[edition urn:cts:greekLit:tlg0006.tlg013.perseus-grc2] [episode] |1 Πέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼν |2 θοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην, |3 ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖς |4 Μενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώ |5 τῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, |6 ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖς |7 αὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει, |8 ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρ |9 Ἀρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος. |10 ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλον |11 Ἑλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ, |12 τὸν καλλίνικον στέφανον Ἰλίου θέλων |13 λαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμους |14 Ἑλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων. |15 δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων, |16 ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε· |17 ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας, |18 Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός, |19 πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμις |20 λάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοι |21 κάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ. |22 παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρ |23 τίκτει — τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων — |24 ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναις |25 μητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως. |26 ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶς |27 μεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει· |28 ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μου |29 Ἄρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέρα |30 πέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα, |31 οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαρος |32 Θόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖς |33 ἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν. |34 ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με· |35 ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰ |36 Ἄρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον — |37 τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη — |38 θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει, |39 ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ. |40 κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλει |41 ἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς. |42 ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα, |43 λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος. |44 ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆς |45 οἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαις |46 εὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ, |47 φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖν |48 δόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγος |49 βεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν. |50 μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοι |51 δόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμας |52 ξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν, |53 κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνον |54 τιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον, |55 κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε· |56 τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ. |57 στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες· |58 θνῄσκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί. |59 οὐδʼ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω· |60 Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτʼ ὠλλύμην ἐγώ. |61 νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰς |62 παροῦσʼ ἀπόντι — ταῦτα γὰρ δυναίμεθʼ ἄν — |63 σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξ |64 Ἑλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίας |65 οὔπω τίνος πάρεισιν; εἶμʼ ἔσω δόμων |66 ἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς. |67 ὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν. |68 ὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆ στρέφων. |69 Πυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτʼ εἶναι θεᾶς |70 ἔνθʼ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν; |71 ἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών. |72 καὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος; |73 ἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει τριχώματα. |74 θριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾷς ἠρτημένα; |75 τῶν κατθανόντων γʼ ἀκροθίνια ξένων. |76 ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών. |77 ὦ Φοῖβε, ποῖ μʼ αὖ τήνδʼ ἐς ἄρκυν ἤγαγες |78 χρήσας, ἐπειδὴ πατρὸς αἷμʼ ἐτεισάμην, |79 μητέρα κατακτάς, διαδοχαῖς δʼ Ἐρινύων |80 ἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸς |81 δρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους, |82 ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτου |83 μανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν, |84 οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα — |85 σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός, |86 ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι, |87 λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδε |88 ἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο· |89 λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί, |90 κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶ |91 δοῦναι — τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα — |92 καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων. |93 ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδε |94 ἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δʼ ἱστορῶ, |95 Πυλάδη — σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου — |96 τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷς |97 ὑψηλά· πότερα δωμάτων προσαμβάσεις |98 ἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν; |99 ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς — |100 ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλας |101 ληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι, |102 θανούμεθʼ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπι |103 φεύγωμεν, ᾗπερ δεῦρʼ ἐναυστολήσαμεν. |104 φεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν, |105 τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον· |106 ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμας |107 κατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας — |108 νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφος |109 βασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ. |110 ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, |111 τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖν |112 ἄγαλμα πάσας προσφέροντε μηχανάς. |113 ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸν |114 δέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶ |115 τολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ. |116 οὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον, |117 ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν. |118 ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼν |119 ὅποι χθονὸς κρύψαντε λήσομεν δέμας. |120 οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιον γενήσεται |121 πεσεῖν ἄχρηστον θέσφατον· τολμητέον· |122 μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει. [choral] [anapests] |123 εὐφαμεῖτʼ, ὦ |124 πόντου δισσὰς συγχωρούσας |125 πέτρας Ἀξείνου ναίοντες. |126 ὦ παῖ τᾶς Λατοῦς, |127 Δίκτυννʼ οὐρεία, |128 πρὸς σὰν αὐλάν, εὐστύλων |129 ναῶν χρυσήρεις θριγκούς, |130 πόδα παρθένιον ὅσιον ὁσίας |131 κλῃδούχου δούλα πέμπω, |132 Ἑλλάδος εὐίππου πύργους |134 καὶ τείχη χόρτων τʼ εὐδένδρων |135 ἐξαλλάξασʼ Εὐρώπαν, |136 πατρῴων οἴκων ἕδρας. |137 ἔμολον· τί νέον; τίνα φροντίδʼ ἔχεις; |138 τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες, |139 ὦ παῖ τοῦ τᾶς Τροίας πύργους |140 ἐλθόντος κλεινᾷ σὺν κώπᾳ |141 χιλιοναύτα |142 μυριοτευχοῦς Ἀτρείδα; τῶν κλεινῶν; |143 ἰὼ δμωαί, |144 δυσθρηνήτοις ὡς θρήνοις |145 ἔγκειμαι, τᾶς οὐκ εὐμούσου |146 μολπᾶς βοὰν ἀλύροις ἐλέγοις, αἰαῖ, |147 αἰαῖ, κηδείοις οἴκτοισιν· |148 αἵ μοι συμβαίνουσʼ ἆται, |149 σύγγονον ἁμὸν κατακλαιομένα |150 ζωᾶς, οἵαν οἵαν ἰδόμαν |151 ὄψιν ὀνείρων |152 νυκτός, τᾶς ἐξῆλθʼ ὄρφνα. |152a ὀλόμαν ὀλόμαν· |153 οὐκ εἴσʼ οἶκοι πατρῷοι· |154 οἴμοι μοι φροῦδος γέννα. |155 φεῦ φεῦ τῶν Ἄργει μόχθων. |156 ἰὼ δαῖμον, |157 μόνον ὅς με κασίγνητον συλᾷς |159 Ἀίδᾳ πέμψας, ᾧ τάσδε χοὰς |160 μέλλω κρατῆρά τε τὸν φθιμένων |161 ὑδραίνειν γαίας ἐν νώτοις |162 πηγάς τʼ οὐρείων ἐκ μόσχων |164 Βάκχου τʼ οἰνηρὰς λοιβὰς |165 ξουθᾶν τε πόνημα μελισσᾶν, |166 ἃ νεκροῖς θελκτήρια κεῖται. |168 ἀλλʼ ἔνδος μοι πάγχρυσον |169 τεῦχος καὶ λοιβὰν Ἅιδα. |170 ὦ κατὰ γαίας Ἀγαμεμνόνιον |171 θάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω· |172 δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοι |173 ξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω. |175 τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθην |176 πατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασι |177 κεῖμαι σφαχθεῖσʼ ἁ τλάμων. |178 ἀντιψάλμους ᾠδὰς ὕμνων τʼ |180 Ἀσιητᾶν σοι βάρβαρον ἀχὰν |181 δεσποίνᾳ γʼ ἐξαυδάσω, |183 τὰν ἐν θρήνοισιν μοῦσαν |184 νέκυσι μελομέναν, τὰν ἐν μολπαῖς |185 Ἅιδας ὑμνεῖ δίχα παιάνων. |186 οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων· |187 ἔρρει φῶς σκήπτρων, οἴμοι, |188 πατρῴων οἴκων. |189 ἦν ἐκ τῶν εὐόλβων Ἄργει |190 βασιλέων ἀρχά, |191 μόχθος δʼ ἐκ μόχθων ᾄσσει· |192 δινευούσαις ἵπποισι ῥιφαὶ |193 Πέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξ |194 ἕδρας ἱερὸν ἱερὸν ὄμμʼ αὐγᾶς |195 ἅλιος. ἄλλαις δʼ ἄλλα προσέβα |196 χρυσέας ἀρνὸς μελάθροις ὀδύνα, |197 φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσιν |199 ἔνθεν τῶν πρόσθεν δμαθέντων |200 Τανταλιδᾶν ἐκβαίνει ποινά γʼ |201 εἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼ |202 ἐπὶ σοὶ δαίμων. |203 ἐξ ἀρχᾶς μοι δυσδαίμων |204 δαίμων τᾶς ματρὸς ζώνας |205 καὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶς |206 λόχιαι στερρὰν παιδείαν |207 Μοῖραι ξυντείνουσιν θεαί, |208 τᾷ μναστευθείσᾳ ʼξ Ἑλλάνων, |209 ἃν πρωτόγονον θάλος ἐν θαλάμοις |210 Λήδας ἁ τλάμων κούρα |211 σφάγιον πατρῴᾳ λώβᾳ |212 καὶ θῦμʼ οὐκ εὐγάθητον |213 ἔτεκεν, ἔτρεφεν εὐκταίαν· |214 ἱππείοις δʼ ἐν δίφροισι |215 ψαμάθων Αὐλίδος ἐπέβασαν |216 νύμφαιον, οἴμοι, δύσνυμφον |217 τῷ τᾶς Νηρέως κούρας, αἰαῖ. |218 νῦν δʼ ἀξείνου πόντου ξείνα |219 δυσχόρτους οἴκους ναίω, |220 ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος, |221 οὐ τὰν Ἄργει μέλπουσʼ Ἥραν |222 οὐδʼ ἱστοῖς ἐν καλλιφθόγγοις |223 κερκίδι Παλλάδος Ἀτθίδος εἰκὼ |224 καὶ Τιτάνων ποικίλλουσʼ, ἀλλʼ |225 αἱμόρραντον δυσφόρμιγγα |226 ξείνων αἱμάσσουσʼ ἄταν βωμούς, |227 οἰκτράν τʼ αἰαζόντων αὐδὰν |228 οἰκτρόν τʼ ἐκβαλλόντων δάκρυον. |229 καὶ νῦν κείνων μέν μοι λάθα, |230 τὸν δʼ Ἄργει δμαθέντα κλαίω |232 σύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον, |233 ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλος |234 ἐν χερσὶν ματρὸς πρὸς στέρνοις τʼ |235 Ἄργει σκηπτοῦχον Ὀρέσταν. [episode] |236 καὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίους |237 βουφορβὸς ἥκει σημανῶν τί σοι νέον. |238 Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον, |239 ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων. |240 τί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου; |241 ἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδα |242 πλάτῃ φυγόντες, δίπτυχοι νεανίαι, |243 θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριον |244 Ἀρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματα |245 οὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. |246 ποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι; |247 Ἕλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω. |248 οὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι; |249 Πυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου. |250 τοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν; |251 οὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν. |252 πῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε; |253 ἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου — |254 καὶ τίς θαλάσσης βουκόλοις κοινωνία; |255 βοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. |256 ἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετε |257 τρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω. |258 χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶς |259 Ἑλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς. |260 ἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδων |261 βοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν, |262 ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳ |263 κοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι. |264 ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίας |265 βουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλιν |266 ἄκροισι δακτύλοισι πορθμεύων ἴχνος. |267 ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινες |268 θάσσουσιν οἵδε. — θεοσεβὴς δʼ ἡμῶν τις ὢν |269 ἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών· |270 ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, |271 δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ, |272 εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω, |273 ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆ |274 ἔτικτε πεντήκοντα Νηρῄδων χορόν. |275 ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, |276 ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένους |277 θάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ, |278 κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους. |279 ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι, |280 θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. |281 κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοιν |282 ἔστη κάρα τε διετίναξʼ ἄνω κάτω |283 κἀπεστέναξεν ὠλένας τρέμων ἄκρας, |284 μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς· |285 Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷς |286 Ἅιδου δράκαιναν, ὥς με βούλεται κτανεῖν |287 δειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη; |288 ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνον |289 πτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴν |290 ἔχουσα — πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. |291 οἴμοι, κτενεῖ με· ποῖ φύγω; |291a παρῆν δʼ ὁρᾶν |292 οὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετο |293 φθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, |294 ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα. |295 ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, |296 σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος, |297 μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, |298 παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς, |299 δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, |300 ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. |301 κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβια |302 πίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο, |303 κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους· |304 πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένους |305 φαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. |306 πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ. |307 πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, |308 στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομεν |309 προύργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνον |310 βάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοιν |311 ἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλει |312 πέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, |313 καραδοκῶν μὲν τἀπιόντα τραύματα, |314 φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν. |315 ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματος |316 ἔγνω κλύδωνα πολεμίων προσκείμενον |317 καὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας, |318 ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροις |319 βάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι. |320 οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν· |321 Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθα |322 κάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί. — |323 ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη, |324 φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας. |325 ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοι |326 ἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο, |327 αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις. |328 ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶν |329 οὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών. |330 μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, |331 κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμεν |332 πέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυ |333 καμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆς |334 κομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχος |335 ἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι. |336 ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένων |337 σφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένους |338 τοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνον |339 δίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς. |340 θαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲ |341 Ἕλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον. |342 εἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών, |343 τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα — |344 ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένους |345 γαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, |346 ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ, |347 Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις. |348 νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα, |349 δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν, |350 δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε. |351 καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι· |352 οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροις |353 αὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ. |354 ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, |355 οὐ πορθμίς, ἥτις διὰ πέτρας Συμπληγάδας |356 Ἑλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν, |357 Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην, |358 τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, |359 οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοι |360 ἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ. |361 οἴμοι — κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ — |362 ὅσας γενείου χεῖρας ἐξηκόντισα |363 γονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, |364 λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαι |365 νυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲ |366 σέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦν |367 ὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶν |368 μέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν. |369 Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως, |370 ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοις |371 ἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ. |372 ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτων |373 ἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν, |374 — ὃς νῦν ὄλωλεν — οὐ κασιγνήτῃ στόμα |375 συνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέως |376 μέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματα |377 ἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν. |378 ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶν |379 ἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων — |380 τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, |381 ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου, |382 ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν, |383 βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη, |384 αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις. |385 οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρ |386 Λητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖν |387 τὰ Ταντάλου θεοῖσιν ἑστιάματα |388 ἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ, |389 τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους, |390 ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· |391 οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν. [choral] [strophe 1] |392 κυάνεαι κυάνεαι |393 σύνοδοι θαλάσσας, ἵνʼ οἶ- |394 στρος ὁ πετόμενος Ἀργόθεν ἄ- |395 ξενον ἐπʼ οἶδμα διεπέρασεν — |396 Ἀσιήτιδα γαῖαν |397 Εὐρώπας διαμείψας. |399 τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοα |400 λιπόντες Εὐρώταν ἢ |401 ῥεύματα σεμνὰ Δίρκας |402 ἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳ |403 δίᾳ τέγγει |405 βωμοὺς καὶ περικίονας |406 ναοὺς αἷμα βρότειον; [antistrophe 1] |407 ἦ ῥοθίοις εἰλατίνας |408 δικρότοισι κώπας ἔπλευ- |409 σαν ἐπὶ πόντια κύματα, νά- |410 ιον ὄχημα λινοπόροις αὔραις, |411 φιλόπλουτον ἅμιλλαν |412 αὔξοντες μελάθροισιν; |414 φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶν |415 ἄπληστος ἀνθρώποις, ὄλ- |416 βου βάρος οἳ φέρονται |417 πλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες, |418 κοινᾷ δόξᾳ· |419 γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ- |420 βου, τοῖς δʼ ἐς μέσον ἥκει. [strophe 2] |421 πῶς πέτρας τὰς συνδρομάδας, |422 πῶς Φινεϊδᾶν ἀΰ- |423 πνους ἀκτὰς ἐπέρασαν |424 παρʼ ἅλιον |425 αἰγιαλὸν ἐπʼ Ἀμφιτρί- |426 τας ῥοθίῳ δραμόντες, |427 ὅπου πεντήκοντα κορᾶν |428 Νηρῄδων χοροὶ |429 μέλπουσιν ἐγκύκλιοι, |430 πλησιστίοισι πνοαῖς |431 συριζόντων κατὰ πρύμναν |432 εὐναίων πηδαλίων |433 αὔραις σὺν νοτίαις |434 ἢ πνεύμασι Ζεφύρου, |435 τὰν πολυόρνιθον ἐπʼ αἶ- |436 αν, λευκὰν ἀκτάν, Ἀχιλῆ- |437 ος δρόμους καλλισταδίους, |438 ἄξεινον κατὰ πόντον; [antistrophe 2] |439 εἴθʼ εὐχαῖσιν δεσποσύνοις |439a Λήδας Ἑλένα φίλα |440 παῖς ἐλθοῦσα τύχοι τὰν |441 Τρῳάδα λι- |442 ποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί- |443 τᾳ δρόσον αἱματηρὰν |444 ἑλιχθεῖσα λαιμοτόμῳ |445 δεσποίνας χειρὶ θάνοι |446 ποινὰς δοῦσʼ ἀντιπάλους. |447 ἁδίσταν δʼ ἀγγελίαν |448 δεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶς |449 πλωτήρων εἴ τις ἔβα, |450 δουλείας ἐμέθεν |451 δειλαίας παυσίπονος· |452 κἀν γὰρ ὀνείροισι συνεί- |453 ην δόμοις πόλει τε πατρῴ- |454 ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ- |455 σιν, κοινὰν χάριν ὄλβου. [episode] [anapests] |456 ἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοι |457 συνερεισθέντες χωροῦσι, νέον |458 πρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι. |459 τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴ |460 ναοῖσι πέλας τάδε βαίνει· |461 οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακεν |462 βουφορβὸς ἀνήρ. |463 ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντως |464 πόλις ἥδε τελεῖ, δέξαι θυσίας, |465 ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίας |466 Ἕλλησι διδοὺς ἀναφαίνει. |467 εἶἑν· |467a τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃ |468 φροντιστέον μοι. μέθετε τῶν ξένων χέρας, |469 ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι. |470 ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετε |471 ἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται. |472 φεῦ· |472a τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτε |473 πατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει — |474 οἵων στερεῖσα διπτύχων νεανιῶν |475 ἀνάδελφος ἔσται. — τὰς τύχας τίς οἶδʼ ὅτῳ |476 τοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶν |477 ἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸν |478 ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές. |479 πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι; |480 ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα, |481 μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω. |482 τί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷν |483 κακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι; |484 οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖν |485 οἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ. |486 οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεται |487 σωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸς |488 κακὼ συνάπτει, μωρίαν τʼ ὀφλισκάνει |489 θνῄσκει θʼ ὁμοίως· τὴν τύχην δʼ ἐᾶν χρεών. |490 ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδε |491 θυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν. |492 πότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένος |493 Πυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω. |494 ὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῇ μαθεῖν. |495 ποίας πολίτης πατρίδος Ἕλληνος γεγώς; |496 τί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι; |497 πότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς; |498 φιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι. |499 σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ; |500 τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν. |501 οὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ. |502 ἀνώνυμοι θανόντες οὐ γελῴμεθʼ ἄν. |503 τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα; |504 τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα. |505 οὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; |506 ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ. |507 χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε; |508 τὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι. |509 πρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς; |510 ἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι. |511 φυγὰς δʼ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ; |512 φεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών. |513 ἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω; |514 ὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας. |515 καὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών. |516 οὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα. |517 Τροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος. |518 ὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ. |519 φασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί. |520 ἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε. |521 Ἑλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν; |522 ἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι. |523 καὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν. |524 Σπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ. |525 ὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. |526 ἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων. |527 νόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται; |528 ὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς. |529 πρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω. |530 ἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ. |531 Κάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν; |532 ὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος. |533 ὦ πότνιʼ, ὡς εὖ. — τί γὰρ ὁ Λαέρτου γόνος; |534 οὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος. |535 ὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών. |536 μηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ. |537 Θέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι; |538 οὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι. |539 δόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες. |540 τίς εἶ ποθʼ; ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος. |541 ἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην. |542 ὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι. |543 τί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν; |544 τίς; οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων. |545 Ἀτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. |546 οὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι. |547 μὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε. |548 τέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα. |549 τέθνηκε; ποίᾳ συμφορᾷ; τάλαινʼ ἐγώ. |550 τί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι; |551 τὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω. |552 δεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς. |553 ὦ πανδάκρυτος ἡ κτανοῦσα χὡ κτανών. |554 παῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα. |555 τοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ. |556 οὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν. |557 ὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων; |558 πατρὸς θανόντος τήνδε τιμωρούμενος. |559 φεῦ· |559a ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο. |560 ἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. |561 λείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον; |562 λέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν. |563 τί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος; |564 οὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος. |565 τάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. |566 κακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο. |567 ὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός; |568 ἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ. |569 ψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα. |570 οὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοι |571 πτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι. |572 πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνι |573 κἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον, |574 ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοις |575 ὄλωλεν — ὡς ὄλωλε τοῖσιν εἰδόσιν. |576 φεῦ φεῦ· τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες; |577 ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν; |578 ἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον, |579 ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμα |580 κἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται, |581 εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει. |582 θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοι |583 πρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις, |584 δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲ |585 ἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴν |586 φονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕπο |587 θνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης; |588 οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼν |589 ἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰς |590 πέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. |591 σὺ δʼ — εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴς |592 καὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω — |593 σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών, |594 κούφων ἕκατι γραμμάτων σωτηρίαν. |595 οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε, |596 θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν. |597 καλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη· |598 τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα. |599 ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς, |600 οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. |601 οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲ |602 χάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν. |603 ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου· |604 πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν· |605 ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλων |606 αἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰς |607 αὐτὸς σέσῳσται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος, |608 ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω. |609 ὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινος |610 ῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος. |611 τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρων |612 ὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι, |613 ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν. |614 ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομεν |615 δέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τις |616 προθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει. |617 θύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται; |618 ἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω. |619 ἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα. |620 ἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον. |621 αὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας; |622 οὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι. |623 ὁ δὲ σφαγεὺς τίς; εἰ τάδʼ ἱστορεῖν με χρή. |624 ἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε. |625 τάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω; |626 πῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας. |627 φεῦ· |627a πῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν; |628 μάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ, |629 ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός. |630 οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, |631 ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν. |632 πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, |633 ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω, |634 καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνος |635 ξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. |636 ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρων |637 οἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς. |638 φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ — |639 ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶ |640 πέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ, |641 καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖν |642 λέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ. [lyric] |644 κατολοφύρομαι σὲ τὸν χερνίβων |645 ῥανίσι μελόμενον αἱμακταῖς. |646 οἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι. [lyric] |647 σὲ δὲ τύχας μάκαρος, ὦ |648 νεανία, σεβόμεθʼ, ἐς |649 πάτραν ὅτι ποτʼ ἐπεμβάσῃ. |650 ἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων. [lyric] |651 ὦ σχέτλιοι πομπαί. |652 φεῦ φεῦ, διόλλυσαι. |653 αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον; |655 ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, |656 σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις. |658 Πυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί; |659 οὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με. |660 τίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶς |661 ἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνους |662 νόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸν |663 Κάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιον |664 Ἀγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ με |665 γυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένος |666 ἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτε |667 δέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν, |668 ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς. |669 ἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις, |670 πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματα |671 ἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν. |672 ἀτὰρ διῆλθον χἅτερον λόγον τινά. |673 τίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις. |674 αἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος· |675 κοινῇ τʼ ἔπλευσα δεῖ με καὶ κοινῇ θανεῖν. |676 καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαι |677 Ἄργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί, |678 δόξω δὲ τοῖς πολλοῖσι — πολλοὶ γὰρ κακοί — |679 προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνος |680 ἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασι |681 ῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν, |682 ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν. |683 ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω, |684 κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοι |685 καὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, |686 φίλον γεγῶτα καὶ φοβούμενον ψόγον. |687 εὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά, |688 ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς. |689 ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις, |690 ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶ |691 κτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει, |692 πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον. |693 σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχεις |694 μέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ. |695 σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρου |696 κτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν — |697 ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμος |698 πατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν. |699 ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. |700 ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς, |701 πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε· |702 τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι, |703 καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ. |704 ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸς |705 γυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. |706 καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ, |707 ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός. |708 καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων, |709 ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί, |710 ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. |711 ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο· |712 τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδος |713 ἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων. |714 ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις, |715 μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. |716 