[edition urn:cts:greekLit:tlg0006.tlg018.perseus-grc2] [episode] |49 Ἐγένοντο Λήδᾳ Θεστιάδι τρεῖς παρθένοι, |50 Φοίβη Κλυταιμήστρα τʼ, ἐμὴ ξυνάορος, |51 Ἑλένη τε· ταύτης οἱ τὰ πρῶτʼ ὠλβισμένοι |52 μνηστῆρες ἦλθον Ἑλλάδος νεανίαι. |53 δειναὶ δʼ ἀπειλαὶ καὶ κατʼ ἀλλήλων φόνος |54 ξυνίσταθʼ, ὅστις μὴ λάβοι τὴν παρθένον. |55 τὸ πρᾶγμα δʼ ἀπόρως εἶχε Τυνδάρεῳ πατρί, |56 δοῦναί τε μὴ δοῦναί τε, τῆς τύχης ὅπως |57 ἅψαιτʼ ἄριστα. καί νιν εἰσῆλθεν τάδε· |58 ὅρκους συνάψαι δεξιάς τε συμβαλεῖν |59 μνηστῆρας ἀλλήλοισι καὶ διʼ ἐμπύρων |60 σπονδὰς καθεῖναι κἀπαράσασθαι τάδε· |61 ὅτου γυνὴ γένοιτο Τυνδαρὶς κόρη, |62 τούτῳ ξυναμυνεῖν, εἴ τις ἐκ δόμων λαβὼν |63 οἴχοιτο τόν τʼ ἔχοντʼ ἀπωθοίη λέχους, |64 κἀπιστρατεύσειν καὶ κατασκάψειν πόλιν |65 Ἕλληνʼ ὁμοίως βάρβαρόν θʼ ὅπλων μέτα. |66 ἐπεὶ δʼ ἐπιστώθησαν — εὖ δέ πως γέρων |67 ὑπῆλθεν αὐτοὺς Τυνδάρεως πυκνῇ φρενί — |68 δίδωσʼ ἑλέσθαι θυγατρὶ μνηστήρων ἕνα, |69 ὅτου πνοαὶ φέροιεν Ἀφροδίτης φίλαι. |70 ἣ δʼ εἵλεθʼ, ὅς σφε μήποτʼ ὤφελεν λαβεῖν, |71 Μενέλαον. ἐλθὼν δʼ ἐκ Φρυγῶν ὁ τὰς θεὰς |72 κρίνων ὅδʼ, ὡς ὁ μῦθος Ἀργείων ἔχει, |73 Λακεδαίμονʼ, ἀνθηρὸς μὲν εἱμάτων στολῇ |74 χρυσῷ δὲ λαμπρός, βαρβάρῳ χλιδήματι, |75 ἐρῶν ἐρῶσαν ᾤχετʼ ἐξαναρπάσας |76 Ἑλένην πρὸς Ἴδης βούσταθμʼ, ἔκδημον λαβὼν |77 Μενέλαον. ὃ δὲ καθʼ Ἑλλάδʼ οἰστρήσας δρόμῳ |78 ὅρκους παλαιοὺς Τυνδάρεω μαρτύρεται, |79 ὡς χρὴ βοηθεῖν τοῖσιν ἠδικημένοις. |80 τοὐντεῦθεν οὖν Ἕλληνες ᾄξαντες δορί, |81 τεύχη λαβόντες στενόπορʼ Αὐλίδος βάθρα |82 ἥκουσι τῆσδε, ναυσὶν ἀσπίσιν θʼ ὁμοῦ |83 ἵπποις τε πολλοῖς ἅρμασίν τʼ ἠσκημένοι. |84 κἀμὲ στρατηγεῖν κἆτα Μενέλεω χάριν |85 εἵλοντο, σύγγονόν γε. τἀξίωμα δὲ |86 ἄλλος τις ὤφελʼ ἀντʼ ἐμοῦ λαβεῖν τόδε. |87 ἠθροισμένου δὲ καὶ ξυνεστῶτος στρατοῦ |88 ἥμεσθʼ ἀπλοίᾳ χρώμενοι κατʼ Αὐλίδα. |89 Κάλχας δʼ ὁ μάντις ἀπορίᾳ κεχρημένοις |90 ἀνεῖλεν Ἰφιγένειαν ἣν ἔσπειρʼ ἐγὼ |91 Ἀρτέμιδι θῦσαι τῇ τόδʼ οἰκούσῃ πέδον, |92 καὶ πλοῦν τʼ ἔσεσθαι καὶ κατασκαφὰς Φρυγῶν |93 θύσασι, μὴ θύσασι δʼ οὐκ εἶναι τάδε. |94 κλύων δʼ ἐγὼ ταῦτʼ, ὀρθίῳ κηρύγματι |95 Ταλθύβιον εἶπον πάντʼ ἀφιέναι στρατόν, |96 ὡς οὔποτʼ ἂν τλὰς θυγατέρα κτανεῖν ἐμήν. |97 οὗ δή μʼ ἀδελφὸς πάντα προσφέρων λόγον |98 ἔπεισε τλῆναι δεινά. κἀν δέλτου πτυχαῖς |99 γράψας ἔπεμψα πρὸς δάμαρτα τὴν ἐμὴν |100 πέμπειν Ἀχιλλεῖ θυγατέρʼ ὡς γαμουμένην, |101 τό τʼ ἀξίωμα τἀνδρὸς ἐκγαυρούμενος, |102 συμπλεῖν τʼ Ἀχαιοῖς οὕνεκʼ οὐ θέλοι λέγων, |103 εἰ μὴ παρʼ ἡμῶν εἶσιν ἐς Φθίαν λέχος· |104 πειθὼ γὰρ εἶχον τήνδε πρὸς δάμαρτʼ ἐμήν, |105 ψευδῆ συνάψας ἀντὶ παρθένου γάμον. |106 μόνοι δʼ Ἀχαιῶν ἴσμεν ὡς ἔχει τάδε |107 Κάλχας Ὀδυσσεὺς Μενέλεώς θʼ. ἃ δʼ οὐ καλῶς |108 ἔγνων τότʼ, αὖθις μεταγράφω καλῶς πάλιν |109 ἐς τήνδε δέλτον, ἣν κατʼ εὐφρόνης σκιὰν |110 λύοντα καὶ συνδοῦντά μʼ εἰσεῖδες, γέρον. |111 ἀλλʼ εἶα χώρει τάσδʼ ἐπιστολὰς λαβὼν |112 πρὸς Ἄργος. ἃ δὲ κέκευθε δέλτος ἐν πτυχαῖς, |113 λόγῳ φράσω σοι πάντα τἀγγεγραμμένα· |114 πιστὸς γὰρ ἀλόχῳ τοῖς τʼ ἐμοῖς δόμοισιν εἶ. [anapests] |1 Ὦ πρέσβυ, δόμων τῶνδε πάροιθεν |1a στεῖχε. |2 στείχω. τί δὲ καινουργεῖς, |3 Ἀγάμεμνον ἄναξ; |3b σπεύσεις; |3c σπεύδω. |4 μάλα τοι γῆρας τοὐμὸν ἄυπνον |5 καὶ ἐπʼ ὀφθαλμοῖς ὀξὺ πάρεστιν. |6 τίς ποτʼ ἄρʼ ἀστὴρ ὅδε πορθμεύει; |7 Σείριος ἐγγὺς τῆς ἑπταπόρου |8 Πλειάδος ᾄσσων ἔτι μεσσήρης. |9 οὔκουν φθόγγος γʼ οὔτʼ ὀρνίθων |10 οὔτε θαλάσσης· σιγαὶ δʼ ἀνέμων |11 τόνδε κατʼ Εὔριπον ἔχουσιν. |12 τί δὲ σὺ σκηνῆς ἐκτὸς ἀίσσεις, |13 Ἀγάμεμνον ἄναξ; |14 ἔτι δʼ ἡσυχία τῇδε κατʼ Αὖλιν |15 καὶ ἀκίνητοι φυλακαὶ τειχέων. |16 στείχωμεν ἔσω. |16b ζηλῶ σέ, γέρον, |17 ζηλῶ δʼ ἀνδρῶν ὃς ἀκίνδυνον |18 βίον ἐξεπέρασʼ ἀγνὼς ἀκλεής· |19 τοὺς δʼ ἐν τιμαῖς ἧσσον ζηλῶ. |20 καὶ μὴν τὸ καλόν γʼ ἐνταῦθα βίου. |21 τοῦτο δέ γʼ ἐστὶν τὸ καλὸν σφαλερόν, |22 καὶ τὸ πρότιμον |23 γλυκὺ μέν, λυπεῖ δὲ προσιστάμενον. |24 τοτὲ μὲν τὰ θεῶν οὐκ ὀρθωθέντʼ |25 ἀνέτρεψε βίον, τοτὲ δʼ ἀνθρώπων |26 γνῶμαι πολλαὶ |27 καὶ δυσάρεστοι διέκναισαν. |28 οὐκ ἄγαμαι ταῦτʼ ἀνδρὸς ἀριστέως. |29 οὐκ ἐπὶ πᾶσίν σʼ ἐφύτευσʼ ἀγαθοῖς, |30 Ἀγάμεμνον, Ἀτρεύς. |31 δεῖ δέ σε χαίρειν καὶ λυπεῖσθαι· |32 θνητὸς γὰρ ἔφυς. κἂν μὴ σὺ θέλῃς, |33 τὰ θεῶν οὕτω βουλόμενʼ ἔσται. |34 σὺ δὲ λαμπτῆρος φάος ἀμπετάσας |35 δέλτον τε γράφεις |36 τήνδʼ ἣν πρὸ χερῶν ἔτι βαστάζεις, |37 καὶ ταὐτὰ πάλιν γράμματα συγχεῖς |38 καὶ σφραγίζεις λύεις τʼ ὀπίσω |39 ῥίπτεις τε πέδῳ πεύκην, θαλερὸν |40 κατὰ δάκρυ χέων, |41 καὶ τῶν ἀπόρων οὐδενὸς ἐνδεῖς |42 μὴ οὐ μαίνεσθαι. |43 τί πονεῖς; τί νέον περὶ σοί, βασιλεῦ; |44 φέρε κοίνωσον μῦθον ἐς ἡμᾶς. |45 πρὸς δʼ ἄνδρʼ ἀγαθὸν πιστόν τε φράσεις· |46 σῇ γάρ μʼ ἀλόχῳ τότε Τυνδάρεως |47 πέμπει φερνὴν |48 συννυμφοκόμον τε δίκαιον. |115 πέμπω σοι πρὸς ταῖς πρόσθεν |116 δέλτους, ὦ Λήδας ἔρνος— |117 λέγε καὶ σήμαινʼ, ἵνα καὶ γλώσσῃ |118 σύντονα τοῖς σοῖς γράμμασιν αὐδῶ. |119 μὴ στέλλειν τὰν σὰν ἶνιν πρὸς |120 τὰν κολπώδη πτέρυγʼ Εὐβοίας |121 Αὖλιν ἀκλύσταν. |122 εἰς ἄλλας ὥρας γὰρ δὴ |123 παιδὸς δαίσομεν ὑμεναίους. |124 καὶ πῶς Ἀχιλεὺς λέκτρων ἀπλακὼν |125 οὐ μέγα φυσῶν θυμὸν ἐπαρεῖ |126 σοὶ σῇ τʼ ἀλόχῳ; |127 τόδε καὶ δεινόν· σήμαινʼ ὅ τι φῄς. |128 ὄνομʼ, οὐκ ἔργον, παρέχων Ἀχιλεὺς |129 οὐκ οἶδε γάμους, οὐδʼ ὅ τι πράσσομεν, |130 οὐδʼ ὅτι κείνῳ παῖδʼ ἐπεφήμισα |131 νυμφείους εἰς ἀγκώνων |132 εὐνὰς ἐκδώσειν λέκτροις. |133 δεινά γʼ ἐτόλμας, Ἀγάμεμνον ἄναξ, |134 ὃς τῷ τῆς θεᾶς σὴν παῖδʼ ἄλοχον |135 φατίσας ἦγες σφάγιον Δαναοῖς. |136 οἴμοι, γνώμας ἐξέσταν, |137 αἰαῖ, πίπτω δʼ εἰς ἄταν. |139 ἀλλʼ ἴθʼ ἐρέσσων σὸν πόδα, γήρᾳ |140 μηδὲν ὑπείκων. |140b σπεύδω, βασιλεῦ. |141 μή νυν μήτʼ ἀλσώδεις ἵζου |142 κρήνας μήθʼ ὕπνῳ θελχθῇς. |143 εὔφημα θρόει. |144 πάντῃ δὲ πόρον σχιστὸν ἀμείβων |145 λεῦσσε, φυλάσσων μή τίς σε λάθῃ |146 τροχαλοῖσιν ὄχοις παραμειψαμένη |147 παῖδα κομίζουσʼ ἐνθάδʼ ἀπήνη |148 Δαναῶν πρὸς ναῦς. |149 ἔσται τάδε. |149b κλῄθρων δʼ ἐξόρμοις |150 ἤν νιν πομπαῖς ἀντήσῃς, |151 πάλιν εἰσόρμα, σεῖε χαλινούς, |152 ἐπὶ Κυκλώπων ἱεὶς θυμέλας. |153 πιστὸς δὲ φράσας τάδε πῶς ἔσομαι, |154 λέγε, παιδὶ σέθεν τῇ σῇ τʼ ἀλόχῳ; |155 σφραγῖδα φύλασσʼ ἣν ἐπὶ δέλτῳ |156 τήνδε κομίζεις. ἴθι. λευκαίνει |157 τόδε φῶς ἤδη λάμπουσʼ ἠὼς |158 πῦρ τε τεθρίππων τῶν Ἀελίου· |160 σύλλαβε μόχθων. |161 θνητῶν δʼ ὄλβιος ἐς τέλος οὐδεὶς |162 οὐδʼ εὐδαίμων· |163 οὔπω γὰρ ἔφυ τις ἄλυπος. [choral] [strophe 1] |164 —ἔμολον ἀμφὶ παρακτίαν |165 ψάμαθον Αὐλίδος ἐναλίας, |166 Εὐρίπου διὰ χευμάτων |167 κέλσασα στενοπόρθμων, |168 Χαλκίδα πόλιν ἐμὰν προλιποῦσʼ, |169 ἀγχιάλων ὑδάτων τροφὸν |170 τᾶς κλεινᾶς Ἀρεθούσας, |171 Ἀχαιῶν στρατιὰν ὡς ἐσιδοίμαν |172 Ἀχαιῶν τε πλάτας ναυσιπόρους ἡ- |173 μιθέων, οὓς ἐπὶ Τροίαν |174 ἐλάταις χιλιόναυσιν |175 τὸν ξανθὸν Μενέλαόν θʼ |176 ἁμέτεροι πόσεις |177 ἐνέπουσʼ Ἀγαμέμνονά τʼ εὐπατρίδαν |178 στέλλειν ἐπὶ τὰν Ἑλέναν, ἀπʼ |179 Εὐρώτα δονακοτρόφου |180 Πάρις ὁ βουκόλος ἃν ἔλαβε |181 δῶρον τᾶς Ἀφροδίτας, |182 ὅτʼ ἐπὶ κρηναίαισι δρόσοις |183 Ἥρᾳ Παλλάδι τʼ ἔριν ἔριν |184 μορφᾶς ἁ Κύπρις ἔσχεν. [antistrophe 1] |185 —πολύθυτον δὲ διʼ ἄλσος Ἀρ- |186 τέμιδος ἤλυθον ὀρομένα, |187 φοινίσσουσα παρῇδʼ ἐμὰν |188 αἰσχύνᾳ νεοθαλεῖ, |189 ἀσπίδος ἔρυμα καὶ κλισίας |190 ὁπλοφόρους Δαναῶν θέλουσʼ |191 ἵππων τʼ ὄχλον ἰδέσθαι. |192 κατεῖδον δὲ δύʼ Αἴαντε συνέδρω, |193 τὸν Οἰλέως Τελαμῶνός τε γόνον, τὸν |194 Σαλαμῖνος στέφανον· Πρω- |195 τεσίλαόν τʼ ἐπὶ θάκοις |196 πεσσῶν ἡδομένους μορ- |197 φαῖσι πολυπλόκοις |198 Παλαμήδεά θʼ, ὃν τέκε παῖς ὁ Ποσει- |199 δᾶνος, Διομήδεά θʼ ἡδο- |200 ναῖς δίσκου κεχαρημένον, |201 παρὰ δὲ Μηριόνην, Ἄρεος |202 ὄζον, θαῦμα βροτοῖσιν, |203 τὸν ἀπὸ νησαίων τʼ ὀρέων |204 Λαέρτα τόκον, ἅμα δὲ Νι- |205 ρέα, κάλλιστον Ἀχαιῶν. [mesode] |206 —τὸν ἰσάνεμόν τε ποδοῖν |207 λαιψηροδρόμον Ἀχιλῆα, |208 τὸν ἁ Θέτις τέκε καὶ Χείρων |209 ἐξεπόνησεν, εἶδον |210 αἰγιαλοῖς παρά τε κροκάλαις |211 δρόμον ἔχοντα σὺν ὅπλοις· |213 ἅμιλλαν δʼ ἐπόνει ποδοῖν |214 πρὸς ἅρμα τέτρωρον |215 ἑλίσσων περὶ νίκας. |216 ὁ δὲ διφρηλάτας ἐβοᾶτʼ, |217 Εὔμηλος Φερητιάδας, |218 ᾧ καλλίστους ἰδόμαν |219 χρυσοδαιδάλτους στομίοις |220 πώλους κέντρῳ θεινομένους, |221 τοὺς μὲν μέσους ζυγίους |222 λευκοστίκτῳ τριχὶ βαλιούς, |223 τοὺς δʼ ἔξω σειροφόρους |224 ἀντήρεις καμπαῖσι δρόμων, |225 πυρσότριχας, μονόχαλα δʼ ὑπὸ σφυρὰ |226 ποικιλοδέρμονας· οἷς παρεπάλλετο |229 Πηλεΐδας σὺν ὅπλοισι παρʼ ἄντυγα καὶ σύ- |230 ριγγας ἁρματείους. [strophe 2] |231 —ναῶν δʼ εἰς ἀριθμὸν ἤλυθον |232 καὶ θέαν ἀθέσφατον, |233 τὰν γυναικεῖον ὄψιν ὀμμάτων |234 ὡς πλήσαιμι, μέλινον ἁδονάν. |235 καὶ κέρας μὲν ἦν |236 δεξιὸν πλάτας ἔχων |237 Φθιώτας ὁ Μυρμιδὼν Ἄρης |238 πεντήκοντα ναυσὶ θουρίαις. |239 χρυσέαις δʼ εἰκόσιν κατʼ ἄκρα Νη- |240 ρῇδες ἕστασαν θεαί, |241 πρύμναις σῆμʼ Ἀχιλλείου στρατοῦ. [antistrophe 2] |242 —Ἀργείων δὲ ταῖσδʼ ἰσήρετμοι |243 νᾶες ἕστασαν πέλας· |244 ὧν ὁ Μηκιστέως στρατηλάτας |245 παῖς ἦν, Ταλαὸς ὃν τρέφει πατήρ, |246 Καπανέως τε παῖς |247 Σθένελος· Ἀτθίδας δʼ ἄγων |248 ἑξήκοντα ναῦς ὁ Θησέως |249 παῖς ἑξῆς ἐναυλόχει, θεὰν |250 Παλλάδʼ ἐν μωνύχοις ἔχων πτερω- |251 τοῖσιν ἅρμασιν θετόν, |252 εὔσημόν γε φάσμα ναυβάταις. [strophe 3] |253 Βοιωτῶν δʼ ὅπλισμα πόντιον |254 πεντήκοντα νῆας εἰδόμαν |255 σημείοισιν ἐστολισμένας· |256 τοῖς δὲ Κάδμος ἦν |257 χρύσεον δράκοντʼ ἔχων |258 ἀμφὶ ναῶν κόρυμβα· |259 Λήιτος δʼ ὁ γηγενὴς |260 ἆρχε ναΐου στρατοῦ· |261 Φωκίδος δʼ ἀπὸ χθονὸς |262 Λοκρᾶς τε τοῖσδʼ ἴσας ἄγων |263 ναῦς ἦλθʼ Οἰλέως τόκος κλυτὰν |264 Θρονιάδʼ ἐκλιπὼν πόλιν. [antistrophe 3] |265 —Μυκήνας δὲ τᾶς Κυκλωπίας |266 παῖς Ἀτρέως ἔπεμπε ναυβάτας |267 ναῶν ἑκατὸν ἠθροϊσμένους· |268 σὺν δʼ Ἄδραστος ἦν |269 ταγός, ὡς φίλος φίλῳ, |270 τᾶς φυγούσας μέλαθρα |271 βαρβάρων χάριν γάμων |272 πρᾶξιν Ἑλλὰς ὡς λάβοι. |273 ἐκ Πύλου δὲ Νέστορος |274 Γερηνίου κατειδόμαν |275 πρύμνας σῆμα ταυρόπουν ὁρᾶν, |276 τὸν πάροικον Ἀλφεόν. [strophe 4] |277 —Αἰνιάνων δὲ δωδεκάστολοι |278 νᾶες ἦσαν, ὧν ἄναξ |279 Γουνεὺς ἆρχε· τῶνδε δʼ αὖ πέλας |280 Ἤλιδος δυνάστορες, |281 οὓς Ἐπειοὺς ὠνόμαζε πᾶς λεώς· |282 Εὔρυτος δʼ ἄνασσε τῶνδε, |283 λευκήρετμον δʼ Ἄρη |284 Τάφιον ἦγεν, ὧν Μέγης ἄνασσε, |285 Φυλέως λόχευμα, |286 τὰς Ἐχίνας λιπὼν |287 νήσους ναυβάταις ἀπροσφόρους. [antistrophe 4] |288 —Αἴας δʼ ὁ Σαλαμῖνος ἔντροφος |290 δεξιὸν κέρας πρὸς τὸ λαιὸν ξυνᾶγε, |291 τῶν ἆσσον ὥρμει πλάταισιν |292 ἐσχάταισι συμπλέκων |293 δώδεκʼ εὐστροφωτάταισι ναυσίν. ὣς |294 ἄιον καὶ ναυβάταν |295 εἰδόμαν λεών· |296 ᾧ τις εἰ προσαρμόσει |297 βαρβάρους βάριδας, |298 νόστον οὐκ ἀποίσεται, |299 ἐνθάδʼ οἷον εἰδόμαν |300 νάιον πόρευμα, |301 τὰ δὲ κατʼ οἴκους κλύουσα συγκλήτου |302 μνήμην σῴζομαι στρατεύματος. [episode] |303 Μενέλαε, τολμᾷς δείνʼ, ἅ σʼ οὐ τολμᾶν χρεών. |304 ἄπελθε· λίαν δεσπόταισι πιστὸς εἶ. |305 καλόν γέ μοι τοὔνειδος ἐξωνείδισας. |306 κλαίοις ἄν, εἰ πράσσοις ἃ μὴ πράσσειν σε δεῖ. |307 οὐ χρῆν σε λῦσαι δέλτον, ἣν ἐγὼ ʼφερον. |308 οὐδέ γε φέρειν σὲ πᾶσιν Ἕλλησιν κακά. |309 ἄλλοις ἁμιλλῶ ταῦτʼ· ἄφες δὲ τήνδʼ ἐμοί. |310 οὐκ ἂν μεθείμην. |310b οὐδʼ ἔγωγʼ ἀφήσομαι. |311 σκήπτρῳ τάχʼ ἆρα σὸν καθαιμάξω κάρα. |312 ἀλλʼ εὐκλεές τοι δεσποτῶν θνῄσκειν ὕπερ. |313 μέθες· μακροὺς δὲ δοῦλος ὢν λέγεις λόγους. |314 ὦ δέσποτʼ, ἀδικούμεσθα. σὰς δʼ ἐπιστολὰς |315 ἐξαρπάσας ὅδʼ ἐκ χερῶν ἐμῶν βίᾳ, |316 Ἀγάμεμνον, οὐδὲν τῇ δίκῃ χρῆσθαι θέλει. [trochees] |317 ἔα· |317b τίς ποτʼ ἐν πύλαισι θόρυβος καὶ λόγων ἀκοσμία; |318 οὑμὸς οὐχ ὁ τοῦδε μῦθος κυριώτερος λέγειν. |319 σὺ δὲ τί τῷδʼ ἐς ἔριν ἀφῖξαι, Μενέλεως, βίᾳ τʼ ἄγεις; |320 βλέψον εἰς ἡμᾶς, ἵνʼ ἀρχὰς τῶν λόγων ταύτας λάβω. |321 μῶν τρέσας οὐκ ἀνακαλύψω βλέφαρον, Ἀτρέως γεγώς; |322 τήνδʼ ὁρᾷς δέλτον, κακίστων γραμμάτων ὑπηρέτιν; |323 εἰσορῶ· καὶ πρῶτα ταύτην σῶν ἀπάλλαξον χερῶν. |324 οὔ, πρὶν ἂν δείξω γε Δαναοῖς πᾶσι τἀγγεγραμμένα. |325 ἦ γὰρ οἶσθʼ ἃ μή σε καιρὸς εἰδέναι σήμαντρʼ ἀνείς; |326 ὥστε σʼ ἀλγῦναί γʼ, ἀνοίξας ἃ σὺ κάκʼ εἰργάσω λάθρᾳ. |327 ποῦ δὲ κἄλαβές νιν; ὦ θεοί, σῆς ἀναισχύντου φρενός. |328 προσδοκῶν σὴν παῖδʼ ἀπʼ Ἄργους, εἰ στράτευμʼ ἀφίξεται. |329 τί δέ σε τἀμὰ δεῖ φυλάσσειν; οὐκ ἀναισχύντου τόδε; |330 ὅτι τὸ βούλεσθαί μʼ ἔκνιζε· σὸς δὲ δοῦλος οὐκ ἔφυν. |331 οὐχὶ δεινά; τὸν ἐμὸν οἰκεῖν οἶκον οὐκ ἐάσομαι; |332 πλάγια γὰρ φρονεῖς, τὰ μὲν νῦν, τὰ δὲ πάλαι, τὰ δʼ αὐτίκα. |333 εὖ κεκόμψευσαι πονηρά· γλῶσσʼ ἐπίφθονον σοφή. |334 νοῦς δέ γʼ οὐ βέβαιος ἄδικον κτῆμα κοὐ σαφὲς φίλοις. |335 βούλομαι δέ σʼ ἐξελέγξαι, καὶ σὺ μήτʼ ὀργῆς ὕπο |336 ἀποτρέπου τἀληθὲς οὔτʼ αὖ κατατενῶ λίαν ἐγώ. |337 οἶσθʼ, ὅτʼ ἐσπούδαζες ἄρχειν Δαναΐδαις πρὸς Ἴλιον, |338 τῷ δοκεῖν μὲν οὐχὶ χρῄζων, τῷ δὲ βούλεσθαι θέλων, |339 ὡς ταπεινὸς ἦσθα, πάσης δεξιᾶς προσθιγγάνων |340 καὶ θύρας ἔχων ἀκλῄστους τῷ θέλοντι δημοτῶν |341 καὶ διδοὺς πρόσρησιν ἑξῆς πᾶσι — κεἰ μή τις θέλοι — |342 τοῖς τρόποις ζητῶν πρίασθαι τὸ φιλότιμον ἐκ μέσου; |343 κᾆτʼ, ἐπεὶ κατέσχες ἀρχάς, μεταβαλὼν ἄλλους τρόπους |344 τοῖς φίλοισιν οὐκέτʼ ἦσθα τοῖς πρὶν ὡς πρόσθεν φίλος, |345 δυσπρόσιτος ἔσω τε κλῄθρων σπάνιος. ἄνδρα δʼ οὐ χρεὼν |346 τὸν ἀγαθὸν πράσσοντα μεγάλα τοὺς τρόπους μεθιστάναι, |347 ἀλλὰ καὶ βέβαιον εἶναι τότε μάλιστα τοῖς φίλοις, |348 ἡνίκʼ ὠφελεῖν μάλιστα δυνατός ἐστιν εὐτυχῶν. |349 ταῦτα μέν σε πρῶτʼ ἐπῆλθον, ἵνα σε πρῶθʼ ηὗρον κακόν. |350 ὡς δʼ ἐς Αὖλιν ἦλθες αὖθις χὡ Πανελλήνων στρατός, |351 οὐδὲν ἦσθʼ, ἀλλʼ ἐξεπλήσσου τῇ τύχῃ τῇ τῶν θεῶν, |352 οὐρίας πομπῆς σπανίζων· Δαναΐδαι δʼ ἀφιέναι |353 ναῦς διήγγελλον, μάτην δὲ μὴ πονεῖν ἐν Αὐλίδι. |354 ὡς ἄνολβον εἶχες ὄμμα σύγχυσίν τʼ, εἰ μὴ νεῶν |355 χιλίων ἄρχων τὸ Πριάμου πεδίον ἐμπλήσεις δορός. |356 κἀμὲ παρεκάλεις· Τί δράσω; τίνα δὲ πόρον εὕρω πόθεν; — |357 ὥστε μὴ στερέντα σʼ ἀρχῆς ἀπολέσαι καλὸν κλέος. |358 κᾆτʼ, ἐπεὶ Κάλχας ἐν ἱεροῖς εἶπε σὴν θῦσαι κόρην |359 Ἀρτέμιδι, καὶ πλοῦν ἔσεσθαι Δαναΐδαις, ἡσθεὶς φρένας |360 ἄσμενος θύσειν ὑπέστης παῖδα· καὶ πέμπεις ἑκών, |361 οὐ βίᾳ — μὴ τοῦτο λέξῃς — σῇ δάμαρτι, παῖδα σὴν |362 δεῦρʼ ἀποστέλλειν, Ἀχιλλεῖ πρόφασιν ὡς γαμουμένην. |363 κᾆθʼ ὑποστρέψας λέληψαι μεταβαλὼν ἄλλας γραφάς, |364 ὡς φονεὺς οὐκέτι θυγατρὸς σῆς ἔσῃ. μάλιστά γε. |365 οὗτος αὑτός ἐστιν αἰθὴρ ὃς τάδʼ ἤκουσεν σέθεν. |366 μυρίοι δέ τοι πεπόνθασʼ αὐτό· πρὸς τὰ πράγματα |367 ἐκπονοῦσʼ ἔχοντες, εἶτα δʼ ἐξεχώρησαν κακῶς, |368 τὰ μὲν ὑπὸ γνώμης πολιτῶν ἀσυνέτου, τὰ δʼ ἐνδίκως |369 ἀδύνατοι γεγῶτες αὐτοὶ διαφυλάξασθαι πόλιν. |370 Ἑλλάδος μάλιστʼ ἔγωγε τῆς ταλαιπώρου στένω, |371 ἥ, θέλουσα δρᾶν τι κεδνόν, βαρβάρους τοὺς οὐδένας |372 καταγελῶντας ἐξανήσει διὰ σὲ καὶ τὴν σὴν κόρην. |373 μηδένʼ ἀνδρείας ἕκατι προστάτην θείμην χθονός, |374 μηδʼ ὅπλων ἄρχοντα· νοῦν χρὴ τὸν στρατηλάτην ἔχειν· |375 πόλεος ὡς ἄρχων ἀνὴρ πᾶς, ξύνεσιν ἢν ἔχων τύχῃ. |376 δεινὸν κασιγνήτοισι γίγνεσθαι λόγους |377 μάχας θʼ, ὅταν ποτʼ ἐμπέσωσιν εἰς ἔριν. |378 βούλομαί σʼ εἰπεῖν κακῶς εὖ, βραχέα, μὴ λίαν ἄνω |379 βλέφαρα πρὸς τἀναιδὲς ἀγαγών, ἀλλὰ σωφρονεστέρως, |380 ὡς ἀδελφὸν ὄντʼ· ἀνὴρ γὰρ χρηστὸς αἰδεῖσθαι φιλεῖ. |381 εἰπέ μοι, τί δεινὰ φυσᾷς αἱματηρὸν ὄμμʼ ἔχων; |382 τίς ἀδικεῖ σε; τοῦ κέχρησαι; χρηστὰ λέκτρʼ ἐρᾷς λαβεῖν; |383 οὐκ ἔχοιμʼ ἄν σοι παρασχεῖν· ὧν γὰρ ἐκτήσω, κακῶς |384 ἦρχες. εἶτʼ ἐγὼ δίκην δῶ σῶν κακῶν, ὁ μὴ σφαλείς; |385 οὐ δάκνει σε τὸ φιλότιμον τοὐμόν, ἀλλʼ ἐν ἀγκάλαις |386 εὐπρεπῆ γυναῖκα χρῄζεις, τὸ λελογισμένον παρεὶς |387 καὶ τὸ καλόν, ἔχειν. πονηροῦ φωτὸς ἡδοναὶ κακαί. |388 εἰ δʼ ἐγώ, γνοὺς πρόσθεν οὐκ εὖ, μετετέθην εὐβουλίᾳ, |389 μαίνομαι; σὺ μᾶλλον, ὅστις ἀπολέσας κακὸν λέχος |390 ἀναλαβεῖν θέλεις, θεοῦ σοι τὴν τύχην διδόντος εὖ. |391 ὤμοσαν τὸν Τυνδάρειον ὅρκον οἱ κακόφρονες |392 φιλόγαμοι μνηστῆρες — ἡ δέ γʼ Ἐλπίς, οἶμαι μέν, θεός, |393 κἀξέπραξεν αὐτὸ μᾶλλον ἢ σὺ καὶ τὸ σὸν σθένος — |394 οὓς λαβὼν στράτευε· ἕτοιμοι δʼ εἰσὶ μωρίᾳ φρενῶν. |394a οὐ γὰρ ἀσύνετον τὸ θεῖον, ἀλλʼ ἔχει συνιέναι |395 τοὺς κακῶς παγέντας ὅρκους καὶ κατηναγκασμένους. |396 τἀμὰ δʼ οὐκ ἀποκτενῶ ʼγὼ τέκνα· κοὐ τὸ σὸν μὲν εὖ |397 παρὰ δίκην ἔσται κακίστης εὔνιδος τιμωρίᾳ, |398 ἐμὲ δὲ συντήξουσι νύκτες ἡμέραι τε δακρύοις, |399 ἄνομα δρῶντα κοὐ δίκαια παῖδας οὓς ἐγεινάμην. |400 ταῦτά σοι βραχέα λέλεκται καὶ σαφῆ καὶ ῥᾴδια· |401 εἰ δὲ μὴ βούλῃ φρονεῖν εὖ, τἄμʼ ἐγὼ θήσω καλῶς. [dialogue] |402 οἵδʼ αὖ διάφοροι τῶν πάρος λελεγμένων |403 μύθων, καλῶς δʼ ἔχουσι, φείδεσθαι τέκνων. |404 αἰαῖ, φίλους ἄρʼ οὐχὶ κεκτήμην τάλας. |405 εἰ τοὺς φίλους γε μὴ θέλεις ἀπολλύναι. |406 δείξεις δὲ ποῦ μοι πατρὸς ἐκ ταὐτοῦ γεγώς; |407 συνσωφρονεῖν σοι βούλομʼ, ἀλλʼ οὐ συννοσεῖν. |408 ἐς κοινὸν ἀλγεῖν τοῖς φίλοισι χρὴ φίλους. |409 εὖ δρῶν παρακάλει μʼ, ἀλλὰ μὴ λυπῶν ἐμέ. |410 οὐκ ἄρα δοκεῖ σοι τάδε πονεῖν σὺν Ἑλλάδι; |411 Ἑλλὰς δὲ σὺν σοὶ κατὰ θεὸν νοσεῖ τινα. |412 σκήπτρῳ νυν αὔχει, σὸν κασίγνητον προδούς. |413 ἐγὼ δʼ ἐπʼ ἄλλας εἶμι μηχανάς τινας |414 φίλους τʼ ἐπʼ ἄλλους — |414b ὦ Πανελλήνων ἄναξ, |415 Ἀγάμεμνον, ἥκω παῖδά σοι τὴν σὴν ἄγων, |416 ἣν Ἰφιγένειαν ὠνόμαζες ἐν δόμοις. |417 μήτηρ δʼ ὁμαρτεῖ, σῆς Κλυταιμήστρας δέμας, |418 καὶ παῖς Ὀρέστης, ὥς τι τερφθείης ἰδών, |419 χρόνον παλαιὸν δωμάτων ἔκδημος ὤν. |420 ἀλλʼ ὡς μακρὰν ἔτεινον, εὔρυτον παρὰ |421 κρήνην ἀναψύχουσι θηλύπουν βάσιν, |422 αὐταί τε πῶλοί τʼ· ἐς δὲ λειμώνων χλόην |423 καθεῖμεν αὐτάς, ὡς βορᾶς γευσαίατο. |424 ἐγὼ δὲ πρόδρομος σῆς παρασκευῆς χάριν |425 ἥκω· πέπυσται γὰρ στρατός — ταχεῖα γὰρ |426 διῇξε φήμη — παῖδα σὴν ἀφιγμένην. |427 πᾶς δʼ ἐς θένα ὅμιλος ἔρχεται δρόμῳ, |428 σὴν παῖδʼ ὅπως ἴδωσιν· οἱ δʼ εὐδαίμονες |429 ἐν πᾶσι κλεινοὶ καὶ περίβλεπτοι βροτοῖς. |430 λέγουσι δʼ· Ὑμέναιός τις ἢ τί πράσσεται; |431 ἢ πόθον ἔχων θυγατρὸς Ἀγαμέμνων ἄναξ |432 ἐκόμισε παῖδα; τῶν δʼ ἂν ἤκουσας τάδε· |433 Ἀρτέμιδι προτελίζουσι τὴν νεάνιδα, |434 Αὐλίδος ἀνάσσῃ. τίς νιν ἄξεταί ποτε; |435 ἀλλʼ εἶα, τἀπὶ τοισίδʼ ἐξάρχου κανᾶ, |436 στεφανοῦσθε κρᾶτα καὶ σύ, Μενέλεως ἄναξ, |437 ὑμέναιον εὐτρέπιζε καὶ κατὰ στέγας |438 λωτὸς βοάσθω καὶ ποδῶν ἔστω κτύπος· |439 φῶς γὰρ τόδʼ ἥκει μακάριον τῇ παρθένῳ. |440 ἐπῄνεσʼ, ἀλλὰ στεῖχε δωμάτων ἔσω· |441 τὰ δʼ ἄλλʼ ἰούσης τῆς τύχης ἔσται καλῶς. |442 οἴμοι, τί φῶ δύστηνος; ἄρξωμαι πόθεν; |443 ἐς οἷʼ ἀνάγκης ζεύγματʼ ἐμπεπτώκαμεν. |444 ὑπῆλθε δαίμων, ὥστε τῶν σοφισμάτων |445 πολλῷ γενέσθαι τῶν ἐμῶν σοφώτερος. |446 ἡ δυσγένεια δʼ ὡς ἔχει τι χρήσιμον. |447 καὶ γὰρ δακρῦσαι ῥᾳδίως αὐτοῖς ἔχει, |448 ἅπαντά τʼ εἰπεῖν. τῷ δὲ γενναίῳ φύσιν |449 ἄνολβα ταῦτα. προστάτην δὲ τοῦ βίου |450 τὸν ὄγκον ἔχομεν τῷ τʼ ὄχλῳ δουλεύομεν. |451 ἐγὼ γὰρ ἐκβαλεῖν μὲν αἰδοῦμαι