[edition urn:cts:greekLit:tlg0006.tlg014.perseus-grc2] [episode] |1 Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, |2 ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον |3 λευκῆς τακείσης χιόνος ὑγραίνει γύας. |4 Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν, |5 Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ, |6 ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ, |7 Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ. |8 τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι, |9 Θεοκλύμενον ἄρσενʼ ὅτι δὴ θεοὺς σέβων |10 βίον διήνεγκʼ εὐγενῆ τε παρθένον |11 Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος· |12 ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων, |13 καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ |14 τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο, |15 προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα. |16 ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος |17 Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ |18 λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν |19 Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών, |20 ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ |21 δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος· |22 Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ |23 λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι |24 Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα, |25 Ἥρα Κύπρις τε διογενής τε παρθένος, |26 μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν. |27 τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές, |28 Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ, |29 νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις |30 Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος. |31 Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς, |32 ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη, |33 δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ |34 εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο, |35 Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν — |36 κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς |37 βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς· |38 πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ |39 καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν |40 πλήθους τε κουφίσειε μητέρα χθόνα |41 γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος. |42 Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ, |43 τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός. |44 λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος |45 νεφέλῃ καλύψας — οὐ γὰρ ἠμέλησέ μου |46 Ζεύς — τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο, |47 πάντων προκρίνας σωφρονέστατον βροτῶν, |48 ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος. |49 κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις |50 στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς |51 θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα. |52 ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις |53 ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ |54 κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν |55 πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν. |56 τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος |57 Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον |58 Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον |59 οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί. |60 ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν |61 Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς |62 σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος |63 θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν |64 τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε |65 ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη, |66 ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω, |67 μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ. |68 τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος; |69 πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι, |70 βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι. |71 ἔα· |72 ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ |73 γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν |74 πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις |75 Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ |76 γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ |77 ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης. |78 τί δʼ, ὦ ταλαίπωρʼ — ὅστις ὤν μʼ ἀπεστράφης |79 καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς; |80 ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν· |81 μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην. |82 σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι. |83 τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον; |84 εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων. |85 οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον. |86 ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή; |87 ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ |88 Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με. |89 τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας; |90 φυγὰς πατρῴας ἐξελήλαμαι χθονός. |91 τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας; |92 Τελαμὼν ὁ φύσας. τίνʼ ἂν ἔχοις μᾶλλον φίλον; |93 ἐκ τοῦ; τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει. |94 Αἴας μʼ ἀδελφὸς ὤλεσʼ ἐν Τροίᾳ θανών. |95 πῶς; οὔ τί που σῷ φασγάνῳ βίον στερείς; |96 οἰκεῖον αὐτὸν ὤλεσʼ ἅλμʼ ἐπὶ ξίφος. |97 μανέντʼ; ἐπεὶ τίς σωφρονῶν τλαίη τάδʼ ἄν; |98 τὸν Πηλέως τινʼ οἶσθʼ Ἀχιλλέα γόνον; |99 ναί· |99a μνηστήρ ποθʼ Ἑλένης ἦλθεν, ὡς ἀκούομεν. |100 θανὼν ὅδʼ ὅπλων ἔριν ἔθηκε συμμάχοις. |101 καὶ δὴ τί τοῦτʼ Αἴαντι γίγνεται κακόν; |102 ἄλλου λαβόντος ὅπλʼ ἀπηλλάχθη βίου. |103 σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς; |104 ὁθούνεκʼ αὐτῷ γʼ οὐ ξυνωλόμην ὁμοῦ. |105 ἦλθες γάρ, ὦ ξένʼ, Ἰλίου κλεινὴν πόλιν; |106 καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην. |107 ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί; |108 ὥστʼ οὐδʼ ἴχνος γε τειχέων εἶναι σαφές. |109 ὦ τλῆμον Ἑλένη, διὰ σʼ ἀπόλλυνται Φρύγες. |110 καὶ πρός γʼ Ἀχαιοί· μεγάλα δʼ εἴργασται κακά. |111 πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις; |112 ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους. |113 χρόνον δʼ ἐμείνατʼ ἄλλον ἐν Τροίᾳ πόσον; |114 πολλὰς σελήνας, δέκα διελθούσας ἔτη. |115 ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε; |116 Μενέλαος αὐτὴν ἦγʼ ἐπισπάσας κόμης. |117 εἶδες σὺ τὴν δύστηνον; ἢ κλύων λέγεις; |118 ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ. |119 σκοπεῖτε μὴ δόκησιν εἴχετʼ ἐκ θεῶν. |120 ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι. |121 οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ; |122 αὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ. |123 ἤδη δʼ ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως; |124 οὔκουν ἐν Ἄργει γʼ οὐδʼ ἐπʼ Εὐρώτα ῥοαῖς. |125 αἰαῖ· κακὸν τόδʼ εἶπας οἷς κακὸν λέγεις. |126 ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται. |127 οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν; |128 ἦν, ἀλλὰ χειμὼν ἄλλοσʼ ἄλλον ὥρισεν. |129 ποίοισιν ἐν νώτοισι ποντίας ἁλός; |130 μέσον περῶσι πέλαγος Αἰγαίου πόρου. |131 κἀκ τοῦδε Μενέλαν οὔτις εἶδʼ ἀφιγμένον; |132 οὐδείς· θανὼν δὲ κλῄζεται καθʼ Ἑλλάδα. |133 ἀπωλόμεσθα· Θεστιὰς δʼ ἔστιν κόρη; |134 Λήδαν ἔλεξας; οἴχεται θανοῦσα δή. |135 οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος; |136 φασίν, βρόχῳ γʼ ἅψασαν εὐγενῆ δέρην. |137 οἱ Τυνδάρειοι δʼ εἰσὶν ἢ οὐκ εἰσὶν κόροι; |138 τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δʼ ἐστὸν λόγω. |139 πότερος ὁ κρείσσων; ὦ τάλαινʼ ἐγὼ κακῶν. |140 ἄστροις σφʼ ὁμοιωθέντε φάσʼ εἶναι θεώ. |141 καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί; |142 σφαγαῖς ἀδελφῆς οὕνεκʼ ἐκπνεῦσαι βίον. |143 ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν. |144 ὧν δʼ οὕνεκʼ ἦλθον τούσδε βασιλείους δόμους, |145 τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν, |146 σὺ προξένησον, ὡς τύχω μαντευμάτων |147 ὅπῃ νεὼς στείλαιμʼ ἂν οὔριον πτερὸν |148 ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μʼ ἐθέσπισεν |149 οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν |150 Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας. |151 πλοῦς, ὦ ξένʼ, αὐτὸς σημανεῖ· σὺ δʼ ἐκλιπὼν |152 γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως |153 ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ |154 κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις· |155 κτείνει γὰρ Ἕλληνʼ ὅντινʼ ἂν λάβῃ ξένον. |156 ὅτου δʼ ἕκατι, μήτε σὺ ζήτει μαθεῖν |157 ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε; |158 καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι |159 ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο. |160 Ἑλένῃ δʼ ὅμοιον σῶμʼ ἔχουσʼ οὐ τὰς φρένας |161 ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ. |162 κακῶς δʼ ὄλοιτο μηδʼ ἐπʼ Εὐρώτα ῥοὰς |163 ἔλθοι· σὺ δʼ εἴης εὐτυχὴς ἀεί, γύναι. [choral] [hexameter] |164 ὤ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον |165 ποῖον ἁμιλλαθῶ γόον; ἢ τίνα μοῦσαν ἐπέλθω |166 δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; αἰαῖ. [strophe 1] |167 πτεροφόροι νεάνιδες, |168 παρθένοι Χθονὸς κόραι |169 Σειρῆνες, εἴθʼ ἐμοῖς γόοις |170 μόλοιτʼ ἔχουσαι Λίβυν |171 λωτὸν ἢ σύριγγας ἢ |171a φόρμιγγας, αἰλίνοις κακοῖς |172 τοῖς ἐμοῖσι σύνοχα δάκρυα· |173 πάθεσι πάθεα, μέλεσι μέλεα, |174 μουσεῖα θρηνήμα- |174a σι ξυνῳδὰ πέμψειε |175 Φερσέφασσα |176 φόνια, χάριτας ἵνʼ ἐπὶ δάκρυσι |177 παρʼ ἐμέθεν ὑπὸ μέλαθρα νύχια |177a παιᾶνα |178 νέκυσιν ὀλομένοις λάβῃ. [antistrophe 1] |179 κυανοειδὲς ἀμφʼ ὕδωρ |180 ἔτυχον ἕλικά τʼ ἀνὰ χλόαν |181 φοίνικας ἁλίου πέπλους |182 αὐγαῖσιν ἐν χρυσέαις |183 ἀμφὶ δόνακος ἔρνεσιν |183a θάλπουσα· ποτνίας δʼ ἐμᾶς, |184 ἔνθεν οἰκτρὸν ἀνεβόασεν, |185 ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον, |186 ὅτι ποτʼ ἔλακεν αἰάγμα- |186a σι στένουσα, Νύμφα τις |187 οἷα Ναῒς |188 ὄρεσι φυγάδα νόμον ἱεῖσα |189 γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα |189a κλαγγαῖσι |190 Πανὸς ἀναβοᾷ γάμους. [strophe 2] |191 ἰὼ ἰώ· |192 θήραμα βαρβάρου πλάτας, |193 Ἑλλανίδες κόραι, |194 ναύτας Ἀχαιῶν |195 τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων. |196 Ἰλίου κατασκαφαὶ |197 πυρὶ μέλουσι δαΐῳ |198 διʼ ἐμὲ τὰν πολυκτόνον, |199 διʼ ἐμὸν ὄνομα πολύπονον. |200 Λήδα δʼ ἐν ἀγχόναις |201 θάνατον ἔλαβεν αἰσχύ- |202 νας ἐμᾶς ὑπʼ ἀλγέων. |203 ὁ δʼ ἐμὸς ἐν ἁλὶ πολυπλανὴς |204 πόσις ὀλόμενος οἴχεται, |205 κάστορός τε συγγόνου τε |206 διδυμογενὲς ἄγαλμα πατρίδος |207 ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ- |208 