Ἐκκλησιαστικός 1:1 Πᾶσα σοφία παρὰ κυρίου, καὶ μετ’ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα. 147 1 Ἐκκλησιαστικός 1:2 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; Ἐκκλησιαστικός 1:3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει; Ἐκκλησιαστικός 1:4 προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος. Ἐκκλησιαστικός 1:5 πηγὴ σοφίας λόγος θεοῦ ἐν ὑψίστοις· καὶ αἱ πορεῖαι αὐτῆς ἐντολαὶ αἰώνιοι. Ἐκκλησιαστικός 1:6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; Ἐκκλησιαστικός 1:7 καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω; Ἐκκλησιαστικός 1:8 εἷς ἐστι σοφός, φοβερὸς σφόδρα, καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. Ἐκκλησιαστικός 1:9 κύριος αὐτὸς ἔκτισεν αὐτήν, καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτήν, καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, Ἐκκλησιαστικός 1:10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν. Ἐκκλησιαστικός 1:11 φόβος κυρίου δόξα καὶ καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος. Ἐκκλησιαστικός 1:12 φόβος κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν. Ἐκκλησιαστικός 1:13 τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ’ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται. Ἐκκλησιαστικός 1:14 ἀρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς· Ἐκκλησιαστικός 1:15 μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται. Ἐκκλησιαστικός 1:16 πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς· Ἐκκλησιαστικός 1:17 πάντα τὸν οἶκον αὐτῶν ἐνέπλησεν ἐπιθυμημάτων αὐτῆς, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς. ἀμφότερα δέ ἐστι δῶρα θεοῦ εἰς εἰρήνην. Ἐκκλησιαστικός 1:18 στέφανος σοφίας φοβεῖσθαι τὸν κύριον, ἀναθάλλων εἰρήνην 147 2 καὶ ὑγίειαν ἰάσεως. πλατύνει δὲ καύχησιν τοῖς ἀγαπῶσιν αὐτόν· Ἐκκλησιαστικός 1:19 ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρισεν ἡ σοφία, καὶ δόξαν κρατούντων αὐτὴν ἀνύψωσε. Ἐκκλησιαστικός 1:20 ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις. φόβος κυρίου ἀπωθεῖται ἁμαρτήματα, παραμένων δὲ ἀποστρέφει ὀργήν· Ἐκκλησιαστικός 1:21 οὐ δυνήσεται θυμώδης ἀνὴρ δικαιωθῆναι· Ἐκκλησιαστικός 1:22 ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ. Ἐκκλησιαστικός 1:23 ἕως καιροῦ ἀνέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη. Ἐκκλησιαστικός 1:24 ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ. Ἐκκλησιαστικός 1:25 ἐν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια. Ἐκκλησιαστικός 1:26 ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς, καὶ Κύριος χορηγήσει σοι αὐτήν. Ἐκκλησιαστικός 1:27 σοφία γὰρ καὶ παιδεία φόβος κυρίου, καὶ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης. Ἐκκλησιαστικός 1:28 μὴ ἀπειθήσῃς φόβῳ Κυρίου ἐνδεὴς ὤν, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ. Ἐκκλησιαστικός 1:29 μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου μὴ πρόσεχε. Ἐκκλησιαστικός 1:30 μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃς καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν, Ἐκκλησιαστικός 1:31 καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σου πάντα, καὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε. ὅτι οὐ προσῆλθες ἐν ἀληθείᾳ τῷ φόβῳ τοῦ κυρίου, καὶ ἢ καρδία σου πλήρης δόλου. Περὶ ὑπομονῆς Ἐκκλησιαστικός 2:1 τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Ἐκκλησιαστικός 2:2 εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· Ἐκκλησιαστικός 2:3 κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. 18 Cod. καύχησις Ἐκκλησιαστικός 2:4 πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι δέξαι ἀσμένως, καὶ ἐν ἀλλάγματι 148 1 ταπεινώσεως σου μακροθύμησον· Ἐκκλησιαστικός 2:5 ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Ἐκκλησιαστικός 2:6 πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· Ἐκκλησιαστικός 2:7 καὶ εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. Ἐκκλησιαστικός 2:8 οἱ φοβούμενοι τὸν κύριον, πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. οἱ φοβούμενοι τὸν κύριον, ἐλπίσατε εἰς ἀγαθά, καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐκκλησιαστικός 2:9 οἱ φοβούμενοι τὸν κύριον, ἀναμείνατε τὸ ἔλεος αὐτοῦ, καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Ἐκκλησιαστικός 2:10 ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε κυρίῳ καὶ κατῃσχύνθη ; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτόν, καὶ ὑπερεῖδεν αὐτόν; Ἐκκλησιαστικός 2:11 διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως. Ἐκκλησιαστικός 2:12 οὐαὶ καρδίαις δειλαῖς καὶ χερσὶ παρειμέναις, καὶ ἁμαρτωλῷ ἐπιβαίνοντι δύο τρίβους. Ἐκκλησιαστικός 2:13 οὐαὶ καρδίᾳ παρειμένη, ὅτι οὐ πιστεύει· διὰ τοῦτο οὐ σκεπασθήσεται. Ἐκκλησιαστικός 2:14 οὐαὶ ὑμῖν τοῖς ἀπολωλεκόσι τὴν ὑπομονήν· καὶ τί ποιήσετε ὅταν ἐπισκέπτηται κύριος; Ἐκκλησιαστικός 2:15 οἱ φοβούμενοι κύριον οὐκ ἀπειθήσουσι ῥήμασιν αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν συντηρήσουσι τὰς ὁδοὺς αὐτοῦ. Ἐκκλησιαστικός 2:16 οἱ φοβούμενοι Κύριον ζητήσουσιν εὐδοκίαν παρ’ αὐτοῦ, καὶ οἱ ἀγαπῶντες αὐτὸν πλησθήσονται τοῦ νόμου. Ἐκκλησιαστικός 2:17 οἱ φοβούμενοι κύριον ἑτοιμάσουσι καρδίας αὐτῶν, καὶ ἐνώπιον αὐτοῦ ταπεινώσουσι τὰς ψυχὰς αὐτῶν. Ἐκκλησιαστικός 2:18 ἐμπεσούμεθα εἰς χεῖρας θεοῦ καὶ οὐκ εἰς χεῖρας ἀνθρώπων· ὡς γὰρ ἡ μεγαλωσύνη αὐτοῦ, οὕτως καὶ τὸ ἔλεος αὐτοῦ. Ἐκκλησιαστικός 3:1 ἐμοῦ τοῦ πατρὸς ἀκούσατε, τέκνα, καὶ οὕτως ποιήσατε, ἵνα σωθῆτε. Ἐκκλησιαστικός 3:2 ὁ γὰρ κύριος ἐδόξασε πατέρα ἐπὶ τέκνοις, καὶ κρίσιν μητρὸς ἐστεπρέωσεν 148 2 ἐφ’ υἱούς. Ἐκκλησιαστικός 3:3 ὁ τιμῶν πατέρα ἐξιλάσεται ἁμαρτίας· καὶ ὡς ἀποθησαυρίζων ὁ δοξάζων μητέρα αὐτοῦ. Ἐκκλησιαστικός 3:4 ὁ τιμῶν πατέρα εὐφρανθήσεται ἐπὶ τέκνοις, Ἐκκλησιαστικός 3:5 καὶ ἐν ἡμέρᾳ προσευχῆς αὐτοῦ εἰσακουσθήσεται. Ἐκκλησιαστικός 3:6 ὁ δοξάζων πατέρα μακροημερεύσει, καὶ ὁ εἰσακούων κυρίου ἀναπαύσει μητέρα αὐτοῦ. Ἐκκλησιαστικός 3:7 ὁ φοβούμενος Κύριον τιμήσει πατέρα, 3 Cod. ἐξιλάσκεται καὶ ὡς δεσπόταις δουλεύσει τοῖς γεννήσασιν αὐτόν. Ἐκκλησιαστικός 3:8 ἐν ἔργῳ καὶ λόγῳ τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, ἵνα ἐπέλθῃ σοι εὐλογία παρ’ αὐτῶν· Ἐκκλησιαστικός 3:9 εὐλογία γὰρ πατρὸς στηρίζει οἴκους τέκνων, κατάρα δὲ μητρὸς ἐκριζοῖ θεμέλια. Ἐκκλησιαστικός 3:10 μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου, οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία· Ἐκκλησιαστικός 3:11 ἡ γὰρ δόξα ἀνθρώπου ἐκ τιμῆς πατρὸς αὐτοῦ, καὶ ὄνειδος τέκνοις μήτηρ ἐν ἀδοξίᾳ. Ἐκκλησιαστικός 3:12 τέκνον ἀντιλαβοῦ ἐν γήρᾳ πατρός σου, καὶ μὴ λυπήσῃς αὐτὸν ἐν ζωῇ σου. Ἐκκλησιαστικός 3:13 καὶ ἐὰν ἀπολείπῃ σύνεσιν, συγγνώμην ἔχε, καὶ μὴ ἀτιμάσῃς αὐτὸν ἐν πάση ἰσχύι σου· Ἐκκλησιαστικός 3:14 ἐλεημοσύνη γὰρ πατρός σου οὐκ ἐπιλησθήσεται, καὶ ἀντὶ ἁμαρτιῶν προσανοικοδομηθήσεταί σοι· Ἐκκλησιαστικός 3:15 ἐν ἡμέρᾳ θλίψεως ἀναμνησθήσεταί σου· ὡς εὐδία ἐπὶ παγετῷ, οὕτως ἀναλυθήσονταί σου αἱ ἁμαρτίαι. Ἐκκλησιαστικός 3:16 ὡς βλάσφημος ὁ ἐγκαταλείπων πατέρα αὐτοῦ, καὶ κεκατηραμένος ὑπὸ κυρίου ὁ παροργίζων μητέρα αὐτοῦ. Ἐκκλησιαστικός 3:17 τέκνον, τὰ ἔργα σου ἐν πρᾳότητι διεξάγαγε, καὶ ὑπὸ ἀνθρώπου δεκτοῦ ἀγαπηθήσῃ. Ἐκκλησιαστικός 3:18 ὅσῳ μέγας εἶ, τοσούτῳ ταπείνου σεαυτόν, καὶ ἔναντι κυρίου εὑρήσεις χάριν. Ἐκκλησιαστικός 3:19 πολλοί εἰσιν ὑψηλοὶ καὶ ἐπίδοξοι· ἀλλὰ πρᾳέσιν ἀποκαλύπτεται μυστήρια. Ἐκκλησιαστικός 3:20 ὅτι μεγάλη ἡ δυναστεία Κυρίου, καὶ ὑπὸ τῶν ταπεινῶν δοξάζεται. Ἐκκλησιαστικός 3:21 χαλεπώτερά σου μὴ ζήτει ἀναισθήτως, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε ἀφροσύνῃ. 149 1 Ἐκκλησιαστικός 3:22 ἃ προσετάγη σοι, ταῦτα διανοοῦ ὁσίως· οὐ γάρ ἐστί σοι χρεία τῶν κρυπτῶν βλέπειν ὀφθαλμοῖς. Ἐκκλησιαστικός 3:23 ἐν τοῖς περισσοῖς τῶν λόγων σου μὴ περιεργάζου· πλείονα γὰρ συνέσεως ἀνθρώπων ὑπεδείχθη σοι. Ἐκκλησιαστικός 3:24 πολλοὺς ἐπλάνησεν ἡ ὑπόληψις αὐτῶν ἡ ματαία, καὶ ὑπόνοια πονηρὰ ὠλίσθησε διανοίας αὐτῶν. Ἐκκλησιαστικός 3:25 κόρας μὴ ἔχων ἀπορήσεις φωτός, γνώσεως δὲ ἀμοιρῶν μὴ ἐπαγγέλλου. καρδία σκληρὰ κακωθήσεται ἐπ’ ἐσχάτων, Ἐκκλησιαστικός 3:26 καὶ ὁ ἀγαπῶν κίνδυνον ἐν αὐτῷ ἀπολεῖται. Ἐκκλησιαστικός 3:27 καρδία σκληρὰ βαρυνθήσεται πόνοις, καὶ ὁ ἁμαρτωλὸς προσθήσει ἁμαρτίας ἐφ’ ἁμαρτίας. Ἐκκλησιαστικός 3:28 ἐν ἐπαγωγῆ ὑπερηφάνου οὐκ ἔστιν ἴασις, ὁδοιπορίαι αὐτοῦ ἐκριζωθήσονται, φυτὸν γὰρ πονηρίας ἐρρίζωκεν ἐν αὐτῷ. Ἐκκλησιαστικός 3:29 καρδία συνετοῦ διανοηθή- σεται παραβολήν, καὶ οὖς ἀκροατοῦ ἐπιθυμία σοφοῦ. Ἐκκλησιαστικός 3:30 πῦρ φλογιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐν ἐλεημοσύναις ἐξιλάσεται ἁμαρτίας. Ἐκκλησιαστικός 3:31 καὶ Κύριος ὁ ἀνταποδιδοὺς χάριτας μέμνηται εἰς τὰ μετὰ ταῦτα, καὶ ἐν καιρῷ πτώσεως αὐτοῦ εὑρήσει στήριγμα. Ἐκκλησιαστικός 4:1 τέκνον, τὴν ζωὴν τοῦ πτωχοῦ μὴ ἀποστερήσῃς, καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπιδεεῖς. Ἐκκλησιαστικός 4:2 ψυχὴν πεινῶσαν μὴ λυπήσῃς, καὶ μὴ παρελκύσῃς ἄνδρα ἐν ἀπορίᾳ αὐτοῦ. Ἐκκλησιαστικός 4:3 καρδίαν παρωρηισμένην μὴ προσταράξῃς, καὶ μὴ παρελκύσῃς δόσιν προσδεομένου. Ἐκκλησιαστικός 4:4 ἱκέτην θλιβόμενον μὴ ἀπαναίνου, καὶ μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπὸ πτωχοῦ. Ἐκκλησιαστικός 4:5 ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν, καὶ μὴ δῷς τόπον ἀνθρώπῳ καταράσασθαί σε. Ἐκκλησιαστικός 4:6 καταρωμένου γάρ σε ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, τῆς δεήσεως αὐτοῦ εἰσακούσεται ὁ ποιήσας αὐτόν. 149 2 Ἐκκλησιαστικός 4:7 προσφιλῆ σεαυτὸν ποίει συναγωγῇ, καὶ μεγιστᾶνι ταπείνου τὴν κεφαλήν σου. Ἐκκλησιαστικός 4:8 κλῖνον τὸ οὖς σου πτωχῷ ἀλύπως, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πρᾳότητι. Ἐκκλησιαστικός 4:9 ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. Ἐκκλησιαστικός 4:10 γίνου ὀρφανῷ ὡς πατήρ, ἀντὶ ἀνδρὸς τῇ μητρὶ αὐτῶν· καὶ ἔση ὡς υἱὸς Ὑψίστου, καὶ ἀγαπήσει σε μᾶλλον ἡ μήτηρ σου. Ἐκκλησιαστικός 4:11 ἡ σοφία υἱοὺς ἑαυτῆς ἀνύψωσε, καὶ ἐπιλαμβάνεται ζητούντων αὐτήν. Ἐκκλησιαστικός 4:12 ὁ ἀγαπῶν αὐτὴν ἀγαπᾷ ζωήν, καὶ οἱ ὀρθρίζοντες πρὸς αὐτὴν ἐμπλησθήσονται εὐφροσύνης· Ἐκκλησιαστικός 4:13 ὁ κρατῶν αὐτῆς κληρονομήσει δόξαν, καὶ οὗ εἰσπορεύεται εὐλογεῖ Κύριος. Ἐκκλησιαστικός 4:14 οἱ λατρεύοντες αὐτῇ λειτουργήσουσιν ἁγίῳ, καὶ τοὺς ἀγαπῶντας αὐτὴν ἀγαπᾷ Κύριος· Ἐκκλησιαστικός 4:15 ὁ ἐπακούων αὐτῆς κρινεῖ ἔθνη, καὶ ὁ προσέχων αὐτῇ Ἐκκλησιαστικός 4:16 κατασκηνώσει πεποιθώς. ἐὰν ἐμπιστεύσῃ, κατακληρονομήσει αὐτήν, καὶ ἐν κατασχέσει ἔσονται αἱ γενεαὶ αὐτῶν. Ἐκκλησιαστικός 4:17 ὅτι διεστραμμένως πορεύσεται μετ’ αὐτοῦ ἐν πρώτοις, φόβον καὶ δειλίαν ἐπάξει ἐπ’ αὐτόν, καὶ βασανίσει αὐτὸν ἐν παιδείᾳ αὐτῆς, ἕως οὗ ἐμπιστεύσῃ τῆ ψυχῇ αὐτοῦ, καὶ πειράσῃ αὐτὸν ἐν τοῖς δικαιώμασιν αὐτῆς. Ἐκκλησιαστικός 4:18 καὶ πάλιν ἐπανήξει κατ’ εὐθεῖαν 31 Cod. μεταταῦτα 17 Cod. δικαιώμασιν αὐτοῖς πρὸς αὐτὸν καὶ εὐφρανεῖ αὐτόν, καὶ ἀποκαλύψει αὐτῷ τὰ κρυπτὰ αὐτῆς. Ἐκκλησιαστικός 4:19 ἐὰν ἀποπλανηθῇ, ἐγκαταλείψει αὐτόν, καὶ παραδώσει αὐτὸν εἰς χεῖρας πτώσεως αὐτοῦ. Ἐκκλησιαστικός 4:20 συντήρησον καιρὸν καὶ φύλαξαι ἀπὸ πονηροῦ, καὶ μὴ αἰσχυνθῇς περὶ τῆς ψυχῆς σου· Ἐκκλησιαστικός 4:21 ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Ἐκκλησιαστικός 4:22 μὴ λάβης πρόσωπον κατὰ 150 1 τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. Ἐκκλησιαστικός 4:23 μὴ κωλύσῃς λόγον ἐν καιρῷ σωτηρίας· καὶ μὴ κρύψῃς τὴν σοφίαν σου εἰς καλλονήν. Ἐκκλησιαστικός 4:24 ἐν γὰρ λόγῳ γνωσθήσεται σοφία, καὶ παιδεία ἐν ῥήμασι γλώσσης. Ἐκκλησιαστικός 4:25 μὴ ἀντίλεγε τῇ ἀληθείᾳ κατὰ μηδὲ ἕν, καὶ περὶ ψεύσματος τῆς ἀπαιδευσίας σου ἐντράπηθι· Ἐκκλησιαστικός 4:26 μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου, καὶ μὴ βιάζου ἄζου ῥοῦν ποταμοῦ. Ἐκκλησιαστικός 4:27 μὴ ὑποστρώσῃς ἀνθρώπῳ μωρῷ σεαυτόν, καὶ μὴ λάβης πρόσωπον δυνάστου. Ἐκκλησιαστικός 4:28 ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ κύριος ὁ θεὸς πολεμήσει ὑπέρ σου. Ἐκκλησιαστικός 4:29 μὴ γίνου θρασὺς ἐν τῆ γλώσσῃ σου, καὶ νωθρὸς καὶ παρειμένος ἐν τοῖς ἔργοις σου. Ἐκκλησιαστικός 4:30 μὴ ἴσθι ὡς λέων ἐν τῇ οἰκίᾳ σου, καὶ φαντασιοκοπῶν ἐν τοῖς οἰκέταις σου. Ἐκκλησιαστικός 4:31 μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Ἐκκλησιαστικός 5:1 μὴ ἔπεχε ἐπὶ τοῖς χρήμασίν σου, καὶ μὴ εἴπῃς· αὐτάρκη μοί ἐστιν εἰς ζωήν. Ἐκκλησιαστικός 5:2 μὴ ἐξακολούθει τῇ ψυχῇ σου καὶ τῇ ἰσχύι σου, τοῦ πορεύεσθαι ἐν ὁδοῖς καρδίας σου· Ἐκκλησιαστικός 5:3 μὴ εἴπῃς· τίς με δυναστεύσει διὰ τὰ ἔργα μου; ὁ γὰρ κύριος ἐκδικῶν ἐκδικήσει σου τὴν ὕβριν. Ἐκκλησιαστικός 5:4 μὴ εἴπῃς· ἥμαρτον, καὶ τί μοι ἐγένετο λυπηρόν ; ὁ γὰρ κύριός ἐστι μακρόθυμος· οὐ μή σε ἀνῇ. Ἐκκλησιαστικός 5:5 περὶ ἐξιλασμοῦ μὴ ἄφοβος γίνου, ἐν πλεονασμῷ προσθεῖναι ἁμαρτίας ἐφ’ ἁμαρτίαις· Ἐκκλησιαστικός 5:6 καὶ μὴ εἴπῃς· ὁ οἰκτιρμὸς αὐτοῦ πολύς, τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ ταχυνεῖ, καὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. Ἐκκλησιαστικός 5:7 μὴ ἀναμείνῃς ἐπιστρέψαι ἐπὶ κύριον, καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας. 150 2 ἐξαπίνης γὰρ ἐξελεύσεται ὀργὴ Κυρίου, καὶ ὡς ἀμελήσεις ἐκτριβήσῃ, καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. Ἐκκλησιαστικός 5:8 μὴ ἔπεχε ἐπὶ χρήμασιν ἀδικοῖς· οὐδὲν γὰρ ὠφελήσει ἐν ἡμέρᾳ ἑπαγωγῆς. Ἐκκλησιαστικός 5:9 μὴ λίκμα ἐν πἀντὶ ἀνέμῳ, καὶ μὴ πορεύου ἐν πάσῃ ἀτραπῷ· οὕτως ὁ ἁμαρτωλὸς ὁ δίγλωσσος. Ἐκκλησιαστικός 5:10 ἴσθι ἐστηριγμένος ἐν συνέσει σου ἀσφαλεῖ, καὶ εἷς ἔστω ὁ σου. Ἐκκλησιαστικός 5:11 γίνου ταχὺς ἐν ἀκροάσει σου ἀγαθῇ, καὶ ἔστω ἐν ἡ ζωή σου, καὶ ἐν μακροθυμίᾳ φθέγγου ἀπόκρισιν ὀρθήν. Ἐκκλησιαστικός 5:12 εἰ ἔστι σοι σύνεσις, ἀποκρίθητι τῷ πλησίον· εἰ δὲ μή, ἡ χείρ σου ἔστω ἐπὶ τῷ στόματί σου. Ἐκκλησιαστικός 5:13 δόξα κοὶ ἀτιμία ἐν λαλιᾷ, καὶ γλῶσσα ἀνθρώπου πτῶσις αὐτῷ. Ἐκκλησιαστικός 5:14 μὴ κληθήσῃς ψίθυρος, καὶ τῇ γλώσση σου μὴ ἐνέδρευε· ἐπὶ γὰρ τῷ κλέπτῃ ἐστὶν αἰσχύνη μοχθηρά, καὶ κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσῳ. Ἐκκλησιαστικός 6:1 ἐν μεγάλῳ καὶ ἐν μικρῷ μὴ ἀγνόει μηδὲ ἕν, καὶ ἀντὶ φίλου μὴ γίνου ἐχθρός· ὄνομα γὰρ πονηρὸν αἰσχύνην καὶ ὄνειδος κληρονομήσει· οὕτως ὁ ἁμαρτωλὸς δίγλωσσος ἀτιμίαν ἕξει. Ἐκκλησιαστικός 6:2 μὴ ἐπάρης σεαυτὸν ἐν βουλῇ ψυχῆς σου, ἵνα μὴ διαρπαγῇ ὡς ταῦρος ἡ ψυχή σου· Ἐκκλησιαστικός 6:3 τὰ φύλλα σου καταφάγεσαι καὶ τοὺς καρπούς σου ἀπολέσεις, καὶ ἀφήσεις σεαυτὸν ὡς ξηρὸν ξύλον. Ἐκκλησιαστικός 6:4 ψυχὴ πονηρὰ ἀπολεῖ τὸν κτησάμενον αὐτήν, καὶ ἐπίχαρμα ἐχθρῶν ποιήσει αὐτήν. Ἐκκλησιαστικός 6:5 λάρυγξ γλυκὺς πληθυνεῖ φίλους αὐτοῦ, καὶ γλῶσσα εὔλαλος πληθυνεῖ εὐπροσήγορα. Ἐκκλησιαστικός 6:6 οἱ εἰρηνεύοντές σοι ἔστωσαν πολλοί, οἱ δὲ σύμβουλοί σου εἷς ἀπὸ χιλίων. Ἐκκλησιαστικός 6:7 εἰ κτᾶσαι φίλον, ἐν περισπασμῷ κτῆσαι αὐτόν, καὶ μὴ ταχὺ ἐμπιστεύσῃς αὐτῷ σεαυτόν. Ἐκκλησιαστικός 6:8 ἔστι γὰρ φίλος ἐν καιρῷ αὐτοῦ, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου. Ἐκκλησιαστικός 6:9 καὶ ἔστι φίλος μετατιθέμενος εἰς ἔχθραν, καὶ μάχην ὀνειδισμοῦ σου ἀποκαλύψει· 151 1 Ἐκκλησιαστικός 6:10 καὶ ἔστι φίλος κοινωνὸς τραπεζῶν, καὶ οὐ μὴ παραμείνῃ ἐν ἡμέρᾳ θλίψεως σου. Ἐκκλησιαστικός 6:11 καὶ ἐν τοῖς ἀγαθοῖς σου ὡς σύ, καὶ ἐπὶ τοὺς οἰκέτας σου παρρησιάσεται· Ἐκκλησιαστικός 6:12 ἐὰν ταπεινωθῇς, ἔσται κατὰ σοῦ· καὶ ἀπὸ προσώπου σου κρυβήσεται. Ἐκκλησιαστικός 6:13 ἀπὸ τῶν ἐχθρῶν σου διαχωρίσθητι, καὶ ἀπὸ τῶν φίλων σου πρόσεχε. Ἐκκλησιαστικός 6:14 φίλος πιστὸς σκέπη κραταιά· ὁ δὲ εὑρὼν αὐτὸν εὗρε θη- 5 Cod. πληθύνει σαῦρόν. Ἐκκλησιαστικός 6:15 φίλου πιστοῦ οὐκ ἔστιν ἀντάλλαγμα, καὶ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς αὐτοῦ. Ἐκκλησιαστικός 6:16 φίλος πιστὸς φάρμακον ζωῆς, καὶ οἱ φοβούμενοι τὸν κύριον εὑρήσουσιν αὐτόν. Ἐκκλησιαστικός 6:17 ὁ φοβούμενος Κύριον εὐθυνεῖ φιλίαν αὐτοῦ, ὅτι κατ’ αὐτὸν οὕτως καὶ οἱ πλησίον αὐτοῦ. Ἐκκλησιαστικός 6:18 τέκνον, ἐκ νεότητός σου ἐπίλεξαι παιδείαν, καὶ ἕως πολιῶν εὑ ῥήσεις σοφίαν· Ἐκκλησιαστικός 6:19 καὶ ἀνάμενε τοὺς ἀγαθοὺς καρποὺς αὐτῆς. ἐν γὰρ τῆ ἐργασίᾳ αὐτῆς ὀλίγον κοπιάσεις, καὶ ταχὺ φάγεσαι ἀπὸ τῶν γενημάτων αὐτῆς. Ἐκκλησιαστικός 6:20 ὡς τραχεῖά ἐστι σφόδρα τοῖς ἀπαιδεύτοις, καὶ οὐκ ἐμμενεῖ ἐν αὐτῇ ἀκάρδιος. Ἐκκλησιαστικός 6:21 ὡς λίθος δοκιμασίας ἰσχυρὸς ἔσται ἐπ’ αὐτῷ· καὶ οὐ χρονιεῖ ἀπορρίψαι αὐτήν. Ἐκκλησιαστικός 6:22 σοφία γὰρ κατὰ τὸ ὄνομα αὐτῆς ἐστι, καὶ οὐ πολλοῖς ἐστι φανερά. Ἐκκλησιαστικός 6:23 ἄκουσον, τέκνον, καὶ ἔκλεξαι γνώμην μου, καὶ μὴ ἀπαναίνου τὴν συμβουλίαν μου· Ἐκκλησιαστικός 6:24 καὶ εἰσένεγκαι τοὺς πόδας σου εἰς τὰς πέδας αὐτῆς, καὶ εἰς τὸν κλοιὸν αὐτῆς τὸν τράχηλόν σου· Ἐκκλησιαστικός 6:25 ὑπόθες τὸν ὦμόν σου καὶ βάσταξον αὐτήν, καὶ μὴ προσοχθίσῃς τοῖς δεσμοῖς αὐτῆς. Ἐκκλησιαστικός 6:26 ἐν πάσῃ ψυχῇ σου πρόσελθε αὐτῇ, καὶ ἐν ὅλη δυνάμει σου συντήρησον τὰς ὁδοὺς αὐτῆς. Ἐκκλησιαστικός 6:27 ἐξίχνευσον καὶ ζήτησον, καὶ γνωσθήσεταί σοι· καὶ ἐγκρατὴς 151 2 γενόμενος μὴ ἀφῇς αὐτήν· Ἐκκλησιαστικός 6:28 ἐπ’ ἐσχάτων γὰρ εὑρήσεις τὴν ἀνάπαυσιν αὐτῆς, καὶ στραφήσεταί σοι εἰς εὐφροσύνην· Ἐκκλησιαστικός 6:29 καὶ ἔσονταί σοι αἱ πέδαι αὐτῆς εἰς σκέπην ἰσχύος, καὶ οἱ κλοιοὶ αὐτῆς εἰς στολὴν δόξης. Ἐκκλησιαστικός 6:30 κόσμος γὰρ χρύσεος ἐστιν ἐπ’ αὐτῆς, καὶ οἱ δεσμοὶ αὐτῆς κλῶσμα ὑακίνθινον· Ἐκκλησιαστικός 6:31 στολὴν δόξης ἐνδύσῃ αὐτήν, καὶ στέφανον ἀγαλλιάματος περιθήσεις σεαυτῷ. Ἐκκλησιαστικός 6:32 ἐὰν θέλῃς, τέκνον, παιδευθήσῃ, καὶ ἐὰν ἐπιδῷς τὴν ψυχήν σου, πανοῦργος ἔση. Ἐκκλησιαστικός 6:33 ἐὰν ἀγαπήσῃς ἀκούειν, ἐκδέξῃ σύνεσιν, καὶ ἐὰν κλίνης τὸ οὖς σου, σοφὸς ἔση. Ἐκκλησιαστικός 6:34 ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ τίς σοφός; αὐτῷ προσκολλήθητι. Ἐκκλησιαστικός 6:35 πᾶσαν διήγησιν θείαν θέλε ἀκροᾶσθαι, καὶ παροιμίαι συνέσεως μὴ ἐκΦευγέτωσάν σε. Ἐκκλησιαστικός 6:36 ἐὰν ἴδῃς ἄνδρα συνετόν, ὄρθριζε πρὸς αὐτόν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποὺς σου. Ἐκκλησιαστικός 6:37 διανοοῦ ἐν τοῖς προστάγμασι κυρίου τελείως, καὶ ἐν ταῖς ἐντολαῖς 28 Cod. ἐπεσχάτων 34 Cod. prima manu σοὶ : secunda σοφ ο αὐτοῦ μελέτα διὰ παντός. αὐτὸς στηριεῖ τὴν καρδίαν σου, καὶ ἡ ἐπιθυμία τῆς σοφίας δοθήσεταί σοι. Ἐκκλησιαστικός 7:1 μὴ ποίει κακά, καὶ οὐ μή σε καταλάβη κακά· Ἐκκλησιαστικός 7:2 ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἐκκλινεῖ ἀπὸ σοῦ ἁμαρτία. Ἐκκλησιαστικός 7:3 υἱέ, μὴ σπεῖρε ἐπ’ αὔλακας ἀδικίας, καὶ οὐ μὴ θερίσῃς αὐτὰ ἑπταπλάσια. Ἐκκλησιαστικός 7:4 μὴ ζήτει παρὰ Κυρίου ἡγεμονίαν, μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Ἐκκλησιαστικός 7:5 μὴ δικαιοῦ ἔναντι κυρίου, καὶ παρὰ βασιλεῖ μὴ σοφίζου. Ἐκκλησιαστικός 7:6 μὴ ζήτει γενέσθαι κριτής, καὶ οὐκ ἰσχύσεις ἐξᾶραι ἀδικίας· μήποτε εὐλαβηθῇς ἀπὸ προσώπου δυνάστου, καὶ θήσεις σκάνδαλον ἐν εὐθύτητί σου. Ἐκκλησιαστικός 7:7 μὴ ἁμάρτανε εἰς πλῆθος πόλεως, καὶ οὐ μὴ καταβάλῃς σεαυτὸν ἐν ὄχλῳ. Ἐκκλησιαστικός 7:8 μὴ καταδεσμεύσῃς δὶς ἁμαρτίαν, ἐν γὰρ μιᾷ οὐκ ἀθῷος Ἐκκλησιαστικός 7:9 ἔσῃ. μὴ εἴπῃς· τῷ πλήθει τῶν δώρων μου ἐπόψεται, καὶ ἐν τῷ προσενέγκαι με θεῷ ὑψίστῳ προσδέξεται. 