[edition urn:cts:greekLit:tlg0006.tlg017.perseus-grc2] [episode] |1 ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα |2 Διόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη |3 Σεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί· |4 μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν |5 πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ. |6 ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας |7 τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια |8 τυφόμενα Δίου πυρὸς ἔτι ζῶσαν φλόγα, |9 ἀθάνατον Ἥρας μητέρʼ εἰς ἐμὴν ὕβριν. |10 αἰνῶ δὲ Κάδμον, ἄβατον ὃς πέδον τόδε |11 τίθησι, θυγατρὸς σηκόν· ἀμπέλου δέ νιν |12 πέριξ ἐγὼ ʼκάλυψα βοτρυώδει χλόῃ. |13 λιπὼν δὲ Λυδῶν τοὺς πολυχρύσους γύας |14 Φρυγῶν τε, Περσῶν θʼ ἡλιοβλήτους πλάκας |15 Βάκτριά τε τείχη τήν τε δύσχιμον χθόνα |16 Μήδων ἐπελθὼν Ἀραβίαν τʼ εὐδαίμονα |17 Ἀσίαν τε πᾶσαν, ἣ παρʼ ἁλμυρὰν ἅλα |18 κεῖται μιγάσιν Ἕλλησι βαρβάροις θʼ ὁμοῦ |19 πλήρεις ἔχουσα καλλιπυργώτους πόλεις, |20 ἐς τήνδε πρῶτον ἦλθον Ἑλλήνων πόλιν, |21 τἀκεῖ χορεύσας καὶ καταστήσας ἐμὰς |22 τελετάς, ἵνʼ εἴην ἐμφανὴς δαίμων βροτοῖς. |23 πρώτας δὲ Θήβας τῆσδε γῆς Ἑλληνίδος |24 ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς |25 θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος· |26 ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν, |27 Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός, |28 Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος |29 ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους, |30 Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν |31 Ζῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο. |32 τοιγάρ νιν αὐτὰς ἐκ δόμων ᾤστρησʼ ἐγὼ |33 μανίαις, ὄρος δʼ οἰκοῦσι παράκοποι φρενῶν· |34 σκευήν τʼ ἔχειν ἠνάγκασʼ ὀργίων ἐμῶν, |35 καὶ πᾶν τὸ θῆλυ σπέρμα Καδμείων, ὅσαι |36 γυναῖκες ἦσαν, ἐξέμηνα δωμάτων· |37 ὁμοῦ δὲ Κάδμου παισὶν ἀναμεμειγμέναι |38 χλωραῖς ὑπʼ ἐλάταις ἀνορόφοις ἧνται πέτραις. |39 δεῖ γὰρ πόλιν τήνδʼ ἐκμαθεῖν, κεἰ μὴ θέλει, |40 ἀτέλεστον οὖσαν τῶν ἐμῶν βακχευμάτων, |41 Σεμέλης τε μητρὸς ἀπολογήσασθαί μʼ ὕπερ |42 φανέντα θνητοῖς δαίμονʼ ὃν τίκτει Διί. |43 Κάδμος μὲν οὖν γέρας τε καὶ τυραννίδα |44 Πενθεῖ δίδωσι θυγατρὸς ἐκπεφυκότι, |45 ὃς θεομαχεῖ τὰ κατʼ ἐμὲ καὶ σπονδῶν ἄπο |46 ὠθεῖ μʼ, ἐν εὐχαῖς τʼ οὐδαμοῦ μνείαν ἔχει. |47 ὧν οὕνεκʼ αὐτῷ θεὸς γεγὼς ἐνδείξομαι |48 πᾶσίν τε Θηβαίοισιν. ἐς δʼ ἄλλην χθόνα, |49 τἀνθένδε θέμενος εὖ, μεταστήσω πόδα, |50 δεικνὺς ἐμαυτόν· ἢν δὲ Θηβαίων πόλις |51 ὀργῇ σὺν ὅπλοις ἐξ ὄρους βάκχας ἄγειν |52 ζητῇ, ξυνάψω μαινάσι στρατηλατῶν. |53 ὧν οὕνεκʼ εἶδος θνητὸν ἀλλάξας ἔχω |54 μορφήν τʼ ἐμὴν μετέβαλον εἰς ἀνδρὸς φύσιν. |55 ἀλλʼ, ὦ λιποῦσαι Τμῶλον ἔρυμα Λυδίας, |56 θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων |57 ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί, |58 αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν |59 τύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα, |60 βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε |61 κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις. |62 ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς |63 ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν. [choral] [lyric] |64 Ἀσίας ἀπὸ γᾶς |65 ἱερὸν Τμῶλον ἀμείψασα θοάζω |66 Βρομίῳ πόνον ἡδὺν |66a κάματόν τʼ εὐκάματον, Βάκ- |67 χιον εὐαζομένα. |68 τίς ὁδῷ τίς ὁδῷ; τίς; |69 μελάθροις ἔκτοπος ἔστω, στόμα τʼ εὔφη- |70 μον ἅπας ἐξοσιούσθω· |71 τὰ νομισθέντα γὰρ αἰεὶ |72 Διόνυσον ὑμνήσω. [strophe 1] |73 ὦ |73a μάκαρ, ὅστις εὐδαίμων |74 τελετὰς θεῶν εἰδὼς |74a βιοτὰν ἁγιστεύει καὶ |75 θιασεύεται ψυχὰν |76 ἐν ὄρεσσι βακχεύων |77 ὁσίοις καθαρμοῖσιν, |78 τά τε ματρὸς μεγάλας ὄρ- |79 για Κυβέλας θεμιτεύων, |80 ἀνὰ θύρσον τε τινάσσων, |81 κισσῷ τε στεφανωθεὶς |82 Διόνυσον θεραπεύει. |83 ἴτε βάκχαι, ἴτε βάκχαι, |84 Βρόμιον παῖδα θεὸν θεοῦ |85 Διόνυσον κατάγουσαι |86 Φρυγίων ἐξ ὀρέων Ἑλ- |87 λάδος εἰς εὐρυχόρους ἀ- |87a γυιάς, τὸν Βρόμιον· [antistrophe 1] |88 ὅν |88a ποτʼ ἔχουσʼ ἐν ὠδίνων |89 λοχίαις ἀνάγκαισι |90 πταμένας Διὸς βροντᾶς νη- |91 δύος ἔκβολον μάτηρ |92 ἔτεκεν, λιποῦσʼ αἰῶ- |93 να κεραυνίῳ πληγᾷ· |94 λοχίοις δʼ αὐτίκα νιν δέ- |95 ξατο θαλάμαις Κρονίδας Ζεύς, |96 κατὰ μηρῷ δὲ καλύψας |97 χρυσέαισιν συνερείδει |98 περόναις κρυπτὸν ἀφʼ Ἥρας. |99 ἔτεκεν δʼ, ἁνίκα Μοῖραι |100 τέλεσαν, ταυρόκερων θεὸν |101 στεφάνωσέν τε δρακόντων |102 στεφάνοις, ἔνθεν ἄγραν θη- |103 ροτρόφον μαινάδες ἀμφι- |104 βάλλονται πλοκάμοις. [strophe 2] |105 ὦ Σεμέλας τροφοὶ Θῆ- |106 βαι, στεφανοῦσθε κισσῷ· |107 βρύετε βρύετε χλοήρει |108 μίλακι καλλικάρπῳ |109 καὶ καταβακχιοῦσθε δρυὸς |110 ἢ ἐλάτας κλάδοισι, |111 στικτῶν τʼ ἐνδυτὰ νεβρίδων |112 στέφετε λευκοτρίχων πλοκάμων |113 μαλλοῖς· ἀμφὶ δὲ νάρθηκας ὑβριστὰς |114 ὁσιοῦσθʼ· αὐτίκα γᾶ πᾶσα χορεύσει— |115 Βρόμιος ὅστις ἄγῃ θιάσουσ— |116 εἰς ὄρος εἰς ὄρος, ἔνθα μένει |117 θηλυγενὴς ὄχλος |118 ἀφʼ ἱστῶν παρὰ κερκίδων τʼ |119 οἰστρηθεὶς Διονύσῳ. [antistrophe 2] |120 ὦ θαλάμευμα Κουρ- |121 ήτων ζάθεοί τε Κρήτας |122 Διογενέτορες ἔναυλοι, |123 ἔνθα τρικόρυθες ἄντροις |124 βυρσότονον κύκλωμα τόδε |125 μοι Κορύβαντες ηὗρον· |126 βακχείᾳ δʼ ἀνὰ συντόνῳ |127 κέρασαν ἁδυβόᾳ Φρυγίων |128 αὐλῶν πνεύματι ματρός τε Ῥέας ἐς |129 χέρα θῆκαν, κτύπον εὐάσμασι Βακχᾶν· |130 παρὰ δὲ μαινόμενοι Σάτυροι |131 ματέρος ἐξανύσαντο θεᾶς, |132 ἐς δὲ χορεύματα |133 συνῆψαν τριετηρίδων, |134 αἷς χαίρει Διόνυσος. [epode] |135 ἡδὺς ἐν ὄρεσιν, ὅταν ἐκ θιάσων δρομαί- |136 ων πέσῃ πεδόσε, νε- |138 βρίδος ἔχων ἱερὸν ἐνδυτόν, ἀγρεύων |139 αἷμα τραγοκτόνον, ὠμοφάγον χάριν, ἱέμε- |140 νος ἐς ὄρεα Φρύγια, Λύδιʼ, ὁ δʼ ἔξαρχος Βρόμιος, |141 εὐοἷ. |142 ῥεῖ δὲ γάλακτι πέδον, ῥεῖ δʼ οἴνῳ, ῥεῖ δὲ μελισσᾶν |143 νέκταρι. |144 Συρίας δʼ ὡς λιβάνου κα- |145 πνὸν ὁ Βακχεὺς ἀνέχων |145a πυρσώδη φλόγα πεύκας |146 ἐκ νάρθηκος ἀίσσει |147 δρόμῳ καὶ χοροῖσιν |148 πλανάτας ἐρεθίζων |149 ἰαχαῖς τʼ ἀναπάλλων, |150 τρυφερόν τε πλόκαμον εἰς αἰθέρα ῥίπτων. |151 ἅμα δʼ εὐάσμασι τοιάδʼ ἐπιβρέμει· |152 Ὦ ἴτε βάκχαι, |153 ὦ ἴτε βάκχαι, |154 Τμώλου χρυσορόου χλιδᾷ |155 μέλπετε τὸν Διόνυσον |157 βαρυβρόμων ὑπὸ τυμπάνων, |158 εὔια τὸν εὔιον ἀγαλλόμεναι θεὸν |159 ἐν Φρυγίαισι βοαῖς ἐνοπαῖσί τε, |160 λωτὸς ὅταν εὐκέλαδος |164 ἱερὸς ἱερὰ παίγματα βρέμῃ, σύνοχα |165 φοιτάσιν εἰς ὄρος εἰς ὄρος· ἡδομέ- |166 να δʼ ἄρα, πῶλος ὅπως ἅμα ματέρι |169 φορβάδι, κῶλον ἄγει ταχύπουν σκιρτήμασι βάκχα. [episode] |170 τίς ἐν πύλαισι; Κάδμον ἐκκάλει δόμων, |171 Ἀγήνορος παῖδʼ, ὃς πόλιν Σιδωνίαν |172 λιπὼν ἐπύργωσʼ ἄστυ Θηβαίων τόδε. |173 ἴτω τις, εἰσάγγελλε Τειρεσίας ὅτι |174 ζητεῖ νιν· οἶδε δʼ αὐτὸς ὧν ἥκω πέρι |175 ἅ τε ξυνεθέμην πρέσβυς ὢν γεραιτέρῳ, |176 θύρσους ἀνάπτειν καὶ νεβρῶν δορὰς ἔχειν |177 στεφανοῦν τε κρᾶτα κισσίνοις βλαστήμασιν. |178 ὦ φίλταθʼ, ὡς σὴν γῆρυν ᾐσθόμην κλύων |179 σοφὴν σοφοῦ παρʼ ἀνδρός, ἐν δόμοισιν ὤν· |180 ἥκω δʼ ἕτοιμος τήνδʼ ἔχων σκευὴν θεοῦ· |181 δεῖ γάρ νιν ὄντα παῖδα θυγατρὸς ἐξ ἐμῆς |182 Διόνυσον ὃς πέφηνεν ἀνθρώποις θεὸς |183 ὅσον καθʼ ἡμᾶς δυνατὸν αὔξεσθαι μέγαν. |184 ποῖ δεῖ χορεύειν, ποῖ καθιστάναι πόδα |185 καὶ κρᾶτα σεῖσαι πολιόν; ἐξηγοῦ σύ μοι |186 γέρων γέροντι, Τειρεσία· σὺ γὰρ σοφός. |187 ὡς οὐ κάμοιμʼ ἂν οὔτε νύκτʼ οὔθʼ ἡμέραν |188 θύρσῳ κροτῶν γῆν· ἐπιλελήσμεθʼ ἡδέως |189 γέροντες ὄντες. |189b ταὔτʼ ἐμοὶ πάσχεις ἄρα· |190 κἀγὼ γὰρ ἡβῶ κἀπιχειρήσω χοροῖς. |191 οὐκοῦν ὄχοισιν εἰς ὄρος περάσομεν; |192 ἀλλʼ οὐχ ὁμοίως ἂν ὁ θεὸς τιμὴν ἔχοι. |193 γέρων γέροντα παιδαγωγήσω σʼ ἐγώ. |194 ὁ θεὸς ἀμοχθὶ κεῖσε νῷν ἡγήσεται. |195 μόνοι δὲ πόλεως Βακχίῳ χορεύσομεν; |196 μόνοι γὰρ εὖ φρονοῦμεν, οἱ δʼ ἄλλοι κακῶς. |197 μακρὸν τὸ μέλλειν· ἀλλʼ ἐμῆς ἔχου χερός. |198 ἰδού, ξύναπτε καὶ ξυνωρίζου χέρα. |199 οὐ καταφρονῶ ʼγὼ τῶν θεῶν θνητὸς γεγώς. |200 οὐδὲν σοφιζόμεσθα τοῖσι δαίμοσιν. |201 πατρίους παραδοχάς, ἅς θʼ ὁμήλικας χρόνῳ |202 κεκτήμεθʼ, οὐδεὶς αὐτὰ καταβαλεῖ λόγος, |203 οὐδʼ εἰ διʼ ἄκρων τὸ σοφὸν ηὕρηται φρενῶν. |204 ἐρεῖ τις ὡς τὸ γῆρας οὐκ αἰσχύνομαι, |205 μέλλων χορεύειν κρᾶτα κισσώσας ἐμόν; |206 οὐ γὰρ διῄρηχʼ ὁ θεός, οὔτε τὸν νέον |207 εἰ χρὴ χορεύειν οὔτε τὸν γεραίτερον, |208 ἀλλʼ ἐξ ἁπάντων βούλεται τιμὰς ἔχειν |209 κοινάς, διαριθμῶν δʼ οὐδένʼ αὔξεσθαι θέλει. |210 ἐπεὶ σὺ φέγγος, Τειρεσία, τόδʼ οὐχ ὁρᾷς, |211 ἐγὼ προφήτης σοι λόγων γενήσομαι. |212 Πενθεὺς πρὸς οἴκους ὅδε διὰ σπουδῆς περᾷ, |213 Ἐχίονος παῖς, ᾧ κράτος δίδωμι γῆς. |214 ὡς ἐπτόηται· τί ποτʼ ἐρεῖ νεώτερον; |215 ἔκδημος ὢν μὲν τῆσδʼ ἐτύγχανον χθονός, |216 κλύω δὲ νεοχμὰ τήνδʼ ἀνὰ πτόλιν κακά, |217 γυναῖκας ἡμῖν δώματʼ ἐκλελοιπέναι |218 πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις |219 ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα |220 Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς· |221 πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι |222 κρατῆρας, ἄλλην δʼ ἄλλοσʼ εἰς ἐρημίαν |223 πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, |224 πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, |225 τὴν δʼ Ἀφροδίτην πρόσθʼ ἄγειν τοῦ Βακχίου. |226 ὅσας μὲν οὖν εἴληφα, δεσμίους χέρας |227 σῴζουσι πανδήμοισι πρόσπολοι στέγαις· |228 ὅσαι δʼ ἄπεισιν, ἐξ ὄρους θηράσομαι, |229 Ἰνώ τʼ Ἀγαύην θʼ, ἥ μʼ ἔτικτʼ Ἐχίονι, |230 Ἀκταίονός τε μητέρʼ, Αὐτονόην λέγω. |231 καὶ σφᾶς σιδηραῖς ἁρμόσας ἐν ἄρκυσιν |232 παύσω κακούργου τῆσδε βακχείας τάχα. |233 λέγουσι δʼ ὥς τις εἰσελήλυθε ξένος, |234 γόης ἐπῳδὸς Λυδίας ἀπὸ χθονός, |235 ξανθοῖσι βοστρύχοισιν εὐοσμῶν κόμην, |236 οἰνῶπας ὄσσοις χάριτας Ἀφροδίτης ἔχων, |237 ὃς ἡμέρας τε κεὐφρόνας συγγίγνεται |238 τελετὰς προτείνων εὐίους νεάνισιν. |239 εἰ δʼ αὐτὸν εἴσω τῆσδε λήψομαι στέγης, |240 παύσω κτυποῦντα θύρσον ἀνασείοντά τε |241 κόμας, τράχηλον σώματος χωρὶς τεμών. |242 ἐκεῖνος εἶναί φησι Διόνυσον θεόν, |243 ἐκεῖνος ἐν μηρῷ ποτʼ ἐρράφθαι Διός, |244 ὃς ἐκπυροῦται λαμπάσιν κεραυνίαις |245 σὺν μητρί, Δίους ὅτι γάμους ἐψεύσατο. |246 ταῦτʼ οὐχὶ δεινῆς ἀγχόνης ἔστʼ ἄξια, |247 ὕβρεις ὑβρίζειν, ὅστις ἔστιν ὁ ξένος; |248 ἀτὰρ τόδʼ ἄλλο θαῦμα, τὸν τερασκόπον |249 ἐν ποικίλαισι νεβρίσι Τειρεσίαν ὁρῶ |250 πατέρα τε μητρὸς τῆς ἐμῆσ—πολὺν γέλων— |251 νάρθηκι βακχεύοντʼ· ἀναίνομαι, πάτερ, |252 τὸ γῆρας ὑμῶν εἰσορῶν νοῦν οὐκ ἔχον. |253 οὐκ ἀποτινάξεις κισσόν; οὐκ ἐλευθέραν |254 θύρσου μεθήσεις χεῖρʼ, ἐμῆς μητρὸς πάτερ; |255 σὺ ταῦτʼ ἔπεισας, Τειρεσία· τόνδʼ αὖ θέλεις |256 τὸν δαίμονʼ ἀνθρώποισιν ἐσφέρων νέον |257 σκοπεῖν πτερωτοὺς κἀμπύρων μισθοὺς φέρειν. |258 εἰ μή σε γῆρας πολιὸν ἐξερρύετο, |259 καθῆσʼ ἂν ἐν βάκχαισι δέσμιος μέσαις, |260 τελετὰς πονηρὰς εἰσάγων· γυναιξὶ γὰρ |261 ὅπου βότρυος ἐν δαιτὶ γίγνεται γάνος, |262 οὐχ ὑγιὲς οὐδὲν ἔτι λέγω τῶν ὀργίων. |263 τῆς δυσσεβείας. ὦ ξένʼ, οὐκ αἰδῇ θεοὺς |264 Κάδμον τε τὸν σπείραντα γηγενῆ στάχυν, |265 Ἐχίονος δʼ ὢν παῖς καταισχύνεις γένος; |266 ὅταν λάβῃ τις τῶν λόγων ἀνὴρ σοφὸς |267 καλὰς ἀφορμάς, οὐ μέγʼ ἔργον εὖ λέγειν· |268 σὺ δʼ εὔτροχον μὲν γλῶσσαν ὡς φρονῶν ἔχεις, |269 ἐν τοῖς λόγοισι δʼ οὐκ ἔνεισί σοι φρένες. |270 θράσει δὲ δυνατὸς καὶ λέγειν οἷός τʼ ἀνὴρ |271 κακὸς πολίτης γίγνεται νοῦν οὐκ ἔχων. |272 οὗτος δʼ ὁ δαίμων ὁ νέος, ὃν σὺ διαγελᾷς, |273 οὐκ ἂν δυναίμην μέγεθος ἐξειπεῖν ὅσος |274 καθʼ Ἑλλάδʼ ἔσται. δύο γάρ, ὦ νεανία, |275 τὰ πρῶτʼ ἐν ἀνθρώποισι· Δημήτηρ θεά— |276 γῆ δʼ ἐστίν, ὄνομα δʼ ὁπότερον βούλῃ κάλει· |277 αὕτη μὲν ἐν ξηροῖσιν ἐκτρέφει βροτούς· |278 ὃς δʼ ἦλθʼ ἔπειτʼ, ἀντίπαλον ὁ Σεμέλης γόνος |279 βότρυος ὑγρὸν πῶμʼ ηὗρε κεἰσηνέγκατο |280 θνητοῖς, ὃ παύει τοὺς ταλαιπώρους βροτοὺς |281 λύπης, ὅταν πλησθῶσιν ἀμπέλου ῥοῆς, |282 ὕπνον τε λήθην τῶν καθʼ ἡμέραν κακῶν |283 δίδωσιν, οὐδʼ ἔστʼ ἄλλο φάρμακον πόνων. |284 οὗτος θεοῖσι σπένδεται θεὸς γεγώς, |285 ὥστε διὰ τοῦτον τἀγάθʼ ἀνθρώπους ἔχειν. |286 καὶ καταγελᾷς νιν, ὡς ἐνερράφη Διὸς |287 μηρῷ; διδάξω σʼ ὡς καλῶς ἔχει τόδε. |288 ἐπεί νιν ἥρπασʼ ἐκ πυρὸς κεραυνίου |289 Ζεύς, ἐς δʼ Ὄλυμπον βρέφος ἀνήγαγεν θεόν, |290 Ἥρα νιν ἤθελʼ ἐκβαλεῖν ἀπʼ οὐρανοῦ· |291 Ζεὺς δʼ ἀντεμηχανήσαθʼ οἷα δὴ θεός. |292 ῥήξας μέρος τι τοῦ χθόνʼ ἐγκυκλουμένου |293 αἰθέρος, ἔθηκε τόνδʼ ὅμηρον ἐκδιδούς, |294 Διόνυσον Ἥρας νεικέων· χρόνῳ δέ νιν |295 βροτοὶ ῥαφῆναί φασιν ἐν μηρῷ Διός, |296 ὄνομα μεταστήσαντες, ὅτι θεᾷ θεὸς |297 Ἥρᾳ ποθʼ ὡμήρευσε, συνθέντες λόγον. |298 μάντις δʼ ὁ δαίμων ὅδε· τὸ γὰρ βακχεύσιμον |299 καὶ τὸ μανιῶδες μαντικὴν πολλὴν ἔχει· |300 ὅταν γὰρ ὁ θεὸς ἐς τὸ σῶμʼ ἔλθῃ πολύς, |301 λέγειν τὸ μέλλον τοὺς μεμηνότας ποιεῖ. |302 Ἄρεώς τε μοῖραν μεταλαβὼν ἔχει τινά· |303 στρατὸν γὰρ ἐν ὅπλοις ὄντα κἀπὶ τάξεσιν |304 φόβος διεπτόησε πρὶν λόγχης θιγεῖν. |305 μανία δὲ καὶ τοῦτʼ ἐστὶ Διονύσου πάρα. |306 ἔτʼ αὐτὸν ὄψῃ κἀπὶ Δελφίσιν πέτραις |307 πηδῶντα σὺν πεύκαισι δικόρυφον πλάκα, |308 πάλλοντα καὶ σείοντα βακχεῖον κλάδον, |309 μέγαν τʼ ἀνʼ Ἑλλάδα. ἀλλʼ ἐμοί, Πενθεῦ, πιθοῦ· |310 μὴ τὸ κράτος αὔχει δύναμιν ἀνθρώποις ἔχειν, |311 μηδʼ, ἢν δοκῇς μέν, ἡ δὲ δόξα σου νοσῇ, |312 φρονεῖν δόκει τι· τὸν θεὸν δʼ ἐς γῆν δέχου |313 καὶ σπένδε καὶ βάκχευε καὶ στέφου κάρα. |314 οὐχ ὁ Διόνυσος σωφρονεῖν ἀναγκάσει |315 γυναῖκας ἐς τὴν Κύπριν, ἀλλʼ ἐν τῇ φύσει |316 τὸ σωφρονεῖν ἔνεστιν εἰς τὰ πάντʼ ἀεί |317 τοῦτο σκοπεῖν χρή· καὶ γὰρ ἐν βακχεύμασιν |318 οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται. |319 ὁρᾷς, σὺ χαίρεις, ὅταν ἐφεστῶσιν πύλαις |320 πολλοί, τὸ Πενθέως δʼ ὄνομα μεγαλύνῃ πόλις· |321 κἀκεῖνος, οἶμαι, τέρπεται τιμώμενος. |322 ἐγὼ μὲν οὖν καὶ Κάδμος, ὃν σὺ διαγελᾷς, |323 κισσῷ τʼ ἐρεψόμεσθα καὶ χορεύσομεν, |324 πολιὰ ξυνωρίς, ἀλλʼ ὅμως χορευτέον, |325 κοὐ θεομαχήσω σῶν λόγων πεισθεὶς ὕπο. |326 μαίνῃ γὰρ ὡς ἄλγιστα, κοὔτε φαρμάκοις |327 ἄκη λάβοις ἂν οὔτʼ ἄνευ τούτων νοσεῖς. |328 ὦ πρέσβυ, Φοῖβόν τʼ οὐ καταισχύνεις λόγοις, |329 τιμῶν τε Βρόμιον σωφρονεῖς, μέγαν θεόν. |330 ὦ παῖ, καλῶς σοι Τειρεσίας παρῄνεσεν. |331 οἴκει μεθʼ ἡμῶν, μὴ θύραζε τῶν νόμων. |332 νῦν γὰρ πέτῃ τε καὶ φρονῶν οὐδὲν φρονεῖς. |333 κεἰ μὴ γὰρ ἔστιν ὁ θεὸς οὗτος, ὡς σὺ φῄς, |334 παρὰ σοὶ λεγέσθω· καὶ καταψεύδου καλῶς |335 ὡς ἔστι, Σεμέλη θʼ ἵνα δοκῇ θεὸν τεκεῖν, |336 ἡμῖν τε τιμὴ παντὶ τῷ γένει προσῇ. |337 ὁρᾷς τὸν Ἀκτέωνος ἄθλιον μόρον, |338 ὃν ὠμόσιτοι σκύλακες ἃς ἐθρέψατο |339 διεσπάσαντο, κρείσσονʼ ἐν κυναγίαις |340 Ἀρτέμιδος εἶναι κομπάσαντʼ, ἐν ὀργάσιν. |341 ὃ μὴ πάθῃς σύ· δεῦρό σου στέψω κάρα |342 κισσῷ· μεθʼ ἡμῶν τῷ θεῷ τιμὴν δίδου. |343 οὐ μὴ προσοίσεις χεῖρα, βακχεύσεις δʼ ἰών, |344 μηδʼ ἐξομόρξῃ μωρίαν τὴν σὴν ἐμοί; |345 τῆς σῆς δʼ ἀνοίας τόνδε τὸν διδάσκαλον |346 δίκην μέτειμι. στειχέτω τις ὡς τάχος, |347 ἐλθὼν δὲ θάκους τοῦδʼ ἵνʼ οἰωνοσκοπεῖ |348 μοχλοῖς τριαίνου κἀνάτρεψον ἔμπαλιν, |349 ἄνω κάτω τὰ πάντα συγχέας ὁμοῦ, |350 καὶ στέμματʼ ἀνέμοις καὶ θυέλλαισιν μέθες. |351 μάλιστα γάρ νιν δήξομαι δράσας τάδε. |352 οἳ δʼ ἀνὰ πόλιν στείχοντες ἐξιχνεύσατε |353 τὸν θηλύμορφον ξένον, ὃς ἐσφέρει νόσον |354 καινὴν γυναιξὶ καὶ λέχη λυμαίνεται. |355 κἄνπερ λάβητε, δέσμιον πορεύσατε |356 δεῦρʼ αὐτόν, ὡς ἂν λευσίμου δίκης τυχὼν |357 θάνῃ, πικρὰν βάκχευσιν ἐν Θήβαις ἰδών. |358 ὦ σχέτλιʼ, ὡς οὐκ οἶσθα ποῦ ποτʼ εἶ λόγων. |359 μέμηνας ἤδη· καὶ πρὶν ἐξέστης φρενῶν. |360 στείχωμεν ἡμεῖς, Κάδμε, κἀξαιτώμεθα |361 ὑπέρ τε τούτου καίπερ ὄντος ἀγρίου |362 ὑπέρ τε πόλεως τὸν θεὸν μηδὲν νέον |363 δρᾶν. ἀλλʼ ἕπου μοι κισσίνου βάκτρου μέτα, |364 πειρῶ δʼ ἀνορθοῦν σῶμʼ ἐμόν, κἀγὼ τὸ σόν· |365 γέροντε δʼ αἰσχρὸν δύο πεσεῖν· ἴτω δʼ ὅμως, |366 τῷ Βακχίῳ γὰρ τῷ Διὸς δουλευτέον. |367 Πενθεὺς δʼ ὅπως μὴ πένθος εἰσοίσει δόμοις |368 τοῖς σοῖσι, Κάδμε· μαντικῇ μὲν οὐ λέγω, |369 τοῖς πράγμασιν δέ· μῶρα γὰρ μῶρος λέγει. [choral] [strophe 1] |370 Ὁσία πότνα θεῶν, |371 Ὁσία δʼ ἃ κατὰ γᾶν |372 χρυσέαν πτέρυγα φέρεις, |373 τάδε Πενθέως ἀίεις; |374 ἀίεις οὐχ ὁσίαν |375 ὕβριν ἐς τὸν Βρόμιον, τὸν |376 Σεμέλας, τὸν παρὰ καλλι- |377 στεφάνοις εὐφροσύναις δαί- |378 μονα πρῶτον μακάρων; ὃς τάδʼ ἔχει, |379 θιασεύειν τε χοροῖς |380 μετά τʼ αὐλοῦ γελάσαι |381 ἀποπαῦσαί τε μερίμνας, |382 ὁπόταν βότρυος ἔλθῃ |383 γάνος ἐν δαιτὶ θεῶν, κισ- |384 σοφόροις δʼ ἐν θαλίαις ἀν- |385 δράσι κρατὴρ ὕπνον ἀμ- |385a φιβάλλῃ [antistrophe 1] |386 ἀχαλίνων στομάτων |387 ἀνόμου τʼ ἀφροσύνας |388 τὸ τέλος δυστυχία· |389 ὁ δὲ τᾶς ἡσυχίας |390 βίοτος καὶ τὸ φρονεῖν |391 ἀσάλευτόν τε μένει καὶ |392 συνέχει δώματα· πόρσω |393 γὰρ ὅμως αἰθέρα ναίον- |394 τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι. |395 τὸ σοφὸν δʼ οὐ σοφία |396 τό τε μὴ θνητὰ φρονεῖν. |397 βραχὺς αἰών· ἐπὶ τούτῳ |398 δέ τις ἂν μεγάλα διώκων |399 τὰ παρόντʼ οὐχὶ φέροι. μαι- |400 νομένων οἵδε τρόποι καὶ |401 κακοβούλων παρʼ ἔμοι- |401a γε φωτῶν. [strophe 2] |402 ἱκοίμαν ποτὶ Κύπρον, |403 νᾶσον τᾶς Ἀφροδίτας, |404 ἵνʼ οἱ θελξίφρονες νέμον- |405 ται θνατοῖσιν Ἔρωτες, |406 Πάφον θʼ ἃν ἑκατόστομοι |407 βαρβάρου ποταμοῦ ῥοαὶ |408 καρπίζουσιν ἄνομβροι. |409 οὗ δʼ ἁ καλλιστευομένα |410 Πιερία μούσειος ἕδρα, |411 σεμνὰ κλιτὺς Ὀλύμπου, |412 ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε, |413 πρόβακχʼ εὔιε δαῖμον. |414 ἐκεῖ Χάριτες, |415 ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ- |416 χαις θέμις ὀργιάζειν. [antistrophe 2] |417 ὁ δαίμων ὁ Διὸς παῖς |418 χαίρει μὲν θαλίαισιν, |419 φιλεῖ δʼ ὀλβοδότειραν Εἰ- |420 ρήναν, κουροτρόφον θεάν. |421 ἴσαν δʼ ἔς τε τὸν ὄλβιον |422 τόν τε χείρονα δῶκʼ ἔχειν |423 οἴνου τέρψιν ἄλυπον· |424 μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει, |425 κατὰ φάος νύκτας τε φίλας |426 εὐαίωνα διαζῆν, |427 σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε |428 περισσῶν παρὰ φωτῶν· |430 τὸ πλῆθος ὅ τι |431 τὸ φαυλότερον ἐνόμισε χρῆ- |432 ταί τε, τόδʼ ἂν δεχοίμαν. [episode] |434 Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότες |435 ἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν. |436 ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν |437 φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας |438 οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν, |439 γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο |440 ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος. |441 κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼν |442 ἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς. |443 ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας |444 κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης, |445 φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας |446 σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν· |447 αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν |448 κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός. |449 πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως |450 ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν. |451 μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν |452 οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν. |453 ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε, |454 ὡς ἐς γυναῖκας, ἐφʼ ὅπερ ἐς Θήβας πάρει· |455 πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο, |456 γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως· |457 λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις, |458 οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς, |459 τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος. |460 πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος. |461 οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε. |462 τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων. |463 οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ. |464 ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς. |465 πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα; |466 Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός. |467 Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς; |468 οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις. |469 πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν; |470 ὁρῶν ὁρῶντα, καὶ δίδωσιν ὄργια. |471 τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι; |472 ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν. |473 ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα; |474 οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι. |475 εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω. |476 ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ. |477 τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν; |478 ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε. |479 τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων. |480 δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν. |481 ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα; |482 πᾶς ἀναχορεύει βαρβάρων τάδʼ ὄργια. |483 φρονοῦσι γὰρ κάκιον Ἑλλήνων πολύ. |484 τάδʼ εὖ γε μᾶλλον· οἱ νόμοι δὲ διάφοροι. |485 τὰ δʼ ἱερὰ νύκτωρ ἢ μεθʼ ἡμέραν τελεῖς; |486 νύκτωρ τὰ πολλά· σεμνότητʼ ἔχει σκότος. |487 τοῦτʼ ἐς γυναῖκας δόλιόν ἐστι καὶ σαθρόν. |488 κἀν ἡμέρᾳ τό γʼ αἰσχρὸν ἐξεύροι τις ἄν. |489 δίκην σε δοῦναι δεῖ σοφισμάτων κακῶν. |490 σὲ δʼ ἀμαθίας γε κἀσεβοῦντʼ ἐς τὸν θεόν. |491 ὡς θρασὺς ὁ βάκχος κοὐκ ἀγύμναστος λόγων. |492 εἴφʼ ὅ τι παθεῖν δεῖ· τί με τὸ δεινὸν ἐργάσῃ; |493 πρῶτον μὲν ἁβρὸν βόστρυχον τεμῶ σέθεν. |494 ἱερὸς ὁ πλόκαμος· τῷ θεῷ δʼ αὐτὸν τρέφω. |495 ἔπειτα θύρσον τόνδε παράδος ἐκ χεροῖν. |496 αὐτός μʼ ἀφαιροῦ· τόνδε Διονύσου φορῶ. |497 εἱρκταῖσί τʼ ἔνδον σῶμα σὸν φυλάξομεν. |498 λύσει μʼ ὁ δαίμων αὐτός, ὅταν ἐγὼ θέλω. |499 ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς. |500 καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ. |501 καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς. |502 παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς. |503 λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε. |504 αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν. |505 ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν. |506 οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ. |507 Πενθεύς, Ἀγαύης παῖς, πατρὸς δʼ Ἐχίονος. |508 ἐνδυστυχῆσαι τοὔνομʼ ἐπιτήδειος εἶ. |509 χώρει· καθείρξατʼ αὐτὸν ἱππικαῖς πέλας |510 φάτναισιν, ὡς ἂν σκότιον εἰσορᾷ κνέφας. |511 ἐκεῖ χόρευε· τάσδε δʼ ἃς ἄγων πάρει |512 κακῶν συνεργοὺς ἢ διεμπολήσομεν |513 ἢ χεῖρα δούπου τοῦδε καὶ βύρσης κτύπου |514 παύσας, ἐφʼ ἱστοῖς δμωίδας κεκτήσομαι. |515 στείχοιμʼ ἄν· ὅ τι γὰρ μὴ χρεών, οὔτοι χρεὼν |516 παθεῖν. ἀτάρ τοι τῶνδʼ ἄποινʼ ὑβρισμάτων |517 μέτεισι Διόνυσός σʼ, ὃν οὐκ εἶναι λέγεις· |518 ἡμᾶς γὰρ ἀδικῶν κεῖνον εἰς δεσμοὺς ἄγεις. [choral] [strophe 1] |519a Ἀχελῴου θύγατερ, |520 πότνιʼ εὐπάρθενε Δίρκα, |521 σὺ γὰρ ἐν σαῖς ποτε παγαῖς |522 τὸ Διὸς βρέφος ἔλαβες, |523 ὅτε μηρῷ πυρὸς ἐξ ἀ- |524 θανάτου Ζεὺς ὁ τεκὼν ἥρ- |525 πασέ νιν, τάδʼ ἀναβοάσας· |526 Ἴθι, Διθύραμβʼ, ἐμὰν ἄρ- |527 σενα τάνδε βᾶθι νηδύν· |528 ἀναφαίνω σε τόδʼ, ὦ Βάκ- |529 χιε, Θήβαις ὀνομάζειν. |530 σὺ δέ μʼ, ὦ μάκαιρα Δίρκα, |531 στεφανηφόρους ἀπωθῇ |532 θιάσους ἔχουσαν ἐν σοί. |533 τί μʼ ἀναίνῃ; τί με φεύγεις; |534 ἔτι ναὶ τὰν βοτρυώδη |535 Διονύσου χάριν οἴνας, |536 ἔτι σοι τοῦ Βρομίου μελήσει. [antistrophe 1] |537 οἵαν οἵαν ὀργὰν |538 ἀναφαίνει χθόνιον |539 γένος ἐκφύς τε δράκοντός |540 ποτε Πενθεύς, ὃν Ἐχίων |541 ἐφύτευσε χθόνιος, |542 ἀγριωπὸν τέρας, οὐ φῶ- |543 τα βρότειον, φόνιον δʼ ὥσ- |544 τε γίγαντʼ ἀντίπαλον θεοῖς· |545 ὃς ἔμʼ ἐν βρόχοισι τὰν τοῦ |546 Βρομίου τάχα ξυνάψει, |547 τὸν ἐμὸν δʼ ἐντὸς ἔχει δώ- |548 ματος ἤδη θιασώταν |549 σκοτίαις κρυπτὸν ἐν εἱρκταῖς. |550 ἐσορᾷς τάδʼ, ὦ Διὸς παῖ |551 Διόνυσε, σοὺς προφήτας |552 ἐν ἁμίλλαισιν ἀνάγκας; |553 μόλε, χρυσῶπα τινάσσων, |554 ἄνα, θύρσον κατʼ Ὄλυμπον, |555 φονίου δʼ ἀνδρὸς ὕβριν κατάσχες. [epode] |556 πόθι Νύσας ἄρα τᾶς θη- |557 ροτρόφου θυρσοφορεῖς |558 θιάσους, ὦ Διόνυσʼ, ἢ |559 κορυφαῖς Κωρυκίαις; |560 τάχα δʼ ἐν ταῖς πολυδένδρεσ- |561 σιν Ὀλύμπου θαλάμαις, ἔν- |562 θα ποτʼ Ὀρφεὺς κιθαρίζων |563 σύναγεν δένδρεα μούσαις, |564 σύναγεν θῆρας ἀγρώτας. |565 μάκαρ ὦ Πιερία, |566 σέβεταί σʼ Εὔιος, ἥξει |567 τε χορεύσων ἅμα βακχεύ- |568 μασι, τόν τʼ ὠκυρόαν |569 διαβὰς Ἀξιὸν εἱλισ- |570 σομένας Μαινάδας ἄξει, |571 Λυδίαν πατέρα τε, τὸν |572 τᾶς εὐδαιμονίας βροτοῖς |573 ὀλβοδόταν, τὸν ἔκλυον |574 εὔιππον χώραν ὕδασιν |575 καλλίστοισι λιπαίνειν. [episode] [lyric] |576 ἰώ, |576a κλύετʼ ἐμᾶς κλύετʼ αὐδᾶς, |577 ἰὼ βάκχαι, ἰὼ βάκχαι. [lyric] |578 τίς ὅδε, τίς ὅδε πόθεν ὁ κέλαδος |579 ἀνά μʼ ἐκάλεσεν Εὐίου; [lyric] |580 ἰὼ ἰώ, πάλιν αὐδῶ, |581 ὁ Σεμέλας, ὁ Διὸς παῖς. [lyric] |582 ἰὼ ἰὼ δέσποτα δέσποτα, |583 μόλε νυν ἡμέτερον ἐς |584 θίασον, ὦ Βρόμιε Βρόμιε. [lyric] |585 σεῖε πέδον χθονὸς Ἔννοσι πότνια. [lyric] |586 ἆ ἆ, |587 τάχα τὰ Πενθέως μέλαθρα διατι- |588 νάξεται πεσήμασιν. |589 — ὁ Διόνυσος ἀνὰ μέλαθρα· |590 σέβετέ νιν. — σέβομεν ὤ. |591 — εἴδετε λάινα κίοσιν ἔμβολα |592 διάδρομα τάδε; Βρόμιος ὅδʼ ἀλα- |593 λάζεται στέγας ἔσω. [lyric] |594 ἅπτε κεραύνιον αἴθοπα λαμπάδα· |595 σύμφλεγε σύμφλεγε δώματα Πενθέος. [lyric] |596 ἆ ἆ, |596a πῦρ οὐ λεύσσεις, οὐδʼ αὐγάζῃ, |597 Σεμέλας ἱερὸν ἀμφὶ τάφον, ἅν |598 ποτε κεραυνόβολος ἔλιπε φλόγα |599 Δίου βροντᾶς; |600 δίκετε πεδόσε τρομερὰ σώματα |601 δίκετε, Μαινάδες· ὁ γὰρ ἄναξ |602 ἄνω κάτω τιθεὶς ἔπεισι |603 μέλαθρα τάδε Διὸς γόνος. [trochees] |604 βάρβαροι γυναῖκες, οὕτως ἐκπεπληγμέναι φόβῳ |605 πρὸς πέδῳ πεπτώκατʼ; ᾔσθησθʼ, ὡς ἔοικε, Βακχίου |606 διατινάξαντος δῶμα Πενθέως· ἀλλʼ ἐξανίστατε |607 σῶμα καὶ θαρσεῖτε σαρκὸς ἐξαμείψασαι τρόμον. [trochees] |608 ὦ φάος μέγιστον ἡμῖν εὐίου βακχεύματος, |609 ὡς ἐσεῖδον ἀσμένη σε, μονάδʼ ἔχουσʼ ἐρημίαν. [trochees] |610 εἰς ἀθυμίαν ἀφίκεσθʼ, ἡνίκʼ εἰσεπεμπόμην, |611 Πενθέως ὡς ἐς σκοτεινὰς ὁρκάνας πεσούμενος; [trochees] |612 πῶς γὰρ οὔ; τίς μοι φύλαξ ἦν, εἰ σὺ συμφορᾶς τύχοις; |613 ἀλλὰ πῶς ἠλευθερώθης ἀνδρὸς ἀνοσίου τυχών; [trochees] |614 αὐτὸς ἐξέσῳσʼ ἐμαυτὸν ῥᾳδίως ἄνευ πόνου. [trochees] |615 οὐδέ σου συνῆψε χεῖρε δεσμίοισιν ἐν βρόχοις; [trochees] |616 ταῦτα καὶ καθύβρισʼ αὐτόν, ὅτι με δεσμεύειν δοκῶν |617 οὔτʼ ἔθιγεν οὔθʼ ἥψαθʼ ἡμῶν, ἐλπίσιν δʼ ἐβόσκετο. |618 πρὸς φάτναις δὲ ταῦρον εὑρών, οὗ καθεῖρξʼ ἡμᾶς ἄγων, |619 τῷδε περὶ βρόχους ἔβαλλε γόνασι καὶ χηλαῖς ποδῶν, |620 θυμὸν ἐκπνέων, ἱδρῶτα σώματος στάζων ἄπο, |621 χείλεσιν διδοὺς ὀδόντας· πλησίον δʼ ἐγὼ παρὼν |622 ἥσυχος θάσσων ἔλευσσον. ἐν δὲ τῷδε τῷ χρόνῳ |623 ἀνετίναξʼ ἐλθὼν ὁ Βάκχος δῶμα καὶ μητρὸς τάφῳ |624 πῦρ ἀνῆψʼ· ὃ δʼ ὡς ἐσεῖδε, δώματʼ αἴθεσθαι δοκῶν, |625 ᾖσσʼ ἐκεῖσε κᾆτʼ ἐκεῖσε, δμωσὶν Ἀχελῷον φέρειν |626 ἐννέπων, ἅπας δʼ ἐν ἔργῳ δοῦλος ἦν, μάτην πονῶν. |627 διαμεθεὶς δὲ τόνδε μόχθον, ὡς ἐμοῦ πεφευγότος, |628 ἵεται ξίφος κελαινὸν ἁρπάσας δόμων ἔσω. |629 κᾆθʼ ὁ Βρόμιος, ὡς ἔμοιγε φαίνεται, δόξαν λέγω, |630 φάσμʼ ἐποίησεν κατʼ αὐλήν· ὃ δʼ ἐπὶ τοῦθʼ ὡρμημένος |631 ᾖσσε κἀκέντει φαεννὸν αἰθέρʼ, ὡς σφάζων ἐμέ. |632 πρὸς δὲ τοῖσδʼ αὐτῷ τάδʼ ἄλλα Βάκχιος λυμαίνεται· |633 δώματʼ ἔρρηξεν χαμᾶζε· συντεθράνωται δʼ ἅπαν |634 πικροτάτους ἰδόντι δεσμοὺς τοὺς ἐμούς· κόπου δʼ ὕπο |635 διαμεθεὶς ξίφος παρεῖται· πρὸς θεὸν γὰρ ὢν ἀνὴρ |636 ἐς μάχην ἐλθεῖν ἐτόλμησε. ἥσυχος δʼ ἐκβὰς ἐγὼ |637 δωμάτων ἥκω πρὸς ὑμᾶς, Πενθέως οὐ φροντίσας. |638 ὡς δέ μοι δοκεῖ — ψοφεῖ γοῦν ἀρβύλη δόμων ἔσω — |639 ἐς προνώπιʼ αὐτίχʼ ἥξει. τί ποτʼ ἄρʼ ἐκ τούτων ἐρεῖ; |640 ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα. |641 πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν. |642 πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος, |643 ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος. |644 ἔα ἔα· |645 ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος |646 φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς; |647 στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα. |648 πόθεν σὺ δεσμὰ διαφυγὼν ἔξω περᾷς; |649 οὐκ εἶπον—ἢ οὐκ ἤκουσασ—ὅτι λύσει μέ τις; |650 τίς; τοὺς λόγους γὰρ ἐσφέρεις καινοὺς ἀεί. |651 ὃς τὴν πολύβοτρυν ἄμπελον φύει βροτοῖς. |652 ὠνείδισας δὴ τοῦτο Διονύσῳ καλόν. |653 κλῄειν κελεύω πάντα πύργον ἐν κύκλῳ. |654 τί δʼ; οὐχ ὑπερβαίνουσι καὶ τείχη θεοί; |655 σοφὸς σοφὸς σύ, πλὴν ἃ δεῖ σʼ εἶναι σοφόν. |656 ἃ δεῖ μάλιστα, ταῦτʼ ἔγωγʼ ἔφυν σοφός. |657 κείνου δʼ ἀκούσας πρῶτα τοὺς λόγους μάθε, |658 ὃς ἐξ ὄρους πάρεστιν ἀγγελῶν τί σοι· |659 ἡμεῖς δέ σοι μενοῦμεν, οὐ φευξούμεθα. |660 Πενθεῦ κρατύνων τῆσδε Θηβαίας χθονός, |661 ἥκω Κιθαιρῶνʼ ἐκλιπών, ἵνʼ οὔποτε |662 λευκῆς χιόνος ἀνεῖσαν εὐαγεῖς βολαί. |663 ἥκεις δὲ ποίαν προστιθεὶς σπουδὴν λόγου; |664 βάκχας ποτνιάδας εἰσιδών, αἳ τῆσδε γῆς |665 οἴστροισι λευκὸν κῶλον ἐξηκόντισαν, |666 ἥκω φράσαι σοὶ καὶ πόλει χρῄζων, ἄναξ, |667 ὡς δεινὰ δρῶσι θαυμάτων τε κρείσσονα. |668 θέλω δʼ ἀκοῦσαι, πότερά σοι παρρησίᾳ |669 φράσω τὰ κεῖθεν ἢ λόγον στειλώμεθα· |670 τὸ γὰρ τάχος σου τῶν φρενῶν δέδοικʼ, ἄναξ, |671 καὶ τοὐξύθυμον καὶ τὸ βασιλικὸν λίαν. |672 λέγʼ, ὡς ἀθῷος ἐξ ἐμοῦ πάντως ἔσῃ. |673 τοῖς γὰρ δικαίοις οὐχὶ θυμοῦσθαι χρεών. |674 ὅσῳ δʼ ἂν εἴπῃς δεινότερα βακχῶν πέρι, |675 τοσῷδε μᾶλλον τὸν ὑποθέντα τὰς τέχνας |676 γυναιξὶ τόνδε τῇ δίκῃ προσθήσομεν. |677 ἀγελαῖα μὲν βοσκήματʼ ἄρτι πρὸς λέπας |678 μόσχων ὑπεξήκριζον, ἡνίχʼ ἥλιος |679 ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα. |680 ὁρῶ δὲ θιάσους τρεῖς γυναικείων χορῶν, |681 ὧν ἦρχʼ ἑνὸς μὲν Αὐτονόη, τοῦ δευτέρου |682 μήτηρ Ἀγαύη σή, τρίτου δʼ Ἰνὼ χοροῦ. |683 ηὗδον δὲ πᾶσαι σώμασιν παρειμέναι, |684 αἳ μὲν πρὸς ἐλάτης νῶτʼ ἐρείσασαι φόβην, |685 αἳ δʼ ἐν δρυὸς φύλλοισι πρὸς πέδῳ κάρα |686 εἰκῇ βαλοῦσαι σωφρόνως, οὐχ ὡς σὺ φῂς |687 ᾠνωμένας κρατῆρι καὶ λωτοῦ ψόφῳ |688 θηρᾶν καθʼ ὕλην Κύπριν ἠρημωμένας. |689 ἡ σὴ δὲ μήτηρ ὠλόλυξεν ἐν μέσαις |690 σταθεῖσα βάκχαις, ἐξ ὕπνου κινεῖν δέμας, |691 μυκήμαθʼ ὡς ἤκουσε κεροφόρων βοῶν. |692 αἳ δʼ ἀποβαλοῦσαι θαλερὸν ὀμμάτων ὕπνον |693 ἀνῇξαν ὀρθαί, θαῦμʼ ἰδεῖν εὐκοσμίας, |694 νέαι παλαιαὶ παρθένοι τʼ ἔτʼ ἄζυγες. |695 καὶ πρῶτα μὲν καθεῖσαν εἰς ὤμους κόμας |696 νεβρίδας τʼ ἀνεστείλανθʼ ὅσαισιν ἁμμάτων |697 σύνδεσμʼ ἐλέλυτο, καὶ καταστίκτους δορὰς |698 ὄφεσι κατεζώσαντο λιχμῶσιν γένυν. |699 αἳ δʼ ἀγκάλαισι δορκάδʼ ἢ σκύμνους λύκων |700 ἀγρίους ἔχουσαι λευκὸν ἐδίδοσαν γάλα, |701 ὅσαις νεοτόκοις μαστὸς ἦν σπαργῶν ἔτι |702 βρέφη λιπούσαις· ἐπὶ δʼ ἔθεντο κισσίνους |703 στεφάνους δρυός τε μίλακός τʼ ἀνθεσφόρου. |704 θύρσον δέ τις λαβοῦσʼ ἔπαισεν ἐς πέτραν, |705 ὅθεν δροσώδης ὕδατος ἐκπηδᾷ νοτίς· |706 ἄλλη δὲ νάρθηκʼ ἐς πέδον καθῆκε γῆς, |707 καὶ τῇδε κρήνην ἐξανῆκʼ οἴνου θεός· |708 ὅσαις δὲ λευκοῦ πώματος πόθος παρῆν, |709 ἄκροισι δακτύλοισι διαμῶσαι χθόνα |710 γάλακτος ἑσμοὺς εἶχον· ἐκ δὲ κισσίνων |711 θύρσων γλυκεῖαι μέλιτος ἔσταζον ῥοαί. |712 ὥστʼ, εἰ παρῆσθα, τὸν θεὸν τὸν νῦν ψέγεις |713 εὐχαῖσιν ἂν μετῆλθες εἰσιδὼν τάδε. |714 ξυνήλθομεν δὲ βουκόλοι καὶ ποιμένες, |715 κοινῶν λόγων δώσοντες ἀλλήλοις ἔριν |716 ὡς δεινὰ δρῶσι θαυμάτων τʼ ἐπάξια· |717 καί τις πλάνης κατʼ ἄστυ καὶ τρίβων λόγων |718 ἔλεξεν εἰς ἅπαντας· Ὦ σεμνὰς πλάκας |719 ναίοντες ὀρέων, θέλετε θηρασώμεθα |720 Πενθέως Ἀγαύην μητέρʼ ἐκ βακχευμάτων |721 χάριν τʼ ἄνακτι θώμεθα; εὖ δʼ ἡμῖν λέγειν |722 ἔδοξε, θάμνων δʼ ἐλλοχίζομεν φόβαις |723 κρύψαντες αὑτούς· αἳ δὲ τὴν τεταγμένην |724 ὥραν ἐκίνουν θύρσον ἐς βακχεύματα, |725 Ἴακχον ἀθρόῳ στόματι τὸν Διὸς γόνον |726 Βρόμιον καλοῦσαι· πᾶν δὲ συνεβάκχευʼ ὄρος |727 καὶ θῆρες, οὐδὲν δʼ ἦν ἀκίνητον δρόμῳ. |728 κυρεῖ δʼ Ἀγαύη πλησίον θρῴσκουσά μου· |729 κἀγὼ ʼξεπήδησʼ ὡς συναρπάσαι θέλων, |730 λόχμην κενώσας ἔνθʼ ἐκρυπτόμην δέμας. |731 ἣ δʼ ἀνεβόησεν· Ὦ δρομάδες ἐμαὶ κύνες, |732 θηρώμεθʼ ἀνδρῶν τῶνδʼ ὕπʼ· ἀλλʼ ἕπεσθέ μοι, |733 ἕπεσθε θύρσοις διὰ χερῶν ὡπλισμέναι. |734 ἡμεῖς μὲν οὖν φεύγοντες ἐξηλύξαμεν |735 βακχῶν σπαραγμόν, αἳ δὲ νεμομέναις χλόην |736 μόσχοις ἐπῆλθον χειρὸς ἀσιδήρου μέτα. |737 καὶ τὴν μὲν ἂν προσεῖδες εὔθηλον πόριν |738 μυκωμένην ἔχουσαν ἐν χεροῖν δίχα, |739 ἄλλαι δὲ δαμάλας διεφόρουν σπαράγμασιν. |740 εἶδες δʼ ἂν ἢ πλεύρʼ ἢ δίχηλον ἔμβασιν |741 ῥιπτόμενʼ ἄνω τε καὶ κάτω· κρεμαστὰ δὲ |742 ἔσταζʼ ὑπʼ ἐλάταις ἀναπεφυρμένʼ αἵματι. |743 ταῦροι δʼ ὑβρισταὶ κἀς κέρας θυμούμενοι |744 τὸ πρόσθεν ἐσφάλλοντο πρὸς γαῖαν δέμας, |745 μυριάσι χειρῶν ἀγόμενοι νεανίδων. |746 θᾶσσον δὲ διεφοροῦντο σαρκὸς ἐνδυτὰ |747 ἢ σὲ ξυνάψαι βλέφαρα βασιλείοις κόραις. |748 χωροῦσι δʼ ὥστʼ ὄρνιθες ἀρθεῖσαι δρόμῳ |749 πεδίων ὑποτάσεις, αἳ παρʼ Ἀσωποῦ ῥοαῖς |750 εὔκαρπον ἐκβάλλουσι Θηβαίων στάχυν· |751 Ὑσιάς τʼ Ἐρυθράς θʼ, αἳ Κιθαιρῶνος λέπας |752 νέρθεν κατῳκήκασιν, ὥστε πολέμιοι, |753 ἐπεσπεσοῦσαι πάντʼ ἄνω τε καὶ κάτω |754 διέφερον· ἥρπαζον μὲν ἐκ δόμων τέκνα· |755 ὁπόσα δʼ ἐπʼ ὤμοις ἔθεσαν, οὐ δεσμῶν ὕπο |756 προσείχετʼ οὐδʼ ἔπιπτεν ἐς μέλαν πέδον, |757 οὐ χαλκός, οὐ σίδηρος· ἐπὶ δὲ βοστρύχοις |758 πῦρ ἔφερον, οὐδʼ ἔκαιεν. οἳ δʼ ὀργῆς ὕπο |759 ἐς ὅπλʼ ἐχώρουν φερόμενοι βακχῶν ὕπο· |760 οὗπερ τὸ δεινὸν ἦν θέαμʼ ἰδεῖν, ἄναξ. |761 τοῖς μὲν γὰρ οὐχ ᾕμασσε λογχωτὸν βέλος, |762 κεῖναι δὲ θύρσους ἐξανιεῖσαι χερῶν |763 ἐτραυμάτιζον κἀπενώτιζον φυγῇ |764 γυναῖκες ἄνδρας, οὐκ ἄνευ θεῶν τινος. |765 πάλιν δʼ ἐχώρουν ὅθεν ἐκίνησαν πόδα, |766 κρήνας ἐπʼ αὐτὰς ἃς ἀνῆκʼ αὐταῖς θεός. |767 νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων |768 γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός. |769 τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα, |770 δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας, |771 κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, |772 τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς. |773 οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις |774 οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι. |775 ταρβῶ μὲν εἰπεῖν τοὺς λόγους ἐλευθέρους |776 πρὸς τὸν τύραννον, ἀλλʼ ὅμως εἰρήσεται· |777 Διόνυσος ἥσσων οὐδενὸς θεῶν ἔφυ. |778 ἤδη τόδʼ ἐγγὺς ὥστε πῦρ ὑφάπτεται |779 ὕβρισμα βακχῶν, ψόγος ἐς Ἕλληνας μέγας. |780 ἀλλʼ οὐκ ὀκνεῖν δεῖ· στεῖχʼ ἐπʼ Ἠλέκτρας ἰὼν |781 πύλας· κέλευε πάντας ἀσπιδηφόρους |782 ἵππων τʼ ἀπαντᾶν ταχυπόδων ἐπεμβάτας |783 πέλτας θʼ ὅσοι πάλλουσι καὶ τόξων χερὶ |784 ψάλλουσι νευράς, ὡς ἐπιστρατεύσομεν |785 βάκχαισιν· οὐ γὰρ ἀλλʼ ὑπερβάλλει τάδε, |786 εἰ πρὸς γυναικῶν πεισόμεσθʼ ἃ πάσχομεν. |787 πείθῃ μὲν οὐδέν, τῶν ἐμῶν λόγων κλύων, |788 Πενθεῦ· κακῶς δὲ πρὸς σέθεν πάσχων ὅμως |789 οὔ φημι χρῆναί σʼ ὅπλʼ ἐπαίρεσθαι θεῷ, |790 ἀλλʼ ἡσυχάζειν· Βρόμιος οὐκ ἀνέξεται |791 κινοῦντα βάκχας σʼ εὐίων ὀρῶν ἄπο. |792 οὐ μὴ φρενώσεις μʼ, ἀλλὰ δέσμιος φυγὼν |793 σῴσῃ τόδʼ; ἢ σοὶ πάλιν ἀναστρέψω δίκην; |794 θύοιμʼ ἂν αὐτῷ μᾶλλον ἢ θυμούμενος |795 πρὸς κέντρα λακτίζοιμι θνητὸς ὢν θεῷ. |796 θύσω, φόνον γε θῆλυν, ὥσπερ ἄξιαι, |797 πολὺν ταράξας ἐν Κιθαιρῶνος πτυχαῖς. |798 φεύξεσθε πάντες· καὶ τόδʼ αἰσχρόν, ἀσπίδας |799 θύρσοισι βακχῶν ἐκτρέπειν χαλκηλάτους |800 ἀπόρῳ γε τῷδε συμπεπλέγμεθα ξένῳ, |801 ὃς οὔτε πάσχων οὔτε δρῶν σιγήσεται. |802 ὦ τᾶν, ἔτʼ ἔστιν εὖ καταστῆσαι τάδε. |803 τί δρῶντα; δουλεύοντα δουλείαις ἐμαῖς; |804 ἐγὼ γυναῖκας δεῦρʼ ὅπλων ἄξω δίχα. |805 οἴμοι· τόδʼ ἤδη δόλιον ἔς με μηχανᾷ. |806 ποῖόν τι, σῷσαί σʼ εἰ θέλω τέχναις ἐμαῖς; |807 ξυνέθεσθε κοινῇ τάδʼ, ἵνα βακχεύητʼ ἀεί. |808 καὶ μὴν ξυνεθέμην—τοῦτό γʼ ἔστι—τῷ θεῷ. |809 ἐκφέρετέ μοι δεῦρʼ ὅπλα, σὺ δὲ παῦσαι λέγων. |810 ἆ. |811 βούλῃ σφʼ ἐν ὄρεσι συγκαθημένας ἰδεῖν; |812 μάλιστα, μυρίον γε δοὺς χρυσοῦ σταθμόν. |813 τί δʼ εἰς ἔρωτα τοῦδε πέπτωκας μέγαν; |814 λυπρῶς νιν εἰσίδοιμʼ ἂν ἐξῳνωμένας. |815 ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά; |816 σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος. |817 ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ. |818 ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε. |819 ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ; |820 ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ. |821 στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους. |822 τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ; |823 μή σε κτάνωσιν, ἢν ἀνὴρ ὀφθῇς ἐκεῖ. |824 εὖ γʼ εἶπας αὖ τόδʼ· ὥς τις εἶ πάλαι σοφός. |825 Διόνυσος ἡμᾶς ἐξεμούσωσεν τάδε. |826 πῶς οὖν γένοιτʼ ἂν ἃ σύ με νουθετεῖς καλῶς; |827 ἐγὼ στελῶ σε δωμάτων ἔσω μολών. |828 τίνα στολήν; ἦ θῆλυν; ἀλλʼ αἰδώς μʼ ἔχει. |829 οὐκέτι θεατὴς μαινάδων πρόθυμος εἶ. |830 στολὴν δὲ τίνα φῂς ἀμφὶ χρῶτʼ ἐμὸν βαλεῖν; |831 κόμην μὲν ἐπὶ σῷ κρατὶ ταναὸν ἐκτενῶ. |832 τὸ δεύτερον δὲ σχῆμα τοῦ κόσμου τί μοι; |833 πέπλοι ποδήρεις· ἐπὶ κάρᾳ δʼ ἔσται μίτρα. |834 ἦ καί τι πρὸς τοῖσδʼ ἄλλο προσθήσεις ἐμοί; |835 θύρσον γε χειρὶ καὶ νεβροῦ στικτὸν δέρας. |836 οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν. |837 ἀλλʼ αἷμα θήσεις συμβαλὼν βάκχαις μάχην. |838 ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν. |839 σοφώτερον γοῦν ἢ κακοῖς θηρᾶν κακά. |840 καὶ πῶς διʼ ἄστεως εἶμι Καδμείους λαθών; |841 ὁδοὺς ἐρήμους ἴμεν· ἐγὼ δʼ ἡγήσομαι. |842 πᾶν κρεῖσσον ὥστε μὴ ʼγγελᾶν βάκχας ἐμοί. |843 ἐλθόντʼ ἐς οἴκους ἃν δοκῇ βουλεύσομαι. |844 ἔξεστι· πάντῃ τό γʼ ἐμὸν εὐτρεπὲς πάρα. |845 στείχοιμʼ ἄν· ἢ γὰρ ὅπλʼ ἔχων πορεύσομαι |846 ἢ τοῖσι σοῖσι πείσομαι βουλεύμασιν. |848 γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται, |847 ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην. |849 Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω· |850 τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν, |851 ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ |852 οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν, |853 ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται. |854 χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν |855 γυναικόμορφον ἀγόμενον διʼ ἄστεως |856 ἐκ τῶν ἀπειλῶν τῶν πρίν, αἷσι δεινὸς ἦν. |857 ἀλλʼ εἶμι κόσμον ὅνπερ εἰς Ἅιδου λαβὼν |858 ἄπεισι μητρὸς ἐκ χεροῖν κατασφαγείς, |859 Πενθεῖ προσάψων· γνώσεται δὲ τὸν Διὸς |860 Διόνυσον, ὃς πέφυκεν ἐν τέλει θεός, |861 δεινότατος, ἀνθρώποισι δʼ ἠπιώτατος. [choral] [strophe 1] |862 ἆρʼ ἐν παννυχίοις χοροῖς |863 θήσω ποτὲ λευκὸν |864 πόδʼ ἀναβακχεύουσα, δέραν |865 εἰς αἰθέρα δροσερὸν ῥίπτουσʼ, |866 ὡς νεβρὸς χλοεραῖς ἐμπαί- |867 ζουσα λείμακος ἡδοναῖς, |868 ἡνίκʼ ἂν φοβερὰν φύγῃ |869 θήραν ἔξω φυλακᾶς |870 εὐπλέκτων ὑπὲρ ἀρκύων, |871 θωΰσσων δὲ κυναγέτας |872 συντείνῃ δράμημα κυνῶν· |873 μόχθοις τʼ ὠκυδρόμοις τʼ ἀέλ- |873a