔρριψε πῦρ διὰ μέσου αὐτῶν. καὶ ἐσώθη αἶμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Σουζάννα_(translatio_Graeca) 1:62a ᵃΔιὰ τοῦτο οἱ νεώτεροι ἀγαπητοὶ Ἰακὼβ ἐν τῇ ἁπλότητι αὐτῶν. Σουζάννα_(translatio_Graeca) 1:62b καὶ ἡμεῖς φυλασσώμεθα εἰς υἱοὺς δυνατοὺς νεωτέρους· εὐσεβήσουσι γὰρ νεώτεροι, καὶ ἔσται ἐν αὐτοῖς πνεῦμα ἐπιστήμης καὶ συνέσεως εἰς αἰῶνα αἰῶνος. Syr 60–62 εποιησεν Syr 62 a οι νεωτεροι Ιακωβ αγαπητοι Syr