152 1 Ἐκκλησιαστικός 7:10 μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου, καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδης. Ἐκκλησιαστικός 7:11 μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν ψυχῆς αὐτοῦ· ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. Ἐκκλησιαστικός 7:12 μὴ ἀροτρία ψεῦδος ἐπ’ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. Ἐκκλησιαστικός 7:13 μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος· ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. Ἐκκλησιαστικός 7:14 μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων, καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. Ἐκκλησιαστικός 7:15 μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην. Ἐκκλησιαστικός 7:16 μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν· Ἐκκλησιαστικός 7:17 μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. ταπείνωσον σφόδρα τὴν ψυχήν σου· ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ. Ἐκκλησιαστικός 7:18 μὴ ἀλλάξῃς φίλον ἀδιαφόρου κατὰ μηδὲ ἕν, μηδὲ ἀδελφὸν γνήσιον ἐν χρυσίῳ ΣουΦείρ. Ἐκκλησιαστικός 7:19 μὴ ἀστόχει γυναικὸς σοφῆς καὶ ἀγαθῆς, ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ τὸ χρυσίον. Ἐκκλησιαστικός 7:20 μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ, μηδὲ μίσθιον διδόντα τὴν ψυχὴν αὐτοῦ· Ἐκκλησιαστικός 7:21 οἰκέτην συνετὸν ἀγαπάτω σου ἡ ψυχή· μὴ στερήσης αὐτὸν ἐλευθερίας. κτήνη σοί ἐστιν; Ἐκκλησιαστικός 7:22 ἐπισκέπτου αὐτά, καὶ εἰ ἐστί σοι χρήσιμα, ἐμμενέτω σοι· Ἐκκλησιαστικός 7:23 τέκνα σοί ἐστι; παίδευσον αὐτά, καὶ κάμψον ἐκ νεότητος 2 Cod. ἑκκλίνει τὸν τράχηλον αὐτῶν. θυγατέρες σοί εἰσι; Ἐκκλησιαστικός 7:24 πρόσεχε τῷ σώματι αὐτῶν, καὶ μὴ ἰλαρύνῃς πρὸς αὐτὰς τὸ πρόσωπόν σου. Ἐκκλησιαστικός 7:25 ἔκδου θυγατέρα, καὶ ἔσῃ τετελεκὼς ἔργον μέγα, καὶ ἀνδρὶ συνετῷ δώρησαι αὐτήν. γυνή σοι ἐστὶ κατὰ ψυχήν ; Ἐκκλησιαστικός 7:26 μὴ ἐκβάλῃς αὐτήν. μισουμένη δὲ μὴ ἐκδῷς σεαυτόν. Ἐκκλησιαστικός 7:27 ἐν ὄλῃ καρδίᾳ δόξασον τὸν πατέρα σου, καὶ μητρὸς ὠδῖνας μὴ ἐπιλάθῃ. Ἐκκλησιαστικός 7:28 μνήσθητι ὅτι δι’ αὐτῶν ἐγεννήθης, καὶ τί ἀνταποδώσεις 152 2 αὐτοῖς καθὼς αὐτοὶ σοί; Ἐκκλησιαστικός 7:29 ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν κύριον, καὶ τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε· Ἐκκλησιαστικός 7:30 ἐν ὅλη δυνάμει ἀγάπησον τὸν ποιήσαντά σε, καὶ τοὺς λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Ἐκκλησιαστικός 7:31 φοβοῦ τὸν κύριον καὶ δόξασον ἱερέα, καὶ δὸς τὴν μερίδα αὐτῷ καθὼς ἐντέταλταί σοι, ἀπ’ ἀρχὴν καὶ περὶ πλημμελείας καὶ δόσιν βραχιόνων καὶ θυσίαν ἁγιασμοῦ καὶ ἀπαρχὴν ἁγίων. Ἐκκλησιαστικός 7:32 καὶ πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ Ἐκκλησιαστικός 7:33 ἡ εὐλογία σου. χάρις δόματος ἔναντι παντὸς ζῶντος, καὶ ἐπὶ νεκρῷ μὴ ἀποκωλύσῃς χάριν. Ἐκκλησιαστικός 7:34 μὴ ὑστέρει ἀπὸ κλαιόντων, καὶ μετὰ πενθούντων πένθησον. Ἐκκλησιαστικός 7:35 μὴ ὄκνει ἐπισκέπτεσθαι ἄρρωστον· ἐκ γὰρ τῶν τοιούτων ἀγαπηθήσῃ. Ἐκκλησιαστικός 7:36 ἐν πᾶσι τοῖς λόγοις σου μιμνήσκου τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Ἐκκλησιαστικός 8:1 μὴ διαμάχου μετὰ ἀνθρώπου δυνάστου, μή ποτε ἐμπέσῃς εἰς τὰς χεῖρας αὐτοῦ. Ἐκκλησιαστικός 8:2 μὴ ἔριζε μετὰ ἀνθρώπου πλουσίου, μή ποτε ἀντιστήσει σου τὴν ὁλκήν· πολλοὺς γὰρ ἀπώλεσε τὸ χρυσίον, καὶ καρδίας βασιλέων ἐξέκλινε. Ἐκκλησιαστικός 8:3 μὴ διαμάχου μετὰ ἀνθρώπου γλωσσώδους, καὶ μὴ ἐπιστοιβάσῃς ἐπὶ τὸ πῦρ αὐτοῦ ξύλα. Ἐκκλησιαστικός 8:4 μὴ πρόσπαιζε ἀπαιδεύτῳ, ἵνα μὴ ἀτιμάζωνται οἱ πρόγονοί σου. Ἐκκλησιαστικός 8:5 μὴ ὀνείδιζε ἄνθρωπον ἐπιστρέφοντα ἀπὸ ἁμαρτίας· μνήσθητι ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις. Ἐκκλησιαστικός 8:6 μὴ ἀτιμάσῃς ἄνθρωπον ἐν γήρᾳ αὐτοῦ, καὶ γὰρ ἐξ ἡμῶν γηράσκουσι. Ἐκκλησιαστικός 8:7 μὴ ἐπίχαιρε ἐπὶ νεκρῷ τῷ ἐχθροτάτῳ σου· μνήσθητι ὅτι πάντες τελευτῶμεν. Ἐκκλησιαστικός 8:8 μὴ παρίδης διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου· ὅτι παρ’ αὐτῶν μαθήσῃ παιδείαν καὶ λειτουργῆσαι μεγιστᾶσιν εὐμαρῶς. Ἐκκλησιαστικός 8:9 μὴ ἀστόχει διηγήματος γερόντων, καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν· ὅτι παρ’ αὐτῶν μαθήση 153 1 σύνεσιν· καὶ ἐν καιρῷ χρείας δοῦναι ἀπόκρισιν. Ἐκκλησιαστικός 8:10 μὴ ἔκκαιε ἄνθρακας ἁμαρτωλοῦ, μὴ ἐμπυρισθῇς ἐν πυρὶ φλογὸς αὐτοῦ. Ἐκκλησιαστικός 8:11 μὴ ἐξαναστῇς ἀπὸ προσώπου ἵνα μὴ ἐγκαθίσῃ ὡς ἔνεδρον τῷ στόματί σου. Ἐκκλησιαστικός 8:12 μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ σου, καὶ ἐὰν δανείσῃς, ὡς ἀπολωλεκὼς γίνου. Ἐκκλησιαστικός 8:13 μὴ ἐγγυήσῃ ὑπὲρ δύναμίν σου, καὶ ἐὰν ἐγγυήσῃ, ὡς ἀποτίσων φρόντισον. Ἐκκλησιαστικός 8:14 μὴ δικάζου κατὰ κριτοῦ· κατὰ γὰρ τὴν δόξαν αὐτοῦ κρινοῦσιν αὐτόν. Ἐκκλησιαστικός 8:15 μετὰ τολμηροῦ μὴ πορεύου ἐν ὁδῷ, ἵνα μὴ βαρύνηται κατά σου. αὐτὸς γὰρ κατὰ τὸ θέλημα αὐτοῦ ποιήσει, καὶ τῇ ἀφροσύνῃ αὐτοῦ συναπολῇ. Ἐκκλησιαστικός 8:16 μετὰ θυμώδους μὴ ποιήσῃς μάχην, καὶ μὴ πορεύου μετ’ αὐτοῦ τὴν ἔρημον. οὕτως οὐδὲν ἐν ὀφθαλμοῖς αὐτοῦ αἷμα, καὶ ὅπου οὐκ ἔστι βοήθεια καταβαλεῖ σε ἐκεῖ. Ἐκκλησιαστικός 8:17 μετὰ μωροῦ μὴ συμβουλεύου, οὐ γὰρ δυνήσεται λόγον στέξαι. Ἐκκλησιαστικός 8:18 ἐνώπιον ἀλλοτρίου μὴ ποιήσης κρυπτόν, οὐ γὰρ γινώσκεις τίτέξεται. Ἐκκλησιαστικός 8:19 παντὶ ἀνθρώπῳ μὴ ἔκφαινε τὴν καρδίαν σου, καὶ μὴ ἀναφερέτω σοι χάριν ψευδῆ. Ἐκκλησιαστικός 9:1 μὴ ζήλου γυναῖκα τοῦ κόλπου σου, μηδὲ διδάξῃς ἐπὶ σεαυτὸν παιδείαν πονηράν. Ἐκκλησιαστικός 9:2 μὴ δῷς γυναικὶ τὴν ψυχήν σου, ἐπιβῆναι αὐτὴν ἐπὶ τὴν ἰσχύν σου. Ἐκκλησιαστικός 9:3 μὴ ἀπάντα γυναικὶ ἑταιριζομένη, μή ποτε ἐμπέσῃς εἰς τὰς παγίδας αὐτῆς. Ἐκκλησιαστικός 9:4 μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε, μήποτε ἁλῶς ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῆς. Ἐκκλησιαστικός 9:5 παρθένον μὴ καταμάνθανε, μήποτε σκανδαλισθῇς ἐν τοῖς ἐπιτιμίοις αὐτῆς. Ἐκκλησιαστικός 9:6 μὴ δῷς πόρναις τὴν ψυχήν σου, ἵνα μὴ ἀπολέσῃς τὴν κληρονομίαν σου. Ἐκκλησιαστικός 9:7 μὴ περιβλέπου ἐν ῥύμαις πόλεως, καὶ ἐν τοῖς ἐρήμοις αὐτῆς μὴ πλανῶ. Ἐκκλησιαστικός 9:8 ἀπόστρεψον ὀφθαλμὸν ἀπὸ γυναικὸς εὐμόρφου, καὶ μὴ καταμάνθανε κάλλος ἀλλότριον· 153 2 ἐν γὰρ κάλλει γυναικὸς πολλοὶ ἐπλανήθησαν, καὶ ἐκ τούτου φιλία ὡς πῦρ ἀνακαίεται. καὶ μὴ κατακλιθῇς ἐπ’ ἀγκαλῶν μετ’ αὐτῆς. Ἐκκλησιαστικός 9:9 μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ σύνολον, καὶ μὴ συμβολοκοπήσῃς μετ’ αὐτῆς ἐν οἴνῳ· μήποτε ἐκκλίνῃ ἡ ψυχή σου ἐπ’ αὐτήν, καὶ τῷ πνεύματί σου ὀλίσθῃς εἰς ἀπώλειαν. Ἐκκλησιαστικός 9:10 μὴ ἐγκαταλίπῃς φίλον ἀρχαῖον, ὁ γὰρ πρόσφατος οὐκ ἔστιν ἑ ’π’ ἴσης αὐτῷ· οἶνος νέος φίλος νέος· ἐὰν παλαιωθῇ, μετ’ εὐφροσύνης πίεσαι αὐτόν. Ἐκκλησιαστικός 9:11 μὴ ζηλώσῃς δόξαν ἁμαρτωλοῦ· οὐ γὰρ τίς ἐστιν ἡ καταστροφὴ αὐτοῦ. Ἐκκλησιαστικός 9:12 μὴ εὐδοκήσῃς εὐδοκίαις ἀσεβῶν, μνήσθητι ὅτι ἕως ᾅδου οὐ μὴ δικαιωθῶσι. Ἐκκλησιαστικός 9:13 μακρὰν ἄπεχε ἀπὸ ἀνθρώπου ὃς ἐξουσίαν ἔχει τοῦ φονεύειν, καὶ οὐ μὴ ὑποπτεύσῃς φόβον θανάτου. καὶ ἐὰν προσέλθῃς, μὴ πλημμελήσῃς, ἵνα μὴ ἀφέληται τὴν ζωήν σου παραχρῆμα. ἐπίγνωθι ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπὶ ἐπάλξεων πόλεως περιπατεῖς. Ἐκκλησιαστικός 9:14 κατὰ τὴν ἰσχύν σου στόχασαι τοῦ πλησίον, καὶ μετὰ σοφῶν βουλεύου. Ἐκκλησιαστικός 9:15 μετὰ συνετῶν ἔστω ὁ διαλογισμός σου, καὶ πᾶσα διήγησίς σου ἐν νόμῳ Ὑψίστου. Ἐκκλησιαστικός 9:16 ἄνδρες δίκαιοι ἔστωσαν σύνδειπνοί σου, καὶ ἐν φόβῳ κυρίου ἔστω τὸ καύχημά σου. Ἐκκλησιαστικός 9:17 ἐν χειρὶ τεχνιτῶν ἔργον ἐπαινεθήσεται, καὶ ὁ ἡγούμενος λαοῦ σοφὸς ἐν λόγῳ αὐτοῦ. Ἐκκλησιαστικός 9:18 φοβερὸς ἐν πόλει αὐτοῦ ἀνὴρ γλωσσώδης, καὶ ὁ προπετὴς ἐν λόγῳ αὐτοῦ μισηθήσεται. Ἐκκλησιαστικός 10:1 κριτὴς σοφὸς παιδεύει τὸν λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταμένη ἔσται· Ἐκκλησιαστικός 10:2 κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτως καὶ οἱ λειτουργοὶ αὐτοῦ, καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως πάντες οἱ κατοικοῦντες αὐτήν. 154 1 Ἐκκλησιαστικός 10:3 βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν αὐτοῦ, καὶ πόλις οἰκισθήσεται ἐν συνέσει δυναστῶν. Ἐκκλησιαστικός 10:4 ἐν χειρὶ Κυρίου ἡ ἐξουσία τῆς γῆς, καὶ τὸν χρήσιμον ἐγερεῖ εἰς καιρὸν ἐπ’ αὐτῆς. Ἐκκλησιαστικός 10:5 ἐν χειρὶ κυρίου εὐοδία ἀνδρός, καὶ προσώπῳ γραμματέως ἐπιθήσει δόξαν αὐτοῦ. Ἐκκλησιαστικός 10:6 ἐπὶ παντὶ ἀδικήματι μὴ μηνίσῃς τῷ πλησίον, καὶ μὴ πρᾶσσε μηδὲν ἐν ἔργοις ὕβρεως. Ἐκκλησιαστικός 10:7 μισητὴ ἔναντι κυρίου καὶ ἀνθρώπων ὑπερηφανία, καὶ ἐξ ἀμφοτέρων πλημμέλεια ἀδικίας. Ἐκκλησιαστικός 10:8 βασιλεία ἀπὸ ἔθνους εἰς ἔθνος μετάγεται διὰ ἀδικίας καὶ ὕβρεις καὶ χρήματα δόλια. Ἐκκλησιαστικός 10:9 τί ὑπερηφανεύεται γῆ καὶ σποδός; φιλαργύρου μὲν γὰρ οὐδὲν ἀνομώτερον· οὗτος γὰρ καὶ τὴν ἑαυτοῦ ψυχὴν ἔκπρακτον ποιεῖ, ὅτι ἐν ζωῇ αὐτοῦ ἔρριψαν τὰ ἐντόσθια αὐτοῦ. Ἐκκλησιαστικός 10:10 μακρὸν ἀρρώστημα, κόπτει ἰατρός· καὶ βασιλεὺς σήμερον, καὶ αὔριον τελευτήσει. Ἐκκλησιαστικός 10:11 ἐν γὰρ τῷ ἀποθανεῖν ἄνθρωπον κληρονομήσει ἑρπετὰ καὶ θηρία καὶ σκώληκας. Ἐκκλησιαστικός 10:12 ἀρχὴ ὑπερηφανίας ἀνθρώπου ἀφισταμένου ἀπὸ Κυρίου, καὶ ἀπὸ τοῦ ποιήσαντος αὐτὸν ἀπέστη ἡ 17 Cod. τεχνητῶν καρδία αὐτοῦ. Ἐκκλησιαστικός 10:13 ὅτι ἀρχὴ ἁμαρτίας ὑπερηφανία, καὶ ὁ κρατῶν αὐτῆς ἐξυβρίσει βδέλυγμα, καὶ καταστρα- φήσεται εἰς τέλος. διὰ τοῦτο παρεδόξασε Κόριος τὰς ἐπαγωγάς, καὶ κατέστρεψεν εἰς τέλος αὐτούς. Ἐκκλησιαστικός 10:14 θρόνους ἀρχόντων καθεῖλεν ὁ κύριος, καὶ ἐκάθισε πρᾳεῖς ἀντ’ αὐτῶν ἔνδοθεν. Ἐκκλησιαστικός 10:15 ῥίζας ἐθνῶν ὑπερηφάνων ἐξεῖλε κύριος, καὶ ἐφύτευσεν ἀντ’ αὐτῶν ἐν δόξῃ ταπεινούς· Ἐκκλησιαστικός 10:16 χώρας ἐθνῶν κατέστρεψε κύριος, καὶ ἀπώλεσεν αὐτὰς ἕως θεμελίων γῆς. Ἐκκλησιαστικός 10:17 ἐξῆρεν ἐξ αὐτῶν καὶ ἀπώλεσεν αὐτούς, καὶ κατέπαυσεν ἀπὸ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκκλησιαστικός 10:18 οὐκ ἔκτισται ἀνθρώποις ὑπερηφανία, οὐδὲ ὀργὴ θυμοῦ γεννήμασι γυναικῶν. Ἐκκλησιαστικός 10:19 σπέρμα ἀσφαλείας οἱ φοβούμενοι Κύριον· καὶ 154 2 ἔντιμον φύτευμα οἱ ἀγαπῶντες αὐτόν. σπέρμα ἀτιμίας οἱ μὴ προσέχοντες τῷ νόμῳ· σπέρμα πλανήσεως οἱ παραβαίνοντες ἐντολάς. Ἐκκλησιαστικός 10:20 ἐν μέσῳ ἀδελφῶν ὁ ἡγούμενος αὐτῶν ἔντιμος, καὶ οἱ φοβούμενοι κύριον ἐν ὀφθαλμοῖς αὐτοῦ. Ἐκκλησιαστικός 10:21 πρὸ λήξεως ἀρχὴ φόβος κυρίου· ἐκβολὴ δὲ ἀρχῆς σκληρισμὸς καὶ ὑπερηφανία. Ἐκκλησιαστικός 10:22 πλούσιος καὶ ἔνδοξος καὶ πτωχός, τὸ καύχημα αὐτῶν φόβος κυρίου. Ἐκκλησιαστικός 10:23 οὐ δίκαιον ἀτιμάσαι πτωχὸν συνετόν, καὶ οὐ καθήκει δοξάσαι ἄνδρα ἁμαρτωλόν. Ἐκκλησιαστικός 10:24 μεγιστᾶνες καὶ κριταὶ καὶ δυνάσται δοξασθήσονται, καὶ οὐκ ἔστι τις αὐτῶν μείζων τοῦ φοβουμένου τὸν κύριον. Ἐκκλησιαστικός 10:25 οἰκέτῃ συνετῷ ἐλεύθεροι λειτουργήσουσι, καὶ ἀνὴρ ἐπιστήμων οὐ γογγύσει παιδευόμενος. Ἐκκλησιαστικός 10:26 μὴ σοφίζου ποιῆσαι τὸ ἔργον σου, καὶ μὴ δοξάζου ἐν καιρῷ στενοχωρίας σου. Ἐκκλησιαστικός 10:27 κρεῖσσον γὰρ ὁ ἐργαζόμενος καὶ περισσεύων ἐν πᾶσιν ἢ ὁ δοξαζόμενος καὶ ἀπορῶν ἄρτου. Ἐκκλησιαστικός 10:28 τέκνον, ἐν πρᾳΰτητί σου δόξασον τὴν ψυχήν σου, καὶ δὸς αὐτῇ τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. τὸν ἁμαρτάνοντα εἰς τὴν ψυχὴν αὐτοῦ τίς δικαιώσει; Ἐκκλησιαστικός 10:29 καὶ τίς δοξάσει τὸν ἀτιμάζοντα τὴν ζωὴν αὐτοῦ; Ἐκκλησιαστικός 10:30 πτωχὸς δοξάζεται δι’ ἐπιστήμην αὐτοῦ, καὶ πλούσιος δοξάζεται διὰ τὸν πλοῦτον αὐτοῦ. Ἐκκλησιαστικός 10:31 ὁ δεδοξασμένος ἐν πτωχείᾳ, καὶ ἐν πλούτῳ ποσαχῶς; καὶ ὁ ἄδοξος ἐν πλούτῳ, Ἐκκλησιαστικός 11:1 ἐν πτωχείᾳ ποσαχῶς; σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν. 18 Cod. ἄνος (ἄνθρωπος) Ἐκκλησιαστικός 11:2 μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ, καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ. Ἐκκλησιαστικός 11:3 μικρὰ ἐν πετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Ἐκκλησιαστικός 11:4 ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ, καὶ ἐν ἡμέρᾳ δόξης 155 1 μὴ ἐπαίρου· ὅτι θαυμαστὰ τὰ ἔργα Κυρίου ἐστι, καὶ κρυπτὰ τὰ ἔργα αὐτοῦ ἀνθρώποις. Ἐκκλησιαστικός 11:5 πολλοὶ τύραννοι ἐκάθισαν ἐπ’ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Ἐκκλησιαστικός 11:6 πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων. Ἐκκλησιαστικός 11:7 πρὶν ἢ ἐξετάσῃς μὴ μέμψῃ, νόησον πρῶτον καὶ τότε ἐπιτίμα. Ἐκκλησιαστικός 11:8 πρὶν ἢ ἀκοῦσαι μὴ ἀποκρίνου, καὶ ἐν μέσῳ λόγων μὴ παρέμβαλλε ῥῆμα. Ἐκκλησιαστικός 11:9 περὶ πράγματος οὗ οὐκ ἔστι σοι μὴ ἔριζε, καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε. Ἐκκλησιαστικός 11:10 τέκνον, μὴ περὶ πολλὰ ἔστωσαν αἱ πράξεις σου· ἐὰν γὰρ πληθύνῃς, οὐκ ἀθῳωθήσῃ· καὶ ἐὰν διώκῃς, οὐ μὴ καταλάβῃς, καὶ οὐ μὴ ἐκφύγῃς διαδράς. Ἐκκλησιαστικός 11:11 ἔστι κοπιῶν καὶ πονῶν καὶ σπεύδων, καὶ τοσούτῳ μᾶλλον ὑστερεῖται. Ἐκκλησιαστικός 11:12 ἔστι νωθρὸς προσδεόμενος ἀντιλήψεως, ὑστερῶν ἰσχύι καὶ περισσεύων πτωχείᾳ· καὶ ὀφθαλμὸς κυρίου ἐπέβλεψεν αὐτῷ εἰς ἀγαθά· καὶ ἀνώρθωσεν αὐτὸν ἐκ ταπεινώσεως αὐτοῦ, Ἐκκλησιαστικός 11:13 καὶ ἀνύψωσεν κεφαλὴν αὐτοῦ ἀπὸ συντριβῆς, καὶ ἀθαύμασαν ἐπ’ αὐτῶ πολλοὶ θεωρήσαντες. Ἐκκλησιαστικός 11:14 ἀγαθὰ καὶ κακά, ζωὴ καὶ θάνατος, πτωχεία καὶ πλοῦτος παρὰ Κυρίου ἐστί. σοφία καὶ ἐπιστήμη καὶ γνῶσις νόμου παρὰ κυρίου. Ἐκκλησιαστικός 11:15 ἀγάπησις καὶ ὁδοὶ καλῶν ἔργων παρ’ αὐτοῦ εἰσί· Ἐκκλησιαστικός 11:16 πλάνη καὶ σκότος ἁμαρτωλοῖς συνέκτισται, τοῖς δὲ γαυριῶσιν ἐπὶ κακὰ συγγηρᾷ κακία. Ἐκκλησιαστικός 11:17 δόσις κυρίου παραμένει εὐσεβέσι, καὶ ἡ εὐδοκία αὐτοῦ εὐοδοῖ εἰς τὸν αἰῶνα. Ἐκκλησιαστικός 11:18 ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ αὕτη ἡ μερὶς αὐτοῦ ἀπὸ τοῦ μισθοῦ αὐτοῦ. Ἐκκλησιαστικός 11:19 ἐν τῷ εἰπεῖν αὐτόν· εὗρον ἀνάπαυσιν, καὶ νῦν φάγωμαι ἀπὸ τῶν ἀγαθῶν μου ἀδιαλείπτως, καὶ οὐκ οἶδε τίς καιρὸς παρελεύσεται αὐτόν, καὶ καταλείψει αὐτὰ ἑτέροις καὶ ἀποθανεῖται. 155 2 Ἐκκλησιαστικός 11:20 στῆθι ἐν διαθήκῃ σου καὶ ὁμίλει ἐν αὐτῇ, καὶ ἐν τῷ ἔργῳ σου παλαιώθητι. Ἐκκλησιαστικός 11:21 μὴ θαύμαζε ἐν ἔργοις ἁμαρτωλοῦ· πίστευε δὲ κυρίῳ καὶ ἔμμενε τῷ πόνῳ σου, ὅτι κοῦφον ἐν ὀφθαλμοῖς 7 Cod. πρινὴ 20 Cod. αὐτῷ Κυρίου διὰ τάχους ἐξάπινα πλουτίσαι πένητα. Ἐκκλησιαστικός 11:22 εὐλογία Κυρίου ἐν μισθῷ εὐσεβοῦς, καὶ ἐν ὥρᾳ ταχινῇ ἀναθάλλει εὐλογίαν αὐτοῦ. Ἐκκλησιαστικός 11:23 μὴ εἴπῃς· τίς ἐστί μου χρεία ἀρεσκείας, καὶ τίνι ἀπὸ τοῦ νῦν ἔσται μοι τὰ ἀγαθά; Ἐκκλησιαστικός 11:24 μὴ εἴπῃς· αὐτάρκη μοί ἐστι καὶ πολλά μοι ἃ ἔχω, καὶ τί ἀπὸ τοῦ νῦν κακωθήσομαι ἐν ζωῇ; Ἐκκλησιαστικός 11:25 ἐν ἡμέρᾳ ἀγαθῶν ἀμνησία κακῶν, καὶ ἐν ἡμέρᾳ κακῶν οὐ μνησθήσεται ἀγαθῶν· Ἐκκλησιαστικός 11:26 ὅτι κοῦφον ἔναντι κυρίου ἐν ἡμέρᾳ τελευτῆς ἀποδοῦναι ἀνθρώπῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἐκκλησιαστικός 11:27 κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς, καὶ συντέλειαν ἀνθρώπου ἀποκάλυψις ἔργων αὐτοῦ. Ἐκκλησιαστικός 11:28 πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, καὶ ἐν τέκνοις αὐτοῦ γνωσθήσεται ἀνήρ. Ἐκκλησιαστικός 11:29 μὴ πάντα ἄνθρωπον εἴσαγε εἰς τὸν οἶκόν σου· πολλὰ γὰρ τὰ ἔνεδρα τοῦ διαβόλου. Ἐκκλησιαστικός 11:30 πέρδιξ θηρευτὴς ἐν καρτάλλῳ· οὕτως καρδία ὑπερηφάνου, καὶ ὡς κατάσκοπος ἐπιβὰς ἐπὶ πτῶσιν. Ἐκκλησιαστικός 11:31 τὰ γὰρ ἀγαθὰ εἰς κακὰ μεταστρέφων ἐνεδρεύει, καὶ ἐν τοῖς αἱρετικοῖς ἐπιθήσει μῶμον. Ἐκκλησιαστικός 11:32 ἀπὸ σπινθῆρος μικρᾶς πληθύνεται ἀνθρακία, καὶ ἄνθρωπος ἁμαρτωλὸς εἰς αἷμα ἐνεδρεύει. Ἐκκλησιαστικός 11:33 πρόσεχε ἀπὸ κακούργου, πονηρὰ γὰρ τεκταί- νεται, μήποτε δῷ σοι μῶμον εἰς τὸν αἰῶνα. Ἐκκλησιαστικός 11:34 ἐνοίκισον ἀλλότριον, καὶ διαστρέψει σε ἐν ταραχῇ· καὶ ἀπαλλοτριώσει σε ἐκ τῶν ἰδίων σου. Ἐκκλησιαστικός 12:1 ἐὰν εὖ ποιῇς, γνῶθι ποιεῖς, καὶ ἔσται χάρις τοῖς ἀγαθοῖς σου. Ἐκκλησιαστικός 12:2 εὖ ποίησον εὐσεβῆ, καὶ εὑρήσεις ἀνταπόδομα· καὶ εἰ μὴ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τοῦ ὑψίστου. Ἐκκλησιαστικός 12:3 οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ καὶ τῷ ἐλεημοσύνης μὴ χαριζομένῳ. Ἐκκλησιαστικός 12:4 δὸς τῷ εὐσεβεῖ, καὶ μὴ ἀντιλάβῃ 156 1 ἁμαρτωλοῦ. Ἐκκλησιαστικός 12:5 εὖ ποίησον ταπεινῷ καὶ μὴ δῷς ἀσεβεῖ· ἐμπόδισον τοὺς ἄρτους σου καὶ μὴ δῷς αὐτῷ, ἵνα μὴ ἐν αὐτοῖς σε δυναστεύσῃ· διπλάσια γὰρ κακὰ εὑρήσει σοι ἐν πᾶσιν ἀγαθοῖς οἷς ἃν ποιῆς αὐτῷ. Ἐκκλησιαστικός 12:6 ὅτι καὶ ὁ ὕψιστος ἑ μίσησεν ἁμαρτωλούς, καὶ τοῖς ἀσεβέσιν ἀποδώσει ἐκδίκησιν· φυλάσσει δὲ αὐτοὺς εἰς ἡμέραν ἐκδικήσεως αὐτῶν κραταιάν. Ἐκκλησιαστικός 12:7 δὸς τῷ ἀγαθῷ καὶ μὴ ἀντιλάβῃ ἁμαρτωλοῦ. Ἐκκλησιαστικός 12:8 οὐκ ἐκβληθήσεται ἐν ἀγαθοῖς ὁ φίλος, καὶ οὐ κρυβήσεται ἐν κακοῖς ὁ ἐχθρός. Ἐκκλησιαστικός 12:9 ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν 21 Cod. διατάχους 3 Cod. χωριζομένῳ λύπῃ, καὶ ἐν τοῖς κακοῖς αὐτοῦ καὶ ὁ φίλος διαχωρισθήσεται. Ἐκκλησιαστικός 12:10 μὴ πιστεύσης τῷ ἐχθρῷ σου εἰς τὸν αἰῶνα· ὡς γὰρ ὁ χαλκὸς ἰοῦται, οὕτως ἡ πονηρία αὐτοῦ. Ἐκκλησιαστικός 12:11 καὶ ἐὰν ταπεινωθῇ καὶ πορεύηται συγκεκυφώς, ἐπίστησον τὴν ψυχήν σου καὶ φύλαξαι ἀπ’ αὐτοῦ, καὶ ἔσῃ αὐτῷ ὡς ἐκμεμαχὼς ἔσοπτρον, καὶ γνώσῃ ὅτι οὐκ εἰς τέλος κατίωσε. Ἐκκλησιαστικός 12:12 μὴ στήσῃς αὐτὸν παρὰ σεαυτῷ, μήποτε ποτε καταστρέψας σε στῆ ἐπὶ τὸν τόπον σου· μὴ καθίσῃς αὐτὸν ἐκ δεξιῶν σου, μήποτε ζητήσῃ τὴν καθέδραν σου λαβεῖν, καὶ ἐπ’ ἐσχάτων ἐπιγνώσῃ τοὺς λόγους μου, καὶ ἐπὶ τῶν ῥημάτων μου κατανυγήσῃ. Ἐκκλησιαστικός 12:13 τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον· καὶ πάντας τοὺς προσάγοντας θηρίοις; Ἐκκλησιαστικός 12:14 οὕτως τὸν προσπορευόμενον ἀνδρὶ ἁμαρτωλῷ καὶ συμφυρόμενον ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. Ἐκκλησιαστικός 12:15 ὥραν μετά σου διαμενεῖ ἐν στάσει δικαίᾳ, καὶ ἐὰν ἐκκλίνῃς, οὐ μὴ καρτερήσῃ. Ἐκκλησιαστικός 12:16 καὶ ἐν τοῖς χείλεσιν αὐτοῦ γλυκανεῖ ὁ ἐχθρός, καὶ ἐν τῇ καρδίᾳ αὐτοῦ βουλεύσεται ἀναστρέψαι σε εἰς βόθρον· Ἐκκλησιαστικός 12:17 ἐν ὀφθαλμοῖς αὐτοῦ δακρύσει, καὶ ἐὰν εὕρῃ καιρὸν οὐκ ἐμ. πλησθήσεται ἀφ’ αἵματος· κακὰ ἐὰν ὑπαντήσῃ σοι, εὑρήσεις αὐτὸν πρότερόν σου ἐκεῖ, καὶ ὡς ἄνθρωπος βοηθῶν 156 2 ὑποσχάσει πτέρναν σου· Ἐκκλησιαστικός 12:18 τὴν κεφαλὴν αὐτοῦ κινήσει καὶ ἐπικροτήσει ταῖς χερσί, καὶ πολλὰ διαψιθυριεῖ καὶ ἀλλοιώσει τὸ πρόσωπον αὐτοῦ. Ἐκκλησιαστικός 13:1 ὁ ἁπτόμενος πίσσης μολυνθήσεται ἐν αὐτῇ, καὶ κοινωνῶν ὑπερηφάνῳ ὁμοιωθήσεται αὐτῷ. Ἐκκλησιαστικός 13:2 βάρος ὑπέρ σε μὴ ἄρῃς ἐν ζωῇ σου, καὶ ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ μὴ κοινώνει. τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὐτὴ προσκρούσει, καὶ αὐτὴ συντ ριβήσεται. Ἐκκλησιαστικός 13:3 πλούσιος ἠδίκησε, καὶ αὐτοῦ προσδεηθήσονται. πτωχὸς ἠδίκησε, καὶ αὐτὸς προσαπειληθήσεται. Ἐκκλησιαστικός 13:4 ἐὰν χρησιμεύσῃς, ἐργᾶται ἐν σοί, καὶ ἐὰν ὑστερήσῃς, καταθλίψει σε. Ἐκκλησιαστικός 13:5 καὶ ἐὰν ἔχῃς, συμβιώσεταί σοι καὶ ἀποκενώσει σε, καὶ αὐτὸς οὐ πονέσει. Ἐκκλησιαστικός 13:6 χρείαν ἔσχηκέ σου, καὶ ἀποπλανήσει σε, καὶ προσγελάσεταί σοι καὶ δώσει σοι ἐλπίδα· λαλήσει σοι καλά· καὶ ἐρεῖ· τίς ἡ χρεία σου; Ἐκκλησιαστικός 13:7 καὶ αἰσχυνεῖ σε τοῖς βρώμασιν αὐτοῦ, ἕως οὗ ἀποκενώσει σε δὶς ἢ τρίς, καὶ ἐπ’ ἐσχάτων καταμωκήσεταί σου· καὶ μετὰ ταῦτα ὄψεταί σε καὶ καταλείψει σε, καὶ τὴν κεφαλὴν αὐτοῦ κινήσει ἐπί σοι. Ἐκκλησιαστικός 13:8 πρόσεχε μὴ ἀποπλανηθῇς τῆ διανοίᾳ, καὶ μὴ ταπεινωθῇς ἐν εὐφροσύνῃ καρδίας σου. Ἐκκλησιαστικός 13:9 προσκαλεσαμένου σε δυνάστου ὑποχωρῶν γίνου, καὶ τοσούτῳ μᾶλλόν σε προσκαλέσεται πλεονάζων· Ἐκκλησιαστικός 13:10 μὴ ἔμπιπτε, ἵνα μὴ ἀπωσθῇς ἀκρίτως, καὶ μὴ μακρὰν ἀφιστῶ, ἵνα μὴ ἐπιλησθῇς. Ἐκκλησιαστικός 13:11 μὴ ἔπεχε εἰσηγορεῖσθαι μετ’ αὐτοῦ, καὶ μὴ πιστεύσης τοῖς πλείοσι λόγοις αὐτοῦ. ἐκ πολλῆς γὰρ λαλιᾶς πειράσει σε, καὶ ὡς προσγελῶν ἐξετάσει τὰ κρυπτά σου. Ἐκκλησιαστικός 13:12 ἀνελεήμων ὁ μὴ συντηρῶν λόγους, καὶ οὐ μὴ φείσηται περὶ κακώσεως σου καὶ δεσμῶν. Ἐκκλησιαστικός 13:13 συντήρησον καὶ πρόσεχε σφοδρῶς τοῦ ἀκούειν, ὅτι μετὰ τῆς πτώσεως σου περιπατεῖς. Ἐκκλησιαστικός 13:14 ἀκούων ταῦτα ἐν ὕπνῳ σου γρηγόρησον 157 1 πάσῃ ζωῇ. ἀγάπα τὸν κύριον καὶ ἐπικαλοῦ αὐτὸν εἰς σωτηρίαν σου. Ἐκκλησιαστικός 13:15 πᾶν ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτῷ, καὶ πᾶς ἄνθρωπος ἀγαπᾷ τὸν πλησίον αὐτοῦ. Ἐκκλησιαστικός 13:16 πᾶσα σὰρξ κατὰ γένος συνάγεται, καὶ τῷ ὁμοίῳ αὐτοῦ προσκολληθήσεται ἀνήρ. τί κοινωνήσει λύκος ἀμνῷ; Ἐκκλησιαστικός 13:17 οὕτως ἁμαρτωλὸς πρὸς εὐσεβῆ. τίς εἰρήνη ὑαίνῃ πρὸς κύνα; Ἐκκλησιαστικός 13:18 καὶ τίς εἰρήνη πλουσίῳ πρὸς πένητα; Ἐκκλησιαστικός 13:19 κυνηγία λεόντων ὄναγροι ἐν ἐρήμῳ· οὕτως νομαὶ πλουσίων πτωχοί. Ἐκκλησιαστικός 13:20 βδέλυγμα ὑπερηφάνων ταπεινότης, οὕτως βδέλυγμα πλουσίῳ πτωχός. Ἐκκλησιαστικός 13:21 πλούσιος σαλευόμενος στηρίζεται ὑπὸ φίλων, πτωχὸς δὲ πεσὼν προσ απωθεῖται ὑπὸ φίλων. Ἐκκλησιαστικός 13:22 πλουσίου σφαλέντος πολλοὶ ἀντιλήπτορες, ἐλάλησεν ἀπόρρητα καὶ ἐδικαίωσαν αὐτόν. ταπεινὸς ἔσφαλε καὶ προσεπτίμησαν αὐτῷ· ἐφθέγξατο σύνεσιν καὶ οὐκ ἐδόθη αὐτῷ τόπος. Ἐκκλησιαστικός 13:23 πλούσιος ἐλάλησε καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν νεφελῶν. πτωχὸς ἐλάλησε καὶ εἶπαν· τίς οὗτος; καὶ ἐὰν προσκόψῃ, προσανατρέψουσιν αὐτόν. Ἐκκλησιαστικός 13:24 ἀγαθὸς ὁ πλοῦτος ᾧ μὴ πρόσεστιν ἁμαρτία, καὶ πονηρὰ ἡ πτωχεία ἐν στόματι ἀσεβοῦς. Ἐκκλησιαστικός 13:25 καρδία ἀνθρώπου ἀλλοιοῖ τὸ πρόσωπον αὐτοῦ, ἐάν τε εἰς ἀγαθὰ ἐάν τε εἰς κακά· καὶ ἀγαθύνει πρόσωπον ἐν τέρψει καρδία θάλλουσα. Ἐκκλησιαστικός 13:26 ἴχνος καρδίας ἐν ἀγαθοῖς πρόσωπον θάλλον, καὶ εὕρεσις παραβολῶν διαλογισμὸς μετὰ κόπου. 10 Cod. ἐμπλησθῇς et sup sec manu ἐπιλησθῇς Ἐκκλησιαστικός 14:1 μακάριος ἀνὴρ ὃς οὐκ ὠλίσθησεν ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐ κατενύγη ἐν πλήθει ἁμαρτιῶν· Ἐκκλησιαστικός 14:2 μακάριος οὗ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ, καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ τῆς ἐπὶ κύριον. 157 2 Ἐκκλησιαστικός 14:3 ἀνδρὶ μικρολόγῳ οὐ καλὸς ὁ πλοῦτος, καὶ ἀνδρὶ βασκάνῳ ἱνατί χρήματα; Ἐκκλησιαστικός 14:4 ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ συνάγει ἄλλοις, καὶ ἐν τοῖς ἀγαθοῖς αὐτοῦ τρυφήσουσιν ἕτεροι. Ἐκκλησιαστικός 14:5 ὁ πονηρὸς ἑαυτῷ τίνι ἔσται ἀγαθός; καὶ οὐκ εὐφρανθήσεται ἐν τοῖς χρήμασιν αὐτοῦ. Ἐκκλησιαστικός 14:6 τοῦ βασκαίνοντος ἑαυτὸν οὐκ ἔστι πονηρότερος, καὶ τοῦτο ἀνταπόδομα τῆς κακίας αὐτοῦ· Ἐκκλησιαστικός 14:7 καὶ ἐὰν εὖ ποιήσῃ, οὐχ ἑκὼν ποιεῖ, καὶ ἐπ’ ἐσχάτων ἐκφανεῖ τὴν κακίαν αὐτοῦ. Ἐκκλησιαστικός 14:8 πονηρὸς ὁ βασκαίνων ἰδεῖν ὀφθαλμῷ, ἀποστρέφων πρόσωπον καὶ ὑπερορῶν ψυχάς. Ἐκκλησιαστικός 14:9 πλέον ἕκτου ὀφθαλμὸς οὐ πίμπλαται μερίδος, καὶ ἀδικία πονηροῦ ἀναξηραίνει ψυχὴν αὐτοῦ. Ἐκκλησιαστικός 14:10 ὀφθαλμὸς πονηρὸς φθονερὸς ἐπ’ ἄρτῳ, καὶ ἐλλιπὴς ἐπὶ τῆς τραπέζης αὐτοῦ. Ἐκκλησιαστικός 14:11 τέκνον, καθὼς ἐὰν ἔχῃς εὖ ποίει σεαυτῷ, καὶ προσφορὰς κυρίῳ ἀξίως πρόσαγε· Ἐκκλησιαστικός 14:12 μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ, καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· Ἐκκλησιαστικός 14:13 πρίν σε τελευτῆσαι εὖ ποίει φίλῳ, καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δὸς αὐτῷ. Ἐκκλησιαστικός 14:14 μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας, καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθέτω. Ἐκκλησιαστικός 14:15 οὐχὶ ἑτέρῳ καταλείψεις τοὺς πόνους σου, καὶ τοὺς κόπους σου εἰς διαιρέσεις κλήρου; Ἐκκλησιαστικός 14:16 δὸς καὶ λάβε, καὶ ἁγίασον τὴν ψυχήν σου, ὅτι οὐκ ἔστιν ἐν ᾅδου ζητῆσαι τροφήν. Ἐκκλησιαστικός 14:17 πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται· ἡ γὰρ διαθήκη ἡ ἀπ’ αἰῶνος θανάτῳ ἀποθανῇ. Ἐκκλησιαστικός 14:18 ὡς φύλλον θάλλον ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει· οὕτως καὶ γενεὰ σαρκὸς καὶ αἵματος, ἡ μὲν τελευτᾷ, ἑτέρα δὲ γεννᾶται. Ἐκκλησιαστικός 14:19 πᾶν ἔργον σηπόμενον ἐκλείπει, καὶ ὁ ἐργαζόμενος αὐτὸ μετ’ αὐτοῦ ἀπελεύσεται. Ἐκκλησιαστικός 14:20 μακάριος ἀνὴρ ὃς ἐν σοφίᾳ μελετήσει καλά, καὶ ὃς ἐν συνέσει αὐτοῦ διαλεχθήσεται ἅγια· Ἐκκλησιαστικός 14:21 ὁ διανοούμενος τὰς ὁδοὺς αὐτοῦ ἐν καρδίᾳ αὐτοῦ, καὶ ἐν 158 1 τοῖς ἀποκρύφοις αὐτῆς ἐννοηθήσεται Ἐκκλησιαστικός 14:22 ἔξελθε ὀπίσω αὐτῆς ὡς ἰχνευτής, καὶ ἐν ταῖς ὁδοῖς αὐτῆς ἐνέδρευε. Ἐκκλησιαστικός 14:23 ὁ παρακύπτων διὰ τῶν θυρίδων αὐτῆς, καὶ ἐπὶ τῶν θυρωμάτων αὐτῆς ἀκροάσεται· Ἐκκλησιαστικός 14:24 ὁ καταλύων σύνεγγυς τοῦ οἴκου αὐτῆς, καὶ ἐν τοῖς τοίχοις αὐτῆς πήξει πάσσαλον. Ἐκκλησιαστικός 14:25 στήσει τὴν σκηνὴν αὐτοῦ κατὰ χεῖρα αὐτῆς, καὶ καταλύσει ἐν καταλύματι ἀγαθῶν· Ἐκκλησιαστικός 14:26 θήσει τὰ τέκνα αὐτοῦ ἐν τῇ σκέπῃ αὐτῆς, καὶ ὑπὸ τοὺς κλάδους αὐτῆς αὐλισθήσεται. Ἐκκλησιαστικός 14:27 σκεπασθήσεται ἀπ’ αὐτῆς ἀπὸ καύματος, καὶ ἐν τῇ δόξῃ αὐτῆς καταλύσει. Ἐκκλησιαστικός 15:1 ὁ φοβούμενος τὸν κύριον ποιήσει αὐτά, καὶ ὁ ἐγκρατὴς γνώσεως εὑρήσει αὐτήν· Ἐκκλησιαστικός 15:2 καὶ ὡς μήτηρ ὑπαντήσει αὐτῷ, καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν· Ἐκκλησιαστικός 15:3 ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως, καὶ ὕδωρ σοφίας ποτιεῖ αὐτόν· Ἐκκλησιαστικός 15:4 στηριχθήσεται ἐπ’ αὐτὴν καὶ οὐ μὴ κλιθῇ, καὶ ἐπ’ αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· Ἐκκλησιαστικός 15:5 καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ, καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ· Ἐκκλησιαστικός 15:6 εὐφροσύνην καὶ στέφανον ἀγαλλιά- ματος εὑρήσει· καὶ ὄνομα αἰῶνος κατακληρονομήσει αὐτόν. Ἐκκλησιαστικός 15:7 καὶ οὐ μὴ καταλήψωνται αὐτὴν ἄνθρωποι ἀσύνετοι, καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν· Ἐκκλησιαστικός 15:8 μακράν ἐστιν ἀπὸ ὑπερηφανίας, καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. Ἐκκλησιαστικός 15:9 οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη αὐτῷ· Ἐκκλησιαστικός 15:10 ἐν γὰρ σοφίᾳ ῥηθήσεται αἶνος, καὶ ὁ κύριος εὐοδώσει αὐτόν. Ἐκκλησιαστικός 15:11 μὴ εἴπῃς ὅτι διὰ κύριον ἀπέστην· ἃ γὰρ ἐμίσησεν, οὐ ποιήσεις. Ἐκκλησιαστικός 15:12 μὴ εἴπῃς· αὐτός με ἐπλάνησεν· οὐ γὰρ χρείαν ἔχει ἀνδρὸς ἁμαρτωλοῦ. Ἐκκλησιαστικός 15:13 πᾶν βδέλυγμα ἐμίσησεν ὁ κύριος, καὶ οὐκ ἔστιν ἀγαπητὸν τοῖς φοβουμένοις αὐτόν. Ἐκκλησιαστικός 15:14 αὐτὸς ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. 