[edition urn:cts:greekLit:tlg0006.tlg016.perseus-grc2] [episode] |1 Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδʼ εἰπεῖν ἔπος |2 οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος, |3 ἧς οὐκ ἂν ἄραιτʼ ἄχθος ἀνθρώπου φύσις. |4 ὁ γὰρ μακάριος — κοὐκ ὀνειδίζω τύχας — |5 Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος |6 κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον |7 ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην, |8 ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν |9 κοινῆς τραπέζης ἀξίωμʼ ἔχων ἴσον, |10 ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον. |11 οὗτος φυτεύει Πέλοπα, τοῦ δʼ Ἀτρεὺς ἔφυ, |12 ᾧ στέμματα ξήνασʼ ἐπέκλωσεν θεὰ |13 ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ |14 θέσθαι. τί τἄρρητʼ ἀναμετρήσασθαί με δεῖ; |15 ἔδαισε δʼ οὖν νιν τέκνʼ ἀποκτείνας Ἀτρεύς. |16 Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας· |17 ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ |18 Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο. |19 γαμεῖ δʼ ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην |20 Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος |21 ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ· |22 ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς, |23 Χρυσόθεμις Ἰφιγένειά τʼ Ἠλέκτρα τʼ ἐγώ, |24 ἄρσην δʼ Ὀρέστης, μητρὸς ἀνοσιωτάτης, |25 ἣ πόσιν ἀπείρῳ περιβαλοῦσʼ ὑφάσματι |26 ἔκτεινεν· ὧν δʼ ἕκατι, παρθένῳ λέγειν |27 οὐ καλόν· ἐῶ τοῦτʼ ἀσαφὲς ἐν κοινῷ σκοπεῖν. |28 Φοίβου δʼ ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν; |29 πείθει δʼ Ὀρέστην μητέρʼ ἥ σφʼ ἐγείνατο |30 κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον. |31 ὅμως δʼ ἀπέκτεινʼ οὐκ ἀπειθήσας θεῷ· |32 κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου. |33 Πυλάδης θʼ, ὃς ἡμῖν συγκατείργασται τάδε. |34 ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ |35 τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις |36 κεῖται, τὸ μητρὸς δʼ αἷμά νιν τροχηλατεῖ |37 μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς |38 εὐμενίδας, αἳ τόνδʼ ἐξαμιλλῶνται φόβῳ. |39 ἕκτον δὲ δὴ τόδʼ ἦμαρ ἐξ ὅτου σφαγαῖς |40 θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας, |41 ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο, |42 οὐ λούτρʼ ἔδωκε χρωτί· χλανιδίων δʼ ἔσω |43 κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου, |44 ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο |45 πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ. |46 ἔδοξε δʼ Ἄργει τῷδε μήθʼ ἡμᾶς στέγαις, |47 μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα |48 μητροκτονοῦντας· κυρία δʼ ἥδʼ ἡμέρα, |49 ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις, |50 εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι. |51 ἢ φάσγανον θήξαντʼ ἐπʼ αὐχένος βαλεῖν. |52 ἐλπίδα δὲ δή τινʼ ἔχομεν ὥστε μὴ θανεῖν· |53 ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο, |54 λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ |55 ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον |56 ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον |57 Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν |58 μεθʼ ἡμέραν στείχουσαν, ὧν ὑπʼ Ἰλίῳ |59 παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς, |60 προύπεμψεν ἐς δῶμʼ ἡμέτερον· ἔστιν δʼ ἔσω |61 κλαίουσʼ ἀδελφὴν συμφοράν τε δωμάτων. |62 ἔχει δὲ δή τινʼ ἀλγέων παραψυχήν· |63 ἣν γὰρ κατʼ οἴκους ἔλιφʼ, ὅτʼ ἐς Τροίαν ἔπλει, |64 παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν |65 Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο, |66 ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν. |67 βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότʼ ὄψομαι |68 Μενέλαον ἥκονθʼ· ὡς τά γʼ ἄλλʼ ἐπʼ ἀσθενοῦς |69 ῥώμης ὀχούμεθʼ, ἤν τι μὴ κείνου πάρα |70 σωθῶμεν. ἄπορον χρῆμα δυστυχῶν δόμος. |71 ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος, |72 παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου, |73 πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς |74 τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει; |75 προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν, |76 ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν. |77 καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον, |78 ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον |79 ἔπλευσʼ ὅπως ἔπλευσα θεομανεῖ πότμῳ, |80 οὐκ εἶδον, ἀπολειφθεῖσα δʼ αἰάζω τύχας. |81 Ἑλένη, τί σοι λέγοιμʼ ἂν ἅ γε παροῦσʼ ὁρᾷς; |82 ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον |83 ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ |84 — νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς — |85 θάσσω· τὰ τούτου δʼ οὐκ ὀνειδίζω κακά. |86 σὺ δʼ εἶ μακαρία μακάριός θʼ ὁ σὸς πόσις. |87 ἥκετον ἐφʼ ἡμᾶς ἀθλίως πεπραγότας |88 πόσον χρόνον δʼ ἐν δεμνίοις πέπτωχʼ ὅδε; |89 ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν. |90 ὢ μέλεος· ἡ τεκοῦσά θʼ, ὡς διώλετο. |91 οὕτως ἔχει τάδʼ, ὥστʼ ἀπείρηκεν κακοῖς. |92 πρὸς θεῶν, πίθοιʼ ἂν δῆτά μοί τι, παρθένε; |93 ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ. |94 βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν; |95 μητρὸς κελεύεις τῆς ἐμῆς; τίνος χάριν; |96 κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσʼ ἐμάς. |97 σοὶ δʼ οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον; |98 δεῖξαι γὰρ Ἀργείοισι σῶμʼ αἰσχύνομαι. |99 ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσʼ αἰσχρῶς δόμους. |100 ὀρθῶς ἔλεξας, οὐ φίλως δʼ ἐμοὶ λέγεις. |101 αἰδὼς δὲ δὴ τίς σʼ ἐς Μυκηναίους ἔχει; |102 δέδοικα πατέρας τῶν ὑπʼ Ἰλίῳ νεκρῶν. |103 δεινὸν γάρ· Ἄργει τʼ ἀναβοᾷ διὰ στόμα. |104 σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός. |105 οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον. |106 αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε. |107 τί δʼ οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας; |108 ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν. |109 καὶ μὴν τίνοι γʼ ἂν τῇ τεθνηκυίᾳ τροφάς. |110 ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη. |111 καὶ πέμψομέν γε θυγατέρʼ· εὖ γάρ τοι λέγεις. |112 ὦ τέκνον, ἔξελθʼ, Ἑρμιόνη, δόμων πάρος |113 καὶ λαβὲ χοὰς τάσδʼ ἐν χεροῖν κόμας τʼ ἐμάς· |114 ἐλθοῦσα δʼ ἀμφὶ τὸν Κλυταιμήστρας τάφον |115 μελίκρατʼ ἄφες γάλακτος οἰνωπόν τʼ ἄχνην, |116 καὶ στᾶσʼ ἐπʼ ἄκρου χώματος λέξον τάδε· |117 Ἑλένη σʼ ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς, |118 φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε |119 Ἀργεῖον ὄχλον. πρευμενῆ δʼ ἄνωγέ νιν |120 ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν |121 τοῖν τʼ ἀθλίοιν τοῖνδʼ, οὓς ἀπώλεσεν θεός. |122 ἃ δʼ εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ, |123 ἅπανθʼ ὑπισχνοῦ νερτέρων δωρήματα. |124 ἴθʼ, ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ |125 δοῦσʼ ὡς τάχιστα τῆς πάλιν μέμνησʼ ὁδοῦ. |126 ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγʼ εἶ κακόν, |127 σωτήριόν τε τοῖς καλῶς κεκτημένοις. |128 εἴδετε παρʼ ἄκρας ὡς ἀπέθρισεν τρίχας, |129 σῴζουσα κάλλος; ἔστι δʼ ἡ πάλαι γυνή. |130 θεοί σε μισήσειαν, ὥς μʼ ἀπώλεσας |131 καὶ τόνδε πᾶσάν θʼ Ἑλλάδα. ὦ τάλαινʼ ἐγώ· |132 αἵδʼ αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι |133 φίλαι ξυνῳδοί· τάχα μεταστήσουσʼ ὕπνου |134 τόνδʼ ἡσυχάζοντʼ, ὄμμα δʼ ἐκτήξουσʼ ἐμὸν |135 δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα. |136 ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ |137 χωρεῖτε, μὴ ψοφεῖτε, μηδʼ ἔστω κτύπος. |138 φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλʼ ἐμοὶ |139 τόνδʼ ἐξεγεῖραι συμφορὰ γενήσεται. [choral] [strophe 1] |140 σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης |141 τίθετε, μὴ κτυπεῖτʼ. |142 ἀποπρὸ βᾶτʼ ἐκεῖσʼ, ἀποπρό μοι κοίτας. |143 ἰδού, πείθομαι. |145 ἆ ἆ σύριγγος ὅπως πνοὰ |146 λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι. |147 ἴδʼ, ἀτρεμαῖον ὡς ὑπόροφον φέρω |148 βοάν. |148b ναί, οὕτως· |149 κάταγε κάταγε, πρόσιθʼ ἀτρέμας, ἀτρέμας ἴθι· |150 λόγον ἀπόδος ἐφʼ ὅ τι χρέος ἐμόλετέ ποτε. |151 χρόνια γὰρ πεσὼν ὅδʼ εὐνάζεται. [antistrophe 1] |153 πῶς ἔχει; λόγου μετάδος, ὦ φίλα· |154 τίνα τύχαν εἴπω; τίνα δὲ συμφοράν; |155 ἔτι μὲν ἐμπνέει, βραχὺ δʼ ἀναστένει. |156 τί φῄς; ὦ τάλας. |158 ὀλεῖς, εἰ βλέφαρα κινήσεις |159 ὕπνου γλυκυτάταν φερομένῳ χάριν. |160 μέλεος ἐχθίστων θεόθεν ἐργμάτων, |161 τάλας. |162 φεῦ μόχθων. |163 ἄδικος ἄδικα τότʼ ἄρʼ ἔλακεν ἔλακεν, ἀπό- |164 φονον ὅτʼ ἐπὶ τρίποδι Θέμιδος ἄρʼ ἐδίκασε |165 φόνον ὁ Λοξίας ἐμᾶς ματέρος. [strophe 2] |166 ὁρᾷς; ἐν πέπλοισι κινεῖ δέμας. |167 σὺ γάρ νιν, ὦ τάλαινα, |168 θωΰξασʼ ἔβαλες ἐξ ὕπνου. |169 εὕδειν μὲν οὖν ἔδοξα. |170 οὐκ ἀφʼ ἡμῶν, οὐκ ἀπʼ οἴκων |171 πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις |172 μεθεμένα κτύπου; |173 ὑπνώσσει. |173b λέγεις εὖ. |174 πότνια, πότνια νύξ, |175 ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν, |178 ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος |179 τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον. |180 ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς |181 διοιχόμεθʼ, οἰχόμεθα. κτύπον ἠγάγετʼ· οὐχὶ σῖγα |182 σῖγα φυλασσομένα στόματος |185 ἄνα κέλαδον ἀπὸ λέχεος ἥ- |186 συχον ὕπνου χάριν παρέξεις, φίλα; [antistrophe 2] |187 θρόει τίς κακῶν τελευτὰ μένει. |188 θανεῖν θανεῖν, τί δʼ ἄλλο; |189 οὐδὲ γὰρ πόθον ἔχει βορᾶς. |190 πρόδηλος ἆρʼ ὁ πότμος. |191 ἐξέθυσʼ ὁ Φοῖβος ἡμᾶς |192 μέλεον ἀπόφονον αἷμα δοὺς |193 πατροφόνου ματρός. |194 δίκᾳ μέν. |194b καλῶς δʼ οὔ. |195 ἔκανες ἔθανες, ὦ |196 τεκομένα με μᾶτερ, ἀπὸ δʼ ὤλεσας |197 πατέρα τέκνα τε τάδε σέθεν ἀφʼ αἵματος· |200 ὀλόμεθʼ ἰσονέκυες, ὀλόμεθα. |201 σύ τε γὰρ ἐν νεκροῖς, τό τʼ ἐμὸν οἴχεται |204 βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι |205 δάκρυσί τʼ ἐννυχίοις, ἄγαμος |206 ἐπὶ δʼ ἄτεκνος ἅτε βίοτον ἁ |207 μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον. [episode] |208 ὅρα παροῦσα, παρθένʼ Ἠλέκτρα, πέλας, |209 μὴ κατθανών σε σύγγονος λέληθʼ ὅδε· |210 οὐ γάρ μʼ ἀρέσκει τῷ λίαν παρειμένῳ. |211 ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου, |212 ὡς ἡδύ μοι προσῆλθες — ἐν δέοντί γε. |213 ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ |214 καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός. |215 πόθεν ποτʼ ἦλθον δεῦρο; πῶς δʼ ἀφικόμην; |216 ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν. |217 ὦ φίλταθʼ, ὥς μʼ ηὔφρανας εἰς ὕπνον πεσών. |218 βούλῃ θίγω σου κἀνακουφίσω δέμας; |219 λαβοῦ λαβοῦ δῆτʼ, ἐκ δʼ ὄμορξον ἀθλίου |220 στόματος ἀφρώδη πέλανον ὀμμάτων τʼ ἐμῶν. |221 ἰδού· τὸ δούλευμʼ ἡδύ, κοὐκ ἀναίνομαι |222 ἀδέλφʼ ἀδελφῇ χειρὶ θεραπεύειν μέλη. |223 ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην |224 ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις. |225 ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα, |226 ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας. |227 κλῖνόν μʼ ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος |228 μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη. |229 ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον, |230 ἀνιαρὸν ὂν τὸ κτῆμʼ, ἀναγκαῖον δʼ ὅμως. |231 αὖθίς μʼ ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας· |232 δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο. |233 ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις, |234 χρόνιον ἴχνος θείς; μεταβολὴ πάντων γλυκύ. |235 μάλιστα· δόξαν γὰρ τόδʼ ὑγιείας ἔχει. |236 κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ. |237 ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα, |238 ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες. |239 λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις· |240 εἰ δʼ ἐς βλάβην τινʼ, ἅλις ἔχω τὸ δυστυχεῖν. |241 Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός, |242 ἐν Ναυπλίᾳ δὲ σέλμαθʼ ὥρμισται νεῶν. |243 πῶς εἶπας; ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς |244 ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός; |245 ἥκει — τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου — |246 Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων. |247 εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν· |248 εἰ δʼ ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα. |249 ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον |250 γένος θυγατέρων δυσκλεές τʼ ἀνʼ Ἑλλάδα. |251 σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ· |252 καὶ μὴ μόνον λέγʼ, ἀλλὰ καὶ φρόνει τάδε. |253 οἴμοι, κασίγνητʼ, ὄμμα σὸν ταράσσεται, |254 ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν. |255 ὦ μῆτερ, ἱκετεύω σε, μὴ ʼπίσειέ μοι |256 τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας. |257 αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου. |258 μένʼ, ὦ ταλαίπωρʼ, ἀτρέμα σοῖς ἐν δεμνίοις· |259 ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφʼ εἰδέναι. |260 ὦ Φοῖβʼ, ἀποκτενοῦσί μʼ αἱ κυνώπιδες |261 γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί. |262 οὔτοι μεθήσω· χεῖρα δʼ ἐμπλέξασʼ ἐμὴν |263 σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα. |264 μέθες· μίʼ οὖσα τῶν ἐμῶν Ἐρινύων |265 μέσον μʼ ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον. |266 οἲ ʼγὼ τάλαινα, τίνʼ ἐπικουρίαν λάβω, |267 ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα; |268 δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου, |269 οἷς μʼ εἶπʼ Ἀπόλλων ἐξαμύνασθαι θεάς, |270 εἴ μʼ ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν. |271 βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί, |272 εἰ μὴ ʼξαμείψει χωρὶς ὀμμάτων ἐμῶν. |273 οὐκ εἰσακούετʼ; οὐχ ὁρᾶθʼ ἑκηβόλων |274 τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας; |274b ἆ ἆ· |275 τί δῆτα μέλλετʼ; ἐξακρίζετʼ αἰθέρα |276 πτεροῖς· τὰ Φοίβου δʼ αἰτιᾶσθε θέσφατα. |276b ἔα· |277 τί χρῆμʼ ἀλύω, πνεῦμʼ ἀνεὶς ἐκ πλευμόνων; |278 ποῖ ποῖ ποθʼ ἡλάμεσθα δεμνίων ἄπο; |279 ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήνʼ ὁρῶ. |280 σύγγονε, τί κλαίεις κρᾶτα θεῖσʼ ἔσω πέπλων; |281 αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν |282 ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς. |283 μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν· |284 σὺ μὲν γὰρ ἐπένευσας τάδʼ, εἴργασται δʼ ἐμοὶ |285 μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι, |286 ὅστις μʼ ἐπάρας ἔργον ἀνοσιώτατον, |287 τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δʼ ἔργοισιν οὔ. |288 οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατʼ ὄμματα |289 ἐξιστόρουν νιν, μητέρʼ εἰ κτεῖναι χρεών, |290 πολλὰς γενείου τοῦδʼ ἂν ἐκτεῖναι λιτὰς |291 μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος, |292 εἰ μήτʼ ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς, |293 ἐγώ θʼ ὁ τλήμων τοιάδʼ ἐκπλήσειν κακά. |294 καὶ νῦν ἀνακάλυπτʼ, ὦ κασιγνήτη, κάρα, |295 ἐκ δακρύων τʼ ἄπελθε, κεἰ μάλʼ ἀθλίως |296 ἔχομεν. ὅταν δὲ τἄμʼ ἀθυμήσαντʼ ἴδῃς, |297 σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν |298 ἴσχναινε παραμυθοῦ θʼ· ὅταν δὲ σὺ στένῃς, |299 ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα· |300 ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί. |301 ἀλλʼ, ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω |302 ὕπνῳ τʼ ἄυπνον βλέφαρον ἐκταθεῖσα δός, |303 σίτων τʼ ὄρεξαι λουτρά τʼ ἐπιβαλοῦ χροΐ. |304 εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον |305 κτήσῃ τινʼ, οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην |306 ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν. |307 οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι |308 καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς, |309 γυνὴ τί δράσω; πῶς μόνη σωθήσομαι, |310 ἀνάδελφος ἀπάτωρ ἄφιλος; εἰ δὲ σοὶ δοκεῖ, |311 δρᾶν χρὴ τάδʼ. ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας, |312 καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σʼ ἐκ δεμνίων |313 ἄγαν ἀποδέχου, μένε δʼ ἐπὶ στρωτοῦ λέχους. |314 κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν, |315 κάματος βροτοῖσιν ἀπορία τε γίγνεται. [choral] [strophe 1] |316 αἰαῖ, |317 δρομάδες ὦ πτεροφόροι |318 ποτνιάδες θεαί, |319 ἀβάκχευτον αἳ θίασον ἐλάχετʼ ἐν |320 δάκρυσι καὶ γόοις, |321 μελάγχρωτες εὐμενίδες, αἵτε τὸν |322 ταναὸν αἰθέρʼ ἀμπάλλεσθʼ, αἵματος |323 τινύμεναι δίκαν, τινύμεναι φόνον, |324 καθικετεύομαι καθικετεύομαι, |325 τὸν Ἀγαμέμνονος |326 γόνον ἐάσατʼ ἐκλαθέσθαι λύσσας |327 μανιάδος φοιταλέου. φεῦ μόχθων, |328 οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις, |329 τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε- |330 ξάμενος ἀνὰ δάπεδον, |331 ἵνα μεσόμφαλοι λέγονται μυχοί. [antistrophe 1] |332 ἰὼ Ζεῦ, |333 τίς ἔλεος, τίς ὅδʼ ἀγὼν |334 φόνιος ἔρχεται, |335 θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα |336 δάκρυσι συμβάλλει |337 πορεύων τις ἐς δόμον ἀλαστόρων |338 ματέρος αἷμα σᾶς, ὅ σʼ ἀναβακχεύει; |340 ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς· |339 κατολοφύρομαι κατολοφύρομαι. |341 ἀνὰ δὲ λαῖφος ὥς |342 τις ἀκάτου θοᾶς τινάξας δαίμων |343 κατέκλυσεν δεινῶν πόνων ὡς πόντου |344 λάβροις ὀλεθρίοισιν ἐν κύμασιν. |345 τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ |346 θεογόνων γάμων, |347 τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή; [episode] [anapests] |348 καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει, |349 Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ |350 δῆλος ὁρᾶσθαι |351 τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν. |352 ὦ χιλιόναυν στρατὸν ὁρμήσας |353 ἐς γῆν Ἀσίαν, |354 χαῖρʼ, εὐτυχίᾳ δʼ αὐτὸς ὁμιλεῖς, |355 θεόθεν πράξας ἅπερ ηὔχου. [iambic] |356 ὦ δῶμα, τῇ μέν σʼ ἡδέως προσδέρκομαι |357 Τροίαθεν ἐλθών, τῇ δʼ ἰδὼν καταστένω· |358 κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς |359 οὐπώποτʼ ἄλλην μᾶλλον εἶδον ἑστίαν. |360 Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην |361 καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο, |362 Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων |363 ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι |364 Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός, |365 ὅς μοι τόδʼ εἶπεν ἐμφανῶς κατασταθείς· |366 Μενέλαε, κεῖται σὸς κασίγνητος θανών, |367 λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις. |368 δακρύων δʼ ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς |369 πολλῶν. ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός, |370 ἤδη δάμαρτος ἐνθάδʼ ἐξορμωμένης, |371 δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος |372 φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα, |373 ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς |374 τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον. |375 καὶ νῦν ὅπου ʼστὶν εἴπατʼ, ὦ νεάνιδες, |376 Ἀγαμέμνονος παῖς, ὃς τὰ δείνʼ ἔτλη κακά. |377 βρέφος γὰρ ἦν τότʼ ἐν Κλυταιμήστρας χεροῖν, |378 ὅτʼ ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών, |379 ὥστʼ οὐκ ἂν αὐτὸν γνωρίσαιμʼ ἂν εἰσιδών. |380 ὅδʼ εἴμʼ Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς. |381 ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά. |382 τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω |383 ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς· |384 σῷσόν μʼ· ἀφῖξαι δʼ αὐτὸς ἐς καιρὸν κακῶν. |385 ὦ θεοί, τί λεύσσω; τίνα δέδορκα νερτέρων; |386 εὖ γʼ εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δʼ ὁρῶ. |387 ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας. |388 οὐχ ἡ πρόσοψίς μʼ, ἀλλὰ τἄργʼ αἰκίζεται. |389 δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις. |390 τὸ σῶμα φροῦδον· τὸ δʼ ὄνομʼ οὐ λέλοιπέ μοι. |391 ὦ παρὰ λόγον μοι σὴ φανεῖσʼ ἀμορφία. |392 ὅδʼ εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς. |393 ἤκουσα, φείδου δʼ· ὀλιγάκις λέγειν κακά. |394 φειδόμεθʼ· ὁ δαίμων δʼ ἐς ἐμὲ πλούσιος κακῶν. |395 τί χρῆμα πάσχεις; τίς σʼ ἀπόλλυσιν νόσος; |396 ἡ σύνεσις, ὅτι σύνοιδα δείνʼ εἰργασμένος. |397 πῶς φῄς; σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές. |398 λύπη μάλιστά γʼ ἡ διαφθείρουσά με — |399 δεινὴ γὰρ ἡ θεός, ἀλλʼ ὅμως ἰάσιμος. |400 μανίαι τε, μητρὸς αἵματος τιμωρίαι. |401 ἤρξω δὲ λύσσης πότε; τίς ἡμέρα τότʼ ἦν; |402 ἐν ᾗ τάλαιναν μητέρʼ ἐξώγκουν τάφῳ. |403 πότερα κατʼ οἴκους ἢ προσεδρεύων πυρᾷ; |404 νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν. |405 παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας; |406 Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον. |407 ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο; |408 ἔδοξʼ ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας. |409 οἶδʼ ἃς ἔλεξας, ὀνομάσαι δʼ οὐ βούλομαι. |410 σεμναὶ γάρ· εὐπαίδευτα δʼ ἀπετρέπου λέγειν. |411 αὗταί σε βακχεύουσι συγγενῆ φόνον; |412 οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας. |413 οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους. |414 ἀλλʼ ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς. |415 μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν. |416 Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον. |417 ἀμαθέστερός γʼ ὢν τοῦ καλοῦ καὶ τῆς δίκης. |418 δουλεύομεν θεοῖς, ὅ τι ποτʼ εἰσὶν οἱ θεοί. |419 κᾆτʼ οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς; |420 μέλλει· τὸ θεῖον δʼ ἐστὶ τοιοῦτον φύσει. |421 πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί; |422 ἕκτον τόδʼ ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου. |423 ὡς ταχὺ μετῆλθόν σʼ αἷμα μητέρος θεαί. |424 οὐ σοφός, ἀληθὴς δʼ ἐς φίλους ἔφυν φίλος. |425 πατρὸς δὲ δή τι σʼ ὠφελεῖ τιμωρία; |426 οὔπω· τὸ μέλλον δʼ ἴσον ἀπραξίᾳ λέγω. |427 τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε; |428 μισούμεθʼ οὕτως ὥστε μὴ προσεννέπειν. |429 οὐδʼ ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν; |430 ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω. |431 τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς; |432 Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί. |433 συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου. |434 οὗ γʼ οὐ μετῆν μοι· διὰ τριῶν δʼ ἀπόλλυμαι. |435 τίς δʼ ἄλλος; ἦ που τῶν ἀπʼ Αἰγίσθου φίλων; |436 οὗτοί μʼ ὑβρίζουσʼ, ὧν πόλις τὰ νῦν κλύει. |437 Ἀγαμέμνονος δὲ σκῆπτρʼ ἐᾷ σʼ ἔχειν πόλις; |438 πῶς, οἵτινες ζῆν οὐκ ἐῶσʼ ἡμᾶς ἔτι; |439 τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί; |440 ψῆφος καθʼ ἡμῶν οἴσεται τῇδʼ ἡμέρᾳ. |441 φεύγειν πόλιν τήνδʼ; ἢ θανεῖν ἢ μὴ θανεῖν; |442 θανεῖν ὑπʼ ἀστῶν λευσίμῳ πετρώματι. |443 κᾆτʼ οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους; |444 κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις. |445 ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός; |446 πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος. |447 ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον. |448 ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν. |449 ἀλλʼ ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν |450 μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας, |451 καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε, |452 ἀλλʼ ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει, |453 χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ. |454 ὄνομα γάρ, ἔργον δʼ οὐκ ἔχουσιν οἱ φίλοι |455 οἱ μὴ ʼπὶ ταῖσι συμφοραῖς ὄντες φίλοι. |456 καὶ μὴν γέροντι δεῦρʼ ἁμιλλᾶται ποδὶ |457 ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος |458 κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος. |459 ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε |460 στείχει πρὸς ἡμᾶς, οὗ μάλιστʼ αἰδώς μʼ ἔχει |461 ἐς ὄμματʼ ἐλθεῖν τοῖσιν ἐξειργασμένοις. |462 καὶ γάρ μʼ ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ |463 φιλήματʼ ἐξέπλησε, τὸν Ἀγαμέμνονος |464 παῖδʼ ἀγκάλαισι περιφέρων, Λήδα θʼ ἅμα, |465 τιμῶντέ μʼ οὐδὲν ἧσσον ἢ Διοσκόρω· |466 οἷς, ὦ τάλαινα καρδία ψυχή τʼ ἐμή, |467 ἀπέδωκʼ ἀμοιβὰς οὐ καλάς. τίνα σκότον |468 λάβω προσώπῳ; ποῖον ἐπίπροσθεν νέφος |469 θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας; |470 ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν, |471 Μενέλαον; ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ |472 χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν |473 ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος. |474 ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω |475 στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον. |476 ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα. |477 ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμʼ ἐμόν. |478 ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι. |479 ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων |480 στίλβει νοσώδεις ἀστραπάς, στύγημʼ ἐμόν. |481 Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα; |482 τί γάρ; φίλου μοι πατρός ἐστιν ἔκγονος. |483 κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς; |484 πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος. |485 βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις. |486 Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί. |487 καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν. |488 πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστʼ ἐν τοῖς σοφοῖς. |489 κέκτησό νυν σὺ τοῦτʼ, ἐγὼ δʼ οὐ κτήσομαι. |490 ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν. |491 πρὸς τόνδʼ ἀγὼν τίς ἀσοφίας ἥκει πέρι; |492 εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά, |493 τούτου τίς ἀνδρῶν ἐγένετʼ ἀσυνετώτερος, |494 ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο |495 οὐδʼ ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον; |496 ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον |497 πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα, |499 αἴσχιστον ἔργον — οὐ γὰρ αἰνέσω ποτέ — |500 χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην, |501 ὁσίαν διώκοντʼ, ἐκβαλεῖν τε δωμάτων |502 μητέρα· τὸ σῶφρόν τʼ ἔλαβεν ἀντὶ συμφορᾶς |503 καὶ τοῦ νόμου τʼ ἂν εἴχετʼ εὐσεβής τʼ ἂν ἦν. |504 νῦν δʼ ἐς τὸν αὐτὸν δαίμονʼ ἦλθε μητέρι. |505 κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος, |506 αὐτὸς κακίων μητέρʼ ἐγένετο κτανών. |507 ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε· |508 εἰ τόνδʼ ἀποκτείνειεν ὁμόλεκτρος γυνή, |509 χὡ τοῦδε παῖς αὖ μητέρʼ ἀνταποκτενεῖ, |510 κἄπειθʼ ὁ κείνου γενόμενος φόνῳ φόνον |511 λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται; |512 καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι· |513 ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν |514 οὐδʼ εἰς ἀπάντημʼ, ὅστις αἷμʼ ἔχων κυροῖ, |515 φυγαῖσι δʼ ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή. |516 αἰεὶ γὰρ εἷς ἔμελλʼ ἐνέξεσθαι φόνῳ, |517 τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν. |518 ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους, |519 πρώτην δὲ θυγατέρʼ, ἣ πόσιν κατέκτανεν· |520 Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτʼ αἰνέσω |521 οὐδʼ ἂν προσείποιμʼ· οὐδὲ σὲ ζηλῶ, κακῆς |522 γυναικὸς ἐλθόνθʼ οὕνεκʼ ἐς Τροίας πέδον. |523 ἀμυνῶ δʼ, ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ, |524 τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον |525 παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσʼ ἀεί. |526 ἐπεὶ τίνʼ εἶχες, ὦ τάλας, ψυχὴν τότε, |527 ὅτʼ ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε |528 μήτηρ; ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά, |529 δακρύοις γέροντʼ ὀφθαλμὸν ἐκτήκω τάλας. |530 ἓν δʼ οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ· |531 μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας, |532 μανίαις ἀλαίνων καὶ φόβοις. τί μαρτύρων |533 ἄλλων ἀκούειν δεῖ μʼ, ἅ γʼ εἰσορᾶν πάρα; |534 ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς |535 μὴ πρᾶσσʼ ἐναντίʼ, ὠφελεῖν τοῦτον θέλων, |536 ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις, |537 ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός. |538 θυγάτηρ δʼ ἐμὴ θανοῦσʼ ἔπραξεν ἔνδικα· |539 ἀλλʼ οὐχὶ πρὸς τοῦτʼ εἰκὸς ἦν αὐτὴν θανεῖν. |540 ἐγὼ δὲ τἄλλα μακάριος πέφυκʼ ἀνήρ, |541 πλὴν ἐς θυγατέρας· τοῦτο δʼ οὐκ εὐδαιμονῶ. |542 ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα |543 καὶ μὴ ʼπισήμους συμφορὰς ἐκτήσατο. |544 ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν, |545 ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα. |546 ἐγᾦδʼ, ἀνόσιός εἰμι μητέρα κτανών, |547 ὅσιος δέ γʼ ἕτερον ὄνομα, τιμωρῶν πατρί. |548 ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν |549 τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μʼ ἐκπλήσσει λόγου, |550 καὶ καθʼ ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα. |551 τί χρῆν με δρᾶσαι; δύο γὰρ ἀντίθες δυοῖν· |552 πατὴρ μὲν ἐφύτευσέν με, σὴ δʼ ἔτικτε παῖς, |553 τὸ σπέρμʼ ἄρουρα παραλαβοῦσʼ ἄλλου πάρα· |554 ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτʼ ἄν. |555 ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ |556 μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς. |557 ἡ σὴ δὲ θυγάτηρ — μητέρʼ αἰδοῦμαι λέγειν — |558 ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν |559 ἐς ἀνδρὸς ᾔει λέκτρʼ· ἐμαυτόν, ἢν λέγω |560 κακῶς ἐκείνην, ἐξερῶ· λέξω δʼ ὅμως. |561 Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις. |562 τοῦτον κατέκτεινʼ, ἐπὶ δʼ ἔθυσα μητέρα, |563 ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί. |564 ἐφʼ οἷς δʼ ἀπειλεῖς ὡς πετρωθῆναί με χρή, |565 ἄκουσον ὡς ἅπασαν Ἑλλάδʼ ὠφελῶ. |566 εἰ γὰρ γυναῖκες ἐς τόδʼ ἥξουσιν θράσους, |567 ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι |568 ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι, |569 παρʼ οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις |570 ἐπίκλημʼ ἐχούσαις ὅ τι τύχοι. δράσας δʼ ἐγὼ |571 δείνʼ, ὡς σὺ κομπεῖς, τόνδʼ ἔπαυσα τὸν νόμον. |572 μισῶν δὲ μητέρʼ ἐνδίκως ἀπώλεσα, |573 ἥτις μεθʼ ὅπλων ἄνδρʼ ἀπόντʼ ἐκ δωμάτων |574 πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην |575 προύδωκε κοὐκ ἔσῳσʼ ἀκήρατον λέχος· |576 ἐπεὶ δʼ ἁμαρτοῦσʼ ᾔσθετʼ, οὐχ αὑτῇ δίκην |577 ἐπέθηκεν, ἀλλʼ, ὡς μὴ δίκην δοίη πόσει, |578 ἐζημίωσε πατέρα κἀπέκτεινʼ ἐμόν. |579 πρὸς θεῶν — ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν, |580 φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος |581 σιγῶν ἐπῄνουν, τί μʼ ἂν ἔδρασʼ ὁ κατθανών; |582 οὐκ ἄν με μισῶν ἀνεχόρευʼ Ἐρινύσιν; |583 ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί, |584 τῷ δʼ οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ; |585 σύ τοι φυτεύσας θυγατέρʼ, ὦ γέρον, κακὴν |586 ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος |587 πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος. |588 ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε |589 Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν, |590 μένει δʼ ἐν οἴκοις ὑγιὲς εὐνατήριον. |591 ὁρᾷς δʼ Ἀπόλλωνʼ, ὃς μεσομφάλους ἕδρας |592 ναίων βροτοῖσι στόμα νέμει σαφέστατον, |593 ᾧ πειθόμεσθα πάνθʼ ὅσʼ ἂν κεῖνος λέγῃ· |594 τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον. |595 ἐκεῖνον ἡγεῖσθʼ ἀνόσιον καὶ κτείνετε· |596 ἐκεῖνος ἥμαρτʼ, οὐκ ἐγώ. τί χρῆν με δρᾶν; |597 ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι |598 μίασμα λῦσαι; ποῖ τις οὖν ἔτʼ ἂν φύγοι, |599 εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν; |600 ἀλλʼ ὡς μὲν οὐκ εὖ μὴ λέγʼ εἴργασται τάδε, |601 ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως. |602 γάμοι δʼ ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν, |603 μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ, |604 τά τʼ ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς. |605 αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς |606 ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον. |607 ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ, |608 οὕτω δʼ ἀμείβῃ μʼ ὥστε μʼ ἀλγῆσαι φρένα, |609 μᾶλλόν μʼ ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον· |610 καλὸν πάρεργον δʼ αὐτὸ θήσομαι πόνων |611 ὧν εἵνεκʼ ἦλθον θυγατρὶ κοσμήσων τάφον. |612 μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον |613 ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν |614 σοὶ σῇ τʼ ἀδελφῇ, λεύσιμον δοῦναι δίκην. |615 μᾶλλον δʼ ἐκείνη σοῦ θανεῖν ἐστʼ ἀξία, |616 ἣ τῇ τεκούσῃ σʼ ἠγρίωσʼ, ἐς οὖς ἀεὶ |617 πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον, |618 ὀνείρατʼ ἀγγέλλουσα τὰ Ἀγαμέμνονος, |619 καὶ τοῦθʼ — ὃ μισήσειαν — Αἰγίσθου λέχος — |620 οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδʼ ἦν πικρόν· |621 ἕως ὑφῆψε δῶμʼ ἀνηφαίστῳ πυρί. |622 Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός· |623 εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τʼ ἐμόν, |624 μὴ τῷδʼ ἀμύνειν φόνον ἐναντίον θεοῖς· |625 ἔα δʼ ὑπʼ ἀστῶν καταφονευθῆναι πέτροις, |626 ἢ μὴ ʼπίβαινε Σπαρτιάτιδος χθονός. |627 τοσαῦτʼ ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς |628 ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους· |629 ἡμᾶς δʼ ἀπʼ οἴκων ἄγετε τῶνδε, πρόσπολοι. |630 στεῖχʼ, ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος |631 πρὸς τόνδʼ ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν. |632 Μενέλαε, ποῖ σὸν πόδʼ ἐπὶ συννοίᾳ κυκλεῖς, |633 διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς; |634 ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος |635 ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ. |636 μή νυν πέραινε τὴν δόκησιν, ἀλλʼ ἐμοὺς |637 λόγους ἀκούσας πρόσθε, βουλεύου τότε. |638 λέγʼ· εὖ γὰρ εἶπας· ἔστι δʼ οὗ σιγὴ λόγου |639 κρείσσων γένοιτʼ ἄν. ἔστι δʼ οὗ σιγῆς λόγος. |640 λέγοιμʼ ἂν ἤδη. τὰ μακρὰ τῶν σμικρῶν λόγων |641 ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν. |642 ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου, |643 ἃ δʼ ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα. |644 — οὐ χρήματʼ εἶπον· χρήματʼ, ἢν ψυχὴν ἐμὴν |645 σῴσῃς, ἅπερ μοι φίλτατʼ ἐστὶ τῶν ἐμῶν. — |646 ἀδικῶ· λαβεῖν χρή μʼ ἀντὶ τοῦδε τοῦ κακοῦ |647 ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ |648 ἀδίκως ἀθροίσας Ἑλλάδʼ ἦλθʼ ὑπʼ Ἴλιον, |649 οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλʼ ἁμαρτίαν |650 τῆς σῆς γυναικὸς ἀδικίαν τʼ ἰώμενος. |651 ἓν μὲν τόδʼ ἡμῖν ἀνθʼ ἑνὸς δοῦναί σε χρή. |652 ἀπέδοτο δʼ, ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους, |653 τὸ σῶμʼ ἀληθῶς, σοὶ παρʼ ἀσπίδʼ ἐκπονῶν, |654 ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον. |655 ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτʼ ἐκεῖ λαβών, |656 μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ |657 σωτήριος στάς, μὴ δέκʼ ἐκπλήσας ἔτη. |658 ἃ δʼ Αὐλὶς ἔλαβε σφάγιʼ ἐμῆς ὁμοσπόρου, |659 ἐῶ σʼ ἔχειν ταῦθʼ· Ἑρμιόνην μὴ κτεῖνε σύ. |660 δεῖ γὰρ σʼ ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν |661 πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν. |662 ψυχὴν δʼ ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ |663 κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον· |664 θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός. |665 ἐρεῖς· ἀδύνατον. αὐτὸ τοῦτο· τοὺς φίλους |666 ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν· |667 ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων; |668 ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων. |669 φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς· |670 κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω· |671 ταύτης ἱκνοῦμαί σʼ — ὦ μέλεος ἐμῶν κακῶν, |672 ἐς οἷον ἥκω. τί δέ; ταλαιπωρεῖν με δεῖ· |673 ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε. |674 ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς |675 θανόντʼ ἀκούειν τάδε δόκει, ποτωμένην |676 ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω, |677 ταὔτʼ ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς. |678 εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν, |679 θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος. |680 κἀγώ σʼ ἱκνοῦμαι καὶ γυνή περ οὖσʼ ὅμως |681 τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δʼ εἶ. |682 Ὀρέστʼ, ἐγώ τοι σὸν καταιδοῦμαι κάρα |683 καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι· |684 καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ |685 ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός, |686 θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους· |687 τὸ δʼ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν. |688 ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ |689 ἔχων, πόνοισι μυρίοις ἀλώμενος, |690 σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων. |691 μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα |692 Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις |693 δυναίμεθʼ, ἐνταῦθʼ ἐλπίδος προσήκομεν. |694 σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν; |695 πόνοισιν; ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε. |696 ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών, |697 ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον· |698 εἰ δʼ ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν |699 χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος, |700 ἴσως ἂν ἐκπνεύσειεν· ἢν δʼ ἀνῇ πνοάς, |701 τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις. |702 ἔνεστι δʼ οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας, |703 καραδοκοῦντι κτῆμα τιμιώτατον. |704 ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι |705 πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς. |706 καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ |707 ἔβαψεν, ἔστη δʼ αὖθις, ἢν χαλᾷ πόδα. |708 μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας, |709 μισοῦσι δʼ ἀστοί· δεῖ δέ μʼ — οὐκ ἄλλως λέγω — |710 σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων. |711 ἀλκῇ δέ σʼ οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως, |712 σῴσαιμʼ ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ |713 στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα. |714 οὐ γάρ ποτʼ Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν |715 προσηγόμεσθα· νῦν δʼ ἀναγκαίως ἔχει. |716 δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης |717 ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν |718 τἄλλʼ οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις, |720 φεύγεις ἀποστραφείς με, τὰ δʼ Ἀγαμέμνονος |721 φροῦδʼ; ἄφιλος ἦσθʼ ἄρʼ, ὦ πάτερ, πράσσων κακῶς. |722 οἴμοι, προδέδομαι, κοὐκέτʼ εἰσὶν ἐλπίδες, |723 ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω· |724 οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας. |725 ἀλλʼ εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν |726 Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο, |727 ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ |728 κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν. [trochees] |729 θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην διʼ ἄστεως, |730 σύλλογον πόλεως ἀκούσας, τὸν δʼ ἰδὼν αὐτὸς σαφῶς, |731 ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα. |732 τί τάδε; πῶς ἔχεις; τί πράσσεις, φίλταθʼ ἡλίκων ἐμοὶ |733 καὶ φίλων καὶ συγγενείας; πάντα γὰρ τάδʼ εἶ σύ μοι. |734 οἰχόμεσθʼ, ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά. |735 συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων. |736 Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν. |737 εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν. |738 ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών. |739 ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδʼ ἀφιγμένος χθόνα; |740 χρόνιος· ἀλλʼ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις. |741 καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν; |742 οὐκ ἐκεῖνος, ἀλλʼ ἐκείνη κεῖνον ἐνθάδʼ ἤγαγεν. |743 ποῦ ʼστιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία; |744 ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδʼ ἐμοὺς καλεῖν χρεών. |745 σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός; |746 μή μʼ ἰδεῖν θανόνθʼ ὑπʼ ἀστῶν καὶ κασιγνήτην ἐμήν. |747 πρὸς θεῶν, τί πρὸς τάδʼ εἶπε; τόδε γὰρ εἰδέναι θέλω. |748 εὐλαβεῖθʼ, ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι. |749 σκῆψιν ἐς ποίαν προβαίνων; τοῦτο πάντʼ ἔχω μαθών. |750 οὗτος ἦλθʼ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ. |751 Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος; |752 αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετʼ ἢ πατρός. |753 κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών; |754 οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δʼ ἄλκιμος. |755 ἐν κακοῖς ἄρʼ εἶ μεγίστοις· καί σʼ ἀναγκαῖον θανεῖν; |756 ψῆφον ἀμφʼ ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών. |757 ἣ κρινεῖ τί χρῆμα; λέξον· διὰ φόβου γὰρ ἔρχομαι. |758 ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι. |759 φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν. |760 οὐχ ὁρᾷς; φυλασσόμεσθα φρουρίοισι πανταχῇ. |761 εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας. |762 ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα. |763 κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι. |764 πρὸς τίνος; τοῦτʼ ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν. |765 Στρόφιος ἤλασέν μʼ ἀπʼ οἴκων φυγάδα θυμωθεὶς πατήρ. |766 ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι; |767 ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων. |768 ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά. |769 οὐχὶ Μενέλεω τρόποισι χρώμεθʼ· οἰστέον τάδε. |770 οὐ φοβῇ μή σʼ Ἄργος ὥσπερ κἄμʼ ἀποκτεῖναι θέλῃ; |771 οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ. |772 δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας. |773 ἀλλʼ ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσʼ ἀεί. |774 εἶἑν. ἐς κοινὸν λέγειν χρή. |774b τίνος ἀναγκαίου πέρι; |775 εἰ λέγοιμʼ ἀστοῖσιν ἐλθὼν — |775b ὡς ἔδρασας ἔνδικα; |776 πατρὶ τιμωρῶν ἐμαυτοῦ; |776b μὴ λάβωσί σʼ ἄσμενοι. |777 ἀλλʼ ὑποπτήξας σιωπῇ κατθάνω; |777b δειλὸν τόδε. |778 πῶς ἂν οὖν δρῴην; |778b ἔχεις τινʼ, ἢν μένῃς, σωτηρίαν; |779 οὐκ ἔχω. |779b μολόντι δʼ ἐλπίς ἐστι σωθῆναι κακῶν; |780 εἰ τύχοι, γένοιτʼ ἄν. |780b οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν. |781 ἀλλὰ δῆτʼ ἔλθω. |781b θανὼν γοῦν ὧδε κάλλιον θανῇ. |783 εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε. |783b μᾶλλον ἢ μένων. |782 καὶ τὸ πρᾶγμά γʼ ἔνδικόν μοι. |782b τῷ Δοκεῖν εὔχου μόνον. |784 καί τις ἄν γέ μʼ οἰκτίσειε |784b μέγα γὰρ ἡ εὐγένειά σου. |785 θάνατον ἀσχάλλων πατρῷον. |785b πάντα ταῦτʼ ἐν ὄμμασιν. |786 ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν. |786b αἰνῶ τάδε. |787 ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτʼ ἐμῇ; |787b μὴ πρὸς θεῶν. |788 δάκρυα γοῦν γένοιτʼ ἄν. |788b οὐκοῦν οὗτος οἰωνὸς μέγας. |789 δηλαδὴ σιγᾶν ἄμεινον. |789b τῷ χρόνῳ δὲ κερδανεῖς. |790 κεῖνό μοι μόνον πρόσαντες. |790b τί τόδε καινὸν αὖ λέγεις; |791 μὴ θεαί μʼ οἴστρῳ κατάσχωσι. |791b ἀλλὰ κηδεύσω σʼ ἐγώ. |792 δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός. |792b οὐκ ἔμοιγε σοῦ. |793 εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς. |793b τόδʼ οὖν ἴτω. |794 οὐκ ἄρʼ ὀκνήσεις; |794b ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα. |795 ἕρπε νυν οἴαξ ποδός μοι. |795b φίλα γʼ ἔχων κηδεύματα. |796 καί με πρὸς τύμβον πόρευσον πατρός. |796b ὡς τί δὴ τόδε; |797 ὥς νιν ἱκετεύσω με σῶσαι. |797b τό γε δίκαιον ὧδʼ ἔχει. |798 μητέρος δὲ μηδʼ ἴδοιμι μνῆμα. |798b πολεμία γὰρ ἦν. |799 ἀλλʼ ἔπειγʼ, ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ, |800 περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ· |801 ὡς ἐγὼ διʼ ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου, |802 οὐδὲν αἰσχυνθεὶς ὀχήσω. ποῦ γὰρ ὢν δείξω φίλος, |803 εἴ σε μὴ ʼν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω; |804 τοῦτʼ ἐκεῖνο, κτᾶσθʼ ἑταίρους, μὴ τὸ συγγενὲς μόνον· |805 ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν |806 μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος. [choral] [strophe 1] |807 ὁ μέγας ὄλβος ἅ τʼ ἀρετὰ |808 μέγα φρονοῦσʼ ἀνʼ Ἑλλάδα καὶ |809 παρὰ Σιμουντίοις ὀχετοῖς |810 πάλιν ἀνῆλθʼ ἐξ εὐτυχίας Ἀτρείδαις |811 πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων, |812 ὁπότε χρυσείας ἔρις ἀρνὸς |813 ἤλυθε Τανταλίδαις, |814 οἰκτρότατα θοινάματα καὶ |815 σφάγια γενναίων τεκέων· |816 ὅθεν φόνῳ φόνος ἐξαμεί- |817 βων διʼ αἵματος οὐ προλεί- |818 πει δισσοῖσιν Ἀτρείδαις. [antistrophe 1] |819 τὸ καλὸν οὐ καλόν, τοκέων |820 πυριγενεῖ τεμεῖν παλάμᾳ |821 χρόα μελάνδετον δὲ φόνῳ |822 ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι· |823 τὸ δʼ εὖ κακουργεῖν ἀσέβεια ποικίλα |824 κακοφρόνων τʼ ἀνδρῶν παράνοια. |825 θανάτου γὰρ ἀμφὶ φόβῳ |826 Τυνδαρὶς ἰάχησε τάλαι- |827 να· Τέκνον, οὐ τολμᾷς ὅσια |828 κτείνων σὰν ματέρα· μὴ πατρῴ- |829 αν τιμῶν χάριν ἐξανά- |830 ψῃ δύσκλειαν ἐς αἰεί. [epode] |831 τίς νόσος ἢ τίνα δάκρυα καὶ |832 τίς ἔλεος μείζων κατὰ γᾶν |833 ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι; |834 οἷον ἔργον τελέσας |835 βεβάκχευται μανίαις, |836 Εὐμενίσι θήραμα, φόνον |837 δρομάσι δινεύων