λοιπε δάπεδα γυμνάσιά τε |210 δονακόεντος Εὐρώ- |210a τα, νεανιᾶν πόνον. [antistrophe 2] |211 αἰαῖ αἰαῖ· |211a ὦ δαίμονος πολυστόνου |212 μοίρας τε σᾶς, γύναι. |213 αἰὼν δυσαίων |214 τις ἔλαχεν ἔλαχεν, ὅτε σʼ ἐτέκετο ματρόθεν |215 χιονόχρως κύκνου πτερῷ |216 Ζεὺς πρέπων διʼ αἰθέρος· |217 τί γὰρ ἄπεστί σοι κακῶν; |218 τίνα δὲ βίοτον οὐκ ἔτλας; |219 μάτηρ μὲν οἴχεται, |220 δίδυμά τε Διὸς οὐκ εὐ- |221 δαιμονεῖ τέκεα φίλα, |222 χθόνα δὲ πάτριον οὐχ ὁρᾷς, |223 διὰ δὲ πόλεας ἔρχεται |224 βάξις, ἅ σε βαρβάροισι, |225 πότνια, παραδίδωσι λέχεσιν, |226 ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ- |227 λοιπε βίοτον, οὐδέ ποτʼ ἔτι |228 πάτρια μέλαθρα καὶ τὰν |228a Χαλκίοικον ὀλβιεῖς. [epode] |229 φεῦ φεῦ, τίς ἢ Φρυγῶν |230 ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς |231 ἔτεμε τὰν δακρυόεσσαν |232 Ἰλίῳ πεύκαν; |233 ἔνθεν ὀλόμενον σκάφος |234 συναρμόσας ὁ Πριαμίδας |234a ἔπλευσε βαρβάρῳ πλάτᾳ |235 τὰν ἐμὰν ἐφʼ ἑστίαν, |236 ἐπὶ τὸ δυστυχέστατον |237 κάλλος, ὡς ἕλοι, γάμων |238 ἀμῶν· ἅ τε δόλιος |239 ἁ πολυκτόνος Κύπρις |239a Δαναΐδαις ἄγουσα θάνατον Πριαμίδαις, |240 ὦ τάλαινα συμφορᾶς. |241 ἁ δὲ χρυσέοις θρόνοις |242 Διὸς ὑπαγκάλισμα σεμνὸν |243 Ἥρα τὸν ὠκύπουν |243a ἔπεμψε Μαιάδος γόνον· |244 ὅς με χλοερὰ δρεπομέναν |245 ἔσω πέπλων ῥόδεα πέταλα, |245a Χαλκίοικον ὡς Ἀθάναν μόλοιμʼ, |246 ἀναρπάσας διʼ αἰθέρος |247 τάνδε γαῖαν εἰς ἄνολβον |248 ἔριν ἔριν τάλαιναν ἔθετο |249 Πριαμίδαισιν Ἑλλάδος. |249a τὸ δʼ ἐμὸν ὄνομα |250 παρὰ Σιμουντίοις ῥοαῖσι |251 μαψίδιον ἔχει φάτιν. [episode] |253 ἔχεις μὲν ἀλγείνʼ, οἶδα· σύμφορον δέ τοι |254 ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν. |255 φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην; |256 ἆρʼ ἡ τεκοῦσά μʼ ἔτεκεν ἀνθρώποις τέρας; |257 γυνὴ γὰρ οὔθʼ Ἑλληνὶς οὔτε βάρβαρος |258 τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται, |259 ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν. |260 τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματʼ ἐστί μου, |261 τὰ μὲν διʼ Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον. |262 εἴθʼ ἐξαλειφθεῖσʼ ὡς ἄγαλμʼ αὖθις πάλιν |263 αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ, |264 καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω |265 Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς |266 ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου. |267 ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην |268 πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δʼ ὅμως· |269 ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα. |270 πρῶτον μὲν οὐκ οὖσʼ ἄδικος, εἰμὶ δυσκλεής· |271 καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν, |272 ὅστις τὰ μὴ προσόντα κέκτηται κακά. |273 ἔπειτα πατρίδος θεοί μʼ ἀφιδρύσαντο γῆς |274 ἐς βάρβαρʼ ἤθη, καὶ φίλων τητωμένη |275 δούλη καθέστηκʼ οὖσʼ ἐλευθέρων ἄπο· |276 τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός. |277 ἄγκυρα δʼ ἥ μου τὰς τύχας ὤχει μόνη, |278 πόσιν ποθʼ ἥξειν καί μʼ ἀπαλλάξειν κακῶν — |279 οὗτος τέθνηκεν, οὗτος οὐκέτʼ ἔστι δή. |280 μήτηρ δʼ ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ, |281 ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτʼ ἔστʼ ἐμόν· |282 ὃ δʼ ἀγλάισμα δωμάτων ἐμοῦ τʼ ἔφυ, |283 θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται· |284 τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω |285 οὐκ ἐστόν. ἀλλὰ πάντʼ ἔχουσα δυστυχῆ |286 τοῖς πράγμασιν τέθνηκα, τοῖς δʼ ἔργοισιν οὔ. |287 τὸ δʼ ἔσχατον τοῦτʼ, εἰ μόλοιμεν ἐς πάτραν, |288 κλῄθροις ἂν εἰργοίμεσθα — τὴν ὑπʼ Ἰλίῳ |289 δοκοῦντες Ἑλένην Μενέλεώ μʼ ἐλθεῖν μέτα. |290 εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν |291 ἐλθόντες, ἃ φανέρʼ ἦν μόνοις, ἐς ξύμβολα. |292 νῦν δʼ οὔτε τοῦτʼ ἔστʼ οὔτε μὴ σωθῇ ποτε. |293 τί δῆτʼ ἔτι ζῶ; τίνʼ ὑπολείπομαι τύχην; |294 γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς, |295 μετʼ ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν |296 τράπεζαν ἵζουσʼ; ἀλλʼ ὅταν πόσις πικρὸς |297 ξυνῇ γυναικί, καὶ τὸ σῶμʼ ἐστιν πικρόν. |298 θανεῖν κράτιστον· πῶς θάνοιμʼ ἂν οὐ καλῶς; |299 ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι, |300 κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται· |301 σφαγαὶ δʼ ἔχουσιν εὐγενές τι καὶ καλόν, |302 σμικρὸν δʼ ὁ καιρὸς σάρκʼ ἀπαλλάξαι βίου. |303 ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν· |304 αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς |305 γυναῖκες, ἡμᾶς δʼ αὐτὸ τοῦτʼ ἀπώλεσεν. |306 Ἑλένη, τὸν ἐλθόνθʼ, ὅστις ἐστὶν ὁ ξένος, |307 μὴ πάντʼ ἀληθῆ δοξάσῃς εἰρηκέναι. |308 καὶ μὴν σαφῶς γʼ ἔλεξʼ ὀλωλέναι πόσιν. |309 πόλλʼ ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη. |310 καὶ τἄμπαλίν γε τῶνδʼ ἀληθείᾳ σαφῆ. |311 ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ. |312 φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μʼ ἄγει. |313 πῶς δʼ εὐμενείας τοισίδʼ ἐν δόμοις ἔχεις; |314 πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους. |315 οἶσθʼ οὖν ὃ δρᾶσον; μνήματος λιποῦσʼ ἕδραν — |316 ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν; |317 ἐλθοῦσʼ ἐς οἴκους, ἣ τὰ πάντʼ ἐπίσταται, |318 τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης, |319 πυθοῦ πόσιν σὸν Θεονόης, εἴτʼ ἔστʼ ἔτι |320 εἴτʼ ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δʼ εὖ |321 πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τʼ ἔχε. |322 πρὶν δʼ οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον |323 λυπουμένῃ γένοιτʼ ἄν; ἀλλʼ ἐμοὶ πιθοῦ· |324 τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ· |325 ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν |326 ἔχουσʼ ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω; |327 θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους |328 καὶ συμπυθέσθαι παρθένου θεσπίσματα· |329 γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή. [lyric] |330 φίλαι, λόγους ἐδεξάμαν· |331 βᾶτε βᾶτε δʼ ἐς δόμους, |332 ἀγῶνας ἐντὸς οἴκων |333 ὡς πύθησθε τοὺς ἐμούς. |334 θέλουσαν οὐ μόλις καλεῖς. |335 ἰὼ μέλεος ἁμέρα. |336 τίνʼ ἄρα τάλαινα τίνα δακρυό- |337 εντα λόγον ἀκούσομαι; |338 μὴ πρόμαντις ἀλγέων |339 προλάμβανʼ, ὦ φίλα, γόους. |340 τί μοι πόσις μέλεος ἔτλα; |341 πότερα δέρκεται φάος |342 τέθριππά θʼ ἁλίου κέλευθά τʼ ἀστέρων, |344 ἢ ʼν νέκυσι κατὰ χθονὸς |345 τὰν χρόνιον ἔχει τύχαν; |346 ἐς τὸ φέρτερον τίθει |347 τὸ μέλλον, ὅ τι γενήσεται. |348 σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα, |349 τὸν ὑδρόεντι δόνακι χλωρὸν |350 Εὐρώταν, θανόντος |351 εἰ βάξις ἔτυμος ἀνδρὸς |352 ἅδε μοι — τί τάδʼ ἀσύνετα; — |353 φόνιον αἰώρημα |353a διὰ δέρης ὀρέξομαι, |354 ἢ ξιφοκτόνον δίωγμα |355 λαιμορρύτου σφαγᾶς |356 αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν, |357 θῦμα τριζύγοις θεαῖσι |358 τῷ τε σήραγγας Ἰδαί- |359 ας ἐνίζοντι Πριαμί- |359a δᾳ ποτʼ ἀμφὶ βουστάθμους. |360 ἄλλοσʼ ἀποτροπὰ κακῶν |361 γένοιτο, τὸ δὲ σὸν εὐτυχές. |362 ἰὼ Τροία τάλαινα, |362a διʼ ἔργʼ ἄνεργʼ ὄλλυσαι |363 μέλεά τʼ ἔτλας· τὰ δʼ ἐμὰ δῶρα |364 Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα, |365 πολὺ δὲ δάκρυον· ἄχεά τʼ ἄχεσι, |366 δάκρυα δάκρυσιν ἔλαβε, πάθεα |367 ματέρες τε παῖδας ὄλεσαν, |368 ἀπὸ δὲ παρθένοι κόμας |369 ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον |369a ἀμφὶ Φρύγιον οἶδμα. |370 βοὰν βοὰν δʼ Ἑλλὰς |371 κελάδησε κἀνοτότυξεν, |372 ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν, |373 ὄνυχι δʼ ἁπαλόχροα γένυν |374 δεῦσε φονίαισι πλαγαῖς. |375 ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς |376 ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις, |377 ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον, |378 ἁ μορφᾷ θηρῶν λαχνογυίων — |379 ὄμματι λάβρῷ σχῆμα λεαίνης — |380 ἐξαλλάξασʼ ἄχθεα λύπης· |381 ἅν τέ ποτʼ Ἄρτεμις ἐξεχορεύσατο |382 χρυσοκέρατʼ ἔλαφον Μέροπος Τιτανίδα κούραν |383 καλλοσύνας ἕνεκεν· τὸ δʼ ἐμὸν δέμας |384 ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας |385 ὀλομένους τʼ Ἀχαιούς. [dialogue] |386 ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα |387 Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε, |388 εἴθʼ ὤφελες τόθʼ, ἡνίκʼ ἔρανον εἰς θεοὺς |389 πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον, |390 πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε, |391 ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο |392 Ἀγαμέμνονʼ ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν· |393 πλεῖστον γὰρ οἶμαι — καὶ τόδʼ οὐ κόμπῳ λέγω — |394 στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι, |395 τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν, |396 ἑκοῦσι δʼ ἄρξας Ἑλλάδος νεανίαις. |397 καὶ τοὺς μὲν οὐκέτʼ ὄντας ἀριθμῆσαι πάρα, |398 τοὺς δʼ ἐκ θαλάσσης ἀσμένους πεφευγότας, |399 νεκρῶν φέροντας ὀνόματʼ εἰς οἴκους πάλιν. |400 ἐγὼ δʼ ἐπʼ οἶδμα πόντιον γλαυκῆς ἁλὸς |401 τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου |402 πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν |403 οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν. |404 Λιβύης τʼ ἐρήμους ἀξένους τʼ ἐπιδρομὰς |405 πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας, |406 πάλιν μʼ ἀπωθεῖ πνεῦμα, κοὔποτʼ οὔριον |407 ἐσῆλθε λαῖφος ὥστε μʼ ἐς πάτραν μολεῖν. |408 καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους |409 ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας |410 πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων. |411 τρόπις δʼ ἐλείφθη ποικίλων ἁρμοσμάτων, |412 ἐφʼ ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ |413 Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω. |414 ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς |415 οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην |416 ὥσθʼ ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας |417 κρύπτων ὑπʼ αἰδοῦς τῆς τύχης. ὅταν δʼ ἀνὴρ |418 πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν |419 πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος. |420 χρεία δὲ τείρει μʼ· οὔτε γὰρ σῖτος πάρα |421 οὔτʼ ἀμφὶ χρῶτʼ ἐσθῆτες· αὐτὰ δʼ εἰκάσαι |422 πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι. |423 πέπλους δὲ τοὺς πρὶν λαμπρά τʼ ἀμφιβλήματα |424 χλιδάς τε πόντος ἥρπασʼ· ἐν δʼ ἄντρου μυχοῖς |425 κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ |426 ἄρξασαν ἥκω τούς τε περιλελειμμένους |427 φίλων φυλάσσειν τἄμʼ ἀναγκάσας λέχη. |428 μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις |429 τὰ πρόσφορʼ ἤν πως ἐξερευνήσας λάβω. |430 ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε |431 πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός, |432 προσῆλθον· ἐλπὶς δʼ ἔκ γε πλουσίων δόμων |433 λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον — |434 οὐδʼ εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν. |435 ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι, |436 ὅστις διαγγείλειε τἄμʼ ἔσω κακά; |437 τίς πρὸς πύλαισιν; οὐκ ἀπαλλάξῃ δόμων |438 καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις |439 ὄχλον παρέξεις δεσπόταις; ἢ κατθανῇ |440 Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί. |441 ὦ γραῖα, ταὐτὰ ταῦτʼ ἔπη κἄλλως λέγειν |442 ἔξεστι, πείσομαι γάρ· ἀλλʼ ἄνες λόγον. |443 ἄπελθʼ· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε, |444 μηδένα πελάζειν τοισίδʼ Ἑλλήνων δόμοις. |445 ἆ· μὴ προσείλει χεῖρα μηδʼ ὤθει βίᾳ. |446 πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δʼ αἴτιος. |447 ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς |448 πικρῶς ἄρʼ οἶμαί γʼ ἀγγελεῖν τοὺς σοὺς λόγους. |449 ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος. |450 οἶκον πρὸς ἄλλον νύν τινʼ ἀντὶ τοῦδʼ ἴθι. |451 οὔκ, ἀλλʼ ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ. |452 ὀχληρὸς ἴσθʼ ὤν· καὶ τάχʼ ὠσθήσῃ βίᾳ. |453 αἰαῖ· τὰ κλεινὰ ποῦ ʼστί μοι στρατεύματα; |454 οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθʼ, οὐκ ἐνθάδε. |455 ὦ δαῖμον, ὡς ἀνάξιʼ ἠτιμώμεθα. |456 τί βλέφαρα τέγγεις δάκρυσι; πρὸς τίνʼ οἰκτρὸς εἶ; |457 πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας. |458 οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις; |459 τίς δʼ ἥδε χώρα; τοῦ δὲ βασίλειοι δόμοι; |460 Πρωτεὺς τάδʼ οἰκεῖ δώματʼ, Αἴγυπτος δὲ γῆ. |461 Αἴγυπτος; ὦ δύστηνος, οἷ πέπλευκʼ ἄρα. |462 τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος; |463 οὐ τοῦτʼ ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας. |464 πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος. |465 ἔστʼ οὖν ἐν οἴκοις ὅντινʼ ὀνομάζεις ἄναξ; |466 τόδʼ ἐστὶν αὐτοῦ μνῆμα, παῖς δʼ ἄρχει χθονός. |467 ποῦ δῆτʼ ἂν εἴη; πότερον ἐκτὸς ἢ ʼν δόμοις; |468 οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος. |469 τίνʼ αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ; |470 Ἑλένη κατʼ οἴκους ἐστὶ τούσδʼ ἡ τοῦ Διός. |471 πῶς φῄς; τίνʼ εἶπας μῦθον; αὖθίς μοι φράσον. |472 ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτʼ ἦν. |473 πόθεν μολοῦσα; τίνα τὸ πρᾶγμʼ ἔχει λόγον; |474 Λακεδαίμονος γῆς δεῦρο νοστήσασʼ ἄπο. |475 πότε; οὔ τί που λελῄσμεθʼ ἐξ ἄντρων λέχος; |476 πρὶν τοὺς Ἀχαιούς, ὦ ξένʼ, ἐς Τροίαν μολεῖν. |477 ἀλλʼ ἕρπʼ ἀπʼ οἴκων· ἔστι γάρ τις ἐν δόμοις |478 τύχη, τύραννος ᾗ ταράσσεται δόμος. |479 καιρὸν γὰρ οὐδένʼ ἦλθες· ἢν δὲ δεσπότης |480 λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται. |481 εὔνους γάρ εἰμʼ Ἕλλησιν, οὐχ ὅσον πικροὺς |482 λόγους ἔδωκα δεσπότην φοβουμένη. |483 τί φῶ; τί λέξω; συμφορὰς γὰρ ἀθλίας |484 ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω, |485 εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων |486 ἥκω δάμαρτα καὶ κατʼ ἄντρα σῴζεται, |487 ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις |488 δάμαρτος ἄλλη τοισίδʼ ἐνναίει δόμοις. |489 Διὸς δʼ ἔλεξε παῖδά νιν πεφυκέναι. |490 ἀλλʼ ἦ τις ἔστι Ζηνὸς ὄνομʼ ἔχων ἀνὴρ |491 Νείλου παρʼ ὄχθας; εἷς γὰρ ὅ γε κατʼ οὐρανόν. |492 Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ |493 τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον; |494 ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται. |495 Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος |496 Τροίας τε; ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν. |497 πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ |498 ὀνόματα ταὔτʼ ἔχουσι καὶ πόλις πόλει |499 γυνὴ γυναικί τʼ· οὐδὲν οὖν θαυμαστέον. |500 οὐδʼ αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα· |501 ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας, |502 ὃς ὄνομʼ ἀκούσας τοὐμὸν οὐ δώσει βοράν. |503 κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θʼ ὃς ἧψά νιν, |504 Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί. |505 δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι |506 ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ, |507 κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια· |508 ἢν δʼ ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα |509 τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι. |510 κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις, |511 ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα |512 βίον προσαιτεῖν· ἀλλʼ ἀναγκαίως ἔχει. |513 λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δʼ ἔπος, |514 δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον. [lyric] |515 ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας, |516 ἃ χρῄζουσʼ ἐφάνη τυράννοις |517 δόμοις, ὡς Μενέλαος οὔ- |518 πω μελαμφαὲς οἴχεται |519 διʼ ἔρεβος χθονὶ κρυφθείς, |520 ἀλλʼ ἔτι κατʼ οἶδμʼ ἅλιον |521 τρυχόμενος οὔπω λιμένων |522 ψαύσειεν πατρίας γᾶς, |523 ἀλατείᾳ βιότου |524 ταλαίφρων, ἄφιλος φίλων, |525 παντοδαπᾶς ἐπὶ γᾶς πόδα |526 χριμπτόμενος εἰναλίῳ |527 κώπᾳ Τρῳάδος ἐκ γᾶς. [dialogue] |528 ἥδʼ αὖ τάφου τοῦδʼ εἰς ἕδρας ἐγὼ πάλιν |529 στείχω, μαθοῦσα Θεονόης φίλους λόγους, |530 ἣ πάντʼ ἀληθῶς οἶδε· φησὶ δʼ ἐν φάει |531 πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν, |532 πορθμοὺς δʼ ἀλᾶσθαι μυρίους πεπλωκότα |533 ἐκεῖσε κἀκεῖσʼ οὐδʼ ἀγύμναστον πλάνοις, |534 ἥξειν δʼ ὅταν δὴ πημάτων λάβῃ τέλος. |535 ἓν δʼ οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται. |536 ἐγὼ δʼ ἀπέστην τοῦτʼ ἐρωτῆσαι σαφῶς, |537 ἡσθεῖσʼ ἐπεί νιν εἶπέ μοι σεσῳσμένον. |538 ἐγγὺς δέ νίν που τῆσδʼ ἔφασκʼ εἶναι χθονός, |539 ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις. |540 ὤμοι, πόθʼ ἥξεις; ὡς ποθεινὸς ἂν μόλοις. |541 ἔα, τίς οὗτος; οὔ τί που κρυπτεύομαι |542 Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων; |543 οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ |544 τάφῳ ξυνάψω κῶλον; ἄγριος δέ τις |545 μορφὴν ὅδʼ ἐστίν, ὅς με θηρᾶται λαβεῖν. |546 σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην |547 τύμβου ʼπὶ κρηπῖδʼ ἐμπύρους τʼ ὀρθοστάτας, |548 μεῖνον· τί φεύγεις; ὡς δέμας δείξασα σὸν |549 ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης. |550 ἀδικούμεθʼ, ὦ γυναῖκες· εἰργόμεσθα γὰρ |551 τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μʼ ἑλὼν θέλει |552 δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους. |553 οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν. |554 καὶ μὴν στολήν γʼ ἄμορφον ἀμφὶ σῶμʼ ἔχεις. |555 στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα. |556 ἵστημʼ, ἐπεί γε τοῦδʼ ἐφάπτομαι τόπου. |557 τίς εἶ; τίνʼ ὄψιν σήν, γύναι, προσδέρκομαι; |558 σὺ δʼ εἶ τίς; αὑτὸς γὰρ σὲ κἄμʼ ἔχει λόγος. |559 οὐπώποτʼ εἶδον προσφερέστερον δέμας. |560 ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους. |561 Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή; |562 Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν. |563 Ἑλένῃ σʼ ὁμοίαν δὴ μάλιστʼ εἶδον, γύναι. |564 ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδʼ ἔχω τί φῶ. |565 ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον. |566 ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας. |567 ποίας δάμαρτος; μὴ θίγῃς ἐμῶν πέπλων. |568 ἥν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ. |569 ὦ φωσφόρʼ Ἑκάτη, πέμπε φάσματʼ εὐμενῆ. |570 οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μʼ ὁρᾷς. |571 οὐ μὴν γυναικῶν γʼ εἷς δυοῖν ἔφυν πόσις. |572 ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς; |573 ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι. |574 οὐκ ἔστιν ἄλλη σή τις ἀντʼ ἐμοῦ γυνή. |575 οὔ που φρονῶ μὲν εὖ, τὸ δʼ ὄμμα μου νοσεῖ; |576 οὐ γάρ με λεύσσων σὴν δάμαρθʼ ὁρᾶν δοκεῖς; |577 τὸ σῶμʼ ὅμοιον, τὸ δὲ σαφές μʼ ἀποστερεῖ. |578 σκέψαι· τί σοὐνδεῖ; τίς δὲ σοῦ σοφώτερος; |579 ἔοικας· οὔτοι τοῦτό γʼ ἐξαρνήσομαι. |580 τίς οὖν διδάξει σʼ ἄλλος ἢ τὰ σʼ ὄμματα; |581 ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτʼ ἄλλην ἔχω. |582 οὐκ ἦλθον ἐς γῆν Τρῳάδʼ, ἀλλʼ εἴδωλον ἦν. |583 καὶ τίς βλέποντα σώματʼ ἐξεργάζεται; |584 αἰθήρ, ὅθεν σὺ θεοπόνητʼ ἔχεις λέχη. |585 τίνος πλάσαντος θεῶν; ἄελπτα γὰρ λέγεις. |586 Ἥρας, διάλλαγμʼ, ὡς Πάρις με μὴ λάβοι. |587 πῶς οὖν ἂν ἐνθάδʼ ἦσθά τʼ ἐν Τροίᾳ θʼ ἅμα; |588 τοὔνομα γένοιτʼ ἂν πολλαχοῦ, τὸ σῶμα δʼ οὔ. |589 μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα. |590 λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κένʼ ἐξάξεις λέχη; |591 καὶ χαῖρέ γʼ, Ἑλένῃ προσφερὴς ὁθούνεκʼ εἶ. |592 ἀπωλόμην· λαβοῦσά σʼ οὐχ ἕξω πόσιν. |593 τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δʼ οὔ. |594 οἲ ἐγώ· τίς ἡμῶν ἐγένετʼ ἀθλιωτέρα; |595 οἱ φίλτατοι λείπουσί μʼ οὐδʼ ἀφίξομαι |596 Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε. |597 Μενέλαε, μαστεύων σε κιγχάνω μόλις |598 πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα, |599 πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο. |600 τί δʼ ἔστιν; οὔ που βαρβάρων συλᾶσθʼ ὕπο; |601 θαῦμʼ ἔστʼ, ἔλασσον τοὔνομʼ ἢ τὸ πρᾶγμʼ ἔχον. |602 λέγʼ· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον. |603 λέγω πόνους σε μυρίους τλῆναι μάτην. |604 παλαιὰ θρηνεῖς πήματʼ· ἀγγέλλεις δὲ τί; |605 βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς |606 ἀρθεῖσʼ ἄφαντος· οὐρανῷ δὲ κρύπτεται |607 λιποῦσα σεμνὸν ἄντρον οὗ σφʼ ἐσῴζομεν, |608 τοσόνδε λέξασʼ· ὦ ταλαίπωροι Φρύγες |609 πάντες τʼ Ἀχαιοί, διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις |610 ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε, |611 δοκοῦντες Ἑλένην οὐκ ἔχοντʼ ἔχειν Πάριν. |612 ἐγὼ δʼ, ἐπειδὴ χρόνον ἔμεινʼ ὅσον με χρῆν, |613 τὸ μόρσιμον σῴσασα, πατέρʼ ἐς οὐρανὸν |614 ἄπειμι· φήμας δʼ ἡ τάλαινα Τυνδαρὶς |615 ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία. |616 ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδʼ ἦσθʼ ἄρα; |617 ἐγὼ δέ σʼ ἄστρων ὡς βεβηκυῖαν μυχοὺς |618 ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον |619 δέμας φοροίης. οὐκ ἐῶ σε κερτομεῖν |620 ἡμᾶς τόδʼ αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ |621 πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις. |622 τοῦτʼ ἔστʼ ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι |623 οἱ τῆσδʼ ἀληθεῖς. ὦ ποθεινὸς ἡμέρα, |624 ἥ σʼ εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν. |625 ὦ φίλτατʼ ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος |626 παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα. |627 ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι, |628 περί τʼ ἐπέτασα χέρα |629 φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ. |630 κἀγὼ σέ· πολλοὺς δʼ ἐν μέσῳ λόγους ἔχων |631 οὐκ οἶδʼ ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν. [lyric] |632 γέγηθα, κρατὶ δʼ ὀρθίους ἐθείρας |633 ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω, |634 περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν, |635 ὦ πόσις, ὡς λάβω. |636 ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην· |637 ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θʼ, |638 ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι |640 ξυνομαίμονες ὤλβισαν ὤλβισαν |641 τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σʼ ἐμοῦ |642 πρὸς ἄλλαν ἐλαύνει |643 θεὸς συμφορὰν τᾶσδε κρείσσω. |644 τὸ κακὸν δʼ ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν |645 χρόνιον, ἀλλʼ ὅμως ὀναίμαν τύχας. |646 ὄναιο δῆτα. ταὐτὰ δὴ ξυνεύχομαι· |647 δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δʼ οὔ. |648 φίλαι φίλαι, τὰ πάρος οὐκέτι |649 στένομεν οὐδʼ ἀλγῶ. |650 πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον |651 ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν. |652 ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους |653 μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ. |654 ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει |655 χάριτος ἢ λύπας. |656 τί φῶ; τίς ἂν τάδʼ ἤλπισεν βροτῶν ποτε; |657 ἀδόκητον ἔχω σε πρὸς στέρνοις. |658 κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν |659 μολεῖν Ἰλίου τε μελέους πύργους. |660 πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης; |661 ἒ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις, |662 ἒ ἔ· πικρὰν δʼ ἐρευνᾷς φάτιν. |663 λέγʼ· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων. |664 ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι. |665 ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν. |666 οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία |667 πετομένας κώπας, |668 πετομένου δʼ ἔρωτος ἀδίκων γάμων |669 τίς γάρ σε δαίμων ἢ πότμος συλᾷ πάτρας; |670 ὁ Διὸς ὁ Διός, ὦ πόσι, παῖς μʼ |671 ἐπέλασεν Νείλῳ. |672 θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι. |673 κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω |674 δάκρυσιν· ἁ Διός μʼ ἄλοχος ὤλεσεν. |675 Ἥρα; τί νῷν χρῄζουσα προσθεῖναι κακόν; |676 ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν, |677 ἵνα θεαὶ μορφὰν |678 ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις. |679 τὰ δʼ ἐς κρίσιν σοι τῶνδʼ ἔθηχʼ Ἥρα κακῶν — ; |680 Πάριν ὡς ἀφέλοιτο — |680b πῶς; αὔδα. |681 Κύπρις ᾧ μʼ ἐπένευσεν — |681b ὦ τλᾶμον. |682 τλάμων, τλάμων· ὧδʼ ἐπέλασʼ Αἰγύπτῳ. |683 εἶτʼ ἀντέδωκʼ εἴδωλον, ὡς σέθεν κλύω. |684 τὰ δὲ σὰ κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ- |685 τερ, οἲ ʼγώ. |685b τί φῄς; |686 οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον |687 διʼ ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν. |688 ὤμοι· θυγατρὸς δʼ Ἑρμιόνης ἔστιν βίος; |689 ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει |690 γάμον ἄγαμον ἐμόν. |691 ὦ πᾶν κατʼ ἄκρας δῶμʼ ἐμὸν πέρσας Πάρις, |692 τάδε καὶ σὲ διώλεσε μυριάδας τε |693 χαλκεόπλων Δαναῶν. |694 ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν |695 ἔβαλε θεὸς ἀπό τε πόλεος ἀπό τε σέθεν, |696 ὅτε μέλαθρα λέχεά τʼ ἔλιπον — οὐ λιποῦσʼ |697 ἐπʼ αἰσχροῖς γάμοις. [dialogue] |698 εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος |699 τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν. |700 Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς, |701 ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δʼ ἔχω. |702 ἀλλʼ, ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων. |703 οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς; |704 οὐχ ἥδε, πρὸς θεῶν δʼ ἦμεν ἠπατημένοι, |705 νεφέλης ἄγαλμʼ ἔχοντες ἐν χεροῖν λυγρόν. |706 τί φῄς; |707 νεφέλης ἄρʼ ἄλλως εἴχομεν πόνους πέρι; |708 Ἥρας τάδʼ ἔργα καὶ θεῶν τρισσῶν ἔρις. |709 ἡ δʼ οὖσʼ ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ; |710 αὕτη· λόγοις δʼ ἐμοῖσι πίστευσον τάδε. |711 ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον |712 καὶ δυστέκμαρτον. εὖ δέ πως πάντα στρέφει |713 ἐκεῖσε κἀκεῖσʼ ἀναφέρων· ὃ μὲν πονεῖ, |714 ὃ δʼ οὐ πονήσας αὖθις ὄλλυται κακῶς, |715 βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων. |716 σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε, |717 σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ. |718 σπεύδων δʼ ὅτʼ ἔσπευδʼ οὐδὲν εἶχε· νῦν δʼ ἔχει |719 αὐτόματα πράξας τἀγάθʼ εὐτυχέστατα. |720 οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω |721 ᾔσχυνας, οὐδʼ ἔδρασας οἷα κλῄζεται. |722 νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν |723 καὶ λαμπάδων μεμνήμεθʼ ἃς τετραόροις |724 ἵπποις τροχάζων παρέφερον· σὺ δʼ ἐν δίφροις |725 ξὺν τῷδε νύμφη δῶμʼ ἔλειπες ὄλβιον. |726 κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν |727 καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς. |728 ἐγὼ μὲν εἴην, κεἰ πέφυχʼ ὅμως λάτρις, |729 ἐν τοῖσι γενναίοισιν ἠριθμημένος |730 δούλοισι, τοὔνομʼ οὐκ ἔχων ἐλεύθερον, |731 τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδʼ ἢ δυοῖν κακοῖν |732 ἕνʼ ὄντα χρῆσθαι, τὰς φρένας τʼ ἔχειν κακὰς |733 ἄλλων τʼ ἀκούειν δοῦλον ὄντα τῶν πέλας. |734 ἄγʼ, ὦ γεραιέ, πολλὰ μὲν παρʼ ἀσπίδα |735 μοχθήματʼ ἐξέπλησας ἐκπονῶν ἐμοί, |736 καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας |737 ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις |738 τάδʼ ὡς ἔχονθʼ ηὕρηκας οἷ τʼ ἐσμὲν τύχης, |739 μένειν τʼ ἐπʼ ἀκταῖς τούς τʼ ἐμοὺς καραδοκεῖν |740 ἀγῶνας οἳ μένουσί μʼ, ὡς ἐλπίζομεν, |741 κεἰ τήνδε πως δυναίμεθʼ ἐκκλέψαι χθονός, |742 φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης |743 ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα. |744 ἔσται τάδʼ, ὦναξ. ἀλλά τοι τὰ μάντεων |745 ἐσεῖδον ὡς φαῦλʼ ἐστὶ καὶ ψευδῶν πλέα. |746 οὐδʼ ἦν ἄρʼ ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς |747 οὐδὲ πτερωτῶν φθέγματʼ· εὔηθες δέ τοι |748 τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς. |749 Κάλχας γὰρ οὐκ εἶπʼ οὐδʼ ἐσήμηνε στρατῷ |750 νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους |751 οὐδʼ Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην. |752 εἴποις ἄν· οὕνεχʼ ὁ θεὸς οὐκ ἠβούλετο; |753 τί δῆτα μαντευόμεθα; τοῖς θεοῖσι χρὴ |754 θύοντας αἰτεῖν ἀγαθά, μαντείας δʼ ἐᾶν· |755 βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε, |756 κοὐδεὶς ἐπλούτησʼ ἐμπύροισιν ἀργὸς ὤν· |757 γνώμη δʼ ἀρίστη μάντις ἥ τʼ εὐβουλία. |758 ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι |759 χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν |760 φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις. |761 εἶἑν· τὰ μὲν δὴ δεῦρʼ ἀεὶ καλῶς ἔχει. |762 ὅπως δʼ ἐσώθης, ὦ τάλας, Τροίας ἄπο, |763 κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις |764 τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά. |765 ἦ πόλλʼ ἀνήρου μʼ ἑνὶ λόγῳ μιᾷ θʼ ὁδῷ. |766 τί σοι λέγοιμʼ ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς |767 τὰ Ναυπλίου τʼ Εὐβοικὰ πυρπολήματα |768 Κρήτην τε Λιβύης θʼ ἃς ἐπεστράφην πόλεις, |769 σκοπιάς τε Περσέως; οὐ γὰρ ἐμπλήσαιμί σʼ ἂν |770 μύθων, λέγων τʼ ἄν σοι κάκʼ ἀλγοίην ἔτι, |771 πάσχων τʼ ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν. |772 κάλλιον εἶπας ἤ σʼ ἀνηρόμην ἐγώ. |773 ἓν δʼ εἰπὲ πάντα παραλιπών, πόσον χρόνον |774 πόντου ʼπὶ νώτοις ἅλιον ἐφθείρου πλάνον; |775 ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα |776 ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν. |777 φεῦ φεῦ· μακρόν γʼ ἔλεξας, ὦ τάλας, χρόνον |778 σωθεὶς δʼ ἐκεῖθεν ἐνθάδʼ ἦλθες ἐς σφαγάς. |779 πῶς φῄς; τί λέξεις; ὥς μʼ ἀπώλεσας, γύναι. |780 φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός. |781 θανῇ πρὸς ἀνδρὸς οὗ τάδʼ ἐστὶ δώματα. |782 τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς; |783 ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις. |784 ἦ γὰρ γαμεῖν τις τἄμʼ ἐβουλήθη λέχη; |785 ὕβριν θʼ ὑβρίζειν εἰς ἔμʼ, ἣν ἔτλην ἐγώ. |786 ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός; |787 ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος. |788 τόδʼ ἔστʼ ἐκεῖνʼ αἴνιγμʼ ὃ προσπόλου κλύω. |789 ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν; |790 τοῖσδʼ, ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην. |791 οὔ που προσῄτεις βίοτον; ὦ τάλαινʼ ἐγώ. |792 τοὔργον μὲν ἦν τοῦτʼ, ὄνομα δʼ οὐκ εἶχεν τόδε. |793 πάντʼ οἶσθʼ ἄρʼ, ὡς ἔοικας, ἀμφʼ ἐμῶν γάμων. |794 οἶδʼ· εἰ δὲ λέκτρα διέφυγες τάδʼ οὐκ ἔχω. |795 ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην. |796 τίς τοῦδε πειθώ; φίλα γάρ, εἰ σαφῆ λέγεις. |797 ὁρᾷς τάφου τοῦδʼ ἀθλίους ἕδρας ἐμάς; |798 ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα; |799 ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς. |800 βωμοῦ σπανίζουσʼ ἢ νόμοισι βαρβάροις; |801 ἐρρύεθʼ ἡμᾶς τοῦτʼ ἴσον ναοῖς θεῶν. |802 οὐδʼ ἄρα πρὸς οἴκους ναυστολεῖν σʼ ἔξεστί μοι; |803 ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος. |804 οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν. |805 μή νυν καταιδοῦ, φεῦγε δʼ ἐκ τῆσδε χθονός. |806 λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν. |807 κρεῖσσον γὰρ ἤ σε τἄμʼ ἀποκτεῖναι λέχη. |808 ἄνανδρά γʼ εἶπας Ἰλίου τʼ οὐκ ἄξια. |809 οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως. |810 οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας; |811 εἴσῃ. τὸ τολμᾶν δʼ ἀδύνατʼ ἀνδρὸς οὐ σοφοῦ. |812 σιγῇ παράσχω δῆτʼ ἐμὰς δῆσαι χέρας; |813 ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος. |814 δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν. |815 μίʼ ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν. |816 ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο; |817 εἰ μὴ τύραννός σʼ ἐκπύθοιτʼ ἀφιγμένον. |818 ἐρεῖ δὲ τίς μʼ; οὐ γνώσεταί γʼ ὅς εἰμʼ ἐγώ. |819 ἔστʼ ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση. |820 φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη; |821 οὔκ, ἀλλʼ ἀδελφή· Θεονόην καλοῦσί νιν. |822 χρηστήριον μὲν τοὔνομʼ· ὅ τι δὲ δρᾷ φράσον. |823 πάντʼ οἶδʼ, ἐρεῖ τε συγγόνῳ παρόντα σε. |824 θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι. |825 ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν — |826 τί χρῆμα δρᾶσαι; τίνʼ ὑπάγεις μʼ ἐς ἐλπίδα; |827 παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ. |828 πείσαντε δʼ ἐκ γῆς διορίσαιμεν ἂν πόδα; |829 κοινῇ γʼ ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δʼ ἂν οὔ. |830 σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή. |831 ὡς οὐκ ἄχρωστα γόνατʼ ἐμῶν ἕξει χερῶν. |832 φέρʼ, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους; |833 θανῇ· γαμοῦμαι δʼ ἡ τάλαινʼ ἐγὼ βίᾳ. |834 προδότις ἂν εἴης· τὴν βίαν σκήψασʼ ἔχεις. |835 ἀλλʼ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα |836 τί φῄς; θανεῖσθαι; κοὔποτʼ ἀλλάξεις λέχη; |837 ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας. |838 ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε. |839 ψαύω, θανόντος σοῦ τόδʼ ἐκλείψειν φάος. |840 κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον. |841 πῶς οὖν θανούμεθʼ ὥστε καὶ δόξαν λαβεῖν; |842 τύμβου ʼπὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ. |843 πρῶτον δʼ ἀγῶνα μέγαν ἀγωνιούμεθα |844 λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας· |845 τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος |846 οὐδʼ Ἑλλάδʼ ἐλθὼν λήψομαι πολὺν ψόγον, |847 ὅστις Θέτιν μὲν ἐστέρησʼ Ἀχιλλέως, |848 Τελαμωνίου δʼ Αἴαντος εἰσεῖδον σφαγάς, |849 τὸν Νηλέως τʼ ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν |850 οὐκ ἀξιώσω κατθανεῖν δάμαρτʼ ἐγώ; |851 μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί, |852 εὔψυχον ἄνδρα πολεμίων θανόνθʼ ὕπο |853 κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί, |854 κακοὺς δʼ ἐφʼ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς. |855 ὦ θεοί, γενέσθω δή ποτʼ εὐτυχὲς γένος |856 τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν. |857 οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδʼ ἔχω. |858 Μενέλαε, διαπεπράγμεθʼ· ἐκβαίνει δόμων |859 ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος |860 κλῄθρων λυθέντων. φεῦγʼ· ἀτὰρ τί φευκτέον; |861 ἀποῦσα γάρ σε καὶ παροῦσʼ ἀφιγμένον |862 δεῦρʼ οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην. |863 Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς |864 ἐς βάρβαρʼ ἐλθὼν φάσγανʼ αὖθις ἐμπεσῇ. |865 ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας |866 θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς, |867 ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα· |868 σὺ δʼ αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ |869 στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί, |870 κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός. |871 νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος |872 ἐφέστιον φλόγʼ ἐς δόμους κομίζετε. |873 Ἑλένη, τί τἀμὰ — πῶς ἔχει — θεσπίσματα; |874 ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής, |875 νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος. |876 ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους, |877 οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς· |878 ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι |879 ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι. |880 Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν, |881 νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει |882 ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους, |883 δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ· |884 Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει, |885 ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ |886 τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις. |887 τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις, |888 λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω, |889 εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον, |890 κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε |891 εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς |892 τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ |893 παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ; |894 ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ |895 καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα |896 ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ |897 λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν· |898 μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν |899 τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας, |900 σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ |901 τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε, |902 χάριτας πονηρὰς κἀδίκους ὠνουμένη. |903 μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ |904 κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς. |905 ἐατέος δʼ ὁ πλοῦτος ἄδικός τις ὤν. |906 κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς |907 καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους |908 τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ. |909 ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί, |910 Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει |911 τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει. |912 πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς |913 τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν; |914 ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει· |915 πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας |916 βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν; |917 δοκῶ μέν. οὔκουν χρή σε συγγόνῳ πλέον |918 νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί. |919 εἰ δʼ οὖσα μάντις καὶ τὰ θεῖʼ ἡγουμένη |920 τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς, |921 τῷ δʼ οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν, |922 αἰσχρὸν τὰ μέν σε θεῖα πάντʼ ἐξειδέναι, |923 τά τʼ ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή. |924 τήν τʼ ἀθλίαν ἔμʼ, οἷσιν ἔγκειμαι κακοῖς, |925 ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης· |926 Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν· |927 ἣ κλῄζομαι καθʼ Ἑλλάδʼ ὡς προδοῦσʼ ἐμὸν |928 πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους. |929 ἢν δʼ Ἑλλάδʼ ἔλθω κἀπιβῶ Σπάρτης πάλιν, |930 κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν |931 ὤλοντʼ, ἐγὼ δὲ προδότις οὐκ ἄρʼ ἦ φίλων, |932 πάλιν μʼ ἀνάξουσʼ ἐς τὸ σῶφρον αὖθις αὖ, |933 ἑδνώσομαί τε θυγατέρʼ, ἣν οὐδεὶς γαμεῖ, |934 τὴν δʼ ἐνθάδʼ ἐκλιποῦσʼ ἀλητείαν πικρὰν |935 ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι. |936 κεἰ μὲν θανὼν ὅδʼ ἐν πυρᾷ κατεσφάγη, |937 πρόσω σφʼ ἀπόντα δακρύοις ἂν ἠγάπων· |938 νῦν δʼ ὄντα καὶ σωθέντʼ ἀφαιρεθήσομαι; |939 μὴ δῆτα, παρθένʼ, ἀλλά σʼ ἱκετεύω τόδε· |940 δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους |941 πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε |942 κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς |943 ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους. |944 οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι, |945 οἰκτρὰ δὲ καὶ σύ. τοὺς δὲ Μενέλεω ποθῶ |946 λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι. |947 ἐγὼ σὸν οὔτʼ ἂν προσπεσεῖν τλαίην γόνυ |948 οὔτʼ ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν |949 δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν. |950 καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς |951 ἐν ξυμφοραῖσι δάκρυʼ ἀπʼ ὀφθαλμῶν βαλεῖν. |952 ἀλλʼ οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε, |953 αἱρήσομαι ʼγὼ πρόσθε τῆς εὐψυχίας. |954 ἀλλʼ, εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον |955 ζητοῦντά γʼ ὀρθῶς ἀπολαβεῖν δάμαρτʼ ἐμήν, |956 ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ, |957 ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις |958 ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ. |959 ἃ δʼ ἄξιʼ ἡμῶν καὶ δίκαιʼ ἡγούμεθα |960 καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται, |961 λέξω τάδʼ ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ· |962 ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον, |963 ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε, |964 ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί. |965 οἶδʼ οὕνεκʼ ἡμῖν οὔποτʼ ἀποδώσεις θανών· |966 ἀλλʼ ἥδε πατέρα νέρθεν ἀνακαλούμενον |967 οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον |968 κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν. |969 ὦ νέρτερʼ Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ, |970 ὃς πόλλʼ ἐδέξω τῆσδʼ ἕκατι σώματα |971 πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δʼ ἔχεις· |972 ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν, |973 ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον |974 κρείσσω φανεῖσαν τἀμά γʼ ἀποδοῦναι λέχη. |975 εἰ δʼ ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε, |976 ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω. |977 ὅρκοις κεκλῄμεθʼ, ὡς μάθῃς, ὦ παρθένε, |978 πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ |979 κἀκεῖνον ἢ ʼμὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος. |980 ἢν δʼ ἐς μὲν ἀλκὴν μὴ πόδʼ ἀντιθῇ ποδί, |981 λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ, |982 κτανεῖν δέδοκται τήνδε μοι κἄπειτʼ ἐμὸν |983 πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε |984 τύμβου ʼπὶ νώτοις τοῦδʼ, ἵνʼ αἵματος ῥοαὶ |985 τάφου καταστάζωσι· κεισόμεσθα δὲ |986 νεκρὼ δύʼ ἑξῆς τῷδʼ ἐπὶ ξεστῷ τάφῳ, |987 ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί. |988 οὐ γὰρ γαμεῖ τήνδʼ οὔτε σύγγονος σέθεν |989 οὔτʼ ἄλλος οὐδείς· ἀλλʼ ἐγώ σφʼ ἀπάξομαι, |990 εἰ μὴ πρὸς οἴκους δυνάμεθʼ, ἀλλὰ πρὸς νεκρούς. |991 τί ταῦτα; δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος |992 ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος. |993 κτεῖνʼ, εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς· |994 μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις, |995 ἵνʼ ᾖς δικαία καὶ δάμαρτʼ ἐγὼ λάβω. |996 ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους· |997 οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς. |998 ἐγὼ πέφυκά τʼ εὐσεβεῖν καὶ βούλομαι, |999 φιλῶ τʼ ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς |1000 οὐκ ἂν μιάναιμʼ, οὐδὲ συγγόνῳ χάριν |1001 δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι. |1002 ἔνεστι δʼ ἱερὸν τῆς δίκης ἐμοὶ μέγα |1003 ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα |1004 ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι. |1005 Ἥρᾳ δʼ, ἐπείπερ βούλεταί σʼ εὐεργετεῖν, |1006 ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δʼ ἐμοὶ |1007 ἵλεως μὲν εἴη, ξυμβέβηκε δʼ οὐδαμοῦ· |1008 πειράσομαι δὲ παρθένος μένειν ἀεί. |1009 ἃ δʼ ἀμφὶ τύμβῳ τῷδʼ ὀνειδίζεις πατρί, |1010 ἡμῖν ὅδʼ αὑτὸς μῦθος. ἀδικοίημεν ἄν, |1011 εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων |1012 ἀπέδωκεν ἂν σοὶ τήνδʼ ἔχειν, ταύτῃ δὲ σέ. |1013 καὶ γὰρ τίσις τῶνδʼ ἐστὶ τοῖς τε νερτέροις |1014 καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς |1015 τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δʼ ἔχει |1016 ἀθάνατον εἰς ἀθάνατον αἰθέρʼ ἐμπεσών. |1017 ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι |1018 ἅ μου καθικετεύσατʼ, οὐδὲ μωρίᾳ |1019 ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ. |1020 εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσʼ ὅμως, |1021 ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν. |1022 αὐτοὶ μὲν οὖν ὁδόν τινʼ ἐξευρίσκετε, |1023 ἐγὼ δʼ ἀποστᾶσʼ ἐκποδὼν σιγήσομαι. |1024 ἐκ τῶν θεῶν δʼ ἄρχεσθε χἱκετεύετε |1025 τὴν μέν σʼ ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν, |1026 Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν |1027 ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας. |1028 σὺ δʼ, ὦ θανών μοι πάτερ, ὅσον γʼ ἐγὼ σθένω, |1029 οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντʼ εὐσεβοῦς. |1030 οὐδείς ποτʼ εὐτύχησεν ἔκδικος γεγώς, |1031 ἐν τῷ δικαίῳ δʼ ἐλπίδες σωτηρίας. |1032 Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα· |1033 τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ |1034 κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας. |1035 ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας |1036 καὶ συντέθραψαι προσπόλοισι βασιλέως. |1037 τί τοῦτʼ ἔλεξας; ἐσφέρεις γὰρ ἐλπίδας |1038 ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν. |1039 πείσειας ἄν τινʼ οἵτινες τετραζύγων |1040 