=== fr. 1 · FHG Volumen tertium p. 36 · BIOI · E LIBRO PRIMO === Athenaeus IV, p. 154, D: Ἕρμιππος δ ̓ ἐν πρώτῳ Περὶ νομοθετῶν τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς, Δημώνακτος ἑνὸς τῶν πολιτῶν συμβουλεύσαντος· καὶ ζηλωτὰς τούτου γενέσθαι Κυρηναίους. Ἔφορος δὲ κτλ. === fr. 2 · FHG Volumen tertium p. 36 · BIOI · E LIBRO PRIMO === Origenes C. Cels. I, p. 13 ed Spencer.: Λέγεται δὲ καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ Περὶ νομοθετῶν ἱστορηκέναι, Πυθαγόραν τὴν ἑαυτοῦ φιλοσοφίαν ἀπὸ Ἰουδαίων εἰς Ἕλληνας ἀγαγεῖν. === fr. 3 · FHG Volumen tertium p. 36 · BIOI · E LIBRO SECUNDO === Porphyrius De abstin. IV, 22, p. 378 R.: Τῶν τοίνυν Ἀθήνησι νομοθετῶν Τριπτόλεμον παλαιότατον παρειλήφαμεν· περὶ οὗ Ἕρμιππος ἐν δευτέρῳ Περὶ τῶν νομοθετῶν γράφει ταῦτα· «Φασὶ δὲ καὶ Τριπτόλεμον Ἀθηναίοις νομοθετῆσαι.» === fr. 4 · FHG Volumen tertium p. 37 · BIOI · [E LIBRIS III-V] === Plutarch. Lycurg. c. 5, 5: Lycurgus vitiosum reipublicae statum mutaturus fausta accepit a deo Delphico, quem consuluerat, responsa. Ἐπαρθεὶς δὲ τούτοις προσῆγε τοὺς ἀρίστους καὶ συνεράπτεσθαι παρεκάλει, κρύφα διαλεγόμενος τοῖς φίλοις πρῶτον, εἶτα οὕτως κατὰ μικρὸν ἁπτόμενος πλειόνων καὶ συνιστὰς ἐπὶ τὴν πρᾶξιν. Ὡς δ ̓ ὁ καιρὸς ἧκε, τριάκοντα τοὺς πρώτους ἐκέλευσε μετὰ ὅπλων ἕωθεν εἰς ἀγορὰν προελθεῖν ἐκπλήξεως ἕνεκα καὶ φόβου πρὸς τοὺς ἀντιπράττοντας. Ὧν εἴκοσι τοὺς ἐπιφανεστάτους Ἕρμιππος ἀνέγραψε· τὸν δὲ μάλιστα τῶν Λυκούργου ἔργων κοινωνήσαντα πάντων καὶ συμπραγματευσάμενον τὰ περὶ τοὺς νόμους Ἀρθμιάδαν ὀνομάζουσιν. === fr. 5 · FHG Volumen tertium p. 37 · BIOI · [E LIBRIS III-V] === Idem ib. c. 23, 2: Ἔοικε δὲ παὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι. Καίτοι φασί τινες, ὡς Ἕρμιππος μνημονεύει, τὸν Λυκοῦργον οὐ προσέχειν οὑδὲ κοινωνεῖν ἐν ἀρχῇ τοῖς περὶ τὸν Ἴφιτον, ἀλλὰ τυγχάνειν ἄλλως ἐπιδημοῦντα καὶ θεώμενον· ἀκοῦσαι δὲ φωνὴν ὥσπερ ἀνθρώπου τινὸς ἐξόπισθεν ἐπιτιμῶντος αὐτῷ καὶ θαυμάζοντος, ὅτι τοὺς πολίτας οὐ προτρέπεται κοινωνεῖν τῆς πανηγύρεως· ὡς δὲ; μεταστραφέντος, οὐδαμοῦ φανερὸς ὁ φθεγξάμενος ἦν, θεῖον ἡγησάμενον, οὕτω πρὸς τὸν Ἴφιτον τραπέσθαι καὶ συνδιακοσμήσαντα τὴν ἑορτὴν ἐνδοξοτέραν καὶ βεβαιοτέραν καταστῆσαι. === fr. 6 · FHG Volumen tertium p. 37 · BIOI · [E LIBRIS III-V] === Athenaeus XIII, p. 555, C: Καὶ γὰρ τὰς γαμετὰς ὁ καλὸς ἡμῶν ἑστιάτωρ ἐπαινῶν, Ἕρμιππον ἔφη ἐν τῷ (ἐν τοῖς cod. B) Περὶ νομοθετῶν ἱστορεῖν, ὅτι ἐν Λακεδαίμονι εἰς οἴκημά τι σκοτεινὸν πᾶσαι συνεκλείοντο αἱ κόραι, συγκλειομένων καὶ τῶν ἀγάμων νεανίσκων· καὶ ἕκαστος, ἧς ἐπιλάβοιτο, ταύτην ἀπῆγεν ἄπροικον. Διὸ Καὶ Λύσανδρον ἐζημίωσαν, ὅτι καταλιπὼν τὴν προτέραν, ἑτέραν ἐβουλεύετο περικαλλεστέραν ἀγαγέσθαι. === fr. 7 · FHG Volumen tertium p. 37 · BIOI · E LIBRO SEXTO === Idem XIV, p. 619, B: Ἥδοντο δὲ Ἀθήνησι καὶ οἱ Χαρώνδου νόμοι παρ ̓ οἶνον, ὡς Ἕρμιππός φησιν ἐν ἕκτῳ Περὶ νομοθετῶν. V. Bentlej. === fr. 8 · FHG Volumen tertium p. 37 · BIOI · E LIBRO SEXTO === Diogenes I, 42: Ἕρμιππος δ ̓ ἐν τῷ Περὶ τῶν [ἑπτὰ] σοφῶν ἑπτακαίδεκά φησιν, ὦν τοὺς ἑπτὰ ἄλλους ἄλλως αἱρεῖσθαι· εἶναι δὲ Σόλωνα, Θαλῆν, Πιττακὸν, Βίαντα, Χείλωνα, [Μύσωνα,] Κλεόβουλον, Περίανδρον, Ἀνάχαρσιν, Ἀκουσίλαον, Ἐπιμενίδην, Λεώφαντον, Φερεκύδην, Ἀριστόδημον, Πυθαγόραν, Λᾶσον Χαρμαντίδου ἢ Σισυμβρίνου ἢ, ὡς Ἀριστόξενος, Χαβρίνου, Ἑρμιονέα, Ἀναξαγόραν. === fr. 9 · FHG Volumen tertium p. 38 · BIOI · E LIBRO SEXTO === Plutarch. Solon. 2, 1: Ὁ δ ̓ οὖν Σόλων, τὴν οὐσίαν τοῦ πατρὸς ἐλαττώσαντος εἰς φιλανθρωπίας τινὰς, ὥς φησιν Ἕρμιππος, καὶ χάριτας οὐκ ἂν ἀπορήσας τῶν βουλομένων ἐπαρκεῖν, αἰδούμενος δὲ λαμβάνειν παρ ̓ ἑτέρων ἐξ οἰκίας γεγονὼς εἰθισμένης ἑτέροις βοηθεῖν, ὥρμησε νέος ὤν ἔτι πρὸς ἐμπορίαν. === fr. 10 · FHG Volumen tertium p. 38 · BIOI · E LIBRO SEXTO === Idem ib. 6: Πρὸς Θαλῆν δ ̓ εἰς Μίλητον ἐλθόντα τὸν Σόλωνα θαυμάζειν, ὅτι γάμου καὶ παιδοποιίας τὸ παράπαν ἠμέληκε. Καὶ τὸν Θαλῆν τότε μὲν σιωπῆσαι, διαλιπόντα δ ̓ ὀλίγας ἡμέρας ἄνδρα παρασκευάσαι ξένον, ἀρτίως ἥκειν φάσκοντα δεκαταῖον ἐξ Ἀθηνῶν. Πυθομένου δὲ τοῦ Σόλωνος, εἰ δή τι καινὸν ἐν ταῖς Ἀθήναις, δεδιδαγμένον ἃ χρὴ λέγειν τὸν ἄνθρωπον, «Οὐδὲν, εἰπεῖν, ἕτερον, εἰ μὴ νὴ Δία νεανίσκου τινὸς ἦν ἐκφορὰ καὶ προὔπεμπεν ἡ πόλις· ἦν γὰρ υἱὸς, ὡς ἔφασαν, ἀνδρὸς ἐνδόξου καὶ πρωτεύοντος ἀρετῇ τῶν πολιτῶν· οὐ παρῆν δὲ, ἀλλ ̓ ἀποδημεῖν ἔφασαν αὐτὸν ἤδη πολὺν χρόνον.», «Ὡς δυστυχὴς ἐκεῖνος,» «Ἤκουσα, φάναι, τοὔνομα, τὸν ἄνθρωπον, ἀλλ ̓ οὐ μνημονεύω· πλὴν ὅτι πολὺς λόγος ἦν αὐτοῦ σοφίας καὶ δικαιοσύνης.» Οὕτω δὴ καθ ̓ ἑκάστην ἀπόκρισιν τῷ φόβῳ προσαγόμενον τὸν Σόλωνα καὶ τέλος ἤδη συντεταραγμένον αὐτὸν ὑποβάλλειν τοὔνομα τῷ ξένῳ πυνθανόμενον, μὴ Σόλωνος ὁ τεθνηκὼς υἱὸς ὠνομάζετο. Φήσαντος δὲ τοῦ ἀνθρώπου, που, τὸν μὲν ορμῆσαι παίειν τὴν κεφαλὴν, καὶ τἄλλα ποιεῖν καὶ λέγειν, ἃ συμβαίνει τοῖς περιπαθοῦσι. Τὸν δὲ Θαλῆν ἐπιλαβόμενον αὐτοῦ καὶ γελάσαντα, «Ταῦτά