Odyssey 1.1 ἄνδρα μοι ἔννεπε, μοῦσα, πολύτροπον, ὃς μάλα πολλὰ Odyssey 1.2 πλάγχθη, ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον ἔπερσεν· Odyssey 1.3 πολλῶν δʼ ἀνθρώπων ἴδεν ἄστεα καὶ νόον ἔγνω, Odyssey 1.4 πολλὰ δʼ ὅ γʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμόν, Odyssey 1.5 ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. Odyssey 1.6 ἀλλʼ οὐδʼ ὣς ἑτάρους ἐρρύσατο, ἱέμενός περ· Odyssey 1.7 αὐτῶν γὰρ σφετέρῃσιν ἀτασθαλίῃσιν ὄλοντο, Odyssey 1.8 νήπιοι, οἳ κατὰ βοῦς Ὑπερίονος Ἠελίοιο Odyssey 1.9 ἤσθιον· αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ. Odyssey 1.10 τῶν ἁμόθεν γε, θεά, θύγατερ Διός, εἰπὲ καὶ ἡμῖν. Odyssey 1.11 ἔνθʼ ἄλλοι μὲν πάντες, ὅσοι φύγον αἰπὺν ὄλεθρον, Odyssey 1.12 οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν· Odyssey 1.13 τὸν δʼ οἶον νόστου κεχρημένον ἠδὲ γυναικὸς Odyssey 1.14 νύμφη πότνιʼ ἔρυκε Καλυψὼ δῖα θεάων Odyssey 1.15 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι. Odyssey 1.16 ἀλλʼ ὅτε δὴ ἔτος ἦλθε περιπλομένων ἐνιαυτῶν, Odyssey 1.17 τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι Odyssey 1.18 εἰς Ἰθάκην, οὐδʼ ἔνθα πεφυγμένος ἦεν ἀέθλων Odyssey 1.19 καὶ μετὰ οἷσι φίλοισι. θεοὶ δʼ ἐλέαιρον ἅπαντες Odyssey 1.20 νόσφι Ποσειδάωνος· ὁ δʼ ἀσπερχὲς μενέαινεν Odyssey 1.21 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι. Odyssey 1.22 ἀλλʼ ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθʼ ἐόντας, Odyssey 1.23 Αἰθίοπας τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν, Odyssey 1.24 οἱ μὲν δυσομένου Ὑπερίονος οἱ δʼ ἀνιόντος, Odyssey 1.25 ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. Odyssey 1.26 ἔνθʼ ὅ γʼ ἐτέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι Odyssey 1.27 Ζηνὸς ἐνὶ μεγάροισιν Ὀλυμπίου ἁθρόοι ἦσαν. Odyssey 1.28 τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε· Odyssey 1.29 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Αἰγίσθοιο, Odyssey 1.30 τόν ῥʼ Ἀγαμεμνονίδης τηλεκλυτὸς ἔκτανʼ Ὀρέστης· Odyssey 1.31 τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεʼ ἀθανάτοισι μετηύδα· Odyssey 1.32 ὢ πόποι, οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται· Odyssey 1.33 ἐξ ἡμέων γάρ φασι κάκʼ ἔμμεναι, οἱ δὲ καὶ αὐτοὶ Odyssey 1.34 σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγεʼ ἔχουσιν, Odyssey 1.35 ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο Odyssey 1.36 γῆμʼ ἄλοχον μνηστήν, τὸν δʼ ἔκτανε νοστήσαντα, Odyssey 1.37 εἰδὼς αἰπὺν ὄλεθρον, ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς, Odyssey 1.38 Ἑρμείαν πέμψαντες, ἐύσκοπον ἀργεϊφόντην, Odyssey 1.39 μήτʼ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν· Odyssey 1.40 ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο, Odyssey 1.41 ὁππότʼ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης. Odyssey 1.42 ὣς ἔφαθʼ Ἑρμείας, ἀλλʼ οὐ φρένας Αἰγίσθοιο Odyssey 1.43 πεῖθʼ ἀγαθὰ φρονέων· νῦν δʼ ἁθρόα πάντʼ ἀπέτισεν. Odyssey 1.44 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.45 ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, Odyssey 1.46 καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ· Odyssey 1.47 ὡς ἀπόλοιτο καὶ ἄλλος, ὅτις τοιαῦτά γε ῥέζοι· Odyssey 1.48 ἀλλά μοι ἀμφʼ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ, Odyssey 1.49 δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει Odyssey 1.50 νήσῳ ἐν ἀμφιρύτῃ, ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης. Odyssey 1.51 νῆσος δενδρήεσσα, θεὰ δʼ ἐν δώματα ναίει, Odyssey 1.52 Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅς τε θαλάσσης Odyssey 1.53 πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτὸς Odyssey 1.54 μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν. Odyssey 1.55 τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει, Odyssey 1.56 αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν Odyssey 1.57 θέλγει, ὅπως Ἰθάκης ἐπιλήσεται· αὐτὰρ Ὀδυσσεύς, Odyssey 1.58 ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι Odyssey 1.59 ἧς γαίης, θανέειν ἱμείρεται. οὐδέ νυ σοί περ Odyssey 1.60 ἐντρέπεται φίλον ἦτορ, Ὀλύμπιε. οὔ νύ τʼ Ὀδυσσεὺς Odyssey 1.61 Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων Odyssey 1.62 Τροίῃ ἐν εὐρείῃ; τί νύ οἱ τόσον ὠδύσαο, Ζεῦ; Odyssey 1.63 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Odyssey 1.64 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. Odyssey 1.65 πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην, Odyssey 1.66 ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν Odyssey 1.67 ἀθανάτοισιν ἔδωκε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν; Odyssey 1.68 ἀλλὰ Ποσειδάων γαιήοχος ἀσκελὲς αἰεὶ Odyssey 1.69 Κύκλωπος κεχόλωται, ὃν ὀφθαλμοῦ ἀλάωσεν, Odyssey 1.70 ἀντίθεον Πολύφημον, ὅου κράτος ἐστὶ μέγιστον Odyssey 1.71 πᾶσιν Κυκλώπεσσι· Θόωσα δέ μιν τέκε νύμφη, Odyssey 1.72 Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέτοιο μέδοντος, Odyssey 1.73 ἐν σπέσσι γλαφυροῖσι Ποσειδάωνι μιγεῖσα. Odyssey 1.74 ἐκ τοῦ δὴ Ὀδυσῆα Ποσειδάων ἐνοσίχθων Odyssey 1.75 οὔ τι κατακτείνει, πλάζει δʼ ἀπὸ πατρίδος αἴης. Odyssey 1.76 ἀλλʼ ἄγεθʼ, ἡμεῖς οἵδε περιφραζώμεθα πάντες Odyssey 1.77 νόστον, ὅπως ἔλθῃσι· Ποσειδάων δὲ μεθήσει Odyssey 1.78 ὃν χόλον· οὐ μὲν γάρ τι δυνήσεται ἀντία πάντων Odyssey 1.79 ἀθανάτων ἀέκητι θεῶν ἐριδαινέμεν οἶος. Odyssey 1.80 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.81 ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων, Odyssey 1.82 εἰ μὲν δὴ νῦν τοῦτο φίλον μακάρεσσι θεοῖσιν, Odyssey 1.83 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, Odyssey 1.84 Ἑρμείαν μὲν ἔπειτα διάκτορον ἀργεϊφόντην Odyssey 1.85 νῆσον ἐς Ὠγυγίην ὀτρύνομεν, ὄφρα τάχιστα Odyssey 1.86 νύμφῃ ἐυπλοκάμῳ εἴπῃ νημερτέα βουλήν, Odyssey 1.87 νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται· Odyssey 1.88 αὐτὰρ ἐγὼν Ἰθάκηνδʼ ἐσελεύσομαι, ὄφρα οἱ υἱὸν Odyssey 1.89 μᾶλλον ἐποτρύνω καί οἱ μένος ἐν φρεσὶ θείω, Odyssey 1.90 εἰς ἀγορὴν καλέσαντα κάρη κομόωντας Ἀχαιοὺς Odyssey 1.91 πᾶσι μνηστήρεσσιν ἀπειπέμεν, οἵ τέ οἱ αἰεὶ Odyssey 1.92 μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς. Odyssey 1.93 πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα Odyssey 1.94 νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, Odyssey 1.95 ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν. Odyssey 1.96 ὣς εἰποῦσʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, Odyssey 1.97 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν Odyssey 1.98 ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο· Odyssey 1.99 εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι χαλκῷ, Odyssey 1.100 βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν Odyssey 1.101 ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη. Odyssey 1.102 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀίξασα, Odyssey 1.103 στῆ δʼ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος, Odyssey 1.104 οὐδοῦ ἐπʼ αὐλείου· παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, Odyssey 1.105 εἰδομένη ξείνῳ, Ταφίων ἡγήτορι Μέντῃ. Odyssey 1.106 εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας. οἱ μὲν ἔπειτα Odyssey 1.107 πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον Odyssey 1.108 ἥμενοι ἐν ῥινοῖσι βοῶν, οὓς ἔκτανον αὐτοί· Odyssey 1.109 κήρυκες δʼ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες Odyssey 1.110 οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ, Odyssey 1.111 οἱ δʼ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας Odyssey 1.112 νίζον καὶ πρότιθεν, τοὶ δὲ κρέα πολλὰ δατεῦντο. Odyssey 1.113 τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής, Odyssey 1.114 ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ, Odyssey 1.115 ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν, εἴ ποθεν ἐλθὼν Odyssey 1.116 μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη, Odyssey 1.117 τιμὴν δʼ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι. Odyssey 1.118 τὰ φρονέων, μνηστῆρσι μεθήμενος, εἴσιδʼ Ἀθήνην. Odyssey 1.119 βῆ δʼ ἰθὺς προθύροιο, νεμεσσήθη δʼ ἐνὶ θυμῷ Odyssey 1.120 ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν· ἐγγύθι δὲ στὰς Odyssey 1.121 χεῖρʼ ἕλε δεξιτερὴν καὶ ἐδέξατο χάλκεον ἔγχος, Odyssey 1.122 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.123 χαῖρε, ξεῖνε, παρʼ ἄμμι φιλήσεαι· αὐτὰρ ἔπειτα Odyssey 1.124 δείπνου πασσάμενος μυθήσεαι ὅττεό σε χρή. Odyssey 1.125 ὣς εἰπὼν ἡγεῖθʼ, ἡ δʼ ἕσπετο Παλλὰς Ἀθήνη. Odyssey 1.126 οἱ δʼ ὅτε δή ῥʼ ἔντοσθεν ἔσαν δόμου ὑψηλοῖο, Odyssey 1.127 ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρὴν Odyssey 1.128 δουροδόκης ἔντοσθεν ἐυξόου, ἔνθα περ ἄλλα Odyssey 1.129 ἔγχεʼ Ὀδυσσῆος ταλασίφρονος ἵστατο πολλά, Odyssey 1.130 αὐτὴν δʼ ἐς θρόνον εἷσεν ἄγων, ὑπὸ λῖτα πετάσσας, Odyssey 1.131 καλὸν δαιδάλεον· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. Odyssey 1.132 πὰρ δʼ αὐτὸς κλισμὸν θέτο ποικίλον, ἔκτοθεν ἄλλων Odyssey 1.133 μνηστήρων, μὴ ξεῖνος ἀνιηθεὶς ὀρυμαγδῷ Odyssey 1.134 δείπνῳ ἁδήσειεν, ὑπερφιάλοισι μετελθών, Odyssey 1.135 ἠδʼ ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο. Odyssey 1.136 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Odyssey 1.137 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, Odyssey 1.138 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Odyssey 1.139 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, Odyssey 1.140 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· Odyssey 1.141 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας Odyssey 1.142 παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα· Odyssey 1.143 κῆρυξ δʼ αὐτοῖσιν θάμʼ ἐπῴχετο οἰνοχοεύων. Odyssey 1.144 ἐς δʼ ἦλθον μνηστῆρες ἀγήνορες. οἱ μὲν ἔπειτα Odyssey 1.145 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε, Odyssey 1.146 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, Odyssey 1.147 σῖτον δὲ δμῳαὶ παρενήνεον ἐν κανέοισιν, Odyssey 1.148 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο. Odyssey 1.149 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.150 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο Odyssey 1.151 μνηστῆρες, τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει, Odyssey 1.152 μολπή τʼ ὀρχηστύς τε· τὰ γάρ τʼ ἀναθήματα δαιτός· Odyssey 1.153 κῆρυξ δʼ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν Odyssey 1.154 Φημίῳ, ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ. Odyssey 1.155 ἦ τοι ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν. Odyssey 1.156 αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην, Odyssey 1.157 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· Odyssey 1.158 ξεῖνε φίλʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω; Odyssey 1.159 τούτοισιν μὲν ταῦτα μέλει, κίθαρις καὶ ἀοιδή, Odyssey 1.160 ῥεῖʼ, ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν, Odyssey 1.161 ἀνέρος, οὗ δή που λεύκʼ ὀστέα πύθεται ὄμβρῳ Odyssey 1.162 κείμενʼ ἐπʼ ἠπείρου, ἢ εἰν ἁλὶ κῦμα κυλίνδει. Odyssey 1.163 εἰ κεῖνόν γʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα, Odyssey 1.164 πάντες κʼ ἀρησαίατʼ ἐλαφρότεροι πόδας εἶναι Odyssey 1.165 ἢ ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε. Odyssey 1.166 νῦν δʼ ὁ μὲν ὣς ἀπόλωλε κακὸν μόρον, οὐδέ τις ἡμῖν Odyssey 1.167 θαλπωρή, εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων Odyssey 1.168 φῇσιν ἐλεύσεσθαι· τοῦ δʼ ὤλετο νόστιμον ἦμαρ. Odyssey 1.169 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· Odyssey 1.170 τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; Odyssey 1.171 ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται Odyssey 1.172 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; Odyssey 1.173 οὐ μὲν γάρ τί σε πεζὸν ὀίομαι ἐνθάδʼ ἱκέσθαι. Odyssey 1.174 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, Odyssey 1.175 ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώιός ἐσσι Odyssey 1.176 ξεῖνος, ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ Odyssey 1.177 ἄλλοι, ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων. Odyssey 1.178 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.179 τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.180 Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι Odyssey 1.181 υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσω. Odyssey 1.182 νῦν δʼ ὧδε ξὺν νηὶ κατήλυθον ἠδʼ ἑτάροισιν Odyssey 1.183 πλέων ἐπὶ οἴνοπα πόντον ἐπʼ ἀλλοθρόους ἀνθρώπους, Odyssey 1.184 ἐς Τεμέσην μετὰ χαλκόν, ἄγω δʼ αἴθωνα σίδηρον. Odyssey 1.185 νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος, Odyssey 1.186 ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηίῳ ὑλήεντι. Odyssey 1.187 ξεῖνοι δʼ ἀλλήλων πατρώιοι εὐχόμεθʼ εἶναι Odyssey 1.188 ἐξ ἀρχῆς, εἴ πέρ τε γέροντʼ εἴρηαι ἐπελθὼν Odyssey 1.189 Λαέρτην ἥρωα, τὸν οὐκέτι φασὶ πόλινδε Odyssey 1.190 ἔρχεσθʼ, ἀλλʼ ἀπάνευθεν ἐπʼ ἀγροῦ πήματα πάσχειν Odyssey 1.191 γρηὶ σὺν ἀμφιπόλῳ, ἥ οἱ βρῶσίν τε πόσιν τε Odyssey 1.192 παρτιθεῖ, εὖτʼ ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν Odyssey 1.193 ἑρπύζοντʼ ἀνὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο. Odyssey 1.194 νῦν δʼ ἦλθον· δὴ γάρ μιν ἔφαντʼ ἐπιδήμιον εἶναι, Odyssey 1.195 σὸν πατέρʼ· ἀλλά νυ τόν γε θεοὶ βλάπτουσι κελεύθου. Odyssey 1.196 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀδυσσεύς, Odyssey 1.197 ἀλλʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ Odyssey 1.198 νήσῳ ἐν ἀμφιρύτῃ, χαλεποὶ δέ μιν ἄνδρες ἔχουσιν Odyssey 1.199 ἄγριοι, οἵ που κεῖνον ἐρυκανόωσʼ ἀέκοντα. Odyssey 1.200 αὐτὰρ νῦν τοι ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ Odyssey 1.201 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀίω, Odyssey 1.202 οὔτε τι μάντις ἐὼν οὔτʼ οἰωνῶν σάφα εἰδώς. Odyssey 1.203 οὔ τοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος αἴης Odyssey 1.204 ἔσσεται, οὐδʼ εἴ πέρ τε σιδήρεα δέσματʼ ἔχῃσιν· Odyssey 1.205 φράσσεται ὥς κε νέηται, ἐπεὶ πολυμήχανός ἐστιν. Odyssey 1.206 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.207 εἰ δὴ ἐξ αὐτοῖο τόσος πάϊς εἰς Ὀδυσῆος. Odyssey 1.208 αἰνῶς μὲν κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας Odyssey 1.209 κείνῳ, ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθʼ ἀλλήλοισιν, Odyssey 1.210 πρίν γε τὸν ἐς Τροίην ἀναβήμεναι, ἔνθα περ ἄλλοι Odyssey 1.211 Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν· Odyssey 1.212 ἐκ τοῦ δʼ οὔτʼ Ὀδυσῆα ἐγὼν ἴδον οὔτʼ ἔμʼ ἐκεῖνος. Odyssey 1.213 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.214 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.215 μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἐγώ γε Odyssey 1.216 οὐκ οἶδʼ· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω. Odyssey 1.217 ὡς δὴ ἐγώ γʼ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς Odyssey 1.218 ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε. Odyssey 1.219 νῦν δʼ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων, Odyssey 1.220 τοῦ μʼ ἔκ φασι γενέσθαι, ἐπεὶ σύ με τοῦτʼ ἐρεείνεις. Odyssey 1.221 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.222 οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω Odyssey 1.223 θῆκαν, ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια. Odyssey 1.224 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· Odyssey 1.225 τίς δαίς, τίς δὲ ὅμιλος ὅδʼ ἔπλετο; τίπτε δέ σε χρεώ; Odyssey 1.226 εἰλαπίνη ἠὲ γάμος; ἐπεὶ οὐκ ἔρανος τάδε γʼ ἐστίν· Odyssey 1.227 ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι Odyssey 1.228 δαίνυσθαι κατὰ δῶμα. νεμεσσήσαιτό κεν ἀνὴρ Odyssey 1.229 αἴσχεα πόλλʼ ὁρόων, ὅς τις πινυτός γε μετέλθοι. Odyssey 1.230 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.231 ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, Odyssey 1.232 μέλλεν μέν ποτε οἶκος ὅδʼ ἀφνειὸς καὶ ἀμύμων Odyssey 1.233 ἔμμεναι, ὄφρʼ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν· Odyssey 1.234 νῦν δʼ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες, Odyssey 1.235 οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων Odyssey 1.236 ἀνθρώπων, ἐπεὶ οὔ κε θανόντι περ ὧδʼ ἀκαχοίμην, Odyssey 1.237 εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ, Odyssey 1.238 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. Odyssey 1.239 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, Odyssey 1.240 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω. Odyssey 1.241 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο· Odyssey 1.242 οἴχετʼ ἄιστος ἄπυστος, ἐμοὶ δʼ ὀδύνας τε γόους τε Odyssey 1.243 κάλλιπεν. οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω Odyssey 1.244 οἶον, ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδεʼ ἔτευξαν. Odyssey 1.245 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Odyssey 1.246 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, Odyssey 1.247 ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, Odyssey 1.248 τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. Odyssey 1.249 ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν Odyssey 1.250 ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες Odyssey 1.251 οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν. Odyssey 1.252 τὸν δʼ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη· Odyssey 1.253 ὢ πόποι, ἦ δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος Odyssey 1.254 δεύῃ, ὅ κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη. Odyssey 1.255 εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι Odyssey 1.256 σταίη, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, Odyssey 1.257 τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα Odyssey 1.258 οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε, Odyssey 1.259 ἐξ Ἐφύρης ἀνιόντα παρʼ Ἴλου Μερμερίδαο— Odyssey 1.260 ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς Odyssey 1.261 φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη Odyssey 1.262 ἰοὺς χρίεσθαι χαλκήρεας· ἀλλʼ ὁ μὲν οὔ οἱ Odyssey 1.263 δῶκεν, ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας, Odyssey 1.264 ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός· φιλέεσκε γὰρ αἰνῶς— Odyssey 1.265 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· Odyssey 1.266 πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. Odyssey 1.267 ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται, Odyssey 1.268 ἤ κεν νοστήσας ἀποτίσεται, ἦε καὶ οὐκί, Odyssey 1.269 οἷσιν ἐνὶ μεγάροισι· σὲ δὲ φράζεσθαι ἄνωγα, Odyssey 1.270 ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο. Odyssey 1.271 εἰ δʼ ἄγε νῦν ξυνίει καὶ ἐμῶν ἐμπάζεο μύθων· Odyssey 1.272 αὔριον εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς Odyssey 1.273 μῦθον πέφραδε πᾶσι, θεοὶ δʼ ἐπὶ μάρτυροι ἔστων. Odyssey 1.274 μνηστῆρας μὲν ἐπὶ σφέτερα σκίδνασθαι ἄνωχθι, Odyssey 1.275 μητέρα δʼ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, Odyssey 1.276 ἂψ ἴτω ἐς μέγαρον πατρὸς μέγα δυναμένοιο· Odyssey 1.277 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα Odyssey 1.278 πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. Odyssey 1.279 σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι· Odyssey 1.280 νῆʼ ἄρσας ἐρέτῃσιν ἐείκοσιν, ἥ τις ἀρίστη, Odyssey 1.281 ἔρχεο πευσόμενος πατρὸς δὴν οἰχομένοιο, Odyssey 1.282 ἤν τίς τοι εἴπῃσι βροτῶν, ἢ ὄσσαν ἀκούσῃς Odyssey 1.283 ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισι. Odyssey 1.284 πρῶτα μὲν ἐς Πύλον ἐλθὲ καὶ εἴρεο Νέστορα δῖον, Odyssey 1.285 κεῖθεν δὲ Σπάρτηνδε παρὰ ξανθὸν Μενέλαον· Odyssey 1.286 ὃς γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. Odyssey 1.287 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσῃς, Odyssey 1.288 ἦ τʼ ἂν τρυχόμενός περ ἔτι τλαίης ἐνιαυτόν· Odyssey 1.289 εἰ δέ κε τεθνηῶτος ἀκούσῃς μηδʼ ἔτʼ ἐόντος, Odyssey 1.290 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν Odyssey 1.291 σῆμά τέ οἱ χεῦαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι Odyssey 1.292 πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δοῦναι. Odyssey 1.293 αὐτὰρ ἐπὴν δὴ ταῦτα τελευτήσῃς τε καὶ ἔρξῃς, Odyssey 1.294 φράζεσθαι δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν Odyssey 1.295 ὅππως κε μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι Odyssey 1.296 κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδόν· οὐδέ τί σε χρὴ Odyssey 1.297 νηπιάας ὀχέειν, ἐπεὶ οὐκέτι τηλίκος ἐσσι. Odyssey 1.298 ἢ οὐκ ἀίεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης Odyssey 1.299 πάντας ἐπʼ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Odyssey 1.300 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα; Odyssey 1.301 καὶ σύ, φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, Odyssey 1.302 ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ. Odyssey 1.303 αὐτὰρ ἐγὼν ἐπὶ νῆα θοὴν κατελεύσομαι ἤδη Odyssey 1.304 ἠδʼ ἑτάρους, οἵ πού με μάλʼ ἀσχαλόωσι μένοντες· Odyssey 1.305 σοὶ δʼ αὐτῷ μελέτω, καὶ ἐμῶν ἐμπάζεο μύθων. Odyssey 1.306 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.307 ξεῖνʼ, ἦ τοι μὲν ταῦτα φίλα φρονέων ἀγορεύεις, Odyssey 1.308 ὥς τε πατὴρ ᾧ παιδί, καὶ οὔ ποτε λήσομαι αὐτῶν. Odyssey 1.309 ἀλλʼ ἄγε νῦν ἐπίμεινον, ἐπειγόμενός περ ὁδοῖο, Odyssey 1.310 ὄφρα λοεσσάμενός τε τεταρπόμενός τε φίλον κῆρ, Odyssey 1.311 δῶρον ἔχων ἐπὶ νῆα κίῃς, χαίρων ἐνὶ θυμῷ, Odyssey 1.312 τιμῆεν, μάλα καλόν, ὅ τοι κειμήλιον ἔσται Odyssey 1.313 ἐξ ἐμεῦ, οἷα φίλοι ξεῖνοι ξείνοισι διδοῦσι. Odyssey 1.314 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.315 μή μʼ ἔτι νῦν κατέρυκε, λιλαιόμενόν περ ὁδοῖο. Odyssey 1.316 δῶρον δʼ ὅττι κέ μοι δοῦναι φίλον ἦτορ ἀνώγῃ, Odyssey 1.317 αὖτις ἀνερχομένῳ δόμεναι οἶκόνδε φέρεσθαι, Odyssey 1.318 καὶ μάλα καλὸν ἑλών· σοὶ δʼ ἄξιον ἔσται ἀμοιβῆς. Odyssey 1.319 ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη, Odyssey 1.320 ὄρνις δʼ ὣς ἀνόπαια διέπτατο· τῷ δʼ ἐνὶ θυμῷ Odyssey 1.321 θῆκε μένος καὶ θάρσος, ὑπέμνησέν τέ ἑ πατρὸς Odyssey 1.322 μᾶλλον ἔτʼ ἢ τὸ πάροιθεν. ὁ δὲ φρεσὶν ᾗσι νοήσας Odyssey 1.323 θάμβησεν κατὰ θυμόν· ὀίσατο γὰρ θεὸν εἶναι. Odyssey 1.324 αὐτίκα δὲ μνηστῆρας ἐπῴχετο ἰσόθεος φώς. Odyssey 1.325 τοῖσι δʼ ἀοιδὸς ἄειδε περικλυτός, οἱ δὲ σιωπῇ Odyssey 1.326 ἥατʼ ἀκούοντες· ὁ δʼ Ἀχαιῶν νόστον ἄειδε Odyssey 1.327 λυγρόν, ὃν ἐκ Τροίης ἐπετείλατο Παλλὰς Ἀθήνη. Odyssey 1.328 τοῦ δʼ ὑπερωιόθεν φρεσὶ σύνθετο θέσπιν ἀοιδὴν Odyssey 1.329 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια· Odyssey 1.330 κλίμακα δʼ ὑψηλὴν κατεβήσετο οἷο δόμοιο, Odyssey 1.331 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. Odyssey 1.332 ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, Odyssey 1.333 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, Odyssey 1.334 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· Odyssey 1.335 ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. Odyssey 1.336 δακρύσασα δʼ ἔπειτα προσηύδα θεῖον ἀοιδόν· Odyssey 1.337 Φήμιε, πολλὰ γὰρ ἄλλα βροτῶν θελκτήρια οἶδας, Odyssey 1.338 ἔργʼ ἀνδρῶν τε θεῶν τε, τά τε κλείουσιν ἀοιδοί· Odyssey 1.339 τῶν ἕν γέ σφιν ἄειδε παρήμενος, οἱ δὲ σιωπῇ Odyssey 1.340 οἶνον πινόντων· ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς Odyssey 1.341 λυγρῆς, ἥ τέ μοι αἰεὶ ἐνὶ στήθεσσι φίλον κῆρ Odyssey 1.342 τείρει, ἐπεί με μάλιστα καθίκετο πένθος ἄλαστον. Odyssey 1.343 τοίην γὰρ κεφαλὴν ποθέω μεμνημένη αἰεί, Odyssey 1.344 ἀνδρός, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. Odyssey 1.345 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.346 μῆτερ ἐμή, τί τʼ ἄρα φθονέεις ἐρίηρον ἀοιδὸν Odyssey 1.347 τέρπειν ὅππῃ οἱ νόος ὄρνυται; οὔ νύ τʼ ἀοιδοὶ Odyssey 1.348 αἴτιοι, ἀλλά ποθι Ζεὺς αἴτιος, ὅς τε δίδωσιν Odyssey 1.349 ἀνδράσιν ἀλφηστῇσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ. Odyssey 1.350 τούτῳ δʼ οὐ νέμεσις Δαναῶν κακὸν οἶτον ἀείδειν· Odyssey 1.351 τὴν γὰρ ἀοιδὴν μᾶλλον ἐπικλείουσʼ ἄνθρωποι, Odyssey 1.352 ἥ τις ἀκουόντεσσι νεωτάτη ἀμφιπέληται. Odyssey 1.353 σοὶ δʼ ἐπιτολμάτω κραδίη καὶ θυμὸς ἀκούειν· Odyssey 1.354 οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ Odyssey 1.355 ἐν Τροίῃ, πολλοὶ δὲ καὶ ἄλλοι φῶτες ὄλοντο. Odyssey 1.356 ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, Odyssey 1.357 ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε Odyssey 1.358 ἔργον ἐποίχεσθαι· μῦθος δʼ ἄνδρεσσι μελήσει Odyssey 1.359 πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ. Odyssey 1.360 ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· Odyssey 1.361 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. Odyssey 1.362 ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ Odyssey 1.363 κλαῖεν ἔπειτʼ Ὀδυσῆα φίλον πόσιν, ὄφρα οἱ ὕπνον Odyssey 1.364 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. Odyssey 1.365 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, Odyssey 1.366 πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. Odyssey 1.367 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· Odyssey 1.368 μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες, Odyssey 1.369 νῦν μὲν δαινύμενοι τερπώμεθα, μηδὲ βοητὺς Odyssey 1.370 ἔστω, ἐπεὶ τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ Odyssey 1.371 τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. Odyssey 1.372 ἠῶθεν δʼ ἀγορήνδε καθεζώμεσθα κιόντες Odyssey 1.373 πάντες, ἵνʼ ὕμιν μῦθον ἀπηλεγέως ἀποείπω, Odyssey 1.374 ἐξιέναι μεγάρων· ἄλλας δʼ ἀλεγύνετε δαῖτας, Odyssey 1.375 ὑμὰ κτήματʼ ἔδοντες, ἀμειβόμενοι κατὰ οἴκους. Odyssey 1.376 εἰ δʼ ὕμιν δοκέει τόδε λωίτερον καὶ ἄμεινον Odyssey 1.377 ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, Odyssey 1.378 κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, Odyssey 1.379 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι· Odyssey 1.380 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. Odyssey 1.381 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Odyssey 1.382 Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευεν. Odyssey 1.383 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Odyssey 1.384 Τηλέμαχʼ, ἦ μάλα δή σε διδάσκουσιν θεοὶ αὐτοὶ Odyssey 1.385 ὑψαγόρην τʼ ἔμεναι καὶ θαρσαλέως ἀγορεύειν· Odyssey 1.386 μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων Odyssey 1.387 ποιήσειεν, ὅ τοι γενεῇ πατρώιόν ἐστιν. Odyssey 1.388 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.389 Ἀντίνοʼ, ἦ καί μοι νεμεσήσεαι ὅττι κεν εἴπω; Odyssey 1.390 καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι. Odyssey 1.391 ἦ φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; Odyssey 1.392 οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν· αἶψά τέ οἱ δῶ Odyssey 1.393 ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός. Odyssey 1.394 ἀλλʼ ἦ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι Odyssey 1.395 πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέοι ἠδὲ παλαιοί, Odyssey 1.396 τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς· Odyssey 1.397 αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομʼ ἡμετέροιο Odyssey 1.398 καὶ δμώων, οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς. Odyssey 1.399 τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· Odyssey 1.400 Τηλέμαχʼ, ἦ τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται, Odyssey 1.401 ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν· Odyssey 1.402 κτήματα δʼ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις. Odyssey 1.403 μὴ γὰρ ὅ γʼ ἔλθοι ἀνὴρ ὅς τίς σʼ ἀέκοντα βίηφιν Odyssey 1.404 κτήματʼ ἀπορραίσει, Ἰθάκης ἔτι ναιετοώσης. Odyssey 1.405 ἀλλʼ ἐθέλω σε, φέριστε, περὶ ξείνοιο ἐρέσθαι, Odyssey 1.406 ὁππόθεν οὗτος ἀνήρ, ποίης δʼ ἐξ εὔχεται εἶναι Odyssey 1.407 γαίης, ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα. Odyssey 1.408 ἠέ τινʼ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο, Odyssey 1.409 ἦ ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδʼ ἱκάνει; Odyssey 1.410 οἷον ἀναΐξας ἄφαρ οἴχεται, οὐδʼ ὑπέμεινε Odyssey 1.411 γνώμεναι· οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει. Odyssey 1.412 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.413 Εὐρύμαχʼ, ἦ τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο· Odyssey 1.414 οὔτʼ οὖν ἀγγελίῃ ἔτι πείθομαι, εἴ ποθεν ἔλθοι, Odyssey 1.415 οὔτε θεοπροπίης ἐμπάζομαι, ἥν τινα μήτηρ Odyssey 1.416 ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται. Odyssey 1.417 ξεῖνος δʼ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν, Odyssey 1.418 Μέντης δʼ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι Odyssey 1.419 υἱός, ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει. Odyssey 1.420 ὣς φάτο Τηλέμαχος, φρεσὶ δʼ ἀθανάτην θεὸν ἔγνω. Odyssey 1.421 οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν Odyssey 1.422 τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. Odyssey 1.423 τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε· Odyssey 1.424 δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος. Odyssey 1.425 Τηλέμαχος δʼ, ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς Odyssey 1.426 ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ, Odyssey 1.427 ἔνθʼ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων. Odyssey 1.428 τῷ δʼ ἄρʼ ἅμʼ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα Odyssey 1.429 Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο, Odyssey 1.430 τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν Odyssey 1.431 πρωθήβην ἔτʼ ἐοῦσαν, ἐεικοσάβοια δʼ ἔδωκεν, Odyssey 1.432 ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν, Odyssey 1.433 εὐνῇ δʼ οὔ ποτʼ ἔμικτο, χόλον δʼ ἀλέεινε γυναικός· Odyssey 1.434 ἥ οἱ ἅμʼ αἰθομένας δαΐδας φέρε, καί ἑ μάλιστα Odyssey 1.435 δμῳάων φιλέεσκε, καὶ ἔτρεφε τυτθὸν ἐόντα. Odyssey 1.436 ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο, Odyssey 1.437 ἕζετο δʼ ἐν λέκτρῳ, μαλακὸν δʼ ἔκδυνε χιτῶνα· Odyssey 1.438 καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν. Odyssey 1.439 ἡ μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα, Odyssey 1.440 πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι Odyssey 1.441 βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, θύρην δʼ ἐπέρυσσε κορώνῃ Odyssey 1.442 ἀργυρέῃ, ἐπὶ δὲ κληῖδʼ ἐτάνυσσεν ἱμάντι. Odyssey 1.443 ἔνθʼ ὅ γε παννύχιος, κεκαλυμμένος οἰὸς ἀώτῳ, Odyssey 1.444 βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδʼ Ἀθήνη. Odyssey 1.1 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.2 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφιν Ὀδυσσῆος φίλος υἱὸς Odyssey 1.3 εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, Odyssey 1.4 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, Odyssey 1.5 βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην. Odyssey 1.6 αἶψα δὲ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε Odyssey 1.7 κηρύσσειν ἀγορήνδε κάρη κομόωντας Ἀχαιούς. Odyssey 1.8 οἱ μὲν ἐκήρυσσον, τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα. Odyssey 1.9 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, Odyssey 1.10 βῆ ῥʼ ἴμεν εἰς ἀγορήν, παλάμῃ δʼ ἔχε χάλκεον ἔγχος, Odyssey 1.11 οὐκ οἶος, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. Odyssey 1.12 θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη. Odyssey 1.13 τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο· Odyssey 1.14 ἕζετο δʼ ἐν πατρὸς θώκῳ, εἶξαν δὲ γέροντες. Odyssey 1.15 τοῖσι δʼ ἔπειθʼ ἥρως Αἰγύπτιος ἦρχʼ ἀγορεύειν, Odyssey 1.16 ὃς δὴ γήραϊ κυφὸς ἔην καὶ μυρία ᾔδη. Odyssey 1.17 καὶ γὰρ τοῦ φίλος υἱὸς ἅμʼ ἀντιθέῳ Ὀδυσῆι Odyssey 1.18 Ἴλιον εἰς ἐύπωλον ἔβη κοίλῃς ἐνὶ νηυσίν, Odyssey 1.19 Ἄντιφος αἰχμητής· τὸν δʼ ἄγριος ἔκτανε Κύκλωψ Odyssey 1.20 ἐν σπῆι γλαφυρῷ, πύματον δʼ ὡπλίσσατο δόρπον. Odyssey 1.21 τρεῖς δέ οἱ ἄλλοι ἔσαν, καὶ ὁ μὲν μνηστῆρσιν ὁμίλει, Odyssey 1.22 Εὐρύνομος, δύο δʼ αἰὲν ἔχον πατρώια ἔργα. Odyssey 1.23 ἀλλʼ οὐδʼ ὣς τοῦ λήθετʼ ὀδυρόμενος καὶ ἀχεύων. Odyssey 1.24 τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπε· Odyssey 1.25 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· Odyssey 1.26 οὔτε ποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὔτε θόωκος Odyssey 1.27 ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσί. Odyssey 1.28 νῦν δὲ τίς ὧδʼ ἤγειρε; τίνα χρειὼ τόσον ἵκει Odyssey 1.29 ἠὲ νέων ἀνδρῶν ἢ οἳ προγενέστεροί εἰσιν; Odyssey 1.30 ἠέ τινʼ ἀγγελίην στρατοῦ ἔκλυεν ἐρχομένοιο, Odyssey 1.31 ἥν χʼ ἡμῖν σάφα εἴποι, ὅτε πρότερός γε πύθοιτο; Odyssey 1.32 ἦέ τι δήμιον ἄλλο πιφαύσκεται ἠδʼ ἀγορεύει; Odyssey 1.33 ἐσθλός μοι δοκεῖ εἶναι, ὀνήμενος. εἴθε οἱ αὐτῷ Odyssey 1.34 Ζεὺς ἀγαθὸν τελέσειεν, ὅτι φρεσὶν ᾗσι μενοινᾷ. Odyssey 1.35 ὣς φάτο, χαῖρε δὲ φήμῃ Ὀδυσσῆος φίλος υἱός, Odyssey 1.36 οὐδʼ ἄρʼ ἔτι δὴν ἧστο, μενοίνησεν δʼ ἀγορεύειν, Odyssey 1.37 στῆ δὲ μέσῃ ἀγορῇ· σκῆπτρον δέ οἱ ἔμβαλε χειρὶ Odyssey 1.38 κῆρυξ Πεισήνωρ πεπνυμένα μήδεα εἰδώς. Odyssey 1.39 πρῶτον ἔπειτα γέροντα καθαπτόμενος προσέειπεν· Odyssey 1.40 ὦ γέρον, οὐχ ἑκὰς οὗτος ἀνήρ, τάχα δʼ εἴσεαι αὐτός, Odyssey 1.41 ὃς λαὸν ἤγειρα· μάλιστα δέ μʼ ἄλγος ἱκάνει. Odyssey 1.42 οὔτε τινʼ ἀγγελίην στρατοῦ ἔκλυον ἐρχομένοιο, Odyssey 1.43 ἥν χʼ ὑμῖν σάφα εἴπω, ὅτε πρότερός γε πυθοίμην, Odyssey 1.44 οὔτε τι δήμιον ἄλλο πιφαύσκομαι οὐδʼ ἀγορεύω, Odyssey 1.45 ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος, ὅ μοι κακὰ ἔμπεσεν οἴκῳ Odyssey 1.46 δοιά· τὸ μὲν πατέρʼ ἐσθλὸν ἀπώλεσα, ὅς ποτʼ ἐν ὑμῖν Odyssey 1.47 τοίσδεσσιν βασίλευε, πατὴρ δʼ ὣς ἤπιος ἦεν· Odyssey 1.48 νῦν δʼ αὖ καὶ πολὺ μεῖζον, ὃ δὴ τάχα οἶκον ἅπαντα Odyssey 1.49 πάγχυ διαρραίσει, βίοτον δʼ ἀπὸ πάμπαν ὀλέσσει. Odyssey 1.50 μητέρι μοι μνηστῆρες ἐπέχραον οὐκ ἐθελούσῃ, Odyssey 1.51 τῶν ἀνδρῶν φίλοι υἷες, οἳ ἐνθάδε γʼ εἰσὶν ἄριστοι, Odyssey 1.52 οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Odyssey 1.53 Ἰκαρίου, ὥς κʼ αὐτὸς ἐεδνώσαιτο θύγατρα, Odyssey 1.54 δοίη δʼ ᾧ κʼ ἐθέλοι καί οἱ κεχαρισμένος ἔλθοι· Odyssey 1.55 οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, Odyssey 1.56 βοῦς ἱερεύοντες καὶ ὄις καὶ πίονας αἶγας Odyssey 1.57 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον Odyssey 1.58 μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, Odyssey 1.59 οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. Odyssey 1.60 ἡμεῖς δʼ οὔ νύ τι τοῖοι ἀμυνέμεν· ἦ καὶ ἔπειτα Odyssey 1.61 λευγαλέοι τʼ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. Odyssey 1.62 ἦ τʼ ἂν ἀμυναίμην, εἴ μοι δύναμίς γε παρείη. Odyssey 1.63 οὐ γὰρ ἔτʼ ἀνσχετὰ ἔργα τετεύχαται, οὐδʼ ἔτι καλῶς Odyssey 1.64 οἶκος ἐμὸς διόλωλε. νεμεσσήθητε καὶ αὐτοί, Odyssey 1.65 ἄλλους τʼ αἰδέσθητε περικτίονας ἀνθρώπους, Odyssey 1.66 οἳ περιναιετάουσι· θεῶν δʼ ὑποδείσατε μῆνιν, Odyssey 1.67 μή τι μεταστρέψωσιν ἀγασσάμενοι κακὰ ἔργα. Odyssey 1.68 λίσσομαι ἠμὲν Ζηνὸς Ὀλυμπίου ἠδὲ Θέμιστος, Odyssey 1.69 ἥ τʼ ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει· Odyssey 1.70 σχέσθε, φίλοι, καί μʼ οἶον ἐάσατε πένθεϊ λυγρῷ Odyssey 1.71 τείρεσθʼ, εἰ μή πού τι πατὴρ ἐμὸς ἐσθλὸς Ὀδυσσεὺς Odyssey 1.72 δυσμενέων κάκʼ ἔρεξεν ἐυκνήμιδας Ἀχαιούς, Odyssey 1.73 τῶν μʼ ἀποτινύμενοι κακὰ ῥέζετε δυσμενέοντες, Odyssey 1.74 τούτους ὀτρύνοντες. ἐμοὶ δέ κε κέρδιον εἴη Odyssey 1.75 ὑμέας ἐσθέμεναι κειμήλιά τε πρόβασίν τε. Odyssey 1.76 εἴ χʼ ὑμεῖς γε φάγοιτε, τάχʼ ἄν ποτε καὶ τίσις εἴη· Odyssey 1.77 τόφρα γὰρ ἂν κατὰ ἄστυ ποτιπτυσσοίμεθα μύθῳ Odyssey 1.78 χρήματʼ ἀπαιτίζοντες, ἕως κʼ ἀπὸ πάντα δοθείη· Odyssey 1.79 νῦν δέ μοι ἀπρήκτους ὀδύνας ἐμβάλλετε θυμῷ. Odyssey 1.80 ὣς φάτο χωόμενος, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ Odyssey 1.81 δάκρυʼ ἀναπρήσας· οἶκτος δʼ ἕλε λαὸν ἅπαντα. Odyssey 1.82 ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν, οὐδέ τις ἔτλη Odyssey 1.83 Τηλέμαχον μύθοισιν ἀμείψασθαι χαλεποῖσιν· Odyssey 1.84 Ἀντίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπε· Odyssey 1.85 Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες Odyssey 1.86 ἡμέας αἰσχύνων· ἐθέλοις δέ κε μῶμον ἀνάψαι. Odyssey 1.87 σοὶ δʼ οὔ τι μνηστῆρες Ἀχαιῶν αἴτιοί εἰσιν, Odyssey 1.88 ἀλλὰ φίλη μήτηρ, ἥ τοι πέρι κέρδεα οἶδεν. Odyssey 1.89 ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον, Odyssey 1.90 ἐξ οὗ ἀτέμβει θυμὸν ἐνὶ στήθεσσιν Ἀχαιῶν. Odyssey 1.91 πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ Odyssey 1.92 ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. Odyssey 1.93 ἡ δὲ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· Odyssey 1.94 στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, Odyssey 1.95 λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· Odyssey 1.96 κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, Odyssey 1.97 μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος Odyssey 1.98 ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, Odyssey 1.99 Λαέρτῃ ἥρωι ταφήιον, εἰς ὅτε κέν μιν Odyssey 1.100 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, Odyssey 1.101 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ. Odyssey 1.102 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. Odyssey 1.103 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.104 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, Odyssey 1.105 νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. Odyssey 1.106 ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· Odyssey 1.107 ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, Odyssey 1.108 καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, Odyssey 1.109 καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. Odyssey 1.110 ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ ὑπʼ ἀνάγκης· Odyssey 1.111 σοὶ δʼ ὧδε μνηστῆρες ὑποκρίνονται, ἵνʼ εἰδῇς Odyssey 1.112 αὐτὸς σῷ θυμῷ, εἰδῶσι δὲ πάντες Ἀχαιοί· Odyssey 1.113 μητέρα σὴν ἀπόπεμψον, ἄνωχθι δέ μιν γαμέεσθαι Odyssey 1.114 τῷ ὅτεῴ τε πατὴρ κέλεται καὶ ἁνδάνει αὐτῇ. Odyssey 1.115 εἰ δʼ ἔτʼ ἀνιήσει γε πολὺν χρόνον υἷας Ἀχαιῶν, Odyssey 1.116 τὰ φρονέουσʼ ἀνὰ θυμόν, ὅ οἱ πέρι δῶκεν Ἀθήνη Odyssey 1.117 ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλὰς Odyssey 1.118 κέρδεά θʼ, οἷʼ οὔ πώ τινʼ ἀκούομεν οὐδὲ παλαιῶν, Odyssey 1.119 τάων αἳ πάρος ἦσαν ἐυπλοκαμῖδες Ἀχαιαί, Odyssey 1.120 Τυρώ τʼ Ἀλκμήνη τε ἐυστέφανός τε Μυκήνη· Odyssey 1.121 τάων οὔ τις ὁμοῖα νοήματα Πηνελοπείῃ Odyssey 1.122 ᾔδη· ἀτὰρ μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε. Odyssey 1.123 τόφρα γὰρ οὖν βίοτόν τε τεὸν καὶ κτήματʼ ἔδονται, Odyssey 1.124 ὄφρα κε κείνη τοῦτον ἔχῃ νόον, ὅν τινά οἱ νῦν Odyssey 1.125 ἐν στήθεσσι τιθεῖσι θεοί. μέγα μὲν κλέος αὐτῇ Odyssey 1.126 ποιεῖτʼ, αὐτὰρ σοί γε ποθὴν πολέος βιότοιο. Odyssey 1.127 ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, Odyssey 1.128 πρίν γʼ αὐτὴν γήμασθαι Ἀχαιῶν ᾧ κʼ ἐθέλῃσι. Odyssey 1.129 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.130 Ἀντίνοʼ, οὔ πως ἔστι δόμων ἀέκουσαν ἀπῶσαι Odyssey 1.131 ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἔθρεψε· πατὴρ δʼ ἐμὸς ἄλλοθι γαίης, Odyssey 1.132 ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δέ με πόλλʼ ἀποτίνειν Odyssey 1.133 Ἰκαρίῳ, αἴ κʼ αὐτὸς ἑκὼν ἀπὸ μητέρα πέμψω. Odyssey 1.134 ἐκ γὰρ τοῦ πατρὸς κακὰ πείσομαι, ἄλλα δὲ δαίμων Odyssey 1.135 δώσει, ἐπεὶ μήτηρ στυγερὰς ἀρήσετʼ ἐρινῦς Odyssey 1.136 οἴκου ἀπερχομένη· νέμεσις δέ μοι ἐξ ἀνθρώπων Odyssey 1.137 ἔσσεται· ὣς οὐ τοῦτον ἐγώ ποτε μῦθον ἐνίψω. Odyssey 1.138 ὑμέτερος δʼ εἰ μὲν θυμὸς νεμεσίζεται αὐτῶν, Odyssey 1.139 ἔξιτέ μοι μεγάρων, ἄλλας δʼ ἀλεγύνετε δαῖτας Odyssey 1.140 ὑμὰ κτήματʼ ἔδοντες ἀμειβόμενοι κατὰ οἴκους. Odyssey 1.141 εἰ δʼ ὑμῖν δοκέει τόδε λωίτερον καὶ ἄμεινον Odyssey 1.142 ἔμμεναι, ἀνδρὸς ἑνὸς βίοτον νήποινον ὀλέσθαι, Odyssey 1.143 κείρετʼ· ἐγὼ δὲ θεοὺς ἐπιβώσομαι αἰὲν ἐόντας, Odyssey 1.144 αἴ κέ ποθι Ζεὺς δῷσι παλίντιτα ἔργα γενέσθαι. Odyssey 1.145 νήποινοί κεν ἔπειτα δόμων ἔντοσθεν ὄλοισθε. Odyssey 1.146 ὣς φάτο Τηλέμαχος, τῷ δʼ αἰετὼ εὐρύοπα Ζεὺς Odyssey 1.147 ὑψόθεν ἐκ κορυφῆς ὄρεος προέηκε πέτεσθαι. Odyssey 1.148 τὼ δʼ ἕως μέν ῥʼ ἐπέτοντο μετὰ πνοιῇς ἀνέμοιο Odyssey 1.149 πλησίω ἀλλήλοισι τιταινομένω πτερύγεσσιν· Odyssey 1.150 ἀλλʼ ὅτε δὴ μέσσην ἀγορὴν πολύφημον ἱκέσθην, Odyssey 1.151 ἔνθʼ ἐπιδινηθέντε τιναξάσθην πτερὰ πυκνά, Odyssey 1.152 ἐς δʼ ἰδέτην πάντων κεφαλάς, ὄσσοντο δʼ ὄλεθρον· Odyssey 1.153 δρυψαμένω δʼ ὀνύχεσσι παρειὰς ἀμφί τε δειρὰς Odyssey 1.154 δεξιὼ ἤιξαν διά τʼ οἰκία καὶ πόλιν αὐτῶν. Odyssey 1.155 θάμβησαν δʼ ὄρνιθας, ἐπεὶ ἴδον ὀφθαλμοῖσιν· Odyssey 1.156 ὥρμηναν δʼ ἀνὰ θυμὸν ἅ περ τελέεσθαι ἔμελλον. Odyssey 1.157 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης Odyssey 1.158 Μαστορίδης· ὁ γὰρ οἶος ὁμηλικίην ἐκέκαστο Odyssey 1.159 ὄρνιθας γνῶναι καὶ ἐναίσιμα μυθήσασθαι· Odyssey 1.160 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπε· Odyssey 1.161 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· Odyssey 1.162 μνηστῆρσιν δὲ μάλιστα πιφαυσκόμενος τάδε εἴρω· Odyssey 1.163 τοῖσιν γὰρ μέγα πῆμα κυλίνδεται· οὐ γὰρ Ὀδυσσεὺς Odyssey 1.164 δὴν ἀπάνευθε φίλων ὧν ἔσσεται, ἀλλά που ἤδη Odyssey 1.165 ἐγγὺς ἐὼν τοῖσδεσσι φόνον καὶ κῆρα φυτεύει Odyssey 1.166 πάντεσσιν· πολέσιν δὲ καὶ ἄλλοισιν κακὸν ἔσται, Odyssey 1.167 οἳ νεμόμεσθʼ Ἰθάκην ἐυδείελον. ἀλλὰ πολὺ πρὶν Odyssey 1.168 φραζώμεσθʼ, ὥς κεν καταπαύσομεν· οἱ δὲ καὶ αὐτοὶ Odyssey 1.169 παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώιόν ἐστιν. Odyssey 1.170 οὐ γὰρ ἀπείρητος μαντεύομαι, ἀλλʼ ἐὺ εἰδώς· Odyssey 1.171 καὶ γὰρ κείνῳ φημὶ τελευτηθῆναι ἅπαντα, Odyssey 1.172 ὥς οἱ ἐμυθεόμην, ὅτε Ἴλιον εἰσανέβαινον Odyssey 1.173 Ἀργεῖοι, μετὰ δέ σφιν ἔβη πολύμητις Ὀδυσσεύς. Odyssey 1.174 φῆν κακὰ πολλὰ παθόντʼ, ὀλέσαντʼ ἄπο πάντας ἑταίρους, Odyssey 1.175 ἄγνωστον πάντεσσιν ἐεικοστῷ ἐνιαυτῷ Odyssey 1.176 οἴκαδʼ ἐλεύσεσθαι· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. Odyssey 1.177 τὸν δʼ αὖτʼ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα· Odyssey 1.178 ὦ γέρον, εἰ δʼ ἄγε νῦν μαντεύεο σοῖσι τέκεσσιν Odyssey 1.179 οἴκαδʼ ἰών, μή πού τι κακὸν πάσχωσιν ὀπίσσω· Odyssey 1.180 ταῦτα δʼ ἐγὼ σέο πολλὸν ἀμείνων μαντεύεσθαι. Odyssey 1.181 ὄρνιθες δέ τε πολλοὶ ὑπʼ αὐγὰς ἠελίοιο Odyssey 1.182 φοιτῶσʼ, οὐδέ τε πάντες ἐναίσιμοι· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.183 ὤλετο τῆλʼ, ὡς καὶ σὺ καταφθίσθαι σὺν ἐκείνῳ Odyssey 1.184 ὤφελες. οὐκ ἂν τόσσα θεοπροπέων ἀγόρευες, Odyssey 1.185 οὐδέ κε Τηλέμαχον κεχολωμένον ὧδʼ ἀνιείης, Odyssey 1.186 σῷ οἴκῳ δῶρον ποτιδέγμενος, αἴ κε πόρῃσιν. Odyssey 1.187 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· Odyssey 1.188 αἴ κε νεώτερον ἄνδρα παλαιά τε πολλά τε εἰδὼς Odyssey 1.189 παρφάμενος ἐπέεσσιν ἐποτρύνῃς χαλεπαίνειν, Odyssey 1.190 αὐτῷ μέν οἱ πρῶτον ἀνιηρέστερον ἔσται, Odyssey 1.191 πρῆξαι δʼ ἔμπης οὔ τι δυνήσεται εἵνεκα τῶνδε· Odyssey 1.192 σοὶ δέ, γέρον, θωὴν ἐπιθήσομεν, ἥν κʼ ἐνὶ θυμῷ Odyssey 1.193 τίνων ἀσχάλλῃς· χαλεπὸν δέ τοι ἔσσεται ἄλγος. Odyssey 1.194 Τηλεμάχῳ δʼ ἐν πᾶσιν ἐγὼν ὑποθήσομαι αὐτός· Odyssey 1.195 μητέρα ἣν ἐς πατρὸς ἀνωγέτω ἀπονέεσθαι· Odyssey 1.196 οἱ δὲ γάμον τεύξουσι καὶ ἀρτυνέουσιν ἔεδνα Odyssey 1.197 πολλὰ μάλʼ, ὅσσα ἔοικε φίλης ἐπὶ παιδὸς ἕπεσθαι. Odyssey 1.198 οὐ γὰρ πρὶν παύσεσθαι ὀίομαι υἷας Ἀχαιῶν Odyssey 1.199 μνηστύος ἀργαλέης, ἐπεὶ οὔ τινα δείδιμεν ἔμπης, Odyssey 1.200 οὔτʼ οὖν Τηλέμαχον μάλα περ πολύμυθον ἐόντα, Odyssey 1.201 οὔτε θεοπροπίης ἐμπαζόμεθʼ, ἣν σύ, γεραιέ, Odyssey 1.202 μυθέαι ἀκράαντον, ἀπεχθάνεαι δʼ ἔτι μᾶλλον. Odyssey 1.203 χρήματα δʼ αὖτε κακῶς βεβρώσεται, οὐδέ ποτʼ ἶσα Odyssey 1.204 ἔσσεται, ὄφρα κεν ἥ γε διατρίβῃσιν Ἀχαιοὺς Odyssey 1.205 ὃν γάμον· ἡμεῖς δʼ αὖ ποτιδέγμενοι ἤματα πάντα Odyssey 1.206 εἵνεκα τῆς ἀρετῆς ἐριδαίνομεν, οὐδὲ μετʼ ἄλλας Odyssey 1.207 ἐρχόμεθʼ, ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ. Odyssey 1.208 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.209 Εὐρύμαχʼ ἠδὲ καὶ ἄλλοι, ὅσοι μνηστῆρες ἀγαυοί, Odyssey 1.210 ταῦτα μὲν οὐχ ὑμέας ἔτι λίσσομαι οὐδʼ ἀγορεύω· Odyssey 1.211 ἤδη γὰρ τὰ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. Odyssey 1.212 ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους, Odyssey 1.213 οἵ κέ μοι ἔνθα καὶ ἔνθα διαπρήσσωσι κέλευθον. Odyssey 1.214 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα Odyssey 1.215 νόστον πευσόμενος πατρὸς δὴν οἰχομένοιο, Odyssey 1.216 ἤν τίς μοι εἴπῃσι βροτῶν ἢ ὄσσαν ἀκούσω Odyssey 1.217 ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν· Odyssey 1.218 εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, Odyssey 1.219 ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν· Odyssey 1.220 εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος, Odyssey 1.221 νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν Odyssey 1.222 σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω Odyssey 1.223 πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω. Odyssey 1.224 ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη Odyssey 1.225 Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος, Odyssey 1.226 καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, Odyssey 1.227 πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν· Odyssey 1.228 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· Odyssey 1.229 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· Odyssey 1.230 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω Odyssey 1.231 σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, Odyssey 1.232 ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι· Odyssey 1.233 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο Odyssey 1.234 λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν. Odyssey 1.235 ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω Odyssey 1.236 ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο· Odyssey 1.237 σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως Odyssey 1.238 οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι. Odyssey 1.239 νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες Odyssey 1.240 ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι Odyssey 1.241 παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες. Odyssey 1.242 τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα· Odyssey 1.243 Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες Odyssey 1.244 ἡμέας ὀτρύνων καταπαυέμεν. ἀργαλέον δὲ Odyssey 1.245 ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί. Odyssey 1.246 εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν Odyssey 1.247 δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς Odyssey 1.248 ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ, Odyssey 1.249 οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, Odyssey 1.250 ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, Odyssey 1.251 εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες. Odyssey 1.252 ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος, Odyssey 1.253 τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης, Odyssey 1.254 οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι. Odyssey 1.255 ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων Odyssey 1.256 πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην. Odyssey 1.257 ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν. Odyssey 1.258 οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος, Odyssey 1.259 μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος. Odyssey 1.260 Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, Odyssey 1.261 χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ· Odyssey 1.262 κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ Odyssey 1.263 καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον Odyssey 1.264 νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο Odyssey 1.265 ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, Odyssey 1.266 μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες. Odyssey 1.267 ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, Odyssey 1.268 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, Odyssey 1.269 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.270 Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, Odyssey 1.271 εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, Odyssey 1.272 οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε· Odyssey 1.273 οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος. Odyssey 1.274 εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης, Odyssey 1.275 οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς. Odyssey 1.276 παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, Odyssey 1.277 οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους. Odyssey 1.278 ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, Odyssey 1.279 οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, Odyssey 1.280 ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα. Odyssey 1.281 τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε Odyssey 1.282 ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι· Odyssey 1.283 οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, Odyssey 1.284 ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι. Odyssey 1.285 σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς· Odyssey 1.286 τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώιός εἰμι, Odyssey 1.287 ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός. Odyssey 1.288 ἀλλὰ σὺ μὲν πρὸς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει, Odyssey 1.289 ὅπλισσόν τʼ ἤια καὶ ἄγγεσιν ἄρσον ἅπαντα, Odyssey 1.290 οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, Odyssey 1.291 δέρμασιν ἐν πυκινοῖσιν· ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους Odyssey 1.292 αἶψʼ ἐθελοντῆρας συλλέξομαι. εἰσὶ δὲ νῆες Odyssey 1.293 πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί· Odyssey 1.294 τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, Odyssey 1.295 ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ. Odyssey 1.296 ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν Odyssey 1.297 Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. Odyssey 1.298 βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ, Odyssey 1.299 εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν, Odyssey 1.300 αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ. Odyssey 1.301 Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, Odyssey 1.302 ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.303 Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο Odyssey 1.304 ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε, Odyssey 1.305 ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ. Odyssey 1.306 ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, Odyssey 1.307 νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι Odyssey 1.308 ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν. Odyssey 1.309 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.310 Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν Odyssey 1.311 δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον. Odyssey 1.312 ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ Odyssey 1.313 κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα; Odyssey 1.314 νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων Odyssey 1.315 πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός, Odyssey 1.316 πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, Odyssey 1.317 ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ. Odyssey 1.318 εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, Odyssey 1.319 ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων Odyssey 1.320 γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι. Odyssey 1.321 ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο Odyssey 1.322 ῥεῖα· μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο. Odyssey 1.323 οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν. Odyssey 1.324 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Odyssey 1.325 ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει. Odyssey 1.326 ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος Odyssey 1.327 ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς· Odyssey 1.328 ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, Odyssey 1.329 ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, Odyssey 1.330 ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ. Odyssey 1.331 ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων· Odyssey 1.332 τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς Odyssey 1.333 τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς; Odyssey 1.334 οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· Odyssey 1.335 κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε Odyssey 1.336 τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι. Odyssey 1.337 ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς Odyssey 1.338 εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο Odyssey 1.339 ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον· Odyssey 1.340 ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο Odyssey 1.341 ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, Odyssey 1.342 ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς Odyssey 1.343 οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας. Odyssey 1.344 κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, Odyssey 1.345 δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ Odyssey 1.346 ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, Odyssey 1.347 Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο. Odyssey 1.348 τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· Odyssey 1.349 μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον Odyssey 1.350 ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις Odyssey 1.351 κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι Odyssey 1.352 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. Odyssey 1.353 δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας. Odyssey 1.354 ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν· Odyssey 1.355 εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς. Odyssey 1.356 αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω· Odyssey 1.357 ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ Odyssey 1.358 μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται. Odyssey 1.359 εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα Odyssey 1.360 νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω. Odyssey 1.361 ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια, Odyssey 1.362 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.363 τίπτε δέ τοι, φίλε τέκνον, ἐνὶ φρεσὶ τοῦτο νόημα Odyssey 1.364 ἔπλετο; πῇ δʼ ἐθέλεις ἰέναι πολλὴν ἐπὶ γαῖαν Odyssey 1.365 μοῦνος ἐὼν ἀγαπητός; ὁ δʼ ὤλετο τηλόθι πάτρης Odyssey 1.366 διογενὴς Ὀδυσεὺς ἀλλογνώτῳ ἐνὶ δήμῳ. Odyssey 1.367 οἱ δέ τοι αὐτίκʼ ἰόντι κακὰ φράσσονται ὀπίσσω, Odyssey 1.368 ὥς κε δόλῳ φθίῃς, τάδε δʼ αὐτοὶ πάντα δάσονται. Odyssey 1.369 ἀλλὰ μένʼ αὖθʼ ἐπὶ σοῖσι καθήμενος· οὐδέ τί σε χρὴ Odyssey 1.370 πόντον ἐπʼ ἀτρύγετον κακὰ πάσχειν οὐδʼ ἀλάλησθαι. Odyssey 1.371 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.372 θάρσει, μαῖʼ, ἐπεὶ οὔ τοι ἄνευ θεοῦ ἥδε γε βουλή. Odyssey 1.373 ἀλλʼ ὄμοσον μὴ μητρὶ φίλῃ τάδε μυθήσασθαι, Odyssey 1.374 πρίν γʼ ὅτʼ ἂν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται, Odyssey 1.375 ἢ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, Odyssey 1.376 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃ. Odyssey 1.377 ὣς ἄρʼ ἔφη, γρῆυς δὲ θεῶν μέγαν ὅρκον ἀπώμνυ. Odyssey 1.378 αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, Odyssey 1.379 αὐτίκʼ ἔπειτά οἱ οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσεν, Odyssey 1.380 ἐν δέ οἱ ἄλφιτα χεῦεν ἐϋρραφέεσσι δοροῖσι. Odyssey 1.381 Τηλέμαχος δʼ ἐς δώματʼ ἰὼν μνηστῆρσιν ὁμίλει. Odyssey 1.382 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. Odyssey 1.383 Τηλεμάχῳ ἐικυῖα κατὰ πτόλιν ᾤχετο πάντῃ, Odyssey 1.384 καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον, Odyssey 1.385 ἑσπερίους δʼ ἐπὶ νῆα θοὴν ἀγέρεσθαι ἀνώγει. Odyssey 1.386 ἡ δʼ αὖτε Φρονίοιο Νοήμονα φαίδιμον υἱὸν Odyssey 1.387 ᾔτεε νῆα θοήν· ὁ δέ οἱ πρόφρων ὑπέδεκτο. Odyssey 1.388 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, Odyssey 1.389 καὶ τότε νῆα θοὴν ἅλαδʼ εἴρυσε, πάντα δʼ ἐν αὐτῇ Odyssey 1.390 ὅπλʼ ἐτίθει, τά τε νῆες ἐύσσελμοι φορέουσι. Odyssey 1.391 στῆσε δʼ ἐπʼ ἐσχατιῇ λιμένος, περὶ δʼ ἐσθλοὶ ἑταῖροι Odyssey 1.392 ἁθρόοι ἠγερέθοντο· θεὰ δʼ ὤτρυνεν ἕκαστον. Odyssey 1.393 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη. Odyssey 1.394 βῆ ῥʼ ἰέναι πρὸς δώματʼ Ὀδυσσῆος θείοιο· Odyssey 1.395 ἔνθα μνηστήρεσσιν ἐπὶ γλυκὺν ὕπνον ἔχευε, Odyssey 1.396 πλάζε δὲ πίνοντας, χειρῶν δʼ ἔκβαλλε κύπελλα. Odyssey 1.397 οἱ δʼ εὕδειν ὤρνυντο κατὰ πτόλιν, οὐδʼ ἄρʼ ἔτι δὴν Odyssey 1.398 ἥατʼ, ἐπεί σφισιν ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν. Odyssey 1.399 αὐτὰρ Τηλέμαχον προσέφη γλαυκῶπις Ἀθήνη Odyssey 1.400 ἐκπροκαλεσσαμένη μεγάρων ἐὺ ναιεταόντων, Odyssey 1.401 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν· Odyssey 1.402 Τηλέμαχʼ, ἤδη μέν τοι ἐυκνήμιδες ἑταῖροι Odyssey 1.403 ἥατʼ ἐπήρετμοι τὴν σὴν ποτιδέγμενοι ὁρμήν· Odyssey 1.404 ἀλλʼ ἴομεν, μὴ δηθὰ διατρίβωμεν ὁδοῖο. Odyssey 1.405 ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη Odyssey 1.406 καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. Odyssey 1.407 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, Odyssey 1.408 εὗρον ἔπειτʼ ἐπὶ θινὶ κάρη κομόωντας ἑταίρους. Odyssey 1.409 τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· Odyssey 1.410 δεῦτε, φίλοι, ἤια φερώμεθα· πάντα γὰρ ἤδη Odyssey 1.411 ἁθρόʼ ἐνὶ μεγάρῳ. μήτηρ δʼ ἐμὴ οὔ τι πέπυσται, Odyssey 1.412 οὐδʼ ἄλλαι δμωαί, μία δʼ οἴη μῦθον ἄκουσεν. Odyssey 1.413 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. Odyssey 1.414 οἱ δʼ ἄρα πάντα φέροντες ἐυσσέλμῳ ἐπὶ νηὶ Odyssey 1.415 κάτθεσαν, ὡς ἐκέλευσεν Ὀδυσσῆος φίλος υἱός. Odyssey 1.416 ἂν δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη, Odyssey 1.417 νηὶ δʼ ἐνὶ πρυμνῇ κατʼ ἄρʼ ἕζετο· ἄγχι δʼ ἄρʼ αὐτῆς Odyssey 1.418 ἕζετο Τηλέμαχος. τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν, Odyssey 1.419 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον. Odyssey 1.420 τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, Odyssey 1.421 ἀκραῆ Ζέφυρον, κελάδοντʼ ἐπὶ οἴνοπα πόντον. Odyssey 1.422 Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν Odyssey 1.423 ὅπλων ἅπτεσθαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν. Odyssey 1.424 ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης Odyssey 1.425 στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, Odyssey 1.426 ἕλκον δʼ ἱστία λευκὰ ἐυστρέπτοισι βοεῦσιν. Odyssey 1.427 ἔπρησεν δʼ ἄνεμος μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα Odyssey 1.428 στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· Odyssey 1.429 ἡ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. Odyssey 1.430 δησάμενοι δʼ ἄρα ὅπλα θοὴν ἀνὰ νῆα μέλαιναν Odyssey 1.431 στήσαντο κρητῆρας ἐπιστεφέας οἴνοιο, Odyssey 1.432 λεῖβον δʼ ἀθανάτοισι θεοῖς αἰειγενέτῃσιν, Odyssey 1.433 ἐκ πάντων δὲ μάλιστα Διὸς γλαυκώπιδι κούρῃ. Odyssey 1.434 παννυχίη μέν ῥʼ ἥ γε καὶ ἠῶ πεῖρε κέλευθον. Odyssey 1.1 Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, Odyssey 1.2 οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι Odyssey 1.3 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· Odyssey 1.4 οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, Odyssey 1.5 ἷξον· τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, Odyssey 1.6 ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ. Odyssey 1.7 ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ Odyssey 1.8 ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους. Odyssey 1.9 εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον, Odyssey 1.10 οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης Odyssey 1.11 στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· Odyssey 1.12 ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη. Odyssey 1.13 τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.14 Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν· Odyssey 1.15 τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι Odyssey 1.16 πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν. Odyssey 1.17 ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο· Odyssey 1.18 εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε. Odyssey 1.19 λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ· Odyssey 1.20 ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί. Odyssey 1.21 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.22 Μέντορ, πῶς τʼ ἄρʼ ἴω; πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν; Odyssey 1.23 οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν· Odyssey 1.24 αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι. Odyssey 1.25 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.26 Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, Odyssey 1.27 ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται· οὐ γὰρ ὀίω Odyssey 1.28 οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε. Odyssey 1.29 ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη Odyssey 1.30 καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. Odyssey 1.31 ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας, Odyssey 1.32 ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι Odyssey 1.33 δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον. Odyssey 1.34 οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, Odyssey 1.35 χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον. Odyssey 1.36 πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν Odyssey 1.37 ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ Odyssey 1.38 κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν Odyssey 1.39 πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ· Odyssey 1.40 δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν Odyssey 1.41 χρυσείῳ δέπαϊ· δειδισκόμενος δὲ προσηύδα Odyssey 1.42 Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο· Odyssey 1.43 εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι· Odyssey 1.44 τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες. Odyssey 1.45 αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, Odyssey 1.46 δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου Odyssey 1.47 σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν Odyssey 1.48 εὔχεσθαι· πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι. Odyssey 1.49 ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ· Odyssey 1.50 τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον. Odyssey 1.51 ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου· Odyssey 1.52 χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, Odyssey 1.53 οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον· Odyssey 1.54 αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι· Odyssey 1.55 κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς Odyssey 1.56 ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα. Odyssey 1.57 Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε, Odyssey 1.58 αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν Odyssey 1.59 σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης. Odyssey 1.60 δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι, Odyssey 1.61 οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ. Odyssey 1.62 ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα. Odyssey 1.63 δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον· Odyssey 1.64 ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός. Odyssey 1.65 οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, Odyssey 1.66 μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα. Odyssey 1.67 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.68 τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· Odyssey 1.69 νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι Odyssey 1.70 ξείνους, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς. Odyssey 1.71 ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; Odyssey 1.72 ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε Odyssey 1.73 οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται Odyssey 1.74 ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες; Odyssey 1.75 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα Odyssey 1.76 θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη Odyssey 1.77 θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο Odyssey 1.78 ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν· Odyssey 1.79 ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, Odyssey 1.80 εἴρεαι ὁππόθεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω. Odyssey 1.81 ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν· Odyssey 1.82 πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω. Odyssey 1.83 πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, Odyssey 1.84 δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι Odyssey 1.85 σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι. Odyssey 1.86 ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, Odyssey 1.87 πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, Odyssey 1.88 κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων. Odyssey 1.89 οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν, Odyssey 1.90 εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, Odyssey 1.91 εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης. Odyssey 1.92 τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα Odyssey 1.93 κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας Odyssey 1.94 ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας Odyssey 1.95 πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. Odyssey 1.96 μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, Odyssey 1.97 ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. Odyssey 1.98 λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς, Odyssey 1.99 ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε Odyssey 1.100 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, Odyssey 1.101 τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. Odyssey 1.102 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Odyssey 1.103 ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ Odyssey 1.104 δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, Odyssey 1.105 ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον Odyssey 1.106 πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, Odyssey 1.107 ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος Odyssey 1.108 μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι. Odyssey 1.109 ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς, Odyssey 1.110 ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, Odyssey 1.111 ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, Odyssey 1.112 Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής· Odyssey 1.113 ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά· τίς κεν ἐκεῖνα Odyssey 1.114 πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων; Odyssey 1.115 οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων Odyssey 1.116 ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· Odyssey 1.117 πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο. Odyssey 1.118 εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες Odyssey 1.119 παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων. Odyssey 1.120 ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην Odyssey 1.121 ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς Odyssey 1.122 παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε Odyssey 1.123 κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα. Odyssey 1.124 ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης Odyssey 1.125 ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι. Odyssey 1.126 ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς Odyssey 1.127 οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ, Odyssey 1.128 ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ Odyssey 1.129 φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο. Odyssey 1.130 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, Odyssey 1.131 βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, Odyssey 1.132 καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον Odyssey 1.133 Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι Odyssey 1.134 πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον Odyssey 1.135 μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης. Odyssey 1.136 ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε. Odyssey 1.137 τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, Odyssey 1.138 μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, Odyssey 1.139 οἱ δʼ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν, Odyssey 1.140 μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν. Odyssey 1.141 ἔνθʼ ἦ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς Odyssey 1.142 νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης, Odyssey 1.143 οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα Odyssey 1.144 λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας, Odyssey 1.145 ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο, Odyssey 1.146 νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν· Odyssey 1.147 οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων. Odyssey 1.148 ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν Odyssey 1.149 ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ Odyssey 1.150 ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή. Odyssey 1.151 νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες Odyssey 1.152 ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο· Odyssey 1.153 ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν Odyssey 1.154 κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας. Odyssey 1.155 ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες Odyssey 1.156 αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν· Odyssey 1.157 ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα Odyssey 1.158 ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον. Odyssey 1.159 ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν, Odyssey 1.160 οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον, Odyssey 1.161 σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις. Odyssey 1.162 οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας Odyssey 1.163 ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην, Odyssey 1.164 αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες· Odyssey 1.165 αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο, Odyssey 1.166 φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων. Odyssey 1.167 φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους. Odyssey 1.168 ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος, Odyssey 1.169 ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, Odyssey 1.170 ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, Odyssey 1.171 νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες, Odyssey 1.172 ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα. Odyssey 1.173 ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν Odyssey 1.174 δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Ἐύβοιαν Odyssey 1.175 τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν. Odyssey 1.176 ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα Odyssey 1.177 ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν Odyssey 1.178 ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων Odyssey 1.179 πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες. Odyssey 1.180 τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας Odyssey 1.181 Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο Odyssey 1.182 ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη Odyssey 1.183 οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι. Odyssey 1.184 ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα Odyssey 1.185 κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο. Odyssey 1.186 ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι Odyssey 1.187 πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω. Odyssey 1.188 εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, Odyssey 1.189 οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, Odyssey 1.190 εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν. Odyssey 1.191 πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, Odyssey 1.192 οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα. Odyssey 1.193 Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, Odyssey 1.194 ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον. Odyssey 1.195 ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· Odyssey 1.196 ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι Odyssey 1.197 ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, Odyssey 1.198 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. Odyssey 1.199 καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, Odyssey 1.200 ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ. Odyssey 1.201 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.202 ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, Odyssey 1.203 καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ Odyssey 1.204 οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι· Odyssey 1.205 αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, Odyssey 1.206 τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, Odyssey 1.207 οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Odyssey 1.208 ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον, Odyssey 1.209 πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης. Odyssey 1.210 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Odyssey 1.211 ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες, Odyssey 1.212 φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς Odyssey 1.213 ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι· Odyssey 1.214 εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ Odyssey 1.215 ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ. Odyssey 1.216 τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών, Odyssey 1.217 ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί; Odyssey 1.218 εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη, Odyssey 1.219 ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο Odyssey 1.220 δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί— Odyssey 1.221 οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, Odyssey 1.222 ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη— Odyssey 1.223 εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ, Odyssey 1.224 τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο. Odyssey 1.225 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.226 ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· Odyssey 1.227 λίην γὰρ μέγα εἶπες· ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε Odyssey 1.228 ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν. Odyssey 1.229 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.230 Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. Odyssey 1.231 ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. Odyssey 1.232 βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας Odyssey 1.233 οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, Odyssey 1.234 ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων Odyssey 1.235 ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο. Odyssey 1.236 ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ Odyssey 1.237 καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ Odyssey 1.238 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο. Odyssey 1.239 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.240 Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ· Odyssey 1.241 κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη Odyssey 1.242 φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν. Odyssey 1.243 νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι Odyssey 1.244 Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· Odyssey 1.245 τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν· Odyssey 1.246 ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι. Odyssey 1.247 ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες· Odyssey 1.248 πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων; Odyssey 1.249 ποῦ Μενέλαος ἔην; τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον Odyssey 1.250 Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω; Odyssey 1.251 ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ Odyssey 1.252 πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε; Odyssey 1.253 τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· Odyssey 1.254 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. Odyssey 1.255 ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, Odyssey 1.256 εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν Odyssey 1.257 Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος· Odyssey 1.258 τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν, Odyssey 1.259 ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν Odyssey 1.260 κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν Odyssey 1.261 κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον. Odyssey 1.262 ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους Odyssey 1.263 ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο Odyssey 1.264 πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν. Odyssey 1.265 ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς Odyssey 1.266 δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι· Odyssey 1.267 πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν Odyssey 1.268 Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν. Odyssey 1.269 ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, Odyssey 1.270 δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην Odyssey 1.271 κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, Odyssey 1.272 τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε. Odyssey 1.273 πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς, Odyssey 1.274 πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, Odyssey 1.275 ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ. Odyssey 1.276 ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, Odyssey 1.277 Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν· Odyssey 1.278 ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων, Odyssey 1.279 ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων Odyssey 1.280 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, Odyssey 1.281 πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, Odyssey 1.282 Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων Odyssey 1.283 νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι. Odyssey 1.284 ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο, Odyssey 1.285 ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν. Odyssey 1.286 ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον Odyssey 1.287 ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ Odyssey 1.288 ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς Odyssey 1.289 ἐφράσατο, λιγέων δʼ ἀνέμων ἐπʼ ἀυτμένα χεῦε, Odyssey 1.290 κύματά τε τροφέοντο πελώρια, ἶσα ὄρεσσιν. Odyssey 1.291 ἔνθα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν, Odyssey 1.292 ἧχι Κύδωνες ἔναιον Ἰαρδάνου ἀμφὶ ῥέεθρα. Odyssey 1.293 ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη Odyssey 1.294 ἐσχατιῇ Γόρτυνος ἐν ἠεροειδέι πόντῳ· Odyssey 1.295 ἔνθα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠθεῖ, Odyssey 1.296 ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμʼ ἀποέργει. Odyssey 1.297 αἱ μὲν ἄρʼ ἔνθʼ ἦλθον, σπουδῇ δʼ ἤλυξαν ὄλεθρον Odyssey 1.298 ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν Odyssey 1.299 κύματʼ· ἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους Odyssey 1.300 Αἰγύπτῳ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. Odyssey 1.301 ὣς ὁ μὲν ἔνθα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων Odyssey 1.302 ἠλᾶτο ξὺν νηυσὶ κατʼ ἀλλοθρόους ἀνθρώπους· Odyssey 1.303 τόφρα δὲ ταῦτʼ Αἴγισθος ἐμήσατο οἴκοθι λυγρά. Odyssey 1.305 ἑπτάετες δʼ ἤνασσε πολυχρύσοιο Μυκήνης, Odyssey 1.304 κτείνας Ἀτρεΐδην, δέδμητο δὲ λαὸς ὑπʼ αὐτῷ. Odyssey 1.306 τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυθε δῖος Ὀρέστης Odyssey 1.307 ἂψ ἀπʼ Ἀθηνάων, κατὰ δʼ ἔκτανε πατροφονῆα, Odyssey 1.308 Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. Odyssey 1.309 ἦ τοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν Odyssey 1.310 μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο· Odyssey 1.311 αὐτῆμαρ δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος Odyssey 1.312 πολλὰ κτήματʼ ἄγων, ὅσα οἱ νέες ἄχθος ἄειραν. Odyssey 1.313 καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἄπο τῆλʼ ἀλάλησο, Odyssey 1.314 κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν Odyssey 1.315 οὕτω ὑπερφιάλους, μή τοι κατὰ πάντα φάγωσιν Odyssey 1.316 κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. Odyssey 1.317 ἀλλʼ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα Odyssey 1.318 ἐλθεῖν· κεῖνος γὰρ νέον ἄλλοθεν εἰλήλουθεν, Odyssey 1.319 ἐκ τῶν ἀνθρώπων, ὅθεν οὐκ ἔλποιτό γε θυμῷ Odyssey 1.320 ἐλθέμεν, ὅν τινα πρῶτον ἀποσφήλωσιν ἄελλαι Odyssey 1.321 ἐς πέλαγος μέγα τοῖον, ὅθεν τέ περ οὐδʼ οἰωνοὶ Odyssey 1.322 αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε. Odyssey 1.323 ἀλλʼ ἴθι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν· Odyssey 1.324 εἰ δʼ ἐθέλεις πεζός, πάρα τοι δίφρος τε καὶ ἵπποι, Odyssey 1.325 πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται Odyssey 1.326 ἐς Λακεδαίμονα δῖαν, ὅθι ξανθὸς Μενέλαος. Odyssey 1.327 λίσσεσθαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ· Odyssey 1.328 ψεῦδος δʼ οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν. Odyssey 1.329 ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθε. Odyssey 1.330 τοῖσι δὲ καὶ μετέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.331 ὦ γέρον, ἦ τοι ταῦτα κατὰ μοῖραν κατέλεξας· Odyssey 1.332 ἀλλʼ ἄγε τάμνετε μὲν γλώσσας, κεράασθε δὲ οἶνον, Odyssey 1.333 ὄφρα Ποσειδάωνι καὶ ἄλλοις ἀθανάτοισιν Odyssey 1.334 σπείσαντες κοίτοιο μεδώμεθα· τοῖο γὰρ ὥρη. Odyssey 1.335 ἤδη γὰρ φάος οἴχεθʼ ὑπὸ ζόφον, οὐδὲ ἔοικεν· Odyssey 1.336 δηθὰ θεῶν ἐν δαιτὶ θαασσέμεν, ἀλλὰ νέεσθαι. Odyssey 1.337 ἦ ῥα Διὸς θυγάτηρ, οἱ δʼ ἔκλυον αὐδησάσης. Odyssey 1.338 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, Odyssey 1.339 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, Odyssey 1.340 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι· Odyssey 1.341 γλώσσας δʼ ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δʼ ἐπέλειβον. Odyssey 1.342 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, Odyssey 1.343 δὴ τότʼ Ἀθηναίη καὶ Τηλέμαχος θεοειδὴς Odyssey 1.344 ἄμφω ἱέσθην κοίλην ἐπὶ νῆα νέεσθαι. Odyssey 1.345 Νέστωρ δʼ αὖ κατέρυκε καθαπτόμενος ἐπέεσσιν· Odyssey 1.346 Ζεὺς τό γʼ ἀλεξήσειε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, Odyssey 1.347 ὡς ὑμεῖς παρʼ ἐμεῖο θοὴν ἐπὶ νῆα κίοιτε Odyssey 1.348 ὥς τέ τευ ἦ παρὰ πάμπαν ἀνείμονος ἠδὲ πενιχροῦ, Odyssey 1.349 ᾧ οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλʼ ἐνὶ οἴκῳ, Odyssey 1.350 οὔτʼ αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν. Odyssey 1.351 αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά. Odyssey 1.352 οὔ θην δὴ τοῦδʼ ἀνδρὸς Ὀδυσσῆος φίλος υἱὸς Odyssey 1.353 νηὸς ἐπʼ ἰκριόφιν καταλέξεται, ὄφρʼ ἂν ἐγώ γε Odyssey 1.354 ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται, Odyssey 1.355 ξείνους ξεινίζειν, ὅς τίς κʼ ἐμὰ δώμαθʼ ἵκηται. Odyssey 1.356 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.357 εὖ δὴ ταῦτά γʼ ἔφησθα, γέρον φίλε· σοὶ δὲ ἔοικεν Odyssey 1.358 Τηλέμαχον πείθεσθαι, ἐπεὶ πολὺ κάλλιον οὕτως. Odyssey 1.359 ἀλλʼ οὗτος μὲν νῦν σοὶ ἅμʼ ἕψεται, ὄφρα κεν εὕδῃ Odyssey 1.360 σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δʼ ἐπὶ νῆα μέλαιναν Odyssey 1.361 εἶμʼ, ἵνα θαρσύνω θʼ ἑτάρους εἴπω τε ἕκαστα. Odyssey 1.362 οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι· Odyssey 1.363 οἱ δʼ ἄλλοι φιλότητι νεώτεροι ἄνδρες ἕπονται, Odyssey 1.364 πάντες ὁμηλικίη μεγαθύμου Τηλεμάχοιο. Odyssey 1.365 ἔνθα κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ Odyssey 1.366 νῦν· ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους Odyssey 1.367 εἶμʼ ἔνθα χρεῖός μοι ὀφέλλεται, οὔ τι νέον γε Odyssey 1.368 οὐδʼ ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα, Odyssey 1.369 πέμψον σὺν δίφρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους, Odyssey 1.370 οἵ τοι ἐλαφρότατοι θείειν καὶ κάρτος ἄριστοι. Odyssey 1.371 ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη Odyssey 1.372 φήνῃ εἰδομένη· θάμβος δʼ ἕλε πάντας ἰδόντας. Odyssey 1.373 θαύμαζεν δʼ ὁ γεραιός, ὅπως ἴδεν ὀφθαλμοῖσι· Odyssey 1.374 Τηλεμάχου δʼ ἕλε χεῖρα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.375 ὦ φίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσθαι, Odyssey 1.376 εἰ δή τοι νέῳ ὧδε θεοὶ πομπῆες ἕπονται. Odyssey 1.377 οὐ μὲν γάρ τις ὅδʼ ἄλλος Ὀλύμπια δώματʼ ἐχόντων, Odyssey 1.378 ἀλλὰ Διὸς θυγάτηρ, κυδίστη Τριτογένεια, Odyssey 1.379 ἥ τοι καὶ πατέρʼ ἐσθλὸν ἐν Ἀργείοισιν ἐτίμα. Odyssey 1.380 ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν, Odyssey 1.381 αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι· Odyssey 1.382 σοὶ δʼ αὖ ἐγὼ ῥέξω βοῦν ἦνιν εὐρυμέτωπον Odyssey 1.383 ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ· Odyssey 1.384 τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας. Odyssey 1.385 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. Odyssey 1.386 τοῖσιν δʼ ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ, Odyssey 1.387 υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά. Odyssey 1.388 ἀλλʼ ὅτε δώμαθʼ ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος, Odyssey 1.389 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· Odyssey 1.390 τοῖς δʼ ὁ γέρων ἐλθοῦσιν ἀνὰ κρητῆρα κέρασσεν Odyssey 1.391 οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ Odyssey 1.392 ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε· Odyssey 1.393 τοῦ ὁ γέρων κρητῆρα κεράσσατο, πολλὰ δʼ Ἀθήνῃ Odyssey 1.394 εὔχετʼ ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο. Odyssey 1.395 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ, ὅσον ἤθελε θυμός, Odyssey 1.396 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, Odyssey 1.397 τὸν δʼ αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ, Odyssey 1.398 Τηλέμαχον, φίλον υἱὸν Ὀδυσσῆος θείοιο, Odyssey 1.399 τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, Odyssey 1.400 πὰρʼ δʼ ἄρʼ ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν, Odyssey 1.401 ὅς οἱ ἔτʼ ἠίθεος παίδων ἦν ἐν μεγάροισιν· Odyssey 1.402 αὐτὸς δʼ αὖτε καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, Odyssey 1.403 τῷ δʼ ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. Odyssey 1.404 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.405 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι Γερήνιος ἱππότα Νέστωρ, Odyssey 1.406 ἐκ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ ξεστοῖσι λίθοισιν, Odyssey 1.407 οἵ οἱ ἔσαν προπάροιθε θυράων ὑψηλάων, Odyssey 1.408 λευκοί, ἀποστίλβοντες ἀλείφατος· οἷς ἔπι μὲν πρὶν Odyssey 1.409 Νηλεὺς ἵζεσκεν, θεόφιν μήστωρ ἀτάλαντος· Odyssey 1.410 ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Odyssey 1.411 Νέστωρ αὖ τότʼ ἐφῖζε Γερήνιος, οὖρος Ἀχαιῶν, Odyssey 1.412 σκῆπτρον ἔχων. περὶ δʼ υἷες ἀολλέες ἠγερέθοντο Odyssey 1.413 ἐκ θαλάμων ἐλθόντες, Ἐχέφρων τε Στρατίος τε Odyssey 1.414 Περσεύς τʼ Ἄρητός τε καὶ ἀντίθεος Θρασυμήδης. Odyssey 1.415 τοῖσι δʼ ἔπειθʼ ἕκτος Πεισίστρατος ἤλυθεν ἥρως, Odyssey 1.416 πὰρ δʼ ἄρα Τηλέμαχον θεοείκελον εἷσαν ἄγοντες. Odyssey 1.417 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· Odyssey 1.418 καρπαλίμως μοι, τέκνα φίλα, κρηήνατʼ ἐέλδωρ, Odyssey 1.419 ὄφρʼ ἦ τοι πρώτιστα θεῶν ἱλάσσομʼ Ἀθήνην, Odyssey 1.420 ἥ μοι ἐναργὴς ἦλθε θεοῦ ἐς δαῖτα θάλειαν. Odyssey 1.421 ἀλλʼ ἄγʼ ὁ μὲν πεδίονδʼ ἐπὶ βοῦν, ἴτω, ὄφρα τάχιστα Odyssey 1.422 ἔλθῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ· Odyssey 1.423 εἷς δʼ ἐπὶ Τηλεμάχου μεγαθύμου νῆα μέλαιναν Odyssey 1.424 πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύʼ οἴους· Odyssey 1.425 εἷς δʼ αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσθω Odyssey 1.426 ἐλθεῖν, ὄφρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ. Odyssey 1.427 οἱ δʼ ἄλλοι μένετʼ αὐτοῦ ἀολλέες, εἴπατε δʼ εἴσω Odyssey 1.428 δμῳῇσιν κατὰ δώματʼ ἀγακλυτὰ δαῖτα πένεσθαι, Odyssey 1.429 ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ. Odyssey 1.430 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον. ἦλθε μὲν ἂρ βοῦς Odyssey 1.431 ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης Odyssey 1.432 Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς Odyssey 1.433 ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης, Odyssey 1.434 ἄκμονά τε σφῦράν τʼ ἐυποίητόν τε πυράγρην, Odyssey 1.435 οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη Odyssey 1.436 ἱρῶν ἀντιόωσα. γέρων δʼ ἱππηλάτα Νέστωρ Odyssey 1.437 χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν Odyssey 1.438 ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα. Odyssey 1.439 βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων. Odyssey 1.440 χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι Odyssey 1.441 ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς Odyssey 1.442 ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης Odyssey 1.443 ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων. Odyssey 1.444 Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ Odyssey 1.445 χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ Odyssey 1.446 εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων. Odyssey 1.447 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, Odyssey 1.448 αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης Odyssey 1.449 ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας Odyssey 1.450 αὐχενίους, λῦσεν δὲ βοὸς μένος. αἱ δʼ ὀλόλυξαν Odyssey 1.451 θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις Odyssey 1.452 Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν. Odyssey 1.453 οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης Odyssey 1.454 ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν. Odyssey 1.455 τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, Odyssey 1.456 αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον Odyssey 1.457 πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν Odyssey 1.458 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. Odyssey 1.459 καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον Odyssey 1.460 λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. Odyssey 1.461 αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, Odyssey 1.462 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, Odyssey 1.463 ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες. Odyssey 1.464 τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη, Odyssey 1.465 Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο. Odyssey 1.466 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, Odyssey 1.467 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, Odyssey 1.468 ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· Odyssey 1.469 πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν. Odyssey 1.470 οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, Odyssey 1.471 δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο Odyssey 1.472 οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν. Odyssey 1.473 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.474 τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· Odyssey 1.475 παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους Odyssey 1.476 ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο. Odyssey 1.477 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, Odyssey 1.478 καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους. Odyssey 1.479 ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν Odyssey 1.480 ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες. Odyssey 1.481 ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον· Odyssey 1.482 πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν, Odyssey 1.483 ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί, Odyssey 1.484 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην Odyssey 1.485 ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον. Odyssey 1.486 οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. Odyssey 1.487 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, Odyssey 1.488 ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, Odyssey 1.489 υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. Odyssey 1.490 ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. Odyssey 1.491 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.492 ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον· Odyssey 1.493 ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· Odyssey 1.494 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην. Odyssey 1.495 ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα Odyssey 1.496 ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι. Odyssey 1.497 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. Odyssey 1.1 οἱ δʼ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν, Odyssey 1.2 πρὸς δʼ ἄρα δώματʼ ἔλων Μενελάου κυδαλίμοιο. Odyssey 1.3 τὸν δʼ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν Odyssey 1.4 υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ᾧ ἐνὶ οἴκῳ. Odyssey 1.5 τὴν μὲν Ἀχιλλῆος ῥηξήνορος υἱέι πέμπεν· Odyssey 1.6 ἐν Τροίῃ γὰρ πρῶτον ὑπέσχετο καὶ κατένευσε Odyssey 1.7 δωσέμεναι, τοῖσιν δὲ θεοὶ γάμον ἐξετέλειον. Odyssey 1.8 τὴν ἄρʼ ὅ γʼ ἔνθʼ ἵπποισι καὶ ἅρμασι πέμπε νέεσθαι Odyssey 1.9 Μυρμιδόνων προτὶ ἄστυ περικλυτόν, οἷσιν ἄνασσεν. Odyssey 1.10 υἱέι δὲ Σπάρτηθεν Ἀλέκτορος ἤγετο κούρην, Odyssey 1.11 ὅς οἱ τηλύγετος γένετο κρατερὸς Μεγαπένθης Odyssey 1.12 ἐκ δούλης· Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον, Odyssey 1.13 ἐπεὶ δὴ τὸ πρῶτον ἐγείνατο παῖδʼ ἐρατεινήν, Odyssey 1.14 Ἑρμιόνην, ἣ εἶδος ἔχε χρυσέης Ἀφροδίτης. Odyssey 1.15 ὣς οἱ μὲν δαίνυντο καθʼ ὑψερεφὲς μέγα δῶμα Odyssey 1.16 γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο, Odyssey 1.17 τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδὸς Odyssey 1.18 φορμίζων, δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτούς, Odyssey 1.19 μολπῆς ἐξάρχοντος, ἐδίνευον κατὰ μέσσους. Odyssey 1.20 τὼ δʼ αὖτʼ ἐν προθύροισι δόμων αὐτώ τε καὶ ἵππω, Odyssey 1.21 Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός, Odyssey 1.22 στῆσαν· ὁ δὲ προμολὼν ἴδετο κρείων Ἐτεωνεύς, Odyssey 1.23 ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο, Odyssey 1.24 βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα ποιμένι λαῶν, Odyssey 1.25 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.26 ξείνω δή τινε τώδε, διοτρεφὲς ὦ Μενέλαε, Odyssey 1.27 ἄνδρε δύω, γενεῇ δὲ Διὸς μεγάλοιο ἔικτον. Odyssey 1.28 ἀλλʼ εἴπʼ, ἤ σφωιν καταλύσομεν ὠκέας ἵππους, Odyssey 1.29 ἦ ἄλλον πέμπωμεν ἱκανέμεν, ὅς κε φιλήσῃ. Odyssey 1.30 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.31 οὐ μὲν νήπιος ἦσθα, Βοηθοΐδη Ἐτεωνεῦ, Odyssey 1.32 τὸ πρίν· ἀτὰρ μὲν νῦν γε πάϊς ὣς νήπια βάζεις. Odyssey 1.33 ἦ μὲν δὴ νῶι ξεινήια πολλὰ φαγόντε Odyssey 1.34 ἄλλων ἀνθρώπων δεῦρʼ ἱκόμεθʼ, αἴ κέ ποθι Ζεὺς Odyssey 1.35 ἐξοπίσω περ παύσῃ ὀιζύος. ἀλλὰ λύʼ ἵππους Odyssey 1.36 ξείνων, ἐς δʼ αὐτοὺς προτέρω ἄγε θοινηθῆναι. Odyssey 1.37 ὣς φάθʼ, ὁ δὲ μεγάροιο διέσσυτο, κέκλετο δʼ ἄλλους Odyssey 1.38 ὀτρηροὺς θεράποντας ἅμα σπέσθαι ἑοῖ αὐτῷ. Odyssey 1.39 οἱ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας, Odyssey 1.40 καὶ τοὺς μὲν κατέδησαν ἐφʼ ἱππείῃσι κάπῃσι, Odyssey 1.41 πὰρ δʼ ἔβαλον ζειάς, ἀνὰ δὲ κρῖ λευκὸν ἔμιξαν, Odyssey 1.42 ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα, Odyssey 1.43 αὐτοὺς δʼ εἰσῆγον θεῖον δόμον. οἱ δὲ ἰδόντες Odyssey 1.44 θαύμαζον κατὰ δῶμα διοτρεφέος βασιλῆος· Odyssey 1.45 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης Odyssey 1.46 δῶμα καθʼ ὑψερεφὲς Μενελάου κυδαλίμοιο. Odyssey 1.47 αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, Odyssey 1.48 ἔς ῥʼ ἀσαμίνθους βάντες ἐυξέστας λούσαντο. Odyssey 1.49 τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, Odyssey 1.50 ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, Odyssey 1.51 ἔς ῥα θρόνους ἕζοντο παρʼ Ἀτρεΐδην Μενέλαον. Odyssey 1.52 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Odyssey 1.53 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, Odyssey 1.54 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Odyssey 1.55 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, Odyssey 1.56 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. Odyssey 1.57 δαιτρὸς δὲ κρειῶν πίνακας παρέθηκεν ἀείρας Odyssey 1.58 παντοίων, παρὰ δέ σφι τίθει χρύσεια κύπελλα. Odyssey 1.59 τὼ καὶ δεικνύμενος προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.60 σίτου θʼ ἅπτεσθον καὶ χαίρετον. αὐτὰρ ἔπειτα Odyssey 1.61 δείπνου πασσαμένω εἰρησόμεθʼ, οἵ τινές ἐστον Odyssey 1.62 ἀνδρῶν· οὐ γὰρ σφῷν γε γένος ἀπόλωλε τοκήων, Odyssey 1.63 ἀλλʼ ἀνδρῶν γένος ἐστὲ διοτρεφέων βασιλήων Odyssey 1.64 σκηπτούχων, ἐπεὶ οὔ κε κακοὶ τοιούσδε τέκοιεν. Odyssey 1.65 ὣς φάτο, καί σφιν νῶτα βοὸς παρὰ πίονα θῆκεν Odyssey 1.66 ὄπτʼ ἐν χερσὶν ἑλών, τά ῥά οἱ γέρα πάρθεσαν αὐτῷ. Odyssey 1.67 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.68 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.69 δὴ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν, Odyssey 1.70 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· Odyssey 1.71 φράζεο, Νεστορίδη, τῷ ἐμῷ κεχαρισμένε θυμῷ, Odyssey 1.72 χαλκοῦ τε στεροπὴν κὰδ δώματα ἠχήεντα Odyssey 1.73 