158 2 Ἐκκλησιαστικός 15:15 ἐὰν θέλῃς, συντηρήσεις ἐντολάς, καὶ πίστιν ποιῆσαι εὐδοκίας. Ἐκκλησιαστικός 15:16 παρέθηκέ σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς ἔκτεινον τὴν χεῖρά σου· Ἐκκλησιαστικός 15:17 ἔναντι ἀνθρώπων ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν εὐδοκήσῃ δοθήσεται αὐτῷ. Ἐκκλησιαστικός 15:18 ὅτι πολλὴ ἡ σοφία τοῦ κυρίου· καὶ ἰσχυρὸς ἐν δυναστεία καὶ βλέπων τὰ πάντα· Ἐκκλησιαστικός 15:19 καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν, καὶ αὐτὸς ἐπιγνώσεται πᾶν ἔργον ἀνθρώπου· Ἐκκλησιαστικός 15:20 οὐκ ἐνετείλατο ἀσεβεῖν οὐδενί, καὶ οὐκ ἔδωκεν ἄνεσιν οὐδενὶ ἁμαρτάνειν. Ἐκκλησιαστικός 16:1 μὴ ἐπιθύμει τέκνων πλῆθος ἄχρηστον, μήδε’ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν· Ἐκκλησιαστικός 16:2 ἐὰν πληθύνωσι, μὴ εὐφραίνου ἐπ’ αὐτοῖς, εἰ μὴ ἔστι φόβος κυρίου μετ’ αὐτῶν· 12 Cod. ἔπλασεν Ἐκκλησιαστικός 16:3 μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ μὴ ἔπεχε ἐπὶ τὸ πλῆθος αὐτῶν· κρεῖσσον γὰρ εἷς δίκαιος ἢ χίλιοι, καὶ ἀποθανεῖν ἄτεκνον ἢ ἔχειν τέκνα ἀσεβῆ· Ἐκκλησιαστικός 16:4 ἀπὸ γὰρ ἑνὸς συνετοῦ συνοικισθήσεται πόλις, φυλὴ δὲ ἀσεβῶν ἐρημωθήσεται ἐν τάχει. Ἐκκλησιαστικός 16:5 πολλὰ τοιαῦτα ἑώρακεν ὁ ὀφθαλμός μου, καὶ ἰσχυρότερα τούτων ἀκήκοε τὸ οὖς μου. Ἐκκλησιαστικός 16:6 ἐν συναγωγῇ ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ, καὶ ἐν ἔθνει ἀπειθεῖ ἐξεκαύθη ὀργή. Ἐκκλησιαστικός 16:7 οὐκ ἐξιλάσατο περὶ τῶν ἀρχαίων πάντων γιγάντων, οἳ ἀπέστησαν ἐν τῆ ἰσχύι τῆς ἀφροσύνης αὐτῶν· Ἐκκλησιαστικός 16:8 οὐκ ἐφείσατο περὶ τῆς παροικίας Λώτ, οὓς ἐβδελύξατο διὰ τὴν ὑπερηφανίαν αὐτῶν· Ἐκκλησιαστικός 16:9 οὐκ ἐλέησεν ἔθνος ἀπωλείας, τοὺς ἐξερχομένους ἐν ἁμαρτίαις αὐτῶν ἃς ἐποίουν· Ἐκκλησιαστικός 16:10 καὶ οὕτως ἑξακοσίας χιλιάδας πεζῶν τοὺς ἐπισυναχθέντας ἐν σκληροκαρδίᾳ αὐτῶν. μαστιγῶν, ἐλεῶν, τύπτων, ἰώμενος, κύριος ἐν οἰκτιρμῷ καὶ παιδείᾳ διεφύλαξε· Ἐκκλησιαστικός 16:11 καὶ ἐὰν ᾖ εἷς σκληροτράχηλος ἐν λαῷ, θαυμαστὸν τοῦτο εἰ ἀθῳωθήσεται. 159 1 ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτῷ διὰ τάχους, δυνάστης ἐξιλασμῶν καὶ ἐκχέων ὀργήν. Ἐκκλησιαστικός 16:12 κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ τὸ ἔλεγχος αὐτοῦ· ἄνδρα κατὰ τὰ ἔργα αὐτοῦ κρινεῖ. Ἐκκλησιαστικός 16:13 οὐκ ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός, καὶ οὐ μὴ καθυστερίσῃ ὑπομονὴ εὐσεβοῦς. Ἐκκλησιαστικός 16:14 πάσῃ ἐλεημοσύνη ποίησον τόπον, ἕκαστος γὰρ κατὰ τὰ ἔργα αὐτοῦ εὑρήσει· Ἐκκλησιαστικός 16:15 κύριος ἐσκλήρυνε Φαραὼ μὴ εἰδέναι αὐτόν, ὅπως ἂν γνωσθῇ ἐνεργήματα αὐτοῦ τῆ ὑπ’ οὐρανόν. Ἐκκλησιαστικός 16:16 πάσῃ τῇ κτίσει τὸ ἔλεος αὐτοῦ φανερόν· καὶ τὸ φῶς αὐτοῦ καὶ τὸ σκότος ἐμέρισε τῷ ἀδάμαντι. Ἐκκλησιαστικός 16:17 μὴ εἴπῃς· ἀπὸ κυρίου κρυβήσομαι, καὶ ἐξ ὕψους τίς μου μνησθήσεται; ἐν λαῷ πλείονι οὐ μὴ μνησθῶ, τίς γὰρ ἡ ψυχή μου ἐν ἀμετρήτῳ κτίσει; Ἐκκλησιαστικός 16:18 ἰδοὺ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἄβυσσος καὶ γῆ καὶ τὰ ἐν αὐτοῖς, ἐν τῆ ἐπισκοπῇ αὐτοῦ σαλευθήσεται· ἅπας ὁ κόσμος γεγονὼς καὶ γινόμενος ἐν θελήματι αὐτοῦ· Ἐκκλησιαστικός 16:19 ἅμα τὰ ὄρη καὶ τὰ θεμέλια τῆς γῆς ἐν τῷ ἐπιβλέψαι ἐπ’ αὐτὰ κύριον συσσείονται τρόμῳ, Ἐκκλησιαστικός 16:20 καὶ ἀξίως οὐ διανοηθήσεται ἐπ’ αὐτοῖς καρδία· καὶ τὰς ὁδοὺς αὐτοῦ τίς ἐνθυμηθήσεται; Ἐκκλησιαστικός 16:21 καταιγίς, ἣν οὐκ ὄψεται ἄνθρωπος, τὰ δὲ πλείονα τῶν ἔργων αὐτοῦ ἐστιν ἐν ἀποκρύφοις. Ἐκκλησιαστικός 16:22 ἔργα δικαιοσύνης αὐτοῦ τίς ἀναγγελεῖ; ἢ τίς ὑπομενεῖ; μακρὰν γὰρ ἡ διαθήκη· καὶ ἐξέτασις ἁπάντων ἐν τελευτῇ. Ἐκκλησιαστικός 16:23 ἐλαττοῦ μένος διανοιεῖται ταῦτα, καὶ ἀνὴρ ἄφρων διανοεῖται πλανώμενος μωρά. Ἐκκλησιαστικός 16:24 ἄκουσόν μου, τέκνον, καὶ μάθε ἐπιστήμην, καὶ ἐπὶ τῶν λόγων μου πρόσεχε τῆ καρδίᾳ σου· Ἐκκλησιαστικός 16:25 ἐκφανῶ ἐν σταθμῷ παιδείαν, καὶ ἐν ἀκριβείᾳ ἀπαγγελῶ ἐπιστήμην αὐτοῦ. Ἐκκλησιαστικός 16:26 καὶ ἐν κρίσει Κυρίου ἔργα αὐτοῦ ἀπ’ ἀρχῆς, καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν. Ἐκκλησιαστικός 16:27 ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ, καὶ ἐν χειρὶ αὐτοῦ αἱ ἀρχαὶ 159 2 αὐτοῦ εἰς γενεὰς γενεῶν. οὔτε ἐπείνασαν οὔτε ἐκοπίασαν ἐν ποιήμασιν αὐτοῦ, καὶ οὐκ ἐξέλειπον ἀπὸ τῶν ἔργων αὐτοῦ· Ἐκκλησιαστικός 16:28 ἕκαστος τὸν πλησίον αὐτοῦ οὐκ ἐξέθλιψε, καὶ ἕως αἰῶνος οὐκ ἀπειθήσουσι τὸν λόγον αὐτοῦ. Ἐκκλησιαστικός 16:29 καὶ μετὰ ταῦτα εἰς γῆν ἐπέβλεψεν ὁ κύριος· καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ. Ἐκκλησιαστικός 16:30 ψυχὴν παντὸς ζώου ἑ κάλυψε τὸ πρόσωπον αὐτῆς, καὶ εἰς αὐτὴν ἡ ἀποστροφὴ αὐτῶν. Ἐκκλησιαστικός 17:1 Κύριος ἔκτισεν ἐκ γῆς ἄνθρωπον, καὶ πάλιν ἀπέστρεψεν αὐτὸν αὐτήν· Ἐκκλησιαστικός 17:2 ἡμέρας ἀριθμοῦ καὶ καιρὸν ἔδωκεν αὐτοῖς, καὶ ἔδωκεν αὐτοῖς ἐξουσίαν τῶν ἑ ’π’ αὐτῆς. Ἐκκλησιαστικός 17:3 ἐνέδυσε δὲ αὐτοὺς καθ’ ἑαυτοὺς ἰσχύν, καὶ κατ’ εἰκόνα αὐτοῦ ἐποίησεν αὐτούς· Ἐκκλησιαστικός 17:4 ἔθηκε τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκός, καὶ κατακυριεύειν θηρίων κοὶ πετεινῶν ἐν ὁμοιώματι. Ἐκκλησιαστικός 17:5 ἕκτον δὲ νοῦν αὐτοῖς ἐδωρήσατο μερίζων, καὶ τὸν ἕβδομον λόγον ἑρμενέα τῶν ἐνεργημάτων αὐτοῦ. Ἐκκλησιαστικός 17:6 διαβούλιον καὶ γλῶσσαν καὶ ὀφθαλμούς, ὦτα καὶ καρδίαν ἔδωκε διανοεῖσθαι αὐτοῖς. Ἐκκλησιαστικός 17:7 ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτούς, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτοῖς· Ἐκκλησιαστικός 17:8 ἔθηκε τὸν ὀφθαλμὸν αὐτοῦ ἐπὶ τὰς καρδίας αὐτῶν, Ἐκκλησιαστικός 17:9 ἔδωκε δι’ αἰώνων καυχᾶσθαι ἐπὶ τοῖς θαυμασίοις αὐτοῦ, ἵνα διηγῶνται τὰ ἔργα αὐτοῦ συνετῶς· Ἐκκλησιαστικός 17:10 καὶ ὄνομα ἁγιασμοῦ αὐτοῦ αἰνέσουσιν ἐκλεκτοί. Ἐκκλησιαστικός 17:11 προσέθηκεν αὐτοῖς ἐπιστήμην, καὶ νόμον ζωῆς αὐτοῖς, εἰς τὸ νοῆσαι ὅτι θνητοὶ ὄντες ὑπάρχουσι νῦν· Ἐκκλησιαστικός 17:12 διαθήκην αἰῶνος ἔστησε μετ’ αὐτῶν, καὶ τὰ κρίματα αὐτοῦ ὑπέδειξεν αὐτοῖς. Ἐκκλησιαστικός 17:13 μεγαλεῖον δόξης εἶδον 26 Cod. ἀπαρχῆς οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ δόξαν φωνῆς αὐτῶν ἤκουσε τὸ οὖς αὐτῶν· καὶ εἶπεν αὐτοῖς· Ἐκκλησιαστικός 17:14 προσέχετε ἀπὸ 160 1 παντὸς ἀδίκου, καὶ ἐνετείλατο αὐτοῖς ἑκάστῳ περὶ τοῦ πλησίον. Ἐκκλησιαστικός 17:15 οὐ κρυβήσονται ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· αἱ ὁδοὶ αὐτῶν ἐναντίον αὐτοῦ διὰ παντός. Ἐκκλησιαστικός 17:16 πᾶς δὲ ἄνθρωπος ἐκ νεότητος ἐπὶ τὰ πονηρά· καὶ οὐκ ἴσχυσαν τὰς καρδίας αὐτῶν ἀντὶ λιθίνων ποιῆσαι σαρκίνας. Ἐκκλησιαστικός 17:17 ἐν γὰρ μερισμῷ τῶν ἐθνῶν τῆς γῆς πάσης ἑκάστῳ ἔθνει κατέστησεν ἡγούμενον, καὶ προσελάβετο τὸν Ἰσραὴλ ἑαυτῷ μερίδα· Ἐκκλησιαστικός 17:18 ὃν πρωτόγονον ὄντα τιθηνεῖ παιδείᾳ, καὶ μερίζων φῶς ἀγαπήσεως οὐκ ἀνίησιν αὐτόν. Ἐκκλησιαστικός 17:19 διὸ πάντα τὰ ἔργα αὐτῶν ὡς ὁ ἥλιος ἐναντίον αὐτοῦ ἐστι, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐνδελεχῶς ἐπὶ τὰς ὁδοὺς αὐτῶν· Ἐκκλησιαστικός 17:20 οὐκ ἐκρύβησαν αἱ ἀδικίαι αὐτῶν ἀπ’ αὐτοῦ, καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτῶν ἔναντι κυρίου. Ἐκκλησιαστικός 17:21 Κύριος δὲ χρηστὸς ὢν καὶ εἰδὼς τὸ πλάσμα αὐτοῦ οὔτε ἀνῆκεν αὐτοὺς οὔτε ἐγκατέλιπε Φειδόμενος αὐτῶν· Ἐκκλησιαστικός 17:22 ἐλεημοσύνη γὰρ ἀνδρὸς ὡς σφραγὶς μετ’ αὐτοῦ· καὶ χάριν ἀνθρώπου ὡς κόρην συντηρήσει. Ἐκκλησιαστικός 17:23 μερίζων υἱοῖς αὐτοῦ καὶ θυγατράσι μετάνοιαν μετὰ ταῦτα ἐξαναστήσεται καὶ ἀνταποδώσει αὐτοῖς· καὶ τὸ ἀνταπόδομα αὐτῶν εἰς κεφαλὴν αὐτῶν ἀνταποδώσει· Ἐκκλησιαστικός 17:24 πλὴν μετανοοῦσιν ἔδωκεν ἐπάνοδον, καὶ παρεκάλεσεν ἐκλείποντας ὑπομονήν. Ἐκκλησιαστικός 17:25 ἐπίστρεφε οὖν πρὸς κύριον καὶ ἀπόλειπε ἁμαρτίας, δεήθητι κατὰ πρόσωπον καὶ σμίκρυνον πρόσκομμα· ἐπανάγαγε ἐπὶ Ὕψιστον· Ἐκκλησιαστικός 17:26 καὶ ἀπόστρεφε ἀδικίας, αὐτὸς γὰρ ὁδηγήσει ἐκ σκότους εἰς φωτισμὸν ὑγείας, καὶ σφόδρα μίσησον βδέλυγμα. Ἐκκλησιαστικός 17:27 Ὑψίστῳ τίς αἰνέσει ἐν ᾅδου ἀντὶ ζώντων καὶ διδόντων ἀνθομολόγησιν; Ἐκκλησιαστικός 17:28 ἀπὸ νεκροῦ ὡς μηδὲν ὄντος ἀπόλλυται ἐξομολόγησις· ζῶν καὶ ὑγιὴς τῆ καρδίᾳ αἰνέσει τὸν κύριον. Ἐκκλησιαστικός 17:29 ὡς μεγάλη ἡ ἐλεημοσύνη τοῦ κυρίου θεοῦ 160 2 ἡμῶν, καὶ ἐξιλασμὸς τοῖς ἐπιστρέφουσιν ἐπ’ αὐτὸν ὁσίως. Ἐκκλησιαστικός 17:30 οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. τί φωτεινότερον ἡλίου; Ἐκκλησιαστικός 17:31 καὶ τοῦτο ἐκλείπει· καὶ ἀνὴρ ὃς ἐνθυμηθήσεται σάρκα καὶ αἷμα. Ἐκκλησιαστικός 17:32 δύναμιν ὕψους οὐρανοῦ αὐτὸς ἐπισκέπτεται, καὶ ἄνθρωποι πάντες γῆ καὶ σποδός. Ἐκκλησιαστικός 18:1 ὁ ζῶν εἰς τὸν αἰῶνα ἔκτισε τὰ πάντα κοινῇ· Ἐκκλησιαστικός 18:2 κύριος μόνος δίκαιος καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ, οἰακίζων τὸν κόσμον ἐν σπιθαμῇ Ἐκκλησιαστικός 18:3 χειρὸς αὐτοῦ, καὶ πάντα ὑπακούει τῷ θελήματι αὐτοῦ· αὐτὸς γὰρ βασιλεὺς πάντων ἐν κράτει αὐτοῦ διαστέλλων ἐν αὐτοῖς ἅγια ἀπὸ βεβήλων. Ἐκκλησιαστικός 18:4 τίνι ἐξεποίησεν ἐξαγγεῖλαι τὰ ἔργα αὐτοῦ; καὶ τίς ἐξιχνίασε τὰ μεγαλεῖα αὐτοῦ; Ἐκκλησιαστικός 18:5 κράτος μεγαλωσύνης αὐτοῦ τίς ἐξαριθμήσεται; καὶ τίς προσθήσει ἐκδιηγήσασθαι τὰ ἐλέη αὐτοῦ; Ἐκκλησιαστικός 18:6 οὐκ ἔστιν ἐλαττῶσαι οὐδὲ προσθεῖναι, καὶ οὐκ ἔστιν ἐξιχνιάσαι τὰ θαυμάσια τοῦ κυρίου. Ἐκκλησιαστικός 18:7 ὅταν συντελέσῃ ἄνθρωπος τότε ἄρχεται, καὶ ὅταν παύσηται τότε ἀπορηθήσεται. Ἐκκλησιαστικός 18:8 καὶ τί ἄνθρωπος καὶ τίς ἡ χρῆσις αὐτοῦ; τί τὸ ἀγαθὸν αὐτοῦ; καὶ τί τὸ κακὸν αὐτοῦ; Ἐκκλησιαστικός 18:9 ἀριθμὸς ἡμερῶν ἀνθρώπου πολλὰ ἔτη, ἕκατον· ἀλογίστῳ δὲ ἑκάστου πᾶσιν ἡ κοίμησις. Ἐκκλησιαστικός 18:10 ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης, καὶ ὡς ψῆφος ἄμμου, οὕτως χίλια ἕτη ἐν ἡμέραις αἰῶνος. Ἐκκλησιαστικός 18:11 διὰ τοῦτο μακροθυμεῖ Κύριος ἑ ’π’ αὐτοῖς, καὶ διαχέει τὸ αὐτοῦ ἐπ’ αὐτούς. Ἐκκλησιαστικός 18:12 εἶδε καὶ ἐπέγνω τὴν καταστροφὴν αὐτῶν ὅτι πονηρά, διὰ τοῦτο ἐπλήθυνε τὸν ἐξιλασμὸν αὐτοῦ. Ἐκκλησιαστικός 18:13 ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ κυρίου ἐπὶ πᾶσαν σάρκα· ἐλέγχων καὶ παιδεύων καὶ διδάσκων, καὶ ἐπιστρέφων ὡς ποιμὴν τὸ ποίμνιον αὐτοῦ. Ἐκκλησιαστικός 18:14 τοὺς ἐκδεχομένους παιδείαν ἐλεεῖ, καὶ τοὺς κατασπεύδοντας ἐπὶ τὰ κρίματα αὐτοῦ. Ἐκκλησιαστικός 18:15 τέκνον, ἐν ἀγαθοῖς μὴ δῷς μῶμον, 161 1 μηδὲ ἐν πάσῃ δεήσει λύπην λόγου πονηροῦ. Ἐκκλησιαστικός 18:16 οὐχὶ καύσωνα ἀναπαύσει δρόσος; οὕτως κρεῖσσον λόγος ἢ δόσις. οὐκ ἰδοὺ λόγος ὑπὲρ δόμα ἀγαθόν; Ἐκκλησιαστικός 18:17 καὶ ἀμφότερα παρὰ ἀνθρώπῳ κεχαριτωμένα. Ἐκκλησιαστικός 18:18 μωρὸς ἀχαρίστως ὀνειδιεῖ, καὶ δόσις βασκάνου ἐκτήκει ὀφθαλμούς. Ἐκκλησιαστικός 18:19 πρὶν ἢ λαλῆσαι μάνθανε, καὶ πρὸ ἀρρωστίας θεραπεύου. Ἐκκλησιαστικός 18:20 πρὸ κρίσεως ἑτοίμαζε σεαυτὸν καλλιεργεῖν, καὶ ἐν ὥρᾳ ἐπισκοπῆς εὑρήσεις ἐξιλασμόν. Ἐκκλησιαστικός 18:21 πρὶν ἀρρωστῆσαί σε ταπεινώθητι ἐγκρατείᾳ, καὶ ἐν καιρῷ ἁμαρτημάτων δεῖξον ἐπιστροφήν. Ἐκκλησιαστικός 18:22 μὴ ἐμποδίσῃς τοῦ ἀποδοῦναι εὐχὴν εὐκαίρως, καὶ μὴ μείνῃς ἕως θανάτου δικαιωθῆναι· Ἐκκλησιαστικός 18:23 πρὶν εὔξασθαι ἑτοίμασον σεαυτόν· καὶ μὴ γίνου ὡς ἄνθρωπος πειράζων τὸν κύριον. Ἐκκλησιαστικός 18:24 μνήσθητι θυμοῦ ἐν ἡμέραις τελευτῆς, καὶ καιρὸν ἐκδικήσεως ἐν ἀποστροφῇ προσώπου. Ἐκκλησιαστικός 18:25 μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς, πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέρᾳ πλούτου. Ἐκκλησιαστικός 18:26 ἀπὸ πρωίθεν ἕως ἑσπέρας μεταβάλλει καιρός, καὶ πάντα ταῦτά ἐστὶ ταχινὰ ἔναντι κυρίου. Ἐκκλησιαστικός 18:27 καὶ ἐν ἡμέραις ἁμαρτιῶν προσέξει ἀπ’ ὁ πλημμελείας, καὶ ἄφρων οὐ συντηρήσει καιρόν. Ἐκκλησιαστικός 18:28 πᾶς συνετὸς ἔγνω σοφίαν καὶ παιδείαν· καὶ τῷ εὑρόντι αὐτὴν δώσει ἐξομολόγησιν· Ἐκκλησιαστικός 18:29 συνετοὶ ἐν λόγοις καὶ αὐτοὶ ἐσοφίσαντο, καὶ ἀνώμβρισαν παροιμίας ἀκριβεῖς εἰς ζωήν. κρείσσων παρρησία ἐν δεσπότη μόνῳ· εἴπερ νεκρὰ καρδία νεκρῷ ἀντέχεσθαι. 161 2 Ἐγκράτεια ψυχῆς. Ἐκκλησιαστικός 18:30 ὀπίσω τῶν ἐπιθυμιῶν σου μή πορεύου, καὶ ἀπὸ τῶν ὀρέξεών σου κωλύου. Ἐκκλησιαστικός 18:31 ἐὰν χορηγήσῃς τῇ ψυχῇ σου ἐπιθυμίαν εὐδοκίας αὐτῆς, ποιήσεις ἐπίχαρμα τῶν ἐχθρῶν σου οἳ βασκανοῦσί σε. Ἐκκλησιαστικός 18:32 μὴ εὐφραίνου ἐπὶ πολλῇ τρυφῇ σου, μηδὲ προσδεήθῃς συμβουλῆς αὐτῆς· Ἐκκλησιαστικός 18:33 μὴ γίνου πτωχὸς συμβολοκοπῶν ἐκ δανεισμοῦ, καὶ οὐδέν σοι ἐστὶν ἐν μαρσιππίῳ· ἔσῃ γὰρ ἐπίβουλος τῆς ἰδίας ζωῆς λαλητός. Ἐκκλησιαστικός 19:1 ἐργάτης μέθυσος οὐ πλουτισθήσεται· καὶ ὁ ἐξουδενῶν τὰ ὀλίγα, κατὰ μικρὸν πεσεῖται. Ἐκκλησιαστικός 19:2 οἶνος καὶ γυναῖκες ἀποστήσουσι συνετούς, καὶ ὁ κολλώμενος πόρναις τολμηρὸς ἔσται. Ἐκκλησιαστικός 19:3 σῆτες καὶ σκώληκες κληρονομήσουσιν αὐτόν, καὶ ξηρανθήσεται ἐν παραδειγματισμῷ μείζονι. Ἐκκλησιαστικός 19:4 ὁ ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ, καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει. Ἐκκλησιαστικός 19:5 ὁ εὐφραινόμενος ἐπὶ κακοεξίᾳ καταγνωσθήσεται, ὁ δὲ ἀντοΦθαλμῶν ἡδοναῖς στεφανοῖ τὴν ζωὴν αὐτοῦ. Ἐκκλησιαστικός 19:6 ὁ ἐγκρατευόμενος γλώσση ἀμάχῳ συμβιώσεται, καὶ ὁ μισῶν λαλιὰν ἐλαττοῦται κακίᾳ. Ἐκκλησιαστικός 19:7 μηδέποτε δευτερώσῃς λόγον, καὶ οὐθέν σοι ἔσται ἐν ἐλαττώσει. Ἐκκλησιαστικός 19:8 ἐν φίλῳ καὶ ἐχθρῷ, μὴ διηγοῦ βίους ἀλλοτρίους, καὶ εἰ μή σοί ἐστιν ἁμαρτία, μὴ ἀποκάλυπτε· Ἐκκλησιαστικός 19:9 ἀκήκοε γάρ σου καὶ ἐφυλάξατό σε, καὶ ἐν καιρῷ μισεῖ σε. Ἐκκλησιαστικός 19:10 ἀκήκοας λόγον; συναποθανέτω σοι· καὶ εὐθαρσὴς γίνου, οὐ γὰρ μή σε ῥήξῃ. Ἐκκλησιαστικός 19:11 ἀπὸ προσώπου λόγου ὀνειδίσει μωρός, ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα. Ἐκκλησιαστικός 19:12 βέλος πεπηγὸς ἐν μηρῷ σαρκός, οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ. Ἐκκλησιαστικός 19:13 ἔλεγξον φίλον, μήποτε οὐκ ἑ ποίησε, καὶ εἰ ἐποίησε, μήποτε προσθῇ. Ἐκκλησιαστικός 19:14 ἔλεγξον τὸν πλησίον, μήποτε οὐκ εἶπε· καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώσῃ. Ἐκκλησιαστικός 19:15 ἔλεγξον φίλον, πολλάκις γὰρ γίνεται 162 1 διαβολὴ ματαία, καὶ μὴ παντὶ λόγῳ πιστευέτω ἡ καρδία σου. Ἐκκλησιαστικός 19:16 ἔστιν ὀλισθαίνων λόγῳ καὶ οὐκ ἀπὸ ψυχῆς, καὶ τίς ἐστιν ὃς οὐκ ὠλίσθησεν ἐν τῆ γλώσσῃ αὐτοῦ; Ἐκκλησιαστικός 19:17 ἔλεγξον τὸν πλησίον πρὶν ἢ ἀπειλῆσαι, καὶ δὸς τόπον νόμῳ Ὑψίστου, γινόμενος ἀμηνής. Ἐκκλησιαστικός 19:18 φόβος κυρίου ἀρχὴ προσλήψεως, σοφία δὲ παρ’ αὐτοῦ ἀγάπησιν περιποιεῖ. Ἐκκλησιαστικός 19:19 γνῶσις ἐντολῶν κυρίου παιδεία ζωῆς, οἱ δὲ ποιοῦντες τὰ ἀρεστὰ αὐτῷ ἀθανασίας δένδρον καρποῦνται. Ἐκκλησιαστικός 19:20 πᾶσα σοφία φόβος παρὰ Κυρίου, καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου, καὶ γνῶσις τῆς παντοκρατορίας αὐτοῦ. Ἐκκλησιαστικός 19:21 οἰκέτης λέγων τῷ δεσπότη· ὡς ἀρέσκει οὐ ποιήσω, ἐὰν μετὰ ταῦτα ποιήση, παροργίζει τὸν τρέφοντα αὐτόν. Ἐκκλησιαστικός 19:22 οὐκ ἔστι σοφία πονηρίας ἐπιστήμη· καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις. Ἐκκλησιαστικός 19:23 ἔστι πονηρία, καὶ αὐτὴ βδέλυγμα, καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ. Ἐκκλησιαστικός 19:24 κρείσσων πτοούμενος ἐν συνέσει ἔμφοβος τοῦ περισσεύοντος ἐν φρονήσει καὶ παραβαίνοντος νόμιμα Ὑψίστου. Ἐκκλησιαστικός 19:25 ἔστι πανουργία ἀκριβὴς καὶ αὐτὴ ἄδικος, καὶ ἔστι διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα, καὶ ἔστι δικαιῶν κρίσει σοφός. Ἐκκλησιαστικός 19:26 ἔστι πονηρευόμενος συγκεκυφὼς μελανίᾳ, καὶ τὰ ἐντὸς αὐτοῦ πλήρης δόλου πυρώδους· Ἐκκλησιαστικός 19:27 συγκύφων πρόσωπον καὶ ἐθελοκωφῶν, οὗ ἐὰν ἐπιγνωσθῇ προφθάσει σε κακοποιῆσαι· Ἐκκλησιαστικός 19:28 καὶ ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν, ἐὰν εὕρῃ καιρὸν κακοποιήσει. Ἐκκλησιαστικός 19:29 ἀπὸ ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ, καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων· Ἐκκλησιαστικός 19:30 στολισμὸς ἀνδρός, καὶ γέλως ὀδόντων, καὶ βῆμα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ. Ἐκκλησιαστικός 20:1 ἔστιν ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος, καὶ ἔστι σιωπῶν καὶ αὐτὸς φρόνιμος. 12 Cod. μέλος 25 Cod. κρῖμα (XX) ὡς καλόν ἐστιν ἐλέγξαι ἢ θυμοῦσθαι κρυπτῶς, Ἐκκλησιαστικός 20:2 καὶ ὁ ἀνθομολογούμενος, κωλυθήσεται ἀπὸ ἐλαττώματος. Ἐκκλησιαστικός 20:4 ἐπιθυμία εὐνούχου, ἀποπαρθενῶσαι νεάνιδα, οὕτως ὁ ποιῶν ἐν βίῳ κρίματα. Ἐκκλησιαστικός 20:5 ἔστι σιωπῶν εὑρισκόμενος σοφός, καὶ ἔστι μισητὸς ἀπὸ πολλῆς λαλιᾶς αὐτοῦ· Ἐκκλησιαστικός 20:6 ἔστι σιωπῶν, οὐ γὰρ ἔχει ἀπόκρισιν, καὶ ἔστι σιωπῶν, εἰδὼς καιρόν. Ἐκκλησιαστικός 20:7 ἄνθρωπος σοφὸς σιγήσει ἕως καιροῦ, ὁ δὲ λαπιστὴς καὶ ἄφρων, ὑπερβήσεται καιρόν. Ἐκκλησιαστικός 20:8 ὁ πλεονάζων λόγῳ, βδελυχθήσεται· καὶ ὁ ἐνεξουσιαζόμενος, μνησθήσεται. ὡς καλὸν ἐλεχθέντα φανερῶσαι μετάνοιαν, οὕτως γὰρ φεύξῃ ἑκούσιον ἁμάρτημα. Ἐκκλησιαστικός 20:9 ἔστιν εὐδοκία ἐν κακοῖς ἀνδρὶ ἁμαρτωλῷ, καὶ ἔστιν εὕρημα εἰς ἐλάττωσιν. Ἐκκλησιαστικός 20:10 ἔστι δόσις ἢ οὐ λυσιτελήσει σοι, καὶ ἔστι δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν. Ἐκκλησιαστικός 20:11 ἔστιν ἐλάττωσις ἕνεκεν δόξης, καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρε κεφαλήν. Ἐκκλησιαστικός 20:12 ἔστιν ἀγοράζων πολλὰ ὀλίγου, καὶ ἀποτιννύων αὐτὰ ἑπταπλασίονα. Ἐκκλησιαστικός 20:13 ὁ σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει, χάριτες δὲ μωρῶν ἐκχυθήσονται. Ἐκκλησιαστικός 20:14 δόσις ἄφρονος οὐ λυσιτελήσει σοι λαβόντι, ὁμοίως δὲ καὶ βασκάνου διὰ ἀνάγκην αὐτοῦ, οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ’ ἑνὸς εἰς τὸ λαβεῖν πολλοί. Ἐκκλησιαστικός 20:15 ὀλίγα δώσει, καὶ πολλὰ ὀνειδίσει, καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς Κήρυξ· σήμερον δανειεῖ καὶ αὔριον ἀπαιτήσει. μισητὸς κυρίῳ καὶ ἀνθρώποις ὁ τοιοῦτος. Ἐκκλησιαστικός 20:16 μωρὸς ἐρεῖ· οὐχ ὑπάρχει μοι φίλος, οὐκ ἔστι χάρις τοῖς ἀγαθοῖς μου· οἱ ἐσθίοντες τὸν ἄρτον μου, φαῦλοι τῇ γλώσση. 