τοι, φάναι, ὦ Σόλων, ἐμὲ γάμου καὶ παιδοποιίας ἀφίστησιν, ἃ καὶ σὲ κατερείπει τὸν ἐρρωμενέστατον. Ἀλλὰ θάρρει τῶν λόγων ἕνεκα τούτων· οὐ γάρ εἰσιν ἀληθεῖς.» Ταῦτα μὲν οὖν Ἕρμιππος ἱστορεῖν φησι Πάταικον, ὃς ἔφασκε τὴν Αἰσώπου ψυχὴν ἔχειν. === fr. 11 · FHG Volumen tertium p. 39 · BIOI · E LIBRO SEXTO === Plut. ib. c. 11, 2: Πεισθέντες γὰρ ὑπ ̓ ἐκείνου (Σόλωνος) πρὸς τὸν πόλεμον (contra Cirrhaeos) ὥρμησαν οἱ Ἀμφικτύονες, ὡς ἄλλοι τε μαρτυροῦσι καὶ Ἀριστοτέλης (fr. 265) ἐν τῇ τῶν Πυθιονικῶν ἀναγραφῇ, Σόλωνι τὴν γνώμην ἀνατιθείς. Οὐ μέντοι στρατηγὸς ἐπὶ τοῦτον ἀπεδείχθη τὸν πόλεμον, ὡς λέγειν φησὶν Ἕρμιππος Εὐάνθη τὸν Σάμιον. Οὔτε γὰρ Αἰσχίνης ὁ ῥήτωρ τοῦτ ̓ εἴρηκεν, ἔν τε τοῖς Δελφῶν ὑπομνήμασιν Ἀλκμαίων, οὐ Σόλων, Ἀθηναίων στρατηγὸς ἀναγέγραπται. === fr. 12 · FHG Volumen tertium p. 39 · BIOI · E LIBRO SEXTO === Diogen. L. I, 33: Ἕρμιππος δ ̓ ἐν τοῖς Βίοις εἰς τοῦτον (τὸν Θάλητα) ἀναφέρει τὸ λεγόμενον ὑπό τινων περὶ Σωκράτους. Ἔφασκε γὰρ, φησὶ, τρῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον· εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή· τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος. === fr. 13 · FHG Volumen tertium p. 39 · BIOI · E LIBRO SEXTO === Bekker. Anecd. p. 233, 13: Γνῶθι σεαυτόν, ἀπόφθεγμα. Οἱ δὲ Χείλωνός φασιν· Ἕρμιππος δὲ Δελφὸν εὐνοῦχόν φησιν εἰρηκέναι τὸ Γνῶθι σεαυτὸν καὶ ἐν τῷ ναῷ ἐπιγράψαι. === fr. 14 · FHG Volumen tertium p. 39 · BIOI · E LIBRO SEXTO === Diogenes L. I, 72 de Chilone: Ἦν δὲ γέρων περὶ τὴν πεντηκοστὴν δευτέραν Ὀλυμπιάδα, ὅτε Αἴσωπος ὁ λογοποιὸς ἤκμαζεν· ἐτελεύτησε δ ̓, ὥς φησιν Ἕρμιππος, ἐν Πίσῃ, τὸν υἱὸν Ὀλυμπιονίκην ἀσπασάμενος πυγμῆς. Ἔπαθε δὲ τοῦτο ὑπερβολῇ τε χαρᾶς καὶ ἀσθενείᾳ πολυετίας. Καὶ αὐτὸν πάντες οἱ κατὰ τὴν πανήγυριν ἐντιμότατα παρέπεμψαν. === fr. 15 · FHG Volumen tertium p. 39 · BIOI · E LIBRO SEXTO === Idem I, 106: Μύσων Στρύμωνος, ὥς φησι Σωσικράτης Ἕρμιππον παρατιθέμενος, τὸ γένος Χηνεὺς, ἀπὸ κώμης τινὸς Οἰταϊκῆς ἢ Λακωνικῆς, σὺν τοῖς ἑπτὰ καταριθμεῖται. === fr. 16 · FHG Volumen tertium p. 40 · BIOI · E LIBRO SEXTO === Athenaeus X, p. 443, A, apposito loco Theopompi (fr. 252), ubi Cleomenes, Methymnaeorum tyrannus, lenas saccis insutas in mare demersisse narratur, subjicit Athenaeus: Ἕρμιππος δὲ ἐν τοῖς’ Περὶ τῶν ἑπτὰ σοφῶν Περίανδρον τὸ αὐτὸ ποιῆσαι (φησίν). === fr. 17 · FHG Volumen tertium p. 40 · BIOI · E LIBRO SEXTO === Diogenes I, 101, de Anacharsi: Λέγει δὲ αὐτὸν Σωσικράτης ἐλθεῖν εἰς Ἀθήνας κατὰ τὴν τεσσαρακοστὴν ἑβδόμην Ὀλυμπιάδα ἐπὶ ἄρχοντος Εὐκράτους. Ἕρμιππος δὲ πρὸς τὴν Σόλωνος οἰκίαν ἀφικόμενον τῶν θεραπόντων τινὶ κελεῦσαι μηνῦσαι ὅτι παρείη πρὸς αὐτὸν Ἀνάχαρσις, καὶ βούλοιτο αὐτὸν θεάσασθαι, ξένος τε, εἰ οἷόν τε, γενέσθαι. Καὶ ὁ θεράπων εἰσαγγείλας ἐκελεύσθη ὑπὸ τοῦ Σόλωνος εἰπεῖν αὐτῷ, ὅτιπερ ἐν ταῖς ἰδίαις πατρίσι ξένους ποιοῦνται. Ἔνθεν ὁ Ἀνάχαρσις ἑλὼν ἔφη νῦν αὐτὸν ἐν τῇ πατρίδι εἶναι καὶ προσήκειν αὐτῷ ξένους ποιεῖσθαι. Ὁ δὲ καταπλαγεὶς τὴν ἑτοιμότητα εἰσέφρησεν αὐτὸν καὶ μέγιστον φίλον ἐποιήσατο. === fr. 18 · FHG Volumen tertium p. 40 · BIOI · E LIBRO SEXTO === Proclus in Hesiod. Op. et D. v. 41: Ἕρμιππος ἐν τῷ τῶν ἑπτὰ σοφῶν περὶ τῆς ἀλίμου λέγει· (μέμνηται δὲ τῆς ἀλίμου καὶ Ἡρόδωρος ἐν τῷ πέμπτῳ τοῦ καθ ̓ Ἡρακλέα λόγου, καὶ Πλάτων ἐν γ’ τῶν Νόμων·) Ἐπιμενίδην φησὶ μικρόν τι ἐδεσμάτιον προσφερόμενον ὧδε διὰ ὅλην τελεῖν τὴν ἡμέραν· ἦν δ ̓ ἐξ ἀσφοδέλου καὶ μαλάχης, ὅπερ αὐτὸν ἄλιμον καὶ ἄδιψον ἐποίει. === fr. 18 · FHG Volumen tertium p. 40 · BIOI · E LIBRO SEXTO === Athenaeus II, p. 58, F: Ἕρμιππος δ ̓ ὁ Καλλιμάχειος καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον, προσέτι τε ἄδιψον, ἐμβάλλεσθαι τὴν μαλάχην, οὖσαν χρησιμωτάτην. === fr. 19 · FHG Volumen tertium p. 40 · BIOI · E LIBRO SEXTO === Diogenes L. I, 117, de Pherecyde: Φησὶ δ ̓ Ἕρμιππος, πολέμου ἐφεστῶτος Ἐφεσίοις καὶ Μάγνησι, βουλόμενον τοὺς Ἐφεσίους νικῆσαι πυθέσθαι τινὸς παριόντος πόθεν εἴη· τοῦ δ ̓ εἰπόντος,Ἐξ Ἐφέσου, «Ἕλκυσόν με τοίνυν, ἔφη, τῶν σκελῶν καὶ θὲς εἰς τὴν τῶν Μαγνήτων χώραν, καὶ ἀπάγγειλόν σου τοῖς πολίταις μετὰ τὸ νικῆσαι αὐτόθι με θάψαι· ἐπεσκηφέναι τε ταῦτα Φερεκύδην.» Ὁ μὲν οὖν ἀπήγγειλεν· οἱ δὲ μετὰ μίαν ἐπελθόντες κρατοῦσι τῶν Μαγνήτων, καὶ τόν τε Φερεκύδην μεταλλάξαντα θάπτουσιν αὐτόθι καὶ μεγαλοπρεπῶς τιμῶσιν. === fr. 20 · FHG Volumen tertium p. 40 · BIOI · E LIBRO QUARTO === Idem VIII, 88: Ἀλλὰ καὶ παρὰ τοῖς Ἕλλησιν ἐπιφανέστατος ἐγένετο (Εὔδοξος ὁ Κνίδιος), γράψας τοῖς ἰδίους πολίταις νόμους, ὥς φησιν Ἕρμιππος ἐν τετάρτη Περὶ τῶν ἑπτὰ σοφῶν, καὶ ἀστρολογούμενα καὶ γεωμετρούμενα καὶ ἕτερ ̓ ἄττα ἀξιόλογα. === fr. · FHG Volumen tertium p. 40 · BIOI · E LIBRO QUARTO === === fr. 21 · FHG Volumen tertium p. 41 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Α’ === Josephus C. Apion. I, 22: Αὐτοῦ (τοῦ Πυθαγόρου) μὲν οὖν οὐδὲν ὁμολογεῖται σύγγραμμα, πολλοὶ δὲ τὰ περὶ αὐτὸν ἱστορήκασι, καὶ τούτων ἐπισημότατός ἐστιν Ἕρμιππος, ἀνὴρ περὶ πᾶσαν ἱστορίαν ἐπιμελής. Λέγει τοίνυν ἐν τῷ πρώτῳ τῶν Περὶ Πυθαγόρου βιβλίων ὅτι «Πυθαγόρας ἑνὸς αὐτοῦ τῶν συνουσιαστῶν τελευτήσαντος, τοὔνομα Καλλιφῶντος, τὸ γένος Κροτωνιάτου, τὴν ἐκείνου ψυχὴν ἔλεγε συνδιατρίβειν αὐτῷ καὶ νύκτωρ καὶ καθ ̓ ἡμέραν· καὶ ὅτι παρεκελεύετο μὴ διέρχεσθαι τόπον ἐφ ̓ ὃν ἂν ὄνος ὀκλάσῃ, καὶ τῶν διψίων ὑδάτων ἀπέχεσθαι, καὶ πάσης ἀπέχειν βλασφημίας». Εἶτα προστίθησι μετὰ ταῦτα καὶ τάδε· «Ταῦτα ὅ ἔπραττε καὶ ἔλεγε, τὰς Ἰουδαίων καὶ Θρᾳκῶν δόξας μιμούμενος καὶ μεταφέρων εἰς ἑαυτόν.» Λέγεται γὰρ ὡς ἀληθῶς ὁ ἀνὴρ ἐκεῖνος πολλὰ τῶν παρὰ Ἰουδαίοις νομίμων εἰς τὴν αὑτοῦ μετενεγκεῖν φιλοσοφίαν. === fr. 22 · FHG Volumen tertium p. 41 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Α’ === Diogenes L. VIII, 1: Πυθαγόρας Μνησάρχου δακτυλιογλύφου, ὥς φησιν Ἕρμιππος, Σάμιος ἢ, ώς Ἀριστόξενος, Τυρρηνὸς ἀπὸ μιᾶς τῶν νήσων ἃς κατέσχον Ἀθηναῖοι Τυρρηνοὺς ἐκβαλόντες. === fr. 22a · FHG Volumen tertium p. 41 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Α’ === Athenaeus V, p. 213, F: Καὶ μετ ̓ οὐ πολλὰς ἡμέρας τύραννον αὑτὸν ἀναδείξας ὁ φιλόσοφος (Athenio Peripateticus) καὶ τὸ τῶν Πυθαγορικῶν ἀναδείξας δόγμα περὶ τῆς ἐπιβουλῆς καὶ τί ἠβούλετο αὐτοῖς ἡ φιλοσοφία, ἣν ὁ καλὸς Πυθαγόρας εἰσηγήσατο, καθάπερ ἱστόρησε Θεόπομπος ἐν ὀγδόῃ Φιλιππικῶν καὶ Ἕρμιππος ὁ Καλλιμάχειος. === fr. 23 · FHG Volumen tertium p. 41 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Α’ === Diog. VIII, 40: Ἕρμιππος δέ φησι, πολεμούντων Ἀκραγαντίνων καὶ Συρακοσίων, ἐξελθεῖν τὸν Πυθαγόραν μετὰ τῶν συνήθων καὶ προστῆναι τῶν Ἀκραγαντίνων· τροπῆς δὲ γενομένης περικάμπτοντα αὐτὸν τὴν τῶν κυάμων χώραν ὑπὸ τῶν Συρακοσίων ἀναιρεθῆναι, τούς τε λοιποὺς, ὄντας πρὸς τοὺς πέντε καὶ τριάκοντα, ἐν Τάραντι κατακαυθῆναι, θέλοντας ἀντιπολιτεύεσθαι τοῖς προεστῶσι. Καὶ ἄλλο τι περὶ Πυθαγόρου φησὶν ὁ Ἕρμιππος· [λέγει γὰρ] ὡς γενόμενος ἐν Ἰταλίᾳ κατὰ γῆς οἰκίσκον ποιήσαικαὶ τῇ μητρὶ ἐντείλαιτο τὰ γινόμενα εἰς δέλτον γράφειν σημειουμένην καὶ τὸν χρόνον, ἔπειτα καθιέναι αὐτῷ ἔστ ̓ ἂν ἀνέλθῃ. Τοῦτο ποιῆσαι τὴν μητέρα. Τὸν δὲ Πυθαγόραν μετὰ χρόνον ἀνελθεῖν ἰσχνὸν καὶ κατεσκελετευμένον· εἰσελθόντα τ ̓ εἰς τὴν ἐκκλησίαν φάσκειν ὡς ἀφῖκται ἐξ ᾄδου· καὶ δὴ καὶ ἀνεγίνωσκεν αὐτοῖς τὰ συμβεβηκότα. Οἱ δὲ σαινόμενοι τοῖς λεγομένοις ἐδάκρυόν τε καὶ ᾤμωζον καὶ ἐπίστευον εἶναι τὸν Πυθαγόραν θεῖόν τινα, ὥστε καὶ τὰς γυναῖκας αὐτῷ παραδοῦναι, ὡς καὶ μαθησομένας τι τῶν αὐτοῦ· ἃς καὶ Πυθαγορικὰς κληθῆναι. Καὶ ταῦτα μὲν ὁ Ἕρμιππος. === fr. 24 · FHG Volumen tertium p. 42 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Diog. VIII, 10: Ἀπείχοντο δὲ (οἱ Πυθαγόρειοι) καὶ σοροῦ κυπαρισσίνης διὰ τὸ τοῦ Διὸς σκῆπτρον ἐντεῦθεν πεποιῆσθαι, ὥς φησιν Ἕρμιππος ἐν δευτέρῳ Περὶ Πυθαγόρου. === fr. 25 · FHG Volumen tertium p. 42 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem. VIII, 85: Γέγραφε δὲ (Φιλόλαος) βιβλίον ἓν, ὅ φησιν Ἕρμιππος λέγειν τινὰ τῶν συγγραφέων Πλάτωνα τὸν φιλόσοφον παραγενόμενον εἰς Σικελίαν πρὸς Διονύσιον ὠνήσασθαι παρὰ τῶν συγγενῶν τοῦ Φιλολάου ἀργυρίου Ἀλεξανδρινῶν μνῶν τετταράκοντα καὶ ἐντεῦθεν μεταγεγραφέναι τὸν Τίμαιον. === fr. 26 · FHG Volumen tertium p. 42 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Athenaeus IV, p. 163, E: Ἦν δ ̓ ὁ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος· Πυθαγορικὸς δὲ δόξας εἶναι, ὑμῶν τῶν κυνικῶν τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδετῶν. Ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί τινες, ἀπὸ τοῦ Διοδώρου προαχθὲν, ὥς φησιν Ἕρμιππος. === fr. 27 · FHG Volumen tertium p. 42 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Diogenes VIII, 21: Ἐμπεδοκλῆς, ὥς φησιν Ἱππόβοτος, Μέτωνος ἦν υἱὸς τοῦ Ἐμπεδοκλέος, Ἀκραγαντῖνος. Τὸ δ ̓ αὐτὸ καὶ Τίμαιος ἐν τῇ πεντεκαιδεκάτῃ τῶν Ἱστοριῶν, ἐπίσημον ἄνδρα γεγονέναι τὸν Ἐμπεδοκλέα τὸν πάππον τοῦ ποιητοῦ. Ἀλλὰ καὶ Ἕρμιππος τὰ αὐτὰ τούτῳ φησίν. === fr. 27 · FHG Volumen tertium p. 42 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem VIII, 56: Ἕρμιππος δ ̓ οὐ Παρμενίδου, Ξενοφάνους δὲ γεγονέναι ζηλωτὴν (sc. Ἐμπεδοκλέα), ᾧ καὶ συνδιατρῖψαι καὶ μιμήσασθαι τὴν ἐποποιίαν· ὕστερον δὲ τοῖς Πυθαγορικοῖς ἐντυχεῖν. === fr. 27 · FHG Volumen tertium p. 42 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem VIII, 69: Ἕρμιππος δέ φησι Πάνθειάν τινα Ἀκραγαντίνην ἀπηλπισμένην ὑπὸ τῶν ἰατρῶν θεραπεῦσαι αὐτὸν καὶ διὰ τοῦτο τὴν θυσίαν ἐπιτελεῖν· τοὺς δὲ κληθέντας εἶναι πρὸς τοὺς ὀγδοήκοντα. === fr. 28 · FHG Volumen tertium p. 42 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem. IX, 4, de Heraclito aqua intercute laborante: Ἕρμιππος δέ φησι λέγειν αὐτὸν τοῖς ἰατροῖς εἴ τις δύναται τὰ ἔντερα πιέσας τὸ ὑγρὸν ἐξερᾶσαι· ἀπειπόντων πότων δέ, θεῖναι αὑτὸν εἶς τὸν ἥλιον καὶ κελεύειν τοὺς παῖδας βολίτοις