[edition urn:cts:greekLit:tlg0006.tlg015.perseus-grc2] [episode] |1 ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν |2 καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις |3 Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα, |4 ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ |5 ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν |6 τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα· |7 ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ |8 Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον |9 φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον. |10 ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως, |11 — Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ — |12 καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ |13 ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις |14 ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν, |15 ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα |16 παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν. |17 ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ, |18 μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· |19 εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς, |20 καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος. |21 ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν |22 ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος |23 γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν, |24 λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας |25 δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος, |26 σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον· |27 ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν. |28 Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι |29 φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας |30 ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον |31 μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν. |32 ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος |33 παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα |34 ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων |35 πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις, |36 τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν |37 εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα |38 ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ. |39 καί νιν κελεύει Λαΐου τροχηλάτης· |40 ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. |41 ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν |42 χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν. |43 ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; — |44 παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα |45 Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει |46 Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις, |47 Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη, |48 ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι, |49 τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως |50 μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών· |51 ὅθεν τύραννος τῆσδε γῆς καθίσταται |52 καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός. |53 γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας |54 οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη. |55 τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, |56 Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν, |57 κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ |58 ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ. |59 μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων |60 ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα |61 ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, |62 χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας. |63 ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, |64 κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη |65 γένοιτο πολλῶν δεομένη σοφισμάτων· |66 ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν |67 ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, |68 θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε. |69 τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους |70 εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, |71 ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος |72 φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, |73 Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς, |74 ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς |75 καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων, |76 φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. |77 ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, |78 πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει· |79 ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, |80 πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. |81 ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν |82 ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός. |83 ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος. |84 ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς |85 Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. |86 χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν |87 τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι. |88 ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί, |89 ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν |90 μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον |91 στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς, |92 ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον, |93 μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, |94 κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος, |95 σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω |96 ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα, |97 σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων |98 ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα. |99 ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις, |100 κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί· |101 σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς |102 Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον. [lyric] |103 ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ |104 χεῖρʼ ἀπὸ κλιμάκων |105 ποδὸς ἴχνος ἐπαντέλλων. |106 ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης· |107 κινούμενον γὰρ τυγχάνει Πελασγικὸν |108 στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους. |109 ἰὼ πότνια παῖ |110 Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν |111 πεδίον ἀστράπτει. |112 οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, |113 πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων. |114 ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα |115 λαϊνέοισιν Ἀμφίονος ὀργάνοις |116 τείχεος ἥρμοσται; |117 θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις. |118 ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. |119 τίς οὗτος ὁ λευκολόφας, |120 πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼ |122 ἀμφὶ βραχίονι κουφίζων; |123 λοχαγός, ὦ δέσποινα. |123b τίς, πόθεν γεγώς; |124 αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται; |125 οὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, |126 Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ. |127 ἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, |128 γίγαντι γηγενέτᾳ προσόμοιος |129 ἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφορος |130 ἁμερίῳ γέννᾳ. |131 τὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ; |132 ἄλλος ἄλλος ὅδε τευχέων τρόπος. |133 τίς δʼ ἐστὶν οὗτος; |133b παῖς μὲν Οἰνέως ἔφυ |134 Τυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει. |135 οὗτος ὁ τᾶς Πολυνείκεος, |136 ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφας |137 ὁμόγαμος κυρεῖ; |138 ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. |139 σακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, |140 λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι. |141 σὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε; |142 σημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα, |143 σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων |144 ἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους. |145 τίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷ |146 καταβόστρυχος, ὄμμασι γοργὸς |147 εἰσιδεῖν νεανίας, |148 λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶ |149 πάνοπλος ἀμφέπει; |150 ὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. |151 ἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέρος |152 Ἄρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν, |153 ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων. |154 εἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν· |155 ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί. |156 ποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸς |157 πολυπόνῳ μοίρᾳ; |158 ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον. |159 ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας |160 Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. |161 ὁρᾷς; |161b ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως |162 μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα. |163 ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι |164 διʼ αἰθέρος |165 πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας |166 δέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳ |167 φυγάδα μέλεον. ὡς |168 ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον, |169 ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου. |170 ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς, |171 ἔνσπονδος. |171b οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ, |172 ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς; |173 ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε· |174 σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί. |175 ὦ λιπαροζώνου θύγατερ Ἀελίου |176 Σελαναία, χρυσεόκυκλον φέγγος, |177 ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα |178 πώλοις μεταφέρων ἰθύνει. |179 ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει; |180 Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται |181 πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν. |182 ἰώ, |182a Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί, |183 κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι |184 μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις· |185 ὅδʼ ἐστίν, αἰχμαλώτιδας |186 ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν |187 Λερναίᾳ τε δώσειν τριαίνᾳ, |188 Ποσειδανίοις Ἀμυμωνίοις |189 ὕδασι δουλείαν περιβαλών — |190 μήποτε μήποτε τάνδʼ, ὦ πότνια, |191 χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος |192 Ἄρτεμι, δουλοσύναν τλαίην. [iambic] |193 ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας |194 ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου |195 ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν. |196 ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν, |197 χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς, |198 φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ, |199 σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων, |200 πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τις |201 γυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν. [choral] [strophe 1] |202 Τύριον οἶδμα λιποῦσʼ ἔβαν |203 ἀκροθίνια Λοξίᾳ |204 Φοινίσσας ἀπὸ νάσου |205 Φοίβῳ δούλα μελάθρων, |206 ἵνʼ ὑπὸ δειράσι νιφοβόλοις |207 Παρνασοῦ κατενάσθη, |208 Ἰόνιον κατὰ πόντον ἐλά- |209 τᾳ πλεύσασα περιρρύτῳ |210 ὑπὲρ ἀκαρπίστων πεδίων |211 Σικελίας Ζεφύρου πνοαῖς |212 ἱππεύσαντος, ἐν οὐρανῷ |213 κάλλιστον κελάδημα. [antistrophe 1] |214 πόλεος ἐκπροκριθεῖσʼ ἐμᾶς |215 καλλιστεύματα Λοξίᾳ |216 Καδμείων ἔμολον γᾶν, |217 κλεινῶν Ἀγηνοριδᾶν |218 ὁμογενεῖς ἐπὶ Λαΐου |219 πεμφθεῖσʼ ἐνθάδε πύργους. |220 ἴσα δʼ ἀγάλμασι χρυσοτεύ- |221 κτοις Φοίβῳ λάτρις ἐγενόμαν· |222 ἔτι δὲ Κασταλίας ὕδωρ |223 περιμένει με κόμας ἐμᾶς |224 δεῦσαι παρθένιον χλιδὰν |225 Φοιβείαισι λατρείαις. [mesode] |226 ἰὼ λάμπουσα πέτρα πυρὸς |227 δικόρυφον σέλας ὑπὲρ ἄκρων |228 βακχειῶν Διονύσου, |229 οἴνα θʼ ἃ καθαμέριον |230 στάζεις τὸν πολύκαρπον |231 οἰνάνθας ἱεῖσα βότρυν, |232 ζάθεά τʼ ἄντρα δράκοντος οὔ- |233 ρειαί τε