Σοφονίας 1:1 ΑΟΓΟΣ Κυρίου ὃς ἐγενήθη πρὸς Σοφονίαν τὸν τοῦ Χουσεὶ υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἑζεκίου ἐν ἡμέραις Ἰωσείου υἱοῦ Ἀμὼν βασιλέως Ἰούδα. Σοφονίας 1:2 Ἐκλείψει ἐκλιπέτω ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος· Σοφονίας 1:3 ἐκλιπέτω ἄνθρωπος καὶ κτήνη, ἐκλιπέτω τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. Σοφονίας 1:4 καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ Ἰούδαν καὶ ἐπὶ πάντας τοὺς κατοικοῦντας Ἰερουσαλήμ· καὶ ἐξαρῶ ἐκ τοῦ τόπου τούτου τὰ ὀνόματα τῆς Βάαλ καὶ τὰ ὀνόματα τῶν ἱερέων, Σοφονίας 1:5 καὶ τοὺς προσκυνοῦντας ἐπὶ τὰ δώματα τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καὶ τοὺς προσκυνοῦντας καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ κυρίου, καὶ τοὺς ὀμνύοντας κατὰ τοῦ βασιλέως αὐτῶν, Σοφονίας 1:6 καὶ τοὺς ἐκκλίνοντας ἀπὸ τοῦ κυρίου, καὶ τοὺς μὴ ζητοῦντας τὸν κύριον, καὶ τοὺς μὴ ἀντεχομένους τοῦ κυρίου. Σοφονίας 1:7 Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου τοῦ θεοῦ, διότι ἐγγὺς ἡμέρα τοῦ κυρίου, ὅτι ἡτοίμακεν Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίακεν τοὺς U+05D0AQ Inscr Σοφονιας θ BU+05D0AQ I 1 Χουσι U+05D0* (-σει U+05D0c.b( Q | Αμοριου] Αμμο- ρεου U+05D0* (-ριου U+05D0c.b (vid)) Αμαριου U+05D0c.c (vid) Q Αμορειου A | Ιωσιου Bb U+05D0c.a, c.b AQ Ιουσιου U+05D0* | Αμων] Αμως Ba?b AQ Αμμω U+05D0 2 εκλιπετω] εκλιψετω U+05D0* (εκλιπετω πανια U+05D0c.a) εκλιπετωσαν U+05D0c.b εκλειπετω AQ 3 εκλιπετω 1⁰] εκλιφετω U+05D0* (εκλιπ. c.a, c.b) εκλειπετω AQ | εκλιπετω 2⁰] εκλιφετω U+05D0* (εκλιπ. U+05D0c.a, c.b) Q εκλειπετωσαν A | ασεβεις] βασιλεις U+05D0* (ασ. sup ras U+05D0¹) | ανομους] ο 1⁰ sup ras Aᵃ 4 χειραν B* | om μου U+05D0* c.a (hab U+05D0c.ᵇ) | Ιουδα A 5 δωματα] ιδωλα U+05D0 | τη στρατια] της στρατια U+05D0 τη στρατεια AQ | om και τους προσκυνουντας (2⁰) . . . του κυριου A | om και τους προσκ. (2⁰) Q | om και 3⁰ U+05D0 | κατα 1⁰] κατα τα U+05D0* (improb τα 2⁰ U+05D01 c.