καταπλάττειν· οὕτω δὴ κατατεινόμενον δευτεραῖον τελευτῆσαι καὶ ταφῆναί ἐν τῇ ἀγορᾷ. === fr. 29 · FHG Volumen tertium p. 43 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Diog. IX, 43: Τελευτῆσαι δὲ τὸν Δημόκριτόν φησιν Ἕρμιππος τοῦτον τὸν τρόπον. Ἤδη ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι. Τὴν οὖν ἀδελφὴν λυπεῖσθαι ὅτι ἐν τῇ τῶν Θεσμοφορίων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τό καθῆκον αὐτὴ οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὐτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι. Τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν αὑτὸν τὴν ἑορτήν· ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δ ̓ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο, ὥς φησιν Ἵππαρχος, ἐννέα πρὸς τοῖς ἑκατὸν ἔτη βιούς. === fr. 30 · FHG Volumen tertium p. 43 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem IX, 27: Ἕρμιππος δέ φησιν φησιν εἰς ὅλμον αὐτὸν βληθῆναι καὶ κατακοπῆναι. === fr. 31 · FHG Volumen tertium p. 43 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem II, 13: Ἕρμιππος δ ̓ ἐν τοῖς Βίοις φησὶν ὅτι καθείρχθη ἐν τῷ δεσμωτηρίῳ τεθνηξόμενος. Περικλῆς δὲ παρελθὼν εἶπεν εἴ τι ἔχουσιν ἐγκαλεῖν αὐτῷ κατὰ τὸν βίον οὐδὲν δὲ εἰπόντων, «Καὶ μὴν ἐγὼ,» ἔφη «τούτου μαβητής εἰμι· μὴ οὖν διαβολαῖς ἐπαρθέντες ἀποκτείνητε τὸν ἄνθρωπον, ἀλλ ̓ ἐμοὶ πεισθέντες ἄφετε.» Καὶ ἀφείθη· οὐκ ἐνεγκὼν δὲ τὴν ὕβριν ἑαυτὸν ἐξήγαγεν. === fr. 32 · FHG Volumen tertium p. 43 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem II, 38: Ἀπηνέγκατο μὲν οὖν τὴν γραφὴν ὁ Μέλητος, εἶπε δὲ τὴν δίκην Πολύευκτος, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ· συνέγραψε δὲ τὸν λόγον Πολυκράτης ὁ σοφιστὴς, ὥς φησιν Ἕρμιππος, ἢ Ἄνυτος, ὥς τινες· Προητοίμασε δὲ πάντα Λύκων ὁ δημαγωγός. === fr. 33 · FHG Volumen tertium p. 43 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem III, 2: Τελευτᾷ δ ̓, ὥς φησιν Ἕρμιππος, ἐν γάμοις δειπνῶν, τῷ πρώτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, βιοὺς ἔτος ἒν πρὸς τοῖς ὀγδοήκοντα. === fr. 34 · FHG Volumen tertium p. 44 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Diog. IV, 44: Ἐτελεύτησε δὲ (Ἀρκεσιλᾶς), ὥς φησιν Ἕρμιππος, ἄκρατον ἐμφορηθεὶς πολὺν καὶ παρακόψας, ἤδη γεγονὼς ἔτος πέμπτον καὶ ἑβδομηκοστὸν, ἀποδεχθεὶς πρὸς Ἀθηναίων ὡς οὐδείς. === fr. 35 · FHG Volumen tertium p. 44 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem II, 109: Φησὶ δ ̓ Ἕρμιππος περὶ αὐτοῦ (Ἀλεξίνου) ὡς ἄρα ἀπελθὼν ἐκ τῆς Ἤλιδος εἰς Ὀλυμπίαν αὐτόθι φιλοσοφοίη. Τῶν δὲ μαθητῶν αὐτοῦ πυνθανομένων διὰ τί τῇδε κατοικεῖ, φάναι βούλεσθαι αἵρεσιν συστήσασθαι ἣν Ὀλυμπικὴν κληθήσεσθαι. Τοὺς δὲ καὶ τοῖς ἐφοδίοις θλιβομένους καὶ τὸ χωρίον νοσερὸν καταγνόντας ἀπελθεῖν, καὶ τοῦ λοιποῦ διατρίβειν ἔρημον τὸν Ἀλεξῖνον σὺν οἰκέτῃ μόνῳ· ἔπειτα μέντοι νηχόμενον ἐν τῷ Ἀλφειῷ νυχθῆναι καλάμῳ καὶ οὕτω τελευτῆσαι. === fr. 36 · FHG Volumen tertium p. 44 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem II, 141: Ἠγάπα αὐτὸν καὶ Ἀντίγονος καὶ μαθητὴν ἀνεκήρυττεν αὑτόν. Καὶ ἡνίκα ἐνίκα τοὺς βαρβάρους περὶ Λυσιμαχίαν, γράφει ψήφισμα αὐτῷ Μενέδημος ἁπλοῦν τε καὶ ἀκόλακον, οὗ ἡ ἀρχή· «Οἱ στρατηγοὶ καὶ οἱ πρόβουλοι εἶπον. Ἐπειδὴ βασιλεὺς Ἀντίγονος μάχῃ νικήσας τοὺς βαρβάρους παραγίνεται εἰς τὴν ἰδίαν, καὶ τὰ ἄλλα πάντα πράσσει κατὰ γνώμην· ἔδοξε τῇ βουλῇ καὶ τῷ δῄμῳ.» Διὰ ταῦτα δὴ καὶ τὴν ἄλλην φιλίαν ὑποπτευθεὶς προδιδόναι τὴν πόλιν αὐτῷ, διαβάλλοντος Ἀριστοδήμου ὑπεξῆλθε· καὶ διέτριβεν ἐν Ὠρωπῷ ἐν τῷ τοῦ Ἀμφιάρεω ἱερῷ· ἔνθα χρυσῶν ποτηρίων τηρίων ἀπολομένων,καθά φησιν Ἕρμιππος, δόγματι κοινῷ τῶν Βοιωτῶν ἐκελεύσθη μετελθεῖν. Ἐντεῦθεν ἀθυμήσας λαθραίως παρεισδὺς εἰς τὴν πατρίδα καὶ τήν τε γυναῖκα καὶ τὰς θυγατέρας παραλαβὼν, πρὸς Ἀντίγονον ἐλθὼν ἀθυμίᾳ τὸν βίον κατέστρεψε. === fr. 37 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Diog. II, 120: Γηραιὸν δὲ (Στίλπωνα) τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον. ἀποθάνῃ. === fr. 37 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Suidas: Φιλίσκος Αἰγινήτης, ὁ διδάξας γράμματα Ἀλέξανδρον τὸν Μακεδόνα· αὐτὸς δ ̓ ἀκουστὴς ἦν τοῦ κυνὸς Διογένους, κατὰ δ ̓ Ἕρμιππον, Στίλπωνος. === fr. 38 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem VI, 2: Φησὶ δ ̓ Ἕρμιππος ὅτι προείλετο (Ἀντισθένης) ἐν τῇ τῶν Ἰσθμίων πανηγύρει ψέξαι τε καὶ ἐπαινέσαι Ἀθηναίους, Θηβαίους, Λακεδαιμονίους· εἶτα μέντοι παραιτήσασθαι ἰδόντα πλείους ἐκ τῶν πόλεων ἀφιγμένους. === fr. 39 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem VI, 99: Φησὶ δ ̓ Ἕρμιππος ἡμεροδανειστὴν αὐτὸν (τὸν Μένιππον) γεγονέναι καὶ καλεῖσθαι· καὶ γὰρ ναυτικῷ τόκῳ δανείζειν καὶ ἐξενεχυριάζειν, ὥστε πάμπλειστα χρήματα ἀθροίζειν· τέλος δ ̓ ἐπιβουλευθέντα πάντων στερηθῆναι καὶ ὑπ ̓ ἀθυμίας βρόχῳ τὸν βίον μεταλλάξαι. === fr. 40 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem X, 2: Φησὶ δ ̓ Ἕρμιππος γραμματοδιδάσκαλον αὐτὸν (Epicurum) γεγενῆσθαι, ἔπειτα μέντοι περιτυχόντα τοῖς Δημοκρίτου βιβλίοις ἐπὶ φιλοσοφίαν ἀίξαι· διὸ καὶ τὸν Τίμωνα φάσκειν περὶ αὐτοῦ· Ὕστατος αὖ φυσικῶν καὶ κύντατος ἐκ Σάμου ἐλθὼν γραμμαδιδασκαλίδης ἀναγωγότατος ζωόντων. === fr. 40 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΠΥΘΑΓΟΡΟΥ ΒΙΒΛ. Β’ === Idem X, 15: Τελευτῆσαι δ ̓ αὐτὸν λίθῳ τῶν οὔρω ἐπισχεθέντων, ὥς φησι καὶ Ἕρμαρχος ἐν Ἐπιστολαῖς, ἡμέρας νοσήσαντα τεσσαρεσκαίδεκα. Ὅτε καί φησιν Ἕρμιππος ἐμβάντα αὐτὸν εἰς πύελον χαλκῆν κεκραμένην ὕδατι θερμῷ καὶ αἰτήσαντα ἄκρατον ῥοφῆσαι· τοῖς τε φίλοις παραγγείλαντα τῶν δογμάτων μεμνῆσθαι, οὕτω τελευτῆσαι. === fr. 41 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Α’ === Idem V, 1: Ἀριστοτέλης Νικομάχου καὶ Φαιστιάδος Σταγειρίτης. Ὁ δὲ Νικόμαχος ἦν ἀπὸ Νικομάχου τοῦ Μαχάονος τοῦ Ἀσκληπιοῦ, καθά φησιν Ἕρμιππος ἐν τῷ Περὶ Ἀριστοτέλους. === fr. 41 · FHG Volumen tertium p. 45 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Α’ === Idem V, 2: Φησὶ δὲ καὶ Ἕρμιππος ἐν τοῖς Βίοις ὅτι πρεσβεύοντος αὐτοῦ πρὸς Φίλιππον ὑπὲρ Ἀθηναίων σχολάρχης ἐγένετο τῆς ἐν Ἀκαδημίᾳ σχολῆς Ξενοκράτης· ἐλθόντα δὴ αὐτὸν καὶ θεασάμενον ὑπ ̓ ἄλλῳ τὴν σχολὴν, ἑλέσθαι περίπατον τὸν ἐν Λυκείῳ καὶ μέχρι μὲν ἀλείμματος ἀνακάμπτοντα τοῖς μαθηταῖς συμφιλοσοφεῖν· ὅθεν περιπατητικὸν προσαγορευθῆναι. === fr. 42 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Α’ === Athcnaeus XIII, p. 589, C: Ἀριστοτέλης δ ̓ ὁ Σταγειρίτης οὐκ ἐξ Ἑρπυλλίδος τῆς ἑταίρας ἐπαιδοποίησε Νικόμαχον, καὶ συνῆν ταύτῃ μέχρι θανάτου; ὥς φησιν Ἕρμιππος ἐν τῷ Περὶ Ἀριστοτέλους πρώτῳ, ἐπιμελείας φάσκων τῆς δεούσης τετυχηκέναι ἐν ταῖς τοῦ φιλοσόφου διαθήκαις. === fr. 42 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Α’ === Idem XV, p. 696, F: Παιὰν δ ̓ ἐστὶ καὶ ὁ εἰς Κράτερον τὸν Μακεδόνα γραφεὶς, ὃν ἐτεκτήνατο Ἀλεξῖνος ὁ διαλεκτικὸς, ὥς φησιν Ἕρμιππος ὁ Καλλιμάχειος ἐν τῷ πρώτῳ Περὶ Ἀριστοτέλους· ᾄδεται δὲ καὶ οὗτος ἐν Δελφοῖς, λυρίζοντός γέ τινος παιδός. === fr. 43 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Athenaeus I, p. 21, A: Ἕρμιππος δέ φησι Θεόφραστον παραγίνεσθαι εἰς τὸν περίπατον καθ ̓ ὥραν λαμπρὸν καὶ ἐξησκημένον, εἶτα καθίσαντα διατίθεσθαι τὸν λόγον, οὐδεμιᾶς ἀπεχόμενον κινήσεως οὐδὲ σχήματος ἑνός· καί ποτε, ὀψοφάγον μιμούμενον, ἐξείραντα τὴν γλῶσσαν περιλείχειν τὰ χείλη. === fr. 44 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Diogenes V, 41: Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν (τὸν Θεόφραστον) ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον. === fr. 45 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Idem II, 55: Φησὶ δ ̓ Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι· ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ Περὶ Θεοφράστου καὶ Ἰσοκράτην φησὶ Γρύλλου ἐγκώμιον γεγραφέναι. === fr. 46 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Athenaeus VI, p. 252, C: Ἀττάλου δὲ τοῦ βασιλέως ἐγένετο κόλαξ καὶ διδάσκαλος Λυσίμαχος, ὃν Καλλίμαχος μὲν Θεοδώρειον ἀναγράφει, Ἕρμιππος δ ̓ ἐν τοῖς Θεοφράστου μαθηταῖς καταλέγει. === fr. 47 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Diogenes V, 67: Ἦν δὲ καὶ καθαρώτατος τὴν στολὴν (ὁ Λύκων), ὡς ἀνυπερβλήτῳ χρῆσθαι μαλακότητι ἱματίων, καθά φησιν Ἕρμιππος. === fr. 48 · FHG Volumen tertium p. 46 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Idem V, 91: Ἕρμιππος δὲ λιμοῦ κατασχόντος τὴν χώραν φησὶν αἰτεῖν τοὺς Ἡρακλεώτας τὴν Πυθίαν λύσιν· τὸν δὲ Ἡρακλείδην διαφθεῖραι χρήμασι τούς τε θεωροὺς καὶ τὴν προειρημένην, ὥστ ̓ ἀνειπεῖν ἀπαλλαγήσεσθαι τοῦ κακοῦ, εἰ ζῶν μὲν Ἡρακλείδης ὁ Εὐθύφρονος φρονος χρυσῷ στεφάνῳ στεφανωθείη πρὸς αὐτῶν, ἀποθανὼν δὲ ὡς ἥρως τιμῷτο. Ἐκομίσθη ὁ δῆθεν χρησμὸς καὶ οὐδὲν ὤναντο οἱ πλάσαντες αὐτόν· αὐτίκα γὰρ ἐν τῷ θεάτρῳ στεφανούμενος ὁ Ἡρακλείδης ἀπόπληκτος ἐγένετο, οἵ τε θεωροὶ καταλευσθέντες διεφθάρησαν· ἀλλὰ καὶ ἡ Πυθία τὴν αὐτὴν ὥραν κατιοῦσα ἐς τὸ ἄδυτον καὶ ἐπιστᾶσα ἡ Πυθία τὴν αὐτὴν ὥραν κατιοῦσα ἐς τὸ ἄδυτον καὶ ἐπιστᾶσα ἑνὶ τῶν δρακόντων δηχθεῖσα παραχρῆμα ἀπέπνευσε. Καὶ τὰ μὲν περὶ τὸν θάνατον αὐτοῦ τοσαῦτα. === fr. 49 · FHG Volumen tertium p. 47 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Plutarch. Alex. c. 53, 2: Λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν, ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ ̓ αὐτόν· εἰπεῖν οὖν τὸν Ἀλέξανδρον, ὅτι, κατ ̓ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων. καλὰς ἀφορμὰς οὐ μέγ ̓ ἔργον εὖ λέγειν. «Ἀλλ ̓ ἔνδειξαι, φάναι, τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν.» Οὕτω δὴ τὸν ἄνδρα πρὸς τὴν παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν· Ἐν δὲ δισχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς· ἐφ ̓ ᾧ πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν, ὡς οὐ τῆς δεινότητος ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε. Ταῦτα μὲν οὖν ὁ Ἕρμιππός φησι τὸν ἀναγνώστην τοῦ Καλλισθένους Στροῖβον Ἀριστοτέλει διηγεῖσθαι, τὸν δὲ Καλλισθένης συνέντα τὴν ἀλλοτριότητα τοῦ βασιλέως δὶς ἢ τρὶς ἀπιόντα πρὸς αὐτὸν εἰπεῖν· Κάτθανε καὶ Πάτροκλος, ὅπερ πολλὸν ἀμείνων. === fr. 50 · FHG Volumen tertium p. 47 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Diogenes V, 78: Φησὶ δ ̓ αὐτὸν Ἕρμιππος μετὰ τὸν Κασάνδρου θάνατον φοβηθέντα Ἀντίγονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ Εὐρυδίκης περιθεῖναι παισί. Τοῦ δὲ οὐ πεισθέντος, ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτήν ἀξιωθῆναι πρὸς τούτου παραφυλάττεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. Ἐνταῦθα ἀθυμότερον διῆγε καί πως ὑπνώττων ὑπ ̓ ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. Καὶ θάπτεται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως. === fr. 51 · FHG Volumen tertium p. 48 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Diog. VII, 184: Τοῦτον ἐν τῷ ᾨδείῳ σχολάζοντά φησιν Ἕρμιππος ἐπὶ θυσίαν ὑπὸ τῶν μαθητῶν κληθῆναι· ἔνθα προσενεγκάμενον γλυκὺν ἄκρατον καὶ ἰλιγγιάσαντα πεμπταῖον ἀπελθεῖν ἐξ ἀνθρώπων, τρία καὶ ἑβδομήκοντα βιώσαντ ̓ ἔτη, κατὰ τὴν τρίτην καὶ τετταρακοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς. === fr. 52 · FHG Volumen tertium p. 48 · BIOI · ΠΕΡΙ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΒΙΒΛ. Β’ (Γ’...) === Athenaeus IV, p. 162, C, de Persaeo Citiensi: Φιλόσοφος, ὃς περὶ ταῦτα τὴν διάνοιαν ἀεὶ στρέφων, πιστευθεὶς, ὥς φησιν Ἕρμιππος, ἡπ ̓ Ἀντιγόνου τὸν Ἀκροκόρινθον, κωθωνιζόμενος ἐξέπεσεν καὶ αὐτῆς τῆς Κορίνθου, καταστρατηγηθεὶς ὑπὸ τοῦ Σικυωνίου Ἀράτου. === fr. 53 · FHG Volumen tertium p. 48 · BIOI === Athenaeus XI, p. 505, D: Λέγεται δὲ ὡς καὶ ὁ Γοργίας αὐτὸς, ἀναγνοὺς τὸν ὁμώνυμον αὑτῷ διάλογον, πρὸς τοὺς συνήθεις ἔφη, Ὡς καλῶς οἶδε Πλάτων ἰαμβίζειν. Ἕρμιππος δὲ ἐν τῷ Περὶ Γοργίου· «Ὡς ἐπεδήμησε (φησὶ) ταῖς Ἀθήναις Γοργίας μετὰ τὸ ποιήσασθαι τὴν ἀνάθεσιν τῆς ἐν Δελφοῖς ἑαυτοῦ χρυσῆς εἰκόνος, εἰπόντος τοῦ Πλάτωνος, ὅτε εἶδεν αὐτὸν, Ἥκει ἡμῖν ὁ καλός τε καὶ χρυσοῦς Γοργίας· ἔφη ὁ Γοργίας, Ἦ καλόν γε αἱ Ἀθῆναι καὶ νέον τοῦτον Ἀρχίλοχον ἐνηνόχασιν.» === fr. 54 · FHG Volumen tertium p. 48 · BIOI === Marcellinus Vit. Thuc. § 29: Ὁ δὲ Ἕρμιππος καὶ ἀπὸ τῶν Πεισιστρατιδῶν αὐτὸν λέγει τῶν τυράννων ἕλκειν τὸ γένος, διὸ καὶ διαφθονῶν αὐτόν φησιν ἐν τῇ συγγραφῇ τοῖς περὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα, λέγοντα ὡς οὐκ ἐγένοντο τυραννοφόνοι· οὐ γὰρ ἐφόνευσαν τὸν τύραννον, ἀλλὰ τὸν ἀδελφὸν τοῦ τυράννου Ἵππαρχον. === fr. 55 · FHG Volumen tertium p. 49 · BIOI · ΒΙΒΛ. Α’. ΠΕΡΙ ΙΣΟΚΡΑΤΟΥΣ === Athenaeus XIII, p. 592, D: Γραπτέον Ναὶς, καὶ οὐ Λαίς. Ἕρμιππος δ ̓ ἐν τῷ Περὶ Ἰσοκράτους προβαίνοντά φησι τῇ ἡλικίᾳ τὸν Ἰσοκράτη ἀναλαβεῖν Λαγίσκαν τὴν ἑταίραν εἰς τὴν οἰκίαν, ἐξ ἧς καὶ γενέσθαι αὐτῷ θυγάτριον. Μνημονεύει δ ̓ αὐτῆς Στράττις. === fr. 56 · FHG Volumen tertium p. 49 · BIOI · ΒΙΒΛ. Α’. ΠΕΡΙ ΙΣΟΚΡΑΤΟΥΣ === Argum. Ad Isocrat. or. Ad Philippum: Ἔγραψε δ ̓ ὁ Ἰσοκράτης τὸν λόγον γέρων ὢν, μικρὸν πρὸ τῆς ἑαυτοῦ καὶ Φιλίππου τελευτῆς, ὥς φησιν Ἕρμιππος. === fr. 57 · FHG Volumen tertium p. 49 · BIOI · ΒΙΒΛ. Β’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Harpocratio: Ἰσαῖος, εἷς μέν ἐστι τῶν ι’ ῥητόρων οὗτος, μαθητὴν δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους, Ἀθηναῖος τὸ γένος, καθά φησιν Ἕρμιππος ἐν β’ Περὶ τῶν Ἰσοκράτους μαθητῶν. Δημήτριος δ ̓ ἐν τοῖς Περὶ ὁμωνύμων ποιητῶν Χαλκιδέα φησὶν αὐτὸν εἶναι. === fr. 58 · FHG Volumen tertium p. 49 · BIOI · ΒΙΒΛ. Β’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Dionys. Halic. De Isaeo c. 1: Οὐδὲ γὰρ ὁ τοὺς μαθητὰς ἀναγράψας Ἕρμιππος, ἀκριβὴς οὐδὲν εἴρηκεν, ἔξω δυοῖν τούτων, ὅτι διήκουσε μὲν Ἰσοκράτους, καθηγήσατο δὲ Δημοσθένους, συνεγένετο δὲ τοῖς ἀρίστοις τῶν φιλοσόφων. === fr. 59 · FHG Volumen tertium p. 49 · BIOI · ΒΙΒΛ. Β’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Suidas v. Δημοσθένης: Δημοσθένης ... ἐπιμελὴς μᾶλλον ἢ εὐφυὴς, ὡς Ἕρμιππος ἱστορεῖ, καὶ τὰς ἡδονὰς ἀκόλαστος, ὡς καὶ τοῦτό φησιν ὁ αὐτός. === fr. 60 · FHG Volumen tertium p. 49 · BIOI · ΒΙΒΛ. Β’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Plutarch. Demosth. c. 5: Ἕρμιππος δέ φησιν ἀδεσπότοις ὑπομνήμασιν ἐντυχεῖν ἔν οἷς ἐγέγραπτο, τὸν Δημοσθένη συνεσχολακέναι Πλάτωνι καὶ πλεῖστον εἰς τοὺς λόγους ὠφελῆσθαι, Κτησιβίου δὲ μέμνηται λέγοντος παρὰ Καλλίου τοῦ Συρακουσίου καί τινων ἄλλων τὰς Ἰσοκράτους τέχνας καὶ τὰς Ἀλκιδάμαντος κρύφα λαβόντα τὸν Δημοσθένη καταμαθεῖν. === fr. 61 · FHG Volumen tertium p. 49 · BIOI · ΒΙΒΛ. Β’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Gellius N. A. III, 13: Hermippus hoc scriptum reliquit, Demosthenem admodum adolescentem ventitare in Academiam Platonemque audire solitum. Atque is, inquit, Demosthenes domo egressus, uti ei mos erat, quum ad Platonem pergeret compluresque pluresque populos concurrentes videret, percontatur ejus rei caussam, cognoscitquc currere eos auditum Callistratum. 