σκοπιαὶ θεῶν |234 νιφόβολόν τʼ ὄρος ἱερόν, εἱ- |235 λίσσων ἀθανάτας θεοῦ |236 χορὸς γενοίμαν ἄφοβος |237 παρὰ μεσόμφαλα γύαλα Φοί- |238 βου Δίρκαν προλιποῦσα. [strophe 2] |239 νῦν δέ μοι πρὸ τειχέων |240 θούριος μολὼν Ἄρης |241 αἷμα δάιον φλέγει |242 τᾷδʼ, ὃ μὴ τύχοι, πόλει· |243 κοινὰ γὰρ φίλων ἄχη, |244 κοινὰ δʼ, εἴ τι πείσεται |245 ἑπτάπυργος ἅδε γᾶ, |246 Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ. |247 κοινὸν αἷμα, κοινὰ τέκεα |248 τᾶς κερασφόρου πέφυκεν Ἰοῦς· |249 ὧν μέτεστί μοι πόνων. [antistrophe 2] |250 ἀμφὶ δὲ πτόλιν νέφος |251 ἀσπίδων πυκνὸν φλέγει |252 σχῆμα φοινίου μάχης, |253 ἃν Ἄρης τάχʼ εἴσεται |254 παισὶν Οἰδίπου φέρων |255 πημονὰν Ἐρινύων. |256 Ἄργος ὦ Πελασγικόν, |257 δειμαίνω τὰν σὰν ἀλκάν, |258 καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον |259 εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖς |260 ὃς μετέρχεται δόμους. [episode] |261 τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο |262 διʼ εὐπετείας τειχέων ἔσω μολεῖν. |263 ὃ καὶ δέδοικα μή με δικτύων ἔσω |264 λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα. |265 ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον |266 κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ. |267 ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ |268 τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι. |269 ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα; |270 ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται, |271 ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. |272 πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα, |273 ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν. |274 ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι |275 πέλας πάρεισι, κοὐκ ἔρημα δώματα. |276 φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος |277 καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις. |278 ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας |279 Ἑλληνικοῖσι δώμασιν πελάζετε; |280 Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με, |281 Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς |282 Φοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον. |283 μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος |284 μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας — |285 ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν. |286 σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας |287 ἑπτάστομον πύργωμα Θηβαίας χθονός. |288 πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου, |289 ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως· |290 καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς. |291 ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων, |292 ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο — |293 γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ, |294 τὸν οἴκοθεν νόμον σέβουσʼ — |295 ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν. |296 ἰὼ ἰώ· πότνια, μόλε πρόδομος, |297 ἀμπέτασον πύλας. |298 κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ; |299 τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν |300 θιγεῖν τʼ ὠλέναισιν τέκνου; [lyric] |301 Φοίνισσαν βοὰν |302 κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν |303 πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον, |305 χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις |306 προσεῖδον· ἀμφίβαλλε μα- |307 στὸν ὠλέναισι ματέρος, |308 παρηίδων τʼ ὄρεγμα βο- |308a στρύχων τε κυανόχρωτα χαί- |309 τας πλόκαμον, δέραν σκιάζων ἁμάν. |310 ἰὼ ἰώ, μόλις φανεὶς |311 ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις. |312 τί φῶ σε; πῶς ἅπαντα |313 καὶ χερσὶ καὶ λόγοισι |314 πολυέλικτον ἁδονὰν |315 ἐκεῖσε καὶ τὸ δεῦρο |316 περιχορεύουσα τέρψιν παλαιᾶν λάβω |317 χαρμονᾶν; ἰὼ τέκος, |318 ἔρημον πατρῷον ἔλιπες δόμον |319 φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ, |320 ἦ ποθεινὸς φίλοις, |321 ἦ ποθεινὸς Θήβαις. |322 ὅθεν ἐμάν τε λευκόχροα κείρομαι |323 δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν, |324 ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον, |325 δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε |326 σκότιʼ ἀμείβομαι. |327 ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς |328 ἀπήνας ὁμοπτέρου τᾶς ἀπο- |329 ζυγείσας δόμων |330 πόθον ἀμφιδάκρυτον ἀεὶ κατ- |331 έχων ἀνῇξε μὲν ξίφους |332 ἐπʼ αὐτόχειρά τε σφαγάν, |333 ὑπὲρ τέραμνά τʼ ἀγχόνας, |334 στενάζων ἀρὰς τέκνοις· |335 σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων |336 σκότια κρύπτεται. |337 σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴ |338 κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν |339 ξένοισιν ἐν δόμοις ἔχειν |340 ξένον τε κῆδος ἀμφέπειν, |341 ἄλαστα ματρὶ τᾷδε Λα- |342 ίῳ τε τῷ παλαιγενεῖ, |343 γάμων ἐπακτὸν ἄταν. |344 ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς |345 νόμιμον ἐν γάμοις |346 ὡς πρέπει ματέρι μακαρίᾳ· |347 ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη |348 λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν |349 πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας. |350 ὄλοιτο, τάδʼ εἴτε σίδαρος |351 εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος, |352 εἴτε τὸ δαιμόνιον κατεκώμασε |353 δώμασιν Οἰδιπόδα· |354 πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη. |355 δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί, |356 καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος. |357 μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην |358 ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει |359 πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει, |360 λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει. |361 οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην, |362 μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ, |363 ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως |364 κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ, |365 σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγε |366 τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην, |367 χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν |368 γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ· |369 ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν |370 ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον. |371 ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι |372 κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους |373 ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν. |374 ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων |375 καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς. |376 τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ, |377 σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο; |378 ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς; |379 κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος· |380 οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ, |381 κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ. |382 ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν. |383 ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα, |384 δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα. |385 ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς· |386 ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα. |387 καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν, |388 τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα; |389 μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ. |390 τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές; |391 ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν. |392 δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. |393 τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. |394 καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς. |395 ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. |396 αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος. |397 καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ. |398 οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς; |399 ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν. |400 πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον; |401 ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν. |402 φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν; |403 εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς. |404 οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν; |405 κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. |406 ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς. |407 οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον. |408 πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες; |409 ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα. |410 ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν. |411 κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους. |412 καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον; |413 οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην. |414 σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος; |415 νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας. |416 κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος; |417 ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς. |418 τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν. |419 Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός. |420 τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν; |421 στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι. |422 ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα; |423 κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας. |424 ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς; |425 οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας. |426 πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν; |427 δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε, |428 Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός· |429 ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ. |430 πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι |431 πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ |432 διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι |433 πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως |434 τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ. |435 ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, |436 μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους |437 παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν. |438 πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ· |439 τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα, |440 δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. |441 ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων |442 λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ. |443 καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε |444 χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν |445 τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα. |446 μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς |447 ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου· |448 ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων |449 τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου |450 κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν |451 τόνδʼ εἰσεδέξω τειχέων πείσασά με. |452 ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, |453 βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν. |454 σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς· |455 οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα |456 Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν. |457 σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, |458 Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων |459 λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους. |460 παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· |461 ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ |462 ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ, |463 ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, |464 κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν. |465 λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον· |466 σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, |467 ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις |468 θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν. |469 ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, |470 κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων· |471 ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος |472 νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. |473 ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην |474 τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς |475 ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε, |476 ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός, |477 δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον, |478 ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν |479 καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν |480 κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται. |481 ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς, |482 ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει |483 τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος. |484 καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν |485 στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός, |486 οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν |487 καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον, |488 καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν |489 πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις, |490 ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι |491 δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ, |492 ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ |493 ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα. |494 ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς |495 λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς |496 καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ. |497 ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα |498 τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν. |499 εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα, |500 οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις· |501 νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς, |502 πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε. |503 ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ· |504 ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς |505 καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε, |506 τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα. |507 τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι |508 ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί· |509 ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας |510 τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι, |511 ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν |512 τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε |513 γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς |514 φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν. |515 χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, |516 μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος |517 ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. |518 ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει, |519 ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι. |520 ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ; |521 πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα, |522 ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων, |523 ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα. |524 εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι |525 κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών. |526 οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς· |527 οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν. |528 ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, |529 Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία |530 ἔχει τι λέξαι τῶν νέων σοφώτερον. |531 τί τῆς κακίστης δαιμόνων ἐφίεσαι |532 Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός· |533 πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας |534 ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων· |535 ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον, |536 Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις |537 πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις |538 συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, |539 τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται |540 τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται. |541 καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν |542 Ἰσότης ἔταξε κἀριθμὸν διώρισε, |543 νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς |544 ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, |545 κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. |546 εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς |547 σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον |548 καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη; |549 τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, |550 τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε; |551 περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν. |552 ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι |553 βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον· |554 ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν. |555 οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί, |556 τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα· |557 ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν. |558 ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος. |559 ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα, |560 πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, |561 ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε; |562 Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ, |563 ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε, |564 ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας |565 βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας. |566 ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν, |567 γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ. |568 σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω· |569 ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο, |570 ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν. |571 φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ — |572 πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί; |573 πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν, |574 καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς; |575 Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς |576 ἀσπίδας ἔθηκε; μήποτʼ, ὦ τέκνον, κλέος |577 τοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν. |578 ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ, |579 πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς; |580 ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματα |581 Ἄδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμον |582 ἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον, |583 κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν. |584 μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν, |585 ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν. |586 ὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶν |587 καὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε. [trochees] |588 μῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνος |589 οὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία· |590 οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις, |591 ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός· |592 τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα. |593 καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ. |594 πρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφος |595 φόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον; |596 ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς; |597 εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. |598 κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην; |599 ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης. |600 κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν. |601 καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός. |602 οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον. |603 τοῦ μέρους ἔχων τὸ πλεῖον; |603b φήμʼ· ἀπαλλάσσου δὲ γῆς. |604 ὦ θεῶν βωμοὶ πατρῴων — |604b οὓς σὺ πορθήσων πάρει. |605 κλύετέ μου — |605b τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου; |606 καὶ θεῶν τῶν λευκοπώλων δώματα — |606b οἳ στυγοῦσί σε. |607 ἐξελαυνόμεσθα πατρίδος — |607b καὶ γὰρ ἦλθες ἐξελῶν. |608 ἀδικίᾳ γʼ, ὦ θεοί. |608b Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς. |609 ἀνόσιος πέφυκας — |609b ἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος. |610 ὅς μʼ ἄμοιρον ἐξελαύνεις. |610b καὶ κατακτενῶ γε πρός. |611 ὦ πάτερ, κλύεις ἃ πάσχω; |611b καὶ γὰρ οἷα δρᾷς κλύει. |612 καὶ σύ, μῆτερ; |612b ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα. |613 ὦ πόλις. |613b μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ. |614 εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ. |614b ἔξιθι χθονός. |615 ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. |615b οὐκ ἂν τύχοις. |616 ἀλλὰ παρθένους ἀδελφάς. |616b οὐδὲ τάσδʼ ὄψῃ ποτέ. |617 ὦ κασίγνηται. |617b τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν; |618 μῆτερ, ἀλλά μοι σὺ χαῖρε. |618b χαρτὰ γοῦν πάσχω, τέκνον. |619 οὐκέτʼ εἰμὶ παῖς σός. |619b ἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ. |620 ὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. |620b καὶ γὰρ ἀνθυβρίζομαι. |621 ποῦ ποτε στήσῃ πρὸ πύργων; |621b ὡς τί μʼ ἱστορεῖς τόδε; |622 ἀντιτάξομαι κτενῶν σε. |622b κἀμὲ τοῦδʼ ἔρως ἔχει. |623 ὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα; |623b αὐτὸ σημανεῖ. |624 πατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς; |624b ἐρρέτω πρόπας δόμος. |625 ὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος. |626 τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι, |627 ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, |628 δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς· |629 κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ· |630 οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός. |631 καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε, |632 ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα. |633 οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε· |634 ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς |635 τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός. |636 ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ |637 ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον. [choral] [strophe 1] |638 Κάδμος ἔμολε τάνδε γᾶν |639 Τύριος, ᾧ τετρασκελὴς |640 μόσχος ἀδάματον πέσημα |641 δίκε τελεσφόρον διδοῦσα |642 χρησμόν, οὗ κατοικίσαι |643 πεδία νιν τὸ θέσφατον |644 πυροφόρα δόμων ἔχρη, |645 καλλιπόταμος ὕδατος ἵνα τε |646 νοτὶς ἐπέρχεται γύας, |647 Δίρκας χλοηφόρους |648 καὶ βαθυσπόρους γύας· |649 Βρόμιον ἔνθα τέκετο μά- |650 τηρ Διὸς γάμοισι, |651 κισσὸς ὃν περιστεφὴς |652 ἕλικος εὐθὺς ἔτι βρέφος |653 χλοηφόροισιν ἔρνεσιν |654 κατασκίοισιν ὀλβίσας ἐνώτισεν, |655 Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι |656 καὶ γυναιξὶν εὐίοις. [antistrophe 1] |657 ἔνθα φόνιος ἦν δράκων |658 Ἄρεος ὠμόφρων φύλαξ |659 νάματʼ ἔνυδρα καὶ ῥέεθρα |660 χλοερὰ δεργμάτων κόραισι |661 πολυπλάνοις ἐπισκοπῶν· |662 ὃν ἐπὶ χέρνιβας μολὼν |663 Κάδμος ὄλεσε μαρμάρῳ· |664 κρᾶτα φόνιον ὀλεσίθηρος |665 ὠλένας δικὼν βολαῖς, |666 δίας ἀμάτορος δʼ |669 ἐς βαθυσπόρους γύας |668 γαπετεῖς δικὼν ὀδόν- |667 τας Παλλάδος φραδαῖσιν· |670 ἔνθεν ἐξανῆκε γᾶ |671 πάνοπλον ὄψιν ὑπὲρ ἄκρων |672 ὅρων χθονός· σιδαρόφρων |673 δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ. |674 αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι |675 δεῖξεν αἰθέρος πνοαῖς. [epode] |676 καὶ σέ, τὸν προμάτορος |677 Ἰοῦς ποτʼ ἔκγονον |678 Ἔπαφον, ὦ Διὸς γένεθλον, |679 ἐκάλεσʼ ἐκάλεσα βαρβάρῳ βοᾷ, |680 ἰώ, βαρβάροις λιταῖς· |681 βᾶθι βᾶθι τάνδε γᾶν· |682 — σοί νιν ἔκγονοι κτίσαν |683 καὶ διώνυμοι θεαί, |684 Περσέφασσα καὶ φίλα |685 Δαμάτηρ θεά, |686 πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός, |687 κτήσαντο — πέμπε