ὄχων ἀνάσσουσʼ, ὥστε νῷν δοῦναι δίφρους; |1041 πείσαιμʼ ἄν· ἀλλὰ τίνα φυγὴν φευξούμεθα |1042 πεδίων ἄπειροι βαρβάρου τʼ ὄντες χθονός; |1043 ἀδύνατον εἶπας. φέρε, τί δʼ, εἰ κρυφθεὶς δόμοις |1044 κτάνοιμʼ ἄνακτα τῷδε διστόμῳ ξίφει; |1045 οὐκ ἄν σʼ ἀνάσχοιτʼ οὐδὲ σιγήσειεν ἂν |1046 μέλλοντʼ ἀδελφὴ σύγγονον κατακτενεῖν. |1047 ἀλλʼ οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν |1048 φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσʼ ἔχει. |1049 ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν. |1050 βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν; |1051 κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν |1052 ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν. |1053 καὶ μὴν γυναικείοις σʼ ἂν οἰκτισαίμεθα |1054 κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον. |1055 σωτηρίας δὲ τοῦτʼ ἔχει τί νῷν ἄκος; |1056 παλαιότης γὰρ τῷ λόγῳ γʼ ἔνεστί τις. |1057 ὡς δὴ θανόντα σʼ ἐνάλιον κενῷ τάφῳ |1058 θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι. |1059 καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς |1060 σωθησόμεσθα κενοταφοῦντʼ ἐμὸν δέμας; |1061 δοῦναι κελεύσω πορθμίδʼ, ᾗ καθήσομαι |1062 κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας. |1063 ὡς εὖ τόδʼ εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς |1064 θεῖναι κελεύσει σʼ, οὐδὲν ἡ σκῆψις φέρει. |1065 ἀλλʼ οὐ νομίζειν φήσομεν καθʼ Ἑλλάδα |1066 χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους. |1067 τοῦτʼ αὖ κατορθοῖς· εἶτʼ ἐγὼ συμπλεύσομαι |1068 καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει. |1069 σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς |1070 πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας. |1071 καὶ μὴν ἐάνπερ ναῦν ἐπʼ ἀγκύρας λάβω, |1072 ἀνὴρ παρʼ ἄνδρα στήσεται ξιφηφόρος. |1073 σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον |1074 λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος. |1075 ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου. |1076 ἀτὰρ θανόντα τοῦ μʼ ἐρεῖς πεπυσμένη; |1077 σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον |1078 Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθʼ ὁρᾶν. |1079 καὶ μὴν τάδʼ ἀμφίβληστρα σώματος ῥάκη |1080 ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων. |1081 ἐς καιρὸν ἦλθε, τότε δʼ ἄκαιρʼ ἀπώλλυτο· |1082 τὸ δʼ ἄθλιον κεῖνʼ εὐτυχὲς τάχʼ ἂν πέσοι. |1083 πότερα δʼ ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ |1084 ἢ πρὸς τάφῳ τῷδʼ ἥσυχοι καθώμεθα; |1085 αὐτοῦ μένʼ· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ, |1086 τάφος σʼ ὅδʼ ἂν ῥύσαιτο φάσγανόν τε σόν. |1087 ἐγὼ δʼ ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ |1088 πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι |1089 παρῇδί τʼ ὄνυχα φόνιον ἐμβαλῶ χροός. |1090 μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς· |1091 ἢ γὰρ θανεῖν δεῖ μʼ, ἢν ἁλῶ τεχνωμένη, |1092 ἢ πατρίδα τʼ ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας. |1093 ὦ πότνιʼ ἣ Δίοισιν ἐν λέκτροις πίτνεις |1094 Ἥρα, δύʼ οἰκτρὼ φῶτʼ ἀνάψυξον πόνων, |1095 αἰτούμεθʼ ὀρθὰς ὠλένας πρὸς οὐρανὸν |1096 ῥίπτονθʼ, ἵνʼ οἰκεῖς ἀστέρων ποικίλματα. |1097 σύ θʼ, ἣ ʼπὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ, |1098 κόρη Διώνης Κύπρι, μή μʼ ἐξεργάσῃ. |1099 ἅλις δὲ λύμης ἥν μʼ ἐλυμήνω πάρος |1100 τοὔνομα παρασχοῦσʼ, οὐ τὸ σῶμʼ, ἐν βαρβάροις. |1101 θανεῖν δʼ ἔασόν μʼ, εἰ κατακτεῖναι θέλεις, |1102 ἐν γῇ πατρῴᾳ. τί ποτʼ ἄπληστος εἶ κακῶν, |1103 ἔρωτας ἀπάτας δόλιά τʼ ἐξευρήματα |1104 ἀσκοῦσα φίλτρα θʼ αἱματηρὰ δωμάτων; |1105 εἰ δʼ ἦσθα μετρία, τἄλλα γʼ ἡδίστη θεῶν |1106 πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω. [choral] [strophe 1] |1107 σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις |1108 μουσεῖα καὶ θάκους ἐνί- |1109 ζουσαν ἀναβοάσω, |1110 σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν |1111 ἀηδόνα δακρυόεσσαν, |1111a ἔλθʼ ὦ διὰ ξουθᾶν |1112 γενύων ἐλελιζομένα |1113 θρήνων ἐμοὶ ξυνεργός, |1114 Ἑλένας μελέας πόνους |1115 τὸν Ἰλιάδων τʼ ἀει- |1115a δούσᾳ δακρυόεντα πότμον |1116 Ἀχαιῶν ὑπὸ λόγχαις· |1117 ὅτʼ ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ |1118 ὅτʼ ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων |1119 Λακεδαίμονος ἄπο λέχεα |1120 σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος |1121 πομπαῖσιν Ἀφροδίτας. [antistrophe 1] |1122 πολλοὶ δʼ Ἀχαιῶν δορὶ καὶ πετρίναις |1123 ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι- |1124 δαν μέλεον ἔχουσιν, |1125 ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν· |1126 ἄνυμφα δὲ μέλαθρα κεῖται· |1126a πολλοὺς δὲ πυρσεύσας |1127 φλογερὸν σέλας ἀμφιρύταν |1128 Εὔβοιαν εἷλʼ Ἀχαιῶν |1129 μονόκωπος ἀνήρ, πέτραις |1129a Καφηρίσιν ἐμβαλὼν |1130 Αἰγαίαις τʼ ἐνάλοις δόλιον |1131 ἀκταῖς ἀστέρα λάμψας. |1132 ἀλίμενα δʼ ὄρεα Μάλεα χειμάτων πνοᾷ, |1133 ὅτʼ ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς |1134 γέρας, οὐ γέρας ἀλλʼ ἔριν, |1135 Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων, |1136 εἴδωλον ἱερὸν Ἥρας. [strophe 2] |1137 ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον, |1138 τίς φησʼ ἐρευνήσας βροτῶν |1139 μακρότατον πέρας εὑρεῖν |1140 ὃς τὰ θεῶν ἐσορᾷ |1141 δεῦρο καὶ αὖθις ἐκεῖσε |1142 καὶ πάλιν ἀντιλόγοις |1143 πηδῶντʼ ἀνελπίστοις τύχαις; |1144 σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ· |1145 πτανὸς γὰρ ἐν κόλποις σε Λή- |1146 δας ἐτέκνωσε πατήρ. |1147 κᾆτʼ ἰαχήθης καθʼ Ἑλλανίαν |1148 προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδʼ ἔχω |1149 τί τὸ σαφὲς ἔτι ποτʼ ἐν βροτοῖς· |1150 τὸ τῶν θεῶν δʼ ἔπος ἀλαθὲς ηὗρον. [antistrophe 2] |1151 ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ |1152 λόγχαισί τʼ ἀλκαίου δορὸς |1153 κτᾶσθε, πόνους ἀμαθῶς θνα- |1154 τῶν καταπαυόμενοι· |1155 εἰ γὰρ ἅμιλλα κρινεῖ νιν |1156 αἵματος, οὔποτʼ ἔρις |1157 λείψει κατʼ ἀνθρώπων πόλεις· |1158 ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους, |1159 ἐξὸν διορθῶσαι λόγοις |1160 σὰν ἔριν, ὦ Ἑλένα. |1161 νῦν δʼ οἳ μὲν Ἅιδᾳ μέλονται κάτω, |1162 τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ, |1163 ἐπὶ δὲ πάθεα πάθεσι φέρεις |1164 ἀθλίοις συμφοραῖς αἰλίνοις. [episode] |1165 ὦ χαῖρε, πατρὸς μνῆμʼ· ἐπʼ ἐξόδοισι γὰρ |1166 ἔθαψα, Πρωτεῦ, σʼ ἕνεκʼ ἐμῆς προσρήσεως· |1167 ἀεὶ δέ σʼ ἐξιών τε κἀσιὼν δόμους |1168 Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ. |1169 ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους, |1170 δμῶες, κομίζετʼ ἐς δόμους τυραννικούς· |1171 ἐγὼ δʼ ἐμαυτὸν πόλλʼ ἐλοιδόρησα δή· |1172 οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν; |1173 καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ |1174 ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς, |1175 ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον |1176 Ἑλένην· θανεῖται δʼ, ἤν γε δὴ ληφθῇ μόνον. |1177 ἔα· |1178 ἀλλʼ, ὡς ἔοικε, πάντα διαπεπραγμένα |1179 ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσʼ ἕδρας |1179a ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός. |1180 ὠή, χαλᾶτε κλῇθρα· λύεθʼ ἱππικὰ |1181 φάτνης, ὀπαδοί, κἀκκομίζεθʼ ἅρματα, |1182 ὡς ἂν πόνου γʼ ἕκατι μὴ λάθῃ με γῆς |1183 τῆσδʼ ἐκκομισθεῖσʼ ἄλοχος, ἧς ἐφίεμαι. — |1184 ἐπίσχετʼ· εἰσορῶ γὰρ οὓς διώκομεν |1185 παρόντας ἐν δόμοισι κοὐ πεφευγότας. |1186 αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς |1187 λευκῶν ἀμείψασʼ ἔκ τε κρατὸς εὐγενοῦς |1188 κόμας σίδηρον ἐμβαλοῦσʼ ἀπέθρισας |1189 χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα |1190 κλαίουσα; πότερον ἐννύχοις πεπεισμένη |1191 στένεις ὀνείροις, ἢ φάτιν τινʼ οἴκοθεν |1192 κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας; |1193 ὦ δέσποτʼ — ἤδη γὰρ τόδʼ ὀνομάζω σʼ ἔπος — |1194 ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμʼ ἔτι. |1195 ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; τίς ἡ τύχη; |1196 Μενέλαος — οἴμοι, πῶς φράσω; — τέθνηκέ μοι. |1197 οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δʼ εὐτυχῶ. |1198 πῶς δʼ οἶσθα; μῶν σοι Θεονόη λέγει τάδε; |1199 κείνη τε φησὶν ὅ τε παρὼν ὅτʼ ὤλλυτο. |1200 ἥκει γὰρ ὅστις καὶ τάδʼ ἀγγέλλει σαφῆ; |1201 ἥκει· μόλοι γὰρ οἷ σφʼ ἐγὼ χρῄζω μολεῖν. |1202 τίς ἐστι; ποῦ ʼστιν; ἵνα σαφέστερον μάθω. |1203 ὅδʼ ὃς κάθηται τῷδʼ ὑποπτήξας τάφῳ. |1204 Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει. |1205 οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδʼ ἔχειν πόσιν. |1206 ποδαπὸς δʼ ὅδʼ ἁνὴρ καὶ πόθεν κατέσχε γῆν; |1207 Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει. |1208 θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν; |1209 οἰκτρόταθʼ, ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός. |1210 ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον; |1211 Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις. |1212 καὶ πῶς ὅδʼ οὐκ ὄλωλε κοινωνῶν πλάτης; |1213 ἐσθλῶν κακίους ἐνίοτʼ εὐτυχέστεροι. |1214 λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα; |1215 ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή. |1216 ὄλωλʼ ἐκεῖνος. ἦλθε δʼ ἐν ποίῳ σκάφει; |1217 ναῦταί σφʼ ἀνείλοντʼ ἐντυχόντες, ὡς λέγει. |1218 ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν; |1219 νεφέλης λέγεις ἄγαλμα; ἐς αἰθέρʼ οἴχεται. |1220 ὦ Πρίαμε καὶ γῆ Τρῳάς, ὡς ἔρρεις μάτην. |1221 κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας. |1222 πόσιν δʼ ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί; |1223 ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν. |1224 τῶνδʼ οὕνεκʼ ἔταμες βοστρύχους ξανθῆς κόμης· |1225 φίλος γάρ ἐστιν, ὅς ποτʼ ἐστίν, ἐνθάδʼ ὤν. |1226 ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται — |1227 ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν. |1228 οὐ δῆτα. πῶς οὖν; τόνδʼ ἔτʼ οἰκήσεις τάφον; |1229 τί κερτομεῖς με, τὸν θανόντα δʼ οὐκ ἐᾷς; |1230 πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με. |1231 ἀλλʼ οὐκέτʼ· ἤδη δʼ ἄρχε τῶν ἐμῶν γάμων. |1232 χρόνια μὲν ἦλθεν, ἀλλʼ ὅμως αἰνῶ τάδε. |1233 οἶσθʼ οὖν ὃ δρᾶσον; τῶν πάρος λαθώμεθα. |1234 ἐπὶ τῷ; χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω. |1235 σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι. |1236 μεθίημι νεῖκος τὸ σόν, ἴτω δʼ ὑπόπτερον. |1237 πρός νύν σε γονάτων τῶνδʼ, ἐπείπερ εἶ φίλος — |1238 τί χρῆμα θηρῶσʼ ἱκέτις ὠρέχθης ἐμοῦ; |1239 τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω. |1240 τί δʼ; ἔστʼ ἀπόντων τύμβος; ἢ θάψεις σκιάν; |1241 Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ — |1242 τί δρᾶν; σοφοί τοι Πελοπίδαι τὰ τοιάδε. |1243 κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν. |1244 κτέριζʼ· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός. |1245 οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν. |1246 πῶς δαί; λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων. |1247 ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν. |1248 τί σοι παράσχω δῆτα τῷ τεθνηκότι; |1249 ὅδʼ οἶδʼ, ἐγὼ δʼ ἄπειρος, εὐτυχοῦσα πρίν. |1250 