163 1 Ἐκκλησιαστικός 20:17 ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ; οὔτε γὰρ τὸ ἔχειν ἐν ὀρθῇ αἰσθήσει εἴληφε, καὶ τὸ μὴ ἔχειν ὁμοίως ἀδιάφορον αὐτῷ. Ἐκκλησιαστικός 20:18 ὀλίσθημα ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης, οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει. Ἐκκλησιαστικός 20:19 ἄνθρωπος ἄχαρις μῦθος ἄκαιρος, ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. Ἐκκλησιαστικός 20:20 ἀπὸ στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή, οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς. Ἐκκλησιαστικός 20:21 ἔστι κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας, καὶ ἐν τῇ ἀναπαυσει αὐτοῦ οὐ κατανυγήσεται. Ἐκκλησιαστικός 20:22 ἔστιν ἀπολλύων τὴν ψυχὴν αὐτοῦ διὰ αἰσχύνην, καὶ ἀπὸ λήψεως προσώπου ἀπολεῖ αὐτήν. Ἐκκλησιαστικός 20:23 ἔστι χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν. Ἐκκλησιαστικός 20:24 μῶμος πονηρὸς, ψεῦδος ἐν ἀνθρώπῳ, ἐν δὲ στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται. Ἐκκλησιαστικός 20:25 αἱρετὸν κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει, ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν. Ἐκκλησιαστικός 20:26 ἦθος ἀνθρώπου ψευδοῦς ἀτιμία, καὶ ἡ αἰσχύνη αὐτοῦ μετ’ αὐτοῦ ἐνδελεχῶς. Λόγοι παραβολῶν. Ἐκκλησιαστικός 20:27 ὁ σοφὸς ἐν λόγοις προάξει ἑαυτόν, καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν. Ἐκκλησιαστικός 20:28 ὁ ἐργαζόμενος γῆν αὐτοῦ ἀνυψώσει θημωνίαν αὐτοῦ, καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν αὐτοῦ. Ἐκκλησιαστικός 20:29 ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν, καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλέγχους. Ἐκκλησιαστικός 20:30 σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέλεια ἐν ἀμφοτέροις; Ἐκκλησιαστικός 20:31 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. κρείσσων ὑπομονὴ ἀπαραίτητος ἐν ζητήσει κυρίου, ἢ ἀδέσποτος τροχηλάτης τῆς ἰδίας ζωῆς. Ἐκκλησιαστικός 21:1 τέκνον, ἥμαρτες; μὴ προσθῇς ἔτι, καὶ περὶ τῶν προτέρων 163 2 δεήθητι. Ἐκκλησιαστικός 21:2 ὡς ἀπὸ προσώπου ὄφεως, φεῦγε ἀπὸ ἁμαρτίας. ἐὰν γὰρ προσέλθῃς αὐτῇ, δέξεταί σε· ὀδόντες λέοντος ὀδόντες αὐτῇ, ἀναιροῦντες ψυχὰς ἀνθρώπων. Ἐκκλησιαστικός 21:3 ὡς ῥομφαία δίστομος πᾶσα ἀνομία, τῇ πληγῇ αὐτῆς οὐκ ἔστιν ἴασις. Ἐκκλησιαστικός 21:4 καταπληγμὸς καὶ ὕβρις ἐρημώσουσι πλοῦτον, οὕτως οἶκος ὑπερηφάνων ἐρημωθήσεται. Ἐκκλησιαστικός 21:5 δέησις πτωχοῦ ἐκ στόματος ἕως ὠτίων αὐτοῦ, καὶ τὸ κρίμα αὐτοῦ κατὰ σπουδὴν ἔρχεται. Ἐκκλησιαστικός 21:6 μισῶν ἐλεγμὸν ἐν ἴχνει ἁμαρτωλοῦ, καὶ ὁ φοβούμενος κύριον ἐπιστρέψει ἐν καρδίᾳ αὐτοῦ. Ἐκκλησιαστικός 21:7 γνωστὸς μακρόθεν ὁ δυνατὸς ἐν γλώσσῃ, ὁ δὲ νοήμων οἶδεν ἐν τῷ ὀλισθαίνειν αὐτόν. Ἐκκλησιαστικός 21:8 ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν ἀλλοτρίοις ὡς ὁ συνάγων ἑαυτῷ λίθους εἰς χῶμα ταφῆς αὐτοῦ. Ἐκκλησιαστικός 21:9 στιππύον συνηγμένον συναγωγὴ ἀνόμων, καὶ ἡ συντέλεια αὐτῶν φλὸξ πυρὸς εἰς ἀπώλειαν. Ἐκκλησιαστικός 21:10 ὁδὸς ἁμαρτωλῶν ὡμαλισμένη ὑπὸ λίθων, καὶ ἐπ’ ἐσχάτου 29 Cod. φιμὸς αὐτῆς βόθρος ᾅδου. Ἐκκλησιαστικός 21:11 ὁ φυλάσσων νόμον Κυρίου κρατεῖ τοῦ ἐννοήματος νοήματος αὐτοῦ, συντέλεια δὲ τοῦ φόβου κυρίου σοφίας πρόσληψις. Ἐκκλησιαστικός 21:12 οὐ παιδευθήσεται ὃς οὐκ ἔστι πανοῦργος· ἔστι γὰρ πανουργία πληθύνουσα πικρίαν. Ἐκκλησιαστικός 21:13 γνῶσις σοφοῦ ὡς κατακλυσμὸς πληθυνθήσεται, καὶ ἡ βουλὴ αὐτοῦ ὡς πηγὴ ἁγνὴ ζωῆς. Ἐκκλησιαστικός 21:14 ἔγκατα μωροῦ ὡς ἀγγεῖον συντετριμμένον, πᾶσαν γνῶσιν οὐ κρατήσει ἐν ζωῇ αὐτοῦ. Ἐκκλησιαστικός 21:15 λόγον σοφὸν ἐὰν ἀκούσῃ ἐπιστήμων, αἰνέσει αὐτὸν καὶ ἐπ’ αὐτὸν προσθήσει· ἤκουσεν αὐτὸν ἀσύνετος καὶ ἀπήρεσεν αὐτῷ, καὶ ἀπέστρεψεν αὐτὸν ὀπίσω τοῦ νώτου αὐτοῦ. Ἐκκλησιαστικός 21:16 ἐξήγησις μωροῦ ὡς ἐν ὁδῷ φορτίον, ἐπὶ δὲ χείλους συνετοῦ 164 1 εὑρεθήσεται χάρις. Ἐκκλησιαστικός 21:17 στόμα φρονίμου ζητηθήσεται ἐν ἐκκλησίᾳ. Ἐκκλησιαστικός 21:18 ὡς οἶκος ἠφανισμένος οὕτως μωρῷ σοφία, καὶ τοὺς λόγους αὐτοῦ διανοηθήσονται ἐν καρδίᾳ καὶ γνῶσις ἀσυνέτου ἀδιεξέταστοι λόγοι. Ἐκκλησιαστικός 21:19 πέδαι ἐν ποσὶν ἀνοήτοις παιδεία, καὶ ὡς χειροπέδαι ἐπὶ χειρὸς δεξιᾶς. Ἐκκλησιαστικός 21:20 μωρὸς ἐν γέλωτι ἀνυψοῖ φωνὴν αὐτοῦ, ἀνὴρ δὲ πανοῦργος μόλις ἡσυχῆ μειδιάσει. Ἐκκλησιαστικός 21:21 ὡς κόσμος χρυσοῦς φρονίμῳ παιδεία, καὶ ὡς χλιδῶν ἐπὶ βραχίονος δεξιοῦ. Ἐκκλησιαστικός 21:22 ποὺς μωροῦ ταχὺς εἰς οἰκίαν, ἄνθρωπος δὲ πολύπειρος αἰσχυνθήσεται ἀπ’ αὐτοῦ. Ἐκκλησιαστικός 21:23 ἄφρων ἀπὸ θύρας παρακύψει εἰς οἰκίαν, ἀνὴρ δὲ πεπαιδευμένος ἔξω στήσεται. Ἐκκλησιαστικός 21:24 ἀπαιδευσία ἀνθρώπου ἀκροᾶσθαι παρὰ θύραν, ὁ δὲ φρόνιμος βαρυνθήσεται ἀτιμίαν. Ἐκκλησιαστικός 21:25 χείλη πολυλάλων τὰ οὐκ αὐτῶν διηγήσεται, λόγοι δὲ φρονίμων ἐν ζυγῷ σταθήσονται. Ἐκκλησιαστικός 21:26 ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, ἐν δὲ καρδίᾳ σοφῶν τὸ στόμα αὐτῶν. Ἐκκλησιαστικός 21:27 ἐν τῷ καταρᾶσθαι ἀσεβῆ τὸν σατανᾶν, αὐτὸς καταρᾶται τὴν ἑαυτοῦ ψυχήν. Ἐκκλησιαστικός 21:28 μολύνει τὴν ἑαυτοῦ ψυχὴν ὁ ψίθυρος, καὶ οὗ ἐὰν παροικήσῃ, μισηθήσεται. Ἐκκλησιαστικός 22:1 λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ ἀτιμίᾳ αὐτοῦ. Ἐκκλησιαστικός 22:2 βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα. Ἐκκλησιαστικός 22:3 αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ’ ἐλαττώσει γίνεται. Ἐκκλησιαστικός 22:4 θυγάτηρ φρόνιμος κληρονομήσει ἀνδρὸς αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος· Ἐκκλησιαστικός 22:5 πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται. Ἐκκλησιαστικός 22:6 μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν καιρῷ σοφίας. Ἐκκλησιαστικός 22:7 τέκνα ἐν ἀγαθῇ ζωῇ τὴν τροφὴν ἔχοντα τῶν ἰδίων γεννητόρων κρύψουσι δυσγένειαν· 164 2 Ἐκκλησιαστικός 22:8 τέκνα ἐν καταφρονήσει καὶ ἀπαιδευσίᾳ γεγαυριωμένα συγγενείας ἑαυτῶν μολύνουσι τὴν εὐγένειαν. Ἐκκλησιαστικός 22:9 συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, καὶ ἐξεγείρει καθεύδοντας ἐκ βαθέος ὕπνου· Ἐκκλησιαστικός 22:10 διηγεῖται νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ· τί ἐστιν; Ἐκκλησιαστικός 22:11 ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπε γὰρ φῶς· ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ γὰρ μωροῦ ὑπὲρ θάνατον ἡ ζωή. Ἐκκλησιαστικός 22:12 πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. Ἐκκλησιαστικός 22:13 μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον, καὶ πρὸς ἀσύνετον μὴ πορεύου. ἀναισθητῶν γὰρ ἐξουθενήσει σου τὰ πάντα· φύλαξαι ἀπ’ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ. ἔκκλινον ἀπ’ αὐτοῦ, καὶ εὑ ῥήσεις ἀνάπαυσιν, καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ. Ἐκκλησιαστικός 22:14 ὑπὲρ μόλυβον τί βαρυνθήσεται ; καὶ τί αὐτῷ ὄνομα, ἀλλ’ ἢ * μόλυβος ; Ἐκκλησιαστικός 22:15 ἄμμον καὶ ἅλας καὶ βῶλον σιδήρου εὐκοπώτερον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον. Ἐκκλησιαστικός 22:16 ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομήν, ἐν συσσεισμῷ οὐ διαλυθήσεται, οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν παντὶ καιρῷ φόβῳ οὐ δειλιάσει. Ἐκκλησιαστικός 22:17 καρδία ἡδρασμένη ἐπὶ διανοίᾳ συνέσεως ὡς κόσμος ψαμμωτὸς ἐπὶ τοίχου ξυστοῦ. Ἐκκλησιαστικός 22:18 †χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ μείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματι μωροῦ· κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ. Ἐκκλησιαστικός 22:19 ὁ νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ ὁ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν. Ἐκκλησιαστικός 22:20 βάλλων λίθον ἐπὶ ἐπὶ ἔτεινά ἀποσοβήσει αὐτά, καὶ ὀνειδίζων 165 1 φίλον διαλύσει φιλίαν. Ἐκκλησιαστικός 22:21 ἐπὶ φίλον ἐὰν σπάσῃ μάχαιραν, μὴ ἀπελπίσῃς, ἔστι γὰρ ἐπάνοδος. Ἐκκλησιαστικός 22:22 ἐπὶ φίλον ἐὰν ἀνοίξης στόμα, μὴ εὐλαβηθῇς, 14 * in marg. ABBREV . αι μωρός 1 8 f in marg. ABBREV . αι χάλικες ἔστι γὰρ διαλλαγή. πλὴν ὀνειδισμοῦ κοὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας· ἐν τούτοις γὰρ ἀποφεύξεται πᾶς φίλος. Ἐκκλησιαστικός 22:23 πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ εὐφρανθῇς. ἐν καιρῷ θλίψεως διάμενε αὐτῶ, ἵνα τὴν κληρονομίαν αὐτοῦ συγκληρονομήσῃς. οὐ καταφρονητέον γὰρ ἀεὶ τῆς περιγραφῆς, οὐδὲ θαυμαστὸς πλούσιος νοῦν οὐκ ἔχων. Ἐκκλησιαστικός 22:24 πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός, οὕτως πρὸ αἱμάτων λοιδορίαι. Ἐκκλησιαστικός 22:25 φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι, καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ, καὶ εἰ κακά μου συμβήσονται δι’ αὐτόν, Ἐκκλησιαστικός 22:26 πᾶς ὁ ἀκούων φυλάξεται ἀπ’ αὐτοῦ. Ἐκκλησιαστικός 22:27 τίς δώσει μοι ἐπὶ στόματός μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω αἰφνιδίως ἀπ’ αὐτῆς, κοὶ ἡ γλῶσσά μου μὴ ἀπολέσῃ με; Ἐκκλησιαστικός 23:1 Κύριε, πάτερ καὶ δέσποτα ζωῆς ἁπάσης, μὴ ἐγκαταλίπῃς με ἐν βουλῆ αὐτῶν, καὶ μὴ ἀφῇς με πεσεῖν ἐν αὐτοῖς. Ἐκκλησιαστικός 23:2 τίς ἐπιστήσει ἐπὶ τοῦ διανοήματός μου μάστιγας, καὶ ἐπὶ τῆς καρδίας μου παιδείαν σοφίας, ἵνα μὴ ἐπὶ τοῖς ἀγνοήμασί μου μὴ φείσῃ σύ, κύριε; τὰς δὲ ὕβρεις τῶν ἐν ἐπαγγελίᾳ ἁμαρτωλῶν μὴ παρῇς, Ἐκκλησιαστικός 23:3 ὅπως μὴ πληθυνθῶσιν αἱ ἄγνοιαί μου, καὶ αἱ ἁμαρτίαι μου πλέον ᾄσουσιν εἰς συντριβήν, καὶ πεσοῦμαι ἔναντι τῶν ὑπεναντίων, καὶ ἐπιχαρεῖταί μοι ὁ ἐχθρός μου· ὧν μακράν ἐστιν ἡ ἐλπὶς τοῦ ἐλέους σου. Ἐκκλησιαστικός 23:4 κύριε, πάτερ καὶ θεὲ ζωῆς μου, μετεωρισμὸν ὀφθαλμῶν 165 2 μή μοι δῷς, καὶ γιγαντώδη ψυχὴν ἀπόστησον διὰ παντὸς ἀπὸ δούλων σου, Ἐκκλησιαστικός 23:5 ἐλπίδας κενὰς καὶ ἐπιθυμίας ἀπόστρεψον ἀπ’ ἑ μοῦ, καὶ κρατήσεις τὸν θέλοντά σοι δουλεύειν διὰ παντός. Ἐκκλησιαστικός 23:6 κοιλίας ὄρεξις καὶ συνουσιασμὸς μὴ καταλαβέτωσάν με, καὶ ψυχῇ ἀναιδεῖ μὴ παραδῷς με τὸν οἰκέτην σου. Παιδεία στόματος. Ἐκκλησιαστικός 23:7 ἀκούσατε, τέκνα, παιδείαν στόματος ἀληθινοῦ, καὶ ὁ φυλάσσων οὐ μὴ ἁλῷ ἐν τοῖς χείλεσιν αὐτοῦ· Ἐκκλησιαστικός 23:8 ἐν τῇ ἀφροσύνη αὐτοῦ καταλειφθήσεται ὁ ἁμαρτωλός, καὶ λοίδορος καὶ ὑπερήφανος σκανδαλισθήσονται ἐν αὐτοῖς· Ἐκκλησιαστικός 23:9 ὅρκῳ μὴ ἐθίσῃς τὸ στόμα σου, καὶ ὀνομασίᾳ τοῦ ἁγίου μὴ συνεθισθῇς. Ἐκκλησιαστικός 23:10 ὥσπερ γὰρ οἰκέτης ἐξεταζόμενος ἐνδελεχῶς ἀπὸ μώλωπος οὐκ ἐλαττωθήσεται, οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων διὰ παντὸς οὐ μὴ καθαρισθῇ ἀπὸ ἁμαρτιῶν. Ἐκκλησιαστικός 23:11 ἀνὴρ πολύορκος πλησθήσεται ἀνομίας, καὶ οὐκ ἀποστήσεται ἀπὸ τοῦ οἴκου αὐτοῦ μάστιγξ. ἐὰν πλημμελήσῃ, ἁμαρτία αὐτοῦ ἐπ’ αὐτῷ, κἂν ὑπερίδῃ, ἥμαρτε δισσῶς· καὶ εἰ διὰ κενῆς ὤμοσεν, οὐ δικαιωθήσεται, πλησθήσεται γὰρ ἐπαγωγῆς ὁ οἶκος αὐτοῦ. Ἐκκλησιαστικός 23:12 ἔστι λέξις ἀντιπεριβεβλημένη θανάτῳ, μὴ εὑρεθήτω ἐν κληρονομίᾳ ᾿Ιακώβ· ἀπὸ γὰρ εὐσεβῶν ταῦτα πάντα ἀποστήσεται, καὶ ἐν ἁμαρτίαις οὐκ ἐγκυλισθήσονται. Ἐκκλησιαστικός 23:13 ἀκολασίᾳ ὅρκου μὴ ἐθίσῃς τὸ στόμα σου· ἔστι γὰρ ἐν αὐτὴ λόγος ἁμαρτίας. Ἐκκλησιαστικός 23:14 μνήσθητι πατρὸς καὶ μητρός σου, ἀνὰ μέσον γὰρ μεγιστάνων συνεδρεύσεις· μήποτε ἐπιλάθῃ ἐνώπιον αὐτῶν, καὶ τῷ ἐθισμῷ σου μωρανθῇς, καὶ θελήσεις εἰ μὴ ἐγεννήθης, καὶ τὴν ἡμέραν τοῦ τοκετοῦ σου καταράσῃ. Ἐκκλησιαστικός 23:15 ἄνθρωπος συνεθιζόμενος λόγοις ὀνειδισμοῦ, ἐν πάσαις ταῖς ἡμέραις αὐτοῦ οὐ μὴ παιδευθῇ· Ἐκκλησιαστικός 23:16 δύο εἴδη πληθύνουσιν ἁμαρτίας, καὶ τὸ τρίτον ἐπάξει ὀργήν· 1661 ψυχὴ θερμὴ ὡς πῦρ καιόμενον, οὐ μὴ σβεσθῇ ἕως ἂν καταποθῇ· ἄνθρωπος πόρνος ἐν σώματι σαρκὸς αὐτοῦ, οὐ μὴ παύσηται ἕως ἂν ἐκκαύσῃ πῦρ. Ἐκκλησιαστικός 23:17 ἀνθρώπῳ πόρνῳ πᾶς ἄρτος ἡδύς, οὐ μὴ κοπάσῃ ἕως ἂν τελευτήσῃ· Ἐκκλησιαστικός 23:18 ἄνθρωπος παραβαίνων ἀπὸ τῆς κλίνης αὐτοῦ, λέγων ἐν τῇ ψυχῇ αὐτοῦ· τίς με ὁρᾷ ; σκότος κύκλῳ μου, καὶ οἱ τοῖχοί με καλύπτουσι, καὶ οὐθείς με ὁρᾷ, τί εὐλαβοῦμαι; Ἐκκλησιαστικός 23:19 τῶν ἁμαρτιῶν μου οὐ μὴ μνησθήσεται ὁ ὕψιστος. καὶ ὀφθαλμοὶ ἀνθρώπων ὁ φόβος αὐτοῦ, καὶ οὐκ ἔγνω ὅτι ὀφθαλμοὶ κυρίου τοῦ ὑψίστου μυριοπλασίως ἡλίου φωτεινότεροί εἰσιν, οἱ ἐπιβλέποτες πάσας ὁδοὺς ἀνθρώπων καὶ κατανοοῦντες εἰς ἀπόκρυφα μέρη. Ἐκκλησιαστικός 23:20 πρὶν ἢ κτισθῆναι τὰ πάντα, οὕτως καὶ μετὰ τὸ συντελεσθῆναι καθορᾷ τὰ πάντα. Ἐκκλησιαστικός 23:21 οὗτος ἐν πλατείαις πόλεως ἐκδικηθήσεται, καὶ οὗ οὐχ ὑπενόησε πιασθήσεται. Ἐκκλησιαστικός 23:22 ὁμοίως καὶ γυνὴ καταλείπουσα τὸν ἄνδρα αὐτῆς καὶ παριστῶσα κληρονομίαν ἐξ ἄλλου· Ἐκκλησιαστικός 23:23 πρῶτον μὲν γὰρ ἐν νόμῳ Ὑψίστου ἠπείθησε, καὶ δεύτερον εἰς ἄνδρα 11 Cod. διακενῆς 14 Cod. ἀνάμεσον 20 Cod. πρινὴ αὐτῆς ἐπλημμέλησε· καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοίχευσε καὶ ἐξ ἄλλου ἀνδρὸς τέκνα παρέστησεν. Ἐκκλησιαστικός 23:24 αὕτη ἐν ἐκκλησίᾳ ἐξαχθήσεται, καὶ ἐπὶ τὰ τέκνα αὐτῆς ἐπισκοπὴ ἔσται· Ἐκκλησιαστικός 23:25 οὐ διαδώσουσιν υἱοὶ αὐτῶν ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσι καρπόν. Ἐκκλησιαστικός 23:26 καταλείψει εἰς κατάραν τὸ μνημόσυνον αὐτῆς, καὶ τὸ ὄνειδος αὐτῆς οὐκ ἐξαλειφθήσεται· Ἐκκλησιαστικός 23:27 καὶ ἐπιγνώσονται οἱ καταλειφθέντες ὅτι οὐθέν ἐστι κρεῖττον φόβου κυρίου, καὶ οὐθὲν γλυκύτερον τοῦ προσέχοντος ἐντολαῖς θεοῦ. δόξα μεγάλη ἀκολουθεῖν θεῷ, μακρότης δὲ ἡμερῶν τὸ προσληφθῆναί σε ὑπ’ αὐτοῦ. 166 2 Σοφία αἰνέσεως. Ἐκκλησιαστικός 24:1 ἢ σοφία αἰνέσει ψυχὴν αὐτῆς, καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται. Ἐκκλησιαστικός 24:2 ἐν ἐκκλησίᾳ Ὑψίστου τὸ στόμα αὐτῆς ἀνοίξει, καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται· Ἐκκλησιαστικός 24:3 ἐγὼ ἀπὸ στόματος Ὑψίστου ἐξῆλθον, καὶ ὡς ὀμίχλη κατεκάλυψα γῆν· Ἐκκλησιαστικός 24:4 ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα μόνη, καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης· Ἐκκλησιαστικός 24:5 γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη, καὶ ἐν βαθεῖ ἀβύσσων περιεπάτησα· Ἐκκλησιαστικός 24:6 ἐν κύματι θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ, καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην . Ἐκκλησιαστικός 24:7 καὶ μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα, καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι; Ἐκκλησιαστικός 24:8 τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων, καὶ ὁ κτίσας με κατέπαυσε τὴν σκηνήν μου, καὶ εἶπεν· ἐν ᾿Ιακὼβ κατασκήνωσον, καὶ ἐν ῾Ιερουσαλὴμ κατακληρονομήθητι. Ἐκκλησιαστικός 24:9 πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με, καὶ ἕως αἰώνων οὐ μὴ ἐλλείπω. Ἐκκλησιαστικός 24:10 ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα, καὶ οὕτως ἐν Σιῶν ἐστηρίχθην· Ἐκκλησιαστικός 24:11 ἐν πόλει ἡγιασμένη ὁμοίως με κατέπαυσε, καὶ ἐν ῾Ιερουσαλὴμ ἡ ἐξουσία μου. Ἐκκλησιαστικός 24:12 καὶ ἔ’ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ, ἐν μερίδι κυρίου κληρονομίας αὐτοῦ. Ἐκκλησιαστικός 24:13 ὡς κέδρος ὑψώθην ἐν τῷ Λιβάνῳ, καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν ᾿Αερμών. Ἐκκλησιαστικός 24:14 ὡς φοῖνιξ ἀνυψώθην ἐν Γαδδί, καὶ ὡς φυτὰ ῥόδου ἐν ῾Ιεριχῷ· ὡς ἔλαια εὐπρεπὴς ἐν πεδίῳ ὡραίῳ, καὶ ὡς πλάτανος ἀνυψώθην ἀφ’ ὕδατος. 7 Cod. τινὸς Ἐκκλησιαστικός 24:15 ὡς κιννάμωμον καὶ ὡς πάλαθος ἀρωμάτων καὶ ὡς σμύρνα ἐκλεκτὴ ἔδωκα εὐωδίαν· ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτή, καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ· Ἐκκλησιαστικός 24:16 ἐγὼ ὡς τερέβινθος ἐξέτεινα κλάδους μου, καὶ οἱ κλάδοι μου δόξης καὶ χάριτος. Ἐκκλησιαστικός 24:17 ἐγὼ ὡς ἄμπελος ἐβλάστησα εὐωδίαν, καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου. Ἐκκλησιαστικός 24:18 ἐγὼ μήτηρ τῆς ἀγαπήσεως τῆς καλῆς καὶ φόβου καὶ γνώσεως καὶ 167 1 τῆς ὁσίας ἐλπίδος, δίδωμι δὲ σὺν πᾶσι τοῖς τέκνοις μου ἀειγενεῖς τοῖς λεγομένοις ὑπ’ αὐτοῦ. Ἐκκλησιαστικός 24:19 προσέλθετε πρός με, οἱ ἐπιθυμοῦντές μου, καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε· Ἐκκλησιαστικός 24:20 τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ μέλι γλυκύ, καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίου. Ἐκκλησιαστικός 24:21 οἱ ἐσθίοντές με ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν· Ἐκκλησιαστικός 24:22 ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται διὰ παντός, καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσι. Ἐκκλησιαστικός 24:23 ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου. Ἐκκλησιαστικός 24:24 ᾿Εκ τοῦ δευτερονομίου. νόμος ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν ἐν συναγωγαῖς ᾿Ιακώβ. μὴ ἐκλύεσθε ἰσχύειν ἐν κυρίῳ, ἵνα κραταιώσῃ ὑμᾶς αὐτός· κολλᾶσθε πρὸς αὐτόν· κύριος παντοκράτωρ ὁ θεὸς μόνος ἐστί, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ σωτήρ. Ἐκκλησιαστικός 24:25 ἐμπιπλῶν ὡς Φεισὼν πάντα τῆς σοφίας αὐτοῦ, καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων. Ἐκκλησιαστικός 24:26 ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν, καὶ ὡς ᾿Ιορδάνης ἐν ἡμέραις θερισμοῦ· Ἐκκλησιαστικός 24:27 ὁ ἐκφαίνων ὡς φῶς παιδείαν γνώσεως, καὶ ὡς Γηὼν ἐν ἡμέραις τρυγήτου. Ἐκκλησιαστικός 24:28 οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν, καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν· Ἐκκλησιαστικός 24:29 ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη τὰ διανοήματα αὐτῆς, καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης. Ἐκκλησιαστικός 24:30 ἐγὼ ἡ σοφία ὡς διῶρυξ ἀπὸ ποταμοῦ, καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον. Ἐκκλησιαστικός 24:31 εἶπον· ποτίσω μου τὸν κῆπον τὸν ἄριστον, καὶ μεθύσω μου τὴν πρασιὰν τὴν δικαίαν· καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν, καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν. Ἐκκλησιαστικός 24:32 ὅτι παιδείαν ὡς ὄρ φωτιῶ, καὶ ἐκφανῶ αὐτὴν ἕως εἰς μακράν· Ἐκκλησιαστικός 24:33 ὅτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ, καὶ καταλείψω 167 2 αὐτὴν εἰς γενεὰς τῶν αἰώνων. Ἐκκλησιαστικός 24:34 ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ἐκζητοῦσιν αὐτήν. Ἐκκλησιαστικός 25:1 ἐν τρισὶν ὡραίσθην καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου, ἔναντι κυρίου καὶ ἀνθρώπων, ὁμόνοιαν ἀδελφῶν, καὶ φιλίαν τοῦ πλησίον, καὶ ἀνὴρ καὶ γυνὴ ἑαυτοῖς συμπεριφερόμενοι. Ἐκκλησιαστικός 25:2 τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν· πτωχὸν ὑπερήφανον, καὶ πλούσιον ψεύστην, καὶ γέροντα μοιχὸν ἐλαττούμενον συνέσει. Ἐκκλησιαστικός 25:3 ἐν νεότητι οὐ συνήγαγες, καὶ πῶς ἂν εὕρῃς ἐν τῷ γήρᾳ σου ; Ἐκκλησιαστικός 25:4 ὡς ὡραῖον πολιαῖς κρίσις, καὶ πρεσβυτέροις γνῶναι βουλήν· Ἐκκλησιαστικός 25:5 ὡς ὡραία γερόντων σοφία, καὶ δεδοξασμένοις διανόημα καὶ βουλή. Ἐκκλησιαστικός 25:6 στέφανος γερόντων πολυπειρία, καὶ τὸ καύχημα αὐτῶν φόβος Κυρίου. Ἐκκλησιαστικός 25:7 ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ μου, καὶ τὸ δέκατον ἐρῶ ἐν τῆ γλώσσῃ μου· ἄνθρωπος ἐπὶ τέκνοις εὐφραινόμενος, ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν. Ἐκκλησιαστικός 25:8 μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσση οὐκ ὠλίσθησε, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ. Ἐκκλησιαστικός 25:9 μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων· Ἐκκλησιαστικός 25:10 ὡς μέγας ὁ εὑρὼν σοφίαν, ἀλλ’ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον· Ἐκκλησιαστικός 25:11 ἀγάπησις δὲ κυρίου ὑπὲρ πάντα ὑπερέβαλεν εἰς φωτισμόν, ὁ κρατῶν αὐτὸν τίνι ὁμοιωθήσεται; Ἐκκλησιαστικός 25:12 φόβος κυρίου ἀρχὴ ἀγαπήσεως αὐτοῦ· πίστις δὲ ἀρχὴ κολλήσεως αὐτοῦ. Ἐκκλησιαστικός 25:13 πᾶσαν πληγήν, καὶ μὴ πληγὴν καρδίας· καὶ πᾶσαν πονηρίαν, καὶ μὴ πονηρίαν γυναικός· Ἐκκλησιαστικός 25:14 πᾶσαν ἐπαγωγήν, καὶ μὴ ἐπαγωγὴν μισούντων· καὶ πᾶσαν ἐκδίκησιν, καὶ μὴ ἐκδίκησιν ἐχθρῶν. Ἐκκλησιαστικός 25:15 οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι θυμὸς 168 1 ὑπὲρ θυμὸν ἐχθροῦ. Ἐκκλησιαστικός 25:16 συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκῶ ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. Ἐκκλησιαστικός 25:17 πονηρία γυναικὸς ἀλλοτριοῖ τὸ πρόσωπον αὐτῆς, καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος· Ἐκκλησιαστικός 25:18 ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς, καὶ 18 Cod. ἀνάμεσον (ita saepius) ἀκουσίως ἀναστενάξει δι’ αὐτήν. Ἐκκλησιαστικός 25:19 μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός, κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ. Ἐκκλησιαστικός 25:20 ὡς ἀνάβασις ἀμμώδης ἐπὶ ποσὶ πρεσβύτου, οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. Ἐκκλησιαστικός 25:21 μὴ προσπέσῃς εἰς κάλλος γυναικός, καὶ γυναῖκα μὴ ἐπιποθήσῃς εἰς τρυφήν. Ἐκκλησιαστικός 25:22 ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορήγῃ τῷ ἀνδρὶ αὐτῆς. Ἐκκλησιαστικός 25:23 καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά. χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα, ἥτις οὐ παρακαλέσει τὸν ἄνδρα αὐτῆς ἐν στενώσει. Ἐκκλησιαστικός 25:24 ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας, καὶ δι’ αὐτὴν ἀποθνήσκομεν πάντες. Ἐκκλησιαστικός 25:25 μὴ δῷς διέξοδον ὕδατι, μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν ἐξόδου· Ἐκκλησιαστικός 25:26 εἰ μὴ πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν, δίδου καὶ ἀπόλυσον. Ἐκκλησιαστικός 26:1 γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, καὶ ὁ ἀριθμὸς τῶν ἡμερῶν αὐτοῦ διπλάσιος. Ἐκκλησιαστικός 26:2 γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. Ἐκκλησιαστικός 26:3 γυνὴ ἀγαθὴ μερὶς ἀγαθή, ἐν μερίδι φοβουμένων τὸν κύριον δοθήσεται. Ἐκκλησιαστικός 26:4 πλουσίου δὲ καὶ πτωχοῦ καρδία ἀγαθὴ πρὸς Κύριον, ἐν παντὶ καιρῷ πρόσωπον ἔχοντες ἱλαρὸν γαυριάσουσιν. Ἐκκλησιαστικός 26:5 ἀπὸ τριῶν εὐλαβήθη μου ἡ καρδία, καὶ ἐπὶ τῷ τετάρτῳ προσώπω ἐφοβήθην· διαβολὴν πόλεως, καὶ ἐκκλησίαν ὄχλου, καὶ καταψευσμόν, ὑπὲρ θάνατον πάντα μοχθηρά· 168 2 Ἐκκλησιαστικός 26:6 ἄχθος καρδίας καὶ πένθος γυνὴ ἀντίζηλος γυναικί, καὶ μάστιγξ γλώσσης πᾶσιν ἐπικοινωνοῦσα. Ἐκκλησιαστικός 26:7 βοοζύγιον σαλευόμενον γυνὴ πονηρά, ὁ κρατῶν αὐτῆς ὡς δρασσόμενος σκορπίου. Ἐκκλησιαστικός 26:8 ὀργὴ μεγάλη γυνὴ μέθυσος καὶ ῥεμβάς, καὶ τὴν ἀσχημοσύνην αὐτῆς οὐ συγκαλύψει. Ἐκκλησιαστικός 26:9 πορνεία γυναικὸς ἐν μετεωρισμοῖς ὀφθαλμῶν, καὶ ἐν τοῖς βλεφάροις αὐτῆς γνωσθήσεται. Ἐκκλησιαστικός 26:10 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, ἵνα μὴ εὑροῦσα ἄνεσιν ἑαυτῇ χρήσηται· Ἐκκλησιαστικός 26:11 ὀπίσω ἀναιδοῦς ὀφθαλμοῦ φύλαξαι, καὶ μὴ θαυμάσῃς ἐὰν εἰς σὲ πλημμελήσῃ. Ἐκκλησιαστικός 26:12 ὡς διψῶν ὁδοιπόρος στόμα 5 Cod. καταψευσμὸν Ι ὑπὲρ θάνατον· πάντα . . . . ἀνοίξει εὑρὼν πηγήν, καὶ ἀπὸ παντὸς ὕδατος τοῦ σύνεγγυς πίεται, κατέναντι παντὸς πασσάλου καθήσεται, καὶ ἔναντι βέλους ἀνοίξει φαρέτραν. Ἐκκλησιαστικός 26:13 χάρις γυναικὸς τέρψει ἄνδρα αὐτῆς, καὶ τὰ ὀστᾶ αὐτοῦ πιανεῖ ἡ ἐπιστήμη αὐτῆς. Ἐκκλησιαστικός 26:14 δόσις κυρίου γυνὴ σιγηρὰ καὶ εὔνους, καὶ οὐκ ἔστιν ἀντάλλαγμα πεπαιδευμένης ψυχῆς· Ἐκκλησιαστικός 26:15 χάρις ἐπὶ χάριτι γυνὴ αἰσχυντηρὰ καὶ πιστή, καὶ οὐκ ἔστιν σταθμὸς πᾶς ἄξιος ἐγκρατοῦς ψυχῆς αὐτῆς. Ἐκκλησιαστικός 26:16 ἥλιος ἀνατέλλων ἐν ὑψίστοις κυρίου, καὶ κάλλος γυναικὸς ἀγαθῆς ἐν κόσμῳ οἰκίας αὐτῆς. Ἐκκλησιαστικός 26:17 λύχνος ἐκλάμπων ἐπὶ λυχνίας ἁγίας, καὶ κάλλος προσώπου ἐπὶ ἡλικίᾳ στασίμῃ· Ἐκκλησιαστικός 26:18 στῦλοι χρύσεοι ἐπὶ βάσεσιν ἀργυραῖς, καὶ πόδες ὡραῖοι ἐπὶ στέρνοις εὐσταθέσι. τέκνον, ἀκμὴν ἡλικίας σου συντήρησον ὑγιῆ, καὶ μὴ δῷς ἀλλοτρίοις τὴν ἰσχύν σου. ἀναζητήσας παντὸς πεδίου εὔγεον κλῆρον, σπεῖρε τὰ ἴδια σπέρματα πεποιθὼς τῆ εὐγενείᾳ σου· Ἐκκλησιαστικός 26:19 οὕτως τὰ γεννήματά σου περιόντα καὶ παρρησίαν εὐγενείας 169 1 ἔχοντα μεγαλυνοῦσι. Ἐκκλησιαστικός 26:20 γυνὴ μισθία ἴση σιάλῳ λογισθήσεται, ὕπανδρος δὲ πύργος θανάτου τοῖς χρωμένοις λογισθήσεται. Ἐκκλησιαστικός 26:21 γυνὴ ἀσεβὴς ἀνόμῳ μερὶς δοθήσεται, εὐσεβὴς δὲ δίδοται τῷ φόβου μένω τὸν κύριον. Ἐκκλησιαστικός 26:22 γυνὴ ἀσχήμων ἀτιμίαν κατατρίψει, θυγάτηρ δὲ εὐσχήμων καὶ τὸν ἄνδρα ἐντραπήσεται. Ἐκκλησιαστικός 26:23 γυνὴ ἀδιάτρεπτος ὡς κύων λογισθήσεται, ἡ δὲ ἔχουσα αἰσχύνην τὸν κύριον φοβηθήσεται. Ἐκκλησιαστικός 26:24 γυνὴ ἄνδρα ἴδιον τιμῶσα σοφὴ πᾶσι φανήσεται, ἀτιμάζουσα δὲ ἀσεβὴς ἐν ὑπερηφανίᾳ πᾶσι γνωσθήσεται. Ἐκκλησιαστικός 26:25 γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ, ὁ γὰρ ἀριθμὸς τῶν ἐτῶν αὐτοῦ διπλάσιος ἔσται. Ἐκκλησιαστικός 26:26 γυνὴ μεγαλόφωνος καὶ γλωσσώδης πολεμίων εἰς τροπὴν θεωρηθήσεται. Ἐκκλησιαστικός 26:27 ἀνθρώπου δὲ παντὸς ψυχὴ ὁμοιότροπος τούτοις πολέμου ἀκαταστασίαις τὴν ψυχὴν διατηθήσεται. Ἐκκλησιαστικός 26:28 ἐπὶ δυσὶ λελύπηταί μου ἡ καρδία, καὶ ἐπὶ τῷ τρίτῳ θυμός μοι ἐπῆλθεν· ἀνὴρ πολεμιστὴς ὑστερῶν δι’ ἔνδειαν, καὶ ἄνδρες συνετοὶ ἐὰν σκυβαλισθῶσιν, ἐπανάγων ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν· ὁ κύριος ἑτοιμάσει αὐτὸν εἰς ῥομφαίαν. Ἐκκλησιαστικός 26:29 μόλις ἐξαιρεῖται ἔμπορος ἀπὸ πλημμελείας, καὶ οὐ δικαιωθήσεται κάπηλος ἀπὸ 12 Cod. prima manu σύσεγγυς ἁμαρτίας. Ἐκκλησιαστικός 27:1 χάριν ἀδιαφόρου πολλοὶ ἥμαρτον, καὶ ὁ ζητῶν πληθύναι ἀποστρέψει ὀφθαλμὸν αὐτοῦ. Ἐκκλησιαστικός 27:2 ἀν’ ἁ μέσον ἁρμῶν λιθίνων παγήσεται πάσσαλος, καὶ ἀν’ ἁ μέσον πράσεως καὶ ἀγορασμοῦ συντριβήσεται ἁμαρτία. Ἐκκλησιαστικός 27:3 ἐὰν μὴ ἐν φόβῳ κυρίου κρατήσῃ κατὰ σπουδήν, ἐν τάχει καταστραφήσεται αὐτοῦ ὁ οἶκος. Ἐκκλησιαστικός 27:4 ἐν σείσματι κοσκίνου διαμένει κοπρία, οὕτως σκῦλα ἀνθρώπου ἐν λογισμῷ αὐτοῦ. Ἐκκλησιαστικός 27:5 σκεύη κεραμέως δοκιμάζει κάμινος, καὶ πειρασμὸς ἀνθρώπου ἐν διαλογισμῷ αὐτοῦ. Ἐκκλησιαστικός 27:6 γεώργιον ξύλου ἐκφαίνει ὁ καρπὸς αὐτοῦ, οὕτως λογισμὸς ἐνθυμήματος ἐν καρδίᾳ 169 2 ἀνθρώπου. Ἐκκλησιαστικός 27:7 πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα, οὗτος γὰρ πειρασμὸς ἀνθρώπων. Ἐκκλησιαστικός 27:8 ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψῃ αὐτό, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης. Ἐκκλησιαστικός 27:9 πετεινὰ πρὸς τὰ ὅμοια αὐτοῖς καταλύσει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους ἐπανήξει. Ἐκκλησιαστικός 27:10 λέων θήραν ἐνεδρεύει, οὕτως ἁμαρτία τοῖς ἐργαζομένοις κακίαν. Ἐκκλησιαστικός 27:11 διήγησις εὐσεβοῦς διὰ παντὸς ἐν σοφίᾳ, ὁ δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. Ἐκκλησιαστικός 27:12 εἰς μέσον ἀσυνέτων συντήρησον καιρόν, εἰς μέσον δὲ διανοουμένου ἐνδελέχιζε. Ἐκκλησιαστικός 27:13 διήγησις μωρῶν προσόχθισμα, καὶ ὁ γέλως αὐτῶν ἐν σπατάλη ἁμαρτίας. Ἐκκλησιαστικός 27:14 λαλιὰ πολυόρκου ὀρθώσει τρίχας, καὶ ἡ μάχη αὐτῶν ἐμφραγμὸς ὠτίων. Ἐκκλησιαστικός 27:15 ἔκχυσις αἵματος μάχη ὑπερηφάνων, καὶ ἡ διαλοιδόρησις αὐτῶν ἀκοὴ μοχθηρά. Ἐκκλησιαστικός 27:16 ὁ ἀποκαλύπτων μυστήρια ἀπώλεσε πίστιν, καὶ οὐ μὴ εὕρῃ φίλον πρὸς τὴν ψυχὴν αὐτοῦ. Ἐκκλησιαστικός 27:17 στέρξον φίλον καὶ πιστώθητι μετ’ αὐτοῦ· ἐὰν δὲ ἀποκαλύψῃς τὰ μυστήρια αὐτοῦ, οὐ μὴ καταδιώξῃς ὀπίσω αὐτοῦ. Ἐκκλησιαστικός 27:18 καθὼς γὰρ ἀπώλεσεν ἄνθρωπος τὸν ἐχθρὸν αὐτοῦ, οὕτως ἀπώλεσε τὸν πλησίον αὐτοῦ. Ἐκκλησιαστικός 27:19 καὶ ὡς πετεινὸν ἐκ χειρός σου ἀπολύσας, οὕτως ἀφῆκας τὸν πλησίον, καὶ οὐ θηρεύσεις αὐτόν. Ἐκκλησιαστικός 27:20 μὴ αὐτὸν διώξης, ὅτι μακρὰν ἀπέστη, καὶ ἐξέφυγεν ὡς δορκὰς ἐκ παγίδος. Ἐκκλησιαστικός 27:21 ὅτι τραῦμά ἐστι καταδῆσαι, καὶ λοιδορίας ἐστὶ διαλλαγή· ὁ δὲ ἀποκαλύψας μυστήρια ἀπώλεσε πίστιν. Ἐκκλησιαστικός 27:22 διανεύων ὀφθαλμῷ τεκταίνει πονηρά, καὶ ὁ εἰδὼς αὐτὸν ἀποστήσεται ἀπ’ αὐτοῦ· Ἐκκλησιαστικός 27:23 ἀπέναντι τῶν ὀφθαλμῶν σου γλυκανεῖ τὸ στόμα αὐτοῦ καὶ ἐπὶ τῶν λόγων σου θαυμάσει, ὕστερον δὲ διαστρέψει τὸ στόμα αὐτοῦ καὶ ἐν τοῖς λόγοις σου δώσει σκάνδαλα. 