πυρφόρους |688 θεάς, ἄμυνε τᾷδε γᾷ· |689 πάντα δʼ εὐπετῆ θεοῖς. [episode] |690 χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως |691 Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς, |692 λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς |693 θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα, |694 πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν. |695 καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών· |696 ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς. |697 ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ |698 Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας |699 φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος. |700 καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον· |701 πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς |702 ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών. |703 ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, |704 κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα. |705 ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν· |706 ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων. |707 τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ. |708 ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα. |709 λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον; |710 μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν |711 ὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν. |712 ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει. |713 ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν; |714 ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα. |715 σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι. |716 ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς. |717 ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα. |718 θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου. |719 θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου. |720 ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. |721 καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία. |722 βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς; |723 πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν. |724 εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου; |725 εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. |726 ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. |727 ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας. |728 ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ; |729 ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ. |730 βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. |731 ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς. |732 τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν; |733 κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ. |734 τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν; |735 μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός. |736 τίς οὖν πρόνοια γίγνεται σοφωτέρα; |737 ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ — |738 τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ. |739 λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις. |740 τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ. |741 ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ. |742 λόχων ἀνάσσειν ἢ μονοστόλου δορός; |743 λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι. |744 ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις. |745 καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ. |746 θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ; |747 ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον. |748 ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν |749 τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, |750 ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. |751 ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν, |752 ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων. |753 ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα. |754 καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν |755 καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί. |756 κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. |757 γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ |758 Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, |759 σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον |760 τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς. |761 μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν; |762 τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν. |763 πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει, |764 ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα· |765 ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ. |766 ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον |767 οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι, |768 τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν |769 Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον, |770 λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· |771 σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται, |772 ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην |773 ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν. |774 πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον· |775 ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν |776 μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί, |777 θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ. |778 σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω· |779 ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα, |780 ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς |781 ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ. |782 τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν, |783 προσευχόμεσθα τήνδε διασῷσαι πόλιν. [choral] [strophe 1] |784 ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι |785 καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς; |786 οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας |787 βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ |788 μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί, |789 ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας |790 αἵματι Θήβας |791 κῶμον ἀναυλότατον προχορεύεις. |792 οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ, |793 ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων |793a ἱππείαις ἐπὶ χεύμασι βαίνων |794 Ἰσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσας |795 Σπαρτῶν γένναν, |796 ἀσπιδοφέρμονα θίασον ἐνόπλιον, |797 ἀντίπαλον κατὰ λάινα τείχεα |798 χαλκῷ κοσμήσας. |798a ἦ δεινά τις Ἔρις θεός, ἃ τάδε |799 μήσατο πήματα γᾶς βασιλεῦσιν, |800 Λαβδακίδαις πολυμόχθοις. [antistrophe 1] |801 ὦ ζαθέων πετάλων πολυθηρότα- |802 τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών, |803 μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας, |804 ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων, |805 χρυσοδέτοις περόναις ἐπίσαμον· |806 μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖν |807 πένθεα γαίας |807a Σφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς, |808 ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖς |809 τείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶς |810 γένναν, ἃν ὁ κατὰ χθονὸς Ἅιδας |811 Καδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλα |812 θάλλει παίδων |813 Οἰδιπόδα κατὰ δώματα καὶ πόλιν. |814 οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν, |815 οὐδʼ οἱ μὴ νόμιμοι |816 παῖδες ματρὶ λόχευμα, μίασμα πατρός· |817 ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν. [epode] |818 ἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε, |819 βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις, |820 τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντος |821 γένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος· |822 Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίους |823 ἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβας |824 τᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέστα |825 διδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, |826 Δίρκα χλοεροτρόφον ᾇ πεδίον |827 πρόπαρ Ἰσμηνοῦ καταδεύει· |828 Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ, |829 Καδμείων βασιλῆας ἐγείνατο, |830 μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ- |831 ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼ |832 Ἀρηΐοις στεφάνοισιν. [episode] |834 ἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶ |835 ὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς· |836 δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν, |837 πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ· |838 κλήρους τέ μοι φύλασσε παρθένῳ χερί, |839 οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼν |840 θάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι. |841 τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοι |842 πόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸς |843 πρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ, |844 πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ. |845 θάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖς |846 ἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον· |847 ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖ |848 χειρὸς θυραίας ἀναμένειν κουφίσματα. |849 εἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον; |850 οὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένος |851 καὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ. |852 κόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄπο |853 δεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας· |854 κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός, |855 οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ· |856 καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχω |857 λαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων. |858 οἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη· |859 ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ, |860 δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών. |861 βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοις |862 ἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα· |863 ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα, |864 τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν. |865 Ἐτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμα |866 χρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν, |867 λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, |868 ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶν |869 πόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν· |870 αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶ |871 θεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι. |872 ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳ |873 χρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, |874 ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶ |875 οὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆ |876 ἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰς |877 δεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος. |878 ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπη |879 ἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου; |880 ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον· |881 πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότες |882 Ἀργεῖα καὶ Καδμεῖα μείξαντες βέλη |883 πικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί. |884 σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, |885 εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. |886 ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπου |887 μηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός, |888 ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν. |889 ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, |890 μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας. |891 ἀλλʼ — οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲς |892 πικρόν τε τοῖσι τὴν τύχην κεκτημένοις |893 πόλει παρασχεῖν φάρμακον σωτηρίας — |894 ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτα |895 τὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω; |896 ἐπίσχες αὐτοῦ, πρέσβυ. |896b μὴ ʼπιλαμβάνου. |897 