δάκρυ, |452 τὸ μὴ δακρῦσαι δʼ αὖθις αἰδοῦμαι τάλας, |453 ἐς τὰς μεγίστας συμφορὰς ἀφιγμένος. |454 εἶἑν· τί φήσω πρὸς δάμαρτα τὴν ἐμήν; |455 πῶς δέξομαί νιν; ποῖον ὄμμα συμβαλῶ; |456 καὶ γάρ μʼ ἀπώλεσʼ ἐπὶ κακοῖς ἅ μοι πάρος |457 ἐλθοῦσʼ ἄκλητος. εἰκότως δʼ ἅμʼ ἕσπετο |458 θυγατρὶ νυμφεύσουσα καὶ τὰ φίλτατα |459 δώσουσʼ, ἵνʼ ἡμᾶς ὄντας εὑρήσει κακούς. |460 τὴν δʼ αὖ τάλαιναν παρθένον — τί παρθένον; |461 Ἅιδης νιν, ὡς ἔοικε, νυμφεύσει τάχα — |462 ὡς ᾤκτισʼ· οἶμαι γάρ νιν ἱκετεύσειν τάδε· |463 Ὦ πάτερ, ἀποκτενεῖς με; τοιούτους γάμους |464 γήμειας αὐτὸς χὥστις ἐστί σοι φίλος. |465 παρὼν δʼ Ὀρέστης ἐγγὺς ἀναβοήσεται |466 οὐ συνετὰ συνετῶς· ἔτι γάρ ἐστι νήπιος. |467 αἰαῖ, τὸν Ἑλένης ὥς μʼ ἀπώλεσεν γάμον |468 γήμας ὁ Πριάμου Πάρις, ὃς εἴργασται τάδε. |469 κἀγὼ κατῴκτιρʼ, ὡς γυναῖκα δεῖ ξένην |470 ὑπὲρ τυράννων συμφορᾶς καταστένειν. |471 ἀδελφέ, δός μοι δεξιᾶς τῆς σῆς θιγεῖν. |472 δίδωμι· σὸν γὰρ τὸ κράτος, ἄθλιος δʼ ἐγώ. |473 Πέλοπα κατόμνυμʼ, ὃς πατὴρ τοὐμοῦ πατρὸς |474 τοῦ σοῦ τʼ ἐκλήθη, τὸν τεκόντα τʼ Ἀτρέα, |475 ἦ μὴν ἐρεῖν σοι τἀπὸ καρδίας σαφῶς |476 καὶ μὴ ʼπίτηδες μηδέν, ἀλλʼ ὅσον φρονῶ. |477 ἐγώ σʼ ἀπʼ ὄσσων ἐκβαλόντʼ ἰδὼν δάκρυ |478 ᾤκτιρα, καὐτὸς ἀνταφῆκά σοι πάλιν |479 καὶ τῶν παλαιῶν ἐξαφίσταμαι λόγων, |480 οὐκ ἐς σὲ δεινός· εἰμὶ δʼ οὗπερ εἶ σὺ νῦν· |481 καί σοι παραινῶ μήτʼ ἀποκτείνειν τέκνον |482 μήτʼ ἀνθελέσθαι τοὐμόν. οὐ γὰρ ἔνδικον |483 σὲ μὲν στενάζειν, τἀμὰ δʼ ἡδέως ἔχειν, |484 θνῄσκειν τε τοὺς σούς, τοὺς δʼ ἐμοὺς ὁρᾶν φάος. |485 τί βούλομαι γάρ; οὐ γάμους ἐξαιρέτους |486 ἄλλους λάβοιμʼ ἄν, εἰ γάμων ἱμείρομαι; |487 ἀλλʼ ἀπολέσας ἀδελφόν, ὅν μʼ ἥκιστα χρῆν, |488 Ἑλένην ἕλωμαι, τὸ κακὸν ἀντὶ τἀγαθοῦ; |489 ἄφρων νέος τʼ ἦ, πρὶν τὰ πράγματʼ ἐγγύθεν |490 σκοπῶν ἐσεῖδον οἷον ἦν κτείνειν τέκνα. |491 ἄλλως τέ μʼ ἔλεος τῆς ταλαιπώρου κόρης |492 ἐσῆλθε, συγγένειαν ἐννοουμένῳ, |493 ἣ τῶν ἐμῶν ἕκατι θύεσθαι γάμων |494 μέλλει. τί δʼ Ἑλένης παρθένῳ τῇ σῇ μέτα; |495 ἴτω στρατεία διαλυθεῖσʼ ἐξ Αὐλίδος, |496 σὺ δʼ ὄμμα παῦσαι δακρύοις τέγγων τὸ σόν, |497 ἀδελφέ, κἀμὲ παρακαλῶν ἐς δάκρυα. |498 εἰ δέ τι κόρης σῆς θεσφάτων μέτεστι σοί, |499 μὴ ʼμοὶ μετέστω· σοὶ νέμω τοὐμὸν μέρος. |500 ἀλλʼ ἐς μεταβολὰς ἦλθον ἀπὸ δεινῶν λόγων; |501 εἰκὸς πέπονθα· τὸν ὁμόθεν πεφυκότα |502 στέργων μετέπεσον. ἀνδρὸς οὐ κακοῦ τροπαὶ |503 τοιαίδε, χρῆσθαι τοῖσι βελτίστοις ἀεί. |504 γενναῖʼ ἔλεξας Ταντάλῳ τε τῷ Διὸς |505 πρέποντα· προγόνους οὐ καταισχύνεις σέθεν. |506 αἰνῶ σε, Μενέλαʼ, ὅτι παρὰ γνώμην ἐμὴν |507 ὑπέθηκας ὀρθῶς τοὺς λόγους σοῦ τʼ ἀξίως. |508 ταραχὴ δʼ ἀδελφῶν διά τʼ ἔρωτα γίγνεται |509 πλεονεξίαν τε δωμάτων· ἀπέπτυσα |510 τοιάνδε συγγένειαν ἀλλήλοιν πικράν. |511 ἀλλʼ ἥκομεν γὰρ εἰς ἀναγκαίας τύχας, |512 θυγατρὸς αἱματηρὸν ἐκπρᾶξαι φόνον. |513 πῶς; τίς δʼ ἀναγκάσει σε τήν γε σὴν κτανεῖν; |514 ἅπας Ἀχαιῶν σύλλογος στρατεύματος. |515 οὔκ, ἤν νιν εἰς Ἄργος γʼ ἀποστείλῃς πάλιν. |516 λάθοιμι τοῦτʼ ἄν. ἀλλʼ ἐκεῖνʼ οὐ λήσομεν. |517 τὸ ποῖον; οὔτοι χρὴ λίαν ταρβεῖν ὄχλον. |518 Κάλχας ἐρεῖ μαντεύματʼ Ἀργείων στρατῷ. |519 οὔκ, ἢν θάνῃ γε πρόσθε· τοῦτο δʼ εὐμαρές. |520 τὸ μαντικὸν πᾶν σπέρμα φιλότιμον κακόν. |521 κοὐδέν γʼ ἄχρηστον, οὐδὲ χρήσιμον παρόν. |522 ἐκεῖνο δʼ οὐ δέδοικας ὃ ἔμʼ ἐσέρχεται; |523 ὃν μὴ σὺ φράζεις, πῶς ὑπολάβοιμʼ ἂν λόγον; |524 τὸ Σισύφειον σπέρμα πάντʼ οἶδεν τάδε. |525 οὐκ ἔστʼ Ὀδυσσεὺς ὅ τι σὲ κἀμὲ πημανεῖ. |526 ποικίλος ἀεὶ πέφυκε τοῦ τʼ ὄχλου μέτα. |527 φιλοτιμίᾳ μὲν ἐνέχεται, δεινῷ κακῷ. |528 οὐκ οὖν δοκεῖς νιν στάντʼ ἐν Ἀργείοις μέσοις |529 λέξειν ἃ Κάλχας θέσφατʼ ἐξηγήσατο, |530 κἄμʼ ὡς ὑπέστην θῦμα, κᾆτʼ ἐψευδόμην, |531 Ἀρτέμιδι θύσειν; οὐ ξυναρπάσας στρατόν, |532 σὲ κἄμʼ ἀποκτείναντας Ἀργείους κόρην |533 σφάξαι κελεύσει; κἂν πρὸς Ἄργος ἐκφύγω, |534 ἐλθόντες αὐτοῖς τείχεσιν Κυκλωπίοις |535 συναρπάσουσι καὶ κατασκάψουσι γῆν. |536 τοιαῦτα τἀμὰ πήματʼ· ὦ τάλας ἐγώ, |537 ὡς ἠπόρημαι πρὸς θεῶν τὰ νῦν τάδε. |538 ἕν μοι φύλαξον, Μενέλεως, ἀνὰ στρατὸν |539 ἐλθών, ὅπως ἂν μὴ Κλυταιμήστρα τάδε |540 μάθῃ, πρὶν Ἅιδῃ παῖδʼ ἐμὴν προσθῶ λαβών, |541 ὡς ἐπʼ ἐλαχίστοις δακρύοις πράσσω κακῶς. |542 ὑμεῖς τε σιγήν, ὦ ξέναι, φυλάσσετε. [choral] [strophe 1] |543 —μάκαρες οἳ μετρίας θεοῦ |544 μετά τε σωφροσύνας μετέ- |545 σχον λέκτρων Ἀφροδίτας, |546 γαλανείᾳ χρησάμενοι |547 μανιάδων οἴστρων, ὅθι δὴ |548 δίδυμʼ Ἔρως ὁ χρυσοκόμας |549 τόξʼ ἐντείνεται χαρίτων, |550 τὸ μὲν ἐπʼ εὐαίωνι πότμῳ, |551 τὸ δʼ ἐπὶ συγχύσει βιοτᾶς. |552 ἀπενέπω νιν ἁμετέρων, |553 Κύπρι καλλίστα, θαλάμων. |554 εἴη δέ μοι μετρία μὲν |555 χάρις, πόθοι δʼ ὅσιοι, |556 καὶ μετέχοιμι τᾶς Ἀφροδί- |557 τας, πολλὰν δʼ ἀποθείμαν. [antistrophe 1] |558 —διάφοροι δὲ φύσεις βροτῶν, |559 διάφοροι δὲ τρόποι· τὸ δʼ ὀρ- |560 θῶς ἐσθλὸν σαφὲς αἰεί· |561 τροφαί θʼ αἱ παιδευόμεναι |562 μέγα φέρουσʼ ἐς τὰν ἀρετάν· |563 τό τε γὰρ αἰδεῖσθαι σοφία, |564 τάν τʼ ἐξαλλάσσουσαν ἔχει |565 χάριν ὑπὸ γνώμας ἐσορᾶν |566 τὸ δέον, ἔνθα δόξα φέρει |567 κλέος ἀγήρατον βιοτᾷ. |568 μέγα τι θηρεύειν ἀρετάν, |569 γυναιξὶ μὲν κατὰ Κύπριν |570 κρυπτάν, ἐν ἀνδράσι δʼ αὖ |571 κόσμος ἐνὼν ὁ μυριοπλη- |572 θὴς μείζω πόλιν αὔξει. [epode] |573 —ἔμολες, ὦ Πάρις, ᾗτε σύ γε |574 βουκόλος ἀργενναῖς ἐτράφης |575 Ἰδαίαις παρὰ μόσχοις, |576 βάρβαρα συρίζων, Φρυγίων |577 αὐλῶν Ὀλύμπου καλάμοις |578 μιμήματα πνείων. |579 εὔθηλοι δὲ τρέφοντο βόες, |580 ὅτε σε κρίσις ἔμηνε θεᾶν, |581 ἅ σʼ Ἑλλάδα πέμπει· |582 ἐλεφαντοδέτων πάροι- |583 θεν δόμων δὲ στὰς Ἑλένας |584 ἐν ἀντωποῖς βλεφάροισιν |585 ἔρωτά τʼ ἔδωκας, ἔρωτι δʼ |586 αὐτὸς ἐπτοάθης. |587 ὅθεν ἔρις ἔριν |588 Ἑλλάδα σὺν δορὶ ναυσί τʼ ἄγει |589 ἐς Τροίας πέργαμα [episode] [anapests] |590 ἰὼ ἰώ· μεγάλαι μεγάλων |591 εὐδαιμονίαι· τὴν τοῦ βασιλέως |592 ἴδετʼ Ἰφιγένειαν, ἄνασσαν ἐμήν, |593 τὴν Τυνδάρεω τε Κλυταιμήστραν· |594 ὡς ἐκ μεγάλων ἐβλαστήκασʼ |595 ἐπί τʼ εὐμήκεις ἥκουσι τύχας. |596 θεοί γʼ οἱ κρείσσους οἵ τʼ ὀλβοφόροι |597 τοῖς οὐκ εὐδαίμοσι θνητῶν. [anapests] |598 στῶμεν, Χαλκίδος ἔκγονα θρέμματα, |599 τὴν βασίλειαν δεξώμεθʼ ὄχων |600 ἄπο μὴ σφαλερῶς ἐπὶ γαῖαν, |601 ἀγανῶς δὲ χεροῖν μαλακῇ ῥώμῃ, |602 μὴ ταρβήσῃ νεωστί μοι μολὸν |603 κλεινὸν τέκνον Ἀγαμέμνονος, |604 μηδὲ θόρυβον μηδʼ ἔκπληξιν |605 ταῖς Ἀργείαις |606 ξεῖναι ξείναις παρέχωμεν. |607 ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα, |608 τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν· |609 ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις |610 πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων |611 ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ, |612 καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι. |613 σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους, |614 ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα. |615 ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι |616 δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων. |617 κἀμοὶ χερός τις ἐνδότω στηρίγματα, |618 θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς. |619 αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν· |620 φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν· |621 καὶ παῖδα τόνδε, τὸν Ἀγαμέμνονος γόνον, |622 λάζυσθʼ, Ὀρέστην· ἔτι γάρ ἐστι νήπιος. |623 τέκνον, καθεύδεις πωλικῷ δαμεὶς ὄχῳ; |624 ἔγειρʼ ἀδελφῆς ἐφʼ ὑμέναιον εὐτυχῶς· |625 ἀνδρὸς γὰρ ἀγαθοῦ κῆδος αὐτὸς ἐσθλὸς ὢν |626 λήψῃ, κόρης Νηρῇδος ἰσόθεον γένος. |627 ἑξῆς κάθησο δεῦρό μου ποδός, τέκνον· |628 πρὸς μητέρʼ, Ἰφιγένεια, μακαρίαν δέ με |629 ξέναισι ταῖσδε πλησία σταθεῖσα δός, |630 καὶ — δεῦρο δὴ — πατέρα πρόσειπε σὸν φίλον. |631 ὦ μῆτερ, ὑποδραμοῦσά σʼ· ὀργισθῇς δὲ μή· |632 πρὸς στέρνα πατρὸς στέρνα τἀμὰ περιβαλῶ. |633 ὦ σέβας ἐμοὶ μέγιστον, Ἀγαμέμνων ἄναξ, |634 ἥκομεν, ἐφετμαῖς οὐκ ἀπιστοῦσαι σέθεν. |635 ἐγὼ δὲ βούλομαι τὰ σὰ στέρνʼ, ὦ πάτερ, |636 ὑποδραμοῦσα προσβαλεῖν διὰ χρόνου· |637 ποθῶ γὰρ ὄμμα δὴ σόν. ὀργισθῇς δὲ μή. |638 ἀλλʼ, ὦ τέκνον, χρή· φιλοπάτωρ δʼ ἀεί ποτʼ εἶ |639 μάλιστα παίδων τῷδʼ ὅσους ἐγὼ ʼτεκον. |640 ὦ πάτερ, ἐσεῖδόν σʼ ἀσμένη πολλῷ χρόνῳ. |641 καὶ γὰρ πατὴρ σέ· τόδʼ ἴσον ὑπὲρ ἀμφοῖν λέγεις. |642 χαῖρʼ· εὖ δέ μʼ ἀγαγὼν πρὸς σʼ ἐποίησας, πάτερ. |643 οὐκ οἶδʼ ὅπως φῶ τοῦτο καὶ μὴ φῶ, τέκνον. |644 ἔα· |644a ὡς οὐ βλέπεις ἕκηλον ἄσμενός μʼ ἰδών. |645 πόλλʼ ἀνδρὶ βασιλεῖ καὶ στρατηλάτῃ μέλει. |646 παρʼ ἐμοὶ γενοῦ νῦν, μὴ ʼπὶ φροντίδας τρέπου. |647 ἀλλʼ εἰμὶ παρὰ σοὶ νῦν ἅπας κοὐκ ἄλλοθι. |648 μέθες νυν ὀφρὺν ὄμμα τʼ ἔκτεινον φίλον. |649 ἰδού, γέγηθά σʼ ὡς γέγηθʼ ὁρῶν, τέκνον. |650 κἄπειτα λείβεις δάκρυʼ ἀπʼ ὀμμάτων σέθεν; |651 μακρὰ γὰρ ἡμῖν ἡ ʼπιοῦσʼ ἀπουσία. |652 οὐκ οἶδʼ ὅ τι φῄς, οὐκ οἶδα, φίλτατʼ ἐμοὶ πάτερ. |653 συνετὰ λέγουσα μᾶλλον εἰς οἶκτόν μʼ ἄγεις. |654 ἀσύνετά νυν ἐροῦμεν, εἰ σέ γʼ εὐφρανῶ. |655 παπαῖ. τὸ σιγᾶν οὐ σθένω· σὲ δʼ ᾔνεσα. |656 μένʼ, ὦ πάτερ, κατʼ οἶκον ἐπὶ τέκνοις σέθεν. |657 θέλω γε· τὸ θέλειν δʼ οὐκ ἔχων ἀλγύνομαι. |658 ὄλοιντο λόγχαι καὶ τὰ Μενέλεω κακά. |659 ἄλλους ὀλεῖ πρόσθʼ ἃ ἐμὲ διολέσαντʼ ἔχει. |660 ὡς πολὺν ἀπῆσθα χρόνον ἐν Αὐλίδος μυχοῖς. |661 καὶ νῦν γέ μʼ ἴσχει δή τι μὴ στέλλειν στρατόν. |662 ποῦ τοὺς Φρύγας λέγουσιν ᾠκίσθαι, πάτερ; |663 οὗ μήποτʼ οἰκεῖν ὤφελʼ ὁ Πριάμου Πάρις. |664 