[edition urn:cts:greekLit:tlg0006.tlg019.perseus-grc2] [choral] [anapests] |1 — Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους. |2 τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως, |3 ἢ τευχοφόρων; |4 — δέξαιτο νέων κληδόνα μύθων, |5 οἳ τετράμοιρον νυκτὸς φυλακὴν |6 πάσης στρατιᾶς προκάθηνται. |7 — ὄρθου κεφαλὴν πῆχυν ἐρείσας, |8 λῦσον βλεφάρων γοργωπὸν ἕδραν, |9 λεῖπε χαμεύνας φυλλοστρώτους, |10 Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι. |11 τίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ; |12 τί τὸ σῆμα; θρόει· |13 τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας |14 κοίτας πλάθουσʼ; ἐνέπειν χρή. |15 φύλακες στρατιᾶς. |15b τί φέρῃ θορύβῳ; |16 θάρσει. |16b θαρσῶ. |17 μῶν τις λόχος ἐκ νυκτῶν; |17b οὐκ ἔστι. |17c τί σὺ γὰρ |18 φυλακὰς προλιπὼν κινεῖς στρατιάν, |19 εἰ μή τινʼ ἔχων νυκτηγορίαν; |20 οὐκ οἶσθα δορὸς πέλας Ἀργείου |21 νυχίαν ἡμᾶς |22 κοίταν πανόπλους κατέχοντας; [strophe 1] |23 — ὁπλίζου χέρα· συμμάχων, |24 Ἕκτορ, βᾶθι πρὸς εὐνάς, |25 ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον. |26 — πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον, |27 ἁρμόσατε ψαλίοις ἵππους. |28 — τίς εἶσʼ ἐπὶ Πανθοΐδαν, |29 ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν; |30 — ποῦ σφαγίων ἔφοροι; |31 — ποῦ δὲ γυμνήτων μόναρχοι |32 τοξοφόροι τε Φρυγῶν; |33 — ζεύγνυτε κερόδετα τόξα νευραῖς. [anapests] |34 τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν, |35 τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς. |36 ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ |37 μάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼν |38 κινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶ |39 νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν |40 οὐδὲν τρανῶς ἀπέδειξας. [antistrophe 1] |41 — πύρʼ αἴθει στρατὸς Ἀργόλας, |42 Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν, |43 διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά. |44 πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς |45 ἐννύχιος θορύβῳ σκηνάν, |46 νέαν τινʼ ἐφιέμενοι |47 βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη |48 ναυσιπόρος στρατιά. |49 σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον, |50 ἤλυθον ἄγγελος, ὡς |51 μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς. [episode] |52 ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον· |53 ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ |54 λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν |55 μέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία. |56 ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας |57 θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν |58 σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί. |59 εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου |60 λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ, |61 πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν |62 κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί. |63 κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ |64 ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ· |65 ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες |66 μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος |67 κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν. |68 οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων |69 βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει. |70 ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ |71 τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου, |72 ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι |73 νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ, |74 οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι |75 Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν. |76 Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον· |77 ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς. |78 τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν; |79 οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί. |80 πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε. |81 οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς. |82 οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός. |83 σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει. |84 ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα. |85 καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς |86 στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι. |87 Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν |88 τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ |89 νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός; |90 Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν. |91 τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται |92 δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην; |93 φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν. |94 τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον; |95 αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός· |96 καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον, |97 ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶν |98 φυγῇ πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός. |99 σὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζῃ χέρας; |100 φεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶν |101 λόγχῃ καθέξω κἀπικείσομαι βαρύς· |102 αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν, |103 θεοῦ διδόντος πολεμίους ἄνευ μάχης |104 φεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά. |105 εἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί. |106 ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶν |107 πέφυκεν· ἄλλῳ δʼ ἄλλο πρόσκειται γέρας, |108 σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς· |109 ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύων |110 φλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειν |111 τάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει. |112 καίτοι περάσας κοῖλον αὐλώνων βάθος, |113 εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸς |114 φεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ, |115 νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν· |116 πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός; |117 πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται, |118 ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας; |119 νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως, |120 ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα, |121 οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι. |122 αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί. |123 ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδας |124 εὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων, |125 κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ, |126 πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν, |127 στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ· |128 εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία, |129 μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπου |130 βουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ. [strophe 1] |131 τάδε δοκεῖ, τάδε μεταθέμενος νόει. |132 σφαλερὰ δʼ οὐ φιλῶ στρατηγῶν κράτη. |133 τί γὰρ ἄμεινον ἢ |134 ταχυβάταν νεῶν κατόπταν μολεῖν |135 πέλας ὅ τί ποτʼ ἄρα δαΐοις |136 πυρὰ κατʼ ἀντίπρῳρα ναυστάθμων δαίεται; [iambic] |137 νικᾶτʼ, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε. |138 στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸς |139 κινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας. |140 ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον. |141 κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα, |142 σὺ πάντʼ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον· |143 ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι, |144 σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει, |145 ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶν |146 ὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῷ. |147 πέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς. |148 σὺν σοὶ δʼ ἔμʼ ὄψῃ καρτεροῦνθʼ, ὅταν δέῃ. |149 τίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳ |150 θέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν; |151 τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης; |152 τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαι |153 πόλει πατρῴᾳ συμμάχοις θʼ ὑπηρετεῖν. |154 ἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλω |155 ῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν, |156 καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματα |157 ἥξω· ἐπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον. |158 ἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολις |159 Δόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμον |160 νῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον. |161 οὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιον |162 μισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενον |163 κέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν. |164 ναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω. |165 τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος. |166 οὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος. |167 σὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ. |168 οὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω. |169 χρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας. |170 ἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν. |171 τί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος; |172 ἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον. |173 δώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν. |174 κτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα. |175 οὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν; |176 κακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι. |177 τίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις; |178 καὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις. |179 καὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών. |180 θεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις. |181 τί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας; |182 ἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖν |183 ψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος. |184 καὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί· |185 ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότες |186 τὸν Πηλέως φέρουσι θούριον γόνον· |187 δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξ |188 Πηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος. |189 ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι, |190 κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον. |191 αἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶν |192 δῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας. |193 σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι, |194 ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός. [antistrophe] |195 μέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν· |196 μακάριός γε μὴν κυρήσας ἔσῃ. |197 πόνος ὅδʼ εὐκλεής· |198 μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν. |199 τὰ θεόθεν ἐπιδέτω Δίκα, |200 τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται. [iambic] |201 στείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιος |202 σκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι, |203 κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα. |204 ἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν; |205 πρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι. |206 σοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν· |207 λέξον, τίς ἔσται τοῦδε σώματος σαγή; |208 λύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰν |209 καὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ, |210 βάσιν τε χερσὶ προσθίαν καθαρμόσας |211 καὶ κῶλα κώλοις, τετράπουν μιμήσομαι |212 λύκου κέλευθον πολεμίοις δυσεύρετον, |213 τάφροις πελάζων καὶ νεῶν προβλήμασιν. |214 ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί, |215 δίβαμος εἶμι· τῇδε σύγκειται δόλος. |216 ἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλιν |217 πέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ. |218 ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ. |219 σωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέως |220 οἴσω κάρα σοι — σύμβολον δʼ ἔχων σαφὲς |221 φήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν — |222 ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶ |223 ἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα. [choral] [strophe 1] |224 Θυμβραῖε καὶ Δάλιε καὶ Λυκίας |225 ναὸν ἐμβατεύων |226 Ἄπολλον, ὦ δία κεφαλά, μόλε τοξή- |227 ρης, ἱκοῦ ἐννύχιος |229 καὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶς |230 ἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις, |231 ὦ παγκρατές, ὦ Τροΐας |232 τείχη παλαιὰ δείμας. [antistrophe 1] |233 μόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶς |234 Ἑλλάδος διόπτας |235 ἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ- |236 κων πατρὸς Ἰλιάδας. |237 Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη, |238 δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη, |240 τὰς πόντιος Αἰακίδᾳ |241 Πηλεῖ δίδωσι δαίμων. [strophe 2] |243 ἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνος |244 ναύσταθμα βὰς κατιδεῖν· ἄγαμαι |245 λήματος· ἦ σπανία τις |246 τῶν