ᵇ) | om κυριου (hab Q1(mg)) και τους ομν. κατα του Q* βασιλεως] pr κυ U+05D0c.a (postea ras) Qa(mg) Μολοχ Qmg | αυτων] αυτου U+05D01(vid) 6 του κυριου (1⁰)] om του Q | ζητη- σαντας AQ | om μη 2⁰ Q 7 Κυριου] pr του U+05D0* (om του U+05D0c.a postea revoc) | ημερα] pr η U+05D0AQ | του κυριου] om. του Q* (hab Qmg) | ητοιμασεν U+05D0AQ | ηγιασεν A κλητοὺς αὐτοῦ. Σοφονίας 1:8 καὶ ἔσται ἐν ἡμέρᾳ θυσίας Κυρίου καὶ ἐκδικήσω B ἐπὶ τοὺς ἄρχοντας καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως καὶ ἐπὶ πάντας τοὺς ἐνδεδυμένους ἐνδύματα ἀλλότρια· Σοφονίας 1:9 καὶ ἐκδικήσω ἐμφανῶς ἐπὶ τὰ πρόπυλα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τοὺς πληροῦντας τὸν οἶκον Κυρίου θεοῦ αὐτῶν ἀσεβείας καὶ δόλου. Σοφονίας 1:10 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος, φωνὴ κραυγῆς ἀπὸ πύλης ἀποκεντούντων, καὶ ὀλολυγμὸς ἀπὸ τῆς δευτέρας, καὶ συντριμμὸς μέγας ἀπὸ τῶν βουνῶν. Σοφονίας 1:11 θρηνήσατε, οἱ κατοικοῦντες τὴν κατακεκομμένην, ὅτι ὡμοιώθη πᾶς ὁ λαὸς Χανάαν, ἐξωλεθρεύθησαν πάντες οἱ ἐπηρμένοι ἀργυρίῳ. Σοφονίας 1:12 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξερευνήσω τὴν Ἰερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας τοὺς καταφρονοῦντας ἐπὶ τὰ φυλάγματα αὐτῶν· οἱ δὲ λέγοντες ἐν ταῖς καρδίαις αὐτῶν Οὐ μὴ ἀγαθοποιήσῃ Κύριος οὐδὲ μὴ κακώσῃ, Σοφονίας 1:13 καὶ ἔσται ἡ δύναμις αὐτῶν εἰς διαρπαγήν, καὶ οἱ οἶκοι αὐτῶν εἰς ἀφανισμόν· καὶ οἰκοδομήσουσιν οἰκίας καὶ οὐ μὴ κατοικήσουσιν ἐν αὐταῖς, καὶ καταφυτεύσουσιν ἀμπελῶνας καὶ οὐ μὴ πίωσιν τὸν οἶνον αὐτῶν. Σοφονίας 1:14 Ὅτι ἐγγὺς ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα· φωνὴ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται, δυνατή. Σοφονίας 1:15 ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ἀωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, Σοφονίας 1:16 ἡμέρα σάλπιγγος καὶ κραυγῆς ἐπὶ τὰς πόλεις τὰς ὀχυρὰς καὶ ἐπὶ τὰς γωνίας τὰς ὑψηλάς. Σοφονίας 1:17 καὶ ἐκθλίψω τοὺς ἀνθρώπους, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ κυρίῳ ἐξήμαρτον· καὶ ἐκχεεῖ τὸ αἷμα αὐτῶν ὡς χοῦν, καὶ τὰς σάρκας αὐτῶν ὡς βόλβιτα· Σοφονίας 1:18 καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. καὶ ἐν πυρὶ ζήλους αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν καὶ σπουδὴν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. 