μακρὰν ἀπαίρεις, ὦ πάτερ, λιπὼν ἐμέ. |665 εἰς ταὐτόν, ὦ θύγατερ, ἥκεις σῷ πατρί. |666 φεῦ· |666a εἴθʼ ἦν καλόν μοι σοί τʼ ἄγειν σύμπλουν ἐμέ. |667 ἔτʼ ἔστι καὶ σοὶ πλοῦς, ἵνʼ ἀμμνήσῃ πατρός. |668 σὺν μητρὶ πλεύσασʼ ἢ μόνη πορεύσομαι; |669 μόνη, μονωθεῖσʼ ἀπὸ πατρὸς καὶ μητέρος. |670 οὔ πού μʼ ἐς ἄλλα δώματʼ οἰκίζεις, πάτερ; |671 ἐατέʼ· οὐ χρὴ τοιάδʼ εἰδέναι κόρας. |672 σπεῦδʼ ἐκ Φρυγῶν μοι, θέμενος εὖ τἀκεῖ, πάτερ. |673 θῦσαί με θυσίαν πρῶτα δεῖ τινʼ ἐνθάδε. |674 ἀλλὰ ξὺν ἱεροῖς χρὴ τό γʼ εὐσεβὲς σκοπεῖν. |675 εἴσῃ σύ· χερνίβων γὰρ ἑστήξῃ πέλας. |676 στήσομεν ἄρʼ ἀμφὶ βωμόν, ὦ πάτερ, χορούς; |677 ζηλῶ σὲ μᾶλλον ἢ ʼμὲ τοῦ μηδὲν φρονεῖν. |678 χώρει δὲ μελάθρων ἐντός — ὀφθῆναι κόραις |679 πικρόν — φίλημα δοῦσα δεξιάν τέ μοι, |680 μέλλουσα δαρὸν πατρὸς ἀποικήσειν χρόνον. |681 ὦ στέρνα καὶ παρῇδες, ὦ ξανθαὶ κόμαι, |682 ὡς ἄχθος ὑμῖν ἐγένεθʼ ἡ Φρυγῶν πόλις |683 Ἑλένη τε. — παύω τοὺς λόγους· ταχεῖα γὰρ |684 νοτὶς διώκει μʼ ὀμμάτων ψαύσαντά σου. |685 ἴθʼ ἐς μέλαθρα. σὲ δὲ παραιτοῦμαι τάδε, |686 Λήδας γένεθλον, εἰ κατῳκτίσθην ἄγαν, |687 μέλλων Ἀχιλλεῖ θυγατέρʼ ἐκδώσειν ἐμήν. |688 ἀποστολαὶ γὰρ μακάριαι μέν, ἀλλʼ ὅμως |689 δάκνουσι τοὺς τεκόντας, ὅταν ἄλλοις δόμοις |690 παῖδας παραδιδῷ πολλὰ μοχθήσας πατήρ. |691 οὐχ ὧδʼ ἀσύνετός εἰμι, πείσεσθαι δέ με |692 καὐτὴν δόκει τάδʼ, ὥστε μή σε νουθετεῖν, |693 ὅταν σὺν ὑμεναίοισιν ἐξάγω κόρην· |694 ἀλλʼ ὁ νόμος αὐτὰ τῷ χρόνῳ συνισχανεῖ. |695 τοὔνομα μὲν οὖν παῖδʼ οἶδʼ ὅτῳ κατῄνεσας, |696 γένους δʼ ὁποίου χὡπόθεν, μαθεῖν θέλω. |697 Αἴγινα θυγάτηρ ἐγένετʼ Ἀσωποῦ πατρός. |698 ταύτην δὲ θνητῶν ἢ θεῶν ἔζευξε τίς; |699 Ζεύς· Αἰακὸν δʼ ἔφυσεν, Οἰνώνης πρόμον. |700 τὰ δʼ Αἰακοῦ παῖς τίς κατέσχε δώματα; |701 Πηλεύς· ὁ Πηλεὺς δʼ ἔσχε Νηρέως κόρην. |702 θεοῦ διδόντος, ἢ βίᾳ θεῶν λαβών; |703 Ζεὺς ἠγγύησε καὶ δίδωσʼ ὁ κύριος. |704 γαμεῖ δὲ ποῦ νιν; ἦ κατʼ οἶδμα πόντιον; |705 Χείρων ἵνʼ οἰκεῖ σεμνὰ Πηλίου βάθρα. |706 οὗ φασι Κενταύρειον ᾠκίσθαι γένος; |707 ἐνταῦθʼ ἔδαισαν Πηλέως γάμους θεοί. |708 Θέτις δʼ ἔθρεψεν ἢ πατὴρ Ἀχιλλέα; |709 Χείρων, ἵνʼ ἤθη μὴ μάθοι κακῶν βροτῶν. |710 φεῦ· |710a σοφός γʼ ὁ θρέψας χὡ διδοὺς σοφώτερος. |711 τοιόσδε παιδὸς σῆς ἀνὴρ ἔσται πόσις. |712 οὐ μεμπτός. οἰκεῖ δʼ ἄστυ ποῖον Ἑλλάδος; |713 Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις. |714 ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον; |715 κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ. |716 ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ; |717 ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος. |718 προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ; |719 μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ. |720 κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον; |721 θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς. |722 ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν; |723 ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις. |724 καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως. |725 οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι. |726 τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν. |727 ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος— |728 μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών; |729 ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα. |730 ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν; |731 χώρει πρὸς Ἄργος παρθένους τε τημέλει. |732 λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα; |733 ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει. |734 οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα. |735 οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ. |736 καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα. |737 καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας. |738 ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς. |739 πιθοῦ. |730b μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν. |740 ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ, |741 ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις. |742 οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην, |743 ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων. |744 σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις |745 τέχνας πορίζω, πανταχῇ νικώμενος. |746 ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ |747 κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές, |748 ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος. |749 χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν |750 γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν. [choral] [strophe 1] |751 ἥξει δὴ Σιμόεντα καὶ |752 δίνας ἀργυροειδεῖς |753 ἄγυρις Ἑλλάνων στρατιᾶς |754 ἀνά τε ναυσὶν καὶ σὺν ὅπλοις |755 Ἴλιον ἐς τὸ Τροίας |756 Φοιβήιον δάπεδον, |757 τὰν Κασάνδραν ἵνʼ ἀκούω |758 ῥίπτειν ξανθοὺς πλοκάμους |759 χλωροκόμῳ στεφάνῳ δάφνας |760 κοσμηθεῖσαν, ὅταν θεοῦ |761 μαντόσυνοι πνεύσωσʼ ἀνάγκαι. [antistrophe 1] |762 στάσονται δʼ ἐπὶ περγάμων |763 Τροίας ἀμφί τε τείχη |764 Τρῶες, ὅταν χάλκασπις Ἄρης |765 πόντιος εὐπρῴροιο πλάτας |766 εἰρεσίᾳ πελάζῃ |767 Σιμουντίοις ὀχετοῖς, |768 τὰν τῶν ἐν αἰθέρι δισσῶν |769 Διοσκούρων Ἑλέναν |770 ἐκ Πριάμου κομίσαι θέλων |771 ἐς γᾶν Ἑλλάδα δοριπόνοις |772 ἀσπίσι καὶ λόγχαις Ἀχαιῶν. [epode] |773 Πέργαμον δὲ Φρυγῶν πόλιν |774 λαΐνους περὶ πύργους |775 κυκλώσας Ἄρει φονίῳ, |776 λαιμοτόμου κεφαλᾶς |777 σπάσας Πάριν Ἀτρεΐδας, |778 πέρσας κατάκρας πόλιν, |779 θήσει κόρας πολυκλαύτους |780 δάμαρτά τε Πριάμου. |781 ἁ δὲ Διὸς Ἑλένα κόρα |782 πολύκλαυτος ἑδεῖται |783 πόσιν προλιποῦσα. |784 μήτʼ ἐμοὶ |784a μήτʼ ἐμοῖσι τέκνων τέκνοις |785 ἐλπὶς ἅδε ποτʼ ἔλθοι, |786 οἵαν αἱ πολύχρυσοι |787 Λυδαὶ καὶ Φρυγῶν ἄλοχοι |788 στήσουσι παρʼ ἱστοῖς |789 μυθεῦσαι τάδʼ ἐς ἀλλήλας· |790 Τίς ἄρα μʼ εὐπλοκάμου κόμας |791 ῥῦμα δακρυόεν τανύσας |792 πατρίδος ὀλλυμένας ἀπολωτιεῖ; |793 διὰ σέ, τὰν κύκνου δολιχαύχενος γόνον, |794 εἰ δὴ φάτις ἔτυμος ὡς |795 ἔτυχεν, Λήδα ὄρνιθι πταμένῳ |797 Διὸς ὅτʼ ἠλλάχθη δέμας, εἴτʼ |798 ἐν δέλτοις Πιερίσιν |799 μῦθοι τάδʼ ἐς ἀνθρώπους |800 ἤνεγκαν παρὰ καιρὸν ἄλλως. [episode] |801 ποῦ τῶν Ἀχαιῶν ἐνθάδʼ ὁ στρατηλάτης; |802 τίς ἂν φράσειε προσπόλων τὸν Πηλέως |803 ζητοῦντά νιν παῖδʼ ἐν πύλαις Ἀχιλλέα; |804 οὐκ ἐξ ἴσου γὰρ μένομεν Εὐρίπου πέλας. |805 οἳ μὲν γὰρ ἡμῶν, ὄντες ἄζυγες γάμων, |806 οἴκους ἐρήμους ἐκλιπόντες ἐνθάδε |807 θάσσουσʼ ἐπʼ ἀκταῖς, οἳ δʼ ἔχοντες εὔνιδας |808 ἄπαιδες· οὕτω δεινὸς ἐμπέπτωκʼ ἔρως |809 τῆσδε στρατείας Ἑλλάδʼ οὐκ ἄνευ θεῶν. |810 τοὐμὸν μὲν οὖν δίκαιον ἐμὲ λέγειν χρεών, |811 ἄλλος δʼ ὁ χρῄζων αὐτὸς ὑπὲρ αὑτοῦ φράσει. |812 γῆν γὰρ λιπὼν Φάρσαλον ἠδὲ Πηλέα |813 μένω ʼπὶ λεπταῖς ταισίδʼ Εὐρίπου πνοαῖς, |814 Μυρμιδόνας ἴσχων· οἳ δʼ ἀεὶ προσκείμενοι |815 λέγουσʼ· Ἀχιλλεῦ, τί μένομεν; πόσον χρόνον |816 ἔτʼ ἐκμετρῆσαι χρὴ πρὸς Ἰλίου στόλον; |817 δρᾶ γʼ, εἴ τι δράσεις, ἢ ἄπαγʼ οἴκαδε στρατόν, |818 τὰ τῶν Ἀτρειδῶν μὴ μένων μελλήματα. |819 ὦ παῖ θεᾶς Νηρῇδος, ἔνδοθεν λόγων |820 τῶν σῶν ἀκούσασʼ ἐξέβην πρὸ δωμάτων. |821 ὦ πότνιʼ αἰδώς, τήνδε τίνα λεύσσω ποτὲ |822 γυναῖκα, μορφὴν εὐπρεπῆ κεκτημένην; |823 οὐ θαῦμά σʼ ἡμᾶς ἀγνοεῖν, οἷς μὴ πάρος |824 προσῆκες· αἰνῶ δʼ ὅτι σέβεις τὸ σωφρονεῖν. |825 τίς δʼ εἶ; τί δʼ ἦλθες Δαναϊδῶν ἐς σύλλογον, |826 γυνὴ πρὸς ἄνδρας ἀσπίσιν πεφραγμένους; |827 Λήδας μέν εἰμι παῖς, Κλυταιμήστρα δέ μοι |828 ὄνομα, πόσις δέ μοὐστὶν Ἀγαμέμνων ἄναξ. |829 καλῶς ἔλεξας ἐν βραχεῖ τὰ καίρια. |830 αἰσχρὸν δέ μοι γυναιξὶ συμβάλλειν λόγους. |831 μεῖνον — τί φεύγεις; — δεξιάν τʼ ἐμῇ χερὶ |832 σύναψον, ἀρχὴν μακαρίαν νυμφευμάτων. |833 τί φῄς; ἐγώ σοι δεξιάν; αἰδοίμεθʼ ἂν |834 Ἀγαμέμνονʼ, εἰ ψαύοιμεν ὧν μή μοι θέμις. |835 θέμις μάλιστα, τὴν ἐμὴν ἐπεὶ γαμεῖς |836 παῖδʼ, ὦ θεᾶς παῖ ποντίας Νηρηίδος. |837 ποίους γάμους φῄς; ἀφασία μʼ ἔχει, γύναι· |838 εἰ μή τι παρανοοῦσα καινουργεῖς λόγον; |839 πᾶσιν τόδʼ ἐμπέφυκεν, αἰδεῖσθαι φίλους |840 καινοὺς ὁρῶσι καὶ γάμου μεμνημένοις. |841 οὐπώποτʼ ἐμνήστευσα παῖδα σήν, γύναι, |842 οὐδʼ ἐξ Ἀτρειδῶν ἦλθέ μοι λόγος γάμων. |843 τί δῆτʼ ἂν εἴη; σὺ πάλιν αὖ λόγους ἐμοὺς |844 θαύμαζʼ· ἐμοὶ γὰρ θαύματʼ ἐστὶ τὰ παρὰ σοῦ. |845 εἴκαζε· κοινόν ἐστιν εἰκάζειν τάδε· |846 ἄμφω γὰρ οὐ ψευδόμεθα τοῖς λόγοις ἴσως. |847 ἀλλʼ ἦ πέπονθα δεινά; μνηστεύω γάμους |848 οὐκ ὄντας, ὡς εἴξασιν· αἰδοῦμαι τάδε. |849 ἴσως ἐκερτόμησε κἀμὲ καὶ σέ τις. |850 ἀλλʼ ἀμελίᾳ δὸς αὐτὰ καὶ φαύλως φέρε. |851 χαῖρʼ· οὐ γὰρ ὀρθοῖς ὄμμασίν σʼ ἔτʼ εἰσορῶ, |852 ψευδὴς γενομένη καὶ παθοῦσʼ ἀνάξια. |853 καὶ σοὶ τόδʼ ἐστὶν ἐξ ἐμοῦ· πόσιν δὲ σὸν |854 στείχω ματεύσων τῶνδε δωμάτων ἔσω. [trochees] |855 ὦ ξένʼ, Αἰακοῦ γένεθλον, μεῖνον· ὦ, σέ τοι λέγω, |856 τὸν θεᾶς γεγῶτα παῖδα, καὶ σέ, τὴν Λήδας κόρην. |857 τίς ὁ καλῶν πύλας παροίξας; ὡς τεταρβηκὼς καλεῖ. |858 δοῦλος, οὐχ ἁβρύνομαι τῷδʼ· ἡ τύχη γὰρ οὐκ ἐᾷ. |859 τίνος; ἐμὸς μὲν οὐχί· χωρὶς τἀμὰ καὶ Ἀγαμέμνονος. |860 τῆσδε τῆς πάροιθεν οἴκων, Τυνδάρεω δόντος πατρός. |861 ἕσταμεν· φράζʼ, εἴ τι χρῄζεις, ὧν μʼ ἐπέσχες οὕνεκα. |862 ἦ μόνω παρόντε δῆτα ταῖσδʼ ἐφέστατον πύλαις; |863 ὡς μόνοιν λέγοις ἄν, ἔξω δʼ ἐλθὲ βασιλείων δόμων. |864 ὦ Τύχη πρόνοιά θʼ ἡμή, σῴσαθʼ οὓς ἐγὼ θέλω. |865 ὁ λόγος ἐς μέλλοντʼ ἂν ὤση χρόνον· ἔχει δʼ ὄγκον τινά. |866 δεξιᾶς ἕκατι μὴ μέλλʼ, εἴ τί μοι χρῄζεις λέγειν. |867 οἶσθα δῆτʼ ἔμʼ, ὅστις ὢν σοὶ καὶ τέκνοις εὔνους ἔφυν; |868 οἶδά σʼ ὄντʼ ἐγὼ παλαιὸν δωμάτων ἐμῶν λάτριν. |869 χὥτι μʼ ἐν ταῖς σαῖσι φερναῖς ἔλαβεν Ἀγαμέμνων ἄναξ; |870 ἦλθες εἰς Ἄργος μεθʼ ἡμῶν καὶ ἐμὸς ἦσθʼ ἀεί ποτε. |871 ὧδʼ ἔχει. καὶ σοὶ μὲν εὔνους εἰμί, σῷ δʼ ἧσσον πόσει. |872 ἐκκάλυπτε νῦν ποθʼ ἡμῖν οὕστινας λέγεις λόγους. |873 παῖδα σὴν πατὴρ ὁ φύσας αὐτόχειρ μέλλει κτενεῖν. |874 πῶς; ἀπέπτυσʼ, ὦ γεραιέ, μῦθον· οὐ γὰρ εὖ φρονεῖς. |875 φασγάνῳ λευκὴν φονεύων τῆς ταλαιπώρου δέρην. |876 ὦ τάλαινʼ ἐγώ. μεμηνὼς ἆρα τυγχάνει πόσις; |877 ἀρτίφρων, πλὴν ἐς σὲ καὶ σὴν παῖδα· τοῦτο δʼ οὐ φρονεῖ. |878 ἐκ τίνος λόγου; τίς αὐτὸν οὑπάγων ἀλαστόρων; |879 θέσφαθʼ, ὥς γέ φησι Κάλχας, ἵνα πορεύηται στρατός. |880 ποῖ; τάλαινʼ ἐγώ, τάλαινα δʼ ἣν πατὴρ μέλλει κτενεῖν. |881 Δαρδάνου πρὸς δώμαθʼ, Ἑλένην Μενέλεως ὅπως λάβῃ. |882 εἰς ἄρʼ Ἰφιγένειαν Ἑλένης νόστος ἦν πεπρωμένος; |883 πάντʼ ἔχεις· Ἀρτέμιδι θύσειν παῖδα σὴν μέλλει πατήρ. |884 ὁ δὲ γάμος τίνʼ εἶχε πρόφασιν, ᾧ μʼ ἐκόμισεν ἐκ δόμων; |885 ἵνʼ ἀγάγοις χαίρουσʼ Ἀχιλλεῖ παῖδα νυμφεύσουσα σήν. |886 ὦ θύγατερ, ἥκεις ἐπʼ ὀλέθρῳ καὶ σὺ καὶ μήτηρ σέθεν. |887 οἰκτρὰ πάσχετον δύʼ οὖσαι· δεινὰ δʼ Ἀγαμέμνων ἔτλη. |888 οἴχομαι τάλαινα, δακρύων τʼ ὄμματʼ οὐκέτι στέγω. |889 εἴπερ ἀλγεινὸν τὸ τέκνων στερόμενον, δακρυρρόει. |890 σὺ δὲ τάδʼ, ὦ γέρον, πόθεν φῂς εἰδέναι πεπυσμένος; |891 δέλτον ᾠχόμην φέρων σοι πρὸς τὰ πρὶν γεγραμμένα. |892 οὐκ ἐῶν ἢ ξυγκελεύων παῖδʼ ἄγειν θανουμένην; |893 μὴ μὲν οὖν ἄγειν· φρονῶν γὰρ ἔτυχε σὸς πόσις τότʼ εὖ. |894 κᾆτα πῶς φέρων γε δέλτον οὐκ ἐμοὶ δίδως λαβεῖν; |895 Μενέλεως ἀφείλεθʼ ἡμᾶς, ὃς κακῶν τῶνδʼ αἴτιος. |896 ὦ τέκνον Νηρῇδος, ὦ παῖ Πηλέως, κλύεις τάδε; |897 ἔκλυον οὖσαν ἀθλίαν σε, τὸ δʼ ἐμὸν οὐ φαύλως φέρω. |898 παῖδά μου κατακτενοῦσι σοῖς δολώσαντες γάμοις. |899 μέμφομαι κἀγὼ πόσει σῷ, κοὐχ ἁπλῶς οὕτω φέρω. |900 οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ, |901 θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι; |902 ἢ τίνος σπουδαστέον μοι μᾶλλον ἢ τέκνου πέρι; |903 ἀλλʼ ἄμυνον, ὦ θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ |904 τῇ τε λεχθείσῃ δάμαρτι σῇ — μάτην μέν, ἀλλʼ ὅμως. |905 σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην, |906 νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται, |907 ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης, |908 ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις. |909 πρὸς γενειάδος σε, πρός σε δεξιᾶς, πρὸς μητέρος — |910 ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, ᾧ σʼ ἀμυναθεῖν χρεών — |911 οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον ἢ τὸ σὸν γόνυ· |912 οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις, |913 ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴ |914 ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ— |915 χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου |916 χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα. [dialogue] |917 δεινὸν τὸ τίκτειν καὶ φέρει φίλτρον μέγα |918 πᾶσίν τε κοινὸν ὥσθʼ ὑπερκάμνειν τέκνων. |919 ὑψηλόφρων μοι θυμὸς αἴρεται πρόσω· |920 ἐπίσταμαι δὲ τοῖς κακοῖσί τʼ ἀσχαλᾶν |921 μετρίως τε χαίρειν τοῖσιν ἐξωγκωμένοις. |922 λελογισμένοι γὰρ οἱ τοιοίδʼ εἰσὶν βροτῶν |923 ὀρθῶς διαζῆν τὸν βίον γνώμης μέτα. |924 ἔστιν μὲν οὖν ἵνʼ ἡδὺ μὴ λίαν φρονεῖν, |925 ἔστιν δὲ χὥπου χρήσιμον γνώμην ἔχειν. |926 ἐγὼ δʼ, ἐν ἀνδρὸς εὐσεβεστάτου τραφεὶς |927 Χείρωνος, ἔμαθον τοὺς τρόπους ἁπλοῦς ἔχειν. |928 καὶ τοῖς Ἀτρείδαις, ἢν μὲν ἡγῶνται καλῶς, |929 πεισόμεθʼ, ὅταν δὲ μὴ καλῶς, οὐ πείσομαι. |930 ἀλλʼ ἐνθάδʼ ἐν Τροίᾳ τʼ ἐλευθέραν φύσιν |931 παρέχων, Ἄρη τὸ κατʼ ἐμὲ κοσμήσω δορί. |932 σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων, |933 ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν, |934 τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ, |935 κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται, |936 ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς |937 ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας. |938 τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο, |939 τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιον |940 πόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν, |941 εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους |942 ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος, |943 θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη. |944 ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ, |945 ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν, |946 ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς, |947 εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει. |948 μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένον |949 Νηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο, |950 οὐχ ἅψεται σῆς θυγατρὸς Ἀγαμέμνων ἄναξ, |951 οὐδʼ εἰς ἄκραν χεῖρʼ, ὥστε προσβαλεῖν πέπλοις· |952 ἢ Σίπυλος ἔσται πόλις, ὅρισμα βαρβάρων, |953 ὅθεν πεφύκασʼ οἱ στρατηλάται γένος, |954 Φθίας δὲ τοὔνομʼ οὐδαμοῦ κεκλήσεται. |955 πικροὺς δὲ προχύτας χέρνιβάς τʼ ἀνάξεται |956 Κάλχας ὁ μάντις. τίς δὲ μάντις ἔστʼ ἀνήρ, |957 ὃς ὀλίγʼ ἀληθῆ, πολλὰ δὲ ψευδῆ λέγει |958 τυχών, ὅταν δὲ μὴ τύχῃ, διοίχεται; |959 οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραι |960 θηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε· |961 ἀλλʼ ὕβριν ἐς ἡμᾶς ὕβρισʼ Ἀγαμέμνων ἄναξ. |962 χρῆν δʼ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομʼ ἐμοῦ πάρα, |963 θήραμα παιδός· ἡ Κλυταιμήστρα δʼ ἐμοὶ |964 μάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει. |965 ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον |966 ἐν τῷδʼ ἔκαμνε νόστος· οὐκ ἠρνούμεθʼ ἂν |967 τὸ κοινὸν αὔξειν ὧν μέτʼ ἐστρατευόμην. |968 νῦν δʼ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις |969 ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς. |970 τάχʼ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας |971 ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ, |972 εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται. |973 ἀλλʼ ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι |974 μέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι. |975 ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξια |976 καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ. |977 φεῦ· |977a πῶς ἄν σʼ ἐπαινέσαιμι μὴ λίαν λόγοις, |978 μηδʼ ἐνδεὴς τοῦδʼ ἀπολέσαιμι τὴν χάριν; |979 αἰνούμενοι γὰρ οἱ ἀγαθοὶ τρόπον τινὰ |980 μισοῦσι τοὺς αἰνοῦντας, ἢν αἰνῶσʼ ἄγαν. |981 αἰσχύνομαι δὲ παραφέρουσʼ οἰκτροὺς λόγους, |982 ἰδίᾳ νοσοῦσα· σὺ δʼ ἄνοσος κακῶν ἐμῶν. |983 ἀλλʼ οὖν ἔχει τοι σχῆμα, κἂν ἄπωθεν ᾖ |984 ἀνὴρ ὁ χρηστός, δυστυχοῦντας ὠφελεῖν. |985 οἴκτιρε δʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν· |986 ἣ πρῶτα μέν σε γαμβρὸν οἰηθεῖσʼ ἔχειν, |987 κενὴν κατέσχον ἐλπίδʼ· εἶτά σοι τάχα |988 ὄρνις γένοιτʼ ἂν τοῖσι μέλλουσιν γάμοις |989 θανοῦσʼ ἐμὴ παῖς, ὅ σε φυλάξασθαι χρεών. |990 ἀλλʼ εὖ μὲν ἀρχὰς εἶπας, εὖ δὲ καὶ τέλη· |991 σοῦ γὰρ θέλοντος παῖς ἐμὴ σωθήσεται. |992 βούλῃ νιν ἱκέτιν σὸν περιπτύξαι γόνυ; |993 ἀπαρθένευτα μὲν τάδʼ· εἰ δέ σοι δοκεῖ, |994 ἥξει, διʼ αἰδοῦς ὄμμʼ ἔχουσʼ ἐλεύθερον. |995 εἰ δʼ οὐ παρούσης ταὐτὰ τεύξομαι σέθεν, |996 μενέτω κατʼ οἴκους· σεμνὰ γὰρ σεμνύνεται. |997 ὅμως δʼ ὅσον γε δυνατὸν αἰδεῖσθαι χρεών. |998 σὺ μήτε σὴν παῖδʼ ἔξαγʼ ὄψιν εἰς ἐμήν, |999 μήτʼ εἰς ὄνειδος ἀμαθὲς ἔλθωμεν, γύναι· |1000 στρατὸς γὰρ ἀθρόος, ἀργὸς ὢν τῶν οἴκοθεν, |1001 λέσχας πονηρὰς καὶ κακοστόμους φιλεῖ. |1002 πάντως δέ μʼ ἱκετεύοντέ θʼ ἥξετʼ εἰς ἴσον, |1003 εἴ τʼ ἀνικέτευτος· εἷς ἐμοὶ γάρ ἐστʼ ἀγὼν |1004 μέγιστος ὑμᾶς ἐξαπαλλάξαι κακῶν. |1005 ὡς ἕν γʼ ἀκούσασʼ ἴσθι, μὴ ψευδῶς μʼ ἐρεῖν· |1006 ψευδῆ λέγων δὲ καὶ μάτην ἐγκερτομῶν, |1007 θάνοιμι· μὴ θάνοιμι δʼ, ἢν σῴσω κόρην. |1008 ὄναιο συνεχῶς δυστυχοῦντας ὠφελῶν. |1009 ἄκουε δή νυν, ἵνα τὸ πρᾶγμʼ ἔχῃ καλῶς. |1010 τί τοῦτʼ ἔλεξας; ὡς ἀκουστέον γέ σου. |1011 πειθώμεθʼ αὖτις πατέρα βέλτιον φρονεῖν. |1012 κακός τίς ἐστι καὶ λίαν ταρβεῖ στρατόν. |1013 ἀλλʼ οἱ λόγοι γε καταπαλαίουσιν λόγους. |1014 ψυχρὰ μὲν ἐλπίς· ὅ τι δὲ χρή με δρᾶν φράσον. |1015 ἱκέτευʼ ἐκεῖνον πρῶτα μὴ κτείνειν τέκνα· |1016 ἢν δʼ ἀντιβαίνῃ, πρὸς ἐμέ σοι πορευτέον. |1017 ᾗ γὰρ τὸ χρῇζον ἐπίθετʼ, οὐ τοὐμὸν χρεὼν |1018 χωρεῖν· ἔχει γὰρ αὐτὸ τὴν σωτηρίαν. |1019 κἀγώ τʼ ἀμείνων πρὸς φίλον γενήσομαι, |1020 στρατός τʼ ἂν οὐ μέμψαιτό μʼ, εἰ τὰ πράγματα |1021 λελογισμένως πράσσοιμι μᾶλλον ἢ σθένει. |1022 καλῶς δὲ κρανθέντων καὶ πρὸς ἡδονὴν φίλοις |1023 σοί τʼ ἂν γένοιτο κἂν ἐμοῦ χωρὶς τάδε. |1024 ὡς σώφρονʼ εἶπας. δραστέον δʼ ἅ σοι δοκεῖ. |1025 ἢν δʼ αὖ τι μὴ πράσσωμεν ὧν ἐγὼ θέλω, |1026 ποῦ σʼ αὖθις ὀψόμεσθα, ποῦ; χρή μʼ ἀθλίαν |1027 ἐλθοῦσαν εὑρεῖν σὴν χέρʼ ἐπίκουρον κακῶν; |1028 ἡμεῖς σε φύλακες οὗ χρεὼν φυλάξομεν, |1029 μή τίς σʼ ἴδῃ στείχουσαν ἐπτοημένην |1030 Δαναῶν διʼ ὄχλου· μηδὲ πατρῷον δόμον |1031 αἴσχυνʼ· ὁ γάρ τοι Τυνδάρεως οὐκ ἄξιος |1032 κακῶς ἀκούειν· ἐν γὰρ Ἕλλησιν μέγας. |1033 ἔστιν τάδʼ· ἄρχε· σοί με δουλεύειν χρεών. |1034 εἰ δʼ εἰσὶ θεοί, δίκαιος ὢν ἀνὴρ θεῶν |1035 ἐσθλῶν κυρήσεις· εἰ δὲ μή, τί δεῖ πονεῖν; [choral] [strophe 1] |1036 τίνʼ ἄρʼ Ὑμέναιος διὰ λωτοῦ Λίβυος |1037 μετά τε φιλοχόρου κιθάρας |1038 συρίγγων θʼ ὑπὸ καλαμοεσ- |1039 σᾶν ἔστασεν ἰαχάν, |1040 ὅτʼ ἀνὰ Πήλιον αἱ καλλιπλόκαμοι |1041 δαιτὶ θεῶν ἔνι Πιερίδες |1042 χρυσεοσάνδαλον ἴχνος |1043 ἐν γᾷ κρούουσαι |1044 Πηλέως ἐς γάμον ἦλθον, |1045 μελῳδοῖς Θέτιν ἀχήμασι τόν τʼ Αἰακίδαν, |1046 Κενταύρων ἐν ὄρεσι κλέουσαι |1047 Πηλιάδα καθʼ ὕλαν. |1049 ὁ δὲ Δαρδανίδας, Διὸς |1050 λέκτρων τρύφημα φίλον, |1051 χρυσέοισιν ἄφυσσε λοιβὰν |1052 ἐν κρατήρων γυάλοις, |1053 ὁ Φρύγιος Γανυμήδης. |1054 παρὰ δὲ λευκοφαῆ ψάμαθον |1055 εἱλισσόμεναι κύκλια |1056 πεντήκοντα κόραι γάμους |1057 Νηρέως ἐχόρευσαν. [antistrophe 1] |1058 ἀνὰ δʼ ἐλάταισι στεφανώδει τε χλόᾳ |1059 θίασος ἔμολεν ἱπποβάτας |1060 Κενταύρων ἐπὶ δαῖτα τὰν |1061 θεῶν κρατῆρά τε Βάκχου. |1062 μέγα δʼ ἀνέκλαγον· Ὦ Νηρηὶ κόρα, |1063 παῖδα σὲ Θεσσαλίᾳ μέγα φῶς |1064 μάντις ὁ φοιβάδα μοῦσαν |1065 εἰδὼς γεννάσειν |1066 Χείρων ἐξονόμαζεν, |1068 ὃς ἥξει χθόνα λογχήρεσι σὺν Μυρμιδόνων |1069 ἀσπισταῖς Πριάμοιο κλεινὰν |1070 γαῖαν ἐκπυρώσων, |1071 περὶ σώματι χρυσέων |1072 ὅπλων Ἡφαιστοπόνων |1073 κεκορυθμένος ἔνδυτʼ, ἐκ θεᾶς |1074 ματρὸς δωρήματʼ ἔχων |1075 Θέτιδος, ἅ νιν ἔτικτεν. |1076 μακάριον τότε δαίμονες |1077 τᾶς εὐπάτριδος γάμον |1078 Νηρῄδων ἔθεσαν πρώτας |1079 Πηλέως θʼ ὑμεναίους. [epode] |1080 —σὲ δʼ ἐπὶ κάρα στέψουσι καλλικόμαν |1081 πλόκαμον Ἀργεῖοι, βαλιὰν |1082 ὥστε πετραίων ἀπʼ ἄντρων |1082a ἐλθοῦσαν ὀρέων |1083 μόσχον ἀκήρατον, βρότειον |1084 αἱμάσσοντες λαιμόν· |1085 οὐ σύριγγι τραφεῖσαν οὐδʼ |1086 ἐν ῥοιβδήσεσι βουκόλων, |1087 παρὰ δὲ ματέρι νυμφοκόμον |1088 Ἰναχίδαις γάμον. |1089 ποῦ τὸ τᾶς Αἰδοῦς |1090 ἢ τὸ τᾶς Ἀρετᾶς ἔχει |1091 σθένειν τι πρόσωπον, |1092 ὁπότε τὸ μὲν ἄσεπτον ἔχει |1093 δύνασιν, ἁ δʼ Ἀρετὰ κατόπι- |1094 σθεν θνατοῖς ἀμελεῖται, |1095 Ἀνομία δὲ νόμων κρατεῖ, |1096 καὶ μὴ κοινὸς ἀγὼν βροτοῖς |1097 μή τις θεῶν φθόνος ἔλθῃ; [episode] |1098 ἐξῆλθον οἴκων προσκοπουμένη πόσιν, |1099 χρόνιον ἀπόντα κἀκλελοιπότα στέγας. |1100 ἐν δακρύοισι δʼ ἡ τάλαινα παῖς ἐμή, |1101 πολλὰς ἱεῖσα μεταβολὰς ὀδυρμάτων, |1102 θάνατον ἀκούσασʼ, ὃν πατὴρ βουλεύεται. |1103 μνήμην δʼ ἄρʼ εἶχον πλησίον βεβηκότος |1104 Ἀγαμέμνονος τοῦδʼ, ὃς ἐπὶ τοῖς αὑτοῦ τέκνοις |1105 ἀνόσια πράσσων αὐτίχʼ εὑρεθήσεται. |1106 Λήδας γένεθλον, ἐν καλῷ σʼ ἔξω δόμων |1107 ηὕρηχʼ, ἵνʼ εἴπω παρθένου χωρὶς λόγους |1108 οὓς οὐκ ἀκούειν τὰς γαμουμένας πρέπει. |1109 τί δʼ ἔστιν, οὗ σοι καιρὸς ἀντιλάζυται; |1110 ἔκπεμπε παῖδα δωμάτων πατρὸς μέτα· |1111 ὡς χέρνιβες πάρεισιν εὐτρεπισμέναι, |1112 προχύται τε βάλλειν πῦρ καθάρσιον χεροῖν, |1113 μόσχοι τε, πρὸ γάμων ἃς θεᾷ πεσεῖν χρεών. |1114 Ἀρτέμιδι, μέλανος αἵματος φυσήματα. |1115 τοῖς ὀνόμασιν μὲν εὖ λέγεις, τὰ δʼ ἔργα σου |1116 οὐκ οἶδʼ ὅπως χρή μʼ ὀνομάσασαν εὖ λέγειν. |1117 χώρει δέ, θύγατερ, ἐκτός — οἶσθα γὰρ πατρὸς |1118 πάντως ἃ μέλλει — χὑπὸ τοῖς πέπλοις ἄγε |1119 λαβοῦσʼ Ὀρέστην, σὸν κασίγνητον, τέκνον. |1120 ἰδοὺ πάρεστιν ἥδε πειθαρχοῦσά σοι. |1121 τὰ δʼ ἄλλʼ ἐγὼ πρὸ τῆσδε κἀμαυτῆς φράσω. |1122 τέκνον, τί κλαίεις, οὐδʼ ἔθʼ ἡδέως ὁρᾷς, |1123 ἐς γῆν δʼ ἐρείσασʼ ὄμμα πρόσθʼ ἔχεις πέπλους; |1124 φεῦ· |1124a τίνʼ ἂν λάβοιμι τῶν ἐμῶν ἀρχὴν κακῶν; |1125 ἅπασι γὰρ πρώτοισι χρήσασθαι πάρα |1126 κἀν ὑστάτοισι κἀν μέσοισι πανταχοῦ. |1127 τί δʼ ἔστιν; ὥς μοι πάντες εἰς ἓν ἥκετε, |1128 σύγχυσιν ἔχοντες καὶ ταραγμὸν ὀμμάτων. |1129 εἴφʼ ἃν ἐρωτήσω σε γενναίως, πόσι. |1130 οὐδὲν κελευσμοῦ δεῖ σʼ· ἐρωτᾶσθαι θέλω. |1131 τὴν παῖδα τὴν σὴν τήν τʼ ἐμὴν μέλλεις κτενεῖν; |1132 ἔα· |1132a τλήμονά γʼ ἔλεξας, ὑπονοεῖς θʼ ἃ μή σε χρή. |1133 ἔχʼ ἥσυχος. |1133a κἀκεῖνό μοι τὸ πρῶτον ἀπόκριναι πάλιν. |1134 σὺ δʼ, ἤν γʼ ἐρωτᾷς εἰκότʼ, εἰκότʼ ἂν κλύοις. |1135 οὐκ ἄλλʼ ἐρωτῶ, καὶ σὺ μὴ λέγʼ ἄλλα μοι. |1136 ὦ πότνια μοῖρα καὶ τύχη δαίμων τʼ ἐμός. |1137 κἀμός γε καὶ τῆσδʼ, εἷς τριῶν δυσδαιμόνων. |1138 τίνʼ ἠδίκησαι; |1138b τοῦτʼ ἐμοῦ πεύθῃ πάρα; |1139 ὁ νοῦς ὅδʼ αὐτὸς νοῦν ἔχων οὐ τυγχάνει. |1140 ἀπωλόμεσθα. προδέδοται τὰ κρυπτά μου. |1141 πάντʼ οἶδα, καὶ πεπύσμεθʼ ἃ σὺ μέλλεις με δρᾶν· |1142 αὐτὸ δὲ τὸ σιγᾶν ὁμολογοῦντός ἐστί σου |1143 καὶ τὸ στενάζειν· πολλὰ μὴ κάμῃς λέγων. |1144 ἰδοὺ σιωπῶ· τὸ γὰρ ἀναίσχυντον τί δεῖ |1145 ψευδῆ λέγοντα προσλαβεῖν τῇ συμφορᾷ; |1146 ἄκουε δή νυν· ἀνακαλύψω γὰρ λόγους, |1147 κοὐκέτι παρῳδοῖς χρησόμεσθʼ αἰνίγμασιν. |1148 πρῶτον μέν, ἵνα σοι πρῶτα τοῦτʼ ὀνειδίσω, |1149 ἔγημας ἄκουσάν με κἄλαβες βίᾳ, |1150 τὸν πρόσθεν ἄνδρα Τάνταλον κατακτανών· |1151 βρέφος τε τοὐμὸν σῷ προσούδισας πάλῳ, |1152 μαστῶν βιαίως τῶν ἐμῶν ἀποσπάσας. |1153 καὶ τὼ Διός σε παῖδʼ, ἐμὼ δὲ συγγόνω, |1154 ἵπποισι μαρμαίροντʼ ἐπεστρατευσάτην· |1155 πατὴρ δὲ πρέσβυς Τυνδάρεώς σʼ ἐρρύσατο |1156 ἱκέτην γενόμενον, τἀμὰ δʼ ἔσχες αὖ λέχη. |1157 οὗ σοι καταλλαχθεῖσα περὶ σὲ καὶ δόμους |1158 συμμαρτυρήσεις ὡς ἄμεμπτος ἦ γυνή, |1159 ἔς τʼ Ἀφροδίτην σωφρονοῦσα καὶ τὸ σὸν |1160 μέλαθρον αὔξουσʼ, ὥστε σʼ εἰσιόντα τε |1161 χαίρειν θύραζέ τʼ ἐξιόντʼ εὐδαιμονεῖν. |1162 σπάνιον δὲ θήρευμʼ ἀνδρὶ τοιαύτην λαβεῖν |1163 δάμαρτα· φλαύραν δʼ οὐ σπάνις γυναῖκʼ ἔχειν. |1164 τίκτω δʼ ἐπὶ τρισὶ παρθένοισι παῖδά σοι |1165 τόνδʼ, ὧν μιᾶς σὺ τλημόνως μʼ ἀποστερεῖς. |1166 κἄν τίς σʼ ἔρηται τίνος ἕκατί νιν κτενεῖς, |1167 λέξον, τί φήσεις; ἢ ʼμὲ χρὴ λέγειν τὰ σά; |1168 Ἑλένην Μενέλεως ἵνα λάβῃ. καλὸν γένος, |1169 κακῆς γυναικὸς μισθὸν ἀποτεῖσαι τέκνα. |1170 τἄχθιστα τοῖσι φιλτάτοις ὠνούμεθα. |1171 ἄγʼ, εἰ στρατεύσῃ καταλιπών μʼ ἐν δώμασιν, |1172 κἀκεῖ γενήσῃ διὰ μακρᾶς ἀπουσίας, |1173 τίνʼ ἐν δόμοις με καρδίαν ἕξειν δοκεῖς; |1174 ὅταν θρόνους τῆσδʼ εἰσίδω πάντας κενούς, |1175 κενοὺς δὲ παρθενῶνας, ἐπὶ δὲ δακρύοις |1176 μόνη κάθωμαι, τήνδε θρηνῳδοῦσʼ ἀεί· |1177 Ἀπώλεσέν σʼ, ὦ τέκνον, ὁ φυτεύσας πατήρ, |1178 αὐτὸς κτανών, οὐκ ἄλλος οὐδʼ ἄλλῃ χερί, |1179 τοιόνδε νόστον καταλιπὼν πρὸς τοὺς δόμους. |1180 ἐπεὶ βραχείας προφάσεως ἔδει μόνον, |1181 ἐφʼ ᾗ σʼ ἐγὼ καὶ παῖδες αἱ λελειμμέναι |1182 δεξόμεθα δέξιν ἥν σε δέξασθαι χρεών. |1183 μὴ δῆτα πρὸς θεῶν μήτʼ ἀναγκάσῃς ἐμὲ |1184 κακὴν γενέσθαι περὶ σέ, μήτʼ αὐτὸς γένῃ. |1185 εἶἑν· |1185a θύσεις δὲ παῖδʼ, ἔνθα τίνας εὐχὰς ἐρεῖς; |1186 τί σοι κατεύξῃ τἀγαθόν, σφάζων τέκνον; |1187 νόστον πονηρόν, οἴκοθέν γʼ αἰσχρῶς ἰών; |1188 ἀλλʼ ἐμὲ δίκαιον ἀγαθὸν εὔχεσθαί τί σοι; |1189 οὔ τἄρʼ ἀσυνέτους τοὺς θεοὺς ἡγοίμεθʼ ἄν, |1190 εἰ τοῖσιν αὐθένταισιν εὖ φρονήσομεν; |1191 ἥκων δʼ ἂν Ἄργος προσπέσοις τέκνοισι σοῖς; |1192 ἀλλʼ οὐ θέμις σοι. τίς δὲ καὶ προσβλέψεται |1193 παίδων σʼ, ἵνʼ αὐτῶν προσέμενος κτάνῃς τινά; |1194 ταῦτʼ ἦλθες ἤδη διὰ λόγων, ἢ σκῆπτρά σοι |1195 μόνον διαφέρειν καὶ στρατηλατεῖν μέλει; |1196 ὃν χρῆν δίκαιον λόγον ἐν Ἀργείοις λέγειν· |1197 Βούλεσθʼ, Ἀχαιοί, πλεῖν Φρυγῶν ἐπὶ χθόνα; |1198 κλῆρον τίθεσθε παῖδʼ ὅτου θανεῖν χρεών. |1199 ἐν ἴσῳ γὰρ ἦν τόδʼ, ἀλλὰ μὴ σὲ ἐξαίρετον |1200 σφάγιον παρασχεῖν Δαναΐδαισι παῖδα σήν, |1201 ἢ Μενέλεων πρὸ μητρὸς Ἑρμιόνην κτανεῖν, |1202 οὗπερ τὸ πρᾶγμʼ ἦν. νῦν δʼ ἐγὼ μὲν ἡ τὸ σὸν |1203 σῴζουσα λέκτρον παιδὸς ἐστερήσομαι, |1204 ἡ δʼ ἐξαμαρτοῦσʼ, ὑπότροφον νεάνιδα |1205 Σπάρτῃ κομίζουσʼ, εὐτυχὴς γενήσεται. |1206 τούτων ἄμειψαί μʼ εἴ τι μὴ καλῶς λέγω· |1207 εἰ δʼ εὖ λέλεκται, νῶι μὴ δή γε κτάνῃς |1208 τὴν σήν τε κἀμὴν παῖδα, καὶ σώφρων ἔσῃ. |1209 πιθοῦ. τὸ γάρ τοι τέκνα συνσῴζειν καλόν, |1210 Ἀγάμεμνον· οὐδεὶς πρὸς τάδʼ ἀντερεῖ βροτῶν. |1211 εἰ μὲν τὸν Ὀρφέως εἶχον, ὦ πάτερ, λόγον, |1212 πείθειν ἐπᾴδουσʼ, ὥσθʼ ὁμαρτεῖν μοι πέτρας, |1213 κηλεῖν τε τοῖς λόγοισιν οὓς ἐβουλόμην, |1214 ἐνταῦθʼ ἂν ἦλθον· νῦν δέ, τἀπʼ ἐμοῦ σοφά, |1215 δάκρυα παρέξω· ταῦτα γὰρ δυναίμεθʼ ἄν. |1216 ἱκετηρίαν δὲ γόνασιν ἐξάπτω σέθεν |1217 τὸ σῶμα τοὐμόν, ὅπερ ἔτικτεν ἥδε σοι, |1218 μή μʼ ἀπολέσῃς ἄωρον· ἡδὺ γὰρ τὸ φῶς |1219 βλέπειν· τὰ δʼ ὑπὸ γῆς μή μʼ ἰδεῖν ἀναγκάσῃς. |1220 πρώτη σʼ ἐκάλεσα πατέρα καὶ σὺ παῖδʼ ἐμέ· |1221 πρώτη δὲ γόνασι σοῖσι σῶμα δοῦσʼ ἐμὸν |1222 φίλας χάριτας ἔδωκα κἀντεδεξάμην. |1223 λόγος δʼ ὁ μὲν σὸς ἦν ὅδʼ· Ἆρά σʼ, ὦ τέκνον, |1224 εὐδαίμονʼ ἀνδρὸς ἐν δόμοισιν ὄψομαι, |1225 ζῶσάν τε καὶ θάλλουσαν ἀξίως ἐμοῦ; |1226 οὑμὸς δʼ ὅδʼ ἦν αὖ περὶ σὸν ἐξαρτωμένης |1227 γένειον, οὗ νῦν ἀντιλάζυμαι χερί· |1228 Τί δʼ ἆρʼ ἐγὼ σέ; πρέσβυν ἆρʼ ἐσδέξομαι |1229 ἐμῶν φίλαισιν ὑποδοχαῖς δόμων, πάτερ, |1230 πόνων τιθηνοὺς ἀποδιδοῦσά σοι τροφάς; |1231 τούτων ἐγὼ μὲν τῶν λόγων μνήμην ἔχω, |1232 σὺ δʼ ἐπιλέλησαι, καί μʼ ἀποκτεῖναι θέλεις. |1233 μή, πρός σε Πέλοπος καὶ πρὸς Ἀτρέως πατρὸς |1234 καὶ τῆσδε μητρός, ἣ πρὶν ὠδίνουσʼ ἐμὲ |1235 νῦν δευτέραν ὠδῖνα τήνδε λαμβάνει. |1236 τί μοι μέτεστι τῶν Ἀλεξάνδρου γάμων |1237 Ἑλένης τε; πόθεν ἦλθʼ ἐπʼ ὀλέθρῳ τὠμῷ, πάτερ; |1238 βλέψον πρὸς ἡμᾶς, ὄμμα δὸς φίλημά τε, |1239 ἵνʼ ἀλλὰ τοῦτο κατθανοῦσʼ ἔχω σέθεν |1240 μνημεῖον, ἢν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις. |1241 ἀδελφέ, μικρὸς μὲν σύ γʼ ἐπίκουρος φίλοις, |1242 ὅμως δὲ συνδάκρυσον, ἱκέτευσον πατρὸς |1243 