ἀγαθῶν, ὅταν ᾖ |247 δυσάλιος ἐν πελάγει |248 καὶ σαλεύῃ |250 πόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος· |251 ἔνι δὲ θράσος ἐν αἰχ- |252 μᾷ· πόθι Μυσῶν ὃς ἐμὰν |253 συμμαχίαν ἀτίζει; [antistrophe 2] |254 τίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺς |255 οὐτάσει ἐν κλισίαις, τετράπουν |256 μῖμον ἔχων ἐπιγαίου |257 θηρός; ἕλοι Μενέλαν, |258 κτανὼν δʼ Ἀγαμεμνόνιον |259 κρᾶτʼ ἐνέγκοι |260 Ἑλένᾳ κακόγαμβρον ἐς χέρας γόον, |261 ὃς ἐπὶ πόλιν, ὃς ἐπὶ |262 γᾶν Τροΐαν χιλιόναυν |263 ἤλυθʼ ἔχων στρατείαν. [episode] |264 ἄναξ, τοιούτων δεσπόταισιν ἄγγελος |265 εἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν. |266 ἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί· |267 καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροις |268 ἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει. |269 οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός, |270 οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια; |271 σκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω. |272 ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους. |273 παῦσαι λέγων μοι τὰς προσαυλείους τύχας· |274 μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν. |275 τοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα· |276 ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶν |277 στείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ. |278 ποίας πατρῴας γῆς ἐρημώσας πέδον; |279 Θρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται. |280 Ῥῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα; |281 ἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας. |282 καὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται, |283 πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ; |284 οὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα. |285 νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν, |286 κλύοντα πλήρη πεδία πολεμίας χερός. |287 φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπας |288 οἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός, |289 παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών. |290 πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸς |291 ἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμεν |292 ποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃ |293 λεηλατήσων καὶ σὰ πορθήσων σταθμά, |294 πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴν |295 ἐδεξάμεσθα καὶ μετέστημεν φόβου. |296 στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦ |297 ἀνιστόρησα Θρῃκίοις προσφθέγμασι, |298 Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένος |299 στείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος; |300 καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν, |301 ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμονα |302 ἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι. |303 χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρον |304 πώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων. |305 πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποις |306 ἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶς |307 χαλκῆ μετώποις ἱππικοῖσι πρόσδετος |308 πολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον. |309 στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳ |310 θέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν, |311 πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη, |312 πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλος |313 γυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν. |314 τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ, |315 ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶ |316 ὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται. |317 ὅταν πολίταις εὐσταθῶσι δαίμονες, |318 ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά. |319 πολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυ |320 καὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους. |321 ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαι |322 μὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρης |323 ἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων. |324 Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος· |325 ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταις |326 αἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί. |327 ὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις· |328 δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν. |329 ἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι. |330 πέποιθας ἤδη πολεμίους ᾑρηκέναι; |331 πέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ. |332 ὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός. |333 μισῶ φίλοισιν ὕστερον βοηδρομεῖν. |336 ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ, |337 ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων· |338 χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο. |334 ἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον. |335 φόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον. |339 σύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς. |340 ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγων |341 Ῥῆσος παρέστω τῇδε σύμμαχος χθονί. [choral] [strophe 1] |342 Ἀδράστεια μὲν ἁ Διὸς |343 παῖς εἴργοι στομάτων φθόνον· |344 φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷ |345 προσφιλές ἐστιν εἰπεῖν. |346 ἥκεις, ὦ ποταμοῦ παῖ, |347 ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰν |348 ἀσπαστός, ἐπεί σε χρόνῳ |349 Πιερὶς μάτηρ ὅ τε καλλιγέφυ- |350 ρος ποταμὸς πορεύει [antistrophe 1] |351 Στρυμών, ὅς ποτε τᾶς μελῳ- |352 δοῦ Μούσας διʼ ἀκηράτων |353 δινηθεὶς ὑδροειδὴς κόλπων |354 σὰν ἐφύτευσεν ἥβαν. |355 σύ μοι Ζεὺς ὁ φαναῖος |356 ἥκεις διφρεύων βαλιαῖσι πώλοις. |357 νῦν, ὦ πατρὶς ὦ Φρυγία, |358 ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριον |359 Ζῆνα πάρεστιν εἰπεῖν. [strophe 2] |360 ἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐα |361 τοὺς προπότας παναμερεύ- |362 σει θιάσους ἐρώτων |363 ψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή- |364 τοις ὑποδεξίαις ἁμίλ- |365 λαις κατὰ πόντον Ἀτρειδᾶν |366 Σπάρταν οἰχομένων |366a Ἰλιάδος παρʼ ἀκτᾶς; |367 ὦ φίλος, εἴθε μοι |368 σᾷ χερὶ καὶ σῷ δορὶ πρά- |369 ξας τάδʼ ἐς οἶκον ἔλθοις. [antistrophe 2] |370 ἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦ |371 Πηλεΐδα κατʼ ὄμμα πέλ- |372 ταν δοχμίαν πεδαίρων |373 σχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί- |374 ζων δίβολόν τʼ ἄκοντα πάλ- |375 λων. σὲ γὰρ οὔτις ὑποστὰς |376 Ἀργείας ποτʼ ἐν Ἥ- |377 ρας δαπέδοις χορεύσει· |378 ἀλλά νιν ἅδε γᾶ |378a καπφθίμενον Θρῃκὶ μόρῳ |379 φίλτατον ἄχθος οἴσει. [episode] [anapests] |380 — ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ. |380a