χρυσοῦ τʼ ἠλέκτρου τε καὶ ἀργύρου ἠδʼ ἐλέφαντος. Odyssey 1.74 Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή, Odyssey 1.75 ὅσσα τάδʼ ἄσπετα πολλά· σέβας μʼ ἔχει εἰσορόωντα. Odyssey 1.76 τοῦ δʼ ἀγορεύοντος ξύνετο ξανθὸς Μενέλαος, Odyssey 1.77 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.78 τέκνα φίλʼ, ἦ τοι Ζηνὶ βροτῶν οὐκ ἄν τις ἐρίζοι· Odyssey 1.79 ἀθάνατοι γὰρ τοῦ γε δόμοι καὶ κτήματʼ ἔασιν· Odyssey 1.80 ἀνδρῶν δʼ ἤ κέν τίς μοι ἐρίσσεται, ἠὲ καὶ οὐκί, Odyssey 1.81 κτήμασιν. ἦ γὰρ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς Odyssey 1.82 ἠγαγόμην ἐν νηυσὶ καὶ ὀγδοάτῳ ἔτει ἦλθον, Odyssey 1.83 Κύπρον Φοινίκην τε καὶ Αἰγυπτίους ἐπαληθείς, Odyssey 1.84 Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς Odyssey 1.85 καὶ Λιβύην, ἵνα τʼ ἄρνες ἄφαρ κεραοὶ τελέθουσι. Odyssey 1.86 τρὶς γὰρ τίκτει μῆλα τελεσφόρον εἰς ἐνιαυτόν. Odyssey 1.87 ἔνθα μὲν οὔτε ἄναξ ἐπιδευὴς οὔτε τι ποιμὴν Odyssey 1.88 τυροῦ καὶ κρειῶν οὐδὲ γλυκεροῖο γάλακτος, Odyssey 1.89 ἀλλʼ αἰεὶ παρέχουσιν ἐπηετανὸν γάλα θῆσθαι. Odyssey 1.90 ἧος ἐγὼ περὶ κεῖνα πολὺν βίοτον συναγείρων Odyssey 1.91 ἠλώμην, τῆός μοι ἀδελφεὸν ἄλλος ἔπεφνεν Odyssey 1.92 λάθρῃ, ἀνωιστί, δόλῳ οὐλομένης ἀλόχοιο· Odyssey 1.93 ὣς οὔ τοι χαίρων τοῖσδε κτεάτεσσιν ἀνάσσω. Odyssey 1.94 καὶ πατέρων τάδε μέλλετʼ ἀκουέμεν, οἵ τινες ὑμῖν Odyssey 1.95 εἰσίν, ἐπεὶ μάλα πολλὰ πάθον, καὶ ἀπώλεσα οἶκον Odyssey 1.96 εὖ μάλα ναιετάοντα, κεχανδότα πολλὰ καὶ ἐσθλά. Odyssey 1.97 ὧν ὄφελον τριτάτην περ ἔχων ἐν δώμασι μοῖραν Odyssey 1.98 ναίειν, οἱ δʼ ἄνδρες σόοι ἔμμεναι, οἳ τότʼ ὄλοντο Odyssey 1.99 Τροίῃ ἐν εὐρείῃ ἑκὰς Ἄργεος ἱπποβότοιο. Odyssey 1.100 ἀλλʼ ἔμπης πάντας μὲν ὀδυρόμενος καὶ ἀχεύων Odyssey 1.101 πολλάκις ἐν μεγάροισι καθήμενος ἡμετέροισιν Odyssey 1.102 ἄλλοτε μέν τε γόῳ φρένα τέρπομαι, ἄλλοτε δʼ αὖτε Odyssey 1.103 παύομαι· αἰψηρὸς δὲ κόρος κρυεροῖο γόοιο. Odyssey 1.104 τῶν πάντων οὐ τόσσον ὀδύρομαι, ἀχνύμενός περ, Odyssey 1.105 ὡς ἑνός, ὅς τέ μοι ὕπνον ἀπεχθαίρει καὶ ἐδωδὴν Odyssey 1.106 μνωομένῳ, ἐπεὶ οὔ τις Ἀχαιῶν τόσσʼ ἐμόγησεν, Odyssey 1.107 ὅσσʼ Ὀδυσεὺς ἐμόγησε καὶ ἤρατο. τῷ δʼ ἄρʼ ἔμελλεν Odyssey 1.108 αὐτῷ κήδεʼ ἔσεσθαι, ἐμοὶ δʼ ἄχος αἰὲν ἄλαστον Odyssey 1.109 κείνου, ὅπως δὴ δηρὸν ἀποίχεται, οὐδέ τι ἴδμεν, Odyssey 1.110 ζώει ὅ γʼ ἦ τέθνηκεν. ὀδύρονταί νύ που αὐτὸν Odyssey 1.111 Λαέρτης θʼ ὁ γέρων καὶ ἐχέφρων Πηνελόπεια Odyssey 1.112 Τηλέμαχός θʼ, ὃν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ. Odyssey 1.113 ὣς φάτο, τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο. Odyssey 1.114 δάκρυ δʼ ἀπὸ βλεφάρων χαμάδις βάλε πατρὸς ἀκούσας, Odyssey 1.115 χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχὼν Odyssey 1.116 ἀμφοτέρῃσιν χερσί. νόησε δέ μιν Μενέλαος, Odyssey 1.117 μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμόν, Odyssey 1.118 ἠέ μιν αὐτὸν πατρὸς ἐάσειε μνησθῆναι Odyssey 1.119 ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. Odyssey 1.120 ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, Odyssey 1.121 ἐκ δʼ Ἑλένη θαλάμοιο θυώδεος ὑψορόφοιο Odyssey 1.122 ἤλυθεν Ἀρτέμιδι χρυσηλακάτῳ ἐικυῖα. Odyssey 1.123 τῇ δʼ ἄρʼ ἅμʼ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν, Odyssey 1.124 Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο, Odyssey 1.125 Φυλὼ δʼ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔθηκεν Odyssey 1.126 Ἀλκάνδρη, Πολύβοιο δάμαρ, ὃς ἔναιʼ ἐνὶ Θήβῃς Odyssey 1.127 Αἰγυπτίῃς, ὅθι πλεῖστα δόμοις ἐν κτήματα κεῖται· Odyssey 1.128 ὃς Μενελάῳ δῶκε δύʼ ἀργυρέας ἀσαμίνθους, Odyssey 1.129 δοιοὺς δὲ τρίποδας, δέκα δὲ χρυσοῖο τάλαντα. Odyssey 1.130 χωρὶς δʼ αὖθʼ Ἑλένῃ ἄλοχος πόρε κάλλιμα δῶρα· Odyssey 1.131 χρυσέην τʼ ἠλακάτην τάλαρόν θʼ ὑπόκυκλον ὄπασσεν Odyssey 1.132 ἀργύρεον, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράαντο. Odyssey 1.133 τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα Odyssey 1.134 νήματος ἀσκητοῖο βεβυσμένον· αὐτὰρ ἐπʼ αὐτῷ Odyssey 1.135 ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα. Odyssey 1.136 ἕζετο δʼ ἐν κλισμῷ, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν. Odyssey 1.137 αὐτίκα δʼ ἥ γʼ ἐπέεσσι πόσιν ἐρέεινεν ἕκαστα· Odyssey 1.138 ἴδμεν δή, Μενέλαε διοτρεφές, οἵ τινες οἵδε Odyssey 1.139 ἀνδρῶν εὐχετόωνται ἱκανέμεν ἡμέτερον δῶ; Odyssey 1.140 ψεύσομαι ἦ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. Odyssey 1.141 οὐ γάρ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι Odyssey 1.142 οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα, σέβας μʼ ἔχει εἰσορόωσαν, Odyssey 1.143 ὡς ὅδʼ Ὀδυσσῆος μεγαλήτορος υἷι ἔοικε, Odyssey 1.144 Τηλεμάχῳ, τὸν ἔλειπε νέον γεγαῶτʼ ἐνὶ οἴκῳ Odyssey 1.145 κεῖνος ἀνήρ, ὅτʼ ἐμεῖο κυνώπιδος εἵνεκʼ Ἀχαιοὶ Odyssey 1.146 ἤλθεθʼ ὑπὸ Τροίην πόλεμον θρασὺν ὁρμαίνοντες. Odyssey 1.147 τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.148 οὕτω νῦν καὶ ἐγὼ νοέω, γύναι, ὡς σὺ ἐίσκεις· Odyssey 1.149 κείνου γὰρ τοιοίδε πόδες τοιαίδε τε χεῖρες Odyssey 1.150 ὀφθαλμῶν τε βολαὶ κεφαλή τʼ ἐφύπερθέ τε χαῖται. Odyssey 1.151 καὶ νῦν ἦ τοι ἐγὼ μεμνημένος ἀμφʼ Ὀδυσῆι Odyssey 1.152 μυθεόμην, ὅσα κεῖνος ὀιζύσας ἐμόγησεν Odyssey 1.153 ἀμφʼ ἐμοί, αὐτὰρ ὁ πικρὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβε, Odyssey 1.154 χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖιν ἀνασχών. Odyssey 1.155 τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· Odyssey 1.156 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, Odyssey 1.157 κείνου μέν τοι ὅδʼ υἱὸς ἐτήτυμον, ὡς ἀγορεύεις· Odyssey 1.158 ἀλλὰ σαόφρων ἐστί, νεμεσσᾶται δʼ ἐνὶ θυμῷ Odyssey 1.159 ὧδʼ ἐλθὼν τὸ πρῶτον ἐπεσβολίας ἀναφαίνειν Odyssey 1.160 ἄντα σέθεν, τοῦ νῶι θεοῦ ὣς τερπόμεθʼ αὐδῇ. Odyssey 1.161 αὐτὰρ ἐμὲ προέηκε Γερήνιος ἱππότα Νέστωρ Odyssey 1.162 τῷ ἅμα πομπὸν ἕπεσθαι· ἐέλδετο γάρ σε ἰδέσθαι, Odyssey 1.163 ὄφρα οἱ ἤ τι ἔπος ὑποθήσεαι ἠέ τι ἔργον. Odyssey 1.164 πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς πάϊς οἰχομένοιο Odyssey 1.165 ἐν μεγάροις, ᾧ μὴ ἄλλοι ἀοσσητῆρες ἔωσιν, Odyssey 1.166 ὡς νῦν Τηλεμάχῳ ὁ μὲν οἴχεται, οὐδέ οἱ ἄλλοι Odyssey 1.167 εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν κακότητα. Odyssey 1.168 τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.169 ὢ πόποι, ἦ μάλα δὴ φίλου ἀνέρος υἱὸς ἐμὸν δῶ Odyssey 1.170 ἵκεθʼ, ὃς εἵνεκʼ ἐμεῖο πολέας ἐμόγησεν ἀέθλους· Odyssey 1.171 καί μιν ἔφην ἐλθόντα φιλησέμεν ἔξοχον ἄλλων Odyssey 1.172 Ἀργείων, εἰ νῶιν ὑπεὶρ ἅλα νόστον ἔδωκε Odyssey 1.173 νηυσὶ θοῇσι γενέσθαι Ὀλύμπιος εὐρύοπα Ζεύς. Odyssey 1.174 καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματʼ ἔτευξα, Odyssey 1.175 ἐξ Ἰθάκης ἀγαγὼν σὺν κτήμασι καὶ τέκεϊ ᾧ Odyssey 1.176 καὶ πᾶσιν λαοῖσι, μίαν πόλιν ἐξαλαπάξας, Odyssey 1.177 αἳ περιναιετάουσιν, ἀνάσσονται δʼ ἐμοὶ αὐτῷ. Odyssey 1.178 καί κε θάμʼ ἐνθάδʼ ἐόντες ἐμισγόμεθʼ· οὐδέ κεν ἡμέας Odyssey 1.179 ἄλλο διέκρινεν φιλέοντέ τε τερπομένω τε, Odyssey 1.180 πρίν γʼ ὅτε δὴ θανάτοιο μέλαν νέφος ἀμφεκάλυψεν. Odyssey 1.181 ἀλλὰ τὰ μέν που μέλλεν ἀγάσσεσθαι θεὸς αὐτός, Odyssey 1.182 ὃς κεῖνον δύστηνον ἀνόστιμον οἶον ἔθηκεν. Odyssey 1.183 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ὑφʼ ἵμερον ὦρσε γόοιο. Odyssey 1.184 κλαῖε μὲν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, Odyssey 1.185 κλαῖε δὲ Τηλέμαχός τε καὶ Ἀτρεΐδης Μενέλαος, Odyssey 1.186 οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε· Odyssey 1.187 μνήσατο γὰρ κατὰ θυμὸν ἀμύμονος Ἀντιλόχοιο, Odyssey 1.188 τόν ῥʼ Ἠοῦς ἔκτεινε φαεινῆς ἀγλαὸς υἱός· Odyssey 1.189 τοῦ ὅ γʼ ἐπιμνησθεὶς ἔπεα πτερόεντʼ ἀγόρευεν· Odyssey 1.190 Ἀτρεΐδη, περὶ μέν σε βροτῶν πεπνυμένον εἶναι Odyssey 1.191 Νέστωρ φάσχʼ ὁ γέρων, ὅτʼ ἐπιμνησαίμεθα σεῖο Odyssey 1.192 οἷσιν ἐνὶ μεγάροισι, καὶ ἀλλήλους ἐρέοιμεν. Odyssey 1.193 καὶ νῦν, εἴ τί που ἔστι, πίθοιό μοι· οὐ γὰρ ἐγώ γε Odyssey 1.194 τέρπομʼ ὀδυρόμενος μεταδόρπιος, ἀλλὰ καὶ ἠὼς Odyssey 1.195 ἔσσεται ἠριγένεια· νεμεσσῶμαί γε μὲν οὐδὲν Odyssey 1.196 κλαίειν ὅς κε θάνῃσι βροτῶν καὶ πότμον ἐπίσπῃ. Odyssey 1.197 τοῦτό νυ καὶ γέρας οἶον ὀιζυροῖσι βροτοῖσιν, Odyssey 1.198 κείρασθαί τε κόμην βαλέειν τʼ ἀπὸ δάκρυ παρειῶν. Odyssey 1.199 καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεός, οὔ τι κάκιστος Odyssey 1.200 Ἀργείων· μέλλεις δὲ σὺ ἴδμεναι· οὐ γὰρ ἐγώ γε Odyssey 1.201 ἤντησʼ οὐδὲ ἴδον· περὶ δʼ ἄλλων φασὶ γενέσθαι Odyssey 1.202 Ἀντίλοχον, πέρι μὲν θείειν ταχὺν ἠδὲ μαχητήν. Odyssey 1.203 τὸν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.204 ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες, ὅσʼ ἂν πεπνυμένος ἀνὴρ Odyssey 1.205 εἴποι καὶ ῥέξειε, καὶ ὃς προγενέστερος εἴη· Odyssey 1.206 τοίου γὰρ καὶ πατρός, ὃ καὶ πεπνυμένα βάζεις, Odyssey 1.207 ῥεῖα δʼ ἀρίγνωτος γόνος ἀνέρος ᾧ τε Κρονίων Odyssey 1.208 ὄλβον ἐπικλώσῃ γαμέοντί τε γεινομένῳ τε, Odyssey 1.209 ὡς νῦν Νέστορι δῶκε διαμπερὲς ἤματα πάντα Odyssey 1.210 αὐτὸν μὲν λιπαρῶς γηρασκέμεν ἐν μεγάροισιν, Odyssey 1.211 υἱέας αὖ πινυτούς τε καὶ ἔγχεσιν εἶναι ἀρίστους. Odyssey 1.212 ἡμεῖς δὲ κλαυθμὸν μὲν ἐάσομεν, ὃς πρὶν ἐτύχθη, Odyssey 1.213 δόρπου δʼ ἐξαῦτις μνησώμεθα, χερσὶ δʼ ἐφʼ ὕδωρ Odyssey 1.214 χευάντων. μῦθοι δὲ καὶ ἠῶθέν περ ἔσονται Odyssey 1.215 Τηλεμάχῳ καὶ ἐμοὶ διαειπέμεν ἀλλήλοισιν. Odyssey 1.216 ὣς ἔφατʼ, Ἀσφαλίων δʼ ἄρʼ ὕδωρ ἐπὶ χεῖρας ἔχευεν, Odyssey 1.217 ὀτρηρὸς θεράπων Μενελάου κυδαλίμοιο. Odyssey 1.218 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.219 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησʼ Ἑλένη Διὸς ἐκγεγαυῖα· Odyssey 1.220 αὐτίκʼ ἄρʼ εἰς οἶνον βάλε φάρμακον, ἔνθεν ἔπινον, Odyssey 1.221 νηπενθές τʼ ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. Odyssey 1.222 ὃς τὸ καταβρόξειεν, ἐπὴν κρητῆρι μιγείη, Odyssey 1.223 οὔ κεν ἐφημέριός γε βάλοι κατὰ δάκρυ παρειῶν, Odyssey 1.224 οὐδʼ εἴ οἱ κατατεθναίη μήτηρ τε πατήρ τε, Odyssey 1.225 οὐδʼ εἴ οἱ προπάροιθεν ἀδελφεὸν ἢ φίλον υἱὸν Odyssey 1.226 χαλκῷ δηιόῳεν, ὁ δʼ ὀφθαλμοῖσιν ὁρῷτο. Odyssey 1.227 τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα, Odyssey 1.228 ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν, Θῶνος παράκοιτις Odyssey 1.229 Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα Odyssey 1.230 φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα πολλὰ δὲ λυγρά· Odyssey 1.231 ἰητρὸς δὲ ἕκαστος ἐπιστάμενος περὶ πάντων Odyssey 1.232 ἀνθρώπων· ἦ γὰρ Παιήονός εἰσι γενέθλης. Odyssey 1.233 αὐτὰρ ἐπεί ῥʼ ἐνέηκε κέλευσέ τε οἰνοχοῆσαι, Odyssey 1.234 ἐξαῦτις μύθοισιν ἀμειβομένη προσέειπεν· Odyssey 1.235 Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ἠδὲ καὶ οἵδε Odyssey 1.236 ἀνδρῶν ἐσθλῶν παῖδες· ἀτὰρ θεὸς ἄλλοτε ἄλλῳ Odyssey 1.237 Ζεὺς ἀγαθόν τε κακόν τε διδοῖ· δύναται γὰρ ἅπαντα· Odyssey 1.238 ἦ τοι νῦν δαίνυσθε καθήμενοι ἐν μεγάροισι Odyssey 1.239 καὶ μύθοις τέρπεσθε· ἐοικότα γὰρ καταλέξω. Odyssey 1.240 πάντα μὲν οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, Odyssey 1.241 ὅσσοι Ὀδυσσῆος ταλασίφρονός εἰσιν ἄεθλοι· Odyssey 1.242 ἀλλʼ οἷον τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ Odyssey 1.243 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί. Odyssey 1.244 αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, Odyssey 1.245 σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, Odyssey 1.246 ἀνδρῶν δυσμενέων κατέδυ πόλιν εὐρυάγυιαν· Odyssey 1.247 ἄλλῳ δʼ αὐτὸν φωτὶ κατακρύπτων ἤισκε, Odyssey 1.248 δέκτῃ, ὃς οὐδὲν τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν. Odyssey 1.249 τῷ ἴκελος κατέδυ Τρώων πόλιν, οἱ δʼ ἀβάκησαν Odyssey 1.250 πάντες· ἐγὼ δέ μιν οἴη ἀνέγνων τοῖον ἐόντα, Odyssey 1.251 καί μιν ἀνηρώτων· ὁ δὲ κερδοσύνῃ ἀλέεινεν. Odyssey 1.252 ἀλλʼ ὅτε δή μιν ἐγὼ λόεον καὶ χρῖον ἐλαίῳ, Odyssey 1.253 ἀμφὶ δὲ εἵματα ἕσσα καὶ ὤμοσα καρτερὸν ὅρκον Odyssey 1.254 μὴ μὲν πρὶν Ὀδυσῆα μετὰ Τρώεσσʼ ἀναφῆναι, Odyssey 1.255 πρίν γε τὸν ἐς νῆάς τε θοὰς κλισίας τʼ ἀφικέσθαι, Odyssey 1.256 καὶ τότε δή μοι πάντα νόον κατέλεξεν Ἀχαιῶν. Odyssey 1.257 πολλοὺς δὲ Τρώων κτείνας ταναήκεϊ χαλκῷ Odyssey 1.258 ἦλθε μετʼ Ἀργείους, κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. Odyssey 1.259 ἔνθʼ ἄλλαι Τρῳαὶ λίγʼ ἐκώκυον· αὐτὰρ ἐμὸν κῆρ Odyssey 1.260 χαῖρʼ, ἐπεὶ ἤδη μοι κραδίη τέτραπτο νέεσθαι Odyssey 1.261 ἂψ οἶκόνδʼ, ἄτην δὲ μετέστενον, ἣν Ἀφροδίτη Odyssey 1.262 δῶχʼ, ὅτε μʼ ἤγαγε κεῖσε φίλης ἀπὸ πατρίδος αἴης, Odyssey 1.263 παῖδά τʼ ἐμὴν νοσφισσαμένην θάλαμόν τε πόσιν τε Odyssey 1.264 οὔ τευ δευόμενον, οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος. Odyssey 1.265 τὴν δʼ ἀπαμειβόμενος προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.266 ναὶ δὴ ταῦτά γε πάντα, γύναι, κατὰ μοῖραν ἔειπες. Odyssey 1.267 ἤδη μὲν πολέων ἐδάην βουλήν τε νόον τε Odyssey 1.268 ἀνδρῶν ἡρώων, πολλὴν δʼ ἐπελήλυθα γαῖαν· Odyssey 1.269 ἀλλʼ οὔ πω τοιοῦτον ἐγὼν ἴδον ὀφθαλμοῖσιν, Odyssey 1.270 οἷον Ὀδυσσῆος ταλασίφρονος ἔσκε φίλον κῆρ. Odyssey 1.271 οἷον καὶ τόδʼ ἔρεξε καὶ ἔτλη καρτερὸς ἀνὴρ Odyssey 1.272 ἵππῳ ἔνι ξεστῷ, ἵνʼ ἐνήμεθα πάντες ἄριστοι Odyssey 1.273 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. Odyssey 1.274 ἦλθες ἔπειτα σὺ κεῖσε· κελευσέμεναι δέ σʼ ἔμελλε Odyssey 1.275 δαίμων, ὃς Τρώεσσιν ἐβούλετο κῦδος ὀρέξαι· Odyssey 1.276 καί τοι Δηΐφοβος θεοείκελος ἕσπετʼ ἰούσῃ. Odyssey 1.277 τρὶς δὲ περίστειξας κοῖλον λόχον ἀμφαφόωσα, Odyssey 1.278 ἐκ δʼ ὀνομακλήδην Δαναῶν ὀνόμαζες ἀρίστους, Odyssey 1.279 πάντων Ἀργείων φωνὴν ἴσκουσʼ ἀλόχοισιν. Odyssey 1.280 αὐτὰρ ἐγὼ καὶ Τυδεΐδης καὶ δῖος Ὀδυσσεὺς Odyssey 1.281 ἥμενοι ἐν μέσσοισιν ἀκούσαμεν ὡς ἐβόησας. Odyssey 1.282 νῶι μὲν ἀμφοτέρω μενεήναμεν ὁρμηθέντε Odyssey 1.283 ἢ ἐξελθέμεναι, ἢ ἔνδοθεν αἶψʼ ὑπακοῦσαι· Odyssey 1.284 ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένω περ. Odyssey 1.285 ἔνθʼ ἄλλοι μὲν πάντες ἀκὴν ἔσαν υἷες Ἀχαιῶν, Odyssey 1.286 Ἄντικλος δὲ σέ γʼ οἶος ἀμείψασθαι ἐπέεσσιν Odyssey 1.287 ἤθελεν. ἀλλʼ Ὀδυσεὺς ἐπὶ μάστακα χερσὶ πίεζεν Odyssey 1.288 νωλεμέως κρατερῇσι, σάωσε δὲ πάντας Ἀχαιούς· Odyssey 1.289 τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη. Odyssey 1.290 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.291 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, Odyssey 1.292 ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον, Odyssey 1.293 οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν. Odyssey 1.294 ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη Odyssey 1.295 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες. Odyssey 1.296 ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν Odyssey 1.297 δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ Odyssey 1.298 πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας, Odyssey 1.299 χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. Odyssey 1.300 αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, Odyssey 1.301 δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ. Odyssey 1.302 οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, Odyssey 1.303 Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός· Odyssey 1.304 Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, Odyssey 1.305 πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν. Odyssey 1.306 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.307 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος Odyssey 1.308 εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, Odyssey 1.309 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, Odyssey 1.310 βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, Odyssey 1.311 Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.312 τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως, Odyssey 1.313 ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης; Odyssey 1.314 δήμιον ἦ ἴδιον; τόδε μοι νημερτὲς ἐνίσπες. Odyssey 1.315 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.316 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, Odyssey 1.317 ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις. Odyssey 1.318 ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα, Odyssey 1.319 δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ Odyssey 1.320 μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς, Odyssey 1.321 μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες. Odyssey 1.322 τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα Odyssey 1.323 κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας Odyssey 1.324 ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας Odyssey 1.325 πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ. Odyssey 1.326 μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, Odyssey 1.327 ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. Odyssey 1.328 λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς Odyssey 1.329 ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε Odyssey 1.330 δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, Odyssey 1.331 τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες. Odyssey 1.332 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.333 ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ Odyssey 1.334 ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες. Odyssey 1.335 ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος Odyssey 1.336 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς Odyssey 1.337 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα Odyssey 1.338 βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, Odyssey 1.339 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, Odyssey 1.340 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. Odyssey 1.341 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, Odyssey 1.342 τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ Odyssey 1.343 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, Odyssey 1.344 κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, Odyssey 1.345 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· Odyssey 1.346 πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. Odyssey 1.347 ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε Odyssey 1.348 ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω, Odyssey 1.349 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, Odyssey 1.350 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. Odyssey 1.351 Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι Odyssey 1.352 ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας. Odyssey 1.353 οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων. Odyssey 1.354 νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ Odyssey 1.355 Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι, Odyssey 1.356 τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς Odyssey 1.357 ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν· Odyssey 1.358 ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας Odyssey 1.359 ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ. Odyssey 1.360 ἔνθα μʼ ἐείκοσιν ἤματʼ ἔχον θεοί, οὐδέ ποτʼ οὖροι Odyssey 1.361 πνείοντες φαίνονθʼ ἁλιαέες, οἵ ῥά τε νηῶν Odyssey 1.362 πομπῆες γίγνονται ἐπʼ εὐρέα νῶτα θαλάσσης. Odyssey 1.363 καί νύ κεν ἤια πάντα κατέφθιτο καὶ μένεʼ ἀνδρῶν, Odyssey 1.364 εἰ μή τίς με θεῶν ὀλοφύρατο καί μʼ ἐσάωσε, Odyssey 1.365 Πρωτέος ἰφθίμου θυγάτηρ ἁλίοιο γέροντος, Odyssey 1.366 Εἰδοθέη· τῇ γάρ ῥα μάλιστά γε θυμὸν ὄρινα. Odyssey 1.367 ἥ μʼ οἴῳ ἔρροντι συνήντετο νόσφιν ἑταίρων· Odyssey 1.368 αἰεὶ γὰρ περὶ νῆσον ἀλώμενοι ἰχθυάασκον Odyssey 1.369 γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός. Odyssey 1.370 ἡ δέ μευ ἄγχι στᾶσα ἔπος φάτο φώνησέν τε· Odyssey 1.371 νήπιός εἰς, ὦ ξεῖνε, λίην τόσον ἠδὲ χαλίφρων, Odyssey 1.372 ἦε ἑκὼν μεθίεις καὶ τέρπεαι ἄλγεα πάσχων; Odyssey 1.373 ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκεαι, οὐδέ τι τέκμωρ Odyssey 1.374 εὑρέμεναι δύνασαι, μινύθει δέ τοι ἦτορ ἑταίρων. Odyssey 1.375 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.376 ἐκ μέν τοι ἐρέω, ἥ τις σύ πέρ ἐσσι θεάων, Odyssey 1.377 ὡς ἐγὼ οὔ τι ἑκὼν κατερύκομαι, ἀλλά νυ μέλλω Odyssey 1.378 ἀθανάτους ἀλιτέσθαι, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν. Odyssey 1.379 ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, Odyssey 1.380 ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, Odyssey 1.381 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. Odyssey 1.382 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· Odyssey 1.383 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.384 πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτὴς Odyssey 1.385 ἀθάνατος Πρωτεὺς Αἰγύπτιος, ὅς τε θαλάσσης Odyssey 1.386 πάσης βένθεα οἶδε, Ποσειδάωνος ὑποδμώς· Odyssey 1.387 τὸν δέ τʼ ἐμόν φασιν πατέρʼ ἔμμεναι ἠδὲ τεκέσθαι. Odyssey 1.388 τόν γʼ εἴ πως σὺ δύναιο λοχησάμενος λελαβέσθαι, Odyssey 1.389 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου Odyssey 1.390 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. Odyssey 1.391 καὶ δέ κέ τοι εἴπῃσι, διοτρεφές, αἴ κʼ ἐθέλῃσθα, Odyssey 1.392 ὅττι τοι ἐν μεγάροισι κακόν τʼ ἀγαθόν τε τέτυκται Odyssey 1.393 οἰχομένοιο σέθεν δολιχὴν ὁδὸν ἀργαλέην τε. Odyssey 1.394 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.395 αὐτὴ νῦν φράζευ σὺ λόχον θείοιο γέροντος, Odyssey 1.396 μή πώς με προϊδὼν ἠὲ προδαεὶς ἀλέηται· Odyssey 1.397 ἀργαλέος γάρ τʼ ἐστὶ θεὸς βροτῷ ἀνδρὶ δαμῆναι. Odyssey 1.398 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· Odyssey 1.399 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.400 ἦμος δʼ ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκῃ, Odyssey 1.401 τῆμος ἄρʼ ἐξ ἁλὸς εἶσι γέρων ἅλιος νημερτὴς Odyssey 1.402 πνοιῇ ὕπο Ζεφύροιο μελαίνῃ φρικὶ καλυφθείς, Odyssey 1.403 ἐκ δʼ ἐλθὼν κοιμᾶται ὑπὸ σπέσσι γλαφυροῖσιν· Odyssey 1.404 ἀμφὶ δέ μιν φῶκαι νέποδες καλῆς ἁλοσύδνης Odyssey 1.405 ἁθρόαι εὕδουσιν, πολιῆς ἁλὸς ἐξαναδῦσαι, Odyssey 1.406 πικρὸν ἀποπνείουσαι ἁλὸς πολυβενθέος ὀδμήν. Odyssey 1.407 ἔνθα σʼ ἐγὼν ἀγαγοῦσα ἅμʼ ἠοῖ φαινομένηφιν Odyssey 1.408 εὐνάσω ἑξείης· σὺ δʼ ἐὺ κρίνασθαι ἑταίρους Odyssey 1.409 τρεῖς, οἵ τοι παρὰ νηυσὶν ἐυσσέλμοισιν ἄριστοι. Odyssey 1.410 πάντα δέ τοι ἐρέω ὀλοφώια τοῖο γέροντος. Odyssey 1.411 φώκας μέν τοι πρῶτον ἀριθμήσει καὶ ἔπεισιν· Odyssey 1.412 αὐτὰρ ἐπὴν πάσας πεμπάσσεται ἠδὲ ἴδηται, Odyssey 1.413 λέξεται ἐν μέσσῃσι νομεὺς ὣς πώεσι μήλων. Odyssey 1.414 τὸν μὲν ἐπὴν δὴ πρῶτα κατευνηθέντα ἴδησθε, Odyssey 1.415 καὶ τότʼ ἔπειθʼ ὑμῖν μελέτω κάρτος τε βίη τε, Odyssey 1.416 αὖθι δʼ ἔχειν μεμαῶτα καὶ ἐσσύμενόν περ ἀλύξαι. Odyssey 1.417 πάντα δὲ γιγνόμενος πειρήσεται, ὅσσʼ ἐπὶ γαῖαν Odyssey 1.418 ἑρπετὰ γίγνονται, καὶ ὕδωρ καὶ θεσπιδαὲς πῦρ· Odyssey 1.419 ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν μᾶλλόν τε πιέζειν. Odyssey 1.420 ἀλλʼ ὅτε κεν δή σʼ αὐτὸς ἀνείρηται ἐπέεσσι, Odyssey 1.421 τοῖος ἐὼν οἷόν κε κατευνηθέντα ἴδησθε, Odyssey 1.422 καὶ τότε δὴ σχέσθαι τε βίης λῦσαί τε γέροντα, Odyssey 1.423 ἥρως, εἴρεσθαι δέ, θεῶν ὅς τίς σε χαλέπτει, Odyssey 1.424 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. Odyssey 1.425 ὣς εἰποῦσʼ ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. Odyssey 1.426 αὐτὰρ ἐγὼν ἐπὶ νῆας, ὅθʼ ἕστασαν ἐν ψαμάθοισιν, Odyssey 1.427 ἤια· πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. Odyssey 1.428 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, Odyssey 1.429 δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ· Odyssey 1.430 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Odyssey 1.431 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.432 καὶ τότε δὴ παρὰ θῖνα θαλάσσης εὐρυπόροιο Odyssey 1.433 ἤια πολλὰ θεοὺς γουνούμενος· αὐτὰρ ἑταίρους Odyssey 1.434 τρεῖς ἄγον, οἷσι μάλιστα πεποίθεα πᾶσαν ἐπʼ ἰθύν. Odyssey 1.435 τόφρα δʼ ἄρʼ ἥ γʼ ὑποδῦσα θαλάσσης εὐρέα κόλπον Odyssey 1.436 τέσσαρα φωκάων ἐκ πόντου δέρματʼ ἔνεικε· Odyssey 1.437 πάντα δʼ ἔσαν νεόδαρτα· δόλον δʼ ἐπεμήδετο πατρί. Odyssey 1.438 εὐνὰς δʼ ἐν ψαμάθοισι διαγλάψασʼ ἁλίῃσιν Odyssey 1.439 ἧστο μένουσʼ· ἡμεῖς δὲ μάλα σχεδὸν ἤλθομεν αὐτῆς· Odyssey 1.440 ἑξείης δʼ εὔνησε, βάλεν δʼ ἐπὶ δέρμα ἑκάστῳ. Odyssey 1.441 ἔνθα κεν αἰνότατος λόχος ἔπλετο· τεῖρε γὰρ αἰνῶς Odyssey 1.442 φωκάων ἁλιοτρεφέων ὀλοώτατος ὀδμή· Odyssey 1.443 τίς γάρ κʼ εἰναλίῳ παρὰ κήτεϊ κοιμηθείη; Odyssey 1.444 ἀλλʼ αὐτὴ ἐσάωσε καὶ ἐφράσατο μέγʼ ὄνειαρ· Odyssey 1.445 ἀμβροσίην ὑπὸ ῥῖνα ἑκάστῳ θῆκε φέρουσα Odyssey 1.446 ἡδὺ μάλα πνείουσαν, ὄλεσσε δὲ κήτεος ὀδμήν. Odyssey 1.447 πᾶσαν δʼ ἠοίην μένομεν τετληότι θυμῷ· Odyssey 1.448 φῶκαι δʼ ἐξ ἁλὸς ἦλθον ἀολλέες. αἱ μὲν ἔπειτα Odyssey 1.449 ἑξῆς εὐνάζοντο παρὰ ῥηγμῖνι θαλάσσης· Odyssey 1.450 ἔνδιος δʼ ὁ γέρων ἦλθʼ ἐξ ἁλός, εὗρε δὲ φώκας Odyssey 1.451 ζατρεφέας, πάσας δʼ ἄρʼ ἐπῴχετο, λέκτο δʼ ἀριθμόν· Odyssey 1.452 ἐν δʼ ἡμέας πρώτους λέγε κήτεσιν, οὐδέ τι θυμῷ Odyssey 1.453 ὠΐσθη δόλον εἶναι· ἔπειτα δὲ λέκτο καὶ αὐτός. Odyssey 1.454 ἡμεῖς δὲ ἰάχοντες ἐπεσσύμεθʼ, ἀμφὶ δὲ χεῖρας Odyssey 1.455 βάλλομεν· οὐδʼ ὁ γέρων δολίης ἐπελήθετο τέχνης, Odyssey 1.456 ἀλλʼ ἦ τοι πρώτιστα λέων γένετʼ ἠυγένειος, Odyssey 1.457 αὐτὰρ ἔπειτα δράκων καὶ πάρδαλις ἠδὲ μέγας σῦς· Odyssey 1.458 γίγνετο δʼ ὑγρὸν ὕδωρ καὶ δένδρεον ὑψιπέτηλον· Odyssey 1.459 ἡμεῖς δʼ ἀστεμφέως ἔχομεν τετληότι θυμῷ. Odyssey 1.460 ἀλλʼ ὅτε δή ῥʼ ἀνίαζʼ ὁ γέρων ὀλοφώια εἰδώς, Odyssey 1.461 καὶ τότε δή μʼ ἐπέεσσιν ἀνειρόμενος προσέειπε· Odyssey 1.462 τίς νύ τοι, Ἀτρέος υἱέ, θεῶν συμφράσσατο βουλάς, Odyssey 1.463 ὄφρα μʼ ἕλοις ἀέκοντα λοχησάμενος; τέο σε χρή; Odyssey 1.464 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.465 οἶσθα, γέρον, τί με ταῦτα παρατροπέων ἐρεείνεις; Odyssey 1.466 ὡς δὴ δήθʼ ἐνὶ νήσῳ ἐρύκομαι, οὐδέ τι τέκμωρ Odyssey 1.467 εὑρέμεναι δύναμαι, μινύθει δέ μοι ἔνδοθεν ἦτορ. Odyssey 1.468 ἀλλὰ σύ πέρ μοι εἰπέ, θεοὶ δέ τε πάντα ἴσασιν, Odyssey 1.469 ὅς τίς μʼ ἀθανάτων πεδάᾳ καὶ ἔδησε κελεύθου, Odyssey 1.470 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσομαι ἰχθυόεντα. Odyssey 1.471 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· Odyssey 1.472 ἀλλὰ μάλʼ ὤφελλες Διί τʼ ἄλλοισίν τε θεοῖσι Odyssey 1.473 ῥέξας ἱερὰ κάλʼ ἀναβαινέμεν, ὄφρα τάχιστα Odyssey 1.474 σὴν ἐς πατρίδʼ ἵκοιο πλέων ἐπὶ οἴνοπα πόντον. Odyssey 1.475 οὐ γάρ τοι πρὶν μοῖρα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Odyssey 1.476 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν, Odyssey 1.477 πρίν γʼ ὅτʼ ἂν Αἰγύπτοιο, διιπετέος ποταμοῖο, Odyssey 1.478 αὖτις ὕδωρ ἔλθῃς ῥέξῃς θʼ ἱερὰς ἑκατόμβας Odyssey 1.479 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι· Odyssey 1.480 καὶ τότε τοι δώσουσιν ὁδὸν θεοί, ἣν σὺ μενοινᾷς. Odyssey 1.481 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, Odyssey 1.482 οὕνεκά μʼ αὖτις ἄνωγεν ἐπʼ ἠεροειδέα πόντον Odyssey 1.483 Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδὸν ἀργαλέην τε. Odyssey 1.484 ἀλλὰ καὶ ὣς μύθοισιν ἀμειβόμενος προσέειπον· Odyssey 1.485 ταῦτα μὲν οὕτω δὴ τελέω, γέρον, ὡς σὺ κελεύεις. Odyssey 1.486 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.487 ἢ πάντες σὺν νηυσὶν ἀπήμονες ἦλθον Ἀχαιοί, Odyssey 1.488 οὓς Νέστωρ καὶ ἐγὼ λίπομεν Τροίηθεν ἰόντες, Odyssey 1.489 ἦέ τις ὤλετʼ ὀλέθρῳ ἀδευκέι ἧς ἐπὶ νηὸς Odyssey 1.490 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσεν. Odyssey 1.491 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· Odyssey 1.492 Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τί σε χρὴ Odyssey 1.493 ἴδμεναι, οὐδὲ δαῆναι ἐμὸν νόον· οὐδέ σέ φημι Odyssey 1.494 δὴν ἄκλαυτον ἔσεσθαι, ἐπὴν ἐὺ πάντα πύθηαι. Odyssey 1.495 πολλοὶ μὲν γὰρ τῶν γε δάμεν, πολλοὶ δὲ λίποντο· Odyssey 1.496 ἀρχοὶ δʼ αὖ δύο μοῦνοι Ἀχαιῶν χαλκοχιτώνων Odyssey 1.497 ἐν νόστῳ ἀπόλοντο· μάχῃ δέ τε καὶ σὺ παρῆσθα. Odyssey 1.498 εἷς δʼ ἔτι που ζωὸς κατερύκεται εὐρέι πόντῳ. Odyssey 1.499 Αἴας μὲν μετὰ νηυσὶ δάμη δολιχηρέτμοισι. Odyssey 1.500 Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσεν Odyssey 1.501 πέτρῃσιν μεγάλῃσι καὶ ἐξεσάωσε θαλάσσης· Odyssey 1.502 καί νύ κεν ἔκφυγε κῆρα καὶ ἐχθόμενός περ Ἀθήνῃ, Odyssey 1.503 εἰ μὴ ὑπερφίαλον ἔπος ἔκβαλε καὶ μέγʼ ἀάσθη· Odyssey 1.504 φῆ ῥʼ ἀέκητι θεῶν φυγέειν μέγα λαῖτμα θαλάσσης. Odyssey 1.505 τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος· Odyssey 1.506 αὐτίκʼ ἔπειτα τρίαιναν ἑλὼν χερσὶ στιβαρῇσιν Odyssey 1.507 ἤλασε Γυραίην πέτρην, ἀπὸ δʼ ἔσχισεν αὐτήν· Odyssey 1.508 καὶ τὸ μὲν αὐτόθι μεῖνε, τὸ δὲ τρύφος ἔμπεσε πόντῳ, Odyssey 1.509 τῷ ῥʼ Αἴας τὸ πρῶτον ἐφεζόμενος μέγʼ ἀάσθη· Odyssey 1.510 τὸν δʼ ἐφόρει κατὰ πόντον ἀπείρονα κυμαίνοντα. Odyssey 1.511 ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλεν, ἐπεὶ πίεν ἁλμυρὸν ὕδωρ. Odyssey 1.512 σὸς δέ που ἔκφυγε κῆρας ἀδελφεὸς ἠδʼ ὑπάλυξεν Odyssey 1.513 ἐν νηυσὶ γλαφυρῇσι· σάωσε δὲ πότνια Ἥρη. Odyssey 1.514 ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε Μαλειάων ὄρος αἰπὺ Odyssey 1.515 ἵξεσθαι, τότε δή μιν ἀναρπάξασα θύελλα Odyssey 1.516 πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα, Odyssey 1.517 ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε Θυέστης Odyssey 1.518 τὸ πρίν, ἀτὰρ τότʼ ἔναιε Θυεστιάδης Αἴγισθος. Odyssey 1.519 ἀλλʼ ὅτε δὴ καὶ κεῖθεν ἐφαίνετο νόστος ἀπήμων, Odyssey 1.520 ἂψ δὲ θεοὶ οὖρον στρέψαν, καὶ οἴκαδʼ ἵκοντο, Odyssey 1.521 ἦ τοι ὁ μὲν χαίρων ἐπεβήσετο πατρίδος αἴης Odyssey 1.522 καὶ κύνει ἁπτόμενος ἣν πατρίδα· πολλὰ δʼ ἀπʼ αὐτοῦ Odyssey 1.523 δάκρυα θερμὰ χέοντʼ, ἐπεὶ ἀσπασίως ἴδε γαῖαν. Odyssey 1.524 τὸν δʼ ἄρʼ ἀπὸ σκοπιῆς εἶδε σκοπός, ὅν ῥα καθεῖσεν Odyssey 1.525 Αἴγισθος δολόμητις ἄγων, ὑπὸ δʼ ἔσχετο μισθὸν Odyssey 1.526 χρυσοῦ δοιὰ τάλαντα· φύλασσε δʼ ὅ γʼ εἰς ἐνιαυτόν, Odyssey 1.527 μή ἑ λάθοι παριών, μνήσαιτο δὲ θούριδος ἀλκῆς. Odyssey 1.528 βῆ δʼ ἴμεν ἀγγελέων πρὸς δώματα ποιμένι λαῶν. Odyssey 1.529 αὐτίκα δʼ Αἴγισθος δολίην ἐφράσσατο τέχνην· Odyssey 1.530 κρινάμενος κατὰ δῆμον ἐείκοσι φῶτας ἀρίστους Odyssey 1.531 εἷσε λόχον, ἑτέρωθι δʼ ἀνώγει δαῖτα πένεσθαι. Odyssey 1.532 αὐτὰρ ὁ βῆ καλέων Ἀγαμέμνονα, ποιμένα λαῶν Odyssey 1.533 ἵπποισιν καὶ ὄχεσφιν, ἀεικέα μερμηρίζων. Odyssey 1.534 τὸν δʼ οὐκ εἰδότʼ ὄλεθρον ἀνήγαγε καὶ κατέπεφνεν Odyssey 1.535 δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. Odyssey 1.536 οὐδέ τις Ἀτρεΐδεω ἑτάρων λίπεθʼ οἵ οἱ ἕποντο, Odyssey 1.537 οὐδέ τις Αἰγίσθου, ἀλλʼ ἔκταθεν ἐν μεγάροισιν. Odyssey 1.538 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ, Odyssey 1.539 κλαῖον δʼ ἐν ψαμάθοισι καθήμενος, οὐδέ νύ μοι κῆρ Odyssey 1.540 ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. Odyssey 1.541 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενός τε κορέσθην, Odyssey 1.542 δὴ τότε με προσέειπε γέρων ἅλιος νημερτής· Odyssey 1.543 μηκέτι, Ἀτρέος υἱέ, πολὺν χρόνον ἀσκελὲς οὕτω Odyssey 1.544 κλαῖʼ, ἐπεὶ οὐκ ἄνυσίν τινα δήομεν· ἀλλὰ τάχιστα Odyssey 1.545 πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι. Odyssey 1.546 ἢ γάρ μιν ζωόν γε κιχήσεαι, ἤ κεν Ὀρέστης Odyssey 1.547 κτεῖνεν ὑποφθάμενος, σὺ δέ κεν τάφου ἀντιβολήσαις. Odyssey 1.548 ὣς ἔφατʼ, αὐτὰρ ἐμοὶ κραδίη καὶ θυμὸς ἀγήνωρ Odyssey 1.549 αὖτις ἐνὶ στήθεσσι καὶ ἀχνυμένῳ περ ἰάνθη, Odyssey 1.550 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Odyssey 1.551 τούτους μὲν δὴ οἶδα· σὺ δὲ τρίτον ἄνδρʼ ὀνόμαζε, Odyssey 1.552 ὅς τις ἔτι ζωὸς κατερύκεται εὐρέι πόντῳ Odyssey 1.553 ἠὲ θανών· ἐθέλω δὲ καὶ ἀχνύμενός περ ἀκοῦσαι. Odyssey 1.554 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· Odyssey 1.555 υἱὸς Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκία ναίων· Odyssey 1.556 τὸν δʼ ἴδον ἐν νήσῳ θαλερὸν κατὰ δάκρυ χέοντα, Odyssey 1.557 νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ Odyssey 1.558 ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· Odyssey 1.559 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, Odyssey 1.560 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. Odyssey 1.561 σοὶ δʼ οὐ θέσφατόν ἐστι, διοτρεφὲς ὦ Μενέλαε, Odyssey 1.562 Ἄργει ἐν ἱπποβότῳ θανέειν καὶ πότμον ἐπισπεῖν, Odyssey 1.563 ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης Odyssey 1.564 ἀθάνατοι πέμψουσιν, ὅθι ξανθὸς Ῥαδάμανθυς, Odyssey 1.565 τῇ περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν· Odyssey 1.566 οὐ νιφετός, οὔτʼ ἂρ χειμὼν πολὺς οὔτε ποτʼ ὄμβρος, Odyssey 1.567 ἀλλʼ αἰεὶ Ζεφύροιο λιγὺ πνείοντος ἀήτας Odyssey 1.568 Ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους· Odyssey 1.569 οὕνεκʼ ἔχεις Ἑλένην καί σφιν γαμβρὸς Διός ἐσσι. Odyssey 1.570 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. Odyssey 1.571 αὐτὰρ ἐγὼν ἐπὶ νῆας ἅμʼ ἀντιθέοις ἑτάροισιν Odyssey 1.572 ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. Odyssey 1.573 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, Odyssey 1.574 δόρπον θʼ ὁπλισάμεσθʼ, ἐπί τʼ ἤλυθεν ἀμβροσίη νύξ, Odyssey 1.575 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Odyssey 1.576 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.577 νῆας μὲν πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, Odyssey 1.578 ἐν δʼ ἱστοὺς τιθέμεσθα καὶ ἱστία νηυσὶν ἐίσῃς, Odyssey 1.579 ἂν δὲ καὶ αὐτοὶ βάντες ἐπὶ κληῖσι καθῖζον· Odyssey 1.580 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Odyssey 1.581 ἂψ δʼ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο Odyssey 1.582 στῆσα νέας, καὶ ἔρεξα τεληέσσας ἑκατόμβας. Odyssey 1.583 αὐτὰρ ἐπεὶ κατέπαυσα θεῶν χόλον αἰὲν ἐόντων, Odyssey 1.584 χεῦʼ Ἀγαμέμνονι τύμβον, ἵνʼ ἄσβεστον κλέος εἴη. Odyssey 1.585 ταῦτα τελευτήσας νεόμην, ἔδοσαν δέ μοι οὖρον Odyssey 1.586 ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. Odyssey 1.587 ἀλλʼ ἄγε νῦν ἐπίμεινον ἐνὶ μεγάροισιν ἐμοῖσιν, Odyssey 1.588 ὄφρα κεν ἑνδεκάτη τε δυωδεκάτη τε γένηται· Odyssey 1.589 καὶ τότε σʼ εὖ πέμψω, δώσω δέ τοι ἀγλαὰ δῶρα, Odyssey 1.590 τρεῖς ἵππους καὶ δίφρον ἐύξοον· αὐτὰρ ἔπειτα Odyssey 1.591 δώσω καλὸν ἄλεισον, ἵνα σπένδῃσθα θεοῖσιν Odyssey 1.592 ἀθανάτοις ἐμέθεν μεμνημένος ἤματα πάντα. Odyssey 1.593 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.594 Ἀτρεΐδη, μὴ δή με πολὺν χρόνον ἐνθάδʼ ἔρυκε. Odyssey 1.595 καὶ γάρ κʼ εἰς ἐνιαυτὸν ἐγὼ παρὰ σοί γʼ ἀνεχοίμην Odyssey 1.596 ἥμενος, οὐδέ κέ μʼ οἴκου ἕλοι πόθος οὐδὲ τοκήων· Odyssey 1.597 αἰνῶς γὰρ μύθοισιν ἔπεσσί τε σοῖσιν ἀκούων Odyssey 1.598 τέρπομαι. ἀλλʼ ἤδη μοι ἀνιάζουσιν ἑταῖροι Odyssey 1.599 ἐν Πύλῳ ἠγαθέῃ· σὺ δέ με χρόνον ἐνθάδʼ ἐρύκεις. Odyssey 1.600 δῶρον δʼ ὅττι κέ μοι δοίης, κειμήλιον ἔστω· Odyssey 1.601 ἵππους δʼ εἰς Ἰθάκην οὐκ ἄξομαι, ἀλλὰ σοὶ αὐτῷ Odyssey 1.602 ἐνθάδε λείψω ἄγαλμα· σὺ γὰρ πεδίοιο ἀνάσσεις Odyssey 1.603 εὐρέος, ᾧ ἔνι μὲν λωτὸς πολύς, ἐν δὲ κύπειρον Odyssey 1.604 πυροί τε ζειαί τε ἰδʼ εὐρυφυὲς κρῖ λευκόν. Odyssey 1.605 ἐν δʼ Ἰθάκῃ οὔτʼ ἂρ δρόμοι εὐρέες οὔτε τι λειμών· Odyssey 1.606 αἰγίβοτος, καὶ μᾶλλον ἐπήρατος ἱπποβότοιο. Odyssey 1.607 οὐ γάρ τις νήσων ἱππήλατος οὐδʼ ἐυλείμων, Odyssey 1.608 αἵ θʼ ἁλὶ κεκλίαται· Ἰθάκη δέ τε καὶ περὶ πασέων. Odyssey 1.609 ὣς φάτο, μείδησεν δὲ βοὴν ἀγαθὸς Μενέλαος, Odyssey 1.610 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.611 αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, οἷʼ ἀγορεύεις· Odyssey 1.612 τοιγὰρ ἐγώ τοι ταῦτα μεταστήσω· δύναμαι γάρ. Odyssey 1.613 δώρων δʼ ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, Odyssey 1.614 δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστιν· Odyssey 1.615 δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ Odyssey 1.616 ἔστιν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, Odyssey 1.617 ἔργον δʼ Ἡφαίστοιο. πόρεν δέ ἑ Φαίδιμος ἥρως, Odyssey 1.618 Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε Odyssey 1.619 κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι. Odyssey 1.620 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.621 δαιτυμόνες δʼ ἐς δώματʼ ἴσαν θείου βασιλῆος. Odyssey 1.622 οἱ δʼ ἦγον μὲν μῆλα, φέρον δʼ ἐυήνορα οἶνον· Odyssey 1.623 σῖτον δέ σφʼ ἄλοχοι καλλικρήδεμνοι ἔπεμπον. Odyssey 1.624 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο. Odyssey 1.625 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο Odyssey 1.626 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες Odyssey 1.627 ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος, ὕβριν ἔχοντες. Odyssey 1.628 Ἀντίνοος δὲ καθῆστο καὶ Εὐρύμαχος θεοειδής, Odyssey 1.629 ἀρχοὶ μνηστήρων, ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. Odyssey 1.630 τοῖς δʼ υἱὸς Φρονίοιο Νοήμων ἐγγύθεν ἐλθὼν Odyssey 1.631 Ἀντίνοον μύθοισιν ἀνειρόμενος προσέειπεν· Odyssey 1.632 Ἀντίνοʼ, ἦ ῥά τι ἴδμεν ἐνὶ φρεσίν, ἦε καὶ οὐκί, Odyssey 1.633 ὁππότε Τηλέμαχος νεῖτʼ ἐκ Πύλου ἠμαθόεντος; Odyssey 1.634 νῆά μοι οἴχετʼ ἄγων· ἐμὲ δὲ χρεὼ γίγνεται αὐτῆς Odyssey 1.635 Ἤλιδʼ ἐς εὐρύχορον διαβήμεναι, ἔνθα μοι ἵπποι Odyssey 1.636 δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοὶ Odyssey 1.637 ἀδμῆτες· τῶν κέν τινʼ ἐλασσάμενος δαμασαίμην. Odyssey 1.638 ὣς ἔφαθʼ, οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον· οὐ γὰρ ἔφαντο Odyssey 1.639 ἐς Πύλον οἴχεσθαι Νηλήιον, ἀλλά που αὐτοῦ Odyssey 1.640 ἀγρῶν ἢ μήλοισι παρέμμεναι ἠὲ συβώτῃ. Odyssey 1.641 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη Ἐυπείθεος υἱός· Odyssey 1.642 νημερτές μοι ἔνισπε, πότʼ ᾤχετο καὶ τίνες αὐτῷ Odyssey 1.643 κοῦροι ἕποντʼ; Ἰθάκης ἐξαίρετοι, ἦ ἑοὶ αὐτοῦ Odyssey 1.644 θῆτές τε δμῶές τε; δύναιτό κε καὶ τὸ τελέσσαι. Odyssey 1.645 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐὺ εἰδῶ, Odyssey 1.646 ἤ σε βίῃ ἀέκοντος ἀπηύρα νῆα μέλαιναν, Odyssey 1.647 ἦε ἑκών οἱ δῶκας, ἐπεὶ προσπτύξατο μύθῳ. Odyssey 1.648 τὸν δʼ υἱὸς Φρονίοιο Νοήμων ἀντίον ηὔδα· Odyssey 1.649 αὐτὸς ἑκών οἱ δῶκα· τί κεν ῥέξειε καὶ ἄλλος, Odyssey 1.650 ὁππότʼ ἀνὴρ τοιοῦτος ἔχων μελεδήματα θυμῷ Odyssey 1.651 αἰτίζῃ; χαλεπόν κεν ἀνήνασθαι δόσιν εἴη. Odyssey 1.652 κοῦροι δʼ, οἳ κατὰ δῆμον ἀριστεύουσι μεθʼ ἡμέας, Odyssey 1.653 οἵ οἱ ἕποντʼ· ἐν δʼ ἀρχὸν ἐγὼ βαίνοντʼ ἐνόησα Odyssey 1.654 Μέντορα, ἠὲ θεόν, τῷ δʼ αὐτῷ πάντα ἐῴκει. Odyssey 1.655 ἀλλὰ τὸ θαυμάζω· ἴδον ἐνθάδε Μέντορα δῖον Odyssey 1.656 χθιζὸν ὑπηοῖον, τότε δʼ ἔμβη νηὶ Πύλονδε. Odyssey 1.657 ὣς ἄρα φωνήσας ἀπέβη πρὸς δώματα πατρός, Odyssey 1.658 τοῖσιν δʼ ἀμφοτέροισιν ἀγάσσατο θυμὸς ἀγήνωρ. Odyssey 1.659 μνηστῆρας δʼ ἄμυδις κάθισαν καὶ παῦσαν ἀέθλων. Odyssey 1.660 τοῖσιν δʼ Ἀντίνοος μετέφη Εὐπείθεος υἱός, Odyssey 1.661 ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι Odyssey 1.662 πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην· Odyssey 1.663 ὢ πόποι, ἦ μέγα ἔργον ὑπερφιάλως ἐτελέσθη Odyssey 1.664 Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. Odyssey 1.665 ἐκ τοσσῶνδʼ ἀέκητι νέος πάϊς οἴχεται αὔτως Odyssey 1.666 νῆα ἐρυσσάμενος, κρίνας τʼ ἀνὰ δῆμον ἀρίστους. Odyssey 1.667 ἄρξει καὶ προτέρω κακὸν ἔμμεναι· ἀλλά οἱ αὐτῷ Odyssey 1.668 Ζεὺς ὀλέσειε βίην, πρὶν ἥβης μέτρον ἱκέσθαι. Odyssey 1.669 ἀλλʼ ἄγε μοι δότε νῆα θοὴν καὶ εἴκοσʼ ἑταίρους, Odyssey 1.670 ὄφρα μιν αὐτὸν ἰόντα λοχήσομαι ἠδὲ φυλάξω Odyssey 1.671 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Odyssey 1.672 ὡς ἂν ἐπισμυγερῶς ναυτίλλεται εἵνεκα πατρός. Odyssey 1.673 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον. Odyssey 1.674 αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος. Odyssey 1.675 οὐδʼ ἄρα Πηνελόπεια πολὺν χρόνον ἦεν ἄπυστος Odyssey 1.676 μύθων, οὓς μνηστῆρες ἐνὶ φρεσὶ βυσσοδόμευον· Odyssey 1.677 κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλὰς Odyssey 1.678 αὐλῆς ἐκτὸς ἐών· οἱ δʼ ἔνδοθι μῆτιν ὕφαινον. Odyssey 1.679 βῆ δʼ ἴμεν ἀγγελέων διὰ δώματα Πηνελοπείῃ· Odyssey 1.680 τὸν δὲ κατʼ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· Odyssey 1.681 κῆρυξ, τίπτε δέ σε πρόεσαν μνηστῆρες ἀγαυοί; Odyssey 1.682 ἦ εἰπέμεναι δμῳῇσιν Ὀδυσσῆος θείοιο Odyssey 1.683 ἔργων παύσασθαι, σφίσι δʼ αὐτοῖς δαῖτα πένεσθαι; Odyssey 1.684 μὴ μνηστεύσαντες μηδʼ ἄλλοθʼ ὁμιλήσαντες Odyssey 1.685 ὕστατα καὶ πύματα νῦν ἐνθάδε δειπνήσειαν· Odyssey 1.686 οἳ θάμʼ ἀγειρόμενοι βίοτον κατακείρετε πολλόν, Odyssey 1.687 κτῆσιν Τηλεμάχοιο δαΐφρονος· οὐδέ τι πατρῶν Odyssey 1.688 ὑμετέρων τὸ πρόσθεν ἀκούετε, παῖδες ἐόντες, Odyssey 1.689 οἷος Ὀδυσσεὺς ἔσκε μεθʼ ὑμετέροισι τοκεῦσιν, Odyssey 1.690 οὔτε τινὰ ῥέξας ἐξαίσιον οὔτε τι εἰπὼν Odyssey 1.691 ἐν δήμῳ, ἥ τʼ ἐστὶ δίκη θείων βασιλήων· Odyssey 1.692 ἄλλον κʼ ἐχθαίρῃσι βροτῶν, ἄλλον κε φιλοίη. Odyssey 1.693 κεῖνος δʼ οὔ ποτε πάμπαν ἀτάσθαλον ἄνδρα ἐώργει. Odyssey 1.694 ἀλλʼ ὁ μὲν ὑμέτερος θυμὸς καὶ ἀεικέα ἔργα Odyssey 1.695 φαίνεται, οὐδέ τίς ἐστι χάρις μετόπισθʼ ἐυεργέων. Odyssey 1.696 τὴν δʼ αὖτε προσέειπε Μέδων πεπνυμένα εἰδώς· Odyssey 1.697 αἲ γὰρ δή, βασίλεια, τόδε πλεῖστον κακὸν εἴη. Odyssey 1.698 ἀλλὰ πολὺ μεῖζόν τε καὶ ἀργαλεώτερον ἄλλο Odyssey 1.699 μνηστῆρες φράζονται, ὃ μὴ τελέσειε Κρονίων· Odyssey 1.700 Τηλέμαχον μεμάασι κατακτάμεν ὀξέι χαλκῷ Odyssey 1.701 οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν Odyssey 1.702 ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν. Odyssey 1.703 ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, Odyssey 1.704 δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε· τὼ δέ οἱ ὄσσε Odyssey 1.705 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Odyssey 1.706 ὀψὲ δὲ δή μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· Odyssey 1.707 κῆρυξ, τίπτε δέ μοι πάϊς οἴχεται; οὐδέ τί μιν χρεὼ Odyssey 1.708 νηῶν ὠκυπόρων ἐπιβαινέμεν, αἵ θʼ ἁλὸς ἵπποι Odyssey 1.709 ἀνδράσι γίγνονται, περόωσι δὲ πουλὺν ἐφʼ ὑγρήν. Odyssey 1.710 ἦ ἵνα μηδʼ ὄνομʼ αὐτοῦ ἐν ἀνθρώποισι λίπηται; Odyssey 1.711 τὴν δʼ ἠμείβετʼ ἔπειτα Μέδων πεπνυμένα εἰδώς· Odyssey 1.712 οὐκ οἶδʼ ἤ τίς μιν θεὸς ὤρορεν, ἦε καὶ αὐτοῦ Odyssey 1.713 θυμὸς ἐφωρμήθη ἴμεν ἐς Πύλον, ὄφρα πύθηται Odyssey 1.714 πατρὸς ἑοῦ ἢ νόστον ἢ ὅν τινα πότμον ἐπέσπεν. Odyssey 1.715 ὣς ἄρα φωνήσας ἀπέβη κατὰ δῶμʼ Ὀδυσῆος. Odyssey 1.716 τὴν δʼ ἄχος ἀμφεχύθη θυμοφθόρον, οὐδʼ ἄρʼ ἔτʼ ἔτλη Odyssey 1.717 δίφρῳ ἐφέζεσθαι πολλῶν κατὰ οἶκον ἐόντων, Odyssey 1.718 ἀλλʼ ἄρʼ ἐπʼ οὐδοῦ ἷζε πολυκμήτου θαλάμοιο Odyssey 1.719 οἴκτρʼ ὀλοφυρομένη· περὶ δὲ δμῳαὶ μινύριζον Odyssey 1.720 πᾶσαι, ὅσαι κατὰ δώματʼ ἔσαν νέαι ἠδὲ παλαιαί. Odyssey 1.721 τῇς δʼ ἁδινὸν γοόωσα μετηύδα Πηνελόπεια· Odyssey 1.722 κλῦτε, φίλαι· πέρι γάρ μοι Ὀλύμπιος ἄλγεʼ ἔδωκεν Odyssey 1.723 ἐκ πασέων, ὅσσαι μοι ὁμοῦ τράφεν ἠδʼ ἐγένοντο· Odyssey 1.724 ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, Odyssey 1.725 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, Odyssey 1.726 ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος. Odyssey 1.727 νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀνηρείψαντο θύελλαι Odyssey 1.728 ἀκλέα ἐκ μεγάρων, οὐδʼ ὁρμηθέντος ἄκουσα. Odyssey 1.729 σχέτλιαι, οὐδʼ ὑμεῖς περ ἐνὶ φρεσὶ θέσθε ἑκάστη Odyssey 1.730 ἐκ λεχέων μʼ ἀνεγεῖραι, ἐπιστάμεναι σάφα θυμῷ, Odyssey 1.731 ὁππότʼ ἐκεῖνος ἔβη κοίλην ἐπὶ νῆα μέλαιναν. Odyssey 1.732 εἰ γὰρ ἐγὼ πυθόμην ταύτην ὁδὸν ὁρμαίνοντα, Odyssey 1.733 τῷ κε μάλʼ ἤ κεν ἔμεινε καὶ ἐσσύμενός περ ὁδοῖο, Odyssey 1.734 ἤ κέ με τεθνηκυῖαν ἐνὶ μεγάροισιν ἔλειπεν. Odyssey 1.735 ἀλλά τις ὀτρηρῶς Δολίον καλέσειε γέροντα, Odyssey 1.736 δμῶʼ ἐμόν, ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, Odyssey 1.737 καί μοι κῆπον ἔχει πολυδένδρεον, ὄφρα τάχιστα Odyssey 1.738 Λαέρτῃ τάδε πάντα παρεζόμενος καταλέξῃ, Odyssey 1.739 εἰ δή πού τινα κεῖνος ἐνὶ φρεσὶ μῆτιν ὑφήνας Odyssey 1.740 ἐξελθὼν λαοῖσιν ὀδύρεται, οἳ μεμάασιν Odyssey 1.741 ὃν καὶ Ὀδυσσῆος φθῖσαι γόνον ἀντιθέοιο. Odyssey 1.742 τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· Odyssey 1.743 νύμφα φίλη, σὺ μὲν ἄρ με κατάκτανε νηλέι χαλκῷ Odyssey 1.744 ἢ ἔα ἐν μεγάρῳ· μῦθον δέ τοι οὐκ ἐπικεύσω. Odyssey 1.745 ᾔδεʼ ἐγὼ τάδε πάντα, πόρον δέ οἱ ὅσσʼ ἐκέλευε, Odyssey 1.746 σῖτον καὶ μέθυ ἡδύ· ἐμεῦ δʼ ἕλετο μέγαν ὅρκον Odyssey 1.747 μὴ πρὶν σοὶ ἐρέειν, πρὶν δωδεκάτην γε γενέσθαι Odyssey 1.748 ἢ σʼ αὐτὴν ποθέσαι καὶ ἀφορμηθέντος ἀκοῦσαι, Odyssey 1.749 ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. Odyssey 1.750 ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, Odyssey 1.751 εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν Odyssey 1.752 εὔχεʼ Ἀθηναίῃ κούρῃ Διὸς αἰγιόχοιο· Odyssey 1.753 ἡ γάρ κέν μιν ἔπειτα καὶ ἐκ θανάτοιο σαώσαι. Odyssey 1.754 μηδὲ γέροντα κάκου κεκακωμένον· οὐ γὰρ ὀίω Odyssey 1.755 πάγχυ θεοῖς μακάρεσσι γονὴν Ἀρκεισιάδαο Odyssey 1.756 ἔχθεσθʼ, ἀλλʼ ἔτι πού τις ἐπέσσεται ὅς κεν ἔχῃσι Odyssey 1.757 δώματά θʼ ὑψερεφέα καὶ ἀπόπροθι πίονας ἀγρούς. Odyssey 1.758 ὣς φάτο, τῆς δʼ εὔνησε γόον, σχέθε δʼ ὄσσε γόοιο. Odyssey 1.759 ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα Odyssey 1.760 εἰς ὑπερῷʼ ἀνέβαινε σὺν ἀμφιπόλοισι γυναιξίν, Odyssey 1.761 ἐν δʼ ἔθετʼ οὐλοχύτας κανέῳ, ἠρᾶτο δʼ Ἀθήνῃ· Odyssey 1.762 κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη, Odyssey 1.763 εἴ ποτέ τοι πολύμητις ἐνὶ μεγάροισιν Ὀδυσσεὺς Odyssey 1.764 ἢ βοὸς ἢ ὄϊος κατὰ πίονα μηρίʼ ἔκηε, Odyssey 1.765 τῶν νῦν μοι μνῆσαι, καί μοι φίλον υἷα σάωσον, Odyssey 1.766 μνηστῆρας δʼ ἀπάλαλκε κακῶς ὑπερηνορέοντας. Odyssey 1.767 ὣς εἰποῦσʼ ὀλόλυξε, θεὰ δέ οἱ ἔκλυεν ἀρῆς. Odyssey 1.768 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα· Odyssey 1.769 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Odyssey 1.770 ἦ μάλα δὴ γάμον ἄμμι πολυμνήστη βασίλεια Odyssey 1.771 ἀρτύει, οὐδέ τι οἶδεν ὅ οἱ φόνος υἷι τέτυκται. Odyssey 1.772 ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. Odyssey 1.773 τοῖσιν δʼ Ἀντίνοος ἀγορήσατο καὶ μετέειπε· Odyssey 1.774 δαιμόνιοι, μύθους μὲν ὑπερφιάλους ἀλέασθε Odyssey 1.775 πάντας ὁμῶς, μή πού τις ἀπαγγείλῃσι καὶ εἴσω. Odyssey 1.776 ἀλλʼ ἄγε σιγῇ τοῖον ἀναστάντες τελέωμεν Odyssey 1.777 μῦθον, ὃ δὴ καὶ πᾶσιν ἐνὶ φρεσὶν ἤραρεν ἡμῖν. Odyssey 1.778 ὣς εἰπὼν ἐκρίνατʼ ἐείκοσι φῶτας ἀρίστους, Odyssey 1.779 βὰν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. Odyssey 1.780 νῆα μὲν οὖν πάμπρωτον ἁλὸς βένθοσδε ἔρυσσαν, Odyssey 1.781 ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, Odyssey 1.782 ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισιν, Odyssey 1.783 πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν· Odyssey 1.784 τεύχεα δέ σφʼ ἤνεικαν ὑπέρθυμοι θεράποντες. Odyssey 1.785 ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί· Odyssey 1.786 ἔνθα δὲ δόρπον ἕλοντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. Odyssey 1.787 ἡ δʼ ὑπερωίῳ αὖθι περίφρων Πηνελόπεια Odyssey 1.788 κεῖτʼ ἄρʼ ἄσιτος, ἄπαστος ἐδητύος ἠδὲ ποτῆτος, Odyssey 1.789 ὁρμαίνουσʼ ἤ οἱ θάνατον φύγοι υἱὸς ἀμύμων, Odyssey 1.790 ἦ ὅ γʼ ὑπὸ μνηστῆρσιν ὑπερφιάλοισι δαμείη. Odyssey 1.791 ὅσσα δὲ μερμήριξε λέων ἀνδρῶν ἐν ὁμίλῳ Odyssey 1.792 δείσας, ὁππότε μιν δόλιον περὶ κύκλον ἄγωσι, Odyssey 1.793 τόσσα μιν ὁρμαίνουσαν ἐπήλυθε νήδυμος ὕπνος· Odyssey 1.794 εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα. Odyssey 1.795 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.796 εἴδωλον ποίησε, δέμας δʼ ἤικτο γυναικί, Odyssey 1.797 Ἰφθίμῃ, κούρῃ μεγαλήτορος Ἰκαρίοιο, Odyssey 1.798 τὴν Εὔμηλος ὄπυιε Φερῇς ἔνι οἰκία ναίων. Odyssey 1.799 πέμπε δέ μιν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, Odyssey 1.800 ἧος Πηνελόπειαν ὀδυρομένην γοόωσαν Odyssey 1.801 παύσειε κλαυθμοῖο γόοιό τε δακρυόεντος. Odyssey 1.802 ἐς θάλαμον δʼ εἰσῆλθε παρὰ κληῖδος ἱμάντα, Odyssey 1.803 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν· Odyssey 1.804 εὕδεις, Πηνελόπεια, φίλον τετιημένη ἦτορ; Odyssey 1.805 οὐ μέν σʼ οὐδὲ ἐῶσι θεοὶ ῥεῖα ζώοντες Odyssey 1.806 κλαίειν οὐδʼ ἀκάχησθαι, ἐπεί ῥʼ ἔτι νόστιμός ἐστι Odyssey 1.807 σὸς παῖς· οὐ μὲν γάρ τι θεοῖς ἀλιτήμενός ἐστι. Odyssey 1.808 τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια, Odyssey 1.809 ἡδὺ μάλα κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν· Odyssey 1.810 τίπτε, κασιγνήτη, δεῦρʼ ἤλυθες; οὔ τι πάρος γε Odyssey 1.811 πωλέʼ, ἐπεὶ μάλα πολλὸν ἀπόπροθι δώματα ναίεις· Odyssey 1.812 καί με κέλεαι παύσασθαι ὀιζύος ἠδʼ ὀδυνάων Odyssey 1.813 πολλέων, αἵ μʼ ἐρέθουσι κατὰ φρένα καὶ κατὰ θυμόν, Odyssey 1.814 ἣ πρὶν μὲν πόσιν ἐσθλὸν ἀπώλεσα θυμολέοντα, Odyssey 1.815 παντοίῃς ἀρετῇσι κεκασμένον ἐν Δαναοῖσιν, Odyssey 1.816 ἐσθλόν, τοῦ κλέος εὐρὺ καθʼ Ἑλλάδα καὶ μέσον Ἄργος· Odyssey 1.817 νῦν αὖ παῖς ἀγαπητὸς ἔβη κοίλης ἐπὶ νηός, Odyssey 1.818 νήπιος, οὔτε πόνων ἐὺ εἰδὼς οὔτʼ ἀγοράων. Odyssey 1.819 τοῦ δὴ ἐγὼ καὶ μᾶλλον ὀδύρομαι ἤ περ ἐκείνου· Odyssey 1.820 τοῦ δʼ ἀμφιτρομέω καὶ δείδια, μή τι πάθῃσιν, Odyssey 1.821 ἢ ὅ γε τῶν ἐνὶ δήμῳ, ἵνʼ οἴχεται, ἢ ἐνὶ πόντῳ· Odyssey 1.822 δυσμενέες γὰρ πολλοὶ ἐπʼ αὐτῷ μηχανόωνται, Odyssey 1.823 ἱέμενοι κτεῖναι πρὶν πατρίδα γαῖαν ἱκέσθαι. Odyssey 1.824 τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· Odyssey 1.825 θάρσει, μηδέ τι πάγχυ μετὰ φρεσὶ δείδιθι λίην· Odyssey 1.826 τοίη γάρ οἱ πομπὸς ἅμʼ ἔρχεται, ἥν τε καὶ ἄλλοι Odyssey 1.827 ἀνέρες ἠρήσαντο παρεστάμεναι, δύναται γάρ, Odyssey 1.828 Παλλὰς Ἀθηναίη· σὲ δʼ ὀδυρομένην ἐλεαίρει· Odyssey 1.829 ἣ νῦν με προέηκε τεῒν τάδε μυθήσασθαι. Odyssey 1.830 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.831 εἰ μὲν δὴ θεός ἐσσι θεοῖό τε ἔκλυες αὐδῆς, Odyssey 1.832 εἰ δʼ ἄγε μοι καὶ κεῖνον ὀιζυρὸν κατάλεξον, Odyssey 1.833 ἤ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο, Odyssey 1.834 ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀίδαο δόμοισι. Odyssey 1.835 τὴν δʼ ἀπαμειβόμενον προσέφη εἴδωλον ἀμαυρόν· Odyssey 1.836 οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω, Odyssey 1.837 ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. Odyssey 1.838 ὣς εἰπὸν σταθμοῖο παρὰ κληῖδα λιάσθη Odyssey 1.839 ἐς πνοιὰς ἀνέμων. ἡ δʼ ἐξ ὕπνου ἀνόρουσε Odyssey 1.840 κούρη Ἰκαρίοιο· φίλον δέ οἱ ἦτορ ἰάνθη, Odyssey 1.841 ὥς οἱ ἐναργὲς ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ. Odyssey 1.842 μνηστῆρες δʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα Odyssey 1.843 Τηλεμάχῳ φόνον αἰπὺν ἐνὶ φρεσὶν ὁρμαίνοντες. Odyssey 1.844 ἔστι δέ τις νῆσος μέσσῃ ἁλὶ πετρήεσσα, Odyssey 1.845 μεσσηγὺς Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης, Odyssey 1.846 Ἀστερίς, οὐ μεγάλη· λιμένες δʼ ἔνι ναύλοχοι αὐτῇ Odyssey 1.847 ἀμφίδυμοι· τῇ τόν γε μένον λοχόωντες Ἀχαιοί. Odyssey 1.1 Ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο Odyssey 1.2 ὤρνυθʼ, ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν· Odyssey 1.3 οἱ δὲ θεοὶ θῶκόνδε καθίζανον, ἐν δʼ ἄρα τοῖσι Odyssey 1.4 Ζεὺς ὑψιβρεμέτης, οὗ τε κράτος ἐστὶ μέγιστον. Odyssey 1.5 τοῖσι δʼ Ἀθηναίη λέγε κήδεα πόλλʼ Ὀδυσῆος Odyssey 1.6 μνησαμένη· μέλε γάρ οἱ ἐὼν ἐν δώμασι νύμφης· Odyssey 1.7 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, Odyssey 1.8 μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω Odyssey 1.9 σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, Odyssey 1.10 ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι· Odyssey 1.11 ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο Odyssey 1.12 λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν. Odyssey 1.13 ἀλλʼ ὁ μὲν ἐν νήσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων Odyssey 1.14 νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ Odyssey 1.15 ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι· Odyssey 1.16 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, Odyssey 1.17 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. Odyssey 1.18 νῦν αὖ παῖδʼ ἀγαπητὸν ἀποκτεῖναι μεμάασιν Odyssey 1.19 οἴκαδε νισόμενον· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν Odyssey 1.20 ἐς Πύλον ἠγαθέην ἠδʼ ἐς Λακεδαίμονα δῖαν. Odyssey 1.21 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Odyssey 1.22 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. Odyssey 1.23 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, Odyssey 1.24 ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών; Odyssey 1.25 Τηλέμαχον δὲ σὺ πέμψον ἐπισταμένως, δύνασαι γάρ, Odyssey 1.26 ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται, Odyssey 1.27 μνηστῆρες δʼ ἐν νηὶ· παλιμπετὲς ἀπονέωνται. Odyssey 1.28 ἦ ῥα καὶ Ἑρμείαν, υἱὸν φίλον, ἀντίον ηὔδα· Odyssey 1.29 Ἑρμεία, σὺ γὰρ αὖτε τά τʼ ἄλλα περ ἄγγελός ἐσσι, Odyssey 1.30 νύμφῃ ἐυπλοκάμῳ εἰπεῖν νημερτέα βουλήν, Odyssey 1.31 νόστον Ὀδυσσῆος ταλασίφρονος, ὥς κε νέηται Odyssey 1.32 οὔτε θεῶν πομπῇ οὔτε θνητῶν ἀνθρώπων· Odyssey 1.33 ἀλλʼ ὅ γʼ ἐπὶ σχεδίης πολυδέσμου πήματα πάσχων Odyssey 1.34 ἤματί κʼ εἰκοστῷ Σχερίην ἐρίβωλον ἵκοιτο, Odyssey 1.35 Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, Odyssey 1.36 οἵ κέν μιν περὶ κῆρι θεὸν ὣς τιμήσουσιν, Odyssey 1.37 πέμψουσιν δʼ ἐν νηὶ φίλην ἐς πατρίδα γαῖαν, Odyssey 1.38 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες, Odyssey 1.39 πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, Odyssey 1.40 εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληίδος αἶσαν. Odyssey 1.41 ὣς γάρ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Odyssey 1.42 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. Odyssey 1.43 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε διάκτορος ἀργεϊφόντης. Odyssey 1.44 αὐτίκʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, Odyssey 1.45 ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφʼ ὑγρὴν Odyssey 1.46 ἠδʼ ἐπʼ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο. Odyssey 1.47 εἵλετο δὲ ῥάβδον, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει, Odyssey 1.48 ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει. Odyssey 1.49 τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης. Odyssey 1.50 Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ· Odyssey 1.51 σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς, Odyssey 1.52 ὅς τε κατὰ δεινοὺς κόλπους ἁλὸς ἀτρυγέτοιο Odyssey 1.53 ἰχθῦς ἀγρώσσων πυκινὰ πτερὰ δεύεται ἅλμῃ· Odyssey 1.54 τῷ ἴκελος πολέεσσιν ὀχήσατο κύμασιν Ἑρμῆς. Odyssey 1.55 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφίκετο τηλόθʼ ἐοῦσαν, Odyssey 1.56 ἔνθʼ ἐκ πόντου βὰς ἰοειδέος ἤπειρόνδε Odyssey 1.57 ἤιεν, ὄφρα μέγα σπέος ἵκετο, τῷ ἔνι νύμφη Odyssey 1.58 ναῖεν ἐυπλόκαμος· τὴν δʼ ἔνδοθι τέτμεν ἐοῦσαν. Odyssey 1.59 πῦρ μὲν ἐπʼ ἐσχαρόφιν μέγα καίετο, τηλόσε δʼ ὀδμὴ Odyssey 1.60 κέδρου τʼ εὐκεάτοιο θύου τʼ ἀνὰ νῆσον ὀδώδει Odyssey 1.61 δαιομένων· ἡ δʼ ἔνδον ἀοιδιάουσʼ ὀπὶ καλῇ Odyssey 1.62 ἱστὸν ἐποιχομένη χρυσείῃ κερκίδʼ ὕφαινεν. Odyssey 1.63 ὕλη δὲ σπέος ἀμφὶ πεφύκει τηλεθόωσα, Odyssey 1.64 κλήθρη τʼ αἴγειρός τε καὶ εὐώδης κυπάρισσος. Odyssey 1.65 ἔνθα δέ τʼ ὄρνιθες τανυσίπτεροι εὐνάζοντο, Odyssey 1.66 σκῶπές τʼ ἴρηκές τε τανύγλωσσοί τε κορῶναι Odyssey 1.67 εἰνάλιαι, τῇσίν τε θαλάσσια ἔργα μέμηλεν. Odyssey 1.68 ἡ δʼ αὐτοῦ τετάνυστο περὶ σπείους γλαφυροῖο Odyssey 1.69 ἡμερὶς ἡβώωσα, τεθήλει δὲ σταφυλῇσι. Odyssey 1.70 κρῆναι δʼ ἑξείης πίσυρες ῥέον ὕδατι λευκῷ, Odyssey 1.71 πλησίαι ἀλλήλων τετραμμέναι ἄλλυδις ἄλλη. Odyssey 1.72 ἀμφὶ δὲ λειμῶνες μαλακοὶ ἴου ἠδὲ σελίνου Odyssey 1.73 θήλεον. ἔνθα κʼ ἔπειτα καὶ ἀθάνατός περ ἐπελθὼν Odyssey 1.74 θηήσαιτο ἰδὼν καὶ τερφθείη φρεσὶν ᾗσιν. Odyssey 1.75 ἔνθα στὰς θηεῖτο διάκτορος ἀργεϊφόντης. Odyssey 1.76 αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, Odyssey 1.77 αὐτίκʼ ἄρʼ εἰς εὐρὺ σπέος ἤλυθεν. οὐδέ μιν ἄντην Odyssey 1.78 ἠγνοίησεν ἰδοῦσα Καλυψώ, δῖα θεάων· Odyssey 1.79 οὐ γάρ τʼ ἀγνῶτες θεοὶ ἀλλήλοισι πέλονται Odyssey 1.80 ἀθάνατοι, οὐδʼ εἴ τις ἀπόπροθι δώματα ναίει. Odyssey 1.81 οὐδʼ ἄρʼ Ὀδυσσῆα μεγαλήτορα ἔνδον ἔτετμεν, Odyssey 1.82 ἀλλʼ ὅ γʼ ἐπʼ ἀκτῆς κλαῖε καθήμενος, ἔνθα πάρος περ, Odyssey 1.83 δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων. Odyssey 1.84 πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. Odyssey 1.85 Ἑρμείαν δʼ ἐρέεινε Καλυψώ, δῖα θεάων, Odyssey 1.86 ἐν θρόνῳ ἱδρύσασα φαεινῷ σιγαλόεντι· Odyssey 1.87 τίπτε μοι, Ἑρμεία χρυσόρραπι, εἰλήλουθας Odyssey 1.88 αἰδοῖός τε φίλος τε; πάρος γε μὲν οὔ τι θαμίζεις. Odyssey 1.89 αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν, Odyssey 1.90 εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν. Odyssey 1.91 ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω. Odyssey 1.92 ὥς ἄρα φωνήσασα θεὰ παρέθηκε τράπεζαν Odyssey 1.93 ἀμβροσίης πλήσασα, κέρασσε δὲ νέκταρ ἐρυθρόν. Odyssey 1.94 αὐτὰρ ὁ πῖνε καὶ ἦσθε διάκτορος ἀργεϊφόντης. Odyssey 1.95 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, Odyssey 1.96 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· Odyssey 1.97 εἰρωτᾷς μʼ ἐλθόντα θεὰ θεόν· αὐτὰρ ἐγώ τοι Odyssey 1.98 νημερτέως τὸν μῦθον ἐνισπήσω· κέλεαι γάρ. Odyssey 1.99 Ζεὺς ἐμέ γʼ ἠνώγει δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· Odyssey 1.100 τίς δʼ ἂν ἑκὼν τοσσόνδε διαδράμοι ἁλμυρὸν ὕδωρ Odyssey 1.101 ἄσπετον; οὐδέ τις ἄγχι βροτῶν πόλις, οἵ τε θεοῖσιν Odyssey 1.102 ἱερά τε ῥέζουσι καὶ ἐξαίτους ἑκατόμβας. Odyssey 1.103 ἀλλὰ μάλʼ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο Odyssey 1.104 οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι. Odyssey 1.105 φησί τοι ἄνδρα παρεῖναι ὀιζυρώτατον ἄλλων, Odyssey 1.106 τῶν ἀνδρῶν, οἳ ἄστυ πέρι Πριάμοιο μάχοντο Odyssey 1.107 εἰνάετες, δεκάτῳ δὲ πόλιν πέρσαντες ἔβησαν Odyssey 1.108 οἴκαδʼ· ἀτὰρ ἐν νόστῳ Ἀθηναίην ἀλίτοντο, Odyssey 1.109 ἥ σφιν ἐπῶρσʼ ἄνεμόν τε κακὸν καὶ κύματα μακρά. Odyssey 1.110 ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, Odyssey 1.111 τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. Odyssey 1.112 τὸν νῦν σʼ ἠνώγειν ἀποπεμπέμεν ὅττι τάχιστα· Odyssey 1.113 οὐ γάρ οἱ τῇδʼ αἶσα φίλων ἀπονόσφιν ὀλέσθαι, Odyssey 1.114 ἀλλʼ ἔτι οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Odyssey 1.115 οἶκον ἐς ὑψόροφον καὶ ἑὴν ἐς πατρίδα γαῖαν. Odyssey 1.116 ὣς φάτο, ῥίγησεν δὲ Καλυψώ, δῖα θεάων, Odyssey 1.117 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.118 σχέτλιοί ἐστε, θεοί, ζηλήμονες ἔξοχον ἄλλων, Odyssey 1.119 οἵ τε θεαῖς ἀγάασθε παρʼ ἀνδράσιν εὐνάζεσθαι Odyssey 1.120 ἀμφαδίην, ἤν τίς τε φίλον ποιήσετʼ ἀκοίτην. Odyssey 1.121 ὣς μὲν ὅτʼ Ὠρίωνʼ ἕλετο ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.122 τόφρα οἱ ἠγάασθε θεοὶ ῥεῖα ζώοντες, Odyssey 1.123 ἧος ἐν Ὀρτυγίῃ χρυσόθρονος Ἄρτεμις ἁγνὴ Odyssey 1.124 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν. Odyssey 1.125 ὣς δʼ ὁπότʼ Ἰασίωνι ἐυπλόκαμος Δημήτηρ, Odyssey 1.126 ᾧ θυμῷ εἴξασα, μίγη φιλότητι καὶ εὐνῇ Odyssey 1.127 νειῷ ἔνι τριπόλῳ· οὐδὲ δὴν ἦεν ἄπυστος Odyssey 1.128 Ζεύς, ὅς μιν κατέπεφνε βαλὼν ἀργῆτι κεραυνῷ. Odyssey 1.129 ὣς δʼ αὖ νῦν μοι ἄγασθε, θεοί, βροτὸν ἄνδρα παρεῖναι. Odyssey 1.130 τὸν μὲν ἐγὼν ἐσάωσα περὶ τρόπιος βεβαῶτα Odyssey 1.131 οἶον, ἐπεί οἱ νῆα θοὴν ἀργῆτι κεραυνῷ Odyssey 1.132 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. Odyssey 1.133 ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, Odyssey 1.134 τὸν δʼ ἄρα δεῦρʼ ἄνεμός τε φέρων καὶ κῦμα πέλασσε. Odyssey 1.135 τὸν μὲν ἐγὼ φίλεόν τε καὶ ἔτρεφον, ἠδὲ ἔφασκον Odyssey 1.136 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. Odyssey 1.137 ἀλλʼ ἐπεὶ οὔ πως ἔστι Διὸς νόον αἰγιόχοιο Odyssey 1.138 οὔτε παρεξελθεῖν ἄλλον θεὸν οὔθʼ ἁλιῶσαι, Odyssey 1.139 ἐρρέτω, εἴ μιν κεῖνος ἐποτρύνει καὶ ἀνώγει, Odyssey 1.140 πόντον ἐπʼ ἀτρύγετον· πέμψω δέ μιν οὔ πῃ ἐγώ γε· Odyssey 1.141 οὐ γάρ μοι πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, Odyssey 1.142 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης. Odyssey 1.143 αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, οὐδʼ ἐπικεύσω, Odyssey 1.144 ὥς κε μάλʼ ἀσκηθὴς ἣν πατρίδα γαῖαν ἵκηται. Odyssey 1.145 τὴν δʼ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης· Odyssey 1.146 οὕτω νῦν ἀπόπεμπε, Διὸς δʼ ἐποπίζεο μῆνιν, Odyssey 1.147 μή πώς τοι μετόπισθε κοτεσσάμενος χαλεπήνῃ. Odyssey 1.148 ὣς ἄρα φωνήσας ἀπέβη κρατὺς ἀργεϊφόντης· Odyssey 1.149 ἡ δʼ ἐπʼ Ὀδυσσῆα μεγαλήτορα πότνια νύμφη Odyssey 1.150 ἤιʼ, ἐπεὶ δὴ Ζηνὸς ἐπέκλυεν ἀγγελιάων. Odyssey 1.151 τὸν δʼ ἄρʼ ἐπʼ ἀκτῆς εὗρε καθήμενον· οὐδέ ποτʼ ὄσσε Odyssey 1.152 δακρυόφιν τέρσοντο, κατείβετο δὲ γλυκὺς αἰὼν Odyssey 1.153 νόστον ὀδυρομένῳ, ἐπεὶ οὐκέτι ἥνδανε νύμφη. Odyssey 1.154 ἀλλʼ ἦ τοι νύκτας μὲν ἰαύεσκεν καὶ ἀνάγκῃ Odyssey 1.155 ἐν σπέσσι γλαφυροῖσι παρʼ οὐκ ἐθέλων ἐθελούσῃ· Odyssey 1.156 ἤματα δʼ ἂμ πέτρῃσι καὶ ἠιόνεσσι καθίζων Odyssey 1.157 δάκρυσι καὶ στοναχῇσι καὶ ἄλγεσι θυμὸν ἐρέχθων Odyssey 1.158 πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δάκρυα λείβων. Odyssey 1.159 ἀγχοῦ δʼ ἱσταμένη προσεφώνεε δῖα θεάων· Odyssey 1.160 κάμμορε, μή μοι ἔτʼ ἐνθάδʼ ὀδύρεο, μηδέ τοι αἰὼν Odyssey 1.161 φθινέτω· ἤδη γάρ σε μάλα πρόφρασσʼ ἀποπέμψω. Odyssey 1.162 ἀλλʼ ἄγε δούρατα μακρὰ ταμὼν ἁρμόζεο χαλκῷ Odyssey 1.163 εὐρεῖαν σχεδίην· ἀτὰρ ἴκρια πῆξαι ἐπʼ αὐτῆς Odyssey 1.164 ὑψοῦ, ὥς σε φέρῃσιν ἐπʼ ἠεροειδέα πόντον. Odyssey 1.165 αὐτὰρ ἐγὼ σῖτον καὶ ὕδωρ καὶ οἶνον ἐρυθρὸν Odyssey 1.166 ἐνθήσω μενοεικέʼ, ἅ κέν τοι λιμὸν ἐρύκοι, Odyssey 1.167 εἵματά τʼ ἀμφιέσω· πέμψω δέ τοι οὖρον ὄπισθεν, Odyssey 1.168 ὥς κε μάλʼ ἀσκηθὴς σὴν πατρίδα γαῖαν ἵκηαι, Odyssey 1.169 αἴ κε θεοί γʼ ἐθέλωσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Odyssey 1.170 οἵ μευ φέρτεροί εἰσι νοῆσαί τε κρῆναί τε. Odyssey 1.171 ὣς φάτο, ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.172 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.173 ἄλλο τι δὴ σύ, θεά, τόδε μήδεαι, οὐδέ τι πομπήν, Odyssey 1.174 ἥ με κέλεαι σχεδίῃ περάαν μέγα λαῖτμα θαλάσσης, Odyssey 1.175 δεινόν τʼ ἀργαλέον τε· τὸ δʼ οὐδʼ ἐπὶ νῆες ἐῖσαι Odyssey 1.176 ὠκύποροι περόωσιν, ἀγαλλόμεναι Διὸς οὔρῳ. Odyssey 1.177 οὐδʼ ἂν ἐγὼν ἀέκητι σέθεν σχεδίης ἐπιβαίην, Odyssey 1.178 εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι Odyssey 1.179 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. Odyssey 1.180 ὣς φάτο, μείδησεν δὲ Καλυψὼ δῖα θεάων, Odyssey 1.181 χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.182 ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς, Odyssey 1.183 οἷον δὴ τὸν μῦθον ἐπεφράσθης ἀγορεῦσαι. Odyssey 1.184 ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθε Odyssey 1.185 καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος Odyssey 1.186 ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι, Odyssey 1.187 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. Odyssey 1.188 ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι, ἅσσʼ ἂν ἐμοί περ Odyssey 1.189 αὐτῇ μηδοίμην, ὅτε με χρειὼ τόσον ἵκοι· Odyssey 1.190 καὶ γὰρ ἐμοὶ νόος ἐστὶν ἐναίσιμος, οὐδέ μοι αὐτῇ Odyssey 1.191 θυμὸς ἐνὶ στήθεσσι σιδήρεος, ἀλλʼ ἐλεήμων. Odyssey 1.192 ὣς ἄρα φωνήσασʼ ἡγήσατο δῖα θεάων Odyssey 1.193 καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. Odyssey 1.194 ἷξον δὲ σπεῖος γλαφυρὸν θεὸς ἠδὲ καὶ ἀνήρ, Odyssey 1.195 καί ῥʼ ὁ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη Odyssey 1.196 Ἑρμείας, νύμφη δʼ ἐτίθει πάρα πᾶσαν ἐδωδήν, Odyssey 1.197 ἔσθειν καὶ πίνειν, οἷα βροτοὶ ἄνδρες ἔδουσιν· Odyssey 1.198 αὐτὴ δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο, Odyssey 1.199 τῇ δὲ παρʼ ἀμβροσίην δμῳαὶ καὶ νέκταρ ἔθηκαν. Odyssey 1.200 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.201 αὐτὰρ ἐπεὶ τάρπησαν ἐδητύος ἠδὲ ποτῆτος, Odyssey 1.202 τοῖς ἄρα μύθων ἦρχε Καλυψώ, δῖα θεάων· Odyssey 1.203 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.204 οὕτω δὴ οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν Odyssey 1.205 αὐτίκα νῦν ἐθέλεις ἰέναι; σὺ δὲ χαῖρε καὶ ἔμπης. Odyssey 1.206 εἴ γε μὲν εἰδείης σῇσι φρεσὶν ὅσσα τοι αἶσα Odyssey 1.207 κήδεʼ ἀναπλῆσαι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, Odyssey 1.208 ἐνθάδε κʼ αὖθι μένων σὺν ἐμοὶ τόδε δῶμα φυλάσσοις Odyssey 1.209 ἀθάνατός τʼ εἴης, ἱμειρόμενός περ ἰδέσθαι Odyssey 1.210 σὴν ἄλοχον, τῆς τʼ αἰὲν ἐέλδεαι ἤματα πάντα. Odyssey 1.211 οὐ μέν θην κείνης γε χερείων εὔχομαι εἶναι, Odyssey 1.212 οὐ δέμας οὐδὲ φυήν, ἐπεὶ οὔ πως οὐδὲ ἔοικεν Odyssey 1.213 θνητὰς ἀθανάτῃσι δέμας καὶ εἶδος ἐρίζειν. Odyssey 1.214 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.215 πότνα θεά, μή μοι τόδε χώεο· οἶδα καὶ αὐτὸς Odyssey 1.216 πάντα μάλʼ, οὕνεκα σεῖο περίφρων Πηνελόπεια Odyssey 1.217 εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰσάντα ἰδέσθαι· Odyssey 1.218 ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. Odyssey 1.219 ἀλλὰ καὶ ὣς ἐθέλω καὶ ἐέλδομαι ἤματα πάντα Odyssey 1.220 οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. Odyssey 1.221 εἰ δʼ αὖ τις ῥαίῃσι θεῶν ἐνὶ οἴνοπι πόντῳ, Odyssey 1.222 τλήσομαι ἐν στήθεσσιν ἔχων ταλαπενθέα θυμόν· Odyssey 1.223 ἤδη γὰρ μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα Odyssey 1.224 κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω. Odyssey 1.225 ὣς ἔφατʼ, ἠέλιος δʼ ἄρʼ ἔδυ καὶ ἐπὶ κνέφας ἦλθεν· Odyssey 1.226 ἐλθόντες δʼ ἄρα τώ γε μυχῷ σπείους γλαφυροῖο Odyssey 1.227 τερπέσθην φιλότητι, παρʼ ἀλλήλοισι μένοντες. Odyssey 1.228 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.229 αὐτίχʼ ὁ μὲν χλαῖνάν τε χιτῶνά τε ἕννυτʼ Ὀδυσσεύς, Odyssey 1.230 αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, Odyssey 1.231 λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ Odyssey 1.232 καλὴν χρυσείην, κεφαλῇ δʼ ἐφύπερθε καλύπτρην. Odyssey 1.233 καὶ τότʼ Ὀδυσσῆι μεγαλήτορι μήδετο πομπήν· Odyssey 1.234 δῶκέν οἱ πέλεκυν μέγαν, ἄρμενον ἐν παλάμῃσι, Odyssey 1.235 χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον· αὐτὰρ ἐν αὐτῷ Odyssey 1.236 στειλειὸν περικαλλὲς ἐλάινον, εὖ ἐναρηρός· Odyssey 1.237 δῶκε δʼ ἔπειτα σκέπαρνον ἐύξοον· ἦρχε δʼ ὁδοῖο Odyssey 1.238 νήσου ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, Odyssey 1.239 κλήθρη τʼ αἴγειρός τʼ, ἐλάτη τʼ ἦν οὐρανομήκης, Odyssey 1.240 αὖα πάλαι, περίκηλα, τά οἱ πλώοιεν ἐλαφρῶς. Odyssey 1.241 αὐτὰρ ἐπεὶ δὴ δεῖξʼ, ὅθι δένδρεα μακρὰ πεφύκει, Odyssey 1.242 ἡ μὲν ἔβη πρὸς δῶμα Καλυψώ, δῖα θεάων, Odyssey 1.243 αὐτὰρ ὁ τάμνετο δοῦρα· θοῶς δέ οἱ ἤνυτο ἔργον. Odyssey 1.244 εἴκοσι δʼ ἔκβαλε πάντα, πελέκκησεν δʼ ἄρα χαλκῷ, Odyssey 1.245 ξέσσε δʼ ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. Odyssey 1.246 τόφρα δʼ ἔνεικε τέρετρα Καλυψώ, δῖα θεάων· Odyssey 1.247 τέτρηνεν δʼ ἄρα πάντα καὶ ἥρμοσεν ἀλλήλοισιν, Odyssey 1.248 γόμφοισιν δʼ ἄρα τήν γε καὶ ἁρμονίῃσιν ἄρασσεν. Odyssey 1.249 ὅσσον τίς τʼ ἔδαφος νηὸς τορνώσεται ἀνὴρ Odyssey 1.250 φορτίδος εὐρείης, ἐὺ εἰδὼς τεκτοσυνάων, Odyssey 1.251 τόσσον ἔπʼ εὐρεῖαν σχεδίην ποιήσατʼ Ὀδυσσεύς. Odyssey 1.252 ἴκρια δὲ στήσας, ἀραρὼν θαμέσι σταμίνεσσι, Odyssey 1.253 ποίει· ἀτὰρ μακρῇσιν ἐπηγκενίδεσσι τελεύτα. Odyssey 1.254 ἐν δʼ ἱστὸν ποίει καὶ ἐπίκριον ἄρμενον αὐτῷ· Odyssey 1.255 πρὸς δʼ ἄρα πηδάλιον ποιήσατο, ὄφρʼ ἰθύνοι. Odyssey 1.256 φράξε δέ μιν ῥίπεσσι διαμπερὲς οἰσυΐνῃσι Odyssey 1.257 κύματος εἶλαρ ἔμεν· πολλὴν δʼ ἐπεχεύατο ὕλην. Odyssey 1.258 τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψώ, δῖα θεάων, Odyssey 1.259 ἱστία ποιήσασθαι· ὁ δʼ εὖ τεχνήσατο καὶ τά. Odyssey 1.260 ἐν δʼ ὑπέρας τε κάλους τε πόδας τʼ ἐνέδησεν ἐν αὐτῇ, Odyssey 1.261 μοχλοῖσιν δʼ ἄρα τήν γε κατείρυσεν εἰς ἅλα δῖαν. Odyssey 1.262 τέτρατον ἦμαρ ἔην, καὶ τῷ τετέλεστο ἅπαντα· Odyssey 1.263 τῷ δʼ ἄρα πέμπτῳ πέμπʼ ἀπὸ νήσου δῖα Καλυψώ, Odyssey 1.264 εἵματά τʼ ἀμφιέσασα θυώδεα καὶ λούσασα. Odyssey 1.265 ἐν δέ οἱ ἀσκὸν ἔθηκε θεὰ μέλανος οἴνοιο Odyssey 1.266 τὸν ἕτερον, ἕτερον δʼ ὕδατος μέγαν, ἐν δὲ καὶ ᾖα Odyssey 1.267 κωρύκῳ· ἐν δέ οἱ ὄψα τίθει μενοεικέα πολλά· Odyssey 1.268 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. Odyssey 1.269 γηθόσυνος δʼ οὔρῳ πέτασʼ ἱστία δῖος Ὀδυσσεύς. Odyssey 1.270 αὐτὰρ ὁ πηδαλίῳ ἰθύνετο τεχνηέντως Odyssey 1.271 ἥμενος, οὐδέ οἱ ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτεν Odyssey 1.272 Πληιάδας τʼ ἐσορῶντι καὶ ὀψὲ δύοντα Βοώτην Odyssey 1.273 Ἄρκτον θʼ, ἣν καὶ ἄμαξαν ἐπίκλησιν καλέουσιν, Odyssey 1.274 ἥ τʼ αὐτοῦ στρέφεται καί τʼ Ὠρίωνα δοκεύει, Odyssey 1.275 οἴη δʼ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο· Odyssey 1.276 τὴν γὰρ δή μιν ἄνωγε Καλυψώ, δῖα θεάων, Odyssey 1.277 ποντοπορευέμεναι ἐπʼ ἀριστερὰ χειρὸς ἔχοντα. Odyssey 1.278 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέεν ἤματα ποντοπορεύων, Odyssey 1.279 ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα Odyssey 1.280 γαίης Φαιήκων, ὅθι τʼ ἄγχιστον πέλεν αὐτῷ· Odyssey 1.281 εἴσατο δʼ ὡς ὅτε ῥινὸν ἐν ἠεροειδέι πόντῳ. Odyssey 1.282 τὸν δʼ ἐξ Αἰθιόπων ἀνιὼν κρείων ἐνοσίχθων Odyssey 1.283 τηλόθεν ἐκ Σολύμων ὀρέων ἴδεν· εἴσατο γάρ οἱ Odyssey 1.284 πόντον ἐπιπλώων. ὁ δʼ ἐχώσατο κηρόθι μᾶλλον, Odyssey 1.285 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· Odyssey 1.286 ὢ πόποι, ἦ μάλα δὴ μετεβούλευσαν θεοὶ ἄλλως Odyssey 1.287 ἀμφʼ Ὀδυσῆι ἐμεῖο μετʼ Αἰθιόπεσσιν ἐόντος, Odyssey 1.288 καὶ δὴ Φαιήκων γαίης σχεδόν, ἔνθα οἱ αἶσα Odyssey 1.289 ἐκφυγέειν μέγα πεῖραρ ὀιζύος, ἥ μιν ἱκάνει. Odyssey 1.290 ἀλλʼ ἔτι μέν μίν φημι ἅδην ἐλάαν κακότητος. Odyssey 1.291 ὣς εἰπὼν σύναγεν νεφέλας, ἐτάραξε δὲ πόντον Odyssey 1.292 χερσὶ τρίαιναν ἑλών· πάσας δʼ ὀρόθυνεν ἀέλλας Odyssey 1.293 παντοίων ἀνέμων, σὺν δὲ νεφέεσσι κάλυψε Odyssey 1.294 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. Odyssey 1.295 σὺν δʼ Εὖρός τε Νότος τʼ ἔπεσον Ζέφυρός τε δυσαὴς Odyssey 1.296 καὶ Βορέης αἰθρηγενέτης, μέγα κῦμα κυλίνδων. Odyssey 1.297 καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, Odyssey 1.298 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· Odyssey 1.299 ὤ μοι ἐγὼ δειλός, τί νύ μοι μήκιστα γένηται; Odyssey 1.300 δείδω μὴ δὴ πάντα θεὰ νημερτέα εἶπεν, Odyssey 1.301 ἥ μʼ ἔφατʼ ἐν πόντῳ, πρὶν πατρίδα γαῖαν ἱκέσθαι, Odyssey 1.302 ἄλγεʼ ἀναπλήσειν· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. Odyssey 1.303 οἵοισιν νεφέεσσι περιστέφει οὐρανὸν εὐρὺν Odyssey 1.304 Ζεύς, ἐτάραξε δὲ πόντον, ἐπισπέρχουσι δʼ ἄελλαι Odyssey 1.305 παντοίων ἀνέμων. νῦν μοι σῶς αἰπὺς ὄλεθρος. Odyssey 1.306 τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο Odyssey 1.307 Τροίῃ ἐν εὐρείῃ χάριν Ἀτρεΐδῃσι φέροντες. Odyssey 1.308 ὡς δὴ ἐγώ γʼ ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν Odyssey 1.309 ἤματι τῷ ὅτε μοι πλεῖστοι χαλκήρεα δοῦρα Odyssey 1.310 Τρῶες ἐπέρριψαν περὶ Πηλεΐωνι θανόντι. Odyssey 1.311 τῷ κʼ ἔλαχον κτερέων, καί μευ κλέος ἦγον Ἀχαιοί· Odyssey 1.312 νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι. Odyssey 1.313 ὣς ἄρα μιν εἰπόντʼ ἔλασεν μέγα κῦμα κατʼ ἄκρης Odyssey 1.314 δεινὸν ἐπεσσύμενον, περὶ δὲ σχεδίην ἐλέλιξε. Odyssey 1.315 τῆλε δʼ ἀπὸ σχεδίης αὐτὸς πέσε, πηδάλιον δὲ Odyssey 1.316 ἐκ χειρῶν προέηκε· μέσον δέ οἱ ἱστὸν ἔαξεν Odyssey 1.317 δεινὴ μισγομένων ἀνέμων ἐλθοῦσα θύελλα, Odyssey 1.318 τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ. Odyssey 1.319 τὸν δʼ ἄρʼ ὑπόβρυχα θῆκε πολὺν χρόνον, οὐδʼ ἐδυνάσθη Odyssey 1.320 αἶψα μάλʼ ἀνσχεθέειν μεγάλου ὑπὸ κύματος ὁρμῆς· Odyssey 1.321 εἵματα γάρ ῥʼ ἐβάρυνε, τά οἱ πόρε δῖα Καλυψώ. Odyssey 1.322 ὀψὲ δὲ δή ῥʼ ἀνέδυ, στόματος δʼ ἐξέπτυσεν ἅλμην Odyssey 1.323 πικρήν, ἥ οἱ πολλὴ ἀπὸ κρατὸς κελάρυζεν. Odyssey 1.324 ἀλλʼ οὐδʼ ὣς σχεδίης ἐπελήθετο, τειρόμενός περ, Odyssey 1.325 ἀλλὰ μεθορμηθεὶς ἐνὶ κύμασιν ἐλλάβετʼ αὐτῆς, Odyssey 1.326 ἐν μέσσῃ δὲ καθῖζε τέλος θανάτου ἀλεείνων. Odyssey 1.327 τὴν δʼ ἐφόρει μέγα κῦμα κατὰ ῥόον ἔνθα καὶ ἔνθα. Odyssey 1.328 ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης φορέῃσιν ἀκάνθας Odyssey 1.329 ἂμ πεδίον, πυκιναὶ δὲ πρὸς ἀλλήλῃσιν ἔχονται, Odyssey 1.330 ὣς τὴν ἂμ πέλαγος ἄνεμοι φέρον ἔνθα καὶ ἔνθα· Odyssey 1.331 ἄλλοτε μέν τε Νότος Βορέῃ προβάλεσκε φέρεσθαι, Odyssey 1.332 ἄλλοτε δʼ αὖτʼ Εὖρος Ζεφύρῳ εἴξασκε διώκειν. Odyssey 1.333 τὸν δὲ ἴδεν Κάδμου θυγάτηρ, καλλίσφυρος Ἰνώ, Odyssey 1.334 Λευκοθέη, ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα, Odyssey 1.335 νῦν δʼ ἁλὸς ἐν πελάγεσσι θεῶν ἒξ ἔμμορε τιμῆς. Odyssey 1.336 ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησεν ἀλώμενον, ἄλγεʼ ἔχοντα, Odyssey 1.337 αἰθυίῃ δʼ ἐικυῖα ποτῇ ἀνεδύσετο λίμνης, Odyssey 1.338 ἷζε δʼ ἐπὶ σχεδίης πολυδέσμου εἶπέ τε μῦθον· Odyssey 1.339 κάμμορε, τίπτε τοι ὧδε Ποσειδάων ἐνοσίχθων Odyssey 1.340 ὠδύσατʼ ἐκπάγλως, ὅτι τοι κακὰ πολλὰ φυτεύει; Odyssey 1.341 οὐ μὲν δή σε καταφθίσει μάλα περ μενεαίνων. Odyssey 1.342 ἀλλὰ μάλʼ ὧδʼ ἔρξαι, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· Odyssey 1.343 εἵματα ταῦτʼ ἀποδὺς σχεδίην ἀνέμοισι φέρεσθαι Odyssey 1.344 κάλλιπʼ, ἀτὰρ χείρεσσι νέων ἐπιμαίεο νόστου Odyssey 1.345 γαίης Φαιήκων, ὅθι τοι μοῖρʼ ἐστὶν ἀλύξαι. Odyssey 1.346 τῆ δέ, τόδε κρήδεμνον ὑπὸ στέρνοιο τανύσσαι Odyssey 1.347 ἄμβροτον· οὐδέ τί τοι παθέειν δέος οὐδʼ ἀπολέσθαι. Odyssey 1.348 αὐτὰρ ἐπὴν χείρεσσιν ἐφάψεαι ἠπείροιο, Odyssey 1.349 ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον Odyssey 1.350 πολλὸν ἀπʼ ἠπείρου, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι. Odyssey 1.351 ὣς ἄρα φωνήσασα θεὰ κρήδεμνον ἔδωκεν, Odyssey 1.352 αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσετο κυμαίνοντα Odyssey 1.353 αἰθυίῃ ἐικυῖα· μέλαν δέ ἑ κῦμα κάλυψεν. Odyssey 1.354 αὐτὰρ ὁ μερμήριξε πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.355 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· Odyssey 1.356 ὤ μοι ἐγώ, μή τίς μοι ὑφαίνῃσιν δόλον αὖτε Odyssey 1.357 ἀθανάτων, ὅ τέ με σχεδίης ἀποβῆναι ἀνώγει. Odyssey 1.358 ἀλλὰ μάλʼ οὔ πω πείσομʼ, ἐπεὶ ἑκὰς ὀφθαλμοῖσιν Odyssey 1.359 γαῖαν ἐγὼν ἰδόμην, ὅθι μοι φάτο φύξιμον εἶναι. Odyssey 1.360 ἀλλὰ μάλʼ ὧδʼ ἔρξω, δοκέει δέ μοι εἶναι ἄριστον· Odyssey 1.361 ὄφρʼ ἂν μέν κεν δούρατʼ ἐν ἁρμονίῃσιν ἀρήρῃ, Odyssey 1.362 τόφρʼ αὐτοῦ μενέω καὶ τλήσομαι ἄλγεα πάσχων· Odyssey 1.363 αὐτὰρ ἐπὴν δή μοι σχεδίην διὰ κῦμα τινάξῃ, Odyssey 1.364 νήξομʼ, ἐπεὶ οὐ μέν τι πάρα προνοῆσαι ἄμεινον. Odyssey 1.365 ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, Odyssey 1.366 ὦρσε δʼ ἐπὶ μέγα κῦμα Ποσειδάων ἐνοσίχθων, Odyssey 1.367 δεινόν τʼ ἀργαλέον τε, κατηρεφές, ἤλασε δʼ αὐτόν. Odyssey 1.368 ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξῃ Odyssey 1.369 καρφαλέων· τὰ μὲν ἄρ τε διεσκέδασʼ ἄλλυδις ἄλλῃ· Odyssey 1.370 ὣς τῆς δούρατα μακρὰ διεσκέδασʼ. αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.371 ἀμφʼ ἑνὶ δούρατι βαῖνε, κέληθʼ ὡς ἵππον ἐλαύνων, Odyssey 1.372 εἵματα δʼ ἐξαπέδυνε, τά οἱ πόρε δῖα Καλυψώ. Odyssey 1.373 αὐτίκα δὲ κρήδεμνον ὑπὸ στέρνοιο τάνυσσεν, Odyssey 1.374 αὐτὸς δὲ πρηνὴς ἁλὶ κάππεσε, χεῖρε πετάσσας, Odyssey 1.375 νηχέμεναι μεμαώς. ἴδε δὲ κρείων ἐνοσίχθων, Odyssey 1.376 κινήσας δὲ κάρη προτὶ ὃν μυθήσατο θυμόν· Odyssey 1.377 οὕτω νῦν κακὰ πολλὰ παθὼν ἀλόω κατὰ πόντον, Odyssey 1.378 εἰς ὅ κεν ἀνθρώποισι διοτρεφέεσσι μιγήῃς. Odyssey 1.379 ἀλλʼ οὐδʼ ὥς σε ἔολπα ὀνόσσεσθαι κακότητος. Odyssey 1.380 ὣς ἄρα φωνήσας ἵμασεν καλλίτριχας ἵππους, Odyssey 1.381 ἵκετο δʼ εἰς Αἰγάς, ὅθι οἱ κλυτὰ δώματʼ ἔασιν. Odyssey 1.382 αὐτὰρ Ἀθηναίη κούρη Διὸς ἄλλʼ ἐνόησεν. Odyssey 1.383 ἦ τοι τῶν ἄλλων ἀνέμων κατέδησε κελεύθους, Odyssey 1.384 παύσασθαι δʼ ἐκέλευσε καὶ εὐνηθῆναι ἅπαντας· Odyssey 1.385 ὦρσε δʼ ἐπὶ κραιπνὸν Βορέην, πρὸ δὲ κύματʼ ἔαξεν, Odyssey 1.386 ἧος ὃ Φαιήκεσσι φιληρέτμοισι μιγείη Odyssey 1.387 διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας. Odyssey 1.388 ἔνθα δύω νύκτας δύο τʼ ἤματα κύματι πηγῷ Odyssey 1.389 πλάζετο, πολλὰ δέ οἱ κραδίη προτιόσσετʼ ὄλεθρον. Odyssey 1.390 ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, Odyssey 1.391 καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη Odyssey 1.392 ἔπλετο νηνεμίη· ὁ δʼ ἄρα σχεδὸν εἴσιδε γαῖαν Odyssey 1.393 ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς. Odyssey 1.394 ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος βίοτος παίδεσσι φανήῃ Odyssey 1.395 πατρός, ὃς ἐν νούσῳ κεῖται κρατέρʼ ἄλγεα πάσχων, Odyssey 1.396 δηρὸν τηκόμενος, στυγερὸς δέ οἱ ἔχραε δαίμων, Odyssey 1.397 ἀσπάσιον δʼ ἄρα τόν γε θεοὶ κακότητος ἔλυσαν, Odyssey 1.398 ὣς Ὀδυσεῖ ἀσπαστὸν ἐείσατο γαῖα καὶ ὕλη, Odyssey 1.399 νῆχε δʼ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι. Odyssey 1.400 ἀλλʼ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας, Odyssey 1.401 καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης· Odyssey 1.402 ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο Odyssey 1.403 δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθʼ ἁλὸς ἄχνῃ· Odyssey 1.404 οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδʼ ἐπιωγαί. Odyssey 1.405 ἀλλʼ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε· Odyssey 1.406 καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, Odyssey 1.407 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· Odyssey 1.408 ὤ μοι, ἐπεὶ δὴ γαῖαν ἀελπέα δῶκεν ἰδέσθαι Odyssey 1.409 Ζεύς, καὶ δὴ τόδε λαῖτμα διατμήξας ἐπέρησα, Odyssey 1.410 ἔκβασις οὔ πῃ φαίνεθʼ ἁλὸς πολιοῖο θύραζε· Odyssey 1.411 ἔκτοσθεν μὲν γὰρ πάγοι ὀξέες, ἀμφὶ δὲ κῦμα Odyssey 1.412 βέβρυχεν ῥόθιον, λισσὴ δʼ ἀναδέδρομε πέτρη, Odyssey 1.413 ἀγχιβαθὴς δὲ θάλασσα, καὶ οὔ πως ἔστι πόδεσσι Odyssey 1.414 στήμεναι ἀμφοτέροισι καὶ ἐκφυγέειν κακότητα· Odyssey 1.415 μή πώς μʼ ἐκβαίνοντα βάλῃ λίθακι ποτὶ πέτρῃ Odyssey 1.416 κῦμα μέγʼ ἁρπάξαν· μελέη δέ μοι ἔσσεται ὁρμή. Odyssey 1.417 εἰ δέ κʼ ἔτι προτέρω παρανήξομαι, ἤν που ἐφεύρω Odyssey 1.418 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης, Odyssey 1.419 δείδω μή μʼ ἐξαῦτις ἀναρπάξασα θύελλα Odyssey 1.420 πόντον ἐπʼ ἰχθυόεντα φέρῃ βαρέα στενάχοντα, Odyssey 1.421 ἠέ τί μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων Odyssey 1.422 ἐξ ἁλός, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη· Odyssey 1.423 οἶδα γάρ, ὥς μοι ὀδώδυσται κλυτὸς ἐννοσίγαιος. Odyssey 1.424 ἧος ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, Odyssey 1.425 τόφρα δέ μιν μέγα κῦμα φέρε τρηχεῖαν ἐπʼ ἀκτήν. Odyssey 1.426 ἔνθα κʼ ἀπὸ ῥινοὺς δρύφθη, σὺν δʼ ὀστέʼ ἀράχθη, Odyssey 1.427 εἰ μὴ ἐπὶ φρεσὶ θῆκε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.428 ἀμφοτέρῃσι δὲ χερσὶν ἐπεσσύμενος λάβε πέτρης, Odyssey 1.429 τῆς ἔχετο στενάχων, ἧος μέγα κῦμα παρῆλθε. Odyssey 1.430 καὶ τὸ μὲν ὣς ὑπάλυξε, παλιρρόθιον δέ μιν αὖτις Odyssey 1.431 πλῆξεν ἐπεσσύμενον, τηλοῦ δέ μιν ἔμβαλε πόντῳ. Odyssey 1.432 ὡς δʼ ὅτε πουλύποδος θαλάμης ἐξελκομένοιο Odyssey 1.433 πρὸς κοτυληδονόφιν πυκιναὶ λάιγγες ἔχονται, Odyssey 1.434 ὣς τοῦ πρὸς πέτρῃσι θρασειάων ἀπὸ χειρῶν Odyssey 1.435 ῥινοὶ ἀπέδρυφθεν· τὸν δὲ μέγα κῦμα κάλυψεν. Odyssey 1.436 ἔνθα κε δὴ δύστηνος ὑπὲρ μόρον ὤλετʼ Ὀδυσσεύς, Odyssey 1.437 εἰ μὴ ἐπιφροσύνην δῶκε γλαυκῶπις Ἀθήνη. Odyssey 1.438 κύματος ἐξαναδύς, τά τʼ ἐρεύγεται ἤπειρόνδε, Odyssey 1.439 νῆχε παρέξ, ἐς γαῖαν ὁρώμενος, εἴ που ἐφεύροι Odyssey 1.440 ἠιόνας τε παραπλῆγας λιμένας τε θαλάσσης. Odyssey 1.441 ἀλλʼ ὅτε δὴ ποταμοῖο κατὰ στόμα καλλιρόοιο Odyssey 1.442 ἷξε νέων, τῇ δή οἱ ἐείσατο χῶρος ἄριστος, Odyssey 1.443 λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο, Odyssey 1.444 ἔγνω δὲ προρέοντα καὶ εὔξατο ὃν κατὰ θυμόν· Odyssey 1.445 κλῦθι, ἄναξ, ὅτις ἐσσί· πολύλλιστον δέ σʼ ἱκάνω, Odyssey 1.446 φεύγων ἐκ πόντοιο Ποσειδάωνος ἐνιπάς. Odyssey 1.447 αἰδοῖος μέν τʼ ἐστὶ καὶ ἀθανάτοισι θεοῖσιν Odyssey 1.448 ἀνδρῶν ὅς τις ἵκηται ἀλώμενος, ὡς καὶ ἐγὼ νῦν Odyssey 1.449 σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας. Odyssey 1.450 ἀλλʼ ἐλέαιρε, ἄναξ· ἱκέτης δέ τοι εὔχομαι εἶναι. Odyssey 1.451 ὣς φάθʼ, ὁ δʼ αὐτίκα παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα, Odyssey 1.452 πρόσθε δέ οἱ ποίησε γαλήνην, τὸν δʼ ἐσάωσεν Odyssey 1.453 ἐς ποταμοῦ προχοάς. ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε Odyssey 1.454 χεῖράς τε στιβαράς. ἁλὶ γὰρ δέδμητο φίλον κῆρ. Odyssey 1.455 ᾤδεε δὲ χρόα πάντα, θάλασσα δὲ κήκιε πολλὴ Odyssey 1.456 ἂν στόμα τε ῥῖνάς θʼ· ὁ δʼ ἄρʼ ἄπνευστος καὶ ἄναυδος Odyssey 1.457 κεῖτʼ ὀλιγηπελέων, κάματος δέ μιν αἰνὸς ἵκανεν. Odyssey 1.458 ἀλλʼ ὅτε δή ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, Odyssey 1.459 καὶ τότε δὴ κρήδεμνον ἀπὸ ἕο λῦσε θεοῖο. Odyssey 1.460 καὶ τὸ μὲν ἐς ποταμὸν ἁλιμυρήεντα μεθῆκεν, Odyssey 1.461 ἂψ δʼ ἔφερεν μέγα κῦμα κατὰ ῥόον, αἶψα δʼ ἄρʼ Ἰνὼ Odyssey 1.462 δέξατο χερσὶ φίλῃσιν· ὁ δʼ ἐκ ποταμοῖο λιασθεὶς Odyssey 1.463 σχοίνῳ ὑπεκλίνθη, κύσε δὲ ζείδωρον ἄρουραν. Odyssey 1.464 ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· Odyssey 1.465 ὤ μοι ἐγώ, τί πάθω; τί νύ μοι μήκιστα γένηται; Odyssey 1.466 εἰ μέν κʼ ἐν ποταμῷ δυσκηδέα νύκτα φυλάσσω, Odyssey 1.467 μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση Odyssey 1.468 ἐξ ὀλιγηπελίης δαμάσῃ κεκαφηότα θυμόν· Odyssey 1.469 αὔρη δʼ ἐκ ποταμοῦ ψυχρὴ πνέει ἠῶθι πρό. Odyssey 1.470 εἰ δέ κεν ἐς κλιτὺν ἀναβὰς καὶ δάσκιον ὕλην Odyssey 1.471 θάμνοις ἐν πυκινοῖσι καταδράθω, εἴ με μεθείη Odyssey 1.472 ῥῖγος καὶ κάματος, γλυκερὸς δέ μοι ὕπνος ἐπέλθῃ, Odyssey 1.473 δείδω, μὴ θήρεσσιν ἕλωρ καὶ κύρμα γένωμαι. Odyssey 1.474 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· Odyssey 1.475 βῆ ῥʼ ἴμεν εἰς ὕλην· τὴν δὲ σχεδὸν ὕδατος εὗρεν Odyssey 1.476 ἐν περιφαινομένῳ· δοιοὺς δʼ ἄρʼ ὑπήλυθε θάμνους, Odyssey 1.477 ἐξ ὁμόθεν πεφυῶτας· ὁ μὲν φυλίης, ὁ δʼ ἐλαίης. Odyssey 1.478 τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάη μένος ὑγρὸν ἀέντων, Odyssey 1.479 οὔτε ποτʼ ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, Odyssey 1.480 οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνοὶ Odyssey 1.481 ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς· οὓς ὑπʼ Ὀδυσσεὺς Odyssey 1.482 δύσετʼ. ἄφαρ δʼ εὐνὴν ἐπαμήσατο χερσὶ φίλῃσιν Odyssey 1.483 εὐρεῖαν· φύλλων γὰρ ἔην χύσις ἤλιθα πολλή, Odyssey 1.484 ὅσσον τʼ ἠὲ δύω ἠὲ τρεῖς ἄνδρας ἔρυσθαι Odyssey 1.485 ὥρῃ χειμερίῃ, εἰ καὶ μάλα περ χαλεπαίνοι. Odyssey 1.486 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.487 ἐν δʼ ἄρα μέσσῃ λέκτο, χύσιν δʼ ἐπεχεύατο φύλλων. Odyssey 1.488 ὡς δʼ ὅτε τις δαλὸν σποδιῇ ἐνέκρυψε μελαίνῃ Odyssey 1.489 ἀγροῦ ἐπʼ ἐσχατιῆς, ᾧ μὴ πάρα γείτονες ἄλλοι, Odyssey 1.490 σπέρμα πυρὸς σώζων, ἵνα μή ποθεν ἄλλοθεν αὔοι, Odyssey 1.491 ὣς Ὀδυσεὺς φύλλοισι καλύψατο· τῷ δʼ ἄρʼ Ἀθήνη Odyssey 1.492 ὕπνον ἐπʼ ὄμμασι χεῦʼ, ἵνα μιν παύσειε τάχιστα Odyssey 1.493 δυσπονέος καμάτοιο φίλα βλέφαρʼ ἀμφικαλύψας. Odyssey 1.1 ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς Odyssey 1.2 ὕπνῳ καὶ καμάτῳ ἀρημένος· αὐτὰρ Ἀθήνη Odyssey 1.3 βῆ ῥʼ ἐς Φαιήκων ἀνδρῶν δῆμόν τε πόλιν τε, Odyssey 1.4 οἳ πρὶν μέν ποτʼ ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ, Odyssey 1.5 ἀγχοῦ Κυκλώπων ἀνδρῶν ὑπερηνορεόντων, Odyssey 1.6 οἵ σφεας σινέσκοντο, βίηφι δὲ φέρτεροι ἦσαν. Odyssey 1.7 ἔνθεν ἀναστήσας ἄγε Ναυσίθοος θεοειδής, Odyssey 1.8 εἷσεν δὲ Σχερίῃ, ἑκὰς ἀνδρῶν ἀλφηστάων, Odyssey 1.9 ἀμφὶ δὲ τεῖχος ἔλασσε πόλει, καὶ ἐδείματο οἴκους, Odyssey 1.10 καὶ νηοὺς ποίησε θεῶν, καὶ ἐδάσσατʼ ἀρούρας. Odyssey 1.11 ἀλλʼ ὁ μὲν ἤδη κηρὶ δαμεὶς Ἄϊδόσδε βεβήκει, Odyssey 1.12 Ἀλκίνοος δὲ τότʼ ἦρχε, θεῶν ἄπο μήδεα εἰδώς. Odyssey 1.13 τοῦ μὲν ἔβη πρὸς δῶμα θεά, γλαυκῶπις Ἀθήνη, Odyssey 1.14 νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα. Odyssey 1.15 βῆ δʼ ἴμεν ἐς θάλαμον πολυδαίδαλον, ᾧ ἔνι κούρη Odyssey 1.16 κοιμᾶτʼ ἀθανάτῃσι φυὴν καὶ εἶδος ὁμοίη, Odyssey 1.17 Ναυσικάα, θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, Odyssey 1.18 πὰρ δὲ δύʼ ἀμφίπολοι, Χαρίτων ἄπο κάλλος ἔχουσαι, Odyssey 1.19 σταθμοῖιν ἑκάτερθε· θύραι δʼ ἐπέκειντο φαειναί. Odyssey 1.20 ἡ δʼ ἀνέμου ὡς πνοιὴ ἐπέσσυτο δέμνια κούρης, Odyssey 1.21 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς, καί μιν πρὸς μῦθον ἔειπεν, Odyssey 1.22 εἰδομένη κούρῃ ναυσικλειτοῖο Δύμαντος, Odyssey 1.23 ἥ οἱ ὁμηλικίη μὲν ἔην, κεχάριστο δὲ θυμῷ. Odyssey 1.24 τῇ μιν ἐεισαμένη προσέφη γλαυκῶπις Ἀθήνη· Odyssey 1.25 Ναυσικάα, τί νύ σʼ ὧδε μεθήμονα γείνατο μήτηρ; Odyssey 1.26 εἵματα μέν τοι κεῖται ἀκηδέα σιγαλόεντα, Odyssey 1.27 σοὶ δὲ γάμος σχεδόν ἐστιν, ἵνα χρὴ καλὰ μὲν αὐτὴν Odyssey 1.28 ἕννυσθαι, τὰ δὲ τοῖσι παρασχεῖν, οἵ κέ σʼ ἄγωνται. Odyssey 1.29 ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπους ἀναβαίνει Odyssey 1.30 ἐσθλή, χαίρουσιν δὲ πατὴρ καὶ πότνια μήτηρ. Odyssey 1.31 ἀλλʼ ἴομεν πλυνέουσαι ἅμʼ ἠοῖ φαινομένηφι· Odyssey 1.32 καί τοι ἐγὼ συνέριθος ἅμʼ ἕψομαι, ὄφρα τάχιστα Odyssey 1.33 ἐντύνεαι, ἐπεὶ οὔ τοι ἔτι δὴν παρθένος ἔσσεαι· Odyssey 1.34 ἤδη γάρ σε μνῶνται ἀριστῆες κατὰ δῆμον Odyssey 1.35 πάντων Φαιήκων, ὅθι τοι γένος ἐστὶ καὶ αὐτῇ. Odyssey 1.36 ἀλλʼ ἄγʼ ἐπότρυνον πατέρα κλυτὸν ἠῶθι πρὸ Odyssey 1.37 ἡμιόνους καὶ ἄμαξαν ἐφοπλίσαι, ἥ κεν ἄγῃσι Odyssey 1.38 ζῶστρά τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα. Odyssey 1.39 καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον ἠὲ πόδεσσιν Odyssey 1.40 ἔρχεσθαι· πολλὸν γὰρ ἀπὸ πλυνοί εἰσι πόληος. Odyssey 1.41 ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη γλαυκῶπις Ἀθήνη Odyssey 1.42 Οὔλυμπόνδʼ, ὅθι φασὶ θεῶν ἕδος ἀσφαλὲς αἰεὶ Odyssey 1.43 ἔμμεναι. οὔτʼ ἀνέμοισι τινάσσεται οὔτε ποτʼ ὄμβρῳ Odyssey 1.44 δεύεται οὔτε χιὼν ἐπιπίλναται, ἀλλὰ μάλʼ αἴθρη Odyssey 1.45 πέπταται ἀνέφελος, λευκὴ δʼ ἐπιδέδρομεν αἴγλη· Odyssey 1.46 τῷ ἔνι τέρπονται μάκαρες θεοὶ ἤματα πάντα. Odyssey 1.47 ἔνθʼ ἀπέβη γλαυκῶπις, ἐπεὶ διεπέφραδε κούρῃ. Odyssey 1.48 αὐτίκα δʼ Ἠὼς ἦλθεν ἐύθρονος, ἥ μιν ἔγειρε Odyssey 1.49 Ναυσικάαν ἐύπεπλον· ἄφαρ δʼ ἀπεθαύμασʼ ὄνειρον, Odyssey 1.50 βῆ δʼ ἰέναι διὰ δώμαθʼ, ἵνʼ ἀγγείλειε τοκεῦσιν, Odyssey 1.51 πατρὶ φίλῳ καὶ μητρί· κιχήσατο δʼ ἔνδον ἐόντας· Odyssey 1.52 ἡ μὲν ἐπʼ ἐσχάρῃ ἧστο σὺν ἀμφιπόλοισι γυναιξὶν Odyssey 1.53 ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα· τῷ δὲ θύραζε Odyssey 1.54 ἐρχομένῳ ξύμβλητο μετὰ κλειτοὺς βασιλῆας Odyssey 1.55 ἐς βουλήν, ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί. Odyssey 1.56 ἡ δὲ μάλʼ ἄγχι στᾶσα φίλον πατέρα προσέειπε· Odyssey 1.57 πάππα φίλʼ, οὐκ ἂν δή μοι ἐφοπλίσσειας ἀπήνην Odyssey 1.58 ὑψηλὴν ἐύκυκλον, ἵνα κλυτὰ εἵματʼ ἄγωμαι Odyssey 1.59 ἐς ποταμὸν πλυνέουσα, τά μοι ῥερυπωμένα κεῖται; Odyssey 1.60 καὶ δὲ σοὶ αὐτῷ ἔοικε μετὰ πρώτοισιν ἐόντα Odyssey 1.61 βουλὰς βουλεύειν καθαρὰ χροΐ εἵματʼ ἔχοντα. Odyssey 1.62 πέντε δέ τοι φίλοι υἷες ἐνὶ μεγάροις γεγάασιν, Odyssey 1.63 οἱ δύʼ ὀπυίοντες, τρεῖς δʼ ἠίθεοι θαλέθοντες· Odyssey 1.64 οἱ δʼ αἰεὶ ἐθέλουσι νεόπλυτα εἵματʼ ἔχοντες Odyssey 1.65 ἐς χορὸν ἔρχεσθαι· τὰ δʼ ἐμῇ φρενὶ πάντα μέμηλεν. Odyssey 1.66 ὣς ἔφατʼ· αἴδετο γὰρ θαλερὸν γάμον ἐξονομῆναι Odyssey 1.67 πατρὶ φίλῳ. ὁ δὲ πάντα νόει καὶ ἀμείβετο μύθῳ· Odyssey 1.68 οὔτε τοι ἡμιόνων φθονέω, τέκος, οὔτε τευ ἄλλου. Odyssey 1.69 ἔρχευ· ἀτάρ τοι δμῶες ἐφοπλίσσουσιν ἀπήνην Odyssey 1.70 ὑψηλὴν ἐύκυκλον, ὑπερτερίῃ ἀραρυῖαν. Odyssey 1.71 ὣς εἰπὼν δμώεσσιν ἐκέκλετο, τοὶ δʼ ἐπίθοντο. Odyssey 1.72 οἱ μὲν ἄρʼ ἐκτὸς ἄμαξαν ἐύτροχον ἡμιονείην Odyssey 1.73 ὥπλεον, ἡμιόνους θʼ ὕπαγον ζεῦξάν θʼ ὑπʼ ἀπήνῃ· Odyssey 1.74 κούρη δʼ ἐκ θαλάμοιο φέρεν ἐσθῆτα φαεινήν. Odyssey 1.75 καὶ τὴν μὲν κατέθηκεν ἐυξέστῳ ἐπʼ ἀπήνῃ, Odyssey 1.76 μήτηρ δʼ ἐν κίστῃ ἐτίθει μενοεικέʼ ἐδωδὴν Odyssey 1.77 παντοίην, ἐν δʼ ὄψα τίθει, ἐν δʼ οἶνον ἔχευεν Odyssey 1.78 ἀσκῷ ἐν αἰγείῳ· κούρη δʼ ἐπεβήσετʼ ἀπήνης. Odyssey 1.79 δῶκεν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, Odyssey 1.80 ἧος χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξίν. Odyssey 1.81 ἡ δʼ ἔλαβεν μάστιγα καὶ ἡνία σιγαλόεντα, Odyssey 1.82 μάστιξεν δʼ ἐλάαν· καναχὴ δʼ ἦν ἡμιόνοιιν. Odyssey 1.83 αἱ δʼ ἄμοτον τανύοντο, φέρον δʼ ἐσθῆτα καὶ αὐτήν, Odyssey 1.84 οὐκ οἴην, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. Odyssey 1.85 αἱ δʼ ὅτε δὴ ποταμοῖο ῥόον περικαλλέʼ ἵκοντο, Odyssey 1.86 ἔνθʼ ἦ τοι πλυνοὶ ἦσαν ἐπηετανοί, πολὺ δʼ ὕδωρ Odyssey 1.87 καλὸν ὑπεκπρόρεεν μάλα περ ῥυπόωντα καθῆραι, Odyssey 1.88 ἔνθʼ αἵ γʼ ἡμιόνους μὲν ὑπεκπροέλυσαν ἀπήνης. Odyssey 1.89 καὶ τὰς μὲν σεῦαν ποταμὸν πάρα δινήεντα Odyssey 1.90 τρώγειν ἄγρωστιν μελιηδέα· ταὶ δʼ ἀπʼ ἀπήνης Odyssey 1.91 εἵματα χερσὶν ἕλοντο καὶ ἐσφόρεον μέλαν ὕδωρ, Odyssey 1.92 στεῖβον δʼ ἐν βόθροισι θοῶς ἔριδα προφέρουσαι. Odyssey 1.93 αὐτὰρ ἐπεὶ πλῦνάν τε κάθηράν τε ῥύπα πάντα, Odyssey 1.94 ἑξείης πέτασαν παρὰ θῖνʼ ἁλός, ἧχι μάλιστα Odyssey 1.95 λάιγγας ποτὶ χέρσον ἀποπλύνεσκε θάλασσα. Odyssey 1.96 αἱ δὲ λοεσσάμεναι καὶ χρισάμεναι λίπʼ ἐλαίῳ Odyssey 1.97 δεῖπνον ἔπειθʼ εἵλοντο παρʼ ὄχθῃσιν ποταμοῖο, Odyssey 1.98 εἵματα δʼ ἠελίοιο μένον τερσήμεναι αὐγῇ. Odyssey 1.99 αὐτὰρ ἐπεὶ σίτου τάρφθεν δμῳαί τε καὶ αὐτή, Odyssey 1.100 σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον, ἀπὸ κρήδεμνα βαλοῦσαι· Odyssey 1.101 τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς. Odyssey 1.102 οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεα ἰοχέαιρα, Odyssey 1.103 ἢ κατὰ Τηΰγετον περιμήκετον ἢ Ἐρύμανθον, Odyssey 1.104 τερπομένη κάπροισι καὶ ὠκείῃς ἐλάφοισι· Odyssey 1.105 τῇ δέ θʼ ἅμα νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, Odyssey 1.106 ἀγρονόμοι παίζουσι, γέγηθε δέ τε φρένα Λητώ· Odyssey 1.107 πασάων δʼ ὑπὲρ ἥ γε κάρη ἔχει ἠδὲ μέτωπα, Odyssey 1.108 ῥεῖά τʼ ἀριγνώτη πέλεται, καλαὶ δέ τε πᾶσαι· Odyssey 1.109 ὣς ἥ γʼ ἀμφιπόλοισι μετέπρεπε παρθένος ἀδμής. Odyssey 1.110 ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πάλιν οἶκόνδε νέεσθαι Odyssey 1.111 ζεύξασʼ ἡμιόνους πτύξασά τε εἵματα καλά, Odyssey 1.112 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεά, γλαυκῶπις Ἀθήνη, Odyssey 1.113 ὡς Ὀδυσεὺς ἔγροιτο, ἴδοι τʼ ἐυώπιδα κούρην, Odyssey 1.114 ἥ οἱ Φαιήκων ἀνδρῶν πόλιν ἡγήσαιτο. Odyssey 1.115 σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια· Odyssey 1.116 ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ· Odyssey 1.117 αἱ δʼ ἐπὶ μακρὸν ἄυσαν· ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς, Odyssey 1.118 ἑζόμενος δʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν· Odyssey 1.119 ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; Odyssey 1.120 ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, Odyssey 1.121 ἦε φιλόξεινοι καί σφιν νόος ἐστὶ θεουδής; Odyssey 1.122 ὥς τέ με κουράων ἀμφήλυθε θῆλυς ἀυτή· Odyssey 1.123 νυμφάων, αἳ ἔχουσʼ ὀρέων αἰπεινὰ κάρηνα Odyssey 1.124 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα. Odyssey 1.125 ἦ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν αὐδηέντων; Odyssey 1.126 ἀλλʼ ἄγʼ ἐγὼν αὐτὸς πειρήσομαι ἠδὲ ἴδωμαι. Odyssey 1.127 ὣς εἰπὼν θάμνων ὑπεδύσετο δῖος Ὀδυσσεύς, Odyssey 1.128 ἐκ πυκινῆς δʼ ὕλης πτόρθον κλάσε χειρὶ παχείῃ Odyssey 1.129 φύλλων, ὡς ῥύσαιτο περὶ χροῒ μήδεα φωτός. Odyssey 1.130 βῆ δʼ ἴμεν ὥς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθώς, Odyssey 1.131 ὅς τʼ εἶσʼ ὑόμενος καὶ ἀήμενος, ἐν δέ οἱ ὄσσε Odyssey 1.132 δαίεται· αὐτὰρ ὁ βουσὶ μετέρχεται ἢ ὀίεσσιν Odyssey 1.133 ἠὲ μετʼ ἀγροτέρας ἐλάφους· κέλεται δέ ἑ γαστὴρ Odyssey 1.134 μήλων πειρήσοντα καὶ ἐς πυκινὸν δόμον ἐλθεῖν· Odyssey 1.135 ὣς Ὀδυσεὺς κούρῃσιν ἐυπλοκάμοισιν ἔμελλε Odyssey 1.136 μίξεσθαι, γυμνός περ ἐών· χρειὼ γὰρ ἵκανε. Odyssey 1.137 σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ, Odyssey 1.138 τρέσσαν δʼ ἄλλυδις ἄλλη ἐπʼ ἠιόνας προὐχούσας· Odyssey 1.139 οἴη δʼ Ἀλκινόου θυγάτηρ μένε· τῇ γὰρ Ἀθήνη Odyssey 1.140 θάρσος ἐνὶ φρεσὶ θῆκε καὶ ἐκ δέος εἵλετο γυίων. Odyssey 1.141 στῆ δʼ ἄντα σχομένη· ὁ δὲ μερμήριξεν Ὀδυσσεύς, Odyssey 1.142 ἢ γούνων λίσσοιτο λαβὼν ἐυώπιδα κούρην, Odyssey 1.143 ἦ αὔτως ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι Odyssey 1.144 λίσσοιτʼ, εἰ δείξειε πόλιν καὶ εἵματα δοίη. Odyssey 1.145 ὣς ἄρα οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, Odyssey 1.146 λίσσεσθαι ἐπέεσσιν ἀποσταδὰ μειλιχίοισι, Odyssey 1.147 μή οἱ γοῦνα λαβόντι χολώσαιτο φρένα κούρη. Odyssey 1.148 αὐτίκα μειλίχιον καὶ κερδαλέον φάτο μῦθον. Odyssey 1.149 γουνοῦμαί σε, ἄνασσα· θεός νύ τις, ἦ βροτός ἐσσι; Odyssey 1.150 εἰ μέν τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Odyssey 1.151 Ἀρτέμιδί σε ἐγώ γε, Διὸς κούρῃ μεγάλοιο, Odyssey 1.152 εἶδός τε μέγεθός τε φυήν τʼ ἄγχιστα ἐίσκω· Odyssey 1.153 εἰ δέ τίς ἐσσι βροτῶν, τοὶ ἐπὶ χθονὶ ναιετάουσιν, Odyssey 1.154 τρὶς μάκαρες μὲν σοί γε πατὴρ καὶ πότνια μήτηρ, Odyssey 1.155 τρὶς μάκαρες δὲ κασίγνητοι· μάλα πού σφισι θυμὸς Odyssey 1.156 αἰὲν ἐυφροσύνῃσιν ἰαίνεται εἵνεκα σεῖο, Odyssey 1.157 λευσσόντων τοιόνδε θάλος χορὸν εἰσοιχνεῦσαν. Odyssey 1.158 κεῖνος δʼ αὖ περὶ κῆρι μακάρτατος ἔξοχον ἄλλων, Odyssey 1.159 ὅς κέ σʼ ἐέδνοισι βρίσας οἶκόνδʼ ἀγάγηται. Odyssey 1.160 οὐ γάρ πω τοιοῦτον ἴδον βροτὸν ὀφθαλμοῖσιν, Odyssey 1.161 οὔτʼ ἄνδρʼ οὔτε γυναῖκα· σέβας μʼ ἔχει εἰσορόωντα. Odyssey 1.162 Δήλῳ δή ποτε τοῖον Ἀπόλλωνος παρὰ βωμῷ Odyssey 1.163 φοίνικος νέον ἔρνος ἀνερχόμενον ἐνόησα· Odyssey 1.164 ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἕσπετο λαός, Odyssey 1.165 τὴν ὁδὸν ᾗ δὴ μέλλεν ἐμοὶ κακὰ κήδεʼ ἔσεσθαι. Odyssey 1.166 ὣς δʼ αὔτως καὶ κεῖνο ἰδὼν ἐτεθήπεα θυμῷ Odyssey 1.167 δήν, ἐπεὶ οὔ πω τοῖον ἀνήλυθεν ἐκ δόρυ γαίης, Odyssey 1.168 ὡς σέ, γύναι, ἄγαμαί τε τέθηπά τε, δείδια δʼ αἰνῶς Odyssey 1.169 γούνων ἅψασθαι· χαλεπὸν δέ με πένθος ἱκάνει. Odyssey 1.170 χθιζὸς ἐεικοστῷ φύγον ἤματι οἴνοπα πόντον· Odyssey 1.171 τόφρα δέ μʼ αἰεὶ κῦμʼ ἐφόρει κραιπναί τε θύελλαι Odyssey 1.172 νήσου ἀπʼ Ὠγυγίης. νῦν δʼ ἐνθάδε κάββαλε δαίμων, Odyssey 1.173 ὄφρʼ ἔτι που καὶ τῇδε πάθω κακόν· οὐ γὰρ ὀίω Odyssey 1.174 παύσεσθʼ, ἀλλʼ ἔτι πολλὰ θεοὶ τελέουσι πάροιθεν. Odyssey 1.175 ἀλλά, ἄνασσʼ, ἐλέαιρε· σὲ γὰρ κακὰ πολλὰ μογήσας Odyssey 1.176 ἐς πρώτην ἱκόμην, τῶν δʼ ἄλλων οὔ τινα οἶδα Odyssey 1.177 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. Odyssey 1.178 ἄστυ δέ μοι δεῖξον, δὸς δὲ ῥάκος ἀμφιβαλέσθαι, Odyssey 1.179 εἴ τί που εἴλυμα σπείρων ἔχες ἐνθάδʼ ἰοῦσα. Odyssey 1.180 σοὶ δὲ θεοὶ τόσα δοῖεν ὅσα φρεσὶ σῇσι μενοινᾷς, Odyssey 1.181 ἄνδρα τε καὶ οἶκον, καὶ ὁμοφροσύνην ὀπάσειαν Odyssey 1.182 ἐσθλήν· οὐ μὲν γὰρ τοῦ γε κρεῖσσον καὶ ἄρειον, Odyssey 1.183 ἢ ὅθʼ ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον Odyssey 1.184 ἀνὴρ ἠδὲ γυνή· πόλλʼ ἄλγεα δυσμενέεσσι, Odyssey 1.185 χάρματα δʼ εὐμενέτῃσι, μάλιστα δέ τʼ ἔκλυον αὐτοί. Odyssey 1.186 τὸν δʼ αὖ Ναυσικάα λευκώλενος ἀντίον ηὔδα· Odyssey 1.187 ξεῖνʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας· Odyssey 1.188 Ζεὺς δʼ αὐτὸς νέμει ὄλβον Ὀλύμπιος ἀνθρώποισιν, Odyssey 1.189 ἐσθλοῖς ἠδὲ κακοῖσιν, ὅπως ἐθέλῃσιν, ἑκάστῳ· Odyssey 1.190 καί που σοὶ τάδʼ ἔδωκε, σὲ δὲ χρὴ τετλάμεν ἔμπης. Odyssey 1.191 νῦν δʼ, ἐπεὶ ἡμετέρην τε πόλιν καὶ γαῖαν ἱκάνεις, Odyssey 1.192 οὔτʼ οὖν ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, Odyssey 1.193 ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα. Odyssey 1.194 ἄστυ δέ τοι δείξω, ἐρέω δέ τοι οὔνομα λαῶν. Odyssey 1.195 Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν, Odyssey 1.196 εἰμὶ δʼ ἐγὼ θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο, Odyssey 1.197 τοῦ δʼ ἐκ Φαιήκων ἔχεται κάρτος τε βίη τε. Odyssey 1.198 ἦ ῥα καὶ ἀμφιπόλοισιν ἐυπλοκάμοισι κέλευσε· Odyssey 1.199 στῆτέ μοι, ἀμφίπολοι· πόσε φεύγετε φῶτα ἰδοῦσαι; Odyssey 1.200 ἦ μή πού τινα δυσμενέων φάσθʼ ἔμμεναι ἀνδρῶν; Odyssey 1.201 οὐκ ἔσθʼ οὗτος ἀνὴρ διερὸς βροτὸς οὐδὲ γένηται, Odyssey 1.202 ὅς κεν Φαιήκων ἀνδρῶν ἐς γαῖαν ἵκηται Odyssey 1.203 δηιοτῆτα φέρων· μάλα γὰρ φίλοι ἀθανάτοισιν. Odyssey 1.204 οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ, Odyssey 1.205 ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος. Odyssey 1.206 ἀλλʼ ὅδε τις δύστηνος ἀλώμενος ἐνθάδʼ ἱκάνει, Odyssey 1.207 τὸν νῦν χρὴ κομέειν· πρὸς γὰρ Διός εἰσιν ἅπαντες Odyssey 1.208 ξεῖνοί τε πτωχοί τε, δόσις δʼ ὀλίγη τε φίλη τε. Odyssey 1.209 ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε, Odyssey 1.210 λούσατέ τʼ ἐν ποταμῷ, ὅθʼ ἐπὶ σκέπας ἔστʼ ἀνέμοιο. Odyssey 1.211 ὣς ἔφαθʼ, αἱ δʼ ἔσταν τε καὶ ἀλλήλῃσι κέλευσαν, Odyssey 1.212 κὰδ δʼ ἄρʼ Ὀδυσσῆʼ εἷσαν ἐπὶ σκέπας, ὡς ἐκέλευσεν Odyssey 1.213 Ναυσικάα θυγάτηρ μεγαλήτορος Ἀλκινόοιο· Odyssey 1.214 πὰρ δʼ ἄρα οἱ φᾶρός τε χιτῶνά τε εἵματʼ ἔθηκαν, Odyssey 1.215 δῶκαν δὲ χρυσέῃ ἐν ληκύθῳ ὑγρὸν ἔλαιον, Odyssey 1.216 ἤνωγον δʼ ἄρα μιν λοῦσθαι ποταμοῖο ῥοῇσιν. Odyssey 1.217 δή ῥα τότʼ ἀμφιπόλοισι μετηύδα δῖος Ὀδυσσεύς· Odyssey 1.218 ἀμφίπολοι, στῆθʼ οὕτω ἀπόπροθεν, ὄφρʼ ἐγὼ αὐτὸς Odyssey 1.219 ἅλμην ὤμοιιν ἀπολούσομαι, ἀμφὶ δʼ ἐλαίῳ Odyssey 1.220 χρίσομαι· ἦ γὰρ δηρὸν ἀπὸ χροός ἐστιν ἀλοιφή. Odyssey 1.221 ἄντην δʼ οὐκ ἂν ἐγώ γε λοέσσομαι· αἰδέομαι γὰρ Odyssey 1.222 γυμνοῦσθαι κούρῃσιν ἐυπλοκάμοισι μετελθών. Odyssey 1.223 ὣς ἔφαθʼ, αἱ δʼ ἀπάνευθεν ἴσαν, εἶπον δʼ ἄρα κούρῃ. Odyssey 1.224 αὐτὰρ ὁ ἐκ ποταμοῦ χρόα νίζετο δῖος Ὀδυσσεὺς Odyssey 1.225 ἅλμην, ἥ οἱ νῶτα καὶ εὐρέας ἄμπεχεν ὤμους, Odyssey 1.226 ἐκ κεφαλῆς δʼ ἔσμηχεν ἁλὸς χνόον ἀτρυγέτοιο. Odyssey 1.227 αὐτὰρ ἐπεὶ δὴ πάντα λοέσσατο καὶ λίπʼ ἄλειψεν, Odyssey 1.228 ἀμφὶ δὲ εἵματα ἕσσαθʼ ἅ οἱ πόρε παρθένος ἀδμής, Odyssey 1.229 τὸν μὲν Ἀθηναίη θῆκεν Διὸς ἐκγεγαυῖα Odyssey 1.230 μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα, κὰδ δὲ κάρητος Odyssey 1.231 οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. Odyssey 1.232 ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ Odyssey 1.233 ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη Odyssey 1.234 τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει, Odyssey 1.235 ὣς ἄρα τῷ κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. Odyssey 1.236 ἕζετʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, Odyssey 1.237 κάλλεϊ καὶ χάρισι στίλβων· θηεῖτο δὲ κούρη. Odyssey 1.238 δή ῥα τότʼ ἀμφιπόλοισιν ἐυπλοκάμοισι μετηύδα· Odyssey 1.239 κλῦτέ μευ, ἀμφίπολοι λευκώλενοι, ὄφρα τι εἴπω. Odyssey 1.240 οὐ πάντων ἀέκητι θεῶν, οἳ Ὄλυμπον ἔχουσιν, Odyssey 1.241 Φαιήκεσσʼ ὅδʼ ἀνὴρ ἐπιμίσγεται ἀντιθέοισι· Odyssey 1.242 πρόσθεν μὲν γὰρ δή μοι ἀεικέλιος δέατʼ εἶναι, Odyssey 1.243 νῦν δὲ θεοῖσιν ἔοικε, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. Odyssey 1.244 αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις κεκλημένος εἴη Odyssey 1.245 ἐνθάδε ναιετάων, καί οἱ ἅδοι αὐτόθι μίμνειν. Odyssey 1.246 ἀλλὰ δότʼ, ἀμφίπολοι, ξείνῳ βρῶσίν τε πόσιν τε. Odyssey 1.247 ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, Odyssey 1.248 πὰρ δʼ ἄρʼ Ὀδυσσῆι ἔθεσαν βρῶσίν τε πόσιν τε. Odyssey 1.249 ἦ τοι ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεὺς Odyssey 1.250 ἁρπαλέως· δηρὸν γὰρ ἐδητύος ἦεν ἄπαστος. Odyssey 1.251 αὐτὰρ Ναυσικάα λευκώλενος ἄλλʼ ἐνόησεν· Odyssey 1.252 εἵματʼ ἄρα πτύξασα τίθει καλῆς ἐπʼ ἀπήνης, Odyssey 1.253 ζεῦξεν δʼ ἡμιόνους κρατερώνυχας, ἂν δʼ ἔβη αὐτή, Odyssey 1.254 ὤτρυνεν δʼ Ὀδυσῆα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.255 ὄρσεο δὴ νῦν, ξεῖνε, πόλινδʼ ἴμεν ὄφρα σε πέμψω Odyssey 1.256 πατρὸς ἐμοῦ πρὸς δῶμα δαΐφρονος, ἔνθα σέ φημι Odyssey 1.257 πάντων Φαιήκων εἰδησέμεν ὅσσοι ἄριστοι. Odyssey 1.258 ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν, δοκέεις δέ μοι οὐκ ἀπινύσσειν· Odyssey 1.259 ὄφρʼ ἂν μέν κʼ ἀγροὺς ἴομεν καὶ ἔργʼ ἀνθρώπων, Odyssey 1.260 τόφρα σὺν ἀμφιπόλοισι μεθʼ ἡμιόνους καὶ ἄμαξαν Odyssey 1.261 καρπαλίμως ἔρχεσθαι· ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω. Odyssey 1.262 αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ἣν πέρι πύργος Odyssey 1.263 ὑψηλός, καλὸς δὲ λιμὴν ἑκάτερθε πόληος, Odyssey 1.264 λεπτὴ δʼ εἰσίθμη· νῆες δʼ ὁδὸν ἀμφιέλισσαι Odyssey 1.265 εἰρύαται· πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ. Odyssey 1.266 ἔνθα δέ τέ σφʼ ἀγορὴ καλὸν Ποσιδήιον ἀμφίς, Odyssey 1.267 ῥυτοῖσιν λάεσσι κατωρυχέεσσʼ ἀραρυῖα. Odyssey 1.268 ἔνθα δὲ νηῶν ὅπλα μελαινάων ἀλέγουσι, Odyssey 1.269 πείσματα καὶ σπεῖρα, καὶ ἀποξύνουσιν ἐρετμά. Odyssey 1.270 οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη, Odyssey 1.271 ἀλλʼ ἱστοὶ καὶ ἐρετμὰ νεῶν καὶ νῆες ἐῖσαι, Odyssey 1.272 ᾗσιν ἀγαλλόμενοι πολιὴν περόωσι θάλασσαν. Odyssey 1.273 τῶν ἀλεείνω φῆμιν ἀδευκέα, μή τις ὀπίσσω