τὴν σὴν ἀδελφὴν μὴ θανεῖν· αἴσθημά τοι |1244 κἀν νηπίοις γε τῶν κακῶν ἐγγίγνεται. |1245 ἰδοὺ σιωπῶν λίσσεταί σʼ ὅδʼ, ὦ πάτερ. |1246 ἀλλʼ αἴδεσαί με καὶ κατοίκτιρον βίου. |1247 ναί, πρὸς γενείου σʼ ἀντόμεσθα δύο φίλω· |1248 ὃ μὲν νεοσσός ἐστιν, ἣ δʼ ηὐξημένη. |1249 ἓν συντεμοῦσα πάντα νικήσω λόγον· |1250 τὸ φῶς τόδʼ ἀνθρώποισιν ἥδιστον βλέπειν, |1251 τὰ νέρθε δʼ οὐδέν· μαίνεται δʼ ὃς εὔχεται |1252 θανεῖν. κακῶς ζῆν κρεῖσσον ἢ καλῶς θανεῖν. |1253 ὦ τλῆμον Ἑλένη, διὰ σὲ καὶ τοὺς σοὺς γάμους |1254 ἀγὼν Ἀτρείδαις καὶ τέκνοις ἥκει μέγας. |1255 ἐγὼ τά τʼ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή, |1256 φιλῶ τʼ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν. |1257 δεινῶς δʼ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι, |1258 δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ. |1259 ὁρᾶθʼ ὅσον στράτευμα ναύφρακτον τόδε, |1260 χαλκέων θʼ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι, |1261 οἷς νόστος οὐκ ἔστʼ Ἰλίου πύργους ἔπι, |1262 εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει, |1263 οὐδʼ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον. |1264 μέμηνε δʼ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ |1265 πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα, |1266 παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν· |1267 οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου |1268 ὑμᾶς τε κἀμέ, θέσφατʼ εἰ λύσω θεᾶς. |1269 οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον, |1270 οὐδʼ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα, |1271 ἀλλʼ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω, |1272 θῦσαί σε· τούτου δʼ ἥσσονες καθέσταμεν. |1273 ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον, |1274 κἀμοὶ γενέσθαι, μηδὲ βαρβάροις ὕπο |1275 Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ. [choral] [lyric] |1276 ὦ τέκνον, ὦ ξέναι, |1277 οἲ ʼγὼ θανάτου τοῦ σοῦ μελέα. |1278 φεύγει σε πατὴρ Ἅιδῃ παραδούς. |1279 οἲ ʼγώ, μᾶτερ· ταὐτὸν τόδε γὰρ |1280 μέλος εἰς ἄμφω πέπτωκε τύχης, |1281 κοὐκέτι μοι φῶς |1282 οὐδʼ ἀελίου τόδε φέγγος. |1283 ἰὼ ἰώ. |1284 νιφόβολον Φρυγῶν νάπος Ἴδας τʼ ὄρεα, |1285 Πρίαμος ὅθι ποτὲ βρέφος ἁπαλὸν ἔβαλε |1286 ματέρος ἀποπρὸ νοσφίσας ἐπὶ μόρῳ |1289 θανατόεντι Πάριν, ὃς Ἰδαῖος Ἰ- |1290 δαῖος ἐλέγετʼ ἐλέγετʼ ἐν Φρυγῶν πόλει, |1291 μή ποτʼ ὤφελες τὸν ἀμφὶ |1292 βουσὶ βουκόλον τραφέντʼ |1293 Ἀλέξανδρον οἰκίσαι |1294 ἀμφὶ τὸ λευκὸν ὕδωρ, ὅθι κρῆναι |1295 Νυμφᾶν κεῖνται |1296 λειμών τʼ ἔρνεσι θάλλων |1297 χλωροῖς καὶ ῥοδόεντʼ |1299 ἄνθεʼ ὑακίνθινά τε θεαῖς δρέπειν· ἔνθα ποτὲ |1300 Παλλὰς ἔμολε καὶ δολιόφρων Κύπρις |1302 Ἥρα θʼ Ἑρμᾶς θʼ, ὁ Διὸς ἄγγελος, |1304 ἃ μὲν ἐπὶ πόθῳ τρυφῶσα |1305 Κύπρις, ἃ δὲ δορὶ Παλλάς, |1306 Ἥρα τε Διὸς ἄνακτος |1307 εὐναῖσι βασιλίσιν, |1308 κρίσιν ἐπὶ στυγνὰν ἔριν τε |1309 καλλονᾶς, ἐμοὶ δὲ θάνατον — |1310 ὄνομα μὲν φέροντα Δαναΐ- |1310a δαισιν, ὦ κόραι, πρόθυμα δʼ |1311 ἔλαβεν Ἄρτεμις πρὸς Ἴλιον. |1312 ὁ δὲ τεκών με τὰν τάλαιναν, |1313 ὦ μᾶτερ ὦ μᾶτερ, |1314 οἴχεται προδοὺς ἔρημον. |1315 ὦ δυστάλαινʼ ἐγώ, πικρὰν |1316 πικρὰν ἰδοῦσα δυσελέναν, |1317 φονεύομαι διόλλυμαι |1318 σφαγαῖσιν ἀνοσίοισιν ἀνοσίου πατρός. |1319 μή μοι ναῶν χαλκεμβολάδων |1320 πρύμνας ἅδʼ Αὐλὶς δέξασθαι |1321 τούσδʼ εἰς ὅρμους ἐς Τροίαν |1322 ὤφελεν ἐλάταν πομπαίαν, |1323 μηδʼ ἀνταίαν Εὐρίπῳ |1324 πνεῦσαι πομπὰν Ζεύς, μειλίσσων |1325 αὔραν ἄλλοις ἄλλαν θνατῶν |1326 λαίφεσι χαίρειν, |1327 τοῖσι δὲ λύπαν, τοῖσι δʼ ἀνάγκαν, |1328 τοῖς δʼ ἐξορμᾶν, τοῖς δὲ στέλλειν, |1329 τοῖσι δὲ μέλλειν. |1330 ἦ πολύμοχθον ἄρʼ ἦν γένος, ἦ πολύμοχθον |1331 ἁμερίων, τὸ χρεὼν δέ τι δύσποτμον |1332 ἀνδράσιν ἀνευρεῖν. |1333 ἰὼ ἰώ, |1334 μεγάλα πάθεα, μεγάλα δʼ ἄχεα |1335 Δαναΐδαις τιθεῖσα Τυνδαρὶς κόρα. [episode] |1336 ἐγὼ μὲν οἰκτίρω σε συμφορᾶς κακῆς |1337 τυχοῦσαν, οἵας μήποτʼ ὤφελες τυχεῖν. [trochees] |1338 ὦ τεκοῦσα μῆτερ, ἀνδρῶν ὄχλον εἰσορῶ πέλας. |1339 τόν τε τῆς θεᾶς παῖδα, τέκνον, ᾧ σὺ δεῦρʼ ἐλήλυθας. |1340 διαχαλᾶτέ μοι μέλαθρα, δμῶες, ὡς κρύψω δέμας. |1341 τί δὲ τέκνον, φεύγεις; |1341b Ἀχιλλέα τόνδʼ ἰδεῖν αἰσχύνομαι. |1342 ὡς τί δή; |1342b τὸ δυστυχές μοι τῶν γάμων αἰδῶ φέρει. |1343 οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα. |1344 ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα. |1345 ὦ γύναι τάλαινα, Λήδας θύγατερ— |1345b οὐ ψευδῆ θροεῖς. |1346 δείνʼ ἐν Ἀργείοις βοᾶται— |1346b τίνα βοήν; σήμαινέ μοι. |1347 ἀμφὶ σῆς παιδός— |1347b πονηρὸν εἶπας οἰωνὸν λόγον. |1348 ὡς χρεὼν σφάξαι νιν. |1348b οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει; |1349 ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον— |1349b τίνʼ, ὦ ξένε; |1350 σῶμα λευσθῆναι πέτροισι. |1350b μῶν κόρην σῴζων ἐμήν; |1351 αὐτὸ τοῦτο. |1351b τίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν; |1352 πάντες Ἕλληνες. |1352b στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν; |1353 πρῶτος ἦν ἐκεῖνος ἐχθρός. |1353b διʼ ἄρʼ ὀλώλαμεν, τέκνον. |1354 οἵ με τὸν γάμων ἀπεκάλουν ἥσσονα. |1354b ἀπεκρίνω δὲ τί; |1355 τὴν ἐμὴν μέλλουσαν εὐνὴν μὴ κτανεῖν— |1355b δίκαια γάρ. |1356 ἣν ἐφήμισεν πατήρ μοι. |1356b καὶ Ἀργόθεν γʼ ἐπέμψατο. |1357 ἀλλʼ ἐνικώμην κεκραγμοῦ. |1357b τὸ πολὺ γὰρ δεινὸν κακόν. |1358 ἀλλʼ ὅμως ἀρήξομέν σοι. |1358b καὶ μαχῇ πολλοῖσιν εἷς; |1359 εἰσορᾷς τεύχη φέροντας τούσδε; |1359b ὄναιο τῶν φρενῶν. |1360 ἀλλʼ ὀνησόμεσθα. |1360b παῖς ἄρʼ οὐκέτι σφαγήσεται; |1361 οὔκ, ἐμοῦ γʼ ἑκόντος. |1361b ἥξει δʼ ὅστις ἅψεται κόρης; |1362 μυρίοι γʼ, ἄξει δʼ Ὀδυσσεύς. |1362b ἆρʼ ὁ Σισύφου γόνος; |1363 αὐτὸς οὗτος. |1363b ἴδια πράσσων, ἢ στρατοῦ ταχθεὶς ὕπο; |1364 αἱρεθεὶς ἑκών. |1364b πονηράν γʼ αἵρεσιν, μιαιφονεῖν. |1365 ἀλλʼ ἐγὼ σχήσω νιν. |1365b ἄξει δʼ οὐχ ἑκοῦσαν ἁρπάσας; |1366 δηλαδὴ ξανθῆς ἐθείρας. |1366b ἐμὲ δὲ δρᾶν τί χρὴ τότε; |1367 ἀντέχου θυγατρός. |1367b ὡς τοῦδʼ εἵνεκʼ οὐ σφαγήσεται. |1368 ἀλλὰ μὴν ἐς τοῦτό γʼ ἥξει. |1368b μῆτερ, εἰσακούσατε |1369 τῶν ἐμῶν λόγων· μάτην γάρ σʼ εἰσορῶ θυμουμένην |1370 σῷ πόσει· τὰ δʼ ἀδύναθʼ ἡμῖν καρτερεῖν οὐ ῥᾴδιον. |1371 τὸν μὲν οὖν ξένον δίκαιον αἰνέσαι προθυμίας· |1372 ἀλλὰ καὶ σὲ τοῦθʼ ὁρᾶν χρή, μὴ διαβληθῇ στρατῷ, |1373 καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ. |1374 οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην· |1375 κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαι |1376 εὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές. |1377 δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω· |1378 εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει, |1379 κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ |1380 τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι, |1381 μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος, |1382 τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις. |1383 ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος, |1384 Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται. |1385 καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών· |1386 πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ. |1387 ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι, |1388 μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης, |1389 δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν, |1390 ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε; |1391 τί τὸ δίκαιον τοῦτό γε; ἆρʼ ἔχοιμʼ ἂν ἀντειπεῖν ἔπος; |1392 κἀπʼ ἐκεῖνʼ ἔλθωμεν· οὐ δεῖ τόνδε διὰ μάχης μολεῖν |1393 πᾶσιν Ἀργείοις γυναικὸς εἵνεκʼ οὐδὲ κατθανεῖν. |1394 εἷς γʼ ἀνὴρ κρείσσων γυναικῶν μυρίων ὁρᾶν φάος. |1395 εἰ βεβούληται δὲ σῶμα τοὐμὸν Ἄρτεμις λαβεῖν, |1396 ἐμποδὼν γενήσομαι ʼγὼ θνητὸς οὖσα τῇ θεῷ; |1397 ἀλλʼ ἀμήχανον· δίδωμι σῶμα τοὐμὸν Ἑλλάδι. |1398 θύετʼ, ἐκπορθεῖτε Τροίαν. ταῦτα γὰρ μνημεῖά μου |1399 διὰ μακροῦ, καὶ παῖδες οὗτοι καὶ γάμοι καὶ δόξʼ ἐμή. |1400 βαρβάρων δʼ Ἕλληνας ἄρχειν εἰκός, ἀλλʼ οὐ βαρβάρους, |1401 μῆτερ, Ἑλλήνων· τὸ μὲν γὰρ δοῦλον, οἳ δʼ ἐλεύθεροι. [dialogue] |1402 τὸ μὲν σόν, ὦ νεᾶνι, γενναίως ἔχει· |1403 τὸ τῆς τύχης δὲ καὶ τὸ τῆς θεοῦ νοσεῖ. |1404 Ἀγαμέμνονος παῖ, μακάριόν μέ τις θεῶν |1405 ἔμελλε θήσειν, εἰ τύχοιμι σῶν γάμων. |1406 ζηλῶ δὲ σοῦ μὲν Ἑλλάδʼ, Ἑλλάδος δὲ σέ. |1407 εὖ γὰρ τόδʼ εἶπας ἀξίως τε πατρίδος· |1408 τὸ θεομαχεῖν γὰρ ἀπολιποῦσʼ, ὅ σου κρατεῖ, |1409 ἐξελογίσω τὰ χρηστὰ τἀναγκαῖά τε. |1410 μᾶλλον δὲ λέκτρων σῶν πόθος μʼ ἐσέρχεται |1411 ἐς τὴν φύσιν βλέψαντα· γενναία γὰρ εἶ. |1412 ὅρα δʼ· ἐγὼ γὰρ βούλομαί σʼ εὐεργετεῖν |1413 λαβεῖν τʼ ἐς οἴκους· ἄχθομαί τʼ, ἴστω Θέτις, |1414 εἰ μή σε σώσω Δαναΐδαισι διὰ μάχης |1415 ἐλθών. ἄθρησον· ὁ θάνατος δεινὸν κακόν. |1416 λέγω τάδʼ οὐδὲν οὐδένʼ εὐλαβουμένη. |1417 ἡ Τυνδαρὶς παῖς διὰ τὸ σῶμʼ ἀρκεῖ μάχας |1418 ἀνδρῶν τιθεῖσα καὶ φόνους· σὺ δʼ, ὦ ξένε, |1419 μὴ θνῇσκε διʼ ἐμὲ μηδʼ ἀποκτείνῃς τινά, |1420 ἔα δὲ σῷσαί μʼ Ἑλλάδʼ, ἢν δυνώμεθα. |1421 ὦ λῆμʼ ἄριστον, οὐκ ἔχω πρὸς τοῦτʼ ἔτι |1422 λέγειν, ἐπεί σοι τάδε δοκεῖ· γενναῖα γὰρ |1423 φρονεῖς· τί γὰρ τἀληθὲς οὐκ εἴποι τις ἄν; |1424 ὅμως δʼ, ἴσως γὰρ κἂν μεταγνοίης τάδε, |1425 ὡς οὖν ἂν εἰδῇς τἀπʼ ἐμοῦ λελεγμένα, |1426 ἐλθὼν τάδʼ ὅπλα