λαις θρῴσκει πεδίον |874 παραποτάμιον, ἡδομένα |875 βροτῶν ἐρημίαις σκιαρο- |876 κόμοιό τʼ ἔρνεσιν ὕλας. |877 τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον |878 παρὰ θεῶν γέρας ἐν βροτοῖς |879 ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς |880 τῶν ἐχθρῶν κρείσσω κατέχειν; |881 ὅ τι καλὸν φίλον ἀεί. [antistrophe 1] |882 ὁρμᾶται μόλις, ἀλλʼ ὅμως |883 πιστόν τι τὸ θεῖον |884 σθένος· ἀπευθύνει δὲ βροτῶν |885 τούς τʼ ἀγνωμοσύναν τιμῶν- |886 τας καὶ μὴ τὰ θεῶν αὔξον- |887 τας σὺν μαινομένᾳ δόξᾳ. |888 κρυπτεύουσι δὲ ποικίλως |889 δαρὸν χρόνου πόδα καὶ |890 θηρῶσιν τὸν ἄσεπτον. οὐ |891 γὰρ κρεῖσσόν ποτε τῶν νόμων |892 γιγνώσκειν χρὴ καὶ μελετᾶν. |893 κούφα γὰρ δαπάνα νομί- |893a ζειν ἰσχὺν τόδʼ ἔχειν, |894 ὅ τι ποτʼ ἄρα τὸ δαιμόνιον, |895 τό τʼ ἐν χρόνῳ μακρῷ νόμιμον |896 ἀεὶ φύσει τε πεφυκός. |897 τί τὸ σοφόν; ἢ τί τὸ κάλλιον |898 παρὰ θεῶν γέρας ἐν βροτοῖς |899 ἢ χεῖρʼ ὑπὲρ κορυφᾶς |900 τῶν ἐχθρῶν κρείσσω κατέχειν; |901 ὅ τι καλὸν φίλον ἀεί. [epode] |902 εὐδαίμων μὲν ὃς ἐκ θαλάσσας |903 ἔφυγε χεῖμα, λιμένα δʼ ἔκιχεν· |904 εὐδαίμων δʼ ὃς ὕπερθε μόχθων |905 ἐγένεθʼ· ἑτέρᾳ δʼ ἕτερος ἕτερον |906 ὄλβῳ καὶ δυνάμει παρῆλθεν. |907 μυρίαι δʼ ἔτι μυρίοις |908 εἰσὶν ἐλπίδες· αἳ μὲν |908a τελευτῶσιν ἐν ὄλβῳ |909 βροτοῖς, αἳ δʼ ἀπέβησαν· |910 τὸ δὲ κατʼ ἦμαρ ὅτῳ βίοτος |911 εὐδαίμων, μακαρίζω. [episode] |912 σὲ τὸν πρόθυμον ὄνθʼ ἃ μὴ χρεὼν ὁρᾶν |913 σπεύδοντά τʼ ἀσπούδαστα, Πενθέα λέγω, |914 ἔξιθι πάροιθε δωμάτων, ὄφθητί μοι, |915 σκευὴν γυναικὸς μαινάδος βάκχης ἔχων, |916 μητρός τε τῆς σῆς καὶ λόχου κατάσκοπος· |917 πρέπεις δὲ Κάδμου θυγατέρων μορφὴν μιᾷ. |918 καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, |919 δισσὰς δὲ Θήβας καὶ πόλισμʼ ἑπτάστομον· |920 καὶ ταῦρος ἡμῖν πρόσθεν ἡγεῖσθαι δοκεῖς |921 καὶ σῷ κέρατα κρατὶ προσπεφυκέναι. |922 ἀλλʼ ἦ ποτʼ ἦσθα θήρ; τεταύρωσαι γὰρ οὖν. |923 ὁ θεὸς ὁμαρτεῖ, πρόσθεν ὢν οὐκ εὐμενής, |924 ἔνσπονδος ἡμῖν· νῦν δʼ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν. |925 τί φαίνομαι δῆτʼ; οὐχὶ τὴν Ἰνοῦς στάσιν |926 ἢ τὴν Ἀγαύης ἑστάναι, μητρός γʼ ἐμῆς; |927 αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σʼ ὁρῶν. |928 ἀλλʼ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχʼ ὅδε, |929 οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα. |930 ἔνδον προσείων αὐτὸν ἀνασείων τʼ ἐγὼ |931 καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα. |932 ἀλλʼ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει, |933 πάλιν καταστελοῦμεν· ἀλλʼ ὄρθου κάρα. |934 ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή. |935 ζῶναί τέ σοι χαλῶσι κοὐχ ἑξῆς πέπλων |936 στολίδες ὑπὸ σφυροῖσι τείνουσιν σέθεν. |937 κἀμοὶ δοκοῦσι παρά γε δεξιὸν πόδα· |938 τἀνθένδε δʼ ὀρθῶς παρὰ τένοντʼ ἔχει πέπλος. |939 ἦ πού με τῶν σῶν πρῶτον ἡγήσῃ φίλων, |940 ὅταν παρὰ λόγον σώφρονας βάκχας ἴδῃς. |941 πότερα δὲ θύρσον δεξιᾷ λαβὼν χερὶ |942 ἢ τῇδε, βάκχῃ μᾶλλον εἰκασθήσομαι; |943 ἐν δεξιᾷ χρὴ χἅμα δεξιῷ ποδὶ |944 αἴρειν νιν· αἰνῶ δʼ ὅτι μεθέστηκας φρενῶν. |945 ἆρʼ ἂν δυναίμην τὰς Κιθαιρῶνος πτυχὰς |946 αὐταῖσι βάκχαις τοῖς ἐμοῖς ὤμοις φέρειν; |947 δύναιʼ ἄν, εἰ βούλοιο· τὰς δὲ πρὶν φρένας |948 οὐκ εἶχες ὑγιεῖς, νῦν δʼ ἔχεις οἵας σε δεῖ. |949 μοχλοὺς φέρωμεν; ἢ χεροῖν ἀνασπάσω |950 κορυφαῖς ὑποβαλὼν ὦμον ἢ βραχίονα; |951 μὴ σύ γε τὰ Νυμφῶν διολέσῃς ἱδρύματα |952 καὶ Πανὸς ἕδρας ἔνθʼ ἔχει συρίγματα. |953 καλῶς ἔλεξας· οὐ σθένει νικητέον |954 γυναῖκας· ἐλάταισιν δʼ ἐμὸν κρύψω δέμας. |955 κρύψῃ σὺ κρύψιν ἥν σε κρυφθῆναι χρεών, |956 ἐλθόντα δόλιον μαινάδων κατάσκοπον. |957 καὶ μὴν δοκῶ σφᾶς ἐν λόχμαις ὄρνιθας ὣς |958 λέκτρων ἔχεσθαι φιλτάτοις ἐν ἕρκεσιν. |959 οὐκοῦν ἐπʼ αὐτὸ τοῦτʼ ἀποστέλλῃ φύλαξ· |960 λήψῃ δʼ ἴσως σφᾶς, ἢν σὺ μὴ ληφθῇς πάρος. |961 κόμιζε διὰ μέσης με Θηβαίας χθονός· |962 μόνος γὰρ αὐτῶν εἰμʼ ἀνὴρ τολμῶν τόδε. |963 μόνος σὺ πόλεως τῆσδʼ ὑπερκάμνεις, μόνος· |964 τοιγάρ σʼ ἀγῶνες ἀναμένουσιν οὓς ἐχρῆν. |965 ἕπου δέ· πομπὸς δʼ εἶμʼ ἐγὼ σωτήριος, |966 κεῖθεν δʼ ἀπάξει σʼ ἄλλος. |966b ἡ τεκοῦσά γε. |967 ἐπίσημον ὄντα πᾶσιν. |967b ἐπὶ τόδʼ ἔρχομαι. |968 φερόμενος ἥξεις |968b ἁβρότητʼ ἐμὴν λέγεις. |969 ἐν χερσὶ μητρός. |969b καὶ τρυφᾶν μʼ ἀναγκάσεις. |970 τρυφάς γε τοιάσδε. |970b ἀξίων μὲν ἅπτομαι. |971 δεινὸς σὺ δεινὸς κἀπὶ δείνʼ ἔρχῃ πάθη, |972 ὥστʼ οὐρανῷ στηρίζον εὑρήσεις κλέος. |973 ἔκτεινʼ, Ἀγαύη, χεῖρας αἵ θʼ ὁμόσποροι |974 Κάδμου θυγατέρες· τὸν νεανίαν ἄγω |975 τόνδʼ εἰς ἀγῶνα μέγαν, ὁ νικήσων δʼ ἐγὼ |976 καὶ Βρόμιος ἔσται. τἄλλα δʼ αὐτὸ σημανεῖ. [choral] [strophe 1] |977 ἴτε θοαὶ Λύσσας κύνες ἴτʼ εἰς ὄρος, |978 θίασον ἔνθʼ ἔχουσι Κάδμου κόραι, |979 ἀνοιστρήσατέ νιν |980 ἐπὶ τὸν ἐν γυναικομίμῳ στολᾷ |981 λυσσώδη κατάσκοπον μαινάδων. |982 μάτηρ πρῶτά νιν λευρᾶς ἀπὸ πέτρας |983 ἢ σκόλοπος ὄψεται |984 δοκεύοντα, μαινάσιν δʼ ἀπύσει· |985 Τίς ὅδʼ ὀρειδρόμων |986 μαστὴρ Καδμείων ἐς ὄρος ἐς ὄρος ἔμολʼ |987 ἔμολεν, ὦ βάκχαι; τίς ἄρα νιν ἔτεκεν; |988 οὐ γὰρ ἐξ αἵματος |989 γυναικῶν ἔφυ, λεαίνας δέ τινος |990 ὅδʼ ἢ Γοργόνων Λιβυσσᾶν γένος. |992 ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος |993 φονεύουσα λαιμῶν διαμπὰξ |995 τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος |996 γόνον γηγενῆ. [antistrophe 1] |997 ὃς ἀδίκῳ γνώμᾳ παρανόμῳ τʼ ὀργᾷ |998 περὶ σὰ Βάκχιʼ, ὄργια ματρός τε σᾶς |999 μανείσᾳ πραπίδι |1000 παρακόπῳ τε λήματι στέλλεται, |1001 τἀνίκατον ὡς κρατήσων βίᾳ, |1002 γνωμᾶν σωφρόνα θάνατος ἀπροφάσι- |1003 στος ἐς τὰ θεῶν ἔφυ· |1004 βροτείως τʼ ἔχειν ἄλυπος βίος. |1005 τὸ σοφὸν οὐ φθονῶ· |1006 χαίρω θηρεύουσα· τὰ δʼ ἕτερα μεγάλα |1007 φανερά τʼ· ὤ, νάειν ἐπὶ τὰ καλὰ βίον, |1008 ἦμαρ ἐς νύκτα τʼ εὐ- |1009 αγοῦντʼ εὐσεβεῖν, τὰ δʼ ἔξω νόμιμα |1010 δίκας ἐκβαλόντα τιμᾶν θεούς. |1013 ἴτω δίκα φανερός, ἴτω ξιφηφόρος |1014 φονεύουσα λαιμῶν διαμπὰξ |1015 τὸν ἄθεον ἄνομον ἄδικον Ἐχίονος |1016 τόκον γηγενῆ. [epode] |1018 φάνηθι ταῦρος ἢ πολύκρανος ἰδεῖν |1019 δράκων ἢ πυριφλέγων ὁρᾶσθαι λέων. |1020 ἴθʼ, ὦ Βάκχε, θηραγρευτᾷ βακχᾶν |1021 γελῶντι προσώπῳ περίβαλε βρόχον |1022 θανάσιμον ὑπʼ ἀγέλαν πεσόν- |1023 τι τὰν μαινάδων. [episode] |1024 ὦ δῶμʼ ὃ πρίν ποτʼ εὐτύχεις ἀνʼ Ἑλλάδα, |1025 Σιδωνίου γέροντος, ὃς τὸ γηγενὲς |1026 δράκοντος ἔσπειρʼ Ὄφεος ἐν γαίᾳ θέρος, |1027 ὥς σε στενάζω, δοῦλος ὢν μέν, ἀλλʼ ὅμως |1028 χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν. |1029 τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον; |1030 Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός. [lyric] |1031 ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας. |1032 πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖς |1033 χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι; [lyric] |1034 εὐάζω ξένα μέλεσι βαρβάροις· |1035 οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω. |1036 Θήβας δʼ ἀνάνδρους ὧδʼ ἄγεις [lyric] |1037 ὁ Διόνυσος ὁ Διόνυσος, οὐ Θῆβαι |1038 κράτος ἔχουσʼ ἐμόν. |1039 συγγνωστὰ μέν σοι, πλὴν ἐπʼ ἐξειργασμένοις |1040 κακοῖσι χαίρειν, ὦ γυναῖκες, οὐ καλόν. [lyric] |1041 ἔννεπέ μοι, φράσον, τίνι μόρῳ θνῄσκει |1042 ἄδικος ἄδικά τʼ ἐκπορίζων ἀνήρ; |1043 ἐπεὶ θεράπνας τῆσδε Θηβαίας χθονὸς |1044 λιπόντες ἐξέβημεν Ἀσωποῦ ῥοάς, |1045 λέπας Κιθαιρώνειον εἰσεβάλλομεν |1046 Πενθεύς τε κἀγώ—δεσπότῃ γὰρ εἱπόμην— |1047 ξένος θʼ ὃς ἡμῖν πομπὸς ἦν θεωρίας. |1048 πρῶτον μὲν οὖν ποιηρὸν ἵζομεν νάπος, |1049 τά τʼ ἐκ ποδῶν σιγηλὰ καὶ γλώσσης ἄπο |1050 σῴζοντες, ὡς ὁρῷμεν οὐχ ὁρώμενοι. |1051 ἦν δʼ ἄγκος ἀμφίκρημνον, ὕδασι διάβροχον, |1052 πεύκαισι συσκιάζον, ἔνθα μαινάδες |1053 καθῆντʼ ἔχουσαι χεῖρας ἐν τερπνοῖς πόνοις. |1054 αἳ μὲν γὰρ αὐτῶν θύρσον ἐκλελοιπότα |1055 κισσῷ κομήτην αὖθις ἐξανέστεφον, |1056 αἳ δʼ, ἐκλιποῦσαι ποικίλʼ ὡς πῶλοι ζυγά, |1057 βακχεῖον ἀντέκλαζον ἀλλήλαις μέλος. |1058 Πενθεὺς δʼ ὁ τλήμων θῆλυν οὐχ ὁρῶν ὄχλον |1059 ἔλεξε τοιάδʼ· Ὦ ξένʼ, οὗ μὲν ἕσταμεν, |1060 οὐκ ἐξικνοῦμαι μαινάδων ὄσσοις νόθων· |1061 ὄχθων δʼ ἔπʼ, ἀμβὰς ἐς ἐλάτην ὑψαύχενα, |1062 ἴδοιμʼ ἂν ὀρθῶς μαινάδων αἰσχρουργίαν. |1063 τοὐντεῦθεν ἤδη τοῦ ξένου τὸ θαῦμʼ ὁρῶ· |1064 λαβὼν γὰρ ἐλάτης οὐράνιον ἄκρον κλάδον |1065 κατῆγεν, ἦγεν, ἦγεν ἐς μέλαν πέδον· |1066 κυκλοῦτο δʼ ὥστε τόξον ἢ κυρτὸς τροχὸς |1067 τόρνῳ γραφόμενος περιφορὰν ἕλκει δρόμον· |1068 ὣς κλῶνʼ ὄρειον ὁ ξένος χεροῖν ἄγων |1069 ἔκαμπτεν ἐς γῆν, ἔργματʼ οὐχὶ θνητὰ δρῶν. |1070 Πενθέα δʼ ἱδρύσας ἐλατίνων ὄζων ἔπι, |1071 ὀρθὸν μεθίει διὰ χερῶν βλάστημʼ ἄνω |1072 ἀτρέμα, φυλάσσων μὴ ἀναχαιτίσειέ νιν, |1073 ὀρθὴ δʼ ἐς ὀρθὸν αἰθέρʼ ἐστηρίζετο, |1074 ἔχουσα νώτοις δεσπότην ἐφήμενον· |1075 ὤφθη δὲ μᾶλλον ἢ κατεῖδε μαινάδας. |1076 ὅσον γὰρ οὔπω δῆλος ἦν θάσσων ἄνω, |1077 καὶ τὸν ξένον μὲν οὐκέτʼ εἰσορᾶν παρῆν, |1078 ἐκ δʼ αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι |1079 Διόνυσος, ἀνεβόησεν· Ὦ νεάνιδες, |1080 ἄγω τὸν ὑμᾶς κἀμὲ τἀμά τʼ ὄργια |1081 γέλων τιθέμενον· ἀλλὰ τιμωρεῖσθέ νιν. |1082 καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πρὸς οὐρανὸν |1083 καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός. |1084 σίγησε δʼ αἰθήρ, σῖγα δʼ ὕλιμος νάπη |1085 φύλλʼ εἶχε, θηρῶν δʼ οὐκ ἂν ἤκουσας βοήν. |1086 αἳ δʼ ὠσὶν ἠχὴν οὐ σαφῶς δεδεγμέναι |1087 ἔστησαν ὀρθαὶ καὶ διήνεγκαν κόρας. |1088 ὃ δʼ αὖθις ἐπεκέλευσεν· ὡς δʼ ἐγνώρισαν |1089 σαφῆ κελευσμὸν Βακχίου Κάδμου κόραι, |1090 ᾖξαν πελείας ὠκύτητʼ οὐχ ἥσσονες |1091 ποδῶν τρέχουσαι συντόνοις δραμήμασι, |1092 μήτηρ Ἀγαύη σύγγονοί θʼ ὁμόσποροι |1093 πᾶσαί τε βάκχαι· διὰ δὲ χειμάρρου νάπης |1094 ἀγμῶν τʼ ἐπήδων θεοῦ πνοαῖσιν ἐμμανεῖς. |1095 ὡς δʼ εἶδον ἐλάτῃ δεσπότην ἐφήμενον, |1096 πρῶτον μὲν αὐτοῦ χερμάδας κραταιβόλους |1097 ἔρριπτον, ἀντίπυργον ἐπιβᾶσαι πέτραν, |1098 ὄζοισί τʼ ἐλατίνοισιν ἠκοντίζετο. |1099 ἄλλαι δὲ θύρσους ἵεσαν διʼ αἰθέρος |1100 Πενθέως, στόχον δύστηνον· ἀλλʼ οὐκ ἤνυτον. |1101 κρεῖσσον γὰρ ὕψος τῆς προθυμίας ἔχων |1102 καθῆσθʼ ὁ τλήμων, ἀπορίᾳ λελημμένος. |1103 τέλος δὲ δρυΐνους συγκεραυνοῦσαι κλάδους |1104 ῥίζας ἀνεσπάρασσον ἀσιδήροις μοχλοῖς. |1105 ἐπεὶ δὲ μόχθων τέρματʼ οὐκ ἐξήνυτον, |1106 ἔλεξʼ Ἀγαύη· Φέρε, περιστᾶσαι κύκλῳ |1107 πτόρθου λάβεσθε, μαινάδες, τὸν ἀμβάτην |1108 θῆρʼ ὡς ἕλωμεν, μηδʼ ἀπαγγείλῃ θεοῦ |1109 χοροὺς κρυφαίους. αἳ δὲ μυρίαν χέρα |1110 προσέθεσαν ἐλάτῃ κἀξανέσπασαν χθονός· |1111 ὑψοῦ δὲ θάσσων ὑψόθεν χαμαιριφὴς |1112 πίπτει πρὸς οὖδας μυρίοις οἰμώγμασιν |1113 Πενθεύς· κακοῦ γὰρ ἐγγὺς ὢν ἐμάνθανεν. |1114 πρώτη δὲ μήτηρ ἦρξεν ἱερέα φόνου |1115 καὶ προσπίτνει νιν· ὃ δὲ μίτραν κόμης ἄπο |1116 ἔρριψεν, ὥς νιν γνωρίσασα μὴ κτάνοι |1117 τλήμων Ἀγαύη, καὶ λέγει, παρηίδος |1118 ψαύων· Ἐγώ τοι, μῆτερ, εἰμί, παῖς σέθεν |1119 Πενθεύς, ὃν ἔτεκες ἐν δόμοις Ἐχίονος· |1120 οἴκτιρε δʼ ὦ μῆτέρ με, μηδὲ ταῖς ἐμαῖς |1121 ἁμαρτίαισι παῖδα σὸν κατακτάνῃς. |1122 ἣ δʼ ἀφρὸν ἐξιεῖσα καὶ διαστρόφους |1123 κόρας ἑλίσσουσʼ, οὐ φρονοῦσʼ ἃ χρὴ φρονεῖν, |1124 ἐκ Βακχίου κατείχετʼ, οὐδʼ ἔπειθέ νιν. |1125 λαβοῦσα δʼ ὠλένης ἀριστερὰν χέρα, |1126 πλευραῖσιν ἀντιβᾶσα τοῦ δυσδαίμονος |1127 ἀπεσπάραξεν ὦμον, οὐχ ὑπὸ σθένους, |1128 ἀλλʼ ὁ θεὸς εὐμάρειαν ἐπεδίδου χεροῖν· |1129 Ἰνὼ δὲ τἀπὶ θάτερʼ ἐξειργάζετο, |1130 ῥηγνῦσα σάρκας, Αὐτονόη τʼ ὄχλος τε πᾶς |1131 ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή, |1132 ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων, |1133 αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην, |1134 ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ |1135 πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη |1136 χεῖρας διεσφαίριζε σάρκα Πενθέως. |1137 κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις |1138 πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ, |1139 οὐ ῥᾴδιον ζήτημα· κρᾶτα δʼ ἄθλιον, |1140 ὅπερ λαβοῦσα τυγχάνει μήτηρ χεροῖν, |1141 πήξασʼ ἐπʼ ἄκρον θύρσον ὡς ὀρεστέρου |1142 φέρει λέοντος διὰ Κιθαιρῶνος μέσου, |1143 λιποῦσʼ ἀδελφὰς ἐν χοροῖσι μαινάδων. |1144 χωρεῖ δὲ θήρᾳ δυσπότμῳ γαυρουμένη |1145 τειχέων ἔσω τῶνδʼ, ἀνακαλοῦσα Βάκχιον |1146 τὸν ξυγκύναγον, τὸν ξυνεργάτην ἄγρας, |1147 τὸν καλλίνικον, ᾧ δάκρυα νικηφορεῖ. |1148 ἐγὼ μὲν οὖν τῇδʼ ἐκποδὼν τῇ ξυμφορᾷ |1149 ἄπειμʼ, Ἀγαύην πρὶν μολεῖν πρὸς δώματα. |1150 τὸ σωφρονεῖν δὲ καὶ σέβειν τὰ τῶν θεῶν |1151 κάλλιστον· οἶμαι δʼ αὐτὸ καὶ σοφώτατον |1152 θνητοῖσιν εἶναι κτῆμα τοῖσι χρωμένοις. [choral] [lyric] |1153 ἀναχορεύσωμεν Βάκχιον, |1154 ἀναβοάσωμεν ξυμφορὰν |1155 τὰν τοῦ δράκοντος Πενθέος ἐκγενέτα· |1156 ὃς τὰν θηλυγενῆ στολὰν |1157 νάρθηκά τε, πιστὸν Ἅιδαν, |1158 ἔλαβεν εὔθυρσον, |1159 ταῦρον προηγητῆρα συμφορᾶς ἔχων. |1160 βάκχαι Καδμεῖαι, |1161 τὸν καλλίνικον κλεινὸν ἐξεπράξατε |1162 ἐς στόνον, ἐς δάκρυα. |1163 καλὸς ἀγών, χέρʼ αἵματι στάζουσαν |1164 περιβαλεῖν τέκνου. |1165 ἀλλʼ, εἰσορῶ γὰρ ἐς δόμους ὁρμωμένην |1166 Πενθέως Ἀγαύην μητέρʼ ἐν διαστρόφοις |1167 ὄσσοις, δέχεσθε κῶμον εὐίου θεοῦ. [strophe 1] |1168 Ἀσιάδες βάκχαι — |1168b τί μʼ ὀροθύνεις, ὤ; |1169 φέρομεν ἐξ ὀρέων |1170 ἕλικα νεότομον ἐπὶ μέλαθρα, |1171 μακάριον θήραν. |1172 ὁρῶ καί σε δέξομαι σύγκωμον. |1173 ἔμαρψα τόνδʼ ἄνευ βρόχων |1174 λέοντος ἀγροτέρου νέον ἶνιν· |1175 ὡς ὁρᾶν πάρα. |1176 πόθεν ἐρημίας; |1177 Κιθαιρὼν |1177b Κιθαιρών; |1178 κατεφόνευσέ νιν. |1179 τίς ἁ βαλοῦσα; |1179b πρῶτον ἐμὸν τὸ γέρας. |1180 μάκαιρʼ Ἀγαύη κλῃζόμεθʼ ἐν θιάσοις. |1181 τίς ἄλλα; |1181b τὰ Κάδμου |1182 τί Κάδμου; |1182b γένεθλα |1182a μετʼ ἐμὲ μετʼ ἐμὲ τοῦδʼ |1183 ἔθιγε θηρός· εὐτυχής γʼ ἅδʼ ἄγρα. [antistrophe 1] |1184 μέτεχέ νυν θοίνας. |1184b τί; μετέχω, τλᾶμον; |1185 νέος ὁ μόσχος ἄρ- |1186 τι γένυν ὑπὸ κόρυθʼ ἁπαλότριχα |1187 κατάκομον θάλλει. |1188 πρέπει γʼ ὥστε θὴρ ἄγραυλος φόβῃ. |1189 ὁ Βάκχιος κυναγέτας |1190 σοφὸς σοφῶς ἀνέπηλʼ ἐπὶ θῆρα |1191 τόνδε μαινάδας. |1192 ὁ γὰρ ἄναξ ἀγρεύς. |1193 ἐπαινεῖς; |1193b ἐπαινῶ. |1194 τάχα δὲ Καδμεῖοι |1195 καὶ παῖς γε Πενθεὺς |1195b ματέρʼ ἐπαινέσεται, |1196 λαβοῦσαν ἄγραν τάνδε λεοντοφυῆ. |1197 περισσάν. |1197b περισσῶς. |1198 ἀγάλλῃ; |1198b γέγηθα, |1198a μεγάλα μεγάλα καὶ |1199 φανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα. [episode] |1200 δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον |1201 ἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας. |1202 ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς |1203 ναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν, |1204 Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν, |1205 οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν, |1206 οὐ δικτύοισιν, ἀλλὰ λευκοπήχεσι |1207 χειρῶν ἀκμαῖσιν. κᾆτα κομπάζειν χρεὼν |1208 καὶ λογχοποιῶν ὄργανα κτᾶσθαι μάτην; |1209 ἡμεῖς δέ γʼ αὐτῇ χειρὶ τόνδε θʼ εἵλομεν, |1210 χωρίς τε θηρὸς ἄρθρα διεφορήσαμεν. |1211 ποῦ μοι πατὴρ ὁ πρέσβυς; ἐλθέτω πέλας. |1212 Πενθεύς τʼ ἐμὸς παῖς ποῦ ʼστιν; αἰρέσθω λαβὼν |1213 πηκτῶν πρὸς οἴκους κλιμάκων προσαμβάσεις, |1214 ὡς πασσαλεύσῃ κρᾶτα τριγλύφοις τόδε |1215 λέοντος ὃν πάρειμι θηράσασʼ ἐγώ. |1216 ἕπεσθέ μοι φέροντες ἄθλιον βάρος |1217 Πενθέως, ἕπεσθε, πρόσπολοι, δόμων πάρος, |1218 οὗ σῶμα μοχθῶν μυρίοις ζητήμασιν |1219 φέρω τόδʼ, εὑρὼν ἐν Κιθαιρῶνος πτυχαῖς |1220 διασπαρακτόν, κοὐδὲν ἐν ταὐτῷ πέδῳ |1221 λαβών, ἐν ὕλῃ κείμενον δυσευρέτῳ. |1222 ἤκουσα γάρ του θυγατέρων τολμήματα, |1223 ἤδη κατʼ ἄστυ τειχέων ἔσω βεβὼς |1224 σὺν τῷ γέροντι Τειρεσίᾳ Βακχῶν πάρα· |1225 πάλιν δὲ κάμψας