Odyssey 1.274 μωμεύῃ· μάλα δʼ εἰσὶν ὑπερφίαλοι κατὰ δῆμον· Odyssey 1.275 καί νύ τις ὧδʼ εἴπῃσι κακώτερος ἀντιβολήσας· Odyssey 1.276 τίς δʼ ὅδε Ναυσικάᾳ ἕπεται καλός τε μέγας τε Odyssey 1.277 ξεῖνος; ποῦ δέ μιν εὗρε; πόσις νύ οἱ ἔσσεται αὐτῇ. Odyssey 1.278 ἦ τινά που πλαγχθέντα κομίσσατο ἧς ἀπὸ νηὸς Odyssey 1.279 ἀνδρῶν τηλεδαπῶν, ἐπεὶ οὔ τινες ἐγγύθεν εἰσίν· Odyssey 1.280 ἤ τίς οἱ εὐξαμένῃ πολυάρητος θεὸς ἦλθεν Odyssey 1.281 οὐρανόθεν καταβάς, ἕξει δέ μιν ἤματα πάντα. Odyssey 1.282 βέλτερον, εἰ καὐτή περ ἐποιχομένη πόσιν εὗρεν Odyssey 1.283 ἄλλοθεν· ἦ γὰρ τούσδε γʼ ἀτιμάζει κατὰ δῆμον Odyssey 1.284 Φαίηκας, τοί μιν μνῶνται πολέες τε καὶ ἐσθλοί. Odyssey 1.285 ὣς ἐρέουσιν, ἐμοὶ δέ κʼ ὀνείδεα ταῦτα γένοιτο. Odyssey 1.286 καὶ δʼ ἄλλῃ νεμεσῶ, ἥ τις τοιαῦτά γε ῥέζοι, Odyssey 1.287 ἥ τʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων, Odyssey 1.288 ἀνδράσι μίσγηται, πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν. Odyssey 1.289 ξεῖνε, σὺ δʼ ὦκʼ ἐμέθεν ξυνίει ἔπος, ὄφρα τάχιστα Odyssey 1.290 πομπῆς καὶ νόστοιο τύχῃς παρὰ πατρὸς ἐμοῖο. Odyssey 1.291 δήεις ἀγλαὸν ἄλσος Ἀθήνης ἄγχι κελεύθου Odyssey 1.292 αἰγείρων· ἐν δὲ κρήνη νάει, ἀμφὶ δὲ λειμών· Odyssey 1.293 ἔνθα δὲ πατρὸς ἐμοῦ τέμενος τεθαλυῖά τʼ ἀλωή, Odyssey 1.294 τόσσον ἀπὸ πτόλιος, ὅσσον τε γέγωνε βοήσας. Odyssey 1.295 ἔνθα καθεζόμενος μεῖναι χρόνον, εἰς ὅ κεν ἡμεῖς Odyssey 1.296 ἄστυδε ἔλθωμεν καὶ ἱκώμεθα δώματα πατρός. Odyssey 1.297 αὐτὰρ ἐπὴν ἡμέας ἔλπῃ ποτὶ δώματʼ ἀφῖχθαι, Odyssey 1.298 καὶ τότε Φαιήκων ἴμεν ἐς πόλιν ἠδʼ ἐρέεσθαι Odyssey 1.299 δώματα πατρὸς ἐμοῦ μεγαλήτορος Ἀλκινόοιο. Odyssey 1.300 ῥεῖα δʼ ἀρίγνωτʼ ἐστί, καὶ ἂν πάϊς ἡγήσαιτο Odyssey 1.301 νήπιος· οὐ μὲν γάρ τι ἐοικότα τοῖσι τέτυκται Odyssey 1.302 δώματα Φαιήκων, οἷος δόμος Ἀλκινόοιο Odyssey 1.303 ἥρωος. ἀλλʼ ὁπότʼ ἄν σε δόμοι κεκύθωσι καὶ αὐλή, Odyssey 1.304 ὦκα μάλα μεγάροιο διελθέμεν, ὄφρʼ ἂν ἵκηαι Odyssey 1.305 μητέρʼ ἐμήν· ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ ἐν πυρὸς αὐγῇ, Odyssey 1.306 ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι, Odyssey 1.307 κίονι κεκλιμένη· δμωαὶ δέ οἱ εἵατʼ ὄπισθεν. Odyssey 1.308 ἔνθα δὲ πατρὸς ἐμοῖο θρόνος ποτικέκλιται αὐτῇ, Odyssey 1.309 τῷ ὅ γε οἰνοποτάζει ἐφήμενος ἀθάνατος ὥς. Odyssey 1.310 τὸν παραμειψάμενος μητρὸς περὶ γούνασι χεῖρας Odyssey 1.311 βάλλειν ἡμετέρης, ἵνα νόστιμον ἦμαρ ἴδηαι Odyssey 1.312 χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐσσί. Odyssey 1.313 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, Odyssey 1.314 ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Odyssey 1.315 οἶκον ἐυκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. Odyssey 1.316 ὣς ἄρα φωνήσασʼ ἵμασεν μάστιγι φαεινῇ Odyssey 1.317 ἡμιόνους· αἱ δʼ ὦκα λίπον ποταμοῖο ῥέεθρα. Odyssey 1.318 αἱ δʼ ἐὺ μὲν τρώχων, ἐὺ δὲ πλίσσοντο πόδεσσιν· Odyssey 1.319 ἡ δὲ μάλʼ ἡνιόχευεν, ὅπως ἅμʼ ἑποίατο πεζοὶ Odyssey 1.320 ἀμφίπολοί τʼ Ὀδυσεύς τε, νόῳ δʼ ἐπέβαλλεν ἱμάσθλην. Odyssey 1.321 δύσετό τʼ ἠέλιος καὶ τοὶ κλυτὸν ἄλσος ἵκοντο Odyssey 1.322 ἱρὸν Ἀθηναίης, ἵνʼ ἄρʼ ἕζετο δῖος Ὀδυσσεύς. Odyssey 1.323 αὐτίκʼ ἔπειτʼ ἠρᾶτο Διὸς κούρῃ μεγάλοιο· Odyssey 1.324 κλῦθί μευ, αἰγιόχοιο Διὸς τέκος, Ἀτρυτώνη· Odyssey 1.325 νῦν δή πέρ μευ ἄκουσον, ἐπεὶ πάρος οὔ ποτʼ ἄκουσας Odyssey 1.326 ῥαιομένου, ὅτε μʼ ἔρραιε κλυτὸς ἐννοσίγαιος. Odyssey 1.327 δός μʼ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδʼ ἐλεεινόν. Odyssey 1.328 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Παλλὰς Ἀθήνη. Odyssey 1.329 αὐτῷ δʼ οὔ πω φαίνετʼ ἐναντίη· αἴδετο γάρ ῥα Odyssey 1.330 πατροκασίγνητον· ὁ δʼ ἐπιζαφελῶς μενέαινεν Odyssey 1.331 ἀντιθέῳ Ὀδυσῆι πάρος ἣν γαῖαν ἱκέσθαι. Odyssey 1.1 ὧς ὁ μὲν ἔνθʼ ἠρᾶτο πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.2 κούρην δὲ προτὶ ἄστυ φέρεν μένος ἡμιόνοιιν. Odyssey 1.3 ἡ δʼ ὅτε δὴ οὗ πατρὸς ἀγακλυτὰ δώμαθʼ ἵκανε, Odyssey 1.4 στῆσεν ἄρʼ ἐν προθύροισι, κασίγνητοι δέ μιν ἀμφὶς Odyssey 1.5 ἵσταντʼ ἀθανάτοις ἐναλίγκιοι, οἵ ῥʼ ὑπʼ ἀπήνης Odyssey 1.6 ἡμιόνους ἔλυον ἐσθῆτά τε ἔσφερον εἴσω. Odyssey 1.7 αὐτὴ δʼ ἐς θάλαμον ἑὸν ἤιε· δαῖε δέ οἱ πῦρ Odyssey 1.8 γρῆυς Ἀπειραίη, θαλαμηπόλος Εὐρυμέδουσα, Odyssey 1.9 τήν ποτʼ Ἀπείρηθεν νέες ἤγαγον ἀμφιέλισσαι· Odyssey 1.10 Ἀλκινόῳ δʼ αὐτὴν γέρας ἔξελον, οὕνεκα πᾶσιν Odyssey 1.11 Φαιήκεσσιν ἄνασσε, θεοῦ δʼ ὣς δῆμος ἄκουεν· Odyssey 1.12 ἣ τρέφε Ναυσικάαν λευκώλενον ἐν μεγάροισιν. Odyssey 1.13 ἥ οἱ πῦρ ἀνέκαιε καὶ εἴσω δόρπον ἐκόσμει. Odyssey 1.14 καὶ τότʼ Ὀδυσσεὺς ὦρτο πόλινδʼ ἴμεν· ἀμφὶ δʼ Ἀθήνη Odyssey 1.15 πολλὴν ἠέρα χεῦε φίλα φρονέουσʼ Ὀδυσῆι, Odyssey 1.16 μή τις Φαιήκων μεγαθύμων ἀντιβολήσας Odyssey 1.17 κερτομέοι τʼ ἐπέεσσι καὶ ἐξερέοιθʼ ὅτις εἴη. Odyssey 1.18 ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε πόλιν δύσεσθαι ἐραννήν, Odyssey 1.19 ἔνθα οἱ ἀντεβόλησε θεά, γλαυκῶπις Ἀθήνη, Odyssey 1.20 παρθενικῇ ἐικυῖα νεήνιδι, κάλπιν ἐχούσῃ. Odyssey 1.21 στῆ δὲ πρόσθʼ αὐτοῦ, ὁ δʼ ἀνείρετο δῖος Ὀδυσσεύς· Odyssey 1.22 ὦ τέκος, οὐκ ἄν μοι δόμον ἀνέρος ἡγήσαιο Odyssey 1.23 Ἀλκινόου, ὃς τοῖσδε μετʼ ἀνθρώποισι ἀνάσσει; Odyssey 1.24 καὶ γὰρ ἐγὼ ξεῖνος ταλαπείριος ἐνθάδʼ ἱκάνω Odyssey 1.25 τηλόθεν ἐξ ἀπίης γαίης· τῷ οὔ τινα οἶδα Odyssey 1.26 ἀνθρώπων, οἳ τήνδε πόλιν καὶ γαῖαν ἔχουσιν. Odyssey 1.27 τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.28 τοιγὰρ ἐγώ τοι, ξεῖνε πάτερ, δόμον, ὅν με κελεύεις, Odyssey 1.29 δείξω, ἐπεί μοι πατρὸς ἀμύμονος ἐγγύθι ναίει. Odyssey 1.30 ἀλλʼ ἴθι σιγῇ τοῖον, ἐγὼ δʼ ὁδὸν ἡγεμονεύσω, Odyssey 1.31 μηδέ τινʼ ἀνθρώπων προτιόσσεο μηδʼ ἐρέεινε. Odyssey 1.32 οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται, Odyssey 1.33 οὐδʼ ἀγαπαζόμενοι φιλέουσʼ ὅς κʼ ἄλλοθεν ἔλθῃ. Odyssey 1.34 νηυσὶ θοῇσιν τοί γε πεποιθότες ὠκείῃσι Odyssey 1.35 λαῖτμα μέγʼ ἐκπερόωσιν, ἐπεί σφισι δῶκʼ ἐνοσίχθων· Odyssey 1.36 τῶν νέες ὠκεῖαι ὡς εἰ πτερὸν ἠὲ νόημα. Odyssey 1.37 ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη Odyssey 1.38 καρπαλίμως· ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο. Odyssey 1.39 τὸν δʼ ἄρα Φαίηκες ναυσικλυτοὶ οὐκ ἐνόησαν Odyssey 1.40 ἐρχόμενον κατὰ ἄστυ διὰ σφέας· οὐ γὰρ Ἀθήνη Odyssey 1.41 εἴα ἐυπλόκαμος, δεινὴ θεός, ἥ ῥά οἱ ἀχλὺν Odyssey 1.42 θεσπεσίην κατέχευε φίλα φρονέουσʼ ἐνὶ θυμῷ. Odyssey 1.43 θαύμαζεν δʼ Ὀδυσεὺς λιμένας καὶ νῆας ἐίσας Odyssey 1.44 αὐτῶν θʼ ἡρώων ἀγορὰς καὶ τείχεα μακρὰ Odyssey 1.45 ὑψηλά, σκολόπεσσιν ἀρηρότα, θαῦμα ἰδέσθαι. Odyssey 1.46 ἀλλʼ ὅτε δὴ βασιλῆος ἀγακλυτὰ δώμαθʼ ἵκοντο, Odyssey 1.47 τοῖσι δὲ μύθων ἦρχε θεά, γλαυκῶπις Ἀθήνη· Odyssey 1.48 οὗτος δή τοι, ξεῖνε πάτερ, δόμος, ὅν με κελεύεις Odyssey 1.49 πεφραδέμεν· δήεις δὲ διοτρεφέας βασιλῆας Odyssey 1.50 δαίτην δαινυμένους· σὺ δʼ ἔσω κίε, μηδέ τι θυμῷ Odyssey 1.51 τάρβει· θαρσαλέος γὰρ ἀνὴρ ἐν πᾶσιν ἀμείνων Odyssey 1.52 ἔργοισιν τελέθει, εἰ καί ποθεν ἄλλοθεν ἔλθοι. Odyssey 1.53 δέσποιναν μὲν πρῶτα κιχήσεαι ἐν μεγάροισιν· Odyssey 1.54 Ἀρήτη δʼ ὄνομʼ ἐστὶν ἐπώνυμον, ἐκ δὲ τοκήων Odyssey 1.55 τῶν αὐτῶν οἵ περ τέκον Ἀλκίνοον βασιλῆα. Odyssey 1.56 Ναυσίθοον μὲν πρῶτα Ποσειδάων ἐνοσίχθων Odyssey 1.57 γείνατο καὶ Περίβοια, γυναικῶν εἶδος ἀρίστη, Odyssey 1.58 ὁπλοτάτη θυγάτηρ μεγαλήτορος Εὐρυμέδοντος, Odyssey 1.59 ὅς ποθʼ ὑπερθύμοισι Γιγάντεσσιν βασίλευεν. Odyssey 1.60 ἀλλʼ ὁ μὲν ὤλεσε λαὸν ἀτάσθαλον, ὤλετο δʼ αὐτός· Odyssey 1.61 τῇ δὲ Ποσειδάων ἐμίγη καὶ ἐγείνατο παῖδα Odyssey 1.62 Ναυσίθοον μεγάθυμον, ὃς ἐν Φαίηξιν ἄνασσε· Odyssey 1.63 Ναυσίθοος δʼ ἔτεκεν Ῥηξήνορά τʼ Ἀλκίνοόν τε. Odyssey 1.64 τὸν μὲν ἄκουρον ἐόντα βάλʼ ἀργυρότοξος Ἀπόλλων Odyssey 1.65 νυμφίον ἐν μεγάρῳ, μίαν οἴην παῖδα λιπόντα Odyssey 1.66 Ἀρήτην· τὴν δʼ Ἀλκίνοος ποιήσατʼ ἄκοιτιν, Odyssey 1.67 καί μιν ἔτισʼ, ὡς οὔ τις ἐπὶ χθονὶ τίεται ἄλλη, Odyssey 1.68 ὅσσαι νῦν γε γυναῖκες ὑπʼ ἀνδράσιν οἶκον ἔχουσιν. Odyssey 1.69 ὣς κείνη περὶ κῆρι τετίμηταί τε καὶ ἔστιν Odyssey 1.70 ἔκ τε φίλων παίδων ἔκ τʼ αὐτοῦ Ἀλκινόοιο Odyssey 1.71 καὶ λαῶν, οἵ μίν ῥα θεὸν ὣς εἰσορόωντες Odyssey 1.72 δειδέχαται μύθοισιν, ὅτε στείχῃσʼ ἀνὰ ἄστυ. Odyssey 1.73 οὐ μὲν γάρ τι νόου γε καὶ αὐτὴ δεύεται ἐσθλοῦ· Odyssey 1.74 ᾗσι τʼ ἐὺ φρονέῃσι καὶ ἀνδράσι νείκεα λύει. Odyssey 1.75 εἴ κέν τοι κείνη γε φίλα φρονέῃσʼ ἐνὶ θυμῷ, Odyssey 1.76 ἐλπωρή τοι ἔπειτα φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Odyssey 1.77 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν. Odyssey 1.78 ὣς ἄρα φωνήσασʼ ἀπέβη γλαυκῶπις Ἀθήνη Odyssey 1.79 πόντον ἐπʼ ἀτρύγετον, λίπε δὲ Σχερίην ἐρατεινήν, Odyssey 1.80 ἵκετο δʼ ἐς Μαραθῶνα καὶ εὐρυάγυιαν Ἀθήνην, Odyssey 1.81 δῦνε δʼ Ἐρεχθῆος πυκινὸν δόμον. αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.82 Ἀλκινόου πρὸς δώματʼ ἴε κλυτά· πολλὰ δέ οἱ κῆρ Odyssey 1.83 ὥρμαινʼ ἱσταμένῳ, πρὶν χάλκεον οὐδὸν ἱκέσθαι. Odyssey 1.84 ὥς τε γὰρ ἠελίου αἴγλη πέλεν ἠὲ σελήνης Odyssey 1.85 δῶμα καθʼ ὑψερεφὲς μεγαλήτορος Ἀλκινόοιο. Odyssey 1.86 χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατʼ ἔνθα καὶ ἔνθα, Odyssey 1.87 ἐς μυχὸν ἐξ οὐδοῦ, περὶ δὲ θριγκὸς κυάνοιο· Odyssey 1.88 χρύσειαι δὲ θύραι πυκινὸν δόμον ἐντὸς ἔεργον· Odyssey 1.89 σταθμοὶ δʼ ἀργύρεοι ἐν χαλκέῳ ἕστασαν οὐδῷ, Odyssey 1.90 ἀργύρεον δʼ ἐφʼ ὑπερθύριον, χρυσέη δὲ κορώνη. Odyssey 1.91 χρύσειοι δʼ ἑκάτερθε καὶ ἀργύρεοι κύνες ἦσαν, Odyssey 1.92 οὓς Ἥφαιστος ἔτευξεν ἰδυίῃσι πραπίδεσσι Odyssey 1.93 δῶμα φυλασσέμεναι μεγαλήτορος Ἀλκινόοιο, Odyssey 1.94 ἀθανάτους ὄντας καὶ ἀγήρως ἤματα πάντα. Odyssey 1.95 ἐν δὲ θρόνοι περὶ τοῖχον ἐρηρέδατʼ ἔνθα καὶ ἔνθα, Odyssey 1.96 ἐς μυχὸν ἐξ οὐδοῖο διαμπερές, ἔνθʼ ἐνὶ πέπλοι Odyssey 1.97 λεπτοὶ ἐύννητοι βεβλήατο, ἔργα γυναικῶν. Odyssey 1.98 ἔνθα δὲ Φαιήκων ἡγήτορες ἑδριόωντο Odyssey 1.99 πίνοντες καὶ ἔδοντες· ἐπηετανὸν γὰρ ἔχεσκον. Odyssey 1.100 χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν Odyssey 1.101 ἕστασαν αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχοντες, Odyssey 1.102 φαίνοντες νύκτας κατὰ δώματα δαιτυμόνεσσι. Odyssey 1.103 πεντήκοντα δέ οἱ δμωαὶ κατὰ δῶμα γυναῖκες Odyssey 1.104 αἱ μὲν ἀλετρεύουσι μύλῃς ἔπι μήλοπα καρπόν, Odyssey 1.105 αἱ δʼ ἱστοὺς ὑφόωσι καὶ ἠλάκατα στρωφῶσιν Odyssey 1.106 ἥμεναι, οἷά τε φύλλα μακεδνῆς αἰγείροιο· Odyssey 1.107 καιρουσσέων δʼ ὀθονέων ἀπολείβεται ὑγρὸν ἔλαιον. Odyssey 1.108 ὅσσον Φαίηκες περὶ πάντων ἴδριες ἀνδρῶν Odyssey 1.109 νῆα θοὴν ἐνὶ πόντῳ ἐλαυνέμεν, ὣς δὲ γυναῖκες Odyssey 1.110 ἱστῶν τεχνῆσσαι· πέρι γάρ σφισι δῶκεν Ἀθήνη Odyssey 1.111 ἔργα τʼ ἐπίστασθαι περικαλλέα καὶ φρένας ἐσθλάς. Odyssey 1.112 ἔκτοσθεν δʼ αὐλῆς μέγας ὄρχατος ἄγχι θυράων Odyssey 1.113 τετράγυος· περὶ δʼ ἕρκος ἐλήλαται ἀμφοτέρωθεν. Odyssey 1.114 ἔνθα δὲ δένδρεα μακρὰ πεφύκασι τηλεθόωντα, Odyssey 1.115 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι Odyssey 1.116 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι. Odyssey 1.117 τάων οὔ ποτε καρπὸς ἀπόλλυται οὐδʼ ἀπολείπει Odyssey 1.118 χείματος οὐδὲ θέρευς, ἐπετήσιος· ἀλλὰ μάλʼ αἰεὶ Odyssey 1.119 Ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. Odyssey 1.120 ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, μῆλον δʼ ἐπὶ μήλῳ, Odyssey 1.121 αὐτὰρ ἐπὶ σταφυλῇ σταφυλή, σῦκον δʼ ἐπὶ σύκῳ. Odyssey 1.122 ἔνθα δέ οἱ πολύκαρπος ἀλωὴ ἐρρίζωται, Odyssey 1.123 τῆς ἕτερον μὲν θειλόπεδον λευρῷ ἐνὶ χώρῳ Odyssey 1.124 τέρσεται ἠελίῳ, ἑτέρας δʼ ἄρα τε τρυγόωσιν, Odyssey 1.125 ἄλλας δὲ τραπέουσι· πάροιθε δέ τʼ ὄμφακές εἰσιν Odyssey 1.126 ἄνθος ἀφιεῖσαι, ἕτεραι δʼ ὑποπερκάζουσιν. Odyssey 1.127 ἔνθα δὲ κοσμηταὶ πρασιαὶ παρὰ νείατον ὄρχον Odyssey 1.128 παντοῖαι πεφύασιν, ἐπηετανὸν γανόωσαι· Odyssey 1.129 ἐν δὲ δύω κρῆναι ἡ μέν τʼ ἀνὰ κῆπον ἅπαντα Odyssey 1.130 σκίδναται, ἡ δʼ ἑτέρωθεν ὑπʼ αὐλῆς οὐδὸν ἵησι Odyssey 1.131 πρὸς δόμον ὑψηλόν, ὅθεν ὑδρεύοντο πολῖται. Odyssey 1.132 τοῖʼ ἄρʼ ἐν Ἀλκινόοιο θεῶν ἔσαν ἀγλαὰ δῶρα. Odyssey 1.133 ἔνθα στὰς θηεῖτο πολύτλας δῖος Ὀδυσσεύς. Odyssey 1.134 αὐτὰρ ἐπεὶ δὴ πάντα ἑῷ θηήσατο θυμῷ, Odyssey 1.135 καρπαλίμως ὑπὲρ οὐδὸν ἐβήσετο δώματος εἴσω. Odyssey 1.136 εὗρε δὲ Φαιήκων ἡγήτορας ἠδὲ μέδοντας Odyssey 1.137 σπένδοντας δεπάεσσιν ἐυσκόπῳ ἀργεϊφόντῃ, Odyssey 1.138 ᾧ πυμάτῳ σπένδεσκον, ὅτε μνησαίατο κοίτου. Odyssey 1.139 αὐτὰρ ὁ βῆ διὰ δῶμα πολύτλας δῖος Ὀδυσσεὺς Odyssey 1.140 πολλὴν ἠέρʼ ἔχων, ἥν οἱ περίχευεν Ἀθήνη, Odyssey 1.141 ὄφρʼ ἵκετʼ Ἀρήτην τε καὶ Ἀλκίνοον βασιλῆα. Odyssey 1.142 ἀμφὶ δʼ ἄρʼ Ἀρήτης βάλε γούνασι χεῖρας Ὀδυσσεύς, Odyssey 1.143 καὶ τότε δή ῥʼ αὐτοῖο πάλιν χύτο θέσφατος ἀήρ. Odyssey 1.144 οἱ δʼ ἄνεῳ ἐγένοντο, δόμον κάτα φῶτα ἰδόντες· Odyssey 1.145 θαύμαζον δʼ ὁρόωντες. ὁ δὲ λιτάνευεν Ὀδυσσεύς· Odyssey 1.146 Ἀρήτη, θύγατερ Ῥηξήνορος ἀντιθέοιο, Odyssey 1.147 σόν τε πόσιν σά τε γούναθʼ ἱκάνω πολλὰ μογήσας Odyssey 1.148 τούσδε τε δαιτυμόνας· τοῖσιν θεοὶ ὄλβια δοῖεν Odyssey 1.149 ζωέμεναι, καὶ παισὶν ἐπιτρέψειεν ἕκαστος Odyssey 1.150 κτήματʼ ἐνὶ μεγάροισι γέρας θʼ ὅ τι δῆμος ἔδωκεν· Odyssey 1.151 αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε πατρίδʼ ἱκέσθαι Odyssey 1.152 θᾶσσον, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχω. Odyssey 1.153 ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετʼ ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν Odyssey 1.154 πὰρ πυρί· οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Odyssey 1.155 ὀψὲ δὲ δὴ μετέειπε γέρων ἥρως Ἐχένηος, Odyssey 1.156 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν Odyssey 1.157 καὶ μύθοισι κέκαστο, παλαιά τε πολλά τε εἰδώς· Odyssey 1.158 ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· Odyssey 1.159 Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον, οὐδὲ ἔοικε, Odyssey 1.160 ξεῖνον μὲν χαμαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ ἐν κονίῃσιν, Odyssey 1.161 οἵδε δὲ σὸν μῦθον ποτιδέγμενοι ἰσχανόωνται. Odyssey 1.162 ἄλλʼ ἄγε δὴ ξεῖνον μὲν ἐπὶ θρόνου ἀργυροήλου Odyssey 1.163 εἷσον ἀναστήσας, σὺ δὲ κηρύκεσσι κέλευσον Odyssey 1.164 οἶνον ἐπικρῆσαι, ἵνα καὶ Διὶ τερπικεραύνῳ Odyssey 1.165 σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ· Odyssey 1.166 δόρπον δὲ ξείνῳ ταμίη δότω ἔνδον ἐόντων. Odyssey 1.167 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἱερὸν μένος Ἀλκινόοιο, Odyssey 1.168 χειρὸς ἑλὼν Ὀδυσῆα δαΐφρονα ποικιλομήτην Odyssey 1.169 ὦρσεν ἀπʼ ἐσχαρόφιν καὶ ἐπὶ θρόνου εἷσε φαεινοῦ, Odyssey 1.170 υἱὸν ἀναστήσας ἀγαπήνορα Λαοδάμαντα, Odyssey 1.171 ὅς οἱ πλησίον ἷζε, μάλιστα δέ μιν φιλέεσκεν. Odyssey 1.172 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Odyssey 1.173 καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος, Odyssey 1.174 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Odyssey 1.175 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, Odyssey 1.176 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. Odyssey 1.177 αὐτὰρ ὁ πῖνε καὶ ἦσθε πολύτλας δῖος Ὀδυσσεύς. Odyssey 1.178 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· Odyssey 1.179 Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον Odyssey 1.180 πᾶσιν ἀνὰ μέγαρον, ἵνα καὶ Διὶ τερπικεραύνῳ Odyssey 1.181 σπείσομεν, ὅς θʼ ἱκέτῃσιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. Odyssey 1.182 ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, Odyssey 1.183 νώμησεν δʼ ἄρα πᾶσιν ἐπαρξάμενος δεπάεσσιν. Odyssey 1.184 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ, ὅσον ἤθελε θυμός, Odyssey 1.185 τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· Odyssey 1.186 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες Odyssey 1.187 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. Odyssey 1.188 νῦν μὲν δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες· Odyssey 1.189 ἠῶθεν δὲ γέροντας ἐπὶ πλέονας καλέσαντες Odyssey 1.190 ξεῖνον ἐνὶ μεγάροις ξεινίσσομεν ἠδὲ θεοῖσιν Odyssey 1.191 ῥέξομεν ἱερὰ καλά, ἔπειτα δὲ καὶ περὶ πομπῆς Odyssey 1.192 μνησόμεθʼ, ὥς χʼ ὁ ξεῖνος ἄνευθε πόνου καὶ ἀνίης Odyssey 1.193 πομπῇ ὑφʼ ἡμετέρῃ ἣν πατρίδα γαῖαν ἵκηται Odyssey 1.194 χαίρων καρπαλίμως, εἰ καὶ μάλα τηλόθεν ἐστί, Odyssey 1.195 μηδέ τι μεσσηγύς γε κακὸν καὶ πῆμα πάθῃσι, Odyssey 1.196 πρίν γε τὸν ἧς γαίης ἐπιβήμεναι· ἔνθα δʼ ἔπειτα Odyssey 1.197 πείσεται, ἅσσα οἱ αἶσα κατὰ κλῶθές τε βαρεῖαι Odyssey 1.198 γιγνομένῳ νήσαντο λίνῳ, ὅτε μιν τέκε μήτηρ. Odyssey 1.199 εἰ δέ τις ἀθανάτων γε κατʼ οὐρανοῦ εἰλήλουθεν, Odyssey 1.200 ἄλλο τι δὴ τόδʼ ἔπειτα θεοὶ περιμηχανόωνται. Odyssey 1.201 αἰεὶ γὰρ τὸ πάρος γε θεοὶ φαίνονται ἐναργεῖς Odyssey 1.202 ἡμῖν, εὖτʼ ἔρδωμεν ἀγακλειτὰς ἑκατόμβας, Odyssey 1.203 δαίνυνταί τε παρʼ ἄμμι καθήμενοι ἔνθα περ ἡμεῖς. Odyssey 1.204 εἰ δʼ ἄρα τις καὶ μοῦνος ἰὼν ξύμβληται ὁδίτης, Odyssey 1.205 οὔ τι κατακρύπτουσιν, ἐπεί σφισιν ἐγγύθεν εἰμέν, Odyssey 1.206 ὥς περ Κύκλωπές τε καὶ ἄγρια φῦλα Γιγάντων. Odyssey 1.207 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.208 Ἀλκίνοʼ, ἄλλο τί τοι μελέτω φρεσίν· οὐ γὰρ ἐγώ γε Odyssey 1.209 ἀθανάτοισιν ἔοικα, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Odyssey 1.210 οὐ δέμας οὐδὲ φυήν, ἀλλὰ θνητοῖσι βροτοῖσιν. Odyssey 1.211 οὕς τινας ὑμεῖς ἴστε μάλιστʼ ὀχέοντας ὀιζὺν Odyssey 1.212 ἀνθρώπων, τοῖσίν κεν ἐν ἄλγεσιν ἰσωσαίμην. Odyssey 1.213 καὶ δʼ ἔτι κεν καὶ μᾶλλον ἐγὼ κακὰ μυθησαίμην, Odyssey 1.214 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. Odyssey 1.215 ἀλλʼ ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ· Odyssey 1.216 οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο Odyssey 1.217 ἔπλετο, ἥ τʼ ἐκέλευσεν ἕο μνήσασθαι ἀνάγκῃ Odyssey 1.218 καὶ μάλα τειρόμενον καὶ ἐνὶ φρεσὶ πένθος ἔχοντα, Odyssey 1.219 ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν, ἡ δὲ μάλʼ αἰεὶ Odyssey 1.220 ἐσθέμεναι κέλεται καὶ πινέμεν, ἐκ δέ με πάντων Odyssey 1.221 ληθάνει ὅσσʼ ἔπαθον, καὶ ἐνιπλησθῆναι ἀνώγει. Odyssey 1.222 ὑμεῖς δʼ ὀτρύνεσθαι ἅμʼ ἠοῖ φαινομένηφιν, Odyssey 1.223 ὥς κʼ ἐμὲ τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης Odyssey 1.224 καί περ πολλὰ παθόντα· ἰδόντα με καὶ λίποι αἰὼν Odyssey 1.225 κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα. Odyssey 1.226 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον Odyssey 1.227 πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. Odyssey 1.228 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιον θʼ ὅσον ἤθελε θυμός, Odyssey 1.229 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, Odyssey 1.230 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, Odyssey 1.231 πὰρ δέ οἱ Ἀρήτη τε καὶ Ἀλκίνοος θεοειδὴς Odyssey 1.232 ἥσθην· ἀμφίπολοι δʼ ἀπεκόσμεον ἔντεα δαιτός. Odyssey 1.233 τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων· Odyssey 1.234 ἔγνω γὰρ φᾶρός τε χιτῶνά τε εἵματʼ ἰδοῦσα Odyssey 1.235 καλά, τά ῥʼ αὐτὴ τεῦξε σὺν ἀμφιπόλοισι γυναιξί· Odyssey 1.236 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.237 ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· Odyssey 1.238 τίς πόθεν εἰς ἀνδρῶν; τίς τοι τάδε εἵματʼ ἔδωκεν; Odyssey 1.239 οὐ δὴ φῆς ἐπὶ πόντον ἀλώμενος ἐνθάδʼ ἱκέσθαι; Odyssey 1.240 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.241 ἀργαλέον, βασίλεια, διηνεκέως ἀγορεῦσαι Odyssey 1.242 κήδεʼ, ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες· Odyssey 1.243 τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Odyssey 1.244 Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται· Odyssey 1.245 ἔνθα μὲν Ἄτλαντος θυγάτηρ, δολόεσσα Καλυψὼ Odyssey 1.246 ναίει ἐυπλόκαμος, δεινὴ θεός· οὐδέ τις αὐτῇ Odyssey 1.247 μίσγεται οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων. Odyssey 1.248 ἀλλʼ ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε δαίμων Odyssey 1.249 οἶον, ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ Odyssey 1.250 Ζεὺς ἔλσας ἐκέασσε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. Odyssey 1.251 ἔνθʼ ἄλλοι μὲν πάντες ἀπέφθιθεν ἐσθλοὶ ἑταῖροι, Odyssey 1.252 αὐτὰρ ἐγὼ τρόπιν ἀγκὰς ἑλὼν νεὸς ἀμφιελίσσης Odyssey 1.253 ἐννῆμαρ φερόμην· δεκάτῃ δέ με νυκτὶ μελαίνῃ Odyssey 1.254 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ Odyssey 1.255 ναίει ἐυπλόκαμος, δεινὴ θεός, ἥ με λαβοῦσα Odyssey 1.256 ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν ἠδὲ ἔφασκε Odyssey 1.257 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· Odyssey 1.258 ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. Odyssey 1.259 ἔνθα μὲν ἑπτάετες μένον ἔμπεδον, εἵματα δʼ αἰεὶ Odyssey 1.260 δάκρυσι δεύεσκον, τά μοι ἄμβροτα δῶκε Καλυψώ· Odyssey 1.261 ἀλλʼ ὅτε δὴ ὀγδόατόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, Odyssey 1.262 καὶ τότε δή μʼ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι Odyssey 1.263 Ζηνὸς ὑπʼ ἀγγελίης, ἢ καὶ νόος ἐτράπετʼ αὐτῆς. Odyssey 1.264 πέμπε δʼ ἐπὶ σχεδίης πολυδέσμου, πολλὰ δʼ ἔδωκε, Odyssey 1.265 σῖτον καὶ μέθυ ἡδύ, καὶ ἄμβροτα εἵματα ἕσσεν, Odyssey 1.266 οὖρον δὲ προέηκεν ἀπήμονά τε λιαρόν τε. Odyssey 1.267 ἑπτὰ δὲ καὶ δέκα μὲν πλέον ἤματα ποντοπορεύων, Odyssey 1.268 ὀκτωκαιδεκάτῃ δʼ ἐφάνη ὄρεα σκιόεντα Odyssey 1.269 γαίης ὑμετέρης, γήθησε δέ μοι φίλον ἦτορ Odyssey 1.270 δυσμόρῳ· ἦ γὰρ ἔμελλον ἔτι ξυνέσεσθαι ὀιζυῖ Odyssey 1.271 πολλῇ, τήν μοι ἐπῶρσε Ποσειδάων ἐνοσίχθων, Odyssey 1.272 ὅς μοι ἐφορμήσας ἀνέμους κατέδησε κέλευθον, Odyssey 1.273 ὤρινεν δὲ θάλασσαν ἀθέσφατον, οὐδέ τι κῦμα Odyssey 1.274 εἴα ἐπὶ σχεδίης ἁδινὰ στενάχοντα φέρεσθαι. Odyssey 1.275 τὴν μὲν ἔπειτα θύελλα διεσκέδασʼ· αὐτὰρ ἐγώ γε Odyssey 1.276 νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρα με γαίῃ Odyssey 1.277 ὑμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. Odyssey 1.278 ἔνθα κέ μʼ ἐκβαίνοντα βιήσατο κῦμʼ ἐπὶ χέρσου, Odyssey 1.279 πέτρῃς πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέι χώρῳ· Odyssey 1.280 ἀλλʼ ἀναχασσάμενος νῆχον πάλιν, ἧος ἐπῆλθον Odyssey 1.281 ἐς ποταμόν, τῇ δή μοι ἐείσατο χῶρος ἄριστος, Odyssey 1.282 λεῖος πετράων, καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο. Odyssey 1.283 ἐκ δʼ ἔπεσον θυμηγερέων, ἐπὶ δʼ ἀμβροσίη νὺξ Odyssey 1.284 ἤλυθʼ. ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο Odyssey 1.285 ἐκβὰς ἐν θάμνοισι κατέδραθον, ἀμφὶ δὲ φύλλα Odyssey 1.286 ἠφυσάμην· ὕπνον δὲ θεὸς κατʼ ἀπείρονα χεῦεν. Odyssey 1.287 ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ Odyssey 1.288 εὗδον παννύχιος καὶ ἐπʼ ἠῶ καὶ μέσον ἦμαρ. Odyssey 1.289 δείλετό τʼ ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκεν. Odyssey 1.290 ἀμφιπόλους δʼ ἐπὶ θινὶ τεῆς ἐνόησα θυγατρὸς Odyssey 1.291 παιζούσας, ἐν δʼ αὐτὴ ἔην ἐικυῖα θεῇσι· Odyssey 1.292 τὴν ἱκέτευσʼ· ἡ δʼ οὔ τι νοήματος ἤμβροτεν ἐσθλοῦ, Odyssey 1.293 ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα Odyssey 1.294 ἐρξέμεν· αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν. Odyssey 1.295 ἥ μοι σῖτον ἔδωκεν ἅλις ἠδʼ αἴθοπα οἶνον Odyssey 1.296 καὶ λοῦσʼ ἐν ποταμῷ καί μοι τάδε εἵματʼ ἔδωκε. Odyssey 1.297 ταῦτά τοι ἀχνύμενός περ ἀληθείην κατέλεξα. Odyssey 1.298 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.299 ξεῖνʼ, ἦ τοι μὲν τοῦτό γʼ ἐναίσιμον οὐκ ἐνόησε Odyssey 1.300 παῖς ἐμή, οὕνεκά σʼ οὔ τι μετʼ ἀμφιπόλοισι γυναιξὶν Odyssey 1.301 ἦγεν ἐς ἡμέτερον, σὺ δʼ ἄρα πρώτην ἱκέτευσας. Odyssey 1.302 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.303 ἥρως, μή τοι τοὔνεκʼ ἀμύμονα νείκεε κούρην· Odyssey 1.304 ἡ μὲν γάρ μʼ ἐκέλευε σὺν ἀμφιπόλοισιν ἕπεσθαι, Odyssey 1.305 ἀλλʼ ἐγὼ οὐκ ἔθελον δείσας αἰσχυνόμενός τε, Odyssey 1.306 μή πως καὶ σοὶ θυμὸς ἐπισκύσσαιτο ἰδόντι· Odyssey 1.307 δύσζηλοι γάρ τʼ εἰμὲν ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων. Odyssey 1.308 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.309 ξεῖνʼ, οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι φίλον κῆρ Odyssey 1.310 μαψιδίως κεχολῶσθαι· ἀμείνω δʼ αἴσιμα πάντα. Odyssey 1.311 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, Odyssey 1.312 τοῖος ἐὼν οἷός ἐσσι, τά τε φρονέων ἅ τʼ ἐγώ περ, Odyssey 1.313 παῖδά τʼ ἐμὴν ἐχέμεν καὶ ἐμὸς γαμβρὸς καλέεσθαι Odyssey 1.314 αὖθι μένων· οἶκον δέ κʼ ἐγὼ καὶ κτήματα δοίην, Odyssey 1.315 εἴ κʼ ἐθέλων γε μένοις· ἀέκοντα δέ σʼ οὔ τις ἐρύξει Odyssey 1.316 Φαιήκων· μὴ τοῦτο φίλον Διὶ πατρὶ γένοιτο. Odyssey 1.317 πομπὴν δʼ ἐς τόδʼ ἐγὼ τεκμαίρομαι, ὄφρʼ ἐὺ εἰδῇς, Odyssey 1.318 αὔριον ἔς· τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ Odyssey 1.319 λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην, ὄφρʼ ἂν ἵκηαι Odyssey 1.320 πατρίδα σὴν καὶ δῶμα, καὶ εἴ πού τοι φίλον ἐστίν, Odyssey 1.321 εἴ περ καὶ μάλα πολλὸν ἑκαστέρω ἔστʼ Εὐβοίης, Odyssey 1.322 τήν περ τηλοτάτω φάσʼ ἔμμεναι, οἵ μιν ἴδοντο Odyssey 1.323 λαῶν ἡμετέρων, ὅτε τε ξανθὸν Ῥαδάμανθυν Odyssey 1.324 ἦγον ἐποψόμενον Τιτυὸν Γαιήιον υἱόν. Odyssey 1.325 καὶ μὲν οἱ ἔνθʼ ἦλθον καὶ ἄτερ καμάτοιο τέλεσσαν Odyssey 1.326 ἤματι τῷ αὐτῷ καὶ ἀπήνυσαν οἴκαδʼ ὀπίσσω. Odyssey 1.327 εἰδήσεις δὲ καὶ αὐτὸς ἐνὶ φρεσὶν ὅσσον ἄρισται Odyssey 1.328 νῆες ἐμαὶ καὶ κοῦροι ἀναρρίπτειν ἅλα πηδῷ. Odyssey 1.329 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.330 εὐχόμενος δʼ ἄρα εἶπεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.331 Ζεῦ πάτερ, αἴθʼ ὅσα εἶπε τελευτήσειεν ἅπαντα Odyssey 1.332 Ἀλκίνοος· τοῦ μέν κεν ἐπὶ ζείδωρον ἄρουραν Odyssey 1.333 ἄσβεστον κλέος εἴη, ἐγὼ δέ κε πατρίδʼ ἱκοίμην. Odyssey 1.334 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Odyssey 1.335 κέκλετο δʼ Ἀρήτη λευκώλενος ἀμφιπόλοισιν Odyssey 1.336 δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ Odyssey 1.337 πορφύρεʼ ἐμβαλέειν, στορέσαι τʼ ἐφύπερθε τάπητας Odyssey 1.338 χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι. Odyssey 1.339 αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι· Odyssey 1.340 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, Odyssey 1.341 ὤτρυνον δʼ Ὀδυσῆα παριστάμεναι ἐπέεσσιν· Odyssey 1.342 ὄρσο κέων, ὦ ξεῖνε· πεποίηται δέ τοι εὐνή. Odyssey 1.343 ὣς φάν, τῷ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. Odyssey 1.344 ὣς ὁ μὲν ἔνθα καθεῦδε πολύτλας δῖος Ὀδυσσεὺς Odyssey 1.345 τρητοῖς ἐν λεχέεσσιν ὑπʼ αἰθούσῃ ἐριδούπῳ· Odyssey 1.346 Ἀλκίνοος δʼ ἄρα λέκτο μυχῷ δόμου ὑψηλοῖο, Odyssey 1.347 πὰρ δὲ γυνὴ δέσποινα λέχος πόρσυνε καὶ εὐνήν. Odyssey 1.1 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.2 ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆς ἱερὸν μένος Ἀλκινόοιο, Odyssey 1.3 ἂν δʼ ἄρα διογενὴς ὦρτο πτολίπορθος Ὀδυσσεύς. Odyssey 1.4 τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο Odyssey 1.5 Φαιήκων ἀγορήνδʼ, ἥ σφιν παρὰ νηυσὶ τέτυκτο. Odyssey 1.6 ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι λίθοισι Odyssey 1.7 πλησίον. ἡ δʼ ἀνὰ ἄστυ μετῴχετο Παλλὰς Ἀθήνη Odyssey 1.8 εἰδομένη κήρυκι δαΐφρονος Ἀλκινόοιο, Odyssey 1.9 νόστον Ὀδυσσῆι μεγαλήτορι μητιόωσα, Odyssey 1.10 καί ῥα ἑκάστῳ φωτὶ παρισταμένη φάτο μῦθον· Odyssey 1.11 δεῦτʼ ἄγε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, Odyssey 1.12 εἰς ἀγορὴν ἰέναι, ὄφρα ξείνοιο πύθησθε, Odyssey 1.13 ὃς νέον Ἀλκινόοιο δαΐφρονος ἵκετο δῶμα Odyssey 1.14 πόντον ἐπιπλαγχθείς, δέμας ἀθανάτοισιν ὁμοῖος. Odyssey 1.15 ὣς εἰποῦσʼ ὤτρυνε μένος καὶ θυμὸν ἑκάστου. Odyssey 1.16 καρπαλίμως δʼ ἔμπληντο βροτῶν ἀγοραί τε καὶ ἕδραι Odyssey 1.17 ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἐθηήσαντο ἰδόντες Odyssey 1.18 υἱὸν Λαέρταο δαΐφρονα· τῷ δʼ ἄρʼ Ἀθήνη Odyssey 1.19 θεσπεσίην κατέχευε χάριν κεφαλῇ τε καὶ ὤμοις Odyssey 1.20 καί μιν μακρότερον καὶ πάσσονα θῆκεν ἰδέσθαι, Odyssey 1.21 ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο Odyssey 1.22 δεινός τʼ αἰδοῖός τε καὶ ἐκτελέσειεν ἀέθλους Odyssey 1.23 πολλούς, τοὺς Φαίηκες ἐπειρήσαντʼ Ὀδυσῆος. Odyssey 1.24 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, Odyssey 1.25 τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπε· Odyssey 1.26 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, Odyssey 1.27 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. Odyssey 1.28 ξεῖνος ὅδʼ, οὐκ οἶδʼ ὅς τις, ἀλώμενος ἵκετʼ ἐμὸν δῶ, Odyssey 1.29 ἠὲ πρὸς ἠοίων ἦ ἑσπερίων ἀνθρώπων· Odyssey 1.30 πομπὴν δʼ ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. Odyssey 1.31 ἡμεῖς δʼ, ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. Odyssey 1.32 οὐδὲ γὰρ οὐδέ τις ἄλλος, ὅτις κʼ ἐμὰ δώμαθʼ ἵκηται, Odyssey 1.33 ἐνθάδʼ ὀδυρόμενος δηρὸν μένει εἵνεκα πομπῆς. Odyssey 1.34 ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν Odyssey 1.35 πρωτόπλοον, κούρω δὲ δύω καὶ πεντήκοντα Odyssey 1.36 κρινάσθων κατὰ δῆμον, ὅσοι πάρος εἰσὶν ἄριστοι. Odyssey 1.37 δησάμενοι δʼ ἐὺ πάντες ἐπὶ κληῖσιν ἐρετμὰ Odyssey 1.38 ἔκβητʼ· αὐτὰρ ἔπειτα θοὴν ἀλεγύνετε δαῖτα Odyssey 1.39 ἡμέτερόνδʼ ἐλθόντες· ἐγὼ δʼ ἐὺ πᾶσι παρέξω. Odyssey 1.40 κούροισιν μὲν ταῦτʼ ἐπιτέλλομαι· αὐτὰρ οἱ ἄλλοι Odyssey 1.41 σκηπτοῦχοι βασιλῆες ἐμὰ πρὸς δώματα καλὰ Odyssey 1.42 ἔρχεσθʼ, ὄφρα ξεῖνον ἐνὶ μεγάροισι φιλέωμεν, Odyssey 1.43 μηδέ τις ἀρνείσθω. καλέσασθε δὲ θεῖον ἀοιδὸν Odyssey 1.44 Δημόδοκον· τῷ γάρ ῥα θεὸς πέρι δῶκεν ἀοιδὴν Odyssey 1.45 τέρπειν, ὅππῃ θυμὸς ἐποτρύνῃσιν ἀείδειν. Odyssey 1.46 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο Odyssey 1.47 σκηπτοῦχοι· κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν. Odyssey 1.48 κούρω δὲ κρινθέντε δύω καὶ πεντήκοντα Odyssey 1.49 βήτην, ὡς ἐκέλευσʼ, ἐπὶ θῖνʼ ἁλὸς ἀτρυγέτοιο. Odyssey 1.50 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, Odyssey 1.51 νῆα μὲν οἵ γε μέλαιναν ἁλὸς βένθοσδε ἔρυσσαν, Odyssey 1.52 ἐν δʼ ἱστόν τʼ ἐτίθεντο καὶ ἱστία νηὶ μελαίνῃ, Odyssey 1.53 ἠρτύναντο δʼ ἐρετμὰ τροποῖς ἐν δερματίνοισι, Odyssey 1.54 πάντα κατὰ μοῖραν, ἀνά θʼ ἱστία λευκὰ πέτασσαν. Odyssey 1.55 ὑψοῦ δʼ ἐν νοτίῳ τήν γʼ ὥρμισαν· αὐτὰρ ἔπειτα Odyssey 1.56 βάν ῥʼ ἴμεν Ἀλκινόοιο δαΐφρονος ἐς μέγα δῶμα. Odyssey 1.57 πλῆντο δʼ ἄρʼ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν Odyssey 1.58 ἀγρομένων· πολλοὶ δʼ ἄρʼ ἔσαν, νέοι ἠδὲ παλαιοί. Odyssey 1.59 τοῖσιν δʼ Ἀλκίνοος δυοκαίδεκα μῆλʼ ἱέρευσεν, Odyssey 1.60 ὀκτὼ δʼ ἀργιόδοντας ὕας, δύο δʼ εἰλίποδας βοῦς· Odyssey 1.61 τοὺς δέρον ἀμφί θʼ ἕπον, τετύκοντό τε δαῖτʼ ἐρατεινήν. Odyssey 1.62 κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, Odyssey 1.63 τὸν πέρι μοῦσʼ ἐφίλησε, δίδου δʼ ἀγαθόν τε κακόν τε· Odyssey 1.64 ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἡδεῖαν ἀοιδήν. Odyssey 1.65 τῷ δʼ ἄρα Ποντόνοος θῆκε θρόνον ἀργυρόηλον Odyssey 1.66 μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας· Odyssey 1.67 κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν Odyssey 1.68 αὐτοῦ ὑπὲρ κεφαλῆς καὶ ἐπέφραδε χερσὶν ἑλέσθαι Odyssey 1.69 κῆρυξ· πὰρ δʼ ἐτίθει κάνεον καλήν τε τράπεζαν, Odyssey 1.70 πὰρ δὲ δέπας οἴνοιο, πιεῖν ὅτε θυμὸς ἀνώγοι. Odyssey 1.71 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.72 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.73 μοῦσʼ ἄρʼ ἀοιδὸν ἀνῆκεν ἀειδέμεναι κλέα ἀνδρῶν, Odyssey 1.74 οἴμης τῆς τότʼ ἄρα κλέος οὐρανὸν εὐρὺν ἵκανε, Odyssey 1.75 νεῖκος Ὀδυσσῆος καὶ Πηλεΐδεω Ἀχιλῆος, Odyssey 1.76 ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ Odyssey 1.77 ἐκπάγλοις ἐπέεσσιν, ἄναξ δʼ ἀνδρῶν Ἀγαμέμνων Odyssey 1.78 χαῖρε νόῳ, ὅ τʼ ἄριστοι Ἀχαιῶν δηριόωντο. Odyssey 1.79 ὣς γάρ οἱ χρείων μυθήσατο Φοῖβος Ἀπόλλων Odyssey 1.80 Πυθοῖ ἐν ἠγαθέῃ, ὅθʼ ὑπέρβη λάινον οὐδὸν Odyssey 1.81 χρησόμενος· τότε γάρ ῥα κυλίνδετο πήματος ἀρχὴ Odyssey 1.82 Τρωσί τε καὶ Δαναοῖσι Διὸς μεγάλου διὰ βουλάς. Odyssey 1.83 ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.84 πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι Odyssey 1.85 κὰκ κεφαλῆς εἴρυσσε, κάλυψε δὲ καλὰ πρόσωπα· Odyssey 1.86 αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων. Odyssey 1.87 ἦ τοι ὅτε λήξειεν ἀείδων θεῖος ἀοιδός, Odyssey 1.88 δάκρυ ὀμορξάμενος κεφαλῆς ἄπο φᾶρος ἕλεσκε Odyssey 1.89 καὶ δέπας ἀμφικύπελλον ἑλὼν σπείσασκε θεοῖσιν· Odyssey 1.90 αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν Odyssey 1.91 Φαιήκων οἱ ἄριστοι, ἐπεὶ τέρποντʼ ἐπέεσσιν, Odyssey 1.92 ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν. Odyssey 1.93 ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, Odyssey 1.94 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν Odyssey 1.95 ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. Odyssey 1.96 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· Odyssey 1.97 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες. Odyssey 1.98 ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐίσης Odyssey 1.99 φόρμιγγός θʼ, ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ· Odyssey 1.100 νῦν δʼ ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν Odyssey 1.101 πάντων, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν Odyssey 1.102 οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων Odyssey 1.103 πύξ τε παλαιμοσύνῃ τε καὶ ἅλμασιν ἠδὲ πόδεσσιν. Odyssey 1.104 ὣς ἄρα φωνήσας ἡγήσατο, τοὶ δʼ ἅμʼ ἕποντο. Odyssey 1.105 κὰδ δʼ ἐκ πασσαλόφι κρέμασεν φόρμιγγα λίγειαν, Odyssey 1.106 Δημοδόκου δʼ ἕλε χεῖρα καὶ ἔξαγεν ἐκ μεγάροιο Odyssey 1.107 κῆρυξ· ἦρχε δὲ τῷ αὐτὴν ὁδὸν ἥν περ οἱ ἄλλοι Odyssey 1.108 Φαιήκων οἱ ἄριστοι, ἀέθλια θαυμανέοντες. Odyssey 1.109 βὰν δʼ ἴμεν εἰς ἀγορήν, ἅμα δʼ ἕσπετο πουλὺς ὅμιλος, Odyssey 1.110 μυρίοι· ἂν δʼ ἵσταντο νέοι πολλοί τε καὶ ἐσθλοί. Odyssey 1.111 ὦρτο μὲν Ἀκρόνεώς τε καὶ Ὠκύαλος καὶ Ἐλατρεύς, Odyssey 1.112 Ναυτεύς τε Πρυμνεύς τε καὶ Ἀγχίαλος καὶ Ἐρετμεύς, Odyssey 1.113 Ποντεύς τε Πρωρεύς τε, Θόων Ἀναβησίνεώς τε Odyssey 1.114 Ἀμφίαλός θʼ, υἱὸς Πολυνήου Τεκτονίδαο· Odyssey 1.115 ἂν δὲ καὶ Εὐρύαλος, βροτολοιγῷ ἶσος Ἄρηϊ, Odyssey 1.116 Ναυβολίδης, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε Odyssey 1.117 πάντων Φαιήκων μετʼ ἀμύμονα Λαοδάμαντα. Odyssey 1.118 ἂν δʼ ἔσταν τρεῖς παῖδες ἀμύμονος Ἀλκινόοιο, Odyssey 1.119 Λαοδάμας θʼ Ἅλιός τε καὶ ἀντίθεος Κλυτόνηος. Odyssey 1.120 οἱ δʼ ἦ τοι πρῶτον μὲν ἐπειρήσαντο πόδεσσι. Odyssey 1.121 τοῖσι δʼ ἀπὸ νύσσης τέτατο δρόμος· οἱ δʼ ἅμα πάντες Odyssey 1.122 καρπαλίμως ἐπέτοντο κονίοντες πεδίοιο· Odyssey 1.123 τῶν δὲ θέειν ὄχʼ ἄριστος ἔην Κλυτόνηος ἀμύμων· Odyssey 1.124 ὅσσον τʼ ἐν νειῷ οὖρον πέλει ἡμιόνοιιν, Odyssey 1.125 τόσσον ὑπεκπροθέων λαοὺς ἵκεθʼ, οἱ δʼ ἐλίποντο. Odyssey 1.126 οἱ δὲ παλαιμοσύνης ἀλεγεινῆς πειρήσαντο· Odyssey 1.127 τῇ δʼ αὖτʼ Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. Odyssey 1.128 ἅλματι δʼ Ἀμφίαλος πάντων προφερέστατος ἦεν· Odyssey 1.129 δίσκῳ δʼ αὖ πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς, Odyssey 1.130 πὺξ δʼ αὖ Λαοδάμας, ἀγαθὸς πάϊς Ἀλκινόοιο. Odyssey 1.131 αὐτὰρ ἐπεὶ δὴ πάντες ἐτέρφθησαν φρένʼ ἀέθλοις, Odyssey 1.132 τοῖς ἄρα Λαοδάμας μετέφη πάϊς Ἀλκινόοιο· Odyssey 1.133 δεῦτε, φίλοι, τὸν ξεῖνον ἐρώμεθα εἴ τινʼ ἄεθλον Odyssey 1.134 οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι, Odyssey 1.135 μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν Odyssey 1.136 αὐχένα τε στιβαρὸν μέγα τε σθένος· οὐδέ τι ἥβης Odyssey 1.137 δεύεται, ἀλλὰ κακοῖσι συνέρρηκται πολέεσσιν· Odyssey 1.138 οὐ γὰρ ἐγώ γέ τί φημι κακώτερον ἄλλο θαλάσσης Odyssey 1.139 ἄνδρα γε συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη. Odyssey 1.140 τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.141 Λαοδάμα, μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες. Odyssey 1.142 αὐτὸς νῦν προκάλεσσαι ἰὼν καὶ πέφραδε μῦθον. Odyssey 1.143 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσʼ ἀγαθὸς πάϊς Ἀλκινόοιο, Odyssey 1.144 στῆ ῥʼ ἐς μέσσον ἰὼν καὶ Ὀδυσσῆα προσέειπε· Odyssey 1.145 δεῦρʼ ἄγε καὶ σύ, ξεῖνε πάτερ, πείρησαι ἀέθλων, Odyssey 1.146 εἴ τινά που δεδάηκας· ἔοικε δέ σʼ ἴδμεν ἀέθλους· Odyssey 1.147 οὐ μὲν γὰρ μεῖζον κλέος ἀνέρος ὄφρα κʼ ἔῃσιν, Odyssey 1.148 ἤ ὅ τι ποσσίν τε ῥέξῃ καὶ χερσὶν ἑῇσιν. Odyssey 1.149 ἀλλʼ ἄγε πείρησαι, σκέδασον δʼ ἀπὸ κήδεα θυμοῦ. Odyssey 1.150 σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἀλλά τοι ἤδη Odyssey 1.151 νηῦς τε κατείρυσται καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι. Odyssey 1.152 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.153 Λαοδάμα, τί με ταῦτα κελεύετε κερτομέοντες; Odyssey 1.154 κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤ περ ἄεθλοι, Odyssey 1.155 ὃς πρὶν μὲν μάλα πολλὰ πάθον καὶ πολλὰ μόγησα, Odyssey 1.156 νῦν δὲ μεθʼ ὑμετέρῃ ἀγορῇ νόστοιο χατίζων Odyssey 1.157 ἧμαι, λισσόμενος βασιλῆά τε πάντα τε δῆμον. Odyssey 1.158 τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο νείκεσέ τʼ ἄντην· Odyssey 1.159 οὐ γάρ σʼ οὐδέ, ξεῖνε, δαήμονι φωτὶ ἐίσκω Odyssey 1.160 ἄθλων, οἷά τε πολλὰ μετʼ ἀνθρώποισι πέλονται, Odyssey 1.161 ἀλλὰ τῷ, ὅς θʼ ἅμα νηὶ πολυκλήιδι θαμίζων, Odyssey 1.162 ἀρχὸς ναυτάων οἵ τε πρηκτῆρες ἔασιν, Odyssey 1.163 φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁδαίων Odyssey 1.164 κερδέων θʼ ἁρπαλέων· οὐδʼ ἀθλητῆρι ἔοικας. Odyssey 1.165 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.166 ξεῖνʼ, οὐ καλὸν ἔειπες· ἀτασθάλῳ ἀνδρὶ ἔοικας. Odyssey 1.167 οὕτως οὐ πάντεσσι θεοὶ χαρίεντα διδοῦσιν Odyssey 1.168 ἀνδράσιν, οὔτε φυὴν οὔτʼ ἂρ φρένας οὔτʼ ἀγορητύν. Odyssey 1.169 ἄλλος μὲν γάρ τʼ εἶδος ἀκιδνότερος πέλει ἀνήρ, Odyssey 1.170 ἀλλὰ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τʼ ἐς αὐτὸν Odyssey 1.171 τερπόμενοι λεύσσουσιν· ὁ δʼ ἀσφαλέως ἀγορεύει Odyssey 1.172 αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν, Odyssey 1.173 ἐρχόμενον δʼ ἀνὰ ἄστυ θεὸν ὣς εἰσορόωσιν. Odyssey 1.174 ἄλλος δʼ αὖ εἶδος μὲν ἀλίγκιος ἀθανάτοισιν, Odyssey 1.175 ἀλλʼ οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν, Odyssey 1.176 ὡς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως Odyssey 1.177 οὐδὲ θεὸς τεύξειε, νόον δʼ ἀποφώλιός ἐσσι. Odyssey 1.178 ὤρινάς μοι θυμὸν ἐνὶ στήθεσσι φίλοισιν Odyssey 1.179 εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δʼ οὐ νῆις ἀέθλων, Odyssey 1.180 ὡς σύ γε μυθεῖαι, ἀλλʼ ἐν πρώτοισιν ὀίω Odyssey 1.181 ἔμμεναι, ὄφρʼ ἥβῃ τε πεποίθεα χερσί τʼ ἐμῇσι. Odyssey 1.182 νῦν δʼ ἔχομαι κακότητι καὶ ἄλγεσι· πολλὰ γὰρ ἔτλην Odyssey 1.183 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων. Odyssey 1.184 ἀλλὰ καὶ ὥς, κακὰ πολλὰ παθών, πειρήσομʼ ἀέθλων· Odyssey 1.185 θυμοδακὴς γὰρ μῦθος, ἐπώτρυνας δέ με εἰπών. Odyssey 1.186 ἦ ῥα καὶ αὐτῷ φάρει ἀναΐξας λάβε δίσκον Odyssey 1.187 μείζονα καὶ πάχετον, στιβαρώτερον οὐκ ὀλίγον περ Odyssey 1.188 ἢ οἵῳ Φαίηκες ἐδίσκεον ἀλλήλοισι. Odyssey 1.189 τόν ῥα περιστρέψας ἧκε στιβαρῆς ἀπὸ χειρός, Odyssey 1.190 βόμβησεν δὲ λίθος· κατὰ δʼ ἔπτηξαν ποτὶ γαίῃ Odyssey 1.191 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες, Odyssey 1.192 λᾶος ὑπὸ ῥιπῆς· ὁ δʼ ὑπέρπτατο σήματα πάντων Odyssey 1.193 ῥίμφα θέων ἀπὸ χειρός. ἔθηκε δὲ τέρματʼ Ἀθήνη Odyssey 1.194 ἀνδρὶ δέμας ἐικυῖα, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.195 καί κʼ ἀλαός τοι, ξεῖνε, διακρίνειε τὸ σῆμα Odyssey 1.196 ἀμφαφόων, ἐπεὶ οὔ τι μεμιγμένον ἐστὶν ὁμίλῳ, Odyssey 1.197 ἀλλὰ πολὺ πρῶτον. σὺ δὲ θάρσει τόνδε γʼ ἄεθλον· Odyssey 1.198 οὔ τις Φαιήκων τόδε γʼ ἵξεται, οὐδʼ ὑπερήσει. Odyssey 1.199 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.200 χαίρων, οὕνεχʼ ἑταῖρον ἐνηέα λεῦσσʼ ἐν ἀγῶνι. Odyssey 1.201 καὶ τότε κουφότερον μετεφώνεε Φαιήκεσσιν· Odyssey 1.202 τοῦτον νῦν ἀφίκεσθε, νέοι. τάχα δʼ ὕστερον ἄλλον Odyssey 1.203 ἥσειν ἢ τοσσοῦτον ὀίομαι ἢ ἔτι μᾶσσον. Odyssey 1.204 τῶν δʼ ἄλλων ὅτινα κραδίη θυμός τε κελεύει, Odyssey 1.205 δεῦρʼ ἄγε πειρηθήτω, ἐπεί μʼ ἐχολώσατε λίην, Odyssey 1.206 ἢ πὺξ ἠὲ πάλῃ ἢ καὶ ποσίν, οὔ τι μεγαίρω, Odyssey 1.207 πάντων Φαιήκων, πλήν γʼ αὐτοῦ Λαοδάμαντος. Odyssey 1.208 ξεῖνος γάρ μοι ὅδʼ ἐστί· τίς ἂν φιλέοντι μάχοιτο; Odyssey 1.209 ἄφρων δὴ κεῖνός γε καὶ οὐτιδανὸς πέλει ἀνήρ, Odyssey 1.210 ὅς τις ξεινοδόκῳ ἔριδα προφέρηται ἀέθλων Odyssey 1.211 δήμῳ ἐν ἀλλοδαπῷ· ἕο δʼ αὐτοῦ πάντα κολούει. Odyssey 1.212 τῶν δʼ ἄλλων οὔ πέρ τινʼ ἀναίνομαι οὐδʼ ἀθερίζω, Odyssey 1.213 ἀλλʼ ἐθέλω ἴδμεν καὶ πειρηθήμεναι ἄντην. Odyssey 1.214 πάντα γὰρ οὐ κακός εἰμι, μετʼ ἀνδράσιν ὅσσοι ἄεθλοι· Odyssey 1.215 εὖ μὲν τόξον οἶδα ἐύξοον ἀμφαφάασθαι· Odyssey 1.216 πρῶτός κʼ ἄνδρα βάλοιμι ὀιστεύσας ἐν ὁμίλῳ Odyssey 1.217 ἀνδρῶν δυσμενέων, εἰ καὶ μάλα πολλοὶ ἑταῖροι Odyssey 1.218 ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν. Odyssey 1.219 οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ Odyssey 1.220 δήμῳ ἔνι Τρώων, ὅτε τοξαζοίμεθʼ Ἀχαιοί. Odyssey 1.221 τῶν δʼ ἄλλων ἐμέ φημι πολὺ προφερέστερον εἶναι, Odyssey 1.222 ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. Odyssey 1.223 ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, Odyssey 1.224 οὔθʼ Ἡρακλῆι οὔτʼ Εὐρύτῳ Οἰχαλιῆι, Odyssey 1.225 οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων. Odyssey 1.226 τῷ ῥα καὶ αἶψʼ ἔθανεν μέγας Εὔρυτος, οὐδʼ ἐπὶ γῆρας Odyssey 1.227 ἵκετʼ ἐνὶ μεγάροισι· χολωσάμενος γὰρ Ἀπόλλων Odyssey 1.228 ἔκτανεν, οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. Odyssey 1.229 δουρὶ δʼ ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀιστῷ. Odyssey 1.230 οἴοισιν δείδοικα ποσὶν μή τίς με παρέλθῃ Odyssey 1.231 Φαιήκων· λίην γὰρ ἀεικελίως ἐδαμάσθην Odyssey 1.232 κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα Odyssey 1.233 ἦεν ἐπηετανός· τῷ μοι φίλα γυῖα λέλυνται. Odyssey 1.234 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Odyssey 1.235 Ἀλκίνοος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· Odyssey 1.236 ξεῖνʼ, ἐπεὶ οὐκ ἀχάριστα μεθʼ ἡμῖν ταῦτʼ ἀγορεύεις, Odyssey 1.237 ἀλλʼ ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ, Odyssey 1.238 χωόμενος ὅτι σʼ οὗτος ἀνὴρ ἐν ἀγῶνι παραστὰς Odyssey 1.239 νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔ τις ὄνοιτο, Odyssey 1.240 ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν· Odyssey 1.241 ἀλλʼ ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος, ὄφρα καὶ ἄλλῳ Odyssey 1.242 εἴπῃς ἡρώων, ὅτε κεν σοῖς ἐν μεγάροισι Odyssey 1.243 δαινύῃ παρὰ σῇ τʼ ἀλόχῳ καὶ σοῖσι τέκεσσιν, Odyssey 1.244 ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν Odyssey 1.245 Ζεὺς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. Odyssey 1.246 οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, Odyssey 1.247 ἀλλὰ ποσὶ κραιπνῶς θέομεν καὶ νηυσὶν ἄριστοι, Odyssey 1.248 αἰεὶ δʼ ἡμῖν δαίς τε φίλη κίθαρίς τε χοροί τε Odyssey 1.249 εἵματά τʼ ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. Odyssey 1.250 ἀλλʼ ἄγε, Φαιήκων βητάρμονες ὅσσοι ἄριστοι, Odyssey 1.251 παίσατε, ὥς χʼ ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισιν Odyssey 1.252 οἴκαδε νοστήσας, ὅσσον περιγιγνόμεθʼ ἄλλων Odyssey 1.253 ναυτιλίῃ καὶ ποσσὶ καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ. Odyssey 1.254 Δημοδόκῳ δέ τις αἶψα κιὼν φόρμιγγα λίγειαν Odyssey 1.255 οἰσέτω, ἥ που κεῖται ἐν ἡμετέροισι δόμοισιν. Odyssey 1.256 ὣς ἔφατʼ Ἀλκίνοος θεοείκελος, ὦρτο δὲ κῆρυξ Odyssey 1.257 οἴσων φόρμιγγα γλαφυρὴν δόμου ἐκ βασιλῆος. Odyssey 1.258 αἰσυμνῆται δὲ κριτοὶ ἐννέα πάντες ἀνέσταν Odyssey 1.259 δήμιοι, οἳ κατʼ ἀγῶνας ἐὺ πρήσσεσκον ἕκαστα, Odyssey 1.260 λείηναν δὲ χορόν, καλὸν δʼ εὔρυναν ἀγῶνα. Odyssey 1.261 κῆρυξ δʼ ἐγγύθεν ἦλθε φέρων φόρμιγγα λίγειαν Odyssey 1.262 Δημοδόκῳ· ὁ δʼ ἔπειτα κίʼ ἐς μέσον· ἀμφὶ δὲ κοῦροι Odyssey 1.263 πρωθῆβαι ἵσταντο, δαήμονες ὀρχηθμοῖο, Odyssey 1.264 πέπληγον δὲ χορὸν θεῖον ποσίν. αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.265 μαρμαρυγὰς θηεῖτο ποδῶν, θαύμαζε δὲ θυμῷ. Odyssey 1.266 αὐτὰρ ὁ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν Odyssey 1.267 ἀμφʼ Ἄρεος φιλότητος εὐστεφάνου τʼ Ἀφροδίτης, Odyssey 1.268 ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι Odyssey 1.269 λάθρῃ, πολλὰ δʼ ἔδωκε, λέχος δʼ ᾔσχυνε καὶ εὐνὴν Odyssey 1.270 Ἡφαίστοιο ἄνακτος. ἄφαρ δέ οἱ ἄγγελος ἦλθεν Odyssey 1.271 Ἥλιος, ὅ σφʼ ἐνόησε μιγαζομένους φιλότητι. Odyssey 1.272 Ἥφαιστος δʼ ὡς οὖν θυμαλγέα μῦθον ἄκουσε, Odyssey 1.273 βῆ ῥʼ ἴμεν ἐς χαλκεῶνα κακὰ φρεσὶ βυσσοδομεύων, Odyssey 1.274 ἐν δʼ ἔθετʼ ἀκμοθέτῳ μέγαν ἄκμονα, κόπτε δὲ δεσμοὺς Odyssey 1.275 ἀρρήκτους ἀλύτους, ὄφρʼ ἔμπεδον αὖθι μένοιεν. Odyssey 1.276 αὐτὰρ ἐπεὶ δὴ τεῦξε δόλον κεχολωμένος Ἄρει, Odyssey 1.277 βῆ ῥʼ ἴμεν ἐς θάλαμον, ὅθι οἱ φίλα δέμνιʼ ἔκειτο, Odyssey 1.278 ἀμφὶ δʼ ἄρʼ ἑρμῖσιν χέε δέσματα κύκλῳ ἁπάντῃ· Odyssey 1.279 πολλὰ δὲ καὶ καθύπερθε μελαθρόφιν ἐξεκέχυντο, Odyssey 1.280 ἠύτʼ ἀράχνια λεπτά, τά γʼ οὔ κέ τις οὐδὲ ἴδοιτο, Odyssey 1.281 οὐδὲ θεῶν μακάρων· πέρι γὰρ δολόεντα τέτυκτο. Odyssey 1.282 αὐτὰρ ἐπεὶ δὴ πάντα δόλον περὶ δέμνια χεῦεν, Odyssey 1.283 εἴσατʼ ἴμεν ἐς Λῆμνον, ἐυκτίμενον πτολίεθρον, Odyssey 1.284 ἥ οἱ γαιάων πολὺ φιλτάτη ἐστὶν ἁπασέων. Odyssey 1.285 οὐδʼ ἀλαοσκοπιὴν εἶχε χρυσήνιος Ἄρης, Odyssey 1.286 ὡς ἴδεν Ἥφαιστον κλυτοτέχνην νόσφι κιόντα· Odyssey 1.287 βῆ δʼ ἰέναι πρὸς δῶμα περικλυτοῦ Ἡφαίστοιο Odyssey 1.288 ἰσχανόων φιλότητος ἐυστεφάνου Κυθερείης. Odyssey 1.289 ἡ δὲ νέον παρὰ πατρὸς ἐρισθενέος Κρονίωνος Odyssey 1.290 ἐρχομένη κατʼ ἄρʼ ἕζεθʼ· ὁ δʼ εἴσω δώματος ᾔει, Odyssey 1.291 ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.292 δεῦρο, φίλη, λέκτρονδε τραπείομεν εὐνηθέντες· Odyssey 1.293 οὐ γὰρ ἔθʼ Ἥφαιστος μεταδήμιος, ἀλλά που ἤδη Odyssey 1.294 οἴχεται ἐς Λῆμνον μετὰ Σίντιας ἀγριοφώνους. Odyssey 1.295 ὣς φάτο, τῇ δʼ ἀσπαστὸν ἐείσατο κοιμηθῆναι. Odyssey 1.296 τὼ δʼ ἐς δέμνια βάντε κατέδραθον· ἀμφὶ δὲ δεσμοὶ Odyssey 1.297 τεχνήεντες ἔχυντο πολύφρονος Ἡφαίστοιο, Odyssey 1.298 οὐδέ τι κινῆσαι μελέων ἦν οὐδʼ ἀναεῖραι. Odyssey 1.299 καὶ τότε δὴ γίγνωσκον, ὅ τʼ οὐκέτι φυκτὰ πέλοντο. Odyssey 1.300 ἀγχίμολον δέ σφʼ ἦλθε περικλυτὸς ἀμφιγυήεις, Odyssey 1.301 αὖτις ὑποστρέψας πρὶν Λήμνου γαῖαν ἱκέσθαι· Odyssey 1.302 Ἠέλιος γάρ οἱ σκοπιὴν ἔχεν εἶπέ τε μῦθον. Odyssey 1.303 βῆ δʼ ἴμεναι πρὸς δῶμα φίλον τετιημένος ἦτορ· Odyssey 1.304 ἔστη δʼ ἐν προθύροισι, χόλος δέ μιν ἄγριος ᾕρει· Odyssey 1.305 σμερδαλέον δʼ ἐβόησε, γέγωνέ τε πᾶσι θεοῖσιν· Odyssey 1.306 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, Odyssey 1.307 δεῦθʼ, ἵνα ἔργα γελαστὰ καὶ οὐκ ἐπιεικτὰ ἴδησθε, Odyssey 1.308 ὡς ἐμὲ χωλὸν ἐόντα Διὸς θυγάτηρ Ἀφροδίτη Odyssey 1.309 αἰὲν ἀτιμάζει, φιλέει δʼ ἀίδηλον Ἄρηα, Odyssey 1.310 οὕνεχʼ ὁ μὲν καλός τε καὶ ἀρτίπος, αὐτὰρ ἐγώ γε Odyssey 1.311 ἠπεδανὸς γενόμην. ἀτὰρ οὔ τί μοι αἴτιος ἄλλος, Odyssey 1.312 ἀλλὰ τοκῆε δύω, τὼ μὴ γείνασθαι ὄφελλον. Odyssey 1.313 ἀλλʼ ὄψεσθʼ, ἵνα τώ γε καθεύδετον ἐν φιλότητι Odyssey 1.314 εἰς ἐμὰ δέμνια βάντες, ἐγὼ δʼ ὁρόων ἀκάχημαι. Odyssey 1.315 οὐ μέν σφεας ἔτʼ ἔολπα μίνυνθά γε κειέμεν οὕτως Odyssey 1.316 καὶ μάλα περ φιλέοντε· τάχʼ οὐκ ἐθελήσετον ἄμφω Odyssey 1.317 εὕδειν· ἀλλά σφωε δόλος καὶ δεσμὸς ἐρύξει, Odyssey 1.318 εἰς ὅ κέ μοι μάλα πάντα πατὴρ ἀποδῷσιν ἔεδνα, Odyssey 1.319 ὅσσα οἱ ἐγγυάλιξα κυνώπιδος εἵνεκα κούρης, Odyssey 1.320 οὕνεκά οἱ καλὴ θυγάτηρ, ἀτὰρ οὐκ ἐχέθυμος. Odyssey 1.321 ὣς ἔφαθʼ, οἱ δʼ ἀγέροντο θεοὶ ποτὶ χαλκοβατὲς δῶ· Odyssey 1.322 ἦλθε Ποσειδάων γαιήοχος, ἦλθʼ ἐριούνης Odyssey 1.323 Ἑρμείας, ἦλθεν δὲ ἄναξ ἑκάεργος Ἀπόλλων. Odyssey 1.324 θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη. Odyssey 1.325 ἔσταν δʼ ἐν προθύροισι θεοί, δωτῆρες ἑάων· Odyssey 1.326 ἄσβεστος δʼ ἄρʼ ἐνῶρτο γέλως μακάρεσσι θεοῖσι Odyssey 1.327 τέχνας εἰσορόωσι πολύφρονος Ἡφαίστοιο. Odyssey 1.328 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· Odyssey 1.329 οὐκ ἀρετᾷ κακὰ ἔργα· κιχάνει τοι βραδὺς ὠκύν, Odyssey 1.330 ὡς καὶ νῦν Ἥφαιστος ἐὼν βραδὺς εἷλεν Ἄρηα Odyssey 1.331 ὠκύτατόν περ ἐόντα θεῶν οἳ Ὄλυμπον ἔχουσιν, Odyssey 1.332 χωλὸς ἐὼν τέχνῃσι· τὸ καὶ μοιχάγριʼ ὀφέλλει. Odyssey 1.333 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Odyssey 1.334 Ἑρμῆν δὲ προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· Odyssey 1.335 Ἑρμεία, Διὸς υἱέ, διάκτορε, δῶτορ ἑάων, Odyssey 1.336 ἦ ῥά κεν ἐν δεσμοῖς ἐθέλοις κρατεροῖσι πιεσθεὶς Odyssey 1.337 εὕδειν ἐν λέκτροισι παρὰ χρυσέῃ Ἀφροδίτῃ; Odyssey 1.338 τὸν δʼ ἠμείβετʼ ἔπειτα διάκτορος ἀργεϊφόντης· Odyssey 1.339 αἲ γὰρ τοῦτο γένοιτο, ἄναξ ἑκατηβόλʼ Ἄπολλον· Odyssey 1.340 δεσμοὶ μὲν τρὶς τόσσοι ἀπείρονες ἀμφὶς ἔχοιεν, Odyssey 1.341 ὑμεῖς δʼ εἰσορόῳτε θεοὶ πᾶσαί τε θέαιναι, Odyssey 1.342 αὐτὰρ ἐγὼν εὕδοιμι παρὰ χρυσέῃ Ἀφροδίτῃ. Odyssey 1.343 ὣς ἔφατʼ, ἐν δὲ γέλως ὦρτʼ ἀθανάτοισι θεοῖσιν. Odyssey 1.344 οὐδὲ Ποσειδάωνα γέλως ἔχε, λίσσετο δʼ αἰεὶ Odyssey 1.345 Ἥφαιστον κλυτοεργὸν ὅπως λύσειεν Ἄρηα. Odyssey 1.346 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.347 λῦσον· ἐγὼ δέ τοι αὐτὸν ὑπίσχομαι, ὡς σὺ κελεύεις, Odyssey 1.348 τίσειν αἴσιμα πάντα μετʼ ἀθανάτοισι θεοῖσιν. Odyssey 1.349 τὸν δʼ αὖτε προσέειπε περικλυτὸς ἀμφιγυήεις· Odyssey 1.350 μή με, Ποσείδαον γαιήοχε, ταῦτα κέλευε· Odyssey 1.351 δειλαί τοι δειλῶν γε καὶ ἐγγύαι ἐγγυάασθαι. Odyssey 1.352 πῶς ἂν ἐγώ σε δέοιμι μετʼ ἀθανάτοισι θεοῖσιν, Odyssey 1.353 εἴ κεν Ἄρης οἴχοιτο χρέος καὶ δεσμὸν ἀλύξας; Odyssey 1.354 τὸν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· Odyssey 1.355 Ἥφαιστʼ, εἴ περ γάρ κεν Ἄρης χρεῖος ὑπαλύξας Odyssey 1.356 οἴχηται φεύγων, αὐτός τοι ἐγὼ τάδε τίσω. Odyssey 1.357 τὸν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις· Odyssey 1.358 οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι. Odyssey 1.359 ὣς εἰπὼν δεσμὸν ἀνίει μένος Ἡφαίστοιο. Odyssey 1.360 τὼ δʼ ἐπεὶ ἐκ δεσμοῖο λύθεν, κρατεροῦ περ ἐόντος, Odyssey 1.361 αὐτίκʼ ἀναΐξαντε ὁ μὲν Θρῄκηνδε βεβήκει, Odyssey 1.362 ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη, Odyssey 1.363 ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυήεις. Odyssey 1.364 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ Odyssey 1.365 ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας, Odyssey 1.366 ἀμφὶ δὲ εἵματα ἕσσαν ἐπήρατα, θαῦμα ἰδέσθαι. Odyssey 1.367 ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.368 τέρπετʼ ἐνὶ φρεσὶν ᾗσιν ἀκούων ἠδὲ καὶ ἄλλοι Odyssey 1.369 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. Odyssey 1.370 Ἀλκίνοος δʼ Ἅλιον καὶ Λαοδάμαντα κέλευσεν Odyssey 1.371 μουνὰξ ὀρχήσασθαι, ἐπεί σφισιν οὔ τις ἔριζεν. Odyssey 1.372 οἱ δʼ ἐπεὶ οὖν σφαῖραν καλὴν μετὰ χερσὶν ἕλοντο, Odyssey 1.373 πορφυρέην, τήν σφιν Πόλυβος ποίησε δαΐφρων, Odyssey 1.374 τὴν ἕτερος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα Odyssey 1.375 ἰδνωθεὶς ὀπίσω, ὁ δʼ ἀπὸ χθονὸς ὑψόσʼ ἀερθεὶς Odyssey 1.376 ῥηιδίως μεθέλεσκε, πάρος ποσὶν οὖδας ἱκέσθαι. Odyssey 1.377 αὐτὰρ ἐπεὶ δὴ σφαίρῃ ἀνʼ ἰθὺν πειρήσαντο, Odyssey 1.378 ὠρχείσθην δὴ ἔπειτα ποτὶ χθονὶ πουλυβοτείρῃ Odyssey 1.379 ταρφέʼ ἀμειβομένω· κοῦροι δʼ ἐπελήκεον ἄλλοι Odyssey 1.380 ἑστεῶτες κατʼ ἀγῶνα, πολὺς δʼ ὑπὸ κόμπος ὀρώρει. Odyssey 1.381 δὴ τότʼ ἄρʼ Ἀλκίνοον προσεφώνεε δῖος Ὀδυσσεύς· Odyssey 1.382 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, Odyssey 1.383 ἠμὲν ἀπείλησας βητάρμονας εἶναι ἀρίστους, Odyssey 1.384 ἠδʼ ἄρʼ ἑτοῖμα τέτυκτο· σέβας μʼ ἔχει εἰσορόωντα. Odyssey 1.385 ὣς φάτο, γήθησεν δʼ ἱερὸν μένος Ἀλκινόοιο, Odyssey 1.386 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· Odyssey 1.387 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες. Odyssey 1.388 ὁ ξεῖνος μάλα μοι δοκέει πεπνυμένος εἶναι. Odyssey 1.389 ἀλλʼ ἄγε οἱ δῶμεν ξεινήιον, ὡς ἐπιεικές. Odyssey 1.390 δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες Odyssey 1.391 ἀρχοὶ κραίνουσι, τρισκαιδέκατος δʼ ἐγὼ αὐτός· Odyssey 1.392 τῶν οἱ ἕκαστος φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα Odyssey 1.393 καὶ χρυσοῖο τάλαντον ἐνείκατε τιμήεντος. Odyssey 1.394 αἶψα δὲ πάντα φέρωμεν ἀολλέα, ὄφρʼ ἐνὶ χερσὶν Odyssey 1.395 ξεῖνος ἔχων ἐπὶ δόρπον ἴῃ χαίρων ἐνὶ θυμῷ. Odyssey 1.396 Εὐρύαλος δέ ἑ αὐτὸν ἀρεσσάσθω ἐπέεσσι Odyssey 1.397 καὶ δώρῳ, ἐπεὶ οὔ τι ἔπος κατὰ μοῖραν ἔειπεν. Odyssey 1.398 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον, Odyssey 1.399 δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. Odyssey 1.400 τὸν δʼ αὖτʼ Εὐρύαλος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.401 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, Odyssey 1.402 τοιγὰρ ἐγὼ τὸν ξεῖνον ἀρέσσομαι, ὡς σὺ κελεύεις. Odyssey 1.403 δώσω οἱ τόδʼ ἄορ παγχάλκεον, ᾧ ἔπι κώπη Odyssey 1.404 ἀργυρέη, κολεὸν δὲ νεοπρίστου ἐλέφαντος Odyssey 1.405 ἀμφιδεδίνηται· πολέος δέ οἱ ἄξιον ἔσται. Odyssey 1.406 ὣς εἰπὼν ἐν χερσὶ τίθει ξίφος ἀργυρόηλον Odyssey 1.407 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.408 χαῖρε, πάτερ ὦ ξεῖνε· ἔπος δʼ εἴ πέρ τι βέβακται Odyssey 1.409 δεινόν, ἄφαρ τὸ φέροιεν ἀναρπάξασαι ἄελλαι. Odyssey 1.410 σοὶ δὲ θεοὶ ἄλοχόν τʼ ἰδέειν καὶ πατρίδʼ ἱκέσθαι Odyssey 1.411 δοῖεν, ἐπεὶ δὴ δηθὰ φίλων ἄπο πήματα πάσχεις. Odyssey 1.412 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.413 καὶ σὺ φίλος μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. Odyssey 1.414 μηδέ τι τοι ξίφεός γε ποθὴ μετόπισθε γένοιτο Odyssey 1.415 τούτου, ὃ δή μοι δῶκας ἀρεσσάμενος ἐπέεσσιν. Odyssey 1.416 ἦ ῥα καὶ ἀμφʼ ὤμοισι θέτο ξίφος ἀργυρόηλον. Odyssey 1.417 δύσετό τʼ ἠέλιος, καὶ τῷ κλυτὰ δῶρα παρῆεν. Odyssey 1.418 καὶ τά γʼ ἐς Ἀλκινόοιο φέρον κήρυκες ἀγαυοί· Odyssey 1.419 δεξάμενοι δʼ ἄρα παῖδες ἀμύμονος Ἀλκινόοιο Odyssey 1.420 μητρὶ παρʼ αἰδοίῃ ἔθεσαν περικαλλέα δῶρα. Odyssey 1.421 τοῖσιν δʼ ἡγεμόνευʼ ἱερὸν μένος Ἀλκινόοιο, Odyssey 1.422 ἐλθόντες δὲ καθῖζον ἐν ὑψηλοῖσι θρόνοισι. Odyssey 1.423 δή ῥα τότʼ Ἀρήτην προσέφη μένος Ἀλκινόοιο· Odyssey 1.424 δεῦρο, γύναι, φέρε χηλὸν ἀριπρεπέʼ, ἥ τις ἀρίστη· Odyssey 1.425 ἐν δʼ αὐτὴ θὲς φᾶρος ἐυπλυνὲς ἠδὲ χιτῶνα. Odyssey 1.426 ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δʼ ὕδωρ, Odyssey 1.427 ὄφρα λοεσσάμενός τε ἰδών τʼ ἐὺ κείμενα πάντα Odyssey 1.428 δῶρα, τά οἱ Φαίηκες ἀμύμονες ἐνθάδʼ ἔνεικαν, Odyssey 1.429 δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων. Odyssey 1.430 καί οἱ ἐγὼ τόδʼ ἄλεισον ἐμὸν περικαλλὲς ὀπάσσω, Odyssey 1.431 χρύσεον, ὄφρʼ ἐμέθεν μεμνημένος ἤματα πάντα Odyssey 1.432 σπένδῃ ἐνὶ μεγάρῳ Διί τʼ ἄλλοισίν τε θεοῖσιν. Odyssey 1.433 ὣς ἔφατʼ, Ἀρήτη δὲ μετὰ δμῳῇσιν ἔειπεν Odyssey 1.434 ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα. Odyssey 1.435 αἱ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ, Odyssey 1.436 ἔν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι. Odyssey 1.437 γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ· Odyssey 1.438 τόφρα δʼ ἄρʼ Ἀρήτη ξείνῳ περικαλλέα χηλὸν Odyssey 1.439 ἐξέφερεν θαλάμοιο, τίθει δʼ ἐνὶ κάλλιμα δῶρα, Odyssey 1.440 ἐσθῆτα χρυσόν τε, τά οἱ Φαίηκες ἔδωκαν· Odyssey 1.441 ἐν δʼ αὐτὴ φᾶρος θῆκεν καλόν τε χιτῶνα, Odyssey 1.442 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.443 αὐτὸς νῦν ἴδε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλον, Odyssey 1.444 μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε Odyssey 1.445 εὕδῃσθα γλυκὺν ὕπνον ἰὼν ἐν νηὶ μελαίνῃ. Odyssey 1.446 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.447 αὐτίκʼ ἐπήρτυε πῶμα, θοῶς δʼ ἐπὶ δεσμὸν ἴηλεν Odyssey 1.448 ποικίλον, ὅν ποτέ μιν δέδαε φρεσὶ πότνια Κίρκη· Odyssey 1.449 αὐτόδιον δʼ ἄρα μιν ταμίη λούσασθαι ἀνώγει Odyssey 1.450 ἔς ῥʼ ἀσάμινθον βάνθʼ· ὁ δʼ ἄρ ἀσπασίως ἴδε θυμῷ Odyssey 1.451 θερμὰ λοέτρʼ, ἐπεὶ οὔ τι κομιζόμενός γε θάμιζεν, Odyssey 1.452 ἐπεὶ δὴ λίπε δῶμα Καλυψοῦς ἠυκόμοιο. Odyssey 1.453 τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. Odyssey 1.454 τὸν δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, Odyssey 1.455 ἀμφὶ δέ μιν χλαῖναν καλὴν βάλον ἠδὲ χιτῶνα, Odyssey 1.456 ἔκ ῥʼ ἀσαμίνθου βὰς ἄνδρας μέτα οἰνοποτῆρας Odyssey 1.457 ἤιε· Ναυσικάα δὲ θεῶν ἄπο κάλλος ἔχουσα Odyssey 1.458 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, Odyssey 1.459 θαύμαζεν δʼ Ὀδυσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, Odyssey 1.460 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.461 χαῖρε, ξεῖνʼ, ἵνα καί ποτʼ ἐὼν ἐν πατρίδι γαίῃ Odyssey 1.462 μνήσῃ ἐμεῦ, ὅτι μοι πρώτῃ ζωάγριʼ ὀφέλλεις. Odyssey 1.463 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς. Odyssey 1.464 Ναυσικάα θύγατερ μεγαλήτορος Ἀλκινόοιο, Odyssey 1.465 οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης, Odyssey 1.466 οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι· Odyssey 1.467 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην Odyssey 1.468 αἰεὶ ἤματα πάντα· σὺ γάρ μʼ ἐβιώσαο, κούρη. Odyssey 1.469 ἦ ῥα καὶ ἐς θρόνον ἷζε παρʼ Ἀλκίνοον βασιλῆα· Odyssey 1.470 οἱ δʼ ἤδη μοίρας τʼ ἔνεμον κερόωντό τε οἶνον. Odyssey 1.471 κῆρυξ δʼ ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν, Odyssey 1.472 Δημόδοκον λαοῖσι τετιμένον· εἷσε δʼ ἄρʼ αὐτὸν Odyssey 1.473 μέσσῳ δαιτυμόνων, πρὸς κίονα μακρὸν ἐρείσας. Odyssey 1.474 δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεύς, Odyssey 1.475 νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο, Odyssey 1.476 ἀργιόδοντος ὑός, θαλερὴ δʼ ἦν ἀμφὶς ἀλοιφή· Odyssey 1.477 κῆρυξ, τῆ δή, τοῦτο πόρε κρέας, ὄφρα φάγῃσιν, Odyssey 1.478 Δημοδόκῳ· καί μιν προσπτύξομαι ἀχνύμενός περ· Odyssey 1.479 πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ Odyssey 1.480 τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκʼ ἄρα σφέας Odyssey 1.481 οἴμας μοῦσʼ ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν. Odyssey 1.482 ὣς ἄρʼ ἔφη, κῆρυξ δὲ φέρων ἐν χερσὶν ἔθηκεν Odyssey 1.483 ἥρῳ Δημοδόκῳ· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ. Odyssey 1.484 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.485 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.486 δὴ τότε Δημόδοκον προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.487 Δημόδοκʼ, ἔξοχα δή σε βροτῶν αἰνίζομʼ ἁπάντων. Odyssey 1.488 ἢ σέ γε μοῦσʼ ἐδίδαξε, Διὸς πάϊς, ἢ σέ γʼ Ἀπόλλων· Odyssey 1.489 λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις, Odyssey 1.490 ὅσσʼ ἔρξαν τʼ ἔπαθόν τε καὶ ὅσσʼ ἐμόγησαν Ἀχαιοί, Odyssey 1.491 ὥς τέ που ἢ αὐτὸς παρεὼν ἢ ἄλλου ἀκούσας. Odyssey 1.492 ἀλλʼ ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον Odyssey 1.493 δουρατέου, τὸν Ἐπειὸς ἐποίησεν σὺν Ἀθήνῃ, Odyssey 1.494 ὅν ποτʼ ἐς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς Odyssey 1.495 ἀνδρῶν ἐμπλήσας οἵ ῥʼ Ἴλιον ἐξαλάπαξαν. Odyssey 1.496 αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, Odyssey 1.497 αὐτίκʼ ἐγὼ πᾶσιν μυθήσομαι ἀνθρώποισιν, Odyssey 1.498 ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. Odyssey 1.499 ὣς φάθʼ, ὁ δʼ ὁρμηθεὶς θεοῦ ἤρχετο, φαῖνε δʼ ἀοιδήν, Odyssey 1.500 ἔνθεν ἑλὼν ὡς οἱ μὲν ἐυσσέλμων ἐπὶ νηῶν Odyssey 1.501 βάντες ἀπέπλειον, πῦρ ἐν κλισίῃσι βαλόντες, Odyssey 1.502 Ἀργεῖοι, τοὶ δʼ ἤδη ἀγακλυτὸν ἀμφʼ Ὀδυσῆα Odyssey 1.503 ἥατʼ ἐνὶ Τρώων ἀγορῇ κεκαλυμμένοι ἵππῳ· Odyssey 1.504 αὐτοὶ γάρ μιν Τρῶες ἐς ἀκρόπολιν ἐρύσαντο. Odyssey 1.505 ὣς ὁ μὲν ἑστήκει, τοὶ δʼ ἄκριτα πόλλʼ ἀγόρευον Odyssey 1.506 ἥμενοι ἀμφʼ αὐτόν· τρίχα δέ σφισιν ἥνδανε βουλή, Odyssey 1.507 ἠὲ διαπλῆξαι κοῖλον δόρυ νηλέι χαλκῷ, Odyssey 1.508 ἢ κατὰ πετράων βαλέειν ἐρύσαντας ἐπʼ ἄκρης, Odyssey 1.509 ἢ ἐάαν μέγʼ ἄγαλμα θεῶν θελκτήριον εἶναι, Odyssey 1.510 τῇ περ δὴ καὶ ἔπειτα τελευτήσεσθαι ἔμελλεν· Odyssey 1.511 αἶσα γὰρ ἦν ἀπολέσθαι, ἐπὴν πόλις ἀμφικαλύψῃ Odyssey 1.512 δουράτεον μέγαν ἵππον, ὅθʼ ἥατο πάντες ἄριστοι Odyssey 1.513 Ἀργείων Τρώεσσι φόνον καὶ κῆρα φέροντες. Odyssey 1.514 ἤειδεν δʼ ὡς ἄστυ διέπραθον υἷες Ἀχαιῶν Odyssey 1.515 ἱππόθεν ἐκχύμενοι, κοῖλον λόχον ἐκπρολιπόντες. Odyssey 1.516 ἄλλον δʼ ἄλλῃ ἄειδε πόλιν κεραϊζέμεν αἰπήν, Odyssey 1.517 αὐτὰρ Ὀδυσσῆα προτὶ δώματα Δηιφόβοιο Odyssey 1.518 βήμεναι, ἠύτʼ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ. Odyssey 1.519 κεῖθι δὴ αἰνότατον πόλεμον φάτο τολμήσαντα Odyssey 1.520 νικῆσαι καὶ ἔπειτα διὰ μεγάθυμον Ἀθήνην. Odyssey 1.521 ταῦτʼ ἄρʼ ἀοιδὸς ἄειδε περικλυτός· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.522 τήκετο, δάκρυ δʼ ἔδευεν ὑπὸ βλεφάροισι παρειάς. Odyssey 1.523 ὡς δὲ γυνὴ κλαίῃσι φίλον πόσιν ἀμφιπεσοῦσα, Odyssey 1.524 ὅς τε ἑῆς πρόσθεν πόλιος λαῶν τε πέσῃσιν, Odyssey 1.525 ἄστεϊ καὶ τεκέεσσιν ἀμύνων νηλεὲς ἦμαρ· Odyssey 1.526 ἡ μὲν τὸν θνήσκοντα καὶ ἀσπαίροντα ἰδοῦσα Odyssey 1.527 ἀμφʼ αὐτῷ χυμένη λίγα κωκύει· οἱ δέ τʼ ὄπισθε Odyssey 1.528 κόπτοντες δούρεσσι μετάφρενον ἠδὲ καὶ ὤμους Odyssey 1.529 εἴρερον εἰσανάγουσι, πόνον τʼ ἐχέμεν καὶ ὀιζύν· Odyssey 1.530 τῆς δʼ ἐλεεινοτάτῳ ἄχεϊ φθινύθουσι παρειαί· Odyssey 1.531 ὣς Ὀδυσεὺς ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβεν. Odyssey 1.532 ἔνθʼ ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα λείβων, Odyssey 1.533 Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατʼ ἠδʼ ἐνόησεν, Odyssey 1.534 ἥμενος ἄγχʼ αὐτοῦ, βαρὺ δὲ στενάχοντος ἄκουσεν. Odyssey 1.535 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα· Odyssey 1.536 κέκλυτε, Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, Odyssey 1.537 Δημόδοκος δʼ ἤδη σχεθέτω φόρμιγγα λίγειαν· Odyssey 1.538 οὐ γάρ πως πάντεσσι χαριζόμενος τάδʼ ἀείδει. Odyssey 1.539 ἐξ οὗ δορπέομέν τε καὶ ὤρορε θεῖος ἀοιδός, Odyssey 1.540 ἐκ τοῦ δʼ οὔ πω παύσατʼ ὀιζυροῖο γόοιο Odyssey 1.541 ὁ ξεῖνος· μάλα πού μιν ἄχος φρένας ἀμφιβέβηκεν. Odyssey 1.542 ἀλλʼ ἄγʼ ὁ μὲν σχεθέτω, ἵνʼ ὁμῶς τερπώμεθα πάντες, Odyssey 1.543 ξεινοδόκοι καὶ ξεῖνος, ἐπεὶ πολὺ κάλλιον οὕτως· Odyssey 1.544 εἵνεκα γὰρ ξείνοιο τάδʼ αἰδοίοιο τέτυκται, Odyssey 1.545 πομπὴ καὶ φίλα δῶρα, τά οἱ δίδομεν φιλέοντες. Odyssey 1.546 ἀντὶ κασιγνήτου ξεῖνός θʼ ἱκέτης τε τέτυκται Odyssey 1.547 ἀνέρι, ὅς τʼ ὀλίγον περ ἐπιψαύῃ πραπίδεσσι. Odyssey 1.548 τῷ νῦν μηδὲ σὺ κεῦθε νοήμασι κερδαλέοισιν Odyssey 1.549 ὅττι κέ σʼ εἴρωμαι· φάσθαι δέ σε κάλλιόν ἐστιν. Odyssey 1.550 εἴπʼ ὄνομʼ ὅττι σε κεῖθι κάλεον μήτηρ τε πατήρ τε Odyssey 1.551 ἄλλοι θʼ οἳ κατὰ ἄστυ καὶ οἳ περιναιετάουσιν. Odyssey 1.552 οὐ μὲν γάρ τις πάμπαν ἀνώνυμός ἐστʼ ἀνθρώπων, Odyssey 1.553 οὐ κακὸς οὐδὲ μὲν ἐσθλός, ἐπὴν τὰ πρῶτα γένηται, Odyssey 1.554 ἀλλʼ ἐπὶ πᾶσι τίθενται, ἐπεί κε τέκωσι, τοκῆες. Odyssey 1.555 εἰπὲ δέ μοι γαῖάν τε· τεὴν δῆμόν τε πόλιν τε, Odyssey 1.556 ὄφρα σε τῇ πέμπωσι τιτυσκόμεναι φρεσὶ νῆες· Odyssey 1.557 οὐ γὰρ Φαιήκεσσι κυβερνητῆρες ἔασιν, Odyssey 1.558 οὐδέ τι πηδάλιʼ ἔστι, τά τʼ ἄλλαι νῆες ἔχουσιν· Odyssey 1.559 ἀλλʼ αὐταὶ ἴσασι νοήματα καὶ φρένας ἀνδρῶν, Odyssey 1.560 καὶ πάντων ἴσασι πόλιας καὶ πίονας ἀγροὺς Odyssey 1.561 ἀνθρώπων, καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπερόωσιν Odyssey 1.562 ἠέρι καὶ νεφέλῃ κεκαλυμμέναι· οὐδέ ποτέ σφιν Odyssey 1.563 οὔτε τι πημανθῆναι ἔπι δέος οὔτʼ ἀπολέσθαι. Odyssey 1.564 ἀλλὰ τόδʼ ὥς ποτε πατρὸς ἐγὼν εἰπόντος ἄκουσα Odyssey 1.565 Ναυσιθόου, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι Odyssey 1.566 ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. Odyssey 1.567 φῆ ποτὲ Φαιήκων ἀνδρῶν ἐυεργέα νῆα Odyssey 1.568 ἐκ πομπῆς ἀνιοῦσαν ἐν ἠεροειδέι πόντῳ Odyssey 1.569 ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. Odyssey 1.570 ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δέ κεν θεὸς ἢ τελέσειεν Odyssey 1.571 ἤ κʼ ἀτέλεστʼ εἴη, ὥς οἱ φίλον ἔπλετο θυμῷ· Odyssey 1.572 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.573 ὅππῃ ἀπεπλάγχθης τε καὶ ἅς τινας ἵκεο χώρας Odyssey 1.574 ἀνθρώπων, αὐτούς τε πόλιάς τʼ ἐὺ ναιετοώσας, Odyssey 1.575 ἠμὲν ὅσοι χαλεποί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, Odyssey 1.576 οἵ τε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. Odyssey 1.577 εἰπὲ δʼ ὅ τι κλαίεις καὶ ὀδύρεαι ἔνδοθι θυμῷ Odyssey 1.578 Ἀργείων Δαναῶν ἠδʼ Ἰλίου οἶτον ἀκούων. Odyssey 1.579 τὸν δὲ θεοὶ μὲν τεῦξαν, ἐπεκλώσαντο δʼ ὄλεθρον Odyssey 1.580 ἀνθρώποις, ἵνα ᾖσι καὶ ἐσσομένοισιν ἀοιδή. Odyssey 1.581 ἦ τίς τοι καὶ πηὸς ἀπέφθιτο Ἰλιόθι πρὸ Odyssey 1.582 ἐσθλὸς ἐών, γαμβρὸς ἢ πενθερός, οἵ τε μάλιστα Odyssey 1.583 κήδιστοι τελέθουσι μεθʼ αἷμά τε καὶ γένος αὐτῶν; Odyssey 1.584 ἦ τίς που καὶ ἑταῖρος ἀνὴρ κεχαρισμένα εἰδώς, Odyssey 1.585 ἐσθλός; ἐπεὶ οὐ μέν τι κασιγνήτοιο χερείων Odyssey 1.586 γίγνεται, ὅς κεν ἑταῖρος ἐὼν πεπνυμένα εἰδῇ. Odyssey 1.1 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.2 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, Odyssey 1.3 ἦ τοι μὲν τόδε καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ Odyssey 1.4 τοιοῦδʼ οἷος ὅδʼ ἐστί, θεοῖς ἐναλίγκιος αὐδήν. Odyssey 1.5 οὐ γὰρ ἐγώ γέ τί φημι τέλος χαριέστερον εἶναι Odyssey 1.6 ἢ ὅτʼ ἐυφροσύνη μὲν ἔχῃ κάτα δῆμον ἅπαντα, Odyssey 1.7 δαιτυμόνες δʼ ἀνὰ δώματʼ ἀκουάζωνται ἀοιδοῦ Odyssey 1.8 ἥμενοι ἑξείης, παρὰ δὲ πλήθωσι τράπεζαι Odyssey 1.9 σίτου καὶ κρειῶν, μέθυ δʼ ἐκ κρητῆρος ἀφύσσων Odyssey 1.10 οἰνοχόος φορέῃσι καὶ ἐγχείῃ δεπάεσσι· Odyssey 1.11 τοῦτό τί μοι κάλλιστον ἐνὶ φρεσὶν εἴδεται εἶναι. Odyssey 1.12 σοὶ δʼ ἐμὰ κήδεα θυμὸς ἐπετράπετο στονόεντα Odyssey 1.13 εἴρεσθʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω· Odyssey 1.14 τί πρῶτόν τοι ἔπειτα, τί δʼ ὑστάτιον καταλέξω; Odyssey 1.15 κήδεʼ ἐπεί μοι πολλὰ δόσαν θεοὶ Οὐρανίωνες. Odyssey 1.16 νῦν δʼ ὄνομα πρῶτον μυθήσομαι, ὄφρα καὶ ὑμεῖς Odyssey 1.17 εἴδετʼ, ἐγὼ δʼ ἂν ἔπειτα φυγὼν ὕπο νηλεὲς ἦμαρ Odyssey 1.18 ὑμῖν ξεῖνος ἔω καὶ ἀπόπροθι δώματα ναίων. Odyssey 1.19 εἴμʼ Ὀδυσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν Odyssey 1.20 ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. Odyssey 1.21 ναιετάω δʼ Ἰθάκην ἐυδείελον· ἐν δʼ ὄρος αὐτῇ Odyssey 1.22 Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές· ἀμφὶ δὲ νῆσοι Odyssey 1.23 πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι, Odyssey 1.24 Δουλίχιόν τε Σάμη τε καὶ ὑλήεσσα Ζάκυνθος. Odyssey 1.25 αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται Odyssey 1.26 πρὸς ζόφον, αἱ δέ τʼ ἄνευθε πρὸς ἠῶ τʼ ἠέλιόν τε, Odyssey 1.27 τρηχεῖʼ, ἀλλʼ ἀγαθὴ κουροτρόφος· οὔ τοι ἐγώ γε Odyssey 1.28 ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. Odyssey 1.29 ἦ μέν μʼ αὐτόθʼ ἔρυκε Καλυψώ, δῖα θεάων, Odyssey 1.30 ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι· Odyssey 1.31 ὣς δʼ αὔτως Κίρκη κατερήτυεν ἐν μεγάροισιν Odyssey 1.32 Αἰαίη δολόεσσα, λιλαιομένη πόσιν εἶναι· Odyssey 1.33 ἀλλʼ ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον. Odyssey 1.34 ὣς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων Odyssey 1.35 γίγνεται, εἴ περ καί τις ἀπόπροθι πίονα οἶκον Odyssey 1.36 γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων. Odyssey 1.37 εἰ δʼ ἄγε τοι καὶ νόστον ἐμὸν πολυκηδέʼ ἐνίσπω, Odyssey 1.38 ὅν μοι Ζεὺς ἐφέηκεν ἀπὸ Τροίηθεν ἰόντι. Odyssey 1.39 Ἰλιόθεν με φέρων ἄνεμος Κικόνεσσι πέλασσεν, Odyssey 1.40 Ἰσμάρῳ. ἔνθα δʼ ἐγὼ πόλιν ἔπραθον, ὤλεσα δʼ αὐτούς· Odyssey 1.41 ἐκ πόλιος δʼ ἀλόχους καὶ κτήματα πολλὰ λαβόντες Odyssey 1.42 δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. Odyssey 1.43 ἔνθʼ ἦ τοι μὲν ἐγὼ διερῷ ποδὶ φευγέμεν ἡμέας Odyssey 1.44 ἠνώγεα, τοὶ δὲ μέγα νήπιοι οὐκ ἐπίθοντο. Odyssey 1.45 ἔνθα δὲ πολλὸν μὲν μέθυ πίνετο, πολλὰ δὲ μῆλα Odyssey 1.46 ἔσφαζον παρὰ θῖνα καὶ εἰλίποδας ἕλικας βοῦς· Odyssey 1.47 τόφρα δʼ ἄρʼ οἰχόμενοι Κίκονες Κικόνεσσι γεγώνευν, Odyssey 1.48 οἵ σφιν γείτονες ἦσαν, ἅμα πλέονες καὶ ἀρείους, Odyssey 1.49 ἤπειρον ναίοντες, ἐπιστάμενοι μὲν ἀφʼ ἵππων Odyssey 1.50 ἀνδράσι μάρνασθαι καὶ ὅθι χρὴ πεζὸν ἐόντα. Odyssey 1.51 ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίγνεται ὥρῃ, Odyssey 1.52 ἠέριοι· τότε δή ῥα κακὴ Διὸς αἶσα παρέστη Odyssey 1.53 ἡμῖν αἰνομόροισιν, ἵνʼ ἄλγεα πολλὰ πάθοιμεν. Odyssey 1.54 στησάμενοι δʼ ἐμάχοντο μάχην παρὰ νηυσὶ θοῇσι, Odyssey 1.55 βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν. Odyssey 1.56 ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ, Odyssey 1.57 τόφρα δʼ ἀλεξόμενοι μένομεν πλέονάς περ ἐόντας. Odyssey 1.58 ἦμος δʼ ἠέλιος μετενίσσετο βουλυτόνδε, Odyssey 1.59 καὶ τότε δὴ Κίκονες κλῖναν δαμάσαντες Ἀχαιούς. Odyssey 1.60 ἓξ δʼ ἀφʼ ἑκάστης νηὸς ἐυκνήμιδες ἑταῖροι Odyssey 1.61 ὤλονθʼ· οἱ δʼ ἄλλοι φύγομεν θάνατόν τε μόρον τε. Odyssey 1.62 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, Odyssey 1.63 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. Odyssey 1.64 οὐδʼ ἄρα μοι προτέρω νῆες κίον ἀμφιέλισσαι, Odyssey 1.65 πρίν τινα τῶν δειλῶν ἑτάρων τρὶς ἕκαστον ἀῦσαι, Odyssey 1.66 οἳ θάνον ἐν πεδίῳ Κικόνων ὕπο δῃωθέντες. Odyssey 1.67 νηυσὶ δʼ ἐπῶρσʼ ἄνεμον Βορέην νεφεληγερέτα Ζεὺς Odyssey 1.68 λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε Odyssey 1.69 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. Odyssey 1.70 αἱ μὲν ἔπειτʼ ἐφέροντʼ ἐπικάρσιαι, ἱστία δέ σφιν Odyssey 1.71 τριχθά τε καὶ τετραχθὰ διέσχισεν ἲς ἀνέμοιο. Odyssey 1.72 καὶ τὰ μὲν ἐς νῆας κάθεμεν, δείσαντες ὄλεθρον, Odyssey 1.73 αὐτὰς δʼ ἐσσυμένως προερέσσαμεν ἤπειρόνδε. Odyssey 1.74 ἔνθα δύω νύκτας δύο τʼ ἤματα συνεχὲς αἰεὶ Odyssey 1.75 κείμεθʼ, ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. Odyssey 1.76 ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, Odyssey 1.77 ἱστοὺς στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες Odyssey 1.78 ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. Odyssey 1.79 καί νύ κεν ἀσκηθὴς ἱκόμην ἐς πατρίδα γαῖαν· Odyssey 1.80 ἀλλά με κῦμα ῥόος τε περιγνάμπτοντα Μάλειαν Odyssey 1.81 καὶ Βορέης ἀπέωσε, παρέπλαγξεν δὲ Κυθήρων. Odyssey 1.82 ἔνθεν δʼ ἐννῆμαρ φερόμην ὀλοοῖς ἀνέμοισιν Odyssey 1.83 πόντον ἐπʼ ἰχθυόεντα· ἀτὰρ δεκάτῃ ἐπέβημεν Odyssey 1.84 γαίης Λωτοφάγων, οἵ τʼ ἄνθινον εἶδαρ ἔδουσιν. Odyssey 1.85 ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, Odyssey 1.86 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. Odyssey 1.87 αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, Odyssey 1.88 δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, Odyssey 1.89 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες Odyssey 1.90 ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας. Odyssey 1.91 οἱ δʼ αἶψʼ οἰχόμενοι μίγεν ἀνδράσι Λωτοφάγοισιν· Odyssey 1.92 οὐδʼ ἄρα Λωτοφάγοι μήδονθʼ ἑτάροισιν ὄλεθρον Odyssey 1.93 ἡμετέροις, ἀλλά σφι δόσαν λωτοῖο πάσασθαι. Odyssey 1.94 τῶν δʼ ὅς τις λωτοῖο φάγοι μελιηδέα καρπόν, Odyssey 1.95 οὐκέτʼ ἀπαγγεῖλαι πάλιν ἤθελεν οὐδὲ νέεσθαι, Odyssey 1.96 ἀλλʼ αὐτοῦ βούλοντο μετʼ ἀνδράσι Λωτοφάγοισι Odyssey 1.97 λωτὸν ἐρεπτόμενοι μενέμεν νόστου τε λαθέσθαι. Odyssey 1.98 τοὺς μὲν ἐγὼν ἐπὶ νῆας ἄγον κλαίοντας ἀνάγκῃ, Odyssey 1.99 νηυσὶ δʼ ἐνὶ γλαφυρῇσιν ὑπὸ ζυγὰ δῆσα ἐρύσσας. Odyssey 1.100 αὐτὰρ τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους Odyssey 1.101 σπερχομένους νηῶν ἐπιβαινέμεν ὠκειάων, Odyssey 1.102 μή πώς τις λωτοῖο φαγὼν νόστοιο λάθηται. Odyssey 1.103 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, Odyssey 1.104 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Odyssey 1.105 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ· Odyssey 1.106 Κυκλώπων δʼ ἐς γαῖαν ὑπερφιάλων ἀθεμίστων Odyssey 1.107 ἱκόμεθʼ, οἵ ῥα θεοῖσι πεποιθότες ἀθανάτοισιν Odyssey 1.108 οὔτε φυτεύουσιν χερσὶν φυτὸν οὔτʼ ἀρόωσιν, Odyssey 1.109 ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, Odyssey 1.110 πυροὶ καὶ κριθαὶ ἠδʼ ἄμπελοι, αἵ τε φέρουσιν Odyssey 1.111 οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει. Odyssey 1.112 τοῖσιν δʼ οὔτʼ ἀγοραὶ βουληφόροι οὔτε θέμιστες, Odyssey 1.113 ἀλλʼ οἵ γʼ ὑψηλῶν ὀρέων ναίουσι κάρηνα Odyssey 1.114 ἐν σπέσσι γλαφυροῖσι, θεμιστεύει δὲ ἕκαστος Odyssey 1.115 παίδων ἠδʼ ἀλόχων, οὐδʼ ἀλλήλων ἀλέγουσιν. Odyssey 1.116 νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται, Odyssey 1.117 γαίης Κυκλώπων οὔτε σχεδὸν οὔτʼ ἀποτηλοῦ, Odyssey 1.118 ὑλήεσσʼ· ἐν δʼ αἶγες ἀπειρέσιαι γεγάασιν Odyssey 1.119 ἄγριαι· οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει, Odyssey 1.120 οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται, οἵ τε καθʼ ὕλην Odyssey 1.121 ἄλγεα πάσχουσιν κορυφὰς ὀρέων ἐφέποντες. Odyssey 1.122 οὔτʼ ἄρα ποίμνῃσιν καταΐσχεται οὔτʼ ἀρότοισιν, Odyssey 1.123 ἀλλʼ ἥ γʼ ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα Odyssey 1.124 ἀνδρῶν χηρεύει, βόσκει δέ τε μηκάδας αἶγας. Odyssey 1.125 οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι, Odyssey 1.126 οὐδʼ ἄνδρες νηῶν ἔνι τέκτονες, οἵ κε κάμοιεν Odyssey 1.127 νῆας ἐυσσέλμους, αἵ κεν τελέοιεν ἕκαστα Odyssey 1.128 ἄστεʼ ἐπʼ ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ Odyssey 1.129 ἄνδρες ἐπʼ ἀλλήλους νηυσὶν περόωσι θάλασσαν· Odyssey 1.130 οἵ κέ σφιν καὶ νῆσον ἐυκτιμένην ἐκάμοντο. Odyssey 1.131 οὐ μὲν γάρ τι κακή γε, φέροι δέ κεν ὥρια πάντα· Odyssey 1.132 ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρʼ ὄχθας Odyssey 1.133 ὑδρηλοὶ μαλακοί· μάλα κʼ ἄφθιτοι ἄμπελοι εἶεν. Odyssey 1.134 ἐν δʼ ἄροσις λείη· μάλα κεν βαθὺ λήιον αἰεὶ Odyssey 1.135 εἰς ὥρας ἀμῷεν, ἐπεὶ μάλα πῖαρ ὑπʼ οὖδας. Odyssey 1.136 ἐν δὲ λιμὴν ἐύορμος, ἵνʼ οὐ χρεὼ πείσματός ἐστιν, Odyssey 1.137 οὔτʼ εὐνὰς βαλέειν οὔτε πρυμνήσιʼ ἀνάψαι, Odyssey 1.138 ἀλλʼ ἐπικέλσαντας μεῖναι χρόνον εἰς ὅ κε ναυτέων Odyssey 1.139 θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται. Odyssey 1.140 αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, Odyssey 1.141 κρήνη ὑπὸ σπείους· περὶ δʼ αἴγειροι πεφύασιν. Odyssey 1.142 ἔνθα κατεπλέομεν, καί τις θεὸς ἡγεμόνευεν Odyssey 1.143 νύκτα διʼ ὀρφναίην, οὐδὲ προυφαίνετʼ ἰδέσθαι· Odyssey 1.144 ἀὴρ γὰρ περὶ νηυσὶ βαθεῖʼ ἦν, οὐδὲ σελήνη Odyssey 1.145 οὐρανόθεν προύφαινε, κατείχετο δὲ νεφέεσσιν. Odyssey 1.146 ἔνθʼ οὔ τις τὴν νῆσον ἐσέδρακεν ὀφθαλμοῖσιν, Odyssey 1.147 οὔτʼ οὖν κύματα μακρὰ κυλινδόμενα προτὶ χέρσον Odyssey 1.148 εἰσίδομεν, πρὶν νῆας ἐυσσέλμους ἐπικέλσαι. Odyssey 1.149 κελσάσῃσι δὲ νηυσὶ καθείλομεν ἱστία πάντα, Odyssey 1.150 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· Odyssey 1.151 ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. Odyssey 1.152 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.153 νῆσον θαυμάζοντες ἐδινεόμεσθα κατʼ αὐτήν. Odyssey 1.154 ὦρσαν δὲ νύμφαι, κοῦραι Διὸς αἰγιόχοιο, Odyssey 1.155 αἶγας ὀρεσκῴους, ἵνα δειπνήσειαν ἑταῖροι. Odyssey 1.156 αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους Odyssey 1.157 εἱλόμεθʼ ἐκ νηῶν, διὰ δὲ τρίχα κοσμηθέντες Odyssey 1.158 βάλλομεν· αἶψα δʼ ἔδωκε θεὸς μενοεικέα θήρην. Odyssey 1.159 νῆες μέν μοι ἕποντο δυώδεκα, ἐς δὲ ἑκάστην Odyssey 1.160 ἐννέα λάγχανον αἶγες· ἐμοὶ δὲ δέκʼ ἔξελον οἴῳ. Odyssey 1.161 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Odyssey 1.162 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· Odyssey 1.163 οὐ γάρ πω νηῶν ἐξέφθιτο οἶνος ἐρυθρός, Odyssey 1.164 ἀλλʼ ἐνέην· πολλὸν γὰρ ἐν ἀμφιφορεῦσιν ἕκαστοι Odyssey 1.165 ἠφύσαμεν Κικόνων. ἱερὸν πτολίεθρον ἑλόντες. Odyssey 1.166 Κυκλώπων δʼ ἐς γαῖαν ἐλεύσσομεν ἐγγὺς ἐόντων, Odyssey 1.167 καπνόν τʼ αὐτῶν τε φθογγὴν ὀίων τε καὶ αἰγῶν. Odyssey 1.168 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, Odyssey 1.169 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Odyssey 1.170 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.171 καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· Odyssey 1.172 ἄλλοι μὲν νῦν μίμνετʼ, ἐμοὶ ἐρίηρες ἑταῖροι· Odyssey 1.173 αὐτὰρ ἐγὼ σὺν νηί τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισιν Odyssey 1.174 ἐλθὼν τῶνδʼ ἀνδρῶν πειρήσομαι, οἵ τινές εἰσιν, Odyssey 1.175 ἤ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, Odyssey 1.176 ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής. Odyssey 1.177 ὣς εἰπὼν ἀνὰ νηὸς ἔβην, ἐκέλευσα δʼ ἑταίρους Odyssey 1.178 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. Odyssey 1.179 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, Odyssey 1.180 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Odyssey 1.181 ἀλλʼ ὅτε δὴ τὸν χῶρον ἀφικόμεθʼ ἐγγὺς ἐόντα, Odyssey 1.182 ἔνθα δʼ ἐπʼ ἐσχατιῇ σπέος εἴδομεν ἄγχι θαλάσσης, Odyssey 1.183 ὑψηλόν, δάφνῃσι κατηρεφές. ἔνθα δὲ πολλὰ Odyssey 1.184 μῆλʼ, ὄιές τε καὶ αἶγες, ἰαύεσκον· περὶ δʼ αὐλὴ Odyssey 1.185 ὑψηλὴ δέδμητο κατωρυχέεσσι λίθοισι Odyssey 1.186 μακρῇσίν τε πίτυσσιν ἰδὲ δρυσὶν ὑψικόμοισιν. Odyssey 1.187 ἔνθα δʼ ἀνὴρ ἐνίαυε πελώριος, ὅς ῥα τὰ μῆλα Odyssey 1.188 οἶος ποιμαίνεσκεν ἀπόπροθεν· οὐδὲ μετʼ ἄλλους Odyssey 1.189 πωλεῖτʼ, ἀλλʼ ἀπάνευθεν ἐὼν ἀθεμίστια ᾔδη. Odyssey 1.190 καὶ γὰρ θαῦμʼ ἐτέτυκτο πελώριον, οὐδὲ ἐῴκει Odyssey 1.191 ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι Odyssey 1.192 ὑψηλῶν ὀρέων, ὅ τε φαίνεται οἶον ἀπʼ ἄλλων. Odyssey 1.193 δὴ τότε τοὺς ἄλλους κελόμην ἐρίηρας ἑταίρους Odyssey 1.194 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι, Odyssey 1.195 αὐτὰρ ἐγὼ κρίνας ἑτάρων δυοκαίδεκʼ ἀρίστους Odyssey 1.196 βῆν· ἀτὰρ αἴγεον ἀσκὸν ἔχον μέλανος οἴνοιο Odyssey 1.197 ἡδέος, ὅν μοι ἔδωκε Μάρων, Ἐυάνθεος υἱός, Odyssey 1.198 ἱρεὺς Ἀπόλλωνος, ὃς Ἴσμαρον ἀμφιβεβήκει, Odyssey 1.199 οὕνεκά μιν σὺν παιδὶ περισχόμεθʼ ἠδὲ γυναικὶ Odyssey 1.200 ἁζόμενοι· ᾤκει γὰρ ἐν ἄλσεϊ δενδρήεντι Odyssey 1.201 Φοίβου Ἀπόλλωνος. ὁ δέ μοι πόρεν ἀγλαὰ δῶρα· Odyssey 1.202 χρυσοῦ μέν μοι ἔδωκʼ ἐυεργέος ἑπτὰ τάλαντα, Odyssey 1.203 δῶκε δέ μοι κρητῆρα πανάργυρον, αὐτὰρ ἔπειτα Odyssey 1.204 οἶνον ἐν ἀμφιφορεῦσι δυώδεκα πᾶσιν ἀφύσσας Odyssey 1.205 ἡδὺν ἀκηράσιον, θεῖον ποτόν· οὐδέ τις αὐτὸν Odyssey 1.206 ἠείδη δμώων οὐδʼ ἀμφιπόλων ἐνὶ οἴκῳ, Odyssey 1.207 ἀλλʼ αὐτὸς ἄλοχός τε φίλη ταμίη τε μίʼ οἴη. Odyssey 1.208 τὸν δʼ ὅτε πίνοιεν μελιηδέα οἶνον ἐρυθρόν, Odyssey 1.209 ἓν δέπας ἐμπλήσας ὕδατος ἀνὰ εἴκοσι μέτρα Odyssey 1.210 χεῦʼ, ὀδμὴ δʼ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει Odyssey 1.211 θεσπεσίη· τότʼ ἂν οὔ τοι ἀποσχέσθαι φίλον ἦεν. Odyssey 1.212 τοῦ φέρον ἐμπλήσας ἀσκὸν μέγαν, ἐν δὲ καὶ ᾖα Odyssey 1.213 κωρύκῳ· αὐτίκα γάρ μοι ὀίσατο θυμὸς ἀγήνωρ Odyssey 1.214 ἄνδρʼ ἐπελεύσεσθαι μεγάλην ἐπιειμένον ἀλκήν, Odyssey 1.215 ἄγριον, οὔτε δίκας ἐὺ εἰδότα οὔτε θέμιστας. Odyssey 1.216 καρπαλίμως δʼ εἰς ἄντρον ἀφικόμεθʼ, οὐδέ μιν ἔνδον Odyssey 1.217 εὕρομεν, ἀλλʼ ἐνόμευε νομὸν κάτα πίονα μῆλα. Odyssey 1.218 ἐλθόντες δʼ εἰς ἄντρον ἐθηεύμεσθα ἕκαστα. Odyssey 1.219 ταρσοὶ μὲν τυρῶν βρῖθον, στείνοντο δὲ σηκοὶ Odyssey 1.220 ἀρνῶν ἠδʼ ἐρίφων· διακεκριμέναι δὲ ἕκασται Odyssey 1.221 ἔρχατο, χωρὶς μὲν πρόγονοι, χωρὶς δὲ μέτασσαι, Odyssey 1.222 χωρὶς δʼ αὖθʼ ἕρσαι. ναῖον δʼ ὀρῷ ἄγγεα πάντα, Odyssey 1.223 γαυλοί τε σκαφίδες τε, τετυγμένα, τοῖς ἐνάμελγεν. Odyssey 1.224 ἔνθʼ ἐμὲ μὲν πρώτισθʼ ἕταροι λίσσοντʼ ἐπέεσσιν Odyssey 1.225 τυρῶν αἰνυμένους ἰέναι πάλιν, αὐτὰρ ἔπειτα Odyssey 1.226 καρπαλίμως ἐπὶ νῆα θοὴν ἐρίφους τε καὶ ἄρνας Odyssey 1.227 σηκῶν ἐξελάσαντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ· Odyssey 1.228 ἀλλʼ ἐγὼ οὐ πιθόμην, ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν, Odyssey 1.229 ὄφρʼ αὐτόν τε ἴδοιμι, καὶ εἴ μοι ξείνια δοίη. Odyssey 1.230 οὐδʼ ἄρʼ ἔμελλʼ ἑτάροισι φανεὶς ἐρατεινὸς ἔσεσθαι. Odyssey 1.231 ἔνθα δὲ πῦρ κήαντες ἐθύσαμεν ἠδὲ καὶ αὐτοὶ Odyssey 1.232 τυρῶν αἰνύμενοι φάγομεν, μένομέν τέ μιν ἔνδον Odyssey 1.233 ἥμενοι, ἧος ἐπῆλθε νέμων. φέρε δʼ ὄβριμον ἄχθος Odyssey 1.234 ὕλης ἀζαλέης, ἵνα οἱ ποτιδόρπιον εἴη, Odyssey 1.235 ἔντοσθεν δʼ ἄντροιο βαλὼν ὀρυμαγδὸν ἔθηκεν· Odyssey 1.236 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ ἐς μυχὸν ἄντρου. Odyssey 1.237 αὐτὰρ ὅ γʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα Odyssey 1.238 πάντα μάλʼ ὅσσʼ ἤμελγε, τὰ δʼ ἄρσενα λεῖπε θύρηφιν, Odyssey 1.239 ἀρνειούς τε τράγους τε, βαθείης ἔκτοθεν αὐλῆς. Odyssey 1.240 αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, Odyssey 1.241 ὄβριμον· οὐκ ἂν τόν γε δύω καὶ εἴκοσʼ ἄμαξαι Odyssey 1.242 ἐσθλαὶ τετράκυκλοι ἀπʼ οὔδεος ὀχλίσσειαν· Odyssey 1.243 τόσσην ἠλίβατον πέτρην ἐπέθηκε θύρῃσιν. Odyssey 1.244 ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, Odyssey 1.245 πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. Odyssey 1.246 αὐτίκα δʼ ἥμισυ μὲν θρέψας λευκοῖο γάλακτος Odyssey 1.247 πλεκτοῖς ἐν ταλάροισιν ἀμησάμενος κατέθηκεν, Odyssey 1.248 ἥμισυ δʼ αὖτʼ ἔστησεν ἐν ἄγγεσιν, ὄφρα οἱ εἴη Odyssey 1.249 πίνειν αἰνυμένῳ καί οἱ ποτιδόρπιον εἴη. Odyssey 1.250 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, Odyssey 1.251 καὶ τότε πῦρ ἀνέκαιε καὶ εἴσιδεν, εἴρετο δʼ ἡμέας· Odyssey 1.252 ὦ ξεῖνοι, τίνες ἐστέ; πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα; Odyssey 1.253 ἦ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε, Odyssey 1.254 οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται Odyssey 1.255 ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες; Odyssey 1.256 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτε κατεκλάσθη φίλον ἦτορ, Odyssey 1.257 δεισάντων φθόγγον τε βαρὺν αὐτόν τε πέλωρον. Odyssey 1.258 ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· Odyssey 1.259 ἡμεῖς τοι Τροίηθεν ἀποπλαγχθέντες Ἀχαιοὶ Odyssey 1.260 παντοίοις ἀνέμοισιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης, Odyssey 1.261 οἴκαδε ἱέμενοι, ἄλλην ὁδὸν ἄλλα κέλευθα Odyssey 1.262 ἤλθομεν· οὕτω που Ζεὺς ἤθελε μητίσασθαι. Odyssey 1.263 λαοὶ δʼ Ἀτρεΐδεω Ἀγαμέμνονος εὐχόμεθʼ εἶναι, Odyssey 1.264 τοῦ δὴ νῦν γε μέγιστον ὑπουράνιον κλέος ἐστί· Odyssey 1.265 τόσσην γὰρ διέπερσε πόλιν καὶ ἀπώλεσε λαοὺς Odyssey 1.266 πολλούς. ἡμεῖς δʼ αὖτε κιχανόμενοι τὰ σὰ γοῦνα Odyssey 1.267 ἱκόμεθʼ, εἴ τι πόροις ξεινήιον ἠὲ καὶ ἄλλως Odyssey 1.268 δοίης δωτίνην, ἥ τε ξείνων θέμις ἐστίν. Odyssey 1.269 ἀλλʼ αἰδεῖο, φέριστε, θεούς· ἱκέται δέ τοί εἰμεν, Odyssey 1.270 Ζεὺς δʼ ἐπιτιμήτωρ ἱκετάων τε ξείνων τε, Odyssey 1.271 ξείνιος, ὃς ξείνοισιν ἅμʼ αἰδοίοισιν ὀπηδεῖ. Odyssey 1.272 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· Odyssey 1.273 νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, Odyssey 1.274 ὅς με θεοὺς κέλεαι ἢ δειδίμεν ἢ ἀλέασθαι· Odyssey 1.275 οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχου ἀλέγουσιν Odyssey 1.276 οὐδὲ θεῶν μακάρων, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· Odyssey 1.277 οὐδʼ ἂν ἐγὼ Διὸς ἔχθος ἀλευάμενος πεφιδοίμην Odyssey 1.278 οὔτε σεῦ οὔθʼ ἑτάρων, εἰ μὴ θυμός με κελεύοι. Odyssey 1.279 ἀλλά μοι εἴφʼ ὅπῃ ἔσχες ἰὼν ἐυεργέα νῆα, Odyssey 1.280 ἤ που ἐπʼ ἐσχατιῆς, ἦ καὶ σχεδόν, ὄφρα δαείω. Odyssey 1.281 ὣς φάτο πειράζων, ἐμὲ δʼ οὐ λάθεν εἰδότα πολλά, Odyssey 1.282 ἀλλά μιν ἄψορρον προσέφην δολίοις ἐπέεσσι· Odyssey 1.283 νέα μέν μοι κατέαξε Ποσειδάων ἐνοσίχθων Odyssey 1.284 πρὸς πέτρῃσι βαλὼν ὑμῆς ἐπὶ πείρασι γαίης, Odyssey 1.285 ἄκρῃ προσπελάσας· ἄνεμος δʼ ἐκ πόντου ἔνεικεν· Odyssey 1.286 αὐτὰρ ἐγὼ σὺν τοῖσδε ὑπέκφυγον αἰπὺν ὄλεθρον. Odyssey 1.287 ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο νηλέι θυμῷ, Odyssey 1.288 ἀλλʼ ὅ γʼ ἀναΐξας ἑτάροις ἐπὶ χεῖρας ἴαλλε, Odyssey 1.289 σὺν δὲ δύω μάρψας ὥς τε σκύλακας ποτὶ γαίῃ Odyssey 1.290 κόπτʼ· ἐκ δʼ ἐγκέφαλος χαμάδις ῥέε, δεῦε δὲ γαῖαν. Odyssey 1.291 τοὺς δὲ διὰ μελεϊστὶ ταμὼν ὡπλίσσατο δόρπον· Odyssey 1.292 ἤσθιε δʼ ὥς τε λέων ὀρεσίτροφος, οὐδʼ ἀπέλειπεν, Odyssey 1.293 ἔγκατά τε σάρκας τε καὶ ὀστέα μυελόεντα. Odyssey 1.294 ἡμεῖς δὲ κλαίοντες ἀνεσχέθομεν Διὶ χεῖρας, Odyssey 1.295 σχέτλια ἔργʼ ὁρόωντες, ἀμηχανίη δʼ ἔχε θυμόν. Odyssey 1.296 αὐτὰρ ἐπεὶ Κύκλωψ μεγάλην ἐμπλήσατο νηδὺν Odyssey 1.297 ἀνδρόμεα κρέʼ ἔδων καὶ ἐπʼ ἄκρητον γάλα πίνων, Odyssey 1.298 κεῖτʼ ἔντοσθʼ ἄντροιο τανυσσάμενος διὰ μήλων. Odyssey 1.299 τὸν μὲν ἐγὼ βούλευσα κατὰ μεγαλήτορα θυμὸν Odyssey 1.300 ἆσσον ἰών, ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, Odyssey 1.301 οὐτάμεναι πρὸς στῆθος, ὅθι φρένες ἧπαρ ἔχουσι, Odyssey 1.302 χείρʼ ἐπιμασσάμενος· ἕτερος δέ με θυμὸς ἔρυκεν. Odyssey 1.303 αὐτοῦ γάρ κε καὶ ἄμμες ἀπωλόμεθʼ αἰπὺν ὄλεθρον· Odyssey 1.304 οὐ γάρ κεν δυνάμεσθα θυράων ὑψηλάων Odyssey 1.305 χερσὶν ἀπώσασθαι λίθον ὄβριμον, ὃν προσέθηκεν. Odyssey 1.306 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν. Odyssey 1.307 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.308 καὶ τότε πῦρ ἀνέκαιε καὶ ἤμελγε κλυτὰ μῆλα, Odyssey 1.309 πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. Odyssey 1.310 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, Odyssey 1.311 σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δεῖπνον. Odyssey 1.312 δειπνήσας δʼ ἄντρου ἐξήλασε πίονα μῆλα, Odyssey 1.313 ῥηιδίως ἀφελὼν θυρεὸν μέγαν· αὐτὰρ ἔπειτα Odyssey 1.314 ἂψ ἐπέθηχʼ, ὡς εἴ τε φαρέτρῃ πῶμʼ ἐπιθείη. Odyssey 1.315 πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα Odyssey 1.316 Κύκλωψ· αὐτὰρ ἐγὼ λιπόμην κακὰ βυσσοδομεύων, Odyssey 1.317 εἴ πως τισαίμην, δοίη δέ μοι εὖχος Ἀθήνη. Odyssey 1.318 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. Odyssey 1.319 Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ, Odyssey 1.320 χλωρὸν ἐλαΐνεον· τὸ μὲν ἔκταμεν, ὄφρα φοροίη Odyssey 1.321 αὐανθέν. τὸ μὲν ἄμμες ἐίσκομεν εἰσορόωντες Odyssey 1.322 ὅσσον θʼ ἱστὸν νηὸς ἐεικοσόροιο μελαίνης, Odyssey 1.323 φορτίδος εὐρείης, ἥ τʼ ἐκπεράᾳ μέγα λαῖτμα· Odyssey 1.324 τόσσον ἔην μῆκος, τόσσον πάχος εἰσοράασθαι. Odyssey 1.325 τοῦ μὲν ὅσον τʼ ὄργυιαν ἐγὼν ἀπέκοψα παραστὰς Odyssey 1.326 καὶ παρέθηχʼ ἑτάροισιν, ἀποξῦναι δʼ ἐκέλευσα· Odyssey 1.327 οἱ δʼ ὁμαλὸν ποίησαν· ἐγὼ δʼ ἐθόωσα παραστὰς Odyssey 1.328 ἄκρον, ἄφαρ δὲ λαβὼν ἐπυράκτεον ἐν πυρὶ κηλέῳ. Odyssey 1.329 καὶ τὸ μὲν εὖ κατέθηκα κατακρύψας ὑπὸ κόπρῳ, Odyssey 1.330 ἥ ῥα κατὰ σπείους κέχυτο μεγάλʼ ἤλιθα πολλή· Odyssey 1.331 αὐτὰρ τοὺς ἄλλους κλήρῳ πεπαλάσθαι ἄνωγον, Odyssey 1.332 ὅς τις τολμήσειεν ἐμοὶ σὺν μοχλὸν ἀείρας Odyssey 1.333 τρῖψαι ἐν ὀφθαλμῷ, ὅτε τὸν γλυκὺς ὕπνος ἱκάνοι. Odyssey 1.334 οἱ δʼ ἔλαχον τοὺς ἄν κε καὶ ἤθελον αὐτὸς ἑλέσθαι, Odyssey 1.335 τέσσαρες, αὐτὰρ ἐγὼ πέμπτος μετὰ τοῖσιν ἐλέγμην. Odyssey 1.336 ἑσπέριος δʼ ἦλθεν καλλίτριχα μῆλα νομεύων. Odyssey 1.337 αὐτίκα δʼ εἰς εὐρὺ σπέος ἤλασε πίονα μῆλα Odyssey 1.338 πάντα μάλʼ, οὐδέ τι λεῖπε βαθείης ἔκτοθεν αὐλῆς, Odyssey 1.339 ἤ τι ὀισάμενος, ἢ καὶ θεὸς ὣς ἐκέλευσεν. Odyssey 1.340 αὐτὰρ ἔπειτʼ ἐπέθηκε θυρεὸν μέγαν ὑψόσʼ ἀείρας, Odyssey 1.341 ἑζόμενος δʼ ἤμελγεν ὄις καὶ μηκάδας αἶγας, Odyssey 1.342 πάντα κατὰ μοῖραν, καὶ ὑπʼ ἔμβρυον ἧκεν ἑκάστῃ. Odyssey 1.343 αὐτὰρ ἐπεὶ δὴ σπεῦσε πονησάμενος τὰ ἃ ἔργα, Odyssey 1.344 σὺν δʼ ὅ γε δὴ αὖτε δύω μάρψας ὡπλίσσατο δόρπον. Odyssey 1.345 καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων ἄγχι παραστάς, Odyssey 1.346 κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο· Odyssey 1.347 Κύκλωψ, τῆ, πίε οἶνον, ἐπεὶ φάγες ἀνδρόμεα κρέα, Odyssey 1.348 ὄφρʼ εἰδῇς οἷόν τι ποτὸν τόδε νηῦς ἐκεκεύθει Odyssey 1.349 ἡμετέρη. σοὶ δʼ αὖ λοιβὴν φέρον, εἴ μʼ ἐλεήσας Odyssey 1.350 οἴκαδε πέμψειας· σὺ δὲ μαίνεαι οὐκέτʼ ἀνεκτῶς. Odyssey 1.351 σχέτλιε, πῶς κέν τίς σε καὶ ὕστερον ἄλλος ἵκοιτο Odyssey 1.352 ἀνθρώπων πολέων, ἐπεὶ οὐ κατὰ μοῖραν ἔρεξας; Odyssey 1.353 ὣς ἐφάμην, ὁ δʼ ἔδεκτο καὶ ἔκπιεν· ἥσατο δʼ αἰνῶς Odyssey 1.354 ἡδὺ ποτὸν πίνων καὶ μʼ ᾔτεε δεύτερον αὖτις· Odyssey 1.355 δός μοι ἔτι πρόφρων, καί μοι τεὸν οὔνομα εἰπὲ Odyssey 1.356 αὐτίκα νῦν, ἵνα τοι δῶ ξείνιον, ᾧ κε σὺ χαίρῃς· Odyssey 1.357 καὶ γὰρ Κυκλώπεσσι φέρει ζείδωρος ἄρουρα Odyssey 1.358 οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει· Odyssey 1.359 ἀλλὰ τόδʼ ἀμβροσίης καὶ νέκταρός ἐστιν ἀπορρώξ. Odyssey 1.360 ὣς φάτʼ, ἀτάρ οἱ αὖτις ἐγὼ πόρον αἴθοπα οἶνον. Odyssey 1.361 τρὶς μὲν ἔδωκα φέρων, τρὶς δʼ ἔκπιεν ἀφραδίῃσιν. Odyssey 1.362 αὐτὰρ ἐπεὶ Κύκλωπα περὶ φρένας ἤλυθεν οἶνος, Odyssey 1.363 καὶ τότε δή μιν ἔπεσσι προσηύδων μειλιχίοισι· Odyssey 1.364 Κύκλωψ, εἰρωτᾷς μʼ ὄνομα κλυτόν, αὐτὰρ ἐγώ τοι Odyssey 1.365 ἐξερέω· σὺ δέ μοι δὸς ξείνιον, ὥς περ ὑπέστης. Odyssey 1.366 Οὖτις ἐμοί γʼ ὄνομα· Οὖτιν δέ με κικλήσκουσι Odyssey 1.367 μήτηρ ἠδὲ πατὴρ ἠδʼ ἄλλοι πάντες ἑταῖροι. Odyssey 1.368 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμείβετο νηλέι θυμῷ· Odyssey 1.369 Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισιν, Odyssey 1.370 τοὺς δʼ ἄλλους πρόσθεν· τὸ δέ τοι ξεινήιον ἔσται. Odyssey 1.371 ἦ καὶ ἀνακλινθεὶς πέσεν ὕπτιος, αὐτὰρ ἔπειτα Odyssey 1.372 κεῖτʼ ἀποδοχμώσας παχὺν αὐχένα, κὰδ δέ μιν ὕπνος Odyssey 1.373 ᾕρει πανδαμάτωρ· φάρυγος δʼ ἐξέσσυτο οἶνος Odyssey 1.374 ψωμοί τʼ ἀνδρόμεοι· ὁ δʼ ἐρεύγετο οἰνοβαρείων. Odyssey 1.375 καὶ τότʼ ἐγὼ τὸν μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς, Odyssey 1.376 ἧος θερμαίνοιτο· ἔπεσσι δὲ πάντας ἑταίρους Odyssey 1.377 θάρσυνον, μή τίς μοι ὑποδείσας ἀναδύη. Odyssey 1.378 ἀλλʼ ὅτε δὴ τάχʼ ὁ μοχλὸς ἐλάινος ἐν πυρὶ μέλλεν Odyssey 1.379 ἅψεσθαι, χλωρός περ ἐών, διεφαίνετο δʼ αἰνῶς, Odyssey 1.380 καὶ τότʼ ἐγὼν ἆσσον φέρον ἐκ πυρός, ἀμφὶ δʼ ἑταῖροι Odyssey 1.381 ἵσταντʼ· αὐτὰρ θάρσος ἐνέπνευσεν μέγα δαίμων. Odyssey 1.382 οἱ μὲν μοχλὸν ἑλόντες ἐλάινον, ὀξὺν ἐπʼ ἄκρῳ, Odyssey 1.383 ὀφθαλμῷ ἐνέρεισαν· ἐγὼ δʼ ἐφύπερθεν ἐρεισθεὶς Odyssey 1.384 δίνεον, ὡς ὅτε τις τρυπῷ δόρυ νήιον ἀνὴρ Odyssey 1.385 τρυπάνῳ, οἱ δέ τʼ ἔνερθεν ὑποσσείουσιν ἱμάντι Odyssey 1.386 ἁψάμενοι ἑκάτερθε, τὸ δὲ τρέχει ἐμμενὲς αἰεί. Odyssey 1.387 ὣς τοῦ ἐν ὀφθαλμῷ πυριήκεα μοχλὸν ἑλόντες Odyssey 1.388 δινέομεν, τὸν δʼ αἷμα περίρρεε θερμὸν ἐόντα. Odyssey 1.389 πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀυτμὴ Odyssey 1.390 γλήνης καιομένης, σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι. Odyssey 1.391 ὡς δʼ ὅτʼ ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον Odyssey 1.392 εἰν ὕδατι ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα Odyssey 1.393 φαρμάσσων· τὸ γὰρ αὖτε σιδήρου γε κράτος ἐστίν Odyssey 1.394 ὣς τοῦ σίζʼ ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. Odyssey 1.395 σμερδαλέον δὲ μέγʼ ᾤμωξεν, περὶ δʼ ἴαχε πέτρη, Odyssey 1.396 ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθʼ· αὐτὰρ ὁ μοχλὸν Odyssey 1.397 ἐξέρυσʼ ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ. Odyssey 1.398 τὸν μὲν ἔπειτʼ ἔρριψεν ἀπὸ ἕο χερσὶν ἀλύων, Odyssey 1.399 αὐτὰρ ὁ Κύκλωπας μεγάλʼ ἤπυεν, οἵ ῥά μιν ἀμφὶς Odyssey 1.400 ᾤκεον ἐν σπήεσσι διʼ ἄκριας ἠνεμοέσσας. Odyssey 1.401 οἱ δὲ βοῆς ἀίοντες ἐφοίτων ἄλλοθεν ἄλλος, Odyssey 1.402 ἱστάμενοι δʼ εἴροντο περὶ σπέος ὅττι ἑ κήδοι· Odyssey 1.403 τίπτε τόσον, Πολύφημʼ, ἀρημένος ὧδʼ ἐβόησας Odyssey 1.404 νύκτα διʼ ἀμβροσίην καὶ ἀύπνους ἄμμε τίθησθα; Odyssey 1.405 ἦ μή τίς σευ μῆλα βροτῶν ἀέκοντος ἐλαύνει; Odyssey 1.406 ἦ μή τίς σʼ αὐτὸν κτείνει δόλῳ ἠὲ βίηφιν; Odyssey 1.407 τοὺς δʼ αὖτʼ ἐξ ἄντρου προσέφη κρατερὸς Πολύφημος· Odyssey 1.408 ὦ φίλοι, Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίηφιν. Odyssey 1.409 οἱ δʼ ἀπαμειβόμενοι ἔπεα πτερόεντʼ ἀγόρευον· Odyssey 1.410 εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, Odyssey 1.411 νοῦσον γʼ οὔ πως ἔστι Διὸς μεγάλου ἀλέασθαι, Odyssey 1.412 ἀλλὰ σύ γʼ εὔχεο πατρὶ Ποσειδάωνι ἄνακτι. Odyssey 1.413 ὣς ἄρʼ ἔφαν ἀπιόντες, ἐμὸν δʼ ἐγέλασσε φίλον κῆρ, Odyssey 1.414 ὡς ὄνομʼ ἐξαπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. Odyssey 1.415 Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι Odyssey 1.416 χερσὶ ψηλαφόων ἀπὸ μὲν λίθον εἷλε θυράων, Odyssey 1.417 αὐτὸς δʼ εἰνὶ θύρῃσι καθέζετο χεῖρε πετάσσας, Odyssey 1.418 εἴ τινά που μετʼ ὄεσσι λάβοι στείχοντα θύραζε· Odyssey 1.419 οὕτω γάρ πού μʼ ἤλπετʼ ἐνὶ φρεσὶ νήπιον εἶναι. Odyssey 1.420 αὐτὰρ ἐγὼ βούλευον, ὅπως ὄχʼ ἄριστα γένοιτο, Odyssey 1.421 εἴ τινʼ ἑταίροισιν θανάτου λύσιν ἠδʼ ἐμοὶ αὐτῷ Odyssey 1.422 εὑροίμην· πάντας δὲ δόλους καὶ μῆτιν ὕφαινον Odyssey 1.423 ὥς τε περὶ ψυχῆς· μέγα γὰρ κακὸν ἐγγύθεν ἦεν. Odyssey 1.424 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. Odyssey 1.425 ἄρσενες ὄιες ἦσαν ἐυτρεφέες, δασύμαλλοι, Odyssey 1.426 καλοί τε μεγάλοι τε, ἰοδνεφὲς εἶρος ἔχοντες· Odyssey 1.427 τοὺς ἀκέων συνέεργον ἐυστρεφέεσσι λύγοισιν, Odyssey 1.428 τῇς ἔπι Κύκλωψ εὗδε πέλωρ, ἀθεμίστια εἰδώς, Odyssey 1.429 σύντρεις αἰνύμενος· ὁ μὲν ἐν μέσῳ ἄνδρα φέρεσκε, Odyssey 1.430 τὼ δʼ ἑτέρω ἑκάτερθεν ἴτην σώοντες ἑταίρους. Odyssey 1.431 τρεῖς δὲ ἕκαστον φῶτʼ ὄιες φέρον· αὐτὰρ ἐγώ γε— Odyssey 1.432 ἀρνειὸς γὰρ ἔην μήλων ὄχʼ ἄριστος ἁπάντων, Odyssey 1.433 τοῦ κατὰ νῶτα λαβών, λασίην ὑπὸ γαστέρʼ ἐλυσθεὶς Odyssey 1.434 κείμην· αὐτὰρ χερσὶν ἀώτου θεσπεσίοιο Odyssey 1.435 νωλεμέως στρεφθεὶς ἐχόμην τετληότι θυμῷ. Odyssey 1.436 ὣς τότε μὲν στενάχοντες ἐμείναμεν Ἠῶ δῖαν. Odyssey 1.437 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.438 καὶ τότʼ ἔπειτα νομόνδʼ ἐξέσσυτο ἄρσενα μῆλα, Odyssey 1.439 θήλειαι δὲ μέμηκον ἀνήμελκτοι περὶ σηκούς· Odyssey 1.440 οὔθατα γὰρ σφαραγεῦντο. ἄναξ δʼ ὀδύνῃσι κακῇσι Odyssey 1.441 τειρόμενος πάντων ὀίων ἐπεμαίετο νῶτα Odyssey 1.442 ὀρθῶν ἑσταότων· τὸ δὲ νήπιος οὐκ ἐνόησεν, Odyssey 1.443 ὥς οἱ ὑπʼ εἰροπόκων ὀίων στέρνοισι δέδεντο. Odyssey 1.444 ὕστατος ἀρνειὸς μήλων ἔστειχε θύραζε Odyssey 1.445 λάχνῳ στεινόμενος καὶ ἐμοὶ πυκινὰ φρονέοντι. Odyssey 1.446 τὸν δʼ ἐπιμασσάμενος προσέφη κρατερὸς Πολύφημος· Odyssey 1.447 κριὲ πέπον, τί μοι ὧδε διὰ σπέος ἔσσυο μήλων Odyssey 1.448 ὕστατος; οὔ τι πάρος γε λελειμμένος ἔρχεαι οἰῶν, Odyssey 1.449 ἀλλὰ πολὺ πρῶτος νέμεαι τέρενʼ ἄνθεα ποίης Odyssey 1.450 μακρὰ βιβάς, πρῶτος δὲ ῥοὰς ποταμῶν ἀφικάνεις, Odyssey 1.451 πρῶτος δὲ σταθμόνδε λιλαίεαι ἀπονέεσθαι Odyssey 1.452 ἑσπέριος· νῦν αὖτε πανύστατος. ἦ σύ γʼ ἄνακτος Odyssey 1.453 ὀφθαλμὸν ποθέεις, τὸν ἀνὴρ κακὸς ἐξαλάωσε Odyssey 1.454 σὺν λυγροῖς ἑτάροισι δαμασσάμενος φρένας οἴνῳ, Odyssey 1.455 Οὖτις, ὃν οὔ πώ φημι πεφυγμένον εἶναι ὄλεθρον. Odyssey 1.456 εἰ δὴ ὁμοφρονέοις ποτιφωνήεις τε γένοιο Odyssey 1.457 εἰπεῖν ὅππῃ κεῖνος ἐμὸν μένος ἠλασκάζει· Odyssey 1.458 τῷ κέ οἱ ἐγκέφαλός γε διὰ σπέος ἄλλυδις ἄλλῃ Odyssey 1.459 θεινομένου ῥαίοιτο πρὸς οὔδεϊ, κὰδ δέ κʼ ἐμὸν κῆρ Odyssey 1.460 λωφήσειε κακῶν, τά μοι οὐτιδανὸς πόρεν Οὖτις. Odyssey 1.461 ὣς εἰπὼν τὸν κριὸν ἀπὸ ἕο πέμπε θύραζε. Odyssey 1.462 ἐλθόντες δʼ ἠβαιὸν ἀπὸ σπείους τε καὶ αὐλῆς Odyssey 1.463 πρῶτος ὑπʼ ἀρνειοῦ λυόμην, ὑπέλυσα δʼ ἑταίρους. Odyssey 1.464 καρπαλίμως δὲ τὰ μῆλα ταναύποδα, πίονα δημῷ, Odyssey 1.465 πολλὰ περιτροπέοντες ἐλαύνομεν, ὄφρʼ ἐπὶ νῆα Odyssey 1.466 ἱκόμεθʼ. ἀσπάσιοι δὲ φίλοις ἑτάροισι φάνημεν, Odyssey 1.467 οἳ φύγομεν θάνατον, τοὺς δὲ στενάχοντο γοῶντες. Odyssey 1.468 ἀλλʼ ἐγὼ οὐκ εἴων, ἀνὰ δʼ ὀφρύσι νεῦον ἑκάστῳ, Odyssey 1.469 κλαίειν, ἀλλʼ ἐκέλευσα θοῶς καλλίτριχα μῆλα Odyssey 1.470 πόλλʼ ἐν νηὶ βαλόντας ἐπιπλεῖν ἁλμυρὸν ὕδωρ. Odyssey 1.471 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, Odyssey 1.472 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Odyssey 1.473 ἀλλʼ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας, Odyssey 1.474 καὶ τότʼ ἐγὼ Κύκλωπα προσηύδων κερτομίοισι· Odyssey 1.475 Κύκλωψ, οὐκ ἄρʼ ἔμελλες ἀνάλκιδος ἀνδρὸς ἑταίρους Odyssey 1.476 ἔδμεναι ἐν σπῆι γλαφυρῷ κρατερῆφι βίηφι. Odyssey 1.477 καὶ λίην σέ γʼ ἔμελλε κιχήσεσθαι κακὰ ἔργα, Odyssey 1.478 σχέτλιʼ, ἐπεὶ ξείνους οὐχ ἅζεο σῷ ἐνὶ οἴκῳ Odyssey 1.479 ἐσθέμεναι· τῷ σε Ζεὺς τίσατο καὶ θεοὶ ἄλλοι. Odyssey 1.480 ὣς ἐφάμην, ὁ δʼ ἔπειτα χολώσατο κηρόθι μᾶλλον, Odyssey 1.481 ἧκε δʼ ἀπορρήξας κορυφὴν ὄρεος μεγάλοιο, Odyssey 1.482 κὰδ δʼ ἔβαλε προπάροιθε νεὸς κυανοπρῴροιο Odyssey 1.483 τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι, Odyssey 1.484 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· Odyssey 1.485 τὴν δʼ αἶψʼ ἤπειρόνδε παλιρρόθιον φέρε κῦμα, Odyssey 1.486 πλημυρὶς ἐκ πόντοιο, θέμωσε δὲ χέρσον ἱκέσθαι. Odyssey 1.487 αὐτὰρ ἐγὼ χείρεσσι λαβὼν περιμήκεα κοντὸν Odyssey 1.488 ὦσα παρέξ, ἑτάροισι δʼ ἐποτρύνας ἐκέλευσα Odyssey 1.489 ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν, Odyssey 1.490 κρατὶ κατανεύων· οἱ δὲ προπεσόντες ἔρεσσον. Odyssey 1.491 ἀλλʼ ὅτε δὴ δὶς τόσσον ἅλα πρήσσοντες ἀπῆμεν, Odyssey 1.492 καὶ τότε δὴ Κύκλωπα προσηύδων· ἀμφὶ δʼ ἑταῖροι Odyssey 1.493 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· Odyssey 1.494 σχέτλιε, τίπτʼ ἐθέλεις ἐρεθιζέμεν ἄγριον ἄνδρα; Odyssey 1.495 ὃς καὶ νῦν πόντονδε βαλὼν βέλος ἤγαγε νῆα Odyssey 1.496 αὖτις ἐς ἤπειρον, καὶ δὴ φάμεν αὐτόθʼ ὀλέσθαι. Odyssey 1.497 εἰ δὲ φθεγξαμένου τευ ἢ αὐδήσαντος ἄκουσε, Odyssey 1.498 σύν κεν ἄραξʼ ἡμέων κεφαλὰς καὶ νήια δοῦρα Odyssey 1.499 μαρμάρῳ ὀκριόεντι βαλών· τόσσον γὰρ ἵησιν. Odyssey 1.500 ὣς φάσαν, ἀλλʼ οὐ πεῖθον ἐμὸν μεγαλήτορα θυμόν, Odyssey 1.501 ἀλλά μιν ἄψορρον προσέφην κεκοτηότι θυμῷ· Odyssey 1.502 Κύκλωψ, αἴ κέν τίς σε καταθνητῶν ἀνθρώπων Odyssey 1.503 ὀφθαλμοῦ εἴρηται ἀεικελίην ἀλαωτύν, Odyssey 1.504 φάσθαι Ὀδυσσῆα πτολιπόρθιον ἐξαλαῶσαι, Odyssey 1.505 υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. Odyssey 1.506 ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· Odyssey 1.507 ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει. Odyssey 1.508 ἔσκε τις ἐνθάδε μάντις ἀνὴρ ἠύς τε μέγας τε, Odyssey 1.509 Τήλεμος Εὐρυμίδης, ὃς μαντοσύνῃ ἐκέκαστο Odyssey 1.510 καὶ μαντευόμενος κατεγήρα Κυκλώπεσσιν· Odyssey 1.511 ὅς μοι ἔφη τάδε πάντα τελευτήσεσθαι ὀπίσσω, Odyssey 1.512 χειρῶν ἐξ Ὀδυσῆος ἁμαρτήσεσθαι ὀπωπῆς. Odyssey 1.513 ἀλλʼ αἰεί τινα φῶτα μέγαν καὶ καλὸν ἐδέγμην Odyssey 1.514 ἐνθάδʼ ἐλεύσεσθαι, μεγάλην ἐπιειμένον ἀλκήν· Odyssey 1.515 νῦν δέ μʼ ἐὼν ὀλίγος τε καὶ οὐτιδανὸς καὶ ἄκικυς Odyssey 1.516 ὀφθαλμοῦ ἀλάωσεν, ἐπεί μʼ ἐδαμάσσατο οἴνῳ. Odyssey 1.517 ἀλλʼ ἄγε δεῦρʼ, Ὀδυσεῦ, ἵνα τοι πὰρ ξείνια θείω Odyssey 1.518 πομπήν τʼ ὀτρύνω δόμεναι κλυτὸν ἐννοσίγαιον· Odyssey 1.519 τοῦ γὰρ ἐγὼ πάϊς εἰμί, πατὴρ δʼ ἐμὸς εὔχεται εἶναι. Odyssey 1.520 αὐτὸς δʼ, αἴ κʼ ἐθέλῃσʼ, ἰήσεται, οὐδέ τις ἄλλος Odyssey 1.521 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων. Odyssey 1.522 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.523 αἲ γὰρ δὴ ψυχῆς τε καὶ αἰῶνός σε δυναίμην Odyssey 1.524 εὖνιν ποιήσας πέμψαι δόμον Ἄϊδος εἴσω, Odyssey 1.525 ὡς οὐκ ὀφθαλμόν γʼ ἰήσεται οὐδʼ ἐνοσίχθων. Odyssey 1.526 ὣς ἐφάμην, ὁ δʼ ἔπειτα Ποσειδάωνι ἄνακτι Odyssey 1.527 εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· Odyssey 1.528 κλῦθι, Ποσείδαον γαιήοχε κυανοχαῖτα, Odyssey 1.529 εἰ ἐτεόν γε σός εἰμι, πατὴρ δʼ ἐμὸς εὔχεαι εἶναι, Odyssey 1.530 δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι Odyssey 1.531 υἱὸν Λαέρτεω, Ἰθάκῃ ἔνι οἰκίʼ ἔχοντα. Odyssey 1.532 ἀλλʼ εἴ οἱ μοῖρʼ ἐστὶ φίλους τʼ ἰδέειν καὶ ἱκέσθαι Odyssey 1.533 οἶκον ἐυκτίμενον καὶ ἑὴν ἐς πατρίδα γαῖαν, Odyssey 1.534 ὀψὲ κακῶς ἔλθοι, ὀλέσας ἄπο πάντας ἑταίρους, Odyssey 1.535 νηὸς ἐπʼ ἀλλοτρίης, εὕροι δʼ ἐν πήματα οἴκῳ. Odyssey 1.536 ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε κυανοχαίτης. Odyssey 1.537 αὐτὰρ ὅ γʼ ἐξαῦτις πολὺ μείζονα λᾶαν ἀείρας Odyssey 1.538 ἧκʼ ἐπιδινήσας, ἐπέρεισε δὲ ἶνʼ ἀπέλεθρον, Odyssey 1.539 κὰδʼ δʼ ἔβαλεν μετόπισθε νεὸς κυανοπρῴροιο Odyssey 1.540 τυτθόν, ἐδεύησεν δʼ οἰήιον ἄκρον ἱκέσθαι. Odyssey 1.541 ἐκλύσθη δὲ θάλασσα κατερχομένης ὑπὸ πέτρης· Odyssey 1.542 τὴν δὲ πρόσω φέρε κῦμα, θέμωσε δὲ χέρσον ἱκέσθαι. Odyssey 1.543 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἀφικόμεθʼ, ἔνθα περ ἄλλαι Odyssey 1.544 νῆες ἐύσσελμοι μένον ἁθρόαι, ἀμφὶ δʼ ἑταῖροι Odyssey 1.545 ἥατʼ ὀδυρόμενοι, ἡμέας ποτιδέγμενοι αἰεί, Odyssey 1.546 νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, Odyssey 1.547 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Odyssey 1.548 μῆλα δὲ Κύκλωπος γλαφυρῆς ἐκ νηὸς ἑλόντες Odyssey 1.549 δασσάμεθʼ, ὡς μή τίς μοι ἀτεμβόμενος κίοι ἴσης. Odyssey 1.550 ἀρνειὸν δʼ ἐμοὶ οἴῳ ἐυκνήμιδες ἑταῖροι Odyssey 1.551 μήλων δαιομένων δόσαν ἔξοχα· τὸν δʼ ἐπὶ θινὶ Odyssey 1.552 Ζηνὶ κελαινεφέι Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει, Odyssey 1.553 ῥέξας μηρίʼ ἔκαιον· ὁ δʼ οὐκ ἐμπάζετο ἱρῶν, Odyssey 1.554 ἀλλʼ ὅ γε μερμήριξεν ὅπως ἀπολοίατο πᾶσαι Odyssey 1.555 νῆες ἐύσσελμοι καὶ ἐμοὶ ἐρίηρες ἑταῖροι. Odyssey 1.556 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Odyssey 1.557 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· Odyssey 1.558 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, Odyssey 1.559 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Odyssey 1.560 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.561 δὴ τότʼ ἐγὼν ἑτάροισιν ἐποτρύνας ἐκέλευσα Odyssey 1.562 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· Odyssey 1.563 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον, Odyssey 1.564 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Odyssey 1.565 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, Odyssey 