βλεφάροις, |838 Ἀγαμεμνόνιος παῖς. |839 ὦ μέλεος, ματρὸς ὅτε |840 χρυσεοπηνήτων φαρέων |841 μαστὸν ὑπερτέλλοντʼ ἐσιδὼν |842 σφάγιον ἔθετο ματέρα, πατρῴ- |843 ων παθέων ἀμοιβάν. [episode] |844 γυναῖκες, ἦ που τῶνδʼ ἀφώρμηται δόμων |845 τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς; |846 ἥκιστα· πρὸς δʼ Ἀργεῖον οἴχεται λεών, |847 ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι |848 δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών. |849 οἴμοι· τί χρῆμʼ ἔδρασε; τίς δʼ ἔπεισέ νιν; |850 Πυλάδης· ἔοικε δʼ οὐ μακρὰν ὅδʼ ἄγγελος |851 λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι. |852 ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου |853 Ἀγαμέμνονος παῖ, πότνιʼ Ἠλέκτρα, λόγους |854 ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων. |855 αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ. |856 κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος. |857 ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν |858 καὶ σέ, ὦ τάλαινʼ, ἔδοξε τῇδʼ ἐν ἡμέρᾳ. |859 οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη |860 πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις. |861 ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι |862 καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν; |863 λέγʼ, ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ |864 ἢ διὰ σιδήρου πνεῦμʼ ἀπορρῆξαί με δεῖ, |865 κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην; |866 ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω |867 βαίνων, πυθέσθαι δεόμενος τά τʼ ἀμφὶ σοῦ |868 τά τʼ ἀμφʼ Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ |869 ἀεί ποτʼ εἶχον, καί μʼ ἔφερβε σὸς δόμος |870 πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις. |871 ὁρῶ δʼ ὄχλον στείχοντα καὶ θάσσοντʼ ἄκραν, |872 οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας |873 διδόντʼ ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας. |874 ἀστῶν δὲ δή τινʼ ἠρόμην ἄθροισμʼ ἰδών· |875 Τί καινὸν Ἄργει; μῶν τι πολεμίων πάρα |876 ἄγγελμʼ ἀνεπτέρωκε Δαναϊδῶν πόλιν; |877 ὃ δʼ εἶπʼ· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας |878 στείχοντʼ, ἀγῶνα θανάσιμον δραμούμενον; |879 ὁρῶ δʼ ἄελπτον φάσμʼ, ὃ μήποτʼ ὤφελον, |880 Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθʼ ὁμοῦ, |881 τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ, |882 τὸν δʼ ὥστʼ ἀδελφὸν ἴσα φίλῳ λυπούμενον, |883 νόσημα κηδεύοντα παιδαγωγίᾳ. |884 ἐπεὶ δὲ πλήρης ἐγένετʼ Ἀργείων ὄχλος, |885 κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν, |886 πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών, |887 μητροκτονοῦντα; κἀπὶ τῷδʼ ἀνίσταται |888 Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας. |889 ἔλεξε δʼ, ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί, |890 διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος, |891 σὸν δʼ οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς |892 λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους |893 ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δʼ ὄμμʼ ἀεὶ |894 φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις. |895 τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ |896 πηδῶσʼ ἀεὶ κήρυκες· ὅδε δʼ αὐτοῖς φίλος, |897 ὃς ἂν δύνηται πόλεος ἔν τʼ ἀρχαῖσιν ᾖ. |898 ἐπὶ τῷδε δʼ ἠγόρευε Διομήδης ἄναξ. |899 οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον |900 εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν. |901 ἐπερρόθησαν δʼ οἳ μὲν ὡς καλῶς λέγοι, |902 οἳ δʼ οὐκ ἐπῄνουν. κἀπὶ τῷδʼ ἀνίσταται |903 ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει, |904 Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος, |905 θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ, |906 πιθανὸς ἔτʼ αὐτοὺς περιβαλεῖν κακῷ τινι· |907 ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς |908 πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα· |909 ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσʼ ἀεί, |910 κἂν μὴ παραυτίκʼ, αὖθίς εἰσι χρήσιμοι |911 πόλει. θεᾶσθαι δʼ ὧδε χρὴ τὸν προστάτην |912 ἰδόνθʼ· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται |913 τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ. |914 ὃς εἶπʼ Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις |915 βάλλοντας· ὑπὸ δʼ ἔτεινε Τυνδάρεως λόγους |916 τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν. |917 ἄλλος δʼ ἀναστὰς ἔλεγε τῷδʼ ἐναντία, |918 μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δʼ ἀνήρ, |919 ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον, |920 αὐτουργός — οἵπερ καὶ μόνοι σῴζουσι γῆν — |921 ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων, |922 ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον· |923 ὃς εἶπʼ Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος |924 στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί, |925 κακὴν γυναῖκα κἄθεον κατακτανών, |926 ἣ κεῖνʼ ἀφῄρει, μήθʼ ὁπλίζεσθαι χέρα |927 μήτε στρατεύειν ἐκλιπόντα δώματα, |928 εἰ τἄνδον οἰκουρήμαθʼ οἱ λελειμμένοι |929 φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι. |930 καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο. |931 κοὐδεὶς ἔτʼ εἶπε. σὸς δʼ ἐπῆλθε σύγγονος, |932 ἔλεξε δʼ· ὦ γῆν Ἰνάχου κεκτημένοι, |933 πάλαι Πελασγοί, Δαναΐδαι δεύτερον, |934 ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ |935 ἔκτεινα μητέρʼ. εἰ γὰρ ἀρσένων φόνος |936 ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτʼ ἔτʼ ἂν |937 θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών· |938 τοὐναντίον δὲ δράσετʼ ἢ δρᾶσαι χρεών. |939 νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρʼ ἐμοῦ πατρὸς |940 τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτʼ ἐμέ, |941 ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν· |942 ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται. |943 ἀλλʼ οὐκ ἔπειθʼ ὅμιλον, εὖ δοκῶν λέγειν. |944 νικᾷ δʼ ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων, |945 ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν. |946 μόλις δʼ ἔπεισε μὴ πετρουμένους θανεῖν |947 τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ |948 ὑπέσχετʼ ἐν τῇδʼ ἡμέρᾳ λείψειν βίον |949 σὺν σοί. πορεύει δʼ αὐτὸν ἐκκλήτων ἄπο |950 Πυλάδης δακρύων· σὺν δʼ ὁμαρτοῦσιν φίλοι |951 κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι |952 πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία. |953 ἀλλʼ εὐτρέπιζε φάσγανʼ ἢ βρόχον δέρῃ· |954 ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ |955 οὐδέν σʼ ἐπωφέλησεν, οὐδʼ ὁ Πύθιος |956 τρίποδα καθίζων Φοῖβος, ἀλλʼ ἀπώλεσεν. |957 ὦ δυστάλαινα παρθένʼ, ὡς ξυνηρεφὲς |958 πρόσωπον εἰς γῆν σὸν βαλοῦσʼ ἄφθογγος εἶ, |959 ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη. [choral] [strophe 1] |960 κατάρχομαι στεναγμόν, ὦ Πελασγία, |961 τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων, |962 αἱματηρὸν ἄταν, |963 κτύπον τε κρατός, ὃν ἔλαχʼ ἁ κατὰ χθονὸς |964 νερτέρων Περσέφασσα καλλίπαις θεά. |965 ἰαχείτω δὲ γᾶ Κυκλωπία, |966 σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον, |967 πήματʼ οἴκων. |968 ἔλεος ἔλεος ὅδʼ ἔρχεται |969 τῶν θανουμένων ὕπερ, |970 στρατηλατᾶν Ἑλλάδος ποτʼ ὄντων. [antistrophe 1] |971 βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων |972 πρόπασα γέννα Πέλοπος ὅ τʼ ἐπὶ μακαρίοις |973 ζῆλος ὤν ποτʼ οἴκοις· |974 φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴς |975 φοινία ψῆφος ἐν πολίταις. |976 ἰὼ ἰώ, πανδάκρυτʼ ἐφαμέρων |977 ἔθνη πολύπονα, λεύσσεθʼ, ὡς παρʼ ἐλπίδας |978 μοῖρα βαίνει. |979 ἕτερα δʼ ἕτερος ἀμείβεται |980 πήματʼ ἐν χρόνῳ μακρῷ· |981 βροτῶν δʼ ὁ πᾶς ἀστάθμητος αἰών. [epode] |982 μόλοιμι τὰν οὐρανοῦ |983 μέσον χθονός τε τεταμέναν |983a αἰωρήμασι πέτραν, |983b ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι, |983c βῶλον ἐξ Ὀλύμπου, |984 ἵνʼ ἐν θρήνοισιν ἀναβοάσω |985 γέροντι πατρὶ Ταντάλῳ |986 ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων, |987 οἳ κατεῖδον ἄτας, |988 ποτανὸν μὲν δίωγμα πώλων |989 τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε |990 πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον |991 δικὼν ἐς οἶδμα πόντου, |992 λευκοκύμοσιν |993 πρὸς Γεραιστίαις |994 ποντίων σάλων |994a ᾐόσιν ἁρματεύσας. |995 ὅθεν δόμοισι τοῖς ἐμοῖς |996 ἦλθʼ ἀρὰ πολύστονος, |997 λόχευμα ποιμνίοισι Μαιάδος τόκου, |998 τὸ χρυσόμαλλον ἀρνὸς ὁπότʼ |999 ἐγένετο τέρας ὀλοὸν ὀλοὸν |1000 Ἀτρέος ἱπποβώτα· |1001 ὅθεν Ἔρις τό τε πτερωτὸν |1002 ἁλίου μετέβαλεν ἅρμα, |1003 τὰν πρὸς ἑσπέραν κέλευθον |1004 οὐρανοῦ προσαρμόσα- |1004a σα μονόπωλον ἐς Ἀῶ, |1005 ἑπταπόρου τε δράμημα Πελειάδος |1006 εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει, |1007 τῶνδέ τʼ ἀμείβει θανάτους θανά- |1008 των τά τʼ ἐπώνυμα δεῖπνα Θυέστου |1009 λέκτρα τε Κρήσσας Ἀερόπας δολί- |1010 ας δολίοισι γάμοις· τὰ πανύστατα δʼ |1011 εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε |1012 δόμων πολυπόνοις ἀνάγκαις. [episode] [anapests] |1013 καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει |1014 ψήφῳ θανάτου κατακυρωθείς, |1014a ὅ τε πιστότατος πάντων Πυλάδης, |1015 ἰσάδελφος ἀνήρ, ἰθύνων |1016 νοσερὸν κῶλον Ὀρέστου, |1017 ποδὶ κηδοσύνῳ παράσειρος. |1018 οἲ ἐγώ· πρὸ τύμβου γάρ σʼ ὁρῶσʼ ἀναστένω, |1019 ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς. |1020 οἲ ἐγὼ μάλʼ αὖθις· ὥς σʼ ἰδοῦσʼ ἐν ὄμμασιν |1021 πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν. |1022 οὐ σῖγʼ ἀφεῖσα τοὺς γυναικείους γόους |1023 στέρξεις τὰ κρανθέντʼ; οἰκτρὰ μὲν τάδʼ, ἀλλʼ ὅμως |1024 φέρειν σʼ ἀνάγκη τὰς παρεστώσας τύχας. |1025 καὶ πῶς σιωπῶ; φέγγος εἰσορᾶν θεοῦ |1026 τόδʼ οὐκέθʼ ἡμῖν τοῖς ταλαιπώροις μέτα. |1027 σὺ μή μʼ ἀπόκτεινʼ· ἅλις ὑπʼ Ἀργείας χερὸς |1028 τέθνηχʼ ὁ τλήμων· τὰ δὲ παρόντʼ ἔα κακά. |1029 ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου |1030 θανάτου τʼ ἀώρου. ζῆν ἐχρῆν σʼ, ὅτʼ οὐκέτʼ εἶ. |1031 μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν, |1032 ἐς δάκρυα πορθμεύουσʼ ὑπομνήσει κακῶν. |1033 θανούμεθʼ· οὐχ οἷόν τε μὴ στένειν κακά. |1034 πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς. |1035 τόδʼ ἦμαρ ἡμῖν κύριον· δεῖ δʼ ἢ βρόχους |1036 ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί. |1037 σύ νύν μʼ, ἀδελφέ, μή τις Ἀργείων κτάνῃ |1038 ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον. |1039 ἅλις τὸ μητρὸς αἷμʼ ἔχω· σὲ δʼ οὐ κτενῶ, |1040 ἀλλʼ αὐτόχειρι θνῇσχʼ ὅτῳ βούλῃ τρόπῳ. |1041 ἔσται τάδʼ· οὐδὲν σοῦ ξίφους λελείψομαι. |1042 ἀλλʼ ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας. |1043 τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε |1044 θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας. |1045 ὦ φίλτατʼ, ὦ ποθεινὸν ἥδιστόν τʼ ἔχων |1046 τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν. |1047 ἔκ τοί με τήξεις· καί σʼ ἀμείψασθαι θέλω |1048 φιλότητι χειρῶν. τί γὰρ ἔτʼ αἰδοῦμαι τάλας; |1049 ὦ στέρνʼ ἀδελφῆς, ὦ φίλον πρόσπτυγμʼ ἐμόν, |1050 τάδʼ ἀντὶ παίδων καὶ γαμηλίου λέχους — |1051 προσφθέγματʼ ἀμφοῖν τοῖς ταλαιπώροις πάρα. |1052 φεῦ· |1052a πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι |1053 καὶ μνῆμα δέξαιθʼ ἕν, κέδρου τεχνάσματα; |1054 ἥδιστʼ ἂν εἴη ταῦθʼ· ὁρᾷς δὲ δὴ φίλων |1055 ὡς ἐσπανίσμεθʼ, ὥστε κοινωνεῖν τάφου. |1056 οὐδʼ εἶφʼ ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων, |1057 Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός; |1058 οὐδʼ ὄμμʼ ἔδειξεν, ἀλλʼ ἐπὶ σκήπτροις ἔχων |1059 τὴν ἐλπίδʼ, εὐλαβεῖτο μὴ σῴζειν φίλους. |1060 ἀλλʼ εἶʼ ὅπως γενναῖα καὶ Ἀγαμέμνονος |1061 δράσαντε κατθανούμεθʼ ἀξιώτατα. |1062 κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει, |1063 παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δʼ αὖ χρεὼν |1064 ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν. |1065 Πυλάδη, σὺ δʼ ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς, |1066 καὶ κατθανόντοιν εὖ περίστειλον δέμας |1067 θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων. |1068 καὶ χαῖρʼ· ἐπʼ ἔργον δʼ, ὡς ὁρᾷς, πορεύομαι. |1069 ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω, |1070 εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας. |1071 τί γὰρ προσήκει κατθανεῖν σʼ ἐμοῦ μέτα; |1072 ἤρου; τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ; |1073 οὐκ ἔκτανες σὴν μητέρʼ, ὡς ἐγὼ τάλας. |1074 σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ. |1075 ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι. |1076 σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δʼ οὐκ ἔστι δή, |1077 καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν. |1078 γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδʼ ἐσφάλης, |1079 ἥν σοι κατηγγύησʼ ἑταιρίαν σέβων· |1080 σὺ δʼ ἄλλο λέκτρον παιδοποίησαι λαβών, |1081 κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτʼ ἔστι δή. |1082 ἀλλʼ, ὦ ποθεινὸν ὄμμʼ ὁμιλίας ἐμῆς, |1083 χαῖρʼ· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν· |1084 οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα. |1085 ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων. |1086 μήθʼ αἷμά μου δέξαιτο κάρπιμον πέδον, |1087 μὴ λαμπρὸς αἰθήρ, εἴ σʼ ἐγὼ προδούς ποτε |1088 ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ. |1089 καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι, |1090 καὶ πάντʼ ἐβούλευσʼ ὧν σὺ νῦν τίνεις δίκας· |1091 καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδʼ ὁμοῦ. |1092 ἐμὴν γὰρ αὐτήν, ἧς γε λέχος ἐπῄνεσα, |1093 κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτε |1094 γῆν Δελφίδʼ ἐλθὼν Φωκέων ἀκρόπτολιν, |1095 ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ, |1096 νῦν δʼ οὐκέτʼ εἰμὶ δυστυχοῦντί σοι φίλος; |1097 οὐκ ἔστιν. ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει· |1098 ἐπεὶ δὲ κατθανούμεθʼ, ἐς κοινοὺς λόγους |1099 ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ. |1100 ὦ φίλτατʼ, εἰ γὰρ τοῦτο κατθάνοιμʼ ἰδών. |1101 πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς. |1102 μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι. |1103 σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ. |1104 μηδὲν τρέσῃς τάσδʼ· ὡς πάρεισʼ ἡμῖν φίλαι. |1105 Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν. |1106 πῶς; τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γʼ ἔσται καλῶς. |1107 σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν. |1108 μάλιστα· καὶ δὴ πάντʼ ἀποσφραγίζεται. |1109 ἀλλʼ οὐκέθʼ, Ἅιδην νυμφίον κεκτημένη. |1110 καὶ πῶς; ἔχει γὰρ βαρβάρους ὀπάονας. |1111 τίνας; Φρυγῶν γὰρ οὐδένʼ ἂν τρέσαιμʼ ἐγώ. |1112 οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας. |1113 τρυφὰς γὰρ ἥκει δεῦρʼ ἔχουσα Τρωικάς; |1114 ὥσθʼ Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον. |1115 οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος. |1116 καὶ μὴν τόδʼ ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι. |1117 ἀλλʼ οὐδʼ ἐγὼ μήν, σοί γε τιμωρούμενος. |1118 τὸ πρᾶγμα δήλου καὶ πέραινʼ, ὅπως λέγεις. |1119 ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι. |1120 ἔχω τοσοῦτον, τἀπίλοιπα δʼ οὐκ ἔχω. |1121 γόους πρὸς αὐτὴν θησόμεσθʼ ἃ πάσχομεν. |1122 ὥστʼ ἐκδακρῦσαί γʼ ἔνδοθεν κεχαρμένην. |1123 καὶ νῷν παρέσται ταῦθʼ ἅπερ κείνῃ τότε. |1124 ἔπειτʼ ἀγῶνα πῶς ἀγωνιούμεθα; |1125 κρύπτʼ ἐν πέπλοισι τοισίδʼ ἕξομεν ξίφη. |1126 πρόσθεν δʼ ὀπαδῶν τίς ὄλεθρος γενήσεται; |1127 ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης. |1128 καὶ τόν γε μὴ σιγῶντʼ ἀποκτείνειν χρεών. |1129 εἶτʼ αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών. |1130 Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον. |1131 ἔγνως· ἄκουσον δʼ ὡς καλῶς βουλεύομαι. |1132 εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν |1133 ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος· |1134 νῦν δʼ ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην, |1135 ὧν πατέρας ἔκτεινʼ, ὧν δʼ ἀπώλεσεν τέκνα, |1136 νύμφας τʼ ἔθηκεν ὀρφανὰς ξυναόρων. |1137 ὀλολυγμὸς ἔσται, πῦρ τʼ ἀνάψουσιν θεοῖς, |1138 σοὶ πολλὰ κἀμοὶ κέδνʼ ἀρώμενοι τυχεῖν, |1139 κακῆς γυναικὸς οὕνεχʼ αἷμʼ ἐπράξαμεν. |1140 ὁ μητροφόντης δʼ οὐ καλῇ ταύτην κτανών, |1141 ἀλλʼ ἀπολιπὼν τοῦτʼ ἐπὶ τὸ βέλτιον πεσῇ, |1142 Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς. |1143 οὐ δεῖ ποτʼ, οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν, |1144 τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν, |1145 μητέρα τε — ἐῶ τοῦτʼ· οὐ γὰρ εὐπρεπὲς λέγειν — |1146 δόμους δʼ ἔχειν σοὺς διʼ Ἀγαμέμνονος δόρυ |1147 λαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι, |1148 ἢν μὴ ʼπʼ ἐκείνῃ φάσγανον σπασώμεθα. |1149 ἢν δʼ οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον, |1150 πρήσαντες οἴκους τούσδε κατθανούμεθα. |1151 ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος, |1152 καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι. |1153 πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ |1154 ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος. |1155 φεῦ· |1156 οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής, |1157 οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τι |1158 τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου. |1159 σὺ γὰρ τά τʼ εἰς Αἴγισθον ἐξηῦρες κακὰ |1159a καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί, |1160 νῦν τʼ αὖ δίδως μοι πολεμίων τιμωρίαν |1161 κοὐκ ἐκποδὼν εἶ — παύσομαί σʼ αἰνῶν, ἐπεὶ |1162 βάρος τι κἀν τῷδʼ ἐστίν, αἰνεῖσθαι λίαν. |1163 ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν |1164 δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν, |1165 ἵνʼ ἀνταναλώσω μὲν οἵ με προύδοσαν, |1166 στένωσι δʼ οἵπερ κἄμʼ ἔθηκαν ἄθλιον. |1167 Ἀγαμέμνονός τοι παῖς πέφυχʼ, ὃς Ἑλλάδος |1168 ἦρξʼ ἀξιωθείς, οὐ τύραννος, ἀλλʼ ὅμως |1169 ῥώμην θεοῦ τινʼ ἔσχε· ὃν οὐ καταισχυνῶ |1170 δοῦλον παρασχὼν θάνατον, ἀλλʼ ἐλευθέρως |1171 ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι. |1172 ἑνὸς γὰρ εἰ λαβοίμεθʼ, εὐτυχοῖμεν ἄν, |1173 εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία |1174 κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε. |1175 ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα |1176 πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα. |1177 ἐγώ, κασίγνητʼ, αὐτὸ τοῦτʼ ἔχειν δοκῶ, |1178 σωτηρίαν σοὶ τῷδέ τʼ ἐκ τρίτων τʼ ἐμοί. |1179 θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε; |1180 ἐπεὶ τὸ συνετόν γʼ οἶδα σῇ ψυχῇ παρόν. |1181 ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε. |1182 λέγʼ· ὡς τὸ μέλλειν ἀγάθʼ ἔχει τινʼ ἡδονήν. |1183 Ἑλένης κάτοισθα θυγατέρʼ; εἰδότʼ ἠρόμην. |1184 οἶδʼ, ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή. |1185 αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον. |1186 τί χρῆμα δράσουσʼ; ὑποτίθης τίνʼ ἐλπίδα; |1187 χοὰς κατασπείσουσʼ ὑπὲρ μητρὸς τάφῳ. |1188 καὶ δὴ τί μοι τοῦτʼ εἶπας ἐς σωτηρίαν; |1189 ξυλλάβεθʼ ὅμηρον τήνδʼ, ὅταν στείχῃ πάλιν. |1190 τίνος τόδʼ εἶπας φάρμακον τρισσοῖς φίλοις; |1191 Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ |1192 ἢ τόνδε κἀμέ — πᾶν γὰρ ἓν φίλον τόδε — |1193 λέγʼ ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ |1194 δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντʼ ἔχειν. |1195 κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην |1196 Ἑλένης Μενέλεως πτῶμʼ ἰδὼν ἐν αἵματι, |1197 μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας· |1198 ἢν δʼ ὀξυθύμου μὴ κρατῶν φρονήματος |1199 κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην. |1200 καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ, |1201 χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς |1202 οὔτʼ ἄλκιμος πέφυκε. τήνδʼ ἡμῖν ἔχω |1203 σωτηρίας ἔπαλξιν. εἴρηται λόγος. |1204 ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη, |1205 τὸ σῶμα δʼ ἐν γυναιξὶ θηλείαις πρέπον, |1206 ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς. |1207 Πυλάδη, τοιαύτης ἆρʼ ἁμαρτήσῃ τάλας |1208 γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος. |1209 εἰ γὰρ γένοιτο, Φωκέων δʼ ἔλθοι πόλιν |1210 καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη. |1211 ἥξει δʼ ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου; |1212 ὡς τἄλλα γʼ εἶπας, εἴπερ εὐτυχήσομεν, |1213 κάλλισθʼ, ἑλόντες σκύμνον ἀνοσίου πατρός. |1214 καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ· |1215 τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει. |1216 καλῶς· σὺ μέν νυν, σύγγονʼ Ἠλέκτρα, δόμων |1217 πάρος μένουσα παρθένου δέχου πόδα, |1218 φύλασσε δʼ ἤν τις, πρὶν τελευτηθῇ φόνος, |1219 ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός, |1220 ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τʼ ἐς δόμους, |1221 ἢ σανίδα παίσασʼ ἢ λόγους πέμψασʼ ἔσω· |1222 ἡμεῖς δʼ ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον |1223 ἀγῶνʼ ὁπλιζώμεσθα φασγάνῳ χέρας, |1224 Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους. |1225 ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ, |1226 καλεῖ σʼ Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν |1227 τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας |1228 ἀδίκως· προδέδομαι δʼ ὑπὸ κασιγνήτου σέθεν, |1229 δίκαια πράξας· οὗ θέλω δάμαρθʼ ἑλὼν |1230 κτεῖναι· σὺ δʼ ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ. |1231 ὦ πάτερ, ἱκοῦ δῆτʼ, εἰ κλύεις ἔσω χθονὸς |1232 τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσʼ ὕπερ. |1233 ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς, |1234 Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα. |1235 ἔκτεινα μητέρα — |1235b ἡψάμην δʼ ἐγὼ ξίφους — |1236 ἐγὼ δʼ ἐπεβούλευσα κἀπέλυσʼ ὄκνου — |1237 σοί, πάτερ, ἀρήγων. |1237b οὐδʼ ἐγὼ προύδωκά σε. |1238 οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα; |1239 δακρύοις κατασπένδω σε. |1239b ἐγὼ δʼ οἴκτοισί γε. |1240 παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα. |1241 εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσʼ ἀραί, |1242 κλύει. σὺ δʼ, ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας, |1243 δότʼ εὐτυχῆσαι τῷδʼ ἐμοί τε τῇδέ τε· |1244 τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία, |1245 ἢ ζῆν ἅπασιν ἢ — θανεῖν ὀφείλεται. [choral] [strophe 1] |1246 Μυκηνίδες ὦ φίλαι, |1247 τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων. |1248 τίνα θροεῖς αὐδάν, πότνια; παραμένει |1250 γὰρ ἔτι σοι τόδʼ ἐν Δαναϊδῶν πόλει. |1251 στῆθʼ αἳ μὲν ὑμῶν τόνδʼ ἁμαξήρη τρίβον, |1252 αἳ δʼ ἐνθάδʼ ἄλλον οἶμον ἐς φρουρὰν δόμων. |1253 τί δέ με τόδε χρέος ἀπύεις; |1254 ἔνεπέ μοι, φίλα. |1255 φόβος ἔχει με μή τις ἐπὶ δώμασι |1256 σταθεὶς ἐπὶ φοίνιον αἷμα |1257 πήματα πήμασιν