170 1 Ἐκκλησιαστικός 27:24 πολλὰ ἐμίσησα καὶ οὐχ ὡμοίωσα αὐτῷ, καὶ ὁ κύριος μισήσει. Ἐκκλησιαστικός 27:25 ὁ βάλλων λίθον εἰς ὕψος ἐπὶ κεφαλῆς αὐτοῦ βάλλει, καὶ πληγὴ δολία διαιρεῖ τραῦμα. Ἐκκλησιαστικός 27:26 ὁ ὀρύσσων βόθρον ἐμπεσεῖται εἰς αὐτόν, καὶ ὁ ἱστῶν παγίδα ἁλώσεται ἐν αὐτὴ. Ἐκκλησιαστικός 27:27 ποιοῦντι πονηρὰ ἐπ’ αὐτὸν αὐλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥ κεἰ αὐτῷ. Ἐκκλησιαστικός 27:28 ἐμπαιγμὸς καὶ ὀνειδισμὸς ὑπερηφάνων, καὶ ἡ ἐκδίκησις ὡς λέων ἐνεδρεύσει αὐτούς. Ἐκκλησιαστικός 27:29 παγίδι ἁλώσονται οἱ εὐφραινόμενοι ἐν πτώσει εὐσεβῶν, καὶ ὀδύνη καταναλώσει αὐτοὺς πρὸ τοῦ θανάτου αὐτῶν. Ἐκκλησιαστικός 27:30 μῆνις καὶ ὀργή, καὶ ταῦτά ἐστι βδελύγματα· καὶ ἀνὴρ ἁμαρτωλὸς ἐγκρατὴς ἔσται αὐτῶν. Ἐκκλησιαστικός 28:1 ὁ ἐκδικῶν παρὰ κυρίου εὑρήσει ἐκδίκησιν, καὶ τὰς ἁμαρτίας αὐτοῦ διατηρῶν διατηρήσει. Ἐκκλησιαστικός 28:2 ἄφες τὸ ἀδίκημα τῷ πλησίον, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. Ἐκκλησιαστικός 28:3 ἄνθρωπος ἀνθρώπῳ συντηρεῖ ὀργήν, καὶ παρὰ κυρίου ζητεῖ ἴασιν ; Ἐκκλησιαστικός 28:4 καὶ ἐπ’ ἄνθρωπον ὅμοιον αὐτῷ οὐκ ἔχει ἔλεον, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεῖται; Ἐκκλησιαστικός 28:5 αὐτὸς σὰρξ ὢν διατηρεῖ μῆνιν, καὶ τίς ἐξιλάσεται τὰς ἁμαρτίας αὐτοῦ; Ἐκκλησιαστικός 28:6 μνήσθητι τὰ ἔσχατα καὶ παῦσαι ἐχθραίνων, καὶ μὴ μὴν ἴσης τῷ πλησίον, καταφθορὰν καὶ θάνατον, καὶ ἔμμενε ἐντολαῖς. Ἐκκλησιαστικός 28:7 μνήσθητι ἐντολῶν καὶ μὴ μηνίσῃς τῷ πλησίον, καὶ διαθήκης Ὑψίστου, καὶ πάριδε ἄγνοιαν. Ἐκκλησιαστικός 28:8 ἀπόσχου ἀπὸ μάχης, καὶ ἐλαττώσεις ἁμαρτίας· ἄνθρωπος γὰρ θυμώδης ἐκκαύσει μάχην· Ἐκκλησιαστικός 28:9 ἀνὴρ ἁμαρτωλὸς ταράξει φίλους, καὶ ἀνὰ μέσον εἰρηνευόντων ἐμβαλεῖ διαβολήν. Ἐκκλησιαστικός 28:10 κατὰ τὴν ὕλην τοῦ πυρὸς οὕτως ἐκκαυθήσεται, κατὰ τὴν στερέωσιν τῆς μάχης τὸ πῦρ αὐξηθήσεται. κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου ὁ θυμὸς αὐτοῦ ἔσται, καὶ κατὰ τὸν πλοῦτον τοῦ ἀνθρώπου ἀνυψοῖ ὀργὴν αὐτοῦ. 170 2 Ἐκκλησιαστικός 28:11 ἔρις κατασπευδομένη ἐκκαίει πῦρ, καὶ μάχη κατασπεύδουσα ἐκχέει αἷμα. Ἐκκλησιαστικός 28:12 ἐὰν φυσήσῃς εἰς σπινθῆρα καήσεται· καὶ ἀμφότερα ἐκ τοῦ στόματός σου ἐκπορεύεται. Ἐκκλησιαστικός 28:13 ψίθυρον καὶ δίγλωσσον καταράσασθε, πολλοὺς γὰρ εἰρηνεύοντας ἀπώλεσαν. Ἐκκλησιαστικός 28:14 γλῶσσα δισσὴ πολλοὺς ἐσάλευσε καὶ διέστησεν αὐτοὺς ἀπὸ ἔθνους εἰς ἔθνος, καὶ πόλεις ὀχυρὰς καθεῖλε, καὶ οἰκίας μεγιστάνων κατέστρεψε· Ἐκκλησιαστικός 28:15 γλῶσσα δισσὴ γυναῖκας ἀνδρείας ἐξέβαλε, καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν· Ἐκκλησιαστικός 28:16 ὁ προσέχων αὐτῇ οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μετὰ ἡσυχίας. Ἐκκλησιαστικός 28:17 πληγὴ μάστιγος ποιήσει μώλωπα, πληγὴ δὲ γλώσσης συνθλάσει ὀστέα. Ἐκκλησιαστικός 28:18 πολλοὶ ἔ πέσον ἐν στόματι μαχαίρας, καὶ οὐχ ὡς οἱ πεπτωκότες διὰ γλῶσσαν. Ἐκκλησιαστικός 28:19 μακάριος ὁ σκεπασθεὶς ἀπὸ προσώπου αὐτῆς, ὃς οὐ διῆλθεν ἐν τῷ θυμῷ αὐτῆς, ὃς οὐχ εἵλκυσε τὸν ζυγὸν αὐτῆς, καὶ ἐν τοῖς δεσμοῖς αὐτῆς οὐκ ἐδέθη· Ἐκκλησιαστικός 28:20 ὁ γὰρ ζυγὸς αὐτῆς ζυγὸς σιδηροῦς, κοὶ οἱ δεσμοὶ αὐτῆς δεσμοὶ χαλκοῖ· Ἐκκλησιαστικός 28:21 θάνατος πονηρὸς ὁ θάνατος αὐτῆς, καὶ λυσιτελὴς μᾶλλον ὁ ᾅδης αὐτῆς. Ἐκκλησιαστικός 28:22 οὐ μὴ κρατήση εὐσεβῶν, καὶ ἐν τῇ φλογὶ αὐτῆς οὐ μὴ καήσονται. Ἐκκλησιαστικός 28:23 οἱ καταλείποντες τὸν κύριον ἐμπεσοῦνται εἰς αὐτήν, καὶ ἐν αὐτοῖς ἐκκαυθήσεται καὶ οὐ μὴ σβεσθῇ· ἐπαποσταλήσεται αὐτοῖς ὡς λέων, καὶ ὡς πάρδαλις λυμανεῖται αὐτούς. Ἐκκλησιαστικός 28:24 ἴδε, περίφραξον τὸ κτῆμά σου ἀκάνθαις, καὶ τῶ στόματί σου ποίησον θυρώματα καὶ μοχλούς. τὸ ἀργύριόν σου καὶ χρυσίον σου κατάδησον, καὶ τοῦ λόγου σου ποίησον ζυγόσταθμον· Ἐκκλησιαστικός 28:25 καὶ τῷ στόματί σου ποίησον θύραν καὶ μοχλόν, καὶ πρόσεχε μή πὼς ὀλισθήσῃς ἐν αὐτοῖς, Ἐκκλησιαστικός 28:26 μὴ πέσῃς κατέναντι ἐνεδρεύοντος. Ἐκκλησιαστικός 29:1 ὁ ποιῶν ἔλεος δανειεῖ τῶ πλησίον, καὶ ὁ ἐπισχύων τῆ χειρὶ αὐτοῦ τηρεῖ ἐντολάς. Ἐκκλησιαστικός 29:2 δάνεισον τῷ πλησίον ἐν καιρῷ χρείας αὐτοῦ, καὶ πάλιν ἀπόδος τῷ πλησίον εἰς τὸν καιρόν· 171 1 Ἐκκλησιαστικός 29:3 στερέωσον λόγον σου καὶ πιστώθητι μετ’ αὐτοῦ, καὶ ἐν παντὶ καιρῷ εὑρήσεις τὴν χρείαν σου. Ἐκκλησιαστικός 29:4 πολλοὶ ὡς εὕρημα ἐνόμισαν τὸ δάνος, καὶ παρέσχον κόπον τοῖς βοηθήσασιν αὐτοῖς. Ἐκκλησιαστικός 29:5 ἕως οὗ λάβη, καταφιλεῖ χεῖρας αὐτοῦ, καὶ ἐπὶ τῶν χρημάτων τοῦ πλησίον ταπεινώσει φωνήν· καὶ ἐν καιρῷ ἀποδόσεως παρελκύσει χρόνον, καὶ ἀποδώσει λόγον ἀκηδίας καὶ τὸν καιρὸν αἰτιάσεται. Ἐκκλησιαστικός 29:6 ἐὰν δὲ ἰσχύσῃ ὁ δούς, μόλις κομιεῖται τὸ ἥμισυ καὶ λογιεῖται αὐτὸ ὡς εὕρημα· εἰ δὲ μή, ἀπεστέρησεν αὐτὸν τῶν χρημάτων αὐτοῦ, καὶ ἐκτήσατο αὐτὸν δωρεὰν ἐχθρόν· κατάρας καὶ λοιδορίας ἀποδώσει αὐτῷ, ἀντὶ δόξης ἀποδώσει αὐτῷ ἀτιμίαν. Ἐκκλησιαστικός 29:7 πολλοὶ οὖν χάριν πονηρίας ἀπέστρεψαν τὸν ἄνθρωπον, ἀποστερηθῆναι δὲ εὐλαβήθησαν· Ἐκκλησιαστικός 29:8 πλὴν ἐπὶ ταπεινώσει μακροθύμησον, καὶ ἐπὶ ἐλεημοσύνῃ μὴ παρελκύσῃς αὐτόν· Ἐκκλησιαστικός 29:9 χάριν ἐντολῆς ἀντιλαβοῦ πένητος, καὶ κατὰ τὴν ἔνδειαν αὐτοῦ μὴ ἀποστρέψῃς αὐτόν. Ἐκκλησιαστικός 29:10 ἀπόλεσον ἀργύριον διὰ φίλον καὶ ἀδελφόν, καὶ μὴ κατάκρυβε αὐτὸ ὑπὸ τὸν λίθον εἰς ἀπώλειαν· Ἐκκλησιαστικός 29:11 θὲς τὸν θησαυρόν σου κατ’ ἐντολὰς Ὑψίστου, καὶ λυσιτελήσει σοι μᾶλλον ἢ τὸ χρυσίον. Ἐκκλησιαστικός 29:12 σύγκλεισον ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὐτὴ ἐξελεῖταί σε ἐκ πάσης κακώσεως· Ἐκκλησιαστικός 29:13 ὑπὲρ ἀσπίδα κράτους καὶ ὑπὲρ δόρυ ἀλκῆς κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ. Ἐκκλησιαστικός 29:14 ἀνὴρ ἀγαθὸς ἐγγυήσεται τὸν πλησίον, καὶ ἀπολωλεκὼς αἰσχύνην ἐγκαταλείψει αὐτόν. Ἐκκλησιαστικός 29:15 χάριτας ἐγγύς* σου μὴ ἐπιλάθῃ, ἔδωκε γὰρ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ σοῦ. Ἐκκλησιαστικός 29:16 ἀγαθὴν ἐγγύην ἀνατρέψει ἁμαρτωλός· Ἐκκλησιαστικός 29:17 ἐγγυῶν φεύξεται ἁμαρτωλὸς καὶ ἄχρηστος ἐν διανοίᾳ καταλείψει τὸν ῥυσάμενον αὐτόν· Ἐκκλησιαστικός 29:18 ἐγγύη πολλοὺς ἀπώλεσε κατευθύνοντας, 171 2 καὶ ἐσάλευσεν αὐτοὺς ὡς κῦμα θαλάσσης· ἄνδρας δυνατοὺς ἀπῴκισε, καὶ ἐπλανήθησαν ἐν ἔθνεσιν ἀλλοτρίοις. Ἐκκλησιαστικός 29:19 ἁμαρτωλὸς παραβαίνων ἐντολὰς Κυρίου ἐμπεσεῖται εἰς ἐγγύην καὶ διώκων ἐργολαβίας ἐμπεσεῖται εἰς κρίσεις. Ἐκκλησιαστικός 29:20 ἀντιλαβοῦ τοῦ πλησίον κατὰ δύναμίν σου καὶ πρόσεχε σεαυτῷ μὴ ἐμπέσῃς. Ἐκκλησιαστικός 29:21 ἀρχὴ ζωῆς ἀνθρώπου ὕδωρ καὶ ἄρτος καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην. Ἐκκλησιαστικός 29:22 κρείσσων βίος πτωχοῦ ὑπὸ σκέπην δοκῶν ἢ ἐδέσματα λαμπρὰ ἐν ἀλλοτρίοις. Ἐκκλησιαστικός 29:23 ἐπὶ μικρὰ καὶ μεγάλα εὐδοκίαν ἔχε, καὶ ὀνειδισμὸν οἰκίας σου μὴ ἀκούσης. Ἐκκλησιαστικός 29:24 ζωὴ πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν, καὶ οὗ παροικήσεις οὐκ ἀνοίξεις στόμα. Ἐκκλησιαστικός 29:25 ξενιεῖς καὶ ποτιεῖς εἰς ἀχάριστα, καὶ πρὸς ἐπὶ τούτοις πικρὰ ἀκούσεις· Ἐκκλησιαστικός 29:26 πάρελθε, πάροικε, κόσμησον τράπεζαν, καὶ εἴ τι ἐν τῆ χειρί σου ψώμισόν με· Ἐκκλησιαστικός 29:27 ἔξελθε, πάροικε, ἀπὸ προσώπου τῆς δόξης, χρεία τῆς οἰκίας, ἐπιξένωταί μοι ὁ ἀδελφός. Ἐκκλησιαστικός 29:28 βαρέα ταῦτα ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας καὶ ὀνειδισμὸς δανειστοῦ. Περὶ τέκνων. Ἐκκλησιαστικός 30:1 ὁ ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχίσει μάστιγας αὐτῷ ἵνα εὐφρανθῇ ἐπ’ ἐσχάτων αὐτοῦ· Ἐκκλησιαστικός 30:2 ὁ παιδεύων υἱὸν αὐτοῦ εὐφρανθήσεται ἐπ’ αὐτῷ, καὶ ἀνὰ μέσον γνωρίμων ἐπ’ αὐτῷ καυχήσεται· 15 Cod. marg. * ἐγγύης σου ἠ’ ἐγγυητοῦ Ἐκκλησιαστικός 30:3 ὁ διδάσκων τὸν υἱὸν παραζηλώσει τὸν ἐχθρόν, καὶ ἔναντι φίλων ἀγαλλιάσεται ἐπ’ αὐτῷ. Ἐκκλησιαστικός 30:4 ἐτελεύτησεν αὐτοῦ ὁ πατήρ, καὶ ὡς οὐκ ἀπέθανεν, ὅμοιον γὰρ αὐτῷ κατέλιπε μετ’ αὐτόν. Ἐκκλησιαστικός 30:5 ἐν τῇ ζωῇ αὐτοῦ εἶδε καὶ εὐφράνθη ἐπ’ αὐτῷ, καὶ ἐν τῇ τελευτή αὐτοῦ οὐκ ἐλυπήθη· Ἐκκλησιαστικός 30:6 ἐνάντιον ἐχθρῶν κατέλιπεν ἔκδικον, καὶ τοῖς φίλοις ἀνταποδιδόντα χάριν. Ἐκκλησιαστικός 30:7 περιψήχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ, καὶ ἐπὶ πάση βοῇ ταραχθήσεται σπλάγχνα αὐτοῦ. Ἐκκλησιαστικός 30:8 ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός, καὶ υἱὸς ἀνειμένας 172 1 ἐκβαίνει προαλής. Ἐκκλησιαστικός 30:9 τιθήνησον τέκνον καὶ ἐκθαμβήσει σε, σύμπαιξον αὐτῷ καὶ λυπήσει σε. Ἐκκλησιαστικός 30:10 μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ ὀδυνηθῇς, καὶ ἐπ’ ἐσχάτων γομφιάσεις τοὺς ὀδόντας. Ἐκκλησιαστικός 30:11 μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι, καὶ μὴ παρίδῃς τὰς ἀγνοίας αὐτοῦ· Ἐκκλησιαστικός 30:12 κάμψον τὸν τράχηλον αὐτοῦ ἐν νεότητι, καὶ θλάσον τὰς πλευρὰς αὐτοῦ ὡς ἔστι νήπιος, μήποτε σκληρυνθεὶς ἀπειθήσῃ σοι, καὶ ἔσται σοι ὀδύνη ψυχῆς. Ἐκκλησιαστικός 30:13 παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ, ἵνα μὴ ἐν τῆ ἀσχημοσύνη αὐτοῦ προσκόψῃς. Ἐκκλησιαστικός 30:14 κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῆ ἕξει, ἢ πλούσιος μεμαστιγωμένος εἰς τὸ σῶμα αὐτοῦ. Ἐκκλησιαστικός 30:15 ὑγεία καὶ εὐεξία βέλτιον παντὸς χρυσίου, καὶ σῶμα εὔρρωστον ἢ ὄλβος ἀμέτρητος. Περὶ βρωμάτων. Ἐκκλησιαστικός 30:16 οὐκ ἔστι πλοῦτος βελτίων ὑγείας σώματος, καὶ οὐκ ἔστιν εὐφροσύνη ὑπὲρ χαρὰν καρδίας. Ἐκκλησιαστικός 30:17 κρείσσων θάνατος ὑπὲρ ζωὴν πικρὰν ἢ ἀρρώστημα ἔμμονον. Ἐκκλησιαστικός 30:18 ἀγαθὰ κεκλεισμένα ἐπὶ στόματι κεκλεισμένῳ, θέματα βρωμάτων παρακείμενα τάφῳ. Ἐκκλησιαστικός 30:19 τί συμφέρει κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσφρανθῇ. οὕτως ὁ ἐκδιωκόμενος ὑπὸ κυρίου. Ἐκκλησιαστικός 30:20 ὁ βλέπων ἐν τοῖς ὀφθαλμοῖς καὶ στενάζων ὥσπερ εὐνοῦχος περιλαμβάνων παρθένον καὶ στενάζων. Ἐκκλησιαστικός 30:21 μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου, καὶ μὴ θλίψῃς σεαυτὸν ἐν βουλῇ σου. Ἐκκλησιαστικός 30:22 εὐφροσύνη καρδίας αὐτὴ ζωὴ ἀνθρώπου, καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις. Ἐκκλησιαστικός 30:23 ἀγάπα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου, 172 2 καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ· πολλοὺς γὰρ ἀπώλεσε καὶ ἀπέκτεινεν ἡ λύπη. Ἐκκλησιαστικός 30:24 ζῆλος καὶ θυμὸς ἐλαττοῦσιν ἡμέρας, καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα. Ἐκκλησιαστικός 30:25 ὡς καλαμώμενος ὀπίσω τρυγητῶν ἐν εὐλογίᾳ κυρίου ἔφθασα, καὶ ὡς τρυγῶν ἔπλησα ληνόν. Ἐκκλησιαστικός 30:26 κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα, ἀλλὰ πᾶσι τοῖς ζητοῦσι παιδείαν. Ἐκκλησιαστικός 30:27 ἀκούσατε, μεγιστᾶνες, καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασθε. Ἐκκλησιαστικός 30:28 ὑιῷ καὶ γυναικί, ἀδελφῷ καὶ φίλῳ μὴ δῷς ἐξουσίαν ἐπὶ σεαυτῷ ἐν ζωῇ σου· Ἐκκλησιαστικός 30:29 καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου,ἵνα μὴ μεταμεληθεὶς δέῃ περὶ αὐτῶν. Ἐκκλησιαστικός 30:30 ἕως ἔτι ζῆς καὶ ἔστι πνοὴ ἐν σοὶ μὴ ἀλλάξῃς σεαυτὸν πάσῃ σαρκί. κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου. Ἐκκλησιαστικός 30:31 ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων, καὶ μὴ δῷς μῶμον ἐν τῆ δόξῃ σου. Ἐκκλησιαστικός 30:32 ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν. Περὶ δούλων. Ἐκκλησιαστικός 30:33 χορτάσματα καὶ ῥάβδος καὶ φορτία ὄνῳ, ἄρτος καὶ παιδεία καὶ ἔργα οἰκέτῃ. Ἐκκλησιαστικός 30:34 ἔργασαι ἐν παιδείᾳ, καὶ ζητήσει ἀνάπαυσιν· ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευθερίαν. Ἐκκλησιαστικός 30:35 ζυγὸς καὶ ἱμὰς κάμπτουσι τράχηλον, καὶ οἰκέτῃ κακοῦ στρέβλαι στρέβλαι καὶ βάσανοι· Ἐκκλησιαστικός 30:36 ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ, πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ ἀργία. Ἐκκλησιαστικός 30:37 εἰς ἔργα κατάστησον καθὼς πρέπει αὐτῷ, καὶ ἐὰν μὴ πειθαρχῇ, Ἐκκλησιαστικός 30:38 βάρυνον τὰς πέδας αὐτοῦ. καὶ μὴ περισσεύσῃς πάσῃ σαρκί, καὶ ἄνευ κρίσεως μὴ ποιήσης μηδέν. Ἐκκλησιαστικός 30:39 εἰ ἔστι σοι οἰκέτης, ἔστω σοι ὡς ἡ ψυχή σου, ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν· 173 1 εἰ ἔστι σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελφόν, ὅτι ὡς ἡ ψυχή σου ἐπιδεήσεις αὐτῶ. Ἐκκλησιαστικός 30:40 ἐὰν κακώσῃς αὐτὸν ἀδίκως καὶ ἀπάρας ἀποδράσει, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν; Ἐκκλησιαστικός 31:1 (XXXIV) κεναὶ αἱ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί, καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας. Ἐκκλησιαστικός 31:2 ὡς ὁ δρασσόμενος σκιᾶς καὶ διώκων ἀνέμους, οὕτως ὁ ἐπέχων ἐνυπνίοις· Ἐκκλησιαστικός 31:3 τοῦτο κατὰ τοῦτο ὅρασις ἐνυπνίων, κατέναντι προσώπου ὁμοίωμα προσώπου. ἀπὸ ἀκαθάρτου τί καθαρισθήσεται; Ἐκκλησιαστικός 31:4 καὶ ἀπὸ ψευδοῦς τί ἀληθεύσει; Ἐκκλησιαστικός 31:5 μαντεία καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστι, καὶ ὡς ὠδῖν’ οὔσης φαντάζεταί σου ἡ καρδία. Ἐκκλησιαστικός 31:6 ἐὰν μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπὴ σου, μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου· Ἐκκλησιαστικός 31:7 πολλοὺς γὰρ ἐπλάνησε τὰ ἐνύπνια, καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ’ αὐτοῖς. Ἐκκλησιαστικός 31:8 ἄνευ ψεύδους συντελεσθήσεται νόμος, καὶ σοφία στόματι πιστῷ τελείωσις. Ἐκκλησιαστικός 31:9 ἀνὴρ πεπλανημένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν· Ἐκκλησιαστικός 31:10 ὃς οὐκ ἐπειράσθη οἶδεν ὀλίγα, ὁ δὲ πεπλανημένος πληθύνει πανουργίαν. Ἐκκλησιαστικός 31:11 πολλὰ ἑώρακα ἐν τῆ ἀποπλανήσει μου, Ἐκκλησιαστικός 31:12 καὶ τὰ πλάσματα τῶν λόγων μου σύνεσίς μου· Ἐκκλησιαστικός 31:13 πλεονάκις ἕως θανάτου ἐκινδύνευσα, καὶ διεσώθην τούτων χάριν. Ἐκκλησιαστικός 31:14 πνεῦμα φοβουμένων τὸν κύριον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς· Ἐκκλησιαστικός 31:15 ὁ φοβούμενος τὸν κύριον, οὐδὲν εὐλάβηθήσεται, καὶ οὐ μὴ δειλιάσῃ ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ. Ἐκκλησιαστικός 31:16 φοβουμένου τὸν κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει; Ἐκκλησιαστικός 31:17 καὶ τίς αὐτοῦ στήριγμα; Ἐκκλησιαστικός 31:18 οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν, Ἐκκλησιαστικός 31:19 ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος· σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια πτώσεως· Ἐκκλησιαστικός 31:20 ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδοὺς ζωὴν 173 καὶ εὐλογίαν. Ἐκκλησιαστικός 31:21 θυσιάζων ἐξ ἀδίκου, προσφορὰ μεμωκημένη, Ἐκκλησιαστικός 31:22 καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων· Ἐκκλησιαστικός 31:23 οὐκ εὐδοκεῖ ὁ ὕψιστος προσφοραῖς ἀσεβῶν, οὐδὲ ἐν πλήθει θυσιῶν ἐξιλάσκεται ἁμαρτίας. Ἐκκλησιαστικός 31:24 θύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων. Ἐκκλησιαστικός 31:25 ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν, ὁ ἀποστερῶν αὐτὸν ἄνθρωπος αἱμάτων· Ἐκκλησιαστικός 31:26 φονεύων τὸν πλησίον ὁ ἀφαιρούμενος συμβίωσιν, καὶ ἐκ χέων αἷμα ὁ ἀποστερῶν μισθὸν μισθωτοῦ. Ἐκκλησιαστικός 31:27 εἷς οἰκοδομῶν καὶ εἷς καταλύων, >τί ὠφελοῦσι πλεῖον ἢ κόπους: Ἐκκλησιαστικός 31:28 εἷς εὐχόμενος καὶ εἷς καταρώμενος, τίνος φωνῆς εἰσακούσεται ὁ δεσπότης; Ἐκκλησιαστικός 31:29 βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὄφελος ἐν τῷ λουτρῷ αὐτοῦ; Ἐκκλησιαστικός 31:30 οὕτως ἄνθρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ· καὶ πάλιν πορευόμενος καὶ ταῦτα ποιῶν. τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται; Ἐκκλησιαστικός 31:31 καὶ τί ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν; Ἐκκλησιαστικός 32:1 ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς, Ἐκκλησιαστικός 32:2 θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς, Ἐκκλησιαστικός 32:3 καὶ ἀνταποδιδοὺς χάριν ὡς προσφέρων σεμίδαλιν, Ἐκκλησιαστικός 32:4 καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. Ἐκκλησιαστικός 32:5 εὐδοκία Κυρίου, ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. Ἐκκλησιαστικός 32:6 μὴ ὀφθῇς ἐνώπιον κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. Ἐκκλησιαστικός 32:7 προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, Ἐκκλησιαστικός 32:8 καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου. Ἐκκλησιαστικός 32:9 θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. Ἐκκλησιαστικός 32:10 ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου· Ἐκκλησιαστικός 32:11 ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου, καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. 