θήσομαι βωμοῦ πέλας, |1427 ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν. |1428 χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα, |1429 ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς. |1430 οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν· |1431 ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς |1432 καραδοκήσω σὴν ἐκεῖ παρουσίαν. |1433 μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας; |1434 ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα. |1435 παῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ. |1436 λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον. |1437 μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός, |1438 μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους. |1439 τί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε; |1440 οὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ. |1441 πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών; |1442 ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται. |1443 τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται. |1444 βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης. |1445 ἀλλʼ, ὦ τέκνον, σοὶ πείσομαι· λέγεις γὰρ εὖ. |1446 ὡς εὐτυχοῦσά γʼ Ἑλλάδος τʼ εὐεργέτις. |1447 τί δὴ κασιγνήταισιν ἀγγελῶ σέθεν; |1448 μηδʼ ἀμφὶ κείναις μέλανας ἐξάψῃ πέπλους. |1449 εἴπω δὲ παρὰ σοῦ φίλον ἔπος τι παρθένοις; |1450 χαίρειν γε. Ὀρέστην τʼ ἔκτρεφʼ ἄνδρα τόνδε μοι. |1451 προσέλκυσαί νιν ὕστατον θεωμένη. |1452 ὦ φίλτατʼ, ἐπεκούρησας ὅσον εἶχες φίλοις. |1453 ἔσθʼ ὅ τι κατʼ Ἄργος δρῶσά σοι χάριν φέρω; |1454 πατέρα τὸν ἀμὸν μὴ στύγει, πόσιν γε σόν. |1455 δεινοὺς ἀγῶνας διὰ σὲ δεῖ κεῖνον δραμεῖν. |1456 ἄκων μʼ ὑπὲρ γῆς Ἑλλάδος διώλεσεν. |1457 δόλῳ δʼ, ἀγεννῶς Ἀτρέως τʼ οὐκ ἀξίως. |1458 τίς μʼ εἶσιν ἄξων πρὶν σπαράσσεσθαι κόμης; |1459 ἐγώ, μετά γε σοῦ— |1459b μὴ σύ γʼ· οὐ καλῶς λέγεις. |1460 πέπλων ἐχομένη σῶν. |1460b ἐμοί, μῆτερ, πιθοῦ· |1461 μένʼ· ὡς ἐμοί τε σοί τε κάλλιον τόδε. |1462 πατρὸς δʼ ὀπαδῶν τῶνδέ τίς με πεμπέτω |1463 Ἀρτέμιδος ἐς λειμῶνʼ, ὅπου σφαγήσομαι. |1464 ὦ τέκνον, οἴχῃ; |1464b καὶ πάλιν γʼ οὐ μὴ μόλω. |1465 λιποῦσα μητέρα; |1465b ὡς ὁρᾷς γʼ, οὐκ ἀξίως. |1466 σχές, μή με προλίπῃς. |1466b οὐκ ἐῶ στάζειν δάκρυ. |1467 ὑμεῖς δʼ ἐπευφημήσατʼ, ὦ νεάνιδες, |1468 παιᾶνα τἠμῇ συμφορᾷ Διὸς κόρην |1469 Ἄρτεμιν· ἴτω δὲ Δαναΐδαις εὐφημία. |1470 κανᾶ δʼ ἐναρχέσθω τις, αἰθέσθω δὲ πῦρ |1471 προχύταις καθαρσίοισι, καὶ πατὴρ ἐμὸς |1472 ἐνδεξιούσθω βωμόν· ὡς σωτηρίαν |1473 Ἕλλησι δώσουσʼ ἔρχομαι νικηφόρον. [lyric] |1475 ἄγετέ με τὰν Ἰλίου |1476 καὶ Φρυγῶν ἑλέπτολιν. |1477 στέφεα περίβολα δίδοτε, φέρετε |1478 — πλόκαμος ὅδε καταστέφειν — |1479 χερνίβων τε παγάς. |1480 ἑλίσσετʼ ἀμφὶ ναὸν |1481 ἀμφὶ βωμὸν Ἄρτεμιν, |1482 τὰν ἄνασσαν Ἄρτεμιν, |1483 τὰν μάκαιραν· ὡς ἐμοῖσιν, εἰ χρεών, |1485 αἵμασι θύμασί τε |1486 θέσφατʼ ἐξαλείψω. |1487 ὦ πότνια πότνια μᾶτερ, οὐ δάκρυά γέ σοι |1489 δώσομεν ἁμέτερα· |1490 παρʼ ἱεροῖς γὰρ οὐ πρέπει. |1491 ἰὼ ἰὼ νεάνιδες, |1492 συνεπαείδετʼ Ἄρτεμιν |1493 Χαλκίδος ἀντίπορον, |1495 ἵνα τε δόρατα μέμονε δάϊʼ |1496 ὄνομα διʼ ἐμὸν τᾶσδʼ Αὐλίδος |1497 στενοπόροις ἐν ὅρμοις. |1498 ἰὼ γᾶ μᾶτερ ὦ Πελασγία, |1499 Μυκηναῖαί τʼ ἐμαὶ θεράπναι— [lyric] |1500 καλεῖς πόλισμα Περσέως, |1501 Κυκλωπίων πόνον χερῶν; |1502 ἐθρέψαθʼ Ἑλλάδι με φάος· |1503 θανοῦσα δʼ οὐκ ἀναίνομαι. |1504 κλέος γὰρ οὔ σε μὴ λίπῃ. |1505 ἰὼ ἰώ. |1506 λαμπαδοῦχος ἁμέρα |1507 Διός τε φέγγος, ἕτερον ἕτερον |1508 αἰῶνα καὶ μοῖραν οἰκήσομεν. |1509 χαῖρέ μοι, φίλον φάος. |1510 ἰὼ ἰώ. |1510a ἴδεσθε τὰν Ἰλίου |1511 καὶ Φρυγῶν ἑλέπτολιν |1512 στείχουσαν, ἐπὶ κάρα στέφη |1513 βαλουμέναν χερνίβων τε παγάς, |1514 βωμόν γε δαίμονος θεᾶς |1515 ῥανίσιν αἱματορρύτοις |1516 χρανοῦσαν εὐφυῆ τε σώματος δέρην |1517 σφαγεῖσαν. εὔδροσοι παγαὶ |1518 πατρῷαι μένουσι χέρνιβές τέ σε |1519 στρατός τʼ Ἀχαιῶν θέλων |1520 Ἰλίου πόλιν μολεῖν. |1521 ἀλλὰ τὰν Διὸς κόραν |1522 κλῄσωμεν Ἄρτεμιν, |1523 θεῶν ἄνασσαν, ὡς ἐπʼ εὐτυχεῖ πότμῳ. |1524 ὦ πότνια, πότνια, θύμασιν βροτησίοις |1525 χαρεῖσα, πέμψον ἐς Φρυγῶν |1526 γαῖαν Ἑλλάνων στρατὸν |1527 καὶ δολόεντα Τροίας ἕδη, |1528 Ἀγαμέμνονά τε λόγχαις |1529 Ἑλλάδι κλεινότατον στέφανον |1530 δὸς ἀμφὶ κάρα ἑὸν |1531 κλέος ἀείμνηστον ἀμφιθεῖναι. [dialogue] |1532 ὦ Τυνδαρεία παῖ, Κλυταιμήστρα, δόμων |1533 ἔξω πέρασον, ὡς κλύῃς ἐμῶν λόγων. |1534 φθογγῆς κλύουσα δεῦρο σῆς ἀφικόμην, |1535 ταρβοῦσα τλήμων κἀκπεπληγμένη φόβῳ· |1536 μή μοί τινʼ ἄλλην ξυμφορὰν ἥκεις φέρων |1537 πρὸς τῇ παρούσῃ; |1537b σῆς μὲν οὖν παιδὸς πέρι |1538 θαυμαστά σοι καὶ δεινὰ σημῆναι θέλω. |1539 μὴ μέλλε τοίνυν, ἀλλὰ φράζʼ ὅσον τάχος. |1540 ἀλλʼ, ὦ φίλη δέσποινα, πᾶν πεύσῃ σαφῶς. |1541 λέξω δʼ ἀπʼ ἀρχῆς, ἤν τι μὴ σφαλεῖσά μου |1542 γνώμη ταράξῃ γλῶσσαν ἐν λόγοις ἐμήν. |1543 ἐπεὶ γὰρ ἱκόμεσθα τῆς Διὸς κόρης |1544 Ἀρτέμιδος ἄλσος λείμακάς τʼ ἀνθεσφόρους, |1545 ἵνʼ ἦν Ἀχαιῶν σύλλογος στρατεύματος, |1546 σὴν παῖδʼ ἄγοντες, εὐθὺς Ἀργείων ὄχλος |1547 ἠθροίζεθʼ. ὡς δʼ ἐσεῖδεν Ἀγαμέμνων ἄναξ |1548 ἐπὶ σφαγὰς στείχουσαν εἰς ἄλσος κόρην, |1549 ἀνεστέναξε, κἄμπαλιν στρέψας κάρα |1550 δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς. |1551 ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον |1552 ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι· |1553 τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας |1554 καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ |1555 θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς |1556 ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε. |1557 καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρου |1558 δώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν. |1559 πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ· |1560 σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως. |1561 τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύων |1562 εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου. |1563 στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον, |1564 εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ· |1565 Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατον |1566 ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας |1567 κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης. |1568 ὁ παῖς δʼ ὁ Πηλέως ἐν κύκλῳ βωμὸν θεᾶς |1569 λαβὼν κανοῦν ἔβρεξε χέρνιβάς θʼ ὁμοῦ, |1570 ἔλεξε δʼ· Ὦ παῖ Ζηνός, ὦ θηροκτόνε, |1571 τὸ λαμπρὸν εἱλίσσουσʼ ἐν εὐφρόνῃ φάος, |1572 δέξαι τὸ θῦμα τόδʼ ὅ γέ σοι δωρούμεθα |1573 στρατός τʼ Ἀχαιῶν Ἀγαμέμνων ἄναξ θʼ ὁμοῦ, |1574 ἄχραντον αἷμα καλλιπαρθένου δέρης, |1575 καὶ δὸς γενέσθαι πλοῦν νεῶν ἀπήμονα |1576 Τροίας τε πέργαμʼ ἐξελεῖν ἡμᾶς δορί. |1577 ἐς γῆν δʼ Ἀτρεῖδαι πᾶς στρατός τʼ ἔστη βλέπων. |1578 ἱερεὺς δὲ φάσγανον λαβὼν ἐπεύξατο, |1579 λαιμόν τʼ ἐπεσκοπεῖθʼ, ἵνα πλήξειεν ἄν· |1580 ἐμοὶ δέ τʼ ἄλγος οὐ μικρὸν εἰσῄει φρενί, |1581 κἄστην νενευκώς· θαῦμα δʼ ἦν αἴφνης ὁρᾶν. |1582 πληγῆς κτύπον γὰρ πᾶς τις ᾔσθετʼ ἂν σαφῶς, |1583 τὴν παρθένον δʼ οὐκ εἶδεν οὗ γῆς εἰσέδυ. |1584 βοᾷ δʼ ἱερεύς, ἅπας δʼ ἐπήχησε στρατός, |1585 ἄελπτον εἰσιδόντες ἐκ θεῶν τινος |1586 φάσμʼ, οὗ γε μηδʼ ὁρωμένου πίστις παρῆν· |1587 ἔλαφος γὰρ ἀσπαίρουσʼ ἔκειτʼ ἐπὶ χθονὶ |1588 ἰδεῖν μεγίστη διαπρεπής τε τὴν θέαν, |1589 ἧς αἵματι βωμὸς ἐραίνετʼ ἄρδην τῆς θεοῦ. |1590 κἀν τῷδε Κάλχας πῶς δοκεῖς χαίρων ἔφη· |1591 Ὦ τοῦδʼ Ἀχαιῶν κοίρανοι κοινοῦ στρατοῦ, |1592 ὁρᾶτε τήνδε θυσίαν, ἣν ἡ θεὸς |1593 προύθηκε βωμίαν, ἔλαφον ὀρειδρόμον; |1594 ταύτην μάλιστα τῆς κόρης ἀσπάζεται, |1595 ὡς μὴ μιάνῃ βωμὸν εὐγενεῖ φόνῳ. |1596 ἡδέως τε τοῦτʼ ἐδέξατο, καὶ πλοῦν οὔριον |1597 δίδωσιν ἡμῖν Ἰλίου τʼ ἐπιδρομάς. |1598 πρὸς ταῦτα πᾶς τις θάρσος αἶρε ναυβάτης, |1599 χώρει τε πρὸς ναῦν· ὡς ἡμέρᾳ τῇδε δεῖ |1600 λιπόντας ἡμᾶς Αὐλίδος κοίλους μυχοὺς |1601 Αἴγαιον οἶδμα διαπερᾶν. |1601a ἐπεὶ δʼ ἅπαν |1602 κατηνθρακώθη θῦμʼ ἐν Ἡφαίστου φλογί, |1603 τὰ πρόσφορʼ ηὔξαθʼ, ὡς τύχοι νόστου στρατός. |1604 πέμπει δʼ Ἀγαμέμνων μʼ ὥστε σοι φράσαι τάδε, |1605 λέγειν θʼ ὁποίας ἐκ θεῶν μοίρας κυρεῖ |1606 καὶ δόξαν ἔσχεν ἄφθιτον καθʼ Ἑλλάδα. |1607 ἐγὼ παρὼν δὲ καὶ τὸ πρᾶγμʼ ὁρῶν λέγω· |1608 ἡ παῖς σαφῶς σοι πρὸς θεοὺς ἀφίπτατο. |1609 λύπης δʼ ἀφαίρει καὶ πόσει πάρες χόλον· |1610 ἀπροσδόκητα δὲ βροτοῖς τὰ τῶν θεῶν, |1611 σώζουσί θʼ οὓς φιλοῦσιν. ἦμαρ γὰρ τόδε |1612 θανοῦσαν εἶδε καὶ βλέπουσαν παῖδα σήν. |1613 ὡς ἥδομαί τοι ταῦτʼ ἀκούσασʼ ἀγγέλου· |1614 ζῶν δʼ ἐν θεοῖσι σὸν μένειν φράζει τέκος. [lyric] |1615 ὦ παῖ, θεῶν τοῦ κλέμμα γέγονας; |1616 πῶς σε προσείπω; πῶς δʼ οὐ φῶ |1617 παραμυθεῖσθαι τούσδε μάτην μύθους, |1618 ὥς σου πένθους λυγροῦ παυσαίμαν; |1619 καὶ μὴν Ἀγαμέμνων ἄναξ στείχει, |1620 τούσδʼ αὐτοὺς ἔχων σοι φράζειν μύθους. |1621 γύναι, θυγατρὸς ἕνεκʼ ὄλβιοι γενοίμεθʼ ἄν· |1622 ἔχει γὰρ ὄντως ἐν θεοῖς ὁμιλίαν. |1623 χρὴ δέ σε λαβοῦσαν τόνδε μόσχον νεαγενῆ |1624 στείχειν πρὸς οἴκους· ὡς στρατὸς πρὸς πλοῦν ὁρᾷ. |1625 καὶ χαῖρε· χρόνια γε τἀμά σοι προσφθέγματα |1626 Τροίηθεν ἔσται. καὶ γένοιτό σοι καλῶς. |1627 χαίρων, Ἀτρείδη, γῆν ἱκοῦ Φρυγίαν, |1628 χαίρων δʼ ἐπάνηκε, |1629 κάλλιστά μοι σκῦλʼ ἀπὸ Τροίας ἑλών.