ἐξεύρῃ. |1258 χωρεῖτʼ, ἐπειγώμεσθʼ· ἐγὼ μὲν οὖν τρίβον |1259 τόνδʼ ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς. |1260 καὶ μὴν ἐγὼ τόνδʼ, ὃς πρὸς ἑσπέραν φέρει. |1261 δόχμιά νυν κόρας διάφερʼ ὀμμάτων. |1262 ἐκεῖθεν ἐνθάδʼ, εἶτα παλινσκοπιὰν |1265 ἔχομεν, ὡς θροεῖς. [antistrophe 1] |1266 ἑλίσσετέ νυν βλέφαρα, |1267 κόραισι δίδοτε πάντα διὰ βοστρύχων. |1268 ὅδε τις ἐν τρίβῳ προσέρχεται. τίς ὅδʼ ἄρʼ ἀμ- |1270 φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ; |1271 ἀπωλόμεσθʼ ἄρʼ, ὦ φίλαι· κεκρυμμένους |1272 θῆρας ξιφήρεις αὐτίκʼ ἐχθροῖσιν φανεῖ. |1273 ἄφοβος ἔχε· κενός, ὦ φίλα, |1274 στίβος ὃν οὐ δοκεῖς. |1275 τί δέ; τὸ σὸν βέβαιον ἔτι μοι μένει; |1276 δὸς ἀγγελίαν ἀγαθάν τινʼ, |1277 εἰ τάδʼ ἔρημα τὰ πρόσθʼ αὐλᾶς. |1278 καλῶς τά γʼ ἐνθένδʼ. ἀλλὰ τἀπὶ σοῦ σκόπει· |1279 ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται. |1280 ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδʼ ὄχλος. |1281 φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω. |1284 τί μέλλεθʼ οἱ κατʼ οἶκον ἐν ἡσυχίᾳ |1285 σφάγια φοινίσσειν; [episode] [lyric] |1286 οὐκ εἰσακούουσʼ· ὦ τάλαινʼ ἐγὼ κακῶν. |1287 ἆρʼ ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη; |1288 τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας |1290 ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει. |1291 σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών· |1292 ἀλλʼ αἳ μὲν ἐνθάδʼ, αἳ δʼ ἐκεῖσʼ ἑλίσσετε. |1295 ἀμείβω κέλευθον σκοποῦσα πάντῃ. |1296 ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς. |1297 — ἠκούσαθʼ; ἅνδρες χεῖρʼ ἔχουσιν ἐν φόνῳ. |1298 — Ἑλένης τὸ κώκυμʼ ἐστίν, ὡς ἀπεικάσαι. |1299 ὦ Διός, ὦ Διὸς ἀέναον κράτος, |1300 ἔλθʼ ἐπίκουρος ἐμοῖς φίλοισι πάντως. |1301 Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μʼ οὐκ ὠφελεῖς. |1302 φονεύετε, καίνετε, |1303 ὄλλυτε, δίπτυχα δίστομα φάσγανα |1304 ἐκ χερὸς ἱέμενοι |1305 τὰν λιποπάτορα λιπόγαμον, ἃ |1306 πλείστους ἔκανεν Ἑλλάνων |1307 δορὶ παρὰ ποταμὸν ὀλομένους, |1308 ὅθι δάκρυα δάκρυσιν ἔπεσεν |1309 σιδαρέοισι βέλεσιν ἀμ- |1310 φὶ τὰς Σκαμάνδρου δίνας. [iambic] |1311 σιγᾶτε σιγᾶτʼ· ᾐσθόμην κτύπου τινὸς |1312 κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα. |1313 ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον |1314 ἥδʼ Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν. |1315 στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους. |1316 καλὸν τὸ θήραμʼ, ἢν ἁλῷ, γενήσεται. |1317 πάλιν κατάστηθʼ ἡσύχῳ μὲν ὄμματι, |1318 χρόᾳ δʼ ἀδήλῳ τῶν δεδραμένων πέρι· |1319 κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας, |1320 ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα. |1321 ὦ παρθένʼ, ἥκεις τὸν Κλυταιμήστρας τάφον |1322 στέψασα καὶ σπείσασα νερτέροις χοάς; |1323 ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι |1324 φόβος τις εἰσελήλυθʼ, ἥντινʼ ἐν δόμοις |1325 τηλουρὸς οὖσα δωμάτων κλύω βοήν. |1326 τί δʼ; ἄξιʼ ἡμῖν τυγχάνει στεναγμάτων. |1327 εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις; |1328 θανεῖν Ὀρέστην κἄμʼ ἔδοξε τῇδε γῇ. |1329 μὴ δῆτʼ, ἐμοῦ γε συγγενεῖς πεφυκότας. |1330 ἄραρʼ· ἀνάγκης δʼ ἐς ζυγὸν καθέσταμεν. |1331 ἦ τοῦδʼ ἕκατι καὶ βοὴ κατὰ στέγας; |1332 ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ — |1333 τίς; οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς. |1334 τλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θʼ ὕπερ. |1335 ἐπʼ ἀξίοισί τἄρʼ ἀνευφημεῖ δόμος. |1336 περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις; |1337 ἀλλʼ ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις, |1338 σῇ μητρὶ προσπεσοῦσα τῇ μέγʼ ὀλβίᾳ, |1339 Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν. |1340 ἀλλʼ, ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς, |1341 οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν. |1342 ἴθʼ εἰς ἀγῶνα δεῦρʼ, ἐγὼ δʼ ἡγήσομαι· |1343 σωτηρίας γὰρ τέρμʼ ἔχεις ἡμῖν μόνη. |1344 ἰδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα. |1345 σώθηθʼ ὅσον γε τοὐπʼ ἐμέ. |1345b ὦ κατὰ στέγας |1346 φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθʼ ἄγραν; |1347 οἲ ἐγώ· τίνας τούσδʼ εἰσορῶ; |1347b σιγᾶν χρεών· |1348 ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία. |1349 ἔχεσθʼ ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃ |1350 βάλλοντες ἡσυχάζεθʼ, ὡς εἰδῇ τόδε |1351 Μενέλαος, οὕνεκʼ ἄνδρας, οὐ Φρύγας κακούς, |1352 εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς. [choral] [strophe 1] |1353 — ἰὼ ἰὼ φίλαι, |1353a κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν |1354 πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος |1355 μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον, |1356 βοηδρομῆσαι πρὸς δόμους τυραννικούς, |1357 πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον |1358 καθαιμακτὸν ἐν δόμοις κείμενον, |1359 ἢ καὶ λόγον του προσπόλων πυθώμεθα· |1360 τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δʼ οὐ σαφῶς. |1361 — διὰ δίκας ἔβα θεῶν |1362 νέμεσις ἐς Ἑλέναν. |1363 δακρύοισι γὰρ Ἑλλάδʼ ἅπασαν ἔπλησε, |1364 διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον |1365 Πάριν, ὃς ἄγαγʼ Ἑλλάδʼ εἰς Ἴλιον. [episode] |1366 ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων, |1367 σιγήσατʼ· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν, |1368 οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει. [lyric] |1369 Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα |1370 βαρβάροις ἐν εὐμάρι- |1371 σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα |1372 Δωρικάς τε τριγλύφους, |1373 φροῦδα φροῦδα, γᾶ γᾶ, |1374 βαρβάροισι δρασμοῖς. |1375 αἰαῖ· |1376 πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρʼ ἀμ- |1377 πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν |1378 ταυρόκρανος ἀγκάλαις |1379 ἑλίσσων κυκλοῖ χθόνα; |1380 τί δʼ ἔστιν, Ἑλένης πρόσπολʼ. Ἰδαῖον κάρα; |1381 Ἴλιον Ἴλιον, ὤμοι μοι, |1382 Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ- |1383 δας ὄρος ἱερόν, ὥς σʼ ὀλόμενον στένω |1384 ἁρμάτειον ἁρμάτειον μέλος |1385 βαρβάρῳ βοᾷ διʼ ὀρνιθόγονον |1386 ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας |1387 σκύμνου, δυσελένας |1388 δυσελένας, |1389 ξεστῶν περγάμων Ἀπολλωνίων |1389a ἐρινύν· ὀττοτοῖ· |1390 ἰαλέμων ἰαλέμων |1391 Δαρδανία τλᾶμον Γανυμήδεος |1392 ἱπποσύνᾳ, Διὸς εὐνέτα. |1393 σαφῶς λέγʼ ἡμῖν αὔθʼ ἕκαστα τἀν δόμοις. |1394 τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσʼ ἔχω. |1395 αἴλινον αἴλινον ἀρχὰν θανάτου |1396 βάρβαροι λέγουσιν, αἰαῖ, |1397 Ἀσιάδι φωνᾷ, βασιλέων |1398 ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν |1399 σιδαρέοισιν Ἅιδα. |1400 ἦλθον ἐς δόμους, ἵνʼ αὔθʼ ἕ- |1400a καστά σοι λέγω, λέοντες |1401 Ἕλλανες δύο διδύμω· |1402 τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθʼ, |1403 ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ, |1404 οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος, |1405 πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν, |1406 ξυνετὸς πολέμου, φόνιός τε δράκων. |1407 ἔρροι τᾶς ἡσύχου |1408 προνοίας κακοῦργος ὤν. |1409 οἳ δὲ πρὸς θρόνους ἔσω |1409a μολόντες ἇς ἔγημʼ ὁ τοξότας Πάρις |1410 γυναικός, ὄμμα δακρύοις |1411 πεφυρμένοι, ταπεινοὶ |1412 ἕζονθʼ, ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ |1413 τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι. |1414 περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον |1415 Ἑλένας ἄμφω. |1416 ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον |1417 ἀμφίπολοι Φρύγες· |1418 προσεῖπε δʼ ἄλλος ἄλλον ἐν φόβῳ πεσών, |1419 μή τις εἴη δόλος. |1420 κἀδόκει τοῖς μὲν οὔ, |1421 τοῖς δʼ ἐς ἀρκυστάταν |1422 μηχανὰν ἐμπλέκειν |1423 παῖδα τὰν Τυνδαρίδʼ ὁ |1424 μητροφόντας δράκων. |1425 σὺ δʼ ἦσθα ποῦ τότʼ; ἢ πάλαι φεύγεις φόβῳ, |1426 Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις |1427 παρὰ βόστρυχον αὔραν αὔραν |1428 Ἑλένας Ἑλένας εὐπαγεῖ |1429 κύκλῳ πτερίνῳ πρὸ παρηίδος |1430 ἀίσσων βαρβάροις νόμοισιν. |1431 ἃ δὲ λίνον ἠλακάτᾳ |1432 δακτύλοις ἕλισσεν, |1433 νῆμα δʼ ἵετο πέδῳ, |1434 σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ- |1435 ματα συστολίσαι χρῄζουσα λίνῳ, |1436 φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ. |1437 προσεῖπεν δʼ Ὀρέστας |1438 Λάκαιναν κόραν· ὦ |1439 Διὸς παῖ, θὲς ἴχνος |1440 πέδῳ δεῦρʼ ἀποστᾶσα κλισμοῦ, |1441 Πέλοπος ἐπὶ προπάτορος ἕδραν |1442 παλαιᾶς ἑστίας, |1443 ἵνʼ εἰδῇς λόγους ἐμούς. — |1444 ἄγει δʼ ἄγει νιν· ἃ δʼ ἐφείπετʼ, |1445 οὐ πρόμαντις ὧν ἔμελλεν· |1446 ὁ δὲ συνεργὸς ἄλλʼ ἔπρασσʼ |1446a ἰὼν κακὸς Φωκεύς· |1447 οὐκ ἐκποδὼν ἴτʼ; ἀλλʼ ἀεὶ κακοὶ Φρύγες. |1448 ἔκλῃσε δʼ ἄλλον ἄλλοσʼ ἐν |1449 στέγαισι· τοὺς μὲν ἐν σταθμοῖ- |1449a σιν ἱππικοῖσι, τοὺς δʼ ἐν ἐξ- |1450 έδραισι, τοὺς δʼ ἐκεῖσʼ ἐκεῖθεν ἄλλον ἄλ- |1451 λοσε διαρμόσας ἀποπρὸ δεσποίνας. |1452 τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο; |1453 Ἰδαία μᾶτερ |1454 μᾶτερ ὀβρίμα ὀβρίμα, |1455 αἰαὶ φονίων παθέων ἀνόμων |1456 τε κακῶν ἅπερ ἔδρακον ἔδρακον |1456a ἐν δόμοις τυράννων. |1457 ἀμφιπορφυρέων πέπλων |1458 ὑπὸ σκότου ξίφη σπάσα- |1458a ντες ἄλλος ἄλλοσʼ ἐν χεροῖν |1459 δίνασεν ὄμμα, μή τις παρὼν τύχοι. |1459a ὡς κάπροι δʼ ὀρέστεροι γυ- |1460 ναικὸς ἀντίοι σταθέντες |1461 ἐννέπουσι· Κατθανῇ |1461a κατθανῇ, |1462 κακός σʼ ἀποκτείνει πόσις, |1463 κασιγνήτου προδοὺς |1464 ἐν Ἄργει θανεῖν γόνον. |1465 ἃ δʼ ἀνίαχεν ἴ- |1465a αχεν· Ὤμοι μοι. |1466 λευκὸν δʼ ἐμβαλοῦσα πῆχυν στέρνοις |1467 κτύπησε κρᾶτα μέλεον πλαγᾷ· |1468 φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον |1469 ἴχνος ἔφερεν ἔφερεν· ἐς |1469a κόμας δὲ δακτύλους δικὼν Ὀρέστας, |1470 Μυκηνίδʼ ἀρβύλαν προβάς, |1471 ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην, |1472 παίειν λαιμῶν ἔμελ- |1472b λεν εἴσω μέλαν ξίφος. |1473 ποῦ δʼ ἦτʼ ἀμύνειν οἱ κατὰ στέγας Φρύγες; |1474 ἰαχᾷ |1474a δόμων θύρετρα καὶ σταθμοὺς |1474b μοχλοῖσιν ἐκβαλόντες, ἔνθʼ ἐμίμνομεν, |1475 βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης, |1476 ὃ μὲν πέτρους, ὃ δʼ ἀγκύλας, |1477 ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων. |1478 ἔναντα δʼ ἦλθε Πυλάδης |1479 ἀλίαστος, οἷος οἷος Ἕκ- |1480 τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας, |1481 ὃν εἶδον εἶδον ἐν πύλαις |1482 Πριαμίσι· φασγάνων δʼ ἀκμὰς |1482a συνήψαμεν. |1483 δὴ τότε διαπρεπεῖς τότʼ ἐγένοντο Φρύγες, |1484 ὅσον Ἄρεως ἀλκὰν |1485 ἥσσονες Ἑλλάδος ἐγενόμεθʼ αἰχμᾶς, |1486 ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν, |1487 ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος, |1488 θανάτου προβολάν· |1488a ὑπὸ σκότον δʼ ἐφεύγομεν· |1489 νεκροὶ δʼ ἔπιπτον, οἳ δʼ ἔμελλον, οἳ δʼ ἔκειντʼ. |1490 ἔμολε δʼ ἁ τάλαινʼ Ἑρμιόνα δόμους |1490a ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ |1491 νιν ἔτεκεν τλάμων. |1491a ἄθυρσοι δʼ |1492 οἷά νιν δραμόντε Βάκχαι |1492a σκύμνον ἐν χεροῖν ὀρείαν |1493 ξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόραν |1493a ἐπὶ σφαγὰν ἔτεινον· ἃ δʼ |1494 ἐκ θαλάμων |1495 ἐγένετο διαπρὸ δωμάτων |1496 ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ |1497 καὶ φῶς καὶ νύξ, |1497a ἤτοι φαρμάκοισιν ἢ |1498 μάγων τέχναις ἢ θεῶν κλοπαῖς. |1499 τὰ δʼ ὕστερʼ οὐκέτʼ οἶδα· δρα- |1499a πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα. |1500 πολύπονα δὲ πολύπονα πάθεα |1501 Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ- |1502 πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον. |1503 καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε· |1504 ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων |1505 βαίνοντʼ Ὀρέστην ἐπτοημένῳ ποδί. [trochees] |1506 ποῦ ʼστιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος; |1507 προσκυνῶ σʼ, ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων. |1508 οὐκ ἐν Ἰλίῳ τάδʼ ἐστίν, ἀλλʼ ἐν Ἀργείᾳ χθονί. |1509 πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν. |1510 οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν; |1511 σοὶ μὲν οὖν ἔγωγʼ ἀμύνειν· ἀξιώτερος γὰρ εἶ. |1512 ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο; |1513 ἐνδικώτατʼ, εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν. |1514 δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν. |1515 οὐ γάρ, ἥτις Ἑλλάδʼ αὐτοῖς Φρυξὶ διελυμήνατο; |1516 ὄμοσον — εἰ δὲ μή, κτενῶ σε — μὴ λέγειν ἐμὴν χάριν. |1517 τὴν ἐμὴν ψυχὴν κατώμοσʼ, ἣν ἂν εὐορκοῖμʼ ἐγώ. |1518 ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος; |1519 ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον. |1520 μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόνʼ εἰσιδών; |1521 μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δʼ οὐ κάτοιδʼ ἐγὼ κάρα. |1522 δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σʼ ἀπαλλάξει κακῶν; |1523 πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν. |1524 εὖ λέγεις· σῴζει σε σύνεσις. ἀλλὰ βαῖνʼ ἔσω δόμων. |1525 οὐκ ἄρα κτενεῖς με; |1525b ἀφεῖσαι. |1525c καλὸν ἔπος λέγεις τόδε. |1526 ἀλλὰ μεταβουλευσόμεσθα. |1526b τοῦτο δʼ οὐ καλῶς λέγεις. |1527 μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην· |1528 οὔτε γὰρ γυνὴ πέφυκας — οὔτʼ ἐν ἀνδράσιν σύ γʼ εἶ. |1529 τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκʼ ἐξῆλθον δόμων· |1530 ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται. |1531 Μενέλεων δʼ οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους· |1532 ἀλλʼ ἴτω ξανθοῖς ἐπʼ ὤμων βοστρύχοις γαυρούμενος· |1533 εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών, |1534 τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει |1535 σύγγονόν τʼ ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι, |1536 παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται. [choral] [antistrophe 1] |1537 — ἰὼ ἰὼ τύχα, |1537a ἕτερον εἰς ἀγῶνʼ, ἕτερον αὖ δόμος |1538 φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει. |1539 — τί δρῶμεν; ἀγγέλλωμεν ἐς πόλιν τάδε; |1540 ἢ σῖγʼ ἔχωμεν; ἀσφαλέστερον, φίλαι. |1541 — ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει |1542 θοάζων ὅδʼ αἰθέρος ἄνω καπνός. |1543 — ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους |1544 τοὺς Τανταλείους, οὐδʼ ἀφίστανται φόνου. |1545 — τέλος ἔχει δαίμων βροτοῖς, |1545b τέλος ὅπᾳ θέλῃ. |1546 — μεγάλα δέ τις ἁ δύναμις διʼ ἀλαστόρων |1547 ἔπεσʼ ἔπεσε μέλαθρα τάδε διʼ αἱμάτων |1548 διὰ τὸ Μυρτίλου πέσημʼ ἐκ δίφρου. [episode] [trochees] |1549 ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας |1550 ὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα. |1551 οὐκέτʼ ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς, |1552 ὦ κατὰ στέγας Ἀτρεῖδαι. δεινὸν εὐτυχῶν ἀνὴρ |1553 πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς. [iambic] |1554 ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια |1555 δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρʼ αὐτὼ καλῶ. |1556 ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον |1557 ὡς οὐ τέθνηκεν, ἀλλʼ ἄφαντος οἴχεται — |1558 κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς |1559 ἤγγειλέ μοί τις. ἀλλὰ τοῦ μητροκτόνου |1560 τεχνάσματʼ ἐστὶ ταῦτα καὶ πολὺς γέλως. |1561 ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω |1562 ὠθεῖν πύλας τάσδʼ, ὡς ἂν ἀλλὰ παῖδʼ ἐμὴν |1563 ῥυσώμεθʼ ἀνδρῶν ἐκ χερῶν μιαιφόνων, |1564 καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτʼ ἐμὴν |1565 λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ |1566 τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον. |1567 οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί· |1568 Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει· |1569 ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν, |1570 ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον. |1571 μοχλοῖς δʼ ἄραρε κλῇθρα, σῆς βοηδρόμου |1572 σπουδῆς ἅ σʼ εἴρξει, μὴ δόμων ἔσω περᾶν. |1573 ἔα, τί χρῆμα; λαμπάδων ὁρῶ σέλας, |1574 δόμων δʼ ἐπʼ ἄκρων τούσδε πυργηρουμένους, |1575 ξίφος δʼ ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ. |1576 πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις; |1577 οὐδέτερʼ· ἀνάγκη δʼ, ὡς ἔοικε, σου κλύειν. |1578 μέλλω κτενεῖν σου θυγατέρʼ, εἰ βούλῃ μαθεῖν. |1579 Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον; |1580 εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο. |1581 ἀρνῇ κατακτὰς κἀφʼ ὕβρει λέγεις τάδε; |1582 λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον — |1583 τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον. |1584 τὴν Ἑλλάδος μιάστορʼ εἰς Ἅιδου βαλεῖν. |1585 ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ. |1586 θεοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν. |1587 ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον; |1588 ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν. |1589 οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος; |1590 οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί. |1591 ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου; |1592 φησὶν σιωπῶν· ἀρκέσω δʼ ἐγὼ λέγων. |1593 ἀλλʼ οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς. |1594 οὐ φευξόμεσθα· πυρὶ δʼ ἀνάψομεν δόμους. |1595 ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε; |1596 ὡς μή γʼ ἔχῃς σύ, τήνδʼ ἐπισφάξας πυρί. |1597 κτεῖνʼ· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην. |1598 ἔσται τάδε. |1598b ἆ ἆ, μηδαμῶς δράσῃς τάδε. |1599 σίγα νυν, ἀνέχου δʼ ἐνδίκως πράσσων κακῶς. |1600 ἦ γὰρ δίκαιον ζῆν σε; |1600b καὶ κρατεῖν γε γῆς. |1601 ποίας; |1601b ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ. |1602 εὖ γοῦν θίγοις ἂν χερνίβων — |1602b τί δὴ γὰρ οὔ; |1603 καὶ σφάγια πρὸ δορὸς καταβάλοις. |1603b σὺ δʼ ἂν καλῶς; |1604 ἁγνὸς γάρ εἰμι χεῖρας. |1604b ἀλλʼ οὐ τὰς φρένας. |1605 τίς δʼ ἂν προσείποι σέ; |1605b ὅστις ἐστὶ φιλοπάτωρ. |1606 ὅστις δὲ τιμᾷ μητέρα; |1606b εὐδαίμων ἔφυ. |1607 οὔκουν σύ γε. |1607b οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί. |1608 ἄπαιρε θυγατρὸς φάσγανον. |1608b ψευδὴς ἔφυς. |1609 ἀλλὰ κτενεῖς μου θυγατέρα; |1609b οὐ ψευδὴς ἔτʼ εἶ. |1610 οἴμοι, τί δράσω; |1610b πεῖθʼ ἐς Ἀργείους μολὼν — |1611 πειθὼ τίνα; |1611b ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν. |1612 ἢ παῖδά μου φονεύσετε; |1612b ὧδʼ ἔχει τάδε. |1613 ὦ τλῆμον Ἑλένη — |1613b τἀμὰ δʼ οὐχὶ τλήμονα; |1614 σὲ σφάγιον ἐκόμισʼ ἐκ Φρυγῶν — |1614b εἰ γὰρ τόδʼ ἦν. |1615 πόνους πονήσας μυρίους. |1615b πλήν γʼ εἰς ἐμέ. |1616 πέπονθα δεινά. |1616b τότε γὰρ ἦσθʼ ἀνωφελής. |1617 ἔχεις με. |1617b σαυτὸν σύ γʼ ἔλαβες κακὸς γεγώς. |1618 ἀλλʼ εἶʼ, ὕφαπτε δώματʼ, Ἠλέκτρα, τάδε· |1619 σύ τʼ, ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε, |1620 Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε. |1621 ὦ γαῖα Δαναῶν ἱππίου τʼ Ἄργους κτίται, |1622 οὐκ εἶʼ ἐνόπλῳ ποδὶ βοηδρομήσετε; |1623 πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν |1624 ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος. |1625 Μενέλαε, παῦσαι λῆμʼ ἔχων τεθηγμένον· |1626 Φοῖβός σʼ ὁ Λητοῦς παῖς ὅδʼ ἐγγὺς ὢν καλῶ· |1627 σύ θʼ ὃς ξιφήρης τῇδʼ ἐφεδρεύεις κόρῃ, |1628 Ὀρέσθʼ, ἵνʼ εἰδῇς οὓς φέρων ἥκω λόγους. |1629 Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν |1630 ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος, |1631 ἥδʼ ἐστίν, ἣν ὁρᾶτʼ ἐν αἰθέρος πτυχαῖς, |1632 σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν. |1633 ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου |1634 τοῦ σοῦ κελευσθεὶς ἥρπασʼ ἐκ Διὸς πατρός. |1635 Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών, |1636 Κάστορί τε Πολυδεύκει τʼ ἐν αἰθέρος πτυχαῖς |1637 σύνθακος ἔσται, ναυτίλοις σωτήριος. |1638 ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών, |1639 ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι |1640 Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον, |1641 θανάτους τʼ ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς |1642 ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος. |1643 τὰ μὲν καθʼ Ἑλένην ὧδʼ ἔχει· σὲ δʼ αὖ χρεών, |1644 Ὀρέστα, γαίας τῆσδʼ ὑπερβαλόνθʼ ὅρους |1645 Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον. |1646 κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον |1647 Ἀζᾶσιν Ἀρκάσιν τʼ Ὀρέστειον καλεῖν. |1648 ἐνθένδε δʼ ἐλθὼν τὴν Ἀθηναίων πόλιν |1649 δίκην ὑπόσχες αἵματος μητροκτόνου |1650 Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς |1651 πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην |1652 ψῆφον διοίσουσʼ, ἔνθα νικῆσαί σε χρή. |1653 ἐφʼ ἧς δʼ ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ, |1654 γῆμαι πέπρωταί σʼ Ἑρμιόνην· ὃς δʼ οἴεται |1655 Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε. |1656 θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει, |1657 δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με. |1658 Πυλάδῃ δʼ ἀδελφῆς λέκτρον, ὥς ποτʼ ᾔνεσας, |1659 δός· ὁ δʼ ἐπιών νιν βίοτος εὐδαίμων μένει. |1660 Ἄργους δʼ Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν, |1661 ἐλθὼν δʼ ἄνασσε Σπαρτιάτιδος χθονός, |1662 φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις |1663 πόνοις διδοῦσα δεῦρʼ ἀεὶ διήνυσεν. |1664 τὰ πρὸς πόλιν δὲ τῷδʼ ἐγὼ θήσω καλῶς, |1665 ὅς νιν φονεῦσαι μητέρʼ ἐξηνάγκασα. |1666 ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων. |1667 οὐ ψευδόμαντις ἦσθʼ ἄρʼ, ἀλλʼ ἐτήτυμος. |1668 καίτοι μʼ ἐσῄει δεῖμα, μή τινος κλύων |1669 ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα. |1670 ἀλλʼ εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις. |1671 ἰδού, μεθίημʼ Ἑρμιόνην ἀπὸ σφαγῆς, |1672 καὶ λέκτρʼ ἐπῄνεσʼ, ἡνίκʼ ἂν διδῷ πατήρ. |1673 ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε |1674 θεῶν κατοικήσασαν ὄλβιον δόμον. |1675 Ὀρέστα, σοὶ δὲ παῖδʼ ἐγὼ κατεγγυῶ, |1676 Φοίβου λέγοντος· εὐγενὴς δʼ ἀπʼ εὐγενοῦς |1677 γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ. |1678 χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν, |1679 νείκας τε διαλύεσθε. |1679b πείθεσθαι χρεών. |1680 κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς, |1681 Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν. [anapests] |1682 ἴτε νυν καθʼ ὁδόν, τὴν καλλίστην |1683 θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δʼ |1684 Ἑλένην Δίοις μελάθροις πελάσω, |1685 λαμπρῶν ἄστρων πόλον ἐξανύσας, |1686 ἔνθα παρʼ Ἥρᾳ τῇ θʼ Ἡρακλέους |1687 Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις |1688 ἔσται σπονδαῖς ἔντιμος ἀεί, |1689 σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς, |1690 ναύταις μεδέουσα θαλάσσης. |1691 ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν |1692 βίοτον κατέχοις |1693 καὶ μὴ λήγοις στεφανοῦσα.