1.566 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. Odyssey 1.1 Αἰολίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιεν Odyssey 1.2 Αἴολος Ἱπποτάδης, φίλος ἀθανάτοισι θεοῖσιν, Odyssey 1.3 πλωτῇ ἐνὶ νήσῳ· πᾶσαν δέ τέ μιν πέρι τεῖχος Odyssey 1.4 χάλκεον ἄρρηκτον, λισσὴ δʼ ἀναδέδρομε πέτρη. Odyssey 1.5 τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν, Odyssey 1.6 ἓξ μὲν θυγατέρες, ἓξ δʼ υἱέες ἡβώοντες· Odyssey 1.7 ἔνθʼ ὅ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις. Odyssey 1.8 οἱ δʼ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ Odyssey 1.9 δαίνυνται, παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται, Odyssey 1.10 κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ Odyssey 1.11 ἤματα· νύκτας δʼ αὖτε παρʼ αἰδοίῃς ἀλόχοισιν Odyssey 1.12 εὕδουσʼ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι. Odyssey 1.13 καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά. Odyssey 1.14 μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα, Odyssey 1.15 Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν· Odyssey 1.16 καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα. Odyssey 1.17 ἀλλʼ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδʼ ἐκέλευον Odyssey 1.18 πεμπέμεν, οὐδέ τι κεῖνος ἀνήνατο, τεῦχε δὲ πομπήν. Odyssey 1.19 δῶκε δέ μʼ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο, Odyssey 1.20 ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα· Odyssey 1.21 κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων, Odyssey 1.22 ἠμὲν παυέμεναι ἠδʼ ὀρνύμεν, ὅν κʼ ἐθέλῃσι. Odyssey 1.23 νηὶ δʼ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ Odyssey 1.24 ἀργυρέῃ, ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ· Odyssey 1.25 αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι, Odyssey 1.26 ὄφρα φέροι νῆάς τε καὶ αὐτούς· οὐδʼ ἄρʼ ἔμελλεν Odyssey 1.27 ἐκτελέειν· αὐτῶν γὰρ ἀπωλόμεθʼ ἀφραδίῃσιν. Odyssey 1.28 ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, Odyssey 1.29 τῇ δεκάτῃ δʼ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα, Odyssey 1.30 καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες· Odyssey 1.31 ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, Odyssey 1.32 αἰεὶ γὰρ πόδα νηὸς ἐνώμων, οὐδέ τῳ ἄλλῳ Odyssey 1.33 δῶχʼ ἑτάρων, ἵνα θᾶσσον ἱκοίμεθα πατρίδα γαῖαν· Odyssey 1.34 οἱ δʼ ἕταροι ἐπέεσσι πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.35 καί μʼ ἔφασαν χρυσόν τε καὶ ἄργυρον οἴκαδʼ ἄγεσθαι Odyssey 1.36 δῶρα παρʼ Αἰόλου μεγαλήτορος Ἱπποτάδαο. Odyssey 1.37 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· Odyssey 1.38 ὦ πόποι, ὡς ὅδε πᾶσι φίλος καὶ τίμιός ἐστιν Odyssey 1.39 ἀνθρώποις, ὅτεών τε πόλιν καὶ γαῖαν ἵκηται. Odyssey 1.40 πολλὰ μὲν ἐκ Τροίης ἄγεται κειμήλια καλὰ Odyssey 1.41 ληίδος, ἡμεῖς δʼ αὖτε ὁμὴν ὁδὸν ἐκτελέσαντες Odyssey 1.42 οἴκαδε νισσόμεθα κενεὰς σὺν χεῖρας ἔχοντες· Odyssey 1.43 καὶ νῦν οἱ τάδʼ ἔδωκε χαριζόμενος φιλότητι Odyssey 1.44 Αἴολος. ἀλλʼ ἄγε θᾶσσον ἰδώμεθα ὅττι τάδʼ ἐστίν, Odyssey 1.45 ὅσσος τις χρυσός τε καὶ ἄργυρος ἀσκῷ ἔνεστιν. Odyssey 1.46 ὣς ἔφασαν, βουλὴ δὲ κακὴ νίκησεν ἑταίρων· Odyssey 1.47 ἀσκὸν μὲν λῦσαν, ἄνεμοι δʼ ἐκ πάντες ὄρουσαν. Odyssey 1.48 τοὺς δʼ αἶψʼ ἁρπάξασα φέρεν πόντονδε θύελλα Odyssey 1.49 κλαίοντας, γαίης ἄπο πατρίδος. αὐτὰρ ἐγώ γε Odyssey 1.50 ἐγρόμενος κατὰ θυμὸν ἀμύμονα μερμήριξα, Odyssey 1.51 ἠὲ πεσὼν ἐκ νηὸς ἀποφθίμην ἐνὶ πόντῳ, Odyssey 1.52 ἦ ἀκέων τλαίην καὶ ἔτι ζωοῖσι μετείην. Odyssey 1.53 ἀλλʼ ἔτλην καὶ ἔμεινα, καλυψάμενος δʼ ἐνὶ νηὶ Odyssey 1.54 κείμην. αἱ δʼ ἐφέροντο κακῇ ἀνέμοιο θυέλλῃ Odyssey 1.55 αὖτις ἐπʼ Αἰολίην νῆσον, στενάχοντο δʼ ἑταῖροι. Odyssey 1.56 ἔνθα δʼ ἐπʼ ἠπείρου βῆμεν καὶ ἀφυσσάμεθʼ ὕδωρ, Odyssey 1.57 αἶψα δὲ δεῖπνον ἕλοντο θοῇς παρὰ νηυσὶν ἑταῖροι. Odyssey 1.58 αὐτὰρ ἐπεὶ σίτοιό τʼ ἐπασσάμεθʼ ἠδὲ ποτῆτος, Odyssey 1.59 δὴ τότʼ ἐγὼ κήρυκά τʼ ὀπασσάμενος καὶ ἑταῖρον Odyssey 1.60 βῆν εἰς Αἰόλου κλυτὰ δώματα· τὸν δʼ ἐκίχανον Odyssey 1.61 δαινύμενον παρὰ ᾗ τʼ ἀλόχῳ καὶ οἷσι τέκεσσιν. Odyssey 1.62 ἐλθόντες δʼ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπʼ οὐδοῦ Odyssey 1.63 ἑζόμεθʼ· οἱ δʼ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τʼ ἐρέοντο· Odyssey 1.64 πῶς ἦλθες, Ὀδυσεῦ; τίς τοι κακὸς ἔχραε δαίμων; Odyssey 1.65 ἦ μέν σʼ ἐνδυκέως ἀπεπέμπομεν, ὄφρʼ ἀφίκοιο Odyssey 1.66 πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν. Odyssey 1.67 ὣς φάσαν, αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ· Odyssey 1.68 ἄασάν μʼ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος Odyssey 1.69 σχέτλιος. ἀλλʼ ἀκέσασθε, φίλοι· δύναμις γὰρ ἐν ὑμῖν. Odyssey 1.70 ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν, Odyssey 1.71 οἱ δʼ ἄνεῳ ἐγένοντο· πατὴρ δʼ ἠμείβετο μύθῳ· Odyssey 1.72 ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων· Odyssey 1.73 οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδʼ ἀποπέμπειν Odyssey 1.74 ἄνδρα τόν, ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν· Odyssey 1.75 ἔρρε, ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδʼ ἱκάνεις. Odyssey 1.76 ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα. Odyssey 1.77 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ. Odyssey 1.78 τείρετο δʼ ἀνδρῶν θυμὸς ὑπʼ εἰρεσίης ἀλεγεινῆς Odyssey 1.79 ἡμετέρῃ ματίῃ, ἐπεὶ οὐκέτι φαίνετο πομπή. Odyssey 1.80 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ, Odyssey 1.81 ἑβδομάτῃ δʼ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον, Odyssey 1.82 Τηλέπυλον Λαιστρυγονίην, ὅθι ποιμένα ποιμὴν Odyssey 1.83 ἠπύει εἰσελάων, ὁ δέ τʼ ἐξελάων ὑπακούει. Odyssey 1.84 ἔνθα κʼ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς, Odyssey 1.85 τὸν μὲν βουκολέων, τὸν δʼ ἄργυφα μῆλα νομεύων· Odyssey 1.86 ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι. Odyssey 1.87 ἔνθʼ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν πέρι πέτρη Odyssey 1.88 ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, Odyssey 1.89 ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν Odyssey 1.90 ἐν στόματι προύχουσιν, ἀραιὴ δʼ εἴσοδός ἐστιν, Odyssey 1.91 ἔνθʼ οἵ γʼ εἴσω πάντες ἔχον νέας ἀμφιελίσσας. Odyssey 1.92 αἱ μὲν ἄρʼ ἔντοσθεν λιμένος κοίλοιο δέδεντο Odyssey 1.93 πλησίαι· οὐ μὲν γάρ ποτʼ ἀέξετο κῦμά γʼ ἐν αὐτῷ, Odyssey 1.94 οὔτε μέγʼ οὔτʼ ὀλίγον, λευκὴ δʼ ἦν ἀμφὶ γαλήνη· Odyssey 1.95 αὐτὰρ ἐγὼν οἶος σχέθον ἔξω νῆα μέλαιναν, Odyssey 1.96 αὐτοῦ ἐπʼ ἐσχατιῇ, πέτρης ἐκ πείσματα δήσας· Odyssey 1.97 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών. Odyssey 1.98 ἔνθα μὲν οὔτε βοῶν οὔτʼ ἀνδρῶν φαίνετο ἔργα, Odyssey 1.99 καπνὸν δʼ οἶον ὁρῶμεν ἀπὸ χθονὸς ἀίσσοντα. Odyssey 1.100 δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν πεύθεσθαι ἰόντας, Odyssey 1.101 οἵ τινες ἀνέρες εἶεν ἐπὶ χθονὶ σῖτον ἔδοντες, Odyssey 1.102 ἄνδρε δύω κρίνας, τρίτατον κήρυχʼ ἅμʼ ὀπάσσας. Odyssey 1.103 οἱ δʼ ἴσαν ἐκβάντες λείην ὁδόν, ᾗ περ ἄμαξαι Odyssey 1.104 ἄστυδʼ ἀφʼ ὑψηλῶν ὀρέων καταγίνεον ὕλην, Odyssey 1.105 κούρῃ δὲ ξύμβληντο πρὸ ἄστεος ὑδρευούσῃ, Odyssey 1.106 θυγατέρʼ ἰφθίμῃ Λαιστρυγόνος Ἀντιφάταο. Odyssey 1.107 ἡ μὲν ἄρʼ ἐς κρήνην κατεβήσετο καλλιρέεθρον Odyssey 1.108 Ἀρτακίην· ἔνθεν γὰρ ὕδωρ προτὶ ἄστυ φέρεσκον· Odyssey 1.109 οἱ δὲ παριστάμενοι προσεφώνεον ἔκ τʼ ἐρέοντο Odyssey 1.110 ὅς τις τῶνδʼ εἴη βασιλεὺς καὶ οἷσιν ἀνάσσοι· Odyssey 1.111 ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ. Odyssey 1.112 οἱ δʼ ἐπεὶ εἰσῆλθον κλυτὰ δώματα, τὴν δὲ γυναῖκα Odyssey 1.113 εὗρον, ὅσην τʼ ὄρεος κορυφήν, κατὰ δʼ ἔστυγον αὐτήν. Odyssey 1.114 ἡ δʼ αἶψʼ ἐξ ἀγορῆς ἐκάλει κλυτὸν Ἀντιφατῆα, Odyssey 1.115 ὃν πόσιν, ὃς δὴ τοῖσιν ἐμήσατο λυγρὸν ὄλεθρον. Odyssey 1.116 αὐτίχʼ ἕνα μάρψας ἑτάρων ὡπλίσσατο δεῖπνον· Odyssey 1.117 τὼ δὲ δύʼ ἀίξαντε φυγῇ ἐπὶ νῆας ἱκέσθην. Odyssey 1.118 αὐτὰρ ὁ τεῦχε βοὴν διὰ ἄστεος· οἱ δʼ ἀίοντες Odyssey 1.119 φοίτων ἴφθιμοι Λαιστρυγόνες ἄλλοθεν ἄλλος, Odyssey 1.120 μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν. Odyssey 1.121 οἵ ῥʼ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν Odyssey 1.122 βάλλον· ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει Odyssey 1.123 ἀνδρῶν τʼ ὀλλυμένων νηῶν θʼ ἅμα ἀγνυμενάων· Odyssey 1.124 ἰχθῦς δʼ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο. Odyssey 1.125 ὄφρʼ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός, Odyssey 1.126 τόφρα δʼ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Odyssey 1.127 τῷ ἀπὸ πείσματʼ ἔκοψα νεὸς κυανοπρῴροιο. Odyssey 1.128 αἶψα δʼ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα Odyssey 1.129 ἐμβαλέειν κώπῃς, ἵνʼ ὑπὲκ κακότητα φύγοιμεν· Odyssey 1.130 οἱ δʼ ἅλα πάντες ἀνέρριψαν, δείσαντες ὄλεθρον. Odyssey 1.131 ἀσπασίως δʼ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας Odyssey 1.132 νηῦς ἐμή· αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθʼ ὄλοντο. Odyssey 1.133 ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ, Odyssey 1.134 ἄσμενοι ἐκ θανάτοιο, φίλους ὀλέσαντες ἑταίρους. Odyssey 1.135 Αἰαίην δʼ ἐς νῆσον ἀφικόμεθʼ· ἔνθα δʼ ἔναιε Odyssey 1.136 Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, Odyssey 1.137 αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο· Odyssey 1.138 ἄμφω δʼ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο Odyssey 1.139 μητρός τʼ ἐκ Πέρσης, τὴν Ὠκεανὸς τέκε παῖδα. Odyssey 1.140 ἔνθα δʼ ἐπʼ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ Odyssey 1.141 ναύλοχον ἐς λιμένα, καί τις θεὸς ἡγεμόνευεν. Odyssey 1.142 ἔνθα τότʼ ἐκβάντες δύο τʼ ἤματα καὶ δύο νύκτας Odyssey 1.143 κείμεθʼ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες. Odyssey 1.144 ἀλλʼ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσʼ Ἠώς, Odyssey 1.145 καὶ τότʼ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ Odyssey 1.146 καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν, Odyssey 1.147 εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην. Odyssey 1.148 ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, Odyssey 1.149 καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης, Odyssey 1.150 Κίρκης ἐν μεγάροισι, διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. Odyssey 1.151 μερμήριξα δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν Odyssey 1.152 ἐλθεῖν ἠδὲ πυθέσθαι, ἐπεὶ ἴδον αἴθοπα καπνόν. Odyssey 1.153 ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι, Odyssey 1.154 πρῶτʼ ἐλθόντʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης Odyssey 1.155 δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι. Odyssey 1.156 ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, Odyssey 1.157 καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα, Odyssey 1.158 ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν Odyssey 1.159 ἧκεν. ὁ μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης Odyssey 1.160 πιόμενος· δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο. Odyssey 1.161 τὸν δʼ ἐγὼ ἐκβαίνοντα κατʼ ἄκνηστιν μέσα νῶτα Odyssey 1.162 πλῆξα· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε, Odyssey 1.163 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. Odyssey 1.164 τῷ δʼ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς Odyssey 1.165 εἰρυσάμην· τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ Odyssey 1.166 εἴασʼ· αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε, Odyssey 1.167 πεῖσμα δʼ, ὅσον τʼ ὄργυιαν, ἐυστρεφὲς ἀμφοτέρωθεν Odyssey 1.168 πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου, Odyssey 1.169 βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν Odyssey 1.170 ἔγχει ἐρειδόμενος, ἐπεὶ οὔ πως ἦεν ἐπʼ ὤμου Odyssey 1.171 χειρὶ φέρειν ἑτέρῃ· μάλα γὰρ μέγα θηρίον ἦεν. Odyssey 1.172 κὰδʼ δʼ ἔβαλον προπάροιθε νεός, ἀνέγειρα δʼ ἑταίρους Odyssey 1.173 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· Odyssey 1.174 ὦ φίλοι, οὐ γάρ πω καταδυσόμεθʼ ἀχνύμενοί περ Odyssey 1.175 εἰς Ἀίδαο δόμους, πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ· Odyssey 1.176 ἀλλʼ ἄγετʼ, ὄφρʼ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε, Odyssey 1.177 μνησόμεθα βρώμης, μηδὲ τρυχώμεθα λιμῷ. Odyssey 1.178 ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο, Odyssey 1.179 ἐκ δὲ καλυψάμενοι παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο Odyssey 1.180 θηήσαντʼ ἔλαφον· μάλα γὰρ μέγα θηρίον ἦεν. Odyssey 1.181 αὐτὰρ ἐπεὶ τάρπησαν ὁρώμενοι ὀφθαλμοῖσιν, Odyssey 1.182 χεῖρας νιψάμενοι τεύχοντʼ ἐρικυδέα δαῖτα. Odyssey 1.183 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Odyssey 1.184 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· Odyssey 1.185 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, Odyssey 1.186 δὴ τότε κοιμήθημεν ἐπὶ ῥηγμῖνι θαλάσσης. Odyssey 1.187 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.188 καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ πᾶσιν ἔειπον· Odyssey 1.189 κέκλυτέ μευ μύθων, κακά περ πάσχοντες ἑταῖροι· Odyssey 1.190 ὦ φίλοι, οὐ γάρ τʼ ἴδμεν, ὅπῃ ζόφος οὐδʼ ὅπῃ ἠώς, Odyssey 1.191 οὐδʼ ὅπῃ ἠέλιος φαεσίμβροτος εἶσʼ ὑπὸ γαῖαν, Odyssey 1.192 οὐδʼ ὅπῃ ἀννεῖται· ἀλλὰ φραζώμεθα θᾶσσον Odyssey 1.193 εἴ τις ἔτʼ ἔσται μῆτις. ἐγὼ δʼ οὐκ οἴομαι εἶναι. Odyssey 1.194 εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθὼν Odyssey 1.195 νῆσον, τὴν πέρι πόντος ἀπείριτος ἐστεφάνωται· Odyssey 1.196 αὐτὴ δὲ χθαμαλὴ κεῖται· καπνὸν δʼ ἐνὶ μέσσῃ Odyssey 1.197 ἔδρακον ὀφθαλμοῖσι διὰ δρυμὰ πυκνὰ καὶ ὕλην. Odyssey 1.198 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ Odyssey 1.199 μνησαμένοις ἔργων Λαιστρυγόνος Ἀντιφάταο Odyssey 1.200 Κύκλωπός τε βίης μεγαλήτορος, ἀνδροφάγοιο. Odyssey 1.201 κλαῖον δὲ λιγέως θαλερὸν κατὰ δάκρυ χέοντες· Odyssey 1.202 ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. Odyssey 1.203 αὐτὰρ ἐγὼ δίχα πάντας ἐυκνήμιδας ἑταίρους Odyssey 1.204 ἠρίθμεον, ἀρχὸν δὲ μετʼ ἀμφοτέροισιν ὄπασσα· Odyssey 1.205 τῶν μὲν ἐγὼν ἦρχον, τῶν δʼ Εὐρύλοχος θεοειδής. Odyssey 1.206 κλήρους δʼ ἐν κυνέῃ χαλκήρεϊ πάλλομεν ὦκα· Odyssey 1.207 ἐκ δʼ ἔθορε κλῆρος μεγαλήτορος Εὐρυλόχοιο. Odyssey 1.208 βῆ δʼ ἰέναι, ἅμα τῷ γε δύω καὶ εἴκοσʼ ἑταῖροι Odyssey 1.209 κλαίοντες· κατὰ δʼ ἄμμε λίπον γοόωντας ὄπισθεν. Odyssey 1.210 εὗρον δʼ ἐν βήσσῃσι τετυγμένα δώματα Κίρκης Odyssey 1.211 ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ· Odyssey 1.212 ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες, Odyssey 1.213 τοὺς αὐτὴ κατέθελξεν, ἐπεὶ κακὰ φάρμακʼ ἔδωκεν. Odyssey 1.214 οὐδʼ οἵ γʼ ὡρμήθησαν ἐπʼ ἀνδράσιν, ἀλλʼ ἄρα τοί γε Odyssey 1.215 οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν. Odyssey 1.216 ὡς δʼ ὅτʼ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα Odyssey 1.217 σαίνωσʼ, αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ, Odyssey 1.218 ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες Odyssey 1.219 σαῖνον· τοὶ δʼ ἔδεισαν, ἐπεὶ ἴδον αἰνὰ πέλωρα. Odyssey 1.220 ἔσταν δʼ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο, Odyssey 1.221 Κίρκης δʼ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ, Odyssey 1.222 ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον, οἷα θεάων Odyssey 1.223 λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται. Odyssey 1.224 τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν, Odyssey 1.225 ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε· Odyssey 1.226 ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν Odyssey 1.227 καλὸν ἀοιδιάει, δάπεδον δʼ ἅπαν ἀμφιμέμυκεν, Odyssey 1.228 ἢ θεὸς ἠὲ γυνή· ἀλλὰ φθεγγώμεθα θᾶσσον. Odyssey 1.229 ὣς ἄρʼ ἐφώνησεν, τοὶ δὲ φθέγγοντο καλεῦντες. Odyssey 1.230 ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς Odyssey 1.231 καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· Odyssey 1.232 Εὐρύλοχος δʼ ὑπέμεινεν, ὀισάμενος δόλον εἶναι. Odyssey 1.233 εἷσεν δʼ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε, Odyssey 1.234 ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν Odyssey 1.235 οἴνῳ Πραμνείῳ ἐκύκα· ἀνέμισγε δὲ σίτῳ Odyssey 1.236 φάρμακα λύγρʼ, ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης. Odyssey 1.237 αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, αὐτίκʼ ἔπειτα Odyssey 1.238 ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ. Odyssey 1.239 οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε Odyssey 1.240 καὶ δέμας, αὐτὰρ νοῦς ἦν ἔμπεδος, ὡς τὸ πάρος περ. Odyssey 1.241 ὣς οἱ μὲν κλαίοντες ἐέρχατο, τοῖσι δὲ Κίρκη Odyssey 1.242 πάρ ῥʼ ἄκυλον βάλανόν τε βάλεν καρπόν τε κρανείης Odyssey 1.243 ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσιν. Odyssey 1.244 Εὐρύλοχος δʼ αἶψʼ ἦλθε θοὴν ἐπὶ νῆα μέλαιναν Odyssey 1.245 ἀγγελίην ἑτάρων ἐρέων καὶ ἀδευκέα πότμον. Odyssey 1.246 οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενός περ, Odyssey 1.247 κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος· ἐν δέ οἱ ὄσσε Odyssey 1.248 δακρυόφιν πίμπλαντο, γόον δʼ ὠίετο θυμός. Odyssey 1.249 ἀλλʼ ὅτε δή μιν πάντες ἀγασσάμεθʼ ἐξερέοντες, Odyssey 1.250 καὶ τότε τῶν ἄλλων ἑτάρων κατέλεξεν ὄλεθρον· Odyssey 1.251 ἤιομεν, ὡς ἐκέλευες, ἀνὰ δρυμά, φαίδιμʼ Ὀδυσσεῦ· Odyssey 1.252 εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλὰ Odyssey 1.253 ξεστοῖσιν λάεσσι, περισκέπτῳ ἐνὶ χώρῳ. Odyssey 1.254 ἔνθα δέ τις μέγαν ἱστὸν ἐποιχομένη λίγʼ ἄειδεν, Odyssey 1.255 ἢ θεὸς ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. Odyssey 1.256 ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς Odyssey 1.257 καὶ κάλει· οἱ δʼ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο· Odyssey 1.258 αὐτὰρ ἐγὼν ὑπέμεινα, ὀισάμενος δόλον εἶναι. Odyssey 1.259 οἱ δʼ ἅμʼ ἀιστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν Odyssey 1.260 ἐξεφάνη· δηρὸν δὲ καθήμενος ἐσκοπίαζον. Odyssey 1.261 ὣς ἔφατʼ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον Odyssey 1.262 ὤμοιιν βαλόμην, μέγα χάλκεον, ἀμφὶ δὲ τόξα· Odyssey 1.263 τὸν δʼ ἂψ ἠνώγεα αὐτὴν ὁδὸν ἡγήσασθαι. Odyssey 1.264 αὐτὰρ ὅ γʼ ἀμφοτέρῃσι λαβὼν ἐλλίσσετο γούνων Odyssey 1.265 καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.266 μή μʼ ἄγε κεῖσʼ ἀέκοντα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ. Odyssey 1.267 οἶδα γάρ, ὡς οὔτʼ αὐτὸς ἐλεύσεαι οὔτε τινʼ ἄλλον Odyssey 1.268 ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοίσδεσι θᾶσσον Odyssey 1.269 φεύγωμεν· ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ. Odyssey 1.270 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.271 Εὐρύλοχʼ, ἦ τοι μὲν σὺ μένʼ αὐτοῦ τῷδʼ ἐνὶ χώρῳ Odyssey 1.272 ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ· Odyssey 1.273 αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετʼ ἀνάγκη. Odyssey 1.274 ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. Odyssey 1.275 ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας Odyssey 1.276 Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα, Odyssey 1.277 ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν Odyssey 1.278 ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικώς, Odyssey 1.279 πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη· Odyssey 1.280 ἔν τʼ ἄρα μοι φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.281 πῇ δὴ αὖτʼ, ὦ δύστηνε, διʼ ἄκριας ἔρχεαι οἶος, Odyssey 1.282 χώρου ἄιδρις ἐών; ἕταροι δέ τοι οἵδʼ ἐνὶ Κίρκης Odyssey 1.283 ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες. Odyssey 1.284 ἦ τοὺς λυσόμενος δεῦρʼ ἔρχεαι; οὐδέ σέ φημι Odyssey 1.285 αὐτὸν νοστήσειν, μενέεις δὲ σύ γʼ, ἔνθα περ ἄλλοι. Odyssey 1.286 ἀλλʼ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω. Odyssey 1.287 τῆ, τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης Odyssey 1.288 ἔρχευ, ὅ κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ. Odyssey 1.289 πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης. Odyssey 1.290 τεύξει τοι κυκεῶ, βαλέει δʼ ἐν φάρμακα σίτῳ. Odyssey 1.291 ἀλλʼ οὐδʼ ὣς θέλξαι σε δυνήσεται· οὐ γὰρ ἐάσει Odyssey 1.292 φάρμακον ἐσθλόν, ὅ τοι δώσω, ἐρέω δὲ ἕκαστα. Odyssey 1.293 ὁππότε κεν Κίρκη σʼ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ, Odyssey 1.294 δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Odyssey 1.295 Κίρκῃ ἐπαῖξαι, ὥς τε κτάμεναι μενεαίνων. Odyssey 1.296 ἡ δέ σʼ ὑποδείσασα κελήσεται εὐνηθῆναι· Odyssey 1.297 ἔνθα σὺ μηκέτʼ ἔπειτʼ ἀπανήνασθαι θεοῦ εὐνήν, Odyssey 1.298 ὄφρα κέ τοι λύσῃ θʼ ἑτάρους αὐτόν τε κομίσσῃ· Odyssey 1.299 ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, Odyssey 1.300 μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, Odyssey 1.301 μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃ. Odyssey 1.302 ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργεϊφόντης Odyssey 1.303 ἐκ γαίης ἐρύσας, καί μοι φύσιν αὐτοῦ ἔδειξε. Odyssey 1.304 ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ εἴκελον ἄνθος· Odyssey 1.305 μῶλυ δέ μιν καλέουσι θεοί· χαλεπὸν δέ τʼ ὀρύσσειν Odyssey 1.306 ἀνδράσι γε θνητοῖσι, θεοὶ δέ τε πάντα δύνανται. Odyssey 1.307 Ἑρμείας μὲν ἔπειτʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον Odyssey 1.308 νῆσον ἀνʼ ὑλήεσσαν, ἐγὼ δʼ ἐς δώματα Κίρκης Odyssey 1.309 ἤια, πολλὰ δέ μοι κραδίη πόρφυρε κιόντι. Odyssey 1.310 ἔστην δʼ εἰνὶ θύρῃσι θεᾶς καλλιπλοκάμοιο· Odyssey 1.311 ἔνθα στὰς ἐβόησα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς. Odyssey 1.312 ἡ δʼ αἶψʼ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς Odyssey 1.313 καὶ κάλει· αὐτὰρ ἐγὼν ἑπόμην ἀκαχήμενος ἦτορ. Odyssey 1.314 εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου Odyssey 1.315 καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· Odyssey 1.316 τεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι, Odyssey 1.317 ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσʼ ἐνὶ θυμῷ. Odyssey 1.318 αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μʼ ἔθελξε, Odyssey 1.319 ῥάβδῳ πεπληγυῖα ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.320 ἔρχεο νῦν συφεόνδε, μετʼ ἄλλων λέξο ἑταίρων. Odyssey 1.321 ὣς φάτʼ, ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Odyssey 1.322 Κίρκῃ ἐπήιξα ὥς τε κτάμεναι μενεαίνων. Odyssey 1.323 ἡ δὲ μέγα ἰάχουσα ὑπέδραμε καὶ λάβε γούνων, Odyssey 1.324 καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.325 τίς πόθεν εἰς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; Odyssey 1.326 θαῦμά μʼ ἔχει ὡς οὔ τι πιὼν τάδε φάρμακʼ ἐθέλχθης· Odyssey 1.327 οὐδὲ γὰρ οὐδέ τις ἄλλος ἀνὴρ τάδε φάρμακʼ ἀνέτλη, Odyssey 1.328 ὅς κε πίῃ καὶ πρῶτον ἀμείψεται ἕρκος ὀδόντων. Odyssey 1.329 σοὶ δέ τις ἐν στήθεσσιν ἀκήλητος νόος ἐστίν. Odyssey 1.330 ἦ σύ γʼ Ὀδυσσεύς ἐσσι πολύτροπος, ὅν τέ μοι αἰεὶ Odyssey 1.331 φάσκεν ἐλεύσεσθαι χρυσόρραπις ἀργεϊφόντης, Odyssey 1.332 ἐκ Τροίης ἀνιόντα θοῇ σὺν νηὶ μελαίνῃ. Odyssey 1.333 ἀλλʼ ἄγε δὴ κολεῷ μὲν ἄορ θέο, νῶι δʼ ἔπειτα Odyssey 1.334 εὐνῆς ἡμετέρης ἐπιβείομεν, ὄφρα μιγέντε Odyssey 1.335 εὐνῇ καὶ φιλότητι πεποίθομεν ἀλλήλοισιν. Odyssey 1.336 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.337 ὦ Κίρκη, πῶς γάρ με κέλεαι σοὶ ἤπιον εἶναι, Odyssey 1.338 ἥ μοι σῦς μὲν ἔθηκας ἐνὶ μεγάροισιν ἑταίρους, Odyssey 1.339 αὐτὸν δʼ ἐνθάδʼ ἔχουσα δολοφρονέουσα κελεύεις Odyssey 1.340 ἐς θάλαμόν τʼ ἰέναι καὶ σῆς ἐπιβήμεναι εὐνῆς, Odyssey 1.341 ὄφρα με γυμνωθέντα κακὸν καὶ ἀνήνορα θήῃς. Odyssey 1.342 οὐδʼ ἂν ἐγώ γʼ ἐθέλοιμι τεῆς ἐπιβήμεναι εὐνῆς, Odyssey 1.343 εἰ μή μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι Odyssey 1.344 μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο. Odyssey 1.345 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀπώμνυεν, ὡς ἐκέλευον. Odyssey 1.346 αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον, Odyssey 1.347 καὶ τότʼ ἐγὼ Κίρκης ἐπέβην περικαλλέος εὐνῆς. Odyssey 1.348 ἀμφίπολοι δʼ ἄρα τέως μὲν ἐνὶ μεγάροισι πένοντο Odyssey 1.349 τέσσαρες, αἵ οἱ δῶμα κάτα δρήστειραι ἔασι· Odyssey 1.350 γίγνονται δʼ ἄρα ταί γʼ ἔκ τε κρηνέων ἀπό τʼ ἀλσέων Odyssey 1.351 ἔκ θʼ ἱερῶν ποταμῶν, οἵ τʼ εἰς ἅλαδε προρέουσι. Odyssey 1.352 τάων ἡ μὲν ἔβαλλε θρόνοις ἔνι ῥήγεα καλὰ Odyssey 1.353 πορφύρεα καθύπερθʼ, ὑπένερθε δὲ λῖθʼ ὑπέβαλλεν· Odyssey 1.354 ἡ δʼ ἑτέρη προπάροιθε θρόνων ἐτίταινε τραπέζας Odyssey 1.355 ἀργυρέας, ἐπὶ δέ σφι τίθει χρύσεια κάνεια· Odyssey 1.356 ἡ δὲ τρίτη κρητῆρι μελίφρονα οἶνον ἐκίρνα Odyssey 1.357 ἡδὺν ἐν ἀργυρέῳ, νέμε δὲ χρύσεια κύπελλα· Odyssey 1.358 ἡ δὲ τετάρτη ὕδωρ ἐφόρει καὶ πῦρ ἀνέκαιε Odyssey 1.359 πολλὸν ὑπὸ τρίποδι μεγάλῳ· ἰαίνετο δʼ ὕδωρ. Odyssey 1.360 αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ, Odyssey 1.361 ἔς ῥʼ ἀσάμινθον ἕσασα λόʼ ἐκ τρίποδος μεγάλοιο, Odyssey 1.362 θυμῆρες κεράσασα, κατὰ κρατός τε καὶ ὤμων, Odyssey 1.363 ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων. Odyssey 1.364 αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, Odyssey 1.365 ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα, Odyssey 1.366 εἷσε δέ μʼ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου Odyssey 1.367 καλοῦ δαιδαλέου, ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν· Odyssey 1.368 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Odyssey 1.369 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, Odyssey 1.370 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Odyssey 1.371 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, Odyssey 1.372 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. Odyssey 1.373 ἐσθέμεναι δʼ ἐκέλευεν· ἐμῷ δʼ οὐχ ἥνδανε θυμῷ, Odyssey 1.374 ἀλλʼ ἥμην ἀλλοφρονέων, κακὰ δʼ ὄσσετο θυμός. Odyssey 1.375 Κίρκη δʼ ὡς ἐνόησεν ἔμʼ ἥμενον οὐδʼ ἐπὶ σίτῳ Odyssey 1.376 χεῖρας ἰάλλοντα, κρατερὸν δέ με πένθος ἔχοντα, Odyssey 1.377 ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.378 τίφθʼ οὕτως, Ὀδυσεῦ, κατʼ ἄρʼ ἕζεαι ἶσος ἀναύδῳ, Odyssey 1.379 θυμὸν ἔδων, βρώμης δʼ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος; Odyssey 1.380 ἦ τινά που δόλον ἄλλον ὀίεαι· οὐδέ τί σε χρὴ Odyssey 1.381 δειδίμεν· ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον. Odyssey 1.382 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.383 ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη, Odyssey 1.384 πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος, Odyssey 1.385 πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι; Odyssey 1.386 ἀλλʼ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις, Odyssey 1.387 λῦσον, ἵνʼ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους. Odyssey 1.388 ὣς ἐφάμην, Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει Odyssey 1.389 ῥάβδον ἔχουσʼ ἐν χειρί, θύρας δʼ ἀνέῳξε συφειοῦ, Odyssey 1.390 ἐκ δʼ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν. Odyssey 1.391 οἱ μὲν ἔπειτʼ ἔστησαν ἐναντίοι, ἡ δὲ διʼ αὐτῶν Odyssey 1.392 ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο. Odyssey 1.393 τῶν δʼ ἐκ μὲν μελέων τρίχες ἔρρεον, ἃς πρὶν ἔφυσε Odyssey 1.394 φάρμακον οὐλόμενον, τό σφιν πόρε πότνια Κίρκη· Odyssey 1.395 ἄνδρες δʼ ἂψ ἐγένοντο νεώτεροι ἢ πάρος ἦσαν, Odyssey 1.396 καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι. Odyssey 1.397 ἔγνωσαν δέ μʼ ἐκεῖνοι ἔφυν τʼ ἐν χερσὶν ἕκαστος. Odyssey 1.398 πᾶσιν δʼ ἱμερόεις ὑπέδυ γόος, ἀμφὶ δὲ δῶμα Odyssey 1.399 σμερδαλέον κονάβιζε· θεὰ δʼ ἐλέαιρε καὶ αὐτή. Odyssey 1.400 ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· Odyssey 1.401 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.402 ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. Odyssey 1.403 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε, Odyssey 1.404 κτήματα δʼ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα· Odyssey 1.405 αὐτὸς δʼ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους. Odyssey 1.406 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ, Odyssey 1.407 βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. Odyssey 1.408 εὗρον ἔπειτʼ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους Odyssey 1.409 οἴκτρʼ ὀλοφυρομένους, θαλερὸν κατὰ δάκρυ χέοντας. Odyssey 1.410 ὡς δʼ ὅτʼ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας, Odyssey 1.411 ἐλθούσας ἐς κόπρον, ἐπὴν βοτάνης κορέσωνται, Odyssey 1.412 πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι· οὐδʼ ἔτι σηκοὶ Odyssey 1.413 ἴσχουσʼ, ἀλλʼ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι· Odyssey 1.414 μητέρας· ὣς ἔμʼ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι, Odyssey 1.415 δακρυόεντες ἔχυντο· δόκησε δʼ ἄρα σφίσι θυμὸς Odyssey 1.416 ὣς ἔμεν, ὡς εἰ πατρίδʼ ἱκοίατο καὶ πόλιν αὐτὴν Odyssey 1.417 τρηχείης Ἰθάκης, ἵνα τʼ ἔτραφεν ἠδʼ ἐγένοντο. Odyssey 1.418 καί μʼ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων· Odyssey 1.419 σοὶ μὲν νοστήσαντι, διοτρεφές, ὣς ἐχάρημεν, Odyssey 1.420 ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν· Odyssey 1.421 ἀλλʼ ἄγε, τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον. Odyssey 1.422 ὣς ἔφαν, αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι· Odyssey 1.423 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε, Odyssey 1.424 κτήματα δʼ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα· Odyssey 1.425 αὐτοὶ δʼ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι, Odyssey 1.426 ὄφρα ἴδηθʼ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης Odyssey 1.427 πίνοντας καὶ ἔδοντας· ἐπηετανὸν γὰρ ἔχουσιν. Odyssey 1.428 ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. Odyssey 1.429 Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους· Odyssey 1.430 καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.431 ἆ δειλοί, πόσʼ ἴμεν; τί κακῶν ἱμείρετε τούτων; Odyssey 1.432 Κίρκης ἐς μέγαρον καταβήμεναι, ἥ κεν ἅπαντας Odyssey 1.433 ἢ σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας, Odyssey 1.434 οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ, Odyssey 1.435 ὥς περ Κύκλωψ ἔρξʼ, ὅτε οἱ μέσσαυλον ἵκοντο Odyssey 1.436 ἡμέτεροι ἕταροι, σὺν δʼ ὁ θρασὺς εἵπετʼ Ὀδυσσεύς· Odyssey 1.437 τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο. Odyssey 1.438 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα, Odyssey 1.439 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ, Odyssey 1.440 τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι, Odyssey 1.441 καὶ πηῷ περ ἐόντι μάλα σχεδόν· ἀλλά μʼ ἑταῖροι Odyssey 1.442 μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος· Odyssey 1.443 διογενές, τοῦτον μὲν ἐάσομεν, εἰ σὺ κελεύεις, Odyssey 1.444 αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι· Odyssey 1.445 ἡμῖν δʼ ἡγεμόνευʼ ἱερὰ πρὸς δώματα Κίρκης. Odyssey 1.446 ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης. Odyssey 1.447 οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο, Odyssey 1.448 ἀλλʼ ἕπετʼ· ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν. Odyssey 1.449 τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη Odyssey 1.450 ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, Odyssey 1.451 ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας· Odyssey 1.452 δαινυμένους δʼ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν. Odyssey 1.453 οἱ δʼ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τʼ ἐσάντα, Odyssey 1.454 κλαῖον ὀδυρόμενοι, περὶ δὲ στεναχίζετο δῶμα. Odyssey 1.455 ἡ δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων· Odyssey 1.457 μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε· οἶδα καὶ αὐτὴ Odyssey 1.458 ἠμὲν ὅσʼ ἐν πόντῳ πάθετʼ ἄλγεα ἰχθυόεντι, Odyssey 1.459 ἠδʼ ὅσʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου. Odyssey 1.460 ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον, Odyssey 1.461 εἰς ὅ κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε, Odyssey 1.462 οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν Odyssey 1.463 τρηχείης Ἰθάκης. νῦν δʼ ἀσκελέες καὶ ἄθυμοι, Odyssey 1.464 αἰὲν ἄλης χαλεπῆς μεμνημένοι, οὐδέ ποθʼ ὕμιν Odyssey 1.465 θυμὸς ἐν εὐφροσύνῃ, ἐπεὶ ἦ μάλα πολλὰ πέποσθε. Odyssey 1.466 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.467 ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν Odyssey 1.468 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· Odyssey 1.469 ἀλλʼ ὅτε δή ῥʼ ἐνιαυτὸς ἔην, περὶ δʼ ἔτραπον ὧραι Odyssey 1.470 μηνῶν φθινόντων, περὶ δʼ ἤματα μακρὰ τελέσθη, Odyssey 1.471 καὶ τότε μʼ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι· Odyssey 1.472 δαιμόνιʼ, ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης, Odyssey 1.473 εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι Odyssey 1.474 οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν. Odyssey 1.475 ὣς ἔφαν, αὐτὰρ ἐμοί γʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.476 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Odyssey 1.477 ἥμεθα, δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· Odyssey 1.478 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, Odyssey 1.479 οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα. Odyssey 1.480 αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς Odyssey 1.481 γούνων ἐλλιτάνευσα, θεὰ δέ μευ ἔκλυεν αὐδῆς· Odyssey 1.482 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Odyssey 1.483 ὢ Κίρκη, τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης, Odyssey 1.484 οἴκαδε πεμψέμεναι· θυμὸς δέ μοι ἔσσυται ἤδη, Odyssey 1.485 ἠδʼ ἄλλων ἑτάρων, οἵ μευ φθινύθουσι φίλον κῆρ Odyssey 1.486 ἀμφʼ ἔμʼ ὀδυρόμενοι, ὅτε που σύ γε νόσφι γένηαι. Odyssey 1.487 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· Odyssey 1.488 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.489 μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ. Odyssey 1.490 ἀλλʼ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι Odyssey 1.491 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης, Odyssey 1.492 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο, Odyssey 1.493 μάντηος ἀλαοῦ, τοῦ τε φρένες ἔμπεδοί εἰσι· Odyssey 1.494 τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια, Odyssey 1.495 οἴῳ πεπνῦσθαι, τοὶ δὲ σκιαὶ ἀίσσουσιν. Odyssey 1.496 ὣς ἔφατʼ, αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ· Odyssey 1.497 κλαῖον δʼ ἐν λεχέεσσι καθήμενος, οὐδέ νύ μοι κῆρ Odyssey 1.498 ἤθελʼ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο. Odyssey 1.499 αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τʼ ἐκορέσθην, Odyssey 1.500 καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον· Odyssey 1.501 ὢ Κίρκη, τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει; Odyssey 1.502 εἰς Ἄϊδος δʼ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ. Odyssey 1.503 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· Odyssey 1.504 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.505 μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω, Odyssey 1.506 ἱστὸν δὲ στήσας, ἀνά θʼ ἱστία λευκὰ πετάσσας Odyssey 1.507 ἧσθαι· τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν. Odyssey 1.508 ἀλλʼ ὁπότʼ ἂν δὴ νηὶ διʼ Ὠκεανοῖο περήσῃς, Odyssey 1.509 ἔνθʼ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης, Odyssey 1.510 μακραί τʼ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι, Odyssey 1.511 νῆα μὲν αὐτοῦ κέλσαι ἐπʼ Ὠκεανῷ βαθυδίνῃ, Odyssey 1.512 αὐτὸς δʼ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα. Odyssey 1.513 ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν Odyssey 1.514 Κώκυτός θʼ, ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ, Odyssey 1.515 πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων· Odyssey 1.516 ἔνθα δʼ ἔπειθʼ, ἥρως, χριμφθεὶς πέλας, ὥς σε κελεύω, Odyssey 1.517 βόθρον ὀρύξαι, ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, Odyssey 1.518 ἀμφʼ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν, Odyssey 1.519 πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, Odyssey 1.520 τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ παλύνειν. Odyssey 1.521 πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα, Odyssey 1.522 ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, Odyssey 1.523 ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, Odyssey 1.524 Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ Odyssey 1.525 παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν. Odyssey 1.526 αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν, Odyssey 1.527 ἔνθʼ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν Odyssey 1.528 εἰς Ἔρεβος στρέψας, αὐτὸς δʼ ἀπονόσφι τραπέσθαι Odyssey 1.529 ἱέμενος ποταμοῖο ῥοάων· ἔνθα δὲ πολλαὶ Odyssey 1.530 ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων. Odyssey 1.531 δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι Odyssey 1.532 μῆλα, τὰ δὴ κατάκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, Odyssey 1.533 δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, Odyssey 1.534 ἰφθίμῳ τʼ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· Odyssey 1.535 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Odyssey 1.536 ἧσθαι, μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα Odyssey 1.537 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. Odyssey 1.538 ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται, ὄρχαμε λαῶν, Odyssey 1.539 ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου Odyssey 1.540 νόστον θʼ, ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα. Odyssey 1.541 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. Odyssey 1.542 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν· Odyssey 1.543 αὐτὴ δʼ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη, Odyssey 1.544 λεπτὸν καὶ χαρίεν, περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ Odyssey 1.545 καλὴν χρυσείην, κεφαλῇ δʼ ἐπέθηκε καλύπτρην. Odyssey 1.546 αὐτὰρ ἐγὼ διὰ δώματʼ ἰὼν ὤτρυνον ἑταίρους Odyssey 1.547 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· Odyssey 1.548 μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον, Odyssey 1.549 ἀλλʼ ἴομεν· δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη. Odyssey 1.550 ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.551 οὐδὲ μὲν οὐδʼ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους. Odyssey 1.552 Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος, οὔτε τι λίην Odyssey 1.553 ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς· Odyssey 1.554 ὅς μοι ἄνευθʼ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης, Odyssey 1.555 ψύχεος ἱμείρων, κατελέξατο οἰνοβαρείων. Odyssey 1.556 κινυμένων δʼ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας Odyssey 1.557 ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν Odyssey 1.558 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, Odyssey 1.559 ἀλλὰ καταντικρὺ τέγεος πέσεν· ἐκ δέ οἱ αὐχὴν Odyssey 1.560 ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθεν. Odyssey 1.561 ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον· Odyssey 1.562 φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν Odyssey 1.563 ἔρχεσθʼ· ἄλλην δʼ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη, Odyssey 1.564 εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης Odyssey 1.565 ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο. Odyssey 1.566 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ, Odyssey 1.567 ἑζόμενοι δὲ κατʼ αὖθι γόων τίλλοντό τε χαίτας· Odyssey 1.568 ἀλλʼ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν. Odyssey 1.569 ἀλλʼ ὅτε δή ῥʼ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης Odyssey 1.570 ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες, Odyssey 1.571 τόφρα δʼ ἄρʼ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ Odyssey 1.572 ἀρνειὸν κατέδησεν ὄιν θῆλύν τε μέλαιναν, Odyssey 1.573 ῥεῖα παρεξελθοῦσα· τίς ἂν θεὸν οὐκ ἐθέλοντα Odyssey 1.574 ὀφθαλμοῖσιν ἴδοιτʼ ἢ ἔνθʼ ἢ ἔνθα κιόντα; Odyssey 1.1 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν, Odyssey 1.2 νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν, Odyssey 1.3 ἐν δʼ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηὶ μελαίνῃ, Odyssey 1.4 ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ Odyssey 1.5 βαίνομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. Odyssey 1.6 ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο Odyssey 1.7 ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, Odyssey 1.8 Κίρκη εὐπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. Odyssey 1.9 ἡμεῖς δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα Odyssey 1.10 ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. Odyssey 1.11 τῆς δὲ πανημερίης τέταθʼ ἱστία ποντοπορούσης· Odyssey 1.12 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. Odyssey 1.13 ἡ δʼ ἐς πείραθʼ ἵκανε βαθυρρόου Ὠκεανοῖο. Odyssey 1.14 ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε, Odyssey 1.15 ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτʼ αὐτοὺς Odyssey 1.16 ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν, Odyssey 1.17 οὔθʼ ὁπότʼ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα, Odyssey 1.18 οὔθʼ ὅτʼ ἂν ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτράπηται, Odyssey 1.19 ἀλλʼ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι. Odyssey 1.20 νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα Odyssey 1.21 εἱλόμεθʼ· αὐτοὶ δʼ αὖτε παρὰ ῥόον Ὠκεανοῖο Odyssey 1.22 ᾔομεν, ὄφρʼ ἐς χῶρον ἀφικόμεθʼ, ὃν φράσε Κίρκη. Odyssey 1.23 ἔνθʼ ἱερήια μὲν Περιμήδης Εὐρύλοχός τε Odyssey 1.24 ἔσχον· ἐγὼ δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Odyssey 1.25 βόθρον ὄρυξʼ ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα, Odyssey 1.26 ἀμφʼ αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, Odyssey 1.27 πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, Odyssey 1.28 τὸ τρίτον αὖθʼ ὕδατι· ἐπὶ δʼ ἄλφιτα λευκὰ πάλυνον. Odyssey 1.29 πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, Odyssey 1.30 ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, Odyssey 1.31 ῥέξειν ἐν μεγάροισι πυρήν τʼ ἐμπλησέμεν ἐσθλῶν, Odyssey 1.32 Τειρεσίῃ δʼ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ Odyssey 1.33 παμμέλανʼ, ὃς μήλοισι μεταπρέπει ἡμετέροισι. Odyssey 1.34 τοὺς δʼ ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, Odyssey 1.35 ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα Odyssey 1.36 ἐς βόθρον, ῥέε δʼ αἷμα κελαινεφές· αἱ δʼ ἀγέροντο Odyssey 1.37 ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων. Odyssey 1.38 νύμφαι τʼ ἠίθεοί τε πολύτλητοί τε γέροντες Odyssey 1.39 παρθενικαί τʼ ἀταλαὶ νεοπενθέα θυμὸν ἔχουσαι, Odyssey 1.40 πολλοὶ δʼ οὐτάμενοι χαλκήρεσιν ἐγχείῃσιν, Odyssey 1.41 ἄνδρες ἀρηίφατοι βεβροτωμένα τεύχεʼ ἔχοντες· Odyssey 1.42 οἳ πολλοὶ περὶ βόθρον ἐφοίτων ἄλλοθεν ἄλλος Odyssey 1.43 θεσπεσίῃ ἰαχῇ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει. Odyssey 1.44 δὴ τότʼ ἔπειθʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσα Odyssey 1.45 μῆλα, τὰ δὴ κατέκειτʼ ἐσφαγμένα νηλέι χαλκῷ, Odyssey 1.46 δείραντας κατακῆαι, ἐπεύξασθαι δὲ θεοῖσιν, Odyssey 1.47 ἰφθίμῳ τʼ Ἀΐδῃ καὶ ἐπαινῇ Περσεφονείῃ· Odyssey 1.48 αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ Odyssey 1.49 ἥμην, οὐδʼ εἴων νεκύων ἀμενηνὰ κάρηνα Odyssey 1.50 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. Odyssey 1.51 πρώτη δὲ ψυχὴ Ἐλπήνορος ἦλθεν ἑταίρου· Odyssey 1.52 οὐ γάρ πω ἐτέθαπτο ὑπὸ χθονὸς εὐρυοδείης· Odyssey 1.53 σῶμα γὰρ ἐν Κίρκης μεγάρῳ κατελείπομεν ἡμεῖς Odyssey 1.54 ἄκλαυτον καὶ ἄθαπτον, ἐπεὶ πόνος ἄλλος ἔπειγε. Odyssey 1.55 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, Odyssey 1.56 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Odyssey 1.57 Ἐλπῆνορ, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα; Odyssey 1.58 ἔφθης πεζὸς ἰὼν ἢ ἐγὼ σὺν νηὶ μελαίνῃ. Odyssey 1.59 ὣς ἐφάμην, ὁ δέ μʼ οἰμώξας ἠμείβετο μύθῳ· Odyssey 1.60 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.61 ἆσέ με δαίμονος αἶσα κακὴ καὶ ἀθέσφατος οἶνος. Odyssey 1.62 Κίρκης δʼ ἐν μεγάρῳ καταλέγμενος οὐκ ἐνόησα Odyssey 1.63 ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν, Odyssey 1.64 ἀλλὰ καταντικρὺ τέγεος πέσον· ἐκ δέ μοι αὐχὴν Odyssey 1.65 ἀστραγάλων ἐάγη, ψυχὴ δʼ Ἄϊδόσδε κατῆλθε. Odyssey 1.66 νῦν δέ σε τῶν ὄπιθεν γουνάζομαι, οὐ παρεόντων, Odyssey 1.67 πρός τʼ ἀλόχου καὶ πατρός, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα, Odyssey 1.68 Τηλεμάχου θʼ, ὃν μοῦνον ἐνὶ μεγάροισιν ἔλειπες· Odyssey 1.69 οἶδα γὰρ ὡς ἐνθένδε κιὼν δόμου ἐξ Ἀίδαο Odyssey 1.70 νῆσον ἐς Αἰαίην σχήσεις ἐυεργέα νῆα· Odyssey 1.71 ἔνθα σʼ ἔπειτα, ἄναξ, κέλομαι μνήσασθαι ἐμεῖο. Odyssey 1.72 μή μʼ ἄκλαυτον ἄθαπτον ἰὼν ὄπιθεν καταλείπειν Odyssey 1.73 νοσφισθείς, μή τοί τι θεῶν μήνιμα γένωμαι, Odyssey 1.74 ἀλλά με κακκῆαι σὺν τεύχεσιν, ἅσσα μοι ἔστιν, Odyssey 1.75 σῆμά τέ μοι χεῦαι πολιῆς ἐπὶ θινὶ θαλάσσης, Odyssey 1.76 ἀνδρὸς δυστήνοιο καὶ ἐσσομένοισι πυθέσθαι. Odyssey 1.77 ταῦτά τέ μοι τελέσαι πῆξαί τʼ ἐπὶ τύμβῳ ἐρετμόν, Odyssey 1.78 τῷ καὶ ζωὸς ἔρεσσον ἐὼν μετʼ ἐμοῖς ἑτάροισιν. Odyssey 1.79 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.80 ταῦτά τοι, ὦ δύστηνε, τελευτήσω τε καὶ ἔρξω. Odyssey 1.81 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν Odyssey 1.82 ἥμεθʼ, ἐγὼ μὲν ἄνευθεν ἐφʼ αἵματι φάσγανον ἴσχων, Odyssey 1.83 εἴδωλον δʼ ἑτέρωθεν ἑταίρου πόλλʼ ἀγόρευεν· Odyssey 1.84 ἦλθε δʼ ἐπὶ ψυχὴ μητρὸς κατατεθνηυίης, Odyssey 1.85 Αὐτολύκου θυγάτηρ μεγαλήτορος Ἀντίκλεια, Odyssey 1.86 τὴν ζωὴν κατέλειπον ἰὼν εἰς Ἴλιον ἱρήν. Odyssey 1.87 τὴν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ· Odyssey 1.88 ἀλλʼ οὐδʼ ὣς εἴων προτέρην, πυκινόν περ ἀχεύων, Odyssey 1.89 αἵματος ἆσσον ἴμεν, πρὶν Τειρεσίαο πυθέσθαι. Odyssey 1.90 ἦλθε δʼ ἐπὶ ψυχὴ Θηβαίου Τειρεσίαο Odyssey 1.91 χρύσεον σκῆπτρον ἔχων, ἐμὲ δʼ ἔγνω καὶ προσέειπεν· Odyssey 1.92 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.93 τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο Odyssey 1.94 ἤλυθες, ὄφρα ἴδῃ νέκυας καὶ ἀτερπέα χῶρον; Odyssey 1.95 ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δὲ φάσγανον ὀξύ, Odyssey 1.96 αἵματος ὄφρα πίω καί τοι νημερτέα εἴπω. Odyssey 1.97 ὣς φάτʼ, ἐγὼ δʼ ἀναχασσάμενος ξίφος ἀργυρόηλον Odyssey 1.98 κουλεῷ ἐγκατέπηξʼ. ὁ δʼ ἐπεὶ πίεν αἷμα κελαινόν, Odyssey 1.99 καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα μάντις ἀμύμων· Odyssey 1.100 νόστον δίζηαι μελιηδέα, φαίδιμʼ Ὀδυσσεῦ· Odyssey 1.101 τὸν δέ τοι ἀργαλέον θήσει θεός· οὐ γὰρ ὀίω Odyssey 1.102 λήσειν ἐννοσίγαιον, ὅ τοι κότον ἔνθετο θυμῷ Odyssey 1.103 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. Odyssey 1.104 ἀλλʼ ἔτι μέν κε καὶ ὣς κακά περ πάσχοντες ἵκοισθε, Odyssey 1.105 αἴ κʼ ἐθέλῃς σὸν θυμὸν ἐρυκακέειν καὶ ἑταίρων, Odyssey 1.106 ὁππότε κε πρῶτον πελάσῃς ἐυεργέα νῆα Odyssey 1.107 Θρινακίῃ νήσῳ, προφυγὼν ἰοειδέα πόντον, Odyssey 1.108 βοσκομένας δʼ εὕρητε βόας καὶ ἴφια μῆλα Odyssey 1.109 Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. Odyssey 1.110 τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, Odyssey 1.111 καί κεν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· Odyssey 1.112 εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, Odyssey 1.113 νηί τε καὶ ἑτάροις. αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, Odyssey 1.114 ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους, Odyssey 1.115 νηὸς ἐπʼ ἀλλοτρίης· δήεις δʼ ἐν πήματα οἴκῳ, Odyssey 1.116 ἄνδρας ὑπερφιάλους, οἵ τοι βίοτον κατέδουσι Odyssey 1.117 μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες. Odyssey 1.118 ἀλλʼ ἦ τοι κείνων γε βίας ἀποτίσεαι ἐλθών· Odyssey 1.119 αὐτὰρ ἐπὴν μνηστῆρας ἐνὶ μεγάροισι τεοῖσι Odyssey 1.120 κτείνῃς ἠὲ δόλῳ ἢ ἀμφαδὸν ὀξέι χαλκῷ, Odyssey 1.121 ἔρχεσθαι δὴ ἔπειτα λαβὼν ἐυῆρες ἐρετμόν, Odyssey 1.122 εἰς ὅ κε τοὺς ἀφίκηαι οἳ οὐκ ἴσασι θάλασσαν Odyssey 1.123 ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· Odyssey 1.124 οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους Odyssey 1.125 οὐδʼ ἐυήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. Odyssey 1.126 σῆμα δέ τοι ἐρέω μάλʼ ἀριφραδές, οὐδέ σε λήσει· Odyssey 1.127 ὁππότε κεν δή τοι συμβλήμενος ἄλλος ὁδίτης Odyssey 1.128 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, Odyssey 1.129 καὶ τότε δὴ γαίῃ πήξας ἐυῆρες ἐρετμόν, Odyssey 1.130 ῥέξας ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, Odyssey 1.131 ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, Odyssey 1.132 οἴκαδʼ ἀποστείχειν ἔρδειν θʼ ἱερᾶς ἑκατόμβας Odyssey 1.133 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, Odyssey 1.134 πᾶσι μάλʼ ἑξείης. θάνατος δέ τοι ἐξ ἁλὸς αὐτῷ Odyssey 1.135 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ σε πέφνῃ Odyssey 1.136 γήραι ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ Odyssey 1.137 ὄλβιοι ἔσσονται. τὰ δέ τοι νημερτέα εἴρω. Odyssey 1.138 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.139 Τειρεσίη, τὰ μὲν ἄρ που ἐπέκλωσαν θεοὶ αὐτοί. Odyssey 1.140 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· Odyssey 1.141 μητρὸς τήνδʼ ὁρόω ψυχὴν κατατεθνηυίης· Odyssey 1.142 ἡ δʼ ἀκέουσʼ ἧσται σχεδὸν αἵματος, οὐδʼ ἑὸν υἱὸν Odyssey 1.143 ἔτλη ἐσάντα ἰδεῖν οὐδὲ προτιμυθήσασθαι. Odyssey 1.144 εἰπέ, ἄναξ, πῶς κέν με ἀναγνοίη τὸν ἐόντα; Odyssey 1.145 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπεν· Odyssey 1.146 ῥηΐδιόν τοι ἔπος ἐρέω καὶ ἐπὶ φρεσὶ θήσω. Odyssey 1.147 ὅν τινα μέν κεν ἐᾷς νεκύων κατατεθνηώτων Odyssey 1.148 αἵματος ἆσσον ἴμεν, ὁ δέ τοι νημερτὲς ἐνίψει· Odyssey 1.149 ᾧ δέ κʼ ἐπιφθονέῃς, ὁ δέ τοι πάλιν εἶσιν ὀπίσσω. Odyssey 1.150 ὣς φαμένη ψυχὴ μὲν ἔβη δόμον Ἄϊδος εἴσω Odyssey 1.151 Τειρεσίαο ἄνακτος, ἐπεὶ κατὰ θέσφατʼ ἔλεξεν· Odyssey 1.152 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, ὄφρʼ ἐπὶ μήτηρ Odyssey 1.153 ἤλυθε καὶ πίεν αἷμα κελαινεφές· αὐτίκα δʼ ἔγνω, Odyssey 1.154 καί μʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.155 τέκνον ἐμόν, πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα Odyssey 1.156 ζωὸς ἐών; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι. Odyssey 1.157 μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα, Odyssey 1.158 Ὠκεανὸς μὲν πρῶτα, τὸν οὔ πως ἔστι περῆσαι Odyssey 1.159 πεζὸν ἐόντʼ, ἢν μή τις ἔχῃ ἐυεργέα νῆα. Odyssey 1.160 ἦ νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδʼ ἱκάνεις Odyssey 1.161 νηί τε καὶ ἑτάροισι πολὺν χρόνον; οὐδέ πω ἦλθες Odyssey 1.162 εἰς Ἰθάκην, οὐδʼ εἶδες ἐνὶ μεγάροισι γυναῖκα; Odyssey 1.163 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.164 μῆτερ ἐμή, χρειώ με κατήγαγεν εἰς Ἀίδαο Odyssey 1.165 ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο· Odyssey 1.166 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς Odyssey 1.167 γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν, Odyssey 1.168 ἐξ οὗ τὰ πρώτισθʼ ἑπόμην Ἀγαμέμνονι δίῳ Odyssey 1.169 Ἴλιον εἰς ἐύπωλον, ἵνα Τρώεσσι μαχοίμην. Odyssey 1.170 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον· Odyssey 1.171 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; Odyssey 1.172 ἦ δολιχὴ νοῦσος, ἦ Ἄρτεμις ἰοχέαιρα Odyssey 1.173 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν; Odyssey 1.174 εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος, ὃν κατέλειπον, Odyssey 1.175 ἢ ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας, ἦέ τις ἤδη Odyssey 1.176 ἀνδρῶν ἄλλος ἔχει, ἐμὲ δʼ οὐκέτι φασὶ νέεσθαι. Odyssey 1.177 εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε, Odyssey 1.178 ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει Odyssey 1.179 ἦ ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος. Odyssey 1.180 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· Odyssey 1.181 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ Odyssey 1.182 σοῖσιν ἐνὶ μεγάροισιν· ὀιζυραὶ δέ οἱ αἰεὶ Odyssey 1.183 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. Odyssey 1.184 σὸν δʼ οὔ πώ τις ἔχει καλὸν γέρας, ἀλλὰ ἕκηλος Odyssey 1.185 Τηλέμαχος τεμένεα νέμεται καὶ δαῖτας ἐίσας Odyssey 1.186 δαίνυται, ἃς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν· Odyssey 1.187 πάντες γὰρ καλέουσι. πατὴρ δὲ σὸς αὐτόθι μίμνει Odyssey 1.188 ἀγρῷ, οὐδὲ πόλινδε κατέρχεται. οὐδέ οἱ εὐναὶ Odyssey 1.189 δέμνια καὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα, Odyssey 1.190 ἀλλʼ ὅ γε χεῖμα μὲν εὕδει ὅθι δμῶες ἐνὶ οἴκῳ, Odyssey 1.191 ἐν κόνι ἄγχι πυρός, κακὰ δὲ χροῒ εἵματα εἷται· Odyssey 1.192 αὐτὰρ ἐπὴν ἔλθῃσι θέρος τεθαλυῖά τʼ ὀπώρη, Odyssey 1.193 πάντῃ οἱ κατὰ γουνὸν ἀλωῆς οἰνοπέδοιο Odyssey 1.194 φύλλων κεκλιμένων χθαμαλαὶ βεβλήαται εὐναί. Odyssey 1.195 ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων, μέγα δὲ φρεσὶ πένθος ἀέξει Odyssey 1.196 σὸν νόστον ποθέων, χαλεπὸν δʼ ἐπὶ γῆρας ἱκάνει. Odyssey 1.197 οὕτω γὰρ καὶ ἐγὼν ὀλόμην καὶ πότμον ἐπέσπον· Odyssey 1.198 οὔτʼ ἐμέ γʼ ἐν μεγάροισιν ἐύσκοπος ἰοχέαιρα Odyssey 1.199 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν, Odyssey 1.200 οὔτε τις οὖν μοι νοῦσος ἐπήλυθεν, ἥ τε μάλιστα Odyssey 1.201 τηκεδόνι στυγερῇ μελέων ἐξείλετο θυμόν· Odyssey 1.202 ἀλλά με σός τε πόθος σά τε μήδεα, φαίδιμʼ Ὀδυσσεῦ, Odyssey 1.203 σή τʼ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα. Odyssey 1.204 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ γʼ ἔθελον φρεσὶ μερμηρίξας Odyssey 1.205 μητρὸς ἐμῆς ψυχὴν ἑλέειν κατατεθνηυίης. Odyssey 1.206 τρὶς μὲν ἐφωρμήθην, ἑλέειν τέ με θυμὸς ἀνώγει, Odyssey 1.207 τρὶς δέ μοι ἐκ χειρῶν σκιῇ εἴκελον ἢ καὶ ὀνείρῳ Odyssey 1.208 ἔπτατʼ. ἐμοὶ δʼ ἄχος ὀξὺ γενέσκετο κηρόθι μᾶλλον, Odyssey 1.209 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Odyssey 1.210 μῆτερ ἐμή, τί νύ μʼ οὐ μίμνεις ἑλέειν μεμαῶτα, Odyssey 1.211 ὄφρα καὶ εἰν Ἀίδαο φίλας περὶ χεῖρε βαλόντε Odyssey 1.212 ἀμφοτέρω κρυεροῖο τεταρπώμεσθα γόοιο; Odyssey 1.213 ἦ τί μοι εἴδωλον τόδʼ ἀγαυὴ Περσεφόνεια Odyssey 1.214 ὤτρυνʼ, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω; Odyssey 1.215 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο πότνια μήτηρ· Odyssey 1.216 ὤ μοι, τέκνον ἐμόν, περὶ πάντων κάμμορε φωτῶν, Odyssey 1.217 οὔ τί σε Περσεφόνεια Διὸς θυγάτηρ ἀπαφίσκει, Odyssey 1.218 ἀλλʼ αὕτη δίκη ἐστὶ βροτῶν, ὅτε τίς κε θάνῃσιν· Odyssey 1.219 οὐ γὰρ ἔτι σάρκας τε καὶ ὀστέα ἶνες ἔχουσιν, Odyssey 1.220 ἀλλὰ τὰ μέν τε πυρὸς κρατερὸν μένος αἰθομένοιο Odyssey 1.221 δαμνᾷ, ἐπεί κε πρῶτα λίπῃ λεύκʼ ὀστέα θυμός, Odyssey 1.222 ψυχὴ δʼ ἠύτʼ ὄνειρος ἀποπταμένη πεπότηται. Odyssey 1.223 ἀλλὰ φόωσδε τάχιστα λιλαίεο· ταῦτα δὲ πάντα Odyssey 1.224 ἴσθʼ, ἵνα καὶ μετόπισθε τεῇ εἴπῃσθα γυναικί. Odyssey 1.225 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβόμεθʼ, αἱ δὲ γυναῖκες Odyssey 1.226 ἤλυθον, ὤτρυνεν γὰρ ἀγαυὴ Περσεφόνεια, Odyssey 1.227 ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. Odyssey 1.228 αἱ δʼ ἀμφʼ αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, Odyssey 1.229 αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην. Odyssey 1.230 ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή· Odyssey 1.231 σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ Odyssey 1.232 οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. Odyssey 1.233 αἱ δὲ προμνηστῖναι ἐπήισαν, ἠδὲ ἑκάστη Odyssey 1.234 ὃν γόνον ἐξαγόρευεν· ἐγὼ δʼ ἐρέεινον ἁπάσας. Odyssey 1.235 ἔνθʼ ἦ τοι πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, Odyssey 1.236 ἣ φάτο Σαλμωνῆος ἀμύμονος ἔκγονος εἶναι, Odyssey 1.237 φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο· Odyssey 1.238 ἣ ποταμοῦ ἠράσσατʼ Ἐνιπῆος θείοιο, Odyssey 1.239 ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἵησι, Odyssey 1.240 καί ῥʼ ἐπʼ Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. Odyssey 1.241 τῷ δʼ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος Odyssey 1.242 ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος· Odyssey 1.243 πορφύρεον δʼ ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, Odyssey 1.244 κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. Odyssey 1.245 λῦσε δὲ παρθενίην ζώνην, κατὰ δʼ ὕπνον ἔχευεν. Odyssey 1.246 αὐτὰρ ἐπεί ῥʼ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, Odyssey 1.247 ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.248 χαῖρε, γύναι, φιλότητι· περιπλομένου δʼ ἐνιαυτοῦ Odyssey 1.249 τέξεις ἀγλαὰ τέκνα, ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ Odyssey 1.250 ἀθανάτων· σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε. Odyssey 1.251 νῦν δʼ ἔρχευ πρὸς δῶμα, καὶ ἴσχεο μηδʼ ὀνομήνῃς· Odyssey 1.252 αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων. Odyssey 1.253 ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα. Odyssey 1.254 ἡ δʼ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα, Odyssey 1.255 τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην Odyssey 1.256 ἀμφοτέρω· Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ Odyssey 1.257 ναῖε πολύρρηνος, ὁ δʼ ἄρʼ ἐν Πύλῳ ἠμαθόεντι. Odyssey 1.258 τοὺς δʼ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν, Odyssey 1.259 Αἴσονά τʼ ἠδὲ Φέρητʼ Ἀμυθάονά θʼ ἱππιοχάρμην. Odyssey 1.260 τὴν δὲ μετʼ Ἀντιόπην ἴδον, Ἀσωποῖο θύγατρα, Odyssey 1.261 ἣ δὴ καὶ Διὸς εὔχετʼ ἐν ἀγκοίνῃσιν ἰαῦσαι, Odyssey 1.262 καί ῥʼ ἔτεκεν δύο παῖδʼ, Ἀμφίονά τε Ζῆθόν τε, Odyssey 1.263 οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο, Odyssey 1.264 πύργωσάν τʼ, ἐπεὶ οὐ μὲν ἀπύργωτόν γʼ ἐδύναντο Odyssey 1.265 ναιέμεν εὐρύχορον Θήβην, κρατερώ περ ἐόντε. Odyssey 1.266 τὴν δὲ μετʼ Ἀλκμήνην ἴδον, Ἀμφιτρύωνος ἄκοιτιν, Odyssey 1.267 ἥ ῥʼ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα Odyssey 1.268 γείνατʼ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα· Odyssey 1.269 καὶ Μεγάρην, Κρείοντος ὑπερθύμοιο θύγατρα, Odyssey 1.270 τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής. Odyssey 1.271 μητέρα τʼ Οἰδιπόδαο ἴδον, καλὴν Ἐπικάστην, Odyssey 1.272 ἣ μέγα ἔργον ἔρεξεν ἀιδρείῃσι νόοιο Odyssey 1.273 γημαμένη ᾧ υἷι· ὁ δʼ ὃν πατέρʼ ἐξεναρίξας Odyssey 1.274 γῆμεν· ἄφαρ δʼ ἀνάπυστα θεοὶ θέσαν ἀνθρώποισιν. Odyssey 1.275 ἀλλʼ ὁ μὲν ἐν Θήβῃ πολυηράτῳ ἄλγεα πάσχων Odyssey 1.276 Καδμείων ἤνασσε θεῶν ὀλοὰς διὰ βουλάς· Odyssey 1.277 ἡ δʼ ἔβη εἰς Ἀίδαο πυλάρταο κρατεροῖο, Odyssey 1.278 ἁψαμένη βρόχον αἰπὺν ἀφʼ ὑψηλοῖο μελάθρου, Odyssey 1.279 ᾧ ἄχεϊ σχομένη· τῷ δʼ ἄλγεα κάλλιπʼ ὀπίσσω Odyssey 1.280 πολλὰ μάλʼ, ὅσσα τε μητρὸς Ἐρινύες ἐκτελέουσιν. Odyssey 1.281 καὶ Χλῶριν εἶδον περικαλλέα, τήν ποτε Νηλεὺς Odyssey 1.282 γῆμεν ἑὸν διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, Odyssey 1.283 ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο, Odyssey 1.284 ὅς ποτʼ ἐν Ὀρχομενῷ Μινυείῳ ἶφι ἄνασσεν· Odyssey 1.285 ἡ δὲ Πύλου βασίλευε, τέκεν δέ οἱ ἀγλαὰ τέκνα, Odyssey 1.286 Νέστορά τε Χρόμιον τε Περικλύμενόν τʼ ἀγέρωχον. Odyssey 1.287 τοῖσι δʼ ἐπʼ ἰφθίμην Πηρὼ τέκε, θαῦμα βροτοῖσι, Odyssey 1.288 τὴν πάντες μνώοντο περικτίται· οὐδʼ ἄρα Νηλεὺς Odyssey 1.289 τῷ ἐδίδου ὃς μὴ ἕλικας βόας εὐρυμετώπους Odyssey 1.290 ἐκ Φυλάκης ἐλάσειε βίης Ἰφικληείης Odyssey 1.291 ἀργαλέας· τὰς δʼ οἶος ὑπέσχετο μάντις ἀμύμων Odyssey 1.292 ἐξελάαν· χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρα πέδησε, Odyssey 1.293 δεσμοί τʼ ἀργαλέοι καὶ βουκόλοι ἀγροιῶται. Odyssey 1.294 ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο Odyssey 1.295 ἂψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, Odyssey 1.296 καὶ τότε δή μιν ἔλυσε βίη Ἰφικληείη, Odyssey 1.297 θέσφατα πάντʼ εἰπόντα· Διὸς δʼ ἐτελείετο βουλή. Odyssey 1.298 καὶ Λήδην εἶδον, τὴν Τυνδαρέου παράκοιτιν, Odyssey 1.299 ἥ ῥʼ ὑπὸ Τυνδαρέῳ κρατερόφρονε γείνατο παῖδε, Odyssey 1.300 Κάστορά θʼ ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, Odyssey 1.301 τοὺς ἄμφω ζωοὺς κατέχει φυσίζοος αἶα· Odyssey 1.302 οἳ καὶ νέρθεν γῆς τιμὴν πρὸς Ζηνὸς ἔχοντες Odyssey 1.303 ἄλλοτε μὲν ζώουσʼ ἑτερήμεροι, ἄλλοτε δʼ αὖτε Odyssey 1.304 τεθνᾶσιν· τιμὴν δὲ λελόγχασιν ἶσα θεοῖσι. Odyssey 1.305 τὴν δὲ μετʼ Ἰφιμέδειαν, Ἀλωῆος παράκοιτιν Odyssey 1.306 εἴσιδον, ἣ δὴ φάσκε Ποσειδάωνι μιγῆναι, Odyssey 1.307 καί ῥʼ ἔτεκεν δύο παῖδε, μινυνθαδίω δʼ ἐγενέσθην, Odyssey 1.308 Ὦτόν τʼ ἀντίθεον τηλεκλειτόν τʼ Ἐφιάλτην, Odyssey 1.309 οὓς δὴ μηκίστους θρέψε ζείδωρος ἄρουρα Odyssey 1.310 καὶ πολὺ καλλίστους μετά γε κλυτὸν Ὠρίωνα· Odyssey 1.311 ἐννέωροι γὰρ τοί γε καὶ ἐννεαπήχεες ἦσαν Odyssey 1.312 εὖρος, ἀτὰρ μῆκός γε γενέσθην ἐννεόργυιοι. Odyssey 1.313 οἵ ῥα καὶ ἀθανάτοισιν ἀπειλήτην ἐν Ὀλύμπῳ Odyssey 1.314 φυλόπιδα στήσειν πολυάικος πολέμοιο. Odyssey 1.315 Ὄσσαν ἐπʼ Οὐλύμπῳ μέμασαν θέμεν, αὐτὰρ ἐπʼ Ὄσσῃ Odyssey 1.316 Πήλιον εἰνοσίφυλλον, ἵνʼ οὐρανὸς ἀμβατὸς εἴη. Odyssey 1.317 καί νύ κεν ἐξετέλεσσαν, εἰ ἥβης μέτρον ἵκοντο· Odyssey 1.318 ἀλλʼ ὄλεσεν Διὸς υἱός, ὃν ἠύκομος τέκε Λητώ, Odyssey 1.319 ἀμφοτέρω, πρίν σφωιν ὑπὸ κροτάφοισιν ἰούλους Odyssey 1.320 ἀνθῆσαι πυκάσαι τε γένυς ἐυανθέι λάχνῃ. Odyssey 1.321 Φαίδρην τε Πρόκριν τε ἴδον καλήν τʼ Ἀριάδνην, Odyssey 1.322 κούρην Μίνωος ὀλοόφρονος, ἥν ποτε Θησεὺς Odyssey 1.323 ἐκ Κρήτης ἐς γουνὸν Ἀθηνάων ἱεράων Odyssey 1.324 ἦγε μέν, οὐδʼ ἀπόνητο· πάρος δέ μιν Ἄρτεμις ἔκτα Odyssey 1.325 Δίῃ ἐν ἀμφιρύτῃ Διονύσου μαρτυρίῃσιν. Odyssey 1.326 Μαῖράν τε Κλυμένην τε ἴδον στυγερήν τʼ Ἐριφύλην, Odyssey 1.327 ἣ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. Odyssey 1.328 πάσας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, Odyssey 1.329 ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας· Odyssey 1.330 πρὶν γάρ κεν καὶ νὺξ φθῖτʼ ἄμβροτος. ἀλλὰ καὶ ὥρη Odyssey 1.331 εὕδειν, ἢ ἐπὶ νῆα θοὴν ἐλθόντʼ ἐς ἑταίρους Odyssey 1.332 ἢ αὐτοῦ· πομπὴ δὲ θεοῖς ὑμῖν τε μελήσει. Odyssey 1.333 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, Odyssey 1.334 κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. Odyssey 1.335 τοῖσιν δʼ Ἀρήτη λευκώλενος ἤρχετο μύθων. Odyssey 1.336 Φαίηκες, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι Odyssey 1.337 εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐίσας; Odyssey 1.338 ξεῖνος δʼ αὖτʼ ἐμός ἐστιν, ἕκαστος δʼ ἔμμορε τιμῆς· Odyssey 1.339 τῷ μὴ ἐπειγόμενοι ἀποπέμπετε, μηδὲ τὰ δῶρα Odyssey 1.340 οὕτω χρηίζοντι κολούετε· πολλὰ γὰρ ὑμῖν Odyssey 1.341 κτήματʼ ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται. Odyssey 1.342 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, Odyssey 1.343 ὃς δὴ Φαιήκων ἀνδρῶν προγενέστερος ἦεν· Odyssey 1.344 ὦ φίλοι, οὐ μὰν ἧμιν ἀπὸ σκοποῦ οὐδʼ ἀπὸ δόξης Odyssey 1.345 μυθεῖται βασίλεια περίφρων· ἀλλὰ πίθεσθε. Odyssey 1.346 Ἀλκινόου δʼ ἐκ τοῦδʼ ἔχεται ἔργον τε ἔπος τε. Odyssey 1.347 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.348 τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος, αἴ κεν ἐγώ γε Odyssey 1.349 ζωὸς Φαιήκεσσι φιληρέτμοισιν ἀνάσσω· Odyssey 1.350 ξεῖνος δὲ τλήτω μάλα περ νόστοιο χατίζων Odyssey 1.351 ἔμπης οὖν ἐπιμεῖναι ἐς αὔριον, εἰς ὅ κε πᾶσαν Odyssey 1.352 δωτίνην τελέσω· πομπὴ δʼ ἄνδρεσσι μελήσει Odyssey 1.353 πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ δήμῳ. Odyssey 1.354 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.355 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, Odyssey 1.356 εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτʼ αὐτόθι μίμνειν, Odyssey 1.357 πομπὴν δʼ ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε, Odyssey 1.358 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη, Odyssey 1.359 πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδʼ ἱκέσθαι· Odyssey 1.360 καί κʼ αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην Odyssey 1.361 πᾶσιν, ὅσοι μʼ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα. Odyssey 1.362 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.363 ὦ Ὀδυσεῦ, τὸ μὲν οὔ τί σʼ ἐίσκομεν εἰσορόωντες, Odyssey 1.364 ἠπεροπῆά τʼ ἔμεν καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς Odyssey 1.365 βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, Odyssey 1.366 ψεύδεά τʼ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο· Odyssey 1.367 σοὶ δʼ ἔπι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί. Odyssey 1.368 μῦθον δʼ ὡς ὅτʼ ἀοιδὸς ἐπισταμένως κατέλεξας, Odyssey 1.369 πάντων τʼ Ἀργείων σέο τʼ αὐτοῦ κήδεα λυγρά. Odyssey 1.370 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.371 εἴ τινας ἀντιθέων ἑτάρων ἴδες, οἵ τοι ἅμʼ αὐτῷ Odyssey 1.372 Ἴλιον εἰς ἅμʼ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον. Odyssey 1.373 νὺξ δʼ ἥδε μάλα μακρή, ἀθέσφατος· οὐδέ πω ὥρη Odyssey 1.374 εὕδειν ἐν μεγάρῳ, σὺ δέ μοι λέγε θέσκελα ἔργα. Odyssey 1.375 καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην, ὅτε μοι σὺ Odyssey 1.376 τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι. Odyssey 1.377 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.378 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, Odyssey 1.379 ὥρη μὲν πολέων μύθων, ὥρη δὲ καὶ ὕπνου· Odyssey 1.380 εἰ δʼ ἔτʼ ἀκουέμεναί γε λιλαίεαι, οὐκ ἂν ἐγώ γε Odyssey 1.381 τούτων σοι φθονέοιμι καὶ οἰκτρότερʼ ἄλλʼ ἀγορεύειν, Odyssey 1.382 κήδεʼ ἐμῶν ἑτάρων, οἳ δὴ μετόπισθεν ὄλοντο, Odyssey 1.383 οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν, Odyssey 1.384 ἐν νόστῳ δʼ ἀπόλοντο κακῆς ἰότητι γυναικός. Odyssey 1.385 αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασʼ ἄλλυδις ἄλλῃ Odyssey 1.386 ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων, Odyssey 1.387 ἦλθε δʼ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο Odyssey 1.388 ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσοι ἅμʼ αὐτῷ Odyssey 1.389 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. Odyssey 1.390 ἔγνω δʼ αἶψʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ πίεν αἷμα κελαινόν· Odyssey 1.391 κλαῖε δʼ ὅ γε λιγέως, θαλερὸν κατὰ δάκρυον εἴβων, Odyssey 1.392 πιτνὰς εἰς ἐμὲ χεῖρας, ὀρέξασθαι μενεαίνων· Odyssey 1.393 ἀλλʼ οὐ γάρ οἱ ἔτʼ ἦν ἲς ἔμπεδος οὐδέ τι κῖκυς, Odyssey 1.394 οἵη περ πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσι. Odyssey 1.395 τὸν μὲν ἐγὼ δάκρυσα ἰδὼν ἐλέησά τε θυμῷ, Odyssey 1.396 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Odyssey 1.397 Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, Odyssey 1.398 τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο; Odyssey 1.399 ἦε σέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν Odyssey 1.400 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν; Odyssey 1.401 ἦέ σʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου Odyssey 1.402 βοῦς περιταμνόμενον ἠδʼ οἰῶν πώεα καλά, Odyssey 1.403 ἠὲ περὶ πτόλιος μαχεούμενον ἠδὲ γυναικῶν; Odyssey 1.404 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· Odyssey 1.405 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.406 οὔτʼ ἐμέ γʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν Odyssey 1.407 ὄρσας ἀργαλέων ἀνέμων ἀμέγαρτον ἀυτμήν, Odyssey 1.408 οὔτε μʼ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου, Odyssey 1.409 ἀλλά μοι Αἴγισθος τεύξας θάνατόν τε μόρον τε Odyssey 1.410 ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ, οἶκόνδε καλέσσας, Odyssey 1.411 δειπνίσσας, ὥς τίς τε κατέκτανε βοῦν ἐπὶ φάτνῃ. Odyssey 1.412 ὣς θάνον οἰκτίστῳ θανάτῳ· περὶ δʼ ἄλλοι ἑταῖροι Odyssey 1.413 νωλεμέως κτείνοντο σύες ὣς ἀργιόδοντες, Odyssey 1.414 οἵ ῥά τʼ ἐν ἀφνειοῦ ἀνδρὸς μέγα δυναμένοιο Odyssey 1.415 ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαπίνῃ τεθαλυίῃ. Odyssey 1.416 ἤδη μὲν πολέων φόνῳ ἀνδρῶν ἀντεβόλησας, Odyssey 1.417 μουνὰξ κτεινομένων καὶ ἐνὶ κρατερῇ ὑσμίνῃ· Odyssey 1.418 ἀλλά κε κεῖνα μάλιστα ἰδὼν ὀλοφύραο θυμῷ, Odyssey 1.419 ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας Odyssey 1.420 κείμεθʼ ἐνὶ μεγάρῳ, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. Odyssey 1.421 οἰκτροτάτην δʼ ἤκουσα ὄπα Πριάμοιο θυγατρός, Odyssey 1.422 Κασσάνδρης, τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις Odyssey 1.423 ἀμφʼ ἐμοί, αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων Odyssey 1.424 βάλλον ἀποθνήσκων περὶ φασγάνῳ· ἡ δὲ κυνῶπις Odyssey 1.425 νοσφίσατʼ, οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο Odyssey 1.426 χερσὶ κατʼ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμʼ ἐρεῖσαι. Odyssey 1.427 ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός, Odyssey 1.428 ἥ τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται· Odyssey 1.429 οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές, Odyssey 1.430 κουριδίῳ τεύξασα πόσει φόνον. ἦ τοι ἔφην γε Odyssey 1.431 ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν Odyssey 1.432 οἴκαδʼ ἐλεύσεσθαι· ἡ δʼ ἔξοχα λυγρὰ ἰδυῖα Odyssey 1.433 οἷ τε κατʼ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω Odyssey 1.434 θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ ἐυεργὸς ἔῃσιν. Odyssey 1.435 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.436 ὢ πόποι, ἦ μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς Odyssey 1.437 ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς Odyssey 1.438 ἐξ ἀρχῆς· Ἑλένης μὲν ἀπωλόμεθʼ εἵνεκα πολλοί, Odyssey 1.439 σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθʼ ἐόντι. Odyssey 1.440 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· Odyssey 1.441 τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι· Odyssey 1.442 μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν, ὅν κʼ ἐὺ εἰδῇς, Odyssey 1.443 ἀλλὰ τὸ μὲν φάσθαι, τὸ δὲ καὶ κεκρυμμένον εἶναι. Odyssey 1.444 ἀλλʼ οὐ σοί γʼ, Ὀδυσεῦ, φόνος ἔσσεται ἔκ γε γυναικός· Odyssey 1.445 λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε Odyssey 1.446 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. Odyssey 1.447 ἦ μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς Odyssey 1.448 ἐρχόμενοι πόλεμόνδε· πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ Odyssey 1.449 νήπιος, ὅς που νῦν γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ, Odyssey 1.450 ὄλβιος· ἦ γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών, Odyssey 1.451 καὶ κεῖνος πατέρα προσπτύξεται, ἣ θέμις ἐστίν. Odyssey 1.452 ἡ δʼ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις Odyssey 1.453 ὀφθαλμοῖσιν ἔασε· πάρος δέ με πέφνε καὶ αὐτόν. Odyssey 1.454 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Odyssey 1.455 κρύβδην, μηδʼ ἀναφανδά, φίλην ἐς πατρίδα γαῖαν Odyssey 1.456 νῆα κατισχέμεναι· ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν. Odyssey 1.457 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.458 εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο, Odyssey 1.459 ἤ που ἐν Ὀρχομενῷ ἢ ἐν Πύλῳ ἠμαθόεντι, Odyssey 1.460 ἤ που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ· Odyssey 1.461 οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης. Odyssey 1.462 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.463 Ἀτρεΐδη, τί με ταῦτα διείρεαι; οὐδέ τι οἶδα, Odyssey 1.464 ζώει ὅ γʼ ἦ τέθνηκε· κακὸν δʼ ἀνεμώλια βάζειν. Odyssey 1.465 νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν Odyssey 1.466 ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες· Odyssey 1.467 ἦλθε δʼ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος Odyssey 1.468 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο Odyssey 1.469 Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε Odyssey 1.470 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. Odyssey 1.471 ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο Odyssey 1.472 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.473 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.474 σχέτλιε, τίπτʼ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον; Odyssey 1.475 πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ Odyssey 1.476 ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων; Odyssey 1.477 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.478 ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατʼ Ἀχαιῶν, Odyssey 1.479 ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν Odyssey 1.480 εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην· Odyssey 1.481 οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς Odyssey 1.482 γῆς ἐπέβην, ἀλλʼ αἰὲν ἔχω κακά. σεῖο δʼ, Ἀχιλλεῦ, Odyssey 1.483 οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτʼ ἄρʼ ὀπίσσω. Odyssey 1.484 πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν Odyssey 1.485 Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν Odyssey 1.486 ἐνθάδʼ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ. Odyssey 1.487 ὣς ἐφάμην, ὁ δέ μʼ αὐτίκʼ ἀμειβόμενος προσέειπε· Odyssey 1.488 μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμʼ Ὀδυσσεῦ. Odyssey 1.489 βουλοίμην κʼ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ, Odyssey 1.490 ἀνδρὶ παρʼ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη, Odyssey 1.491 ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. Odyssey 1.492 ἀλλʼ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες, Odyssey 1.493 ἢ ἕπετʼ ἐς πόλεμον πρόμος ἔμμεναι, ἦε καὶ οὐκί. Odyssey 1.494 εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος, εἴ τι πέπυσσαι, Odyssey 1.495 ἢ ἔτʼ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν, Odyssey 1.496 ἦ μιν ἀτιμάζουσιν ἀνʼ Ἑλλάδα τε Φθίην τε, Odyssey 1.497 οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε. Odyssey 1.498 οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπʼ αὐγὰς ἠελίοιο, Odyssey 1.499 τοῖος ἐών, οἷός ποτʼ ἐνὶ Τροίῃ εὐρείῃ Odyssey 1.500 πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν· Odyssey 1.501 εἰ τοιόσδʼ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ· Odyssey 1.502 τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, Odyssey 1.503 οἳ κεῖνον βιόωνται ἐέργουσίν τʼ ἀπὸ τιμῆς. Odyssey 1.504 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.505 ἦ τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι, Odyssey 1.506 αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο Odyssey 1.507 πᾶσαν ἀληθείην μυθήσομαι, ὥς με κελεύεις· Odyssey 1.508 αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης Odyssey 1.509 ἤγαγον ἐκ Σκύρου μετʼ ἐυκνήμιδας Ἀχαιούς. Odyssey 1.510 ἦ τοι ὅτʼ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς, Odyssey 1.511 αἰεὶ πρῶτος ἔβαζε καὶ οὐχ ἡμάρτανε μύθων· Odyssey 1.512 Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω. Odyssey 1.513 αὐτὰρ ὅτʼ ἐν πεδίῳ Τρώων μαρναίμεθα χαλκῷ, Odyssey 1.514 οὔ ποτʼ ἐνὶ πληθυῖ μένεν ἀνδρῶν οὐδʼ ἐν ὁμίλῳ, Odyssey 1.515 ἀλλὰ πολὺ προθέεσκε τὸ ὃν μένος οὐδενὶ εἴκων, Odyssey 1.516 πολλοὺς δʼ ἄνδρας ἔπεφνεν ἐν αἰνῇ δηιοτῆτι. Odyssey 1.517 πάντας δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδʼ ὀνομήνω, Odyssey 1.518 ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, Odyssey 1.519 ἀλλʼ οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ, Odyssey 1.520 ἥρωʼ Εὐρύπυλον, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι Odyssey 1.521 Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. Odyssey 1.522 κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. Odyssey 1.523 αὐτὰρ ὅτʼ εἰς ἵππον κατεβαίνομεν, ὃν κάμʼ Ἐπειός, Odyssey 1.524 Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δʼ ἐπὶ πάντα τέταλτο, Odyssey 1.525 ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδʼ ἐπιθεῖναι, Odyssey 1.526 ἔνθʼ ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες Odyssey 1.527 δάκρυά τʼ ὠμόργνυντο τρέμον θʼ ὑπὸ γυῖα ἑκάστου· Odyssey 1.528 κεῖνον δʼ οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν Odyssey 1.529 οὔτʼ ὠχρήσαντα χρόα κάλλιμον οὔτε παρειῶν Odyssey 1.530 δάκρυ ὀμορξάμενον· ὁ δέ γε μάλα πόλλʼ ἱκέτευεν Odyssey 1.531 ἱππόθεν ἐξέμεναι, ξίφεος δʼ ἐπεμαίετο κώπην Odyssey 1.532 καὶ δόρυ χαλκοβαρές, κακὰ δὲ Τρώεσσι μενοίνα. Odyssey 1.533 ἀλλʼ ὅτε δὴ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, Odyssey 1.534 μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν Odyssey 1.535 ἀσκηθής, οὔτʼ ἂρ βεβλημένος ὀξέι χαλκῷ Odyssey 1.536 οὔτʼ αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ Odyssey 1.537 γίγνεται ἐν πολέμῳ· ἐπιμὶξ δέ τε μαίνεται Ἄρης. Odyssey 1.538 ὣς ἐφάμην, ψυχὴ δὲ ποδώκεος Αἰακίδαο Odyssey 1.539 φοίτα μακρὰ βιβᾶσα κατʼ ἀσφοδελὸν λειμῶνα, Odyssey 1.540 γηθοσύνη ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι. Odyssey 1.541 αἱ δʼ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων Odyssey 1.542 ἕστασαν ἀχνύμεναι, εἴροντο δὲ κήδεʼ ἑκάστη. Odyssey 1.543 οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο Odyssey 1.544 νόσφιν ἀφεστήκει, κεχολωμένη εἵνεκα νίκης, Odyssey 1.545 τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ Odyssey 1.546 τεύχεσιν ἀμφʼ Ἀχιλῆος· ἔθηκε δὲ πότνια μήτηρ. Odyssey 1.547 παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη. Odyssey 1.548 ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδʼ ἐπʼ ἀέθλῳ· Odyssey 1.549 τοίην γὰρ κεφαλὴν ἕνεκʼ αὐτῶν γαῖα κατέσχεν, Odyssey 1.550 Αἴανθʼ, ὃς πέρι μὲν εἶδος, πέρι δʼ ἔργα τέτυκτο Odyssey 1.551 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. Odyssey 1.552 τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν· Odyssey 1.553 Αἶαν, παῖ Τελαμῶνος ἀμύμονος, οὐκ ἄρʼ ἔμελλες Odyssey 1.554 οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων Odyssey 1.555 οὐλομένων; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι, Odyssey 1.556 τοῖος γάρ σφιν πύργος ἀπώλεο· σεῖο δʼ Ἀχαιοὶ Odyssey 1.557 ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο Odyssey 1.558 ἀχνύμεθα φθιμένοιο διαμπερές· οὐδέ τις ἄλλος Odyssey 1.559 αἴτιος, ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων Odyssey 1.560 ἐκπάγλως ἤχθηρε, τεῒν δʼ ἐπὶ μοῖραν ἔθηκεν. Odyssey 1.561 ἀλλʼ ἄγε δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς Odyssey 1.562 ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν. Odyssey 1.563 ὣς ἐφάμην, ὁ δέ μʼ οὐδὲν ἀμείβετο, βῆ δὲ μετʼ ἄλλας Odyssey 1.564 ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων. Odyssey 1.565 ἔνθα χʼ ὅμως προσέφη κεχολωμένος, ἤ κεν ἐγὼ τόν· Odyssey 1.566 ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι Odyssey 1.567 τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων. Odyssey 1.568 ἔνθʼ ἦ τοι Μίνωα ἴδον, Διὸς ἀγλαὸν υἱόν, Odyssey 1.569 χρύσεον σκῆπτρον ἔχοντα, θεμιστεύοντα νέκυσσιν, Odyssey 1.570 ἥμενον, οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα, Odyssey 1.571 ἥμενοι ἑσταότες τε κατʼ εὐρυπυλὲς Ἄϊδος δῶ. Odyssey 1.572 τὸν δὲ μετʼ Ὠρίωνα πελώριον εἰσενόησα Odyssey 1.573 θῆρας ὁμοῦ εἰλεῦντα κατʼ ἀσφοδελὸν λειμῶνα, Odyssey 1.574 τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι Odyssey 1.575 χερσὶν ἔχων ῥόπαλον παγχάλκεον, αἰὲν ἀαγές. Odyssey 1.576 καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν, Odyssey 1.577 κείμενον ἐν δαπέδῳ· ὁ δʼ ἐπʼ ἐννέα κεῖτο πέλεθρα, Odyssey 1.578 γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον, Odyssey 1.579 δέρτρον ἔσω δύνοντες, ὁ δʼ οὐκ ἀπαμύνετο χερσί· Odyssey 1.580 Λητὼ γὰρ ἕλκησε, Διὸς κυδρὴν παράκοιτιν, Odyssey 1.581 Πυθώδʼ ἐρχομένην διὰ καλλιχόρου Πανοπῆος. Odyssey 1.582 καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα Odyssey 1.583 ἑστεῶτʼ ἐν λίμνῃ· ἡ δὲ προσέπλαζε γενείῳ· Odyssey 1.584 στεῦτο δὲ διψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι· Odyssey 1.585 ὁσσάκι γὰρ κύψειʼ ὁ γέρων πιέειν μενεαίνων, Odyssey 1.586 τοσσάχʼ ὕδωρ ἀπολέσκετʼ ἀναβροχέν, ἀμφὶ δὲ ποσσὶ Odyssey 1.587 γαῖα μέλαινα φάνεσκε, καταζήνασκε δὲ δαίμων. Odyssey 1.588 δένδρεα δʼ ὑψιπέτηλα κατὰ κρῆθεν χέε καρπόν, Odyssey 1.589 ὄγχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι Odyssey 1.590 συκέαι τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι· Odyssey 1.591 τῶν ὁπότʼ ἰθύσειʼ ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, Odyssey 1.592 τὰς δʼ ἄνεμος ῥίπτασκε ποτὶ νέφεα σκιόεντα. Odyssey 1.593 καὶ μὴν Σίσυφον εἰσεῖδον κρατέρʼ ἄλγεʼ ἔχοντα Odyssey 1.594 λᾶαν βαστάζοντα πελώριον ἀμφοτέρῃσιν. Odyssey 1.595 ἦ τοι ὁ μὲν σκηριπτόμενος χερσίν τε ποσίν τε Odyssey 1.596 λᾶαν ἄνω ὤθεσκε ποτὶ λόφον· ἀλλʼ ὅτε μέλλοι Odyssey 1.597 ἄκρον ὑπερβαλέειν, τότʼ ἀποστρέψασκε κραταιίς· Odyssey 1.598 αὖτις ἔπειτα πέδονδε κυλίνδετο λᾶας ἀναιδής. Odyssey 1.599 αὐτὰρ ὅ γʼ ἂψ ὤσασκε τιταινόμενος, κατὰ δʼ ἱδρὼς Odyssey 1.600 ἔρρεεν ἐκ μελέων, κονίη δʼ ἐκ κρατὸς ὀρώρει. Odyssey 1.601 τὸν δὲ μετʼ εἰσενόησα βίην Ἡρακληείην, Odyssey 1.602 εἴδωλον· αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι Odyssey 1.603 τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην, Odyssey 1.604 παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου. Odyssey 1.605 ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς, Odyssey 1.606 πάντοσʼ ἀτυζομένων· ὁ δʼ ἐρεμνῇ νυκτὶ ἐοικώς, Odyssey 1.607 γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν, Odyssey 1.608 δεινὸν παπταίνων, αἰεὶ βαλέοντι ἐοικώς. Odyssey 1.609 σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ Odyssey 1.610 χρύσεος ἦν τελαμών, ἵνα θέσκελα ἔργα τέτυκτο, Odyssey 1.611 ἄρκτοι τʼ ἀγρότεροί τε σύες χαροποί τε λέοντες, Odyssey 1.612 ὑσμῖναί τε μάχαι τε φόνοι τʼ ἀνδροκτασίαι τε. Odyssey 1.613 μὴ τεχνησάμενος μηδʼ ἄλλο τι τεχνήσαιτο, Odyssey 1.614 ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ. Odyssey 1.615 ἔγνω δʼ αὖτʼ ἔμʼ ἐκεῖνος, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν, Odyssey 1.616 καί μʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.617 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.618 ἆ δείλʼ, ἦ τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις, Odyssey 1.619 ὅν περ ἐγὼν ὀχέεσκον ὑπʼ αὐγὰς ἠελίοιο. Odyssey 1.620 Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος, αὐτὰρ ὀιζὺν Odyssey 1.621 εἶχον ἀπειρεσίην· μάλα γὰρ πολὺ χείρονι φωτὶ Odyssey 1.622 δεδμήμην, ὁ δέ μοι χαλεποὺς ἐπετέλλετʼ ἀέθλους. Odyssey 1.623 καί ποτέ μʼ ἐνθάδʼ ἔπεμψε κύνʼ ἄξοντʼ· οὐ γὰρ ἔτʼ ἄλλον Odyssey 1.624 φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον· Odyssey 1.625 τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο· Odyssey 1.626 Ἑρμείας δέ μʼ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη. Odyssey 1.627 ὣς εἰπὼν ὁ μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω, Odyssey 1.628 αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον, εἴ τις ἔτʼ ἔλθοι Odyssey 1.629 ἀνδρῶν ἡρώων, οἳ δὴ τὸ πρόσθεν ὄλοντο. Odyssey 1.630 καί νύ κʼ ἔτι προτέρους ἴδον ἀνέρας, οὓς ἔθελόν περ, Odyssey 1.631 Θησέα Πειρίθοόν τε, θεῶν ἐρικυδέα τέκνα· Odyssey 1.632 ἀλλὰ πρὶν ἐπὶ ἔθνεʼ ἀγείρετο μυρία νεκρῶν Odyssey 1.633 ἠχῇ θεσπεσίῃ· ἐμὲ δὲ χλωρὸν δέος ᾕρει, Odyssey 1.634 μή μοι Γοργείην κεφαλὴν δεινοῖο πελώρου Odyssey 1.635 ἐξ Ἀίδεω πέμψειεν ἀγαυὴ Περσεφόνεια. Odyssey 1.636 αὐτίκʼ ἔπειτʼ ἐπὶ νῆα κιὼν ἐκέλευον ἑταίρους Odyssey 1.637 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. Odyssey 1.638 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. Odyssey 1.639 τὴν δὲ κατʼ Ὠκεανὸν ποταμὸν φέρε κῦμα ῥόοιο, Odyssey 1.640 πρῶτα μὲν εἰρεσίῃ, μετέπειτα δὲ κάλλιμος οὖρος. Odyssey 1.1 αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο Odyssey 1.2 νηῦς, ἀπὸ δʼ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο Odyssey 1.3 νῆσόν τʼ Αἰαίην, ὅθι τʼ Ἠοῦς ἠριγενείης Odyssey 1.4 οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο, Odyssey 1.5 νῆα μὲν ἔνθʼ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν, Odyssey 1.6 ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης· Odyssey 1.7 ἔνθα δʼ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν. Odyssey 1.8 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.9 δὴ τότʼ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης Odyssey 1.10 οἰσέμεναι νεκρόν, Ἐλπήνορα τεθνηῶτα. Odyssey 1.11 φιτροὺς δʼ αἶψα ταμόντες, ὅθʼ ἀκροτάτη πρόεχʼ ἀκτή, Odyssey 1.12 θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες. Odyssey 1.13 αὐτὰρ ἐπεὶ νεκρός τʼ ἐκάη καὶ τεύχεα νεκροῦ, Odyssey 1.14 τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες Odyssey 1.15 πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν. Odyssey 1.16 ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν· οὐδʼ ἄρα Κίρκην Odyssey 1.17 ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν, ἀλλὰ μάλʼ ὦκα Odyssey 1.18 ἦλθʼ ἐντυναμένη· ἅμα δʼ ἀμφίπολοι φέρον αὐτῇ Odyssey 1.19 σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν. Odyssey 1.20 ἡ δʼ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων· Odyssey 1.21 σχέτλιοι, οἳ ζώοντες ὑπήλθετε δῶμʼ Ἀίδαο, Odyssey 1.22 δισθανέες, ὅτε τʼ ἄλλοι ἅπαξ θνῄσκουσʼ ἄνθρωποι. Odyssey 1.23 ἀλλʼ ἄγετʼ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον Odyssey 1.24 αὖθι πανημέριοι· ἅμα δʼ ἠοῖ φαινομένηφι Odyssey 1.25 πλεύσεσθʼ· αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα Odyssey 1.26 σημανέω, ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ Odyssey 1.27 ἢ ἁλὸς ἢ ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες. Odyssey 1.28 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.29 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Odyssey 1.30 ἥμεθα δαινύμενοι κρέα τʼ ἄσπετα καὶ μέθυ ἡδύ· Odyssey 1.31 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, Odyssey 1.32 οἱ μὲν κοιμήσαντο παρὰ πρυμνήσια νηός, Odyssey 1.33 ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα φίλων ἀπονόσφιν ἑταίρων Odyssey 1.34 εἷσέ τε καὶ προσέλεκτο καὶ ἐξερέεινεν ἕκαστα· Odyssey 1.35 αὐτὰρ ἐγὼ τῇ πάντα κατὰ μοῖραν κατέλεξα. Odyssey 1.36 καὶ τότε δή μʼ ἐπέεσσι προσηύδα πότνια Κίρκη· Odyssey 1.37 ταῦτα μὲν οὕτω πάντα πεπείρανται, σὺ δʼ ἄκουσον, Odyssey 1.38 ὥς τοι ἐγὼν ἐρέω, μνήσει δέ σε καὶ θεὸς αὐτός. Odyssey 1.39 Σειρῆνας μὲν πρῶτον ἀφίξεαι, αἵ ῥά τε πάντας Odyssey 1.40 ἀνθρώπους θέλγουσιν, ὅτις σφεας εἰσαφίκηται. Odyssey 1.41 ὅς τις ἀιδρείῃ πελάσῃ καὶ φθόγγον ἀκούσῃ Odyssey 1.42 Σειρήνων, τῷ δʼ οὔ τι γυνὴ καὶ νήπια τέκνα Odyssey 1.43 οἴκαδε νοστήσαντι παρίσταται οὐδὲ γάνυνται, Odyssey 1.44 ἀλλά τε Σειρῆνες λιγυρῇ θέλγουσιν ἀοιδῇ Odyssey 1.45 ἥμεναι ἐν λειμῶνι, πολὺς δʼ ἀμφʼ ὀστεόφιν θὶς Odyssey 1.46 ἀνδρῶν πυθομένων, περὶ δὲ ῥινοὶ μινύθουσι. Odyssey 1.47 ἀλλὰ παρεξελάαν, ἐπὶ δʼ οὔατʼ ἀλεῖψαι ἑταίρων Odyssey 1.48 κηρὸν δεψήσας μελιηδέα, μή τις ἀκούσῃ Odyssey 1.49 τῶν ἄλλων· ἀτὰρ αὐτὸς ἀκουέμεν αἴ κʼ ἐθέλῃσθα, Odyssey 1.50 δησάντων σʼ ἐν νηὶ θοῇ χεῖράς τε πόδας τε Odyssey 1.51 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω, Odyssey 1.52 ὄφρα κε τερπόμενος ὄπʼ ἀκούσῃς Σειρήνοιιν. Odyssey 1.53 εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, Odyssey 1.54 οἱ δέ σʼ ἔτι πλεόνεσσι τότʼ ἐν δεσμοῖσι διδέντων. Odyssey 1.55 αὐτὰρ ἐπὴν δὴ τάς γε παρὲξ ἐλάσωσιν ἑταῖροι, Odyssey 1.56 ἔνθα τοι οὐκέτʼ ἔπειτα διηνεκέως ἀγορεύσω, Odyssey 1.57 ὁπποτέρη δή τοι ὁδὸς ἔσσεται, ἀλλὰ καὶ αὐτὸς Odyssey 1.58 θυμῷ βουλεύειν· ἐρέω δέ τοι ἀμφοτέρωθεν. Odyssey 1.59 ἔνθεν μὲν γὰρ πέτραι ἐπηρεφέες, προτὶ δʼ αὐτὰς Odyssey 1.60 κῦμα μέγα ῥοχθεῖ κυανώπιδος Ἀμφιτρίτης· Odyssey 1.61 Πλαγκτὰς δή τοι τάς γε θεοὶ μάκαρες καλέουσι. Odyssey 1.62 τῇ μέν τʼ οὐδὲ ποτητὰ παρέρχεται οὐδὲ πέλειαι Odyssey 1.63 τρήρωνες, ταί τʼ ἀμβροσίην Διὶ πατρὶ φέρουσιν, Odyssey 1.64 ἀλλά τε καὶ τῶν αἰὲν ἀφαιρεῖται λὶς πέτρη· Odyssey 1.65 ἀλλʼ ἄλλην ἐνίησι πατὴρ ἐναρίθμιον εἶναι. Odyssey 1.66 τῇ δʼ οὔ πώ τις νηῦς φύγεν ἀνδρῶν, ἥ τις ἵκηται, Odyssey 1.67 ἀλλά θʼ ὁμοῦ πίνακάς τε νεῶν καὶ σώματα φωτῶν Odyssey 1.68 κύμαθʼ ἁλὸς φορέουσι πυρός τʼ ὀλοοῖο θύελλαι. Odyssey 1.69 οἴη δὴ κείνη γε παρέπλω ποντοπόρος νηῦς, Odyssey 1.70 Ἀργὼ πᾶσι μέλουσα, παρʼ Αἰήταο πλέουσα. Odyssey 1.71 καὶ νύ κε τὴν ἔνθʼ ὦκα βάλεν μεγάλας ποτὶ πέτρας, Odyssey 1.72 ἀλλʼ Ἥρη παρέπεμψεν, ἐπεὶ φίλος ἦεν Ἰήσων. Odyssey 1.73 οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει Odyssey 1.74 ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκε Odyssey 1.75 κυανέη· τὸ μὲν οὔ ποτʼ ἐρωεῖ, οὐδέ ποτʼ αἴθρη Odyssey 1.76 κείνου ἔχει κορυφὴν οὔτʼ ἐν θέρει οὔτʼ ἐν ὀπώρῃ. Odyssey 1.77 οὐδέ κεν ἀμβαίη βροτὸς ἀνὴρ οὐδʼ ἐπιβαίη, Odyssey 1.78 οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν· Odyssey 1.79 πέτρη γὰρ λίς ἐστι, περιξεστῇ ἐικυῖα. Odyssey 1.80 μέσσῳ δʼ ἐν σκοπέλῳ ἔστι σπέος ἠεροειδές, Odyssey 1.81 πρὸς ζόφον εἰς Ἔρεβος τετραμμένον, ᾗ περ ἂν ὑμεῖς Odyssey 1.82 νῆα παρὰ γλαφυρὴν ἰθύνετε, φαίδιμʼ Ὀδυσσεῦ. Odyssey 1.83 οὐδέ κεν ἐκ νηὸς γλαφυρῆς αἰζήιος ἀνὴρ Odyssey 1.84 τόξῳ ὀιστεύσας κοῖλον σπέος εἰσαφίκοιτο. Odyssey 1.85 ἔνθα δʼ ἐνὶ Σκύλλη ναίει δεινὸν λελακυῖα. Odyssey 1.86 τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς Odyssey 1.87 γίγνεται, αὐτὴ δʼ αὖτε πέλωρ κακόν· οὐδέ κέ τίς μιν Odyssey 1.88 γηθήσειεν ἰδών, οὐδʼ εἰ θεὸς ἀντιάσειεν. Odyssey 1.89 τῆς ἦ τοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι, Odyssey 1.90 ἓξ δέ τέ οἱ δειραὶ περιμήκεες, ἐν δὲ ἑκάστῃ Odyssey 1.91 σμερδαλέη κεφαλή, ἐν δὲ τρίστοιχοι ὀδόντες Odyssey 1.92 πυκνοὶ καὶ θαμέες, πλεῖοι μέλανος θανάτοιο. Odyssey 1.93 μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν, Odyssey 1.94 ἔξω δʼ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου, Odyssey 1.95 αὐτοῦ δʼ ἰχθυάᾳ, σκόπελον περιμαιμώωσα, Odyssey 1.96 δελφῖνάς τε κύνας τε, καὶ εἴ ποθι μεῖζον ἕλῃσι Odyssey 1.97 κῆτος, ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη. Odyssey 1.98 τῇ δʼ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται Odyssey 1.99 παρφυγέειν σὺν νηί· φέρει δέ τε κρατὶ ἑκάστῳ Odyssey 1.100 φῶτʼ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο. Odyssey 1.101 τὸν δʼ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει, Ὀδυσσεῦ. Odyssey 1.102 πλησίον ἀλλήλων· καί κεν διοϊστεύσειας. Odyssey 1.103 τῷ δʼ ἐν ἐρινεὸς ἔστι μέγας, φύλλοισι τεθηλώς· Odyssey 1.104 τῷ δʼ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ. Odyssey 1.105 τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι, τρὶς δʼ ἀναροιβδεῖ Odyssey 1.106 δεινόν· μὴ σύ γε κεῖθι τύχοις, ὅτε ῥοιβδήσειεν· Odyssey 1.107 οὐ γάρ κεν ῥύσαιτό σʼ ὑπὲκ κακοῦ οὐδʼ ἐνοσίχθων. Odyssey 1.108 ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα Odyssey 1.109 νῆα παρὲξ ἐλάαν, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν Odyssey 1.110 ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἢ ἅμα πάντας. Odyssey 1.111 ὣς ἔφατʼ, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον· Odyssey 1.112 εἰ δʼ ἄγε δή μοι τοῦτο, θεά, νημερτὲς ἐνίσπες, Odyssey 1.113 εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν, Odyssey 1.114 τὴν δέ κʼ ἀμυναίμην, ὅτε μοι σίνοιτό γʼ ἑταίρους. Odyssey 1.115 ὣς ἐφάμην, ἡ δʼ αὐτίκʼ ἀμείβετο δῖα θεάων· Odyssey 1.116 σχέτλιε, καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε Odyssey 1.117 καὶ πόνος· οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν; Odyssey 1.118 ἡ δέ τοι οὐ θνητή, ἀλλʼ ἀθάνατον κακόν ἐστι, Odyssey 1.119 δεινόν τʼ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν· Odyssey 1.120 οὐδέ τις ἔστʼ ἀλκή· φυγέειν κάρτιστον ἀπʼ αὐτῆς. Odyssey 1.121 ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ, Odyssey 1.122 δείδω, μή σʼ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι Odyssey 1.123 τόσσῃσιν κεφαλῇσι, τόσους δʼ ἐκ φῶτας ἕληται. Odyssey 1.124 ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, Odyssey 1.125 μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν· Odyssey 1.126 ἥ μιν ἔπειτʼ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι. Odyssey 1.127 Θρινακίην δʼ ἐς νῆσον ἀφίξεαι· ἔνθα δὲ πολλαὶ Odyssey 1.128 βόσκοντʼ Ἠελίοιο βόες καὶ ἴφια μῆλα, Odyssey 1.129 ἑπτὰ βοῶν ἀγέλαι, τόσα δʼ οἰῶν πώεα καλά, Odyssey 1.130 πεντήκοντα δʼ ἕκαστα. γόνος δʼ οὐ γίγνεται αὐτῶν, Odyssey 1.131 οὐδέ ποτε φθινύθουσι. θεαὶ δʼ ἐπιποιμένες εἰσίν, Odyssey 1.132 νύμφαι ἐυπλόκαμοι, Φαέθουσά τε Λαμπετίη τε, Odyssey 1.133 ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα. Odyssey 1.134 τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ Odyssey 1.135 Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν, Odyssey 1.136 μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς. Odyssey 1.137 τὰς εἰ μέν κʼ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι, Odyssey 1.138 ἦ τʼ ἂν ἔτʼ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε· Odyssey 1.139 εἰ δέ κε σίνηαι, τότε τοι τεκμαίρομʼ ὄλεθρον, Odyssey 1.140 νηί τε καὶ ἑτάροις· αὐτὸς δʼ εἴ πέρ κεν ἀλύξῃς, Odyssey 1.141 ὀψὲ κακῶς νεῖαι, ὀλέσας ἄπο πάντας ἑταίρους. Odyssey 1.142 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. Odyssey 1.143 ἡ μὲν ἔπειτʼ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων· Odyssey 1.144 αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους Odyssey 1.145 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι· Odyssey 1.146 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον. Odyssey 1.147 ἑξῆς δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Odyssey 1.148 ἡμῖν δʼ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο Odyssey 1.149 ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον, Odyssey 1.150 Κίρκη ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα. Odyssey 1.151 αὐτίκα δʼ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα Odyssey 1.152 ἥμεθα· τὴν δʼ ἄνεμός τε κυβερνήτης τʼ ἴθυνε. Odyssey 1.153 δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· Odyssey 1.154 ὦ φίλοι, οὐ γὰρ χρὴ ἕνα ἴδμεναι οὐδὲ δύʼ οἴους Odyssey 1.155 θέσφαθʼ ἅ μοι Κίρκη μυθήσατο, δῖα θεάων· Odyssey 1.156 ἀλλʼ ἐρέω μὲν ἐγών, ἵνα εἰδότες ἤ κε θάνωμεν Odyssey 1.157 ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγοιμεν. Odyssey 1.158 Σειρήνων μὲν πρῶτον ἀνώγει θεσπεσιάων Odyssey 1.159 φθόγγον ἀλεύασθαι καὶ λειμῶνʼ ἀνθεμόεντα. Odyssey 1.160 οἶον ἔμʼ ἠνώγει ὄπʼ ἀκουέμεν· ἀλλά με δεσμῷ Odyssey 1.161 δήσατʼ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μίμνω, Odyssey 1.162 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνήφθω. Odyssey 1.163 εἰ δέ κε λίσσωμαι ὑμέας λῦσαί τε κελεύω, Odyssey 1.164 ὑμεῖς δὲ πλεόνεσσι τότʼ ἐν δεσμοῖσι πιέζειν. Odyssey 1.165 ἦ τοι ἐγὼ τὰ ἕκαστα λέγων ἑτάροισι πίφαυσκον· Odyssey 1.166 τόφρα δὲ καρπαλίμως ἐξίκετο νηῦς ἐυεργὴς Odyssey 1.167 νῆσον Σειρήνοιιν· ἔπειγε γὰρ οὖρος ἀπήμων. Odyssey 1.168 αὐτίκʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο ἠδὲ γαλήνη Odyssey 1.169 ἔπλετο νηνεμίη, κοίμησε δὲ κύματα δαίμων. Odyssey 1.170 ἀνστάντες δʼ ἕταροι νεὸς ἱστία μηρύσαντο Odyssey 1.171 καὶ τὰ μὲν ἐν νηὶ γλαφυρῇ θέσαν, οἱ δʼ ἐπʼ ἐρετμὰ Odyssey 1.172 ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσιν. Odyssey 1.173 αὐτὰρ ἐγὼ κηροῖο μέγαν τροχὸν ὀξέι χαλκῷ Odyssey 1.174 τυτθὰ διατμήξας χερσὶ στιβαρῇσι πίεζον· Odyssey 1.175 αἶψα δʼ ἰαίνετο κηρός, ἐπεὶ κέλετο μεγάλη ἲς Odyssey 1.176 Ἠελίου τʼ αὐγὴ Ὑπεριονίδαο ἄνακτος· Odyssey 1.177 ἑξείης δʼ ἑτάροισιν ἐπʼ οὔατα πᾶσιν ἄλειψα. Odyssey 1.178 οἱ δʼ ἐν νηί μʼ ἔδησαν ὁμοῦ χεῖράς τε πόδας τε Odyssey 1.179 ὀρθὸν ἐν ἱστοπέδῃ, ἐκ δʼ αὐτοῦ πείρατʼ ἀνῆπτον· Odyssey 1.180 αὐτοὶ δʼ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς. Odyssey 1.181 ἀλλʼ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας, Odyssey 1.182 ῥίμφα διώκοντες, τὰς δʼ οὐ λάθεν ὠκύαλος νηῦς Odyssey 1.183 ἐγγύθεν ὀρνυμένη, λιγυρὴν δʼ ἔντυνον ἀοιδήν· Odyssey 1.184 δεῦρʼ ἄγʼ ἰών, πολύαινʼ Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, Odyssey 1.185 νῆα κατάστησον, ἵνα νωιτέρην ὄπ ἀκούσῃς. Odyssey 1.186 οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ, Odyssey 1.187 πρίν γʼ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπʼ ἀκοῦσαι, Odyssey 1.188 ἀλλʼ ὅ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς. Odyssey 1.189 ἴδμεν γάρ τοι πάνθʼ ὅσʼ ἐνὶ Τροίῃ εὐρείῃ Odyssey 1.190 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν, Odyssey 1.191 ἴδμεν δʼ, ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ. Odyssey 1.192 ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον· αὐτὰρ ἐμὸν κῆρ Odyssey 1.193 ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους Odyssey 1.194 ὀφρύσι νευστάζων· οἱ δὲ προπεσόντες ἔρεσσον. Odyssey 1.195 αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε Odyssey 1.196 πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον. Odyssey 1.197 αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα Odyssey 1.198 φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς, Odyssey 1.199 αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, Odyssey 1.200 ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν. Odyssey 1.201 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα Odyssey 1.202 καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα. Odyssey 1.203 τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά, Odyssey 1.204 βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον· ἔσχετο δʼ αὐτοῦ Odyssey 1.205 νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον. Odyssey 1.206 αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους Odyssey 1.207 μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον· Odyssey 1.208 ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν· Odyssey 1.209 οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ Odyssey 1.210 εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν· Odyssey 1.211 ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε, Odyssey 1.212 ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω. Odyssey 1.213 νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες. Odyssey 1.214 ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν Odyssey 1.215 τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς Odyssey 1.216 δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι· Odyssey 1.217 σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι· ἀλλʼ ἐνὶ θυμῷ Odyssey 1.218 βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς. Odyssey 1.219 τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε Odyssey 1.220 νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι Odyssey 1.221 κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα. Odyssey 1.222 ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο. Odyssey 1.223 Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην, Odyssey 1.224 μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι Odyssey 1.225 εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς. Odyssey 1.226 καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς Odyssey 1.227 λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι· Odyssey 1.228 αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε Odyssey 1.229 μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον Odyssey 1.230 πρῴρης· ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι Odyssey 1.231 Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν. Odyssey 1.232 οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε Odyssey 1.233 πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην. Odyssey 1.234 ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες· Odyssey 1.235 ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις Odyssey 1.236 δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ. Odyssey 1.237 ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ Odyssey 1.238 πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη Odyssey 1.239 ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν· Odyssey 1.240 ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, Odyssey 1.241 πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη Odyssey 1.242 δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε Odyssey 1.243 ψάμμῳ κυανέη· τοὺς δὲ χλωρὸν δέος ᾕρει. Odyssey 1.244 ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον· Odyssey 1.245 τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους Odyssey 1.246 ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν. Odyssey 1.247 σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους Odyssey 1.248 ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν Odyssey 1.249 ὑψόσʼ ἀειρομένων· ἐμὲ δὲ φθέγγοντο καλεῦντες Odyssey 1.250 ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ. Odyssey 1.251 ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ Odyssey 1.252 ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων Odyssey 1.253 ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, Odyssey 1.254 ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε, Odyssey 1.255 ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας· Odyssey 1.256 αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας Odyssey 1.257 χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι· Odyssey 1.258 οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι Odyssey 1.259 πάντων, ὅσσʼ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων. Odyssey 1.260 αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν Odyssey 1.261 Σκύλλην τʼ, αὐτίκʼ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον Odyssey 1.262 ἱκόμεθʼ· ἔνθα δʼ ἔσαν καλαὶ βόες εὐρυμέτωποι, Odyssey 1.263 πολλὰ δὲ ἴφια μῆλʼ Ὑπερίονος Ἠελίοιο. Odyssey 1.264 δὴ τότʼ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ Odyssey 1.265 μυκηθμοῦ τʼ ἤκουσα βοῶν αὐλιζομενάων Odyssey 1.266 οἰῶν τε βληχήν· καί μοι ἔπος ἔμπεσε θυμῷ Odyssey 1.267 μάντηος ἀλαοῦ, Θηβαίου Τειρεσίαο, Odyssey 1.268 Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε Odyssey 1.269 νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο. Odyssey 1.270 δὴ τότʼ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ· Odyssey 1.271 κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι, Odyssey 1.272 ὄφρʼ ὑμῖν εἴπω μαντήια Τειρεσίαο Odyssey 1.273 Κίρκης τʼ Αἰαίης, ἥ μοι μάλα πόλλʼ ἐπέτελλε Odyssey 1.274 νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο· Odyssey 1.275 ἔνθα γὰρ αἰνότατον κακὸν ἔμμεναι ἄμμιν ἔφασκεν. Odyssey 1.276 ἀλλὰ παρὲξ τὴν νῆσον ἐλαύνετε νῆα μέλαιναν. Odyssey 1.277 ὣς ἐφάμην, τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ. Odyssey 1.278 αὐτίκα δʼ Εὐρύλοχος στυγερῷ μʼ ἠμείβετο μύθῳ· Odyssey 1.279 σχέτλιός εἰς, Ὀδυσεῦ· περί τοι μένος, οὐδέ τι γυῖα Odyssey 1.280 κάμνεις· ἦ ῥά νυ σοί γε σιδήρεα πάντα τέτυκται, Odyssey 1.281 ὅς ῥʼ ἑτάρους καμάτῳ ἁδηκότας ἠδὲ καὶ ὕπνῳ Odyssey 1.282 οὐκ ἐάᾳς γαίης ἐπιβήμεναι, ἔνθα κεν αὖτε Odyssey 1.283 νήσῳ ἐν ἀμφιρύτῃ λαρὸν τετυκοίμεθα δόρπον, Odyssey 1.284 ἀλλʼ αὔτως διὰ νύκτα θοὴν ἀλάλησθαι ἄνωγας Odyssey 1.285 νήσου ἀποπλαγχθέντας ἐν ἠεροειδέι πόντῳ. Odyssey 1.286 ἐκ νυκτῶν δʼ ἄνεμοι χαλεποί, δηλήματα νηῶν, Odyssey 1.287 γίγνονται· πῇ κέν τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον, Odyssey 1.288 ἤν πως ἐξαπίνης ἔλθῃ ἀνέμοιο θύελλα, Odyssey 1.289 ἢ Νότου ἢ Ζεφύροιο δυσαέος, οἵ τε μάλιστα Odyssey 1.290 νῆα διαρραίουσι θεῶν ἀέκητι ἀνάκτων. Odyssey 1.291 ἀλλʼ ἦ τοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ Odyssey 1.292 δόρπον θʼ ὁπλισόμεσθα θοῇ παρὰ νηὶ μένοντες, Odyssey 1.293 ἠῶθεν δʼ ἀναβάντες ἐνήσομεν εὐρέι πόντῳ. Odyssey 1.294 ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. Odyssey 1.295 καὶ τότε δὴ γίγνωσκον ὃ δὴ κακὰ μήδετο δαίμων, Odyssey 1.296 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων· Odyssey 1.297 Εὐρύλοχʼ, ἦ μάλα δή με βιάζετε μοῦνον ἐόντα. Odyssey 1.298 ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον· Odyssey 1.299 εἴ κέ τινʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶυ μέγʼ οἰῶν Odyssey 1.300 εὕρωμεν, μή πού τις ἀτασθαλίῃσι κακῇσιν Odyssey 1.301 ἢ βοῦν ἠέ τι μῆλον ἀποκτάνῃ· ἀλλὰ ἕκηλοι Odyssey 1.302 ἐσθίετε βρώμην, τὴν ἀθανάτη πόρε Κίρκη. Odyssey 1.303 ὣς ἐφάμην, οἱ δʼ αὐτίκʼ ἀπώμνυον, ὡς ἐκέλευον. Odyssey 1.304 αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, Odyssey 1.305 στήσαμεν ἐν λιμένι γλαφυρῷ ἐυεργέα νῆα Odyssey 1.306 ἄγχʼ ὕδατος γλυκεροῖο, καὶ ἐξαπέβησαν ἑταῖροι Odyssey 1.307 νηός, ἔπειτα δὲ δόρπον ἐπισταμένως τετύκοντο. Odyssey 1.308 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.309 μνησάμενοι δὴ ἔπειτα φίλους ἔκλαιον ἑταίρους, Odyssey 1.310 οὓς ἔφαγε Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑλοῦσα· Odyssey 1.311 κλαιόντεσσι δὲ τοῖσιν ἐπήλυθε νήδυμος ὕπνος. Odyssey 1.312 ἦμος δὲ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, Odyssey 1.313 ὦρσεν ἔπι ζαῆν ἄνεμον νεφεληγερέτα Ζεὺς Odyssey 1.314 λαίλαπι θεσπεσίῃ, σὺν δὲ νεφέεσσι κάλυψε Odyssey 1.315 γαῖαν ὁμοῦ καὶ πόντον· ὀρώρει δʼ οὐρανόθεν νύξ. Odyssey 1.316 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.317 νῆα μὲν ὡρμίσαμεν κοῖλον σπέος εἰσερύσαντες. Odyssey 1.318 ἔνθα δʼ ἔσαν νυμφέων καλοὶ χοροὶ ἠδὲ θόωκοι· Odyssey 1.319 καὶ τότʼ ἐγὼν ἀγορὴν θέμενος μετὰ μῦθον ἔειπον· Odyssey 1.320 ὦ φίλοι, ἐν γὰρ νηὶ θοῇ βρῶσίς τε πόσις τε Odyssey 1.321 ἔστιν, τῶν δὲ βοῶν ἀπεχώμεθα, μή τι πάθωμεν· Odyssey 1.322 δεινοῦ γὰρ θεοῦ αἵδε βόες καὶ ἴφια μῆλα, Odyssey 1.323 Ἠελίου, ὃς πάντʼ ἐφορᾷ καὶ πάντʼ ἐπακούει. Odyssey 1.324 ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.325 μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος Odyssey 1.326 γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε. Odyssey 1.327 οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν, Odyssey 1.328 τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο. Odyssey 1.329 ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, Odyssey 1.330 καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ, Odyssey 1.331 ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο, Odyssey 1.332 γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός· Odyssey 1.333 δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν Odyssey 1.334 εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι. Odyssey 1.335 ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, Odyssey 1.336 χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο, Odyssey 1.337 ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν· Odyssey 1.338 οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν. Odyssey 1.339 Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· Odyssey 1.340 κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι. Odyssey 1.341 πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, Odyssey 1.342 λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν. Odyssey 1.343 ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας Odyssey 1.344 ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν. Odyssey 1.345 εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, Odyssey 1.346 αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν Odyssey 1.347 τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά. Odyssey 1.348 εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων Odyssey 1.349 νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, Odyssey 1.350 βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, Odyssey 1.351 ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ. Odyssey 1.352 ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι. Odyssey 1.353 αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας Odyssey 1.354 ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο Odyssey 1.355 βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι· Odyssey 1.356 τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, Odyssey 1.357 φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο· Odyssey 1.358 οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός. Odyssey 1.359 αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, Odyssey 1.360 μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν Odyssey 1.361 δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν. Odyssey 1.362 οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν, Odyssey 1.363 ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα. Odyssey 1.364 αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, Odyssey 1.365 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν. Odyssey 1.366 καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, Odyssey 1.367 βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης. Odyssey 1.368 ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, Odyssey 1.369 καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή. Odyssey 1.370 οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν· Odyssey 1.371 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, Odyssey 1.372 ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ. Odyssey 1.373 οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες. Odyssey 1.374 ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε Odyssey 1.375 Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς. Odyssey 1.376 αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ· Odyssey 1.377 Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, Odyssey 1.378 τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος, Odyssey 1.379 οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε Odyssey 1.380 χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, Odyssey 1.381 ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην. Odyssey 1.382 εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν, Odyssey 1.383 δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω. Odyssey 1.384 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Odyssey 1.385 Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε Odyssey 1.386 καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· Odyssey 1.387 τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ Odyssey 1.388 τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ. Odyssey 1.389 ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο· Odyssey 1.390 ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι. Odyssey 1.391 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, Odyssey 1.392 νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος Odyssey 1.393 εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη. Odyssey 1.394 τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον· Odyssey 1.395 εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει, Odyssey 1.396 ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή. Odyssey 1.397 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι Odyssey 1.398 δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας· Odyssey 1.399 ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, Odyssey 1.400 καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, Odyssey 1.401 ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ, Odyssey 1.402 ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες. Odyssey 1.403 ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη Odyssey 1.404 φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, Odyssey 1.405 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων Odyssey 1.406 νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς. Odyssey 1.407 ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε Odyssey 1.408 κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων, Odyssey 1.409 ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα Odyssey 1.410 ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα Odyssey 1.411 εἰς ἄντλον κατέχυνθʼ. ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ Odyssey 1.412 πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε Odyssey 1.413 πάντʼ ἄμυδις κεφαλῆς· ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς Odyssey 1.414 κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ. Odyssey 1.415 Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν· Odyssey 1.416 ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, Odyssey 1.417 ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι. Odyssey 1.418 οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν Odyssey 1.419 κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον. Odyssey 1.420 αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους Odyssey 1.421 λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα, Odyssey 1.422 ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν. αὐτὰρ ἐπʼ αὐτῷ Odyssey 1.423 ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς· Odyssey 1.424 τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, Odyssey 1.425 ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν. Odyssey 1.426 ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων, Odyssey 1.427 ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ, Odyssey 1.428 ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν. Odyssey 1.429 παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι Odyssey 1.430 ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν. Odyssey 1.431 ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· Odyssey 1.432 αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς, Odyssey 1.433 τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς. οὐδέ πῃ εἶχον Odyssey 1.434 οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι· Odyssey 1.435 ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι, Odyssey 1.436 μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν. Odyssey 1.437 νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω Odyssey 1.438 ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον Odyssey 1.439 ὄψʼ· ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη Odyssey 1.440 κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, Odyssey 1.441 τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη. Odyssey 1.442 ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι, Odyssey 1.443 μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα, Odyssey 1.444 ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι. Odyssey 1.445 Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε Odyssey 1.446 εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον. Odyssey 1.447 ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ Odyssey 1.448 νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ Odyssey 1.449 ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, Odyssey 1.450 ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε. τί τοι τάδε μυθολογεύω; Odyssey 1.451 ἤδη γάρ τοι χθιζὸς ἐμυθεόμην ἐνὶ οἴκῳ Odyssey 1.452 σοί τε καὶ ἰφθίμῃ ἀλόχῳ· ἐχθρὸν δέ μοί ἐστιν Odyssey 1.453 αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν. Odyssey 1.1 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, Odyssey 1.2 κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. Odyssey 1.3 τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.4 ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ, Odyssey 1.5 ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω Odyssey 1.6 ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας. Odyssey 1.7 ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, Odyssey 1.8 ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον Odyssey 1.9 αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ. Odyssey 1.10 εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ Odyssey 1.11 κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα Odyssey 1.12 δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν· Odyssey 1.13 ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα Odyssey 1.14 ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον Odyssey 1.15 τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι. Odyssey 1.16 ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. Odyssey 1.17 οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, Odyssey 1.18 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.19 νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν. Odyssey 1.20 καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο, Odyssey 1.21 αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων Odyssey 1.22 βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς. Odyssey 1.23 οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον. Odyssey 1.24 τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο Odyssey 1.25 Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. Odyssey 1.26 μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα Odyssey 1.27 τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός, Odyssey 1.28 Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.29 πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, Odyssey 1.30 δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. Odyssey 1.31 ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ Odyssey 1.32 νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον· Odyssey 1.33 ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο Odyssey 1.34 δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι· Odyssey 1.35 ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. Odyssey 1.36 αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα, Odyssey 1.37 Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον· Odyssey 1.38 Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, Odyssey 1.39 πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί· Odyssey 1.40 ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, Odyssey 1.41 πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες Odyssey 1.42 ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν Odyssey 1.43 νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. Odyssey 1.44 ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας Odyssey 1.45 κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν Odyssey 1.46 παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη. Odyssey 1.47 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον Odyssey 1.48 πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. Odyssey 1.49 καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· Odyssey 1.50 Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον Odyssey 1.51 πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ Odyssey 1.52 τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν. Odyssey 1.53 ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, Odyssey 1.54 νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν Odyssey 1.55 ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Odyssey 1.56 αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς, Odyssey 1.57 Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον, Odyssey 1.58 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.59 χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας Odyssey 1.60 ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται. Odyssey 1.61 αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ Odyssey 1.62 παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ. Odyssey 1.63 ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς, Odyssey 1.64 τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο, Odyssey 1.65 ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης· Odyssey 1.66 Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας, Odyssey 1.67 τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, Odyssey 1.68 τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν· Odyssey 1.69 ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν. Odyssey 1.70 αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, Odyssey 1.71 αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ Odyssey 1.72 δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν· Odyssey 1.73 κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε Odyssey 1.74 νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι, Odyssey 1.75 πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο Odyssey 1.76 σιγῇ· τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι Odyssey 1.77 κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο. Odyssey 1.78 εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ, Odyssey 1.79 καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε, Odyssey 1.80 νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς. Odyssey 1.81 ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, Odyssey 1.82 πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, Odyssey 1.83 ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, Odyssey 1.84 ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε Odyssey 1.85 πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης. Odyssey 1.86 ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ Odyssey 1.87 κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν. Odyssey 1.88 ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν, Odyssey 1.89 ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα· Odyssey 1.90 ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν Odyssey 1.91 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, Odyssey 1.92 δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει. Odyssey 1.93 εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα Odyssey 1.94 ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, Odyssey 1.95 τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς. Odyssey 1.96 Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, Odyssey 1.97 ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ Odyssey 1.98 ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, Odyssey 1.99 αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα Odyssey 1.100 ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι Odyssey 1.101 νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται. Odyssey 1.102 αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, Odyssey 1.103 ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, Odyssey 1.104 ἱρὸν νυμφάων αἳ νηϊάδες καλέονται. Odyssey 1.105 ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν Odyssey 1.106 λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι. Odyssey 1.107 ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι Odyssey 1.108 φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· Odyssey 1.109 ἐν δʼ ὕδατʼ ἀενάοντα. δύω δέ τέ οἱ θύραι εἰσίν, Odyssey 1.110 αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, Odyssey 1.111 αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ Odyssey 1.112 ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν. Odyssey 1.113 ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα Odyssey 1.114 ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης, Odyssey 1.115 σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων· Odyssey 1.116 οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε Odyssey 1.117 πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν Odyssey 1.118 αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, Odyssey 1.119 κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ, Odyssey 1.120 ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ Odyssey 1.121 ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην. Odyssey 1.122 καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν Odyssey 1.123 ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων, Odyssey 1.124 πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο· Odyssey 1.125 αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον. οὐδʼ ἐνοσίχθων Odyssey 1.126 λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ Odyssey 1.127 πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν· Odyssey 1.128 Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι Odyssey 1.129 τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν, Odyssey 1.130 Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης. Odyssey 1.131 καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα Odyssey 1.132 οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων Odyssey 1.133 πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας. Odyssey 1.134 οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες Odyssey 1.135 κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, Odyssey 1.136 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν, Odyssey 1.137 πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, Odyssey 1.138 εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν. Odyssey 1.139 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Odyssey 1.140 ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες. Odyssey 1.141 οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη Odyssey 1.142 πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν. Odyssey 1.143 ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων Odyssey 1.144 οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί. Odyssey 1.145 ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ. Odyssey 1.146 τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Odyssey 1.147 αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις· Odyssey 1.148 ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω. Odyssey 1.149 νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα, Odyssey 1.150 ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ Odyssey 1.151 ῥαῖσαι, ἵνʼ ἤδη σχῶνται, ἀπολλήξωσι δὲ πομπῆς Odyssey 1.152 ἀνθρώπων, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. Odyssey 1.153 τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Odyssey 1.154 ὢ πέπον, ὡς μὲν ἐμῷ θυμῷ δοκεῖ εἶναι ἄριστα, Odyssey 1.155 ὁππότε κεν δὴ πάντες ἐλαυνομένην προΐδωνται Odyssey 1.156 λαοὶ ἀπὸ πτόλιος, θεῖναι λίθον ἐγγύθι γαίης Odyssey 1.157 νηῒ θοῇ ἴκελον, ἵνα θαυμάζωσιν ἅπαντες Odyssey 1.158 ἄνθρωποι, μέγα δέ σφιν ὄρος πόλει ἀμφικαλύψαι. Odyssey 1.159 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων, Odyssey 1.160 βῆ ῥʼ ἴμεν ἐς Σχερίην, ὅθι Φαίηκες γεγάασιν. Odyssey 1.161 ἔνθʼ ἔμενʼ· ἡ δὲ μάλα σχεδὸν ἤλυθε ποντοπόρος νηῦς Odyssey 1.162 ῥίμφα διωκομένη· τῆς δὲ σχεδὸν ἦλθʼ ἐνοσίχθων, Odyssey 1.163 ὅς μιν λᾶαν ἔθηκε καὶ ἐρρίζωσεν ἔνερθε Odyssey 1.164 χειρὶ καταπρηνεῖ ἐλάσας· ὁ δὲ νόσφι βεβήκει. Odyssey 1.165 οἱ δὲ πρὸς ἀλλήλους ἔπεα πτερόεντʼ ἀγόρευον Odyssey 1.166 Φαίηκες δολιχήρετμοι, ναυσίκλυτοι ἄνδρες. Odyssey 1.167 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· Odyssey 1.168 ὤ μοι, τίς δὴ νῆα θοὴν ἐπέδησʼ ἐνὶ πόντῳ Odyssey 1.169 οἴκαδʼ ἐλαυνομένην; καὶ δὴ προὐφαίνετο πᾶσα. Odyssey 1.170 ὣς ἄρα τις εἴπεσκε· τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. Odyssey 1.171 τοῖσιν δʼ Ἀλκίνοος ἀγορήσατο καὶ μετέειπεν· Odyssey 1.172 ὢ πόποι, ἦ μάλα δή με παλαίφατα θέσφαθʼ ἱκάνει Odyssey 1.173 πατρὸς ἐμοῦ, ὃς ἔφασκε Ποσειδάωνʼ ἀγάσασθαι Odyssey 1.174 ἡμῖν, οὕνεκα πομποὶ ἀπήμονές εἰμεν ἁπάντων. Odyssey 1.175 φῆ ποτὲ Φαιήκων ἀνδρῶν περικαλλέα, νῆα, Odyssey 1.176 ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ Odyssey 1.177 ῥαισέμεναι, μέγα δʼ ἧμιν ὄρος πόλει ἀμφικαλύψειν. Odyssey 1.178 ὣς ἀγόρευʼ ὁ γέρων· τὰ δὲ δὴ νῦν πάντα τελεῖται. Odyssey 1.179 ἀλλʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες· Odyssey 1.180 πομπῆς μὲν παύσασθε βροτῶν, ὅτε κέν τις ἵκηται Odyssey 1.181 ἡμέτερον προτὶ ἄστυ· Ποσειδάωνι δὲ ταύρους Odyssey 1.182 δώδεκα κεκριμένους ἱερεύσομεν, αἴ κʼ ἐλεήσῃ, Odyssey 1.183 μηδʼ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ. Odyssey 1.184 ὣς ἔφαθʼ, οἱ δʼ ἔδεισαν, ἑτοιμάσσαντο δὲ ταύρους. Odyssey 1.185 ὣς οἱ μέν ῥʼ εὔχοντο Ποσειδάωνι ἄνακτι Odyssey 1.186 δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, Odyssey 1.187 ἑσταότες περὶ βωμόν. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεὺς Odyssey 1.188 εὕδων ἐν γαίῃ πατρωΐῃ, οὐδέ μιν ἔγνω, Odyssey 1.189 ἤδη δὴν ἀπεών· περὶ γὰρ θεὸς ἠέρα χεῦε Odyssey 1.190 Παλλὰς Ἀθηναίη, κούρη Διός, ὄφρα μιν αὐτὸν Odyssey 1.191 ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο, Odyssey 1.192 μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε, Odyssey 1.193 πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. Odyssey 1.194 τοὔνεκʼ ἄρʼ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι, Odyssey 1.195 ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι Odyssey 1.196 πέτραι τʼ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα. Odyssey 1.197 στῆ δʼ ἄρʼ ἀναΐξας καί ῥʼ εἴσιδε πατρίδα γαῖαν· Odyssey 1.198 ᾤμωξέν τʼ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ Odyssey 1.199 χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· Odyssey 1.200 ὤ μοι ἐγώ, τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω; Odyssey 1.201 ἦ ῥʼ οἵ γʼ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι, Odyssey 1.202 ἦε φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής; Odyssey 1.203 πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; πῇ τε καὶ αὐτὸς Odyssey 1.204 πλάζομαι; αἴθʼ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν Odyssey 1.205 αὐτοῦ· ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων Odyssey 1.206 ἐξικόμην, ὅς κέν μʼ ἐφίλει καὶ ἔπεμπε νέεσθαι. Odyssey 1.207 νῦν δʼ οὔτʼ ἄρ πῃ θέσθαι ἐπίσταμαι, οὐδὲ μὲν αὐτοῦ Odyssey 1.208 καλλείψω, μή πώς μοι ἕλωρ ἄλλοισι γένηται. Odyssey 1.209 ὢ πόποι, οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι Odyssey 1.210 ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες, Odyssey 1.211 οἵ μʼ εἰς ἄλλην γαῖαν ἀπήγαγον, ἦ τέ μʼ ἔφαντο Odyssey 1.212 ἄξειν εἰς Ἰθάκην εὐδείελον, οὐδʼ ἐτέλεσσαν. Odyssey 1.213 Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, ὅς τε καὶ ἄλλους Odyssey 1.214 ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ. Odyssey 1.215 ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω καὶ ἴδωμαι, Odyssey 1.216 μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες. Odyssey 1.217 ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας Odyssey 1.218 ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά. Odyssey 1.219 τῶν μὲν ἄρʼ οὔ τι πόθει· ὁ δʼ ὀδύρετο πατρίδα γαῖαν Odyssey 1.220 ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης, Odyssey 1.221 πόλλʼ ὀλοφυρόμενος. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, Odyssey 1.222 ἀνδρὶ δέμας εἰκυῖα νέῳ, ἐπιβώτορι μήλων, Odyssey 1.223 παναπάλῳ, οἷοί τε ἀνάκτων παῖδες ἔασι, Odyssey 1.224 δίπτυχον ἀμφʼ ὤμοισιν ἔχουσʼ εὐεργέα λώπην· Odyssey 1.225 ποσσὶ δʼ ὑπὸ λιπαροῖσι πέδιλʼ ἔχε, χερσὶ δʼ ἄκοντα. Odyssey 1.226 τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε, Odyssey 1.227 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.228 ὦ φίλʼ, ἐπεί σε πρῶτα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, Odyssey 1.229 χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις, Odyssey 1.230 ἀλλὰ σάω μὲν ταῦτα, σάω δʼ ἐμέ· σοὶ γὰρ ἐγώ γε Odyssey 1.231 εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθʼ ἱκάνω. Odyssey 1.232 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· Odyssey 1.233 τίς γῆ, τίς δῆμος, τίνες ἀνέρες ἐγγεγάασιν; Odyssey 1.234 ἦ πού τις νήσων εὐδείελος, ἦέ τις ἀκτὴ Odyssey 1.235 κεῖθʼ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο; Odyssey 1.236 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.237 νήπιός εἰς, ὦ ξεῖνʼ, ἢ τηλόθεν εἰλήλουθας, Odyssey 1.238 εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι. οὐδέ τι λίην Odyssey 1.239 οὕτω νώνυμός ἐστιν· ἴσασι δέ μιν μάλα πολλοί, Odyssey 1.240 ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τʼ ἠέλιόν τε, Odyssey 1.241 ἠδʼ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα. Odyssey 1.242 ἦ τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν, Odyssey 1.243 οὐδὲ λίην λυπρή, ἀτὰρ οὐδʼ εὐρεῖα τέτυκται. Odyssey 1.244 ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος, ἐν δέ τε οἶνος Odyssey 1.245 γίγνεται· αἰεὶ δʼ ὄμβρος ἔχει τεθαλυῖά τʼ ἐέρση· Odyssey 1.246 αἰγίβοτος δʼ ἀγαθὴ καὶ βούβοτος· ἔστι μὲν ὕλη Odyssey 1.247 παντοίη, ἐν δʼ ἀρδμοὶ ἐπηετανοὶ παρέασι. Odyssey 1.248 τῷ τοι, ξεῖνʼ, Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομʼ ἵκει, Odyssey 1.249 τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης. Odyssey 1.250 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.251 χαίρων ᾗ γαίῃ πατρωΐῃ, ὥς οἱ ἔειπε Odyssey 1.252 Παλλὰς Ἀθηναίη, κούρη Διὸς, αἰγιόχοιο· Odyssey 1.253 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.254 οὐδʼ ὅ γʼ ἀληθέα εἶπε, πάλιν δʼ ὅ γε λάζετο μῦθον, Odyssey 1.255 αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν· Odyssey 1.256 πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ, Odyssey 1.257 τηλοῦ ὑπὲρ πόντου· νῦν δʼ εἰλήλουθα καὶ αὐτὸς Odyssey 1.258 χρήμασι σὺν τοίσδεσσι· λιπὼν δʼ ἔτι παισὶ τοσαῦτα Odyssey 1.259 φεύγω, ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος, Odyssey 1.260 Ὀρσίλοχον πόδας ὠκύν, ὃς ἐν Κρήτῃ εὐρείῃ Odyssey 1.261 ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν, Odyssey 1.262 οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης Odyssey 1.263 Τρωϊάδος, τῆς εἵνεκʼ ἐγὼ πάθον ἄλγεα θυμῷ, Odyssey 1.264 ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, Odyssey 1.265 οὕνεκʼ ἄρʼ οὐχ ᾧ πατρὶ χαριζόμενος θεράπευον Odyssey 1.266 δήμῳ ἔνι Τρώων, ἀλλʼ ἄλλων ἦρχον ἑταίρων. Odyssey 1.267 τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ Odyssey 1.268 ἀγρόθεν, ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ· Odyssey 1.269 νὺξ δὲ μάλα δνοφερὴ κάτεχʼ οὐρανόν, οὐδέ τις ἡμέας Odyssey 1.270 ἀνθρώπων ἐνόησε, λάθον δέ ἑ θυμὸν ἀπούρας. Odyssey 1.271 αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ, Odyssey 1.272 αὐτίκʼ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς Odyssey 1.273 ἐλλισάμην, καί σφιν μενοεικέα ληΐδα δῶκα· Odyssey 1.274 τούς μʼ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι Odyssey 1.275 ἢ εἰς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. Odyssey 1.276 ἀλλʼ ἦ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο Odyssey 1.277 πόλλʼ ἀεκαζομένους, οὐδʼ ἤθελον ἐξαπατῆσαι. Odyssey 1.278 κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός. Odyssey 1.279 σπουδῇ δʼ ἐς λιμένα προερέσσαμεν, οὐδέ τις ἡμῖν Odyssey 1.280 δόρπου μνῆστις ἔην, μάλα περ χατέουσιν ἑλέσθαι, Odyssey 1.281 ἀλλʼ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες. Odyssey 1.282 ἔνθʼ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα, Odyssey 1.283 οἱ δὲ χρήματʼ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες Odyssey 1.284 κάτθεσαν, ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην. Odyssey 1.285 οἱ δʼ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες Odyssey 1.286 ᾤχοντʼ· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ. Odyssey 1.287 ὣς φάτο, μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη, Odyssey 1.288 χειρί τέ μιν κατέρεξε· δέμας δʼ ἤϊκτο γυναικὶ Odyssey 1.289 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ· Odyssey 1.290 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.291 κερδαλέος κʼ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι Odyssey 1.292 ἐν πάντεσσι δόλοισι, καὶ εἰ θεὸς ἀντιάσειε. Odyssey 1.293 σχέτλιε, ποικιλομῆτα, δόλων ἆτʼ, οὐκ ἄρʼ ἔμελλες, Odyssey 1.294 οὐδʼ ἐν σῇ περ ἐὼν γαίῃ, λήξειν ἀπατάων Odyssey 1.295 μύθων τε κλοπίων, οἵ τοι πεδόθεν φίλοι εἰσίν. Odyssey 1.296 ἀλλʼ ἄγε, μηκέτι ταῦτα λεγώμεθα, εἰδότες ἄμφω Odyssey 1.297 κέρδεʼ, ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάντων Odyssey 1.298 βουλῇ καὶ μύθοισιν, ἐγὼ δʼ ἐν πᾶσι θεοῖσι Odyssey 1.299 μήτι τε κλέομαι καὶ κέρδεσιν· οὐδὲ σύ γʼ ἔγνως Odyssey 1.300 Παλλάδʼ Ἀθηναίην, κούρην Διός, ἥ τέ τοι αἰεὶ Odyssey 1.301 ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω, Odyssey 1.302 καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα, Odyssey 1.303 νῦν αὖ δεῦρʼ ἱκόμην, ἵνα τοι σὺν μῆτιν ὑφήνω Odyssey 1.304 χρήματά τε κρύψω, ὅσα τοι Φαίηκες ἀγαυοὶ Odyssey 1.305 ὤπασαν οἴκαδʼ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε, Odyssey 1.306 εἴπω θʼ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι Odyssey 1.307 κήδεʼ ἀνασχέσθαι· σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ, Odyssey 1.308 μηδέ τῳ ἐκφάσθαι μήτʼ ἀνδρῶν μήτε γυναικῶν, Odyssey 1.309 πάντων, οὕνεκʼ ἄρʼ ἦλθες ἀλώμενος, ἀλλὰ σιωπῇ Odyssey 1.310 πάσχειν ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν. Odyssey 1.311 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.312 ἀργαλέον σε, θεά, γνῶναι βροτῷ ἀντιάσαντι, Odyssey 1.313 καὶ μάλʼ ἐπισταμένῳ· σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις. Odyssey 1.314 τοῦτο δʼ ἐγὼν εὖ οἶδʼ, ὅτι μοι πάρος ἠπίη ἦσθα, Odyssey 1.315 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. Odyssey 1.316 αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, Odyssey 1.317 βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, Odyssey 1.318 οὔ σέ γʼ ἔπειτα ἴδον, κούρη Διός, οὐδʼ ἐνόησα Odyssey 1.319 νηὸς ἐμῆς ἐπιβᾶσαν, ὅπως τί μοι ἄλγος ἀλάλκοις. Odyssey 1.320 ἀλλʼ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ Odyssey 1.321 ἠλώμην, ἧός με θεοὶ κακότητος ἔλυσαν· Odyssey 1.322 πρίν γʼ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ Odyssey 1.323 θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή. Odyssey 1.324 νῦν δέ σε πρὸς πατρὸς γουνάζομαι—οὐ γὰρ ὀΐω Odyssey 1.325 ἥκειν εἰς Ἰθάκην εὐδείελον, ἀλλά τινʼ ἄλλην Odyssey 1.326 γαῖαν ἀναστρέφομαι· σὲ δὲ κερτομέουσαν ὀΐω Odyssey 1.327 ταῦτʼ ἀγορευέμεναι, ἵνʼ ἐμὰς φρένας ἠπεροπεύσῃς— Odyssey 1.328 εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδʼ ἱκάνω. Odyssey 1.329 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.330 αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· Odyssey 1.331 τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα, Odyssey 1.332 οὕνεκʼ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων. Odyssey 1.333 ἀσπασίως γάρ κʼ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν Odyssey 1.334 ἵετʼ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τʼ ἄλοχόν τε· Odyssey 1.335 σοὶ δʼ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι, Odyssey 1.336 πρίν γʼ ἔτι σῆς ἀλόχου πειρήσεαι, ἥ τέ τοι αὔτως Odyssey 1.337 ἧσται ἐνὶ μεγάροισιν, ὀϊζυραὶ δέ οἱ αἰεὶ Odyssey 1.338 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. Odyssey 1.339 αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτʼ ἀπίστεον, ἀλλʼ ἐνὶ θυμῷ Odyssey 1.340 ᾔδεʼ, ὃ νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους· Odyssey 1.341 ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι Odyssey 1.342 πατροκασιγνήτῳ, ὅς τοι κότον ἔνθετο θυμῷ, Odyssey 1.343 χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας. Odyssey 1.344 ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος, ὄφρα πεποίθῃς. Odyssey 1.345 Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν, ἁλίοιο γέροντος, Odyssey 1.346 ἥδε δʼ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη· Odyssey 1.347 ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, Odyssey 1.348 ἱρὸν νυμφάων, αἳ νηϊάδες καλέονται· Odyssey 1.349 τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές, ἔνθα σὺ πολλὰς Odyssey 1.350 ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας· Odyssey 1.351 τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ. Odyssey 1.352 ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα, εἴσατο δὲ χθών· Odyssey 1.353 γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.354 χαίρων ᾗ γαίῃ, κύσε δὲ ζείδωρον ἄρουραν. Odyssey 1.355 αὐτίκα δὲ νύμφῃς ἠρήσατο, χεῖρας ἀνασχών· Odyssey 1.356 νύμφαι νηϊάδες, κοῦραι Διός, οὔ ποτʼ ἐγώ γε Odyssey 1.357 ὄψεσθʼ ὔμμʼ ἐφάμην· νῦν δʼ εὐχωλῇς ἀγανῇσι Odyssey 1.358 χαίρετʼ· ἀτὰρ καὶ δῶρα διδώσομεν, ὡς τὸ πάρος περ, Odyssey 1.359 αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη Odyssey 1.360 αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ. Odyssey 1.361 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.362 θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. Odyssey 1.363 ἀλλὰ χρήματα μὲν μυχῷ ἄντρου θεσπεσίοιο Odyssey 1.364 θείμεν αὐτίκα νῦν, ἵνα περ τάδε τοι σόα μίμνῃ· Odyssey 1.365 αὐτοὶ δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. Odyssey 1.366 ὣς εἰποῦσα θεὰ δῦνε σπέος ἠεροειδές, Odyssey 1.367 μαιομένη κευθμῶνας ἀνὰ σπέος· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.368 ἆσσον πάντʼ ἐφόρει, χρυσὸν καὶ ἀτειρέα χαλκὸν Odyssey 1.369 εἵματά τʼ εὐποίητα, τά οἱ Φαίηκες ἔδωκαν. Odyssey 1.370 καὶ τὰ μὲν εὖ κατέθηκε, λίθον δʼ ἐπέθηκε θύρῃσι Odyssey 1.371 Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο. Odyssey 1.372 τὼ δὲ καθεζομένω ἱερῆς παρὰ πυθμένʼ ἐλαίης Odyssey 1.373 φραζέσθην μνηστῆρσιν ὑπερφιάλοισιν ὄλεθρον. Odyssey 1.374 τοῖσι δὲ μύθων ἦρχε θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.375 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.376 φράζευ ὅπως μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσεις, Odyssey 1.377 οἳ δή τοι τρίετες μέγαρον κάτα κοιρανέουσι, Odyssey 1.378 μνώμενοι ἀντιθέην ἄλοχον καὶ ἕδνα διδόντες· Odyssey 1.379 ἡ δὲ σὸν αἰεὶ νόστον ὀδυρομένη κατὰ θυμὸν Odyssey 1.380 πάντας μέν ῥʼ ἔλπει καὶ ὑπίσχεται ἀνδρὶ ἑκάστῳ, Odyssey 1.381 ἀγγελίας προϊεῖσα, νόος δέ οἱ ἄλλα μενοινᾷ. Odyssey 1.382 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.383 ὢ πόποι, ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρεΐδαο Odyssey 1.384 φθίσεσθαι κακὸν οἶτον ἐνὶ μεγάροισιν ἔμελλον, Odyssey 1.385 εἰ μή μοι σὺ ἕκαστα, θεά, κατὰ μοῖραν ἔειπες. Odyssey 1.386 ἀλλʼ ἄγε μῆτιν ὕφηνον, ὅπως ἀποτίσομαι αὐτούς· Odyssey 1.387 πὰρ δέ μοι αὐτὴ στῆθι, μένος πολυθαρσὲς ἐνεῖσα, Odyssey 1.388 οἷον ὅτε Τροίης λύομεν λιπαρὰ κρήδεμνα. Odyssey 1.389 αἴ κέ μοι ὣς μεμαυῖα παρασταίης, γλαυκῶπι, Odyssey 1.390 καί κε τριηκοσίοισιν ἐγὼν ἄνδρεσσι μαχοίμην Odyssey 1.391 σὺν σοί, πότνα θεά, ὅτε μοι πρόφρασσʼ ἐπαρήγοις. Odyssey 1.392 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.393 καὶ λίην τοι ἐγώ γε παρέσσομαι, οὐδέ με λήσεις, Odyssey 1.394 ὁππότε κεν δὴ ταῦτα πενώμεθα· καί τινʼ ὀΐω Odyssey 1.395 αἵματί τʼ ἐγκεφάλῳ τε παλαξέμεν ἄσπετον οὖδας Odyssey 1.396 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. Odyssey 1.397 ἀλλʼ ἄγε σʼ ἄγνωστον τεύξω πάντεσσι βροτοῖσι· Odyssey 1.398 κάρψω μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, Odyssey 1.399 ξανθὰς δʼ ἐκ κεφαλῆς ὀλέσω τρίχας, ἀμφὶ δὲ λαῖφος Odyssey 1.400 ἕσσω ὅ κε στυγέῃσιν ἰδὼν ἄνθρωπον ἔχοντα, Odyssey 1.401 κνυζώσω δέ τοι ὄσσε πάρος περικαλλέʼ ἐόντε, Odyssey 1.402 ὡς ἂν ἀεικέλιος πᾶσι μνηστῆρσι φανήῃς Odyssey 1.403 σῇ τʼ ἀλόχῳ καὶ παιδί, τὸν ἐν μεγάροισιν ἔλειπες. Odyssey 1.404 αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, Odyssey 1.405 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδε, Odyssey 1.406 παῖδά τε σὸν φιλέει καὶ ἐχέφρονα Πηνελόπειαν. Odyssey 1.407 δήεις τόν γε σύεσσι παρήμενον· αἱ δὲ νέμονται Odyssey 1.408 πὰρ Κόρακος πέτρῃ ἐπί τε κρήνῃ Ἀρεθούσῃ, Odyssey 1.409 ἔσθουσαι βάλανον μενοεικέα καὶ μέλαν ὕδωρ Odyssey 1.410 πίνουσαι, τά θʼ ὕεσσι τρέφει τεθαλυῖαν ἀλοιφήν. Odyssey 1.411 ἔνθα μένειν καὶ πάντα παρήμενος ἐξερέεσθαι, Odyssey 1.412 ὄφρʼ ἂν ἐγὼν ἔλθω Σπάρτην ἐς καλλιγύναικα Odyssey 1.413 Τηλέμαχον καλέουσα, τεὸν φίλον υἱόν, Ὀδυσσεῦ· Odyssey 1.414 ὅς τοι ἐς εὐρύχορον Λακεδαίμονα πὰρ Μενέλαον Odyssey 1.415 ᾤχετο πευσόμενος μετὰ σὸν κλέος, εἴ που ἔτʼ εἴης. Odyssey 1.416 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.417 τίπτε τʼ ἄρʼ οὔ οἱ ἔειπες, ἐνὶ φρεσὶ πάντα ἰδυῖα; Odyssey 1.418 ἦ ἵνα που καὶ κεῖνος ἀλώμενος ἄλγεα πάσχῃ Odyssey 1.419 πόντον ἐπʼ ἀτρύγετον· βίοτον δέ οἱ ἄλλοι ἔδουσι; Odyssey 1.420 τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.421 μὴ δή τοι κεῖνός γε λίην ἐνθύμιος ἔστω. Odyssey 1.422 αὐτή μιν πόμπευον, ἵνα κλέος ἐσθλὸν ἄροιτο Odyssey 1.423 κεῖσʼ ἐλθών· ἀτὰρ οὔ τινʼ ἔχει πόνον, ἀλλὰ ἕκηλος Odyssey 1.424 ἧσται ἐν Ἀτρεΐδαο δόμοις, παρὰ δʼ ἄσπετα κεῖται. Odyssey 1.425 ἦ μέν μιν λοχόωσι νέοι σὺν νηῒ μελαίνῃ, Odyssey 1.426 ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι· Odyssey 1.427 ἀλλὰ τά γʼ οὐκ ὀΐω, πρὶν καί τινα γαῖα καθέξει Odyssey 1.428 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. Odyssey 1.429 ὣς ἄρα μιν φαμένη ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη. Odyssey 1.430 κάρψεν μὲν χρόα καλὸν ἐνὶ γναμπτοῖσι μέλεσσι, Odyssey 1.431 ξανθὰς δʼ ἐκ κεφαλῆς ὄλεσε τρίχας, ἀμφὶ δὲ δέρμα Odyssey 1.432 πάντεσσιν μελέεσσι παλαιοῦ θῆκε γέροντος, Odyssey 1.433 κνύζωσεν δέ οἱ ὄσσε πάρος περικαλλέʼ ἐόντε· Odyssey 1.434 ἀμφὶ δέ μιν ῥάκος ἄλλο κακὸν βάλεν ἠδὲ χιτῶνα, Odyssey 1.435 ῥωγαλέα ῥυπόωντα, κακῷ μεμορυγμένα καπνῷ· Odyssey 1.436 ἀμφὶ δέ μιν μέγα δέρμα ταχείης ἕσσʼ ἐλάφοιο, Odyssey 1.437 ψιλόν· δῶκε δέ οἱ σκῆπτρον καὶ ἀεικέα πήρην, Odyssey 1.438 πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Odyssey 1.439 τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν. ἡ μὲν ἔπειτα Odyssey 1.440 ἐς Λακεδαίμονα δῖαν ἔβη μετὰ παῖδʼ Ὀδυσῆος. Odyssey 1.1 αὐτὰρ ὁ ἐκ λιμένος προσέβη τρηχεῖαν ἀταρπὸν Odyssey 1.2 χῶρον ἀνʼ ὑλήεντα διʼ ἄκριας, ᾗ οἱ Ἀθήνη Odyssey 1.3 πέφραδε δῖον ὑφορβόν, ὅ οἱ βιότοιο μάλιστα Odyssey 1.4 κήδετο οἰκήων, οὓς κτήσατο δῖος Ὀδυσσεύς. Odyssey 1.5 τὸν δʼ ἄρʼ ἐνὶ προδόμῳ εὗρʼ ἥμενον, ἔνθα οἱ αὐλὴ Odyssey 1.6 ὑψηλὴ δέδμητο, περισκέπτῳ ἐνὶ χώρῳ, Odyssey 1.7 καλή τε μεγάλη τε, περίδρομος· ἥν ῥα συβώτης Odyssey 1.8 αὐτὸς δείμαθʼ ὕεσσιν ἀποιχομένοιο ἄνακτος, Odyssey 1.9 νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος, Odyssey 1.10 ῥυτοῖσιν λάεσσι καὶ ἐθρίγκωσεν ἀχέρδῳ· Odyssey 1.11 σταυροὺς δʼ ἐκτὸς ἔλασσε διαμπερὲς ἔνθα καὶ ἔνθα, Odyssey 1.12 πυκνοὺς καὶ θαμέας, τὸ μέλαν δρυὸς ἀμφικεάσσας· Odyssey 1.13 ἔντοσθεν δʼ αὐλῆς συφεοὺς δυοκαίδεκα ποίει Odyssey 1.14 πλησίον ἀλλήλων, εὐνὰς συσίν· ἐν δὲ ἑκάστῳ Odyssey 1.15 πεντήκοντα σύες χαμαιευνάδες ἐρχατόωντο, Odyssey 1.16 θήλειαι τοκάδες· τοὶ δʼ ἄρσενες ἐκτὸς ἴαυον, Odyssey 1.17 πολλὸν παυρότεροι· τοὺς γὰρ μινύθεσκον ἔδοντες Odyssey 1.18 ἀντίθεοι μνηστῆρες, ἐπεὶ προΐαλλε συβώτης Odyssey 1.19 αἰεὶ ζατρεφέων σιάλων τὸν ἄριστον ἁπάντων· Odyssey 1.20 οἱ δὲ τριηκόσιοί τε καὶ ἑξήκοντα πέλοντο. Odyssey 1.21 πὰρ δὲ κύνες, θήρεσσιν ἐοικότες αἰὲν ἴαυον Odyssey 1.22 τέσσαρες, οὓς ἔθρεψε συβώτης, ὄρχαμος ἀνδρῶν. Odyssey 1.23 αὐτὸς δʼ ἀμφὶ πόδεσσιν ἑοῖς ἀράρισκε πέδιλα, Odyssey 1.24 τάμνων δέρμα βόειον ἐϋχροές· οἱ δὲ δὴ ἄλλοι Odyssey 1.25 ᾤχοντʼ ἄλλυδις ἄλλος ἅμʼ ἀγρομένοισι σύεσσιν, Odyssey 1.26 οἱ τρεῖς· τὸν δὲ τέταρτον ἀποπροέηκε πόλινδε Odyssey 1.27 σῦν ἀγέμεν μνηστῆρσιν ὑπερφιάλοισιν ἀνάγκῃ, Odyssey 1.28 ὄφρʼ ἱερεύσαντες κρειῶν κορεσαίατο θυμόν. Odyssey 1.29 ἐξαπίνης δʼ Ὀδυσῆα ἴδον κύνες ὑλακόμωροι. Odyssey 1.30 οἱ μὲν κεκλήγοντες ἐπέδραμον· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.31 ἕζετο κερδοσύνῃ, σκῆπτρον δέ οἱ ἔκπεσε χειρός. Odyssey 1.32 ἔνθα κεν ᾧ πὰρ σταθμῷ ἀεικέλιον πάθεν ἄλγος· Odyssey 1.33 ἀλλὰ συβώτης ὦκα ποσὶ κραιπνοῖσι μετασπὼν Odyssey 1.34 ἔσσυτʼ ἀνὰ πρόθυρον, σκῦτος δέ οἱ ἔκπεσε χειρός. Odyssey 1.35 τοὺς μὲν ὁμοκλήσας σεῦεν κύνας ἄλλυδις ἄλλον Odyssey 1.36 πυκνῇσιν λιθάδεσσιν· ὁ δὲ προσέειπεν ἄνακτα· Odyssey 1.37 ὦ γέρον, ἦ ὀλίγου σε κύνες διεδηλήσαντο Odyssey 1.38 ἐξαπίνης, καί κέν μοι ἐλεγχείην κατέχευας. Odyssey 1.39 καὶ δέ μοι ἄλλα θεοὶ δόσαν ἄλγεά τε στοναχάς τε· Odyssey 1.40 ἀντιθέου γὰρ ἄνακτος ὀδυρόμενος καὶ ἀχεύων Odyssey 1.41 ἧμαι, ἄλλοισιν δὲ σύας σιάλους ἀτιτάλλω Odyssey 1.42 ἔδμεναι· αὐτὰρ κεῖνος ἐελδόμενός που ἐδωδῆς Odyssey 1.43 πλάζετʼ ἐπʼ ἀλλοθρόων ἀνδρῶν δῆμόν τε πόλιν τε, Odyssey 1.44 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. Odyssey 1.45 ἀλλʼ ἕπεο, κλισίηνδʼ ἴομεν, γέρον, ὄφρα καὶ αὐτός, Odyssey 1.46 σίτου καὶ οἴνοιο κορεσσάμενος κατὰ θυμόν, Odyssey 1.47 εἴπῃς ὁππόθεν ἐσσὶ καὶ ὁππόσα κήδεʼ ἀνέτλης. Odyssey 1.48 ὣς εἰπὼν κλισίηνδʼ ἡγήσατο δῖος ὑφορβός, Odyssey 1.49 εἷσεν δʼ εἰσαγαγών, ῥῶπας δʼ ὑπέχευε δασείας, Odyssey 1.50 ἐστόρεσεν δʼ ἐπὶ δέρμα ἰονθάδος ἀγρίου αἰγός, Odyssey 1.51 αὐτοῦ ἐνεύναιον, μέγα καὶ δασύ. χαῖρε δʼ Ὀδυσσεὺς Odyssey 1.52 ὅττι μιν ὣς ὑπέδεκτο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.53 Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι Odyssey 1.54 ὅττι μάλιστʼ ἐθέλεις, ὅτι με πρόφρων ὑπέδεξο. Odyssey 1.55 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.56 ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ, οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, Odyssey 1.57 ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες Odyssey 1.58 ξεῖνοί τε πτωχοί τε· δόσις δʼ ὀλίγη τε φίλη τε Odyssey 1.59 γίγνεται ἡμετέρη· ἡ γὰρ δμώων δίκη ἐστὶν Odyssey 1.60 αἰεὶ δειδιότων, ὅτʼ ἐπικρατέωσιν ἄνακτες Odyssey 1.61 οἱ νέοι. ἦ γὰρ τοῦ γε θεοὶ κατὰ νόστον ἔδησαν, Odyssey 1.62 ὅς κεν ἔμʼ ἐνδυκέως ἐφίλει καὶ κτῆσιν ὄπασσεν, Odyssey 1.64 οἶκόν τε κλῆρόν τε πολυμνήστην τε γυναῖκα, Odyssey 1.63 οἷά τε ᾧ οἰκῆϊ ἄναξ εὔθυμος ἔδωκεν, Odyssey 1.65 ὅς οἱ πολλὰ κάμῃσι, θεὸς δʼ ἐπὶ ἔργον ἀέξῃ, Odyssey 1.66 ὡς καὶ ἐμοὶ τόδε ἔργον ἀέξεται, ᾧ ἐπιμίμνω. Odyssey 1.67 τῷ κέ με πόλλʼ ὤνησεν ἄναξ, εἰ αὐτόθʼ ἐγήρα· Odyssey 1.68 ἀλλʼ ὄλεθʼ—ὡς ὤφελλʼ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι Odyssey 1.69 πρόχνυ, ἐπεὶ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε· Odyssey 1.70 καὶ γὰρ κεῖνος ἔβη Ἀγαμέμνονος εἵνεκα τιμῆς Odyssey 1.71 Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο. Odyssey 1.72 ὣς εἰπὼν ζωστῆρι θοῶς συνέεργε χιτῶνα, Odyssey 1.73 βῆ δʼ ἴμεν ἐς συφεούς, ὅθι ἔθνεα ἔρχατο χοίρων. Odyssey 1.74 ἔνθεν ἑλὼν δύʼ ἔνεικε καὶ ἀμφοτέρους ἱέρευσεν, Odyssey 1.75 εὗσέ τε μίστυλλέν τε καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειρεν. Odyssey 1.76 ὀπτήσας δʼ ἄρα πάντα φέρων παρέθηκʼ Ὀδυσῆϊ Odyssey 1.77 θέρμʼ αὐτοῖς ὀβελοῖσιν· ὁ δʼ ἄλφιτα λευκὰ πάλυνεν· Odyssey 1.78 ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον, Odyssey 1.79 αὐτὸς δʼ ἀντίον ἷζεν, ἐποτρύνων δὲ προσηύδα· Odyssey 1.80 ἔσθιε νῦν, ὦ ξεῖνε, τά τε δμώεσσι πάρεστι, Odyssey 1.81 χοίρεʼ· ἀτὰρ σιάλους γε σύας μνηστῆρες ἔδουσιν, Odyssey 1.82 οὐκ ὄπιδα φρονέοντες ἐνὶ φρεσὶν οὐδʼ ἐλεητύν. Odyssey 1.83 οὐ μὲν σχέτλια ἔργα θεοὶ μάκαρες φιλέουσιν, Odyssey 1.84 ἀλλὰ δίκην τίουσι καὶ αἴσιμα ἔργʼ ἀνθρώπων. Odyssey 1.85 καὶ μὲν δυσμενέες καὶ ἀνάρσιοι, οἵ τʼ ἐπὶ γαίης Odyssey 1.86 ἀλλοτρίης βῶσιν καί σφι Ζεὺς ληΐδα δώῃ, Odyssey 1.87 πλησάμενοι δέ τε νῆας ἔβαν οἶκόνδε νέεσθαι, Odyssey 1.88 καὶ μὲν τοῖς ὄπιδος κρατερὸν δέος ἐν φρεσὶ πίπτει. Odyssey 1.89 οἵδε δὲ καί τι ἴσασι, θεοῦ δέ τινʼ ἔκλυον αὐδήν, Odyssey 1.90 κείνου λυγρὸν ὄλεθρον, ὅτʼ οὐκ ἐθέλουσι δικαίως Odyssey 1.91 μνᾶσθαι οὐδὲ νέεσθαι ἐπὶ σφέτερʼ, ἀλλὰ ἕκηλοι Odyssey 1.92 κτήματα δαρδάπτουσιν ὑπέρβιον, οὐδʼ ἔπι φειδώ. Odyssey 1.93 ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκ Διός εἰσιν, Odyssey 1.94 οὔ ποθʼ ἓν ἱρεύουσʼ ἱερήϊον, οὐδὲ δύʼ οἴω· Odyssey 1.95 οἶνον δὲ φθινύθουσιν ὑπέρβιον ἐξαφύοντες. Odyssey 1.96 ἦ γάρ οἱ ζωή γʼ ἦν ἄσπετος· οὔ τινι τόσση Odyssey 1.97 ἀνδρῶν ἡρώων, οὔτʼ ἠπείροιο μελαίνης Odyssey 1.98 οὔτʼ αὐτῆς Ἰθάκης· οὐδὲ ξυνεείκοσι φωτῶν Odyssey 1.99 ἔστʼ ἄφενος τοσσοῦτον· ἐγὼ δέ κέ τοι καταλέξω. Odyssey 1.100 δώδεκʼ ἐν ἠπείρῳ ἀγέλαι· τόσα πώεα οἰῶν, Odyssey 1.101 τόσσα συῶν συβόσια, τόσʼ αἰπόλια πλατέʼ αἰγῶν Odyssey 1.102 βόσκουσι ξεῖνοί τε καὶ αὐτοῦ βώτορες ἄνδρες. Odyssey 1.103 ἐνθάδε δʼ αἰπόλια πλατέʼ αἰγῶν ἕνδεκα πάντα Odyssey 1.104 ἐσχατιῇ βόσκοντʼ, ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄρονται. Odyssey 1.105 τῶν αἰεί σφιν ἕκαστος ἐπʼ ἤματι μῆλον ἀγινεῖ, Odyssey 1.106 ζατρεφέων αἰγῶν ὅς τις φαίνηται ἄριστος. Odyssey 1.107 αὐτὰρ ἐγὼ σῦς τάσδε φυλάσσω τε ῥύομαί τε, Odyssey 1.108 καί σφι συῶν τὸν ἄριστον ἐῢ κρίνας ἀποπέμπω. Odyssey 1.109 ὣς φάθʼ, ὁ δʼ ἐνδυκέως κρέα τʼ ἤσθιε πῖνέ τε οἶνον Odyssey 1.110 ἁρπαλέως ἀκέων, κακὰ δὲ μνηστῆρσι φύτευεν. Odyssey 1.111 αὐτὰρ ἐπεὶ δείπνησε καὶ ἤραρε θυμὸν ἐδωδῇ, Odyssey 1.112 καί οἱ πλησάμενος δῶκε σκύφον, ᾧ περ ἔπινεν, Odyssey 1.113 οἴνου ἐνίπλειον· ὁ δʼ ἐδέξατο, χαῖρε δὲ θυμῷ, Odyssey 1.114 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.115 ὦ φίλε, τίς γάρ σε πρίατο κτεάτεσσιν ἑοῖσιν, Odyssey 1.116 ὧδε μάλʼ ἀφνειὸς καὶ καρτερὸς ὡς ἀγορεύεις; Odyssey 1.117 φῆς δʼ αὐτὸν φθίσθαι Ἀγαμέμνονος εἵνεκα τιμῆς. Odyssey 1.118 εἰπέ μοι, αἴ κέ ποθι γνώω τοιοῦτον ἐόντα. Odyssey 1.119 Ζεὺς γάρ που τό γε οἶδε καὶ ἀθάνατοι θεοὶ ἄλλοι, Odyssey 1.120 εἴ κέ μιν ἀγγείλαιμι ἰδών· ἐπὶ πολλὰ δʼ ἀλήθην. Odyssey 1.121 τὸν δʼ ἠμείβετʼ ἔπειτα συβώτης, ὄρχαμος ἀνδρῶν· Odyssey 1.122 ὦ γέρον, οὔ τις κεῖνον ἀνὴρ ἀλαλήμενος ἐλθὼν Odyssey 1.123 ἀγγέλλων πείσειε γυναῖκά τε καὶ φίλον υἱόν, Odyssey 1.124 ἀλλʼ ἄλλως κομιδῆς κεχρημένοι ἄνδρες ἀλῆται Odyssey 1.125 ψεύδοντʼ, οὐδʼ ἐθέλουσιν ἀληθέα μυθήσασθαι. Odyssey 1.126 ὃς δέ κʼ ἀλητεύων Ἰθάκης ἐς δῆμον ἵκηται, Odyssey 1.127 ἐλθὼν ἐς δέσποιναν ἐμὴν ἀπατήλια βάζει· Odyssey 1.128 ἡ δʼ εὖ δεξαμένη φιλέει καὶ ἕκαστα μεταλλᾷ, Odyssey 1.129 καί οἱ ὀδυρομένῃ βλεφάρων ἄπο δάκρυα πίπτει, Odyssey 1.130 ἣ θέμις ἐστὶ γυναικός, ἐπὴν πόσις ἄλλοθʼ ὄληται. Odyssey 1.131 αἶψά κε καὶ σύ, γεραιέ, ἔπος παρατεκτήναιο. Odyssey 1.132 εἴ τίς τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δοίη. Odyssey 1.133 τοῦ δʼ ἤδη μέλλουσι κύνες ταχέες τʼ οἰωνοὶ Odyssey 1.134 ῥινὸν ἀπʼ ὀστεόφιν ἐρύσαι, ψυχὴ δὲ λέλοιπεν· Odyssey 1.135 ἢ τόν γʼ ἐν πόντῳ φάγον ἰχθύες, ὀστέα δʼ αὐτοῦ Odyssey 1.136 κεῖται ἐπʼ ἠπείρου ψαμάθῳ εἰλυμένα πολλῇ. Odyssey 1.137 ὣς ὁ μὲν ἔνθʼ ἀπόλωλε, φίλοισι δὲ κήδεʼ ὀπίσσω Odyssey 1.138 πᾶσιν, ἐμοὶ δὲ μάλιστα, τετεύχαται· οὐ γὰρ ἔτʼ ἄλλον Odyssey 1.139 ἤπιον ὧδε ἄνακτα κιχήσομαι, ὁππόσʼ ἐπέλθω, Odyssey 1.140 οὐδʼ εἴ κεν πατρὸς καὶ μητέρος αὖτις ἵκωμαι Odyssey 1.141 οἶκον, ὅθι πρῶτον γενόμην καί μʼ ἔτρεφον αὐτοί. Odyssey 1.142 οὐδέ νυ τῶν ἔτι τόσσον ὀδύρομαι, ἱέμενός περ Odyssey 1.143 ὀφθαλμοῖσιν ἰδέσθαι ἐὼν ἐν πατρίδι γαίῃ· Odyssey 1.144 ἀλλά μʼ Ὀδυσσῆος πόθος αἴνυται οἰχομένοιο. Odyssey 1.145 τὸν μὲν ἐγών, ὦ ξεῖνε, καὶ οὐ παρεόντʼ ὀνομάζειν Odyssey 1.146 αἰδέομαι· πέρι γάρ μʼ ἐφίλει καὶ κήδετο θυμῷ· Odyssey 1.147 ἀλλά μιν ἠθεῖον καλέω καὶ νόσφιν ἐόντα. Odyssey 1.148 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.149 ὦ φίλʼ, ἐπειδὴ πάμπαν ἀναίνεαι, οὐδʼ ἔτι φῇσθα Odyssey 1.150 κεῖνον ἐλεύσεσθαι, θυμὸς δέ τοι αἰὲν ἄπιστος· Odyssey 1.151 ἀλλʼ ἐγὼ οὐκ αὔτως μυθήσομαι, ἀλλὰ σὺν ὅρκῳ, Odyssey 1.152 ὡς νεῖται Ὀδυσεύς· εὐαγγέλιον δέ μοι ἔστω Odyssey 1.153 αὐτίκʼ, ἐπεί κεν κεῖνος ἰὼν τὰ ἃ δώμαθʼ ἵκηται· Odyssey 1.154 ἕσσαι με χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά· Odyssey 1.155 πρὶν δέ κε, καὶ μάλα περ κεχρημένος, οὔ τι δεχοίμην. Odyssey 1.156 ἐχθρὸς γάρ μοι κεῖνος ὁμῶς Ἀΐδαο πύλῃσι Odyssey 1.157 γίγνεται, ὃς πενίῃ εἴκων ἀπατήλια βάζει. Odyssey 1.158 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα, Odyssey 1.159 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· Odyssey 1.160 ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. Odyssey 1.161 τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς. Odyssey 1.162 τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο, Odyssey 1.163 οἴκαδε νοστήσει, καὶ τίσεται ὅς τις ἐκείνου Odyssey 1.164 ἐνθάδʼ ἀτιμάζει ἄλοχον καὶ φαίδιμον υἱόν. Odyssey 1.165 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.166 ὦ γέρον, οὔτʼ ἄρʼ ἐγὼν εὐαγγέλιον τόδε τίσω, Odyssey 1.167 οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται· ἀλλὰ ἕκηλος Odyssey 1.168 πῖνε, καὶ ἄλλα παρὲξ μεμνώμεθα, μηδέ με τούτων Odyssey 1.169 μίμνησκʼ· ἦ γὰρ θυμὸς ἐνὶ στήθεσσιν ἐμοῖσιν Odyssey 1.170 ἄχνυται, ὁππότε τις μνήσῃ κεδνοῖο ἄνακτος. Odyssey 1.171 ἀλλʼ ἦ τοι ὅρκον μὲν ἐάσομεν, αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.172 ἔλθοι ὅπως μιν ἐγώ γʼ ἐθέλω καὶ Πηνελόπεια Odyssey 1.173 Λαέρτης θʼ ὁ γέρων καὶ Τηλέμαχος θεοειδής. Odyssey 1.174 νῦν αὖ παιδὸς ἄλαστον ὀδύρομαι, ὃν τέκʼ Ὀδυσσεύς, Odyssey 1.175 Τηλεμάχου· τὸν ἐπεὶ θρέψαν θεοὶ ἔρνεϊ ἶσον, Odyssey 1.176 καί μιν ἔφην ἔσσεσθαι ἐν ἀνδράσιν οὔ τι χέρηα Odyssey 1.177 πατρὸς ἑοῖο φίλοιο, δέμας καὶ εἶδος ἀγητόν, Odyssey 1.178 τὸν δέ τις ἀθανάτων βλάψε φρένας ἔνδον ἐΐσας Odyssey 1.179 ἠέ τις ἀνθρώπων· ὁ δʼ ἔβη μετὰ πατρὸς ἀκουὴν Odyssey 1.180 ἐς Πύλον ἠγαθέην· τὸν δὲ μνηστῆρες ἀγαυοὶ Odyssey 1.181 οἴκαδʼ ἰόντα λοχῶσιν, ὅπως ἀπὸ φῦλον ὄληται Odyssey 1.182 νώνυμον ἐξ Ἰθάκης Ἀρκεισίου ἀντιθέοιο. Odyssey 1.183 ἀλλʼ ἦ τοι κεῖνον μὲν ἐάσομεν, ἤ κεν ἁλώῃ Odyssey 1.184 ἦ κε φύγῃ καί κέν οἱ ὑπέρσχῃ χεῖρα Κρονίων. Odyssey 1.185 ἀλλʼ ἄγε μοι σύ, γεραιέ, τὰ σʼ αὐτοῦ κήδεʼ ἐνίσπες Odyssey 1.186 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· Odyssey 1.187 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; Odyssey 1.188 ὁπποίης τʼ ἐπὶ νηὸς ἀφίκεο· πῶς δέ σε ναῦται Odyssey 1.189 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; Odyssey 1.190 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι. Odyssey 1.191 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.192 τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.193 εἴη μὲν νῦν νῶϊν ἐπὶ χρόνον ἠμὲν ἐδωδὴ Odyssey 1.194 ἠδὲ μέθυ γλυκερὸν κλισίης ἔντοσθεν ἐοῦσι, Odyssey 1.195 δαίνυσθαι ἀκέοντʼ, ἄλλοι δʼ ἐπὶ ἔργον ἕποιεν· Odyssey 1.196 ῥηϊδίως κεν ἔπειτα καὶ εἰς ἐνιαυτὸν ἅπαντα Odyssey 1.197 οὔ τι διαπρήξαιμι λέγων ἐμὰ κήδεα θυμοῦ, Odyssey 1.198 ὅσσα γε δὴ ξύμπαντα θεῶν ἰότητι μόγησα. Odyssey 1.199 ἐκ μὲν Κρητάων γένος εὔχομαι εὐρειάων, Odyssey 1.200 ἀνέρος ἀφνειοῖο πάϊς· πολλοὶ δὲ καὶ ἄλλοι Odyssey 1.201 υἱέες ἐν μεγάρῳ ἠμὲν τράφεν ἠδʼ ἐγένοντο Odyssey 1.202 γνήσιοι ἐξ ἀλόχου· ἐμὲ δʼ ὠνητὴ τέκε μήτηρ Odyssey 1.203 παλλακίς, ἀλλά με ἶσον ἰθαιγενέεσσιν ἐτίμα Odyssey 1.204 Κάστωρ Ὑλακίδης, τοῦ ἐγὼ γένος εὔχομαι εἶναι Odyssey 1.205 ὃς τότʼ ἐνὶ Κρήτεσσι θεὸς ὣς τίετο δήμῳ Odyssey 1.206 ὄλβῳ τε πλούτῳ τε καὶ υἱάσι κυδαλίμοισιν. Odyssey 1.207 ἀλλʼ ἦ τοι τὸν κῆρες ἔβαν θανάτοιο φέρουσαι Odyssey 1.208 εἰς Ἀΐδαο δόμους· τοὶ δὲ ζωὴν ἐδάσαντο Odyssey 1.209 παῖδες ὑπέρθυμοι καὶ ἐπὶ κλήρους ἐβάλοντο, Odyssey 1.210 αὐτὰρ ἐμοὶ μάλα παῦρα δόσαν καὶ οἰκίʼ ἔνειμαν. Odyssey 1.211 ἠγαγόμην δὲ γυναῖκα πολυκλήρων ἀνθρώπων Odyssey 1.212 εἵνεκʼ ἐμῆς ἀρετῆς, ἐπεὶ οὐκ ἀποφώλιος ἦα Odyssey 1.213 οὐδὲ φυγοπτόλεμος· νῦν δʼ ἤδη πάντα λέλοιπεν Odyssey 1.214 ἀλλʼ ἔμπης καλάμην γέ σʼ ὀΐομαι εἰσορόωντα Odyssey 1.215 γιγνώσκειν· ἦ γάρ με δύη ἔχει ἤλιθα πολλή. Odyssey 1.216 ἦ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη Odyssey 1.217 καὶ ῥηξηνορίην· ὁπότε κρίνοιμι λόχονδε Odyssey 1.218 ἄνδρας ἀριστῆας, κακὰ δυσμενέεσσι φυτεύων, Odyssey 1.219 οὔ ποτέ μοι θάνατον προτιόσσετο θυμὸς ἀγήνωρ, Odyssey 1.220 ἀλλὰ πολὺ πρώτιστος ἐπάλμενος ἔγχει ἕλεσκον Odyssey 1.221 ἀνδρῶν δυσμενέων ὅ τέ μοι εἴξειε πόδεσσιν. Odyssey 1.222 τοῖος ἔα ἐν πολέμῳ· ἔργον δέ μοι οὐ φίλον ἔσκεν Odyssey 1.223 οὐδʼ οἰκωφελίη, ἥ τε τρέφει ἀγλαὰ τέκνα, Odyssey 1.224 ἀλλά μοι αἰεὶ νῆες ἐπήρετμοι φίλαι ἦσαν Odyssey 1.225 καὶ πόλεμοι καὶ ἄκοντες ἐΰξεστοι καὶ ὀϊστοί, Odyssey 1.226 λυγρά, τά τʼ ἄλλοισίν γε καταριγηλὰ πέλονται. Odyssey 1.227 αὐτὰρ ἐμοὶ τὰ φίλʼ ἔσκε τά που θεὸς ἐν φρεσὶ θῆκεν· Odyssey 1.228 ἄλλος γάρ τʼ ἄλλοισιν ἀνὴρ ἐπιτέρπεται ἔργοις. Odyssey 1.229 πρὶν μὲν γὰρ Τροίης ἐπιβήμεναι υἷας Ἀχαιῶν Odyssey 1.230 εἰνάκις ἀνδράσιν ἦρξα καὶ ὠκυπόροισι νέεσσιν Odyssey 1.231 ἄνδρας ἐς ἀλλοδαπούς, καί μοι μάλα τύγχανε πολλά. Odyssey 1.232 τῶν ἐξαιρεύμην μενοεικέα, πολλὰ δʼ ὀπίσσω Odyssey 1.233 λάγχανον· αἶψα δὲ οἶκος ὀφέλλετο, καί ῥα ἔπειτα Odyssey 1.234 δεινός τʼ αἰδοῖός τε μετὰ Κρήτεσσι τετύγμην. Odyssey 1.235 ἀλλʼ ὅτε δὴ τήν γε στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς Odyssey 1.236 ἐφράσαθʼ, ἣ πολλῶν ἀνδρῶν ὑπὸ γούνατʼ ἔλυσε, Odyssey 1.237 δὴ τότʼ ἔμʼ ἤνωγον καὶ ἀγακλυτὸν Ἰδομενῆα Odyssey 1.238 νήεσσʼ ἡγήσασθαι ἐς Ἴλιον· οὐδέ τι μῆχος Odyssey 1.239 ἦεν ἀνήνασθαι, χαλεπὴ δʼ ἔχε δήμου φῆμις. Odyssey 1.240 ἔνθα μὲν εἰνάετες πολεμίζομεν υἷες Ἀχαιῶν, Odyssey 1.241 τῷ δεκάτῳ δὲ πόλιν Πριάμου πέρσαντες ἔβημεν Odyssey 1.242 οἴκαδε σὺν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς. Odyssey 1.243 αὐτὰρ ἐμοὶ δειλῷ κακὰ μήδετο μητίετα Ζεύς· Odyssey 1.244 μῆνα γὰρ οἶον ἔμεινα τεταρπόμενος τεκέεσσιν Odyssey 1.245 κουριδίῃ τʼ ἀλόχῳ καὶ κτήμασιν· αὐτὰρ ἔπειτα Odyssey 1.246 Αἴγυπτόνδε με θυμὸς ἀνώγει ναυτίλλεσθαι, Odyssey 1.247 νῆας ἐῢ στείλαντα σὺν ἀντιθέοις ἑτάροισιν. Odyssey 1.248 ἐννέα νῆας στεῖλα, θοῶς δʼ ἐσαγείρατο λαός. Odyssey 1.249 ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι Odyssey 1.250 δαίνυντʼ· αὐτὰρ ἐγὼν ἱερήϊα πολλὰ παρεῖχον Odyssey 1.251 θεοῖσίν τε ῥέζειν αὐτοῖσί τε δαῖτα πένεσθαι. Odyssey 1.252 ἑβδομάτῃ δʼ ἀναβάντες ἀπὸ Κρήτης εὐρείης Odyssey 1.253 ἐπλέομεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ Odyssey 1.254 ῥηϊδίως, ὡς εἴ τε κατὰ ῥόον· οὐδέ τις οὖν μοι Odyssey 1.255 νηῶν πημάνθη, ἀλλʼ ἀσκηθέες καὶ ἄνουσοι Odyssey 1.256 ἥμεθα, τὰς δʼ ἄνεμός τε κυβερνῆταί τʼ ἴθυνον. Odyssey 1.257 πεμπταῖοι δʼ Αἴγυπτον ἐϋρρείτην ἱκόμεσθα, Odyssey 1.258 στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. Odyssey 1.259 ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους Odyssey 1.260 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, Odyssey 1.261 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι· Odyssey 1.262 οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, Odyssey 1.263 αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς Odyssey 1.264 πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, Odyssey 1.265 αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. Odyssey 1.266 οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν Odyssey 1.267 ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων Odyssey 1.268 χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος Odyssey 1.269 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη Odyssey 1.270 μεῖναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. Odyssey 1.271 ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, Odyssey 1.272 τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. Odyssey 1.273 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτὸς ἐνὶ φρεσὶν ὧδε νόημα Odyssey 1.274 ποίησʼ—ὡς ὄφελον θανέειν καὶ πότμον ἐπισπεῖν Odyssey 1.275 αὐτοῦ ἐν Αἰγύπτῳ· ἔτι γάρ νύ με πῆμʼ ὑπέδεκτο— Odyssey 1.276 αὐτίκʼ ἀπὸ κρατὸς κυνέην εὔτυκτον ἔθηκα Odyssey 1.277 καὶ σάκος ὤμοιϊν, δόρυ δʼ ἔκβαλον ἔκτοσε χειρός· Odyssey 1.278 αὐτὰρ ἐγὼ βασιλῆος ἐναντίον ἤλυθον ἵππων Odyssey 1.279 καὶ κύσα γούναθʼ ἑλών· ὁδʼ ἐρύσατο καί μʼ ἐλέησεν, Odyssey 1.280 ἐς δίφρον δέ μʼ ἕσας ἄγεν οἴκαδε δάκρυ χέοντα. Odyssey 1.281 ἦ μέν μοι μάλα πολλοὶ ἐπήϊσσον μελίῃσιν, Odyssey 1.282 ἱέμενοι κτεῖναι—δὴ γὰρ κεχολώατο λίην— Odyssey 1.283 ἀλλʼ ἀπὸ κεῖνος ἔρυκε, Διὸς δʼ ὠπίζετο μῆνιν Odyssey 1.284 ξεινίου, ὅς τε μάλιστα νεμεσσᾶται κακὰ ἔργα. Odyssey 1.285 ἔνθα μὲν ἑπτάετες μένον αὐτόθι, πολλὰ δʼ ἄγειρα Odyssey 1.286 χρήματʼ ἀνʼ Αἰγυπτίους ἄνδρας· δίδοσαν γὰρ ἅπαντες. Odyssey 1.287 ἀλλʼ ὅτε δὴ ὄγδοόν μοι ἐπιπλόμενον ἔτος ἦλθεν, Odyssey 1.288 δὴ τότε Φοῖνιξ ἦλθεν ἀνὴρ ἀπατήλια εἰδώς, Odyssey 1.289 τρώκτης, ὃς δὴ πολλὰ κάκʼ ἀνθρώποισιν ἐώργει· Odyssey 1.290 ὅς μʼ ἄγε παρπεπιθὼν ᾗσι φρεσίν, ὄφρʼ ἱκόμεσθα Odyssey 1.291 Φοινίκην, ὅθι τοῦ γε δόμοι καὶ κτήματʼ ἔκειτο. Odyssey 1.292 ἔνθα παρʼ αὐτῷ μεῖνα τελεσφόρον εἰς ἐνιαυτόν. Odyssey 1.293 ἀλλʼ ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο Odyssey 1.294 ἄψ περιτελλομένου ἔτεος καὶ ἐπήλυθον ὧραι, Odyssey 1.295 ἐς Λιβύην μʼ ἐπὶ νηὸς ἐέσσατο ποντοπόροιο Odyssey 1.296 ψεύδεα βουλεύσας, ἵνα οἱ σὺν φόρτον ἄγοιμι, Odyssey 1.297 κεῖθι δέ μʼ ὡς περάσειε καὶ ἄσπετον ὦνον ἕλοιτο. Odyssey 1.298 τῷ ἑπόμην ἐπὶ νηός, ὀϊόμενός περ, ἀνάγκῃ. Odyssey 1.299 ἡ δʼ ἔθεεν Βορέῃ ἀνέμῳ ἀκραέϊ καλῷ, Odyssey 1.300 μέσσον ὑπὲρ Κρήτης· Ζεὺς δέ σφισι μήδετʼ ὄλεθρον. Odyssey 1.301 ἀλλʼ ὅτε δὴ Κρήτην μὲν ἐλείπομεν, οὐδέ τις ἄλλη Odyssey 1.302 φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, Odyssey 1.303 δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων Odyssey 1.304 νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς. Odyssey 1.305 Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηῒ κεραυνόν· Odyssey 1.306 ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, Odyssey 1.307 ἐν δὲ θεείου πλῆτο· πέσον δʼ ἐκ νηὸς ἅπαντες. Odyssey 1.308 οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν Odyssey 1.309 κύμασιν ἐμφορέοντο· θεὸς δʼ ἀποαίνυτο νόστον. Odyssey 1.310 αὐτὰρ ἐμοὶ Ζεὺς αὐτός, ἔχοντί περ ἄλγεα θυμῷ, Odyssey 1.311 ἱστὸν ἀμαιμάκετον νηὸς κυανοπρῴροιο Odyssey 1.312 ἐν χείρεσσιν ἔθηκεν, ὅπως ἔτι πῆμα φύγοιμι. Odyssey 1.313 τῷ ῥα περιπλεχθεὶς φερόμην ὀλοοῖς ἀνέμοισιν. Odyssey 1.314 ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ μελαίνῃ Odyssey 1.315 γαίῃ Θεσπρωτῶν πέλασεν μέγα κῦμα κυλίνδον. Odyssey 1.316 ἔνθα με Θεσπρωτῶν βασιλεὺς ἐκομίσσατο Φείδων Odyssey 1.317 ἥρως ἀπριάτην· τοῦ γὰρ φίλος υἱὸς ἐπελθὼν Odyssey 1.318 αἴθρῳ καὶ καμάτῳ δεδμημένον ἦγεν ἐς οἶκον, Odyssey 1.319 χειρὸς ἀναστήσας, ὄφρʼ ἵκετο δώματα πατρός· Odyssey 1.320 ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν. Odyssey 1.321 ἔνθʼ Ὀδυσῆος ἐγὼ πυθόμην· κεῖνος γὰρ ἔφασκε Odyssey 1.322 ξεινίσαι ἠδὲ φιλῆσαι ἰόντʼ ἐς πατρίδα γαῖαν, Odyssey 1.323 καί μοι κτήματʼ ἔδειξεν ὅσα ξυναγείρατʼ Ὀδυσσεύς, Odyssey 1.324 χαλκόν τε χρυσόν τε πολύκμητόν τε σίδηρον. Odyssey 1.325 καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι· Odyssey 1.326 τόσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. Odyssey 1.327 τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο Odyssey 1.328 ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, Odyssey 1.329 ὅππως νοστήσειʼ Ἰθάκης ἐς πίονα δῆμον Odyssey 1.330 ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν. Odyssey 1.331 ὤμοσε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, Odyssey 1.332 νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, Odyssey 1.333 οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. Odyssey 1.334 ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς Odyssey 1.335 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. Odyssey 1.336 ἔνθʼ ὅ γέ μʼ ἠνώγει πέμψαι βασιλῆϊ Ἀκάστῳ Odyssey 1.337 ἐνδυκέως· τοῖσιν δὲ κακὴ φρεσὶν ἥνδανε βουλὴ Odyssey 1.338 ἀμφʼ ἐμοί, ὄφρʼ ἔτι πάγχυ δύης ἐπὶ πῆμα γενοίμην. Odyssey 1.339 ἀλλʼ ὅτε γαίης πολλὸν ἀπέπλω ποντοπόρος νηῦς, Odyssey 1.340 αὐτίκα δούλιον ἦμαρ ἐμοὶ περιμηχανόωντο. Odyssey 1.341 ἐκ μέν με χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἔδυσαν, Odyssey 1.342 ἀμφὶ δέ μοι ῥάκος ἄλλο κακὸν βάλον ἠδὲ χιτῶνα, Odyssey 1.343 ῥωγαλέα, τὰ καὶ αὐτὸς ἐν ὀφθαλμοῖσιν ὅρηαι· Odyssey 1.344 ἑσπέριοι δʼ Ἰθάκης εὐδειέλου ἔργʼ ἀφίκοντο. Odyssey 1.345 ἔνθʼ ἐμὲ μὲν κατέδησαν ἐϋσσέλμῳ ἐνὶ νηῒ Odyssey 1.346 ὅπλῳ ἐϋστρεφέϊ στερεῶς, αὐτοὶ δʼ ἀποβάντες Odyssey 1.347 ἐσσυμένως παρὰ θῖνα θαλάσσης δόρπον ἕλοντο. Odyssey 1.348 αὐτὰρ ἐμοὶ δεσμὸν μὲν ἀνέγναμψαν θεοὶ αὐτοὶ Odyssey 1.349 ῥηϊδίως· κεφαλῇ δὲ κατὰ ῥάκος ἀμφικαλύψας, Odyssey 1.350 ξεστὸν ἐφόλκαιον καταβὰς ἐπέλασσα θαλάσσῃ Odyssey 1.351 στῆθος, ἔπειτα δὲ χερσὶ διήρεσσʼ ἀμφοτέρῃσι Odyssey 1.352 νηχόμενος, μάλα δʼ ὦκα θύρηθʼ ἔα ἀμφὶς ἐκείνων. Odyssey 1.353 ἔνθʼ ἀναβάς, ὅθι τε δρίος ἦν πολυανθέος ὕλης, Odyssey 1.354 κείμην πεπτηώς. οἱ δὲ μεγάλα στενάχοντες Odyssey 1.355 φοίτων· ἀλλʼ οὐ γάρ σφιν ἐφαίνετο κέρδιον εἶναι Odyssey 1.356 μαίεσθαι προτέρω, τοὶ μὲν πάλιν αὖτις ἔβαινον Odyssey 1.357 νηὸς ἔπι γλαφυρῆς· ἐμὲ δʼ ἔκρυψαν θεοὶ αὐτοὶ Odyssey 1.358 ῥηϊδίως, καί με σταθμῷ ἐπέλασσαν ἄγοντες Odyssey 1.359 ἀνδρὸς ἐπισταμένου· ἔτι γάρ νύ μοι αἶσα βιῶναι. Odyssey 1.360 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.361 ἆ δειλὲ ξείνων, ἦ μοι μάλα θυμὸν ὄρινας Odyssey 1.362 ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἠδʼ ὅσʼ ἀλήθης. Odyssey 1.363 ἀλλὰ τά γʼ οὐ κατὰ κόσμον ὀΐομαι, οὐδέ με πείσεις Odyssey 1.364 εἰπὼν ἀμφʼ Ὀδυσῆϊ· τί σε χρὴ τοῖον ἐόντα Odyssey 1.365 μαψιδίως ψεύδεσθαι; ἐγὼ δʼ εὖ οἶδα καὶ αὐτὸς Odyssey 1.366 νόστον ἐμοῖο ἄνακτος, ὅ τʼ ἤχθετο πᾶσι θεοῖσι Odyssey 1.367 πάγχυ μάλʼ, ὅττι μιν οὔ τι μετὰ Τρώεσσι δάμασσαν Odyssey 1.368 ἠὲ φίλων ἐν χερσίν, ἐπεὶ πόλεμον τολύπευσε. Odyssey 1.369 τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί, Odyssey 1.370 ἠδέ κε καὶ ᾧ παιδὶ μέγα κλέος ἤρατʼ ὀπίσσω Odyssey 1.371 νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο. Odyssey 1.372 αὐτὰρ ἐγὼ παρʼ ὕεσσιν ἀπότροπος· οὐδὲ πόλινδε Odyssey 1.373 ἔρχομαι, εἰ μή πού τι περίφρων Πηνελόπεια Odyssey 1.374 ἐλθέμεν ὀτρύνῃσιν, ὅτʼ ἀγγελίη ποθὲν ἔλθῃ. Odyssey 1.375 ἀλλʼ οἱ μὲν τὰ ἕκαστα παρήμενοι ἐξερέουσιν, Odyssey 1.376 ἠμὲν οἳ ἄχνυνται δὴν οἰχομένοιο ἄνακτος, Odyssey 1.377 ἠδʼ οἳ χαίρουσιν βίοτον νήποινον ἔδοντες· Odyssey 1.378 ἀλλʼ ἐμοὶ οὐ φίλον ἐστὶ μεταλλῆσαι καὶ ἐρέσθαι, Odyssey 1.379 ἐξ οὗ δή μʼ Αἰτωλὸς ἀνὴρ ἐξήπαφε μύθῳ, Odyssey 1.380 ὅς ῥʼ ἄνδρα κτείνας, πολλὴν ἐπὶ γαῖαν ἀληθείς, Odyssey 1.381 ἦλθεν ἐμὰ πρὸς δώματʼ· ἐγὼ δέ μιν ἀμφαγάπαζον. Odyssey 1.382 φῆ δέ μιν ἐν Κρήτεσσι παρʼ Ἰδομενῆϊ ἰδέσθαι Odyssey 1.383 νῆας ἀκειόμενον, τάς οἱ ξυνέαξαν ἄελλαι· Odyssey 1.384 καὶ φάτʼ ἐλεύσεσθαι ἢ ἐς θέρος ἢ ἐς ὀπώρην, Odyssey 1.385 πολλὰ χρήματʼ ἄγοντα, σὺν ἀντιθέοις ἑτάροισι. Odyssey 1.386 καὶ σύ, γέρον πολυπενθές, ἐπεί σέ μοι ἤγαγε δαίμων, Odyssey 1.387 μήτε τί μοι ψεύδεσσι χαρίζεο μήτε τι θέλγε· Odyssey 1.388 οὐ γὰρ τοὔνεκʼ ἐγώ σʼ αἰδέσσομαι οὐδὲ φιλήσω, Odyssey 1.389 ἀλλὰ Δία ξένιον δείσας αὐτόν τʼ ἐλεαίρων. Odyssey 1.390 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.391 ἦ μάλα τίς τοι θυμὸς ἐνὶ στήθεσσιν ἄπιστος, Odyssey 1.392 οἷόν σʼ οὐδʼ ὀμόσας περ ἐπήγαγον οὐδέ σε πείθω. Odyssey 1.393 ἀλλʼ ἄγε νῦν ῥήτρην ποιησόμεθʼ· αὐτὰρ ὄπισθε Odyssey 1.394 μάρτυροι ἀμφοτέροισι θεοί, τοὶ Ὄλυμπον ἔχουσιν. Odyssey 1.395 εἰ μέν κεν νοστήσῃ ἄναξ τεὸς ἐς τόδε δῶμα, Odyssey 1.396 ἕσσας με χλαῖνάν τε χιτῶνά τε εἵματα πέμψαι Odyssey 1.397 Δουλίχιόνδʼ ἰέναι, ὅθι μοι φίλον ἔπλετο θυμῷ· Odyssey 1.398 εἰ δέ κε μὴ ἔλθῃσιν ἄναξ τεὸς ὡς ἀγορεύω, Odyssey 1.399 δμῶας ἐπισσεύας βαλέειν μεγάλης κατὰ πέτρης, Odyssey 1.400 ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύεται ἠπεροπεύειν. Odyssey 1.401 τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε δῖος ὑφορβός· Odyssey 1.402 ξεῖνʼ, οὕτω γάρ κέν μοι ἐϋκλείη τʼ ἀρετή τε Odyssey 1.403 εἴη ἐπʼ ἀνθρώπους ἅμα τʼ αὐτίκα καὶ μετέπειτα, Odyssey 1.404 ὅς σʼ ἐπεὶ ἐς κλισίην ἄγαγον καὶ ξείνια δῶκα, Odyssey 1.405 αὖτις δὲ κτείναιμι φίλον τʼ ἀπὸ θυμὸν ἑλοίμην· Odyssey 1.406 πρόφρων κεν δὴ ἔπειτα Δία Κρονίωνα λιτοίμην. Odyssey 1.407 νῦν δʼ ὥρη δόρποιο· τάχιστά μοι ἔνδον ἑταῖροι Odyssey 1.408 εἶεν, ἵνʼ ἐν κλισίῃ λαρὸν τετυκοίμεθα δόρπον. Odyssey 1.409 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.410 ἀγχίμολον δὲ σύες τε καὶ ἀνέρες ἦλθον ὑφορβοί. Odyssey 1.411 τὰς μὲν ἄρα ἔρξαν κατὰ ἤθεα κοιμηθῆναι, Odyssey 1.412 κλαγγὴ δʼ ἄσπετος ὦρτο συῶν αὐλιζομενάων Odyssey 1.413 αὐτὰρ ὁ οἷς ἑτάροισιν ἐκέκλετο δῖος ὑφορβός· Odyssey 1.414 ἄξεθʼ ὑῶν τὸν ἄριστον, ἵνα ξείνῳ ἱερεύσω Odyssey 1.415 τηλεδαπῷ· πρὸς δʼ αὐτοὶ ὀνησόμεθʼ, οἵ περ ὀϊζὺν Odyssey 1.416 δὴν ἔχομεν πάσχοντες ὑῶν ἕνεκʼ ἀργιοδόντων· Odyssey 1.417 ἄλλοι δʼ ἡμέτερον κάματον νήποινον ἔδουσιν. Odyssey 1.418 ὣς ἄρα φωνήσας κέασε ξύλα νηλέϊ χαλκῷ, Odyssey 1.419 οἱ δʼ ὗν εἰσῆγον μάλα πίονα πενταέτηρον. Odyssey 1.420 τὸν μὲν ἔπειτʼ ἔστησαν ἐπʼ ἐσχάρῃ· οὐδὲ συβώτης Odyssey 1.421 λήθετʼ ἄρʼ ἀθανάτων· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· Odyssey 1.422 ἀλλʼ ὅγʼ ἀπαρχόμενος κεφαλῆς τρίχας ἐν πυρὶ βάλλεν Odyssey 1.423 ἀργιόδοντος ὑός, καὶ ἐπεύχετο πᾶσι θεοῖσιν Odyssey 1.424 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. Odyssey 1.425 κόψε δʼ ἀνασχόμενος σχίζῃ δρυός, ἣν λίπε κείων· Odyssey 1.426 τὸν δʼ ἔλιπε ψυχή. τοὶ δʼ ἔσφαξάν τε καὶ εὗσαν· Odyssey 1.427 αἶψα δέ μιν διέχευαν· ὁ δʼ ὠμοθετεῖτο συβώτης, Odyssey 1.428 πάντων ἀρχόμενος μελέων, ἐς πίονα δημόν, Odyssey 1.429 καὶ τὰ μὲν ἐν πυρὶ βάλλε, παλύνας ἀλφίτου ἀκτῇ, Odyssey 1.430 μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, Odyssey 1.431 ὤπτησάν τε περιφραδέως ἐρύσαντό τε πάντα, Odyssey 1.432 βάλλον δʼ εἰν ἐλεοῖσιν ἀολλέα· ἂν δὲ συβώτης Odyssey 1.433 ἵστατο δαιτρεύσων· περὶ γὰρ φρεσὶν αἴσιμα ᾔδη. Odyssey 1.434 καὶ τὰ μὲν ἕπταχα πάντα διεμοιρᾶτο δαΐζων· Odyssey 1.435 τὴν μὲν ἴαν νύμφῃσι καὶ Ἑρμῇ, Μαιάδος υἱεῖ, Odyssey 1.436 θῆκεν ἐπευξάμενος, τὰς δʼ ἄλλας νεῖμεν ἑκάστῳ· Odyssey 1.437 νώτοισιν δʼ Ὀδυσῆα διηνεκέεσσι γέραιρεν Odyssey 1.438 ἀργιόδοντος ὑός, κύδαινε δὲ θυμὸν ἄνακτος· Odyssey 1.439 καί μιν φωνήσας προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.440 αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο Odyssey 1.441 ὡς ἐμοί, ὅττι τε τοῖον ἐόντʼ ἀγαθοῖσι γεραίρεις. Odyssey 1.442 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.443 ἔσθιε, δαιμόνιε ξείνων, καὶ τέρπεο τοῖσδε, Odyssey 1.444 οἷα πάρεστι· θεὸς δὲ τὸ μὲν δώσει, τὸ δʼ ἐάσει, Odyssey 1.445 ὅττι κεν ᾧ θυμῷ ἐθέλῃ· δύναται γὰρ ἅπαντα. Odyssey 1.446 ἦ ῥα καὶ ἄργματα θῦσε θεοῖς αἰειγενέτῃσι, Odyssey 1.447 σπείσας δʼ αἴθοπα οἶνον Ὀδυσσῆϊ πτολιπόρθῳ Odyssey 1.448 ἐν χείρεσσιν ἔθηκεν· ὁ δʼ ἕζετο ᾗ παρὰ μοίρῃ. Odyssey 1.449 σῖτον δέ σφιν ἔνειμε Μεσαύλιος, ὅν ῥα συβώτης Odyssey 1.450 αὐτὸς κτήσατο οἶος ἀποιχομένοιο ἄνακτος, Odyssey 1.451 νόσφιν δεσποίνης καὶ Λαέρταο γέροντος· Odyssey 1.452 πὰρ δʼ ἄρα μιν Ταφίων πρίατο κτεάτεσσιν ἑοῖσιν. Odyssey 1.453 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.454 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.455 σῖτον μέν σφιν ἀφεῖλε Μεσαύλιος, οἱ δʼ ἐπὶ κοῖτον Odyssey 1.456 σίτου καὶ κρειῶν κεκορημένοι ἐσσεύοντο. Odyssey 1.457 νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ σκοτομήνιος, ὗε δʼ ἄρα Ζεὺς Odyssey 1.458 πάννυχος, αὐτὰρ ἄη Ζέφυρος μέγας αἰὲν ἔφυδρος. Odyssey 1.459 τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, Odyssey 1.460 εἴ πώς οἱ ἐκδὺς χλαῖναν πόροι, ἤ τινʼ ἑταίρων Odyssey 1.461 ἄλλον ἐποτρύνειεν, ἐπεί ἑο κήδετο λίην· Odyssey 1.462 κέκλυθι νῦν, Εὔμαιε καὶ ἄλλοι πάντες ἑταῖροι, Odyssey 1.463 εὐξάμενός τι ἔπος ἐρέω· οἶνος γὰρ ἀνώγει Odyssey 1.464 ἠλεός, ὅς τʼ ἐφέηκε πολύφρονά περ μάλʼ ἀεῖσαι Odyssey 1.465 καί θʼ ἁπαλὸν γελάσαι, καί τʼ ὀρχήσασθαι ἀνῆκε, Odyssey 1.466 καί τι ἔπος προέηκεν ὅ περ τʼ ἄρρητον ἄμεινον. Odyssey 1.467 ἀλλʼ ἐπεὶ οὖν τὸ πρῶτον ἀνέκραγον, οὐκ ἐπικεύσω. Odyssey 1.468 εἴθʼ ὣς ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη, Odyssey 1.469 ὡς ὅθʼ ὑπὸ Τροίην λόχον ἤγομεν ἀρτύναντες. Odyssey 1.470 ἡγείσθην δʼ Ὀδυσεύς τε καὶ Ἀτρεΐδης Μενέλαος, Odyssey 1.471 τοῖσι δʼ ἅμα τρίτος ἄρχον ἐγών· αὐτοὶ γὰρ ἄνωγον. Odyssey 1.472 ἀλλʼ ὅτε δή ῥʼ ἱκόμεσθα ποτὶ πτόλιν αἰπύ τε τεῖχος, Odyssey 1.473 ἡμεῖς μὲν περὶ ἄστυ κατὰ ῥωπήϊα πυκνά, Odyssey 1.474 ἂν δόνακας καὶ ἕλος, ὑπὸ τεύχεσι πεπτηῶτες Odyssey 1.475 κείμεθα. νὺξ δʼ ἄρʼ ἐπῆλθε κακὴ Βορέαο πεσόντος, Odyssey 1.476 πηγυλίς· αὐτὰρ ὕπερθε χιὼν γένετʼ ἠΰτε πάχνη, Odyssey 1.477 ψυχρή, καὶ σακέεσσι περιτρέφετο κρύσταλλος. Odyssey 1.478 ἔνθʼ ἄλλοι πάντες χλαίνας ἔχον ἠδὲ χιτῶνας, Odyssey 1.479 εὗδον δʼ εὔκηλοι, σάκεσιν εἰλυμένοι ὤμους· Odyssey 1.480 αὐτὰρ ἐγὼ χλαῖναν μὲν ἰὼν ἑτάροισιν ἔλειπον Odyssey 1.481 ἀφραδίῃς, ἐπεὶ οὐκ ἐφάμην ῥιγωσέμεν ἔμπης, Odyssey 1.482 ἀλλʼ ἑπόμην σάκος οἶον ἔχων καὶ ζῶμα φαεινόν. Odyssey 1.483 ἀλλʼ ὅτε δὴ τρίχα νυκτὸς ἔην, μετὰ δʼ ἄστρα βεβήκει, Odyssey 1.484 καὶ τότʼ ἐγὼν Ὀδυσῆα προσηύδων ἐγγὺς ἐόντα Odyssey 1.485 ἀγκῶνι νύξας· ὁ δʼ ἄρʼ ἐμμαπέως ὑπάκουσε· Odyssey 1.486 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.487 οὔ τοι ἔτι ζωοῖσι μετέσσομαι, ἀλλά με χεῖμα Odyssey 1.488 δάμναται· οὐ γὰρ ἔχω χλαῖναν· παρά μʼ ἤπαφε δαίμων Odyssey 1.489 οἰοχίτωνʼ ἔμεναι· νῦν δʼ οὐκέτι φυκτὰ πέλονται. Odyssey 1.490 ὣς ἐφάμην, ὁ δʼ ἔπειτα νόον σχέθε τόνδʼ ἐνὶ θυμῷ, Odyssey 1.491 οἷος κεῖνος ἔην βουλευέμεν ἠδὲ μάχεσθαι· Odyssey 1.492 φθεγξάμενος δʼ ὀλίγῃ ὀπί με πρὸς μῦθον ἔειπε· Odyssey 1.493 σίγα νῦν, μή τίς σευ Ἀχαιῶν ἄλλος ἀκούσῃ. Odyssey 1.494 ἦ καὶ ἐπʼ ἀγκῶνος κεφαλὴν σχέθεν εἶπέ τε μῦθον· Odyssey 1.495 κλῦτε, φίλοι· θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος. Odyssey 1.496 λίην γὰρ νηῶν ἑκὰς ἤλθομεν· ἀλλά τις εἴη Odyssey 1.497 εἰπεῖν Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν, Odyssey 1.498 εἰ πλέονας παρὰ ναῦφιν ἐποτρύνειε νέεσθαι. Odyssey 1.499 ὣς ἔφατʼ, ὦρτο δʼ ἔπειτα Θόας, Ἀνδραίμονος υἱός, Odyssey 1.500 καρπαλίμως, ἀπὸ δὲ χλαῖναν θέτο φοινικόεσσαν, Odyssey 1.501 βῆ δὲ θέειν ἐπὶ νῆας· ἐγὼ δʼ ἐνὶ εἵματι κείνου Odyssey 1.502 κείμην ἀσπασίως, φάε δὲ χρυσόθρονος Ἠώς. Odyssey 1.503 ὣς νῦν ἡβώοιμι βίη τέ μοι ἔμπεδος εἴη· Odyssey 1.504 δοίη κέν τις χλαῖναν ἐνὶ σταθμοῖσι συφορβῶν, Odyssey 1.505 ἀμφότερον, φιλότητι καὶ αἰδοῖ φωτὸς ἑῆος· Odyssey 1.506 νῦν δέ μʼ ἀτιμάζουσι κακὰ χροῒ εἵματʼ ἔχοντα. Odyssey 1.507 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.508 ὦ γέρον, αἶνος μέν τοι ἀμύμων, ὃν κατέλεξας, Odyssey 1.509 οὐδέ τί πω παρὰ μοῖραν ἔπος νηκερδὲς ἔειπες· Odyssey 1.510 τῷ οὔτʼ ἐσθῆτος δευήσεαι οὔτε τευ ἄλλου, Odyssey 1.511 ὧν ἐπέοιχʼ ἱκέτην ταλαπείριον ἀντιάσαντα, Odyssey 1.512 νῦν· ἀτὰρ ἠῶθέν γε τὰ σὰ ῥάκεα δνοπαλίξεις. Odyssey 1.513 οὐ γὰρ πολλαὶ χλαῖναι ἐπημοιβοί τε χιτῶνες Odyssey 1.514 ἐνθάδε ἕννυσθαι, μία δʼ οἴη φωτὶ ἑκάστῳ. Odyssey 1.515 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, Odyssey 1.516 αὐτός τοι χλαῖνάν τε χιτῶνά τε εἵματα δώσει, Odyssey 1.517 πέμψει δʼ ὅππῃ σε κραδίη θυμός τε κελεύει. Odyssey 1.518 ὣς εἰπὼν ἀνόρουσε, τίθει δʼ ἄρα οἱ πυρὸς ἐγγὺς Odyssey 1.519 εὐνήν, ἐν δʼ ὀΐων τε καὶ αἰγῶν δέρματʼ ἔβαλλεν. Odyssey 1.520 ἔνθʼ Ὀδυσεὺς κατέλεκτʼ· ἐπὶ δὲ χλαῖναν βάλεν αὐτῷ Odyssey 1.521 πυκνὴν καὶ μεγάλην, ἥ οἱ παρεκέσκετʼ ἀμοιβάς, Odyssey 1.522 ἕννυσθαι ὅτε τις χειμὼν ἔκπαγλος ὄροιτο. Odyssey 1.523 ὣς ὁ μὲν ἔνθʼ Ὀδυσεὺς κοιμήσατο, τοὶ δὲ παρʼ αὐτὸν Odyssey 1.524 ἄνδρες κοιμήσαντο νεηνίαι· οὐδὲ συβώτῃ Odyssey 1.525 ἥνδανεν αὐτόθι κοῖτος, ὑῶν ἄπο κοιμηθῆναι, Odyssey 1.526 ἀλλʼ ὅ γʼ ἄρʼ ἔξω ἰὼν ὡπλίζετο· χαῖρε δʼ Ὀδυσσεύς, Odyssey 1.527 ὅττι ῥά οἱ βιότου περικήδετο νόσφιν ἐόντος. Odyssey 1.528 πρῶτον μὲν ξίφος ὀξὺ περὶ στιβαροῖς βάλετʼ ὤμοις, Odyssey 1.529 ἀμφὶ δὲ χλαῖναν ἑέσσατʼ ἀλεξάνεμον, μάλα πυκνήν, Odyssey 1.530 ἂν δὲ νάκην ἕλετʼ αἰγὸς ἐϋτρεφέος μεγάλοιο, Odyssey 1.531 εἵλετο δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν. Odyssey 1.532 βῆ δʼ ἴμεναι κείων ὅθι περ σύες ἀργιόδοντες Odyssey 1.533 πέτρῃ ὕπο γλαφυρῇ εὗδον, Βορέω ὑπʼ ἰωγῇ. Odyssey 1.1 ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη Odyssey 1.2 ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν Odyssey 1.3 νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι. Odyssey 1.4 εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν Odyssey 1.5 εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, Odyssey 1.6 ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ· Odyssey 1.7 Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ Odyssey 1.8 νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν. Odyssey 1.9 ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· Odyssey 1.10 Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι, Odyssey 1.11 κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν Odyssey 1.12 οὕτω ὑπερφιάλους· μή τοι κατὰ πάντα φάγωσι Odyssey 1.13 κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς. Odyssey 1.14 ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον Odyssey 1.15 πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς. Odyssey 1.16 ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Odyssey 1.17 Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας Odyssey 1.18 μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα· Odyssey 1.19 μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται. Odyssey 1.20 οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός· Odyssey 1.21 κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ, Odyssey 1.22 παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο Odyssey 1.23 οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ. Odyssey 1.24 ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα Odyssey 1.25 δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι, Odyssey 1.26 εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν. Odyssey 1.27 ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ. Odyssey 1.28 μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν Odyssey 1.29 ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης. Odyssey 1.30 ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι. Odyssey 1.31 ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει Odyssey 1.32 ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν. Odyssey 1.33 ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, Odyssey 1.34 νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν Odyssey 1.35 ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε. Odyssey 1.36 αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι, Odyssey 1.37 νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, Odyssey 1.38 αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, Odyssey 1.39 ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν. Odyssey 1.40 ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω Odyssey 1.41 ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, Odyssey 1.42 οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας. Odyssey 1.43 ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, Odyssey 1.44 αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν Odyssey 1.45 λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν· Odyssey 1.46 ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους Odyssey 1.47 ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο. Odyssey 1.48 τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· Odyssey 1.49 Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο Odyssey 1.50 νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς. Odyssey 1.51 ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ Odyssey 1.52 ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, Odyssey 1.53 καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ. Odyssey 1.54 τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα Odyssey 1.55 ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ. Odyssey 1.56 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. Odyssey 1.57 ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, Odyssey 1.58 ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο. Odyssey 1.59 τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, Odyssey 1.60 σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα Odyssey 1.61 δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις Odyssey 1.62 ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα Odyssey 1.63 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· Odyssey 1.64 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, Odyssey 1.65 ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν· Odyssey 1.66 ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι. Odyssey 1.67 τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· Odyssey 1.68 Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω Odyssey 1.69 ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ Odyssey 1.70 ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν, Odyssey 1.71 ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα. Odyssey 1.72 ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι Odyssey 1.73 ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει. Odyssey 1.74 χρὴ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν. Odyssey 1.75 ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θείω Odyssey 1.76 καλά, σὺ δʼ ὀφθαλμοῖσιν ἴδῃς, εἴπω δὲ γυναιξὶ Odyssey 1.77 δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. Odyssey 1.78 ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, Odyssey 1.79 δειπνήσαντας ἴμεν πολλὴν ἐπʼ ἀπείρονα γαῖαν. Odyssey 1.80 εἰ δʼ ἐθέλεις τραφθῆναι ἀνʼ Ἑλλάδα καὶ μέσον Ἄργος, Odyssey 1.81 ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους, Odyssey 1.82 ἄστεα δʼ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας Odyssey 1.83 αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, Odyssey 1.84 ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων, Odyssey 1.85 ἠὲ δύʼ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον. Odyssey 1.86 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.87 Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, Odyssey 1.88 βούλομαι ἤδη νεῖσθαι ἐφʼ ἡμέτερʼ· οὐ γὰρ ὄπισθεν Odyssey 1.89 οὖρον ἰὼν κατέλειπον ἐπὶ κτεάτεσσιν ἐμοῖσιν· Odyssey 1.90 μὴ πατέρʼ ἀντίθεον διζήμενος αὐτὸς ὄλωμαι, Odyssey 1.91 ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται. Odyssey 1.92 αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε βοὴν ἀγαθὸς Μενέλαος, Odyssey 1.93 αὐτίκʼ ἄρʼ ᾗ ἀλόχῳ ἠδὲ δμῳῇσι κέλευσε Odyssey 1.94 δεῖπνον ἐνὶ μεγάροις τετυκεῖν ἅλις ἔνδον ἐόντων. Odyssey 1.95 ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοΐδης Ἐτεωνεύς, Odyssey 1.96 ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπʼ αὐτοῦ· Odyssey 1.97 τὸν πῦρ κῆαι ἄνωγε βοὴν ἀγαθὸς Μενέλαος Odyssey 1.98 ὀπτῆσαί τε κρεῶν· ὁ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας. Odyssey 1.99 αὐτὸς δʼ ἐς θάλαμον κατεβήσετο κηώεντα, Odyssey 1.100 οὐκ οἶος, ἅμα τῷ γʼ Ἑλένη κίε καὶ Μεγαπένθης. Odyssey 1.101 ἀλλʼ ὅτε δή ῥʼ ἵκανον ὅθι κειμήλια κεῖτο, Odyssey 1.102 Ἀτρεΐδης μὲν ἔπειτα δέπας λάβεν ἀμφικύπελλον, Odyssey 1.103 υἱὸν δὲ κρητῆρα φέρειν Μεγαπένθεʼ ἄνωγεν Odyssey 1.104 ἀργύρεον· Ἑλένη δὲ παρίστατο φωριαμοῖσιν, Odyssey 1.105 ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, οὓς κάμεν αὐτή. Odyssey 1.106 τῶν ἕνʼ ἀειραμένη Ἑλένη φέρε, δῖα γυναικῶν, Odyssey 1.107 ὃς κάλλιστος ἔην ποικίλμασιν ἠδὲ μέγιστος, Odyssey 1.108 ἀστὴρ δʼ ὣς ἀπέλαμπεν· ἔκειτο δὲ νείατος ἄλλων. Odyssey 1.109 βὰν δʼ ἰέναι προτέρω διὰ δώματος, ἧος ἵκοντο Odyssey 1.110 Τηλέμαχον· τὸν δὲ προσέφη ξανθὸς Μενέλαος· Odyssey 1.111 Τηλέμαχʼ, ἦ τοι νόστον, ὅπως φρεσὶ σῇσι μενοινᾷς, Odyssey 1.112 ὥς τοι Ζεὺς τελέσειεν, ἐρίγδουπος πόσις Ἥρης. Odyssey 1.113 δώρων δʼ, ὅσσʼ ἐν ἐμῷ οἴκῳ κειμήλια κεῖται, Odyssey 1.114 δώσω ὃ κάλλιστον καὶ τιμηέστατόν ἐστι. Odyssey 1.115 δώσω τοι κρητῆρα τετυγμένον· ἀργύρεος δὲ Odyssey 1.116 ἐστὶν ἅπας, χρυσῷ δʼ ἐπὶ χείλεα κεκράανται, Odyssey 1.117 ἔργον δʼ Ἡφαίστοιο· πόρεν δέ ἑ Φαίδιμος ἥρως, Odyssey 1.118 Σιδονίων βασιλεύς, ὅθʼ ἑὸς δόμος ἀμφεκάλυψε Odyssey 1.119 κεῖσέ με νοστήσαντα· τεῒν δʼ ἐθέλω τόδʼ ὀπάσσαι. Odyssey 1.120 ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον Odyssey 1.121 ἥρως Ἀτρεΐδης· ὁ δʼ ἄρα κρητῆρα φαεινὸν Odyssey 1.122 θῆκʼ αὐτοῦ προπάροιθε φέρων κρατερὸς Μεγαπένθης, Odyssey 1.123 ἀργύρεον· Ἑλένη δὲ παρίστατο καλλιπάρῃος Odyssey 1.124 πέπλον ἔχουσʼ ἐν χερσίν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.125 δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι, Odyssey 1.126 μνῆμʼ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην, Odyssey 1.127 σῇ ἀλόχῳ φορέειν· τῆος δὲ φίλῃ παρὰ μητρὶ Odyssey 1.128 κείσθω ἐνὶ μεγάρῳ. σὺ δέ μοι χαίρων ἀφίκοιο Odyssey 1.129 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν. Odyssey 1.130 ὣς εἰποῦσʼ ἐν χερσὶ τίθει, ὁ δʼ ἐδέξατο χαίρων. Odyssey 1.131 καὶ τὰ μὲν ἐς πείρινθα τίθει Πεισίστρατος ἥρως Odyssey 1.132 δεξάμενος, καὶ πάντα ἑῷ θηήσατο θυμῷ· Odyssey 1.133 τοὺς δʼ ἦγε πρὸς δῶμα κάρη ξανθὸς Μενέλαος. Odyssey 1.134 ἑζέσθην δʼ ἄρʼ ἔπειτα κατὰ κλισμούς τε θρόνους τε. Odyssey 1.135 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Odyssey 1.136 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, Odyssey 1.137 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Odyssey 1.138 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα· Odyssey 1.139 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων· Odyssey 1.140 πὰρ δὲ Βοηθοΐδης κρέα δαίετο καὶ νέμε μοίρας· Odyssey 1.141 οἰνοχόει δʼ υἱὸς Μενελάου κυδαλίμοιο. Odyssey 1.142 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.143 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.144 δὴ τότε Τηλέμαχος καὶ Νέστορος ἀγλαὸς υἱὸς Odyssey 1.145 ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, Odyssey 1.146 ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου. Odyssey 1.147 τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος, Odyssey 1.148 οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, Odyssey 1.149 ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην. Odyssey 1.150 στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα· Odyssey 1.151 χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν Odyssey 1.152 εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν, Odyssey 1.153 ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν. Odyssey 1.154 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.155 καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις, Odyssey 1.156 πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς Odyssey 1.157 νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ, Odyssey 1.158 εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης Odyssey 1.159 ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά. Odyssey 1.160 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, Odyssey 1.161 αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον, Odyssey 1.162 ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο Odyssey 1.163 ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν Odyssey 1.164 δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες Odyssey 1.165 γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη. Odyssey 1.166 τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων· Odyssey 1.167 φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, Odyssey 1.168 ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ. Odyssey 1.169 ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος, Odyssey 1.170 ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας. Odyssey 1.171 τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον· Odyssey 1.172 κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ Odyssey 1.173 ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω. Odyssey 1.174 ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ Odyssey 1.175 ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε, Odyssey 1.176 ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς Odyssey 1.177 οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη Odyssey 1.178 οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει. Odyssey 1.179 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.180 οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης· Odyssey 1.181 τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην. Odyssey 1.182 ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα Odyssey 1.183 ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες. Odyssey 1.184 οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες. Odyssey 1.185 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· Odyssey 1.186 ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, Odyssey 1.187 υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα. Odyssey 1.188 ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν. Odyssey 1.189 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.190 ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, Odyssey 1.191 ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· Odyssey 1.192 μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην. Odyssey 1.193 αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον· Odyssey 1.194 καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν· Odyssey 1.195 Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας Odyssey 1.196 μῦθον ἐμόν; ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι Odyssey 1.197 ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν· Odyssey 1.198 ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει. Odyssey 1.199 μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, Odyssey 1.200 μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ Odyssey 1.201 ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι. Odyssey 1.202 ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ, Odyssey 1.203 ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν. Odyssey 1.204 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· Odyssey 1.205 στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης, Odyssey 1.206 νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα, Odyssey 1.207 ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε· Odyssey 1.208 καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.209 σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους, Odyssey 1.210 πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. Odyssey 1.211 εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· Odyssey 1.212 οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει, Odyssey 1.213 ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι Odyssey 1.214 ἂψ ἰέναι κενεόν· μάλα γὰρ κεχολώσεται ἔμπης. Odyssey 1.215 ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους Odyssey 1.216 ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε. Odyssey 1.217 Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν· Odyssey 1.218 ἐγκοσμεῖτε τὰ τεύχεʼ, ἑταῖροι, νηῒ μελαίνῃ, Odyssey 1.219 αὐτοί τʼ ἀμβαίνωμεν, ἵνα πρήσσωμεν ὁδοῖο. Odyssey 1.220 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, Odyssey 1.221 αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. Odyssey 1.222 ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ Odyssey 1.223 νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ Odyssey 1.224 τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, Odyssey 1.225 μάντις· ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν, Odyssey 1.226 ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, Odyssey 1.227 ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων· Odyssey 1.228 δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων Odyssey 1.229 Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων, Odyssey 1.230 ὅς οἱ χρήματα πολλὰ τελεσφόρον εἰς ἐνιαυτὸν Odyssey 1.231 εἶχε βίῃ. ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο Odyssey 1.232 δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων Odyssey 1.233 εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, Odyssey 1.234 τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς. Odyssey 1.235 ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους Odyssey 1.236 ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς Odyssey 1.237 ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα Odyssey 1.238 ἠγάγετο πρὸς δώμαθʼ. ὁ δʼ ἄλλων ἵκετο δῆμον, Odyssey 1.239 Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν Odyssey 1.240 ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν Odyssey 1.241 ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, Odyssey 1.242 γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ. Odyssey 1.243 Ἀντιφάτης μὲν ἔτικτεν Ὀϊκλῆα μεγάθυμον, Odyssey 1.244 αὐτὰρ Ὀϊκλείης λαοσσόον Ἀμφιάραον, Odyssey 1.245 ὃν περὶ κῆρι φίλει Ζεύς τʼ αἰγίοχος καὶ Ἀπόλλων Odyssey 1.246 παντοίην φιλότητʼ· οὐδʼ ἵκετο γήραος οὐδόν, Odyssey 1.247 ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων. Odyssey 1.248 τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε. Odyssey 1.249 Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε· Odyssey 1.250 ἀλλʼ ἦ τοι Κλεῖτον χρυσόθρονος ἥρπασεν Ἠὼς Odyssey 1.251 κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη· Odyssey 1.252 αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων Odyssey 1.253 θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος· Odyssey 1.254 ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς, Odyssey 1.255 ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν. Odyssey 1.256 τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν, Odyssey 1.257 ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν Odyssey 1.258 σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ, Odyssey 1.259 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.260 ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, Odyssey 1.261 λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα Odyssey 1.262 σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται, Odyssey 1.263 εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς· Odyssey 1.264 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; Odyssey 1.265 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.266 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.267 ἐξ Ἰθάκης γένος εἰμί, πατὴρ δέ μοί ἐστιν Ὀδυσσεύς, Odyssey 1.268 εἴ ποτʼ ἔην· νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ. Odyssey 1.269 τοὔνεκα νῦν ἑτάρους τε λαβὼν καὶ νῆα μέλαιναν Odyssey 1.270 ἦλθον πευσόμενος πατρὸς δὴν οἰχομένοιο. Odyssey 1.271 τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· Odyssey 1.272 οὕτω τοι καὶ ἐγὼν ἐκ πατρίδος, ἄνδρα κατακτὰς Odyssey 1.273 ἔμφυλον· πολλοὶ δὲ κασίγνητοί τε ἔται τε Odyssey 1.274 Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν. Odyssey 1.275 τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν Odyssey 1.276 φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι. Odyssey 1.277 ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα, Odyssey 1.278 μή με κατακτείνωσι· διωκέμεναι γὰρ ὀΐω. Odyssey 1.279 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.280 οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης, Odyssey 1.281 ἀλλʼ ἕπευ· αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν. Odyssey 1.282 ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, Odyssey 1.283 καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης· Odyssey 1.284 ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο. Odyssey 1.285 ἐν πρύμνῃ δʼ ἄρʼ ἔπειτα καθέζετο, πὰρ δὲ οἷ αὐτῷ Odyssey 1.286 εἷσε Θεοκλύμενον· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. Odyssey 1.287 Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνας ἐκέλευσεν Odyssey 1.288 ὅπλων ἅπτεσθαι· τοὶ δʼ ἐσσυμένως ἐπίθοντο. Odyssey 1.289 ἱστὸν δʼ εἰλάτινον κοίλης ἔντοσθε μεσόδμης Odyssey 1.290 στῆσαν ἀείραντες, κατὰ δὲ προτόνοισιν ἔδησαν, Odyssey 1.291 ἕλκον δʼ ἱστία λευκὰ ἐϋστρέπτοισι βοεῦσι. Odyssey 1.292 τοῖσιν δʼ ἴκμενον οὖρον ἵει γλαυκῶπις Ἀθήνη, Odyssey 1.293 λάβρον ἐπαιγίζοντα διʼ αἰθέρος, ὄφρα τάχιστα Odyssey 1.294 νηῦς ἀνύσειε θέουσα θαλάσσης ἁλμυρὸν ὕδωρ. Odyssey 1.295 βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. Odyssey 1.296 δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· Odyssey 1.297 ἡ δὲ Φεὰς ἐπέβαλλεν ἐπειγομένη Διὸς οὔρῳ Odyssey 1.298 ἠδὲ παρʼ Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. Odyssey 1.299 ἔνθεν δʼ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσιν, Odyssey 1.300 ὁρμαίνων ἤ κεν θάνατον φύγοι ἦ κεν ἁλώῃ. Odyssey 1.301 τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς Odyssey 1.302 δορπείτην· παρὰ δέ σφιν ἐδόρπεον ἀνέρες ἄλλοι. Odyssey 1.303 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.304 τοῖς δʼ Ὀδυσεὺς μετέειπε, συβώτεω πειρητίζων, Odyssey 1.305 ἤ μιν ἔτʼ ἐνδυκέως φιλέοι μεῖναί τε κελεύοι Odyssey 1.306 αὐτοῦ ἐνὶ σταθμῷ, ἦ ὀτρύνειε πόλινδε· Odyssey 1.307 κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄλλοι πάντες ἑταῖροι· Odyssey 1.308 ἠῶθεν προτὶ ἄστυ λιλαίομαι ἀπονέεσθαι Odyssey 1.309 πτωχεύσων, ἵνα μή σε κατατρύχω καὶ ἑταίρους. Odyssey 1.310 ἀλλά μοι εὖ θʼ ὑπόθευ καὶ ἅμʼ ἡγεμόνʼ ἐσθλὸν ὄπασσον Odyssey 1.311 ὅς κέ με κεῖσʼ ἀγάγῃ· κατὰ δὲ πτόλιν αὐτὸς ἀνάγκῃ Odyssey 1.312 πλάγξομαι, αἴ κέν τις κοτύλην καὶ πύρνον ὀρέξῃ. Odyssey 1.313 καί κʼ ἐλθὼν πρὸς δώματʼ Ὀδυσσῆος θείοιο Odyssey 1.314 ἀγγελίην εἴποιμι περίφρονι Πηνελοπείῃ, Odyssey 1.315 καί κε μνηστήρεσσιν ὑπερφιάλοισι μιγείην, Odyssey 1.316 εἴ μοι δεῖπνον δοῖεν ὀνείατα μυρίʼ ἔχοντες. Odyssey 1.317 αἶψά κεν εὖ δρώοιμι μετὰ σφίσιν ἅσσʼ ἐθέλοιεν. Odyssey 1.318 ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· Odyssey 1.319 Ἑρμείαο ἕκητι διακτόρου, ὅς ῥά τε πάντων Odyssey 1.320 ἀνθρώπων ἔργοισι χάριν καὶ κῦδος ὀπάζει, Odyssey 1.321 δρηστοσύνῃ οὐκ ἄν μοι ἐρίσσειε βροτὸς ἄλλος, Odyssey 1.322 πῦρ τʼ εὖ νηῆσαι διά τε ξύλα δανὰ κεάσσαι, Odyssey 1.323 δαιτρεῦσαί τε καὶ ὀπτῆσαι καὶ οἰνοχοῆσαι, Odyssey 1.324 οἷά τε τοῖς ἀγαθοῖσι παραδρώωσι χέρηες. Odyssey 1.325 τὸν δὲ μέγʼ ὀχθήσας προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.326 ὤ μοι, ξεῖνε, τίη τοι ἐνὶ φρεσὶ τοῦτο νόημα Odyssey 1.327 ἔπλετο; ἦ σύ γε πάγχυ λιλαίεαι αὐτόθʼ ὀλέσθαι. Odyssey 1.328 εἰ δὴ μνηστήρων ἐθέλεις καταδῦναι ὅμιλον, Odyssey 1.329 τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. Odyssey 1.330 οὔ τοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, Odyssey 1.331 ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, Odyssey 1.332 αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα, Odyssey 1.333 οἵ σφιν ὑποδρώωσιν· ἐΰξεστοι δὲ τράπεζαι Odyssey 1.334 σίτου καὶ κρειῶν ἠδʼ οἴνου βεβρίθασιν. Odyssey 1.335 ἀλλὰ μένʼ· οὐ γάρ τίς τοι ἀνιᾶται παρεόντι, Odyssey 1.336 οὔτʼ ἐγὼ οὔτε τις ἄλλος ἑταίρων, οἵ μοι ἔασιν. Odyssey 1.337 αὐτὰρ ἐπὴν ἔλθῃσιν Ὀδυσσῆος φίλος υἱός, Odyssey 1.338 κεῖνός σε χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσει, Odyssey 1.339 πέμψει δʼ ὅππη σε κραδίη θυμός τε κελεύει. Odyssey 1.340 τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.341 αἴθʼ οὕτως, Εὔμαιε, φίλος Διὶ πατρὶ γένοιο Odyssey 1.342 ὡς ἐμοί, ὅττι μʼ ἔπαυσας ἄλης καὶ ὀϊζύος αἰνῆς. Odyssey 1.343 πλαγκτοσύνης δʼ οὐκ ἔστι κακώτερον ἄλλο βροτοῖσιν· Odyssey 1.344 ἀλλʼ ἕνεκʼ οὐλομένης γαστρὸς κακὰ κήδεʼ ἔχουσιν Odyssey 1.345 ἀνέρες, ὅν τινʼ ἵκηται ἄλη καὶ πῆμα καὶ ἄλγος. Odyssey 1.346 νῦν δʼ ἐπεὶ ἰσχανάᾳς μεῖναί τέ με κεῖνον ἄνωγας, Odyssey 1.347 εἴπʼ ἄγε μοι περὶ μητρὸς Ὀδυσσῆος θείοιο Odyssey 1.348 πατρός θʼ, ὃν κατέλειπεν ἰὼν ἐπὶ γήραος οὐδῷ, Odyssey 1.349 ἤ που ἔτι ζώουσιν ὑπʼ αὐγὰς ἠελίοιο, Odyssey 1.350 ἦ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισι. Odyssey 1.351 τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· Odyssey 1.352 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.353 Λαέρτης μὲν ἔτι ζώει, Διὶ δʼ εὔχεται αἰεὶ Odyssey 1.354 θυμὸν ἀπὸ μελέων φθίσθαι οἷς ἐν μεγάροισιν· Odyssey 1.355 ἐκπάγλως γὰρ παιδὸς ὀδύρεται οἰχομένοιο Odyssey 1.356 κουριδίης τʼ ἀλόχοιο δαΐφρονος, ἥ ἑ μάλιστα Odyssey 1.357 ἤκαχʼ ἀποφθιμένη καὶ ἐν ὠμῷ γήραϊ θῆκεν. Odyssey 1.358 ἡ δʼ ἄχεϊ οὗ παιδὸς ἀπέφθιτο κυδαλίμοιο, Odyssey 1.359 λευγαλέῳ θανάτῳ, ὡς μὴ θάνοι ὅς τις ἐμοί γε Odyssey 1.360 ἐνθάδε ναιετάων φίλος εἴη καὶ φίλα ἔρδοι. Odyssey 1.361 ὄφρα μὲν οὖν δὴ κείνη ἔην, ἀχέουσά περ ἔμπης, Odyssey 1.362 τόφρα τί μοι φίλον ἔσκε μεταλλῆσαι καὶ ἐρέσθαι, Odyssey 1.363 οὕνεκά μʼ αὐτὴ θρέψεν ἅμα Κτιμένῃ τανυπέπλῳ, Odyssey 1.364 θυγατέρʼ ἰφθίμῃ, τὴν ὁπλοτάτην τέκε παίδων· Odyssey 1.365 τῇ ὁμοῦ ἐτρεφόμην, ὀλίγον δέ τί μʼ ἧσσον ἐτίμα. Odyssey 1.366 αὐτὰρ ἐπεί ῥʼ ἥβην πολυήρατον ἱκόμεθʼ ἄμφω, Odyssey 1.367 τὴν μὲν ἔπειτα Σάμηνδʼ ἔδοσαν καὶ μυρίʼ ἕλοντο, Odyssey 1.368 αὐτὰρ ἐμὲ χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐκείνη Odyssey 1.369 καλὰ μάλʼ ἀμφιέσασα, ποσὶν δʼ ὑποδήματα δοῦσα Odyssey 1.370 ἀγρόνδε προΐαλλε· φίλει δέ με κηρόθι μᾶλλον. Odyssey 1.371 νῦν δʼ ἤδη τούτων ἐπιδεύομαι· ἀλλά μοι αὐτῷ Odyssey 1.372 ἔργον ἀέξουσιν μάκαρες θεοὶ ᾧ ἐπιμίμνω· Odyssey 1.373 τῶν ἔφαγόν τʼ ἔπιόν τε καὶ αἰδοίοισιν ἔδωκα. Odyssey 1.374 ἐκ δʼ ἄρα δεσποίνης οὐ μείλιχον ἔστιν ἀκοῦσαι Odyssey 1.375 οὔτʼ ἔπος οὔτε τι ἔργον, ἐπεὶ κακὸν ἔμπεσεν οἴκῳ, Odyssey 1.376 ἄνδρες ὑπερφίαλοι· μέγα δὲ δμῶες χατέουσιν Odyssey 1.377 ἀντία δεσποίνης φάσθαι καὶ ἕκαστα πυθέσθαι Odyssey 1.378 καὶ φαγέμεν πιέμεν τε, ἔπειτα δὲ καί τι φέρεσθαι Odyssey 1.379 ἀγρόνδʼ, οἷά τε θυμὸν ἀεὶ δμώεσσιν ἰαίνει. Odyssey 1.380 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.381 ὢ πόποι, ὡς ἄρα τυτθὸς ἐών, Εὔμαιε συβῶτα, Odyssey 1.382 πολλὸν ἀπεπλάγχθης σῆς πατρίδος ἠδὲ τοκήων. Odyssey 1.383 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.384 ἠὲ διεπράθετο πτόλις ἀνδρῶν εὐρυάγυια, Odyssey 1.385 ᾗ ἔνι ναιετάασκε πατὴρ καὶ πότνια μήτηρ, Odyssey 1.386 ἦ σέ γε μουνωθέντα παρʼ οἴεσιν ἢ παρὰ βουσὶν Odyssey 1.387 ἄνδρες δυσμενέες νηυσὶν λάβον ἠδʼ ἐπέρασσαν Odyssey 1.388 τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ, ὁ δʼ ἄξιον ὦνον ἔδωκε. Odyssey 1.389 τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· Odyssey 1.390 ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ταῦτά μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς, Odyssey 1.391 σιγῇ νῦν ξυνίει καὶ τέρπεο, πῖνέ τε οἶνον Odyssey 1.392 ἥμενος. αἵδε δὲ νύκτες ἀθέσφατοι· ἔστι μὲν εὕδειν, Odyssey 1.393 ἔστι δὲ τερπομένοισιν ἀκούειν· οὐδέ τί σε χρή, Odyssey 1.394 πρὶν ὥρη, καταλέχθαι· ἀνίη καὶ πολὺς ὕπνος. Odyssey 1.395 τῶν δʼ ἄλλων ὅτινα κραδίη καὶ θυμὸς ἀνώγει, Odyssey 1.396 εὑδέτω ἐξελθών· ἅμα δʼ ἠοῖ φαινομένηφι Odyssey 1.397 δειπνήσας ἅμʼ ὕεσσιν ἀνακτορίῃσιν ἑπέσθω. Odyssey 1.398 νῶϊ δʼ ἐνὶ κλισίῃ πίνοντέ τε δαινυμένω τε Odyssey 1.399 κήδεσιν ἀλλήλων τερπώμεθα λευγαλέοισι, Odyssey 1.400 μνωομένω· μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ, Odyssey 1.401 ὅς τις δὴ μάλα πολλὰ πάθῃ καὶ πόλλʼ ἐπαληθῇ. Odyssey 1.402 τοῦτο δέ τοι ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Odyssey 1.403 νῆσός τις Συρίη κικλήσκεται, εἴ που ἀκούεις, Odyssey 1.404 Ὀρτυγίης καθύπερθεν, ὅθι τροπαὶ ἠελίοιο, Odyssey 1.405 οὔ τι περιπληθὴς λίην τόσον, ἀλλʼ ἀγαθὴ μέν, Odyssey 1.406 εὔβοτος, εὔμηλος, οἰνοπληθής, πολύπυρος. Odyssey 1.407 πείνη δʼ οὔ ποτε δῆμον ἐσέρχεται, οὐδέ τις ἄλλη Odyssey 1.408 νοῦσος ἐπὶ στυγερὴ πέλεται δειλοῖσι βροτοῖσιν· Odyssey 1.409 ἀλλʼ ὅτε γηράσκωσι πόλιν κάτα φῦλʼ ἀνθρώπων, Odyssey 1.410 ἐλθὼν ἀργυρότοξος Ἀπόλλων Ἀρτέμιδι ξὺν Odyssey 1.411 οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνεν. Odyssey 1.412 ἔνθα δύω πόλιες, δίχα δέ σφισι πάντα δέδασται· Odyssey 1.413 τῇσιν δʼ ἀμφοτέρῃσι πατὴρ ἐμὸς ἐμβασίλευε, Odyssey 1.414 Κτήσιος Ὀρμενίδης, ἐπιείκελος ἀθανάτοισιν. Odyssey 1.415 ἔνθα δὲ Φοίνικες ναυσίκλυτοι ἤλυθον ἄνδρες, Odyssey 1.416 τρῶκται, μυρίʼ ἄγοντες ἀθύρματα νηῒ μελαίνῃ. Odyssey 1.417 ἔσκε δὲ πατρὸς ἐμοῖο γυνὴ Φοίνισσʼ ἐνὶ οἴκῳ, Odyssey 1.418 καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργα ἰδυῖα· Odyssey 1.419 τὴν δʼ ἄρα Φοίνικες πολυπαίπαλοι ἠπερόπευον. Odyssey 1.420 πλυνούσῃ τις πρῶτα μίγη κοίλῃ παρὰ νηῒ Odyssey 1.421 εὐνῇ καὶ φιλότητι, τά τε φρένας ἠπεροπεύει Odyssey 1.422 θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν. Odyssey 1.423 εἰρώτα δὴ ἔπειτα τίς εἴη καὶ πόθεν ἔλθοι· Odyssey 1.424 ἡ δὲ μάλʼ αὐτίκα πατρὸς ἐπέφραδεν ὑψερεφὲς δῶ· Odyssey 1.425 ἐκ μὲν Σιδῶνος πολυχάλκου εὔχομαι εἶναι, Odyssey 1.426 κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο· Odyssey 1.427 ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες Odyssey 1.428 ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες Odyssey 1.429 τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε. Odyssey 1.430 τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη· Odyssey 1.431 ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο, Odyssey 1.432 ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ Odyssey 1.433 αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται. Odyssey 1.434 τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· Odyssey 1.435 εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται, Odyssey 1.436 ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν. Odyssey 1.437 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν. Odyssey 1.438 αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, Odyssey 1.439 τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· Odyssey 1.440 σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν Odyssey 1.441 ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ, Odyssey 1.442 ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι Odyssey 1.443 ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ Odyssey 1.444 δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον. Odyssey 1.445 ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων. Odyssey 1.446 ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται, Odyssey 1.447 ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω· Odyssey 1.448 οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ· Odyssey 1.449 καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην. Odyssey 1.450 παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, Odyssey 1.451 κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε· Odyssey 1.452 τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον Odyssey 1.453 ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους. Odyssey 1.454 ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά, Odyssey 1.455 οἱ δʼ ἐνιαυτὸν ἅπαντα παρʼ ἡμῖν αὖθι μένοντες Odyssey 1.456 ἐν νηῒ γλαφυρῇ βίοτον πολὺν ἐμπολόωντο. Odyssey 1.457 ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι, Odyssey 1.458 καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί. Odyssey 1.459 ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς Odyssey 1.460 χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο. Odyssey 1.461 τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ Odyssey 1.462 χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο, Odyssey 1.463 ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ. Odyssey 1.464 ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει, Odyssey 1.465 ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε. Odyssey 1.466 εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας Odyssey 1.467 ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο. Odyssey 1.468 οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, Odyssey 1.469 ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ Odyssey 1.470 ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι. Odyssey 1.471 δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί· Odyssey 1.472 ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες, Odyssey 1.473 ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς. Odyssey 1.474 οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, Odyssey 1.475 νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν. Odyssey 1.476 ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ· Odyssey 1.477 ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, Odyssey 1.478 τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα, Odyssey 1.479 ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ. Odyssey 1.480 καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι Odyssey 1.481 ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ· Odyssey 1.482 τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ, Odyssey 1.483 ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν. Odyssey 1.484 οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι. Odyssey 1.485 τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ· Odyssey 1.486 Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας Odyssey 1.487 ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ. Odyssey 1.488 ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε Odyssey 1.489 Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας Odyssey 1.490 ἠπίου, ὃς δή τοι παρέχει βρῶσίν τε πόσιν τε Odyssey 1.491 ἐνδυκέως, ζώεις δʼ ἀγαθὸν βίον· αὐτὰρ ἐγώ γε Odyssey 1.492 πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος ἐνθάδʼ ἱκάνω. Odyssey 1.493 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.494 καδδραθέτην δʼ οὐ πολλὸν ἐπὶ χρόνον, ἀλλὰ μίνυνθα· Odyssey 1.495 αἶψα γὰρ Ἠὼς ἦλθεν ἐΰθρονος. οἱ δʼ ἐπὶ χέρσου Odyssey 1.496 Τηλεμάχου ἕταροι λύον ἱστία, κὰδ δʼ ἕλον ἱστὸν Odyssey 1.497 καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρυσσαν ἐρετμοῖς· Odyssey 1.498 ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· Odyssey 1.499 ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, Odyssey 1.500 δεῖπνόν τʼ ἐντύνοντο κερῶντό τε αἴθοπα οἶνον. Odyssey 1.501 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.502 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἤρχετο μύθων· Odyssey 1.503 ὑμεῖς μὲν νῦν ἄστυδʼ ἐλαύνετε νῆα μέλαιναν, Odyssey 1.504 αὐτὰρ ἐγὼν ἀγροὺς ἐπιείσομαι ἠδὲ βοτῆρας· Odyssey 1.505 ἑσπέριος δʼ εἰς ἄστυ ἰδὼν ἐμὰ ἔργα κάτειμι. Odyssey 1.506 ἠῶθεν δέ κεν ὔμμιν ὁδοιπόριον παραθείμην, Odyssey 1.507 δαῖτʼ ἀγαθὴν κρειῶν τε καὶ οἴνου ἡδυπότοιο. Odyssey 1.508 τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· Odyssey 1.509 πῆ γὰρ ἐγώ, φίλε τέκνον, ἴω; τεῦ δώμαθʼ ἵκωμαι Odyssey 1.510 ἀνδρῶν οἳ κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν; Odyssey 1.511 ἦ ἰθὺς σῆς μητρὸς ἴω καὶ σοῖο δόμοιο; Odyssey 1.512 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.513 ἄλλως μέν σʼ ἂν ἐγώ γε καὶ ἡμέτερόνδε κελοίμην Odyssey 1.514 ἔρχεσθʼ· οὐ γάρ τι ξενίων ποθή· ἀλλὰ σοὶ αὐτῷ Odyssey 1.515 χεῖρον, ἐπεί τοι ἐγὼ μὲν ἀπέσσομαι, οὐδέ σε μήτηρ Odyssey 1.516 ὄψεται· οὐ μὲν γάρ τι θαμὰ μνηστῆρσʼ ἐνὶ οἴκῳ Odyssey 1.517 φαίνεται, ἀλλʼ ἀπὸ τῶν ὑπερωΐῳ ἱστὸν ὑφαίνει. Odyssey 1.518 ἀλλά τοι ἄλλον φῶτα πιφαύσκομαι ὅν κεν ἵκοιο, Odyssey 1.519 Εὐρύμαχον, Πολύβοιο δαΐφρονος ἀγλαὸν υἱόν, Odyssey 1.520 τὸν νῦν ἶσα θεῷ Ἰθακήσιοι εἰσορόωσι· Odyssey 1.521 καὶ γὰρ πολλὸν ἄριστος ἀνὴρ μέμονέν τε μάλιστα Odyssey 1.522 μητέρʼ ἐμὴν γαμέειν καὶ Ὀδυσσῆος γέρας ἕξειν. Odyssey 1.523 ἀλλὰ τά γε Ζεὺς οἶδεν Ὀλύμπιος, αἰθέρι ναίων, Odyssey 1.524 εἴ κέ σφι πρὸ γάμοιο τελευτήσει κακὸν ἦμαρ. Odyssey 1.525 ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, Odyssey 1.526 κίρκος, Ἀπόλλωνος ταχὺς ἄγγελος· ἐν δὲ πόδεσσι Odyssey 1.527 τίλλε πέλειαν ἔχων, κατὰ δὲ πτερὰ χεῦεν ἔραζε Odyssey 1.528 μεσσηγὺς νηός τε καὶ αὐτοῦ Τηλεμάχοιο. Odyssey 1.529 τὸν δὲ Θεοκλύμενος ἑτάρων ἀπονόσφι καλέσσας Odyssey 1.530 ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.531 Τηλέμαχʼ, οὔ τοι ἄνευ θεοῦ ἔπτατο δεξιὸς ὄρνις Odyssey 1.532 ἔγνων γάρ μιν ἐσάντα ἰδὼν οἰωνὸν ἐόντα. Odyssey 1.533 ὑμετέρου δʼ οὐκ ἔστι γένος βασιλεύτερον ἄλλο Odyssey 1.534 ἐν δήμῳ Ἰθάκης, ἀλλʼ ὑμεῖς καρτεροὶ αἰεί. Odyssey 1.535 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.536 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· Odyssey 1.537 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα Odyssey 1.538 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. Odyssey 1.539 ἦ καὶ Πείραιον προσεφώνεε, πιστὸν ἑταῖρον· Odyssey 1.540 Πείραιε Κλυτίδη, σὺ δέ μοι τά περ ἄλλα μάλιστα Odyssey 1.541 πείθῃ ἐμῶν ἑτάρων, οἵ μοι Πύλον εἰς ἅμʼ ἕποντο· Odyssey 1.542 καὶ νῦν μοι τὸν ξεῖνον ἄγων ἐν δώμασι σοῖσιν Odyssey 1.543 ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. Odyssey 1.544 τὸν δʼ αὖ Πείραιος δουρικλυτὸς ἀντίον ηὔδα· Odyssey 1.545 Τηλέμαχʼ, εἰ γάρ κεν σὺ πολὺν χρόνον ἐνθάδε μίμνοι, Odyssey 1.546 τόνδε τʼ ἐγὼ κομιῶ, ξενίων δέ οἱ οὐ ποθὴ ἔσται. Odyssey 1.547 ὣς εἰπὼν ἐπὶ νηὸς ἔβη, ἐκέλευσε δʼ ἑταίρους Odyssey 1.548 αὐτούς τʼ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι. Odyssey 1.549 οἱ δʼ αἶψʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον. Odyssey 1.550 Τηλέμαχος δʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα, Odyssey 1.551 εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέϊ χαλκῷ, Odyssey 1.552 νηὸς ἀπʼ ἰκριόφιν· τοὶ δὲ πρυμνήσιʼ ἔλυσαν. Odyssey 1.553 οἱ μὲν ἀνώσαντες πλέον ἐς πόλιν, ὡς ἐκέλευσε Odyssey 1.554 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· Odyssey 1.555 τὸν δʼ ὦκα προβιβάντα πόδες φέρον, ὄφρʼ ἵκετʼ αὐλήν, Odyssey 1.556 ἔνθα οἱ ἦσαν ὕες μάλα μυρίαι, ᾗσι συβώτης Odyssey 1.557 ἐσθλὸς ἐὼν ἐνίαυεν, ἀνάκτεσιν ἤπια εἰδώς. Odyssey 1.1 τὼ δʼ αὖτʼ ἐν κλισίῃ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς Odyssey 1.2 ἐντύνοντο ἄριστον ἅμʼ ἠοῖ, κηαμένω πῦρ, Odyssey 1.3 ἔκπεμψάν τε νομῆας ἅμʼ ἀγρομένοισι σύεσσι· Odyssey 1.4 Τηλέμαχον δὲ περίσσαινον κύνες ὑλακόμωροι, Odyssey 1.5 οὐδʼ ὕλαον προσιόντα. νόησε δὲ δῖος Ὀδυσσεὺς Odyssey 1.6 σαίνοντάς τε κύνας, περί τε κτύπος ἦλθε ποδοῖϊν. Odyssey 1.7 αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.8 Εὔμαιʼ, ἦ μάλα τίς τοι ἐλεύσεται ἐνθάδʼ ἑταῖρος Odyssey 1.9 ἢ καὶ γνώριμος ἄλλος, ἐπεὶ κύνες οὐχ ὑλάουσιν, Odyssey 1.10 ἀλλὰ περισσαίνουσι· ποδῶν δʼ ὑπὸ δοῦπον ἀκούω. Odyssey 1.11 οὔ πω πᾶν εἴρητο ἔπος, ὅτε οἱ φίλος υἱὸς Odyssey 1.12 ἔστη ἐνὶ προθύροισι. ταφὼν δʼ ἀνόρουσε συβώτης, Odyssey 1.13 ἐκ δʼ ἄρα οἱ χειρῶν πέσον ἄγγεα, τοῖς ἐπονεῖτο, Odyssey 1.14 κιρνὰς αἴθοπα οἶνον. ὁ δʼ ἀντίος ἦλθεν ἄνακτος, Odyssey 1.15 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλὰ Odyssey 1.16 χεῖράς τʼ ἀμφοτέρας· θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ. Odyssey 1.17 ὡς δὲ πατὴρ ὃν παῖδα φίλα φρονέων ἀγαπάζῃ Odyssey 1.18 ἐλθόντʼ ἐξ ἀπίης γαίης δεκάτῳ ἐνιαυτῷ, Odyssey 1.19 μοῦνον τηλύγετον, τῷ ἔπʼ ἄλγεα πολλὰ μογήσῃ, Odyssey 1.20 ὣς τότε Τηλέμαχον θεοειδέα δῖος ὑφορβὸς Odyssey 1.21 πάντα κύσεν περιφύς, ὡς ἐκ θανάτοιο φυγόντα· Odyssey 1.22 καί ῥʼ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.23 ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε Odyssey 1.24 ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε. Odyssey 1.25 ἀλλʼ ἄγε νῦν εἴσελθε, φίλον τέκος, ὄφρα σε θυμῷ Odyssey 1.26 τέρψομαι εἰσορόων νέον ἄλλοθεν ἔνδον ἐόντα. Odyssey 1.27 οὐ μὲν γάρ τι θάμʼ ἀγρὸν ἐπέρχεαι οὐδὲ νομῆας, Odyssey 1.28 ἀλλʼ ἐπιδημεύεις· ὣς γάρ νύ τοι εὔαδε θυμῷ, Odyssey 1.29 ἀνδρῶν μνηστήρων ἐσορᾶν ἀΐδηλον ὅμιλον. Odyssey 1.30 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.31 ἔσσεται οὕτως, ἄττα· σέθεν δʼ ἕνεκʼ ἐνθάδʼ ἱκάνω, Odyssey 1.32 ὄφρα σέ τʼ ὀφθαλμοῖσιν ἴδω καὶ μῦθον ἀκούσω, Odyssey 1.33 ἤ μοι ἔτʼ ἐν μεγάροις μήτηρ μένει, ἦέ τις ἤδη Odyssey 1.34 ἀνδρῶν ἄλλος ἔγημεν, Ὀδυσσῆος δέ που εὐνὴ Odyssey 1.35 χήτει ἐνευναίων κάκʼ ἀράχνια κεῖται ἔχουσα. Odyssey 1.36 τὸν δʼ αὖτε προσέειπε συβώτης, ὄρχαμος ἀνδρῶν· Odyssey 1.37 καὶ λίην κείνη γε μένει τετληότι θυμῷ Odyssey 1.38 σοῖσιν ἐνὶ μεγάροισιν· ὀϊζυραὶ δέ οἱ αἰεὶ Odyssey 1.39 φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ. Odyssey 1.40 ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος· Odyssey 1.41 αὐτὰρ ὅ γʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. Odyssey 1.42 τῷ δʼ ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς· Odyssey 1.43 Τηλέμαχος δʼ ἑτέρωθεν ἐρήτυε φώνησέν τε· Odyssey 1.44 ἧσʼ, ὦ ξεῖνʼ· ἡμεῖς δὲ καὶ ἄλλοθι δήομεν ἕδρην Odyssey 1.45 σταθμῷ ἐν ἡμετέρῳ· πάρα δʼ ἀνὴρ ὃς καταθήσει. Odyssey 1.46 ὣς φάθʼ, ὁ δʼ αὖτις ἰὼν κατʼ ἄρʼ ἕζετο· τῷ δὲ συβώτης. Odyssey 1.47 χεῦεν ὕπο χλωρὰς ῥῶπας καὶ κῶας ὕπερθεν· Odyssey 1.48 ἔνθα καθέζετʼ ἔπειτα Ὀδυσσῆος φίλος υἱός. Odyssey 1.49 τοῖσιν δʼ αὖ κρειῶν πίνακας παρέθηκε συβώτης Odyssey 1.50 ὀπταλέων, ἅ ῥα τῇ προτέρῃ ὑπέλειπον ἔδοντες, Odyssey 1.51 σῖτον δʼ ἐσσυμένως παρενήνεεν ἐν κανέοισιν, Odyssey 1.52 ἐν δʼ ἄρα κισσυβίῳ κίρνη μελιηδέα οἶνον· Odyssey 1.53 αὐτὸς δʼ ἀντίον ἷζεν Ὀδυσσῆος θείοιο. Odyssey 1.54 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.55 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.56 δὴ τότε Τηλέμαχος προσεφώνεε δῖον ὑφορβόν· Odyssey 1.57 ἄττα, πόθεν τοι ξεῖνος ὅδʼ ἵκετο; πῶς δέ ἑ ναῦται Odyssey 1.58 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; Odyssey 1.59 οὐ μὲν γάρ τί ἑ πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι. Odyssey 1.60 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.61 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω. Odyssey 1.62 ἐκ μὲν Κρητάων γένος εὔχεται εὐρειάων, Odyssey 1.63 φησὶ δὲ πολλὰ βροτῶν ἐπὶ ἄστεα δινηθῆναι Odyssey 1.64 πλαζόμενος· ὣς γάρ οἱ ἐπέκλωσεν τά γε δαίμων. Odyssey 1.65 νῦν αὖ Θεσπρωτῶν ἀνδρῶν ἐκ νηὸς ἀποδρὰς Odyssey 1.66 ἤλυθʼ ἐμὸν πρὸς σταθμόν, ἐγὼ δέ τοι ἐγγυαλίξω· Odyssey 1.67 ἔρξον ὅπως ἐθέλεις· ἱκέτης δέ τοι εὔχεται εἶναι. Odyssey 1.68 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.69 Εὔμαιʼ, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· Odyssey 1.70 πῶς γὰρ δὴ τὸν ξεῖνον ἐγὼν ὑποδέξομαι οἴκῳ; Odyssey 1.71 αὐτὸς μὲν νέος εἰμὶ καὶ οὔ πω χερσὶ πέποιθα Odyssey 1.72 ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ· Odyssey 1.73 μητρὶ δʼ ἐμῇ δίχα θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, Odyssey 1.74 ἢ αὐτοῦ παρʼ ἐμοί τε μένῃ καὶ δῶμα κομίζῃ, Odyssey 1.75 εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, Odyssey 1.76 ἦ ἤδη ἅμʼ ἕπηται Ἀχαιῶν ὅς τις ἄριστος Odyssey 1.77 μνᾶται ἐνὶ μεγάροισιν ἀνὴρ καὶ πλεῖστα πόρῃσιν. Odyssey 1.78 ἀλλʼ ἦ τοὶ τὸν ξεῖνον, ἐπεὶ τεὸν ἵκετο δῶμα, Odyssey 1.79 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, Odyssey 1.80 δώσω δὲ ξίφος ἄμφηκες καὶ ποσσὶ πέδιλα, Odyssey 1.81 πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει. Odyssey 1.82 εἰ δʼ ἐθέλεις, σὺ κόμισσον ἐνὶ σταθμοῖσιν ἐρύξας· Odyssey 1.83 εἵματα δʼ ἐνθάδʼ ἐγὼ πέμψω καὶ σῖτον ἅπαντα Odyssey 1.84 ἔδμεναι, ὡς ἂν μή σε κατατρύχῃ καὶ ἑταίρους. Odyssey 1.85 κεῖσε δʼ ἂν οὔ μιν ἐγώ γε μετὰ μνηστῆρας ἐῷμι Odyssey 1.86 ἔρχεσθαι· λίην γὰρ ἀτάσθαλον ὕβριν ἔχουσι· Odyssey 1.87 μή μιν κερτομέωσιν, ἐμοὶ δʼ ἄχος ἔσσεται αἰνόν. Odyssey 1.88 πρῆξαι δʼ ἀργαλέον τι μετὰ πλεόνεσσιν ἐόντα Odyssey 1.89 ἄνδρα καὶ ἴφθιμον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. Odyssey 1.90 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.91 ὦ φίλʼ, ἐπεί θήν μοι καὶ ἀμείψασθαι θέμις ἐστίν, Odyssey 1.92 ἦ μάλα μευ καταδάπτετʼ ἀκούοντος φίλον ἦτορ, Odyssey 1.93 οἷά φατε μνηστῆρας ἀτάσθαλα μηχανάασθαι Odyssey 1.94 ἐν μεγάροις, ἀέκητι σέθεν τοιούτου ἐόντος. Odyssey 1.95 εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ Odyssey 1.96 ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ, Odyssey 1.97 ἦ τι κασιγνήτοις ἐπιμέμφεαι, οἷσί περ ἀνὴρ Odyssey 1.98 μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. Odyssey 1.99 αἲ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ, Odyssey 1.100 ἢ παῖς ἐξ Ὀδυσῆος ἀμύμονος ἠὲ καὶ αὐτός· Odyssey 1.102 αὐτίκʼ ἔπειτʼ ἀπʼ ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, Odyssey 1.103 εἰ μὴ ἐγὼ κείνοισι κακὸν πάντεσσι γενοίμην, Odyssey 1.104 ἐλθὼν ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. Odyssey 1.105 εἰ δʼ αὖ με πληθυῖ δαμασαίατο μοῦνον ἐόντα, Odyssey 1.106 βουλοίμην κʼ ἐν ἐμοῖσι κατακτάμενος μεγάροισι Odyssey 1.107 τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, Odyssey 1.108 ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας Odyssey 1.109 ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά, Odyssey 1.110 καὶ οἶνον διαφυσσόμενον, καὶ σῖτον ἔδοντας Odyssey 1.111 μὰψ αὔτως, ἀτέλεστον, ἀνηνύστῳ ἐπὶ ἔργῳ. Odyssey 1.112 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.113 τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω. Odyssey 1.114 οὔτε τί μοι πᾶς δῆμος ἀπεχθόμενος χαλεπαίνει, Odyssey 1.115 οὔτε κασιγνήτοις ἐπιμέμφομαι, οἷσί περ ἀνὴρ Odyssey 1.116 μαρναμένοισι πέποιθε, καὶ εἰ μέγα νεῖκος ὄρηται. Odyssey 1.117 ὧδε γὰρ ἡμετέρην γενεὴν μούνωσε Κρονίων· Odyssey 1.118 μοῦνον Λαέρτην Ἀρκείσιος υἱὸν ἔτικτε, Odyssey 1.119 μοῦνον δʼ αὖτʼ Ὀδυσῆα πατὴρ τέκεν· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.120 μοῦνον ἔμʼ ἐν μεγάροισι τεκὼν λίπεν οὐδʼ ἀπόνητο. Odyssey 1.121 τῷ νῦν δυσμενέες μάλα μυρίοι εἴσʼ ἐνὶ οἴκῳ. Odyssey 1.122 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Odyssey 1.123 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, Odyssey 1.124 ἠδʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσι, Odyssey 1.125 τόσσοι μητέρʼ ἐμὴν μνῶνται, τρύχουσι δὲ οἶκον. Odyssey 1.126 ἡ δʼ οὔτʼ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν Odyssey 1.127 ποιῆσαι δύναται· τοὶ δὲ φθινύθουσιν ἔδοντες Odyssey 1.128 οἶκον ἐμόν· τάχα δή με διαρραίσουσι καὶ αὐτόν. Odyssey 1.129 ἀλλʼ ἦ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται· Odyssey 1.130 ἄττα, σὺ δʼ ἔρχεο θᾶσσον, ἐχέφρονι Πηνελοπείῃ Odyssey 1.131 εἴφʼ ὅτι οἱ σῶς εἰμὶ καὶ ἐκ Πύλου εἰλήλουθα. Odyssey 1.132 αὐτὰρ ἐγὼν αὐτοῦ μενέω, σὺ δὲ δεῦρο νέεσθαι, Odyssey 1.133 οἴῃ ἀπαγγείλας· τῶν δʼ ἄλλων μή τις Ἀχαιῶν Odyssey 1.134 πευθέσθω· πολλοὶ γὰρ ἐμοὶ κακὰ μηχανόωνται. Odyssey 1.135 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.136 γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. Odyssey 1.137 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.138 ἦ καὶ Λαέρτῃ αὐτὴν ὁδὸν ἄγγελος ἔλθω Odyssey 1.139 δυσμόρῳ, ὃς τῆος μὲν Ὀδυσσῆος μέγʼ ἀχεύων Odyssey 1.140 ἔργα τʼ ἐποπτεύεσκε μετὰ δμώων τʼ ἐνὶ οἴκῳ Odyssey 1.141 πῖνε καὶ ἦσθʼ, ὅτε θυμὸς ἐνὶ στήθεσσιν ἀνώγοι· Odyssey 1.142 αὐτὰρ νῦν, ἐξ οὗ σύ γε ᾤχεο νηῒ Πύλονδε, Odyssey 1.143 οὔ πω μίν φασιν φαγέμεν καὶ πιέμεν αὔτως, Odyssey 1.144 οὐδʼ ἐπὶ ἔργα ἰδεῖν, ἀλλὰ στοναχῇ τε γόῳ τε Odyssey 1.145 ἧσται ὀδυρόμενος, φθινύθει δʼ ἀμφʼ ὀστεόφι χρώς. Odyssey 1.146 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.147 ἄλγιον, ἀλλʼ ἔμπης μιν ἐάσομεν, ἀχνύμενοί περ· Odyssey 1.148 εἰ γάρ πως εἴη αὐτάγρετα πάντα βροτοῖσι, Odyssey 1.149 πρῶτόν κεν τοῦ πατρὸς ἑλοίμεθα νόστιμον ἦμαρ. Odyssey 1.150 ἀλλὰ σύ γʼ ἀγγείλας ὀπίσω κίε, μηδὲ κατʼ ἀγροὺς Odyssey 1.151 πλάζεσθαι μετʼ ἐκεῖνον· ἀτὰρ πρὸς μητέρα εἰπεῖν Odyssey 1.152 ἀμφίπολον ταμίην ὀτρυνέμεν ὅττι τάχιστα Odyssey 1.153 κρύβδην· κείνη γάρ κεν ἀπαγγείλειε γέροντι. Odyssey 1.154 ἦ ῥα καὶ ὦρσε συφορβόν· ὁ δʼ εἵλετο χερσὶ πέδιλα, Odyssey 1.155 δησάμενος δʼ ὑπὸ ποσσὶ πόλινδʼ ἴεν. οὐδʼ ἄρʼ Ἀθήνην Odyssey 1.156 λῆθεν ἀπὸ σταθμοῖο κιὼν Εὔμαιος ὑφορβός, Odyssey 1.157 ἀλλʼ ἥ γε σχεδὸν ἦλθε· δέμας δʼ ἤϊκτο γυναικὶ Odyssey 1.158 καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ. Odyssey 1.159 στῆ δὲ κατʼ ἀντίθυρον κλισίης Ὀδυσῆϊ φανεῖσα· Odyssey 1.160 οὐδʼ ἄρα Τηλέμαχος ἴδεν ἀντίον οὐδʼ ἐνόησεν, Odyssey 1.161 οὐ γάρ πω πάντεσσι θεοὶ φαίνονται ἐναργεῖς, Odyssey 1.162 ἀλλʼ Ὀδυσεύς τε κύνες τε ἴδον, καί ῥʼ οὐχ ὑλάοντο Odyssey 1.163 κνυζηθμῷ δʼ ἑτέρωσε διὰ σταθμοῖο φόβηθεν. Odyssey 1.164 ἡ δʼ ἄρʼ ἐπʼ ὀφρύσι νεῦσε· νόησε δὲ δῖος Ὀδυσσεύς, Odyssey 1.165 ἐκ δʼ ἦλθεν μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, Odyssey 1.166 στῆ δὲ πάροιθʼ αὐτῆς· τὸν δὲ προσέειπεν Ἀθήνη· Odyssey 1.167 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ. Odyssey 1.168 ἤδη νῦν σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, Odyssey 1.169 ὡς ἂν μνηστῆρσιν θάνατον καὶ κῆρʼ ἀραρόντε Odyssey 1.170 ἔρχησθον προτὶ ἄστυ περικλυτόν· οὐδʼ ἐγὼ αὐτὴ Odyssey 1.171 δηρὸν ἀπὸ σφῶϊν ἔσομαι μεμαυῖα μάχεσθαι. Odyssey 1.172 ἦ καὶ χρυσείῃ ῥάβδῳ ἐπεμάσσατʼ Ἀθήνη. Odyssey 1.173 φᾶρος μέν οἱ πρῶτον ἐϋπλυνὲς ἠδὲ χιτῶνα Odyssey 1.174 θῆκʼ ἀμφὶ στήθεσσι, δέμας δʼ ὤφελλε καὶ ἥβην. Odyssey 1.175 ἂψ δὲ μελαγχροιὴς γένετο, γναθμοὶ δὲ τάνυσθεν, Odyssey 1.176 κυάνεαι δʼ ἐγένοντο γενειάδες ἀμφὶ γένειον. Odyssey 1.177 ἡ μὲν ἄρʼ ὣς ἔρξασα πάλιν κίεν· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.178 ἤϊεν ἐς κλισίην· θάμβησε δέ μιν φίλος υἱός, Odyssey 1.179 ταρβήσας δʼ ἑτέρωσε βάλʼ ὄμματα, μὴ θεὸς εἴη, Odyssey 1.180 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.181 ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν, Odyssey 1.182 ἄλλα δὲ εἵματʼ ἔχεις, καί τοι χρὼς οὐκέθʼ ὁμοῖος. Odyssey 1.183 ἦ μάλα τις θεός ἐσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν· Odyssey 1.184 ἀλλʼ ἵληθʼ, ἵνα τοι κεχαρισμένα δώομεν ἱρὰ Odyssey 1.185 ἠδὲ χρύσεα δῶρα, τετυγμένα· φείδεο δʼ ἡμέων Odyssey 1.186 τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.187 οὔ τίς τοι θεός εἰμι· τί μʼ ἀθανάτοισιν ἐΐσκεις; Odyssey 1.188 ἀλλὰ πατὴρ τεός εἰμι, τοῦ εἵνεκα σὺ στεναχίζων Odyssey 1.189 πάσχεις ἄλγεα πολλά, βίας ὑποδέγμενος ἀνδρῶν. Odyssey 1.190 ὣς ἄρα φωνήσας υἱὸν κύσε, κὰδ δὲ παρειῶν Odyssey 1.191 δάκρυον ἧκε χαμᾶζε· πάρος δʼ ἔχε νωλεμὲς αἰεί. Odyssey 1.192 Τηλέμαχος δʼ, οὐ γάρ πω ἐπείθετο ὃν πατέρʼ εἶναι, Odyssey 1.193 ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβόμενος προσέειπεν· Odyssey 1.194 οὐ σύ γʼ Ὀδυσσεύς ἐσσι, πατὴρ ἐμός, ἀλλά με δαίμων Odyssey 1.195 θέλγει, ὄφρʼ ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. Odyssey 1.196 οὐ γάρ πως ἂν θνητὸς ἀνὴρ τάδε μηχανόῳτο Odyssey 1.197 ᾧ αὐτοῦ γε νόῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν Odyssey 1.198 ῥηϊδίως ἐθέλων θείη νέον ἠὲ γέροντα. Odyssey 1.199 ἦ γάρ τοι νέον ἦσθα γέρων καὶ ἀεικέα ἕσσο· Odyssey 1.200 νῦν δὲ θεοῖσιν ἔοικας, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. Odyssey 1.201 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.202 Τηλέμαχʼ, οὔ σε ἔοικε φίλον πατέρ ἔνδον ἐόντα Odyssey 1.203 οὔτε τι θαυμάζειν περιώσιον οὔτʼ ἀγάασθαι· Odyssey 1.204 οὐ μὲν γάρ τοι ἔτʼ ἄλλος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, Odyssey 1.205 ἀλλʼ ὅδʼ ἐγὼ τοιόσδε, παθὼν κακά, πολλὰ δʼ ἀληθείς, Odyssey 1.206 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. Odyssey 1.207 αὐτάρ τοι τόδε ἔργον Ἀθηναίης ἀγελείης, Odyssey 1.208 ἥ τέ με τοῖον ἔθηκεν, ὅπως ἐθέλει, δύναται γάρ, Odyssey 1.209 ἄλλοτε μὲν πτωχῷ ἐναλίγκιον, ἄλλοτε δʼ αὖτε Odyssey 1.210 ἀνδρὶ νέῳ καὶ καλὰ περὶ χροῒ εἵματʼ ἔχοντι. Odyssey 1.211 ῥηΐδιον δὲ θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, Odyssey 1.212 ἠμὲν κυδῆναι θνητὸν βροτὸν ἠδὲ κακῶσαι. Odyssey 1.213 ὣς ἄρα φωνήσας κατʼ ἄρʼ ἕζετο, Τηλέμαχος δὲ Odyssey 1.214 ἀμφιχυθεὶς πατέρʼ ἐσθλὸν ὀδύρετο, δάκρυα λείβων, Odyssey 1.215 ἀμφοτέροισι δὲ τοῖσιν ὑφʼ ἵμερος ὦρτο γόοιο· Odyssey 1.216 κλαῖον δὲ λιγέως, ἀδινώτερον ἤ τʼ οἰωνοί, Odyssey 1.217 φῆναι ἢ αἰγυπιοὶ γαμψώνυχες, οἷσί τε τέκνα Odyssey 1.218 ἀγρόται ἐξείλοντο πάρος πετεηνὰ γενέσθαι· Odyssey 1.219 ὣς ἄρα τοί γʼ ἐλεεινὸν ὑπʼ ὀφρύσι δάκρυον εἶβον. Odyssey 1.220 καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, Odyssey 1.221 εἰ μὴ Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· Odyssey 1.222 ποίῃ γὰρ νῦν δεῦρο, πάτερ φίλε, νηΐ σε ναῦται Odyssey 1.223 ἤγαγον εἰς Ἰθάκην; τίνες ἔμμεναι εὐχετόωντο; Odyssey 1.224 οὐ μὲν γάρ τί σε πεζὸν ὀΐομαι ἐνθάδʼ ἱκέσθαι. Odyssey 1.225 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.226 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. Odyssey 1.227 Φαίηκές μʼ ἄγαγον ναυσίκλυτοι, οἵ τε καὶ ἄλλους Odyssey 1.228 ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται· Odyssey 1.229 καί μʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες Odyssey 1.230 κάτθεσαν εἰς Ἰθάκην, ἔπορον δέ μοι ἀγλαὰ δῶρα, Odyssey 1.231 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν. Odyssey 1.232 καὶ τὰ μὲν ἐν σπήεσσι θεῶν ἰότητι κέονται· Odyssey 1.233 νῦν αὖ δεῦρʼ ἱκόμην ὑποθημοσύνῃσιν Ἀθήνης, Odyssey 1.234 ὄφρα κε δυσμενέεσσι φόνου πέρι βουλεύσωμεν. Odyssey 1.235 ἀλλʼ ἄγε μοι μνηστῆρας ἀριθμήσας κατάλεξον, Odyssey 1.236 ὄφρʼ εἰδέω ὅσσοι τε καὶ οἵ τινες ἀνέρες εἰσί· Odyssey 1.237 καί κεν ἐμὸν κατὰ θυμὸν ἀμύμονα μερμηρίξας Odyssey 1.238 φράσσομαι, ἤ κεν νῶϊ δυνησόμεθʼ ἀντιφέρεσθαι Odyssey 1.239 μούνω ἄνευθʼ ἄλλων, ἦ καὶ διζησόμεθʼ ἄλλους. Odyssey 1.240 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.241 ὦ πάτερ, ἦ τοι σεῖο μέγα κλέος αἰὲν ἄκουον, Odyssey 1.242 χεῖράς τʼ αἰχμητὴν ἔμεναι καὶ ἐπίφρονα βουλήν· Odyssey 1.243 ἀλλὰ λίην μέγα εἶπες· ἄγη μʼ ἔχει· οὐδέ κεν εἴη Odyssey 1.244 ἄνδρε δύω πολλοῖσι καὶ ἰφθίμοισι μάχεσθαι. Odyssey 1.245 μνηστήρων δʼ οὔτʼ ἂρ δεκὰς ἀτρεκὲς οὔτε δύʼ οἶαι, Odyssey 1.246 ἀλλὰ πολὺ πλέονες· τάχα δʼ εἴσεαι ἐνθάδʼ ἀριθμόν. Odyssey 1.247 ἐκ μὲν Δουλιχίοιο δύω καὶ πεντήκοντα Odyssey 1.248 κοῦροι κεκριμένοι, ἓξ δὲ δρηστῆρες ἕπονται· Odyssey 1.249 ἐκ δὲ Σάμης πίσυρές τε καὶ εἴκοσι φῶτες ἔασιν, Odyssey 1.250 ἐκ δὲ Ζακύνθου ἔασιν ἐείκοσι κοῦροι Ἀχαιῶν, Odyssey 1.251 ἐκ δʼ αὐτῆς Ἰθάκης δυοκαίδεκα πάντες ἄριστοι, Odyssey 1.252 καί σφιν ἅμʼ ἐστὶ Μέδων κῆρυξ καὶ θεῖος ἀοιδὸς Odyssey 1.253 καὶ δοιὼ θεράποντε, δαήμονε δαιτροσυνάων. Odyssey 1.254 τῶν εἴ κεν πάντων ἀντήσομεν ἔνδον ἐόντων, Odyssey 1.255 μὴ πολύπικρα καὶ αἰνὰ βίας ἀποτίσεαι ἐλθών. Odyssey 1.256 ἀλλὰ σύ γʼ, εἰ δύνασαί τινʼ ἀμύντορα μερμηρίξαι, Odyssey 1.257 φράζευ, ὅ κέν τις νῶϊν ἀμύνοι πρόφρονι θυμῷ. Odyssey 1.258 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.259 τοιγὰρ ἐγὼν ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· Odyssey 1.260 καὶ φράσαι ἤ κεν νῶϊν Ἀθήνη σὺν Διὶ πατρὶ Odyssey 1.261 ἀρκέσει, ἦέ τινʼ ἄλλον ἀμύντορα μερμηρίξω. Odyssey 1.262 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.263 ἐσθλώ τοι τούτω γʼ ἐπαμύντορε, τοὺς ἀγορεύεις, Odyssey 1.264 ὕψι περ ἐν νεφέεσσι καθημένω· ὥ τε καὶ ἄλλοις Odyssey 1.265 ἀνδράσι τε κρατέουσι καὶ ἀθανάτοισι θεοῖσι. Odyssey 1.266 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.267 οὐ μέν τοι κείνω γε πολὺν χρόνον ἀμφὶς ἔσεσθον Odyssey 1.268 φυλόπιδος κρατερῆς, ὁπότε μνηστῆρσι καὶ ἡμῖν Odyssey 1.269 ἐν μεγάροισιν ἐμοῖσι μένος κρίνηται Ἄρηος. Odyssey 1.270 ἀλλὰ σὺ μὲν νῦν ἔρχευ ἅμʼ ἠοῖ φαινομένηφιν Odyssey 1.271 οἴκαδε, καὶ μνηστῆρσιν ὑπερφιάλοισιν ὁμίλει· Odyssey 1.272 αὐτὰρ ἐμὲ προτὶ ἄστυ συβώτης ὕστερον ἄξει, Odyssey 1.273 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι. Odyssey 1.274 εἰ δέ μʼ ἀτιμήσουσι δόμον κάτα, σὸν δὲ φίλον κῆρ Odyssey 1.275 τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο, Odyssey 1.276 ἤν περ καὶ διὰ δῶμα ποδῶν ἕλκωσι θύραζε Odyssey 1.277 ἢ βέλεσι βάλλωσι· σὺ δʼ εἰσορόων ἀνέχεσθαι. Odyssey 1.278 ἀλλʼ ἦ τοι παύεσθαι ἀνωγέμεν ἀφροσυνάων, Odyssey 1.279 μειλιχίοις ἐπέεσσι παραυδῶν· οἱ δέ τοι οὔ τι Odyssey 1.280 πείσονται· δὴ γάρ σφι παρίσταται αἴσιμον ἦμαρ. Odyssey 1.281 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Odyssey 1.282 ὁππότε κεν πολύβουλος ἐνὶ φρεσὶ θῇσιν Ἀθήνη, Odyssey 1.283 νεύσω μέν τοι ἐγὼ κεφαλῇ, σὺ δʼ ἔπειτα νοήσας Odyssey 1.284 ὅσσα τοι ἐν μεγάροισιν Ἀρήϊα τεύχεα κεῖται Odyssey 1.285 ἐς μυχὸν ὑψηλοῦ θαλάμου καταθεῖναι ἀείρας Odyssey 1.286 πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι Odyssey 1.287 παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· Odyssey 1.288 ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει Odyssey 1.289 οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, Odyssey 1.290 ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή. Odyssey 1.291 πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ θῆκε Κρονίων, Odyssey 1.292 μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, Odyssey 1.293 ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα Odyssey 1.294 καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. Odyssey 1.295 νῶϊν δʼ οἴοισιν δύο φάσγανα καὶ δύο δοῦρε Odyssey 1.296 καλλιπέειν καὶ δοιὰ βοάγρια χερσὶν ἑλέσθαι, Odyssey 1.297 ὡς ἂν ἐπιθύσαντες ἑλοίμεθα· τοὺς δέ κʼ ἔπειτα Odyssey 1.298 Παλλὰς Ἀθηναίη θέλξει καὶ μητίετα Ζεύς. Odyssey 1.299 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Odyssey 1.300 εἰ ἐτεόν γʼ ἐμός ἐσσι καὶ αἵματος ἡμετέροιο, Odyssey 1.301 μή τις ἔπειτʼ Ὀδυσῆος ἀκουσάτω ἔνδον ἐόντος, Odyssey 1.302 μήτʼ οὖν Λαέρτης ἴστω τό γε μήτε συβώτης Odyssey 1.303 μήτε τις οἰκήων μήτʼ αὐτὴ Πηνελόπεια, Odyssey 1.304 ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε γυναικῶν γνώομεν ἰθύν· Odyssey 1.305 καί κέ τεο δμώων ἀνδρῶν ἔτι πειρηθεῖμεν, Odyssey 1.306 ἠμὲν ὅπου τις νῶϊ τίει καὶ δείδιε θυμῷ, Odyssey 1.307 ἠδʼ ὅτις οὐκ ἀλέγει, σὲ δʼ ἀτιμᾷ τοῖον ἐόντα. Odyssey 1.308 τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε φαίδιμος υἱός Odyssey 1.309 ὦ πάτερ, ἦ τοι ἐμὸν θυμὸν καὶ ἔπειτά γʼ, ὀΐω, Odyssey 1.310 γνώσεαι· οὐ μὲν γάρ τι χαλιφροσύναι γέ μʼ ἔχουσιν· Odyssey 1.311 ἀλλʼ οὔ τοι τόδε κέρδος ἐγὼν ἔσσεσθαι ὀΐω Odyssey 1.312 ἡμῖν ἀμφοτέροισι· σὲ δὲ φράζεσθαι ἄνωγα. Odyssey 1.313 δηθὰ γὰρ αὔτως εἴσῃ ἑκάστου πειρητίζων, Odyssey 1.314 ἔργα μετερχόμενος· τοὶ δʼ ἐν μεγάροισιν ἕκηλοι Odyssey 1.315 χρήματα δαρδάπτουσιν ὑπέρβιον οὐδʼ ἔπι φειδώ. Odyssey 1.316 ἀλλʼ ἦ τοί σε γυναῖκας ἐγὼ δεδάασθαι ἄνωγα, Odyssey 1.317 αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν· Odyssey 1.318 ἀνδρῶν δʼ οὐκ ἂν ἐγώ γε κατὰ σταθμοὺς ἐθέλοιμι Odyssey 1.319 ἡμέας πειράζειν, ἀλλʼ ὕστερα ταῦτα πένεσθαι, Odyssey 1.320 εἰ ἐτεόν γέ τι οἶσθα Διὸς τέρας αἰγιόχοιο. Odyssey 1.321 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.322 ἡ δʼ ἄρʼ ἔπειτʼ Ἰθάκηνδε κατήγετο νηῦς εὐεργής, Odyssey 1.323 ἣ φέρε Τηλέμαχον Πυλόθεν καὶ πάντας ἑταίρους. Odyssey 1.324 οἱ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο, Odyssey 1.325 νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, Odyssey 1.326 τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες, Odyssey 1.327 αὐτίκα δʼ ἐς Κλυτίοιο φέρον περικαλλέα δῶρα. Odyssey 1.328 αὐτὰρ κήρυκα πρόεσαν δόμον εἰς Ὀδυσῆος, Odyssey 1.329 ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, Odyssey 1.330 οὕνεκα Τηλέμαχος μὲν ἐπʼ ἀγροῦ, νῆα δʼ ἀνώγει Odyssey 1.331 ἄστυδʼ ἀποπλείειν, ἵνα μὴ δείσασʼ ἐνὶ θυμῷ Odyssey 1.332 ἰφθίμη βασίλεια τέρεν κατὰ δάκρυον εἴβοι Odyssey 1.333 τὼ δὲ συναντήτην κῆρυξ καὶ δῖος ὑφορβὸς Odyssey 1.334 τῆς αὐτῆς ἕνεκʼ ἀγγελίης, ἐρέοντε γυναικί. Odyssey 1.335 ἀλλʼ ὅτε δή ῥʼ ἵκοντο δόμον θείου βασιλῆος, Odyssey 1.336 κῆρυξ μέν ῥα μέσῃσι μετὰ δμῳῇσιν ἔειπεν· Odyssey 1.337 ἤδη τοι, βασίλεια, φίλος πάϊς εἰλήλουθε. Odyssey 1.338 Πηνελοπείῃ δʼ εἶπε συβώτης ἄγχι παραστὰς Odyssey 1.339 πάνθʼ ὅσα οἱ φίλος υἱὸς ἀνώγει μυθήσασθαι. Odyssey 1.340 αὐτὰρ ἐπεὶ δὴ πᾶσαν ἐφημοσύνην ἀπέειπε, Odyssey 1.341 βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε. Odyssey 1.342 μνηστῆρες δʼ ἀκάχοντο κατήφησάν τʼ ἐνὶ θυμῷ, Odyssey 1.343 ἐκ δʼ ἦλθον μεγάροιο παρὲκ μέγα τειχίον αὐλῆς, Odyssey 1.344 αὐτοῦ δὲ προπάροιθε θυράων ἑδριόωντο. Odyssey 1.345 τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· Odyssey 1.346 ὦ φίλοι, ἦ μέγα ἔργον ὑπερφιάλως τετέλεσται Odyssey 1.347 Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι. Odyssey 1.348 ἀλλʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν ἥ τις ἀρίστη, Odyssey 1.349 ἐς δʼ ἐρέτας ἁλιῆας ἀγείρομεν, οἵ κε τάχιστα Odyssey 1.350 κείνοις ἀγγείλωσι θοῶς οἶκόνδε νέεσθαι. Odyssey 1.351 οὔ πω πᾶν εἴρηθʼ, ὅτʼ ἄρʼ Ἀμφίνομος ἴδε νῆα, Odyssey 1.352 στρεφθεὶς ἐκ χώρης, λιμένος πολυβενθέος ἐντός, Odyssey 1.353 ἱστία τε στέλλοντας ἐρετμά τε χερσὶν ἔχοντας. Odyssey 1.354 ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνεεν οἷς ἑτάροισι· Odyssey 1.355 μή τινʼ ἔτʼ ἀγγελίην ὀτρύνομεν· οἵδε γὰρ ἔνδον. Odyssey 1.356 ἤ τίς σφιν τόδʼ ἔειπε θεῶν, ἢ εἴσιδον αὐτοὶ Odyssey 1.357 νῆα παρερχομένην, τὴν δʼ οὐκ ἐδύναντο κιχῆναι. Odyssey 1.358 ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν ἐπὶ θῖνα θαλάσσης, Odyssey 1.359 αἶψα δὲ νῆα μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν, Odyssey 1.360 τεύχεα δέ σφʼ ἀπένεικαν ὑπέρθυμοι θεράποντες. Odyssey 1.361 αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, οὐδέ τινʼ ἄλλον Odyssey 1.362 εἴων οὔτε νέων μεταΐζειν οὔτε γερόντων. Odyssey 1.363 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· Odyssey 1.364 ὢ πόποι, ὡς τόνδʼ ἄνδρα θεοὶ κακότητος ἔλυσαν. Odyssey 1.365 ἤματα μὲν σκοποὶ ἷζον ἐπʼ ἄκριας ἠνεμοέσσας Odyssey 1.366 αἰὲν ἐπασσύτεροι· ἅμα δʼ ἠελίῳ καταδύντι Odyssey 1.367 οὔ ποτʼ ἐπʼ ἠπείρου νύκτʼ ἄσαμεν, ἀλλʼ ἐνὶ πόντῳ Odyssey 1.368 νηῒ θοῇ πλείοντες ἐμίμνομεν Ἠῶ δῖαν, Odyssey 1.369 Τηλέμαχον λοχόωντες, ἵνα φθίσωμεν ἑλόντες Odyssey 1.370 αὐτόν· τὸν δʼ ἄρα τῆος ἀπήγαγεν οἴκαδε δαίμων, Odyssey 1.371 ἡμεῖς δʼ ἐνθάδε οἱ φραζώμεθα λυγρὸν ὄλεθρον Odyssey 1.372 Τηλεμάχῳ, μηδʼ ἧμας ὑπεκφύγοι· οὐ γὰρ ὀΐω Odyssey 1.373 τούτου γε ζώοντος ἀνύσσεσθαι τάδε ἔργα. Odyssey 1.374 αὐτὸς μὲν γὰρ ἐπιστήμων βουλῇ τε νόῳ τε, Odyssey 1.375 λαοὶ δʼ οὐκέτι πάμπαν ἐφʼ ἡμῖν ἦρα φέρουσιν. Odyssey 1.376 ἀλλʼ ἄγετε, πρὶν κεῖνον ὁμηγυρίσασθαι Ἀχαιοὺς Odyssey 1.377 εἰς ἀγορήν—οὐ γάρ τι μεθησέμεναί μιν ὀΐω, Odyssey 1.378 ἀλλʼ ἀπομηνίσει, ἐρέει δʼ ἐν πᾶσιν ἀναστὰς Odyssey 1.379 οὕνεκά οἱ φόνον αἰπὺν ἐράπτομεν οὐδʼ ἐκίχημεν· Odyssey 1.380 οἱ δʼ οὐκ αἰνήσουσιν ἀκούοντες κακὰ ἔργα· Odyssey 1.381 μή τι κακὸν ῥέξωσι καὶ ἡμέας ἐξελάσωσι Odyssey 1.382 γαίης ἡμετέρης, ἄλλων δʼ ἀφικώμεθα δῆμον· Odyssey 1.383 ἀλλὰ φθέωμεν ἑλόντες ἐπʼ ἀγροῦ νόσφι πόληος Odyssey 1.384 ἢ ἐν ὁδῷ· βίοτον δʼ αὐτοὶ καὶ κτήματʼ ἔχωμεν, Odyssey 1.385 δασσάμενοι κατὰ μοῖραν ἐφʼ ἡμέας, οἰκία δʼ αὖτε Odyssey 1.386 κείνου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅστις ὀπυίοι. Odyssey 1.387 εἰ δʼ ὑμῖν ὅδε μῦθος ἀφανδάνει, ἀλλὰ βόλεσθε Odyssey 1.388 αὐτόν τε ζώειν καὶ ἔχειν πατρώϊα πάντα, Odyssey 1.389 μή οἱ χρήματʼ ἔπειτα ἅλις θυμηδέʼ ἔδωμεν Odyssey 1.390 ἐνθάδʼ ἀγειρόμενοι, ἀλλʼ ἐκ μεγάροιο ἕκαστος Odyssey 1.391 μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα Odyssey 1.392 γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. Odyssey 1.393 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ. Odyssey 1.394 τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε, Odyssey 1.395 Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος, Odyssey 1.396 ὅς ῥʼ ἐκ Δουλιχίου πολυπύρου, ποιήεντος, Odyssey 1.397 ἡγεῖτο μνηστῆρσι, μάλιστα δὲ Πηνελοπείῃ Odyssey 1.398 ἥνδανε μύθοισι· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσιν· Odyssey 1.399 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Odyssey 1.400 ὦ φίλοι, οὐκ ἂν ἐγώ γε κατακτείνειν ἐθέλοιμι Odyssey 1.401 Τηλέμαχον· δεινὸν δὲ γένος βασιλήϊόν ἐστιν Odyssey 1.402 κτείνειν· ἀλλὰ πρῶτα θεῶν εἰρώμεθα βουλάς. Odyssey 1.403 εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, Odyssey 1.404 αὐτός τε κτενέω τούς τʼ ἄλλους πάντας ἀνώξω· Odyssey 1.405 εἰ δέ κʼ ἀποτρωπῶσι θεοί, παύσασθαι ἄνωγα. Odyssey 1.406 ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. Odyssey 1.407 αὐτίκʼ ἔπειτʼ ἀνστάντες ἔβαν δόμον εἰς Ὀδυσῆος, Odyssey 1.408 ἐλθόντες δὲ καθῖζον ἐπὶ ξεστοῖσι θρόνοισιν. Odyssey 1.409 ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε περίφρων Πηνελόπεια, Odyssey 1.410 μνηστήρεσσι φανῆναι ὑπέρβιον ὕβριν ἔχουσι. Odyssey 1.411 πεύθετο γὰρ οὗ παιδὸς ἐνὶ μεγάροισιν ὄλεθρον· Odyssey 1.412 κῆρυξ γάρ οἱ ἔειπε Μέδων, ὃς ἐπεύθετο βουλάς. Odyssey 1.413 βῆ δʼ ἰέναι μέγαρόνδε σὺν ἀμφιπόλοισι γυναιξίν. Odyssey 1.414 ἀλλʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, Odyssey 1.415 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, Odyssey 1.416 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα, Odyssey 1.417 Ἀντίνοον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.418 Ἀντίνοʼ, ὕβριν ἔχων, κακομήχανε, καὶ δέ σέ φασιν Odyssey 1.419 ἐν δήμῳ Ἰθάκης μεθʼ ὁμήλικας ἔμμεν ἄριστον Odyssey 1.420 βουλῇ καὶ μύθοισι· σὺ δʼ οὐκ ἄρα τοῖος ἔησθα. Odyssey 1.421 μάργε, τίη δὲ σὺ Τηλεμάχῳ θάνατόν τε μόρον τε Odyssey 1.422 ῥάπτεις, οὐδʼ ἱκέτας ἐμπάζεαι, οἷσιν ἄρα Ζεὺς Odyssey 1.423 μάρτυρος; οὐδʼ ὁσίη κακὰ ῥάπτειν ἀλλήλοισιν. Odyssey 1.424 ἦ οὐκ οἶσθʼ ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων, Odyssey 1.425 δῆμον ὑποδείσας; δὴ γὰρ κεχολώατο λίην, Odyssey 1.426 οὕνεκα ληϊστῆρσιν ἐπισπόμενος Ταφίοισιν Odyssey 1.427 ἤκαχε Θεσπρωτούς· οἱ δʼ ἡμῖν ἄρθμιοι ἦσαν· Odyssey 1.428 τόν ῥʼ ἔθελον φθῖσαι καὶ ἀπορραῖσαι φίλον ἦτορ Odyssey 1.429 ἠδὲ κατὰ ζωὴν φαγέειν μενοεικέα πολλήν· Odyssey 1.430 ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένους περ. Odyssey 1.431 τοῦ νῦν οἶκον ἄτιμον ἔδεις, μνάᾳ δὲ γυναῖκα Odyssey 1.432 παῖδά τʼ ἀποκτείνεις, ἐμὲ δὲ μεγάλως ἀκαχίζεις· Odyssey 1.433 ἀλλά σε παύσασθαι κέλομαι καὶ ἀνωγέμεν ἄλλους. Odyssey 1.434 τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· Odyssey 1.435 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, Odyssey 1.436 θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. Odyssey 1.437 οὐκ ἔσθʼ οὗτος ἀνὴρ οὐδʼ ἔσσεται οὐδὲ γένηται, Odyssey 1.438 ὅς κεν Τηλεμάχῳ σῷ υἱέϊ χεῖρας ἐποίσει Odyssey 1.439 ζώοντός γʼ ἐμέθεν καὶ ἐπὶ χθονὶ δερκομένοιο. Odyssey 1.440 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· Odyssey 1.441 αἶψά οἱ αἷμα κελαινὸν ἐρωήσει περὶ δουρὶ Odyssey 1.442 ἡμετέρῳ, ἐπεὶ ἦ καὶ ἐμὲ πτολίπορθος Ὀδυσσεὺς Odyssey 1.443 πολλάκι γούνασιν οἷσιν ἐφεσσάμενος κρέας ὀπτὸν Odyssey 1.444 ἐν χείρεσσιν ἔθηκεν, ἐπέσχε τε οἶνον ἐρυθρόν. Odyssey 1.445 τῷ μοι Τηλέμαχος πάντων πολὺ φίλτατός ἐστιν Odyssey 1.446 ἀνδρῶν, οὐδέ τί μιν θάνατον τρομέεσθαι ἄνωγα Odyssey 1.447 ἔκ γε μνηστήρων· θεόθεν δʼ οὐκ ἔστʼ ἀλέασθαι. Odyssey 1.448 ὣς φάτο θαρσύνων, τῷ δʼ ἤρτυεν αὐτὸς ὄλεθρον. Odyssey 1.449 ἡ μὲν ἄρʼ εἰσαναβᾶσʼ ὑπερώϊα σιγαλόεντα Odyssey 1.450 κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον Odyssey 1.451 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. Odyssey 1.452 ἑσπέριος δʼ Ὀδυσῆϊ καὶ υἱέϊ δῖος ὑφορβὸς Odyssey 1.453 ἤλυθεν· οἱ δʼ ἄρα δόρπον ἐπισταδὸν ὡπλίζοντο, Odyssey 1.454 σῦν ἱερεύσαντες ἐνιαύσιον. αὐτὰρ Ἀθήνη, Odyssey 1.455 ἄγχι παρισταμένη, Λαερτιάδην Ὀδυσῆα Odyssey 1.456 ῥάβδῳ πεπληγυῖα πάλιν ποίησε γέροντα, Odyssey 1.457 λυγρὰ δὲ εἵματα ἕσσε περὶ χροΐ, μή ἑ συβώτης Odyssey 1.458 γνοίη ἐσάντα ἰδὼν καὶ ἐχέφρονι Πηνελοπείῃ Odyssey 1.459 ἔλθοι ἀπαγγέλλων μηδὲ φρεσὶν εἰρύσσαιτο. Odyssey 1.460 τὸν καὶ Τηλέμαχος πρότερος πρὸς μῦθον ἔειπεν· Odyssey 1.461 ἦλθες, δῖʼ Εὔμαιε. τί δὴ κλέος ἔστʼ ἀνὰ ἄστυ; Odyssey 1.462 ἦ ῥʼ ἤδη μνηστῆρες ἀγήνορες ἔνδον ἔασιν Odyssey 1.463 ἐκ λόχου, ἦ ἔτι μʼ αὖτʼ εἰρύαται οἴκαδʼ ἰόντα; Odyssey 1.464 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.465 οὐκ ἔμελέν μοι ταῦτα μεταλλῆσαι καὶ ἐρέσθαι Odyssey 1.466 ἄστυ καταβλώσκοντα· τάχιστά με θυμὸς ἀνώγει Odyssey 1.467 ἀγγελίην εἰπόντα πάλιν δεῦρʼ ἀπονέεσθαι. Odyssey 1.468 ὡμήρησε δέ μοι παρʼ ἑταίρων ἄγγελος ὠκύς, Odyssey 1.469 κῆρυξ, ὃς δὴ πρῶτος ἔπος σῇ μητρὶ ἔειπεν. Odyssey 1.470 ἄλλο δέ τοι τό γε οἶδα· τὸ γὰρ ἴδον ὀφθαλμοῖσιν. Odyssey 1.471 ἤδη ὑπὲρ πόλιος, ὅθι θʼ Ἕρμαιος λόφος ἐστίν, Odyssey 1.472 ἦα κιών, ὅτε νῆα θοὴν ἰδόμην κατιοῦσαν Odyssey 1.473 ἐς λιμένʼ ἡμέτερον· πολλοὶ δʼ ἔσαν ἄνδρες ἐν αὐτῇ, Odyssey 1.474 βεβρίθει δὲ σάκεσσι καὶ ἔγχεσιν ἀμφιγύοισι· Odyssey 1.475 καὶ σφέας ὠΐσθην τοὺς ἔμμεναι, οὐδέ τι οἶδα. Odyssey 1.476 ὣς φάτο, μείδησεν δʼ ἱερὴ ἲς Τηλεμάχοιο Odyssey 1.477 ἐς πατέρʼ ὀφθαλμοῖσιν ἰδών, ἀλέεινε δʼ ὑφορβόν. Odyssey 1.478 οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, Odyssey 1.479 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. Odyssey 1.480 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.481 κοίτου τε μνήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. Odyssey 1.1 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.2 δὴ τότʼ ἔπειθʼ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα Odyssey 1.3 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, Odyssey 1.4 εἵλετο δʼ ἄλκιμον ἔγχος, ὅ οἱ παλάμηφιν ἀρήρει, Odyssey 1.5 ἄστυδε ἱέμενος, καὶ ἑὸν προσέειπε συβώτην· Odyssey 1.6 ἄττʼ, ἦ τοι μὲν ἐγὼν εἶμʼ ἐς πόλιν, ὄφρα με μήτηρ Odyssey 1.7 ὄψεται· οὐ γάρ μιν πρόσθεν παύσεσθαι ὀΐω Odyssey 1.8 κλαυθμοῦ τε στυγεροῖο γόοιό τε δακρυόεντος, Odyssey 1.9 πρίν γʼ αὐτόν με ἴδηται· ἀτὰρ σοί γʼ ὧδʼ ἐπιτέλλω. Odyssey 1.10 τὸν ξεῖνον δύστηνον ἄγʼ ἐς πόλιν, ὄφρʼ ἂν ἐκεῖθι Odyssey 1.11 δαῖτα πτωχεύῃ· δώσει δέ οἱ ὅς κʼ ἐθέλῃσι Odyssey 1.12 πύρνον καὶ κοτύλην· ἐμὲ δʼ οὔ πως ἔστιν ἅπαντας Odyssey 1.13 ἀνθρώπους ἀνέχεσθαι, ἔχοντά περ ἄλγεα θυμῷ· Odyssey 1.14 ὁ ξεῖνος δʼ εἴ περ μάλα μηνίει, ἄλγιον αὐτῷ Odyssey 1.15 ἔσσεται· ἦ γὰρ ἐμοὶ φίλʼ ἀληθέα μυθήσασθαι. Odyssey 1.16 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.17 ὦ φίλος, οὐδέ τοι αὐτὸς ἐρύκεσθαι μενεαίνω· Odyssey 1.18 πτωχῷ βέλτερόν ἐστι κατὰ πτόλιν ἠὲ κατʼ ἀγροὺς Odyssey 1.19 δαῖτα πτωχεύειν· δώσει δέ μοι ὅς κʼ ἐθέλῃσιν. Odyssey 1.20 οὐ γὰρ ἐπὶ σταθμοῖσι μένειν ἔτι τηλίκος εἰμί, Odyssey 1.21 ὥστʼ ἐπιτειλαμένῳ σημάντορι πάντα πιθέσθαι. Odyssey 1.22 ἀλλʼ ἔρχευ· ἐμὲ δʼ ἄξει ἀνὴρ ὅδε, τὸν σὺ κελεύεις, Odyssey 1.23 αὐτίκʼ ἐπεί κε πυρὸς θερέω ἀλέη τε γένηται. Odyssey 1.24 αἰνῶς γὰρ τάδε εἵματʼ ἔχω κακά· μή με δαμάσσῃ Odyssey 1.25 στίβη ὑπηοίη· ἕκαθεν δέ τε ἄστυ φάτʼ εἶναι. Odyssey 1.26 ὣς φάτο, Τηλέμαχος δὲ διὰ σταθμοῖο βεβήκει, Odyssey 1.27 κραιπνὰ ποσὶ προβιβάς, κακὰ δὲ μνηστῆρσι φύτευεν. Odyssey 1.28 αὐτὰρ ἐπεί ῥʼ ἵκανε δόμους εὖ ναιετάοντας, Odyssey 1.29 ἔγχος μέν ῥʼ ἔστησε φέρων πρὸς κίονα μακρήν, Odyssey 1.30 αὐτὸς δʼ εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν. Odyssey 1.31 τὸν δὲ πολὺ πρώτη εἶδε τροφὸς Εὐρύκλεια, Odyssey 1.32 κώεα καστορνῦσα θρόνοις ἔνι δαιδαλέοισι, Odyssey 1.33 δακρύσασα δʼ ἔπειτʼ ἰθὺς κίεν· ἀμφὶ δʼ ἄρʼ ἄλλαι Odyssey 1.34 δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος ἠγερέθοντο, Odyssey 1.35 καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. Odyssey 1.36 ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Odyssey 1.37 Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ, Odyssey 1.38 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε δακρύσασα, Odyssey 1.39 κύσσε δέ μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά, Odyssey 1.40 καί ῥʼ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.41 ἦλθες, Τηλέμαχε, γλυκερὸν φάος. οὔ σʼ ἔτʼ ἐγώ γε Odyssey 1.42 ὄψεσθαι ἐφάμην, ἐπεὶ ᾤχεο νηῒ Πύλονδε Odyssey 1.43 λάθρη, ἐμεῦ ἀέκητι, φίλου μετὰ πατρὸς ἀκουήν. Odyssey 1.44 ἀλλʼ ἄγε μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς. Odyssey 1.45 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.46 μῆτερ ἐμή, μή μοι γόον ὄρνυθι μηδέ μοι ἦτορ Odyssey 1.47 ἐν στήθεσσιν ὄρινε φυγόντι περ αἰπὺν ὄλεθρον· Odyssey 1.48 ἀλλʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, Odyssey 1.49 εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν Odyssey 1.50 εὔχεο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας Odyssey 1.51 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. Odyssey 1.52 αὐτὰρ ἐγὼν ἀγορὴν ἐσελεύσομαι, ὄφρα καλέσσω Odyssey 1.53 ξεῖνον, ὅτις μοι κεῖθεν ἅμʼ ἕσπετο δεῦρο κιόντι. Odyssey 1.54 τὸν μὲν ἐγὼ προὔπεμψα σὺν ἀντιθέοις ἑτάροισι, Odyssey 1.55 Πείραιον δέ μιν ἠνώγεα προτὶ οἶκον ἄγοντα Odyssey 1.56 ἐνδυκέως φιλέειν καὶ τιέμεν, εἰς ὅ κεν ἔλθω. Odyssey 1.57 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. Odyssey 1.58 ἡ δʼ ὑδρηναμένη, καθαρὰ χροῒ εἵμαθʼ ἑλοῦσα, Odyssey 1.59 εὔχετο πᾶσι θεοῖσι τεληέσσας ἑκατόμβας Odyssey 1.60 ῥέξειν, αἴ κέ ποθι Ζεὺς ἄντιτα ἔργα τελέσσῃ. Odyssey 1.61 Τηλέμαχος δʼ ἄρʼ ἔπειτα διὲκ μεγάροιο βεβήκει Odyssey 1.62 ἔγχος ἔχων· ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. Odyssey 1.63 θεσπεσίην δʼ ἄρα τῷ γε χάριν κατέχευεν Ἀθήνη· Odyssey 1.64 τὸν δʼ ἄρα πάντες λαοὶ ἐπερχόμενον θηεῦντο. Odyssey 1.65 ἀμφὶ δέ μιν μνηστῆρες ἀγήνορες ἠγερέθοντο Odyssey 1.66 ἔσθλʼ ἀγορεύοντες, κακὰ δὲ φρεσὶ βυσσοδόμευον. Odyssey 1.67 αὐτὰρ ὁ τῶν μὲν ἔπειτα ἀλεύατο πουλὺν ὅμιλον, Odyssey 1.68 ἀλλʼ ἵνα Μέντωρ ἧστο καὶ Ἄντιφος ἠδʼ Ἁλιθέρσης, Odyssey 1.69 οἵ τε οἱ ἐξ ἀρχῆς πατρώϊοι ἦσαν ἑταῖροι, Odyssey 1.70 ἔνθα καθέζετʼ ἰών· τοὶ δʼ ἐξερέεινον ἕκαστα. Odyssey 1.71 τοῖσι δὲ Πείραιος δουρικλυτὸς ἐγγύθεν ἦλθεν Odyssey 1.72 ξεῖνον ἄγων ἀγορήνδε διὰ πτόλιν· οὐδʼ ἄρʼ ἔτι δὴν Odyssey 1.73 Τηλέμαχος ξείνοιο ἑκὰς τράπετʼ, ἀλλὰ παρέστη. Odyssey 1.74 τὸν καὶ Πείραιος πρότερος πρὸς μῦθον ἔειπε· Odyssey 1.75 Τηλέμαχʼ, αἶψʼ ὄτρυνον ἐμὸν ποτὶ δῶμα γυναῖκας, Odyssey 1.76 ὥς τοι δῶρʼ ἀποπέμψω, ἅ τοι Μενέλαος ἔδωκε. Odyssey 1.77 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.78 Πείραιʼ, οὐ γάρ τʼ ἴδμεν ὅπως ἔσται τάδε ἔργα. Odyssey 1.79 εἴ κεν ἐμὲ μνηστῆρες ἀγήνορες ἐν μεγάροισι Odyssey 1.80 λάθρη κτείναντες πατρώϊα πάντα δάσωνται, Odyssey 1.81 αὐτὸν ἔχοντά σε βούλομʼ ἐπαυρέμεν, ἤ τινα τῶνδε· Odyssey 1.82 εἰ δέ κʼ ἐγὼ τούτοισι φόνον καὶ κῆρα φυτεύσω, Odyssey 1.83 δὴ τότε μοι χαίροντι φέρειν πρὸς δώματα χαίρων. Odyssey 1.84 ὣς εἰπὼν ξεῖνον ταλαπείριον ἦγεν ἐς οἶκον. Odyssey 1.85 αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, Odyssey 1.86 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, Odyssey 1.87 ἐς δʼ ἀσαμίνθους βάντες ἐϋξέστας λούσαντο. Odyssey 1.88 τοὺς δʼ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ, Odyssey 1.89 ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας βάλον ἠδὲ χιτῶνας, Odyssey 1.90 ἔκ ῥʼ ἀσαμίνθων βάντες ἐπὶ κλισμοῖσι καθῖζον. Odyssey 1.91 χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα Odyssey 1.92 καλῇ χρυσείῃ, ὑπὲρ ἀργυρέοιο λέβητος, Odyssey 1.93 νίψασθαι· παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν. Odyssey 1.94 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα, Odyssey 1.95 εἴδατα πόλλʼ ἐπιθεῖσα, χαριζομένη παρεόντων. Odyssey 1.96 μήτηρ δʼ ἀντίον ἷζε παρὰ σταθμὸν μεγάροιο Odyssey 1.97 κλισμῷ κεκλιμένη, λέπτʼ ἠλάκατα στρωφῶσα. Odyssey 1.98 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον, Odyssey 1.99 αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, Odyssey 1.100 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· Odyssey 1.101 Τηλέμαχʼ, ἦ τοι ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα Odyssey 1.102 λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, Odyssey 1.103 αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς Odyssey 1.104 ᾤχεθʼ ἅμʼ Ἀτρεΐδῃσιν ἐς Ἴλιον· οὐδέ μοι ἔτλης, Odyssey 1.105 πρὶν ἐλθεῖν μνηστῆρας ἀγήνορας ἐς τόδε δῶμα, Odyssey 1.106 νόστον σοῦ πατρὸς σάφα εἰπέμεν, εἴ που ἄκουσας. Odyssey 1.107 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.108 τοιγὰρ ἐγώ τοι, μῆτερ, ἀληθείην καταλέξω. Odyssey 1.109 ᾠχόμεθʼ ἔς τε Πύλον καὶ Νέστορα, ποιμένα λαῶν· Odyssey 1.110 δεξάμενος δέ με κεῖνος ἐν ὑψηλοῖσι δόμοισιν Odyssey 1.111 ἐνδυκέως ἐφίλει, ὡς εἴ τε πατὴρ ἑὸν υἱὸν Odyssey 1.112 ἐλθόντα χρόνιον νέον ἄλλοθεν· ὣς ἐμὲ κεῖνος Odyssey 1.113 ἐνδυκέως ἐκόμιζε σὺν υἱάσι κυδαλίμοισιν. Odyssey 1.114 αὐτὰρ Ὀδυσσῆος ταλασίφρονος οὔ ποτʼ ἔφασκεν, Odyssey 1.115 ζωοῦ οὐδὲ θανόντος, ἐπιχθονίων τευ ἀκοῦσαι· Odyssey 1.116 ἀλλά μʼ ἐς Ἀτρεΐδην, δουρικλειτὸν Μενέλαον, Odyssey 1.117 ἵπποισι προὔπεμψε καὶ ἅρμασι κολλητοῖσιν. Odyssey 1.118 ἔνθʼ ἴδον Ἀργείην Ἑλένην, ἧς εἵνεκα πολλὰ Odyssey 1.119 Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν. Odyssey 1.120 εἴρετο δʼ αὐτίκʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος Odyssey 1.121 ὅττευ χρηΐζων ἱκόμην Λακεδαίμονα δῖαν· Odyssey 1.122 αὐτὰρ ἐγὼ τῷ πᾶσαν ἀληθείην κατέλεξα· Odyssey 1.123 καὶ τότε δή με ἔπεσσιν ἀμειβόμενος προσέειπεν· Odyssey 1.124 ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ Odyssey 1.125 ἤθελον εὐνηθῆναι, ἀνάλκιδες αὐτοὶ ἐόντες. Odyssey 1.126 ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος Odyssey 1.127 νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς Odyssey 1.128 κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα Odyssey 1.129 βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, Odyssey 1.130 ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, Odyssey 1.131 ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει. Odyssey 1.132 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, Odyssey 1.133 τοῖος ἐὼν οἷός ποτʼ ἐϋκτιμένῃ ἐνὶ Λέσβῳ Odyssey 1.134 ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, Odyssey 1.135 κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, Odyssey 1.136 τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· Odyssey 1.137 πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε. Odyssey 1.138 ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε Odyssey 1.139 ἄλλα παρὲξ εἴποιμι παρακλιδὸν οὐδʼ ἀπατήσω, Odyssey 1.140 ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, Odyssey 1.141 τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω. Odyssey 1.142 φῆ μιν ὅ γʼ ἐν νήσῳ ἰδέειν κρατέρʼ ἄλγεʼ ἔχοντα, Odyssey 1.143 νύμφης ἐν μεγάροισι Καλυψοῦς, ἥ μιν ἀνάγκῃ Odyssey 1.144 ἴσχει· ὁ δʼ οὐ δύναται ἣν πατρίδα γαῖαν ἱκέσθαι. Odyssey 1.145 οὐ γάρ οἱ πάρα νῆες ἐπήρετμοι καὶ ἑταῖροι, Odyssey 1.146 οἵ κέν μιν πέμποιεν ἐπʼ εὐρέα νῶτα θαλάσσης Odyssey 1.147 ὣς ἔφατʼ Ἀτρεΐδης, δουρικλειτὸς Μενέλαος. Odyssey 1.148 ταῦτα τελευτήσας νεόμην· ἔδοσαν δέ μοι οὖρον Odyssey 1.149 ἀθάνατοι, τοί μʼ ὦκα φίλην ἐς πατρίδʼ ἔπεμψαν. Odyssey 1.150 ὣς φάτο, τῇ δʼ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. Odyssey 1.151 τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· Odyssey 1.152 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, Odyssey 1.153 ἦ τοι ὅ γʼ οὐ σάφα οἶδεν, ἐμεῖο δὲ σύνθεο μῦθον· Odyssey 1.154 ἀτρεκέως γάρ σοι μαντεύσομαι οὐδʼ ἐπικεύσω· Odyssey 1.155 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν, ξενίη τε τράπεζα Odyssey 1.156 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, Odyssey 1.157 ὡς ἦ τοι Ὀδυσεὺς ἤδη ἐν πατρίδι γαίῃ, Odyssey 1.158 ἥμενος ἢ ἕρπων, τάδε πευθόμενος κακὰ ἔργα, Odyssey 1.159 ἔστιν, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει· Odyssey 1.160 τοῖον ἐγὼν οἰωνὸν ἐϋσσέλμου ἐπὶ νηὸς Odyssey 1.161 ἥμενος ἐφρασάμην καὶ Τηλεμάχῳ ἐγεγώνευν. Odyssey 1.162 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.163 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· Odyssey 1.164 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα Odyssey 1.165 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. Odyssey 1.166 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.167 μνηστῆρες δὲ πάροιθεν Ὀδυσσῆος μεγάροιο Odyssey 1.168 δίσκοισιν τέρποντο καὶ αἰγανέῃσιν ἱέντες, Odyssey 1.169 ἐν τυκτῷ δαπέδῳ, ὅθι περ πάρος ὕβριν ἔχοντες. Odyssey 1.170 ἀλλʼ ὅτε δὴ δείπνηστος ἔην καὶ ἐπήλυθε μῆλα Odyssey 1.171 πάντοθεν ἐξ ἀγρῶν, οἱ δʼ ἤγαγον οἳ τὸ πάρος περ, Odyssey 1.172 καὶ τότε δή σφιν ἔειπε Μέδων· ὃς γάρ ῥα μάλιστα Odyssey 1.173 ἥνδανε κηρύκων, καί σφιν παρεγίγνετο δαιτί· Odyssey 1.174 κοῦροι, ἐπεὶ δὴ πάντες ἐτέρφθητε φρένʼ ἀέθλοις, Odyssey 1.175 ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ ἐντυνώμεθα δαῖτα· Odyssey 1.176 οὐ μὲν γάρ τι χέρειον ἐν ὥρῃ δεῖπνον ἑλέσθαι. Odyssey 1.177 ὣς ἔφαθʼ, οἱ δʼ ἀνστάντες ἔβαν πείθοντό τε μύθῳ. Odyssey 1.178 αὐτὰρ ἐπεί ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, Odyssey 1.179 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, Odyssey 1.180 οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, Odyssey 1.181 ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην, Odyssey 1.182 δαῖτʼ ἐντυνόμενοι. τοὶ δʼ ἐξ ἀγροῖο πόλινδε Odyssey 1.183 ὠτρύνοντʼ Ὀδυσεύς τʼ ἰέναι καὶ δῖος ὑφορβός. Odyssey 1.184 τοῖσι δὲ μύθων ἦρχε συβώτης, ὄρχαμος ἀνδρῶν· Odyssey 1.185 ξεῖνʼ, ἐπεὶ ἂρ δὴ ἔπειτα πόλινδʼ ἰέναι μενεαίνεις Odyssey 1.186 σήμερον, ὡς ἐπέτελλεν ἄναξ ἐμός—ἦ σʼ ἂν ἐγώ γε Odyssey 1.187 αὐτοῦ βουλοίμην σταθμῶν ῥυτῆρα λιπέσθαι· Odyssey 1.188 ἀλλὰ τὸν αἰδέομαι καὶ δείδια, μή μοι ὀπίσσω Odyssey 1.189 νεικείῃ· χαλεπαὶ δέ τʼ ἀνάκτων εἰσὶν ὁμοκλαί— Odyssey 1.190 ἀλλʼ ἄγε νῦν ἴομεν· δὴ γὰρ μέμβλωκε μάλιστα Odyssey 1.191 ἦμαρ, ἀτὰρ τάχα τοι ποτὶ ἕσπερα ῥίγιον ἔσται. Odyssey 1.192 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.193 γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. Odyssey 1.194 ἀλλʼ ἴομεν, σὺ δʼ ἔπειτα διαμπερὲς ἡγεμόνευε. Odyssey 1.195 δὸς δέ μοι, εἴ ποθί τοι ῥόπαλον τετμημένον ἐστίν, Odyssey 1.196 σκηρίπτεσθʼ, ἐπεὶ ἦ φατʼ ἀρισφαλέʼ ἔμμεναι οὐδόν. Odyssey 1.197 ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, Odyssey 1.198 πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ· Odyssey 1.199 Εὔμαιος δʼ ἄρα οἱ σκῆπτρον θυμαρὲς ἔδωκε. Odyssey 1.200 τὼ βήτην, σταθμὸν δὲ κύνες καὶ βώτορες ἄνδρες Odyssey 1.201 ῥύατʼ ὄπισθε μένοντες· ὁ δʼ ἐς πόλιν ἦγεν ἄνακτα Odyssey 1.202 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι, Odyssey 1.203 σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο. Odyssey 1.204 ἀλλʼ ὅτε δὴ στείχοντες ὁδὸν κάτα παιπαλόεσσαν Odyssey 1.205 ἄστεος ἐγγὺς ἔσαν καὶ ἐπὶ κρήνην ἀφίκοντο Odyssey 1.206 τυκτὴν καλλίροον, ὅθεν ὑδρεύοντο πολῖται, Odyssey 1.207 τὴν ποίησʼ Ἴθακος καὶ Νήριτος ἠδὲ Πολύκτωρ· Odyssey 1.208 ἀμφὶ δʼ ἄρʼ αἰγείρων ὑδατοτρεφέων ἦν ἄλσος, Odyssey 1.209 πάντοσε κυκλοτερές, κατὰ δὲ ψυχρὸν ῥέεν ὕδωρ Odyssey 1.210 ὑψόθεν ἐκ πέτρης· βωμὸς δʼ ἐφύπερθε τέτυκτο Odyssey 1.211 νυμφάων, ὅθι πάντες ἐπιρρέζεσκον ὁδῖται· Odyssey 1.212 ἔνθα σφέας ἐκίχανʼ υἱὸς Δολίοιο Μελανθεὺς Odyssey 1.213 αἶγας ἄγων, αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, Odyssey 1.214 δεῖπνον μνηστήρεσσι· δύω δʼ ἅμʼ ἕποντο νομῆες. Odyssey 1.215 τοὺς δὲ ἰδὼν νείκεσσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν, Odyssey 1.216 ἔκπαγλον καὶ ἀεικές· ὄρινε δὲ κῆρ Ὀδυσῆος· Odyssey 1.217 νῦν μὲν δὴ μάλα πάγχυ κακὸς κακὸν ἡγηλάζει, Odyssey 1.218 ὡς αἰεὶ τὸν ὁμοῖον ἄγει θεὸς ὡς τὸν ὁμοῖον. Odyssey 1.219 πῇ δὴ τόνδε μολοβρὸν ἄγεις, ἀμέγαρτε συβῶτα, Odyssey 1.220 πτωχὸν ἀνιηρόν δαιτῶν ἀπολυμαντῆρα; Odyssey 1.221 ὃς πολλῇς φλιῇσι παραστὰς θλίψεται ὤμους, Odyssey 1.222 αἰτίζων ἀκόλους, οὐκ ἄορας οὐδὲ λέβητας· Odyssey 1.223 τόν κʼ εἴ μοι δοίης σταθμῶν ῥυτῆρα γενέσθαι Odyssey 1.224 σηκοκόρον τʼ ἔμεναι θαλλόν τʼ ἐρίφοισι φορῆναι, Odyssey 1.225 καί κεν ὀρὸν πίνων μεγάλην ἐπιγουνίδα θεῖτο. Odyssey 1.226 ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθεν, οὐκ ἐθελήσει Odyssey 1.227 ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσων κατὰ δῆμον Odyssey 1.228 βούλεται αἰτίζων βόσκειν ἣν γαστέρʼ ἄναλτον. Odyssey 1.229 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· Odyssey 1.230 αἴ κʼ ἔλθῃ πρὸς δώματʼ Ὀδυσσῆος θείοιο, Odyssey 1.231 πολλά οἱ ἀμφὶ κάρη σφέλα ἀνδρῶν ἐκ παλαμάων Odyssey 1.232 πλευραὶ ἀποτρίψουσι δόμον κάτα βαλλομένοιο. Odyssey 1.233 ὣς φάτο, καὶ παριὼν λὰξ ἔνθορεν ἀφραδίῃσιν Odyssey 1.234 ἰσχίῳ· οὐδέ μιν ἐκτὸς ἀταρπιτοῦ ἐστυφέλιξεν, Odyssey 1.235 ἀλλʼ ἔμενʼ ἀσφαλέως· ὁ δὲ μερμήριξεν Ὀδυσσεὺς Odyssey 1.236 ἠὲ μεταΐξας ῥοπάλῳ ἐκ θυμὸν ἕλοιτο, Odyssey 1.237 ἦ πρὸς γῆν ἐλάσειε κάρη ἀμφουδὶς ἀείρας. Odyssey 1.238 ἀλλʼ ἐπετόλμησε, φρεσὶ δʼ ἔσχετο· τὸν δὲ συβώτης Odyssey 1.239 νείκεσʼ ἐσάντα ἰδών, μέγα δʼ εὔξατο χεῖρας ἀνασχών· Odyssey 1.240 νύμφαι κρηναῖαι, κοῦραι Διός, εἴ ποτʼ Ὀδυσσεὺς Odyssey 1.241 ὔμμʼ ἐπὶ μηρίʼ ἔκηε, καλύψας πίονι δημῷ, Odyssey 1.242 ἀρνῶν ἠδʼ ἐρίφων, τόδε μοι κρηήνατʼ ἐέλδωρ, Odyssey 1.243 ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· Odyssey 1.244 τῷ κέ τοι ἀγλαΐας γε διασκεδάσειεν ἁπάσας, Odyssey 1.245 τὰς νῦν ὑβρίζων φορέεις, ἀλαλήμενος αἰεὶ Odyssey 1.246 ἄστυ κάτʼ· αὐτὰρ μῆλα κακοὶ φθείρουσι νομῆες. Odyssey 1.247 τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· Odyssey 1.248 ὢ πόποι, οἷον ἔειπε κύων ὀλοφώϊα εἰδώς, Odyssey 1.249 τόν ποτʼ ἐγὼν ἐπὶ νηὸς ἐϋσσέλμοιο μελαίνης Odyssey 1.250 ἄξω τῆλʼ Ἰθάκης, ἵνα μοι βίοτον πολὺν ἄλφοι. Odyssey 1.251 αἲ γὰρ Τηλέμαχον βάλοι ἀργυρότοξος Ἀπόλλων Odyssey 1.252 σήμερον ἐν μεγάροις, ἢ ὑπὸ μνηστῆρσι δαμείη, Odyssey 1.253 ὡς Ὀδυσῆΐ γε τηλοῦ ἀπώλετο νόστιμον ἦμαρ. Odyssey 1.254 ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ ἦκα κιόντας, Odyssey 1.255 αὐτὰρ ὁ βῆ, μάλα δʼ ὦκα δόμους ἵκανεν ἄνακτος. Odyssey 1.256 αὐτίκα δʼ εἴσω ἴεν, μετὰ δὲ μνηστῆρσι καθῖζεν, Odyssey 1.257 ἀντίον Εὐρυμάχου· τὸν γὰρ φιλέεσκε μάλιστα. Odyssey 1.258 τῷ πάρα μὲν κρειῶν μοῖραν θέσαν οἳ πονέοντο, Odyssey 1.259 σῖτον δʼ αἰδοίη ταμίη παρέθηκε φέρουσα Odyssey 1.260 ἔδμεναι. ἀγχίμολον δʼ Ὀδυσεὺς καὶ δῖος ὑφορβὸς Odyssey 1.261 στήτην ἐρχομένω, περὶ δέ σφεας ἤλυθʼ ἰωὴ Odyssey 1.262 φόρμιγγος γλαφυρῆς· ἀνὰ γάρ σφισι βάλλετʼ ἀείδειν Odyssey 1.263 Φήμιος· αὐτὰρ ὁ χειρὸς ἑλὼν προσέειπε συβώτην· Odyssey 1.264 Εὔμαιʼ, ἦ μάλα δὴ τάδε δώματα κάλʼ Ὀδυσῆος, Odyssey 1.265 ῥεῖα δʼ ἀρίγνωτʼ ἐστὶ καὶ ἐν πολλοῖσιν ἰδέσθαι. Odyssey 1.266 ἐξ ἑτέρων ἕτερʼ ἐστίν, ἐπήσκηται δέ οἱ αὐλὴ Odyssey 1.267 τοίχῳ καὶ θριγκοῖσι, θύραι δʼ εὐερκέες εἰσὶ Odyssey 1.268 δικλίδες· οὐκ ἄν τίς μιν ἀνὴρ ὑπεροπλίσσαιτο. Odyssey 1.269 γιγνώσκω δʼ ὅτι πολλοὶ ἐν αὐτῷ δαῖτα τίθενται Odyssey 1.270 ἄνδρες, ἐπεὶ κνίση μὲν ἀνήνοθεν, ἐν δέ τε φόρμιγξ Odyssey 1.271 ἠπύει, ἣν ἄρα δαιτὶ θεοὶ ποίησαν ἑταίρην. Odyssey 1.272 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.273 ῥεῖʼ ἔγνως, ἐπεὶ οὐδὲ τά τʼ ἄλλα πέρ ἐσσʼ ἀνοήμων. Odyssey 1.274 ἀλλʼ ἄγε δὴ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα. Odyssey 1.275 ἠὲ σὺ πρῶτος ἔσελθε δόμους εὖ ναιετάοντας, Odyssey 1.276 δύσεο δὲ μνηστῆρας, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ· Odyssey 1.277 εἰ δʼ ἐθέλεις, ἐπίμεινον, ἐγὼ δʼ εἶμι προπάροιθε· Odyssey 1.278 μηδὲ σὺ δηθύνειν, μή τίς σʼ ἔκτοσθε νοήσας Odyssey 1.279 ἢ βάλῃ ἢ ἐλάσῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα. Odyssey 1.280 τὸν δʼ ἠμείβετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.281 γιγνώσκω, φρονέω· τά γε δὴ νοέοντι κελεύεις. Odyssey 1.282 ἀλλʼ ἔρχευ προπάροιθεν, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ. Odyssey 1.283 οὐ γάρ τι πληγέων ἀδαήμων οὐδὲ βολάων· Odyssey 1.284 τολμήεις μοι θυμός, ἐπεὶ κακὰ πολλὰ πέπονθα Odyssey 1.285 κύμασι καὶ πολέμῳ· μετὰ καὶ τόδε τοῖσι γενέσθω· Odyssey 1.286 γαστέρα δʼ οὔ πως ἔστιν ἀποκρύψαι μεμαυῖαν, Odyssey 1.287 οὐλομένην, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσι, Odyssey 1.288 τῆς ἕνεκεν καὶ νῆες ἐΰζυγοι ὁπλίζονται Odyssey 1.289 πόντον ἐπʼ ἀτρύγετον, κακὰ δυσμενέεσσι φέρουσαι. Odyssey 1.290 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Odyssey 1.291 ἂν δὲ κύων κεφαλήν τε καὶ οὔατα κείμενος ἔσχεν, Odyssey 1.292 Ἄργος, Ὀδυσσῆος ταλασίφρονος, ὅν ῥά ποτʼ αὐτὸς Odyssey 1.293 θρέψε μέν, οὐδʼ ἀπόνητο, πάρος δʼ εἰς Ἴλιον ἱρὴν Odyssey 1.294 ᾤχετο. τὸν δὲ πάροιθεν ἀγίνεσκον νέοι ἄνδρες Odyssey 1.295 αἶγας ἐπʼ ἀγροτέρας ἠδὲ πρόκας ἠδὲ λαγωούς· Odyssey 1.296 δὴ τότε κεῖτʼ ἀπόθεστος ἀποιχομένοιο ἄνακτος, Odyssey 1.297 ἐν πολλῇ κόπρῳ, ἥ οἱ προπάροιθε θυράων Odyssey 1.298 ἡμιόνων τε βοῶν τε ἅλις κέχυτʼ, ὄφρʼ ἂν ἄγοιεν Odyssey 1.299 δμῶες Ὀδυσσῆος τέμενος μέγα κοπρήσοντες· Odyssey 1.300 ἔνθα κύων κεῖτʼ Ἄργος, ἐνίπλειος κυνοραιστέων. Odyssey 1.301 δὴ τότε γʼ, ὡς ἐνόησεν Ὀδυσσέα ἐγγὺς ἐόντα, Odyssey 1.302 οὐρῇ μέν ῥʼ ὅ γʼ ἔσηνε καὶ οὔατα κάββαλεν ἄμφω, Odyssey 1.303 ἆσσον δʼ οὐκέτʼ ἔπειτα δυνήσατο οἷο ἄνακτος Odyssey 1.304 ἐλθέμεν· αὐτὰρ ὁ νόσφιν ἰδὼν ἀπομόρξατο δάκρυ, Odyssey 1.305 ῥεῖα λαθὼν Εὔμαιον, ἄφαρ δʼ ἐρεείνετο μύθῳ· Odyssey 1.306 Εὔμαιʼ, ἦ μάλα θαῦμα, κύων ὅδε κεῖτʼ ἐνὶ κόπρῳ. Odyssey 1.307 καλὸς μὲν δέμας ἐστίν, ἀτὰρ τόδε γʼ οὐ σάφα οἶδα, Odyssey 1.308 εἰ δὴ καὶ ταχὺς ἔσκε θέειν ἐπὶ εἴδεϊ τῷδε, Odyssey 1.309 ἦ αὔτως οἷοί τε τραπεζῆες κύνες ἀνδρῶν Odyssey 1.310 γίγνοντʼ· ἀγλαΐης δʼ ἕνεκεν κομέουσιν ἄνακτες. Odyssey 1.311 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.312 καὶ λίην ἀνδρός γε κύων ὅδε τῆλε θανόντος. Odyssey 1.313 εἰ τοιόσδʼ εἴη ἠμὲν δέμας ἠδὲ καὶ ἔργα, Odyssey 1.314 οἷόν μιν Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, Odyssey 1.315 αἶψά κε θηήσαιο ἰδὼν ταχυτῆτα καὶ ἀλκήν. Odyssey 1.316 οὐ μὲν γάρ τι φύγεσκε βαθείης βένθεσιν ὕλης Odyssey 1.317 κνώδαλον, ὅττι δίοιτο· καὶ ἴχνεσι γὰρ περιῄδη· Odyssey 1.318 νῦν δʼ ἔχεται κακότητι, ἄναξ δέ οἱ ἄλλοθι πάτρης Odyssey 1.319 ὤλετο, τὸν δὲ γυναῖκες ἀκηδέες οὐ κομέουσι. Odyssey 1.320 δμῶες δʼ, εὖτʼ ἂν μηκέτʼ ἐπικρατέωσιν ἄνακτες, Odyssey 1.321 οὐκέτʼ ἔπειτʼ ἐθέλουσιν ἐναίσιμα ἐργάζεσθαι· Odyssey 1.322 ἥμισυ γάρ τʼ ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς Odyssey 1.323 ἀνέρος, εὖτʼ ἄν μιν κατὰ δούλιον ἦμαρ ἕλῃσιν. Odyssey 1.324 ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας, Odyssey 1.325 βῆ δʼ ἰθὺς μεγάροιο μετὰ μνηστῆρας ἀγαυούς. Odyssey 1.326 Ἄργον δʼ αὖ κατὰ μοῖρʼ ἔλαβεν μέλανος θανάτοιο, Odyssey 1.327 αὐτίκʼ ἰδόντʼ Ὀδυσῆα ἐεικοστῷ ἐνιαυτῷ. Odyssey 1.328 τὸν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδὴς Odyssey 1.329 ἐρχόμενον κατὰ δῶμα συβώτην, ὦκα δʼ ἔπειτα Odyssey 1.330 νεῦσʼ ἐπὶ οἷ καλέσας· ὁ δὲ παπτήνας ἕλε δίφρον Odyssey 1.331 κείμενον, ἔνθα τε δαιτρὸς ἐφίζεσκε κρέα πολλὰ Odyssey 1.332 δαιόμενος μνηστῆρσι δόμον κάτα δαινυμένοισι· Odyssey 1.333 τὸν κατέθηκε φέρων πρὸς Τηλεμάχοιο τράπεζαν Odyssey 1.334 ἀντίον, ἔνθα δʼ ἄρʼ αὐτὸς ἐφέζετο· τῷ δʼ ἄρα κῆρυξ Odyssey 1.335 μοῖραν ἑλὼν ἐτίθει κανέου τʼ ἐκ σῖτον ἀείρας. Odyssey 1.336 ἀγχίμολον δὲ μετʼ αὐτὸν ἐδύσετο δώματʼ Ὀδυσσεύς, Odyssey 1.337 πτωχῷ λευγαλέῳ ἐναλίγκιος ἠδὲ γέροντι, Odyssey 1.338 σκηπτόμενος· τὰ δὲ λυγρὰ περὶ χροΐ εἵματα ἕστο. Odyssey 1.339 ἷζε δʼ ἐπὶ μελίνου οὐδοῦ ἔντοσθε θυράων, Odyssey 1.340 κλινάμενος σταθμῷ κυπαρισσίνῳ, ὅν ποτε τέκτων Odyssey 1.341 ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν. Odyssey 1.342 Τηλέμαχος δʼ ἐπὶ οἷ καλέσας προσέειπε συβώτην, Odyssey 1.343 ἄρτον τʼ οὖλον ἑλὼν περικαλλέος ἐκ κανέοιο Odyssey 1.344 καὶ κρέας, ὥς οἱ χεῖρες ἐχάνδανον ἀμφιβαλόντι· Odyssey 1.345 δὸς τῷ ξείνῳ ταῦτα φέρων αὐτόν τε κέλευε Odyssey 1.346 αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· Odyssey 1.347 αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένῳ ἀνδρὶ παρεῖναι. Odyssey 1.348 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν, Odyssey 1.349 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντʼ ἀγόρευε· Odyssey 1.350 Τηλέμαχός τοι, ξεῖνε, διδοῖ τάδε, καί σε κελεύει Odyssey 1.351 αἰτίζειν μάλα πάντας ἐποιχόμενον μνηστῆρας· Odyssey 1.352 αἰδῶ δʼ οὐκ ἀγαθήν φησʼ ἔμμεναι ἀνδρὶ προΐκτῃ. Odyssey 1.353 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.354 Ζεῦ ἄνα, Τηλέμαχόν μοι ἐν ἀνδράσιν ὄλβιον εἶναι, Odyssey 1.355 καί οἱ πάντα γένοιθʼ ὅσσα φρεσὶν ᾗσι μενοινᾷ. Odyssey 1.356 ἦ ῥα καὶ ἀμφοτέρῃσιν ἐδέξατο καὶ κατέθηκεν Odyssey 1.357 αὖθι ποδῶν προπάροιθεν, ἀεικελίης ἐπὶ πήρης, Odyssey 1.358 ἤσθιε δʼ ἧος ἀοιδὸς ἐνὶ μεγάροισιν ἄειδεν· Odyssey 1.359 εὖθʼ ὁ δεδειπνήκειν, ὁ δʼ ἐπαύετο θεῖος ἀοιδός. Odyssey 1.360 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρʼ. αὐτὰρ Ἀθήνη, Odyssey 1.361 ἄγχι παρισταμένη Λαερτιάδην Ὀδυσῆα Odyssey 1.362 ὤτρυνʼ, ὡς ἂν πύρνα κατὰ μνηστῆρας ἀγείροι, Odyssey 1.363 γνοίη θʼ οἵ τινές εἰσιν ἐναίσιμοι οἵ τʼ ἀθέμιστοι· Odyssey 1.364 ἀλλʼ οὐδʼ ὥς τινʼ ἔμελλʼ ἀπαλεξήσειν κακότητος. Odyssey 1.365 βῆ δʼ ἴμεν αἰτήσων ἐνδέξια φῶτα ἕκαστον, Odyssey 1.366 πάντοσε χεῖρʼ ὀρέγων, ὡς εἰ πτωχὸς πάλαι εἴη. Odyssey 1.367 οἱ δʼ ἐλεαίροντες δίδοσαν, καὶ ἐθάμβεον αὐτόν, Odyssey 1.368 ἀλλήλους τʼ εἴροντο τίς εἴη καὶ πόθεν ἔλθοι. Odyssey 1.369 τοῖσι δὲ καὶ μετέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· Odyssey 1.370 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, Odyssey 1.371 τοῦδε περὶ ξείνου· ἦ γάρ μιν πρόσθεν ὄπωπα. Odyssey 1.372 ἦ τοι μέν οἱ δεῦρο συβώτης ἡγεμόνευεν, Odyssey 1.373 αὐτὸν δʼ οὐ σάφα οἶδα, πόθεν γένος εὔχεται εἶναι. Odyssey 1.374 ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἔπεσιν νείκεσσε συβώτην· Odyssey 1.375 ὦ ἀρίγνωτε συβῶτα, τίη δὲ σὺ τόνδε πόλινδε Odyssey 1.376 ἤγαγες; ἦ οὐχ ἅλις ἧμιν ἀλήμονές εἰσι καὶ ἄλλοι, Odyssey 1.377 πτωχοὶ ἀνιηροί, δαιτῶν ἀπολυμαντῆρες; Odyssey 1.378 ἦ ὄνοσαι ὅτι τοι βίοτον κατέδουσιν ἄνακτος Odyssey 1.379 ἐνθάδʼ ἀγειρόμενοι, σὺ δὲ καὶ προτὶ τόνδʼ ἐκάλεσσας; Odyssey 1.380 τὸν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.381 Ἀντίνοʼ, οὐ μὲν καλὰ καὶ ἐσθλὸς ἐὼν ἀγορεύεις· Odyssey 1.382 τίς γὰρ δὴ ξεῖνον καλεῖ ἄλλοθεν αὐτὸς ἐπελθὼν Odyssey 1.383 ἄλλον γʼ, εἰ μὴ τῶν οἳ δημιοεργοὶ ἔασι, Odyssey 1.384 μάντιν ἢ ἰητῆρα κακῶν ἢ τέκτονα δούρων, Odyssey 1.385 ἢ καὶ θέσπιν ἀοιδόν, ὅ κεν τέρπῃσιν ἀείδων; Odyssey 1.386 οὗτοι γὰρ κλητοί γε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν· Odyssey 1.387 πτωχὸν δʼ οὐκ ἄν τις καλέοι τρύξοντα ἓ αὐτόν. Odyssey 1.388 ἀλλʼ αἰεὶ χαλεπὸς περὶ πάντων εἶς μνηστήρων Odyssey 1.389 δμωσὶν Ὀδυσσῆος, πέρι δʼ αὖτʼ ἐμοί· αὐτὰρ ἐγώ γε Odyssey 1.390 οὐκ ἀλέγω, ἧός μοι ἐχέφρων Πηνελόπεια Odyssey 1.391 ζώει ἐνὶ μεγάροις καὶ Τηλέμαχος θεοειδής. Odyssey 1.392 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.393 σίγα, μή μοι τοῦτον ἀμείβεο πολλὰ ἔπεσσιν· Odyssey 1.394 Ἀντίνοος δʼ εἴωθε κακῶς ἐρεθιζέμεν αἰεὶ Odyssey 1.395 μύθοισιν χαλεποῖσιν, ἐποτρύνει δὲ καὶ ἄλλους. Odyssey 1.396 ἦ ῥα καὶ Ἀντίνοον ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.397 Ἀντίνοʼ, ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος, Odyssey 1.398 ὃς τὸν ξεῖνον ἄνωγας ἀπὸ μεγάροιο διέσθαι Odyssey 1.399 μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειε. Odyssey 1.400 δός οἱ ἑλών· οὔ τοι φθονέω· κέλομαι γὰρ ἐγώ γε· Odyssey 1.401 μήτʼ οὖν μητέρʼ ἐμὴν ἅζευ τό γε μήτε τινʼ ἄλλον Odyssey 1.402 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. Odyssey 1.403 ἀλλʼ οὔ τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα· Odyssey 1.404 αὐτὸς γὰρ φαγέμεν πολὺ βούλεαι ἢ δόμεν ἄλλῳ. Odyssey 1.405 τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμειβόμενος προσέειπε· Odyssey 1.406 Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπες. Odyssey 1.407 εἴ οἱ τόσσον ἅπαντες ὀρέξειαν μνηστῆρες, Odyssey 1.408 καί κέν μιν τρεῖς μῆνας ἀπόπροθεν οἶκος ἐρύκοι. Odyssey 1.409 ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν ὑπέφηνε τραπέζης Odyssey 1.410 κείμενον, ᾧ ῥʼ ἔπεχεν λιπαροὺς πόδας εἰλαπινάζων· Odyssey 1.411 οἱ δʼ ἄλλοι πάντες δίδοσαν, πλῆσαν δʼ ἄρα πήρην Odyssey 1.412 σίτου καὶ κρειῶν· τάχα δὴ καὶ ἔμελλεν Ὀδυσσεὺς Odyssey 1.413 αὖτις ἐπʼ οὐδὸν ἰὼν προικὸς γεύσεσθαι Ἀχαιῶν· Odyssey 1.414 στῆ δὲ παρʼ Ἀντίνοον, καί μιν πρὸς μῦθον ἔειπε· Odyssey 1.415 δός, φίλος· οὐ μέν μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν Odyssey 1.416 ἔμμεναι, ἀλλʼ ὤριστος, ἐπεὶ βασιλῆϊ ἔοικας. Odyssey 1.417 τῷ σε χρὴ δόμεναι καὶ λώϊον ἠέ περ ἄλλοι Odyssey 1.418 σίτου· ἐγὼ δέ κέ σε κλείω κατʼ ἀπείρονα γαῖαν. Odyssey 1.419 καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον Odyssey 1.420 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, Odyssey 1.421 τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· Odyssey 1.422 ἦσαν δὲ δμῶες μάλα μυρίοι ἄλλα τε πολλὰ Odyssey 1.423 οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. Odyssey 1.424 ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων—ἤθελε γάρ που— Odyssey 1.425 ὅς μʼ ἅμα ληϊστῆρσι πολυπλάγκτοισιν ἀνῆκεν Odyssey 1.426 Αἴγυπτόνδʼ ἰέναι, δολιχὴν ὁδόν, ὄφρʼ ἀπολοίμην. Odyssey 1.427 στῆσα δʼ ἐν Αἰγύπτῳ ποταμῷ νέας ἀμφιελίσσας. Odyssey 1.428 ἔνθʼ ἦ τοι μὲν ἐγὼ κελόμην ἐρίηρας ἑταίρους Odyssey 1.429 αὐτοῦ πὰρ νήεσσι μένειν καὶ νῆας ἔρυσθαι, Odyssey 1.430 ὀπτῆρας δὲ κατὰ σκοπιὰς ὤτρυνα νέεσθαι. Odyssey 1.431 οἱ δʼ ὕβρει εἴξαντες, ἐπισπόμενοι μένεϊ σφῷ, Odyssey 1.432 αἶψα μάλʼ Αἰγυπτίων ἀνδρῶν περικαλλέας ἀγροὺς Odyssey 1.433 πόρθεον, ἐκ δὲ γυναῖκας ἄγον καὶ νήπια τέκνα, Odyssey 1.434 αὐτούς τʼ ἔκτεινον· τάχα δʼ ἐς πόλιν ἵκετʼ ἀϋτή. Odyssey 1.435 οἱ δὲ βοῆς ἀΐοντες ἅμʼ ἠοῖ φαινομένηφιν Odyssey 1.436 ἦλθον· πλῆτο δὲ πᾶν πεδίον πεζῶν τε καὶ ἵππων Odyssey 1.437 χαλκοῦ τε στεροπῆς· ἐν δὲ Ζεὺς τερπικέραυνος Odyssey 1.438 φύζαν ἐμοῖς ἑτάροισι κακὴν βάλεν, οὐδέ τις ἔτλη Odyssey 1.439 στῆναι ἐναντίβιον· περὶ γὰρ κακὰ πάντοθεν ἔστη. Odyssey 1.440 ἔνθʼ ἡμέων πολλοὺς μὲν ἀπέκτανον ὀξέϊ χαλκῷ, Odyssey 1.441 τοὺς δʼ ἄναγον ζωούς, σφίσιν ἐργάζεσθαι ἀνάγκῃ. Odyssey 1.442 αὐτὰρ ἔμʼ ἐς Κύπρον ξείνῳ δόσαν ἀντιάσαντι, Odyssey 1.443 Δμήτορι Ἰασίδῃ, ὃς Κύπρου ἶφι ἄνασσεν· Odyssey 1.444 ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκω πήματα πάσχων. Odyssey 1.445 τὸν δʼ αὖτʼ Ἀντίνοος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.446 τίς δαίμων τόδε πῆμα προσήγαγε, δαιτὸς ἀνίην; Odyssey 1.447 στῆθʼ οὕτως ἐς μέσσον, ἐμῆς ἀπάνευθε τραπέζης, Odyssey 1.448 μὴ τάχα πικρὴν Αἴγυπτον καὶ Κύπρον ἵκηαι· Odyssey 1.449 ὥς τις θαρσαλέος καὶ ἀναιδής ἐσσι προΐκτης. Odyssey 1.450 ἑξείης πάντεσσι παρίστασαι· οἱ δὲ διδοῦσι Odyssey 1.451 μαψιδίως, ἐπεὶ οὔ τις ἐπίσχεσις οὐδʼ ἐλεητὺς Odyssey 1.452 ἀλλοτρίων χαρίσασθαι, ἐπεὶ πάρα πολλὰ ἑκάστῳ. Odyssey 1.453 τὸν δʼ ἀναχωρήσας προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.454 ὢ πόποι, οὐκ ἄρα σοί γʼ ἐπὶ εἴδεϊ καὶ φρένες ἦσαν· Odyssey 1.455 οὐ σύ γʼ ἂν ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδʼ ἅλα δοίης, Odyssey 1.456 ὃς νῦν ἀλλοτρίοισι παρήμενος οὔ τί μοι ἔτλης Odyssey 1.457 σίτου ἀποπροελὼν δόμεναι· τὰ δὲ πολλὰ πάρεστιν. Odyssey 1.458 ὣς ἔφατʼ, Ἀντίνοος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, Odyssey 1.459 καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.460 νῦν δή σʼ οὐκέτι καλὰ διὲκ μεγάροιό γʼ ὀΐω Odyssey 1.461 ἂψ ἀναχωρήσειν, ὅτε δὴ καὶ ὀνείδεα βάζεις. Odyssey 1.462 ὣς ἄρʼ ἔφη, καὶ θρῆνυν ἑλὼν βάλε δεξιὸν ὦμον, Odyssey 1.463 πρυμνότατον κατὰ νῶτον· ὁ δʼ ἐστάθη ἠΰτε πέτρη Odyssey 1.464 ἔμπεδον, οὐδʼ ἄρα μιν σφῆλεν βέλος Ἀντινόοιο, Odyssey 1.465 ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. Odyssey 1.466 ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο, κὰδ δʼ ἄρα πήρην Odyssey 1.467 θῆκεν ἐϋπλείην, μετὰ δὲ μνηστῆρσιν ἔειπε· Odyssey 1.468 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, Odyssey 1.469 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. Odyssey 1.470 οὐ μὰν οὔτʼ ἄχος ἐστὶ μετὰ φρεσὶν οὔτε τι πένθος, Odyssey 1.471 ὁππότʼ ἀνὴρ περὶ οἷσι μαχειόμενος κτεάτεσσι Odyssey 1.472 βλήεται, ἢ περὶ βουσὶν ἢ ἀργεννῇς ὀΐεσσιν· Odyssey 1.473 αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς, Odyssey 1.474 οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν. Odyssey 1.475 ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν, Odyssey 1.476 Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη. Odyssey 1.477 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Odyssey 1.478 ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ, Odyssey 1.479 μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις, Odyssey 1.480 ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα. Odyssey 1.481 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν· Odyssey 1.482 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Odyssey 1.483 Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην, Odyssey 1.484 οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν. Odyssey 1.485 καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, Odyssey 1.486 παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, Odyssey 1.487 ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες. Odyssey 1.488 ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων. Odyssey 1.489 Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε Odyssey 1.490 βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, Odyssey 1.491 ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. Odyssey 1.492 τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια Odyssey 1.493 βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν· Odyssey 1.494 αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων. Odyssey 1.495 τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· Odyssey 1.496 εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο· Odyssey 1.497 οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο. Odyssey 1.498 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.499 μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται· Odyssey 1.500 Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε. Odyssey 1.501 ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα Odyssey 1.502 ἀνέρας αἰτίζων· ἀχρημοσύνη γὰρ ἀνώγει· Odyssey 1.503 ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε, Odyssey 1.504 οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον. Odyssey 1.505 ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν, Odyssey 1.506 ἡμένη ἐν θαλάμῳ· ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς· Odyssey 1.507 ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν· Odyssey 1.508 ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι Odyssey 1.509 ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι Odyssey 1.510 εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται Odyssey 1.511 ἢ ἴδεν ὀφθαλμοῖσι· πολυπλάγκτῳ γὰρ ἔοικε. Odyssey 1.512 τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα Odyssey 1.513 εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί· Odyssey 1.514 οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ. Odyssey 1.515 τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα Odyssey 1.516 ἐν κλισίῃ· πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς· Odyssey 1.517 ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων. Odyssey 1.518 ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ Odyssey 1.519 ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι, Odyssey 1.520 τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ· Odyssey 1.521 ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι. Odyssey 1.522 φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι, Odyssey 1.523 Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν. Odyssey 1.524 ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων, Odyssey 1.525 προπροκυλινδόμενος· στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, Odyssey 1.526 ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, Odyssey 1.527 ζωοῦ· πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε. Odyssey 1.528 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.529 ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ. Odyssey 1.530 οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων. Odyssey 1.531 ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων. Odyssey 1.532 αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ, Odyssey 1.533 σῖτος καὶ μέθυ ἡδύ· τὰ μὲν οἰκῆες ἔδουσιν, Odyssey 1.534 οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, Odyssey 1.535 βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, Odyssey 1.536 εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον, Odyssey 1.537 μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται. οὐ γὰρ ἔπʼ ἀνήρ, Odyssey 1.538 οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι. Odyssey 1.539 εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, Odyssey 1.540 αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν. Odyssey 1.541 ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα Odyssey 1.542 σμερδαλέον κονάβησε· γέλασσε δὲ Πηνελόπεια, Odyssey 1.543 αἶψα δʼ ἄρʼ Εὔμαιον ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.544 ἔρχεό μοι, τὸν ξεῖνον ἐναντίον ὧδε κάλεσσον. Odyssey 1.545 οὐχ ὁράᾳς ὅ μοι υἱὸς ἐπέπταρε πᾶσιν ἔπεσσι; Odyssey 1.546 τῷ κε καὶ οὐκ ἀτελὴς θάνατος μνηστῆρσι γένοιτο Odyssey 1.547 πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. Odyssey 1.548 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Odyssey 1.549 αἴ κʼ αὐτὸν γνώω νημερτέα πάντʼ ἐνέποντα, Odyssey 1.550 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά. Odyssey 1.551 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσεν· Odyssey 1.552 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.553 ξεῖνε πάτερ, καλέει σε περίφρων Πηνελόπεια, Odyssey 1.554 μήτηρ Τηλεμάχοιο· μεταλλῆσαί τί ἑ θυμὸς Odyssey 1.555 ἀμφὶ πόσει κέλεται, καὶ κήδεά περ πεπαθυίῃ. Odyssey 1.556 εἰ δέ κέ σε γνώῃ νημερτέα πάντʼ ἐνέποντα, Odyssey 1.557 ἕσσει σε χλαῖνάν τε χιτῶνά τε, τῶν σὺ μάλιστα Odyssey 1.558 χρηΐζεις· σῖτον δὲ καὶ αἰτίζων κατὰ δῆμον Odyssey 1.559 γαστέρα βοσκήσεις· δώσει δέ τοι ὅς κʼ ἐθέλῃσι. Odyssey 1.560 τὸν δʼ αὖτε προσέειπε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.561 Εὔμαιʼ, αἶψά κʼ ἐγὼ νημερτέα πάντʼ ἐνέποιμι Odyssey 1.562 κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ· Odyssey 1.563 οἶδα γὰρ εὖ περὶ κείνου, ὁμὴν δʼ ἀνεδέγμεθʼ ὀϊζύν. Odyssey 1.564 ἀλλὰ μνηστήρων χαλεπῶν ὑποδείδιʼ ὅμιλον, Odyssey 1.565 τῶν ὕβρις τε βίη τε σιδήρεον οὐρανὸν ἵκει. Odyssey 1.566 καὶ γὰρ νῦν, ὅτε μʼ οὗτος ἀνὴρ κατὰ δῶμα κιόντα Odyssey 1.567 οὔ τι κακὸν ῥέξαντα βαλὼν ὀδύνῃσιν ἔδωκεν, Odyssey 1.568 οὔτε τι Τηλέμαχος τό γʼ ἐπήρκεσεν οὔτε τις ἄλλος. Odyssey 1.569 τῷ νῦν Πηνελόπειαν ἐνὶ μεγάροισιν ἄνωχθι Odyssey 1.570 μεῖναι, ἐπειγομένην περ, ἐς ἠέλιον καταδύντα· Odyssey 1.571 καὶ τότε μʼ εἰρέσθω πόσιος πέρι νόστιμον ἦμαρ, Odyssey 1.572 ἀσσοτέρω καθίσασα παραὶ πυρί· εἵματα γάρ τοι Odyssey 1.573 λύγρʼ ἔχω· οἶσθα καὶ αὐτός, ἐπεί σε πρῶθʼ ἱκέτευσα. Odyssey 1.574 ὣς φάτο, βῆ δὲ συφορβός, ἐπεὶ τὸν μῦθον ἄκουσε. Odyssey 1.575 τὸν δʼ ὑπὲρ οὐδοῦ βάντα προσηύδα Πηνελόπεια· Odyssey 1.576 οὐ σύ γʼ ἄγεις, Εὔμαιε· τί τοῦτʼ ἐνόησεν ἀλήτης; Odyssey 1.577 ἦ τινά που δείσας ἐξαίσιον ἦε καὶ ἄλλως Odyssey 1.578 αἰδεῖται κατὰ δῶμα; κακὸς δʼ αἰδοῖος ἀλήτης. Odyssey 1.579 τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.580 μυθεῖται κατὰ μοῖραν, ἅ πέρ κʼ οἴοιτο καὶ ἄλλος, Odyssey 1.581 ὕβριν ἀλυσκάζων ἀνδρῶν ὑπερηνορεόντων. Odyssey 1.582 ἀλλά σε μεῖναι ἄνωγεν ἐς ἠέλιον καταδύντα. Odyssey 1.583 καὶ δὲ σοὶ ὧδʼ αὐτῇ πολὺ κάλλιον, ὦ βασίλεια, Odyssey 1.584 οἴην πρὸς ξεῖνον φάσθαι ἔπος ἠδʼ ἐπακοῦσαι. Odyssey 1.585 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.586 οὐκ ἄφρων ὁ ξεῖνος· ὀΐεται, ὥς περ ἂν εἴη· Odyssey 1.587 οὐ γάρ πού τινες ὧδε καταθνητῶν ἀνθρώπων Odyssey 1.588 ἀνέρες ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται. Odyssey 1.589 ἡ μὲν ἄρʼ ὣς ἀγόρευεν, ὁ δʼ ᾤχετο δῖος ὑφορβὸς Odyssey 1.590 μνηστήρων ἐς ὅμιλον, ἐπεὶ διεπέφραδε πάντα. Odyssey 1.591 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα, Odyssey 1.592 ἄγχι σχὼν κεφαλήν, ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι· Odyssey 1.593 ὦ φίλʼ, ἐγὼ μὲν ἄπειμι, σύας καὶ κεῖνα φυλάξων, Odyssey 1.594 σὸν καὶ ἐμὸν βίοτον· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. Odyssey 1.595 αὐτὸν μέν σε πρῶτα σάω, καὶ φράζεο θυμῷ Odyssey 1.596 μή τι πάθῃς· πολλοὶ δὲ κακὰ φρονέουσιν Ἀχαιῶν, Odyssey 1.597 τοὺς Ζεὺς ἐξολέσειε πρὶν ἡμῖν πῆμα γενέσθαι. Odyssey 1.598 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.599 ἔσσεται οὕτως, ἄττα· σὺ δʼ ἔρχεο δειελιήσας· Odyssey 1.600 ἠῶθεν δʼ ἰέναι καὶ ἄγειν ἱερήϊα καλά· Odyssey 1.601 αὐτὰρ ἐμοὶ τάδε πάντα καὶ ἀθανάτοισι μελήσει. Odyssey 1.602 ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου, Odyssey 1.603 πλησάμενος δʼ ἄρα θυμὸν ἐδητύος ἠδὲ ποτῆτος Odyssey 1.604 βῆ ῥʼ ἴμεναι μεθʼ ὕας, λίπε δʼ ἕρκεά τε μέγαρόν τε, Odyssey 1.605 πλεῖον δαιτυμόνων· οἱ δʼ ὀρχηστυῖ καὶ ἀοιδῇ Odyssey 1.606 τέρποντʼ· ἤδη γὰρ καὶ ἐπήλυθε δείελον ἦμαρ. Odyssey 1.1 ἦλθε δʼ ἐπὶ πτωχὸς πανδήμιος, ὃς κατὰ ἄστυ Odyssey 1.2 πτωχεύεσκʼ Ἰθάκης, μετὰ δʼ ἔπρεπε γαστέρι μάργῃ Odyssey 1.3 ἀζηχὲς φαγέμεν καὶ πιέμεν· οὐδέ οἱ ἦν ἲς Odyssey 1.4 οὐδὲ βίη, εἶδος δὲ μάλα μέγας ἦν ὁράασθαι. Odyssey 1.5 Ἀρναῖος δʼ ὄνομʼ ἔσκε· τὸ γὰρ θέτο πότνια μήτηρ Odyssey 1.6 ἐκ γενετῆς· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, Odyssey 1.7 οὕνεκʼ ἀπαγγέλλεσκε κιών, ὅτε πού τις ἀνώγοι· Odyssey 1.8 ὅς ῥʼ ἐλθὼν Ὀδυσῆα διώκετο οἷο δόμοιο, Odyssey 1.9 καί μιν νεικείων ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.10 εἶκε, γέρον, προθύρου, μὴ δὴ τάχα καὶ ποδὸς ἕλκῃ. Odyssey 1.11 οὐκ ἀΐεις ὅτι δή μοι ἐπιλλίζουσιν ἅπαντες, Odyssey 1.12 ἑλκέμεναι δὲ κέλονται; ἐγὼ δʼ αἰσχύνομαι ἔμπης. Odyssey 1.13 ἀλλʼ ἄνα, μὴ τάχα νῶϊν ἔρις καὶ χερσὶ γένηται. Odyssey 1.14 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.15 δαιμόνιʼ, οὔτε τί σε ῥέζω κακὸν οὔτʼ ἀγορεύω, Odyssey 1.16 οὔτε τινὰ φθονέω δόμεναι καὶ πόλλʼ ἀνελόντα. Odyssey 1.17 οὐδὸς δʼ ἀμφοτέρους ὅδε χείσεται, οὐδέ τί σε χρὴ Odyssey 1.18 ἀλλοτρίων φθονέειν· δοκέεις δέ μοι εἶναι ἀλήτης Odyssey 1.19 ὥς περ ἐγών, ὄλβον δὲ θεοὶ μέλλουσιν ὀπάζειν. Odyssey 1.20 χερσὶ δὲ μή τι λίην προκαλίζεο, μή με χολώσῃς, Odyssey 1.21 μή σε γέρων περ ἐὼν στῆθος καὶ χείλεα φύρσω Odyssey 1.22 αἵματος· ἡσυχίη δʼ ἂν ἐμοὶ καὶ μᾶλλον ἔτʼ εἴη Odyssey 1.23 αὔριον· οὐ μὲν γάρ τί σʼ ὑποστρέψεσθαι ὀΐω Odyssey 1.24 δεύτερον ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. Odyssey 1.25 τὸν δὲ χολωσάμενος προσεφώνεεν Ἶρος ἀλήτης· Odyssey 1.26 ὢ πόποι, ὡς ὁ μολοβρὸς ἐπιτροχάδην ἀγορεύει, Odyssey 1.27 γρηῒ καμινοῖ ἶσος· ὃν ἂν κακὰ μητισαίμην Odyssey 1.28 κόπτων ἀμφοτέρῃσι, χαμαὶ δέ κε πάντας ὀδόντας Odyssey 1.29 γναθμῶν ἐξελάσαιμι συὸς ὣς ληϊβοτείρης. Odyssey 1.30 ζῶσαι νῦν, ἵνα πάντες ἐπιγνώωσι καὶ οἵδε Odyssey 1.31 μαρναμένους· πῶς δʼ ἂν σὺ νεωτέρῳ ἀνδρὶ μάχοιο; Odyssey 1.32 ὣς οἱ μὲν προπάροιθε θυράων ὑψηλάων Odyssey 1.33 οὐδοῦ ἔπι ξεστοῦ πανθυμαδὸν ὀκριόωντο. Odyssey 1.34 τοῖϊν δὲ ξυνέηχʼ ἱερὸν μένος Ἀντινόοιο, Odyssey 1.35 ἡδὺ δʼ ἄρʼ ἐκγελάσας μετεφώνει μνηστήρεσσιν· Odyssey 1.36 ὦ φίλοι, οὐ μέν πώ τι πάρος τοιοῦτον ἐτύχθη, Odyssey 1.37 οἵην τερπωλὴν θεὸς ἤγαγεν ἐς τόδε δῶμα. Odyssey 1.38 ὁ ξεῖνός τε καὶ Ἶρος ἐρίζετον ἀλλήλοιϊν Odyssey 1.39 χερσὶ μαχέσσασθαι· ἀλλὰ ξυνελάσσομεν ὦκα. Odyssey 1.40 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀνήϊξαν γελόωντες, Odyssey 1.41 ἀμφὶ δʼ ἄρα πτωχοὺς κακοείμονας ἠγερέθοντο. Odyssey 1.42 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· Odyssey 1.43 κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω. Odyssey 1.44 γαστέρες αἵδʼ αἰγῶν κέατʼ ἐν πυρί, τὰς ἐπὶ δόρπῳ Odyssey 1.45 κατθέμεθα κνίσης τε καὶ αἵματος ἐμπλήσαντες· Odyssey 1.46 ὁππότερος δέ κε νικήσῃ κρείσσων τε γένηται, Odyssey 1.47 τάων ἥν κʼ ἐθέλῃσιν ἀναστὰς αὐτὸς ἑλέσθω· Odyssey 1.48 αἰεὶ αὖθʼ ἡμῖν μεταδαίσεται, οὐδέ τινʼ ἄλλον Odyssey 1.49 πτωχὸν ἔσω μίσγεσθαι ἐάσομεν αἰτήσοντα. Odyssey 1.50 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. Odyssey 1.51 τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.52 ὦ φίλοι, οὔ πως ἔστι νεωτέρῳ ἀνδρὶ μάχεσθαι Odyssey 1.53 ἄνδρα γέροντα, δύῃ ἀρημένον· ἀλλά με γαστὴρ Odyssey 1.54 ὀτρύνει κακοεργός, ἵνα πληγῇσι δαμείω. Odyssey 1.55 ἀλλʼ ἄγε νῦν μοι πάντες ὀμόσσατε καρτερὸν ὅρκον, Odyssey 1.56 μή τις ἐπʼ Ἴρῳ ἦρα φέρων ἐμὲ χειρὶ βαρείῃ Odyssey 1.57 πλήξῃ ἀτασθάλλων, τούτῳ δέ με ἶφι δαμάσσῃ. Odyssey 1.58 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀπώμνυον ὡς ἐκέλευεν. Odyssey 1.59 αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, Odyssey 1.60 τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· Odyssey 1.61 ξεῖνʼ, εἴ σʼ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγήνωρ Odyssey 1.62 τοῦτον ἀλέξασθαι, τῶν δʼ ἄλλων μή τινʼ Ἀχαιῶν Odyssey 1.63 δείδιθʼ, ἐπεὶ πλεόνεσσι μαχήσεται ὅς κέ σε θείνῃ· Odyssey 1.64 ξεινοδόκος μὲν ἐγών, ἐπὶ δʼ αἰνεῖτον βασιλῆες, Odyssey 1.65 Ἀντίνοός τε καὶ Εὐρύμαχος, πεπνυμένω ἄμφω. Odyssey 1.66 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.67 ζώσατο μὲν ῥάκεσιν περὶ μήδεα, φαῖνε δὲ μηροὺς Odyssey 1.68 καλούς τε μεγάλους τε, φάνεν δέ οἱ εὐρέες ὦμοι Odyssey 1.69 στήθεά τε στιβαροί τε βραχίονες· αὐτὰρ Ἀθήνη Odyssey 1.70 ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν. Odyssey 1.71 μνηστῆρες δʼ ἄρα πάντες ὑπερφιάλως ἀγάσαντο· Odyssey 1.72 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· Odyssey 1.73 ἦ τάχα Ἶρος Ἄϊρος ἐπίσπαστον κακὸν ἕξει, Odyssey 1.74 οἵην ἐκ ῥακέων ὁ γέρων ἐπιγουνίδα φαίνει. Odyssey 1.75 ὣς ἄρʼ ἔφαν, Ἴρῳ δὲ κακῶς ὠρίνετο θυμός. Odyssey 1.76 ἀλλὰ καὶ ὣς δρηστῆρες ἄγον ζώσαντες ἀνάγκῃ Odyssey 1.77 δειδιότα· σάρκες δὲ περιτρομέοντο μέλεσσιν. Odyssey 1.78 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.79 νῦν μὲν μήτʼ εἴης, βουγάϊε, μήτε γένοιο, Odyssey 1.80 εἰ δὴ τοῦτόν γε τρομέεις καὶ δείδιας αἰνῶς, Odyssey 1.81 ἄνδρα γέροντα, δύῃ ἀρημένον, ἥ μιν ἱκάνει. Odyssey 1.82 ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· Odyssey 1.83 αἴ κέν σʼ οὗτος νικήσῃ κρείσσων τε γένηται, Odyssey 1.84 πέμψω σʼ ἤπειρόνδε, βαλὼν ἐν νηὶ μελαίνῃ, Odyssey 1.85 εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, Odyssey 1.86 ὅς κʼ ἀπὸ ῥῖνα τάμῃσι καὶ οὔατα νηλέϊ χαλκῷ, Odyssey 1.87 μήδεά τʼ ἐξερύσας δώῃ κυσὶν ὠμὰ δάσασθαι. Odyssey 1.88 ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑπὸ τρόμος ἔλλαβε γυῖα. Odyssey 1.89 ἐς μέσσον δʼ ἄναγον· τὼ δʼ ἄμφω χεῖρας ἀνέσχον. Odyssey 1.90 δὴ τότε μερμήριξε πολύτλας δῖος Ὀδυσσεὺς Odyssey 1.91 ἢ ἐλάσειʼ ὥς μιν ψυχὴ λίποι αὖθι πεσόντα, Odyssey 1.92 ἦέ μιν ἦκʼ ἐλάσειε τανύσσειέν τʼ ἐπὶ γαίῃ. Odyssey 1.93 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, Odyssey 1.94 ἦκʼ ἐλάσαι, ἵνα μή μιν ἐπιφρασσαίατʼ Ἀχαιοί. Odyssey 1.95 δὴ τότʼ ἀνασχομένω ὁ μὲν ἤλασε δεξιὸν ὦμον Odyssey 1.96 Ἶρος, ὁ δʼ αὐχένʼ ἔλασσεν ὑπʼ οὔατος, ὀστέα δʼ εἴσω Odyssey 1.97 ἔθλασεν· αὐτίκα δʼ ἦλθε κατὰ στόμα φοίνιον αἷμα, Odyssey 1.98 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, σὺν δʼ ἤλασʼ ὀδόντας Odyssey 1.99 λακτίζων ποσὶ γαῖαν· ἀτὰρ μνηστῆρες ἀγαυοὶ Odyssey 1.100 χεῖρας ἀνασχόμενοι γέλῳ ἔκθανον. αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.101 ἕλκε διὲκ προθύροιο λαβὼν ποδός, ὄφρʼ ἵκετʼ αὐλήν, Odyssey 1.102 αἰθούσης τε θύρας· καί μιν ποτὶ ἑρκίον αὐλῆς Odyssey 1.103 εἷσεν ἀνακλίνας· σκῆπτρον δέ οἱ ἔμβαλε χειρί, Odyssey 1.104 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.105 ἐνταυθοῖ νῦν ἧσο σύας τε κύνας τʼ ἀπερύκων, Odyssey 1.106 μηδὲ σύ γε ξείνων καὶ πτωχῶν κοίρανος εἶναι Odyssey 1.107 λυγρὸς ἐών, μή πού τι κακὸν καὶ μεῖζον ἐπαύρῃ. Odyssey 1.108 ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἀεικέα βάλλετο πήρην, Odyssey 1.109 πυκνὰ ῥωγαλέην· ἐν δὲ στρόφος ἦεν ἀορτήρ. Odyssey 1.110 ἂψ δʼ ὅ γʼ ἐπʼ οὐδὸν ἰὼν κατʼ ἄρʼ ἕζετο· τοὶ δʼ ἴσαν εἴσω Odyssey 1.111 ἡδὺ γελώοντες καὶ δεικανόωντʼ ἐπέεσσι· Odyssey 1.112 Ζεύς τοι δοίη, ξεῖνε, καὶ ἀθάνατοι θεοὶ ἄλλοι, Odyssey 1.113 ὅττι μάλιστʼ ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ, Odyssey 1.114 ὃς τοῦτον τὸν ἄναλτον ἀλητεύειν ἀπέπαυσας Odyssey 1.115 ἐν δήμῳ· τάχα γάρ μιν ἀνάξομεν ἤπειρόνδε Odyssey 1.116 εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων. Odyssey 1.117 ὣς ἄρʼ ἔφαν, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεύς. Odyssey 1.118 Ἀντίνοος δʼ ἄρα οἱ μεγάλην παρὰ γαστέρα θῆκεν, Odyssey 1.119 ἐμπλείην κνίσης τε καὶ αἵματος· Ἀμφίνομος δὲ Odyssey 1.120 ἄρτους ἐκ κανέοιο δύω παρέθηκεν ἀείρας Odyssey 1.121 καὶ δέπαϊ χρυσέῳ δειδίσκετο, φώνησέν τε· Odyssey 1.122 χαῖρε, πάτερ ὦ ξεῖνε, γένοιτό τοι ἔς περ ὀπίσσω Odyssey 1.123 ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. Odyssey 1.124 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.125 Ἀμφίνομʼ, ἦ μάλα μοι δοκέεις πεπνυμένος εἶναι· Odyssey 1.126 τοίου γὰρ καὶ πατρός, ἐπεὶ κλέος ἐσθλὸν ἄκουον, Odyssey 1.127 Νῖσον Δουλιχιῆα ἐΰν τʼ ἔμεν ἀφνειόν τε· Odyssey 1.128 τοῦ σʼ ἔκ φασι γενέσθαι, ἐπητῇ δʼ ἀνδρὶ ἔοικας. Odyssey 1.129 τοὔνεκά τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· Odyssey 1.130 οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποιο, Odyssey 1.131 πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει. Odyssey 1.132 οὐ μὲν γάρ ποτέ φησι κακὸν πείσεσθαι ὀπίσσω, Odyssey 1.133 ὄφρʼ ἀρετὴν παρέχωσι θεοὶ καὶ γούνατʼ ὀρώρῃ· Odyssey 1.134 ἀλλʼ ὅτε δὴ καὶ λυγρὰ θεοὶ μάκαρες τελέσωσι, Odyssey 1.135 καὶ τὰ φέρει ἀεκαζόμενος τετληότι θυμῷ· Odyssey 1.136 τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων Odyssey 1.137 οἷον ἐπʼ ἦμαρ ἄγησι πατὴρ ἀνδρῶν τε θεῶν τε. Odyssey 1.138 καὶ γὰρ ἐγώ ποτʼ ἔμελλον ἐν ἀνδράσιν ὄλβιος εἶναι, Odyssey 1.139 πολλὰ δʼ ἀτάσθαλʼ ἔρεξα βίῃ καὶ κάρτεϊ εἴκων, Odyssey 1.140 πατρί τʼ ἐμῷ πίσυνος καὶ ἐμοῖσι κασιγνήτοισι. Odyssey 1.141 τῷ μή τίς ποτε πάμπαν ἀνὴρ ἀθεμίστιος εἴη, Odyssey 1.142 ἀλλʼ ὅ γε σιγῇ δῶρα θεῶν ἔχοι, ὅττι διδοῖεν. Odyssey 1.143 οἷʼ ὁρόω μνηστῆρας ἀτάσθαλα μηχανόωντας, Odyssey 1.144 κτήματα κείροντας καὶ ἀτιμάζοντας ἄκοιτιν Odyssey 1.145 ἀνδρός, ὃν οὐκέτι φημὶ φίλων καὶ πατρίδος αἴης Odyssey 1.146 δηρὸν ἀπέσσεσθαι· μάλα δὲ σχεδόν. ἀλλά σε δαίμων Odyssey 1.147 οἴκαδʼ ὑπεξαγάγοι, μηδʼ ἀντιάσειας ἐκείνῳ, Odyssey 1.148 ὁππότε νοστήσειε φίλην ἐς πατρίδα γαῖαν· Odyssey 1.149 οὐ γὰρ ἀναιμωτί γε διακρινέεσθαι ὀΐω Odyssey 1.150 μνηστῆρας καὶ κεῖνον, ἐπεί κε μέλαθρον ὑπέλθῃ. Odyssey 1.151 ὣς φάτο, καὶ σπείσας ἔπιεν μελιηδέα οἶνον, Odyssey 1.152 ἂψ δʼ ἐν χερσὶν ἔθηκε δέπας κοσμήτορι λαῶν. Odyssey 1.153 αὐτὰρ ὁ βῆ διὰ δῶμα φίλον τετιημένος ἦτορ, Odyssey 1.154 νευστάζων κεφαλῇ· δὴ γὰρ κακὸν ὄσσετο θυμός. Odyssey 1.155 ἀλλʼ οὐδʼ ὣς φύγε κῆρα· πέδησε δὲ καὶ τὸν Ἀθήνη Odyssey 1.156 Τηλεμάχου ὑπὸ χερσὶ καὶ ἔγχεϊ ἶφι δαμῆναι. Odyssey 1.157 ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. Odyssey 1.158 τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, Odyssey 1.159 κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, Odyssey 1.160 μνηστήρεσσι φανῆναι, ὅπως πετάσειε μάλιστα Odyssey 1.161 θυμὸν μνηστήρων ἰδὲ τιμήεσσα γένοιτο Odyssey 1.162 μᾶλλον πρὸς πόσιός τε καὶ υἱέος ἢ πάρος ἦεν. Odyssey 1.163 ἀχρεῖον δʼ ἐγέλασσεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.164 Εὐρυνόμη, θυμός μοι ἐέλδεται, οὔ τι πάρος γε, Odyssey 1.165 μνηστήρεσσι φανῆναι, ἀπεχθομένοισί περ ἔμπης· Odyssey 1.166 παιδὶ δέ κεν εἴποιμι ἔπος, τό κε κέρδιον εἴη, Odyssey 1.167 μὴ πάντα μνηστῆρσιν ὑπερφιάλοισιν ὁμιλεῖν, Odyssey 1.168 οἵ τʼ εὖ μὲν βάζουσι, κακῶς δʼ ὄπιθεν φρονέουσι. Odyssey 1.169 τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν· Odyssey 1.170 ναὶ δὴ ταῦτά γε πάντα, τέκος, κατὰ μοῖραν ἔειπες. Odyssey 1.171 ἀλλʼ ἴθι καὶ σῷ παιδὶ ἔπος φάο μηδʼ ἐπίκευθε, Odyssey 1.172 χρῶτʼ ἀπονιψαμένη καὶ ἐπιχρίσασα παρειάς· Odyssey 1.173 μηδʼ οὕτω δακρύοισι πεφυρμένη ἀμφὶ πρόσωπα Odyssey 1.174 ἔρχευ, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί. Odyssey 1.175 ἤδη μὲν γάρ τοι παῖς τηλίκος, ὃν σὺ μάλιστα Odyssey 1.176 ἠρῶ ἀθανάτοισι γενειήσαντα ἰδέσθαι. Odyssey 1.177 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.178 Εὐρυνόμη, μὴ ταῦτα παραύδα, κηδομένη περ, Odyssey 1.179 χρῶτʼ ἀπονίπτεσθαι καὶ ἐπιχρίεσθαι ἀλοιφῇ· Odyssey 1.180 ἀγλαΐην γὰρ ἐμοί γε θεοί, τοὶ Ὄλυμπον ἔχουσιν, Odyssey 1.181 ὤλεσαν, ἐξ οὗ κεῖνος ἔβη κοίλῃς ἐνὶ νηυσίν. Odyssey 1.182 ἀλλά μοι Αὐτονόην τε καὶ Ἱπποδάμειαν ἄνωχθι Odyssey 1.183 ἐλθέμεν, ὄφρα κέ μοι παρστήετον ἐν μεγάροισιν· Odyssey 1.184 οἴη δʼ οὐκ εἴσειμι μετʼ ἀνέρας· αἰδέομαι γάρ. Odyssey 1.185 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει Odyssey 1.186 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. Odyssey 1.187 ἔνθʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.188 κούρῃ Ἰκαρίοιο κατὰ γλυκὺν ὕπνον ἔχευεν, Odyssey 1.189 εὗδε δʼ ἀνακλινθεῖσα, λύθεν δέ οἱ ἅψεα πάντα Odyssey 1.190 αὐτοῦ ἐνὶ κλιντῆρι· τέως δʼ ἄρα δῖα θεάων Odyssey 1.191 ἄμβροτα δῶρα δίδου, ἵνα μιν θησαίατʼ Ἀχαιοί. Odyssey 1.192 κάλλεϊ μέν οἱ πρῶτα προσώπατα καλὰ κάθηρεν Odyssey 1.193 ἀμβροσίῳ, οἵῳ περ ἐϋστέφανος Κυθέρεια Odyssey 1.194 χρίεται, εὖτʼ ἂν ἴῃ Χαρίτων χορὸν ἱμερόεντα· Odyssey 1.195 καί μιν μακροτέρην καὶ πάσσονα θῆκεν ἰδέσθαι, Odyssey 1.196 λευκοτέρην δʼ ἄρα μιν θῆκε πριστοῦ ἐλέφαντος. Odyssey 1.197 ἡ μὲν ἄρʼ ὣς ἔρξασʼ ἀπεβήσετο δῖα θεάων, Odyssey 1.198 ἦλθον δʼ ἀμφίπολοι λευκώλενοι ἐκ μεγάροιο Odyssey 1.199 φθόγγῳ ἐπερχόμεναι· τὴν δὲ γλυκὺς ὕπνος ἀνῆκε, Odyssey 1.200 καί ῥʼ ἀπομόρξατο χερσὶ παρειὰς φώνησέν τε· Odyssey 1.201 ἦ με μάλʼ αἰνοπαθῆ μαλακὸν περὶ κῶμʼ ἐκάλυψεν. Odyssey 1.202 αἴθε μοι ὣς μαλακὸν θάνατον πόροι Ἄρτεμις ἁγνὴ Odyssey 1.203 αὐτίκα νῦν, ἵνα μηκέτʼ ὀδυρομένη κατὰ θυμὸν Odyssey 1.204 αἰῶνα φθινύθω, πόσιος ποθέουσα φίλοιο Odyssey 1.205 παντοίην ἀρετήν, ἐπεὶ ἔξοχος ἦεν Ἀχαιῶν. Odyssey 1.206 ὣς φαμένη κατέβαινʼ ὑπερώϊα σιγαλόεντα, Odyssey 1.207 οὐκ οἴη· ἅμα τῇ γε καὶ ἀμφίπολοι δύʼ ἕποντο. Odyssey 1.208 ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, Odyssey 1.209 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, Odyssey 1.210 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα· Odyssey 1.211 ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. Odyssey 