174 1 Ἐκκλησιαστικός 32:12 δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ’ εὕρεμα χειρός· Ἐκκλησιαστικός 32:13 ὅτι Κύριος ἀνταποδιδούς ἐστι, καὶ ἀνταποδώσει ἑπταπλάσια· μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται· Ἐκκλησιαστικός 32:14 καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι κριτὴς κύριός ἐστι, Ἐκκλησιαστικός 32:15 καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόξα προσώπου. Ἐκκλησιαστικός 32:16 οὐ λήψεται κύριος πρόσωπον ἐπὶ πτωχῷ, καὶ δέησιν ἠ’ δίκη μένου εἰσακούσεται. Ἐκκλησιαστικός 32:17 οὐ μὴ ὑπερίδη ἱκετείαν ὀρφανοῦ, καὶ χήραν ἐὰν ἐκχέῃ λαλιάν. Ἐκκλησιαστικός 32:18 οὐχὶ δάκρυον χήρας ἐπὶ σιαγόνα καταβαίνει, Ἐκκλησιαστικός 32:19 καὶ ἡ καταβόησις αὐτῆς ἐπὶ τῷ καταγαγόντι αὐτό; Ἐκκλησιαστικός 32:20 θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως τῶν νεφελῶν συνάψει· Ἐκκλησιαστικός 32:21 προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· καὶ οὐ μὴ ἀποστῇ ἕως ἂν ἐπισκέψηται ὁ ὕψιστος· Ἐκκλησιαστικός 32:22 κρινεῖ δικαίους καὶ ποιήσει κρίσιν, καὶ ὁ κύριος οὐ μὴ βραδύνῃ οὐδὲ μὴ μακροθυμήσῃ ἐπ’ αὐτοῖς ὁ κραταιός· Ἐκκλησιαστικός 32:23 ἕως ἂν τρίψῃ ὀσφὺν ἀνελεημόνων, καὶ τοῖς ἔθνεσιν ἀνταποδώσει ἐκδίκησιν, ἕως ἐξάρῃ πλῆθος ὑβριστῶν καὶ σκῆπτρα ἀδίκων συντρίψει· Ἐκκλησιαστικός 32:24 ἕως ἀνταποδώσει ἀνθρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ, Ἐκκλησιαστικός 32:25 καὶ τὰ ἔργα ἀνθρώπων κατὰ τὰ ἐνθυμήματα αὐτοῦ· ἕως ἂν κρίνη τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ καὶ εὐφρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ. Ἐκκλησιαστικός 32:26 ὡς ὡραῖον ἔλεος ἐν καιρῷ θλίψεως, ὡς νεφέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας. 12 Cod. καθεύρεμα Ἐκκλησιαστικός 33:1 ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων, Ἐκκλησιαστικός 33:2 καὶ ἐπίβλεψον, καὶ τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη τὰ μὴ ἐκζητοῦντά σε· Ἐκκλησιαστικός 33:3 ἔπαρον τὴν χεῖρά σου ἐπ’ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου· Ἐκκλησιαστικός 33:4 ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐναντίον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς· Ἐκκλησιαστικός 33:5 καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς σε ἔγνωμεν· Ἐκκλησιαστικός 33:6 ὅτι οὐκ ἔστι θεὸς πλήν σου κύριε· ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον 1742 θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν, Ἐκκλησιαστικός 33:7 ὅπως διηγῶνται τὰ θαυμάσιά σου· Ἐκκλησιαστικός 33:8 ἔγειρον θυμὸν καὶ ἔκχεε ὀργήν, Ἐκκλησιαστικός 33:9 ἔπαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν. Ἐκκλησιαστικός 33:10 σπεῦσον καιρὸν καὶ μνήσθητι ὀργῆς, καὶ ἐκδιηγησάσθωσάν σοι τὰ θαυμάσιά σου. Ἐκκλησιαστικός 33:11 ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. Ἐκκλησιαστικός 33:12 σύντριψον κεφαλὰς ἀρχόντων ἐθνῶν, λεγόντων· οὐκ ἔστι πλὴν ἡμῶν. Ἐκκλησιαστικός 33:13 συνάγαγε πάσας φυλὰς ᾿Ιακώβ. Ἐκκλησιαστικός 34:1 λαμπρὰ καρδία καὶ ἀγαθὴ ἐπὶ ἐδέσμασι τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται. ἀγρυπνία πλούτου ἐκτήκει σάρκας, (ΧΧΧΙ) καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον· Ἐκκλησιαστικός 34:2 μέριμνα ἀγρυπνίας ἀπαιτήσει νυσταγμόν, καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνος. Ἐκκλησιαστικός 34:3 ἐκοπίασε πλούσιος ἐν συναγωγῇ χρημάτων, καὶ ἐν τῇ ἀναπαύσει ἐμπίπλαται τρυφημάτων αὐτοῦ· Ἐκκλησιαστικός 34:4 ἑ κοπίασε πτωχὸς ἐν ἐλαττώσει βίου, καὶ ἐν τῆ ἀναπαύσει αὐτοῦ ἐπιδεὴς γίνεται. Ἐκκλησιαστικός 34:5 ὁ ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται, καὶ ὁ διώκων διαφθορὰν οὗτος πλησθήσεται. Ἐκκλησιαστικός 34:6 πολλοὶ ἐδέθησαν χάριν χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν· Ἐκκλησιαστικός 34:7 ξύλον προσκόμματός ἐστι τοῖς θυσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ. Ἐκκλησιαστικός 34:8 μακάριος πλούσιος ὃς εὑρέθη ἄμωμος, καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη. τίς ἔστιν οὗτος; Ἐκκλησιαστικός 34:9 καὶ μακαριοῦμεν αὐτόν, ἐποίησε γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ. Ἐκκλησιαστικός 34:10 τίς ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη ; καὶ ἔσται εἰς καύχημα. τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη, καὶ ποιῆσαι κακίαν καὶ οὐκ ἐποίησε ; Ἐκκλησιαστικός 34:11 διὰ τοῦτο στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία. Ἐκκλησιαστικός 34:12 ἐπὶ τραπέζης μεγάλης καθίσας, μὴ ἀνοίξῃς φάρυγγά σου ἐπ’ αὐτῆς· καὶ μὴ εἴπῃς· πολλά γε τὰ ἐπ’ αὐτῆς· μνήσθητι ὅτι κακὸν 1751 ὀφθαλμὸς πονηρός· Ἐκκλησιαστικός 34:13 πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται,. διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει. Ἐκκλησιαστικός 34:14 οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρά σου, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. Ἐκκλησιαστικός 34:15 νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ, καὶ ἐπὶ παντὶ ῥήματι διανοοῦ. Ἐκκλησιαστικός 34:16 φάγε ὡς ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασῶ, μὴ μισηθῇς· Ἐκκλησιαστικός 34:17 παῦσαι πρῶτον χάριν παιδείας, καὶ μὴ ἀπληστεύου, μή ποτε προσκόψῃς· Ἐκκλησιαστικός 34:18 καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. Ἐκκλησιαστικός 34:19 ὡς ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον, καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει. Ἐκκλησιαστικός 34:20 ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ· ἀνέστη πρωί, καὶ ἡ ψυχὴ αὐτοῦ μετ’ αὐτοῦ· πόνος ἀγρυπνίας καὶ χολέρα καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου. Ἐκκλησιαστικός 34:21 καὶ εἰ ἐβιάσθης ἐν ἐδέσμασιν, ἀνάστα μεσοπορῶν ἔμεσον καὶ ἀναπαύση. Ἐκκλησιαστικός 34:22 ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενώσῃς με, καὶ ἐπ’ ἐσχάτων εὑ ῥήσεις τοὺς λόγους μου. ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής, καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ. Ἐκκλησιαστικός 34:23 λαμπρὸν ἐπ’ ἄρτοις εὐλογῆσαι χείλη, μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή· Ἐκκλησιαστικός 34:24 πονηρῷ ἐπ’ ἄρτῳ γογγύσει πόλις, καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής. Ἐκκλησιαστικός 34:25 ἐν οἴνῳ μὴ ἀνδρίζου, πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος. Ἐκκλησιαστικός 34:26 κάμινος δοκιμάζει στόμωμα ἐν βαφῇ, οὕτως οἶνος ἐν καρδίᾳ ὑπερηφάνων ἐν μέθη. Ἐκκλησιαστικός 34:27 ἐπ’ ἴσον ζωῆς οἶνος ἀνθρώποις, ἐὰν πίνης αὐτὸν ἐν μέτρῳ αὐτοῦ· τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ; καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις· Ἐκκλησιαστικός 34:28 ἀγαλλίαμα καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης· Ἐκκλησιαστικός 34:29 πικρία ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ XXXII ἀντιπτώματι. Ἐκκλησιαστικός 34:30 πληθύνει θυμὸν μέθη ἄφρονος εἰς πρόσκομμα, ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα. Ἐκκλησιαστικός 34:31 ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον, καὶ μὴ ἐξουδενώσῃς ὤσῃς αὐτὸν ἐν εὐφροσύνη αὐτοῦ· Ἐκκλησιαστικός 35:1 λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ, καὶ μὴ αὐτὸν θλίψῃς (XXXII) ἐν ἀπαντήσει αὐτοῦ. ἡγούμενόν σε κατέστησαν ; μὴ ἐπαίρου· γίνου αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν· Ἐκκλησιαστικός 35:2 φρόντισον αὐτῶν καὶ οὕτως κάθισον· καὶ πᾶσαν τὴν χρείαν σου ποίησον, καὶ εὐδοκιμήσας ἀνάπαυσαι· ἵνα εὐφράνθης δι’ αὐτούς, καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον· 27 Cod. ἔπισον Ἐκκλησιαστικός 35:3 λάλησον πρεσβυτέρῳ, πρέπει γάρ σοι, ἐν ἀκριβείᾳ δὲ ἐπιστήμης, καὶ ἐμποδίσεις μουσικά. Ἐκκλησιαστικός 35:4 ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιάν, καὶ ἀκαίρως μὴ σοφίζου. Ἐκκλησιαστικός 35:5 σφραγὶς ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ, σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου. Ἐκκλησιαστικός 35:6 ἐν κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου, μέλος μουσικῶν ἐφ’ ἡδεῖ οἴνῳ. Ἐκκλησιαστικός 35:7 λάλησον, νεανίσκε, εἰ χρεία σου, μόλις δὶς ἐὰν ἐπερωτηθῇς· Ἐκκλησιαστικός 35:8 κεφαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά· γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν. Ἐκκλησιαστικός 35:9 ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου, καὶ ὅπου λέγοντες, μὴ πολλὰ ἀδολέσχει. Ἐκκλησιαστικός 35:10 πρὸ βροντῆς κατασπεύδει ἀστραπή, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Ἐκκλησιαστικός 35:11 ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐρράγει, ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει· Ἐκκλησιαστικός 35:12 ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου, καὶ μὴ ἐν ἁμαρτίαις καὶ λόγῳ ὑπερηφάνῳ. Ἐκκλησιαστικός 35:13 καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. Ἐκκλησιαστικός 35:14 ὁ φοβούμενος κύριον, ἐκδέξεται τὴν παιδείαν αὐτοῦ, καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν. Ἐκκλησιαστικός 35:15 ὁ ζητῶν νόμον ἐμπληθήσεται αὐτοῦ, καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ· 176 1 Ἐκκλησιαστικός 35:16 οἱ φοβούμενοι κύριον εὑρήσουσι κρίμα, καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν. Ἐκκλησιαστικός 35:17 ἄνθρωπος ἁμαρτωλὸς ἐκκλίνει ἐλεγμόν, καὶ κατὰ τὸ θέλημα αὐτοῦ ἐξευρίσκει σύγκριμα. Ἐκκλησιαστικός 35:18 ἀνὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα, ἀλλότριος δὲ καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον, καὶ μετὰ τὸ ποιῆσαι μεθ’ ἑαυτοῦ ἄνευ βουλῆς. Ἐκκλησιαστικός 35:19 ἄνευ βουλῆς μηθὲν ποιήσης, καὶ ἐν τῶ ποιῆσαι μὴ μεταμελοῦ. Ἐκκλησιαστικός 35:20 ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου, καὶ μὴ προσκόψῃς ἐν λιθώδεσι· Ἐκκλησιαστικός 35:21 μὴ πιστεύσης ἐν ὁδῷ ἀπροσκόπῳ, Ἐκκλησιαστικός 35:22 καὶ ἀπὸ τῶν τέκνων σου φύλαξαι. Ἐκκλησιαστικός 35:23 ἐν παντὶ ἔργῳ ἀγαθῷ πίστευε τῆ ψυχῇ σου, καὶ γὰρ τοῦτό ἐστι τήρησις ἐντολῶν. Ἐκκλησιαστικός 35:24 ὁ πιστεύων κυρίῳ προσέχει ἐντολῇ, καὶ ὁ πεποιθὼς ἐπ’ αὐτῷ οὐκ ἐλαττωθήσεται. Ἐκκλησιαστικός 36:1 τῷ φοβουμένῳ τὸν κύριον οὐκ ἀπαντήσει κακόν, ἀλλ’ ἐν πειρασμῷ καὶ πάλιν ἐξαιρεῖται αὐτὸν· Ἐκκλησιαστικός 36:2 ἀνὴρ σοφὸς οὐ μισήσει νόμον, ὁ δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πολλῶν. Ἐκκλησιαστικός 36:3 ἄνθρωπος συνετὸς ἐμπιστεύσει νόμῳ, καὶ ὁ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων. Ἐκκλησιαστικός 36:4 ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσθήσῃ, σύνδησον παιδείαν καὶ τότε ἀποκρίθητι. Ἐκκλησιαστικός 36:5 τροχὸς ἁμάξης σπλάγχνα μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. Ἐκκλησιαστικός 36:6 ἵππος εἰς ὀχείαν ὡς φίλος μῶκος, ὑποκάτω παντὸς ἐπικαθημένου χρεμετιεῖ. Ἐκκλησιαστικός 36:7 διατί ἡμέρα ὑπερέχει ἡμέρας ; καὶ πᾶν φῶς ἡμέρας ἐνιαυτοῦ ἀφ’ ἡλίου· Ἐκκλησιαστικός 36:8 ἐν γνώσει κυρίου διεχωρίσθησαν , καὶ ἠλλοίωσε καιροὺς καὶ ἑορτάς· Ἐκκλησιαστικός 36:9 καὶ ἀπ’ αὐτῶν ἀνύψωσε καὶ ἡγίασε, καὶ ἐξ αὐτῶν ἔθηκεν εἰς ἀριθμὸν ἡμερῶν. Ἐκκλησιαστικός 36:10 καὶ ἄνθρωποι πάντες ἀπὸ ἐδάφους, καὶ ἐκ γῆς ἐκτίσθη ᾿Αδάμ· Ἐκκλησιαστικός 36:11 ἐν πλήθει ἐπιστήμης κύριος διεχώρισεν 176 2 αὐτούς, καὶ ἠλλοίωσε τὰς ὁδοὺς αὐτῶν· Ἐκκλησιαστικός 36:12 ἐξ αὐτῶν εὐλόγησε καὶ ἀνύψωσε, καὶ ἐξ αὐτῶν ἡγίασε καὶ πρὸς αὐτὸν ἤγγισεν· ἀπ’ αὐτῶν κατηράσατο καὶ ἐταπείνωσε, καὶ ἀνέτρεψεν αὐτοὺς ἀπὸ στάσεων αὐτῶν. Ἐκκλησιαστικός 36:13 ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ, πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ· οὕτως ἄνθρωπος ἐν χειρὶ τοῦ ποιήσαντος αὐτόν, ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ. Ἐκκλησιαστικός 36:14 ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαθόν, καὶ ἀπέναντι τοῦ θανάτου ἡ ζωή· οὕτως ἀπέναντι τοῦ ἁμαρτωλοῦ ὁ εὐσεβής, καὶ οὕτως ἀπέναντι ἀνδρὸς εὐσεβοῦς ὁ ἁμαρτωλός. Ἐκκλησιαστικός 36:15 καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου, δύο δύο, ἓν κατέναντι τοῦ ἑνός. Ἐκκλησιαστικός 36:16 κἀγὼ ἔσχατος ἠγρύπνησα καὶ κατεκληρονόμησα αὐτοὺς καθὼς ἀπ’ ἀρχῆς. Ἐκκλησιαστικός 36:17 ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ’ ὀνόματί σου, καὶ ᾿Ισραὴλ ὃν πρωτόγονον ὠνόμασας. Ἐκκλησιαστικός 36:18 οἴκτειρον πόλιν ἁγιάσματός σου, ῾Ιερουσαλήμ, τόπον καταπαύσεως σου. Ἐκκλησιαστικός 36:19 πλῆσον Σιῶν ἆραι τὰ λόγιά σου, καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου. Ἐκκλησιαστικός 36:20 δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασί σου, καὶ ἔγειρον προφήτας ἐπ’ ὀνόματί σου· Ἐκκλησιαστικός 36:21 δὸς μισθὸν τοῖς ὑπομένουσί σε, καὶ οἱ προφῆταί σου ἐμπιστευθήτωσαν. Ἐκκλησιαστικός 36:22 εἰσάκουσον, κύριε, δεήσεως τῶν οἰκετῶν σου κατὰ τὴν εὐλογίαν ᾿Ααρὼν περὶ τοῦ λαοῦ σου, καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς ὅτι σὺ κύριος τῶν αἰώνων. Ἐκκλησιαστικός 36:23 πᾶν βρῶμα φάγεται κοιλία, ἔστι δὲ βρῶμα βρώματος κάλλιον. Ἐκκλησιαστικός 36:24 φάρυγξ γεύεται βρώματα θήρας, οὕτως καρδία συνετὴ λόγους ψευδεῖς. Ἐκκλησιαστικός 36:25 καρδία στρεβλὴ δώσει λύπην, 16 Cod. ἀπαρχῆς καὶ ἄνθρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ. Ἐκκλησιαστικός 36:26 πάντα ἄρρενα ἐπιδέξεται γυνή, ἔστι γὰρ θυγάτηρ θυγατρὸς κρείσσων. Ἐκκλησιαστικός 36:27 κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον, καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει, Ἐκκλησιαστικός 36:28 εἰ ἔστιν ἐπὶ 177 1 γλώσσης αὐτῆς ἔλεος καὶ πράυτης καὶ ἴασις· οὐκ ἔστιν ὁ ἀνὴρ αὐτῆς καθ’ υἱοὺς ἀνθρώπων. Ἐκκλησιαστικός 36:29 ὁ κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως, βοηθὸν κατ’ αὐτὸν καὶ στῦλον ἀναπαύσεως. Ἐκκλησιαστικός 36:30 οὗ οὐκ ἔστι φραγμός, διαρραγήσεται κτῆμα· καὶ οὗ οὐκ ἔστι γυνή, στενάξει πλανώμενος. Ἐκκλησιαστικός 36:31 τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῆ ἐφαλλομένῳ ἐκ πόλεως εἰς πόλιν; οὕτως ἀνθρώπῳ μὴ ἔχοντι νοσσίαν καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ. Ἐκκλησιαστικός 37:1 πᾶς φίλος ἐρεῖ· ἐφιλίασα κἀγώ· ἀλλ’ ἔστι φίλος ὀνόματι μόνον φίλος. Ἐκκλησιαστικός 37:2 οὐχὶ λύπη μένει ἕως θανάτου ἑταῖρος καὶ φίλος τρεπόμενος εἰς ἔχθραν; Ἐκκλησιαστικός 37:3 ὦ πονηρὸν ἐνθύμημα, πόθεν ἐκυλίσθης καλύψαι τὴν ξηρὰν ἐν δολιότητι; Ἐκκλησιαστικός 37:4 ἑταῖρος φίλῳ συνδιαιτᾷ εὐφροσύνη, καὶ ἐν καιρῷ θλίψεως ἔσται ἀπέναντι· Ἐκκλησιαστικός 37:5 ἑταῖρος φίλῳ συμπονεῖ χάριν γαστρὸς καὶ ἔναντι πολεμίου λήψεται ἀσπίδα. Ἐκκλησιαστικός 37:6 μὴ ἐπιλαθοῦ φίλου ἐν τῆ ψυχῇ σου, καὶ μὴ μνημονεύσῃς αὐτοῦ ἐν χρήμασί σου. μὴ βουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν. Ἐκκλησιαστικός 37:7 πᾶς σύμβουλος ἐξαίρει βουλήν, ἀλλ’ ἔστι συμβουλεύων εἰς ἑαυτόν· Ἐκκλησιαστικός 37:8 ἀπὸ συμβούλου φύλαξαι ψυχήν σου, καὶ γνῶθι πρότερον τίς αὐτοῦ χρεία· καὶ γὰρ αὐτὸς ἑαυτῷ συμβουλεύεται, μήποτε βάλλῃ ἐπὶ σοὶ κλῆρον, καὶ εἴπῃ σοι· Ἐκκλησιαστικός 37:9 καλὴ ὁδός σου, καὶ στήσεται ἐξ ἐναντίας ἰδεῖν τὸ συμβησόμενόν σοι· Ἐκκλησιαστικός 37:10 μὴ συμβουλεύου μετὰ τοῦ ὑποβλεπομένου σε, καὶ ἀπὸ τῶν ζηλούντων σε κρύψον βουλήν· Ἐκκλησιαστικός 37:11 μετὰ γυναικὸς περὶ ἀντιζήλου αὐτῆς καὶ μετὰ δειλοῦ περὶ πολέμου, μετὰ ἐμπόρου περὶ μεταβουλίας καὶ 177 2 μετὰ ἀγοράζοντος περὶ πράσεως, μετὰ βασκάνου περὶ εὐχαριστίας καὶ μετὰ ἀνελέημονος περὶ χρηστοηθείας, μετὰ ὀκνηροῦ περὶ παντὸς ἔργου 2 Cod. θανάτου ; 6 Cod. ἐπιλάθου κοὶ μετὰ μισθίου ἐπετείου περὶ συντελείας· οἰκέτῃ ἀργῷ περὶ πολλῆς ἐργασίας· Ἐκκλησιαστικός 37:12 μὴ ἔπεχε ἐπὶ τούτοις περὶ πάσης συμβουλίας, ἀλλ’ ἢ μετὰ ἀνδρὸς εὐσεβοῦς ἐνδελέχιζε· ὃν ὂν ἐπιγνῷς συντηροῦντα ἐντολὰς κυρίου, ὃς ἐν τῇ ψυχῇ αὐτοῦ κατὰ τὴν ψυχήν σου, καὶ ἐὰν πταίσῃς συναλγήσει σοι. Ἐκκλησιαστικός 37:13 καὶ βουλὴν καρδίας στῆσον, οὐ γὰρ ἔστι σοι πιστότερος αὐτῆς· Ἐκκλησιαστικός 37:14 ψυχὴ γὰρ ἀνδρὸς ἀπαγγέλλειν ἐνίοτε εἴωθεν ἢ ἑπτὰ σκοποὶ καθήμενοι ἐπὶ μετεώρου ἐπισκοπῆς. Ἐκκλησιαστικός 37:15 καὶ ἐπὶ πᾶσι τούτοις δεήθητι τοῦ ὑψίστου ἵνα εὐθύνῃ ἡ ἀλήθεια τὴν ὁδόν σου. Ἐκκλησιαστικός 37:16 ἀρχὴ παντὸς ἔργου λόγος, καὶ πρὸ πάσης πράξεως βουλή. Ἐκκλησιαστικός 37:17 ἴχνος ἀλλοιώσεως χαρᾶς πρόσωπον. Ἐκκλησιαστικός 37:18 τέσσαρα μέρη ἀνατέλλει, ἀγαθόν, κακόν, ζωή, θάνατος, καὶ ἡ κυριεύουσα αὐτῶν ἐνδελεχῶς γλῶσσά ἐστιν. Ἐκκλησιαστικός 37:19 ἔστιν ἀνὴρ πανοῦργος πολλῶν παιδευτής, καὶ τῆ ἰδίᾳ ψυχῇ ἄχρηστός ἐστιν. Ἐκκλησιαστικός 37:20 ἔστιν ὁ σοφιζόμενος ἐν λόγοις μισητός, οὗτος πάσης σοφίας καθυστερίσει· Ἐκκλησιαστικός 37:21 οὐ γὰρ ἐδόθη αὐτῷ παρὰ κυρίου χάρις, ὅτι πάσης σοφίας ἐστερήθη. Ἐκκλησιαστικός 37:22 ἔστι σοφὸς τῇ ἰδίᾳ ψυχῇ, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ ἐπὶ στόματος αἰνετοί. Ἐκκλησιαστικός 37:23 ἀνὴρ σοφὸς τὸν ἑαυτοῦ λαὸν παιδεύει, καὶ οἱ καρποὶ τῆς συνέσεως αὐτοῦ πιστοί. Ἐκκλησιαστικός 37:24 ἀνὴρ σοφὸς πλησθήσεται εὐλογίας, καὶ μακαριοῦσιν αὐτὸν πάντες οἱ ὁρῶντες. Ἐκκλησιαστικός 37:25 ζωὴ ἀνδρὸς ἐν ἀριθμῷ ἡμερῶν, καὶ αἱ ἡμέραι τοῦ 178 1 ᾿Ισραὴλ ἀναρίθμητοι. Ἐκκλησιαστικός 37:26 σοφὸς ἐν τῷ λαῷ αὐτοῦ κληρονομήσει δόξαν, καὶ τὸ ὄνομα αὐτοῦ ἔσται εἰς τὸν αἰῶνα. Ἐκκλησιαστικός 37:27 τέκνον, ἐν ζωῇ σου πείρασον τὴν ψυχήν σου, καὶ ἴδε τί πονηρὸν αὐτῇ, καὶ μὴ δῷς αὐτῇ· Ἐκκλησιαστικός 37:28 οὐ γὰρ τὰ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκιμεῖ. Ἐκκλησιαστικός 37:29 μὴ ἀπληστεύου ἐν πάσῃ τρυφῇ, καὶ μὴ ἐκχυθῇς ἐπὶ ἐδεσμάτων· Ἐκκλησιαστικός 37:30 ἐν πολλοῖς γὰρ βρώμασιν ἔσται νόσος, καὶ ἡ ἀπληστία ἐγγιεῖ ἕως χολέρας. Ἐκκλησιαστικός 37:31 διὰ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν, ὁ δὲ προσέχων προσθήσει ζωήν. Ἐκκλησιαστικός 38:1 τίμα ἰατρὸν πρὸς τὰς χρείας τιμαῖς αὐτοῦ, καὶ γὰρ αὐτὸν ἔκτισεν ὁ κύριος. Ἐκκλησιαστικός 38:2 παρὰ γὰρ ῾Υψίστου ἔστιν ἴασις, καὶ παρὰ βασιλέως λήψεται δόξαν. Ἐκκλησιαστικός 38:3 ἐπιστήμη ἰατροῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἔναντι μεγιστάνων θαυμασθήσεται. Ἐκκλησιαστικός 38:4 Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθίσει αὐτοῖς. Ἐκκλησιαστικός 38:5 ἀπὸ ξύλου ἐγλυκάνθη ὕδωρ εἰς τὸ γνωσθῆναι τὴν ἰσχὺν αὐτοῦ ἀπὸ ἀνθρώπου; Ἐκκλησιαστικός 38:6 καὶ αὐτὸς ἔδωκεν ἀνθρώποις ἐπιστήμην ἐνδοξάζεσθαι ἐν τοῖς θαυμασίοις αὐτοῦ· Ἐκκλησιαστικός 38:7 ἐν αὐτοῖς ἐθεράπευσε καὶ ἦρε πόνον αὐτοῦ. Ἐκκλησιαστικός 38:8 μυρεψὸς ἐν τούτοις ποιήσει μίγμα· καὶ οὐ μὴ συντελεσθῇ τὰ ἔργα αὐτοῦ, καὶ εἰρήνη παρ’ αὐτοῦ ἐστιν ἐπὶ προσώπου τῆς γῆς. Ἐκκλησιαστικός 38:9 τέκνον, ἐν ἀρρωστήματί σου μὴ παράβλεπε, ἀλλ’ εὖξαι κυρίῳ, καὶ αὐτὸς ἰᾶταί σε· Ἐκκλησιαστικός 38:10 ἀπόστησον πλημμελείας καὶ εὔθυνον χεῖρα, καὶ ἀπὸ πάσης ἁμαρτίας καθάρισον καρδίαν· Ἐκκλησιαστικός 38:11 δὸς εὐωδίαν καὶ μνημόσυνον σεμιδάλεως, καὶ λίπανον προσφοράν, ὡς μὴ ὑπάρχων. Ἐκκλησιαστικός 38:12 καὶ ἰατρῷ δὸς τόπον, καὶ γὰρ αὐτὸν ὁ κύριος ἔκτισε καὶ μὴ ἀποστήτω σου, καὶ γὰρ αὐτοῦ χρεία· 178 2 Ἐκκλησιαστικός 38:13 ἔστιν ὅτε καιρὸς καὶ ἐν χερσὶν αὐτῶν εὐοδία καὶ γὰρ αὐτοὶ κυρίου δεηθήσονται, ἵνα εὐοδώσῃ αὐτοῖς ἀνάπαυσιν, Ἐκκλησιαστικός 38:14 καὶ ἴασιν χάριν ἐμβιώσεως. Ἐκκλησιαστικός 38:15 ὁ ἁμαρτάνων ἐναντίον τοῦ ποιήσαντος αὐτὸν ἐμπέσοι εἰς χεῖρας ἰατροῦ. Ἐκκλησιαστικός 38:16 τέκνον, ἐπὶ νεκρῷ κατάγαγε δάκρυα, καὶ ὡς δεινὰ πάσχων ἔναρξαι θρήνων, κατὰ δὲ τὴν κρίσιν αὐτοῦ περίστειλον τὸ σῶμα αὐτοῦ, καὶ μὴ ὑπερίδης τὴν ταφὴν αὐτοῦ. Ἐκκλησιαστικός 38:17 πίκρανον κλαυθμὸν καὶ θέρμανον κοπετόν, καὶ ποίησον τὸ πένθος κατὰ τὴν ἀξίαν αὐτοῦ, ἡμέραν μίαν καὶ δύο χάριν διαβολῆς, καὶ παρακλήθητι λύπης ἕνεκα. Ἐκκλησιαστικός 38:18 ἀπὸ λύπης γὰρ ἐκβαίνει θάνατος, καὶ λύπη καρδίας κάμψει ἰσχύν· Ἐκκλησιαστικός 38:19 ἐν ἐπαγωγῆ παραμένει καὶ λύπη, καὶ βίος πτωχοῦ κατάρα καρδίας. Ἐκκλησιαστικός 38:20 μὴ δῷς εἰς λύπην τὴν καρδίαν σου, ἀπόστησον αὐτὴν μνησθεὶς τὰ ἔσχατα· Ἐκκλησιαστικός 38:21 μὴ ἐπιλάθῃ, οὐ γάρ ἐστιν ἐπάνοδος, καὶ τοῦτον οὐκ ὠφελήσεις καὶ σεαυτὸν κακώσεις. Ἐκκλησιαστικός 38:22 μνήσθητι τὸ κρίμα μου ὅτι οὕτως καὶ τὸ σόν· ἐμοὶ χθὲς καὶ σοὶ σήμερον. Ἐκκλησιαστικός 38:23 ἐν ἀναπαύσει νεκροῦ κατάπαυσον τὸ μνημόσυνον αὐτοῦ, καὶ παρακλήθητι ἐπ’ αὐτῷ ἐν ἐξόδῳ πνεύματος αὐτοῦ. Ἐκκλησιαστικός 38:24 σοφία γραμματέως ἐν εὐκαιρίᾳ σχολῆς, καὶ ὁ ἐλαττούμενος πράξει αὐτοῦ οὐ σοφισθήσεται. Ἐκκλησιαστικός 38:25 τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου, καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων, καὶ ἀναστρεφόμενος ἐν ἔργοις αὐτῶν, καὶ ἡ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; Ἐκκλησιαστικός 38:26 καρδίαν αὐτοῦ δώσει ἐκδοῦναι αὔλακας, καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεων. Ἐκκλησιαστικός 38:27 οὕτως πᾶς τέκτων καὶ ἀρχιτέκτων, ὅστις νύκτωρ ὡς ἡμέραν διάγει· οἱ γλύφοντες γλύμματα σφραγίδων, 179 1 καὶ ἡ ἐπιμονὴ αὐτοῦ ἀλλοιῶσαι ποικιλίαν· καρδίαν αὐτοῦ δώσει εἰς τὸ ὁμοιῶσαι ζωγραφίαν, καὶ ἡ ἀγρυπνία αὐτοῦ συντελέσαι ἔργον. Ἐκκλησιαστικός 38:28 οὕτως χαλκεὺς καθήμενος ἐγγὺς ἄκμονος καὶ καταμανθάνων ἐν ἔργῳ σιδήρου· ἀτμὶς πυρὸς τήξει σάρκας αὐτοῦ, καὶ ἐν θέρμη καμίνου διαμαχήσεται· φωνὴ σφύρας καὶ ἄκμονος καινιεῖ τὸ οὖς αὐτοῦ, καὶ κατέναντι ὁμοιώματος σκεύους οἱ ὀφθαλμοὶ αὐτοῦ· καρδίαν αὐτοῦ δώσει εἰς συντέλειαν ἔργων, καὶ ἡ ἀγρυπνία αὐτοῦ κοσμῆσαι ἐπὶ συντελείας. Ἐκκλησιαστικός 38:29 οὕτως κεραμεὺς καθήμενος ἐν ἔργῳ αὐτοῦ καὶ συστρέφων ἐν ποσὶν αὐτοῦ τροχόν, ὃς ἐν μερίμνῃ κεῖται διὰ παντὸς ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐναρίθμιος πᾶσα ἡ ἐργασία αὐτοῦ· Ἐκκλησιαστικός 38:30 ἐν βραχίονι αὐτοῦ τυπώσει πηλόν, καὶ πρὸ ποδῶν κάμψει ἰσχὺν αὐτοῦ· καρδίαν ἐπιδώσει εἰς τὸ συντελέσαι τὸ χρῖσμα, καὶ ἡ ἀγρυπνία αὐτοῦ, καθαρίσαι κάμινον. Ἐκκλησιαστικός 38:31 πάντες οὗτοι εἰς χεῖρας ἑαυτῶν ἐπίστευσαν, καὶ ἕκαστος ἐν τῷ ἔργῳ αὐτοῦ σοφίζεται· Ἐκκλησιαστικός 38:32 ἄνευ αὐτῶν οὐκ οἰκισθήσεται πόλις καὶ οὐ παροικήσουσιν οὐδὲ περιπατήσουσιν· Ἐκκλησιαστικός 38:33 ἐν βουλῇ λαοῦ οὐ ζητηθήσονται, καὶ ἐν ἐκκλησίᾳ οὐχ ὑπεραλοῦνται, ἐπὶ δίφρον δικαστῶν οὐ καθιοῦνται, καὶ διαθήκην κρίματος οὐ διανοηθήσονται· οὐδὲ μὴ ἐκφάνωσι παιδείαν καὶ κρίμα, καὶ ἐν παραβολαῖς οὐχ εὑρεθήσονται· Ἐκκλησιαστικός 38:34 ἀλλὰ κτῆμα αἰῶνος στηριοῦσι, καὶ ἡ δέησις αὐτῶν ἐν ἐργασίᾳ τέχνης. Ἐκκλησιαστικός 39:1 πλὴν τοῦ ἐπιδιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου· σοφίαν πάντων ἀρχαίων ἐκζητήσει, καὶ ἐν προφητείαις ἀσχοληθήσεται· 29 Cod. διαπαντὸς 30 Cod. χρῖσμα Ἐκκλησιαστικός 39:2 διήγησιν ἀνδρῶν ὀνομαστῶν συντηρήσει, καὶ ἐν τροφαῖς παραβολῶν συνεισελεύσεται· Ἐκκλησιαστικός 39:3 ἀπόκρυφα παροιμιῶν 179 2 ἐκζητήσει, καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται. Ἐκκλησιαστικός 39:4 ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει, καὶ ἔναντι ἡγουμένων ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασε. Ἐκκλησιαστικός 39:5 τὴν καρδίαν αὐτοῦ ἐπιδώσει πρὸς Κόριον, ὀρθρίσαι πρὸς τὸν ποιήσαντα αὐτόν, καὶ ἔναντι Ὑψίστου δεηθήσεται· καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ἐν προσευχῇ, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται. Ἐκκλησιαστικός 39:6 ἐὰν ὁ κύριος ὁ μέγας θέλῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· αὐτὸς ἀνομβρίσει ῥήματα σοφίας αὐτοῦ, καὶ ἐν προσευχῇ Ἐκκλησιαστικός 39:7 ἐξομολογήσεται τῷ κυρίῳ· αὐτὸς κατευθύνει βουλὴν αὐτοῦ καὶ ἐπιστήμην, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται· Ἐκκλησιαστικός 39:8 αὐτὸς ἐκφανεῖ παιδείαν διδασκαλίας αὐτοῦ, καὶ ἐν νόμῳ διαθήκης κυρίου καυχήσεται. Ἐκκλησιαστικός 39:9 αἰνέσουσι τὴν σύνεσιν αὐτοῦ πολλοί, καὶ ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν, τὴν σοφίαν αὐτοῦ διηγήσεται ἔθνη, Ἐκκλησιαστικός 39:10 καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία· Ἐκκλησιαστικός 39:11 ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐμποιεῖ αὐτῷ. Ἐκκλησιαστικός 39:12 ἔτι διανοηθεὶς ἐκδιηγήσομαι, ὅτι ὡς διχομηνία ἐπληρώθην. Ἐκκλησιαστικός 39:13 εἰσακούσατε μου, ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ὑγροῦ· Ἐκκλησιαστικός 39:14 καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα. Ἐκκλησιαστικός 39:15 εὐλογήσατε τὸν κύριον ἐπὶ πᾶσι τοῖς ἔργοις αὐτοῦ ἐν ᾠδαῖς χειλέων καὶ ἐν κιννύραις· Ἐκκλησιαστικός 39:16 καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει· τὰ ἔργα Κυρίου πάντα καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι; Ἐκκλησιαστικός 39:17 πάντα γὰρ ταῦτα ἐν καιρῷ αὐτῶν ζητηθήσεται. ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θημωνία ὕδωρ, καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα 180 1 ὑδάτων. Ἐκκλησιαστικός 39:18 ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ. Ἐκκλησιαστικός 39:19 ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστι κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· Ἐκκλησιαστικός 39:20 ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψε, καὶ οὐδέν ἐστι θαυ- 4 Cod. ἀνάμεσον μάσιον ἐναντίον αὐτοῦ. οὐκ ἔστιν εἰπεῖν· τί τοῦτό ἐστι,. Ἐκκλησιαστικός 39:21 πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται. Ἐκκλησιαστικός 39:22 ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψε, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν. Ἐκκλησιαστικός 39:23 οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην. Ἐκκλησιαστικός 39:24 αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι τοῖς ὁσίοις, οὕτως τοῖς ἀνόμοις προσκόμματα· Ἐκκλησιαστικός 39:25 ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ’ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά. Ἐκκλησιαστικός 39:26 ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ καὶ πῦρ καὶ σίδηρον καὶ ἅλας, καὶ σεμίδαλις πυροῦ καὶ γάλα καὶ μέλι, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον· Ἐκκλησιαστικός 39:27 πάντα ταῦτα τοῖς εὐσεβέσιν ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά. Ἐκκλησιαστικός 39:28 ἔστι πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται, καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσε μάστιγας αὐτῶν· ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχέουσι, καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτὸν κοπάσουσι· Ἐκκλησιαστικός 39:29 πῦρ καὶ θάλασσα* καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται· Ἐκκλησιαστικός 39:30 θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς, Ἐκκλησιαστικός 39:31 ἐν τῆ ἀνατολῇ αὐτοῦ εὐφρανθήσονται, καὶ ἐπὶ τῆς γῆς εἰς χεῖρας ἑτοιμασθήσονται, καὶ ἐν καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον. Ἐκκλησιαστικός 39:32 διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα. Ἐκκλησιαστικός 39:33 τὰ ἔργα κυρίου πάντα τὰ ἀγαθά, καὶ πᾶσαν χρείαν ἐν καιρῷ 180 2 αὐτῆς χορηγήσει· καὶ οὐκ ἔστιν εἰπεῖν· Ἐκκλησιαστικός 39:34 τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται. Ἐκκλησιαστικός 39:35 καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσατε, καὶ εὐλογήσατε τὸ ὄνομα κυρίου. Ἐκκλησιαστικός 40:1 ἀσχολία μεγάλη ἔκτισται παντὶ ἀνθρώπῳ, καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς ᾿Αδάμ· ἀφ’ ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν ἕως ἐπιστροφῆς ἡμέρας εἰς μητέρα πάντων· Ἐκκλησιαστικός 40:2 τοὺς διαλογισμοὺς αὐτῶν καὶ φόβον καρδίας, ἐπίνοια προσδοκίας ἡμέρα τελευτῆς· Ἐκκλησιαστικός 40:3 ἀπὸ καθημένου ἐπὶ θρόνου δόξης καὶ ἕως τεταπεινωμένου ἐν γῆ καὶ σποδῷ, ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον, Ἐκκλησιαστικός 40:4 φάνον, καὶ ἕως περιβαλλομένου ὠμόλινον· 29 Cod. marg. *(??) 32 Cod. διατοῦτο 34 πάντα· π add. in marg. Ἐκκλησιαστικός 40:5 θυμὸς καὶ ζῆλος, ταραχὴ καὶ σάλος καὶ φόβος θανάτου καὶ μίμημα καὶ ἔρις. καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης, ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ· Ἐκκλησιαστικός 40:6 ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει, καὶ ἀπ’ ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέραις σκοπιᾶς· τεθορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ, ὡς ἐκφυγὼν ἀπὸ προσώπου πολέμου· Ἐκκλησιαστικός 40:7 ἐν καιρῷ σωτηρίας αὐτοῦ ἐξηγέρθη, καὶ ἀποθαυμάζων εἰς οὐδένα φόβον. Ἐκκλησιαστικός 40:8 μετὰ πάσης σαρκὸς ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα· Ἐκκλησιαστικός 40:9 θάνατος καὶ ἔ ῥὶς καὶ ῥομφαία καὶ αἷμα, ἐπαγωγαὶ λιμοῦ καὶ συντρίμματος καὶ μάστιγος· Ἐκκλησιαστικός 40:10 ἐπὶ τοὺς ἀνόμους ἐκτίσθη ταῦτα πάντα, καὶ δι’ αὐτοὺς ἐγένετο ὁ κατακλυσμός. Ἐκκλησιαστικός 40:11 πάντα ὅσα ἀπὸ γῆς εἰς γῆν ἀναστρέφει, καὶ ἀπὸ ὑδάτων εἰς θάλασσαν ἀνακάμπτει. Ἐκκλησιαστικός 40:12 πᾶν δῶρον καὶ ἀδικία ἐξαλειφθήσεται, καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται. Ἐκκλησιαστικός 40:13 χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανθήσεται, καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετοῖς ἐξηχήσει· Ἐκκλησιαστικός 40:14 ἐν τῷ ἀνοίξαι αὐτὸν χεῖρας εὐφρανθήσεται, οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν. 181 1 Ἐκκλησιαστικός 40:15 ἔκγονα ἀσεβῶν οὐ πληθυνεῖ κλάδους, καὶ ῥίζαι ἀκάθαρτοι ἐπ’ ἀκροτόμου πέτρας. Ἐκκλησιαστικός 40:16 ἄχη ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ πρὸ παντὸς χόρτου ἐκτιλήσεται. Ἐκκλησιαστικός 40:17 χάρις ὡς παράδεισος σὺν εὐλογίαις, καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμένει. Ἐκκλησιαστικός 40:18 ζωὴ αὐτάρκους ἐργάτου γλυκανθήσεται, καὶ ὑπὲρ ἀμφότερα ὁ εὑρίσκων θησαυρόν. Ἐκκλησιαστικός 40:19 τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα, οἶνος καὶ μουσικὰ εὐφραίνουσι καρδίαν, Ἐκκλησιαστικός 40:20 καὶ ὑπὲρ ἀμφότερα ἀγάπησις σοφίας. Ἐκκλησιαστικός 40:21 αὐλὸς καὶ ψαλτήριον ἡδύνουσι μέλη, καὶ ὑπὲρ ἀμφότερα γλῶσσα ἡδεῖα· Ἐκκλησιαστικός 40:22 χάριν καὶ κάλλος ἐπιθυμήσει ὀφθαλμός, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου. Ἐκκλησιαστικός 40:23 φίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες, καὶ ὑπὲρ ἀμφότερα γυνὴ μετὰ ἀνδρός. Ἐκκλησιαστικός 40:24 ἀδελφοὶ καὶ βοήθεια εἰς καιρὸν θλίψεως, καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύσεται. Ἐκκλησιαστικός 40:25 χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδα, καὶ ὑπὲρ ἀμφότερα βουλὴ εὐδοκιμεῖται. Ἐκκλησιαστικός 40:26 χρήματα καὶ ἰσχὺς ἀνυψώσουσι καρδίαν, καὶ ὑπὲρ ἀμφότερα φόβος κυρίου· οὐκ ἔστιν ἐν φόβῳ κυρίου ἐλάττωσις, καὶ οὐκ ἔστι ζητῆσαι ἑαυτῷ βοήθειαν· Ἐκκλησιαστικός 40:27 φόβος Κυρίου ὡς παράδεισος εὐλογίας, καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν. Ἐκκλησιαστικός 40:28 τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς· κρεῖσσον ἀποθανεῖν ἢ ἐπαιτεῖν. Ἐκκλησιαστικός 40:29 ἀνὴρ βλέπων εἰς ἀλλοτρίαν τράπεζαν οὐκ ἔχει βίον ἐν λογισμῷ ζωῆς, ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις· ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος φυλάξεται. Ἐκκλησιαστικός 40:30 ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαίτησις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται. Ἐκκλησιαστικός 41:1 ὦ θάνατε, ὡς πικρόν σου τὸ μνημόσυνον ἀνθρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ, 181 2 ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσι καὶ ἔτι ἰσχύοντι ἐπιδέξασθαι τροφήν. ὦ θάνατε, καλόν σου τὸ κρίμα ἐστὶν ἀνθρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι, Ἐκκλησιαστικός 41:2 ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων καὶ ἀπειθοῦντι καὶ ἀπολωλεκότι τὴν ὑπομονήν. Ἐκκλησιαστικός 41:3 μὴ εὐλαβοῦ κρίμα θανατοῦ, μνήσθητι προτέρων σου καὶ ἐσχάτων· τοῦτο γὰρ τὸ κρίμα σῇ Ἐκκλησιαστικός 41:4 σαρκὶ παρὰ κυρίου, καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ Ὑψίστου; εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη, οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς. Ἐκκλησιαστικός 41:5 τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν, καὶ συναναστρεφόμενα παροικίαις ἀσεβῶν· Ἐκκλησιαστικός 41:6 τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχίζει ὄνειδος. Ἐκκλησιαστικός 41:7 πατρὶ ἀσεβεῖ μέμψεται τέκνα, ὅτι δι’ αὐτὸν ὀνειδισθήσονται. Ἐκκλησιαστικός 41:8 οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Ὑψίστου· Ἐκκλησιαστικός 41:9 ἐὰν γὰρ πληθυνθῆτε, εἰς ἀπώλειαν, καὶ ἐὰν γεννηθῆτε, εἰς κατάραν γεννηθήσεσθε, καὶ ἐὰν ἀποθάνητε, εἰς κατάραν μερισθήσεσθε. Ἐκκλησιαστικός 41:10 πάντα ὅσα ἐκ γῆς εἰς γῆν ἀπελεύσεται, οὕτως ἀσεβεῖς εἰς ἀπώλειαν. Ἐκκλησιαστικός 41:11 πένθος ἀνθρώπων ἐν σώμασιν αὐτῶν, ὄνομα δὲ ἀνθρώπων οὐκ ἀγαθὸν ἐξαλειφθήσεταί. Ἐκκλησιαστικός 41:12 φρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμένει ἢ χίλιοι θησαυροὶ μεγάλοι χρυσίου· Ἐκκλησιαστικός 41:13 ἀγαθῆς ζωῆς ἀριθμὸς ἡμερῶν, καὶ ἀγαθὸν ὄνομα εἰς αἰῶνας διαμένει. Ἐκκλησιαστικός 41:14 παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα· σοφία κεκρυμμένη καὶ θησαυρὸς ἀφανής, τίς ὠφέ- λεια ἐν ἀμφοτέροις ; Ἐκκλησιαστικός 41:15 κρείσσων ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ. Ἐκκλησιαστικός 41:16 τοιγαροῦν ἐντραπήσεται ἐπὶ τῷ ῥήματι μου· οὐ γάρ ἐστι πᾶσαν αἰσχύνην διαφυλάξαι καλόν, καὶ οὐ πάντα τοῖς πᾶσιν ἐν πίστει εὐδοκιμεῖται. 182 1 Ἐκκλησιαστικός 41:17 αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους, Ἐκκλησιαστικός 41:18 καὶ ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας, ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας· Ἐκκλησιαστικός 41:19 ἀπὸ κοινωνοῦ καὶ φίλου περὶ ἀδικίας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς, ἀπὸ ἀληθείας θεοῦ καὶ διαθήκης, καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ’ ἄρτοις· Ἐκκλησιαστικός 41:20 ἀπὸ σκορακισμοῦ λήψεως καὶ δόσεως, καὶ ἀπὸ ἀσπαζομένου περὶ σιωπῆς, ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας, καὶ ἀπὸ ἀποστροφῆς προσώπου ἀνθρώπου εὐγενοῦς· Ἐκκλησιαστικός 41:21 ἀπὸ ἀφαιρέσεως μερίδος καὶ δόσεως, καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου, ἀπὸ περιεργίας καὶ παιδίσκης, Ἐκκλησιαστικός 41:22 καὶ μὴ ἐπιστήσῃς ἐπὶ τὴν κοίτην αὐτῆς· Ἐκκλησιαστικός 42:1 ἀπὸ φίλου περὶ λόγων ὀνειδισμοῦ, καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε· καὶ ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς, καὶ ἀποκαλύψεως περὶ λόγων κρυφίων· καὶ ἔσῃ αἰσχυντηρὸς ἀληθινῶς, καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου. μὴ περὶ τούτων αἰσχυνθῇς, καὶ μὴ λάβης πρόσωπον τοῦ ἁμαρτάνειν· Ἐκκλησιαστικός 42:2 περὶ νόμου Ὑψίστου καὶ διαθήκης καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ, Ἐκκλησιαστικός 42:3 περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων, καὶ περὶ δόσεως κληρονομίας ἑταίρων, Ἐκκλησιαστικός 42:4 καὶ ἀκριβείας ζυγοῦ καὶ σταθμῶν· Ἐκκλησιαστικός 42:5 περὶ κτήσεως πολλῶν καὶ ὀλίγων, περὶ διαφόρου πράσεως ἐμπόρων καὶ περὶ παιδείας τέκνων πολλῆς, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι· Ἐκκλησιαστικός 42:6 ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σφραγίς, καὶ ὅπου χεῖρες πολλαὶ κλεῖσον· Ἐκκλησιαστικός 42:7 ἐὰν παραδιδῷς, ἐν ἀριθμῷ καὶ σταθμῷ, καὶ δόσις καὶ λῆψις πάντα ἐν γραφῇ· Ἐκκλησιαστικός 42:8 περὶ παιδείας ἀνοήτου καὶ μωροῦ καὶ ἐσχατογήρου κρινομένου πρὸς νέους· καὶ ἔσῃ πεπαιδευμένος 182 2 ἀληθινὸς καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος. Ἐκκλησιαστικός 42:9 θυγάτηρ πατρὶ ἀπόκρυφος ἀγρυπνία, καὶ ἡ μέριμνα αὐτῆς ἀφιστᾷ ὕπνον· καὶ ἐν νεότητι αὐτῆς μήποτε παρακμάσῃ, καὶ συνῳκηκυῖα μήποτε μισηθῇ· Ἐκκλησιαστικός 42:10 ἐν παρθενίᾳ μήποτε βεβηλωθῇ καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται· καὶ μετὰ ἀνδρὸς οὖσα μήποτε παραβῇ, καὶ συνῳκηκυῖα μήποτε στειρωθῇ. Ἐκκλησιαστικός 42:11 ἐπὶ θυγατρὶ ἀδιατρέπτῳ στερέωσον φυλακήν, μήποτε ποιήση σε ἐπίχαρμα τοῖς ἐχθροῖς, λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ, καὶ καταισχύνῃ σε ἐν πλήθει πολλῶν. Ἐκκλησιαστικός 42:12 παντὶ ἀνθρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει, καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε· Ἐκκλησιαστικός 42:13 ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σής, καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός. Ἐκκλησιαστικός 42:14 κρείσσων πονηρία ἀνδρὸς ἢ ἀγαθοποιὸς γυνή, γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν. Ἐκκλησιαστικός 42:15 μνησθήσομαι δὴ τὰ ἔργα κυρίου, καὶ ἃ ἑώρακα ἐκδιηγήσομαι· Ἐκκλησιαστικός 42:16 ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ, καὶ ἥλιος φωτίζων κατὰ πάντα ἐπέβλεψε, καὶ τῆς δόξης Κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ. Ἐκκλησιαστικός 42:17 οὐκ ἐνεποίησε τοῖς ἁγίοις κυρίου ἐκδιηγήσασθαι πάντα τὰ θαυμάσια αὐτοῦ, ἐστερέωσε κύριος παντοκράτωρ στηριχ- θῆναι ἐν δόξη αὐτοῦ τὸ πᾶν. Ἐκκλησιαστικός 42:18 ἄβυσσον καὶ καρδίαν ἐξίχνευσε, καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήθη· ἔγνω γὰρ ὁ ὕψιστος πᾶσαν εἴδησιν καὶ ἐνέβλεψεν εἰς σημεῖα αἰῶνος, Ἐκκλησιαστικός 42:19 ἀπαγγέλλων τὰ παρεληλυθότα καὶ τὰ ἐσόμενα, καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύφων. Ἐκκλησιαστικός 42:20 οὐ παρῆλθεν αὐτὸν πᾶν διανόημα, οὐκ ἐκρύβη ἀπ’ αὐτοῦ οὐδὲ εἷς λόγος· Ἐκκλησιαστικός 42:21 τὰ μεγαλεῖα διὰ τῆς σοφίας αὐτοῦ ἐκόσμησεν· 183 1 ὅς ἐστι πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, οὔτε προσετέθη οὔτε ἠλαττώθη, καὶ οὐ προσεδεήθη οὐδενὸς συμβούλου. Ἐκκλησιαστικός 42:22 ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιθυμητά, καὶ ἕως σπινθῆρός ἐστι θεωρῆσαι. Ἐκκλησιαστικός 42:23 πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει· Ἐκκλησιαστικός 42:24 πάντα δισσὰ ἓν κατέναντι τοῦ ἑνός, καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον· Ἐκκλησιαστικός 42:25 ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά, καὶ τίς πληθήσεται ὁρῶν δόξαν θεοῦ; Ἐκκλησιαστικός 43:1 γαυρίαμα ὕψους στερέωμα καθαριότητος, εἶδος οὐρανοῦ ἐν ὁράματι δόξης. Ἐκκλησιαστικός 43:2 ἥλιος ἐν ὀπτασίᾳ διαγγέλλων ἐν ἐνδόξῳ, σκεῦος θαυμαστόν, ἔργον Ὑψίστου· Ἐκκλησιαστικός 43:3 ἐν μεσημβρίᾳ αὐτοῦ ἀναξηραίνει χώραν, καὶ ἐναντίον καύματος αὐτοῦ τίς ὑποστήσεται; Ἐκκλησιαστικός 43:4 κάμινον φυσῶν ἐν ἔργοις καύματος, τριπλάσιον ἥλιος ἐκκαίων ὄρη· ἀτμίδας πυρώδεις ἐκφυσῶν, καὶ ἐκλάμπων ἀκτῖνας ἀμαυροῖ ὀφθαλμούς. Ἐκκλησιαστικός 43:5 μέγας Κύριος ὁ ποιήσας αὐτόν, καὶ ἐν λόγοις αὐτοῦ κατέπαυσε πορείαν. Ἐκκλησιαστικός 43:6 καὶ σελήνην ἐποίησεν εἰς στάσιν εἰς καιρὸν αὐτῆς, ἀνάδειξιν χρόνων καὶ σημεῖον αἰῶνος. Ἐκκλησιαστικός 43:7 καὶ ἀπὸ σελήνης σημεῖον ἑορτῆς, φωστὴρ μειούμενος ἐπὶ συντελείας· Ἐκκλησιαστικός 43:8 μὴν κατὰ τὸ ὄνομα αὐτῆς ἐστιν· αὐξανόμενος ἐθαυμάστωσεν ἀλλοιώσει, σκεῦος παρεμβολῶν ἐν ὕψει, ἐν στερεώματι οὐρανοῦ ἐκλάμπων· Ἐκκλησιαστικός 43:9 κάλλος οὐρανοῦ, δόξα ἄστρων, κόσμος φωτίζων ἐν ὑψίστοις κυρίου. Ἐκκλησιαστικός 43:10 ἐν λόγοις ἁγίου στήσονται κατάκριμα, καὶ οὐ μὴ ἐκκαυθῶσιν ἐν φυλακῇ αὐτῶν. Ἐκκλησιαστικός 43:11 ἴδε τόξον, καὶ εὐλόγησον τὸν ποιήσαντα αὐτό, σφόδρα ὡραῖον ἐν τῷ αὐγάσματι αὐτοῦ· Ἐκκλησιαστικός 43:12 ἐγύρωσεν οὐρανὸν ἐν κυκλώσει δόξης, χεῖρες Ὑψίστου ἐτάνυσαν αὐτό. Ἐκκλησιαστικός 43:13 προστάγματι αὐτοῦ κατέπαυσε χιόνα, 183 2 καὶ ταχύνει ἀστραπὰς κρίματος αὐτοῦ· Ἐκκλησιαστικός 43:14 διὰ τοῦτο ἠνεῴχθησαν θησαυροί, καὶ ἐξέπτησαν νεφέλαι ὡς πετεινά. Ἐκκλησιαστικός 43:15 ἐν μεγαλείῳ αὐτοῦ ἴσχυσαν νεφέλας, καὶ διεθρύβησαν λίθοι χαλάζης. Ἐκκλησιαστικός 43:16 φωνῇ βροντῆς αὐτοῦ ὠσίνησε γῆν, καὶ ἐν ὀπτασίᾳ αὐτοῦ σαλεύεται ὄρη· Ἐκκλησιαστικός 43:17 ἐν θελήματι αὐτοῦ πνεύσεται νότος καὶ καταιγὶς βορέου καὶ συστροφὴ πνεύματος. ὡς πετεινὰ καθιπτάμενα πάσσει χιόνα, καὶ ὡς ἀκρὶς καταλύουσα ἡ κατάβασις αὐτῆς· Ἐκκλησιαστικός 43:18 κάλλος λευκότητος αὐτῆς ἐκθαυμάσει ὀφθαλμός, καὶ ἐπὶ τοῦ ὑετοῦ αὐτοῦ ἐκστήσεται καρδία. Ἐκκλησιαστικός 43:19 καὶ πάχνην ὡς ἅλας ἐπὶ γῆν χέει, καὶ παγεῖσα γίνεται σκολόπων ἄκρα. Ἐκκλησιαστικός 43:20 ψυχρὸς ἄνεμος βορέας πνεύσει, καὶ παγήσεται κρύσταλλος ἀφ’ ὕδατος· ἐπὶ πᾶσαν συναγωγὴν ὕδατος καταλύσει, καὶ ὡς θώρακα ἐνδύσεται τὸ ὕδωρ. Ἐκκλησιαστικός 43:21 καταφάγεται ὄρη καὶ ἔρημον ἐκκαύσει, καὶ ἀποσβέσει χλόην ὡς πῦρ. Ἐκκλησιαστικός 43:22 ἴασις πάντων κατὰ σπουδὴν ὀμίχλη, δρόσος ἀπαντῶσα ἀπὸ καύσωνος ἱλαρώσει. Ἐκκλησιαστικός 43:23 λογισμῷ αὐτοῦ ἐκόπασεν ἄβυσσος, καὶ ἐφύτευσεν ἐν αὐτῇ Ἐκκλησιαστικός 43:24 νήσους. οἱ πλέοντες τὴν θάλασσαν διηγοῦνται τὸν κίνδυνον αὐτῆς, καὶ ἀκοαῖς ὠτίων ἡμῶν θαυμάζομεν· Ἐκκλησιαστικός 43:25 καὶ ἐκεῖ τὰ παράδοξα καὶ θαυμάσια ἔργα, ποικιλία παντὸς ζῴου, κρίσις κητῶν. Ἐκκλησιαστικός 43:26 καὶ δι’ αὐτὸν εὐοδοῖ ὁ ἄγγελος αὐτοῦ, καὶ ἐν λόγῳ αὐτοῦ σύγκειται τὰ πάντα. Ἐκκλησιαστικός 43:27 πολλὰ ἐροῦμεν καὶ οὐ μὴ ἐφικώμεθα, καὶ συντέλειαν λόγων αὐτός ἐστι τὸ πᾶν. δοξάζοντες ποῦ ἰσχύσομεν ; Ἐκκλησιαστικός 43:28 αὐτὸς γὰρ μέγας πάρα πάντα τὰ ἔργα αὐτοῦ. Ἐκκλησιαστικός 43:29 φοβερὸς Κύριος καὶ μέγας σφόδρα, καὶ θαυμαστὴ ἡ δυναστείααὐτοῦ. Ἐκκλησιαστικός 43:30 δοξάζοντες Κύριον ὑψώσατε καθ’ ὅσον 184 1 δύνασθε, ὑπερέξει γὰρ καὶ ἔτι· καὶ ὑψοῦντες αὐτὸν πληθύνατε ἐν ἰσχύι· μὴ κοπιᾶτε, οὐ γὰρ μὴ ἐφίκησθε. τίς ἑώρακεν αὐτὸν καὶ ἐκδιηγήσεται; Ἐκκλησιαστικός 43:31 κοὶ τίς μεγαλυνεῖ αὐτὸν καθώς ἐστι; Ἐκκλησιαστικός 43:32 πολλὰ ἀπόκρυφα ἐστὶ μείζονα τούτων, ὀλίγα ἑωράκαμεν τῶν ἔργων αὐτοῦ. Ἐκκλησιαστικός 43:33 πάντα γὰρ ἐποίησεν ὁ κύριος, ὁ κύριος, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν. Ἐκκλησιαστικός 44:1 Πατέρων ὕμνος. αἰνέσωμεν δὴ ἄνδρας ἐνδόξους καὶ τοὺς πατέρας ἡμῶν τῆ γενέσει. Ἐκκλησιαστικός 44:2 πολλὴν δόξαν ἔκτισεν ὁ κύριος ἐν αὐτοῖς, τῆ μεγαλωσύνῃ αὐτοῦ ἀπ’ αἰῶνος. Ἐκκλησιαστικός 44:3 κυριεύοντες ἐν ταῖς βασιλείαις αὐτῶν, καὶ ἄνδρες ὀνομαστοὶ ἐν δυνάμει· βουλεύοντες ἐν συνέσει αὐτῶν, ἀπηγγελκότες ἐν προφητείαις· Ἐκκλησιαστικός 44:4 ἡγούμενοι λαοῦ ἐν διαβουλίοις καὶ ἐν συνέσει γραμματείας λαοῦ· Ἐκκλησιαστικός 44:5 σοφοὶ λόγοι ἐν παιδείᾳ αὐτῶν· ἐκζητοῦντες μέλη μουσικῶν, καὶ διηγούμενοι ἔπη ἐν γραφῆ· Ἐκκλησιαστικός 44:6 ἄνδρες πλούσιοι κεχορηγημένοι ἐν ἰσχύι, εἰρηνεύοντες ἐν κατοικίαις αὐτῶν. Ἐκκλησιαστικός 44:7 πάντες οὗτοι ἐν γενεαῖς ἐδο- ξάσθησαν, καὶ ἐν ταῖς ἡμέραις αὐτῶν καύχημα. Ἐκκλησιαστικός 44:8 εἰσὶν αὐτῶν οἳ κατέλιπον ὄνομα, τοῦ ἐκδιηγήσασθαι ἐπαίνους, Ἐκκλησιαστικός 44:9 καὶ εἰσὶν ὧν οὐκ ἔστι μνημόσυνον, καὶ ἀπώλοντο ὡς οὐχ ὑπάρχοντες, καὶ ἐγένοντο ὡς οὐ γεγονότες καὶ τὰ τέκνα αὐτῶν μετ’ αὐτούς. Ἐκκλησιαστικός 44:10 ἀλλ’ ἢ οὗτοι ἄνδρες ἐλέους, ὧν αἱ δικαιοσύναι αὐτῶν οὐκ ἐπελήσθησαν· Ἐκκλησιαστικός 44:11 μετὰ τοῦ σπέρματος αὐτῶν διαμένει, ἀγαθὴ κληρονομία ἔκγονα αὐτῶν ἐν ταῖς διαθήκαις· Ἐκκλησιαστικός 44:12 ἐν διαθήκαις ἔστι τὸ σπέρμα αὐτῶν, καὶ τὰ τέκνα αὐτῶν δι’ αὐτούς, Ἐκκλησιαστικός 44:13 ἕως αἰῶνος μένει σπέρμα αὐτῶν, καὶ ἡ 184 2 δόξα αὐτῶν οὐκ ἐξαλειφθήσεται· Ἐκκλησιαστικός 44:14 τὰ σώματα αὐτῶν ἐν εἰρήνη ἐτάφη, καὶ τὸ ὄνομα αὐτῶν 30 Cod. καθόσον· ζῆ εἰς γενεὰν καὶ γενεάν· Ἐκκλησιαστικός 44:15 σοφίαν αὐτῶν διηγήσονται λαοί, καὶ τὸν ἔπαινον αὐτῶν ἐξαγγέλλει ἐκκλησία. Ἐκκλησιαστικός 44:16 ᾿Ενὼχ εὐηρέστησε Κυρίῳ θεῷ καὶ μετετέθη, ὑπόδειγμα μετανοίας ταῖς γενεαῖς. Ἐκκλησιαστικός 44:17 Νῶε εὑρέθη τέλειος δίκαιος, ἐν καιρῷ ὀργῆς ἐγένετο ἀντάλλαγμα· Ἐκκλησιαστικός 44:18 διὰ τοῦτο ἐγένετο ὁ κατακλυσμός, καὶ διαθῆκαι αἰῶνος ἐστάθησαν πρὸς αὐτόν, ἵνα μὴ ἐξαλειφθῇ κατακλυσμῷ πᾶσα σάρξ. Ἐκκλησιαστικός 44:19 ᾿Αβραὰμ μέγας πατὴρ πλήθους ἐθνῶν, καὶ οὐχ εὑρέθη ὅμοιος ἐν τῇ Ἐκκλησιαστικός 44:20 δόξῃ αὐτοῦ, ὃς συνετήρησε νόμον Ὑψίστου καὶ ἐγένετο ἐν διαθήκῃ μετ’ αὐτοῦ, ἐν σαρκὶ αὐτοῦ ἔστησε δια- θήκην, καὶ ἐν πειρασμῷ εὑρέθη πιστός· Ἐκκλησιαστικός 44:21 διὰ τοῦτο ἐν ὅρκῳ ἔστησεν αὐτῷ ἐνευλογεῖν ἔθνη ἐν σπέρματι αὐτοῦ, πληθύναι αὐτὸν ὡς χοῦν τῆς γῆς, καὶ κατακληρονομῆσαι αὐτοὺς ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμοῦ ἕως ἄκρου τῆς γῆς. Ἐκκλησιαστικός 44:22 καὶ ἐν τῷ ᾿Ισαᾶκ ἔστησεν οὕτως, διὰ ᾿Αβραὰμ τὸν πατέρα αὐτοῦ, εὐλογίαν πάντων ἀνθρώπων καὶ διαθήκην, Ἐκκλησιαστικός 44:23 καὶ κατέπαυσεν ἐπὶ κεφαλὴν ᾿Ιακώβ· ἐπέγνω αὐτὸν ἐν εὐλογίαις αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· καὶ δῖέ ’στειλε μερίδας αὐτοῦ, ἐν φυλαῖς αἷς ἐμέρισε δώδεκα· Ἐκκλησιαστικός 45:1 καὶ ἐξήγαγεν ἐξ αὐτοῦ ἄνδρα ἐλέους, εὑρίσκοντα (XLV) χάριν ἐν ὀφθαλμοῖς πάσης σαρκός, ἠγαπημένον ὑπὸ θεοῦ καὶ ἀνθρώπων, Μωσῆν οὗ τὸ μνημόσυνον ἐν εὐλογίαις· Ἐκκλησιαστικός 45:2 ὡμοίωσεν αὐτὸν δόξη ἁγίων καὶ ἐμεγάλυνεν αὐτὸν ἐν φόβοις ἐχθρῶν. Ἐκκλησιαστικός 45:3 ἐν λογίοις αὐτοῦ σημεῖα κατέπαυσε, καὶ ἐδόξασεν αὐτὸν κατὰ πρόσωπον βασιλέων· ἐνετείλατο αὐτῷ πρὸς λαὸν αὐτοῦ, καὶ ἔδειξεν αὐτῷ τῆς δόξης αὐτοῦ. Ἐκκλησιαστικός 45:4 ἐν πίστει καὶ πρᾳότητι αὐτοῦ ἡγίασεν αὐτόν, Ἐκκλησιαστικός 45:5 ἐξελέξατο αὐτὸν ἐκ πάσης σαρκός, ἠκούτισεν αὐτὸν τῆς 185 1 φωνῆς αὐτοῦ, καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν γνόφον, καὶ ἔδωκεν αὐτῷ κατὰ πρόσωπον ἐντολάς, νόμον ζωῆς καὶ ἐπιστήμης· ἐδίδαξε τὸν ᾿Ιακὼβ διαθήκην καὶ κρίματα αὐτοῦ τὸν ᾿Ισραήλ. Ἐκκλησιαστικός 45:6 ᾿Ααρῶν ἀνύψωσεν ἅγιον ὅμοιον αὐτῷ, ἀδελφὸν αὐτοῦ, ἐκ φυλῆς Λευί. Ἐκκλησιαστικός 45:7 ἔστησεν αὐτῶ διαθήκην αἰῶνος, καὶ ἔδωκεν αὐτῷ ἱερατείαν λαοῦ· ἐμακάρισεν αὐτὸν ἐν εὐκοσμίᾳ, καὶ περιέζωσεν αὐτὸν περιστολὴν δόξης. Ἐκκλησιαστικός 45:8 ἐνέδυσεν αὐτὸν συντέλειαν καυ- 23 Cod. μερίδος 3 αὐτὸν· caret υ χήατος, καὶ ἐστερέωσεν αὐτὸν ἐν σκεύεσιν ἰσχύος, Ἐκκλησιαστικός 45:9 περισκελῆ καὶ ποδήρη καὶ ἐπωμίδα, καὶ ἐκύκλωσεν αὐτὸν ῥοίσκοις, χρυσοῖς κώδωσι πλείστοις κυκλόθεν ἠχῆσαι φωνὴν ἐν βήμασιν αὐτοῦ, ἀκουστὸν ποιῆσαι ἦχον ἐν ναῷ καὶ εἰς μνημόσυνον υἱοῖς λαοῦ αὐτοῦ· στολῇ Ἐκκλησιαστικός 45:10 ἁγίᾳ, χρυσῷ καὶ ὑακίνθῳ καὶ πορφύρᾳ, ἔργῳ ποικιλτοῦ, λογείῳ κρίσεως, δήλοις ἀληθείας, κεκλωσμένῳ κόκκῳ, Ἐκκλησιαστικός 45:11 ἔργῳ τεχνίτου, λίθοις πολυτελέσι γλύμμασι σφραγῖδος, ἐν δέσει χρυσίου, ἔργῳ λιθουργοῦ, εἰς μνημόσυνον ἐν γραφῇ κεκολαμμένῃ κατὰ ἀριθμὸν υἱῶν ᾿Ισραήλ· Ἐκκλησιαστικός 45:12 στέφανον χρυσοῦν ἐπάνω κηδάρεως, ἐκτύπωμα σφραγῖδος ἁγιάσματος, καύχημα τιμῆς, ἔργα ἰσχύος, ἐπιθυμήματα ὀφθαλμῶν κοσμούμενα ὡραῖα. Ἐκκλησιαστικός 45:13 πρὸ αὐτοῦ οὐ γέγονε τοιαῦτα, καὶ ἕως αἰῶνος οὐκ ἐνεδύσατο ἀλλογενής, πλὴν τῶν υἱῶν αὐτοῦ μόνον, καὶ τὰ ἔκγονα αὐτοῦ διὰ παντός. Ἐκκλησιαστικός 45:14 θυσίαι αὐτῶν ὁλοκαρπωθήσονται καθ’ ἡμέραν ἐνδελεχῶς δίς. Ἐκκλησιαστικός 45:15 ἐπλήρωσε Μώσης τὰς χεῖρας αὐτοῦ, καὶ ἔχρισεν αὐτὸν ἐλαίῳ ἁγίῳ· ἐγενήθη αὐτῷ εἰς διαθήκην 185 2 αἰῶνος, καὶ τῷ σπέρματι αὐτοῦ ἐν ἡμέρᾳ οὐρανοῦ, λειτουργεῖν αὐτῷ ἅμα καὶ ἱερατεύειν, καὶ εὐλογεῖν τὸν λαὸν ἐν τῷ ὀνόματι αὐτοῦ. Ἐκκλησιαστικός 45:16 ἐξελέξατο αὐτὸν ἀπὸ παντὸς ζῶντος, προσαγαγεῖν κάρπωσιν κυρίῳ· θυμίαμα καὶ εὐωδίαν εἰς μνημόσυνον, ἐξιλάσκεσθαι περὶ τοῦ λαοῦ. Ἐκκλησιαστικός 45:17 ἔδωκεν αὐτῷ ἐντολὰς αὐτοῦ, ἐξουσίαν ἐν διαθήκαις κριμάτων, διδάξαι τὸν ᾿Ιακὼβ τὰ μαρτύρια, καὶ ἐν νόμῳ αὐτοῦ φωτίσαι τὸν ᾿Ισραήλ. Ἐκκλησιαστικός 45:18 ἐπισυνέστησαν αὐτῷ ἀλλότριοι καὶ ἐζήλωσαν αὐτὸν ἐν τῆ ἐρήμῳ, ἄνδρες οἱ περὶ Δαθὰν καὶ ᾿Αβειρὼν καὶ ἡ συναγωγὴ Κορὲ ἐν θυμῷ καὶ ὀργῇ. Ἐκκλησιαστικός 45:19 εἶδε κύριος καὶ οὐκ εὐδόκησε, καὶ συνετελέσθησαν ἐν θυμῷ ὀργῆς· ἐποίησεν ἐν αὐτοῖς τέρατα καταναλῶσαι ἐν πυρὶ φλογὸς αὐτούς· Ἐκκλησιαστικός 45:20 καὶ προσέθηκεν ᾿Ααρὼν δόξαν, καὶ ἔδωκεν αὐτῷ κληρονομίαν· ἀπαρχὴν πρωτογενημάτων ἐμέρισεν αὐτῷ, ἐν ἐν πρώτοις ἡτοίμασεν ἐν πλησμονῇ· 12 Cod. σφραγῖδος 13 Cod. διαπαντός 1 4 Cod. καθημέραν καὶ γὰρ θυσίας Κυρίου φάγωνται, Ἐκκλησιαστικός 45:21 ἃς ἔδωκεν αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ. Ἐκκλησιαστικός 45:22 πλὴν ἐν γῇ λαοῦ οὐ κληρονομήσει, καὶ μερὶς οὐκ ἔστιν αὐτῷ ἐν λαῷ· Ἐκκλησιαστικός 45:23 αὐτὸς γὰρ μερὶς αὐτοῦ κληρονομίας. καὶ Φινεὲς υἱὸς ᾿Ελεάζαρ τρίτος εἰς δόξαν, ἐν τῷ ζηλῶσαι αὐτὸν ἐν φόβῳ Κυρίου καὶ στῆναι αὐτὸν ἐν τροπῇ λαοῦ, ἐν ἀγαθότητι προθυμίας ψυχῆς αὐτοῦ· καὶ ἐξιλάσατο περὶ τοῦ ᾿Ισραήλ, διὰ τοῦτο ἔστη αὐτῷ διαθήκη εἰρήνης, Ἐκκλησιαστικός 45:24 προστάτην ἁγίων καὶ λαῷ αὐτοῦ, ἵνα αὐτῷ ἦ καὶ τῷ σπέρματι αὐτοῦ ἱερωσύνης μεγαλεῖον εἰς τὸν αἰῶνα. Ἐκκλησιαστικός 45:25 καὶ διαθήκην τῷ Δαυὶδ υἱῷ ἐκ φυλῆς Ἰούδα, κληρονομία βασιλέως υἱοῦ ἐξ υἱοῦ μόνου· κληρονομία ᾿Ααρὼν καὶ τῷ σπέρματι αὐτοῦ. Ἐκκλησιαστικός 45:26 δῴη ὑμῖν σοφίαν ἐν καρδίᾳ ὑμῶν, κρίνειν τὸν λαὸν 186 1 αὐτοῦ ἐν δικαιοσύνη, ἵνα μὴ ἀφανισθῇ τὰ ἀγαθὰ αὐτῶν, καὶ τὴν δόξαν αὐτοῦ εἰς γενεὰς αὐτῶν. Ἐκκλησιαστικός 46:1 κραταιὸς ἐν πολέμῳ Ἰησοῦς ὁ τοῦ Ναυῦ καὶ διάδοχος Μωσῆ ἐν προφητείαις, ὃς ἐγένετο κατὰ τὸ ὄνομα αὐτοῦ μέγας ἐπὶ σωτηρίᾳ ἐκλεκτῶν αὐτοῦ, ἐκδικῆσαι ἐπεγειρομένους ἐχθρούς, ὅπως κατακληρονομήσῃ τὸν ᾿Ισραήλ. Ἐκκλησιαστικός 46:2 ὡς ἐδοξάσθη ἐν τῷ ἐπᾶραι χεῖρας αὐτοῦ καὶ ἐν τῷ ἐκτεῖναι ῥομφαίαν ἐπὶ πόλεις. Ἐκκλησιαστικός 46:3 τίς πρότερος αὐτοῦ οὕτως ἔστη ; τοὺς γὰρ πολέμους Κυρίου αὐτὸς ἐπήγαγεν. Ἐκκλησιαστικός 46:4 οὐχὶ ἐν χειρὶ αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ μία ἡμέρα ἐγενήθη πρὸς δύο; Ἐκκλησιαστικός 46:5 ἐπεκαλέσατο τὸν ὕψιστον δυνάστην ἐν τῷ ἐκθλίψαι αὐτὸν ἐχθροὺς κυκλόθεν· καὶ ἐπήκουσεν αὐτοῦ μέγας Κύριος ἐν λίθοις χαλάζης δυνάμεως κραταιᾶς· Ἐκκλησιαστικός 46:6 κατέρραξεν ἐπὶ ἔθνη πόλεμον, καὶ ἐν καταβάσει ἀπώλεσεν ἀνθεστηκότας, ἵνα γνῶσιν ἔθνη πανοπλίαν αὐτῶν, ὅτι ἐναντίον κυρίου ὁ πόλεμος αὐτοῦ· Ἐκκλησιαστικός 46:7 καὶ γὰρ ἐπηκολούθησεν ὀπίσω Δυνάστου, καὶ ἐν ἡμέρᾳ Μώσεως ἑ ποίησεν ἔλεος, αὐτὸς καὶ Χαλὲβ υἱὸς ᾿Ιεφονῆ ἀντιστῆναι ἐναντίον ἐκκλησίας, κωλῦσαι λαὸν ἀπὸ ἁμαρτίας, καὶ κοπάσαι γογγυσμὸν 21 καἰ γαρ isdem litteris quibus tituli 2 ἐν Ι ο isdem litteris quibus tituli πονηρίας. Ἐκκλησιαστικός 46:8 καὶ αὐτοὶ δύο ὄντες διεσώθησαν ἀπὸ ἑξακοσίων χιλιάδων πεζῶν, Ἐκκλησιαστικός 46:9 εἰσαγαγεῖν αὐτοὺς εἰς κληρονομίαν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ ἔδωκεν ὁ κύριος τῷ Χαλὲβ ἰσχύν, καὶ ἕως γήρου διέμεινεν αὐτῷ, καὶ ἐπιβῆναι αὐτὸν ἐπὶ τὸ ὕψος τῆς γῆς, καὶ τὸ σπέρμα αὐτοῦ κατέσχε κληρονομίαν· Ἐκκλησιαστικός 46:10 ὅπως ἴδωσι πάντες οἱ υἱοὶ ᾿Ισραὴλ ὅτι καλὸν τὸ πορεύεσθαι 186 2 ὀπίσω τοῦ κυρίου. Ἐκκλησιαστικός 46:11 καὶ οἱ κριταί, ἕκαστος τῷ αὐτοῦ ὀνόματι, ὅσων οὐκ ἐξεπόρνευσεν ἡ καρδία καὶ ὅσοι οὐκ ἀπερτράφησαν ἀπὸ τοῦ κυρίου, καὶ τὸ μνημόσυνον αὐτῶν ἐν εὐλογίαις· Ἐκκλησιαστικός 46:12 τὰ ὀστᾶ αὐτῶν ἀναθάλοι ἐπὶ τοῦ τόπου αὐτῶν, καὶ τὸ ὄνομα αὐτῶν ἀντικαταλλασσόμενον ἐν υἱοῖς δεδοξασμένων αὐτῶν. Ἐκκλησιαστικός 46:13 ἠγαπημένος ὑπὸ Κυρίου αὐτοῦ Σαμουήλ, προφήτης κυρίου κατέστησε βασιλείας, καὶ ἔχρισεν ἄρχοντας ἐπὶ τὸν λαὸν αὐτοῦ· Ἐκκλησιαστικός 46:14 ἐν νόμῳ κυρίου ἔκρινε συναγωγήν, καὶ ἐπεσκέψατο κύριος τὸν ᾿Ιακώβ. Ἐκκλησιαστικός 46:15 ἐν πίστει αὐτοῦ ἠκριβάσθη προφήτης, καὶ ἐγνώσθη ἐν ῥήματι αὐτοῦ. Ἐκκλησιαστικός 46:16 καὶ ἐπεκαλέσατο τὸν κύριον δυνάστην, ἐν τῷ θλίψαι αὐτὸν ἐχθροὺς αὐτοῦ κυκλόθεν, ἐν προσφορᾷ ἀνδρὸς γαλαβηνοῦ. Ἐκκλησιαστικός 46:17 καὶ ἐβρόντησεν ἀπὸ οὐρανοῦ ὁ κύριος, καὶ ἐν ἤχῳ μεγάλῳ βροντῆς ἀκουστὴν ἐποίησε τὴν φωνὴν αὐτοῦ, Ἐκκλησιαστικός 46:18 καὶ ἐξέτριψεν ἡγουμένους Τυρίων καὶ πάντας ἄρχοντας Φυλιστιείμ. Ἐκκλησιαστικός 46:19 καὶ πρὸ καιροῦ κοιμήσεως αἰῶνος ἐπεμαρτύρατο ἔναντι κυρίου καὶ χριστοῦ αὐτοῦ· χρήματα καὶ ἕως ὑποδημάτων ἀπὸ πάσης σαρκὸς οὐκ εἴληφα· Ἐκκλησιαστικός 46:20 καὶ οὐκ ἐνεκάλεσεν αὐτῷ ἄνθρωπος. καὶ μετὰ τὸ ὑπνῶσαι αὐτὸν προεφήτευσε καὶ ὑπέδειξε βασιλεῖ τὴν τελευτὴν αὐτοῦ, καὶ ἀνύψωσεν ἐκ γῆς τὴν φωνὴν αὐτοῦ, ἐν προφητείᾳ ἐξαλεῖψαι ἀνομίαν λαοῦ. Ἐκκλησιαστικός 47:1 καὶ μετὰ τοῦτο ἀνέστη Νάθαν ὁ προφήτης (XLVII) ἐν ἡμέραις Δαυίδ. Ἐκκλησιαστικός 47:2 ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυὶδ ἀπὸ υἱῶν ᾿Ισραήλ. Ἐκκλησιαστικός 47:3 ἐν λέουσιν λέουσιν ὡς ἐν ἐρίφοις, καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων. Ἐκκλησιαστικός 47:4 ἐν νεότητι αὐτοῦ ἀπέκτεινε γίγαντα, καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ· καὶ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ, ἐπεκαλέσατο γὰρ κύριον ὕψιστον, Ἐκκλησιαστικός 47:5 3 Cod. ἄρνασι καὶ ἔδωκεν ἐν τῆ δεξιᾷ αὐτοῦ κράτος, ἐξᾶραι ἄνθρωπον δυνατὸν ἐν πολέμῳ, ἀνυψῶσαι κέρας λαοῦ αὐτοῦ. 187 1 Ἐκκλησιαστικός 47:6 οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν, καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου, ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης· Ἐκκλησιαστικός 47:7 ἐξέτριψε γὰρ ἐχθροὺς κυκλόθεν, καὶ ἐξουδένωσε Φυλιστιεὶμ τοὺς ὑπεναντίους, ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας· Ἐκκλησιαστικός 47:8 ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν· ἁγίῳ Ὑψίστῳ ῥήματι δόξης ἐν πάση καρδίᾳ αὐτοῦ ὕμνησε*. Ἐκκλησιαστικός 47:9 καὶ ἔστησε ψαλμῳδοὺς κατέναντι θυσιαστηρίου, καὶ ἐξήχους αὐτοῦ γλυκαίνειν μέλη, καὶ καθ’ ἡμέραν αἰνέσουσιν ἐν ᾠδαῖς αὐτῶν. Ἐκκλησιαστικός 47:10 ἔδωκεν ἐν ταῖς ἑορταῖς εὐπρέπειαν, καὶ ἐκόσμησε καιροὺς μέχρι συντελείας, ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον αὐτοῦ ὄνομα, καὶ ἀπὸ πρωίας ἠχεῖν τὸ ἁγίασμα αὐτοῦ. Ἐκκλησιαστικός 47:11 κύριος ἀφεῖλε τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἀνύψωσεν εἰς αἰῶνας τὸ κέρας αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλείας καὶ θρόνον δόξης ἐν τῷ ᾿Ισραήλ. Ἐκκλησιαστικός 47:12 μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων, καὶ δι’ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ. Ἐκκλησιαστικός 47:13 Σολομῶν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης καὶ ἐδοξάσθη, ὡς ὁ θεὸς κατέπαυσε κυκλόθεν αὐτοῦ, ἵνα στήσῃ οἶκον ἐπ’ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα. Ἐκκλησιαστικός 47:14 ὡς ἐσοφίσθη ἐν νεότητι αὐτοῦ καὶ ἐνεπλήσθη ὡς ποταμὸς συνέσεως. Ἐκκλησιαστικός 47:15 γῆν ἐπεκάλυψεν ἡ ψυχή σου πᾶσαν, καὶ ἐνέπλησε παραβολαῖς αἰνιγμάτων· Ἐκκλησιαστικός 47:16 εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγάπησεν ἐν τῇ εἰρήνῃ σου· Ἐκκλησιαστικός 47:17 ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἑρμηνείαις ἀπεθαύμασαν αἱ χῶραι· Ἐκκλησιαστικός 47:18 ἐν ὀνόματι κυρίου τοῦ θεοῦ πάσης τῆς γῆς τοῦ ἐπικαλεσαμένου σου θεοῦ ᾿Ισραήλ· συνήγαγες ὡς κασσίτηρον τὸ χρυσίον, καὶ ὡς μόλυβον ἐπλήθυνας τὸ ἀργύριον. Ἐκκλησιαστικός 47:19 παρενέκλινας τὰ σπλάγχνα σὺν γυναιξί, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου. Ἐκκλησιαστικός 47:20 ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας 187 2 τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου, καὶ κατανυγῆναι ἐπὶ τῆ ἀφροσύνη σου, Ἐκκλησιαστικός 47:21 γενέσθαι δίχα τυραννίδος καὶ ἐξ Ἐφραὶμ ἄρξαι βασιλείαν ἀπειθῆ. 8 Cod. marg. καἰ ἠγάπησε τὸν ποιήσαντα αὐτόν 9 Cod. καθημέραν Ἐκκλησιαστικός 47:22 ὁ δὲ κύριος ἰὸς οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδ’ οὐ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ ᾿Ιακὼβ ἔδωκε κατάλειμμα, καὶ τῷ Δαυὶδ ἐξ αὐτοῦ ῥίζαν. Ἐκκλησιαστικός 47:23 καὶ ἀνεπαύσατο Σολομῶν μετὰ τῶν πατέρων, καὶ κατέλιπε μετ’ αὐτὸν ἀπὸ τοῦ σπέρματος αὐτοῦ, λαοῦ ἀφροσύνην καὶ ἐλαττούμενον συνέσει, ᾿Ροβοάμ, ὃς ἀπ’ ἔστησε λαὸν ἐκ βουλῆς αὐτοῦ, καὶ ῾Ιεροβοὰμ υἱὸς Ναβὰτ ὃς ἐξήμαρτε τὸν ᾿Ισραήλ, Ἐκκλησιαστικός 47:24 καὶ ἔδωκε τῷ ᾿Εφραὶμ ὁδὸν ἁμαρτίας, καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς, Ἐκκλησιαστικός 47:25 ἕως ὀργὴ καὶ ἐκδίκησις ἔλθῃ ἐπ’ αὐτούς. Ἐκκλησιαστικός 48:1 καὶ ἀνέστη ᾿Ηλίας προφήτης ὡς πῦρ, καὶ ὁ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο. Ἐκκλησιαστικός 48:2 ὃς ἐπήγαγεν ἐπ’ αὐτοὺς λιμὸν ἰσχυρόν, καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς. Ἐκκλησιαστικός 48:3 ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν, καὶ κατήγαγε τρὶς πῦρ ἐξ οὐρανοῦ. Ἐκκλησιαστικός 48:4 ὡς ἐδοξάσθης, ᾿Ηλία, ἐν τοῖς θαυμασίοις σου· καὶ τίς ὅμοιός σοι καυχᾶσθαι; Ἐκκλησιαστικός 48:5 ὁ ἐγείρας νεκρὸν ἐκ θανάτου καὶ ἐξ ᾅδου ψυχὴν ἐν λόγῳ Ὑψίστου· Ἐκκλησιαστικός 48:6 καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν. Ἐκκλησιαστικός 48:7 ὁ ἀκούων ἐν Σινᾶ ἐλεγμὸν κυρίου καὶ ἐν Χωρὴβ κρίματα ἐκδικήσεως. Ἐκκλησιαστικός 48:8 ὁ χρίων βασιλεῖς εἰς ἀνταπόδομα, καὶ προφήτας διαδόχους μετ’ αὐτόν. Ἐκκλησιαστικός 48:9 ὁ ἀναληφθεὶς ἐν λαίλαπι πυρός, ἐν ἅρματι ἵππων πυρίνων· Ἐκκλησιαστικός 48:10 ὁ καταγραφεὶς ἐλεγμοὺς εἰς καιρούς, κοπάσαι ὀργὴν κρίσεως κυρίου πρὸς θυμόν, ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καταστῆσαι φυλὰς ᾿Ιακώβ. Ἐκκλησιαστικός 48:11 μακάριοι οἱ ἰδόντες σε καὶ οἱ ἐν 188 1 ἀγαπήσει κεκοιμημένοι, καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεθα. Ἐκκλησιαστικός 48:12 ᾿Ηλίας ὃς ἐσκεπάσθη ἐν λαίλαπι· καὶ ᾿Ελισσαιὲ ἐνεπλήσθη πνεύματος ἁγίου, καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύθη ἀπὸ ἀρχόντων, καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς. Ἐκκλησιαστικός 48:13 πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν, καὶ ἐν κοιμήσει προεφήτευσε τὸ σῶμα αὐτοῦ· Ἐκκλησιαστικός 48:14 καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησε τέρατα, καὶ ἐν τῆ τελευτῇ αὐτοῦ θαυμάσια τὰ ἔργα αὐτοῦ. Ἐκκλησιαστικός 48:15 ἐν πᾶσι τούτοις οὐ μετενόησεν ὁ λαός, καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν, ἕως προενομεύθησαν ἀπὸ τῆς γῆς αὐτῶν καὶ διεσκορπίσθησαν ἐν πάσῃ τῇ γῇ, καὶ κατελείφθη ὁ λαὸς ὀλιγοστός, καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυίδ· Ἐκκλησιαστικός 48:16 τινὲς μὲν ἐποίησαν αὐτῶν τὸ ἀρεστόν, τινὲς δὲ ἐπλήθυναν ἁμαρτίας. Ἐκκλησιαστικός 48:17 ᾿Εζεκίας ὠχύρωσε τὴν πόλιν αὐτοῦ, καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ· ὤρυξεν ἐν σιδήρῳ ἀκρότομον, καὶ ᾠκοδόμησε κρήνας εἰς ὕδατα. Ἐκκλησιαστικός 48:18 ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηρεὶμ καὶ ἀπέστειλε τὸν ῥαψάκην ἐκ Λαχεῖς καὶ ἀπῆρε χεῖρα αὐτοῦ ἐπὶ Σιῶν, καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηφανίᾳ αὐτοῦ. Ἐκκλησιαστικός 48:19 τότε ἐσαλεύθησαν καρδίαι καὶ χεῖρες αὐτῶν, καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι· Ἐκκλησιαστικός 48:20 καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα, ἐκπετάσαντες χεῖρας αὐτῶν πρὸς αὐτόν. καὶ ὁ ἅγιος ἐξ οὐρανοῦ ἐπήκουσεν αὐτῶν, καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ ῾Ησαίου. Ἐκκλησιαστικός 48:21 ἐπάταξε τὴν παρεμβολὴν τῶν ᾿Ασσυρίων, καὶ ἐξέτριψεν αὐτοὺς ὁ ἄγγελος αὐτοῦ. Ἐκκλησιαστικός 48:22 ἐποίησε γὰρ ᾿Εζεκίας τὸ ἀρεστὸν κυρίου καὶ ἐνίσχυσεν ὁδοῖς Δαυῖδ τοῦ πατρὸς αὐτοῦ, ὡς ἐνετείλατο Ἠσαίας ὁ προφήτης ὁ μέγας καὶ σεπτὸς ἐν ὁράσει αὐτοῦ. Ἐκκλησιαστικός 48:23 ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ὁ ἥλιος, καὶ προσέθηκε ζωὴν βασιλεῖ. Ἐκκλησιαστικός 48:24 πνεύματι μεγάλῳ εἶδε τὰ ἔσχατα, καὶ παρεκάλεσε τοὺς πενθοῦντας ἐν Σιῶν· Ἐκκλησιαστικός 48:25 ἕως τοῦ αἰῶνος ὑπέδειξε τὰ ἐσόμενα καὶ τὰ ἀπόκρυφα πρὶν ἢ παραγενέσθαι αὐτά. Ἐκκλησιαστικός 49:1 μνημόσυνον ᾿Ιωσίου εἰς σύνθεσιν θυμιάματος, ἐσκευασμένῳ ἔργῳ μυρεψοῦ· ἐν παντὶ στόματι ὡς μέλι γλυκανθήσεται, καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου. Ἐκκλησιαστικός 49:2 αὐτὸς κατευθύνθη ἐν ἐπιστροφῇ λαοῦ, καὶ ἐξῆρε βδελύγματα ἀνομίας. Ἐκκλησιαστικός 49:3 κατεύθυνε πρὸς κύριον τὴν καρδίαν αὐτοῦ, ἐν ἡμέραις ἀνόμων κατίσχυσε τὴν εὐσέβειαν. Ἐκκλησιαστικός 49:4 πάρεξ Δαυῖδ καὶ ᾿Εζεκίου καὶ ᾿Ιωσίου, πάντες πλημμέλειαν ἐπλημμέλησαν· κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου, οἱ βασιλεῖς Ἰούδα ἐξέλιπον. Ἐκκλησιαστικός 49:5 ἔδωκε τὸ κέρας αὐτῶν ἑτέροις καὶ τὴν δόξαν αὐτῶν ἔθνει ἀλλοτρίῳ· Ἐκκλησιαστικός 49:6 ἐνέπρησαν ἐκλεκτὴν πόλιν ἁγιάσματος, καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς ἐν χειρὶ ῾Ιερεμίου, Ἐκκλησιαστικός 49:7 ἐκάκωσαν ὦσαν γὰρ αὐτόν. καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσθη προφήτης, ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν, ὡσαύτως οἰκοδομεῖν καὶ καταφυτεύειν· Ἐκκλησιαστικός 49:8 ᾿Ιεζεκιήλ, ὃς εἶδεν ὅρασιν δόξης, ἣν ὑπέδειξεν αὐτῷ ἐφ’ ἅρματος 25 Cod. πρινὴ 2 Cod. ἐξῆρε χερουβίμ. Ἐκκλησιαστικός 49:9 καὶ γὰρ ἐμνήσθη τῶν ἐχθρῶν ἐν ὄμβρῳ, καὶ κατώρθωσε τοὺς εὐθύνοντας ὁδούς. Ἐκκλησιαστικός 49:10 καὶ τῶν δώδεκα προφητῶν εἴη τὸ μνημόσυνον ἐν εὐλογίαις. Ἐκκλησιαστικός 49:11 πῶς μεγαλύνομεν τὸν Ζοροβάβελ; καὶ αὐτὸς ὡς σφραγὶς ἐπὶ δεξιᾶς χειρός· οὕτως Ἰησοῦς υἱὸς ᾿Ιωσεδέκ· Ἐκκλησιαστικός 49:12 οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ ἡτοιμασμένον εἰς δόξαν αἰῶνος. Ἐκκλησιαστικός 49:13 καὶ ἐν ἐκλεκτοῖς ἦν Νεεμίας, οὗ ἐπὶ πολὺ τὸ μνημόσυνον αὐτοῦ, τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα, καὶ στήσαντος πύλας καὶ μοχλούς, καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν. Ἐκκλησιαστικός 49:14 οὐδεὶς ἐκτίσθη τοιοῦτος ἐπὶ τῆς γῆς, οἷος ᾿Ενώχ, καὶ γὰρ ἀνελήφθη ἀπὸ τῆς γῆς· 189 1 Ἐκκλησιαστικός 49:15 οὐδὲ ὡς ᾿Ιωσὴφ ἐγεννήθη ἀνήρ, ἡγούμενος ἀδελφῶν, στήριγμα λαοῦ, καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπη ὑπὸ κυρίου. Ἐκκλησιαστικός 50:1 Σῆμ’ καὶ Σὴθ ἐν ἀνθρώποις ἐδοξάσθησαν καὶ ὑπὲρ πᾶν ἐν τῇ κτίσει ᾿Αδάμ. Σίμων ὁ ᾿Ονίου ὁ ἱερεὺς ὁ μέγας, ὃς ἐν τῆ ζωῇ αὐτοῦ ὑπέρραψεν οἶκον, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐστερέωσε λαόν. Ἐκκλησιαστικός 50:2 καὶ ἐπ’ αὐτῷ ἐθεμελιώθη ὕψος διπλοῦν, ἀνάλημμα ὑψηλὸν περίβολον ἱεροῦ. Ἐκκλησιαστικός 50:3 ἐν ἡμέραις αὐτοῦ ἠλαττώθη δοχεῖα ὑδάτων, χαλκὸς ὡσεὶ θαλάσσης τὸ περίμετρον· Ἐκκλησιαστικός 50:4 ὁ φροντίζων τοῦ λαοῦ αὐτοῦ ἀπὸ πτώσεως, καὶ ἐνισχύσας πόλιν καὶ πολιορκήσας. Ἐκκλησιαστικός 50:5 ἐδοξάσθης ἐν περιστροφῇ λαοῦ, ἐν ἐξόδῳ οἴκου καταπετάσματος. Ἐκκλησιαστικός 50:6 ὡς ἀστὴρ ἑωθινὸς ἐν μέσῳ νεφελῶν, ὡς σελήνη πλήρης ἐν ἡμέραις αὐτῆς, καὶ ὡς τόξον φωτίζον νε- φέλας δόξης· Ἐκκλησιαστικός 50:7 ὡς ἥλιος ἐκλάμπων ἐπὶ ναὸν Ὑψίστου, ὡς ὄνθος ῥόδων ἐν ἡμέραις νέων· Ἐκκλησιαστικός 50:8 ὡσεὶ κρίνα ἐπ’ ἐξόδῳ ὕδατος, ὡς βλαστὸς λιβάνου ἐν ἡμέραις θέρους· Ἐκκλησιαστικός 50:9 ὡς πῦρ καὶ λίβανος ἐπὶ πυρείου· ὡς σκεῦος χρυσίου ὁλοσφύρατον κεκοσμημένον παντὶ λίθῳ πολυτελεῖ· Ἐκκλησιαστικός 50:10 ὡς ἐλαία εὐπρεπὴς ἀναθάλλουσα καρπούς, καὶ ὡς κυπάρισσος ὑψουμένη νεφέλαις. Ἐκκλησιαστικός 50:11 ἐν τῷ ἀναλαμβάνειν αὐτὸν στολὴν δόξης, καὶ ἐνδιδύσκεσθαι αὐτὸν συντέλειαν καυχήματος· ἐν ἀναβάσει θυσιαστηρίου ἁγίου, ἐδόξασε περιβολὴν ἁγιάσματος· Ἐκκλησιαστικός 50:12 ἐν δὲ τῷ δέχεσθαι μέλη ἐκ χειρὸς ἱερέων, καὶ αὐτὸς ἑστὼς παρ’ ἐσχάραν βωμοῦ, κυκλόθεν αὐτοῦ στέφανος ἀδελφῶν, ὡς βλάστημα κέδρων ἐν τῷ Λιβάνῳ, καὶ ἐκύκλωσαν αὐτὸν ὡς στελέχη φοινίκων, καὶ πάντες οἱ υἱοὶ ᾿Ααρὼν ἐν δόξη αὐτῶν, Ἐκκλησιαστικός 50:13 13 Cod. ἐπιπολὺ καὶ προσφορὰ κυρίου ἐν χερσὶν αὐτῶν ἔναντι πάσης ἐκκλησίας ᾿Ισραήλ, καὶ συντέλειαν λειτουργῶν ἐπὶ βωμοῦ, Ἐκκλησιαστικός 50:14 κοσμῆσαι προσφορὰν Ὑψίστου παντοκράτορος· Ἐκκλησιαστικός 50:15 ἐξέτεινεν ἐπὶ σπονδείου χεῖρας αὐτοῦ, καὶ ἔσπεισεν ἐξ αἵματος σταφυλῆς, ἐξέχεεν ἐπὶ θεμέλια θυσιαστηρίου ὀσμὴν εὐωδίας 189 2 Ὑψίστῳ παμβασιλεῖ. Ἐκκλησιαστικός 50:16 τότε ἀνέκραγον οἱ υἱοὶ ᾿Ααρών, ἐν σάλπιγξιν ἐλαταῖς ἤχησαν, ἀκουστὴν ἐποίησαν φωνὴν μεγάλην εἰς μνημόσυνον ἔναντι Ὑψίστου. Ἐκκλησιαστικός 50:17 τότε πᾶς ὁ λαὸς κοινῇ κατέσπευσε, καὶ ἔπεσον ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, προσκυνῆσαι τῷ κυρίῳ αὐτῶν παντοκράτορι θεῷ ὑψίστῳ· Ἐκκλησιαστικός 50:18 καὶ ἤνεσαν οἱ ψαλμῳδοὶ φωναῖς αὐτῶν, ἐν πλείστῳ ἤχῳ ἐγλυκάνθη μέλος· καὶ ἐδεήθη ὁ λαὸς κυρίου ὑψίστου ἐν προσευχῇ Ἐκκλησιαστικός 50:19 κατέναντι τοῦ ἐλεήμονος, ἕως συνετελέσθη ὁ κόσμος κυρίου καὶ τὴν λειτουργίαν αὐτοῦ ἐτελείωσαν. Ἐκκλησιαστικός 50:20 τότε καταβὰς ἐπῆρε χεῖρας αὐτοῦ ἐπὶ πάσαν ἐκκλησίαν υἱῶν ᾿Ισραήλ, δοῦναι εὐλογίαν κυρίου ἐκ χειλέων αὐτοῦ, καὶ ἐν ὀνόματι αὐτοῦ καυχήσασθαι· Ἐκκλησιαστικός 50:21 καὶ ἐδευτέρωσαν ἐν προσκυνήσει ἐπιδέξασθαι τὴν εὐλογίαν παρὰ Ὑψίστου. Ἐκκλησιαστικός 50:22 καὶ νῦν εὐλογήσατε τὸν θεὸν πάντων τὸν μεγάλα ποιοῦντα μόνον πάντη, τὸν ὑψοῦντα ἡμέρας ἡμῶν ἐκ μήτρας καὶ ποιοῦντα μεθ’ ἡμῶν κατὰ τὸν ἔλεον αὐτοῦ· Ἐκκλησιαστικός 50:23 καὶ γενέσθαι εἰρήνην ἐν ἡμέραις ἡμῶν, ἐν ᾿Ισραὴλ κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, ἐμπιστεῦσαι μεθ’ ἡμῶν τὸν ἔλεον αὐτοῦ, Ἐκκλησιαστικός 50:24 καὶ ἐν ταῖς ἡμέραις ἡμῶν λυτρωσάσθω ἡμᾶς. Ἐκκλησιαστικός 50:25 ἐν δυσὶν ἔθνεσι προσώχθισεν ἡ ψυχή μου, καὶ τὸ τρίτον οὐκ ἔστιν ἔθνος· Ἐκκλησιαστικός 50:26 οἱ καθήμενοι ἐν ὄρει Σαμαρείας, καὶ ἄνδρες οἱ κατοικουντες Φυλιστιείμ, καὶ λαὸς μωρὸς ὁ κατοικῶν ἐν Σικίμοις. Ἐκκλησιαστικός 50:27 παιδείαν συνέσεως καὶ ἐπιστήμης ἐχάραξα ἐν τῷ βιβλίῳ τούτῳ, Ἰησοῦς ὁ υἱὸς Σιρὰχ ὁ ῾Ιεροσολυμίτης, ὃς ἀνώμβρισε σοφίαν ἀπὸ καρδίας. Ἐκκλησιαστικός 50:28 μακάριος ὃς ἐν τούτοις ἀναστραφήσεται, καὶ ὁ θεὶς αὐτὰ ἐπὶ καρδίαν ἑαυτοῦ σοφισθήσεται· Ἐκκλησιαστικός 50:29 ἐὰν γὰρ ποιήση αὐτά, πρὸς πάντα ἰσχύσει· ὅτι φῶς Κυρίου τὸ ἴχνος αὐτοῦ, καὶ τοῖς εὐσεβέσιν ἔδωκε σοφίαν. εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο γένοιτο. Ἐκκλησιαστικός 51:1 Προσευχὴ Ἰησοῦ υἱοῦ Σιράχ. ἐξομολογήσομαί σοι, κύριε βασιλεῦ, καὶ αἰνέσω σε θεὸν τὸν σωτῆρά μου, Ἐκκλησιαστικός 51:2 ἐξομολογοῦμαι τῷ ὀνόματί σου, ὅτι σκεπαστὴς καὶ βοηθὸς ἐγένου μοι, καὶ ἐλυτρώσω τὸ σῶμά μου ἐξ ἀπωλείας καὶ ἐκ παγίδος διαβολῆς γλώσσης, ἀπὸ χειλέων ἐργαζομένων ψεῦδος, καὶ ἔναντι τῶν ἀνθεστηκότων μοι ἐγένου βοηθός, καὶ ἐλυτρώσω με κατὰ τὸ πλῆθος τοῦ ἐλέους τοῦ ὀνόματός σου ἐκ βρυγμῶν ἕτοιμον εἰς βρῶμα· Ἐκκλησιαστικός 51:3 ἐκ χειρὸς ζητούντων τὴν ψυχήν μου, ἐκ πλείονων θλίψεων ὧν ἔσχον, Ἐκκλησιαστικός 51:4 ἀπὸ πνιγμοῦ πυρὸς κυκλόθεν· Ἐκκλησιαστικός 51:5 ἐκ μέσου πυρὸς οὐκ ἐξέκαυσα καὶ ἐκ βάθους κοιλίας καὶ ἀπὸ γλώσσης ἀκαθάρτου καὶ ἐκ λόγου ψευδοῦς. Ἐκκλησιαστικός 51:6 βασιλεῖ διαβολὴ ἐκ γλώσσης ἀδίκου· ἤγγισεν ἕως θανάτου ἡ ψυχή μου, καὶ ἡ ζωή μου ἦν σύνεγγυς ᾅδου κατωτάτου· Ἐκκλησιαστικός 51:7 περιέσχον με πάντοθεν καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐνέβλεπον εἰς ἀντίληψιν ἀνθρώπων, καὶ οὐκ ἦν· Ἐκκλησιαστικός 51:8 καὶ ἐμνήσθην τοῦ ἐλέους σου, Κύριε, καὶ τῆς ἐργασίας ταύτης ἀπ’ αἰῶνος· ὅτι ἐξαιρῇ τοὺς ὑπομένοντάς σε, καὶ σώζεις αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν. Ἐκκλησιαστικός 51:9 καὶ ἀνύψωσα ἀπὸ ὀργῆς ἱκετείαν μου καὶ ὑπὲρ θανάτου ῥύσεως ἐδεήθην· Ἐκκλησιαστικός 51:10 καὶ ἐπεκαλεσάμην κύριον πατέρα κυρίου μου, μὴ ἐγκαταλίπῃ με ἐν ἡμέρᾳ θλίψεως, ἐν καιρῷ ὑπερηφάνων ἀβοηθησίας. Ἐκκλησιαστικός 51:11 αἰνέσω τὸ ὄνομά σου ἐνδελεχῶς, καὶ ὑμνήσω σε ἐν ἐξομολογήσει· Ἐκκλησιαστικός 51:12 λογήσει· καὶ εἰσηκούσθη ἡ δέησίς μου· ἔσωσας γὰρ ἡμᾶς ἐξ ἀπωλείας, καὶ ἐξείλου με ἐκ καιροῦ πονηροῦ· διὰ τοῦτο ἐξομολογήσομαι καὶ αἰνέσω σε καὶ εὐλογήσω τὸ ὄνομά σου, κύριε. Ἐκκλησιαστικός 51:13 ἔτι ὢν νεώτερος πρὶν ἢ πλανηθῆναί με ἐζήτησα σοφίαν προφανῶς ἐν προσευχῇ μου· Ἐκκλησιαστικός 51:14 ἔναντι λαοῦ ἠξίουν περὶ αὐτῆς, καὶ ἕως ἐσχάτου ἐκζητήσω αὐτήν· Ἐκκλησιαστικός 51:15 ἐξ ὄνθους ὡς περκαζούσης σταφυλῆς εὐφράνθη 190 2 ἡ καρδία μου ἐν αὐτῇ· ἐπέβη ὁ πούς μου ἐν εὐθύτητι, ἐκ νεότητός μου ἴχνευον αὐτήν· Ἐκκλησιαστικός 51:16 ἔκλινα τὸ οὖς μου ὀλίγον καὶ ἐδεξάμην, καὶ πολλὴν εὗρον ἐμαυτῷ παιδείαν· Ἐκκλησιαστικός 51:17 προκοπὴ ἐγένετό μοι ἐν αὐτῇ· τῷ διδόντι μοι σοφίαν δώσω δύναμιν. 14 Incertum an ναοῦ διενοήθην γὰρ τοῦ ποιῆσαι αὐτήν, κοὶ ζηλῶσαι τὸ ἀγαθόν, Ἐκκλησιαστικός 51:18 κοὶ οὐ μὴ αἰσχυνθῶ. Ἐκκλησιαστικός 51:19 διαμεμάχηται ἡ ψυχή μου ἐν αὐτῇ, καὶ ἐν ποιήσει λιμοῦ διηκριβωσάμην· τὰς χεῖράς μου ἐξεπέτασα πρὸς ὕψος, καὶ τὰ ἀγνοήματα αὐτῆς ἐπενόησα· Ἐκκλησιαστικός 51:20 τὴν ψυχήν μου κατεύθυνα εἰς αὐτήν, καὶ ἐν καθαρισμῷ εὗρον αὐτήν· καρδίαν ἐκτησάμην μετ’ αὐτῆς ἀπ’ ἀρχῆς, διὰ τοῦτο οὐ μὴ ἐγκαταλειφθῶ. Ἐκκλησιαστικός 51:21 καὶ ἡ καρδία μου ἐταράχθη ζητῆσαι αὐτήν. Ἐκκλησιαστικός 51:22 διὰ τοῦτο ἐκτησάμην ἀγαθὸν κτῆμα· ἔδωκε Κύριος γλῶσσαν μισθόν μου, καὶ ἐν αὐτῇ αἰνέσω αὐτόν. Ἐκκλησιαστικός 51:23 ἐγγίσατέ μοι, ἀπαίδευτοι, καὶ αὐλίσθητε ἐν οἴκῳ παιδείας· Ἐκκλησιαστικός 51:24 διότι διότι ἢ τί λέγετε ἐν τούτοις, καὶ αἱ ψυχαὶ ὑμῶν διψῶσι σφόδρα; Ἐκκλησιαστικός 51:25 ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα· κτήσασθε ἑαυτοῖς ἄνευ ἀργυρίου· Ἐκκλησιαστικός 51:26 τὸν τράχηλον ὑμῶν ὑπόθετε ὑπὸ ζυγόν, καὶ ἐπιδεξάσθω ἢ ψυχὴ ὑμῶν παιδείαν· ἐγγύς ἐστιν εὑρεῖν αὐτήν· Ἐκκλησιαστικός 51:27 ἴδετε ἐν ὀφθαλμοῖς ὑμῶν ὅτι ὀλίγον ἐκοπίασα, καὶ εὗρον ἐμαυτῷ πολλὴν ἀνάπαυσιν. Ἐκκλησιαστικός 51:28 μετάσχετε παιδείας ἐν πολλῷ ἀριθμῷ ἀργυρίου, καὶ πολὺν χρυσὸν κτήσασθε ἐν αὐτῇ. Ἐκκλησιαστικός 51:29 εὐφρανθείη ἡ ψυχὴ ὑμῶν ἐπὶ τῷ ἐλέει αὐτοῦ, καὶ μὴ αἰσχυνθείητε ἐν αἰνέσει αὐτοῦ· Ἐκκλησιαστικός 51:30 ἐργάσασθε τὸ ἔργον ὑμῶν πρὸ καιροῦ, καὶ δώσει τὸν μισθὸν ὑμῶν ἐν καιρῷ αὐτοῦ. + + + 20 Cod. ἀπαρχῆς 30 Cod. προκαίρου