9 εκδικησω] + επι παντας U+05D0AQ | προπυλα U+05D0* c.b] προπυλαια U+05D0c.a | om U+05D0AQ θεου U+05D0c.b pr του AQ | ασεβειας (-βιας U+05D0)] ανομιας A | δολους U+05D0* (δολου U+05D01(vid)) 10 εκεινη τη ημερα U+05D0c.a (mox τη ημ. εκ. restit) AQ | κραυης U+05D0* (-γης U+05D0c.a): item 16 | om και 2⁰ A 11 θνηνησατε U+05D0* (θρην. U+05D0c.a, c.b) | ομοιωθη U+05D0 12 εκεινη τη ημερα AQ | om δε U+05D0AQ | om εν ταις καρδιαις αυτων A | αγα- θοποιησει U+05D0 (-σι) Q* (-ση Qᵃ) | ουδε] ουδ ου AQ | κακωσει U+05D0Q* (-ση Qa) 13 οι] ο Q* (οι Qᵃ) | καταφυτευσωσιν AQ* (-σουσιν Qᵃ) | πιωσι Qᵃ 14 η- μερα] pr η U+05D0AQa | μεγαλα A*ᵛⁱᵈ | σκηρα U+05D0* (σκλ. U+05D0c.ᵃ) | δινατη U+05D0* (δυν. U+05D0c.ᵃ) 15 om ημερα θλιψεως και αναγκης A | αωριας] ταλαιπωριας U+05D0c.b 16 τας πολεις] τας πολις U+05D0* (-λεις U+05D0c.b) om τας Q* ᵛⁱᵈ (hab Qa) | οχυρας] ισχυρας A | om και 2⁰ A 18 δυνηται] δυνωνται U+05D0* (-νηται U+05D0c.b) | εξελεσθαι] pro σ incep vid ξ A* | και 3⁰] οτι Q | ζηλου Q | αυτου] αυτους A* (-του Aᵃ?) | συντελιαν U+05D0* (-λειαν U+05D0c.b) | τους κατοικ.] του κατοικ. U+05D0* (τους U+05D0c.b nisi iam antea) B Σοφονίας 2:1 Συνάχθητε καὶ συνδέθητε, τὸ ἔθνος τὸ ἀπαίδευτον, Σοφονίας 2:2 πρὸ τοῦ γενέσθαι ὑμᾶς ὡς ἄνθος παραπορευόμενον, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ὀργὴν Κυρίου, πρὸ τοῦ ἐπελθεῖν ἐφʼ ὑμᾶς ἡμέραν θυμοῦ Κυρίου. Σοφονίας 2:3 ζητήσατε τὸν κύριον, πάντες ταπεινοὶ γῆς· κρίμα ἐργάζεσθε καὶ δικαιοσύνην ζητήσατε, καὶ ἀποκρίνεσθε αὐτά, ὅπως σκεπασθῆτε ἐν ἡμέρᾳ ὀργῆς Κυρίου. Σοφονίας 2:4 Διότι Γάζα διηρπασμένη ἔσται, καὶ Ἀσκάλων εἰς ἀφανισμόν, καὶ Ἄζωτος μεσημβρίας ἐκριφήσεται, καὶ Ἀκκαρὼν ἐκριζωθήσεται. Σοφονίας 2:5 οὐαὶ οἱ κατοικοῦντες τὸ σχοίνισμα τῆς θαλάσσης, πάροικοι Κρητῶν· λόγος Κυρίου ἐφʼ ὑμᾶς Χανάαν, γῆ ἀλλοφύλων, καὶ ἀπολῶ ὑμᾶς ἐκ κατοικίας· Σοφονίας 2:6 καὶ ἔσται Κρήτη νομὴ ποιμνίων καὶ μάνδρα προβάτων, Σοφονίας 2:7 καὶ ἔσται τὸ σχοίνισμα τῆς θαλάσσης τοῖς καταλοίποις οἴκου Ἰούδα· ἐπʼ αὐτοὺς νεμήσονται ἐν τοῖς οἴκοις Ἀσκάλωνος, δείλης καταλύσουσιν ἀπὸ προσώπου υἱῶν Ἰούδα, ὅτι ἐπέσκεπται αὐτοὺς Κύριος ὁ θεὸς αὐτῶν, καὶ ἀπέστρεψε τὴν αἰχμαλωσίαν αὐτῶν. Σοφονίας 2:8 Ἤκουσα ὀνειδισμοὺς Μωὰβ καὶ κονδυλισμοὺς υἱῶν Ἀμμών, ἐν οἷς ὠνείδιζον τὸν λαόν μου καὶ ἐμεγαλύνοντο ἐπὶ τὰ ὅριά μου. Σοφονίας 2:9 διὰ τοῦτο