μεῖνον, τί φεύγεις; |897b ἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ. |898 φράσον πολίταις καὶ πόλει σωτηρίαν. |899 βούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα. |900 καὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω; |901 θέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις; |902 ἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν; |903 κλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. |904 πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, |905 ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν; |906 ὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. |907 ἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. |908 ἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. |909 βούλῃ παρόντος δῆτά σοι τούτου φράσω; |910 κλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας. |911 ἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν· |912 ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλιν |913 σφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας, |914 σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. |915 τί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον; |916 ἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. |917 ὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. |918 σοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. |919 οὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις. |920 ἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν. |921 χαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. |922 ἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς; |923 ὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς — |924 τί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά. |925 σίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. |926 ἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν. |927 τί δή με δράσεις; παῖδά μου κατακτενεῖς; |928 ἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται. |929 ἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν; |930 ὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων. |931 δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴς |932 ἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, |933 σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰς |934 Κάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, |935 ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. |936 καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη. |937 χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματος |938 αἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆ |939 γῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυν |940 σπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖν |941 τοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς. |942 σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους |943 ἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο, |944 οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοι |945 σφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος· |946 κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος. |947 οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλει |948 θανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν. |949 πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τε |950 θήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών, |951 κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιν |952 τὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν. |953 τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον, |954 πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ, |955 μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ, |956 πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ· |957 ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγων |958 ἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνον |959 χρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα. |960 Κρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας; |961 κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα. |962 τί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι. |963 ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς, |964 ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει. |965 πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος, |966 οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν. |967 μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα. |968 αὐτὸς δʼ — ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου — |969 θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον. |970 ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν, |971 ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα, |972 φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός· |973 λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε, |974 πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών· |975 κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία· |976 ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ. |977 ποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων; |978 ὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ. |979 οὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ. |980 Δελφοὺς περάσας — |980b ποῖ με χρή, πάτερ, μολεῖν; |981 Αἰτωλίδʼ ἐς γῆν. |981b ἐκ δὲ τῆσδε ποῖ περῶ; |982 Θεσπρωτὸν οὖδας. |982b σεμνὰ Δωδώνης βάθρα; |983 ἔγνως. |983b τί δὴ τόδʼ ἔρυμά μοι γενήσεται; |984 πόμπιμος ὁ δαίμων. |984b χρημάτων δὲ τίς πόρος; |985 ἐγὼ πορεύσω χρυσόν. |985b εὖ λέγεις, πάτερ. |986 χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών, |987 ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω, |988 μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς — |989 προσηγορήσων εἶμι καὶ σῴσων βίον. |990 ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω. — |991 γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον, |992 κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν· |993 ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης, |994 καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲν |995 γέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει, |996 προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο. |997 ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλιν |998 ψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός. |999 αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροι |1000 κοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοι |1001 στάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν, |1002 πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ· |1003 ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺς |1004 πόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸς |1005 ἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι. |1006 μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον, |1007 ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲ |1008 Σπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο. |1009 ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρων |1010 σφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆ |1011 δράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο, |1012 ἐλευθερώσω γαῖαν· εἴρηται λόγος. |1013 στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλει |1014 δώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα. |1015 εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τις |1016 χρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροι |1017 πατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνων |1018 πειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν. [choral] [strophe 1] |1019 ἔβας ἔβας, |1019a ὦ πτεροῦσσα, γᾶς λόχευμα |1020 νερτέρου τʼ Ἐχίδνας, |1021 Καδμείων ἁρπαγά, |1022 πολύφθορος πολύστονος |1023 μειξοπάρθενος, |1023a δάιον τέρας, |1024 φοιτάσι πτεροῖς |1025 χαλαῖσί τʼ ὠμοσίτοις· |1026 Διρκαίων ἅ ποτʼ ἐκ |1027 τόπων νέους πεδαίρουσʼ |1028 ἄλυρον ἀμφὶ μοῦσαν |1029 ὀλομέναν τʼ Ἐρινὺν |1030 ἔφερες ἔφερες ἄχεα πατρίδι |1031 φόνια· φόνιος ἐκ θεῶν |1032 ὃς τάδʼ ἦν ὁ πράξας. |1033 ἰάλεμοι δὲ ματέρων, |1034 ἰάλεμοι δὲ παρθένων |1035 ἐστέναζον οἴκοις· |1036 ἰηιήιον βοάν, |1037 ἰηιήιον μέλος, |1038 ἄλλος ἄλλʼ ἐπωτότυζε |1038a διαδοχαῖς ἀνὰ πτόλιν. |1039 βροντᾷ δὲ στεναγμὸς |1040 ἀχά τʼ ἦν ὅμοιος, |1041 ὁπότε πόλεος ἀφανίσειεν |1042 ἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν. [antistrophe 1] |1043 χρόνῳ δʼ ἔβα |1043a Πυθίαις ἀποστολαῖσιν |1044 Οἰδίπους ὁ τλάμων |1045 Θηβαίαν τάνδε γᾶν |1046 τότʼ ἀσμένοις, πάλιν δʼ ἄχη· |1047 ματρὶ γὰρ γάμους |1048 δυσγάμους τάλας |1049 καλλίνικος ὢν |1049a αἰνιγμάτων συνάπτει, |1050 μιαίνει δὲ πτόλιν· |1051 διʼ αἱμάτων δʼ ἀμείβει |1052 μυσαρὸν εἰς ἀγῶνα |1053 καταβαλὼν ἀραῖσι |1054 τέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ, |1055 ὃς ἐπὶ θάνατον οἴχεται |1056 γᾶς ὑπὲρ πατρῴας, |1057 Κρέοντι μὲν λιπὼν γόους, |1058 τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶς |1059 καλλίνικα θήσων. |1060 γενοίμεθʼ ὧδε ματέρες |1061 γενοίμεθʼ εὔτεκνοι, φίλα |1062 Παλλάς, ἃ δράκοντος αἷμα |1063 λιθόβολον κατειργάσω, |1064 Καδμείαν μέριμναν |1064a ὁρμήσασʼ ἐπʼ ἔργον, |1065 ὅθεν ἐπέσυτο τάνδε γαῖαν |1066 ἁρπαγαῖσι δαιμόνων τις ἄτα. [episode] |1067 ὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ; |1068 ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων. |1069 ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμως |1070 ἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, |1071 λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων. |1072 ὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρων |1073 Ἐτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδα |1074 βέβηκας αἰεὶ πολεμίων εἴργων βέλη; |1075 τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος; |1076 τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι. |1077 ζῇ, μὴ τρέσῃς τόδʼ, ὥς σʼ ἀπαλλάξω φόβου. |1078 τί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί; |1079 ἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις. |1080 ἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός; |1081 ἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρης |1082 κρείσσων κατέστη τοῦ Μυκηναίου δορός. |1083 ἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέρι |1084 οἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος. |1085 ζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων. |1086 εὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυ |1087 πυλῶν ἀπεστήσασθε πυργηρούμενοι; |1088 λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγας |1089 ἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης. |1090 ἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼν |1091 πύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφος |1092 λαιμῶν διῆκε τῇδε γῇ σωτήριον, |1093 λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέτας |1094 πύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός, |1095 σὸς παῖς, ἐφέδρους δʼ ἱππότας μὲν ἱππόταις |1096 ἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι, |1097 ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸς |1098 ἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίων |1099 λεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸν |1100 Τευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλας |1101 δρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός. |1102 παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ |1103 ἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα. |1104 καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαις |1105 λόχον πυκναῖσιν ἀσπίσιν πεφρικότα |1106 ὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος, |1107 ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει, |1108 ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρον |1109 χειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδας |1110 πύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματι |1111 ὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχων |1112 ὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα. |1113 Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξ |1114 ἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκει |1115 στικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα, |1116 τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματα |1117 βλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα, |1118 ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν. |1119 Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαις |1120 Τυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδι |1121 χαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδα |1122 Τιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν. |1123 ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαις |1124 Ἄρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδι |1125 ἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ, |1126 εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναι |1127 πόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν. |1128 ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶν |1129 Καπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις· |1130 σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆν |1131 γίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλιν |1132 φέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων, |1133 ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις. |1134 ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν, |1135 ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ, |1136 ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσιν |1137 Ἀργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσων |1138 δράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις. |1139 παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματα |1140 ξύνθημα παρφέροντι ποιμέσιν λόχων. |1141 καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοις |1142 ἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοις |1143 πετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ, |1144 ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος· |1145 ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς, |1146 τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις, |1147 γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται; |1148 ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν· |1149 πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι, |1150 ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέων |1151 πυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας· |1152 ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς. |1153 ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνος |1154 τυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷ |1155 πῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν· |1156 ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦ |1157 Περικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳ |1158 ἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο· |1159 ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰς |1160 ἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυν |1161 καθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίον |1162 τῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ. |1163 ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας, |1164 ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ. |1165 ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺς |1166 Αἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμα |1167 πύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεων |1168 λιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλιν |1169 κυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται, |1170 πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλας |1171 ἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν. |1172 Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο; |1173 μακραύχενος γὰρ κλίμακος προσαμβάσεις |1174 ἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε, |1175 μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸς |1176 τὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν. |1177 καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενος |1178 ἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας, |1179 κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα. |1180 ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέων |1181 βάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲ |1182 χθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκων |1183 ἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη, |1184 κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα, |1185 χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονος |1186 εἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός. |1187 ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ, |1188 ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν. |1189 οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέρας |1190 ἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχους |1191 ἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλα |1192 συνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά· |1193 ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο, |1194 τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι, |1195 νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ. |1196 πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰς |1197 ἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴς |1198 ἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει· |1199 καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις. |1200 καλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶ |1201 γνώμην ἔχουσιν — εὐτυχὴς εἴην ἐγώ. |1202 καλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει· |1203 παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ. |1204 Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτων |1205 τῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, |1206 παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς, |1207 ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν, |1208 τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον. |1209 ἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς. |1210 τοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον. |1211 μεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους; |1212 καὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν. |1213 μέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν. |1214 κακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ. |1215 κοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά. |1216 ἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα. |1217 αἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλου |1218 φήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά; |1219 τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματα |1220 αἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, |1221 λέξαντες Ἀργείοισι Καδμείοισί τε |1222 ἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον. |1223 Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶς |1224 πύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ· |1225 ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάται |1226 Δαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε, |1227 Κάδμου τε λαός, μήτε Πολυνείκους χάριν |1228 ψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ. |1229 ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶς |1230 μόνος συνάψω συγγόνῳ τὠμῷ μάχην· |1231 κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος, |1232 ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ· |1233 ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνα |1234 νίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε, |1235 Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. |1236 τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνος |1237 ἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους. |1238 πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδε |1239 Κάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι. |1240 ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοις |1241 ὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται. |1242 ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοις |1243 δισσοὶ γέροντος Οἰδίπου νεανίαι· |1244 φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸς |1245 Σπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι. |1246 ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτην |1247 μαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ. |1248 παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλων |1249 λόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε· |1250 Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέτας |1251 τρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον· |1252 Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς, |1253 νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς. |1254 τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην. |1255 μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰς |1256 ῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίαν |1257 ἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει, |1258 νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων. |1259 ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγους |1260 ἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκνα |1261 δεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας· |1262 κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεται |1263 δισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν. |1264 ὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος· |1265 οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασι |1266 νῦν σοι προχωρεῖ δαιμόνων κατάστασις, |1267 ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθεν |1268 ἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖ |1269 ξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν. |1270 τίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέαν |1271 φίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος; |1272 ὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος. |1273 πῶς εἶπας; |1273b αἰχμὴν ἐς μίαν καθέστατον. |1274 οἲ ʼγώ, τί λέξεις, μῆτερ; |1274b οὐ φίλʼ, ἀλλʼ ἕπου. |1275 ποῖ, παρθενῶνας ἐκλιποῦσʼ; |1275b ἀνὰ στρατόν. |1276 αἰδούμεθʼ ὄχλον. |1276b οὐκ ἐν αἰσχύνῃ τὰ σά. |1277 δράσω δὲ δὴ τί; |1277b συγγόνων λύσεις ἔριν. |1278 τί δρῶσα, μῆτερ; |1278b προσπίτνουσʼ ἐμοῦ μέτα. |1279 ἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον. |1280 ἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσω |1281 παῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος· |1283 θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι. [choral] [strophe 1] |1284 αἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳ |1285 τρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰν |1286 ἔλεος ἔλεος ἔμολε μα- |1287 τέρος δειλαίας. |1288 δίδυμα τέκεα πότερος ἄρα |1289 πότερον αἱμάξει — |1290 ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ — |1291 ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰν |1292 διʼ ἀσπίδων, διʼ αἱμάτων; |1294 τάλαινʼ ἐγὼ τάλαινα, πό- |1295 τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω; [antistrophe 1] |1296 φεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες, |1297 φόνιαι ψυχαὶ δορὶ παλλόμεναι |1298 πέσεα πέσεα δάιʼ αὐ- |1299 τίχʼ αἱμάξετον. |1300 τάλανες, ὅ τι ποτὲ μονομάχον |1301 ἐπὶ φρένʼ ἠλθέτην, |1302 βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰν |1303 μελομέναν νεκροῖς δάκρυσι θρηνήσω. |1304 σχεδὸν τύχα πέλας φόνου· |1305 κρινεῖ φάος τὸ μέλλον. ἄ- |1306 ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων. [episode] |1307 ἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆ |1308 πρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους. |1310 οἴμοι, τί δράσω; πότερʼ ἐμαυτὸν ἢ πόλιν |1311 στένω δακρύσας, ἣν πέριξ ἔχει νέφος |1312 τοιοῦτον ὥστε διʼ Ἀχέροντος ἱέναι; |1313 ἐμός τε γὰρ παῖς γῆς ὄλωλʼ ὑπερθανών, |1314 τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δʼ ἐμοί· |1315 ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼν |1316 αὐτοσφαγῆ δύστηνος ἐκόμισʼ ἐν χεροῖν, |1317 βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δʼ ἥκω μέτα |1318 γέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπως |1319 λούσῃ προθῆταί τʼ οὐκέτʼ ὄντα παῖδʼ ἐμόν. |1320 τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότα |1321 τιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν. |1322 βέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμων |1323 κόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί. |1324 ποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι. |1325 ἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶ |1326 ἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ. |1327 πῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦ |1328 οὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι. |1329 ἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι· |1330 δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον, |1331 ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου. |1332 οἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε, |1333 σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλου |1334 στείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον. [trochees] |1335 ὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους; |1336 οἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου. |1337 ὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά. |1338 πρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί; |1339 οὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον. |1340 αἰαῖ· |1341 μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει. |1342 ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδε |1343 παίδων ὁμοίαις συμφοραῖς ὀλωλότων; |1344 ὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν. |1345 οἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, |1346 οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ. |1347 εἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά. |1348 καὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα; |1349 τέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα. [lyric] |1350 ἀνάγετʼ ἀνάγετε κωκυ- |1351 τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν. |1352 ὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίου |1353 γάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης. |1354 πῶς καὶ πέπρακται διπτύχων παίδων φόνος |1355 ἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι. |1356 τὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸς |1357 οἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. |1358 ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα. |1359 ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοις |1360 οἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, |1361 ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιον |1362 δισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάτα |1363 ὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός. |1364 βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς· |1365 ὦ πότνιʼ Ἥρα — σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοις |1366 ἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα — |1367 δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴν |1368 καθαιματῶσαι δεξιὰν νικηφόρον· — |1369 αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν. |1370 πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση, |1371 κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας. |1372 Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδος |1373 βλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη, |1374 δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸς |1375 ἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖν |1376 κτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. |1377 ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆς |1378 σάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, |1379 ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι· |1380 κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυν |1381 ξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας· |1382 ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις, |1383 ὅπως σίδηρος ἐξολισθάνοι μάτην. |1384 εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, |1385 λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. |1386 ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασιν |1387 ὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ. |1388 πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼς |1389 ἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν. |1390 Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρον |1391 ἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδος |1392 τίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί, |1393 πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών, |1394 κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ· |1395 στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας. |1396 κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼν |1397 ὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳ |1398 διῆκε λόγχην, κἀπέδωκεν ἡδονὰς |1399 Κάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ. |1400 ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλιν |1401 χωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρον |1402 μέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρης |1403 ἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν. |1404 ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνων |1405 ἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδας |1406 πολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης. |1407 καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸν |1408 ἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός. |1409 ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου, |1410 λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, |1411 πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος, |1412 προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦ |1413 καθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν. |1414 ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλας |1415 σὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. |1416 ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ, |1417 ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιν |1418 τὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ. |1419 ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ, |1420 σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, |1421 μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος. |1422 Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών. |1423 γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλας |1424 πίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος. |1425 φεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω· |1426 τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός. |1427 ἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά. |1428 ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον, |1429 ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνει |1430 σὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. |1431 τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰς |1432 ᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμος |1433 πάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκνα |1434 ἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνον |1435 στένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ· |1436 ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺς |1437 προδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄπο |1438 φύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξ |1439 ἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέρα |1440 φωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄπο |1441 προσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα. |1442 ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼν |1443 γραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε· |1444 Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲ |1445 καὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. |1446 φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος. |1447 θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε, |1448 ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένην |1449 παρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχω |1450 χθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. |1451 ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί, |1452 μῆτερ — τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι — |1453 καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος. |1454 ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον. |1455 μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν, |1456 ὑπερπαθήσασʼ, ἥρπασʼ ἐκ νεκρῶν ξίφος |1457 κἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένος |1458 ὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοις |1459 θανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας. |1460 ἀνῇξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων, |1461 ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν, |1462 οἳ δʼ ὡς ἐκεῖνον. ἦν δʼ ἔρις στρατηλάταις, |1463 οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί, |1464 οἳ δʼ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι. |1465 κἀν τῷδʼ ὑπεξῆλθʼ Ἀντιγόνη στρατοῦ δίχα. |1466 οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳ |1467 καθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι· |1468 κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένον |1469 Ἀργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν. |1470 κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασαν |1471 φεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶν |1472 λόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ, |1473 οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας, |1474 οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶν |1475 σκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν. |1476 ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτα |1477 νεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις. |1478 πόλει δʼ ἀγῶνες οἳ μὲν εὐτυχέστατοι |1479 τῇδʼ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι. [anapests] |1480 οὐκ εἰς ἀκοὰς ἔτι δυστυχία |1481 δώματος ἥκει· πάρα γὰρ λεύσσειν |1482 πτώματα νεκρῶν τρισσῶν ἤδη |1483 τάδε πρὸς μελάθροις κοινῷ θανάτῳ |1484 σκοτίαν αἰῶνα λαχόντων. [lyric] |1485 οὐ προκαλυπτομένα βοτρυχώδεος |1486 ἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί- |1488 ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου, |1489 αἰδομένα φέρομαι βάκχα νεκύ- |1490 ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ- |1491 μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν, |1492 ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι. |1493 ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι· |1495 σὰ δʼ ἔρις — οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος — |1496 Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼ |1497 αἵματι δεινῷ, αἵματι λυγρῷ. |1498 τίνα προσῳδὸν |1499 ἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶ |1500 δάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, |1501 ἀγκαλέσωμαι, |1502 τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα, |1503 ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος; |1504 ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, |1505 τᾶς ἀγρίας ὅτε |1506 δυσξυνέτου ξυνετὸν μέλος ἔγνω |1507 Σφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. |1508 ἰώ μοί μοι, πάτερ, |1509 τίς Ἑλλὰς ἢ βάρβαρος ἢ |1510 τῶν προπάροιθʼ εὐγενετᾶν |1511 ἕτερος ἔτλα κακῶν τοσῶνδʼ |1512 αἵματος ἁμερίου |1513 τοιάδʼ ἄχεα φανερά; |1514 τάλαινʼ, ὡς ἐλελίζει — |1515 τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢ |1516 ἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, |1517 μονομάτορσιν ὀδυρμοῖς |1518 ἐμοῖς ἄχεσι συνῳδός; |1519 αἴλινον αἰάγμασιν ἃ |1520 τοῖσδε προκλαίω μονάδʼ αἰ- |1521 ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐν |1522 λειβομένοισιν δάκρυσιν ἰαχήσω. |1524 τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί- |1525 τας σπαραγμοῖς ἀπαρχὰς βάλω; |1526 ματρὸς ἐμᾶς ἢ διδύμοι- |1527 σι γάλακτος παρὰ μαστοῖς |1528 ἢ πρὸς ἀδελ- |1529 φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν; |1530 ὀτοτοτοῖ λεῖπε σοὺς |1531 δόμους, ἀλαὸν ὄμμα φέρων, |1532 πάτερ γεραιέ, δεῖξον, |1533 Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶ |1534 δώμασιν ἀέριον σκότον ὄμμασι |1535 σοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν. |1536 κλύεις, ὦ κατʼ αὐλὰν |1537 ἀλαίνων γεραιὸν |1538 πόδʼ ἢ δεμνίοις δύ- |1538a στανος ἰαύων; |1539 τί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦ |1540 ποδὸς ἐξάγαγες ἐς φῶς |1541 λεχήρη σκοτίων ἐκ θαλάμων οἰκ- |1542 τροτάτοισιν δακρύοισιν, |1543 πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢ |1544 νέκυν ἔνερθεν ἢ |1545 πτανὸν ὄνειρον; |1546 δυστυχὲς ἀγγελίας ἔπος οἴσῃ, |1547 πάτερ, οὐκέτι σοι τέκνα λεύσσει |1548 φάος οὐδʼ ἄλοχος, παραβάκτροις |1549 ἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει, |1550 ὦ πάτερ, ὤμοι. |1551 ὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν. |1553 τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳ |1554 πῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα. |1555 οὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν, |1556 ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρ |1557 ξίφεσιν βρίθων |1558 καὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, |1559 ὦ πάτερ, ὤ μοι. |1560 αἰαῖ. |1560b τί τάδε καταστένεις, |1561 τέκνα. |1561b διʼ ὀδύνας ἔβας· |1562 εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσων |1563 ἀελίου τάδε σώματα νεκρῶν |1564 ὄμματος αὐγαῖς σαῖς ἐπενώμας — |1565 τῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν· |1566 ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ; |1567 δάκρυα γοερὰ |1567a φανερὰ πᾶσι τιθεμένα, |1568 τέκεσι μαστὸν ἔφερεν ἔφερεν |1569 ἱκέτις ἱκέτιν ὀρομένα. |1570 ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκνα |1571 λωτοτρόφον κατὰ λείμακα λόγχαις, |1572 κοινὸν ἐνυάλιον, |1573 μάτηρ, ὥστε λέοντας ἐναύλους, |1574 μαρναμένους ἐπὶ τραύμασιν, αἵματος |1575 ἤδη ψυχρὰν λοιβὰν φονίαν, |1576 ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης· |1577 χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω |1578 σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι. |1579 πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν, |1580 ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς |1581 τάδε τελευτᾷ. [iambic] |1582 πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις |1583 τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος. |1584 οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου |1585 μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον |1586 ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι |1587 Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς |1588 Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν. |1589 οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι· |1590 σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε |1591 σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν. |1592 ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω |1593 οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας |1594 τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν. |1595 ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον |1596 καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ· |1597 ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν, |1598 ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν |1599 φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ. |1600 ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ |1601 κτείνει με νομίσας πολέμιον πεφυκέναι· |1602 χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με |1603 μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν· |1604 οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν |1605 ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, |1606 ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ |1606a δουλεῦσαί τέ μοι |1607 δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην. |1608 κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ |1609 ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, |1610 παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, |1611 ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς. |1612 οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ |1613 ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον |1614 ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην. |1615 εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ; |1616 τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ; |1617 ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι. |1618 ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι. |1619 ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον; |1620 πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον; |1621 ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς. |1622 οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ |1623 κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς |1624 οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς. |1625 σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, |1626 ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα. |1627 νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν |1628 ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν |1629 πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν |1630 ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός. |1631 κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε· |1632 ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ |1633 ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται. |1634 ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν. |1635 σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν |1636 κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω |1637 καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν |1638 μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει. |1639 ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς. |1640 ὥς σε στενάζω τῶν τεθνηκότων πλέον· |1641 οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ, |1642 ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. |1643 ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον· |1644 τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός; |1645 τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ; |1646 Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε. |1647 ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε. |1648 πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν; |1649 οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα. |1650 τί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται; |1651 οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν. |1652 εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν. |1653 οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα. |1654 καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω. |1655 τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς; |1656 ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται. |1657 ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις. |1658 σαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ. |1659 ἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας. |1660 λάζυσθε τήνδε κἀς δόμους κομίζετε. |1661 οὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ. |1662 ἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ. |1663 κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς. |1664 ὡς οὔτις ἀμφὶ τῷδʼ ὑγρὰν θήσει κόνιν. |1665 ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον. |1666 μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε. |1667 σὺ δʼ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μʼ ἔα. |1668 ἓν τοῦτʼ ἂν εἴη τῶν ἀπορρήτων πόλει. |1669 ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν. |1670 οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν. |1671 ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι. |1672 οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις. |1673 ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε; |1674 πολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος; |1675 νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν. |1676 εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν; |1677 ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος. |1678 τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων; |1679 συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί. |1680 γενναιότης σοι, μωρία δʼ ἔνεστί τις. |1681 καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω. |1682 ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα. |1683 ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας. |1684 ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ; |1685 μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά. |1686 καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ; |1687 πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ. |1688 ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα; |1689 ὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν. |1690 οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν; |1691 αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί. |1692 οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ. |1693 προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν. |1694 ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί. |1695 ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη. |1696 οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά. |1697 Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ; |1698 τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας. |1699 πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ. |1700 ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί. |1701 ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός. |1702 ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί. |1703 νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται. |1704 ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά; |1705 ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον. |1706 ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται; |1707 ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ. |1708 ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί, |1709 ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς. [lyric] |1710 ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν, |1711 πάτερ γεραιέ, πομπίμαν |1712 ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν. |1713 ἰδοὺ ἰδού, πορεύομαι· |1715 τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ. |1716 γενόμεθα γενόμεθʼ, ἄθλιαί |1717 γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων. |1718 πόθι γεραιὸν ἴχνος τίθημι; |1719 βάκτρα πρόσφερʼ, ὦ τέκνον. |1720 τᾷδε τᾷδε βᾶθί μοι, |1721 τᾷδε τᾷδε πόδα τιθείς, |1722 ὥστʼ ὄνειρον ἰσχύν. |1723 ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς |1724 ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας. |1725 ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς. |1726 τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς, |1727 οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας. |1728 ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ- |1729 λίνικον οὐράνιον ἔβαν |1730 μειξοπαρθένου κόρας |1731 αἴνιγμʼ ἀσύνετον εὑρών. |1732 Σφιγγὸς ἀναφέρεις ὄνειδος. |1733 ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν. |1734 τάδε σʼ ἐπέμενε μέλεα πάθεα |1735 φυγάδα πατρίδος ἄπο γενόμενον, |1736 ὦ πάτερ, θανεῖν που. |1737 ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοις |1738 λιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίας |1739 ἀπαρθένευτʼ ἀλωμένα. |1740 φεῦ τὸ χρήσιμον φρενῶν |1741 ἐς πατρός γε συμφορὰς |1742 εὐκλεᾶ με θήσει· |1743 τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων, |1744 ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεται |1745 μέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, |1746 σκότια γᾷ καλύψω. |1747 πρὸς ἥλικας φάνηθι σάς. |1748 ἅλις ὀδυρμάτων ἐμῶν. |1749 σὺ δʼ ἀμφὶ βωμίους λιτὰς — |1750 κόρον ἔχουσʼ ἐμῶν κακῶν. |1751 ἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸς |1752 ἄβατος ὄρεσι μαινάδων. |1753 Καδμείαν ᾧ νεβρίδα |1755 στολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλας |1756 θίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα, |1757 χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα; [trochees] |1758 ὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε, |1759 ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ, |1760 ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη, |1761 νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός. |1762 ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι; |1763 τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν. [anapests] |1764 ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν |1765 βίοτον κατέχοις |1766 καὶ μὴ λήγοις στεφανοῦσα.