1s Callistratus Athenis orator in re publica fuit; illi δημαγωγοὺς appellant. Visum est paullum devertere experirique, an ad digna auditu tanto properatum studio foret. Venit, inquit, atque audit Callistratum nobilem illam τὴν περὶ Ὠρωποῦ δίκην dicentem: atque ita motus et demulctus et captus est, ut Callistratum jam inde sectari coeperit, Academiam cum Platone reliquerit. === fr. 62 · FHG Volumen tertium p. 50 · BIOI · ΒΙΒΛ. Β’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Plutarch. Demosth. c. 30: Τὸ δὲ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου λαβεῖν φησιν αὐτὸν, ὡς εἴρηται· Πάππος δέ τις, οὗ τὴν ἱστορίαν Ἕρμιππος ἀνείληφε, φησὶ, πεσόντος αὐτοῦ παρὰ τὸν βωμὸν, ὲν μὲν τῷ βιβλίῳ γεγραμμένην ἐπιστολῆς ἀρχὴν εὑρεθῆναι, «Δημοσθένης Ἀντιπάτρῳ,» καὶ μηδὲν ἄλλο. Θαυμαζομένης δὲ τῆς περὶ τὸν θάνατον ὀξύτητος, διηγεῖσθαι τοὺς παρὰ ταῖς θύραις Θρᾷκας, ὡς ἔκ τινος ῥακίου λαβὼν εἰς τὴν χεῖρα προσθοῖτο τῷ στόματι καὶ καταπίοι τὸ φάρμακον. Αὐτοὶ δ ̓ ἄρα χρυσὸν ᾠήθησαν εἶναι τὸ καταπινόμενον, ἡ δ ̓ ὑπηρετοῦσα παιδίσκη, πυνθανομένων τῶν περὶ Ἀρχίαν, φαίη πολὺν εἶναι χρόνον. ἐξ οὗ φοροίη τὸν ἀπόδεσμον ἐκεῖνον ὁ Δημοσθένης ὡς φυλακτήριον. === fr. 63 · FHG Volumen tertium p. 50 · BIOI · ΒΙΒΛ. Β’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Idem ib. c. 11: Αἰσίωνα δέ φησιν Ἕρμιππος ἐρωτηθέντα περὶ τῶν πάλαι ῥητόρων καὶ τῶν καθ ̓ αὑτὸν εἰπεῖν, ὡς ἀκούων μὲν ἄν τις ἐθαύμασεν ἐκείνους εὐκόσμως καὶ μεγαλοπρεπῶς τῷ δήμῳ διαλεγομένους, ἀναγινωσκόμενοι δ ̓ οἱ Δημοσθένους λόγοι πολὺ τῇ κατασκευῇ καὶ δυνάμει διαφέρουσιν. === fr. 64 · FHG Volumen tertium p. 50 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Athenaeus VIII, p. 342, C: Καὶ ὁ Ἕρμιππος δέ φησιν ἐν τρίτῳ Περὶ τῶν Ἰσοκράτους μαθητῶν, ἑωθινὸν τὸν Ὑπερείδην ποιεῖσθαι νῦν τοὺς περιπάτους ἐν τοῖς Ἰχθύσιν. === fr. 65 · FHG Volumen tertium p. 50 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Plutarch. Vit. X orator. p. 849; C: Ἕρμιππος δέ φησιν αὐτὸν (τὸν Ὑπερείδην) γλωττοτομηθῆναι εἰς Μακεδονίαν ἐλθόντα καὶ ῥιφῆναι ἄταφον, Ἀλφίνουν δ ̓ ἀνεψιὸν ὄντα αὐτῷ, ἢ, ὥς τινες, Γλαυκίππου τινὸς τὸν υἱὸν διὰ Φιλοπείθους τινὸς ἰατροῦ λαβόντα ἐξουσίαν τοῦ σώματος καῦσαι αὐτὸν καὶ τὰ ὀστᾶ κομίσαι εἰς Ἀθήνας τοῖς προσήκουσι, παρὰ τὰ Ἀθηναίων καὶ Μακεδόνων δόγματα. Οὐ μόνον γὰρ κελεῦσαι αὐτοὺς φυγεῖν, ἀλλὰ μηδ ̓ ἐν τῇ οἰκείᾳ ταφῆναι. === fr. 66 · FHG Volumen tertium p. 50 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Athenaeus XIII, p. 590, D: Ἦν δὲ ἠ Φρύνη ἐκ Θεσπιέων. Κρινομένη δὲ ὑπὸ Εὐθίου τὴν ἐπὶ θανάτῳ ἀπέφυγε· διόπερ ὀργισθεὶς ὁ Εὐθίας οὐκ ἔτι εἶπε δίκην, ὥς φησιν Ἕρμιππος. === fr. 67 · FHG Volumen tertium p. 51 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Harpocratio s. v. Εὐθίας· Ὑπερίδης ὑπὲρ Φρύνης. Τῶν ἐπὶ συκοφαντίᾳ διαβεβλημένων ἦν ὁ Εὐθίας. Τὸν μέντοι λόγον αὐτῷ τὸν κατὰ Φρύνης Ἀναξιμένην πεποιηκέναι αὐτῷ φησὶν Ἕρμιππος. === fr. 68 · FHG Volumen tertium p. 51 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Athenaeus I, p. 21, C: Ἕρμιππος δέ φησι, Θεόκριτον τὸν Χῖον ὡς ἀπαίδευτον μέμφεσθαι τὴν Ἀναξιμένους περιβολήν. === fr. 69 · FHG Volumen tertium p. 51 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Athenaeus X p. 451, E: Θεοδέκτην δὲ τὸν Φασηλίτην φησὶν Ἕρμιππος ἐν τοῖς Περὶ τῶν Ἰσοκράτους μαθητῶν ἱκανώτατον γεγονέναι ἀνευρεῖν τὸν προβληθέντα γρῖφον, καὶ αὐτὸν προβαλεῖν ἑτέροις ἐπιδεξίως· οἷον τὸν περὶ τῆς σκιᾶς. Ἔφη γὰρ εἶναί τινα φύσιν, ἣ περὶ τὴν γένεσιν καὶ φθίσιν ἐστὶ μεγίστη, περὶ δὲ τὴν ἀκμὴν ἐλαχίστη. Λέγει δ ̓ Οὕτως· Τίς φύσις, οὔθ ̓ ὅσα γαῖα φέρει τροφὸς, οὔθ ̓ ὅσα πόντος, οὕτε βροτοῖσιν ἔχει γυίων αὔξησιν ὁμοίαν. Ἀλλ ̓ ἐν μὲν γενέσει πρωτοσπόρῳ ἐστὶ μεγίστη, ἐν δὲ μέσαις ἀκμαῖς μικρὰ, γήρᾳ δὲ πρὸς αὐτῷ μορφῇ καὶ μεγέθει μείων πάλιν ἐστὶν ἁπάντων. Κἀν τῷ Οἰδίποδι δὲ τῇ τραγῳδίᾳ τὴν νύκτα καὶ τὴν ἡμέραν εἴρηκεν αἰνιττόμενος· Εἰσὶ κασίγνηται διτταὶ, ὦν ἡ μία τίκτει τὴν ἑτέραν, αὐτὴ τεκοῦσ’ ὑπὸ τῆσδε τεκνοῦται. === fr. 70 · FHG Volumen tertium p. 51 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Plutarch. Dem. c. 58: Ἕρμιππος δὲ τὸν Ἀρχρίαν ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθηταῖς ἀναγράφει. === fr. 71 · FHG Volumen tertium p. 51 · BIOI · ΒΙΒΛ Γ’. ΠΕΡΙ ΤΩΝ ΙΣΟΚΡΑΤΟΥΣ ΜΑΘΗΤΩΝ === Schol. Ad Aeschin. De fals. Leg. inti., de Aeschine oratore, vide in Idomenei fr. 15. === fr. 72 · FHG Volumen tertium p. 51 · ΠΕΡΙ ΤΩΝ ΕΝ ΠΑΙΔΕΙΑ ΛΑΜΨΑΝΤΩΝ === Etym. M. p. 118, 11: Ἀπάμεια, πόλις Βιθυνίας, πρότερον Μυρλέα καλουμένη, ἣν λαβὼν δῶρα παρὰ Φιλίππου τοῦ Δημητρίου Προυσίας ὁ Ζηίλα μετωνόμασεν Ἀπάμειαν ἀπὸ τῆς ἑαυτοῦ γυναικὸς Ἀπάμας. Ἕρμιππος ἐν τῷ Περὶ τῶν ἐν παιδείᾳ λαμψάντων