ζῶ ἐγώ, λέγει Κύριος τῶν δυνάμεων ὁ θεὸς Ἰσραήλ, διότι Μωὰβ ὡς Σόδομα ἔσται, καὶ υἱοὶ Ἀμμὼν ὡς Γόμορρα, καὶ Δαμασκὸς ἐκλελιμμένη ὡς θιμωνιὰ ἃλωνος καὶ ἠφανισμένη εἰς τὸν αἰῶνα· καὶ οἱ κατάλοιποι λαοῦ μου διαρπῶνται αὐτούς, καὶ οἱ κατάλοιποι ἔθνους μου κληρονομήσουσιν αὐτούς. Σοφονίας 2:10 αὕτη αὐτοῖς ἀντὶ τῆς ὕβρεως αὐτῶν, διότι ὠνείδισαν καὶ ἐμεγαλύνθησαν ἐπὶ τὸν κύριον τὸν παντοκράτορα. Σοφονίας 2:11 ἐπιφανήσεται § Γ Κύριος ἐπʼ αὐτούς, καὶ ἐξολεθρεύσει πάντας τοὺς §θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν. Σοφονίας 2:12 Καὶ ὑμεῖς, Αἰθίοπες, τραυματίαι ῥομφαίας μού ἐστε· Σοφονίας 2:13 καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ βορρᾶν καὶ U+05D0AQΓ II 1 συνδεηθητε U+05D0c.a (rursus συνδεθ.) 2 om προ του επ. εφ υμ. οργην Κυριου U+05D0c.b 3 σκεπασθητε] εκσπασθητε Q 4 εις αφαν.] pr εσται AQ εκριφησεται] εκριζωθησεται A εκριζωθησεται] εκριφησεται A 5 εφ] προς A 7 επ] εξ U+05D0* (επ U+05D0c.a, c.ᵇ) αυτους 1⁰] αυτου U+05D0¹ (- τους U+05D0*c.a (vid)) AQ* (-ους Qmg) | νομησονται U+05D0* (νεμ. U+05D0¹) | Ιουδα 2⁰] pr υ U+05D0* (improb U+05D0¹ postea ras) | απεστρεψε (-ψεν U+05D0c.b AQ*)] επεστρεψε U+05D0* (-ψεν U+05D0c.ᵃ) 8 Αμμως U+05D0* (Αμμων U+05D0c.a, c.b) | ονιδειζον Q* (ονειδ. Qᵃ) 9 διοτι] οτι U+05D0* (διοτι U+05D0c.a postea οτι) | υιοι (incep υια U+05D0* υιοι U+05D0¹)] pr οι U+05D0AQ) | εκλελειμ- μενη Bᵃ?b Qᵃ | αιωναν U+05D0* | καταλοιπου (1⁰) A | λαου] pr του A 10 παντο- κρατοραν U+05D0* (-ρα U+05D0c.a) 11 επιφανησεται] επιφανης εσται U+05D0* (-στε) A (-σετε U+05D0c.a -σεται U+05D0c.b bostea εσται revoc) | αυτω] αυτου U+05D0* (-τω U+05D01c.a, c.b) | αυτου] αυτων A 13 εκτενει] εκτενω U+05D0c.b (postea -νι) AQΓ | αυτου] μου U+05D0c.b (postea αυτου) AQΓ ἀπολεῖ τὸν Ἀσσύριον, καὶ θήσει τὴν Νινευὴ εἰς ἀφανισμὸν ἄνυδρον B ὡς ἔρημον· Σοφονίας 2:14 καὶ νεμήσονται ἐν μέσῳ αὐτῆς ποίμνια καὶ πάντα τὰ θηρία τῆς γῆς, καὶ χαμαιλέοντες καὶ ἐχῖνοι ἐν τοῖς φατνώμασιν αὐτῆς κοιτασθήσονται, καὶ θηρία φωνήσει ἐν τοῖς διορύγμασιν αὐτῆς, κόρακες ἐν τοῖς πυλῶσιν αὐτῆς, διότι κέδρος τὸ ἀνάστημα αὐτῆς. Σοφονίας 3:1 Aὕτη ἡ πόλις ἡ φαυλίστρια, ἡ κατοικοῦσα ἐπ᾿ ἐλπίδι, ἡ λέγουσα ἐν καρδίᾳ αὐτῆς Ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν μετʼ ἐμὲ ἔτι. πῶς ἐγενήθη εἰς ἀφανισμόν, νομὴ θηρίων· πᾶς ὁ διαπορευόμενος (1) δι᾿ αὐτῆς συριεῖ καὶ κινήσει τὰς χεῖρας αὐτοῦ. Σοφονίας 3:2 ὢ ἡ ἐπιφανὴς (2) καὶ ἀπολελυτρωμένη πόλις, ἡ περιστερά· (2)οὐκ εἰσήκουσεν φωνῆς, οὐκ ἐδέξατο παιδίαν, ἐπὶ τῷ κυρίῳ οὐκ ἐπεποίθει, καὶ πρὸς τὸν θεὸν αὐτῆς οὐκ ἤγγισεν. Σοφονίας 3:3 οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ ὡς λέοντες ὠρυόμενοι· οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας, οὐχ ὑπελίποντο εἰς τὸ πρωί· Σοφονίας 3:4 οἱ προφῆται αὐτῆς πνευματοφόροι, ἄνδρες καταφρονηταί· οἱ ἱερεῖς αὐτῆς βεβηλοῦσιν τὰ ἅγια καὶ ἀσεβοῦσιν νόμον. Σοφονίας 3:5 ὁ δὲ κύριος δίκαιος ἐν μέσῳ αὐτῆς καὶ οὐ μὴ ποιήσῃ ἄδικον· πρωὶ πρωὶ δώσει κρίμα αὐτοῦ εἰς φῶς, καὶ οὐκ ἀπεκρύβη καὶ οὐκ ἔγνω ἀδικίαν ἐν ἀπαιτήσει, καὶ οὐκ εἰς νῖκος ἀδικίαν. Σοφονίας 3:6 ἐν διαφθορᾷ κατέσπασα ὑπερηφάνους, ἠφανίσθησαν γωνίαι αὐτῶν· ἐξερημώσω τὰς ὁδοὺς αὐτῶν τὸ παράπαν τοῦ μὴ διοδεύειν· ἐξέλιπον αἱ πόλεις αὐτῶν παρὰ τὸ μηδένα ὑπάρχειν μηδέ κατοικεῖν. Σοφονίας 3:7 εἶπα Πλὴν φοβεῖσθέ με καὶ δέξασθε παιδείαν, καὶ οὐ μὴ ἐξολοθρευθῆτε ἐξ ὀφθαλμῶν αὐτῆς, πάντα ὅσα ἐξεδίκησα ἐπʼ αὐτήν· ἑτοιμάζου ὄρθρισον, ἔφθαρται πᾶσα ἡ ἐπιφυλλὶς αὐτῶν. 13 απολει] απολω U+05D0c.b (postea λι) QΓ | θησει] θησω U+05D0c.b (postea -σι) Γ | U+05D0AQΓ Νινευην U+05D0* αφανσμο U+05D0 14 νεμησονται] νεμηθησονται Γ |χαμαλεοντες U+05D0* (χαμαιλ. U+05D0c.a χαμελ. U+05D0c.b (vid)) | εχιδνοι Q* (εχινοι Qᵃ) | φατμωμασιν B* (φατν. Bᵇ) | κοιτασσθησονται U+05D0* | διωρυγμασιν U+05D0 | om κορακες εν τοις πυλ. αυτης U+05D0* (hab U+05D0c.a) | αναστημα (-στεμα AQᵃΓ*)] ανταλλαγμα Q* III 1 επ] εν Q* (superscr π Qᵃ ᵛⁱᵈ) | εστι Qᵃ | διαπορευομενος] παραπορ. AΓ πορ. Q | δι] δια U+05D0 | κινησει] seq ras pl litt in A 2 απολελυτρωμενη] λελυτρ. U+05D0? (postea απολ.) | εισηκουσε Qᵃ | παιδιαν (-δειαν Bᵃ?ᵇ QΓ)] παιδιας U+05D0* (-διαν U+05D0c.a, c.ᵈ) | επεποιθει] επεποθει U+05D0* (-ποιθ. U+05D0c.b) επεποιθησεν AQΓ | ηγγικεν Q 3 λεοντες] incep λο U+05D0* (λε. U+05D01? c.