ὦ ξένε, λόγων μὲν κληδόνʼ ἤνεγκας φίλην. |1251 οὔκουν ἐμαυτῷ γʼ οὐδὲ τῷ τεθνηκότι. |1252 πῶς τοὺς θανόντας θάπτετʼ ἐν πόντῳ νεκρούς; |1253 ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ. |1254 πλούτου λέγʼ οὕνεχʼ ὅ τι θέλεις ταύτης χάριν. |1255 προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις. |1256 τίνος; σύ μοι σήμαινε, πείσομαι δʼ ἐγώ. |1257 αὐτὸς σὺ γίγνωσκʼ· ἀρκέσει γὰρ ἃν διδῷς. |1258 ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος. |1259 διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου. |1260 οὐ τῶνδʼ ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν. |1261 καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά. |1262 ἔσται· τί δʼ ἄλλο προσφέρειν νομίζεται; |1263 χαλκήλαθʼ ὅπλα· καὶ γὰρ ἦν φίλος δορί. |1264 ἄξια τάδʼ ἔσται Πελοπιδῶν ἃ δώσομεν. |1265 καὶ τἄλλʼ ὅσα χθὼν καλὰ φέρει βλαστήματα. |1266 πῶς οὖν; ἐς οἶδμα τίνι τρόπῳ καθίετε; |1267 ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας. |1268 πόσον δʼ ἀπείργει μῆκος ἐκ γαίας δόρυ; |1269 ὥστʼ ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις. |1270 τί δή; τόδʼ Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει; |1271 ὡς μὴ πάλιν γῇ λύματʼ ἐκβάλῃ κλύδων. |1272 Φοίνισσα κώπη ταχύπορος γενήσεται. |1273 καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν. |1274 οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε; |1275 μητρὸς τόδʼ ἔργον ἢ γυναικὸς ἢ τέκνων. |1276 ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν. |1277 ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν. |1278 ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν. |1279 ἐλθὼν δʼ ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ· |1280 καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ, |1281 δράσαντα τῇδε πρὸς χάριν· φήμας δʼ ἐμοὶ |1282 ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας |1283 ἐσθῆτα λήψῃ σῖτά θʼ, ὥστε σʼ ἐς πάτραν |1284 ἐλθεῖν, ἐπεὶ νῦν γʼ ἀθλίως ἔχονθʼ ὁρῶ. |1285 σὺ δʼ, ὦ τάλαινα, μὴ ʼπὶ τοῖς ἀνηνύτοις |1286 τρύχουσα σαυτήν — Μενέλεως δʼ ἔχει πότμον, |1287 κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις. |1288 σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν |1289 στέργειν πόσιν χρή, τὸν δὲ μηκέτʼ ὄντʼ ἐᾶν· |1290 ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον. |1291 ἢν δʼ Ἑλλάδʼ ἔλθω καὶ τύχω σωτηρίας, |1293 παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ |1292 οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ. |1294 ἔσται τάδʼ· οὐδὲ μέμψεται πόσις ποτὲ |1295 ἡμῖν· σὺ δʼ αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε. |1296 ἀλλʼ, ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε |1297 ἐσθῆτά τʼ ἐξάλλαξον. οὐκ ἐς ἀμβολὰς |1298 εὐεργετήσω σʼ· εὐμενέστερον γὰρ ἂν |1299 τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα |1300 δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή. [choral] [strophe 1] |1301 Ὀρεία ποτὲ δρομάδι κώ- |1302 λῳ μάτηρ θεῶν ἐσύθη ἀνʼ |1303 ὑλάεντα νάπη |1304 ποτάμιόν τε χεῦμʼ ὑδάτων |1305 βαρύβρομόν τε κῦμʼ ἅλιον |1306 πόθῳ τᾶς ἀποιχομένας |1307 ἀρρήτου κούρας. |1308 κρόταλα δὲ βρόμια διαπρύσιον |1309 ἱέντα κέλαδον ἀνεβόα, |1310 θηρῶν ὅτε ζυγίους |1311 ζευξάσᾳ θεᾷ σατίνας |1312 τὰν ἁρπασθεῖσαν κυκλίων |1313 χορῶν ἔξω παρθενίων |1314 μετὰ κούραν, ἀελλόποδες, |1315 ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δʼ |1316 ἔγχει Γοργῶπις πάνοπλος, |1317 συνείποντο. Ζεὺς δʼ ἑδράνων |1318 αὐγάζων ἐξ οὐρανίων |1318a ἄλλαν μοῖραν ἔκραινε. [antistrophe 1] |1319 δρομαῖον δʼ ὅτε πολυπλάνη- |1320 τον μάτηρ ἔπαυσε πόνον, |1321 μαστεύουσα πόνους |1322 θυγατρὸς ἁρπαγὰς δολίους, |1323 χιονοθρέμμονάς γʼ ἐπέρασʼ |1324 Ἰδαιᾶν Νυμφᾶν σκοπιάς· |1325 ῥίπτει δʼ ἐν πένθει |1326 πέτρινα κατὰ δρία πολυνιφέα· |1327 βροτοῖσι δʼ ἄχλοα πεδία γᾶς |1328 οὐ καρπίζουσʼ ἀρότοις |1329 λαῶν δὲ φθείρει γενεάν· |1330 ποίμναις δʼ οὐχ ἵει θαλερὰς |1331 βοσκὰς εὐφύλλων ἑλίκων, |1332 πόλεων δʼ ἀπέλειπε βίος· |1333 οὐδʼ ἦσαν θεῶν θυσίαι, |1334 βωμοῖς δʼ ἄφλεκτοι πέλανοι· |1335 πηγὰς δʼ ἀμπαύει δροσερὰς |1336 λευκῶν ἐκβάλλειν ὑδάτων |1337 πένθει παιδὸς ἀλάστωρ. [strophe 2] |1338 ἐπεὶ δʼ ἔπαυσʼ εἰλαπίνας |1339 θεοῖς βροτείῳ τε γένει, |1340 Ζεὺς μειλίσσων στυγίους |1341 ματρὸς ὀργὰς ἐνέπει· |1342 βᾶτε, σεμναὶ Χάριτες, |1343 ἴτε, τᾷ περὶ παρθένῳ |1344 Δηοῖ θυμωσαμένᾳ |1344a λύπαν ἐξαλλάξατʼ ἀλαλᾷ, |1345 Μοῦσαί θʼ ὕμνοισι χορῶν. |1346 χαλκοῦ δʼ αὐδὰν χθονίαν |1347 τύπανά τʼ ἔλαβε βυρσοτενῆ |1348 καλλίστα τότε πρῶτα μακά- |1349 ρων Κύπρις· γέλασέν τε θεὰ |1350 δέξατό τʼ ἐς χέρας |1351 βαρύβρομον αὐλὸν |1352 τερφθεῖσʼ ἀλαλαγμῷ. [antistrophe 2] |1353 ὧν οὐ θέμις σʼ οὔθʼ ὁσία |1354 ʼπʼύρωσας ἐν θεῶν θαλάμοις, |1355 μῆνιν δʼ ἔσχες μεγάλας |1356 ματρός, ὦ παῖ, θυσίας |1357 οὐ σεβίζουσα θεᾶς. |1358 μέγα τοι δύναται νεβρῶν |1359 παμποίκιλοι στολίδες |1360 κισσοῦ τε στεφθεῖσα χλόα |1361 νάρθηκας εἰς ἱερούς, |1362 ῥόμβου θʼ εἱλισσομένα |1363 κύκλιος ἔνοσις αἰθερία, |1364 βακχεύουσά τʼ ἔθειρα Βρομί- |1365 ῳ καὶ παννυχίδες θεᾶς. |1366 εὖ δέ νιν ἄμασιν |1367 ὑπέρβαλε σελάνα |1368 μορφᾷ μόνον ηὔχεις. [episode] |1369 τὰ μὲν κατʼ οἴκους εὐτυχοῦμεν, ὦ φίλαι· |1370 ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη |1371 πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη |1372 οὐκ εἶπʼ ἀδελφῷ· κατθανόντα δʼ ἐν χθονὶ |1373 οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν. |1374a κάλλιστα δῆτʼ ἀνήρπασʼ ἐν τύχῃ πόσις· |1375 ἃ γὰρ καθήσειν ὅπλʼ ἔμελλεν εἰς ἅλα, |1376 ταῦτʼ ἐμβαλὼν πόρπακι γενναίαν χέρα |1377 αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών, |1378 ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν. |1379 προύργου δʼ ἐς ἀλκὴν σῶμʼ ὅπλοις ἠσκήσατο, |1380 ὡς βαρβάρων τρόπαια μυρίων χερὶ |1381 θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος, |1382 πέπλους δʼ ἀμείψασʼ ἀντὶ ναυφθόρου στολῆς |1383 ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα |1384 ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου. |1385 ἀλλʼ, ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς |1386 γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν, |1387 σιγητέον μοι· καὶ σὲ προσποιούμεθα |1388 εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα |1389 σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε. |1390 χωρεῖτʼ ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος, |1391 δμῶες, φέροντες ἐνάλια κτερίσματα. |1392 Ἑλένη, σὺ δʼ, ἤν σοι μὴ κακῶς δόξω λέγειν, |1393 πείθου, μένʼ αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε |1394 πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς. |1395 δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος |1396 πείσῃ μεθεῖναι σῶμʼ ἐς οἶδμα πόντιον |1397 τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην· |1398 ἄγαν γὰρ αὐτὸν οὐ παρόνθʼ ὅμως στένεις. |1399 ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει |1400 τὰ πρῶτα λέκτρα νυμφικάς θʼ ὁμιλίας |1401 τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν |1402 καὶ ξυνθάνοιμʼ ἄν· ἀλλὰ τίς κείνῳ χάρις |1403 ξὺν κατθανόντι κατθανεῖν; ἔα δέ με |1404 αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ. |1405 θεοὶ δὲ σοί τε δοῖεν οἷʼ ἐγὼ θέλω, |1406 καὶ τῷ ξένῳ τῷδʼ, ὅτι συνεκπονεῖ τάδε. |1407 ἕξεις δέ μʼ οἵαν χρή σʼ ἔχειν ἐν δώμασι |1408 γυναῖκʼ, ἐπειδὴ Μενέλεων εὐεργετεῖς |1409 κἄμʼ· ἔρχεται γὰρ δή τινʼ ἐς τύχην τάδε. |1410 ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδʼ ἄξομεν, |1411 πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω. |1412 χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον |1413 Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας. |1414 οὔκουν ὅδʼ ἄρξει ναὸς ὃς κοσμεῖ τάφον; |1415 μάλιστʼ· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς. |1416 αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου. |1417 αὖθις κελεύω καὶ τρίτον γʼ, εἴ σοι φίλον. |1418 ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων. |1419 μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα. |1420 ἥδʼ ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν. |1421 τὰ τῶν θανόντων οὐδέν, ἀλλʼ ἄλλως πόνος. |1422 ἔστιν τι κἀκεῖ κἀνθάδʼ ὧν ἐγὼ λέγω. |1423 οὐδὲν κακίω Μενέλεώ μʼ ἕξεις πόσιν. |1424 οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον. |1425 ἐν σοὶ τόδʼ, ἢν σὴν εἰς ἔμʼ εὔνοιαν διδῷς. |1426 οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν. |1427 βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον; |1428 ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ. |1429 ἀλλʼ εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους· |1430 καθαρὰ γὰρ ἡμῖν δώματʼ· οὐ γὰρ ἐνθάδε |1431 ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις |1432 φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων |1433 ἀγάλματʼ οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ |1434 γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις |1435 ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ. |1436 σὺ δʼ, ὦ ξένʼ, ἐλθών, πελαγίους ἐς ἀγκάλας |1437 τῷ τῆσδε πρίν ποτʼ ὄντι δοὺς πόσει τάδε, |1438 πάλιν πρὸς οἴκους σπεῦδʼ ἐμὴν δάμαρτʼ ἔχων, |1439 ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ |1440 στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς. |1441 ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός, |1442 βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν. |1443 ἕλκουσι δʼ ἡμῖν πρὸς λέπας τὰς συμφορὰς |1444 σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί, |1445 ἥξομεν ἵνʼ ἐλθεῖν βουλόμεσθα τῆς τύχης. |1446 ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος. |1447 κέκλησθέ μοι, θεοί, πολλά χρήσθʼ ἐμοῦ κλύειν |1448 καὶ λύπρʼ· ὀφείλω δʼ οὐκ ἀεὶ πράσσειν κακῶς, |1449 ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν |1450 δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε. [choral] [strophe 1] |1451 Φοίνισσα Σιδωνιὰς ὦ |1452 ταχεῖα κώπα, ῥοθίοισι μάτηρ |1453 εἰρεσίας φίλα, |1454 χοραγὲ τῶν καλλιχόρων |1455 δελφίνων, ὅταν αὔραις |1456 πέλαγος ἀνήνεμον ᾖ, |1457 γλαυκὰ δὲ Πόντου θυγάτηρ |1458 Γαλάνεια τάδʼ εἴπῃ· |1459 κατὰ μὲν ἱστία πετάσατʼ αὔ- |1460 ραις λιπόντες εἰναλίαις, |1461 λάβετε δʼ εἰλατίνας πλάτας, |1462 ὦ ναῦται, ναῦται, |1463 πέμποντες εὐλιμένους |1464 Περσείων οἴκων Ἑλέναν ἐπʼ ἀκτάς. [antistrophe 1] |1465 ἦ που κόρας ἂν ποταμοῦ |1466 παρʼ οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ |1467 Παλλάδος ἂν λάβοις |1468 χρόνῳ ξυνελθοῦσα χοροῖς |1469 ἢ κώμοις Ὑακίνθου |1470 νύχιον ἐς εὐφροσύναν, |1471 ὃν ἐξαμιλλησάμενος |1472 τροχῷ τέρμονα δίσκου |1473 ἔκανε Φοῖβος, τᾷ Λακαί- |1474 νᾳ γᾷ βούθυτον ἁμέραν· |1475 ὁ Διὸς δʼ εἶπε σέβειν γόνος· |1476 μόσχον θʼ, ἃν οἴκοις |1476a ἔλειπες, Ἑρμιόναν, |1477 ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν. [strophe 2] |1478 διʼ ἀέρος εἴθε ποτανοὶ |1479 γενοίμεσθʼ ᾇ Λιβύας |1480 οἰωνοὶ στοχάδες |1481 ὄμβρον λιποῦσαι χειμέριον |1482 νίσονται πρεσβυτάτᾳ |1483 σύριγγι πειθόμεναι |1485 ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς |1486 ἐπιπετόμενος ἰαχεῖ. |1487 ὦ πταναὶ δολιχαύχενες, |1488 σύννομοι νεφέων δρόμου, |1489 βᾶτε Πλειάδας ὑπὸ μέσας |1490 ὠρίωνά τʼ ἐννύχιον· |1491 καρύξατʼ ἀγγελίαν, |1492 Εὐρώταν ἐφεζόμεναι, |1493 Μενέλεως ὅτι Δαρδάνου |1494 πόλιν ἑλὼν δόμον ἥξει. [antistrophe 2] |1495 μόλοιτέ ποθʼ ἵππιον οἶμον |1496 διʼ αἰθέρος ἱέμενοι |1497 παῖδες Τυνδαρίδαι, |1498 λαμπρῶν ἄστρων ὑπʼ ἀέλλαισιν· |1499 οἳ ναίετʼ οὐράνιοι, |1500 σωτῆρες τᾶς Ἑλένας, |1501 γλαυκὸν ἔπιτʼ οἶδμα κυανόχροά τε κυμάτων |1502 ῥόθια πολιὰ θαλάσσας, |1503 ναύταις εὐαεῖς ἀνέμων |1505 πέμποντες Διόθεν πνοάς· |1506 δύσκλειαν δʼ ἀπὸ συγγόνου |1507 βάλετε βαρβάρων λεχέων, |1508 ἃν Ἰδαίων ἐρίδων |1509 ποιναθεῖσʼ ἐκτήσατο, γᾶν |1510 οὐκ ἐλθοῦσά ποτʼ Ἰλίου |1511 Φοιβείους ἐπὶ πύργους. [episode] |1512 ἄναξ, τὰ κάκιστʼ ἐν δόμοις εὑρήκαμεν· |1513 ὡς καίνʼ ἀκούσῃ πήματʼ ἐξ ἐμοῦ τάχα. |1514 τί δʼ ἔστιν; |1514b ἄλλης ἐκπόνει μνηστεύματα |1515 γυναικός· Ἑλένη γὰρ βέβηκʼ ἔξω χθονός. |1516 πτεροῖσιν ἀρθεῖσʼ ἢ πεδοστιβεῖ ποδί; |1517 Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός, |1518 ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν. |1519 ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία |1520 ἐκ τῆσδʼ ἀπῆρε χθονός; ἄπιστα γὰρ λέγεις. |1521 ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων |1522 ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς. |1523 πῶς; εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων |1524 ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα |1525 τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα. |1526 ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους |1527 ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη |1528 σοφώταθʼ ἁβρὸν πόδα τιθεῖσʼ ἀνέστενε |1529 πόσιν πέλας παρόντα κοὐ τεθνηκότα. |1530 ὡς δʼ ἤλθομεν σῶν περίβολον νεωρίων, |1531 Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν |1532 ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα |1533 ἔχουσαν. ἔργου δʼ ἔργον ἐξημείβετο· |1534 ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο |1535 ταρσόν τε χειρί, λευκά θʼ ἱστίʼ εἰς ἓν ἦν |1536 πηδάλιά τε ζεύγλαισι παρακαθίετο. |1537 κἀν τῷδε μόχθῳ, τοῦτʼ ἄρα σκοπούμενοι, |1538 Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι |1539 προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι |1540 πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δʼ ὁρᾶν. |1541 ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος |1542 προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων· |1543 ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε |1544 Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος; |1545 ἆρʼ Ἀτρέως παῖδʼ ὀλόμενον συνθάπτετε, |1546 ὃν Τυνδαρὶς παῖς ἥδʼ ἀπόντα κενοταφεῖ; |1547 οἳ δʼ ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ, |1548 ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα |1549 φέροντες. ἡμῖν δʼ ἦν μὲν ἥδʼ ὑποψία |1550 λόγος τʼ ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν |1551 ὡς πλῆθος εἴη· διεσιωπῶμεν δʼ ὅμως |1552 τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς |1553 ξένον κελεύσας πάντα συνέχεας τάδε. |1554 καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς |1555 ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς |1556 οὐκ ἤθελʼ ὀρθὸς σανίδα προσβῆναι κάτα, |1557 ἀλλʼ ἐξεβρυχᾶτʼ ὄμμʼ ἀναστρέφων κύκλῳ |1558 κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων |1559 μὴ θιγγάνειν ἀπεῖργεν. ὁ δʼ Ἑλένης πόσις |1560 ἐκάλεσεν· ὦ πέρσαντες Ἰλίου πόλιν, |1561 οὐκ εἶʼ ἀναρπάσαντες Ἑλλήνων νόμῳ |1562 νεανίαις ὤμοισι ταύρειον δέμας |1563 ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θʼ ἅμα |1564 πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι; |1565 οἳ δʼ ἐς κέλευσμʼ ἐλθόντες ἐξανήρπασαν |1566 ταῦρον φέροντές τʼ εἰσέθεντο σέλματα. |1567 μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην |1568 μέτωπά τʼ ἐξέπεισεν ἐσβῆναι δόρυ. |1569 τέλος δʼ, ἐπειδὴ ναῦς τὰ πάντʼ ἐδέξατο, |1570 πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί |1571 Ἑλένη καθέζετʼ ἐν μέσοις ἑδωλίοις, |1572 ὅ τʼ οὐκέτʼ ὢν λόγοισι Μενέλεως πέλας· |1573 ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τʼ ἴσοι |1574 ἀνὴρ παρʼ ἄνδρʼ ἕζονθʼ, ὑφʼ εἵμασι ξίφη |1575 λαθραῖʼ ἔχοντες, ῥόθιά τʼ ἐξεπίμπλατο |1576 βοῆς κελευστοῦ φθέγμαθʼ ὡς ἠκούσαμεν. |1577 ἐπεὶ δὲ γαίας ἦμεν οὔτʼ ἄγαν πρόσω |1578 οὔτʼ ἐγγύς, οὕτως ἤρετʼ οἰάκων φύλαξ· |1579 ἔτʼ, ὦ ξένʼ, ἐς τὸ πρόσθεν — ἢ καλῶς ἔχει — |1580 πλεύσωμεν; ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί. |1581 ὃ δʼ εἶφʼ· ἅλις μοι. δεξιᾷ δʼ ἑλὼν ξίφος |1582 ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ |1583 σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων, |1584 τέμνων δὲ λαιμὸν ηὔχετʼ· ὦ ναίων ἅλα |1585 πόντιε Πόσειδον Νηρέως θʼ ἁγναὶ κόραι, |1586 σώσατέ μʼ ἐπʼ ἀκτὰς Ναυπλίας δάμαρτά τε |1587 ἄσυλον ἐκ γῆς. αἵματος δʼ ἀπορροαὶ |1588 ἐς οἶδμʼ ἐσηκόντιζον οὔριοι ξένῳ. |1589 καί τις τόδʼ εἶπε· δόλιος ἡ ναυκληρία. |1590 πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ, |1591 σὺ δὲ στρέφʼ οἴακʼ. ἐκ δὲ ταυρείου φόνου |1592 Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους· |1593 τί μέλλετʼ, ὦ γῆς Ἑλλάδος λωτίσματα, |1594 σφάζειν φονεύειν βαρβάρους νεώς τʼ ἄπο |1595 ῥίπτειν ἐς οἶδμα; ναυβάταις δὲ τοῖσι σοῖς |1596 βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα· |1597 οὐκ εἶʼ ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ, |1598 ὃ δὲ ζύγʼ ἄξας, ὃ δʼ ἀφελὼν σκαλμοῦ πλάτην |1599 καθαιματώσει κρᾶτα πολεμίων ξένων; |1600 ὀρθοὶ δʼ ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν |1601 κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη· |1602 φόνῳ δὲ ναῦς ἐρρεῖτο. παρακέλευσμα δʼ ἦν |1603 πρύμνηθεν Ἑλένης· ποῦ τὸ Τρωικὸν κλέος; |1604 δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δʼ ὕπο |1605 ἔπιπτον, οἳ δʼ ὠρθοῦντο, τοὺς δὲ κειμένους |1606 νεκροὺς ἂν εἶδες. Μενέλεως δʼ ἔχων ὅπλα, |1607 ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν, |1608 ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος, |1609 ὥστʼ ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ |1610 σῶν ναυβατῶν ἐρετμά. ἐπʼ οἰάκων δὲ βὰς |1611 ἄνακτʼ ἐς Ἑλλάδʼ εἶπεν εὐθύνειν δόρυ. |1612 οἳ δʼ ἱστὸν ᾖρον, οὔριαι δʼ ἧκον πνοαί. |1613 βεβᾶσι δʼ ἐκ γῆς. διαφυγὼν δʼ ἐγὼ φόνον |1614 καθῆκʼ ἐμαυτὸν εἰς ἅλʼ ἄγκυραν πάρα· |1615 ἤδη δὲ κάμνονθʼ ὁρμιατόνων μέ τις |1616 ἀνείλετʼ, ἐς δὲ γαῖαν ἐξέβησέ σοι |1617 τάδʼ ἀγγελοῦντα. σώφρονος δʼ ἀπιστίας |1618 οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς. |1619 οὐκ ἄν ποτʼ ηὔχουν οὔτε σʼ οὔθʼ ἡμᾶς λαθεῖν |1620 Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών. [trochees] |1621 ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας· |1622 ἐκπεφεύγασιν γάμοι με. κεἰ μὲν ἦν ἁλώσιμος |1623 ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους· |1624 νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον, |1625 ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι. |1626 τοιγὰρ οὔποτʼ ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν. |1627 οὗτος ὤ, ποῖ σὸν πόδʼ αἴρεις, δέσποτʼ, ἐς ποῖον φόνον; |1628 οἷπερ ἡ δίκη κελεύει με· ἀλλʼ ἀφίστασʼ ἐκποδών. |1629 οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα γὰρ σπεύδεις κακά. |1630 ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν; |1630b φρονῶ γὰρ εὖ. |1631 οὐκ ἔμοιγʼ, εἰ μή μʼ ἐάσεις — |1631b οὐ μὲν οὖν σʼ ἐάσομεν. |1632 σύγγονον κτανεῖν κακίστην — |1632b εὐσεβεστάτην μὲν οὖν. |1633 ἥ με προύδωκεν — |1633b καλήν γε προδοσίαν, δίκαια δρᾶν. |1634 τἀμὰ λέκτρʼ ἄλλῳ διδοῦσα. |1634b τοῖς γε κυριωτέροις. |1635 κύριος δὲ τῶν ἐμῶν τίς; |1635b ὃς ἔλαβεν πατρὸς πάρα. |1636 ἀλλʼ ἔδωκεν ἡ τύχη μοι. |1636b τὸ δὲ χρεὼν ἀφείλετο. |1637 οὐ σὲ τἀμὰ χρὴ δικάζειν. |1637b ἤν γε βελτίω λέγω. |1638 ἀρχόμεσθʼ ἄρʼ, οὐ κρατοῦμεν. |1638b ὅσια δρᾶν, τὰ δʼ ἔκδικʼ οὔ. |1639 κατθανεῖν ἐρᾶν ἔοικας. |1639b κτεῖνε· σύγγονον δὲ σὴν |1640 οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλʼ ἔμε· ὡς πρὸ δεσποτῶν |1641 τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν. [dialogue] |1642 ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ, |1643 Θεοκλύμενε, γαίας τῆσδʼ ἄναξ· δισσοὶ δέ σε |1644 Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ |1645 ἔτικτεν Ἑλένην θʼ, ἣ πέφευγε σοὺς δόμους· |1646 οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις, |1647 οὐδʼ ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη |1648 ἀδικεῖ σʼ ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν |1649 τιμῶσα πατρός τʼ ἐνδίκους ἐπιστολάς. |1650 ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον |1651 κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν· |1652 ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα, |1653 καὶ τοῖς θεοῖς παρέσχε τοὔνομʼ, οὐκέτι· |1654 ἐν τοῖσι δʼ αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις |1655 ἐλθεῖν τʼ ἐς οἴκους καὶ συνοικῆσαι πόσει. |1656 ἀλλʼ ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος, |1657 νόμιζε δʼ αὐτὴν σωφρόνως πράσσειν τάδε. |1658 πάλαι δʼ ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν, |1659 ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς· |1660 ἀλλʼ ἥσσονʼ ἦμεν τοῦ πεπρωμένου θʼ ἅμα |1661 καὶ τῶν θεῶν, οἷς ταῦτʼ ἔδοξεν ὧδʼ ἔχειν. |1662 σοὶ μὲν τάδʼ αὐδῶ, συγγόνῳ δʼ ἐμῇ λέγω· |1663 πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δʼ ἕξετʼ οὔριον· |1664 σωτῆρε δʼ ἡμεῖς σὼ κασιγνήτω διπλῶ |1665 πόντον παριππεύοντε πέμψομεν πάτραν. |1666 ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον, |1667 θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα |1668 σπονδῶν μεθέξεις ξένιά τʼ ἀνθρώπων πάρα |1669 ἕξεις μεθʼ ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται. |1670 οὗ δʼ ὥρισέν σοι πρῶτα Μαιάδος τόκος, |1671 Σπάρτης ἀπάρας, τὸν κατʼ οὐρανὸν δρόμον, |1672 κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε, |1673 — φρουρὸν παρʼ Ἀκτὴν τεταμένην νῆσον λέγω — |1674 Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται, |1675 ἐπεὶ κλοπαίαν σʼ ἐκ δόμων ἐδέξατο. |1676 καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα |1677 μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον· |1678 τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες, |1679 τῶν δʼ ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι. |1680 ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος |1681 νείκη μεθήσω σφῶν κασιγνήτης πέρι· |1682 ἐγὼ δʼ ἀδελφὴν οὐκέτʼ ἂν κτάνοιμʼ ἐμήν. |1683 κείνη δʼ ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ. |1684 ἴστον δʼ ἀρίστης σωφρονεστάτης θʼ ἅμα |1685 γεγῶτʼ ἀδελφῆς ὁμογενοῦς ἀφʼ αἵματος. |1686 καὶ χαίρεθʼ Ἑλένης οὕνεκʼ εὐγενεστάτης |1687 γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι. [anapests] |1688 πολλαὶ μορφαὶ τῶν δαιμονίων, |1689 πολλὰ δʼ ἀέλπτως κραίνουσι θεοί· |1690 καὶ τὰ δοκηθέντʼ οὐκ ἐτελέσθη, |1691 τῶν δʼ ἀδοκήτων πόρον ηὗρε θεός. |1692 τοιόνδʼ ἀπέβη τόδε πρᾶγμα.