1.212 τῶν δʼ αὐτοῦ λύτο γούνατʼ, ἔρῳ δʼ ἄρα θυμὸν ἔθελχθεν, Odyssey 1.213 πάντες δʼ ἠρήσαντο παραὶ λεχέεσσι κλιθῆναι. Odyssey 1.214 ἡ δʼ αὖ Τηλέμαχον προσεφώνεεν, ὃν φίλον υἱόν· Odyssey 1.215 Τηλέμαχʼ, οὐκέτι τοι φρένες ἔμπεδοι οὐδὲ νόημα· Odyssey 1.216 παῖς ἔτʼ ἐὼν καὶ μᾶλλον ἐνὶ φρεσὶ κέρδεʼ ἐνώμας· Odyssey 1.217 νῦν δʼ, ὅτε δὴ μέγας ἐσσὶ καὶ ἥβης μέτρον ἱκάνεις, Odyssey 1.218 καί κέν τις φαίη γόνον ἔμμεναι ὀλβίου ἀνδρός, Odyssey 1.219 ἐς μέγεθος καὶ κάλλος ὁρώμενος, ἀλλότριος φώς, Odyssey 1.220 οὐκέτι τοι φρένες εἰσὶν ἐναίσιμοι οὐδὲ νόημα. Odyssey 1.221 οἷον δὴ τόδε ἔργον ἐνὶ μεγάροισιν ἐτύχθη, Odyssey 1.222 ὃς τὸν ξεῖνον ἔασας ἀεικισθήμεναι οὕτως. Odyssey 1.223 πῶς νῦν, εἴ τι ξεῖνος ἐν ἡμετέροισι δόμοισιν Odyssey 1.224 ἥμενος ὧδε πάθοι ῥυστακτύος ἐξ ἀλεγεινῆς; Odyssey 1.225 σοί κʼ αἶσχος λώβη τε μετʼ ἀνθρώποισι πέλοιτο. Odyssey 1.226 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.227 μῆτερ ἐμή, τὸ μὲν οὔ σε νεμεσσῶμαι κεχολῶσθαι· Odyssey 1.228 αὐτὰρ ἐγὼ θυμῷ νοέω καὶ οἶδα ἕκαστα, Odyssey 1.229 ἐσθλά τε καὶ τὰ χέρεια· πάρος δʼ ἔτι νήπιος ἦα. Odyssey 1.230 ἀλλά τοι οὐ δύναμαι πεπνυμένα πάντα νοῆσαι· Odyssey 1.231 ἐκ γάρ με πλήσσουσι παρήμενοι ἄλλοθεν ἄλλος Odyssey 1.232 οἵδε κακὰ φρονέοντες, ἐμοὶ δʼ οὐκ εἰσὶν ἀρωγοί. Odyssey 1.233 οὐ μέν τοι ξείνου γε καὶ Ἴρου μῶλος ἐτύχθη Odyssey 1.234 μνηστήρων ἰότητι, βίῃ δʼ ὅ γε φέρτερος ἦεν. Odyssey 1.235 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, Odyssey 1.236 οὕτω νῦν μνηστῆρες ἐν ἡμετέροισι δόμοισι Odyssey 1.237 νεύοιεν κεφαλὰς δεδμημένοι, οἱ μὲν ἐν αὐλῇ, Odyssey 1.238 οἱ δʼ ἔντοσθε δόμοιο, λελῦτο δὲ γυῖα ἑκάστου, Odyssey 1.239 ὡς νῦν Ἶρος κεῖνος ἐπʼ αὐλείῃσι θύρῃσιν Odyssey 1.240 ἧσται νευστάζων κεφαλῇ, μεθύοντι ἐοικώς, Odyssey 1.241 οὐδʼ ὀρθὸς στῆναι δύναται ποσὶν οὐδὲ νέεσθαι Odyssey 1.242 οἴκαδʼ, ὅπη οἱ νόστος, ἐπεὶ φίλα γυῖα λέλυνται. Odyssey 1.243 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Odyssey 1.244 Εὐρύμαχος δʼ ἐπέεσσι προσηύδα Πηνελόπειαν· Odyssey 1.245 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, Odyssey 1.246 εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος Ἀχαιοί, Odyssey 1.247 πλέονές κε μνηστῆρες ἐν ὑμετέροισι δόμοισιν Odyssey 1.248 ἠῶθεν δαινύατʼ, ἐπεὶ περίεσσι γυναικῶν Odyssey 1.249 εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἔνδον ἐΐσας. Odyssey 1.250 τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· Odyssey 1.251 Εὐρύμαχʼ, ἦ τοι ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε Odyssey 1.252 ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον Odyssey 1.253 Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς. Odyssey 1.254 εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, Odyssey 1.255 μεῖζόν κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. Odyssey 1.256 νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. Odyssey 1.257 ἦ μὲν δὴ ὅτε τʼ ᾖε λιπὼν κάτα πατρίδα γαῖαν, Odyssey 1.258 δεξιτερὴν ἐπὶ καρπῷ ἑλὼν ἐμὲ χεῖρα προσηύδα· Odyssey 1.259 ὦ γύναι, οὐ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιοὺς Odyssey 1.260 ἐκ Τροίης εὖ πάντας ἀπήμονας ἀπονέεσθαι· Odyssey 1.261 καὶ γὰρ Τρῶάς φασι μαχητὰς ἔμμεναι ἄνδρας, Odyssey 1.262 ἠμὲν ἀκοντιστὰς ἠδὲ ῥυτῆρας ὀϊστῶν Odyssey 1.263 ἵππων τʼ ὠκυπόδων ἐπιβήτορας, οἵ κε τάχιστα Odyssey 1.264 ἔκριναν μέγα νεῖκος ὁμοιΐου πολέμοιο. Odyssey 1.265 τῷ οὐκ οἶδʼ ἤ κέν μʼ ἀνέσει θεός, ἦ κεν ἁλώω Odyssey 1.266 αὐτοῦ ἐνὶ Τροίῃ· σοὶ δʼ ἐνθάδε πάντα μελόντων. Odyssey 1.267 μεμνῆσθαι πατρὸς καὶ μητέρος ἐν μεγάροισιν Odyssey 1.268 ὡς νῦν, ἢ ἔτι μᾶλλον ἐμεῦ ἀπονόσφιν ἐόντος· Odyssey 1.269 αὐτὰρ ἐπὴν δὴ παῖδα γενειήσαντα ἴδηαι, Odyssey 1.270 γήμασθʼ ᾧ κʼ ἐθέλῃσθα, τεὸν κατὰ δῶμα λιποῦσα. Odyssey 1.271 κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται. Odyssey 1.272 νὺξ δʼ ἔσται ὅτε δὴ στυγερὸς γάμος ἀντιβολήσει Odyssey 1.273 οὐλομένης ἐμέθεν, τῆς τε Ζεὺς ὄλβον ἀπηύρα. Odyssey 1.274 ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει· Odyssey 1.275 μνηστήρων οὐχ ἥδε δίκη τὸ πάροιθε τέτυκτο· Odyssey 1.276 οἵ τʼ ἀγαθήν τε γυναῖκα καὶ ἀφνειοῖο θύγατρα Odyssey 1.277 μνηστεύειν ἐθέλωσι καὶ ἀλλήλοις ἐρίσωσιν, Odyssey 1.278 αὐτοὶ τοί γʼ ἀπάγουσι βόας καὶ ἴφια μῆλα, Odyssey 1.279 κούρης δαῖτα φίλοισι, καὶ ἀγλαὰ δῶρα διδοῦσιν· Odyssey 1.280 ἀλλʼ οὐκ ἀλλότριον βίοτον νήποινον ἔδουσιν. Odyssey 1.281 ὣς φάτο, γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.282 οὕνεκα τῶν μὲν δῶρα παρέλκετο, θέλγε δὲ θυμὸν Odyssey 1.283 μειλιχίοις ἐπέεσσι, νόος δέ οἱ ἄλλα μενοίνα. Odyssey 1.284 τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός, Odyssey 1.285 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, Odyssey 1.286 δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι, Odyssey 1.287 δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν· Odyssey 1.288 ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, Odyssey 1.289 πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος. Odyssey 1.290 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος· Odyssey 1.291 δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος. Odyssey 1.292 Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον, Odyssey 1.293 ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι Odyssey 1.294 χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι. Odyssey 1.295 ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. Odyssey 1.296 χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς. Odyssey 1.297 ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν, Odyssey 1.298 τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή. Odyssey 1.299 ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος Odyssey 1.300 ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα. Odyssey 1.301 ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν. Odyssey 1.302 ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν, Odyssey 1.303 τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα Odyssey 1.304 οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν Odyssey 1.305 τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν. Odyssey 1.306 τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν. Odyssey 1.307 αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν, Odyssey 1.308 ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν, Odyssey 1.309 αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ, Odyssey 1.310 καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον Odyssey 1.311 δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος. αὐτὰρ ὁ τῇσιν Odyssey 1.312 αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.313 δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος, Odyssey 1.314 ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια· Odyssey 1.315 τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν Odyssey 1.316 ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν· Odyssey 1.317 αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω. Odyssey 1.318 ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, Odyssey 1.319 οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί. Odyssey 1.320 ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο. Odyssey 1.321 τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος, Odyssey 1.322 τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια, Odyssey 1.323 παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ· Odyssey 1.324 ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης, Odyssey 1.325 ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν. Odyssey 1.326 ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν· Odyssey 1.327 ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, Odyssey 1.328 οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, Odyssey 1.329 ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, Odyssey 1.330 θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ Odyssey 1.331 ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ Odyssey 1.332 τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. Odyssey 1.333 ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; Odyssey 1.334 μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, Odyssey 1.335 ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι Odyssey 1.336 δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ. Odyssey 1.337 τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.338 ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις, Odyssey 1.339 κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν. Odyssey 1.340 ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας. Odyssey 1.341 βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης Odyssey 1.342 ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι. Odyssey 1.343 αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν Odyssey 1.344 ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ Odyssey 1.345 ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο. Odyssey 1.346 μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη Odyssey 1.347 λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον Odyssey 1.348 δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. Odyssey 1.349 τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, Odyssey 1.350 κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε. Odyssey 1.351 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, Odyssey 1.352 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει. Odyssey 1.353 οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει· Odyssey 1.354 ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ Odyssey 1.355 κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί. Odyssey 1.356 ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον· Odyssey 1.357 ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην, Odyssey 1.358 ἀγροῦ ἐπʼ ἐσχατιῆς—μισθὸς δέ τοι ἄρκιος ἔσται— Odyssey 1.359 αἱμασιάς τε λέγων καὶ δένδρεα μακρὰ φυτεύων; Odyssey 1.360 ἔνθα κʼ ἐγὼ σῖτον μὲν ἐπηετανὸν παρέχοιμι, Odyssey 1.361 εἵματα δʼ ἀμφιέσαιμι ποσίν θʼ ὑποδήματα δοίην. Odyssey 1.362 ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμμαθες, οὐκ ἐθελήσεις Odyssey 1.363 ἔργον ἐποίχεσθαι, ἀλλὰ πτώσσειν κατὰ δῆμον Odyssey 1.364 βούλεαι, ὄφρʼ ἄν ἔχῃς βόσκειν σὴν γαστέρʼ ἄναλτον. Odyssey 1.365 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.366 Εὐρύμαχʼ, εἰ γὰρ νῶϊν ἔρις ἔργοιο γένοιτο Odyssey 1.367 ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται, Odyssey 1.368 ἐν ποίῃ, δρέπανον μὲν ἐγὼν εὐκαμπὲς ἔχοιμι, Odyssey 1.369 καὶ δὲ σὺ τοῖον ἔχοις, ἵνα πειρησαίμεθα ἔργου Odyssey 1.370 νήστιες ἄχρι μάλα κνέφαος, ποίη δὲ παρείη. Odyssey 1.371 εἰ δʼ αὖ καὶ βόες εἶεν ἐλαυνέμεν, οἵ περ ἄριστοι, Odyssey 1.372 αἴθωνες, μεγάλοι, ἄμφω κεκορηότε ποίης, Odyssey 1.373 ἥλικες, ἰσοφόροι, τῶν τε σθένος οὐκ ἀλαπαδνόν, Odyssey 1.374 τετράγυον δʼ εἴη, εἴκοι δʼ ὑπὸ βῶλος ἀρότρῳ· Odyssey 1.375 τῷ κέ μʼ ἴδοις, εἰ ὦλκα διηνεκέα προταμοίμην. Odyssey 1.376 εἰ δʼ αὖ καὶ πόλεμόν ποθεν ὁρμήσειε Κρονίων Odyssey 1.377 σήμερον, αὐτὰρ ἐμοὶ σάκος εἴη καὶ δύο δοῦρε Odyssey 1.378 καὶ κυνέη πάγχαλκος, ἐπὶ κροτάφοις ἀραρυῖα, Odyssey 1.379 τῷ κέ μʼ ἴδοις πρώτοισιν ἐνὶ προμάχοισι μιγέντα, Odyssey 1.380 οὐδʼ ἄν μοι τὴν γαστέρʼ ὀνειδίζων ἀγορεύοις. Odyssey 1.381 ἀλλὰ μάλʼ ὑβρίζεις, καί τοι νόος ἐστὶν ἀπηνής· Odyssey 1.382 καί πού τις δοκέεις μέγας ἔμμεναι ἠδὲ κραταιός, Odyssey 1.383 οὕνεκα πὰρ παύροισι καὶ οὐκ ἀγαθοῖσιν ὁμιλεῖς. Odyssey 1.384 εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, Odyssey 1.385 αἶψά κέ τοι τὰ θύρετρα, καὶ εὐρέα περ μάλʼ ἐόντα, Odyssey 1.386 φεύγοντι στείνοιτο διὲκ προθύροιο θύραζε. Odyssey 1.387 ὣς ἔφατʼ, Εὐρύμαχος δʼ ἐχολώσατο κηρόθι μᾶλλον, Odyssey 1.388 καί μιν ὑπόδρα ἰδὼν ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.389 ἆ δείλʼ, ἦ τάχα τοι τελέω κακόν, οἷʼ ἀγορεύεις Odyssey 1.390 θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ Odyssey 1.391 ταρβεῖς· ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ Odyssey 1.392 τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις. Odyssey 1.393 ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην; Odyssey 1.394 ὣς ἄρα φωνήσας σφέλας ἔλλαβεν· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.395 Ἀμφινόμου πρὸς γοῦνα καθέζετο Δουλιχιῆος, Odyssey 1.396 Εὐρύμαχον δείσας· ὁ δʼ ἄρʼ οἰνοχόον βάλε χεῖρα Odyssey 1.397 δεξιτερήν· πρόχοος δὲ χαμαὶ βόμβησε πεσοῦσα, Odyssey 1.398 αὐτὰρ ὅ γʼ οἰμώξας πέσεν ὕπτιος ἐν κονίῃσι. Odyssey 1.399 μνηστῆρες δʼ ὁμάδησαν ἀνὰ μέγαρα σκιόεντα, Odyssey 1.400 ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· Odyssey 1.401 αἴθʼ ὤφελλʼ ὁ ξεῖνος ἀλώμενος ἄλλοθʼ ὀλέσθαι Odyssey 1.402 πρὶν ἐλθεῖν· τῷ οὔ τι τόσον κέλαδον μετέθηκε. Odyssey 1.403 νῦν δὲ περὶ πτωχῶν ἐριδαίνομεν, οὐδέ τι δαιτὸς Odyssey 1.404 ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ. Odyssey 1.405 τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο Odyssey 1.406 δαιμόνιοι, μαίνεσθε καὶ οὐκέτι κεύθετε θυμῷ Odyssey 1.407 βρωτὺν οὐδὲ ποτῆτα· θεῶν νύ τις ὔμμʼ ὀροθύνει. Odyssey 1.408 ἀλλʼ εὖ δαισάμενοι κατακείετε οἴκαδʼ ἰόντες, Odyssey 1.409 ὁππότε θυμὸς ἄνωγε· διώκω δʼ οὔ τινʼ ἐγώ γε. Odyssey 1.410 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Odyssey 1.411 Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. Odyssey 1.412 τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπε Odyssey 1.413 Νίσου φαίδιμος υἱός, Ἀρητιάδαο ἄνακτος· Odyssey 1.414 ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ Odyssey 1.415 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· Odyssey 1.416 μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον Odyssey 1.417 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. Odyssey 1.418 ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, Odyssey 1.419 ὄφρα σπείσαντες κατακείομεν οἴκαδʼ ἰόντες· Odyssey 1.420 τὸν ξεῖνον δὲ ἐῶμεν ἐνὶ μεγάροις Ὀδυσῆος Odyssey 1.421 Τηλεμάχῳ μελέμεν· τοῦ γὰρ φίλον ἵκετο δῶμα. Odyssey 1.422 ὣς φάτο, τοῖσι δὲ πᾶσιν ἑαδότα μῦθον ἔειπε. Odyssey 1.423 τοῖσιν δὲ κρητῆρα κεράσσατο Μούλιος ἥρως, Odyssey 1.424 κῆρυξ Δουλιχιεύς· θεράπων δʼ ἦν Ἀμφινόμοιο· Odyssey 1.425 νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσι Odyssey 1.426 σπείσαντες μακάρεσσι πίον μελιηδέα οἶνον. Odyssey 1.427 αὐτὰρ ἐπεὶ σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, Odyssey 1.428 βάν ῥʼ ἴμεναι κείοντες ἑὰ πρὸς δώμαθʼ ἕκαστος. Odyssey 1.1 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, Odyssey 1.2 μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων· Odyssey 1.3 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.4 Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω Odyssey 1.5 πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι Odyssey 1.6 παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· Odyssey 1.7 ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει Odyssey 1.8 οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, Odyssey 1.9 ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή. Odyssey 1.10 πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔμβαλε δαίμων Odyssey 1.11 μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, Odyssey 1.12 ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα Odyssey 1.13 καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος. Odyssey 1.14 ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, Odyssey 1.15 ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· Odyssey 1.16 μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, Odyssey 1.17 ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς Odyssey 1.18 καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει Odyssey 1.19 πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα. Odyssey 1.20 νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή. Odyssey 1.21 τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· Odyssey 1.22 αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο Odyssey 1.23 οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν. Odyssey 1.24 ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει; Odyssey 1.25 δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον. Odyssey 1.26 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.27 ξεῖνος ὅδʼ· οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε Odyssey 1.28 χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς. Odyssey 1.29 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος. Odyssey 1.30 κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. Odyssey 1.31 τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς Odyssey 1.32 ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας Odyssey 1.33 ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη, Odyssey 1.34 χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει. Odyssey 1.35 δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· Odyssey 1.36 ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι. Odyssey 1.37 ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι, Odyssey 1.38 εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες Odyssey 1.39 φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο. Odyssey 1.40 ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι. Odyssey 1.41 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.42 σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε· Odyssey 1.43 αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν. Odyssey 1.44 ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ, Odyssey 1.45 ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω· Odyssey 1.46 ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα. Odyssey 1.47 ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει Odyssey 1.48 κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων, Odyssey 1.49 ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι· Odyssey 1.50 ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν. Odyssey 1.51 αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, Odyssey 1.52 μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων. Odyssey 1.53 ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια, Odyssey 1.54 Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ. Odyssey 1.55 τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε, Odyssey 1.56 δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων Odyssey 1.57 ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε Odyssey 1.58 προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας. Odyssey 1.59 ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια. Odyssey 1.60 ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο. Odyssey 1.61 αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας Odyssey 1.62 καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον· Odyssey 1.63 πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν Odyssey 1.64 νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι. Odyssey 1.65 ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις· Odyssey 1.66 ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα Odyssey 1.67 δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας; Odyssey 1.68 ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο· Odyssey 1.69 ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε. Odyssey 1.70 τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.71 δαιμονίη, τί μοι ὧδʼ ἐπέχεις κεκοτηότι θυμῷ; Odyssey 1.72 ἦ ὅτι δὴ ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, Odyssey 1.73 πτωχεύω δʼ ἀνὰ δῆμον; ἀναγκαίη γὰρ ἐπείγει. Odyssey 1.74 τοιοῦτοι πτωχοὶ καὶ ἀλήμονες ἄνδρες ἔασι Odyssey 1.75 καὶ γὰρ ἐγώ ποτε οἶκον ἐν ἀνθρώποισιν ἔναιον Odyssey 1.76 ὄλβιος ἀφνειὸν καὶ πολλάκι δόσκον ἀλήτῃ, Odyssey 1.77 τοίῳ ὁποῖος ἔοι καὶ ὅτευ κεχρημένος ἔλθοι· Odyssey 1.78 ἦσαν δὲ δμῶες μάλα μυρίοι, ἄλλα τε πολλὰ Odyssey 1.79 οἷσίν τʼ εὖ ζώουσι καὶ ἀφνειοὶ καλέονται. Odyssey 1.80 ἀλλὰ Ζεὺς ἀλάπαξε Κρονίων· ἤθελε γάρ που· Odyssey 1.81 τῷ νῦν μήποτε καὶ σύ, γύναι, ἀπὸ πᾶσαν ὀλέσσῃς Odyssey 1.82 ἀγλαΐην, τῇ νῦν γε μετὰ δμῳῇσι κέκασσαι· Odyssey 1.83 μή πώς τοι δέσποινα κοτεσσαμένη χαλεπήνῃ, Odyssey 1.84 ἢ Ὀδυσεὺς ἔλθῃ· ἔτι γὰρ καὶ ἐλπίδος αἶσα. Odyssey 1.85 εἰ δʼ ὁ μὲν ὣς ἀπόλωλε καὶ οὐκέτι νόστιμός ἐστιν, Odyssey 1.86 ἀλλʼ ἤδη παῖς τοῖος Ἀπόλλωνός γε ἕκητι, Odyssey 1.87 Τηλέμαχος· τὸν δʼ οὔ τις ἐνὶ μεγάροισι γυναικῶν Odyssey 1.88 λήθει ἀτασθάλλουσʼ, ἐπεὶ οὐκέτι τηλίκος ἐστίν. Odyssey 1.89 ὣς φάτο, τοῦ δʼ ἤκουσε περίφρων Πηνελόπεια, Odyssey 1.90 ἀμφίπολον δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.91 πάντως, θαρσαλέη, κύον ἀδεές, οὔ τί με λήθεις Odyssey 1.92 ἔρδουσα μέγα ἔργον, ὃ σῇ κεφαλῇ ἀναμάξεις· Odyssey 1.93 πάντα γὰρ εὖ ᾔδησθʼ, ἐπεὶ ἐξ ἐμεῦ ἔκλυες αὐτῆς Odyssey 1.94 ὡς τὸν ξεῖνον ἔμελλον ἐνὶ μεγάροισιν ἐμοῖσιν Odyssey 1.95 ἀμφὶ πόσει εἴρεσθαι, ἐπεὶ πυκινῶς ἀκάχημαι. Odyssey 1.96 ἦ ῥα καὶ Εὐρυνόμην ταμίην πρὸς μῦθον ἔειπεν· Odyssey 1.97 Εὐρυνόμη, φέρε δὴ δίφρον καὶ κῶας ἐπʼ αὐτοῦ, Odyssey 1.98 ὄφρα καθεζόμενος εἴπῃ ἔπος ἠδʼ ἐπακούσῃ Odyssey 1.99 ὁ ξεῖνος ἐμέθεν· ἐθέλω δέ μιν ἐξερέεσθαι. Odyssey 1.100 ὣς ἔφαθʼ, ἡ δὲ μάλʼ ὀτραλέως κατέθηκε φέρουσα Odyssey 1.101 δίφρον ἐΰξεστον καὶ ἐπʼ αὐτῷ κῶας ἔβαλλεν· Odyssey 1.102 ἔνθα καθέζετʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. Odyssey 1.103 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· Odyssey 1.104 ξεῖνε, τὸ μέν σε πρῶτον ἐγὼν εἰρήσομαι αὐτή· Odyssey 1.105 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; Odyssey 1.106 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.107 ὦ γύναι, οὐκ ἄν τίς σε βροτῶν ἐπʼ ἀπείρονα γαῖαν Odyssey 1.108 νεικέοι· ἦ γάρ σευ κλέος οὐρανὸν εὐρὺν ἱκάνει, Odyssey 1.109 ὥς τέ τευ ἢ βασιλῆος ἀμύμονος, ὅς τε θεουδὴς Odyssey 1.110 ἀνδράσιν ἐν πολλοῖσι καὶ ἰφθίμοισιν ἀνάσσων Odyssey 1.111 εὐδικίας ἀνέχῃσι, φέρῃσι δὲ γαῖα μέλαινα Odyssey 1.112 πυροὺς καὶ κριθάς, βρίθῃσι δὲ δένδρεα καρπῷ, Odyssey 1.113 τίκτῃ δʼ ἔμπεδα μῆλα, θάλασσα δὲ παρέχῃ ἰχθῦς Odyssey 1.114 ἐξ εὐηγεσίης, ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ. Odyssey 1.115 τῷ ἐμὲ νῦν τὰ μὲν ἄλλα μετάλλα σῷ ἐνὶ οἴκῳ, Odyssey 1.116 μηδʼ ἐμὸν ἐξερέεινε γένος καὶ πατρίδα γαῖαν, Odyssey 1.117 μή μοι μᾶλλον θυμὸν ἐνιπλήσῃς ὀδυνάων Odyssey 1.118 μνησαμένῳ μάλα δʼ εἰμὶ πολύστονος· οὐδέ τί με χρὴ Odyssey 1.119 οἴκῳ ἐν ἀλλοτρίῳ γοόωντά τε μυρόμενόν τε Odyssey 1.120 ἧσθαι, ἐπεὶ κάκιον πενθήμεναι ἄκριτον αἰεί· Odyssey 1.121 μή τίς μοι δμῳῶν νεμεσήσεται, ἠὲ σύ γʼ αὐτή, Odyssey 1.122 φῇ δὲ δακρυπλώειν βεβαρηότα με φρένας οἴνῳ. Odyssey 1.123 τὸν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· Odyssey 1.124 ξεῖνʼ, ἦ τοι μὲν ἐμὴν ἀρετὴν εἶδός τε δέμας τε Odyssey 1.125 ὤλεσαν ἀθάνατοι, ὅτε Ἴλιον εἰσανέβαινον Odyssey 1.126 Ἀργεῖοι, μετὰ τοῖσι δʼ ἐμὸς πόσις ᾖεν Ὀδυσσεύς Odyssey 1.127 εἰ κεῖνός γʼ ἐλθὼν τὸν ἐμὸν βίον ἀμφιπολεύοι, Odyssey 1.128 μεῖζον κε κλέος εἴη ἐμὸν καὶ κάλλιον οὕτως. Odyssey 1.129 νῦν δʼ ἄχομαι· τόσα γάρ μοι ἐπέσσευεν κακὰ δαίμων. Odyssey 1.130 ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι, Odyssey 1.131 Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ, Odyssey 1.132 οἵ τʼ αὐτὴν Ἰθάκην εὐδείελον ἀμφινέμονται, Odyssey 1.133 οἵ μʼ ἀεκαζομένην μνῶνται, τρύχουσι δὲ οἶκον. Odyssey 1.134 τῷ οὔτε ξείνων ἐμπάζομαι οὔθʼ ἱκετάων Odyssey 1.135 οὔτε τι κηρύκων, οἳ δημιοεργοὶ ἔασιν· Odyssey 1.136 ἀλλʼ Ὀδυσῆ ποθέουσα φίλον κατατήκομαι ἦτορ. Odyssey 1.137 οἱ δὲ γάμον σπεύδουσιν· ἐγὼ δὲ δόλους τολυπεύω. Odyssey 1.138 φᾶρος μέν μοι πρῶτον ἐνέπνευσε φρεσὶ δαίμων, Odyssey 1.139 στησαμένῃ μέγαν ἱστόν, ἐνὶ μεγάροισιν ὑφαίνειν, Odyssey 1.140 λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ αὐτοῖς μετέειπον· Odyssey 1.141 κοῦροι, ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, Odyssey 1.142 μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος Odyssey 1.143 ἐκτελέσω—μή μοι μεταμώνια νήματʼ ὄληται— Odyssey 1.144 Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν Odyssey 1.145 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο· Odyssey 1.146 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, Odyssey 1.147 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. Odyssey 1.148 ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.149 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκον μέγαν ἱστόν, Odyssey 1.150 νύκτας δʼ ἀλλύεσκον, ἐπεὶ δαΐδας παραθείμην. Odyssey 1.151 ὣς τρίετες μὲν ἔληθον ἐγὼ καὶ ἔπειθον Ἀχαιούς· Odyssey 1.152 ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, Odyssey 1.153 μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, Odyssey 1.154 καὶ τότε δή με διὰ δμῳάς, κύνας οὐκ ἀλεγούσας, Odyssey 1.155 εἷλον ἐπελθόντες καὶ ὁμόκλησαν ἐπέεσσιν. Odyssey 1.156 ὣς τὸ μὲν ἐξετέλεσσα, καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης· Odyssey 1.157 νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον οὔτε τινʼ ἄλλην Odyssey 1.158 μῆτιν ἔθʼ εὑρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες Odyssey 1.159 γήμασθʼ, ἀσχαλάᾳ δὲ πάϊς βίοτον κατεδόντων, Odyssey 1.160 γιγνώσκων· ἤδη γὰρ ἀνὴρ οἷός τε μάλιστα Odyssey 1.161 οἴκου κήδεσθαι, τῷ τε Ζεὺς κῦδος ὀπάζει. Odyssey 1.162 ἀλλὰ καὶ ὥς μοι εἰπὲ τεὸν γένος, ὁππόθεν ἐσσί. Odyssey 1.163 οὐ γὰρ ἀπὸ δρυός ἐσσι παλαιφάτου οὐδʼ ἀπὸ πέτρης. Odyssey 1.164 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.165 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, Odyssey 1.166 οὐκέτʼ ἀπολλήξεις τὸν ἐμὸν γόνον ἐξερέουσα; Odyssey 1.167 ἀλλʼ ἔκ τοι ἐρέω· ἦ μέν μʼ ἀχέεσσί γε δώσεις Odyssey 1.168 πλείοσιν ἢ ἔχομαι· ἡ γὰρ δίκη, ὁππότε πάτρης Odyssey 1.169 ἧς ἀπέῃσιν ἀνὴρ τόσσον χρόνον ὅσσον ἐγὼ νῦν, Odyssey 1.170 πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἀλώμενος, ἄλγεα πάσχων· Odyssey 1.171 ἀλλὰ καὶ ὣς ἐρέω ὅ μʼ ἀνείρεαι ἠδὲ μεταλλᾷς. Odyssey 1.172 Κρήτη τις γαῖʼ ἔστι, μέσῳ ἐνὶ οἴνοπι πόντῳ, Odyssey 1.173 καλὴ καὶ πίειρα, περίρρυτος· ἐν δʼ ἄνθρωποι Odyssey 1.174 πολλοί, ἀπειρέσιοι, καὶ ἐννήκοντα πόληες. Odyssey 1.175 ἄλλη δʼ ἄλλων γλῶσσα μεμιγμένη· ἐν μὲν Ἀχαιοί, Odyssey 1.176 ἐν δʼ Ἐτεόκρητες μεγαλήτορες, ἐν δὲ Κύδωνες, Odyssey 1.177 Δωριέες τε τριχάϊκες δῖοί τε Πελασγοί. Odyssey 1.178 τῇσι δʼ ἐνὶ Κνωσός, μεγάλη πόλις, ἔνθα τε Μίνως Odyssey 1.179 ἐννέωρος βασίλευε Διὸς μεγάλου ὀαριστής, Odyssey 1.180 πατρὸς ἐμοῖο πατήρ, μεγαθύμου Δευκαλίωνος Odyssey 1.181 Δευκαλίων δʼ ἐμὲ τίκτε καὶ Ἰδομενῆα ἄνακτα· Odyssey 1.182 ἀλλʼ ὁ μὲν ἐν νήεσσι κορωνίσιν Ἴλιον εἴσω Odyssey 1.183 ᾤχεθʼ ἅμʼ Ἀτρείδῃσιν, ἐμοὶ δʼ ὄνομα κλυτὸν Αἴθων, Odyssey 1.184 ὁπλότερος γενεῇ· ὁ δʼ ἄρα πρότερος καὶ ἀρείων. Odyssey 1.185 ἔνθʼ Ὀδυσῆα ἐγὼν ἰδόμην καὶ ξείνια δῶκα. Odyssey 1.186 καὶ γὰρ τὸν Κρήτηνδε κατήγαγεν ἲς ἀνέμοιο, Odyssey 1.187 ἱέμενον Τροίηνδε παραπλάγξασα Μαλειῶν· Odyssey 1.188 στῆσε δʼ ἐν Ἀμνισῷ, ὅθι τε σπέος Εἰλειθυίης, Odyssey 1.189 ἐν λιμέσιν χαλεποῖσι, μόγις δʼ ὑπάλυξεν ἀέλλας. Odyssey 1.190 αὐτίκα δʼ Ἰδομενῆα μετάλλα ἄστυδʼ ἀνελθών· Odyssey 1.191 ξεῖνον γάρ οἱ ἔφασκε φίλον τʼ ἔμεν αἰδοῖόν τε. Odyssey 1.192 τῷ δʼ ἤδη δεκάτη ἢ ἑνδεκάτη πέλεν ἠὼς Odyssey 1.193 οἰχομένῳ σὺν νηυσὶ κορωνίσιν Ἴλιον εἴσω. Odyssey 1.194 τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, Odyssey 1.195 ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων· Odyssey 1.196 καί οἱ τοῖς ἄλλοις ἑτάροις, οἳ ἅμʼ αὐτῷ ἕποντο, Odyssey 1.197 δημόθεν ἄλφιτα δῶκα καὶ αἴθοπα οἶνον ἀγείρας Odyssey 1.198 καὶ βοῦς ἱρεύσασθαι, ἵνα πλησαίατο θυμόν. Odyssey 1.199 ἔνθα δυώδεκα μὲν μένον ἤματα δῖοι Ἀχαιοί· Odyssey 1.200 εἴλει γὰρ Βορέης ἄνεμος μέγας οὐδʼ ἐπὶ γαίῃ Odyssey 1.201 εἴα ἵστασθαι, χαλεπὸς δέ τις ὤρορε δαίμων. Odyssey 1.202 τῇ τρισκαιδεκάτῃ δʼ ἄνεμος πέσε, τοὶ δʼ ἀνάγοντο. Odyssey 1.203 ἴσκε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα· Odyssey 1.204 τῆς δʼ ἄρʼ ἀκουούσης ῥέε δάκρυα, τήκετο δὲ χρώς· Odyssey 1.205 ὡς δὲ χιὼν κατατήκετʼ ἐν ἀκροπόλοισιν ὄρεσσιν, Odyssey 1.206 ἥν τʼ Εὖρος κατέτηξεν, ἐπὴν Ζέφυρος καταχεύῃ· Odyssey 1.207 τηκομένης δʼ ἄρα τῆς ποταμοὶ πλήθουσι ῥέοντες· Odyssey 1.208 ὣς τῆς τήκετο καλὰ παρήϊα δάκρυ χεούσης, Odyssey 1.209 κλαιούσης ἑὸν ἄνδρα παρήμενον. αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.210 θυμῷ μὲν γοόωσαν ἑὴν ἐλέαιρε γυναῖκα, Odyssey 1.211 ὀφθαλμοὶ δʼ ὡς εἰ κέρα ἕστασαν ἠὲ σίδηρος Odyssey 1.212 ἀτρέμας ἐν βλεφάροισι· δόλῳ δʼ ὅ γε δάκρυα κεῦθεν. Odyssey 1.213 ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, Odyssey 1.214 ἐξαῦτίς μιν ἔπεσσιν ἀμειβομένη προσέειπε· Odyssey 1.215 νῦν μὲν δή σευ, ξεῖνέ γʼ, ὀΐω πειρήσεσθαι, Odyssey 1.216 εἰ ἐτεὸν δὴ κεῖθι σὺν ἀντιθέοις ἑτάροισι Odyssey 1.217 ξείνισας ἐν μεγάροισιν ἐμὸν πόσιν, ὡς ἀγορεύεις. Odyssey 1.218 εἰπέ μοι ὁπποῖʼ ἄσσα περὶ χροῒ εἵματα ἕστο, Odyssey 1.219 αὐτός θʼ οἷος ἔην, καὶ ἑταίρους, οἵ οἱ ἕποντο. Odyssey 1.220 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.221 ὦ γύναι, ἀργαλέον τόσσον χρόνον ἀμφὶς ἐόντα Odyssey 1.222 εἰπέμεν· ἤδη γάρ οἱ ἐεικοστὸν ἔτος ἐστὶν Odyssey 1.223 ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης· Odyssey 1.224 αὐτάρ τοι ἐρέω ὥς μοι ἰνδάλλεται ἦτορ. Odyssey 1.225 χλαῖναν πορφυρέην οὔλην ἔχε δῖος Ὀδυσσεύς, Odyssey 1.226 διπλῆν· αὐτάρ οἱ περόνη χρυσοῖο τέτυκτο Odyssey 1.227 αὐλοῖσιν διδύμοισι· πάροιθε δὲ δαίδαλον ἦεν· Odyssey 1.228 ἐν προτέροισι πόδεσσι κύων ἔχε ποικίλον ἐλλόν, Odyssey 1.229 ἀσπαίροντα λάων· τὸ δὲ θαυμάζεσκον ἅπαντες, Odyssey 1.230 ὡς οἱ χρύσεοι ἐόντες ὁ μὲν λάε νεβρὸν ἀπάγχων, Odyssey 1.231 αὐτὰρ ὁ ἐκφυγέειν μεμαὼς ἤσπαιρε πόδεσσι. Odyssey 1.232 τὸν δὲ χιτῶνʼ ἐνόησα περὶ χροῒ σιγαλόεντα, Odyssey 1.233 οἷόν τε κρομύοιο λοπὸν κάτα ἰσχαλέοιο· Odyssey 1.234 τὼς μὲν ἔην μαλακός, λαμπρὸς δʼ ἦν ἠέλιος ὥς· Odyssey 1.235 ἦ μὲν πολλαί γʼ αὐτὸν ἐθηήσαντο γυναῖκες. Odyssey 1.236 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Odyssey 1.237 οὐκ οἶδʼ ἢ τάδε ἕστο περὶ χροῒ οἴκοθʼ Ὀδυσσεύς, Odyssey 1.238 ἦ τις ἑταίρων δῶκε θοῆς ἐπὶ νηὸς ἰόντι, Odyssey 1.239 ἤ τίς που καὶ ξεῖνος, ἐπεὶ πολλοῖσιν Ὀδυσσεὺς Odyssey 1.240 ἔσκε φίλος· παῦροι γὰρ Ἀχαιῶν ἦσαν ὁμοῖοι. Odyssey 1.241 καί οἱ ἐγὼ χάλκειον ἄορ καὶ δίπλακα δῶκα Odyssey 1.242 καλὴν πορφυρέην καὶ τερμιόεντα χιτῶνα, Odyssey 1.243 αἰδοίως δʼ ἀπέπεμπον ἐϋσσέλμου ἐπὶ νηός. Odyssey 1.244 καὶ μέν οἱ κῆρυξ ὀλίγον προγενέστερος αὐτοῦ Odyssey 1.245 εἵπετο· καὶ τόν τοι μυθήσομαι, οἷος ἔην περ. Odyssey 1.246 γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος, Odyssey 1.247 Εὐρυβάτης δʼ ὄνομʼ ἔσκε· τίεν δέ μιν ἔξοχον ἄλλων Odyssey 1.248 ὧν ἑτάρων Ὀδυσεύς, ὅτι οἱ φρεσὶν ἄρτια ᾔδη. Odyssey 1.249 ὣς φάτο, τῇ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο, Odyssey 1.250 σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. Odyssey 1.251 ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο. Odyssey 1.252 καὶ τότε μιν μύθοισιν ἀμειβομένη προσέειπε· Odyssey 1.253 νῦν μὲν δή μοι, ξεῖνε, πάρος περ ἐὼν ἐλεεινός, Odyssey 1.254 ἐν μεγάροισιν ἐμοῖσι φίλος τʼ ἔσῃ αἰδοῖός τε· Odyssey 1.255 αὐτὴ γὰρ τάδε εἵματʼ ἐγὼ πόρον, οἷʼ ἀγορεύεις, Odyssey 1.256 πτύξασʼ ἐκ θαλάμου, περόνην τʼ ἐπέθηκα φαεινὴν Odyssey 1.257 κείνῳ ἄγαλμʼ ἔμεναι· τὸν δʼ οὐχ ὑποδέξομαι αὖτις Odyssey 1.258 οἴκαδε νοστήσαντα φίλην ἐς πατρίδα γαῖαν. Odyssey 1.259 τῷ ῥα κακῇ αἴσῃ κοίλης ἐπὶ νηὸς Ὀδυσσεὺς Odyssey 1.260 ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. Odyssey 1.261 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.262 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, Odyssey 1.263 μηκέτι νῦν χρόα καλὸν ἐναίρεο, μηδέ τι θυμὸν Odyssey 1.264 τῆκε, πόσιν γοόωσα. νεμεσσῶμαί γε μὲν οὐδέν· Odyssey 1.265 καὶ γάρ τίς τʼ ἀλλοῖον ὀδύρεται ἄνδρʼ ὀλέσασα Odyssey 1.266 κουρίδιον, τῷ τέκνα τέκῃ φιλότητι μιγεῖσα, Odyssey 1.267 ἢ Ὀδυσῆʼ, ὅν φασι θεοῖς ἐναλίγκιον εἶναι. Odyssey 1.268 ἀλλὰ γόου μὲν παῦσαι, ἐμεῖο δὲ σύνθεο μῦθον· Odyssey 1.269 νημερτέως γάρ τοι μυθήσομαι οὐδʼ ἐπικεύσω Odyssey 1.270 ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα Odyssey 1.271 ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, Odyssey 1.272 ζωοῦ· αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ Odyssey 1.273 αἰτίζων ἀνὰ δῆμον. ἀτὰρ ἐρίηρας ἑταίρους Odyssey 1.274 ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ, Odyssey 1.275 Θρινακίης ἄπο νήσου ἰών· ὀδύσαντο γὰρ αὐτῷ Odyssey 1.276 Ζεύς τε καὶ Ἠέλιος· τοῦ γὰρ βόας ἔκταν ἑταῖροι. Odyssey 1.277 οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ· Odyssey 1.278 τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου, Odyssey 1.279 Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν, Odyssey 1.280 οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο Odyssey 1.281 καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ Odyssey 1.282 οἴκαδʼ ἀπήμαντον. καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς Odyssey 1.283 ἤην· ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, Odyssey 1.284 χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι· Odyssey 1.285 ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων Odyssey 1.286 οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος. Odyssey 1.287 ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων· Odyssey 1.288 ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, Odyssey 1.289 νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, Odyssey 1.290 οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν. Odyssey 1.291 ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε· τύχησε γὰρ ἐρχομένη νηῦς Odyssey 1.292 ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον. Odyssey 1.293 καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς· Odyssey 1.294 καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι, Odyssey 1.295 ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος. Odyssey 1.296 τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο Odyssey 1.297 ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, Odyssey 1.298 ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν Odyssey 1.299 ἤδη δὴν ἀπεών, ἢ ἀμφαδὸν ἦε κρυφηδόν. Odyssey 1.300 ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη Odyssey 1.301 ἄγχι μάλʼ, οὐδʼ ἔτι τῆλε φίλων καὶ πατρίδος αἴης Odyssey 1.302 δηρὸν ἀπεσσεῖται· ἔμπης δέ τοι ὅρκια δώσω. Odyssey 1.303 ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, Odyssey 1.304 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· Odyssey 1.305 ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω. Odyssey 1.306 τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, Odyssey 1.307 τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο. Odyssey 1.308 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.309 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· Odyssey 1.310 τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα Odyssey 1.311 ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. Odyssey 1.312 ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ· Odyssey 1.313 οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς Odyssey 1.314 τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ Odyssey 1.315 οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε, Odyssey 1.316 ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. Odyssey 1.317 ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν, Odyssey 1.318 δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, Odyssey 1.319 ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται. Odyssey 1.320 ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε, Odyssey 1.321 ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται Odyssey 1.322 ἥμενος ἐν μεγάρῳ· τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων Odyssey 1.323 τοῦτον ἀνιάζῃ θυμοφθόρος· οὐδέ τι ἔργον Odyssey 1.324 ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς. Odyssey 1.325 πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν Odyssey 1.326 ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν, Odyssey 1.327 εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν Odyssey 1.328 δαινύῃ; ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν. Odyssey 1.329 ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, Odyssey 1.330 τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω Odyssey 1.331 ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες· Odyssey 1.332 ὃς δʼ ἂν ἀμύμων αὐτὸς ἔῃ καὶ ἀμύμονα εἰδῇ, Odyssey 1.333 τοῦ μέν τε κλέος εὐρὺ δὶα ξεῖνοι φορέουσι Odyssey 1.334 πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον. Odyssey 1.335 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.336 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, Odyssey 1.337 ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα Odyssey 1.338 ἤχθεθʼ, ὅτε πρῶτον Κρήτης ὄρεα νιφόεντα Odyssey 1.339 νοσφισάμην ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο, Odyssey 1.340 κείω δʼ ὡς τὸ πάρος περ ἀΰπνους νύκτας ἴαυον· Odyssey 1.341 πολλὰς γὰρ δὴ νύκτας ἀεικελίῳ ἐνὶ κοίτῃ Odyssey 1.342 ἄεσα καί τʼ ἀνέμεινα ἐΰθρονον Ἠῶ δῖαν. Odyssey 1.343 οὐδέ τί μοι ποδάνιπτρα ποδῶν ἐπιήρανα θυμῷ Odyssey 1.344 γίγνεται· οὐδὲ γυνὴ ποδὸς ἅψεται ἡμετέροιο Odyssey 1.345 τάων αἵ τοι δῶμα κάτα δρήστειραι ἔασιν, Odyssey 1.346 εἰ μή τις γρηῦς ἔστι παλαιή, κεδνὰ ἰδυῖα, Odyssey 1.347 ἥ τις δὴ τέτληκε τόσα φρεσὶν ὅσσα τʼ ἐγώ περ· Odyssey 1.348 τῇ δʼ οὐκ ἂν φθονέοιμι ποδῶν ἅψασθαι ἐμεῖο. Odyssey 1.349 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.350 ξεῖνε φίλʼ· οὐ γάρ πώ τις ἀνὴρ πεπνυμένος ὧδε Odyssey 1.351 ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα, Odyssey 1.352 ὡς σὺ μάλʼ εὐφραδέως πεπνυμένα πάντʼ ἀγορεύεις· Odyssey 1.353 ἔστι δέ μοι γρηῢς πυκινὰ φρεσὶ μήδεʼ ἔχουσα Odyssey 1.354 ἣ κεῖνον δύστηνον ἐῢ τρέφεν ἠδʼ ἀτίταλλε, Odyssey 1.355 δεξαμένη χείρεσσʼ, ὅτε μιν πρῶτον τέκε μήτηρ, Odyssey 1.356 ἥ σε πόδας νίψει, ὀλιγηπελέουσά περ ἔμπης. Odyssey 1.357 ἀλλʼ ἄγε νῦν ἀνστᾶσα, περίφρων Εὐρύκλεια, Odyssey 1.358 νίψον σοῖο ἄνακτος ὁμήλικα· καί που Ὀδυσσεὺς Odyssey 1.359 ἤδη τοιόσδʼ ἐστὶ πόδας τοιόσδε τε χεῖρας· Odyssey 1.360 αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηράσκουσιν. Odyssey 1.361 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ κατέσχετο χερσὶ πρόσωπα, Odyssey 1.362 δάκρυα δʼ ἔκβαλε θερμά, ἔπος δʼ ὀλοφυδνὸν ἔειπεν· Odyssey 1.363 ὤ μοι ἐγὼ σέο, τέκνον, ἀμήχανος· ἦ σε περὶ Ζεὺς Odyssey 1.364 ἀνθρώπων ἤχθηρε θεουδέα θυμὸν ἔχοντα. Odyssey 1.365 οὐ γάρ πώ τις τόσσα βροτῶν Διὶ τερπικεραύνῳ Odyssey 1.366 πίονα μηρίʼ ἔκηʼ οὐδʼ ἐξαίτους ἑκατόμβας, Odyssey 1.367 ὅσσα σὺ τῷ ἐδίδους, ἀρώμενος ἧος ἵκοιο Odyssey 1.368 γῆράς τε λιπαρὸν θρέψαιό τε φαίδιμον υἱόν· Odyssey 1.369 νῦν δέ τοι οἴῳ πάμπαν ἀφείλετο νόστιμον ἦμαρ. Odyssey 1.370 οὕτω που καὶ κείνῳ ἐφεψιόωντο γυναῖκες Odyssey 1.371 ξείνων τηλεδαπῶν, ὅτε τευ κλυτὰ δώμαθʼ ἵκοιτο, Odyssey 1.372 ὡς σέθεν αἱ κύνες αἵδε καθεψιόωνται ἅπασαι, Odyssey 1.373 τάων νῦν λώβην τε καὶ αἴσχεα πόλλʼ ἀλεείνων Odyssey 1.374 οὐκ ἐάᾳς νίζειν· ἐμὲ δʼ οὐκ ἀέκουσαν ἄνωγε Odyssey 1.375 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια. Odyssey 1.376 τῷ σε πόδας νίψω ἅμα τʼ αὐτῆς Πηνελοπείης Odyssey 1.377 καὶ σέθεν εἵνεκʼ, ἐπεί μοι ὀρώρεται ἔνδοθι θυμὸς Odyssey 1.378 κήδεσιν. ἀλλʼ ἄγε νῦν ξυνίει ἔπος, ὅττι κεν εἴπω· Odyssey 1.379 πολλοὶ δὴ ξεῖνοι ταλαπείριοι ἐνθάδʼ ἵκοντο, Odyssey 1.380 ἀλλʼ οὔ πώ τινά φημι ἐοικότα ὧδε ἰδέσθαι Odyssey 1.381 ὡς σὺ δέμας φωνήν τε πόδας τʼ Ὀδυσῆϊ ἔοικας. Odyssey 1.382 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.383 ὦ γρηῦ, οὕτω φασὶν ὅσοι ἴδον ὀφθαλμοῖσιν Odyssey 1.384 ἡμέας ἀμφοτέρους, μάλα εἰκέλω ἀλλήλοιϊν Odyssey 1.385 ἔμμεναι, ὡς σύ περ αὐτὴ ἐπιφρονέουσʼ ἀγορεύεις. Odyssey 1.386 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ λέβηθʼ ἕλε παμφανόωντα Odyssey 1.387 τοῦ πόδας ἐξαπένιζεν, ὕδωρ δʼ ἐνεχεύατο πουλὺ Odyssey 1.388 ψυχρόν, ἔπειτα δὲ θερμὸν ἐπήφυσεν. αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.389 ἷζεν ἐπʼ ἐσχαρόφιν, ποτὶ δὲ σκότον ἐτράπετʼ αἶψα· Odyssey 1.390 αὐτίκα γὰρ κατὰ θυμὸν ὀΐσατο, μή ἑ λαβοῦσα Odyssey 1.391 οὐλὴν ἀμφράσσαιτο καὶ ἀμφαδὰ ἔργα γένοιτο. Odyssey 1.392 νίζε δʼ ἄρʼ ἆσσον ἰοῦσα ἄναχθʼ ἑόν· αὐτίκα δʼ ἔγνω Odyssey 1.393 οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι Odyssey 1.394 Παρνησόνδʼ ἐλθόντα μετʼ Αὐτόλυκόν τε καὶ υἷας, Odyssey 1.395 μητρὸς ἑῆς πάτερʼ ἐσθλόν, ὃς ἀνθρώπους ἐκέκαστο Odyssey 1.396 κλεπτοσύνῃ θʼ ὅρκῳ τε· θεὸς δέ οἱ αὐτὸς ἔδωκεν Odyssey 1.397 Ἑρμείας· τῷ γὰρ κεχαρισμένα μηρία καῖεν Odyssey 1.398 ἀρνῶν ἠδʼ ἐρίφων· ὁ δέ οἱ πρόφρων ἅμʼ ὀπήδει. Odyssey 1.399 Αὐτόλυκος δʼ ἐλθὼν Ἰθάκης ἐς πίονα δῆμον Odyssey 1.400 παῖδα νέον γεγαῶτα κιχήσατο θυγατέρος ἧς· Odyssey 1.401 τόν ῥά οἱ Εὐρύκλεια φίλοις ἐπὶ γούνασι θῆκε Odyssey 1.402 παυομένῳ δόρποιο, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.403 Αὐτόλυκʼ, αὐτὸς νῦν ὄνομʼ εὕρεο ὅττι κε θῆαι Odyssey 1.404 παιδὸς παιδὶ φίλῳ· πολυάρητος δέ τοί ἐστιν. Odyssey 1.405 τὴν δʼ αὖτʼ Αὐτόλυκος ἀπαμείβετο φώνησέν τε· Odyssey 1.406 γαμβρὸς ἐμὸς θυγάτηρ τε, τίθεσθʼ ὄνομʼ ὅττι κεν εἴπω· Odyssey 1.407 πολλοῖσιν γὰρ ἐγώ γε ὀδυσσάμενος τόδʼ ἱκάνω, Odyssey 1.408 ἀνδράσιν ἠδὲ γυναιξὶν ἀνὰ χθόνα πουλυβότειραν· Odyssey 1.409 τῷ δʼ Ὀδυσεὺς ὄνομʼ ἔστω ἐπώνυμον· αὐτὰρ ἐγώ γε, Odyssey 1.410 ὁππότʼ ἂν ἡβήσας μητρώϊον ἐς μέγα δῶμα Odyssey 1.411 ἔλθῃ Παρνησόνδʼ, ὅθι πού μοι κτήματʼ ἔασι, Odyssey 1.412 τῶν οἱ ἐγὼ δώσω καί μιν χαίροντʼ ἀποπέμψω. Odyssey 1.413 τῶν ἕνεκʼ ἦλθʼ Ὀδυσεύς, ἵνα οἱ πόροι ἀγλαὰ δῶρα. Odyssey 1.414 τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο Odyssey 1.415 χερσίν τʼ ἠσπάζοντο ἔπεσσί τε μειλιχίοισι· Odyssey 1.416 μήτηρ δʼ Ἀμφιθέη μητρὸς περιφῦσʼ Ὀδυσῆϊ Odyssey 1.417 κύσσʼ ἄρα μιν κεφαλήν τε καὶ ἄμφω φάεα καλά. Odyssey 1.418 Αὐτόλυκος δʼ υἱοῖσιν ἐκέκλετο κυδαλίμοισι Odyssey 1.419 δεῖπνον ἐφοπλίσσαι· τοὶ δʼ ὀτρύνοντος ἄκουσαν, Odyssey 1.420 αὐτίκα δʼ εἰσάγαγον βοῦν ἄρσενα πενταέτηρον· Odyssey 1.421 τὸν δέρον ἀμφί θʼ ἕπον, καί μιν διέχευαν ἅπαντα, Odyssey 1.422 μίστυλλόν τʼ ἄρʼ ἐπισταμένως πεῖράν τʼ ὀβελοῖσιν, Odyssey 1.423 ὤπτησάν τε περιφραδέως, δάσσαντό τε μοίρας. Odyssey 1.424 ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα Odyssey 1.425 δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης· Odyssey 1.426 ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν, Odyssey 1.427 δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο. Odyssey 1.428 ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.429 βάν ῥʼ ἴμεν ἐς θήρην, ἠμὲν κύνες ἠδὲ καὶ αὐτοὶ Odyssey 1.430 υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς Odyssey 1.431 ἤϊεν· αἰπὺ δʼ ὄρος προσέβαν καταειμένον ὕλῃ Odyssey 1.432 Παρνησοῦ, τάχα δʼ ἵκανον πτύχας ἠνεμοέσσας. Odyssey 1.433 Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας Odyssey 1.434 ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο, Odyssey 1.435 οἱ δʼ ἐς βῆσσαν ἵκανον ἐπακτῆρες· πρὸ δʼ ἄρʼ αὐτῶν Odyssey 1.436 ἴχνιʼ ἐρευνῶντες κύνες ἤϊσαν, αὐτὰρ ὄπισθεν Odyssey 1.437 υἱέες Αὐτολύκου· μετὰ τοῖσι δὲ δῖος Ὀδυσσεὺς Odyssey 1.438 ἤϊεν ἄγχι κυνῶν, κραδάων δολιχόσκιον ἔγχος. Odyssey 1.439 ἔνθα δʼ ἄρʼ ἐν λόχμῃ πυκινῇ κατέκειτο μέγας σῦς· Odyssey 1.440 τὴν μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων, Odyssey 1.441 οὔτε μιν Ἠέλιος φαέθων ἀκτῖσιν ἔβαλλεν, Odyssey 1.442 οὔτʼ ὄμβρος περάασκε διαμπερές· ὣς ἄρα πυκνὴ Odyssey 1.443 ἦεν, ἀτὰρ φύλλων ἐνέην χύσις ἤλιθα πολλή. Odyssey 1.444 τὸν δʼ ἀνδρῶν τε κυνῶν τε περὶ κτύπος ἦλθε ποδοῖϊν, Odyssey 1.445 ὡς ἐπάγοντες ἐπῇσαν· ὁ δʼ ἀντίος ἐκ ξυλόχοιο Odyssey 1.446 φρίξας εὖ λοφιήν, πῦρ δʼ ὀφθαλμοῖσι δεδορκώς, Odyssey 1.447 στῆ ῥʼ αὐτῶν σχεδόθεν· ὁ δʼ ἄρα πρώτιστος Ὀδυσσεὺς Odyssey 1.448 ἔσσυτʼ ἀνασχόμενος δολιχὸν δόρυ χειρὶ παχείῃ, Odyssey 1.449 οὐτάμεναι μεμαώς· ὁ δέ μιν φθάμενος ἔλασεν σῦς Odyssey 1.450 γουνὸς ὕπερ, πολλὸν δὲ διήφυσε σαρκὸς ὀδόντι Odyssey 1.451 λικριφὶς ἀΐξας, οὐδʼ ὀστέον ἵκετο φωτός. Odyssey 1.452 τὸν δʼ Ὀδυσεὺς οὔτησε τυχὼν κατὰ δεξιὸν ὦμον, Odyssey 1.453 ἀντικρὺ δὲ διῆλθε φαεινοῦ δουρὸς ἀκωκή· Odyssey 1.454 κὰδ δʼ ἔπεσʼ ἐν κονίῃσι μακών, ἀπὸ δʼ ἔπτατο θυμός. Odyssey 1.455 τὸν μὲν ἄρʼ Αὐτολύκου παῖδες φίλοι ἀμφεπένοντο, Odyssey 1.456 ὠτειλὴν δʼ Ὀδυσῆος ἀμύμονος ἀντιθέοιο Odyssey 1.457 δῆσαν ἐπισταμένως, ἐπαοιδῇ δʼ αἷμα κελαινὸν Odyssey 1.458 ἔσχεθον, αἶψα δʼ ἵκοντο φίλου πρὸς δώματα πατρός. Odyssey 1.459 τὸν μὲν ἄρʼ Αὐτόλυκός τε καὶ υἱέες Αὐτολύκοιο Odyssey 1.460 εὖ ἰησάμενοι ἠδʼ ἀγλαὰ δῶρα πορόντες Odyssey 1.461 καρπαλίμως χαίροντα φίλην ἐς πατρίδʼ ἔπεμπον Odyssey 1.462 εἰς Ἰθάκην. τῷ μέν ῥα πατὴρ καὶ πότνια μήτηρ Odyssey 1.463 χαῖρον νοστήσαντι καὶ ἐξερέεινον ἕκαστα, Odyssey 1.464 οὐλὴν ὅττι πάθοι· ὁ δʼ ἄρα σφίσιν εὖ κατέλεξεν Odyssey 1.465 ὥς μιν θηρεύοντʼ ἔλασεν σῦς λευκῷ ὀδόντι, Odyssey 1.466 Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. Odyssey 1.467 τὴν γρηῢς χείρεσσι καταπρηνέσσι λαβοῦσα Odyssey 1.468 γνῶ ῥʼ ἐπιμασσαμένη, πόδα δὲ προέηκε φέρεσθαι· Odyssey 1.469 ἐν δὲ λέβητι πέσε κνήμη, κανάχησε δὲ χαλκός, Odyssey 1.470 ἂψ δʼ ἑτέρωσʼ ἐκλίθη· τὸ δʼ ἐπὶ χθονὸς ἐξέχυθʼ ὕδωρ. Odyssey 1.471 τὴν δʼ ἅμα χάρμα καὶ ἄλγος ἕλε φρένα, τὼ δέ οἱ ὄσσε Odyssey 1.472 δακρυόφι πλῆσθεν, θαλερὴ δέ οἱ ἔσχετο φωνή. Odyssey 1.473 ἁψαμένη δὲ γενείου Ὀδυσσῆα προσέειπεν· Odyssey 1.474 ἦ μάλʼ Ὀδυσσεύς ἐσσι, φίλον τέκος· οὐδέ σʼ ἐγώ γε Odyssey 1.475 πρὶν ἔγνων, πρὶν πάντα ἄνακτʼ ἐμὸν ἀμφαφάασθαι. Odyssey 1.476 ἦ καὶ Πηνελόπειαν ἐσέδρακεν ὀφθαλμοῖσι, Odyssey 1.477 πεφραδέειν ἐθέλουσα φίλον πόσιν ἔνδον ἐόντα. Odyssey 1.478 ἡ δʼ οὔτʼ ἀθρῆσαι δύνατʼ ἀντίη οὔτε νοῆσαι· Odyssey 1.479 τῇ γὰρ Ἀθηναίη νόον ἔτραπεν· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.480 χεῖρʼ ἐπιμασσάμενος φάρυγος λάβε δεξιτερῆφι, Odyssey 1.481 τῇ δʼ ἑτέρῃ ἕθεν ἆσσον ἐρύσσατο φώνησέν τε. Odyssey 1.482 μαῖα, τίη μʼ ἐθέλεις ὀλέσαι; σὺ δέ μʼ ἔτρεφες αὐτὴ Odyssey 1.483 τῷ σῷ ἐπὶ μαζῷ· νῦν δʼ ἄλγεα πολλὰ μογήσας Odyssey 1.484 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. Odyssey 1.485 ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, Odyssey 1.486 σίγα, μή τίς τʼ ἄλλος ἐνὶ μεγάροισι πύθηται. Odyssey 1.487 ὧδε γὰρ ἐξερέω, καὶ μὴν τετελεσμένον ἔσται· Odyssey 1.488 εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, Odyssey 1.489 οὐδὲ τροφοῦ οὔσης σεῦ ἀφέξομαι, ὁππότʼ ἂν ἄλλας Odyssey 1.490 δμῳὰς ἐν μεγάροισιν ἐμοῖς κτείνωμι γυναῖκας. Odyssey 1.491 τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· Odyssey 1.492 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων. Odyssey 1.493 οἶσθα μὲν οἷον ἐμὸν μένος ἔμπεδον οὐδʼ ἐπιεικτόν, Odyssey 1.494 ἕξω δʼ ὡς ὅτε τις στερεὴ λίθος ἠὲ σίδηρος. Odyssey 1.495 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Odyssey 1.496 εἴ χʼ ὑπό σοι γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, Odyssey 1.497 δὴ τότε τοι καταλέξω ἐνὶ μεγάροισι γυναῖκας, Odyssey 1.498 αἵ τέ σʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσι. Odyssey 1.499 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.500 μαῖα, τίη δὲ σὺ τὰς μυθήσεαι; οὐδέ τί σε χρή. Odyssey 1.501 εὖ νυ καὶ αὐτὸς ἐγὼ φράσομαι καὶ εἴσομʼ ἑκάστην· Odyssey 1.502 ἀλλʼ ἔχε σιγῇ μῦθον, ἐπίτρεψον δὲ θεοῖσιν. Odyssey 1.503 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει Odyssey 1.504 οἰσομένη ποδάνιπτρα· τὰ γὰρ πρότερʼ ἔκχυτο πάντα. Odyssey 1.505 αὐτὰρ ἐπεὶ νίψεν τε καὶ ἤλειψεν λίπʼ ἐλαίῳ, Odyssey 1.506 αὖτις ἄρʼ ἀσσοτέρω πυρὸς ἕλκετο δίφρον Ὀδυσσεὺς Odyssey 1.507 θερσόμενος, οὐλὴν δὲ κατὰ ῥακέεσσι κάλυψε. Odyssey 1.508 τοῖσι δὲ μύθων ἦρχε περίφρων Πηνελόπεια· Odyssey 1.509 ξεῖνε, τὸ μέν σʼ ἔτι τυτθὸν ἐγὼν εἰρήσομαι αὐτή· Odyssey 1.510 καὶ γὰρ δὴ κοίτοιο τάχʼ ἔσσεται ἡδέος ὥρη, Odyssey 1.511 ὅν τινά γʼ ὕπνος ἕλοι γλυκερός, καὶ κηδόμενόν περ. Odyssey 1.512 αὐτὰρ ἐμοὶ καὶ πένθος ἀμέτρητον πόρε δαίμων· Odyssey 1.513 ἤματα μὲν γὰρ τέρπομʼ ὀδυρομένη, γοόωσα, Odyssey 1.514 ἔς τʼ ἐμὰ ἔργʼ ὁρόωσα καὶ ἀμφιπόλων ἐνὶ οἴκῳ· Odyssey 1.515 αὐτὰρ ἐπὴν νὺξ ἔλθῃ, ἕλῃσί τε κοῖτος ἅπαντας, Odyssey 1.516 κεῖμαι ἐνὶ λέκτρῳ, πυκιναὶ δέ μοι ἀμφʼ ἀδινὸν κῆρ Odyssey 1.517 ὀξεῖαι μελεδῶνες ὀδυρομένην ἐρέθουσιν. Odyssey 1.518 ὡς δʼ ὅτε Πανδαρέου κούρη, χλωρηῒς ἀηδών, Odyssey 1.519 καλὸν ἀείδῃσιν ἔαρος νέον ἱσταμένοιο, Odyssey 1.520 δενδρέων ἐν πετάλοισι καθεζομένη πυκινοῖσιν, Odyssey 1.521 ἥ τε θαμὰ τρωπῶσα χέει πολυηχέα φωνήν, Odyssey 1.522 παῖδʼ ὀλοφυρομένη Ἴτυλον φίλον, ὅν ποτε χαλκῷ Odyssey 1.523 κτεῖνε διʼ ἀφραδίας, κοῦρον Ζήθοιο ἄνακτος, Odyssey 1.524 ὣς καὶ ἐμοὶ δίχα θυμὸς ὀρώρεται ἔνθα καὶ ἔνθα, Odyssey 1.525 ἠὲ μένω παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσω, Odyssey 1.526 κτῆσιν ἐμήν, δμῶάς τε καὶ ὑψερεφὲς μέγα δῶμα, Odyssey 1.527 εὐνήν τʼ αἰδομένη πόσιος δήμοιό τε φῆμιν, Odyssey 1.528 ἦ ἤδη ἅμʼ ἕπωμαι Ἀχαιῶν ὅς τις ἄριστος Odyssey 1.529 μνᾶται ἐνὶ μεγάροισι, πορὼν ἀπερείσια ἕδνα. Odyssey 1.530 παῖς δʼ ἐμὸς ἧος ἔην ἔτι νήπιος ἠδὲ χαλίφρων, Odyssey 1.531 γήμασθʼ οὔ μʼ εἴα πόσιος κατὰ δῶμα λιποῦσαν· Odyssey 1.532 νῦν δʼ ὅτε δὴ μέγας ἐστὶ καὶ ἥβης μέτρον ἱκάνει, Odyssey 1.533 καὶ δή μʼ ἀρᾶται πάλιν ἐλθέμεν ἐκ μεγάροιο, Odyssey 1.534 κτήσιος ἀσχαλόων, τήν οἱ κατέδουσιν Ἀχαιοί. Odyssey 1.535 ἀλλʼ ἄγε μοι τὸν ὄνειρον ὑπόκριναι καὶ ἄκουσον. Odyssey 1.536 χῆνές μοι κατὰ οἶκον ἐείκοσι πυρὸν ἔδουσιν Odyssey 1.537 ἐξ ὕδατος, καί τέ σφιν ἰαίνομαι εἰσορόωσα· Odyssey 1.538 ἐλθὼν δʼ ἐξ ὄρεος μέγας αἰετὸς ἀγκυλοχείλης Odyssey 1.539 πᾶσι κατʼ αὐχένας ἦξε καὶ ἔκτανεν· οἱ δʼ ἐκέχυντο Odyssey 1.540 ἀθρόοι ἐν μεγάροις, ὁ δʼ ἐς αἰθέρα δῖαν ἀέρθη. Odyssey 1.541 αὐτὰρ ἐγὼ κλαῖον καὶ ἐκώκυον ἔν περ ὀνείρῳ, Odyssey 1.542 ἀμφὶ δʼ ἔμʼ ἠγερέθοντο ἐϋπλοκαμῖδες Ἀχαιαί, Odyssey 1.543 οἴκτρʼ ὀλοφυρομένην ὅ μοι αἰετὸς ἔκτανε χῆνας. Odyssey 1.544 ἂψ δʼ ἐλθὼν κατʼ ἄρʼ ἕζετʼ ἐπὶ προὔχοντι μελάθρῳ, Odyssey 1.545 φωνῇ δὲ βροτέῃ κατερήτυε φώνησέν τε· Odyssey 1.546 θάρσει, Ἰκαρίου κούρη τηλεκλειτοῖο· Odyssey 1.547 οὐκ ὄναρ, ἀλλʼ ὕπαρ ἐσθλόν, ὅ τοι τετελεσμένον ἔσται. Odyssey 1.548 χῆνες μὲν μνηστῆρες, ἐγὼ δέ τοι αἰετὸς ὄρνις Odyssey 1.549 ἦα πάρος, νῦν αὖτε τεὸς πόσις εἰλήλουθα, Odyssey 1.550 ὃς πᾶσι μνηστῆρσιν ἀεικέα πότμον ἐφήσω. Odyssey 1.551 ὣς ἔφατʼ, αὐτὰρ ἐμὲ μελιηδὴς ὕπνος ἀνῆκε· Odyssey 1.552 παπτήνασα δὲ χῆνας ἐνὶ μεγάροισι νόησα Odyssey 1.553 πυρὸν ἐρεπτομένους παρὰ πύελον, ἧχι πάρος περ. Odyssey 1.554 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.555 ὦ γύναι, οὔ πως ἔστιν ὑποκρίνασθαι ὄνειρον Odyssey 1.556 ἄλλῃ ἀποκλίναντʼ, ἐπεὶ ἦ ῥά τοι αὐτὸς Ὀδυσσεὺς Odyssey 1.557 πέφραδʼ ὅπως τελέει· μνηστῆρσι δὲ φαίνετʼ ὄλεθρος Odyssey 1.558 πᾶσι μάλʼ, οὐδέ κέ τις θάνατον καὶ κῆρας ἀλύξει. Odyssey 1.559 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.560 ξεῖνʼ, ἦ τοι μὲν ὄνειροι ἀμήχανοι ἀκριτόμυθοι Odyssey 1.561 γίγνοντʼ, οὐδέ τι πάντα τελείεται ἀνθρώποισι. Odyssey 1.562 δοιαὶ γάρ τε πύλαι ἀμενηνῶν εἰσὶν ὀνείρων· Odyssey 1.563 αἱ μὲν γὰρ κεράεσσι τετεύχαται, αἱ δʼ ἐλέφαντι· Odyssey 1.564 τῶν οἳ μέν κʼ ἔλθωσι διὰ πριστοῦ ἐλέφαντος, Odyssey 1.565 οἵ ῥʼ ἐλεφαίρονται, ἔπεʼ ἀκράαντα φέροντες· Odyssey 1.566 οἱ δὲ διὰ ξεστῶν κεράων ἔλθωσι θύραζε, Odyssey 1.567 οἵ ῥʼ ἔτυμα κραίνουσι, βροτῶν ὅτε κέν τις ἴδηται. Odyssey 1.568 ἀλλʼ ἐμοὶ οὐκ ἐντεῦθεν ὀΐομαι αἰνὸν ὄνειρον Odyssey 1.569 ἐλθέμεν· ἦ κʼ ἀσπαστὸν ἐμοὶ καὶ παιδὶ γένοιτο. Odyssey 1.570 ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσιν· Odyssey 1.571 ἥδε δὴ ἠὼς εἶσι δυσώνυμος, ἥ μʼ Ὀδυσῆος Odyssey 1.572 οἴκου ἀποσχήσει· νῦν γὰρ καταθήσω ἄεθλον, Odyssey 1.573 τοὺς πελέκεας, τοὺς κεῖνος ἐνὶ μεγάροισιν ἑοῖσιν Odyssey 1.574 ἵστασχʼ ἑξείης, δρυόχους ὥς, δώδεκα πάντας· Odyssey 1.575 στὰς δʼ ὅ γε πολλὸν ἄνευθε διαρρίπτασκεν ὀϊστόν. Odyssey 1.576 νῦν δὲ μνηστήρεσσιν ἄεθλον τοῦτον ἐφήσω· Odyssey 1.577 ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι Odyssey 1.578 καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, Odyssey 1.579 τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα Odyssey 1.580 κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο· Odyssey 1.581 τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ. Odyssey 1.582 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.583 ὦ γύναι αἰδοίη Λαερτιάδεω Ὀδυσῆος, Odyssey 1.584 μηκέτι νῦν ἀνάβαλλε δόμοις ἔνι τοῦτον ἄεθλον· Odyssey 1.585 πρὶν γάρ τοι πολύμητις ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, Odyssey 1.586 πρὶν τούτους τόδε τόξον ἐΰξοον ἀμφαφόωντας Odyssey 1.587 νευρήν τʼ ἐντανύσαι διοϊστεῦσαί τε σιδήρου. Odyssey 1.588 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.589 εἴ κʼ ἐθέλοις μοι, ξεῖνε, παρήμενος ἐν μεγάροισι Odyssey 1.590 τέρπειν, οὔ κέ μοι ὕπνος ἐπὶ βλεφάροισι χυθείη. Odyssey 1.591 ἀλλʼ οὐ γάρ πως ἔστιν ἀΰπνους ἔμμεναι αἰεὶ Odyssey 1.592 ἀνθρώπους· ἐπὶ γάρ τοι ἑκάστῳ μοῖραν ἔθηκαν Odyssey 1.593 ἀθάνατοι θνητοῖσιν ἐπὶ ζείδωρον ἄρουραν. Odyssey 1.594 ἀλλʼ ἦ τοι μὲν ἐγὼν ὑπερώϊον εἰσαναβᾶσα Odyssey 1.595 λέξομαι εἰς εὐνήν, ἥ μοι στονόεσσα τέτυκται, Odyssey 1.596 αἰεὶ δάκρυσʼ ἐμοῖσι πεφυρμένη, ἐξ οὗ Ὀδυσσεὺς Odyssey 1.597 ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. Odyssey 1.598 ἔνθα κε λεξαίμην· σὺ δὲ λέξεο τῷδʼ ἐνὶ οἴκῳ, Odyssey 1.599 ἢ χαμάδις στορέσας ἤ τοι κατὰ δέμνια θέντων. Odyssey 1.600 ὣς εἰποῦσʼ ἀνέβαινʼ ὑπερώϊα σιγαλόεντα, Odyssey 1.601 οὐκ οἴη, ἅμα τῇ γε καὶ ἀμφίπολοι κίον ἄλλαι. Odyssey 1.602 ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ Odyssey 1.603 κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον Odyssey 1.604 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. Odyssey 1.1 αὐτὰρ ὁ ἐν προδόμῳ εὐνάζετο δῖος Ὀδυσσεύς· Odyssey 1.2 κὰμ μὲν ἀδέψητον βοέην στόρεσʼ, αὐτὰρ ὕπερθε Odyssey 1.3 κώεα πόλλʼ ὀΐων, τοὺς ἱρεύεσκον Ἀχαιοί· Odyssey 1.4 Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. Odyssey 1.5 ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ Odyssey 1.6 κεῖτʼ ἐγρηγορόων· ταὶ δʼ ἐκ μεγάροιο γυναῖκες Odyssey 1.7 ἤϊσαν, αἳ μνηστῆρσιν ἐμισγέσκοντο πάρος περ, Odyssey 1.8 ἀλλήλῃσι γέλω τε καὶ εὐφροσύνην παρέχουσαι. Odyssey 1.9 τοῦ δʼ ὠρίνετο θυμὸς ἐνὶ στήθεσσι φίλοισι· Odyssey 1.10 πολλὰ δὲ μερμήριζε κατὰ φρένα καὶ κατὰ θυμόν, Odyssey 1.11 ἠὲ μεταΐξας θάνατον τεύξειεν ἑκάστῃ, Odyssey 1.12 ἦ ἔτʼ ἐῷ μνηστῆρσιν ὑπερφιάλοισι μιγῆναι Odyssey 1.13 ὕστατα καὶ πύματα, κραδίη δέ οἱ ἔνδον ὑλάκτει. Odyssey 1.14 ὡς δὲ κύων ἀμαλῇσι περὶ σκυλάκεσσι βεβῶσα Odyssey 1.15 ἄνδρʼ ἀγνοιήσασʼ ὑλάει μέμονέν τε μάχεσθαι, Odyssey 1.16 ὥς ῥα τοῦ ἔνδον ὑλάκτει ἀγαιομένου κακὰ ἔργα· Odyssey 1.17 στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Odyssey 1.18 τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτʼ ἔτλης. Odyssey 1.19 ἤματι τῷ ὅτε μοι μένος ἄσχετος ἤσθιε Κύκλωψ Odyssey 1.20 ἰφθίμους ἑτάρους· σὺ δʼ ἐτόλμας, ὄφρα σε μῆτις Odyssey 1.21 ἐξάγαγʼ ἐξ ἄντροιο ὀϊόμενον θανέεσθαι. Odyssey 1.22 ὣς ἔφατʼ, ἐν στήθεσσι καθαπτόμενος φίλον ἦτορ· Odyssey 1.23 τῷ δὲ μάλʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα Odyssey 1.24 νωλεμέως· ἀτὰρ αὐτὸς ἑλίσσετο ἔνθα καὶ ἔνθα. Odyssey 1.25 ὡς δʼ ὅτε γαστέρʼ ἀνὴρ πολέος πυρὸς αἰθομένοιο, Odyssey 1.26 ἐμπλείην κνίσης τε καὶ αἵματος, ἔνθα καὶ ἔνθα Odyssey 1.27 αἰόλλῃ, μάλα δʼ ὦκα λιλαίεται ὀπτηθῆναι, Odyssey 1.28 ὣς ἄρʼ ὅ γʼ ἔνθα καὶ ἔνθα ἑλίσσετο, μερμηρίζων Odyssey 1.29 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει Odyssey 1.30 μοῦνος ἐὼν πολέσι. σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη Odyssey 1.31 οὐρανόθεν καταβᾶσα· δέμας δʼ ἤϊκτο γυναικί· Odyssey 1.32 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπε· Odyssey 1.33 τίπτʼ αὖτʼ ἐγρήσσεις, πάντων περὶ κάμμορε φωτῶν; Odyssey 1.34 οἶκος μέν τοι ὅδʼ ἐστί, γυνὴ δέ τοι ἥδʼ ἐνὶ οἴκῳ Odyssey 1.35 καὶ, πάϊς, οἷόν πού τις ἐέλδεται ἔμμεναι υἷα. Odyssey 1.36 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.37 ναὶ δὴ ταῦτά γε πάντα, θεά, κατὰ μοῖραν ἔειπες· Odyssey 1.38 ἀλλά τί μοι τόδε θυμὸς ἐνὶ φρεσὶ μερμηρίζει, Odyssey 1.39 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσω, Odyssey 1.40 μοῦνος ἐών· οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔασι. Odyssey 1.41 πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶ μερμηρίζω· Odyssey 1.42 εἴ περ γὰρ κτείναιμι Διός τε σέθεν τε ἕκητι, Odyssey 1.43 πῆ κεν ὑπεκπροφύγοιμι; τά σε φράζεσθαι ἄνωγα. Odyssey 1.44 τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.45 σχέτλιε, καὶ μέν τίς τε χερείονι πείθεθʼ ἑταίρῳ, Odyssey 1.46 ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδεν· Odyssey 1.47 αὐτὰρ ἐγὼ θεός εἰμι, διαμπερὲς ἥ σε φυλάσσω Odyssey 1.48 ἐν πάντεσσι πόνοις. ἐρέω δέ τοι ἐξαναφανδόν· Odyssey 1.49 εἴ περ πεντήκοντα λόχοι μερόπων ἀνθρώπων Odyssey 1.50 νῶϊ περισταῖεν, κτεῖναι μεμαῶτες Ἄρηϊ, Odyssey 1.51 καί κεν τῶν ἐλάσαιο βόας καὶ ἴφια μῆλα. Odyssey 1.52 ἀλλʼ ἑλέτω σε καὶ ὕπνος· ἀνίη καὶ τὸ φυλάσσειν Odyssey 1.53 πάννυχον ἐγρήσσοντα, κακῶν δʼ ὑποδύσεαι ἤδη. Odyssey 1.54 ὣς φάτο, καί ῥά οἱ ὕπνον ἐπὶ βλεφάροισιν ἔχευεν, Odyssey 1.55 αὐτὴ δʼ ἂψ ἐς Ὄλυμπον ἀφίκετο δῖα θεάων. Odyssey 1.56 εὖτε τὸν ὕπνος ἔμαρπτε, λύων μελεδήματα θυμοῦ, Odyssey 1.57 λυσιμελής, ἄλοχος δʼ ἄρʼ ἐπέγρετο κεδνὰ ἰδυῖα· Odyssey 1.58 κλαῖε δʼ ἄρʼ ἐν λέκτροισι καθεζομένη μαλακοῖσιν. Odyssey 1.59 αὐτὰρ ἐπεὶ κλαίουσα κορέσσατο ὃν κατὰ θυμόν, Odyssey 1.60 Ἀρτέμιδι πρώτιστον ἐπεύξατο δῖα γυναικῶν· Odyssey 1.61 Ἄρτεμι, πότνα θεά, θύγατερ Διός, αἴθε μοι ἤδη Odyssey 1.62 ἰὸν ἐνὶ στήθεσσι βαλοῦσʼ ἐκ θυμὸν ἕλοιο Odyssey 1.63 αὐτίκα νῦν, ἢ ἔπειτα μʼ ἀναρπάξασα θύελλα Odyssey 1.64 οἴχοιτο προφέρουσα κατʼ ἠερόεντα κέλευθα, Odyssey 1.65 ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο. Odyssey 1.66 ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· Odyssey 1.67 τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο Odyssey 1.68 ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη Odyssey 1.69 τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· Odyssey 1.70 Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν Odyssey 1.71 εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, Odyssey 1.72 ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι. Odyssey 1.73 εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, Odyssey 1.74 κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο— Odyssey 1.75 ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, Odyssey 1.76 μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων— Odyssey 1.77 τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο Odyssey 1.78 καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· Odyssey 1.79 ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, Odyssey 1.80 ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα Odyssey 1.81 ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην, Odyssey 1.82 μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα. Odyssey 1.83 ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις Odyssey 1.84 ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, Odyssey 1.85 νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων, Odyssey 1.86 ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ— Odyssey 1.87 αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων. Odyssey 1.88 τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ, Odyssey 1.89 τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ Odyssey 1.90 χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη. Odyssey 1.91 ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς. Odyssey 1.92 τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς· Odyssey 1.93 μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν Odyssey 1.94 ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι. Odyssey 1.95 χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν, Odyssey 1.96 ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην Odyssey 1.97 θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών· Odyssey 1.98 Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν Odyssey 1.99 ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην, Odyssey 1.100 φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων Odyssey 1.101 ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω. Odyssey 1.102 ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς, Odyssey 1.103 αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, Odyssey 1.104 ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς. Odyssey 1.105 φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς Odyssey 1.106 πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν, Odyssey 1.107 τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες Odyssey 1.108 ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν. Odyssey 1.109 αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, Odyssey 1.110 ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο· Odyssey 1.111 ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι· Odyssey 1.112 Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, Odyssey 1.113 ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος, Odyssey 1.114 οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις. Odyssey 1.115 κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω· Odyssey 1.116 μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε Odyssey 1.117 ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν, Odyssey 1.118 οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν Odyssey 1.119 ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν. Odyssey 1.120 ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς Odyssey 1.121 Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας. Odyssey 1.122 αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος Odyssey 1.123 ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ. Odyssey 1.124 Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, Odyssey 1.125 εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ· Odyssey 1.126 ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, Odyssey 1.127 εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ· Odyssey 1.128 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε· Odyssey 1.129 μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ Odyssey 1.130 εὐνῇ καὶ σίτῳ, ἦ αὔτως κεῖται ἀκηδής; Odyssey 1.131 τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· Odyssey 1.132 ἐμπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων Odyssey 1.133 χείρονα, τὸν δέ τʼ ἀρείονʼ ἀτιμήσασʼ ἀποπέμπει. Odyssey 1.134 τὸν δʼ αὖτε προσέειπε περίφρων Εὐρύκλεια· Odyssey 1.135 οὐκ ἄν μιν νῦν, τέκνον, ἀναίτιον αἰτιόῳο. Odyssey 1.136 οἶνον μὲν γὰρ πῖνε καθήμενος, ὄφρʼ ἔθελʼ αὐτός, Odyssey 1.137 σίτου δʼ οὐκέτʼ ἔφη πεινήμεναι· εἴρετο γάρ μιν. Odyssey 1.138 ἀλλʼ ὅτε δὴ κοίτοιο καὶ ὕπνου μιμνήσκοιτο, Odyssey 1.139 ἡ μὲν δέμνιʼ ἄνωγεν ὑποστορέσαι δμῳῇσιν, Odyssey 1.140 αὐτὰρ ὅ γʼ, ὥς τις πάμπαν ὀϊζυρὸς καὶ ἄποτμος, Odyssey 1.141 οὐκ ἔθελʼ ἐν λέκτροισι καὶ ἐν ῥήγεσσι καθεύδειν, Odyssey 1.142 ἀλλʼ ἐν ἀδεψήτῳ βοέῃ καὶ κώεσιν οἰῶν Odyssey 1.143 ἔδραθʼ ἐνὶ προδόμῳ· χλαῖναν δʼ ἐπιέσσαμεν ἡμεῖς. Odyssey 1.144 ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει Odyssey 1.145 ἔγχος ἔχων, ἅμα τῷ γε δύω κύνες ἀργοὶ ἕποντο. Odyssey 1.146 βῆ δʼ ἴμεν εἰς ἀγορὴν μετʼ ἐϋκνήμιδας Ἀχαιούς. Odyssey 1.147 ἡ δʼ αὖτε δμῳῇσιν ἐκέκλετο δῖα γυναικῶν, Odyssey 1.148 Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο· Odyssey 1.149 ἀγρεῖθʼ, αἱ μὲν δῶμα κορήσατε ποιπνύσασαι, Odyssey 1.150 ῥάσσατέ τʼ, ἔν τε θρόνοις εὐποιήτοισι τάπητας Odyssey 1.151 βάλλετε πορφυρέους· αἱ δὲ σπόγγοισι τραπέζας Odyssey 1.152 πάσας ἀμφιμάσασθε, καθήρατε δὲ κρητῆρας Odyssey 1.153 καὶ δέπα ἀμφικύπελλα τετυγμένα· ταὶ δὲ μεθʼ ὕδωρ Odyssey 1.154 ἔρχεσθε κρήνηνδε, καὶ οἴσετε θᾶσσον ἰοῦσαι. Odyssey 1.155 οὐ γὰρ δὴν μνηστῆρες ἀπέσσονται μεγάροιο, Odyssey 1.156 ἀλλὰ μάλʼ ἦρι νέονται, ἐπεὶ καὶ πᾶσιν ἑορτή. Odyssey 1.157 ὣς ἔφαθʼ, αἱ δʼ ἄρα τῆς μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο. Odyssey 1.158 αἱ μὲν ἐείκοσι βῆσαν ἐπὶ κρήνην μελάνυδρον, Odyssey 1.159 αἱ δʼ αὐτοῦ κατὰ δώματʼ ἐπισταμένως πονέοντο. Odyssey 1.160 ἐς δʼ ἦλθον δρηστῆρες Ἀχαιῶν. οἱ μὲν ἔπειτα Odyssey 1.161 εὖ καὶ ἐπισταμένως κέασαν ξύλα, ταὶ δὲ γυναῖκες Odyssey 1.162 ἦλθον ἀπὸ κρήνης· ἐπὶ δέ σφισιν ἦλθε συβώτης Odyssey 1.163 τρεῖς σιάλους κατάγων, οἳ ἔσαν μετὰ πᾶσιν ἄριστοι. Odyssey 1.164 καὶ τοὺς μέν ῥʼ εἴασε καθʼ ἕρκεα καλὰ νέμεσθαι, Odyssey 1.165 αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα μειλιχίοισι· Odyssey 1.166 ξεῖνʼ, ἦ ἄρ τί σε μᾶλλον Ἀχαιοὶ εἰσορόωσιν, Odyssey 1.167 ἦέ σʼ ἀτιμάζουσι κατὰ μέγαρʼ, ὡς τὸ πάρος περ; Odyssey 1.168 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολυμήτις Ὀδυσσεύς· Odyssey 1.169 αἲ γὰρ δή, Εὔμαιε, θεοὶ τισαίατο λώβην, Odyssey 1.170 ἣν οἵδʼ ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται Odyssey 1.171 οἴκῳ ἐν ἀλλοτρίῳ, οὐδʼ αἰδοῦς μοῖραν ἔχουσιν. Odyssey 1.172 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.173 ἀγχίμολον δέ σφʼ ἦλθε Μελάνθιος, αἰπόλος αἰγῶν. Odyssey 1.174 αἶγας ἄγων αἳ πᾶσι μετέπρεπον αἰπολίοισι, Odyssey 1.175 δεῖπνον μνηστήρεσσι. δύω δʼ ἅμʼ ἕποντο νομῆες. Odyssey 1.176 καὶ τὰς μὲν κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, Odyssey 1.177 αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσηύδα κερτομίοισι· Odyssey 1.178 ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις κατὰ δῶμα Odyssey 1.179 ἀνέρας αἰτίζων, ἀτὰρ οὐκ ἔξεισθα θύραζε; Odyssey 1.180 πάντως οὐκέτι νῶϊ διακρινέεσθαι ὀΐω Odyssey 1.181 πρὶν χειρῶν γεύσασθαι, ἐπεὶ σύ περ οὐ κατὰ κόσμον Odyssey 1.182 αἰτίζεις· εἰσὶν δὲ καὶ ἄλλαι δαῖτες Ἀχαιῶν. Odyssey 1.183 ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη πολύμητις Ὀδυσσεύς, Odyssey 1.184 ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων. Odyssey 1.185 τοῖσι δʼ ἐπὶ τρίτος ἦλθε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, Odyssey 1.186 βοῦν στεῖραν μνηστῆρσιν ἄγων καὶ πίονας αἶγας. Odyssey 1.187 πορθμῆες δʼ ἄρα τούς γε διήγαγον, οἵ τε καὶ ἄλλους Odyssey 1.188 ἀνθρώπους πέμπουσιν, ὅτις σφέας εἰσαφίκηται. Odyssey 1.189 καὶ τὰ μὲν εὖ κατέδησεν ὑπʼ αἰθούσῃ ἐριδούπῳ, Odyssey 1.190 αὐτὸς δʼ αὖτʼ ἐρέεινε συβώτην ἄγχι παραστάς· Odyssey 1.191 τίς δὴ ὅδε ξεῖνος νέον εἰλήλουθε, συβῶτα, Odyssey 1.192 ἡμέτερον πρὸς δῶμα; τέων δʼ ἐξ εὔχεται εἶναι Odyssey 1.193 ἀνδρῶν; ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα; Odyssey 1.194 δύσμορος, ἦ τε ἔοικε δέμας βασιλῆϊ ἄνακτι· Odyssey 1.195 ἀλλὰ θεοὶ δυόωσι πολυπλάγκτους ἀνθρώπους, Odyssey 1.196 ὁππότε καὶ βασιλεῦσιν ἐπικλώσωνται ὀϊζύν. Odyssey 1.197 ἦ καὶ δεξιτερῇ δειδίσκετο χειρὶ παραστάς, Odyssey 1.198 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.199 χαῖρε, πάτερ ὦ ξεῖνε· γένοιτό τοι ἔς περ ὀπίσσω Odyssey 1.200 ὄλβος· ἀτὰρ μὲν νῦν γε κακοῖς ἔχεαι πολέεσσι. Odyssey 1.201 Ζεῦ πάτερ, οὔ τις σεῖο θεῶν ὀλοώτερος ἄλλος· Odyssey 1.202 οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός, Odyssey 1.203 μισγέμεναι κακότητι καὶ ἄλγεσι λευγαλέοισιν. Odyssey 1.204 ἴδιον, ὡς ἐνόησα, δεδάκρυνται δέ μοι ὄσσε Odyssey 1.205 μνησαμένῳ Ὀδυσῆος, ἐπεὶ καὶ κεῖνον ὀΐω Odyssey 1.206 τοιάδε λαίφεʼ ἔχοντα κατʼ ἀνθρώπους ἀλάλησθαι, Odyssey 1.207 εἴ που ἔτι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο. Odyssey 1.208 εἰ δʼ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν, Odyssey 1.209 ὤ μοι ἔπειτʼ Ὀδυσῆος ἀμύμονος, ὅς μʼ ἐπὶ βουσὶν Odyssey 1.210 εἷσʼ ἔτι τυτθὸν ἐόντα Κεφαλλήνων ἐνὶ δήμῳ. Odyssey 1.211 νῦν δʼ αἱ μὲν γίγνονται ἀθέσφατοι, οὐδέ κεν ἄλλως Odyssey 1.212 ἀνδρί γʼ ὑποσταχύοιτο βοῶν γένος εὐρυμετώπων· Odyssey 1.213 τὰς δʼ ἄλλοι με κέλονται ἀγινέμεναί σφισιν αὐτοῖς Odyssey 1.214 ἔδμεναι· οὐδέ τι παιδὸς ἐνὶ μεγάροις ἀλέγουσιν, Odyssey 1.215 οὐδʼ ὄπιδα τρομέουσι θεῶν· μεμάασι γὰρ ἤδη Odyssey 1.216 κτήματα δάσσασθαι δὴν οἰχομένοιο ἄνακτος. Odyssey 1.217 αὐτὰρ ἐμοὶ τόδε θυμὸς ἐνὶ στήθεσσι φίλοισι Odyssey 1.218 πόλλʼ ἐπιδινεῖται· μάλα μὲν κακὸν υἷος ἐόντος Odyssey 1.219 ἄλλων δῆμον ἱκέσθαι ἰόντʼ αὐτῇσι βόεσσιν, Odyssey 1.220 ἄνδρας ἐς ἀλλοδαπούς· τὸ δὲ ῥίγιον, αὖθι μένοντα Odyssey 1.221 βουσὶν ἐπʼ ἀλλοτρίῃσι καθήμενον ἄλγεα πάσχειν. Odyssey 1.222 καί κεν δὴ πάλαι ἄλλον ὑπερμενέων βασιλήων Odyssey 1.223 ἐξικόμην φεύγων, ἐπεὶ οὐκέτʼ ἀνεκτὰ πέλονται· Odyssey 1.224 ἀλλʼ ἔτι τὸν δύστηνον ὀΐομαι, εἴ ποθεν ἐλθὼν Odyssey 1.225 ἀνδρῶν μνηστήρων σκέδασιν κατὰ δώματα θείῃ. Odyssey 1.226 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.227 βουκόλʼ, ἐπεὶ οὔτε κακῷ οὔτʼ ἄφρονι φωτὶ ἔοικας, Odyssey 1.228 γιγνώσκω δὲ καὶ αὐτὸς ὅ τοι πινυτὴ φρένας ἵκει, Odyssey 1.229 τοὔνεκά τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· Odyssey 1.230 ἴστω νῦν Ζεὺς πρῶτα θεῶν ξενίη τε τράπεζα Odyssey 1.231 ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω, Odyssey 1.232 ἦ σέθεν ἐνθάδʼ ἐόντος ἐλεύσεται οἴκαδʼ Ὀδυσσεύς· Odyssey 1.233 σοῖσιν δʼ ὀφθαλμοῖσιν ἐπόψεαι, αἴ κʼ ἐθέλῃσθα, Odyssey 1.234 κτεινομένους μνηστῆρας, οἳ ἐνθάδε κοιρανέουσιν. Odyssey 1.235 τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· Odyssey 1.236 αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τελέσειε Κρονίων· Odyssey 1.237 γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. Odyssey 1.238 ὣς δʼ αὔτως Εὔμαιος ἐπεύξατο πᾶσι θεοῖσι Odyssey 1.239 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. Odyssey 1.240 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.241 μνηστῆρες δʼ ἄρα Τηλεμάχῳ θάνατόν τε μόρον τε Odyssey 1.242 ἤρτυον· αὐτὰρ ὁ τοῖσιν ἀριστερὸς ἤλυθεν ὄρνις, Odyssey 1.243 αἰετὸς ὑψιπέτης, ἔχε δὲ τρήρωνα πέλειαν. Odyssey 1.244 τοῖσιν δʼ Ἀμφίνομος ἀγορήσατο καὶ μετέειπεν· Odyssey 1.245 ὦ φίλοι, οὐχ ἡμῖν συνθεύσεται ἥδε γε βουλή, Odyssey 1.246 Τηλεμάχοιο φόνος· ἀλλὰ μνησώμεθα δαιτός. Odyssey 1.247 ὣς ἔφατʼ Ἀμφίνομος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. Odyssey 1.248 ἐλθόντες δʼ ἐς δώματʼ Ὀδυσσῆος θείοιο Odyssey 1.249 χλαίνας μὲν κατέθεντο κατὰ κλισμούς τε θρόνους τε, Odyssey 1.250 οἱ δʼ ἱέρευον ὄϊς μεγάλους καὶ πίονας αἶγας, Odyssey 1.251 ἵρευον δὲ σύας σιάλους καὶ βοῦν ἀγελαίην· Odyssey 1.252 σπλάγχνα δʼ ἄρʼ ὀπτήσαντες ἐνώμων, ἐν δέ τε οἶνον Odyssey 1.253 κρητῆρσιν κερόωντο· κύπελλα δὲ νεῖμε συβώτης. Odyssey 1.254 σῖτον δέ σφʼ ἐπένειμε Φιλοίτιος, ὄρχαμος ἀνδρῶν, Odyssey 1.255 καλοῖς ἐν κανέοισιν, ἐῳνοχόει δὲ Μελανθεύς. Odyssey 1.256 οἱ δʼ ἐπʼ ὀνείαθʼ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον. Odyssey 1.257 Τηλέμαχος δʼ Ὀδυσῆα καθίδρυε, κέρδεα νωμῶν, Odyssey 1.258 ἐντὸς ἐϋσταθέος μεγάρου, παρὰ λάϊνον οὐδόν, Odyssey 1.259 δίφρον ἀεικέλιον καταθεὶς ὀλίγην τε τράπεζαν· Odyssey 1.260 πὰρ δʼ ἐτίθει σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν Odyssey 1.261 ἐν δέπαϊ χρυσέῳ, καί μιν πρὸς μῦθον ἔειπεν· Odyssey 1.262 ἐνταυθοῖ νῦν ἧσο μετʼ ἀνδράσιν οἰνοποτάζων· Odyssey 1.263 κερτομίας δέ τοι αὐτὸς ἐγὼ καὶ χεῖρας ἀφέξω Odyssey 1.264 πάντων μνηστήρων, ἐπεὶ οὔ τοι δήμιός ἐστιν Odyssey 1.265 οἶκος ὅδʼ, ἀλλʼ Ὀδυσῆος, ἐμοὶ δʼ ἐκτήσατο κεῖνος. Odyssey 1.266 ὑμεῖς δέ, μνηστῆρες, ἐπίσχετε θυμὸν ἐνιπῆς Odyssey 1.267 καὶ χειρῶν, ἵνα μή τις ἔρις καὶ νεῖκος ὄρηται. Odyssey 1.268 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὀδὰξ ἐν χείλεσι φύντες Odyssey 1.269 Τηλέμαχον θαύμαζον, ὃ θαρσαλέως ἀγόρευε. Odyssey 1.270 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· Odyssey 1.271 καὶ χαλεπόν περ ἐόντα δεχώμεθα μῦθον, Ἀχαιοί, Odyssey 1.272 Τηλεμάχου· μάλα δʼ ἧμιν ἀπειλήσας ἀγορεύει. Odyssey 1.273 οὐ γὰρ Ζεὺς εἴασε Κρονίων· τῷ κέ μιν ἤδη Odyssey 1.274 παύσαμεν ἐν μεγάροισι, λιγύν περ ἐόντʼ ἀγορητήν. Odyssey 1.275 ὣς ἔφατʼ Ἀντίνοος· ὁ δʼ ἄρʼ οὐκ ἐμπάζετο μύθων. Odyssey 1.276 κήρυκες δʼ ἀνὰ ἄστυ θεῶν ἱερὴν ἑκατόμβην Odyssey 1.277 ἦγον· τοὶ δʼ ἀγέροντο κάρη κομόωντες Ἀχαιοὶ Odyssey 1.278 ἄλσος ὕπο σκιερὸν ἑκατηβόλου Ἀπόλλωνος. Odyssey 1.279 οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, Odyssey 1.280 μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα· Odyssey 1.281 πὰρ δʼ ἄρʼ Ὀδυσσῆϊ μοῖραν θέσαν οἳ πονέοντο Odyssey 1.282 ἴσην, ὡς αὐτοί περ ἐλάγχανον· ὣς γὰρ ἀνώγει Odyssey 1.283 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο. Odyssey 1.284 μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη Odyssey 1.285 λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον Odyssey 1.286 δύη ἄχος κραδίην Λαερτιάδην Ὀδυσῆα. Odyssey 1.287 ἦν δέ τις ἐν μνηστῆρσιν ἀνὴρ ἀθεμίστια εἰδώς, Odyssey 1.288 Κτήσιππος δʼ ὄνομʼ ἔσκε, Σάμῃ δʼ ἐνὶ οἰκία ναῖεν· Odyssey 1.289 ὃς δή τοι κτεάτεσσι πεποιθὼς θεσπεσίοισι Odyssey 1.290 μνάσκετʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα. Odyssey 1.291 ὅς ῥα τότε μνηστῆρσιν ὑπερφιάλοισι μετηύδα· Odyssey 1.292 κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, ὄφρα τι εἴπω· Odyssey 1.293 μοῖραν μὲν δὴ ξεῖνος ἔχει πάλαι, ὡς ἐπέοικεν, Odyssey 1.294 ἴσην· οὐ γὰρ καλὸν ἀτέμβειν οὐδὲ δίκαιον Odyssey 1.295 ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται. Odyssey 1.296 ἀλλʼ ἄγε οἱ καὶ ἐγὼ δῶ ξείνιον, ὄφρα καὶ αὐτὸς Odyssey 1.297 ἠὲ λοετροχόῳ δώῃ γέρας ἠέ τῳ ἄλλῳ Odyssey 1.298 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. Odyssey 1.299 ὣς εἰπὼν ἔρριψε βοὸς πόδα χειρὶ παχείῃ. Odyssey 1.300 κείμενον ἐκ κανέοιο λαβών· ὁ δʼ ἀλεύατʼ Ὀδυσσεὺς Odyssey 1.301 ἦκα παρακλίνας κεφαλήν, μείδησε δὲ θυμῷ Odyssey 1.302 σαρδάνιον μάλα τοῖον· ὁ δʼ εὔδμητον βάλε τοῖχον. Odyssey 1.303 Κτήσιππον δʼ ἄρα Τηλέμαχος ἠνίπαπε μύθῳ· Odyssey 1.304 Κτήσιππʼ, ἦ μάλα τοι τόδε κέρδιον ἔπλετο θυμῷ· Odyssey 1.305 οὐκ ἔβαλες τὸν ξεῖνον· ἀλεύατο γὰρ βέλος αὐτός. Odyssey 1.306 ἦ γάρ κέν σε μέσον βάλον ἔγχεϊ ὀξυόεντι, Odyssey 1.307 καί κέ τοι ἀντὶ γάμοιο πατὴρ τάφον ἀμφεπονεῖτο Odyssey 1.308 ἐνθάδε. τῷ μή τίς μοι ἀεικείας ἐνὶ οἴκῳ Odyssey 1.309 φαινέτω· ἤδη γὰρ νοέω καὶ οἶδα ἕκαστα, Odyssey 1.310 ἐσθλά τε καὶ τὰ χέρηα· πάρος δʼ ἔτι νήπιος ἦα. Odyssey 1.311 ἀλλʼ ἔμπης τάδε μὲν καὶ τέτλαμεν εἰσορόωντες, Odyssey 1.312 μήλων σφαζομένων οἴνοιό τε πινομένοιο Odyssey 1.313 καὶ σίτου· χαλεπὸν γὰρ ἐρυκακέειν ἕνα πολλούς. Odyssey 1.314 ἀλλʼ ἄγε μηκέτι μοι κακὰ ῥέζετε δυσμενέοντες· Odyssey 1.315 εἰ δʼ ἤδη μʼ αὐτὸν κτεῖναι μενεαίνετε χαλκῷ, Odyssey 1.316 καί κε τὸ βουλοίμην, καί κεν πολὺ κέρδιον εἴη Odyssey 1.317 τεθνάμεν ἢ τάδε γʼ αἰὲν ἀεικέα ἔργʼ ὁράασθαι, Odyssey 1.318 ξείνους τε στυφελιζομένους δμῳάς τε γυναῖκας Odyssey 1.319 ῥυστάζοντας ἀεικελίως κατὰ δώματα καλά. Odyssey 1.320 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ· Odyssey 1.321 ὀψὲ δὲ δὴ μετέειπε Δαμαστορίδης Ἀγέλαος· Odyssey 1.322 ὦ φίλοι, οὐκ ἂν δή τις ἐπὶ ῥηθέντι δικαίῳ Odyssey 1.323 ἀντιβίοις ἐπέεσσι καθαπτόμενος χαλεπαίνοι· Odyssey 1.324 μήτε τι τὸν ξεῖνον στυφελίζετε μήτε τινʼ ἄλλον Odyssey 1.325 δμώων, οἳ κατὰ δώματʼ Ὀδυσσῆος θείοιο. Odyssey 1.326 Τηλεμάχῳ δέ κε μῦθον ἐγὼ καὶ μητέρι φαίην Odyssey 1.327 ἤπιον, εἴ σφωϊν κραδίῃ ἅδοι ἀμφοτέροιϊν. Odyssey 1.328 ὄφρα μὲν ὑμῖν θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει Odyssey 1.329 νοστήσειν Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε, Odyssey 1.330 τόφρʼ οὔ τις νέμεσις μενέμεν τʼ ἦν ἰσχέμεναί τε Odyssey 1.331 μνηστῆρας κατὰ δώματʼ, ἐπεὶ τόδε κέρδιον ἦεν, Odyssey 1.332 εἰ νόστησʼ Ὀδυσεὺς καὶ ὑπότροπος ἵκετο δῶμα· Odyssey 1.333 νῦν δʼ ἤδη τόδε δῆλον, ὅ τʼ οὐκέτι νόστιμός ἐστιν. Odyssey 1.334 ἀλλʼ ἄγε, σῇ τάδε μητρὶ παρεζόμενος κατάλεξον, Odyssey 1.335 γήμασθʼ ὅς τις ἄριστος ἀνὴρ καὶ πλεῖστα πόρῃσιν, Odyssey 1.336 ὄφρα σὺ μὲν χαίρων πατρώϊα πάντα νέμηαι, Odyssey 1.337 ἔσθων καὶ πίνων, ἡ δʼ ἄλλου δῶμα κομίζῃ. Odyssey 1.338 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.339 οὐ μὰ Ζῆνʼ, Ἀγέλαε, καὶ ἄλγεα πατρὸς ἐμοῖο, Odyssey 1.340 ὅς που τῆλʼ Ἰθάκης ἢ ἔφθιται ἢ ἀλάληται, Odyssey 1.341 οὔ τι διατρίβω μητρὸς γάμον, ἀλλὰ κελεύω Odyssey 1.342 γήμασθʼ ᾧ κʼ ἐθέλῃ, ποτὶ δʼ ἄσπετα δῶρα δίδωμι. Odyssey 1.343 αἰδέομαι δʼ ἀέκουσαν ἀπὸ μεγάροιο δίεσθαι Odyssey 1.344 μύθῳ ἀναγκαίῳ· μὴ τοῦτο θεὸς τελέσειεν. Odyssey 1.345 ὣς φάτο Τηλέμαχος· μνηστῆρσι δὲ Παλλὰς Ἀθήνη Odyssey 1.346 ἄσβεστον γέλω ὦρσε, παρέπλαγξεν δὲ νόημα. Odyssey 1.347 οἱ δʼ ἤδη γναθμοῖσι γελοίων ἀλλοτρίοισιν, Odyssey 1.348 αἱμοφόρυκτα δὲ δὴ κρέα ἤσθιον· ὄσσε δʼ ἄρα σφέων Odyssey 1.349 δακρυόφιν πίμπλαντο, γόον δʼ ὠΐετο θυμός. Odyssey 1.350 τοῖσι δὲ καὶ μετέειπε Θεοκλύμενος θεοειδής· Odyssey 1.351 ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμέων Odyssey 1.352 εἰλύαται κεφαλαί τε πρόσωπά τε νέρθε τε γοῦνα. Odyssey 1.353 οἰμωγὴ δὲ δέδηε, δεδάκρυνται δὲ παρειαί, Odyssey 1.354 αἵματι δʼ ἐρράδαται τοῖχοι καλαί τε μεσόδμαι· Odyssey 1.355 εἰδώλων δὲ πλέον πρόθυρον, πλείη δὲ καὶ αὐλή, Odyssey 1.356 ἱεμένων Ἔρεβόσδε ὑπὸ ζόφον· ἠέλιος δὲ Odyssey 1.357 οὐρανοῦ ἐξαπόλωλε, κακὴ δʼ ἐπιδέδρομεν ἀχλύς. Odyssey 1.358 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν. Odyssey 1.359 τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν· Odyssey 1.360 ἀφραίνει ξεῖνος νέον ἄλλοθεν εἰληλουθώς. Odyssey 1.361 ἀλλά μιν αἶψα, νέοι, δόμου ἐκπέμψασθε θύραζε Odyssey 1.362 εἰς ἀγορὴν ἔρχεσθαι, ἐπεὶ τάδε νυκτὶ ἐΐσκει. Odyssey 1.363 τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής· Odyssey 1.364 Εὐρύμαχʼ, οὔ τί σʼ ἄνωγα ἐμοὶ πομπῆας ὀπάζειν· Odyssey 1.365 εἰσί μοι ὀφθαλμοί τε καὶ οὔατα καὶ πόδες ἄμφω Odyssey 1.366 καὶ νόος ἐν στήθεσσι τετυγμένος οὐδὲν ἀεικής. Odyssey 1.367 τοῖς ἔξειμι θύραζε, ἐπεὶ νοέω κακὸν ὔμμιν Odyssey 1.368 ἐρχόμενον, τό κεν οὔ τις ὑπεκφύγοι οὐδʼ ἀλέαιτο Odyssey 1.369 μνηστήρων, οἳ δῶμα κάτʼ ἀντιθέου Ὀδυσῆος Odyssey 1.370 ἀνέρας ὑβρίζοντες ἀτάσθαλα μηχανάασθε. Odyssey 1.371 ὣς εἰπὼν ἐξῆλθε δόμων εὖ ναιεταόντων, Odyssey 1.372 ἵκετο δʼ ἐς Πείραιον, ὅ μιν πρόφρων ὑπέδεκτο. Odyssey 1.373 μνηστῆρες δʼ ἄρα πάντες ἐς ἀλλήλους ὁρόωντες Odyssey 1.374 Τηλέμαχον ἐρέθιζον, ἐπὶ ξείνοις γελόωντες· Odyssey 1.375 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Odyssey 1.376 Τηλέμαχʼ, οὔ τις σεῖο κακοξεινώτερος ἄλλος· Odyssey 1.377 οἷον μέν τινα τοῦτον ἔχεις ἐπίμαστον ἀλήτην, Odyssey 1.378 σίτου καὶ οἴνου κεχρημένον, οὐδέ τι ἔργων Odyssey 1.379 ἔμπαιον οὐδὲ βίης, ἀλλʼ αὔτως ἄχθος ἀρούρης. Odyssey 1.380 ἄλλος δʼ αὖτέ τις οὗτος ἀνέστη μαντεύεσθαι. Odyssey 1.381 ἀλλʼ εἴ μοί τι πίθοιο, τό κεν πολὺ κέρδιον εἴη· Odyssey 1.382 τοὺς ξείνους ἐν νηῒ πολυκληῗδι βαλόντες Odyssey 1.383 ἐς Σικελοὺς πέμψωμεν, ὅθεν κέ τοι ἄξιον ἄλφοι. Odyssey 1.384 ὣς ἔφασαν μνηστῆρες· ὁ δʼ οὐκ ἐμπάζετο μύθων, Odyssey 1.385 ἀλλʼ ἀκέων πατέρα προσεδέρκετο, δέγμενος αἰεί, Odyssey 1.386 ὁππότε δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφήσει. Odyssey 1.387 ἡ δὲ κατʼ ἄντηστιν θεμένη περικαλλέα δίφρον Odyssey 1.388 κούρη Ἰκαρίοιο, περίφρων Πηνελόπεια, Odyssey 1.389 ἀνδρῶν ἐν μεγάροισιν ἑκάστου μῦθον ἄκουεν. Odyssey 1.390 δεῖπνον μὲν γάρ τοί γε γελοίωντες τετύκοντο Odyssey 1.391 ἡδὺ τε καὶ μενοεικές, ἐπεὶ μάλα πόλλʼ ἱέρευσαν· Odyssey 1.392 δόρπου δʼ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο, Odyssey 1.393 οἷον δὴ τάχʼ ἔμελλε θεὰ καὶ καρτερὸς ἀνὴρ Odyssey 1.394 θησέμεναι· πρότεροι γὰρ ἀεικέα μηχανόωντο. Odyssey 1.1 τῇ δʼ ἄρʼ ἐπὶ φρεσὶ θῆκε θεὰ γλαυκῶπις Ἀθήνη, Odyssey 1.2 κούρῃ Ἰκαρίοιο, περίφρονι Πηνελοπείῃ, Odyssey 1.3 τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον Odyssey 1.4 ἐν μεγάροις Ὀδυσῆος, ἀέθλια καὶ φόνου ἀρχήν. Odyssey 1.5 κλίμακα δʼ ὑψηλὴν προσεβήσετο οἷο δόμοιο, Odyssey 1.6 εἵλετο δὲ κληῗδʼ εὐκαμπέα χειρὶ παχείῃ Odyssey 1.7 καλὴν χαλκείην· κώπη δʼ ἐλέφαντος ἐπῆεν. Odyssey 1.8 βῆ δʼ ἴμεναι θάλαμόνδε σὺν ἀμφιπόλοισι γυναιξὶν Odyssey 1.9 ἔσχατον· ἔνθα δέ οἱ κειμήλια κεῖτο ἄνακτος, Odyssey 1.10 χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος. Odyssey 1.11 ἔνθα δὲ τόξον κεῖτο παλίντονον ἠδὲ φαρέτρη Odyssey 1.12 ἰοδόκος, πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί, Odyssey 1.13 δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας Odyssey 1.14 Ἴφιτος Εὐρυτίδης, ἐπιείκελος ἀθανάτοισι. Odyssey 1.15 τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν Odyssey 1.16 οἴκῳ ἐν Ὀρτιλόχοιο δαΐφρονος. ἦ τοι Ὀδυσσεὺς Odyssey 1.17 ἦλθε μετὰ χρεῖος, τό ῥά οἱ πᾶς δῆμος ὄφελλε· Odyssey 1.18 μῆλα γὰρ ἐξ Ἰθάκης Μεσσήνιοι ἄνδρες ἄειραν Odyssey 1.19 νηυσὶ πολυκλήϊσι τριηκόσιʼ ἠδὲ νομῆας. Odyssey 1.20 τῶν ἕνεκʼ ἐξεσίην πολλὴν ὁδὸν ἦλθεν Ὀδυσσεὺς Odyssey 1.21 παιδνὸς ἐών· πρὸ γὰρ ἧκε πατὴρ ἄλλοι τε γέροντες. Odyssey 1.22 Ἴφιτος αὖθʼ ἵππους διζήμενος, αἵ οἱ ὄλοντο Odyssey 1.23 δώδεκα θήλειαι, ὑπὸ δʼ ἡμίονοι ταλαεργοί· Odyssey 1.24 αἳ δή οἱ καὶ ἔπειτα φόνος καὶ μοῖρα γένοντο, Odyssey 1.25 ἐπεὶ δὴ Διὸς υἱὸν ἀφίκετο καρτερόθυμον, Odyssey 1.26 φῶθʼ Ἡρακλῆα, μεγάλων ἐπιίστορα ἔργων, Odyssey 1.27 ὅς μιν ξεῖνον ἐόντα κατέκτανεν ᾧ ἐνὶ οἴκῳ, Odyssey 1.28 σχέτλιος, οὐδὲ θεῶν ὄπιν ᾐδέσατʼ οὐδὲ τράπεζαν, Odyssey 1.29 τὴν ἥν οἱ παρέθηκεν· ἔπειτα δὲ πέφνε καὶ αὐτόν, Odyssey 1.30 ἵππους δʼ αὐτὸς ἔχε κρατερώνυχας ἐν μεγάροισι. Odyssey 1.31 τὰς ἐρέων Ὀδυσῆϊ συνήντετο, δῶκε δὲ τόξον, Odyssey 1.32 τὸ πρὶν μέν ῥʼ ἐφόρει μέγας Εὔρυτος, αὐτὰρ ὁ παιδὶ Odyssey 1.33 κάλλιπʼ ἀποθνῄσκων ἐν δώμασιν ὑψηλοῖσι. Odyssey 1.34 τῷ δʼ Ὀδυσεὺς ξίφος ὀξὺ καὶ ἄλκιμον ἔγχος ἔδωκεν, Odyssey 1.35 ἀρχὴν ξεινοσύνης προσκηδέος· οὐδὲ τραπέζῃ Odyssey 1.36 γνώτην ἀλλήλων· πρὶν γὰρ Διὸς υἱὸς ἔπεφνεν Odyssey 1.37 Ἴφιτον Εὐρυτίδην, ἐπιείκελον ἀθανάτοισιν, Odyssey 1.38 ὅς οἱ τόξον ἔδωκε. τὸ δʼ οὔ ποτε δῖος Ὀδυσσεὺς Odyssey 1.39 ἐρχόμενος πόλεμόνδε μελαινάων ἐπὶ νηῶν Odyssey 1.40 ᾑρεῖτʼ, ἀλλʼ αὐτοῦ μνῆμα ξείνοιο φίλοιο Odyssey 1.41 κέσκετʼ ἐνὶ μεγάροισι, φόρει δέ μιν ἧς ἐπὶ γαίης. Odyssey 1.42 ἡ δʼ ὅτε δὴ θάλαμον τὸν ἀφίκετο δῖα γυναικῶν Odyssey 1.43 οὐδόν τε δρύϊνον προσεβήσετο, τόν ποτε τέκτων Odyssey 1.44 ξέσσεν ἐπισταμένως καὶ ἐπὶ στάθμην ἴθυνεν, Odyssey 1.45 ἐν δὲ σταθμοὺς ἄρσε, θύρας δʼ ἐπέθηκε φαεινάς, Odyssey 1.46 αὐτίκʼ ἄρʼ ἥ γʼ ἱμάντα θοῶς ἀπέλυσε κορώνης, Odyssey 1.47 ἐν δὲ κληῗδʼ ἧκε, θυρέων δʼ ἀνέκοπτεν ὀχῆας Odyssey 1.48 ἄντα τιτυσκομένη· τὰ δʼ ἀνέβραχεν ἠΰτε ταῦρος Odyssey 1.49 βοσκόμενος λειμῶνι· τόσʼ ἔβραχε καλὰ θύρετρα Odyssey 1.50 πληγέντα κληΐδι, πετάσθησαν δέ οἱ ὦκα. Odyssey 1.51 ἡ δʼ ἄρʼ ἐφʼ ὑψηλῆς σανίδος βῆ· ἔνθα δὲ χηλοὶ Odyssey 1.52 ἕστασαν, ἐν δʼ ἄρα τῇσι θυώδεα εἵματʼ ἔκειτο. Odyssey 1.53 ἔνθεν ὀρεξαμένη ἀπὸ πασσάλου αἴνυτο τόξον Odyssey 1.54 αὐτῷ γωρυτῷ, ὅς οἱ περίκειτο φαεινός. Odyssey 1.55 ἑζομένη δὲ κατʼ αὖθι, φίλοις ἐπὶ γούνασι θεῖσα, Odyssey 1.56 κλαῖε μάλα λιγέως, ἐκ δʼ ᾕρεε τόξον ἄνακτος. Odyssey 1.57 ἡ δʼ ἐπεὶ οὖν τάρφθη πολυδακρύτοιο γόοιο, Odyssey 1.58 βῆ ῥʼ ἴμεναι μέγαρόνδε μετὰ μνηστῆρας ἀγαυοὺς Odyssey 1.59 τόξον ἔχουσʼ ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην Odyssey 1.60 ἰοδόκον· πολλοὶ δʼ ἔνεσαν στονόεντες ὀϊστοί. Odyssey 1.61 τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι φέρον ὄγκιον, ἔνθα σίδηρος Odyssey 1.62 κεῖτο πολὺς καὶ χαλκός, ἀέθλια τοῖο ἄνακτος. Odyssey 1.63 ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, Odyssey 1.64 στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο, Odyssey 1.65 ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα. Odyssey 1.66 ἀμφίπολος δʼ ἄρα οἱ κεδνὴ ἑκάτερθε παρέστη. Odyssey 1.67 αὐτίκα δὲ μνηστῆρσι μετηύδα καὶ φάτο μῦθον· Odyssey 1.68 κέκλυτέ μευ, μνηστῆρες ἀγήνορες, οἳ τόδε δῶμα Odyssey 1.69 ἐχράετʼ ἐσθιέμεν καὶ πινέμεν ἐμμενὲς αἰεὶ Odyssey 1.70 ἀνδρὸς ἀποιχομένοιο πολὺν χρόνον· οὐδέ τινʼ ἄλλην Odyssey 1.71 μύθου ποιήσασθαι ἐπισχεσίην ἐδύνασθε, Odyssey 1.72 ἀλλʼ ἐμὲ ἱέμενοι γῆμαι θέσθαι τε γυναῖκα. Odyssey 1.73 ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον. Odyssey 1.74 θήσω γὰρ μέγα τόξον Ὀδυσσῆος θείοιο· Odyssey 1.75 ὃς δέ κε ῥηΐτατʼ ἐντανύσῃ βιὸν ἐν παλάμῃσι Odyssey 1.76 καὶ διοϊστεύσῃ πελέκεων δυοκαίδεκα πάντων, Odyssey 1.77 τῷ κεν ἅμʼ ἑσποίμην, νοσφισσαμένη τόδε δῶμα Odyssey 1.78 κουρίδιον, μάλα καλόν, ἐνίπλειον βιότοιο, Odyssey 1.79 τοῦ ποτὲ μεμνήσεσθαι ὀΐομαι ἔν περ ὀνείρῳ. Odyssey 1.80 ὣς φάτο, καί ῥʼ Εὔμαιον ἀνώγει, δῖον ὑφορβόν, Odyssey 1.81 τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον. Odyssey 1.82 δακρύσας δʼ Εὔμαιος ἐδέξατο καὶ κατέθηκε· Odyssey 1.83 κλαῖε δὲ βουκόλος ἄλλοθʼ, ἐπεὶ ἴδε τόξον ἄνακτος. Odyssey 1.84 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.85 νήπιοι ἀγροιῶται, ἐφημέρια φρονέοντες, Odyssey 1.86 ἆ δειλώ, τί νυ δάκρυ κατείβετον ἠδὲ γυναικὶ Odyssey 1.87 θυμὸν ἐνὶ στήθεσσιν ὀρίνετον; ᾗ τε καὶ ἄλλως Odyssey 1.88 κεῖται ἐν ἄλγεσι θυμός, ἐπεὶ φίλον ὤλεσʼ ἀκοίτην. Odyssey 1.89 ἀλλʼ ἀκέων δαίνυσθε καθήμενοι, ἠὲ θύραζε Odyssey 1.90 κλαίετον ἐξελθόντε, κατʼ αὐτόθι τόξα λιπόντε, Odyssey 1.91 μνηστήρεσσιν ἄεθλον ἀάατον· οὐ γὰρ ὀΐω Odyssey 1.92 ῥηϊδίως τόδε τόξον ἐΰξοον ἐντανύεσθαι. Odyssey 1.93 οὐ γάρ τις μέτα τοῖος ἀνὴρ ἐν τοίσδεσι πᾶσιν Odyssey 1.94 οἷος Ὀδυσσεὺς ἔσκεν· ἐγὼ δέ μιν αὐτὸς ὄπωπα, Odyssey 1.95 καὶ γὰρ μνήμων εἰμί, πάϊς δʼ ἔτι νήπιος ἦα. Odyssey 1.96 ὣς φάτο, τῷ δʼ ἄρα θυμὸς ἐνὶ στήθεσσιν ἐώλπει Odyssey 1.97 νευρὴν ἐντανύσειν διοϊστεύσειν τε σιδήρου. Odyssey 1.98 ἦ τοι ὀϊστοῦ γε πρῶτος γεύσεσθαι ἔμελλεν Odyssey 1.99 ἐκ χειρῶν Ὀδυσῆος ἀμύμονος, ὃν τότʼ ἀτίμα Odyssey 1.100 ἥμενος ἐν μεγάροις, ἐπὶ δʼ ὤρνυε πάντας ἑταίρους. Odyssey 1.101 τοῖσι δὲ καὶ μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· Odyssey 1.102 ὢ πόποι, ἦ μάλα με Ζεὺς ἄφρονα θῆκε Κρονίων· Odyssey 1.103 μήτηρ μέν μοί φησι φίλη, πινυτή περ ἐοῦσα, Odyssey 1.104 ἄλλῳ ἅμʼ ἕψεσθαι νοσφισσαμένη τόδε δῶμα· Odyssey 1.105 αὐτὰρ ἐγὼ γελόω καὶ τέρπομαι ἄφρονι θυμῷ. Odyssey 1.106 ἀλλʼ ἄγετε, μνηστῆρες, ἐπεὶ τόδε φαίνετʼ ἄεθλον, Odyssey 1.107 οἵη νῦν οὐκ ἔστι γυνὴ κατʼ Ἀχαιΐδα γαῖαν, Odyssey 1.108 οὔτε Πύλου ἱερῆς οὔτʼ Ἄργεος οὔτε Μυκήνης· Odyssey 1.109 οὔτʼ αὐτῆς Ἰθάκης οὔτʼ ἠπείροιο μελαίνης· Odyssey 1.110 καὶ δʼ αὐτοὶ τόδε γʼ ἴστε· τί με χρὴ μητέρος αἴνου; Odyssey 1.111 ἀλλʼ ἄγε μὴ μύνῃσι παρέλκετε μηδʼ ἔτι τόξου Odyssey 1.112 δηρὸν ἀποτρωπᾶσθε τανυστύος, ὄφρα ἴδωμεν. Odyssey 1.113 καὶ δέ κεν αὐτὸς ἐγὼ τοῦ τόξου πειρησαίμην· Odyssey 1.114 εἰ δέ κεν ἐντανύσω διοϊστεύσω τε σιδήρου, Odyssey 1.115 οὔ κέ μοι ἀχνυμένῳ τάδε δώματα πότνια μήτηρ Odyssey 1.116 λείποι ἅμʼ ἄλλῳ ἰοῦσʼ, ὅτʼ ἐγὼ κατόπισθε λιποίμην Odyssey 1.117 οἷός τʼ ἤδη πατρὸς ἀέθλια κάλʼ ἀνελέσθαι. Odyssey 1.118 ἦ καὶ ἀπʼ ὤμοιϊν χλαῖναν θέτο φοινικόεσσαν Odyssey 1.119 ὀρθὸς ἀναΐξας, ἀπὸ δὲ ξίφος ὀξὺ θέτʼ ὤμων. Odyssey 1.120 πρῶτον μὲν πελέκεας στῆσεν, διὰ τάφρον ὀρύξας Odyssey 1.121 πᾶσι μίαν μακρήν, καὶ ἐπὶ στάθμην ἴθυνεν, Odyssey 1.122 ἀμφὶ δὲ γαῖαν ἔναξε· τάφος δʼ ἕλε πάντας ἰδόντας, Odyssey 1.123 ὡς εὐκόσμως στῆσε· πάρος δʼ οὐ πώ ποτʼ ὀπώπει. Odyssey 1.124 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζε. Odyssey 1.125 τρὶς μέν μιν πελέμιξεν ἐρύσσεσθαι μενεαίνων, Odyssey 1.126 τρὶς δὲ μεθῆκε βίης, ἐπιελπόμενος τό γε θυμῷ, Odyssey 1.127 νευρὴν ἐντανύειν διοϊστεύσειν τε σιδήρου. Odyssey 1.128 καί νύ κε δή ῥʼ ἐτάνυσσε βίῃ τὸ τέταρτον ἀνέλκων, Odyssey 1.129 ἀλλʼ Ὀδυσεὺς ἀνένευε καὶ ἔσχεθεν ἱέμενόν περ. Odyssey 1.130 τοῖς δʼ αὖτις μετέειφʼ ἱερὴ ἲς Τηλεμάχοιο· Odyssey 1.131 ὢ πόποι, ἦ καὶ ἔπειτα κακός τʼ ἔσομαι καὶ ἄκικυς, Odyssey 1.132 ἠὲ νεώτερός εἰμι καὶ οὔ πω χερσὶ πέποιθα Odyssey 1.133 ἄνδρʼ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. Odyssey 1.134 ἀλλʼ ἄγεθʼ, οἵ περ ἐμεῖο βίῃ προφερέστεροί ἐστε, Odyssey 1.135 τόξου πειρήσασθε, καὶ ἐκτελέωμεν ἄεθλον. Odyssey 1.136 ὣς εἰπὼν τόξον μὲν ἀπὸ ἕο θῆκε χαμᾶζε, Odyssey 1.137 κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, Odyssey 1.138 αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, Odyssey 1.139 ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. Odyssey 1.140 τοῖσιν δʼ Ἀντίνοος μετέφη, Εὐπείθεος υἱός· Odyssey 1.141 ὄρνυσθʼ ἑξείης ἐπιδέξια πάντες ἑταῖροι, Odyssey 1.142 ἀρξάμενοι τοῦ χώρου ὅθεν τέ περ οἰνοχοεύει. Odyssey 1.143 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. Odyssey 1.144 Λειώδης δὲ πρῶτος ἀνίστατο, Οἴνοπος υἱός, Odyssey 1.145 ὅ σφι θυοσκόος ἔσκε, παρὰ κρητῆρα δὲ καλὸν Odyssey 1.146 ἷζε μυχοίτατος αἰέν· ἀτασθαλίαι δέ οἱ οἴῳ Odyssey 1.147 ἐχθραὶ ἔσαν, πᾶσιν δὲ νεμέσσα μνηστήρεσσιν· Odyssey 1.148 ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ. Odyssey 1.149 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, Odyssey 1.150 οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων Odyssey 1.151 ἀτρίπτους ἁπαλάς· μετὰ δὲ μνηστῆρσιν ἔειπεν· Odyssey 1.152 ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος. Odyssey 1.153 πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει Odyssey 1.154 θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι Odyssey 1.155 τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ Odyssey 1.156 ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα. Odyssey 1.157 νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ Odyssey 1.158 γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν. Odyssey 1.159 αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, Odyssey 1.160 ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων Odyssey 1.161 μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα Odyssey 1.162 γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι. Odyssey 1.163 ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, Odyssey 1.164 κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, Odyssey 1.165 αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, Odyssey 1.166 ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη. Odyssey 1.167 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.168 Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, Odyssey 1.169 δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων— Odyssey 1.170 εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει Odyssey 1.171 θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι. Odyssey 1.172 οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ Odyssey 1.173 οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν· Odyssey 1.174 ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί. Odyssey 1.175 ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· Odyssey 1.176 ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, Odyssey 1.177 πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, Odyssey 1.178 ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, Odyssey 1.179 ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, Odyssey 1.180 τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. Odyssey 1.181 ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, Odyssey 1.182 πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ, Odyssey 1.183 ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος· Odyssey 1.184 τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο Odyssey 1.185 ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν. Odyssey 1.186 Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, Odyssey 1.187 ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι. Odyssey 1.188 τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω Odyssey 1.189 βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· Odyssey 1.190 ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς. Odyssey 1.191 ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, Odyssey 1.192 φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· Odyssey 1.193 βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην, Odyssey 1.194 ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει. Odyssey 1.195 ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι Odyssey 1.196 ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι; Odyssey 1.197 ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ; Odyssey 1.198 εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει. Odyssey 1.199 τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· Odyssey 1.200 Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, Odyssey 1.201 ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων· Odyssey 1.202 γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται. Odyssey 1.203 ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι Odyssey 1.204 νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε. Odyssey 1.205 αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω, Odyssey 1.206 ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν· Odyssey 1.207 ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας Odyssey 1.208 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. Odyssey 1.209 γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω Odyssey 1.210 οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα Odyssey 1.211 εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι. Odyssey 1.212 σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω. Odyssey 1.213 εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, Odyssey 1.214 ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω Odyssey 1.215 οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα· καί μοι ἔπειτα Odyssey 1.216 Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον. Odyssey 1.217 εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, Odyssey 1.218 ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ, Odyssey 1.219 οὐλήν, τήν ποτέ με σῦς ἤλασε λευκῷ ὀδόντι Odyssey 1.220 Παρνησόνδʼ ἐλθόντα σὺν υἱάσιν Αὐτολύκοιο. Odyssey 1.221 ὣς εἰπὼν ῥάκεα μεγάλης ἀποέργαθεν οὐλῆς. Odyssey 1.222 τὼ δʼ ἐπεὶ εἰσιδέτην εὖ τʼ ἐφράσσαντο ἕκαστα, Odyssey 1.223 κλαῖον ἄρʼ ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι χεῖρε βαλόντε, Odyssey 1.224 καὶ κύνεον ἀγαπαζόμενοι κεφαλήν τε καὶ ὤμους Odyssey 1.225 ὣς δʼ αὔτως Ὀδυσεὺς κεφαλὰς καὶ χεῖρας ἔκυσσε. Odyssey 1.226 καί νύ κʼ ὀδυρομένοισιν ἔδυ φάος ἠελίοιο, Odyssey 1.227 εἰ μὴ Ὀδυσσεὺς αὐτὸς ἐρύκακε φώνησέν τε· Odyssey 1.228 παύεσθον κλαυθμοῖο γόοιό τε, μή τις ἴδηται Odyssey 1.229 ἐξελθὼν μεγάροιο, ἀτὰρ εἴπῃσι καὶ εἴσω. Odyssey 1.230 ἀλλὰ προμνηστῖνοι ἐσέλθετε, μηδʼ ἅμα πάντες, Odyssey 1.231 πρῶτος ἐγώ, μετὰ δʼ ὔμμες· ἀτὰρ τόδε σῆμα τετύχθω· Odyssey 1.232 ἄλλοι μὲν γὰρ πάντες, ὅσοι μνηστῆρες ἀγαυοί, Odyssey 1.233 οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιὸν ἠδὲ φαρέτρην· Odyssey 1.234 ἀλλὰ σύ, δῖʼ Εὔμαιε, φέρων ἀνὰ δώματα τόξον Odyssey 1.235 ἐν χείρεσσιν ἐμοὶ θέμεναι, εἰπεῖν τε γυναιξὶ Odyssey 1.236 κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας, Odyssey 1.237 ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ Odyssey 1.238 ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε Odyssey 1.239 προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. Odyssey 1.240 σοὶ δέ, Φιλοίτιε δῖε, θύρας ἐπιτέλλομαι αὐλῆς Odyssey 1.241 κληῗσαι κληῗδι, θοῶς δʼ ἐπὶ δεσμὸν ἰῆλαι. Odyssey 1.242 ὣς εἰπὼν εἰσῆλθε δόμους εὖ ναιετάοντας· Odyssey 1.243 ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη· Odyssey 1.244 ἐς δʼ ἄρα καὶ τὼ δμῶε ἴτην θείου Ὀδυσῆος. Odyssey 1.245 Εὐρύμαχος δʼ ἤδη τόξον μετὰ χερσὶν ἐνώμα, Odyssey 1.246 θάλπων ἔνθα καὶ ἔνθα σέλᾳ πυρός· ἀλλά μιν οὐδʼ ὣς Odyssey 1.247 ἐντανύσαι δύνατο, μέγα δʼ ἔστενε κυδάλιμον κῆρ· Odyssey 1.248 ὀχθήσας δʼ ἄρα εἶπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.249 ὢ πόποι, ἦ μοι ἄχος περί τʼ αὐτοῦ καὶ περὶ πάντων· Odyssey 1.250 οὔ τι γάμου τοσσοῦτον ὀδύρομαι, ἀχνύμενός περ· Odyssey 1.251 εἰσὶ καὶ ἄλλαι πολλαὶ Ἀχαιΐδες, αἱ μὲν ἐν αὐτῇ Odyssey 1.252 ἀμφιάλῳ Ἰθάκῃ, αἱ δʼ ἄλλῃσιν πολίεσσιν· Odyssey 1.253 ἀλλʼ εἰ δὴ τοσσόνδε βίης ἐπιδευέες εἰμὲν Odyssey 1.254 ἀντιθέου Ὀδυσῆος, ὅ τʼ οὐ δυνάμεσθα τανύσσαι Odyssey 1.255 τόξον· ἐλεγχείη δὲ καὶ ἐσσομένοισι πυθέσθαι. Odyssey 1.256 τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός· Odyssey 1.257 Εὐρύμαχʼ, οὐχ οὕτως ἔσται· νοέεις δὲ καὶ αὐτός. Odyssey 1.258 νῦν μὲν γὰρ κατὰ δῆμον ἑορτὴ τοῖο θεοῖο Odyssey 1.259 ἁγνή· τίς δέ κε τόξα τιταίνοιτʼ; ἀλλὰ ἕκηλοι Odyssey 1.260 κάτθετʼ· ἀτὰρ πελέκεάς γε καὶ εἴ κʼ εἰῶμεν ἅπαντας Odyssey 1.261 ἑστάμεν· οὐ μὲν γάρ τινʼ ἀναιρήσεσθαι ὀΐω, Odyssey 1.262 ἐλθόντʼ ἐς μέγαρον Λαερτιάδεω Ὀδυσῆος. Odyssey 1.263 ἀλλʼ ἄγετʼ, οἰνοχόος μὲν ἐπαρξάσθω δεπάεσσιν, Odyssey 1.264 ὄφρα σπείσαντες καταθείομεν ἀγκύλα τόξα· Odyssey 1.265 ἠῶθεν δὲ κέλεσθε Μελάνθιον, αἰπόλον αἰγῶν, Odyssey 1.266 αἶγας ἄγειν, αἳ πᾶσι μέγʼ ἔξοχοι αἰπολίοισιν, Odyssey 1.267 ὄφρʼ ἐπὶ μηρία θέντες Ἀπόλλωνι κλυτοτόξῳ Odyssey 1.268 τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον. Odyssey 1.269 ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος. Odyssey 1.270 τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν, Odyssey 1.271 κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο, Odyssey 1.272 νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν. Odyssey 1.273 οἱ δʼ ἐπεὶ οὖν σπεῖσάν τʼ ἔπιόν θʼ ὅσον ἤθελε θυμός, Odyssey 1.274 τοῖς δὲ δολοφρονέων μετέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.275 κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης· Odyssey 1.276 ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει· Odyssey 1.277 Εὐρύμαχον δὲ μάλιστα καὶ Ἀντίνοον θεοειδέα Odyssey 1.278 λίσσομʼ, ἐπεὶ καὶ τοῦτο ἔπος κατὰ μοῖραν ἔειπε, Odyssey 1.279 νῦν μὲν παῦσαι τόξον, ἐπιτρέψαι δὲ θεοῖσιν· Odyssey 1.280 ἠῶθεν δὲ θεὸς δώσει κράτος ᾧ κʼ ἐθέλῃσιν. Odyssey 1.281 ἀλλʼ ἄγʼ ἐμοὶ δότε τόξον ἐΰξοον, ὄφρα μεθʼ ὑμῖν Odyssey 1.282 χειρῶν καὶ σθένεος πειρήσομαι, ἤ μοι ἔτʼ ἐστὶν Odyssey 1.283 ἴς, οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν, Odyssey 1.284 ἦ ἤδη μοι ὄλεσσεν ἄλη τʼ ἀκομιστίη τε. Odyssey 1.285 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν, Odyssey 1.286 δείσαντες μὴ τόξον ἐΰξοον ἐντανύσειεν. Odyssey 1.287 Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Odyssey 1.288 ἆ δειλὲ ξείνων, ἔνι τοι φρένες οὐδʼ ἠβαιαί· Odyssey 1.289 οὐκ ἀγαπᾷς ὃ ἕκηλος ὑπερφιάλοισι μεθʼ ἡμῖν Odyssey 1.290 δαίνυσαι, οὐδέ τι δαιτὸς ἀμέρδεαι, αὐτὰρ ἀκούεις Odyssey 1.291 μύθων ἡμετέρων καὶ ῥήσιος; οὐδέ τις ἄλλος Odyssey 1.292 ἡμετέρων μύθων ξεῖνος καὶ πτωχὸς ἀκούει. Odyssey 1.293 οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους Odyssey 1.294 βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδʼ αἴσιμα πίνῃ. Odyssey 1.295 οἶνος καὶ Κένταυρον, ἀγακλυτὸν Εὐρυτίωνα, Odyssey 1.296 ἄασʼ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο, Odyssey 1.297 ἐς Λαπίθας ἐλθόνθʼ· ὁ δʼ ἐπεὶ φρένας ἄασεν οἴνῳ, Odyssey 1.298 μαινόμενος κάκʼ ἔρεξε δόμον κάτα Πειριθόοιο· Odyssey 1.299 ἥρωας δʼ ἄχος εἷλε, διὲκ προθύρου δὲ θύραζε Odyssey 1.300 ἕλκον ἀναΐξαντες, ἀπʼ οὔατα νηλέϊ χαλκῷ Odyssey 1.301 ῥῖνάς τʼ ἀμήσαντες· ὁ δὲ φρεσὶν ᾗσιν ἀασθεὶς Odyssey 1.302 ἤϊεν ἣν ἄτην ὀχέων ἀεσίφρονι θυμῷ. Odyssey 1.303 ἐξ οὗ Κενταύροισι καὶ ἀνδράσι νεῖκος ἐτύχθη, Odyssey 1.304 οἷ δʼ αὐτῷ πρώτῳ κακὸν εὕρετο οἰνοβαρείων. Odyssey 1.305 ὣς καὶ σοὶ μέγα πῆμα πιφαύσκομαι, αἴ κε τὸ τόξον Odyssey 1.306 ἐντανύσῃς· οὐ γάρ τευ ἐπητύος ἀντιβολήσεις Odyssey 1.307 ἡμετέρῳ ἐνὶ δήμῳ, ἄφαρ δέ σε νηῒ μελαίνῃ Odyssey 1.308 εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων, Odyssey 1.309 πέμψομεν· ἔνθεν δʼ οὔ τι σαώσεαι· ἀλλὰ ἕκηλος Odyssey 1.310 πῖνέ τε, μηδʼ ἐρίδαινε μετʼ ἀνδράσι κουροτέροισιν. Odyssey 1.311 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.312 Ἀντίνοʼ, οὐ μὲν καλὸν ἀτέμβειν οὐδὲ δίκαιον Odyssey 1.313 ξείνους Τηλεμάχου, ὅς κεν τάδε δώμαθʼ ἵκηται· Odyssey 1.314 ἔλπεαι, αἴ χʼ ὁ ξεῖνος Ὀδυσσῆος μέγα τόξον Odyssey 1.315 ἐντανύσῃ χερσίν τε βίηφί τε ἧφι πιθήσας, Odyssey 1.316 οἴκαδέ μʼ ἄξεσθαι καὶ ἑὴν θήσεσθαι ἄκοιτιν; Odyssey 1.317 οὐδʼ αὐτός που τοῦτό γʼ ἐνὶ στήθεσσιν ἔολπε· Odyssey 1.318 μηδέ τις ὑμείων τοῦ γʼ εἵνεκα θυμὸν ἀχεύων Odyssey 1.319 ἐνθάδε δαινύσθω, ἐπεὶ οὐδὲ μὲν οὐδὲ ἔοικεν. Odyssey 1.320 τὴν δʼ αὖτʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἀντίον ηὔδα· Odyssey 1.321 κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, Odyssey 1.322 