ᵇ) | Αραβειας A | υπελιποντο (-λειπ. AQΓ)] ιπελιφθησαν (sic) U+05D0* (υπελιπ. U+05D0c.a(vid), c.b) 4 αυτης 2⁰] αυτων Γ | βεβηλουσι Qᵃ | om τα αγια και ασεβ. U+05D0* (hab U+05D0c.a) | ασεβουσι Qᵃ 5 ποιησει Γ* (-ση Γᵃ) | κριμα] pr το AQΓ | om εις φως. . . εν απαιτησει AQ | ενω U+05D0* (εγν. U+05D01 (vid) c.a, c.b) | νεικος Bᵃᵇ 6 διαφθορα] καταφθορα U+05D0* (διαηφθ. U+05D0c.b postea καταηφθ.) | αυτων 2⁰] αυτου Q* (-των Qᵃ) | εξελειπον AQ* (-λιπον QᵃΓᵃ) Γ* | πολις B*U+05D0* (-λεις BᵃᵇU+05D0c.b) | παρα] δια U+05D0c.b AΓ 7 πειδιαν U+05D0* πεδ. U+05D0¹ παιδ. U+05D0c.a A | εξολεθρευθηται U+05D0* εξολεθρευθη U+05D0c.b εξολε- θρευθητε AQΓ | πανια] pr δια Qᵇ? | εξεδικησα] εκδικησα A ετοιμαζου] ετοι- μαζωνου U+05D0* (-ζου U+05D01c.a, c.b) | εφθαρται] διεφθαρται U+05D0c.a AQ | επιφυλις Γ* B Σοφονίας 3:8 Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπʼ αὐτοὺς πᾶσαν ὀργὴν θυμοῦ μου· διότι ἐν πυρὶ ζήλους μου καταναλωθήσεται πᾶσα ἡ γῆ. Σοφονίας 3:9 ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι ¶ Γ πάντας ¶ τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. Σοφονίας 3:10 ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι ἐν διεσπαρμένοις μου, οἴσουσιν θυσίας μοι. Σοφονίας 3:11 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὃτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκέτι μὴ προσθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. Σοφονίας 3:12 καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾳὺν καὶ ταπεινόν, καὶ εὐλαβηθήσονται ἀπὸ τοῦ ὀνόματος Κυρίου ¹³οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν τῷ στόματι αὐτῶν γλῶσσα δολία· διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς. Σοφονίας 3:14 Καῖρε, θύγατερ Σειών, κήρυσσε, θύγατερ Ἰερουσαλήμ· εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἰερουσαλήμ. Σοφονίας 3:15 περιεῖλεν Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου· βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψῃ κακὰ οὐκέτι. Σοφονίας 3:16 ἐν τῷ καιρῷ ἐκείνῳ ἐρεῖ Κύριος τῇ Ἰερουσαλήμ Θάρσει, Σειών, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Σοφονίας 3:17 Κύριος ὁ θεός σου ἐν σοί, ὁ δυνατὸς σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σέ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. Σοφονίας 3:18 καὶ συνάξω τοὺς συντετριμμένους· οὐαί, τίς ἔλαβεν ἐπʼ αὐτὴν ὀνειδισμόν; U+05D0AQΓ 8 πασον] pr vid την οργην μου U+05D0c.b (ᵛⁱᵈ) (postea ras) | διοτι 2⁰] οτι A | ζηλους] του ζηλου Bᵃᵇ A ζηλου U+05D0Γ 9 μεταστρψω (sic) U+05D0 (ω rescr U+05D0¹) | γλωσαν U+05D0* (-σσαν U+05D0c.a) | γενεαν αυτης] γενεας αυτων A | παν | . . . Γ | ζυγιον Q* (-γον Qᵃ) 10 Εθιοπιας U+05D0* (Αιθ. U+05D0c.a, c.ᵇ) | προσδεξομαι] + τους ικετευοντας με των εσπαρμενων U+05D0c.a (vid) (postea rae) | om προσδεξομαι εν διεσπ. μου AQ | διεσπασμενοις U+05D0* (διεσπαρσμ. [sic] U+05D0c.ᵃ)| οισουσι Qa | μοι] μου incep U+05D0* (μοι U+05D01 et postea) 11 επιτηδευματων] βδελυγματων) Q 12 υπολειψομαι] υπολιψωμαι U+05D0* (-ψομαι U+05D0c.b) | πραυν] πολυν A | Κυριου] pr του A 13 και ου (2⁰)] ουδε μη AQ | λαλησουσι AQa | τω στοματι] om τω A | σαυτων (sic) A | νεμησονται] νομ incep U+05D0* (νεμ. U+05D0¹) 14 θυγατερ] θυγατηρ U+05D0* (-τερ U+05D0c.b) ter: item Q (1⁰ et 2⁰) | Σιων BᵇU+05D0AQa: item 16 | κατατερπου] τερπου (κατατ. U+05D0c.a, c.b) 15 περιειλε Qᵃ | λελυτρωται σε] λελυτρωσε U+05D0* (-ται σε U+05D0c.ᵃ) βασιλευς Ισραηλ] βασιλευσει U+05D0c.a (vid), c.b A | Κυ- ριος 2⁰] pr ο AQ | ουκ] pr και A 16 παρησθωσαν U+05D0* (παρισθ. U+05D0?) 17 ο δυνατος] om ο U+05D0c.b AQ | αγαπησει] ευφροσυνη U+05D0* (αγαπησι U+05D0c.a, c.b) | ευφρανθησεται] ευφρανι σε U+05D0* (-νθησεται U+05D0c.a) | σε 4º] σοι A 18 συν- τετριμμενους] + σου AQ | ον. επ αυτην U+05D0c (postea επ αυτ. ον.) AQ Σοφονίας 3:19 ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκεν σοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, B λέγει Κύριος, καὶ σώσω τὴν ἐκπεπιεσμένην καὶ τὴν ἀπωσμένην· εἰσδέξομαι αὐτοὺς εἰς καύχημα καὶ ὀνομαστοὺς ἐν πάσῃ τῇ γῇ. Σοφονίας 3:20 καὶ καταισχυνθήσονται ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν καλῶς ὑμῖν ποιήσω, καὶ ἐν τῷ καιρῷ ὅταν εἰσδέξομαι ὑμᾶς· διότι δώσω ὑμᾶς ὀνομαστοὺς καὶ εἰς καύχημα ἐν πᾶσιν τοῖς λαοῖς τῆς γῆς, ἐν τῷ στρέφειν με τὴν αἰχμαλωσίαν ὑμῶν ἐνώπιον ὑμῶν, λέγει Κύριος. 19 ποιω· B | ενεκα AQ εκπεπιεσμενην] εκπερ incep U+05D0* (εκπεπ. U+05D0¹) | U+05D0AQ αυτους] pr και θησομαι U+05D0c.a AQ 20 εισδεξομαι] εισδεξωμαι Bᵃ? εισδε- χωμαι AQ | πασι AQ | στρεφειν] επιστρεφειν Bᵃ ᵛiᵈ U+05D0AQ Subscr Σοφονιας θ BU+05D0AQ