εἰς ὄρος κομίζομαι |1226 τὸν κατθανόντα παῖδα Μαινάδων ὕπο. |1227 καὶ τὴν μὲν Ἀκτέωνʼ Ἀρισταίῳ ποτὲ |1228 τεκοῦσαν εἶδον Αὐτονόην Ἰνώ θʼ ἅμα |1229 ἔτʼ ἀμφὶ δρυμοὺς οἰστροπλῆγας ἀθλίας, |1230 τὴν δʼ εἶπέ τίς μοι δεῦρο βακχείῳ ποδὶ |1231 στείχειν Ἀγαύην, οὐδʼ ἄκραντʼ ἠκούσαμεν· |1232 λεύσσω γὰρ αὐτήν, ὄψιν οὐκ εὐδαίμονα. |1233 πάτερ, μέγιστον κομπάσαι πάρεστί σοι, |1234 πάντων ἀρίστας θυγατέρας σπεῖραι μακρῷ |1235 θνητῶν· ἁπάσας εἶπον, ἐξόχως δʼ ἐμέ, |1236 ἣ τὰς παρʼ ἱστοῖς ἐκλιποῦσα κερκίδας |1237 ἐς μείζονʼ ἥκω, θῆρας ἀγρεύειν χεροῖν. |1238 φέρω δʼ ἐν ὠλέναισιν, ὡς ὁρᾷς, τάδε |1239 λαβοῦσα τἀριστεῖα, σοῖσι πρὸς δόμοις |1240 ὡς ἀγκρεμασθῇ· σὺ δέ, πάτερ, δέξαι χεροῖν· |1241 γαυρούμενος δὲ τοῖς ἐμοῖς ἀγρεύμασιν |1242 κάλει φίλους ἐς δαῖτα· μακάριος γὰρ εἶ, |1243 μακάριος, ἡμῶν τοιάδʼ ἐξειργασμένων. |1244 ὦ πένθος οὐ μετρητὸν οὐδʼ οἷόν τʼ ἰδεῖν, |1245 φόνον ταλαίναις χερσὶν ἐξειργασμένων. |1246 καλὸν τὸ θῦμα καταβαλοῦσα δαίμοσιν |1247 ἐπὶ δαῖτα Θήβας τάσδε κἀμὲ παρακαλεῖς. |1248 οἴμοι κακῶν μὲν πρῶτα σῶν, ἔπειτʼ ἐμῶν· |1249 ὡς ὁ θεὸς ἡμᾶς ἐνδίκως μέν, ἀλλʼ ἄγαν, |1250 Βρόμιος ἄναξ ἀπώλεσʼ οἰκεῖος γεγώς. |1251 ὡς δύσκολον τὸ γῆρας ἀνθρώποις ἔφυ |1252 ἔν τʼ ὄμμασι σκυθρωπόν. εἴθε παῖς ἐμὸς |1253 εὔθηρος εἴη, μητρὸς εἰκασθεὶς τρόποις, |1254 ὅτʼ ἐν νεανίαισι Θηβαίοις ἅμα |1255 θηρῶν ὀριγνῷτʼ· ἀλλὰ θεομαχεῖν μόνον |1256 οἷός τʼ ἐκεῖνος. νουθετητέος, πάτερ, |1257 σοὐστίν. τίς αὐτὸν δεῦρʼ ἂν ὄψιν εἰς ἐμὴν |1258 καλέσειεν, ὡς ἴδῃ με τὴν εὐδαίμονα; |1259 φεῦ φεῦ· φρονήσασαι μὲν οἷʼ ἐδράσατε |1260 ἀλγήσετʼ ἄλγος δεινόν· εἰ δὲ διὰ τέλους |1261 ἐν τῷδʼ ἀεὶ μενεῖτʼ ἐν ᾧ καθέστατε, |1262 οὐκ εὐτυχοῦσαι δόξετʼ οὐχὶ δυστυχεῖν. |1263 τί δʼ οὐ καλῶς τῶνδʼ ἢ τί λυπηρῶς ἔχει; |1264 πρῶτον μὲν ἐς τόνδʼ αἰθέρʼ ὄμμα σὸν μέθες. |1265 ἰδού· τί μοι τόνδʼ ἐξυπεῖπας εἰσορᾶν; |1266 ἔθʼ αὑτὸς ἤ σοι μεταβολὰς ἔχειν δοκεῖ; |1267 λαμπρότερος ἢ πρὶν καὶ διειπετέστερος. |1268 τὸ δὲ πτοηθὲν τόδʼ ἔτι σῇ ψυχῇ πάρα; |1269 οὐκ οἶδα τοὔπος τοῦτο. γίγνομαι δέ πως |1270 ἔννους, μετασταθεῖσα τῶν πάρος φρενῶν. |1271 κλύοις ἂν οὖν τι κἀποκρίναιʼ ἂν σαφῶς; |1272 ὡς ἐκλέλησμαί γʼ ἃ πάρος εἴπομεν, πάτερ. |1273 ἐς ποῖον ἦλθες οἶκον ὑμεναίων μέτα; |1274 Σπαρτῷ μʼ ἔδωκας, ὡς λέγουσʼ, Ἐχίονι. |1275 τίς οὖν ἐν οἴκοις παῖς ἐγένετο σῷ πόσει; |1276 Πενθεύς, ἐμῇ τε καὶ πατρὸς κοινωνίᾳ. |1277 τίνος πρόσωπον δῆτʼ ἐν ἀγκάλαις ἔχεις; |1278 λέοντος, ὥς γʼ ἔφασκον αἱ θηρώμεναι. |1279 σκέψαι νυν ὀρθῶς· βραχὺς ὁ μόχθος εἰσιδεῖν. |1280 ἔα, τί λεύσσω; τί φέρομαι τόδʼ ἐν χεροῖν; |1281 ἄθρησον αὐτὸ καὶ σαφέστερον μάθε. |1282 ὁρῶ μέγιστον ἄλγος ἡ τάλαινʼ ἐγώ. |1283 μῶν σοι λέοντι φαίνεται προσεικέναι; |1284 οὔκ, ἀλλὰ Πενθέως ἡ τάλαινʼ ἔχω κάρα. |1285 ᾠμωγμένον γε πρόσθεν ἢ σὲ γνωρίσαι. |1286 τίς ἔκτανέν νιν;—πῶς ἐμὰς ἦλθεν χέρας; |1287 δύστηνʼ ἀλήθειʼ, ὡς ἐν οὐ καιρῷ πάρει. |1288 λέγʼ, ὡς τὸ μέλλον καρδία πήδημʼ ἔχει. |1289 σύ νιν κατέκτας καὶ κασίγνηται σέθεν. |1290 ποῦ δʼ ὤλετʼ; ἦ κατʼ οἶκον; ἢ ποίοις τόποις; |1291 οὗπερ πρὶν Ἀκτέωνα διέλαχον κύνες. |1292 τί δʼ ἐς Κιθαιρῶνʼ ἦλθε δυσδαίμων ὅδε; |1293 ἐκερτόμει θεὸν σάς τε βακχείας μολών. |1294 ἡμεῖς δʼ ἐκεῖσε τίνι τρόπῳ κατήραμεν; |1295 ἐμάνητε, πᾶσά τʼ ἐξεβακχεύθη πόλις. |1296 Διόνυσος ἡμᾶς ὤλεσʼ, ἄρτι μανθάνω. |1297 ὕβριν γʼ ὑβρισθείς· θεὸν γὰρ οὐχ ἡγεῖσθέ νιν. |1298 τὸ φίλτατον δὲ σῶμα ποῦ παιδός, πάτερ; |1299 ἐγὼ μόλις τόδʼ ἐξερευνήσας φέρω. |1300 ἦ πᾶν ἐν ἄρθροις συγκεκλῃμένον καλῶς; |1301 Πενθεῖ δὲ τί μέρος ἀφροσύνης προσῆκʼ ἐμῆς; |1302 ὑμῖν ἐγένεθʼ ὅμοιος, οὐ σέβων θεόν. |1303 τοιγὰρ συνῆψε πάντας ἐς μίαν βλάβην, |1304 ὑμᾶς τε τόνδε θʼ, ὥστε διολέσαι δόμους |1305 κἄμʼ, ὅστις ἄτεκνος ἀρσένων παίδων γεγὼς |1306 τῆς σῆς τόδʼ ἔρνος, ὦ τάλαινα, νηδύος |1307 αἴσχιστα καὶ κάκιστα κατθανόνθʼ ὁρῶ, |1308 ᾧ δῶμʼ ἀνέβλεφʼ—ὃς συνεῖχες, ὦ τέκνον, |1309 τοὐμὸν μέλαθρον, παιδὸς ἐξ ἐμῆς γεγώς, |1310 πόλει τε τάρβος ἦσθα· τὸν γέροντα δὲ |1311 οὐδεὶς ὑβρίζειν ἤθελʼ εἰσορῶν τὸ σὸν |1312 κάρα· δίκην γὰρ ἀξίαν ἐλάμβανες. |1313 νῦν δʼ ἐκ δόμων ἄτιμος ἐκβεβλήσομαι |1314 ὁ Κάδμος ὁ μέγας, ὃς τὸ Θηβαίων γένος |1315 ἔσπειρα κἀξήμησα κάλλιστον θέρος. |1316 ὦ φίλτατʼ ἀνδρῶν—καὶ γὰρ οὐκέτʼ ὢν ὅμως |1317 τῶν φιλτάτων ἔμοιγʼ ἀριθμήσῃ, τέκνον— |1318 οὐκέτι γενείου τοῦδε θιγγάνων χερί, |1319 τὸν μητρὸς αὐδῶν πατέρα προσπτύξῃ, τέκνον, |1320 λέγων· Τίς ἀδικεῖ, τίς σʼ ἀτιμάζει, γέρον; |1321 τίς σὴν ταράσσει καρδίαν λυπηρὸς ὤν; |1322 λέγʼ, ὡς κολάζω τὸν ἀδικοῦντά σʼ, ὦ πάτερ. |1323 νῦν δʼ ἄθλιος μέν εἰμʼ ἐγώ, τλήμων δὲ σύ. |1324 οἰκτρὰ δὲ μήτηρ, τλήμονες δὲ σύγγονοι. |1325 εἰ δʼ ἔστιν ὅστις δαιμόνων ὑπερφρονεῖ, |1326 ἐς τοῦδʼ ἀθρήσας θάνατον ἡγείσθω θεούς. |1327 τὸ μὲν σὸν ἀλγῶ, Κάδμε· σὸς δʼ ἔχει δίκην |1328 παῖς παιδὸς ἀξίαν μέν, ἀλγεινὴν δὲ σοί. |1329 ὦ πάτερ, ὁρᾷς γὰρ τἄμʼ ὅσῳ μετεστράφη |1330 δράκων γενήσῃ μεταβαλών, δάμαρ τε σὴ |1331 ἐκθηριωθεῖσʼ ὄφεος ἀλλάξει τύπον, |1332 ἣν Ἄρεος ἔσχες Ἁρμονίαν θνητὸς γεγώς. |1333 ὄχον δὲ μόσχων, χρησμὸς ὡς λέγει Διός, |1334 ἐλᾷς μετʼ ἀλόχου, βαρβάρων ἡγούμενος. |1335 πολλὰς δὲ πέρσεις ἀναρίθμῳ στρατεύματι |1336 πόλεις· ὅταν δὲ Λοξίου χρηστήριον |1337 διαρπάσωσι, νόστον ἄθλιον πάλιν |1338 σχήσουσι· σὲ δʼ Ἄρης Ἁρμονίαν τε ῥύσεται |1339 μακάρων τʼ ἐς αἶαν σὸν καθιδρύσει βίον. |1340 ταῦτʼ οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς λέγω |1341 Διόνυσος, ἀλλὰ Ζηνός· εἰ δὲ σωφρονεῖν |1342 ἔγνωθʼ, ὅτʼ οὐκ ἠθέλετε, τὸν Διὸς γόνον |1343 εὐδαιμονεῖτʼ ἂν σύμμαχον κεκτημένοι. |1344 Διόνυσε, λισσόμεσθά σʼ, ἠδικήκαμεν. |1345 ὄψʼ ἐμάθεθʼ ἡμᾶς, ὅτε δὲ χρῆν, οὐκ ᾔδετε. |1346 ἐγνώκαμεν ταῦτʼ· ἀλλʼ ἐπεξέρχῃ λίαν. |1347 καὶ γὰρ πρὸς ὑμῶν θεὸς γεγὼς ὑβριζόμην. |1348 ὀργὰς πρέπει θεοὺς οὐχ ὁμοιοῦσθαι βροτοῖς. |1349 πάλαι τάδε Ζεὺς οὑμὸς ἐπένευσεν πατήρ. |1350 αἰαῖ, δέδοκται, πρέσβυ, τλήμονες φυγαί. |1351 τί δῆτα μέλλεθʼ ἅπερ ἀναγκαίως ἔχει; |1352 ὦ τέκνον, ὡς ἐς δεινὸν ἤλθομεν κακὸν |1353 πάντες, σύ θʼ ἡ τάλαινα σύγγονοί τε σαί, |1354 ἐγώ θʼ ὁ τλήμων· βαρβάρους ἀφίξομαι |1355 γέρων μέτοικος· ἔτι δέ μοι τὸ θέσφατον |1356 ἐς Ἑλλάδʼ ἀγαγεῖν μιγάδα βάρβαρον στρατόν. |1357 καὶ τὴν Ἄρεως παῖδʼ Ἁρμονίαν, δάμαρτʼ ἐμήν, |1358 δράκων δρακαίνης φύσιν ἔχουσαν ἀγρίαν |1359 ἄξω ʼπὶ βωμοὺς καὶ τάφους Ἑλληνικούς, |1360 ἡγούμενος λόγχαισιν· οὐδὲ παύσομαι |1361 κακῶν ὁ τλήμων, οὐδὲ τὸν καταιβάτην |1362 Ἀχέροντα πλεύσας ἥσυχος γενήσομαι. |1363 ὦ πάτερ, ἐγὼ δὲ σοῦ στερεῖσα φεύξομαι. |1364 τί μʼ ἀμφιβάλλεις χερσίν, ὦ τάλαινα παῖ, |1365 ὄρνις ὅπως κηφῆνα πολιόχρων κύκνος; |1366 ποῖ γὰρ τράπωμαι πατρίδος ἐκβεβλημένη; |1367 οὐκ οἶδα, τέκνον· μικρὸς ἐπίκουρος πατήρ. [anapests] |1368 χαῖρʼ, ὦ μέλαθρον, χαῖρʼ, ὦ πατρία |1369 πόλις· ἐκλείπω σʼ ἐπὶ δυστυχίᾳ |1370 φυγὰς ἐκ θαλάμων. |1371 στεῖχέ νυν, ὦ παῖ, τὸν Ἀρισταίου |1372 στένομαί σε, πάτερ. |1372b κἀγὼ σέ, τέκνον, |1373 καὶ σὰς ἐδάκρυσα κασιγνήτας. |1374 δεινῶς γὰρ τάνδʼ αἰκείαν |1375 Διόνυσος ἄναξ τοὺς σοὺς εἰς |1376 οἴκους ἔφερεν. |1377 καὶ γὰρ ἔπασχον δεινὰ πρὸς ὑμῶν, |1378 ἀγέραστον ἔχων ὄνομʼ ἐν Θήβαις. |1379 χαῖρε, πάτερ, μοι. |1379b χαῖρʼ, ὦ μελέα |1380 θύγατερ. χαλεπῶς δʼ ἐς τόδʼ ἂν ἥκοις. |1381 ἄγετʼ, ὦ πομποί, με κασιγνήτας |1382 ἵνα συμφυγάδας ληψόμεθʼ οἰκτράς. |1383 ἔλθοιμι δʼ ὅπου |1384 μήτε Κιθαιρὼν ἔμʼ ἴδοι μιαρὸς |1385 μήτε Κιθαιρῶνʼ ὄσσοισιν ἐγώ, |1386 μήθʼ ὅθι θύρσου μνῆμʼ ἀνάκειται· |1387 Βάκχαις δʼ ἄλλαισι μέλοιεν. |1388 πολλαὶ μορφαὶ τῶν δαιμονίων, |1389 πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· |1390 καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, |1391 τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός. |1392 τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.