οὔ τί σε τόνδʼ ἄξεσθαι ὀϊόμεθʼ· οὐδὲ ἔοικεν· Odyssey 1.323 ἀλλʼ αἰσχυνόμενοι φάτιν ἀνδρῶν ἠδὲ γυναικῶν, Odyssey 1.324 μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος Ἀχαιῶν Odyssey 1.325 ἦ πολὺ χείρονες ἄνδρες ἀμύμονος ἀνδρὸς ἄκοιτιν Odyssey 1.326 μνῶνται, οὐδέ τι τόξον ἐΰξοον ἐντανύουσιν· Odyssey 1.327 ἀλλʼ ἄλλος τις πτωχὸς ἀνὴρ ἀλαλήμενος ἐλθὼν Odyssey 1.328 ῥηϊδίως ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου. Odyssey 1.329 ὣς ἐρέουσʼ, ἡμῖν δʼ ἂν ἐλέγχεα ταῦτα γένοιτο. Odyssey 1.330 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.331 Εὐρύμαχʼ, οὔ πως ἔστιν ἐϋκλεῖας κατὰ δῆμον Odyssey 1.332 ἔμμεναι οἳ δὴ οἶκον ἀτιμάζοντες ἔδουσιν Odyssey 1.333 ἀνδρὸς ἀριστῆος· τί δʼ ἐλέγχεα ταῦτα τίθεσθε; Odyssey 1.334 οὗτος δὲ ξεῖνος μάλα μὲν μέγας ἠδʼ εὐπηγής, Odyssey 1.335 πατρὸς δʼ ἐξ ἀγαθοῦ γένος εὔχεται ἔμμεναι υἱός. Odyssey 1.336 ἀλλʼ ἄγε οἱ δότε τόξον ἐΰξοον, ὄφρα ἴδωμεν. Odyssey 1.337 ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· Odyssey 1.338 εἴ κέ μιν ἐντανύσῃ, δώῃ δέ οἱ εὖχος Ἀπόλλων, Odyssey 1.339 ἕσσω μιν χλαῖνάν τε χιτῶνά τε, εἵματα καλά, Odyssey 1.340 δώσω δʼ ὀξὺν ἄκοντα, κυνῶν ἀλκτῆρα καὶ ἀνδρῶν, Odyssey 1.341 καὶ ξίφος ἄμφηκες· δώσω δʼ ὑπὸ ποσσὶ πέδιλα, Odyssey 1.342 πέμψω δʼ ὅππη μιν κραδίη θυμός τε κελεύει. Odyssey 1.343 τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.344 μῆτερ ἐμή, τόξον μὲν Ἀχαιῶν οὔ τις ἐμεῖο Odyssey 1.345 κρείσσων, ᾧ κʼ ἐθέλω, δόμεναί τε καὶ ἀρνήσασθαι, Odyssey 1.346 οὔθʼ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν, Odyssey 1.347 οὔθʼ ὅσσοι νήσοισι πρὸς Ἤλιδος ἱπποβότοιο· Odyssey 1.348 τῶν οὔ τίς μʼ ἀέκοντα βιήσεται, αἴ κʼ ἐθέλωμι Odyssey 1.349 καὶ καθάπαξ ξείνῳ δόμεναι τάδε τόξα φέρεσθαι. Odyssey 1.350 ἀλλʼ εἰς οἶκον ἰοῦσα τὰ σʼ αὐτῆς ἔργα κόμιζε, Odyssey 1.351 ἱστόν τʼ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε Odyssey 1.352 ἔργον ἐποίχεσθαι· τόξον δʼ ἄνδρεσσι μελήσει Odyssey 1.353 πᾶσι, μάλιστα δʼ ἐμοί· τοῦ γὰρ κράτος ἔστʼ ἐνὶ οἴκῳ. Odyssey 1.354 ἡ μὲν θαμβήσασα πάλιν οἶκόνδε βεβήκει· Odyssey 1.355 παιδὸς γὰρ μῦθον πεπνυμένον ἔνθετο θυμῷ. Odyssey 1.356 ἐς δʼ ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶ Odyssey 1.357 κλαῖεν ἔπειτʼ Ὀδυσῆα, φίλον πόσιν, ὄφρα οἱ ὕπνον Odyssey 1.358 ἡδὺν ἐπὶ βλεφάροισι βάλε γλαυκῶπις Ἀθήνη. Odyssey 1.359 αὐτὰρ ὁ τόξα λαβὼν φέρε καμπύλα δῖος ὑφορβός· Odyssey 1.360 μνηστῆρες δʼ ἄρα πάντες ὁμόκλεον ἐν μεγάροισιν· Odyssey 1.361 ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· Odyssey 1.362 πῆ δὴ καμπύλα τόξα φέρεις, ἀμέγαρτε συβῶτα, Odyssey 1.363 πλαγκτέ; τάχʼ αὖ σʼ ἐφʼ ὕεσσι κύνες ταχέες κατέδονται Odyssey 1.364 οἶον ἀπʼ ἀνθρώπων, οὓς ἔτρεφες, εἴ κεν Ἀπόλλων Odyssey 1.365 ἡμῖν ἱλήκῃσι καὶ ἀθάνατοι θεοὶ ἄλλοι. Odyssey 1.366 ὣς φάσαν, αὐτὰρ, ὁ θῆκε φέρων αὐτῇ ἐνὶ χώρῃ, Odyssey 1.367 δείσας, οὕνεκα πολλοὶ ὁμόκλεον ἐν μεγάροισιν. Odyssey 1.368 Τηλέμαχος δʼ ἑτέρωθεν ἀπειλήσας ἐγεγώνει· Odyssey 1.369 ἄττα, πρόσω φέρε τόξα· τάχʼ οὐκ εὖ πᾶσι πιθήσεις Odyssey 1.370 μή σε καὶ ὁπλότερός περ ἐὼν ἀγρόνδε δίωμαι, Odyssey 1.371 βάλλων χερμαδίοισι· βίηφι δὲ φέρτερός εἰμι. Odyssey 1.372 αἲ γὰρ πάντων τόσσον, ὅσοι κατὰ δώματʼ ἔασι, Odyssey 1.373 μνηστήρων χερσίν τε βίηφί τε φέρτερος εἴην· Odyssey 1.374 τῷ κε τάχα στυγερῶς τινʼ ἐγὼ πέμψαιμι νέεσθαι Odyssey 1.375 ἡμετέρου ἐξ οἴκου, ἐπεὶ κακὰ μηχανόωνται. Odyssey 1.376 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπʼ αὐτῷ ἡδὺ γέλασσαν Odyssey 1.377 μνηστῆρες, καὶ δὴ μέθιεν χαλεποῖο χόλοιο Odyssey 1.378 Τηλεμάχῳ· τὰ δὲ τόξα φέρων ἀνὰ δῶμα συβώτης Odyssey 1.379 ἐν χείρεσσʼ Ὀδυσῆϊ δαΐφρονι θῆκε παραστάς. Odyssey 1.380 ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· Odyssey 1.381 Τηλέμαχος κέλεταί σε, περίφρων Εὐρύκλεια, Odyssey 1.382 κληῗσαι μεγάροιο θύρας πυκινῶς ἀραρυίας. Odyssey 1.383 ἢν δέ τις ἢ στοναχῆς ἠὲ κτύπου ἔνδον ἀκούσῃ Odyssey 1.384 ἀνδρῶν ἡμετέροισιν ἐν ἕρκεσι, μή τι θύραζε Odyssey 1.385 προβλώσκειν, ἀλλʼ αὐτοῦ ἀκὴν ἔμεναι παρὰ ἔργῳ. Odyssey 1.386 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, Odyssey 1.387 κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων. Odyssey 1.388 σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, Odyssey 1.389 κλήϊσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς. Odyssey 1.390 κεῖτο δʼ ὑπʼ αἰθούσῃ ὅπλον νεὸς ἀμφιελίσσης Odyssey 1.391 βύβλινον, ᾧ ῥʼ ἐπέδησε θύρας, ἐς δʼ ἤϊεν αὐτός· Odyssey 1.392 ἕζετʼ ἔπειτʼ ἐπὶ δίφρον ἰών, ἔνθεν περ ἀνέστη, Odyssey 1.393 εἰσορόων Ὀδυσῆα. ὁ δʼ ἤδη τόξον ἐνώμα Odyssey 1.394 πάντη ἀναστρωφῶν, πειρώμενος ἔνθα καὶ ἔνθα, Odyssey 1.395 μὴ κέρα ἶπες ἔδοιεν ἀποιχομένοιο ἄνακτος. Odyssey 1.396 ὧδε τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· Odyssey 1.397 ἦ τις θηητὴρ καὶ ἐπίκλοπος ἔπλετο τόξων· Odyssey 1.398 ἤ ῥά νύ που τοιαῦτα καὶ αὐτῷ οἴκοθι κεῖται Odyssey 1.399 ἢ ὅ γʼ ἐφορμᾶται ποιησέμεν, ὡς ἐνὶ χερσὶ Odyssey 1.400 νωμᾷ ἔνθα καὶ ἔνθα κακῶν ἔμπαιος ἀλήτης. Odyssey 1.401 ἄλλος δʼ αὖ εἴπεσκε νέων ὑπερηνορεόντων· Odyssey 1.402 αἲ γὰρ δὴ τοσσοῦτον ὀνήσιος ἀντιάσειεν Odyssey 1.403 ὡς οὗτός ποτε τοῦτο δυνήσεται ἐντανύσασθαι. Odyssey 1.404 ὣς ἄρʼ ἔφαν μνηστῆρες· ἀτὰρ πολύμητις Ὀδυσσεύς, Odyssey 1.405 αὐτίκʼ ἐπεὶ μέγα τόξον ἐβάστασε καὶ ἴδε πάντη, Odyssey 1.406 ὡς ὅτʼ ἀνὴρ φόρμιγγος ἐπιστάμενος καὶ ἀοιδῆς Odyssey 1.407 ῥηϊδίως ἐτάνυσσε νέῳ περὶ κόλλοπι χορδήν, Odyssey 1.408 ἅψας ἀμφοτέρωθεν ἐϋστρεφὲς ἔντερον οἰός, Odyssey 1.409 ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς. Odyssey 1.410 δεξιτερῇ ἄρα χειρὶ λαβὼν πειρήσατο νευρῆς· Odyssey 1.411 ἡ δʼ ὑπὸ καλὸν ἄεισε, χελιδόνι εἰκέλη αὐδήν. Odyssey 1.412 μνηστῆρσιν δʼ ἄρʼ ἄχος γένετο μέγα, πᾶσι δʼ ἄρα χρὼς Odyssey 1.413 ἐτράπετο· Ζεὺς δὲ μεγάλʼ ἔκτυπε σήματα φαίνων· Odyssey 1.414 γήθησέν τʼ ἄρʼ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς. Odyssey 1.415 ὅττι ῥά οἱ τέρας ἧκε Κρόνου πάϊς ἀγκυλομήτεω· Odyssey 1.416 εἵλετο δʼ ὠκὺν ὀϊστόν, ὅ οἱ παρέκειτο τραπέζῃ Odyssey 1.417 γυμνός· τοὶ δʼ ἄλλοι κοίλης ἔντοσθε φαρέτρης Odyssey 1.418 κείατο, τῶν τάχʼ ἔμελλον Ἀχαιοὶ πειρήσεσθαι. Odyssey 1.419 τόν ῥʼ ἐπὶ πήχει ἑλὼν ἕλκεν νευρὴν γλυφίδας τε, Odyssey 1.420 αὐτόθεν ἐκ δίφροιο καθήμενος, ἧκε δʼ ὀϊστὸν Odyssey 1.421 ἄντα τιτυσκόμενος, πελέκεων δʼ οὐκ ἤμβροτε πάντων Odyssey 1.422 πρώτης στειλειῆς, διὰ δʼ ἀμπερὲς ἦλθε θύραζε Odyssey 1.423 ἰὸς χαλκοβαρής· ὁ δὲ Τηλέμαχον προσέειπε· Odyssey 1.424 Τηλέμαχʼ, οὔ σʼ ὁ ξεῖνος ἐνὶ μεγάροισιν ἐλέγχει Odyssey 1.425 ἥμενος, οὐδέ τι τοῦ σκοποῦ ἤμβροτον οὐδέ τι τόξον Odyssey 1.426 δὴν ἔκαμον τανύων· ἔτι μοι μένος ἔμπεδόν ἐστιν, Odyssey 1.427 οὐχ ὥς με μνηστῆρες ἀτιμάζοντες ὄνονται. Odyssey 1.428 νῦν δʼ ὥρη καὶ δόρπον Ἀχαιοῖσιν τετυκέσθαι Odyssey 1.429 ἐν φάει, αὐτὰρ ἔπειτα καὶ ἄλλως ἑψιάασθαι Odyssey 1.430 μολπῇ καὶ φόρμιγγι· τὰ γάρ τʼ ἀναθήματα δαιτός. Odyssey 1.431 ἦ καὶ ἐπʼ ὀφρύσι νεῦσεν· ὁ δʼ ἀμφέθετο ξίφος ὀξὺ Odyssey 1.432 Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο, Odyssey 1.433 ἀμφὶ δὲ χεῖρα φίλην βάλεν ἔγχεϊ, ἄγχι δʼ ἄρʼ αὐτοῦ Odyssey 1.434 πὰρ θρόνον ἑστήκει κεκορυθμένος αἴθοπι χαλκῷ. Odyssey 1.1 αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς, Odyssey 1.2 ἆλτο δʼ ἐπὶ μέγαν οὐδόν, ἔχων βιὸν ἠδὲ φαρέτρην Odyssey 1.3 ἰῶν ἐμπλείην, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς Odyssey 1.4 αὐτοῦ πρόσθε ποδῶν, μετὰ δὲ μνηστῆρσιν ἔειπεν· Odyssey 1.5 οὗτος μὲν δὴ ἄεθλος ἀάατος ἐκτετέλεσται· Odyssey 1.6 νῦν αὖτε σκοπὸν ἄλλον, ὃν οὔ πώ τις βάλεν ἀνήρ, Odyssey 1.7 εἴσομαι, αἴ κε τύχωμι, πόρῃ δέ μοι εὖχος Ἀπόλλων. Odyssey 1.8 ἦ καὶ ἐπʼ Ἀντινόῳ ἰθύνετο πικρὸν ὀϊστόν. Odyssey 1.9 ἦ τοι ὁ καλὸν ἄλεισον ἀναιρήσεσθαι ἔμελλε, Odyssey 1.10 χρύσεον ἄμφωτον, καὶ δὴ μετὰ χερσὶν ἐνώμα, Odyssey 1.11 ὄφρα πίοι οἴνοιο· φόνος δέ οἱ οὐκ ἐνὶ θυμῷ Odyssey 1.12 μέμβλετο· τίς κʼ οἴοιτο μετʼ ἀνδράσι δαιτυμόνεσσι Odyssey 1.13 μοῦνον ἐνὶ πλεόνεσσι, καὶ εἰ μάλα καρτερὸς εἴη, Odyssey 1.14 οἷ τεύξειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν; Odyssey 1.15 τὸν δʼ Ὀδυσεὺς κατὰ λαιμὸν ἐπισχόμενος βάλεν ἰῷ, Odyssey 1.16 ἀντικρὺ δʼ ἁπαλοῖο διʼ αὐχένος ἤλυθʼ ἀκωκή. Odyssey 1.17 ἐκλίνθη δʼ ἑτέρωσε, δέπας δέ οἱ ἔκπεσε χειρὸς Odyssey 1.18 βλημένου, αὐτίκα δʼ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν Odyssey 1.19 αἵματος ἀνδρομέοιο· θοῶς δʼ ἀπὸ εἷο τράπεζαν Odyssey 1.20 ὦσε ποδὶ πλήξας, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε· Odyssey 1.21 σῖτός τε κρέα τʼ ὀπτὰ φορύνετο. τοὶ δʼ ὁμάδησαν Odyssey 1.22 μνηστῆρες κατὰ δώμαθʼ, ὅπως ἴδον ἄνδρα πεσόντα, Odyssey 1.23 ἐκ δὲ θρόνων ἀνόρουσαν ὀρινθέντες κατὰ δῶμα, Odyssey 1.24 πάντοσε παπταίνοντες ἐϋδμήτους ποτὶ τοίχους· Odyssey 1.25 οὐδέ πη ἀσπὶς ἔην οὐδʼ ἄλκιμον ἔγχος ἑλέσθαι. Odyssey 1.26 νείκειον δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσι· Odyssey 1.27 ξεῖνε, κακῶς ἀνδρῶν τοξάζεαι· οὐκέτʼ ἀέθλων Odyssey 1.28 ἄλλων ἀντιάσεις· νῦν τοι σῶς αἰπὺς ὄλεθρος. Odyssey 1.29 καὶ γὰρ δὴ νῦν φῶτα κατέκτανες ὃς μέγʼ ἄριστος Odyssey 1.30 κούρων εἰν Ἰθάκῃ· τῷ σʼ ἐνθάδε γῦπες ἔδονται. Odyssey 1.31 ἴσκεν ἕκαστος ἀνήρ, ἐπεὶ ἦ φάσαν οὐκ ἐθέλοντα Odyssey 1.32 ἄνδρα κατακτεῖναι· τὸ δὲ νήπιοι οὐκ ἐνόησαν, Odyssey 1.33 ὡς δή σφιν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπτο. Odyssey 1.34 τοὺς δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.35 ὦ κύνες, οὔ μʼ ἔτʼ ἐφάσκεθʼ ὑπότροπον οἴκαδʼ ἱκέσθαι Odyssey 1.36 δήμου ἄπο Τρώων, ὅτι μοι κατεκείρετε οἶκον, Odyssey 1.37 δμῳῇσιν δὲ γυναιξὶ παρευνάζεσθε βιαίως, Odyssey 1.38 αὐτοῦ τε ζώοντος ὑπεμνάασθε γυναῖκα, Odyssey 1.39 οὔτε θεοὺς δείσαντες, οἳ οὐρανὸν εὐρὺν ἔχουσιν, Odyssey 1.40 οὔτε τινʼ ἀνθρώπων νέμεσιν κατόπισθεν ἔσεσθαι· Odyssey 1.41 νῦν ὑμῖν καὶ πᾶσιν ὀλέθρου πείρατʼ ἐφῆπται. Odyssey 1.42 ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος εἷλεν· Odyssey 1.43 πάπτηνεν δὲ ἕκαστος ὅπη φύγοι αἰπὺν ὄλεθρον. Odyssey 1.44 Εὐρύμαχος δέ μιν οἶος ἀμειβόμενος προσέειπεν· Odyssey 1.45 εἰ μὲν δὴ Ὀδυσεὺς Ἰθακήσιος εἰλήλουθας, Odyssey 1.46 ταῦτα μὲν αἴσιμα εἶπας, ὅσα ῥέζεσκον Ἀχαιοί, Odyssey 1.47 πολλὰ μὲν ἐν μεγάροισιν ἀτάσθαλα, πολλὰ δʼ ἐπʼ ἀγροῦ. Odyssey 1.48 ἀλλʼ ὁ μὲν ἤδη κεῖται ὃς αἴτιος ἔπλετο πάντων, Odyssey 1.49 Ἀντίνοος· οὗτος γὰρ ἐπίηλεν τάδε ἔργα, Odyssey 1.50 οὔ τι γάμου τόσσον κεχρημένος οὐδὲ χατίζων, Odyssey 1.51 ἀλλʼ ἄλλα φρονέων, τά οἱ οὐκ ἐτέλεσσε Κρονίων, Odyssey 1.52 ὄφρʼ Ἰθάκης κατὰ δῆμον ἐϋκτιμένης βασιλεύοι Odyssey 1.53 αὐτός, ἀτὰρ σὸν παῖδα κατακτείνειε λοχήσας. Odyssey 1.54 νῦν δʼ ὁ μὲν ἐν μοίρῃ πέφαται, σὺ δὲ φείδεο λαῶν Odyssey 1.55 σῶν· ἀτὰρ ἄμμες ὄπισθεν ἀρεσσάμενοι κατὰ δῆμον, Odyssey 1.56 ὅσσα τοι ἐκπέποται καὶ ἐδήδοται ἐν μεγάροισι, Odyssey 1.57 τιμὴν ἀμφὶς ἄγοντες ἐεικοσάβοιον ἕκαστος, Odyssey 1.58 χαλκόν τε χρυσόν τʼ ἀποδώσομεν, εἰς ὅ κε σὸν κῆρ Odyssey 1.59 ἰανθῇ· πρὶν δʼ οὔ τι νεμεσσητὸν κεχολῶσθαι. Odyssey 1.60 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.61 Εὐρύμαχʼ, οὐδʼ εἴ μοι πατρώϊα πάντʼ ἀποδοῖτε, Odyssey 1.62 ὅσσα τε νῦν ὔμμʼ ἐστὶ καὶ εἴ ποθεν ἄλλʼ ἐπιθεῖτε, Odyssey 1.63 οὐδέ κεν ὣς ἔτι χεῖρας ἐμὰς λήξαιμι φόνοιο Odyssey 1.64 πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι. Odyssey 1.65 νῦν ὑμῖν παράκειται ἐναντίον ἠὲ μάχεσθαι Odyssey 1.66 ἢ φεύγειν, ὅς κεν θάνατον καὶ κῆρας ἀλύξῃ· Odyssey 1.67 ἀλλά τινʼ οὐ φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον. Odyssey 1.68 ὣς φάτο, τῶν δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. Odyssey 1.69 τοῖσιν δʼ Εὐρύμαχος προσεφώνεε δεύτερον αὖτις· Odyssey 1.70 ὦ φίλοι, οὐ γὰρ σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους, Odyssey 1.71 ἀλλʼ ἐπεὶ ἔλλαβε τόξον ἐΰξοον ἠδὲ φαρέτρην, Odyssey 1.72 οὐδοῦ ἄπο ξεστοῦ τοξάσσεται, εἰς ὅ κε πάντας Odyssey 1.73 ἄμμε κατακτείνῃ· ἀλλὰ μνησώμεθα χάρμης. Odyssey 1.74 φάσγανά τε σπάσσασθε καὶ ἀντίσχεσθε τραπέζας Odyssey 1.75 ἰῶν ὠκυμόρων· ἐπὶ δʼ αὐτῷ πάντες ἔχωμεν Odyssey 1.76 ἀθρόοι, εἴ κέ μιν οὐδοῦ ἀπώσομεν ἠδὲ θυράων, Odyssey 1.77 ἔλθωμεν δʼ ἀνὰ ἄστυ, βοὴ δʼ ὤκιστα γένοιτο· Odyssey 1.78 τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο. Odyssey 1.79 ὣς ἄρα φωνήσας εἰρύσσατο φάσγανον ὀξὺ Odyssey 1.80 χάλκεον, ἀμφοτέρωθεν ἀκαχμένον, ἆλτο δʼ ἐπʼ αὐτῷ Odyssey 1.81 σμερδαλέα ἰάχων· ὁ δʼ ἁμαρτῆ δῖος Ὀδυσσεὺς Odyssey 1.82 ἰὸν ἀποπροίει, βάλε δὲ στῆθος παρὰ μαζόν, Odyssey 1.83 ἐν δέ οἱ ἥπατι πῆξε θοὸν βέλος· ἐκ δʼ ἄρα χειρὸς Odyssey 1.84 φάσγανον ἧκε χαμᾶζε, περιρρηδὴς δὲ τραπέζῃ Odyssey 1.85 κάππεσεν ἰδνωθείς, ἀπὸ δʼ εἴδατα χεῦεν ἔραζε Odyssey 1.86 καὶ δέπας ἀμφικύπελλον· ὁ δὲ χθόνα τύπτε μετώπῳ Odyssey 1.87 θυμῷ ἀνιάζων, ποσὶ δὲ θρόνον ἀμφοτέροισι Odyssey 1.88 λακτίζων ἐτίνασσε· κατʼ ὀφθαλμῶν δʼ ἔχυτʼ ἀχλύς. Odyssey 1.89 Ἀμφίνομος δʼ Ὀδυσῆος ἐείσατο κυδαλίμοιο Odyssey 1.90 ἀντίος ἀΐξας, εἴρυτο δὲ φάσγανον ὀξύ, Odyssey 1.91 εἴ πώς οἱ εἴξειε θυράων. ἀλλʼ ἄρα μιν φθῆ Odyssey 1.92 Τηλέμαχος κατόπισθε βαλὼν χαλκήρεϊ δουρὶ Odyssey 1.93 ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν· Odyssey 1.94 δούπησεν δὲ πεσών, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. Odyssey 1.95 Τηλέμαχος δʼ ἀπόρουσε, λιπὼν δολιχόσκιον ἔγχος Odyssey 1.96 αὐτοῦ ἐν Ἀμφινόμῳ· περὶ γὰρ δίε μή τις Ἀχαιῶν Odyssey 1.97 ἔγχος ἀνελκόμενον δολιχόσκιον ἢ ἐλάσειε Odyssey 1.98 φασγάνῳ ἀΐξας ἠὲ προπρηνέα τύψας. Odyssey 1.99 βῆ δὲ θέειν, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, Odyssey 1.100 ἀγχοῦ δʼ ἱστάμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.101 ὦ πάτερ, ἤδη τοι σάκος οἴσω καὶ δύο δοῦρε Odyssey 1.102 καὶ κυνέην πάγχαλκον, ἐπὶ κροτάφοις ἀραρυῖαν Odyssey 1.103 αὐτός τʼ ἀμφιβαλεῦμαι ἰών, δώσω δὲ συβώτῃ Odyssey 1.104 καὶ τῷ βουκόλῳ ἄλλα· τετευχῆσθαι γὰρ ἄμεινον. Odyssey 1.105 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.106 οἶσε θέων, ἧός μοι ἀμύνεσθαι πάρʼ ὀϊστοί, Odyssey 1.107 μή μʼ ἀποκινήσωσι θυράων μοῦνον ἐόντα. Odyssey 1.108 ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, Odyssey 1.109 βῆ δʼ ἴμεναι θάλαμόνδʼ, ὅθι οἱ κλυτὰ τεύχεα κεῖτο. Odyssey 1.110 ἔνθεν τέσσαρα μὲν σάκεʼ ἔξελε, δούρατα δʼ ὀκτὼ Odyssey 1.111 καὶ πίσυρας κυνέας χαλκήρεας ἱπποδασείας· Odyssey 1.112 βῆ δὲ φέρων, μάλα δʼ ὦκα φίλον πατέρʼ εἰσαφίκανεν, Odyssey 1.113 αὐτὸς δὲ πρώτιστα περὶ χροῒ δύσετο χαλκόν· Odyssey 1.114 ὣς δʼ αὔτως τὼ δμῶε δυέσθην τεύχεα καλά, Odyssey 1.115 ἔσταν δʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην. Odyssey 1.116 αὐτὰρ ὅ γʼ, ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοί. Odyssey 1.117 τόφρα μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ Odyssey 1.118 βάλλε τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. Odyssey 1.119 αὐτὰρ ἐπεὶ λίπον ἰοὶ ὀϊστεύοντα ἄνακτα, Odyssey 1.120 τόξον μὲν πρὸς σταθμὸν ἐϋσταθέος μεγάροιο Odyssey 1.121 ἔκλινʼ ἑστάμεναι, πρὸς ἐνώπια παμφανόωντα, Odyssey 1.122 αὐτὸς δʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον, Odyssey 1.123 κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν, Odyssey 1.124 ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· Odyssey 1.125 εἵλετο δʼ ἄλκιμα δοῦρε δύω κεκορυθμένα χαλκῷ. Odyssey 1.126 ὀρσοθύρη δέ τις ἔσκεν ἐϋδμήτῳ ἐνὶ τοίχῳ, Odyssey 1.127 ἀκρότατον δὲ παρʼ οὐδὸν ἐϋσταθέος μεγάροιο Odyssey 1.128 ἦν ὁδὸς ἐς λαύρην, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι. Odyssey 1.129 τὴν δʼ Ὀδυσεὺς φράζεσθαι ἀνώγει δῖον ὑφορβὸν Odyssey 1.130 ἑσταότʼ ἄγχʼ αὐτῆς· μία δʼ οἴη γίγνετʼ ἐφορμή. Odyssey 1.131 τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· Odyssey 1.132 ὦ φίλοι, οὐκ ἂν δή τις ἀνʼ ὀρσοθύρην ἀναβαίη Odyssey 1.133 καὶ εἴποι λαοῖσι, βοὴ δʼ ὤκιστα γένοιτο; Odyssey 1.134 τῷ κε τάχʼ οὗτος ἀνὴρ νῦν ὕστατα τοξάσσαιτο. Odyssey 1.135 τὸν δʼ αὖτε προσέειπε Μελάνθιος, αἰπόλος αἰγῶν· Odyssey 1.136 οὔ πως ἔστʼ, Ἀγέλαε διοτρεφές· ἄγχι γὰρ αἰνῶς Odyssey 1.137 αὐλῆς καλὰ θύρετρα καὶ ἀργαλέον στόμα λαύρης· Odyssey 1.138 καί χʼ εἷς πάντας ἐρύκοι ἀνήρ, ὅς τʼ ἄλκιμος εἴη. Odyssey 1.139 ἀλλʼ ἄγεθʼ, ὑμῖν τεύχεʼ ἐνείκω θωρηχθῆναι Odyssey 1.140 ἐκ θαλάμου· ἔνδον γάρ, ὀΐομαι, οὐδέ πη ἄλλῃ Odyssey 1.141 τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός. Odyssey 1.142 ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, Odyssey 1.143 εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο. Odyssey 1.144 ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα Odyssey 1.145 καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας· Odyssey 1.146 βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν. Odyssey 1.147 καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, Odyssey 1.148 ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα Odyssey 1.149 μακρὰ τινάσσοντας· μέγα δʼ αὐτῷ φαίνετο ἔργον. Odyssey 1.150 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.151 Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν Odyssey 1.152 νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς. Odyssey 1.153 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.154 ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος Odyssey 1.155 αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν Odyssey 1.156 κάλλιπον ἀγκλίνας· τῶν δὲ σκοπὸς ἦεν ἀμείνων. Odyssey 1.157 ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο Odyssey 1.158 καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει, Odyssey 1.159 ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω. Odyssey 1.160 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.161 βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν, Odyssey 1.162 οἴσων τεύχεα καλά. νόησε δὲ δῖος ὑφορβός, Odyssey 1.163 αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα· Odyssey 1.164 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.165 κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί, Odyssey 1.166 ἔρχεται ἐς θάλαμον· σὺ δέ μοι νημερτὲς ἐνίσπες, Odyssey 1.167 ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι, Odyssey 1.168 ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ Odyssey 1.169 πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ. Odyssey 1.170 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.171 ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς Odyssey 1.172 σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας. Odyssey 1.173 σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν Odyssey 1.174 ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε, Odyssey 1.175 σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε Odyssey 1.176 κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, Odyssey 1.177 ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ· Odyssey 1.178 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, Odyssey 1.179 βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα. Odyssey 1.180 ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα, Odyssey 1.181 τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε. Odyssey 1.182 εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, Odyssey 1.183 τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, Odyssey 1.184 τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, Odyssey 1.185 Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε· Odyssey 1.186 δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων· Odyssey 1.187 τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω Odyssey 1.188 κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ, Odyssey 1.189 σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ Odyssey 1.190 εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν Odyssey 1.191 υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.192 σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε Odyssey 1.193 κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι. Odyssey 1.194 τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα· Odyssey 1.195 νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, Odyssey 1.196 εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν· Odyssey 1.197 οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων Odyssey 1.198 λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς Odyssey 1.199 αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι. Odyssey 1.200 ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ· Odyssey 1.201 τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν, Odyssey 1.202 βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην. Odyssey 1.203 ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ Odyssey 1.204 τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί. Odyssey 1.205 τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, Odyssey 1.206 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. Odyssey 1.207 τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε· Odyssey 1.208 Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο, Odyssey 1.209 ὅς σʼ ἀγαθὰ ῥέζεσκον· ὁμηλικίην δέ μοί ἐσσι. Odyssey 1.210 ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην. Odyssey 1.211 μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι· Odyssey 1.212 πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος· Odyssey 1.213 Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς Odyssey 1.214 μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ. Odyssey 1.215 ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· Odyssey 1.216 ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, Odyssey 1.217 ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς Odyssey 1.218 ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις. Odyssey 1.219 αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, Odyssey 1.220 κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι, Odyssey 1.221 τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας Odyssey 1.222 ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας Odyssey 1.223 οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν. Odyssey 1.224 ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, Odyssey 1.225 νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν· Odyssey 1.226 οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή Odyssey 1.227 οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, Odyssey 1.228 εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, Odyssey 1.229 πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, Odyssey 1.230 σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια. Odyssey 1.231 πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις, Odyssey 1.232 ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι; Odyssey 1.233 ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, Odyssey 1.234 ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν Odyssey 1.235 Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν. Odyssey 1.236 ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, Odyssey 1.237 ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν Odyssey 1.238 ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο. Odyssey 1.239 αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον Odyssey 1.240 ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην. Odyssey 1.241 μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος, Odyssey 1.242 Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε, Odyssey 1.243 Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων· Odyssey 1.244 οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι, Odyssey 1.245 ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο· Odyssey 1.246 τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί. Odyssey 1.247 τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· Odyssey 1.248 ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους· Odyssey 1.249 καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, Odyssey 1.250 οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι. Odyssey 1.251 τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά, Odyssey 1.252 ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς Odyssey 1.253 δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι. Odyssey 1.254 τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν. Odyssey 1.255 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν, Odyssey 1.256 ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη, Odyssey 1.257 τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο Odyssey 1.258 βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· Odyssey 1.259 ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. Odyssey 1.260 αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων, Odyssey 1.261 τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.262 ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι Odyssey 1.263 μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν Odyssey 1.264 ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν. Odyssey 1.265 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα Odyssey 1.266 ἄντα τιτυσκόμενοι· Δημοπτόλεμον μὲν Ὀδυσσεύς, Odyssey 1.267 Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, Odyssey 1.268 Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ. Odyssey 1.269 οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας, Odyssey 1.270 μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε· Odyssey 1.271 τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο. Odyssey 1.272 αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα Odyssey 1.273 ἱέμενοι· τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη. Odyssey 1.274 τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο Odyssey 1.275 βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· Odyssey 1.276 ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια. Odyssey 1.277 Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ Odyssey 1.278 λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός. Odyssey 1.279 Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ Odyssey 1.280 ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε. Odyssey 1.281 τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην, Odyssey 1.282 μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα. Odyssey 1.283 ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, Odyssey 1.284 Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης· Odyssey 1.285 Κτήσιππον δʼ ἄρʼ ἔπειτα βοῶν ἐπιβουκόλος ἀνὴρ Odyssey 1.286 βεβλήκει πρὸς στῆθος, ἐπευχόμενος δὲ προσηύδα· Odyssey 1.287 ὦ Πολυθερσεΐδη φιλοκέρτομε, μή ποτε πάμπαν Odyssey 1.288 εἴκων ἀφραδίῃς μέγα εἰπεῖν, ἀλλὰ θεοῖσιν Odyssey 1.289 μῦθον ἐπιτρέψαι, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσι. Odyssey 1.290 τοῦτό τοι ἀντὶ ποδὸς ξεινήϊον, ὅν ποτʼ ἔδωκας Odyssey 1.291 ἀντιθέῳ Ὀδυσῆϊ δόμον κάτʼ ἀλητεύοντι. Odyssey 1.292 ἦ ῥα βοῶν ἑλίκων ἐπιβουκόλος· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.293 οὖτα Δαμαστορίδην αὐτοσχεδὸν ἔγχεϊ μακρῷ. Odyssey 1.294 Τηλέμαχος δʼ Εὐηνορίδην Λειώκριτον οὖτα Odyssey 1.295 δουρὶ μέσον κενεῶνα, διαπρὸ δὲ χαλκὸν ἔλασσεν· Odyssey 1.296 ἤριπε δὲ πρηνής, χθόνα δʼ ἤλασε παντὶ μετώπῳ. Odyssey 1.297 δὴ τότʼ Ἀθηναίη φθισίμβροτον αἰγίδʼ ἀνέσχεν Odyssey 1.298 ὑψόθεν ἐξ ὀροφῆς· τῶν δὲ φρένες ἐπτοίηθεν. Odyssey 1.299 οἱ δʼ ἐφέβοντο κατὰ μέγαρον βόες ὣς ἀγελαῖαι· Odyssey 1.300 τὰς μέν τʼ αἰόλος οἶστρος ἐφορμηθεὶς ἐδόνησεν Odyssey 1.301 ὥρῃ ἐν εἰαρινῇ, ὅτε τʼ ἤματα μακρὰ πέλονται. Odyssey 1.302 οἱ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι, Odyssey 1.303 ἐξ ὀρέων ἐλθόντες ἐπʼ ὀρνίθεσσι θόρωσι· Odyssey 1.304 ταὶ μέν τʼ ἐν πεδίῳ νέφεα πτώσσουσαι ἵενται, Odyssey 1.305 οἱ δέ τε τὰς ὀλέκουσιν ἐπάλμενοι, οὐδέ τις ἀλκὴ Odyssey 1.306 γίγνεται οὐδὲ φυγή· χαίρουσι δέ τʼ ἀνέρες ἄγρῃ· Odyssey 1.307 ὣς ἄρα τοὶ μνηστῆρας ἐπεσσύμενοι κατὰ δῶμα Odyssey 1.308 τύπτον ἐπιστροφάδην· τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς Odyssey 1.309 κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦε. Odyssey 1.310 Λειώδης δʼ Ὀδυσῆος ἐπεσσύμενος λάβε γούνων, Odyssey 1.311 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.312 γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· Odyssey 1.313 οὐ γάρ πώ τινά φημι γυναικῶν ἐν μεγάροισιν Odyssey 1.314 εἰπεῖν οὐδέ τι ῥέξαι ἀτάσθαλον· ἀλλὰ καὶ ἄλλους Odyssey 1.315 παύεσκον μνηστῆρας, ὅτις τοιαῦτά γε ῥέζοι. Odyssey 1.316 ἀλλά μοι οὐ πείθοντο κακῶν ἄπο χεῖρας ἔχεσθαι· Odyssey 1.317 τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. Odyssey 1.318 αὐτὰρ ἐγὼ μετὰ τοῖσι θυοσκόος οὐδὲν ἐοργὼς Odyssey 1.319 κείσομαι, ὡς οὐκ ἔστι χάρις μετόπισθʼ εὐεργέων· Odyssey 1.320 τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.321 εἰ μὲν δὴ μετὰ τοῖσι θυοσκόος εὔχεαι εἶναι, Odyssey 1.322 πολλάκι που μέλλεις ἀρήμεναι ἐν μεγάροισι Odyssey 1.323 τηλοῦ ἐμοὶ νόστοιο τέλος γλυκεροῖο γενέσθαι, Odyssey 1.324 σοὶ δʼ ἄλοχόν τε φίλην σπέσθαι καὶ τέκνα τεκέσθαι· Odyssey 1.325 τῷ οὐκ ἂν θάνατόν γε δυσηλεγέα προφύγοισθα. Odyssey 1.326 ὣς ἄρα φωνήσας ξίφος εἵλετο χειρὶ παχείῃ Odyssey 1.327 κείμενον, ὅ ῥʼ Ἀγέλαος ἀποπροέηκε χαμᾶζε Odyssey 1.328 κτεινόμενος· τῷ τόν γε κατʼ αὐχένα μέσσον ἔλασσε. Odyssey 1.329 φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη. Odyssey 1.330 Τερπιάδης δʼ ἔτʼ ἀοιδὸς ἀλύσκανε κῆρα μέλαιναν, Odyssey 1.331 Φήμιος, ὅς ῥʼ ἤειδε μετὰ μνηστῆρσιν ἀνάγκῃ. Odyssey 1.332 ἔστη δʼ ἐν χείρεσσίν ἔχων φόρμιγγα λίγειαν Odyssey 1.333 ἄγχι παρʼ ὀρσοθύρην· δίχα δὲ φρεσὶ μερμήριζεν, Odyssey 1.334 ἢ ἐκδὺς μεγάροιο Διὸς μεγάλου ποτὶ βωμὸν Odyssey 1.335 ἑρκείου ἵζοιτο τετυγμένον, ἔνθʼ ἄρα πολλὰ Odyssey 1.336 Λαέρτης Ὀδυσεύς τε βοῶν ἐπὶ μηρίʼ ἔκηαν, Odyssey 1.337 ἦ γούνων λίσσοιτο προσαΐξας Ὀδυσῆα. Odyssey 1.338 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, Odyssey 1.339 γούνων ἅψασθαι Λαερτιάδεω Ὀδυσῆος. Odyssey 1.340 ἦ τοι ὁ φόρμιγγα γλαφυρὴν κατέθηκε χαμᾶζε Odyssey 1.341 μεσσηγὺς κρητῆρος ἰδὲ θρόνου ἀργυροήλου, Odyssey 1.342 αὐτὸς δʼ αὖτʼ Ὀδυσῆα προσαΐξας λάβε γούνων, Odyssey 1.343 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.344 γουνοῦμαί σʼ, Ὀδυσεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· Odyssey 1.345 αὐτῷ τοι μετόπισθʼ ἄχος ἔσσεται, εἴ κεν ἀοιδὸν Odyssey 1.346 πέφνῃς, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀείδω. Odyssey 1.347 αὐτοδίδακτος δʼ εἰμί, θεὸς δέ μοι ἐν φρεσὶν οἴμας Odyssey 1.348 παντοίας ἐνέφυσεν· ἔοικα δέ τοι παραείδειν Odyssey 1.349 ὥς τε θεῷ· τῷ μή με λιλαίεο δειροτομῆσαι. Odyssey 1.350 καί κεν Τηλέμαχος τάδε γʼ εἴποι, σὸς φίλος υἱός, Odyssey 1.351 ὡς ἐγὼ οὔ τι ἑκὼν ἐς σὸν δόμον οὐδὲ χατίζων Odyssey 1.352 πωλεύμην μνηστῆρσιν ἀεισόμενος μετὰ δαῖτας, Odyssey 1.353 ἀλλὰ πολὺ πλέονες καὶ κρείσσονες ἦγον ἀνάγκῃ. Odyssey 1.354 ὣς φάτο, τοῦ δʼ ἤκουσʼ ἱερὴ ἲς Τηλεμάχοιο, Odyssey 1.355 αἶψα δʼ ἑὸν πατέρα προσεφώνεεν ἐγγὺς ἐόντα· Odyssey 1.356 ἴσχεο μηδέ τι τοῦτον ἀναίτιον οὔταε χαλκῷ· Odyssey 1.357 καὶ κήρυκα Μέδοντα σαώσομεν, ὅς τέ μευ αἰεὶ Odyssey 1.358 οἴκῳ ἐν ἡμετέρῳ κηδέσκετο παιδὸς ἐόντος, Odyssey 1.359 εἰ δὴ μή μιν ἔπεφνε Φιλοίτιος ἠὲ συβώτης, Odyssey 1.360 ἠὲ σοὶ ἀντεβόλησεν ὀρινομένῳ κατὰ δῶμα. Odyssey 1.361 ὣς φάτο, τοῦ δʼ ἤκουσε Μέδων πεπνυμένα εἰδώς· Odyssey 1.362 πεπτηὼς γὰρ ἔκειτο ὑπὸ θρόνον, ἀμφὶ δὲ δέρμα Odyssey 1.363 ἕστο βοὸς νεόδαρτον, ἀλύσκων κῆρα μέλαιναν. Odyssey 1.364 αἶψα δʼ ἀπὸ θρόνου ὦρτο, θοῶς δʼ ἀπέδυνε βοείην Odyssey 1.365 Τηλέμαχον δʼ ἄρʼ ἔπειτα προσαΐξας λάβε γούνων, Odyssey 1.366 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.367 ὦ φίλʼ, ἐγὼ μὲν ὅδʼ εἰμί, σὺ δʼ ἴσχεο εἰπὲ δὲ πατρὶ Odyssey 1.368 μή με περισθενέων δηλήσεται ὀξέϊ χαλκῷ, Odyssey 1.369 ἀνδρῶν μνηστήρων κεχολωμένος, οἵ οἱ ἔκειρον Odyssey 1.370 κτήματʼ ἐνὶ μεγάροις, σὲ δὲ νήπιοι οὐδὲν ἔτιον. Odyssey 1.371 τὸν δʼ ἐπιμειδήσας προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.372 θάρσει, ἐπεὶ δή σʼ οὗτος ἐρύσσατο καὶ ἐσάωσεν, Odyssey 1.373 ὄφρα γνῷς κατὰ θυμόν, ἀτὰρ εἴπῃσθα καὶ ἄλλῳ, Odyssey 1.374 ὡς κακοεργίης εὐεργεσίη μέγʼ ἀμείνων. Odyssey 1.375 ἀλλʼ ἐξελθόντες μεγάρων ἕζεσθε θύραζε Odyssey 1.376 ἐκ φόνου εἰς αὐλήν, σύ τε καὶ πολύφημος ἀοιδός, Odyssey 1.377 ὄφρʼ ἂν ἐγὼ κατὰ δῶμα πονήσομαι ὅττεό με χρή. Odyssey 1.378 ὣς φάτο, τὼ δʼ ἔξω βήτην μεγάροιο κιόντε, Odyssey 1.379 ἑζέσθην δʼ ἄρα τώ γε Διὸς μεγάλου ποτὶ βωμόν, Odyssey 1.380 πάντοσε παπταίνοντε, φόνον ποτιδεγμένω αἰεί. Odyssey 1.381 πάπτηνεν δʼ Ὀδυσεὺς καθʼ ἑὸν δόμον, εἴ τις ἔτʼ ἀνδρῶν Odyssey 1.382 ζωὸς ὑποκλοπέοιτο, ἀλύσκων κῆρα μέλαιναν. Odyssey 1.383 τοὺς δὲ ἴδεν μάλα πάντας ἐν αἵματι καὶ κονίῃσι Odyssey 1.384 πεπτεῶτας πολλούς, ὥστʼ ἰχθύας, οὕς θʼ ἁλιῆες Odyssey 1.385 κοῖλον ἐς αἰγιαλὸν πολιῆς ἔκτοσθε θαλάσσης Odyssey 1.386 δικτύῳ ἐξέρυσαν πολυωπῷ· οἱ δέ τε πάντες Odyssey 1.387 κύμαθʼ ἁλὸς ποθέοντες ἐπὶ ψαμάθοισι κέχυνται· Odyssey 1.388 τῶν μέν τʼ Ἠέλιος φαέθων ἐξείλετο θυμόν· Odyssey 1.389 ὣς τότʼ ἄρα μνηστῆρες ἐπʼ ἀλλήλοισι κέχυντο. Odyssey 1.390 δὴ τότε Τηλέμαχον προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.391 Τηλέμαχʼ, εἰ δʼ ἄγε μοι κάλεσον τροφὸν Εὐρύκλειαν, Odyssey 1.392 ὄφρα ἔπος εἴπωμι τό μοι καταθύμιόν ἐστιν. Odyssey 1.393 ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, Odyssey 1.394 κινήσας δὲ θύρην προσέφη τροφὸν Εὐρύκλειαν· Odyssey 1.395 δεῦρο δὴ ὄρσο, γρηῢ παλαιγενές, ἥ τε γυναικῶν Odyssey 1.396 δμῳάων σκοπός ἐσσι κατὰ μέγαρʼ ἡμετεράων· Odyssey 1.397 ἔρχεο· κικλήσκει σε πατὴρ ἐμός, ὄφρα τι εἴπῃ. Odyssey 1.398 ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος, Odyssey 1.399 ὤϊξεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων, Odyssey 1.400 βῆ δʼ ἴμεν· αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευεν. Odyssey 1.401 εὗρεν ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν, Odyssey 1.402 αἵματι καὶ λύθρῳ πεπαλαγμένον ὥστε λέοντα, Odyssey 1.403 ὅς ῥά τε βεβρωκὼς βοὸς ἔρχεται ἀγραύλοιο· Odyssey 1.404 πᾶν δʼ ἄρα οἱ στῆθός τε παρήϊά τʼ ἀμφοτέρωθεν Odyssey 1.405 αἱματόεντα πέλει, δεινὸς δʼ εἰς ὦπα ἰδέσθαι· Odyssey 1.406 ὣς Ὀδυσεὺς πεπάλακτο πόδας καὶ χεῖρας ὕπερθεν. Odyssey 1.407 ἡ δʼ ὡς οὖν νέκυάς τε καὶ ἄσπετον εἴσιδεν αἷμα, Odyssey 1.408 ἴθυσέν ῥʼ ὀλολύξαι, ἐπεὶ μέγα εἴσιδεν ἔργον· Odyssey 1.409 ἀλλʼ Ὀδυσεὺς κατέρυκε καὶ ἔσχεθεν ἱεμένην περ, Odyssey 1.410 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.411 ἐν θυμῷ, γρηῦ, χαῖρε καὶ ἴσχεο μηδʼ ὀλόλυζε· Odyssey 1.412 οὐχ ὁσίη κταμένοισιν ἐπʼ ἀνδράσιν εὐχετάασθαι. Odyssey 1.413 τούσδε δὲ μοῖρʼ ἐδάμασσε θεῶν καὶ σχέτλια ἔργα· Odyssey 1.414 οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, Odyssey 1.415 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· Odyssey 1.416 τῷ καὶ ἀτασθαλίῃσιν ἀεικέα πότμον ἐπέσπον. Odyssey 1.417 ἀλλʼ ἄγε μοι σὺ γυναῖκας ἐνὶ μεγάροις κατάλεξον, Odyssey 1.418 αἵ τέ μʼ ἀτιμάζουσι καὶ αἳ νηλείτιδές εἰσιν. Odyssey 1.419 τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· Odyssey 1.420 τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθείην καταλέξω. Odyssey 1.421 πεντήκοντά τοί εἰσιν ἐνὶ μεγάροισι γυναῖκες Odyssey 1.422 δμῳαί, τὰς μέν τʼ ἔργα διδάξαμεν ἐργάζεσθαι, Odyssey 1.423 εἴριά τε ξαίνειν καὶ δουλοσύνην ἀνέχεσθαι· Odyssey 1.424 τάων δώδεκα πᾶσαι ἀναιδείης ἐπέβησαν, Odyssey 1.425 οὔτʼ ἐμὲ τίουσαι οὔτʼ αὐτὴν Πηνελόπειαν. Odyssey 1.426 Τηλέμαχος δὲ νέον μὲν ἀέξετο, οὐδέ ἑ μήτηρ Odyssey 1.427 σημαίνειν εἴασκεν ἐπὶ δμῳῇσι γυναιξίν. Odyssey 1.428 ἀλλʼ ἄγʼ ἐγὼν ἀναβᾶσʼ ὑπερώϊα σιγαλόεντα Odyssey 1.429 εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε. Odyssey 1.430 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.431 μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν Odyssey 1.432 ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο. Odyssey 1.433 ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει Odyssey 1.434 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι. Odyssey 1.435 αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην Odyssey 1.436 εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.437 ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας· Odyssey 1.438 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας Odyssey 1.439 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν. Odyssey 1.440 αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε, Odyssey 1.441 δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, Odyssey 1.442 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, Odyssey 1.443 θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων Odyssey 1.444 ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης, Odyssey 1.445 τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη. Odyssey 1.446 ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι, Odyssey 1.447 αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι. Odyssey 1.448 πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας, Odyssey 1.449 κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, Odyssey 1.450 ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς Odyssey 1.451 αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ. Odyssey 1.452 αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας Odyssey 1.453 ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον. Odyssey 1.454 αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης Odyssey 1.455 λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο Odyssey 1.456 ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε. Odyssey 1.457 αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο, Odyssey 1.458 δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, Odyssey 1.459 μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, Odyssey 1.460 εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι. Odyssey 1.461 τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν· Odyssey 1.462 μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην Odyssey 1.463 τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν Odyssey 1.464 μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον. Odyssey 1.465 ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο Odyssey 1.466 κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, Odyssey 1.467 ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο. Odyssey 1.468 ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι Odyssey 1.469 ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ, Odyssey 1.470 αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, Odyssey 1.471 ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις Odyssey 1.472 δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν. Odyssey 1.473 ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν. Odyssey 1.474 ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν· Odyssey 1.475 τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ Odyssey 1.476 τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, Odyssey 1.477 χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ. Odyssey 1.478 οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε Odyssey 1.479 εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον· Odyssey 1.480 αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν· Odyssey 1.481 οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, Odyssey 1.482 ὄφρα θεειώσω μέγαρον· σὺ δὲ Πηνελόπειαν Odyssey 1.483 ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί· Odyssey 1.484 πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι. Odyssey 1.485 τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· Odyssey 1.486 ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες. Odyssey 1.487 ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω, Odyssey 1.488 μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους Odyssey 1.489 ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη. Odyssey 1.490 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.491 πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω. Odyssey 1.492 ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια, Odyssey 1.493 ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.494 εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν. Odyssey 1.495 γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος Odyssey 1.496 ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι· Odyssey 1.497 αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι. Odyssey 1.498 αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα, Odyssey 1.499 καὶ κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους Odyssey 1.500 χεῖράς τʼ αἰνύμεναι· τὸν δὲ γλυκὺς ἵμερος ᾕρει Odyssey 1.501 κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας. Odyssey 1.1 γρηῢς δʼ εἰς ὑπερῷʼ ἀνεβήσετο καγχαλόωσα, Odyssey 1.2 δεσποίνῃ ἐρέουσα φίλον πόσιν ἔνδον ἐόντα· Odyssey 1.3 γούνατα δʼ ἐρρώσαντο, πόδες δʼ ὑπερικταίνοντο. Odyssey 1.4 στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν· Odyssey 1.5 ἔγρεο, Πηνελόπεια, φίλον τέκος, ὄφρα ἴδηαι Odyssey 1.6 ὀφθαλμοῖσι τεοῖσι τά τʼ ἔλδεαι ἤματα πάντα. Odyssey 1.7 ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὀψέ περ ἐλθών. Odyssey 1.8 μνηστῆρας δʼ ἔκτεινεν ἀγήνορας, οἵ θʼ ἑὸν οἶκον Odyssey 1.9 κήδεσκον καὶ κτήματʼ ἔδον βιόωντό τε παῖδα. Odyssey 1.10 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.11 μαῖα φίλη, μάργην σε θεοὶ θέσαν, οἵ τε δύνανται Odyssey 1.12 ἄφρονα ποιῆσαι καὶ ἐπίφρονά περ μάλʼ ἐόντα, Odyssey 1.13 καί τε χαλιφρονέοντα σαοφροσύνης ἐπέβησαν· Odyssey 1.14 οἵ σέ περ ἔβλαψαν· πρὶν δὲ φρένας αἰσίμη ἦσθα. Odyssey 1.15 τίπτε με λωβεύεις πολυπενθέα θυμὸν ἔχουσαν Odyssey 1.16 ταῦτα παρὲξ ἐρέουσα καὶ ἐξ ὕπνου μʼ ἀνεγείρεις Odyssey 1.17 ἡδέος, ὅς μʼ ἐπέδησε φίλα βλέφαρʼ ἀμφικαλύψας; Odyssey 1.18 οὐ γάρ πω τοιόνδε κατέδραθον, ἐξ οὗ Ὀδυσσεὺς Odyssey 1.19 ᾤχετʼ ἐποψόμενος Κακοΐλιον οὐκ ὀνομαστήν. Odyssey 1.20 ἀλλʼ ἄγε νῦν κατάβηθι καὶ ἂψ ἔρχευ μέγαρόνδε. Odyssey 1.21 εἰ γάρ τίς μʼ ἄλλη γε γυναικῶν, αἵ μοι ἔασι, Odyssey 1.22 ταῦτʼ ἐλθοῦσʼ ἤγγειλε καὶ ἐξ ὕπνου ἀνέγειρεν, Odyssey 1.23 τῷ κε τάχα στυγερῶς μιν ἐγὼν ἀπέπεμψα νέεσθαι Odyssey 1.24 αὖτις ἔσω μέγαρον· σὲ δὲ τοῦτό γε γῆρας ὀνήσει. Odyssey 1.25 τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· Odyssey 1.26 οὔ τί σε λωβεύω, τέκνον φίλον, ἀλλʼ ἔτυμόν τοι Odyssey 1.27 ἦλθʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ὡς ἀγορεύω, Odyssey 1.28 ὁ ξεῖνος, τὸν πάντες ἀτίμων ἐν μεγάροισι. Odyssey 1.29 Τηλέμαχος δʼ ἄρα μιν πάλαι ᾔδεεν ἔνδον ἐόντα, Odyssey 1.30 ἀλλὰ σαοφροσύνῃσι νοήματα πατρὸς ἔκευθεν, Odyssey 1.31 ὄφρʼ ἀνδρῶν τίσαιτο βίην ὑπερηνορεόντων. Odyssey 1.32 ὣς ἔφαθʼ, ἡ δʼ ἐχάρη καὶ ἀπὸ λέκτροιο θοροῦσα Odyssey 1.33 γρηῒ περιπλέχθη, βλεφάρων δʼ ἀπὸ δάκρυον ἧκεν· Odyssey 1.34 καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.35 εἰ δʼ ἄγε δή μοι, μαῖα φίλη, νημερτὲς ἐνίσπες, Odyssey 1.36 εἰ ἐτεὸν δὴ οἶκον ἱκάνεται, ὡς ἀγορεύεις, Odyssey 1.37 ὅππως δὴ μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφῆκε Odyssey 1.38 μοῦνος ἐών, οἱ δʼ αἰὲν ἀολλέες ἔνδον ἔμιμνον. Odyssey 1.39 τὴν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· Odyssey 1.40 οὐκ ἴδον, οὐ πυθόμην, ἀλλὰ στόνον οἶον ἄκουσα Odyssey 1.41 κτεινομένων· ἡμεῖς δὲ μυχῷ θαλάμων εὐπήκτων Odyssey 1.42 ἥμεθʼ ἀτυζόμεναι, σανίδες δʼ ἔχον εὖ ἀραρυῖαι, Odyssey 1.43 πρίν γʼ ὅτε δή με σὸς υἱὸς ἀπὸ μεγάροιο κάλεσσε Odyssey 1.44 Τηλέμαχος· τὸν γάρ ῥα πατὴρ προέηκε καλέσσαι. Odyssey 1.45 εὗρον ἔπειτʼ Ὀδυσῆα μετὰ κταμένοισι νέκυσσιν Odyssey 1.46 ἑσταόθʼ· οἱ δέ μιν ἀμφί, κραταίπεδον οὖδας ἔχοντες, Odyssey 1.47 κείατʼ ἐπʼ ἀλλήλοισιν· ἰδοῦσά κε θυμὸν ἰάνθης. Odyssey 1.48 νῦν δʼ οἱ μὲν δὴ πάντες ἐπʼ αὐλείῃσι θύρῃσιν Odyssey 1.50 ἀθρόοι, αὐτὰρ ὁ δῶμα θεειοῦται περικαλλές, Odyssey 1.51 πῦρ μέγα κηάμενος· σὲ δέ με προέηκε καλέσσαι. Odyssey 1.52 ἀλλʼ ἕπευ, ὄφρα σφῶϊν ἐϋφροσύνης ἐπιβῆτον Odyssey 1.53 ἀμφοτέρω φίλον ἦτορ, ἐπεὶ κακὰ πολλὰ πέποσθε. Odyssey 1.54 νῦν δʼ ἤδη τόδε μακρὸν ἐέλδωρ ἐκτετέλεσται· Odyssey 1.55 ἦλθε μὲν αὐτὸς ζωὸς ἐφέστιος, εὗρε δὲ καὶ σὲ Odyssey 1.56 καὶ παῖδʼ ἐν μεγάροισι· κακῶς δʼ οἵ πέρ μιν ἔρεζον Odyssey 1.57 μνηστῆρες, τοὺς πάντας ἐτίσατο ᾧ ἐνὶ οἴκῳ. Odyssey 1.58 τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.59 μαῖα φίλη, μή πω μέγʼ ἐπεύχεο καγχαλόωσα. Odyssey 1.60 οἶσθα γὰρ ὥς κʼ ἀσπαστὸς ἐνὶ μεγάροισι φανείη Odyssey 1.61 πᾶσι, μάλιστα δʼ ἐμοί τε καὶ υἱέϊ, τὸν τεκόμεσθα· Odyssey 1.62 ἀλλʼ οὐκ ἔσθʼ ὅδε μῦθος ἐτήτυμος, ὡς ἀγορεύεις, Odyssey 1.63 ἀλλά τις ἀθανάτων κτεῖνε μνηστῆρας ἀγαυούς, Odyssey 1.64 ὕβριν ἀγασσάμενος θυμαλγέα καὶ κακὰ ἔργα. Odyssey 1.65 οὔ τινα γὰρ τίεσκον ἐπιχθονίων ἀνθρώπων, Odyssey 1.66 οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ὅτις σφέας εἰσαφίκοιτο· Odyssey 1.67 τῷ διʼ ἀτασθαλίας ἔπαθον κακόν· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.68 ὤλεσε τηλοῦ νόστον Ἀχαιΐδος, ὤλετο δʼ αὐτός. Odyssey 1.69 τὴν δʼ ἠμείβετʼ ἔπειτα φίλη τροφὸς Εὐρύκλεια· Odyssey 1.70 τέκνον ἐμόν, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, Odyssey 1.71 ἣ πόσιν ἔνδον ἐόντα παρʼ ἐσχάρῃ οὔ ποτʼ ἔφησθα Odyssey 1.72 οἴκαδʼ ἐλεύσεσθαι· θυμὸς δέ τοι αἰὲν ἄπιστος. Odyssey 1.73 ἀλλʼ ἄγε τοι καὶ σῆμα ἀριφραδὲς ἄλλο τι εἴπω, Odyssey 1.74 οὐλήν, τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι. Odyssey 1.75 τὴν ἀπονίζουσα φρασάμην, ἔθελον δὲ σοὶ αὐτῇ Odyssey 1.76 εἰπέμεν· ἀλλά με κεῖνος ἑλὼν ἐπὶ μάστακα χερσὶν Odyssey 1.77 οὐκ ἔα εἰπέμεναι πολυϊδρείῃσι νόοιο. Odyssey 1.78 ἀλλʼ ἕπευ· αὐτὰρ ἐγὼν ἐμέθεν περιδώσομαι αὐτῆς, Odyssey 1.79 αἴ κέν σʼ ἐξαπάφω, κτεῖναί μʼ οἰκτίστῳ ὀλέθρῳ. Odyssey 1.80 τὴν δʼ ἠμείβετʼ ἔπειτα περίφρων Πηνελόπεια· Odyssey 1.81 μαῖα φίλη, χαλεπόν σε θεῶν αἰειγενετάων Odyssey 1.82 δήνεα εἴρυσθαι, μάλα περ πολύϊδριν ἐοῦσαν. Odyssey 1.83 ἀλλʼ ἔμπης ἴομεν μετὰ παῖδʼ ἐμόν, ὄφρα ἴδωμαι Odyssey 1.84 ἄνδρας μνηστῆρας τεθνηότας, ἠδʼ ὃς ἔπεφνεν. Odyssey 1.85 ὣς φαμένη κατέβαινʼ ὑπερώϊα· πολλὰ δέ οἱ κῆρ Odyssey 1.86 ὥρμαινʼ, ἢ ἀπάνευθε φίλον πόσιν ἐξερεείνοι, Odyssey 1.87 ἦ παρστᾶσα κύσειε κάρη καὶ χεῖρε λαβοῦσα. Odyssey 1.88 ἡ δʼ ἐπεὶ εἰσῆλθεν καὶ ὑπέρβη λάϊνον οὐδόν, Odyssey 1.89 ἕζετʼ ἔπειτʼ Ὀδυσῆος ἐναντίη, ἐν πυρὸς αὐγῇ, Odyssey 1.90 τοίχου τοῦ ἑτέρου· ὁ δʼ ἄρα πρὸς κίονα μακρὴν Odyssey 1.91 ἧστο κάτω ὁρόων, ποτιδέγμενος εἴ τί μιν εἴποι Odyssey 1.92 ἰφθίμη παράκοιτις, ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν. Odyssey 1.93 ἡ δʼ ἄνεω δὴν ἧστο, τάφος δέ οἱ ἦτορ ἵκανεν· Odyssey 1.94 ὄψει δʼ ἄλλοτε μέν μιν ἐνωπαδίως ἐσίδεσκεν, Odyssey 1.95 ἄλλοτε δʼ ἀγνώσασκε κακὰ χροῒ εἵματʼ ἔχοντα. Odyssey 1.96 Τηλέμαχος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· Odyssey 1.97 μῆτερ ἐμή, δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, Odyssey 1.98 τίφθʼ οὕτω πατρὸς νοσφίζεαι, οὐδὲ παρʼ αὐτὸν Odyssey 1.99 ἑζομένη μύθοισιν ἀνείρεαι οὐδὲ μεταλλᾷς; Odyssey 1.100 οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ Odyssey 1.101 ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας Odyssey 1.102 ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν· Odyssey 1.103 σοὶ δʼ αἰεὶ κραδίη στερεωτέρη ἐστὶ λίθοιο. Odyssey 1.104 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.105 τέκνον ἐμόν, θυμός μοι ἐνὶ στήθεσσι τέθηπεν, Odyssey 1.106 οὐδέ τι προσφάσθαι δύναμαι ἔπος οὐδʼ ἐρέεσθαι Odyssey 1.107 οὐδʼ εἰς ὦπα ἰδέσθαι ἐναντίον. εἰ δʼ ἐτεὸν δὴ Odyssey 1.108 ἔστʼ Ὀδυσεὺς καὶ οἶκον ἱκάνεται, ἦ μάλα νῶϊ Odyssey 1.109 γνωσόμεθʼ ἀλλήλων καὶ λώϊον· ἔστι γὰρ ἡμῖν Odyssey 1.110 σήμαθʼ, ἃ δὴ καὶ νῶϊ κεκρυμμένα ἴδμεν ἀπʼ ἄλλων. Odyssey 1.111 ὣς φάτο, μείδησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.112 αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.113 Τηλέμαχʼ, ἦ τοι μητέρʼ ἐνὶ μεγάροισιν ἔασον Odyssey 1.114 πειράζειν ἐμέθεν· τάχα δὲ φράσεται καὶ ἄρειον. Odyssey 1.115 νῦν δʼ ὅττι ῥυπόω, κακὰ δὲ χροῒ εἵματα εἷμαι, Odyssey 1.116 τοὔνεκʼ ἀτιμάζει με καὶ οὔ πω φησὶ τὸν εἶναι. Odyssey 1.117 ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ὄχʼ ἄριστα γένηται. Odyssey 1.118 καὶ γάρ τίς θʼ ἕνα φῶτα κατακτείνας ἐνὶ δήμῳ, Odyssey 1.119 ᾧ μὴ πολλοὶ ἔωσιν ἀοσσητῆρες ὀπίσσω, Odyssey 1.120 φεύγει πηούς τε προλιπὼν καὶ πατρίδα γαῖαν· Odyssey 1.121 ἡμεῖς δʼ ἕρμα πόληος ἀπέκταμεν, οἳ μέγʼ ἄριστοι Odyssey 1.122 κούρων εἰν Ἰθάκῃ· τὰ δέ σε φράζεσθαι ἄνωγα. Odyssey 1.123 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.124 αὐτὸς ταῦτά γε λεῦσσε, πάτερ φίλε· σὴν γὰρ ἀρίστην Odyssey 1.125 μῆτιν ἐπʼ ἀνθρώπους φάσʼ ἔμμεναι, οὐδέ κέ τίς τοι Odyssey 1.126 ἄλλος ἀνὴρ ἐρίσειε καταθνητῶν ἀνθρώπων. Odyssey 1.127 ἡμεῖς δʼ ἐμμεμαῶτες ἅμʼ ἑψόμεθʼ, οὐδέ τί φημι Odyssey 1.128 ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστιν. Odyssey 1.129 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.130 τοιγὰρ ἐγὼν ἐρέω ὥς μοι δοκεῖ εἶναι ἄριστα. Odyssey 1.131 πρῶτα μὲν ἂρ λούσασθε καὶ ἀμφιέσασθε χιτῶνας, Odyssey 1.132 δμῳὰς δʼ ἐν μεγάροισιν ἀνώγετε εἵμαθʼ ἑλέσθαι· Odyssey 1.133 αὐτὰρ θεῖος ἀοιδὸς ἔχων φόρμιγγα λίγειαν Odyssey 1.134 ἡμῖν ἡγείσθω φιλοπαίγμονος ὀρχηθμοῖο, Odyssey 1.135 ὥς κέν τις φαίη γάμον ἔμμεναι ἐκτὸς ἀκούων, Odyssey 1.136 ἢ ἀνʼ ὁδὸν στείχων, ἢ οἳ περιναιετάουσι· Odyssey 1.137 μὴ πρόσθε κλέος εὐρὺ φόνου κατὰ ἄστυ γένηται Odyssey 1.138 ἀνδρῶν μνηστήρων, πρίν γʼ ἡμέας ἐλθέμεν ἔξω Odyssey 1.139 ἀγρὸν ἐς ἡμέτερον πολυδένδρεον· ἔνθα δʼ ἔπειτα Odyssey 1.140 φρασσόμεθʼ ὅττι κε κέρδος Ὀλύμπιος ἐγγυαλίξῃ. Odyssey 1.141 ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο Odyssey 1.142 πρῶτα μὲν οὖν λούσαντο καὶ ἀμφιέσαντο χιτῶνας, Odyssey 1.143 ὅπλισθεν δὲ γυναῖκες· ὁ δʼ εἵλετο θεῖος ἀοιδὸς Odyssey 1.144 φόρμιγγα γλαφυρήν, ἐν δέ σφισιν ἵμερον ὦρσε Odyssey 1.145 μολπῆς τε γλυκερῆς καὶ ἀμύμονος ὀρχηθμοῖο. Odyssey 1.146 τοῖσιν δὲ μέγα δῶμα περιστεναχίζετο ποσσὶν Odyssey 1.147 ἀνδρῶν παιζόντων καλλιζώνων τε γυναικῶν. Odyssey 1.148 ὧδε δέ τις εἴπεσκε δόμων ἔκτοσθεν ἀκούων· Odyssey 1.149 ἦ μάλα δή τις ἔγημε πολυμνήστην βασίλειαν· Odyssey 1.150 σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο Odyssey 1.151 εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο. Odyssey 1.152 ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο. Odyssey 1.153 αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ Odyssey 1.154 Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, Odyssey 1.155 ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα· Odyssey 1.156 αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη Odyssey 1.157 μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος Odyssey 1.158 οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας. Odyssey 1.159 ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ Odyssey 1.160 ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη Odyssey 1.161 τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει· Odyssey 1.162 ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις. Odyssey 1.163 ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· Odyssey 1.164 ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη, Odyssey 1.165 ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε· Odyssey 1.166 δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων Odyssey 1.167 κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες· Odyssey 1.168 οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ Odyssey 1.169 ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας Odyssey 1.170 ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. Odyssey 1.171 ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς Odyssey 1.172 λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ. Odyssey 1.173 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.174 δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω Odyssey 1.175 οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα Odyssey 1.176 ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο. Odyssey 1.177 ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, Odyssey 1.178 ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει· Odyssey 1.179 ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν, Odyssey 1.180 κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα. Odyssey 1.181 ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.182 ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν· Odyssey 1.183 ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες· Odyssey 1.184 τίς δέ μοι ἄλλοσε θῆκε λέχος; χαλεπὸν δέ κεν εἴη Odyssey 1.185 καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν Odyssey 1.186 ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ. Odyssey 1.187 ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν, Odyssey 1.188 ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται Odyssey 1.189 ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος. Odyssey 1.190 θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός, Odyssey 1.191 ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων. Odyssey 1.192 τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα, Odyssey 1.193 πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα, Odyssey 1.194 κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας. Odyssey 1.195 καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, Odyssey 1.196 κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ Odyssey 1.197 εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα, Odyssey 1.198 ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ. Odyssey 1.199 ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα, Odyssey 1.200 δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι· Odyssey 1.201 ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν. Odyssey 1.202 οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα, Odyssey 1.203 ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη Odyssey 1.204 ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης. Odyssey 1.205 ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, Odyssey 1.206 σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς· Odyssey 1.207 δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας Odyssey 1.208 δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα· Odyssey 1.209 μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα Odyssey 1.210 ἀνθρώπων πέπνυσο· θεοὶ δʼ ὤπαζον ὀϊζύν, Odyssey 1.211 οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε Odyssey 1.212 ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι. Odyssey 1.213 αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα, Odyssey 1.214 οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα. Odyssey 1.215 αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν Odyssey 1.216 ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν Odyssey 1.217 ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν. Odyssey 1.218 οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, Odyssey 1.219 ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, Odyssey 1.220 εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν Odyssey 1.221 ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον. Odyssey 1.222 τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές· Odyssey 1.223 τὴν δʼ ἄτην οὐ πρόσθεν ἑῷ ἐγκάτθετο θυμῷ Odyssey 1.224 λυγρήν, ἐξ ἧς πρῶτα καὶ ἡμέας ἵκετο πένθος. Odyssey 1.225 νῦν δʼ, ἐπεὶ ἤδη σήματʼ ἀριφραδέα κατέλεξας Odyssey 1.226 εὐνῆς ἡμετέρης, ἣν οὐ βροτὸς ἄλλος ὀπώπει, Odyssey 1.227 ἀλλʼ οἶοι σύ τʼ ἐγώ τε καὶ ἀμφίπολος μία μούνη, Odyssey 1.228 Ἀκτορίς, ἥν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ, Odyssey 1.229 ἣ νῶϊν εἴρυτο θύρας πυκινοῦ θαλάμοιο, Odyssey 1.230 πείθεις δή μευ θυμόν, ἀπηνέα περ μάλʼ ἐόντα. Odyssey 1.231 ὣς φάτο, τῷ δʼ ἔτι μᾶλλον ὑφʼ ἵμερον ὦρσε γόοιο· Odyssey 1.232 κλαῖε δʼ ἔχων ἄλοχον θυμαρέα, κεδνὰ ἰδυῖαν. Odyssey 1.233 ὡς δʼ ὅτʼ ἂν ἀσπάσιος γῆ νηχομένοισι φανήῃ, Odyssey 1.234 ὧν τε Ποσειδάων εὐεργέα νῆʼ ἐνὶ πόντῳ Odyssey 1.235 ῥαίσῃ, ἐπειγομένην ἀνέμῳ καὶ κύματι πηγῷ· Odyssey 1.236 παῦροι δʼ ἐξέφυγον πολιῆς ἁλὸς ἤπειρόνδε Odyssey 1.237 νηχόμενοι, πολλὴ δὲ περὶ χροῒ τέτροφεν ἅλμη, Odyssey 1.238 ἀσπάσιοι δʼ ἐπέβαν γαίης, κακότητα φυγόντες· Odyssey 1.239 ὣς ἄρα τῇ ἀσπαστὸς ἔην πόσις εἰσοροώσῃ, Odyssey 1.240 δειρῆς δʼ οὔ πω πάμπαν ἀφίετο πήχεε λευκώ. Odyssey 1.241 καί νύ κʼ ὀδυρομένοισι φάνη ῥοδοδάκτυλος Ἠώς, Odyssey 1.242 εἰ μὴ ἄρʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη. Odyssey 1.243 νύκτα μὲν ἐν περάτῃ δολιχὴν σχέθεν, Ἠῶ δʼ αὖτε Odyssey 1.244 ῥύσατʼ ἐπʼ Ὠκεανῷ χρυσόθρονον, οὐδʼ ἔα ἵππους Odyssey 1.245 ζεύγνυσθʼ ὠκύποδας, φάος ἀνθρώποισι φέροντας, Odyssey 1.246 Λάμπον καὶ Φαέθονθʼ, οἵ τʼ Ἠῶ πῶλοι ἄγουσι. Odyssey 1.247 καὶ τότʼ ἄρʼ ἣν ἄλοχον προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.248 ὦ γύναι, οὐ γάρ πω πάντων ἐπὶ πείρατʼ ἀέθλων Odyssey 1.249 ἤλθομεν, ἀλλʼ ἔτʼ ὄπισθεν ἀμέτρητος πόνος ἔσται, Odyssey 1.250 πολλὸς καὶ χαλεπός, τὸν ἐμὲ χρὴ πάντα τελέσσαι. Odyssey 1.251 ὣς γάρ μοι ψυχὴ μαντεύσατο Τειρεσίαο Odyssey 1.252 ἤματι τῷ ὅτε δὴ κατέβην δόμον Ἄϊδος εἴσω, Odyssey 1.253 νόστον ἑταίροισιν διζήμενος ἠδʼ ἐμοὶ αὐτῷ. Odyssey 1.254 ἀλλʼ ἔρχευ, λέκτρονδʼ ἴομεν, γύναι, ὄφρα καὶ ἤδη Odyssey 1.255 ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντε. Odyssey 1.256 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.257 εὐνὴ μὲν δή σοί γε τότʼ ἔσσεται ὁππότε θυμῷ Odyssey 1.258 σῷ ἐθέλῃς, ἐπεὶ ἄρ σε θεοὶ ποίησαν ἱκέσθαι Odyssey 1.259 οἶκον ἐϋκτίμενον καὶ σὴν ἐς πατρίδα γαῖαν· Odyssey 1.260 ἀλλʼ ἐπεὶ ἐφράσθης καί τοι θεὸς ἔμβαλε θυμῷ, Odyssey 1.261 εἴπʼ ἄγε μοι τὸν ἄεθλον, ἐπεὶ καὶ ὄπισθεν, ὀΐω, Odyssey 1.262 πεύσομαι, αὐτίκα δʼ ἐστὶ δαήμεναι οὔ τι χέρειον. Odyssey 1.263 τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.264 δαιμονίη, τί τʼ ἄρʼ αὖ με μάλʼ ὀτρύνουσα κελεύεις Odyssey 1.265 εἰπέμεν; αὐτὰρ ἐγὼ μυθήσομαι οὐδʼ ἐπικεύσω. Odyssey 1.266 οὐ μέν τοι θυμὸς κεχαρήσεται· οὐδὲ γὰρ αὐτὸς Odyssey 1.267 χαίρω, ἐπεὶ μάλα πολλὰ βροτῶν ἐπὶ ἄστεʼ ἄνωγεν Odyssey 1.268 ἐλθεῖν, ἐν χείρεσσιν ἔχοντʼ εὐῆρες ἐρετμόν, Odyssey 1.269 εἰς ὅ κε τοὺς ἀφίκωμαι οἳ οὐκ ἴσασι θάλασσαν Odyssey 1.270 ἀνέρες, οὐδέ θʼ ἅλεσσι μεμιγμένον εἶδαρ ἔδουσιν· Odyssey 1.271 οὐδʼ ἄρα τοί γʼ ἴσασι νέας φοινικοπαρῄους, Odyssey 1.272 οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται. Odyssey 1.273 σῆμα δέ μοι τόδʼ ἔειπεν ἀριφραδές, οὐδέ σε κεύσω· Odyssey 1.274 ὁππότε κεν δή μοι ξυμβλήμενος ἄλλος ὁδίτης Odyssey 1.275 φήῃ ἀθηρηλοιγὸν ἔχειν ἀνὰ φαιδίμῳ ὤμῳ, Odyssey 1.276 καὶ τότε μʼ ἐν γαίῃ πήξαντʼ ἐκέλευεν ἐρετμόν, Odyssey 1.277 ἔρξανθʼ ἱερὰ καλὰ Ποσειδάωνι ἄνακτι, Odyssey 1.278 ἀρνειὸν ταῦρόν τε συῶν τʼ ἐπιβήτορα κάπρον, Odyssey 1.279 οἴκαδʼ ἀποστείχειν, ἔρδειν θʼ ἱερὰς ἑκατόμβας Odyssey 1.280 ἀθανάτοισι θεοῖσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, Odyssey 1.281 πᾶσι μάλʼ ἑξείης· θάνατος δέ μοι ἐξ ἁλὸς αὐτῷ Odyssey 1.282 ἀβληχρὸς μάλα τοῖος ἐλεύσεται, ὅς κέ με πέφνῃ Odyssey 1.283 γήρα’ ὕπο λιπαρῷ ἀρημένον· ἀμφὶ δὲ λαοὶ Odyssey 1.284 ὄλβιοι ἔσσονται· τὰ δέ μοι φάτο πάντα τελεῖσθαι. Odyssey 1.285 τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· Odyssey 1.286 εἰ μὲν δὴ γῆράς γε θεοὶ τελέουσιν ἄρειον, Odyssey 1.287 ἐλπωρή τοι ἔπειτα κακῶν ὑπάλυξιν ἔσεσθαι. Odyssey 1.288 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· Odyssey 1.289 τόφρα δʼ ἄρʼ Εὐρυνόμη τε ἰδὲ τροφὸς ἔντυον εὐνὴν Odyssey 1.290 ἐσθῆτος μαλακῆς, δαΐδων ὕπο λαμπομενάων. Odyssey 1.291 αὐτὰρ ἐπεὶ στόρεσαν πυκινὸν λέχος ἐγκονέουσαι, Odyssey 1.292 γρηῢς μὲν κείουσα πάλιν οἶκόνδε βεβήκει, Odyssey 1.293 τοῖσιν δʼ Εὐρυνόμη θαλαμηπόλος ἡγεμόνευεν Odyssey 1.294 ἐρχομένοισι λέχοσδε, δάος μετὰ χερσὶν ἔχουσα· Odyssey 1.295 ἐς θάλαμον δʼ ἀγαγοῦσα πάλιν κίεν. οἱ μὲν ἔπειτα Odyssey 1.296 ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο· Odyssey 1.297 αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτης Odyssey 1.298 παῦσαν ἄρʼ ὀρχηθμοῖο πόδας, παῦσαν δὲ γυναῖκας, Odyssey 1.299 αὐτοὶ δʼ εὐνάζοντο κατὰ μέγαρα σκιόεντα. Odyssey 1.300 τὼ δʼ ἐπεὶ οὖν φιλότητος ἐταρπήτην ἐρατεινῆς, Odyssey 1.301 τερπέσθην μύθοισι, πρὸς ἀλλήλους ἐνέποντε, Odyssey 1.302 ἡ μὲν ὅσʼ ἐν μεγάροισιν ἀνέσχετο δῖα γυναικῶν, Odyssey 1.303 ἀνδρῶν μνηστήρων ἐσορῶσʼ ἀΐδηλον ὅμιλον, Odyssey 1.304 οἳ ἕθεν εἵνεκα πολλά, βόας καὶ ἴφια μῆλα, Odyssey 1.305 ἔσφαζον, πολλὸς δὲ πίθων ἠφύσσετο οἶνος· Odyssey 1.306 αὐτὰρ ὁ διογενὴς Ὀδυσεὺς ὅσα κήδεʼ ἔθηκεν Odyssey 1.307 ἀνθρώποις ὅσα τʼ αὐτὸς ὀϊζύσας ἐμόγησε, Odyssey 1.308 πάντʼ ἔλεγʼ· ἡ δʼ ἄρʼ ἐτέρπετʼ ἀκούουσʼ, οὐδέ οἱ ὕπνος Odyssey 1.309 πῖπτεν ἐπὶ βλεφάροισι πάρος καταλέξαι ἅπαντα. Odyssey 1.310 ἤρξατο δʼ ὡς πρῶτον Κίκονας δάμασʼ, αὐτὰρ ἔπειτα Odyssey 1.311 ἦλθʼ ἐς Λωτοφάγων ἀνδρῶν πίειραν ἄρουραν· Odyssey 1.312 ἠδʼ ὅσα Κύκλωψ ἔρξε, καὶ ὡς ἀπετίσατο ποινὴν Odyssey 1.313 ἰφθίμων ἑτάρων, οὓς ἤσθιεν οὐδʼ ἐλέαιρεν· Odyssey 1.314 ἠδʼ ὡς Αἴολον ἵκεθʼ, ὅ μιν πρόφρων ὑπέδεκτο Odyssey 1.315 καὶ πέμπʼ, οὐδέ πω αἶσα φίλην ἐς πατρίδʼ ἱκέσθαι Odyssey 1.316 ἤην, ἀλλά μιν αὖτις ἀναρπάξασα θύελλα Odyssey 1.317 πόντον ἐπʼ ἰχθυόεντα φέρεν βαρέα στενάχοντα· Odyssey 1.318 ἠδʼ ὡς Τηλέπυλον Λαιστρυγονίην ἀφίκανεν, Odyssey 1.319 οἳ νῆάς τʼ ὄλεσαν καὶ ἐϋκνήμιδας ἑταίρους Odyssey 1.320 πάντας· Ὀδυσσεὺς δʼ οἶος ὑπέκφυγε νηῒ μελαίνῃ· Odyssey 1.321 καὶ Κίρκης κατέλεξε δόλον πολυμηχανίην τε, Odyssey 1.322 ἠδʼ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν εὐρώεντα, Odyssey 1.323 ψυχῇ χρησόμενος Θηβαίου Τειρεσίαο, Odyssey 1.324 νηῒ πολυκλήϊδι, καὶ εἴσιδε πάντας ἑταίρους Odyssey 1.325 μητέρα θʼ, ἥ μιν ἔτικτε καὶ ἔτρεφε τυτθὸν ἐόντα· Odyssey 1.326 ἠδʼ ὡς Σειρήνων ἁδινάων φθόγγον ἄκουσεν, Odyssey 1.327 ὥς θʼ ἵκετο Πλαγκτὰς πέτρας δεινήν τε Χάρυβδιν Odyssey 1.328 Σκύλλην θʼ, ἣν οὔ πώ ποτʼ ἀκήριοι ἄνδρες ἄλυξαν· Odyssey 1.329 ἠδʼ ὡς Ἠελίοιο βόας κατέπεφνον ἑταῖροι· Odyssey 1.330 ἠδʼ ὡς νῆα θοὴν ἔβαλε ψολόεντι κεραυνῷ Odyssey 1.331 Ζεὺς ὑψιβρεμέτης, ἀπὸ δʼ ἔφθιθεν ἐσθλοὶ ἑταῖροι Odyssey 1.332 πάντες ὁμῶς, αὐτὸς δὲ κακὰς ὑπὸ κῆρας ἄλυξεν· Odyssey 1.333 ὥς θʼ ἵκετʼ Ὠγυγίην νῆσον νύμφην τε Καλυψώ, Odyssey 1.334 ἣ δή μιν κατέρυκε, λιλαιομένη πόσιν εἶναι, Odyssey 1.335 ἐν σπέσσι γλαφυροῖσι, καὶ ἔτρεφεν ἠδὲ ἔφασκε Odyssey 1.336 θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα· Odyssey 1.337 ἀλλὰ τοῦ οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν· Odyssey 1.338 ἠδʼ ὡς ἐς Φαίηκας ἀφίκετο πολλὰ μογήσας, Odyssey 1.339 οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο Odyssey 1.340 καὶ πέμψαν σὺν νηῒ φίλην ἐς πατρίδα γαῖαν, Odyssey 1.341 χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά τε δόντες. Odyssey 1.342 τοῦτʼ ἄρα δεύτατον εἶπεν ἔπος, ὅτε οἱ γλυκὺς ὕπνος Odyssey 1.343 λυσιμελὴς ἐπόρουσε, λύων μελεδήματα θυμοῦ. Odyssey 1.344 ἡ δʼ αὖτʼ ἄλλʼ ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη· Odyssey 1.345 ὁππότε δή ῥʼ Ὀδυσῆα ἐέλπετο ὃν κατὰ θυμὸν Odyssey 1.346 εὐνῆς ἧς ἀλόχου ταρπήμεναι ἠδὲ καὶ ὕπνου, Odyssey 1.347 αὐτίκʼ ἀπʼ Ὠκεανοῦ χρυσόθρονον ἠριγένειαν Odyssey 1.348 ὦρσεν, ἵνʼ ἀνθρώποισι φόως φέροι· ὦρτο δʼ Ὀδυσσεὺς Odyssey 1.349 εὐνῆς ἐκ μαλακῆς, ἀλόχῳ δʼ ἐπὶ μῦθον ἔτελλεν· Odyssey 1.350 ὦ γύναι, ἤδη μὲν πολέων κεκορήμεθʼ ἀέθλων Odyssey 1.351 ἀμφοτέρω, σὺ μὲν ἐνθάδʼ ἐμὸν πολυκηδέα νόστον Odyssey 1.352 κλαίουσʼ. αὐτὰρ ἐμὲ Ζεὺς ἄλγεσι καὶ θεοὶ ἄλλοι Odyssey 1.353 ἱέμενον πεδάασκον ἐμῆς ἀπὸ πατρίδος αἴης· Odyssey 1.354 νῦν δʼ ἐπεὶ ἀμφοτέρω πολυήρατον ἱκόμεθʼ εὐνήν, Odyssey 1.355 κτήματα μὲν τά μοι ἔστι, κομιζέμεν ἐν μεγάροισι, Odyssey 1.356 μῆλα δʼ ἅ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν, Odyssey 1.357 πολλὰ μὲν αὐτὸς ἐγὼ ληΐσσομαι, ἄλλα δʼ Ἀχαιοὶ Odyssey 1.358 δώσουσʼ, εἰς ὅ κε πάντας ἐνιπλήσωσιν ἐπαύλους. Odyssey 1.359 ἀλλʼ ἦ τοι μὲν ἐγὼ πολυδένδρεον ἀγρὸν ἔπειμι, Odyssey 1.360 ὀψόμενος πατέρʼ ἐσθλόν, ὅ μοι πυκινῶς ἀκάχηται· Odyssey 1.361 σοὶ δέ, γύναι, τάδʼ ἐπιτέλλω, πινυτῇ περ ἐούσῃ· Odyssey 1.362 αὐτίκα γὰρ φάτις εἶσιν ἅμʼ ἠελίῳ ἀνιόντι Odyssey 1.363 ἀνδρῶν μνηστήρων, οὓς ἔκτανον ἐν μεγάροισιν· Odyssey 1.364 εἰς ὑπερῷʼ ἀναβᾶσα σὺν ἀμφιπόλοισι γυναιξὶν Odyssey 1.365 ἧσθαι, μηδέ τινα προτιόσσεο μηδʼ ἐρέεινε. Odyssey 1.366 ἦ ῥα καὶ ἀμφʼ ὤμοισιν ἐδύσετο τεύχεα καλά, Odyssey 1.367 ὦρσε δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην, Odyssey 1.368 πάντας δʼ ἔντεʼ ἄνωγεν ἀρήϊα χερσὶν ἑλέσθαι. Odyssey 1.369 οἱ δέ οἱ οὐκ ἀπίθησαν, ἐθωρήσσοντο δὲ χαλκῷ, Odyssey 1.370 ὤϊξαν δὲ θύρας, ἐκ δʼ ἤϊον· ἦρχε δʼ Ὀδυσσεύς. Odyssey 1.371 ἤδη μὲν φάος ἦεν ἐπὶ χθόνα, τοὺς δʼ ἄρʼ Ἀθήνη Odyssey 1.372 νυκτὶ κατακρύψασα θοῶς ἐξῆγε πόληος. Odyssey 1.1 Ἑρμῆς δὲ ψυχὰς Κυλλήνιος ἐξεκαλεῖτο Odyssey 1.2 ἀνδρῶν μνηστήρων· ἔχε δὲ ῥάβδον μετὰ χερσὶν Odyssey 1.3 καλὴν χρυσείην, τῇ τʼ ἀνδρῶν ὄμματα θέλγει Odyssey 1.4 ὧν ἐθέλει, τοὺς δʼ αὖτε καὶ ὑπνώοντας ἐγείρει· Odyssey 1.5 τῇ ῥʼ ἄγε κινήσας, ταὶ δὲ τρίζουσαι ἕποντο. Odyssey 1.6 ὡς δʼ ὅτε νυκτερίδες μυχῷ ἄντρου θεσπεσίοιο Odyssey 1.7 τρίζουσαι ποτέονται, ἐπεί κέ τις ἀποπέσῃσιν Odyssey 1.8 ὁρμαθοῦ ἐκ πέτρης, ἀνά τʼ ἀλλήλῃσιν ἔχονται, Odyssey 1.9 ὣς αἱ τετριγυῖαι ἅμʼ ἤϊσαν· ἦρχε δʼ ἄρα σφιν Odyssey 1.10 Ἑρμείας ἀκάκητα κατʼ εὐρώεντα κέλευθα. Odyssey 1.11 πὰρ δʼ ἴσαν Ὠκεανοῦ τε ῥοὰς καὶ Λευκάδα πέτρην, Odyssey 1.12 ἠδὲ παρʼ Ἠελίοιο πύλας καὶ δῆμον ὀνείρων Odyssey 1.13 ἤϊσαν· αἶψα δʼ ἵκοντο κατʼ ἀσφοδελὸν λειμῶνα, Odyssey 1.14 ἔνθα τε ναίουσι ψυχαί, εἴδωλα καμόντων. Odyssey 1.15 εὗρον δὲ ψυχὴν Πηληϊάδεω Ἀχιλῆος Odyssey 1.16 καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο Odyssey 1.17 Αἴαντός θʼ, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε Odyssey 1.18 τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα. Odyssey 1.19 ὣς οἱ μὲν περὶ κεῖνον ὁμίλεον· ἀγχίμολον δὲ Odyssey 1.20 ἤλυθʼ ἔπι ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο Odyssey 1.21 ἀχνυμένη· περὶ δʼ ἄλλαι ἀγηγέραθʼ, ὅσσαι ἅμʼ αὐτῷ Odyssey 1.22 οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον. Odyssey 1.23 τὸν προτέρη ψυχὴ προσεφώνεε Πηλεΐωνος· Odyssey 1.24 Ἀτρεΐδη, περὶ μέν σʼ ἔφαμεν Διὶ τερπικεραύνῳ Odyssey 1.25 ἀνδρῶν ἡρώων φίλον ἔμμεναι ἤματα πάντα, Odyssey 1.26 οὕνεκα πολλοῖσίν τε καὶ ἰφθίμοισιν ἄνασσες Odyssey 1.27 δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί. Odyssey 1.28 ἦ τʼ ἄρα καὶ σοὶ πρῶϊ παραστήσεσθαι ἔμελλεν Odyssey 1.29 μοῖρʼ ὀλοή, τὴν οὔ τις ἀλεύεται ὅς κε γένηται. Odyssey 1.30 ὡς ὄφελες τιμῆς ἀπονήμενος, ἧς περ ἄνασσες, Odyssey 1.31 δήμῳ ἔνι Τρώων θάνατον καὶ πότμον ἐπισπεῖν· Odyssey 1.32 τῷ κέν τοι τύμβον μὲν ἐποίησαν Παναχαιοί, Odyssey 1.33 ἠδέ κε καὶ σῷ παιδὶ μέγα κλέος ἤραʼ ὀπίσσω· Odyssey 1.34 νῦν δʼ ἄρα σʼ οἰκτίστῳ θανάτῳ εἵμαρτο ἁλῶναι. Odyssey 1.35 τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρείδαο· Odyssey 1.36 ὄλβιε Πηλέος υἱέ, θεοῖς ἐπιείκελʼ Ἀχιλλεῦ, Odyssey 1.37 ὃς θάνες ἐν Τροίῃ ἑκὰς Ἄργεος· ἀμφὶ δέ σʼ ἄλλοι Odyssey 1.38 κτείνοντο Τρώων καὶ Ἀχαιῶν υἷες ἄριστοι, Odyssey 1.39 μαρνάμενοι περὶ σεῖο· σὺ δʼ ἐν στροφάλιγγι κονίης Odyssey 1.40 κεῖσο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων. Odyssey 1.41 ἡμεῖς δὲ πρόπαν ἦμαρ ἐμαρνάμεθʼ· οὐδέ κε πάμπαν Odyssey 1.42 παυσάμεθα πτολέμου, εἰ μὴ Ζεὺς λαίλαπι παῦσεν. Odyssey 1.43 αὐτὰρ ἐπεί σʼ ἐπὶ νῆας ἐνείκαμεν ἐκ πολέμοιο, Odyssey 1.44 κάτθεμεν ἐν λεχέεσσι, καθήραντες χρόα καλὸν Odyssey 1.45 ὕδατί τε λιαρῷ καὶ ἀλείφατι· πολλὰ δέ σʼ ἀμφὶ Odyssey 1.46 δάκρυα θερμὰ χέον Δαναοὶ κείροντό τε χαίτας. Odyssey 1.47 μήτηρ δʼ ἐξ ἁλὸς ἦλθε σὺν ἀθανάτῃς ἁλίῃσιν Odyssey 1.48 ἀγγελίης ἀΐουσα· βοὴ δʼ ἐπὶ πόντον ὀρώρει Odyssey 1.49 θεσπεσίη, ὑπὸ δὲ τρόμος ἔλλαβε πάντας Ἀχαιούς· Odyssey 1.50 καί νύ κʼ ἀναΐξαντες ἔβαν κοίλας ἐπὶ νῆας, Odyssey 1.51 εἰ μὴ ἀνὴρ κατέρυκε παλαιά τε πολλά τε εἰδώς, Odyssey 1.52 Νέστωρ, οὗ καὶ πρόσθεν ἀρίστη φαίνετο βουλή· Odyssey 1.53 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· Odyssey 1.54 ἴσχεσθʼ, Ἀργεῖοι, μὴ φεύγετε, κοῦροι Ἀχαιῶν· Odyssey 1.55 μήτηρ ἐξ ἁλὸς ἥδε σὺν ἀθανάτῃς ἁλίῃσιν Odyssey 1.56 ἔρχεται, οὗ παιδὸς τεθνηότος ἀντιόωσα. Odyssey 1.57 ὣς ἔφαθʼ, οἱ δʼ ἔσχοντο φόβου μεγάθυμοι Ἀχαιοί· Odyssey 1.58 ἀμφὶ δέ σʼ ἔστησαν κοῦραι ἁλίοιο γέροντος Odyssey 1.59 οἴκτρʼ ὀλοφυρόμεναι, περὶ δʼ ἄμβροτα εἵματα ἕσσαν. Odyssey 1.60 Μοῦσαι δʼ ἐννέα πᾶσαι ἀμειβόμεναι ὀπὶ καλῇ Odyssey 1.61 θρήνεον· ἔνθα κεν οὔ τινʼ ἀδάκρυτόν γʼ ἐνόησας Odyssey 1.62 Ἀργείων· τοῖον γὰρ ὑπώρορε Μοῦσα λίγεια. Odyssey 1.63 ἑπτὰ δὲ καὶ δέκα μέν σε ὁμῶς νύκτας τε καὶ ἦμαρ Odyssey 1.64 κλαίομεν ἀθάνατοί τε θεοὶ θνητοί τʼ ἄνθρωποι· Odyssey 1.65 ὀκτωκαιδεκάτῃ δʼ ἔδομεν πυρί, πολλὰ δέ σʼ ἀμφὶ Odyssey 1.66 μῆλα κατεκτάνομεν μάλα πίονα καὶ ἕλικας βοῦς. Odyssey 1.67 καίεο δʼ ἔν τʼ ἐσθῆτι θεῶν καὶ ἀλείφατι πολλῷ Odyssey 1.68 καὶ μέλιτι γλυκερῷ· πολλοὶ δʼ ἥρωες Ἀχαιοὶ Odyssey 1.69 τεύχεσιν ἐρρώσαντο πυρὴν πέρι καιομένοιο, Odyssey 1.70 πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει Odyssey 1.71 αὐτὰρ ἐπεὶ δή σε φλὸξ ἤνυσεν Ἡφαίστοιο, Odyssey 1.72 ἠῶθεν δή τοι λέγομεν λεύκʼ ὀστέʼ, Ἀχιλλεῦ, Odyssey 1.73 οἴνῳ ἐν ἀκρήτῳ καὶ ἀλείφατι· δῶκε δὲ μήτηρ Odyssey 1.74 χρύσεον ἀμφιφορῆα· Διωνύσοιο δὲ δῶρον Odyssey 1.75 φάσκʼ ἔμεναι, ἔργον δὲ περικλυτοῦ Ἡφαίστοιο. Odyssey 1.76 ἐν τῷ τοι κεῖται λεύκʼ ὀστέα, φαίδιμʼ Ἀχιλλεῦ, Odyssey 1.77 μίγδα δὲ Πατρόκλοιο Μενοιτιάδαο θανόντος, Odyssey 1.78 χωρὶς δʼ Ἀντιλόχοιο, τὸν ἔξοχα τῖες ἁπάντων Odyssey 1.79 τῶν ἄλλων ἑτάρων, μετὰ Πάτροκλόν γε θανόντα. Odyssey 1.80 ἀμφʼ αὐτοῖσι δʼ ἔπειτα μέγαν καὶ ἀμύμονα τύμβον Odyssey 1.81 χεύαμεν Ἀργείων ἱερὸς στρατὸς αἰχμητάων Odyssey 1.82 ἀκτῇ ἔπι προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, Odyssey 1.83 ὥς κεν τηλεφανὴς ἐκ ποντόφιν ἀνδράσιν εἴη Odyssey 1.84 τοῖς οἳ νῦν γεγάασι καὶ οἳ μετόπισθεν ἔσονται. Odyssey 1.85 μήτηρ δʼ αἰτήσασα θεοὺς περικαλλέʼ ἄεθλα Odyssey 1.86 θῆκε μέσῳ ἐν ἀγῶνι ἀριστήεσσιν Ἀχαιῶν. Odyssey 1.87 ἤδη μὲν πολέων τάφῳ ἀνδρῶν ἀντεβόλησας Odyssey 1.88 ἡρώων, ὅτε κέν ποτʼ ἀποφθιμένου βασιλῆος Odyssey 1.89 ζώννυνταί τε νέοι καὶ ἐπεντύνονται ἄεθλα· Odyssey 1.90 ἀλλά κε κεῖνα μάλιστα ἰδὼν θηήσαο θυμῷ, Odyssey 1.91 οἷʼ ἐπὶ σοὶ κατέθηκε θεὰ περικαλλέʼ ἄεθλα, Odyssey 1.92 ἀργυρόπεζα Θέτις· μάλα γὰρ φίλος ἦσθα θεοῖσιν. Odyssey 1.93 ὣς σὺ μὲν οὐδὲ θανὼν ὄνομʼ ὤλεσας, ἀλλά τοι αἰεὶ Odyssey 1.94 πάντας ἐπʼ ἀνθρώπους κλέος ἔσσεται ἐσθλόν, Ἀχιλλεῦ, Odyssey 1.95 αὐτὰρ ἐμοὶ τί τόδʼ ἦδος, ἐπεὶ πόλεμον τολύπευσα; Odyssey 1.96 ἐν νόστῳ γάρ μοι Ζεὺς μήσατο λυγρὸν ὄλεθρον Odyssey 1.97 Αἰγίσθου ὑπὸ χερσὶ καὶ οὐλομένης ἀλόχοιο. Odyssey 1.98 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.99 ἀγχίμολον δέ σφʼ ἦλθε διάκτορος ἀργεϊφόντης, Odyssey 1.100 ψυχὰς μνηστήρων κατάγων Ὀδυσῆϊ δαμέντων, Odyssey 1.101 τὼ δʼ ἄρα θαμβήσαντʼ ἰθὺς κίον, ὡς ἐσιδέσθην. Odyssey 1.102 ἔγνω δὲ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο Odyssey 1.103 παῖδα φίλον Μελανῆος, ἀγακλυτὸν Ἀμφιμέδοντα· Odyssey 1.104 ξεῖνος γάρ οἱ ἔην Ἰθάκῃ ἔνι οἰκία ναίων. Odyssey 1.105 τὸν προτέρη ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· Odyssey 1.106 Ἀμφίμεδον, τί παθόντες ἐρεμνὴν γαῖαν ἔδυτε Odyssey 1.107 πάντες κεκριμένοι καὶ ὁμήλικες; οὐδέ κεν ἄλλως Odyssey 1.108 κρινάμενος λέξαιτο κατὰ πτόλιν ἄνδρας ἀρίστους. Odyssey 1.109 ἦ ὔμμʼ ἐν νήεσσι Ποσειδάων ἐδάμασσεν, Odyssey 1.110 ὄρσας ἀργαλέους ἀνέμους καὶ κύματα μακρά; Odyssey 1.111 ἦ που ἀνάρσιοι ἄνδρες ἐδηλήσαντʼ ἐπὶ χέρσου Odyssey 1.112 βοῦς περιταμνομένους ἠδʼ οἰῶν πώεα καλά, Odyssey 1.113 ἠὲ περὶ πτόλιος μαχεούμενοι ἠδὲ γυναικῶν; Odyssey 1.114 εἰπέ μοι εἰρομένῳ· ξεῖνος δέ τοι εὔχομαι εἶναι. Odyssey 1.115 ἦ οὐ μέμνῃ ὅτε κεῖσε κατήλυθον ὑμέτερον δῶ, Odyssey 1.116 ὀτρυνέων Ὀδυσῆα σὺν ἀντιθέῳ Μενελάῳ Odyssey 1.117 Ἴλιον εἰς ἅμʼ ἕπεσθαι ἐϋσσέλμων ἐπὶ νηῶν; Odyssey 1.118 μηνὶ δʼ ἄρʼ οὔλῳ πάντα περήσαμεν εὐρέα πόντον, Odyssey 1.119 σπουδῇ παρπεπιθόντες Ὀδυσσῆα πτολίπορθον. Odyssey 1.120 τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀμφιμέδοντος· Odyssey 1.121 Ἀτρεΐδη κύδιστε, ἄναξ ἀνδρῶν Ἀγάμεμνον, Odyssey 1.122 μέμνημαι τάδε πάντα, διοτρεφές, ὡς ἀγορεύεις· Odyssey 1.123 σοὶ δʼ ἐγὼ εὖ μάλα πάντα καὶ ἀτρεκέως καταλέξω, Odyssey 1.124 ἡμετέρου θανάτοιο κακὸν τέλος, οἷον ἐτύχθη. Odyssey 1.125 μνώμεθʼ Ὀδυσσῆος δὴν οἰχομένοιο δάμαρτα· Odyssey 1.126 ἡ δʼ οὔτʼ ἠρνεῖτο στυγερὸν γάμον οὔτʼ ἐτελεύτα, Odyssey 1.127 ἡμῖν φραζομένη θάνατον καὶ κῆρα μέλαιναν, Odyssey 1.128 ἀλλὰ δόλον τόνδʼ ἄλλον ἐνὶ φρεσὶ μερμήριξε· Odyssey 1.129 στησαμένη μέγαν ἱστὸν ἐνὶ μεγάροισιν ὕφαινε, Odyssey 1.130 λεπτὸν καὶ περίμετρον· ἄφαρ δʼ ἡμῖν μετέειπε· Odyssey 1.131 κοῦροι ἐμοὶ μνηστῆρες, ἐπεὶ θάνε δῖος Ὀδυσσεύς, Odyssey 1.132 μίμνετʼ ἐπειγόμενοι τὸν ἐμὸν γάμον, εἰς ὅ κε φᾶρος Odyssey 1.133 ἐκτελέσω, μή μοι μεταμώνια νήματʼ ὄληται, Odyssey 1.134 Λαέρτῃ ἥρωϊ ταφήϊον, εἰς ὅτε κέν μιν Odyssey 1.135 μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο, Odyssey 1.136 μή τίς μοι κατὰ δῆμον Ἀχαιϊάδων νεμεσήσῃ, Odyssey 1.137 αἴ κεν ἄτερ σπείρου κεῖται πολλὰ κτεατίσσας. Odyssey 1.138 ὣς ἔφαθʼ, ἡμῖν δʼ αὖτʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ. Odyssey 1.139 ἔνθα καὶ ἠματίη μὲν ὑφαίνεσκεν μέγαν ἱστόν, Odyssey 1.140 νύκτας δʼ ἀλλύεσκεν, ἐπεὶ δαΐδας παραθεῖτο. Odyssey 1.141 ὣς τρίετες μὲν ἔληθε δόλῳ καὶ ἔπειθεν Ἀχαιούς· Odyssey 1.142 ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος καὶ ἐπήλυθον ὧραι, Odyssey 1.143 μηνῶν φθινόντων, περὶ δʼ ἤματα πόλλʼ ἐτελέσθη, Odyssey 1.144 καὶ τότε δή τις ἔειπε γυναικῶν, ἣ σάφα ᾔδη, Odyssey 1.145 καὶ τήν γʼ ἀλλύουσαν ἐφεύρομεν ἀγλαὸν ἱστόν. Odyssey 1.146 ὣς τὸ μὲν ἐξετέλεσσε καὶ οὐκ ἐθέλουσʼ, ὑπʼ ἀνάγκης. Odyssey 1.147 εὖθʼ ἡ φᾶρος ἔδειξεν, ὑφήνασα μέγαν ἱστόν, Odyssey 1.148 πλύνασʼ, ἠελίῳ ἐναλίγκιον ἠὲ σελήνῃ, Odyssey 1.149 καὶ τότε δή ῥʼ Ὀδυσῆα κακός ποθεν ἤγαγε δαίμων Odyssey 1.150 ἀγροῦ ἐπʼ ἐσχατιήν, ὅθι δώματα ναῖε συβώτης. Odyssey 1.151 ἔνθʼ ἦλθεν φίλος υἱὸς Ὀδυσσῆος θείοιο, Odyssey 1.152 ἐκ Πύλου ἠμαθόεντος ἰὼν σὺν νηῒ μελαίνῃ· Odyssey 1.153 τὼ δὲ μνηστῆρσιν θάνατον κακὸν ἀρτύναντε Odyssey 1.154 ἵκοντο προτὶ ἄστυ περικλυτόν, ἦ τοι Ὀδυσσεὺς Odyssey 1.155 ὕστερος, αὐτὰρ Τηλέμαχος πρόσθʼ ἡγεμόνευε. Odyssey 1.156 τὸν δὲ συβώτης ἦγε κακὰ χροῒ εἵματʼ ἔχοντα, Odyssey 1.157 πτωχῷ λευγαλέῳ ἐναλίγκιον ἠδὲ γέροντι Odyssey 1.158 σκηπτόμενον· τὰ δὲ λυγρὰ περὶ χροῒ εἵματα ἕστο· Odyssey 1.159 οὐδέ τις ἡμείων δύνατο γνῶναι τὸν ἐόντα Odyssey 1.160 ἐξαπίνης προφανέντʼ, οὐδʼ οἳ προγενέστεροι ἦσαν, Odyssey 1.161 ἀλλʼ ἔπεσίν τε κακοῖσιν ἐνίσσομεν ἠδὲ βολῇσιν. Odyssey 1.162 αὐτὰρ ὁ τῆος ἐτόλμα ἐνὶ μεγάροισιν ἑοῖσι Odyssey 1.163 βαλλόμενος καὶ ἐνισσόμενος τετληότι θυμῷ· Odyssey 1.164 ἀλλʼ ὅτε δή μιν ἔγειρε Διὸς νοός αἰγιόχοιο, Odyssey 1.165 σὺν μὲν Τηλεμάχῳ περικαλλέα τεύχεʼ ἀείρας Odyssey 1.166 ἐς θάλαμον κατέθηκε καὶ ἐκλήϊσεν ὀχῆας, Odyssey 1.167 αὐτὰρ ὁ ἣν ἄλοχον πολυκερδείῃσιν ἄνωγε Odyssey 1.168 τόξον μνηστήρεσσι θέμεν πολιόν τε σίδηρον, Odyssey 1.169 ἡμῖν αἰνομόροισιν ἀέθλια καὶ φόνου ἀρχήν. Odyssey 1.170 οὐδέ τις ἡμείων δύνατο κρατεροῖο βιοῖο Odyssey 1.171 νευρὴν ἐντανύσαι, πολλὸν δʼ ἐπιδευέες ἦμεν. Odyssey 1.172 ἀλλʼ ὅτε χεῖρας ἵκανεν Ὀδυσσῆος μέγα τόξον, Odyssey 1.173 ἔνθʼ ἡμεῖς μὲν πάντες ὁμοκλέομεν ἐπέεσσι Odyssey 1.174 τόξον μὴ δόμεναι, μηδʼ εἰ μάλα πολλʼ ἀγορεύοι· Odyssey 1.175 Τηλέμαχος δέ μιν οἶος ἐποτρύνων ἐκέλευσεν. Odyssey 1.176 αὐτὰρ ὁ δέξατο χειρὶ πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.177 ῥηϊδίως δʼ ἐτάνυσσε βιόν, διὰ δʼ ἧκε σιδήρου, Odyssey 1.178 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, ταχέας δʼ ἐκχεύατʼ ὀϊστοὺς Odyssey 1.179 δεινὸν παπταίνων, βάλε δʼ Ἀντίνοον βασιλῆα. Odyssey 1.180 αὐτὰρ ἔπειτʼ ἄλλοις ἐφίει βέλεα στονόεντα, Odyssey 1.181 ἄντα τιτυσκόμενος· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. Odyssey 1.182 γνωτὸν δʼ ἦν ὅ ῥά τίς σφι θεῶν ἐπιτάρροθος ἦεν· Odyssey 1.183 αὐτίκα γὰρ κατὰ δώματʼ ἐπισπόμενοι μένεϊ σφῷ Odyssey 1.184 κτεῖνον ἐπιστροφάδην, τῶν δὲ στόνος ὤρνυτʼ ἀεικὴς Odyssey 1.185 κράτων τυπτομένων, δάπεδον δʼ ἅπαν αἵματι θῦεν. Odyssey 1.186 ὣς ἡμεῖς, Ἀγάμεμνον, ἀπωλόμεθʼ, ὧν ἔτι καὶ νῦν Odyssey 1.187 σώματʼ ἀκηδέα κεῖται ἐνὶ μεγάροις Ὀδυσῆος· Odyssey 1.188 οὐ γάρ πω ἴσασι φίλοι κατὰ δώμαθʼ ἑκάστου, Odyssey 1.189 οἵ κʼ ἀπονίψαντες μέλανα βρότον ἐξ ὠτειλέων Odyssey 1.190 κατθέμενοι γοάοιεν· ὃ γὰρ γέρας ἐστὶ θανόντων. Odyssey 1.191 τὸν δʼ αὖτε ψυχὴ προσεφώνεεν Ἀτρεΐδαο· Odyssey 1.192 ὄλβιε Λαέρταο πάϊ, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.193 ἦ ἄρα σὺν μεγάλῃ ἀρετῇ ἐκτήσω ἄκοιτιν. Odyssey 1.194 ὡς ἀγαθαὶ φρένες ἦσαν ἀμύμονι Πηνελοπείῃ, Odyssey 1.195 κούρῃ Ἰκαρίου· ὡς εὖ μέμνητʼ Ὀδυσῆος, Odyssey 1.196 ἀνδρὸς κουριδίου· τῷ οἱ κλέος οὔ ποτʼ ὀλεῖται Odyssey 1.197 ἧς ἀρετῆς, τεύξουσι δʼ ἐπιχθονίοισιν ἀοιδὴν Odyssey 1.198 ἀθάνατοι χαρίεσσαν ἐχέφρονι Πηνελοπείῃ, Odyssey 1.199 οὐχ ὡς Τυνδαρέου κούρη κακὰ μήσατο ἔργα, Odyssey 1.200 κουρίδιον κτείνασα πόσιν, στυγερὴ δέ τʼ ἀοιδὴ Odyssey 1.201 ἔσσετʼ ἐπʼ ἀνθρώπους, χαλεπὴν δέ τε φῆμιν ὀπάσσει Odyssey 1.202 θηλυτέρῃσι γυναιξί, καὶ ἥ κʼ εὐεργὸς ἔῃσιν. Odyssey 1.203 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, Odyssey 1.204 ἑσταότʼ εἰν Ἀΐδαο δόμοις, ὑπὸ κεύθεσι γαίης· Odyssey 1.205 οἱ δʼ ἐπεὶ ἐκ πόλιος κατέβαν, τάχα δʼ ἀγρὸν ἵκοντο Odyssey 1.206 καλὸν Λαέρταο τετυγμένον, ὅν ῥά ποτʼ αὐτὸς Odyssey 1.207 Λαέρτης κτεάτισσεν, ἐπεὶ μάλα πόλλʼ ἐμόγησεν. Odyssey 1.208 ἔνθα οἱ οἶκος ἔην, περὶ δὲ κλίσιον θέε πάντη, Odyssey 1.209 ἐν τῷ σιτέσκοντο καὶ ἵζανον ἠδὲ ἴαυον Odyssey 1.210 δμῶες ἀναγκαῖοι, τοί οἱ φίλα ἐργάζοντο. Odyssey 1.211 ἐν δὲ γυνὴ Σικελὴ γρηῢς πέλεν, ἥ ῥα γέροντα Odyssey 1.212 ἐνδυκέως κομέεσκεν ἐπʼ ἀγροῦ, νόσφι πόληος. Odyssey 1.213 ἔνθʼ Ὀδυσεὺς δμώεσσι καὶ υἱέϊ μῦθον ἔειπεν· Odyssey 1.214 ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω, Odyssey 1.215 δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος· Odyssey 1.216 αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο, Odyssey 1.217 αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν, Odyssey 1.218 ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα. Odyssey 1.219 ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν. Odyssey 1.220 οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.221 ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων. Odyssey 1.222 οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων, Odyssey 1.223 οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε Odyssey 1.224 αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος Odyssey 1.225 ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε. Odyssey 1.226 τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, Odyssey 1.227 λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα Odyssey 1.228 ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας Odyssey 1.229 κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, Odyssey 1.230 χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν Odyssey 1.231 αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων. Odyssey 1.232 τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς Odyssey 1.233 γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, Odyssey 1.234 στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε. Odyssey 1.235 μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν Odyssey 1.236 κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα Odyssey 1.237 εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, Odyssey 1.238 ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο. Odyssey 1.239 ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι, Odyssey 1.240 πρῶτον κερτομίοις ἐπέεσσιν πειρηθῆναι. Odyssey 1.241 τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς. Odyssey 1.242 ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε· Odyssey 1.243 τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός· Odyssey 1.244 ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν Odyssey 1.245 ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν, Odyssey 1.246 οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, Odyssey 1.247 οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον. Odyssey 1.248 ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ Odyssey 1.249 αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας Odyssey 1.250 λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι. Odyssey 1.251 οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει, Odyssey 1.252 οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι Odyssey 1.253 εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας. Odyssey 1.254 τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, Odyssey 1.255 εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων. Odyssey 1.256 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.257 τεῦ δμὼς εἶς ἀνδρῶν; τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις; Odyssey 1.258 καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, Odyssey 1.259 εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν Odyssey 1.260 οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι, Odyssey 1.261 οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα Odyssey 1.262 εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον Odyssey 1.263 ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν Odyssey 1.264 ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν. Odyssey 1.265 ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· Odyssey 1.266 ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ Odyssey 1.267 ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος Odyssey 1.268 ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα· Odyssey 1.269 εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε Odyssey 1.270 Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ. Odyssey 1.271 τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, Odyssey 1.272 ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, Odyssey 1.273 καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει. Odyssey 1.274 χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα, Odyssey 1.275 δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, Odyssey 1.276 δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, Odyssey 1.277 τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας, Odyssey 1.278 χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, Odyssey 1.279 τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι. Odyssey 1.280 τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων· Odyssey 1.281 ξεῖνʼ, ἦ τοι μὲν γαῖαν ἱκάνεις, ἣν ἐρεείνεις, Odyssey 1.282 ὑβρισταὶ δʼ αὐτὴν καὶ ἀτάσθαλοι ἄνδρες ἔχουσιν· Odyssey 1.283 δῶρα δʼ ἐτώσια ταῦτα χαρίζεο, μυρίʼ ὀπάζων· Odyssey 1.284 εἰ γάρ μιν ζωόν γʼ ἐκίχεις Ἰθάκης ἐνὶ δήμῳ, Odyssey 1.285 τῷ κέν σʼ εὖ δώροισιν ἀμειψάμενος ἀπέπεμψε Odyssey 1.286 καὶ ξενίῃ ἀγαθῇ ἡ γὰρ θέμις, ὅς τις ὑπάρξῃ. Odyssey 1.287 ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, Odyssey 1.288 πόστον δὴ ἔτος ἐστίν, ὅτε ξείνισσας ἐκεῖνον Odyssey 1.289 σὸν ξεῖνον δύστηνον, ἐμὸν παῖδʼ, εἴ ποτʼ ἔην γε, Odyssey 1.290 δύσμορον; ὅν που τῆλε φίλων καὶ πατρίδος αἴης Odyssey 1.291 ἠέ που ἐν πόντῳ φάγον ἰχθύες, ἢ ἐπὶ χέρσου Odyssey 1.292 θηρσὶ καὶ οἰωνοῖσιν ἕλωρ γένετʼ· οὐδέ ἑ μήτηρ Odyssey 1.293 κλαῦσε περιστείλασα πατήρ θʼ, οἵ μιν τεκόμεσθα· Odyssey 1.294 οὐδʼ ἄλοχος πολύδωρος, ἐχέφρων Πηνελόπεια, Odyssey 1.295 κώκυσʼ ἐν λεχέεσσιν ἑὸν πόσιν, ὡς ἐπεῴκει, Odyssey 1.296 ὀφθαλμοὺς καθελοῦσα· τὸ γὰρ γέρας ἐστὶ θανόντων. Odyssey 1.297 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ· Odyssey 1.298 τίς πόθεν εἶς ἀνδρῶν; πόθι τοι πόλις ἠδὲ τοκῆες; Odyssey 1.299 ποῦ δὲ νηῦς ἕστηκε θοή, ἥ σʼ ἤγαγε δεῦρο Odyssey 1.300 ἀντιθέους θʼ ἑτάρους; ἦ ἔμπορος εἰλήλουθας Odyssey 1.301 νηὸς ἐπʼ ἀλλοτρίης, οἱ δʼ ἐκβήσαντες ἔβησαν; Odyssey 1.302 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.303 τοιγὰρ ἐγώ τοι πάντα μάλʼ ἀτρεκέως καταλέξω. Odyssey 1.304 εἰμὶ μὲν ἐξ Ἀλύβαντος, ὅθι κλυτὰ δώματα ναίω, Odyssey 1.305 υἱὸς Ἀφείδαντος Πολυπημονίδαο ἄνακτος· Odyssey 1.306 αὐτὰρ ἐμοί γʼ ὄνομʼ ἐστὶν Ἐπήριτος· ἀλλά με δαίμων Odyssey 1.307 πλάγξʼ ἀπὸ Σικανίης δεῦρʼ ἐλθέμεν οὐκ ἐθέλοντα· Odyssey 1.308 νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος. Odyssey 1.309 αὐτὰρ Ὀδυσσῆϊ τόδε δὴ πέμπτον ἔτος ἐστίν, Odyssey 1.310 ἐξ οὗ κεῖθεν ἔβη καὶ ἐμῆς ἀπελήλυθε πάτρης, Odyssey 1.311 δύσμορος· ἦ τέ οἱ ἐσθλοὶ ἔσαν ὄρνιθες ἰόντι, Odyssey 1.312 δεξιοί, οἷς χαίρων μὲν ἐγὼν ἀπέπεμπον ἐκεῖνον, Odyssey 1.313 χαῖρε δὲ κεῖνος ἰών· θυμὸς δʼ ἔτι νῶϊν ἐώλπει Odyssey 1.314 μίξεσθαι ξενίῃ ἠδʼ ἀγλαὰ δῶρα διδώσειν. Odyssey 1.315 ὣς φάτο, τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα· Odyssey 1.316 ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν Odyssey 1.317 χεύατο κὰκ κεφαλῆς πολιῆς, ἁδινὰ στεναχίζων. Odyssey 1.318 τοῦ δʼ ὠρίνετο θυμός, ἀνὰ ῥῖνας δέ οἱ ἤδη Odyssey 1.319 δριμὺ μένος προὔτυψε φίλον πατέρʼ εἰσορόωντι. Odyssey 1.320 κύσσε δέ μιν περιφὺς ἐπιάλμενος, ἠδὲ προσηύδα· Odyssey 1.321 κεῖνος μέν τοι ὅδʼ αὐτὸς ἐγώ, πάτερ, ὃν σὺ μεταλλᾷς, Odyssey 1.322 ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν. Odyssey 1.323 ἀλλʼ ἴσχεο κλαυθμοῖο γόοιό τε δακρυόεντος. Odyssey 1.324 ἐκ γάρ τοι ἐρέω· μάλα δὲ χρὴ σπευδέμεν ἔμπης· Odyssey 1.325 μνηστῆρας κατέπεφνον ἐν ἡμετέροισι δόμοισι, Odyssey 1.326 λώβην τινύμενος θυμαλγέα καὶ κακὰ ἔργα. Odyssey 1.327 τὸν δʼ αὖ Λαέρτης ἀπαμείβετο φώνησέν τε· Odyssey 1.328 εἰ μὲν δὴ Ὀδυσεύς γε ἐμὸς πάϊς ἐνθάδʼ ἱκάνεις, Odyssey 1.329 σῆμά τί μοι νῦν εἰπὲ ἀριφραδές, ὄφρα πεποίθω. Odyssey 1.330 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.331 οὐλὴν μὲν πρῶτον τήνδε φράσαι ὀφθαλμοῖσι, Odyssey 1.332 τὴν ἐν Παρνησῷ μʼ ἔλασεν σῦς λευκῷ ὀδόντι Odyssey 1.333 οἰχόμενον· σὺ δέ με προΐεις καὶ πότνια μήτηρ Odyssey 1.334 ἐς πατέρʼ Αὐτόλυκον μητρὸς φίλον, ὄφρʼ ἂν ἑλοίμην Odyssey 1.335 δῶρα, τὰ δεῦρο μολών μοι ὑπέσχετο καὶ κατένευσεν. Odyssey 1.336 εἰ δʼ ἄγε τοι καὶ δένδρεʼ ἐϋκτιμένην κατʼ ἀλωὴν Odyssey 1.337 εἴπω, ἅ μοί ποτʼ ἔδωκας, ἐγὼ δʼ ᾔτεόν σε ἕκαστα Odyssey 1.338 παιδνὸς ἐών, κατὰ κῆπον ἐπισπόμενος· διὰ δʼ αὐτῶν Odyssey 1.339 ἱκνεύμεσθα, σὺ δʼ ὠνόμασας καὶ ἔειπες ἕκαστα. Odyssey 1.340 ὄγχνας μοι δῶκας τρισκαίδεκα καὶ δέκα μηλέας, Odyssey 1.341 συκέας τεσσαράκοντʼ· ὄρχους δέ μοι ὧδʼ ὀνόμηνας Odyssey 1.342 δώσειν πεντήκοντα, διατρύγιος δὲ ἕκαστος Odyssey 1.343 ἤην· ἔνθα δʼ ἀνὰ σταφυλαὶ παντοῖαι ἔασιν— Odyssey 1.344 ὁππότε δὴ Διὸς ὧραι ἐπιβρίσειαν ὕπερθεν. Odyssey 1.345 ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, Odyssey 1.346 σήματʼ ἀναγνόντος τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς. Odyssey 1.347 ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ Odyssey 1.348 εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς. Odyssey 1.349 αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, Odyssey 1.350 ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε· Odyssey 1.351 Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον, Odyssey 1.352 εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν. Odyssey 1.353 νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες Odyssey 1.354 ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ Odyssey 1.355 πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. Odyssey 1.356 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· Odyssey 1.357 θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων. Odyssey 1.358 ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται· Odyssey 1.359 ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην Odyssey 1.360 προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα. Odyssey 1.361 ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά. Odyssey 1.362 οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, Odyssey 1.363 εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην Odyssey 1.364 ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον. Odyssey 1.365 τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ Odyssey 1.366 ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, Odyssey 1.367 ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη Odyssey 1.368 ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν, Odyssey 1.369 μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι. Odyssey 1.370 ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός, Odyssey 1.371 ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην· Odyssey 1.372 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.373 ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων Odyssey 1.374 εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι. Odyssey 1.375 τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.376 αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, Odyssey 1.377 οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, Odyssey 1.378 ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, Odyssey 1.379 τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν, Odyssey 1.380 τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν Odyssey 1.381 ἄνδρας μνηστῆρας· τῷ κε σφέων γούνατʼ ἔλυσα Odyssey 1.382 πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις. Odyssey 1.383 ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον. Odyssey 1.384 οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, Odyssey 1.385 ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· Odyssey 1.386 ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ Odyssey 1.387 ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος, Odyssey 1.388 ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν Odyssey 1.389 μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα Odyssey 1.390 ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν. Odyssey 1.391 οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ, Odyssey 1.392 ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς Odyssey 1.393 μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν· Odyssey 1.394 ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς· Odyssey 1.395 δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες Odyssey 1.396 μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί. Odyssey 1.397 ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας Odyssey 1.398 ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ, Odyssey 1.399 καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.400 ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν Odyssey 1.401 οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί, Odyssey 1.402 οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν. Odyssey 1.403 καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, Odyssey 1.404 ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια Odyssey 1.405 νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν. Odyssey 1.406 τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς Odyssey 1.407 ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι; Odyssey 1.408 ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου. Odyssey 1.409 ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα Odyssey 1.410 δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, Odyssey 1.411 ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν. Odyssey 1.412 ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο· Odyssey 1.413 Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη, Odyssey 1.414 μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα. Odyssey 1.415 οἱ δʼ ἄρʼ ὁμῶς ἀΐοντες ἐφοίτων ἄλλοθεν ἄλλος Odyssey 1.416 μυχμῷ τε στοναχῇ τε δόμων προπάροιθʼ Ὀδυσῆος, Odyssey 1.417 ἐκ δὲ νέκυς οἴκων φόρεον καὶ θάπτον ἕκαστοι, Odyssey 1.418 τοὺς δʼ ἐξ ἀλλάων πολίων οἶκόνδε ἕκαστον Odyssey 1.419 πέμπον ἄγειν ἁλιεῦσι θοῇς ἐπὶ νηυσὶ τιθέντες· Odyssey 1.420 αὐτοὶ δʼ εἰς ἀγορὴν κίον ἀθρόοι, ἀχνύμενοι κῆρ. Odyssey 1.421 αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, Odyssey 1.422 τοῖσιν δʼ Εὐπείθης ἀνά θʼ ἵστατο καὶ μετέειπε· Odyssey 1.423 παιδὸς γάρ οἱ ἄλαστον ἐνὶ φρεσὶ πένθος ἔκειτο, Odyssey 1.424 Ἀντινόου, τὸν πρῶτον ἐνήρατο δῖος Ὀδυσσεύς· Odyssey 1.425 τοῦ ὅ γε δάκρυ χέων ἀγορήσατο καὶ μετέειπεν· Odyssey 1.426 ὦ φίλοι, ἦ μέγα ἔργον ἀνὴρ ὅδʼ ἐμήσατʼ Ἀχαιούς· Odyssey 1.427 τοὺς μὲν σὺν νήεσσιν ἄγων πολέας τε καὶ ἐσθλοὺς Odyssey 1.428 ὤλεσε μὲν νῆας γλαφυράς, ἀπὸ δʼ ὤλεσε λαούς· Odyssey 1.429 τοὺς δʼ ἐλθὼν ἔκτεινε Κεφαλλήνων ὄχʼ ἀρίστους, Odyssey 1.430 ἀλλʼ ἄγετε, πρὶν τοῦτον ἢ ἐς Πύλον ὦκα ἱκέσθαι Odyssey 1.431 ἢ καὶ ἐς Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί, Odyssey 1.432 ἴομεν· ἦ καὶ ἔπειτα κατηφέες ἐσσόμεθʼ αἰεί· Odyssey 1.433 λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι, Odyssey 1.434 εἰ δὴ μὴ παίδων τε κασιγνήτων τε φονῆας Odyssey 1.435 τισόμεθʼ. οὐκ ἂν ἐμοί γε μετὰ φρεσὶν ἡδὺ γένοιτο Odyssey 1.436 ζωέμεν, ἀλλὰ τάχιστα θανὼν φθιμένοισι μετείην. Odyssey 1.437 ἀλλʼ ἴομεν, μὴ φθέωσι περαιωθέντες ἐκεῖνοι. Odyssey 1.438 ὣς φάτο δάκρυ χέων, οἶκτος δʼ ἕλε πάντας Ἀχαιούς. Odyssey 1.439 ἀγχίμολον δέ σφʼ ἦλθε Μέδων καὶ θεῖος ἀοιδὸς Odyssey 1.440 ἐκ μεγάρων Ὀδυσῆος, ἐπεί σφεας ὕπνος ἀνῆκεν, Odyssey 1.441 ἔσταν δʼ ἐν μέσσοισι· τάφος δʼ ἕλεν ἄνδρα ἕκαστον. Odyssey 1.442 τοῖσι δὲ καὶ μετέειπε Μέδων πεπνυμένα εἰδώς· Odyssey 1.443 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι· οὐ γὰρ Ὀδυσσεὺς Odyssey 1.444 ἀθανάτων ἀέκητι θεῶν τάδʼ ἐμήσατο ἔργα· Odyssey 1.445 αὐτὸς ἐγὼν εἶδον θεὸν ἄμβροτον, ὅς ῥʼ Ὀδυσῆϊ Odyssey 1.446 ἐγγύθεν ἑστήκει καὶ Μέντορι πάντα ἐῴκει. Odyssey 1.447 ἀθάνατος δὲ θεὸς τοτὲ μὲν προπάροιθʼ Ὀδυσῆος Odyssey 1.448 φαίνετο θαρσύνων, τοτὲ δὲ μνηστῆρας ὀρίνων Odyssey 1.449 θῦνε κατὰ μέγαρον· τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον. Odyssey 1.450 ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ χλωρὸν δέος ᾕρει. Odyssey 1.451 τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἁλιθέρσης Odyssey 1.452 Μαστορίδης· ὁ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω· Odyssey 1.453 ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπε· Odyssey 1.454 κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· Odyssey 1.455 ὑμετέρῃ κακότητι, φίλοι, τάδε ἔργα γένοντο· Odyssey 1.456 οὐ γὰρ ἐμοὶ πείθεσθʼ, οὐ Μέντορι ποιμένι λαῶν, Odyssey 1.457 ὑμετέρους παῖδας καταπαυέμεν ἀφροσυνάων, Odyssey 1.458 οἳ μέγα ἔργον ἔρεξαν ἀτασθαλίῃσι κακῇσι, Odyssey 1.459 κτήματα κείροντες καὶ ἀτιμάζοντες ἄκοιτιν Odyssey 1.460 ἀνδρὸς ἀριστῆος· τὸν δʼ οὐκέτι φάντο νέεσθαι. Odyssey 1.461 καὶ νῦν ὧδε γένοιτο. πίθεσθέ μοι ὡς ἀγορεύω· Odyssey 1.462 μὴ ἴομεν, μή πού τις ἐπίσπαστον κακὸν εὕρῃ. Odyssey 1.463 ὣς ἔφαθʼ, οἱ δʼ ἄρʼ ἀνήϊξαν μεγάλῳ ἀλαλητῷ Odyssey 1.464 ἡμίσεων πλείους· τοὶ δʼ ἀθρόοι αὐτόθι μίμνον· Odyssey 1.465 οὐ γάρ σφιν ἅδε μῦθος ἐνὶ φρεσίν, ἀλλʼ Εὐπείθει Odyssey 1.466 πείθοντʼ· αἶψα δʼ ἔπειτʼ ἐπὶ τεύχεα ἐσσεύοντο. Odyssey 1.467 αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, Odyssey 1.468 ἀθρόοι ἠγερέθοντο πρὸ ἄστεος εὐρυχόροιο. Odyssey 1.469 τοῖσιν δʼ Εὐπείθης ἡγήσατο νηπιέῃσι· Odyssey 1.470 φῆ δʼ ὅ γε τίσεσθαι παιδὸς φόνον, οὐδʼ ἄρʼ ἔμελλεν Odyssey 1.471 ἂψ ἀπονοστήσειν, ἀλλʼ αὐτοῦ πότμον ἐφέψειν. Odyssey 1.472 αὐτὰρ Ἀθηναίη Ζῆνα Κρονίωνα προσηύδα· Odyssey 1.473 ὦ πάτερ ἡμέτερε, Κρονίδη, ὕπατε κρειόντων, Odyssey 1.474 εἰπέ μοι εἰρομένῃ, τί νύ τοι νόος ἔνδοθι κεύθει; Odyssey 1.475 ἢ προτέρω πόλεμόν τε κακὸν καὶ φύλοπιν αἰνὴν Odyssey 1.476 τεύξεις, ἦ φιλότητα μετʼ ἀμφοτέροισι τίθησθα; Odyssey 1.477 τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· Odyssey 1.478 τέκνον ἐμόν, τί με ταῦτα διείρεαι ἠδὲ μεταλλᾷς; Odyssey 1.479 οὐ γὰρ δὴ τοῦτον μὲν ἐβούλευσας νόον αὐτή, Odyssey 1.480 ὡς ἦ τοι κείνους Ὀδυσεὺς ἀποτίσεται ἐλθών; Odyssey 1.481 ἔρξον ὅπως ἐθέλεις· ἐρέω τέ τοι ὡς ἐπέοικεν. Odyssey 1.482 ἐπεὶ δὴ μνηστῆρας ἐτίσατο δῖος Ὀδυσσεύς, Odyssey 1.483 ὅρκια πιστὰ ταμόντες ὁ μὲν βασιλευέτω αἰεί, Odyssey 1.484 ἡμεῖς δʼ αὖ παίδων τε κασιγνήτων τε φόνοιο Odyssey 1.485 ἔκλησιν θέωμεν· τοὶ δʼ ἀλλήλους φιλεόντων Odyssey 1.486 ὡς τὸ πάρος, πλοῦτος δὲ καὶ εἰρήνη ἅλις ἔστω. Odyssey 1.487 ὣς εἰπὼν ὤτρυνε πάρος μεμαυῖαν Ἀθήνην, Odyssey 1.488 βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα. Odyssey 1.489 οἱ δʼ ἐπεὶ οὖν σίτοιο μελίφρονος ἐξ ἔρον ἕντο, Odyssey 1.490 τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.491 ἐξελθών τις ἴδοι μὴ δὴ σχεδὸν ὦσι κιόντες. Odyssey 1.492 ὣς ἔφατʼ· ἐκ δʼ υἱὸς Δολίου κίεν, ὡς ἐκέλευεν· Odyssey 1.493 στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, τοὺς δὲ σχεδὸν εἴσιδε πάντας· Odyssey 1.494 αἶψα δʼ Ὀδυσσῆα ἔπεα πτερόεντα προσηύδα· Odyssey 1.495 οἵδε δὴ ἐγγὺς ἔασʼ· ἀλλʼ ὁπλιζώμεθα θᾶσσον. Odyssey 1.496 ὣς ἔφαθʼ, οἱ δʼ ὤρνυντο καὶ ἐν τεύχεσσι δύοντο, Odyssey 1.497 τέσσαρες ἀμφʼ Ὀδυσῆʼ, ἓξ δʼ υἱεῖς οἱ Δολίοιο· Odyssey 1.498 ἐν δʼ ἄρα Λαέρτης Δολίος τʼ ἐς τεύχεʼ ἔδυνον, Odyssey 1.499 καὶ πολιοί περ ἐόντες, ἀναγκαῖοι πολεμισταί. Odyssey 1.500 αὐτὰρ ἐπεί ῥʼ ἕσσαντο περὶ χροῒ νώροπα χαλκόν, Odyssey 1.501 ὤϊξάν ῥα θύρας, ἐκ δʼ ἤϊον, ἦρχε δʼ Ὀδυσσεύς. Odyssey 1.502 τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη Odyssey 1.503 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν. Odyssey 1.504 τὴν μὲν ἰδὼν γήθησε πολύτλας δῖος Ὀδυσσεύς· Odyssey 1.505 αἶψα δὲ Τηλέμαχον προσεφώνεεν ὃν φίλον υἱόν· Odyssey 1.506 Τηλέμαχʼ, ἤδη μὲν τόδε γʼ εἴσεαι αὐτὸς ἐπελθών, Odyssey 1.507 ἀνδρῶν μαρναμένων ἵνα τε κρίνονται ἄριστοι, Odyssey 1.508 μή τι καταισχύνειν πατέρων γένος, οἳ τὸ πάρος περ Odyssey 1.509 ἀλκῇ τʼ ἠνορέῃ τε κεκάσμεθα πᾶσαν ἐπʼ αἶαν. Odyssey 1.510 τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· Odyssey 1.511 ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, πάτερ φίλε, τῷδʼ ἐπὶ θυμῷ Odyssey 1.512 οὔ τι καταισχύνοντα τεὸν γένος, ὡς ἀγορεύεις. Odyssey 1.513 ὣς φάτο, Λαέρτης δʼ ἐχάρη καὶ μῦθον ἔειπε· Odyssey 1.514 τίς νύ μοι ἡμέρη ἥδε, θεοὶ φίλοι; ἦ μάλα χαίρω· Odyssey 1.515 υἱός θʼ υἱωνός τʼ ἀρετῆς πέρι δῆριν ἔχουσιν. Odyssey 1.516 τὸν δὲ παρισταμένη προσέφη γλαυκῶπις Ἀθήνη· Odyssey 1.517 ὦ Ἀρκεισιάδη, πάντων πολὺ φίλταθʼ ἑταίρων, Odyssey 1.518 εὐξάμενος κούρῃ γλαυκώπιδι καὶ Διὶ πατρί, Odyssey 1.519 αἶψα μαλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος. Odyssey 1.520 ὣς φάτο, καί ῥʼ ἔμπνευσε μένος μέγα Παλλὰς Ἀθήνη Odyssey 1.521 εὐξάμενος δʼ ἄρʼ ἔπειτα Διὸς κούρῃ μεγάλοιο, Odyssey 1.522 αἶψα μάλʼ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος, Odyssey 1.523 καὶ βάλεν Εὐπείθεα κόρυθος διὰ χαλκοπαρῄου. Odyssey 1.524 ἡ δʼ οὐκ ἔγχος ἔρυτο, διαπρὸ δὲ εἴσατο χαλκός, Odyssey 1.525 δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ. Odyssey 1.526 ἐν δʼ ἔπεσον προμάχοις Ὀδυσεὺς καὶ φαίδιμος υἱός, Odyssey 1.527 τύπτον δὲ ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι. Odyssey 1.528 καί νύ κε δὴ πάντας ὄλεσαν καὶ ἔθηκαν ἀνόστους, Odyssey 1.529 εἰ μὴ Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, Odyssey 1.530 ἤϋσεν φωνῇ, κατὰ δʼ ἔσχεθε λαὸν ἅπαντα. Odyssey 1.531 ἴσχεσθε πτολέμου, Ἰθακήσιοι, ἀργαλέοιο, Odyssey 1.532 ὥς κεν ἀναιμωτί γε διακρινθῆτε τάχιστα. Odyssey 1.533 ὣς φάτʼ Ἀθηναίη, τοὺς δὲ χλωρὸν δέος εἷλεν· Odyssey 1.534 τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατο τεύχεα, Odyssey 1.535 πάντα δʼ ἐπὶ χθονὶ πῖπτε, θεᾶς ὄπα φωνησάσης· Odyssey 1.536 πρὸς δὲ πόλιν τρωπῶντο λιλαιόμενοι βιότοιο. Odyssey 1.537 σμερδαλέον δʼ ἐβόησε πολύτλας δῖος Ὀδυσσεύς, Odyssey 1.538 οἴμησεν δὲ ἀλεὶς ὥς τʼ αἰετὸς ὑψιπετήεις. Odyssey 1.539 καὶ τότε δὴ Κρονίδης ἀφίει ψολόεντα κεραυνόν, Odyssey 1.540 κὰδ δʼ ἔπεσε πρόσθε γλαυκώπιδος ὀβριμοπάτρης. Odyssey 1.541 δὴ τότʼ Ὀδυσσῆα προσέφη γλαυκῶπις Ἀθήνη· Odyssey 1.542 διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, Odyssey 1.543 ἴσχεο, παῦε δὲ νεῖκος ὁμοιΐου πολέμοιο, Odyssey 1.544 μή πως τοι Κρονίδης κεχολώσεται εὐρύοπα Ζεύς. Odyssey 1.545 ὣς φάτʼ Ἀθηναίη, ὁ δʼ ἐπείθετο, χαῖρε δὲ θυμῷ. Odyssey 1.546 ὅρκια δʼ αὖ κατόπισθε μετʼ ἀμφοτέροισιν ἔθηκεν Odyssey 1.547 Παλλὰς Ἀθηναίη, κούρη Διὸς αἰγιόχοιο, Odyssey 1.548 Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.