καλόν, ὦ Θρῄκη, |381 σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν. |382 ἴδε χρυσόδετον σώματος ἀλκήν, |383 κλύε καὶ κόμπους κωδωνοκρότους |384 παρὰ πορπάκων κελαδοῦντας. |385 θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρης |386 ὁ Στρυμόνιος πῶλος ἀοιδοῦ |387 Μούσης ἥκων καταπνεῖ σε. [iambics] |388 χαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς, |389 Ἕκτορ· παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω. |390 χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενον |391 πύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼ |392 τείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη. |393 παῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶς |394 Θρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειν |395 τἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ. |396 πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶ |397 ἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕπο |398 Τροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί. |399 οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοις |400 οὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης. |401 τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶν |402 ἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει; |403 ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν; |404 σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρους |405 Ἕλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος. |406 καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγαν |407 Θρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί, |408 ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆν |409 Θρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα |410 ἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼν |411 παρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν, |412 φίλων νοσούντων ὕστερος βοηδρομεῖς. |413 οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες, |414 πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοις |415 κεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει, |416 οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοις |417 ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ |418 μένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις |419 πυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι. |420 ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον, |421 καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν. |422 τοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγων |423 τέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ. |424 ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸς |425 λύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην· |426 ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς, |427 μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶν |428 ξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμην |429 πόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν. |430 ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθης |431 ἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος. |432 τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδον |433 Τροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν. |434 ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνα |435 τάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν, |436 ἥκω περάσας ναυσὶ πόντιον στόμα, |437 τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα — |438 οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας, |439 οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος, |440 ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματα |441 κρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει, |442 ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν. |443 ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως· |444 σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτος |445 κοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέρας |446 πίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη· |447 ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσει |448 πέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖν |449 κτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίου |450 πρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους, |451 ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί· |452 ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶ |453 πέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών. [strophe 1] |454 ἰὼ ἰώ. |455 φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνον |456 φθόνον ἄμαχον ὕπατος |457 Ζεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν. |459 τὸ δὲ νάιον Ἀργόθεν δόρυ |460 οὔτε πρίν τινʼ οὔτε νῦν |461 ἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοι |462 Ἀχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο, |463 πῶς δʼ Αἴας ὑπομεῖναι; |464 εἰ γὰρ ἐγὼ τόδʼ ἦμαρ εἰσίδοιμʼ, ἄναξ, |465 ὅτῳ πολυφόνου |466 χειρὸς ἀποινάσαιο λόγχᾳ. [iambic] |467 τοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίας |468 πρᾶξαι παρέξω — σὺν δʼ Ἀδραστείᾳ λέγω — |469 ἐπειδἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλιν |470 θῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέλῃς, |471 ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλω |472 καὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί, |473 ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς. |474 εἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦ |475 πόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ, |476 ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν. |477 τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδος |478 οὐχ ὧδε πορθεῖν ῥᾴδιʼ, ὡς λέγεις, δορί. |479 οὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν; |480 κοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἄδην ἐλαύνομεν. |481 οὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα; |482 μή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει. |483 ἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή. |484 πολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος. |485 ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέρας |486 εἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοι |487 πέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν. |488 μόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω. |489 εἰ δʼ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶν |490 πρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον, |491 τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα. |492 οὐκ ἔστʼ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ. |493 καὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον. |494 ἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίων |495 