λόγῳ. Οὕτως Ὦρος. === fr. 73 · FHG Volumen tertium p. 51 · ΠΕΡΙ ΤΩΝ ΔΙΑΠΡΕΨΑΝΤΩΝ ΕΝ ΠΑΙΔΕΙΑ ΔΟΥΛΩΝ · E LIBRO SECUNDO === Suidas: Ἴστρος, Μενάνδρου [ἢ add. Siebelis.] Ἴστρου, Κυρηναῖος ἢ Μακεδὼν, συγγραφεὺς, Καλλιμάχου δοῦλος καὶ γνώριμος. Ἕρμιππος δὲ αὐτόν φησι Πάφιον ἐν τῷ δευτέρῳ τῶν Διαπρεψάντων ἐν παιδείᾳ δούλων. === fr. 73 · FHG Volumen tertium p. 52 · ΠΕΡΙ ΕΝΔΟΞΩΝ ΙΑΤΡΩΝ · E LIBRO QUINTO === Schol. Oribasii in Maji Class. auct. IV, p. 11: Οἱ περὶ Διονύσιον τὸν κυρτόν] Ὁ Φίλων ἐν τῷ θ’ Περὶ βιβλιοθήκης κτήσεως (κτίσεως lib.) καὶ Ἕρμιππος ἐν τῷ ε’ Περὶ ἐνδόξων ἀνδρῶν ἰατρῶν καὶ ὁ Σωρανὸς ἐν ταῖς τῶν Ἰατρῶν διαδοχαῖς ὅτι καὶ ὀξυτόνως λέγεται κυρτός ὡς φοξός διὰ σωματικὴν ἀσθένειαν, βαρυτόνως δὲ ὥς ἵππος πύργος, ἐπεὶ ἐκ μεσογείου πόλεως τῆς Αἰγύπτου λεγομένης Κύρτου ὑπῆρχεν, ἢ ὥς φασί ὥσπερ τοὺς ἰχθῦς ὑπὸ τῶν ἁλιευτικῶν κύρτων. === fr. 73 · FHG Volumen tertium p. 52 · ΠΕΡΙ ΕΝΔΟΞΩΝ ΙΑΤΡΩΝ · E LIBRO QUINTO === Vit. Euripidis in Βιογρ. Westermanni, p. 138: Λέγει δὲ καὶ Ἕρμιππος Διονύσιον τὸν Σικελίας τύραννον μετὰ τὴν τελευτὴν τοῦ Εὐριπίδου τάλαντον τοῖς κληρονόμοις αὐτοῦ πέμψαντα λαβεῖν τὸ ψαλτήριον καὶ τὴν δέλτον καὶ τὸ γραφεῖον, ἅπερ ἰδόντα κελεῦσαι τοῦς φέροντας ἐν τῷ Μουσῶν ἱερῷ ἀναθεῖναι, ἐπιγράψαντα τοῖς αὐτοῦ Εὐριπίδου ὀνόμασιν. Διὸ καὶ ξενοφιλώτατον κεκλῆσθαί φησι διὰ τὸ μάλιστα ὑπὸ ξένων φιλεῖσθαι· ὑπὸ γὰρ Ἀθηναίων ἐφθονεῖτο. === fr. 74 · FHG Volumen tertium p. 52 · ΠΕΡΙ ΙΠΠΩΝΑΚΤΟΣ · E LIBRO QUINTO === Athenaeus VII, p. 327, C: Ἕρμιππος δ ̓ ὁ Σμυρ ναῖος ἐν τοῖς Περὶ Ἱππώνακτος ὕκην ἀκούει τὴν ἰουλίδα· εἶναι δ ̓ αὐτὴν δυσθήρατον· διὸ καὶ Φιλητᾶν φάναι· «Οὐδ ̓ ὕκης ἰχθὺς ἔσχατος ἐξέφυγε.» === fr. 75 · FHG Volumen tertium p. 52 · ΣΥΝΑΓΩΓΗ ΤΩΝ ΚΑΛΩΣ ΑΝΑΦΩΝΗΘΕΝΤΩΝ ΕΞ ΟΜΗΡΟΥ · E LIBRO QUINTO === Stobaeus Floril. V, 59: Ἐκ τῆς Ἑρμίππου Συναγωγῆς γωγῆς τῶν καλῶς ἀναφωνηθέντων ἐξ Ὁμήρου. «Δημήτριος ὁ Φαληρεὺς εἰς σωφροσύνην ἔλεγε ταῦτα ποιεῖν· ἀσπάσιος λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο.» === fr. 76 · FHG Volumen tertium p. 53 · E SCRIPTIS INCERTIS · E LIBRO QUINTO === Aelianus N. A. VII, 40: Πέπυσμαι δὲ καὶ Αἰθιόπων εἶναι ἔθνος, ἐν ᾧ βασιλεύει κύων, καὶ τῇ ἐκείνου ὁρμῇ πείθονται· κνυζωμένου τε ἴσασιν, ὅτι μὴ θυμοῦται, καὶ ὑλακτοῦντος τὴν ὀργὴν συνιᾶσιν. Τοῦτο εἴ τῳ ἱκανὸς Ἕρμιππος τεκμηριῶσαι, μάρτυρά οἱ τοῦ λόγου ἐπαγόμενος Ἀριστοκρέωνα πειθέτω· ἐμὲ δὲ μὴ λαθὸν εἶτα ἐν καλῷ τῆς μνήμης ἀφίκετο. === fr. 77 · FHG Volumen tertium p. 53 · E SCRIPTIS INCERTIS · E LIBRO QUINTO === Schol. Apoll. Rh. IV, 269: Ὁ δὲ Νεῖλος οὕτω τοπρότερον ἐκαλεῖτο, Τρίτων· μετωνομάσθη δὲ ἀπὸ Νείλου τοῦ Κύκλωπος, τοῦ Ταντάλου, βασιλεύσαντος τῆς χώρας, ὡς Ἕρμιππός φησιν. === fr. 78 · FHG Volumen tertium p. 53 · ΠΕΡΙ ΜΑΓΩΝ · E LIBRO PRIMO === Diogen. L. I, 8: Ἀριστοτέλης δ ̓ ἐν πρώτῳ Περὶ φιλοσοφίας καὶ πρεσβυτέρους εἶναι (τοὺς μάγους) τῶν Αἰγυπτίων· καὶ δύο κατ ̓ αὐτοὺς εἶναι ἀρχὰς, ἀγαθὸν δαίμονα καὶ κακὸν δαίμονα· καὶ τῷ μὲν ὄνομα εἶναι Ζεὺς καὶ Ὠρομάσδης, τῷ δὲ Ἅδης καὶ Ἀρειμάνιος. Φησὶ δὲ τοῦτο καὶ Ἕρμιππος ἐν τῷ πρώτῳ Περὶ μάγων καὶ Εὔδοξος ἐν τῇ Περιόδῳ καὶ Θεόπομπος ἐν τῇ ὀγδόῃ τῶν Φιλιππικῶν. === fr. 79 · FHG Volumen tertium p. 53 · ΠΕΡΙ ΜΑΓΩΝ · E LIBRO PRIMO === Plinius Hist. Nat. lib. XXX, c. 2.: Hermippus, qui de tota ea arte (sc. magorum) diligentissime scripsit, et vicies Gentum millia versuum a Zoroastre condita, indicibus quoque voluminum ejus positis, explanavit, proeceptorem, a quo institutum diceret, tradidit Azonacem, ipsum pero quinque millibus annorum ante Trojanum bellum fuisse. === fr. 80 · FHG Volumen tertium p. 54 · ΠΕΡΙ ΜΑΓΩΝ · E LIBRO PRIMO === Arnob. I, 52: Age nunc veniat quis super igneam zonam, magus interiore ab orbe Zoroastres, Hermippo ut assentiamur auctori. Bactrianus et ille veniat, cujus Ctesias (fr. p. 19) res gestas Historiarum exponit in primo; Armenius Hosthanis nepos et familiaris Pamphylas Cyri. === fr. 81 · FHG Volumen tertium p. 54 · ΠΕΡΙ ΜΑΓΩΝ · E LIBRO PRIMO === Athen. XI, p. 478. A: Νικόμαχος δ ̓ ἐνπρώτῳ Περὶ ἑορτῶν Αἰγυπτίων φησί· Τὸ δὲ κόνδυ ἐστὶ μὲν Περσικὸν, τὴν δὲ ἀρχὴν* ἣν Ἕμμιππος [ὁ] ἀστρολογικὸς ὡς ὀ κόσμος ἐξ οὗ τῶν θεῶν τὰ θαύματα καὶ τὰ καρπώσιμα γίνεσθαι ἐπὶ γῆς· διὸ ἐκ τούτου σπένδεσθαι.» === fr. 82 · FHG Volumen tertium p. 54 · ΦΑΙΝΟΜΕΝΑ · E LIBRO PRIMO === Τὰ Φαινόμενα Hermippo τῷ ἀστρολογικῷ, qui Περὶ μάγων scripsit, vindicanda sunt. Loci veterum qui huc pertinent paucis indicasse habeo satis. Vit. Arat. p. 55 in Βιογρ. Westerm: Καὶ γὰρ Εὔδοξος ὁ Κνίδιος ἔγραψε Φαινόμενα καὶ Λᾶσος ὁ Μάγνης, ... καὶ Ἕρμιππος καὶ Ἡγησιάναξ καὶ Ἀριστοφάνης ὁ Βυζάντιος, καὶ ἄλλοι πολλοὶ, ὧν καὶ Πτολεμαῖος μέμνηται ὁ βασιλεὺς Ἰδιοφυέσιν οὕτως· Πάνθ ̓ Ἡγησιάναξ τε καὶ Ἕρμιππος τὰ κατ ̓ αἴθρην τείρ(??) καὶ πολλοὶ ταῦτα τὰ φαινόμενα βίβλοις ἐγκατέθεντο, ἀποσκόπιοι δ ̓ ἀφάμαρτον· ἀλλὰ τὸ λεπτολόγου σκῆπτρον Ἄρατος ἔχει.