στρατηλάταισιν οὐ συναίρεται δόρυ. |496 τίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ; |497 Αἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖ |498 χὡ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατον |499 κρότημʼ Ὀδυσσεύς, λῆμά τʼ ἀρκούντως θρασὺς |500 καὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας· |501 ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼν |502 κλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει. |503 ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴν |504 ἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰ |505 ἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος· |506 κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν |507 ἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεται |508 Θυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλας |509 θάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν. |510 οὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳ |511 κτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα. |512 τοῦτον δʼ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδρας |513 καὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼ |514 πυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχιν |515 στήσω πετεινοῖς γυψὶ θοινατήριον. |516 λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορα |517 συλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ. |518 νῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη. |519 δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸν |520 τὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα. |521 ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ· |522 μέμνησʼ ἀκούσας, Θρῃκί τʼ ἄγγειλον στρατῷ. |523 ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεων |524 φρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπον |525 δέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς, |526 ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς. [choral] [strophe 1] |527 — τίνος ἁ φυλακά; τίς ἀμείβει |528 τὰν ἐμάν; πρῶτα |529 δύεται σημεῖα καὶ ἑπτάποροι |530 Πλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται. |532 — ἔγρεσθε, τί μέλλετε; κοιτᾶν |533 ἔγρεσθε πρὸς φυλακάν. |534 οὐ λεύσσετε μηνάδος αἴγλαν; |535 — ἀὼς δὴ πέλας, ἀὼς |536 γίγνεται, καί τις προδρόμων |537 ὅδε γʼ ἐστὶν ἀστήρ. |538 — τίς ἐκηρύχθη πρώτην φυλακήν; |539 — Μυγδόνος υἱόν φασι Κόροιβον. |540 — τίς γὰρ ἐπʼ αὐτῷ; — Κίλικας Παίων |541 στρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς. |543 — οὐκ οὖν Λυκίους πέμπτην φυλακὴν |544 βάντας ἐγείρειν |545 καιρὸς κλήρου κατὰ μοῖραν; [antistrophe 1] |547 — καὶ μὴν ἀΐω· Σιμόεντος |548 ἡμένα κοίτας |549 φοινίας ὑμνεῖ πολυχορδοτάτᾳ |550 γήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν. |551 — ἤδη δὲ νέμουσι κατʼ Ἴδαν |552 ποίμνια· νυκτιβρόμου |553 σύριγγος ἰὰν κατακούω. |554 — θέλγει δʼ ὄμματος ἕδραν |555 ὕπνος· ἅδιστος γὰρ ἔβα |556 βλεφάροις πρὸς ἀοῦς. |557 — τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶν |558 Ἕκτωρ ὤτρυνε κατόπταν; |559 — ταρβῶ· χρόνιος γὰρ ἄπεστιν. |560 — ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας |561 διόλωλε; — τάχʼ ἄν. φοβερόν μοι. |562 — αὐδῶ Λυκίους πέμπτην φυλακὴν |563 βάντας ἐγείρειν |564 ἡμᾶς κλήρου κατὰ μοῖραν. [episode] |565 Διόμηδες, οὐκ ἤκουσας — ἢ κενὸς ψόφος |566 στάζει διʼ ὤτων; — τευχέων τινὰ κτύπον; |567 οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων |568 κλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμην |569 δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος. |570 ὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς. |571 φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα. |572 ἢν δʼ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ; |573 Φοῖβον Δόλωνος οἶδα σύμβολον κλύων. |574 ἔα· |574a εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ. |575 καὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτορος |576 κοίτας, ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε. |577 τί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι; |578 ἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά. |579 θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς. |580 τί δῆτʼ, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν |581 τὸν ἄνδρʼ ἐν εὐναῖς, ἐλπίδων δʼ ἡμάρτομεν. |582 στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας. |583 σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν |584 τίθησιν· ἡμῖν δʼ οὐ βιαστέον τύχην. |585 οὐκ οὖν ἐπʼ Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν |586 Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει; |587 πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν |588 ζητῶν δυνήσῃ τούσδʼ ἀκινδύνως κτανεῖν; |589 αἰσχρόν γε μέντοι ναῦς ἐπʼ Ἀργείων μολεῖν |590 δράσαντε μηδὲν πολεμίους νεώτερον. |591 πῶς δʼ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων |592 κατάσκοπον Δόλωνα σῴζομεν τάδε |593 σκυλεύματʼ; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς; |594 πείθεις, πάλιν στείχωμεν· εὖ δʼ εἴη τυχεῖν. |595 ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων |596 χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι, |597 εἰ μὴ κτανεῖν σφῷν Ἕκτορʼ ἢ Πάριν θεὸς |598 δίδωσιν; ἄνδρα δʼ οὐ πέπυσθε σύμμαχον |599 Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ. |600 ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον, |601 οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυ |602 μὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι, |603 τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω |604 λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον. |605 τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτορος |606 εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς· |607 ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός. |608 δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην |609 τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ |610 παροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε· |611 τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον· |612 πόθεν τέτακται βαρβάρου στρατεύματος; |613 ὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ, |614 ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν |615 Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος. |616 πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων |617 λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ· |618 στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν. |619 ταύτας, κτανόντες δεσπότην, κομίζετε, |620 κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπου |621 τοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν. |622 Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών, |623 ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν. |624 ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ· |625 τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός. |626 χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ. |627 καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπω |628 στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον |629 δόξας ἀσήμους πολεμίων μεμβλωκότων. |630 πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται; |631 μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτορος |632 χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ. |633 οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή; |634 οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον. |635 τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν. |636 ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς, |637 τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις |638 δοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν, |639 σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι. |640 καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν, |641 οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου. |642 σὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω, |643 Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν; |644 ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι, |645 ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες. |646 θάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις. |647 μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶ |648 τιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν. |649 καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷ |650 ἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον, |651 τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶς |652 Μούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται. |653 αἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλει |654 κἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιον |655 κρίνας σέ φημι τῇδε προσθέσθαι πόλει. |656 ἥκω δʼ ἀκούσας οὐ τορῶς — φήμη δέ τις |657 φύλαξιν ἐμπέπτωκεν — ὡς κατάσκοποι |658 ἥκουσʼ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει, |659 ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι· |660 ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος. |661 μηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον· |662 Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν. |663 σύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοις |664 τάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου. |665 χώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά, |666 ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν. |667 γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν. |668 ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους, |669 Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη. |670 κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης, |671 ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοι |672 χωροῦσʼ ἐφʼ ὑμᾶς· ἀλλʼ ὅσον τάχιστα χρὴ |673 φεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετε |674 σκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον; [lyric] |675 — ἔα ἔα· |676 βάλε βάλε βάλε βάλε. |677 θένε θένε. |678 — τίς ἁνήρ; λεύσσετε· τοῦτον αὐδῶ. |679 — κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν. |680 — δεῦρο δεῦρο πᾶς. |681 — τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα. |682 — τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ; [trochees] |683 οὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς. |684 οὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν; |685 ἵστω. θάρσει. |685b πέλας ἴθι. παῖε πᾶς. |686 ἦ σὺ δὴ Ῥῆσον κατέκτας; |686b ἀλλὰ τὸν κτενοῦντα σὲ |687 ἴσχε πᾶς τις. |687b οὐ μὲν οὖν. |687c ἆ· φίλιον ἄνδρα μὴ θένῃς. |688 καὶ τί δὴ τὸ σῆμα; |688b Φοῖβος. |688c ἔμαθον· ἴσχε πᾶς δόρυ. |689 οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες; |689b τῇδέ πῃ κατείδομεν. |690 ἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον; |691 ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ. [choral] [strophe 1] |692 —τίς ἀνδρῶν ὁ βάς; |693 τίς ὁ μέγα θρασὺς ἐπεύξεται |694 χέρα φυγὼν ἐμάν; |695 πόθεν νιν κυρήσω; |696 τίνι προσεικάσω, |697 ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶ |698 διά τε τάξεων καὶ φυλάκων ἕδρας; |699 Θεσσαλὸς ἢ |700 παραλίαν Λοκρῶν νεμόμενος πόλιν; |701 ἢ νησιώτην σποράδα κέκτηται βίον; |702 τίς ἦν; πόθεν; ποίας πάτρας; |703 ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν; |704 — ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε; |705 εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν; |706 — δοκεῖς γάρ; — τί μὴν οὔ; |707 — θρασὺς γοῦν ἐς ἡμᾶς. |708 — τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς; — Ὀδυσσῆ. |709 — μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ. [antistrophe 1] |710 ἔβα καὶ πάρος |711 κατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων, |712 ῥακοδύτῳ στολᾷ |713 πυκασθείς, ξιφήρης |714 κρύφιος ἐν πέπλοις. |715 βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις, |716 ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων· |717 πολλὰ δὲ τὰν |718 βασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶς |719 ἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις. |720 ὄλοιτʼ ὄλοιτο πανδίκως, |721 πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν. |722 — εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει· |723 Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται. |724 — τί λάσκων; — δυσοίζων. |725 — τί δρᾶσαι; τί ταρβεῖς; |726 — καθʼ ἡμᾶς περᾶσαι — τίνʼ ἀνδρῶν; |727 — οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν. [episode] [lyric] |728 ἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. φεῦ φεῦ. [trochees] |729 ἔα, ἔα· |730 σῖγα πᾶς ὕφιζʼ· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται. |731 ἰὼ ἰώ, |732 συμφορὰ βαρεῖα Θρῃκῶν. |732b συμμάχων τις ὁ στένων. [lyric] |733 ἰὼ ἰώ, |733a δύστηνος ἐγώ· σύ τʼ, ἄναξ Θρῃκῶν, |734 ὦ στυγνοτάτην Τροίαν ἐσιδών, |735 οἷόν σε βίου τέλος εἷλεν. |736 τίς εἶ ποτʼ ἀνδρῶν συμμάχων; κατʼ εὐφρόνην |737 ἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς. [lyric] |738 ποῦ τινʼ ἀνάκτων Τρωικῶν εὕρω; |739 ποῦ δῆθʼ Ἕκτωρ |740 τὸν ὑπασπίδιον κοῖτον ἰαύει; |741 τίνι σημήνω διόπων στρατιᾶς |742 οἷα πεπόνθαμεν, οἷά τις ἡμᾶς |743 δράσας ἀφανῆ φροῦδος, φανερὸν |744 Θρῃξὶν πένθος τολυπεύσας; |745 κακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματι |746 ἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων. |747 ἔρρει στρατιά, πέπτωκεν ἄναξ |748 δολίῳ πληγῇ. |749 ἆ ἆ ἆ ἆ, |750 οἵα μʼ ὀδύνη τείρει φονίου |751 τραύματος εἴσω. πῶς ἂν ὀλοίμην; |752 χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν, |753 Τροίᾳ κέλσαντʼ ἐπίκουρον; [iambic] |754 τάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά· |755 σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας. |756 κακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸς |757 αἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε· |758 θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών, |759 λυπρὸν μὲν οἶμαι τῷ θανόντι — πῶς γὰρ οὔ; — |760 τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία. |761 ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν. |762 ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ, |763 ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖ |764 κόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸς |765 φυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσιν |766 ἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖς |767 ἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετο |768 κρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶν |769 πρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες. |770 κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνου |771 πώλοισι χόρτον, προσδοκῶν ἑωθινὴν |772 ζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί. |773 λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸν |774 πυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ, |775 ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν· |776 ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ, |777 κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς. |778 οἳ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα. |779 ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν. |780 καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται· |781 ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουν |782 Ῥήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν, |783 λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν· |784 θείνοντε δʼ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχα |785 ἤλαυνον, αἳ δʼ ἔρρεγκον ἐξ ἀντηρίδων |786 θυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ. |787 ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαι |788 πώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος. |789 κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν. |790 θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖς |791 βάλλει με δυσθνῄσκοντος αἵματος νέου. |792 ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός. |793 καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενον |794 παίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφει |795 ἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμην |796 πληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών. |797 πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸν |798 λαβόντες ἵππων ἵεσαν φυγῇ πόδα. |798a ἆ ἆ. |799 ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας. |800 καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳ |801 τεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι, |802 οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοι |803 πάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι. |804 ἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος, |805 μηδὲν δυσοίζου· πολέμιοι ῎δρασαν τάδε. |806 Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένος |807 χωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς. |808 πῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι, |809 μολόντες ὑμᾶς πολεμίων κατάσκοποι |810 λήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός, |811 κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατε |812 οὔτʼ ἐξιόντας; τῶνδε τίς τείσει δίκην |813 πλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ. |814 φροῦδοι δʼ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳ |815 πόλλʼ ἐγγελῶντες τῷ στρατηλάτῃ τʼ ἐμοί. |816 εὖ νυν τόδʼ ἴστε — Ζεὺς ὀμώμοται πατήρ — |817 ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόρος |818 μένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορα |819 τὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε. [antistrophe 1] |820 ἰὼ ἰώ, |821 μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος, |822 τότʼ ἄρʼ ἔμολον, ὅτε σοι |824 ἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρʼ αἴθειν· |825 ἐπεὶ ἄγρυπνον ὄμμʼ ἐν εὐφρόνῃ |826 οὔτʼ ἐκοίμισʼ οὔτʼ ἔβριξʼ, |827 οὐ τὰς Σιμοεντιάδας πηγάς· μή μοι |828 κότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρ |829 ἔγωγε πάντων. |830 εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγον |831 πύθῃ, κατά με γᾶς |832 ζῶντα πόρευσον· οὐ παραιτοῦμαι. |833 τί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρου |834 γνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους; |835 σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθα |836 οὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοι |837 ἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου, |838 ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν, |839 ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχους |840 τοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν. |841 ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάρις |842 ξενίαν κατῄσχυνʼ ἢ σὺ συμμάχους κτανών. |843 μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼν |844 διώλεσʼ ἡμᾶς· τίς δʼ ὑπερβαλὼν λόχους |845 Τρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν; |846 σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός. |847 τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχων |848 τῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις; |849 ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνως |850 παθόντες οὐχ ὁρῶσιν ἡλίου φάος. |851 ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα. |852 τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνην |853 Ῥήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶν |854 ἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένον |855 τὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε. |856 χρόνον μὲν ἤδη συμμάχοισι χρώμεθα |857 ὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς, |858 κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων· |859 ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοι |860 τοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους. |861 καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτε |862 ἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ; |863 δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας, |864 μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ· |865 χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται. |866 οὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας· |867 ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα. |868 σὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ. |869 ὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι; |870 μὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος. |871 ποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος; |872 οἶκός σε κεύθων οὑμὸς ἐξιάσεται. |873 καὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες; |874 ὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων. |875 ὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεται |876 γλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται. |877 λάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμούς, |878 οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε· |879 ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼν |880 Πριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺς |881 θάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς. [anapests] |882 τί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάλης |883 Τροίαν ἀνάγει πάλιν ἐς πένθη |884 δαίμων ἄλλος, τί φυτεύων; |885 ἔα ἔα. ὦ ὦ. |886 τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ, |887 τὸν νεόκμητον νεκρὸν ἐν χειροῖν |888 φοράδην πέμπει; |889 ταρβῶ, λεύσσων τόδε, πῆμα. |890 ὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖς |891 τιμὰς ἔχουσα Μοῦσα συγγόνων μία |892 πάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλον |893 θανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνῳ |894 δόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην. [strophe 1] |895 ἰαλέμῳ αὐθιγενεῖ, |896 τέκνον, σʼ ὀλοφύρομαι, ὦ |897 ματρὸς ἄλγος, οἵαν |898 ἔκελσας ὁδὸν ποτὶ Τροίαν· |899 ἦ δυσδαίμονα καὶ μελέαν, |900 ἀπομεμφομένας ἐμοῦ πορευθείς, |901 ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως. |902 ὤμοι ἐγὼ σέθεν, ὦ φιλία |903 φιλία κεφαλά, τέκνον, ὤμοι. |904 ὅσον προσήκει μὴ γένους κοινωνίαν |905 ἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον. [antistrophe 1] |906 ὄλοιτο μὲν Οἰνεΐδας, |907 ὄλοιτο δὲ Λαρτιάδας, |908 ὅς μʼ ἄπαιδα γέννας |909 ἔθηκεν ἀριστοτόκοιο· |910 ἅ θʼ Ἕλλανα λιποῦσα δόμον |911 Φρυγίων λεχέων ἔπλευσε πλαθεῖσʼ |912 ὑπʼ Ἰλίῳ ὤλεσε μὲν σʼ ἕκατι Τροίας, |913 φίλτατε, μυριάδας τε πόλεις |914 ἀνδρῶν ἀγαθῶν ἐκένωσεν. |915 ἦ πολλὰ μὲν ζῶν, πολλὰ δʼ εἰς Ἅιδου μολών, |916 Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός· |917 ὕβρις γάρ, ἥ σʼ ἔσφηλε, καὶ Μουσῶν ἔρις |918 τεκεῖν μʼ ἔθηκε τόνδε δύστηνον γόνον. |919 περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰς |920 λέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις, |921 ὅτʼ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπας |922 Πάγγαιον ὀργάνοισιν ἐξησκημέναι |923 Μοῦσαι μεγίστην εἰς ἔριν μελῳδίας |924 κείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμεν |925 Θάμυριν, ὃς ἡμῶν πόλλʼ ἐδέννασεν τέχνην. |926 κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένη |927 καὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸς |928 δίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέρα |929 Στρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις. |930 ἔνθʼ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο, |931 Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον. |932 καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτους |933 ἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν· |934 Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε, |935 εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτορος |936 πρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαι |937 ἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις. |938 καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου, |939 — οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκος |940 ἔδρασε δράσας — μὴ δόκει λεληθέναι. |941 καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομεν |942 Μοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί, |943 μυστηρίων τε τῶν ἀπορρήτων φανὰς |944 ἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦ |945 τοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε, σὸν |946 σεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕνα |947 ἐλθόντα, Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν. |948 καὶ τῶνδε μισθὸν παῖδʼ ἔχουσʼ ἐν ἀγκάλαις |949 θρηνῶ· σοφιστὴν δʼ ἄλλον οὐκ ἐπάξομαι. |950 μάτην ἄρʼ ἡμᾶς Θρῄκιος τροχηλάτης |951 ἐδέννασʼ, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον. |952 ᾔδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαι |953 Ὀδυσσέως τέχναισι τόνδʼ ὀλωλότα. |954 ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸν |955 λεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοις |956 κήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί; |957 ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί. |958 οὐ μὴν θανόντι γʼ οὐδαμῶς συνήδομαι. |959 καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφον |960 καὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν· |961 φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται. |962 οὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον· |963 τοσόνδε Νύμφην τὴν ἔνερθʼ αἰτήσομαι, |964 τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς, |965 ψυχὴν ἀνεῖναι τοῦδʼ· ὀφειλέτις δέ μοι |966 τοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους. |967 κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάος |968 ἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτε |969 οὔτʼ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας· |970 κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸς |971 ἀνθρωποδαίμων κείσεται βλέπων φάος, |972 Βάκχου προφήτης ὥστε Παγγαίου πέτραν |973 ᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός. |974 ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦ |975 οἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών. |976 θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν, |977 ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ. |978 οὐ ῥύσεταί νιν Παλλάς, ἥ σʼ ἀπέκτανεν· |979 τοῖον φαρέτρα Λοξίου σῴζει βέλος. |980 ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν· |981 ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται, |982 ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα. |983 οὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει· |984 σὺ δʼ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις, |985 Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε. |986 χωρεῖτε, συμμάχους δʼ ὁπλίζεσθαι τάχος |987 ἄνωχθε πληροῦν τʼ αὐχένας ξυνωρίδων. |988 πανοὺς δʼ ἔχοντας χρὴ μένειν Τυρσηνικῆς |989 σάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν στρατὸν |990 τείχη τʼ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖν |991 πέποιθα Τρωσί θʼ ἡμέραν ἐλευθέραν |992 ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν. [anapests] |993 πείθου βασιλεῖ· στείχωμεν ὅπλοις |994 κοσμησάμενοι καὶ ξυμμαχίᾳ |995 τάδε φράζωμεν· τάχα δʼ ἂν νίκην |996 δοίη δαίμων ὁ μεθʼ ἡμῶν.