ἔσται τάφος σοι, καὶ κασιγνήτης λέχος |717 οὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼ |718 θανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον. |719 ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πω |720 μάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου. |721 ἀλλʼ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξία |722 λίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ. |723 σίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη· |724 γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ. |725 ἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετε |726 τἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ. |727 δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί, |728 ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι, |729 ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρ |730 ὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. |731 ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸς |732 θῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰς |733 ὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν. |734 τί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι; |735 ὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰς |736 πρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων. |737 ἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους; |738 τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. |739 ἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου. |740 δίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν; |741 ἦ καὶ τύραννος ταῦτα συγχωρήσεται; |742 ναί. |742a πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος. |743 ὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής. |744 δώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις. |745 τοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε. |746 κἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας. |747 τίνʼ οὖν ἐπόμνυς τοισίδʼ ὅρκιον θεῶν; |748 Ἄρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω. |749 ἐγὼ δʼ ἄνακτά γʼ οὐρανοῦ, σεμνὸν Δία. |750 εἰ δʼ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ; |751 ἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με; |752 μήποτε κατʼ Ἄργος ζῶσʼ ἴχνος θείην ποδός. |753 ἄκουε δή νυν ὃν παρήλθομεν λόγον. |754 ἀλλʼ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ. |755 ἐξαίρετόν μοι δὸς τόδʼ, ἤν τι ναῦς πάθῃ, |756 χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέτα |757 ἀφανὴς γένηται, σῶμα δʼ ἐκσῴσω μόνον, |758 τὸν ὅρκον εἶναι τόνδε μηκέτʼ ἔμπεδον. |759 ἀλλʼ οἶσθʼ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ· |760 τἀνόντα κἀγγεγραμμένʼ ἐν δέλτου πτυχαῖς |761 λόγῳ φράσω σοι πάντʼ ἀναγγεῖλαι φίλοις. |762 ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν, |763 αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα· |764 ἢν δʼ ἐν θαλάσσῃ γράμματʼ ἀφανισθῇ τάδε, |765 τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. |766 καλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θʼ ὕπερ. |767 σήμαινε δʼ ᾧ χρὴ τάσδʼ ἐπιστολὰς φέρειν |768 πρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν. |769 ἄγγελλʼ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος· |770 Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδε |771 ζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι — |772 ποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν; |773 ἥδʼ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με. |774 Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν, |775 ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶς |776 σφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω. |777 Πυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα; |778 ἢ σοῖς ἀραία δώμασιν γενήσομαι. |779 Ὀρέστα — ; |779b ἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθῃς. |780 ὦ θεοί. |780b τί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς; |781 οὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε. |782 τάχʼ οὐκ ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξομαι. |783 λέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰ |784 Ἄρτεμις ἔσῳσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ, |785 δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, |786 ἐς τήνδε δʼ ᾤκισʼ αἶαν. αἵδʼ ἐπιστολαί, |787 τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα. |788 ὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με, |789 κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον, |790 τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν. |791 ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε, |792 Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα. |793 δέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰς |794 τὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι. |795 ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένος |796 ὅμως σʼ ἀπίστῳ περιβαλὼν βραχίονι |797 ἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί. |798 ξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολον |799 χραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα. |800 ὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸς |801 Ἀγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου, |802 ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ. |803 ἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων; |804 τὸ δʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία. |805 οὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. |806 ἀλλʼ ἡ Λάκαινα Τυνδαρίς σʼ ἐγείνατο; |807 Πέλοπός γε παιδὶ παιδός, οὗ ʼκπέφυκʼ ἐγώ. |808 τί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον; |809 ἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου. |810 οὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δʼ ἐμέ. |811 λέγοιμʼ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε· |812 Ἀτρέως Θυέστου τʼ οἶσθα γενομένην ἔριν; |813 ἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι. |814 ταῦτʼ οὖν ὑφήνασʼ οἶσθʼ ἐν εὐπήνοις ὑφαῖς; |815 ὦ φίλτατʼ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. |816 εἰκώ τʼ ἐν ἱστοῖς ἡλίου μετάστασιν; |817 ὕφηνα καὶ τόδʼ εἶδος εὐμίτοις πλοκαῖς. |818 καὶ λούτρʼ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα; |819 οἶδʼ· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μʼ ἀφείλετο. |820 τί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν; |821 μνημεῖά γʼ ἀντὶ σώματος τοὐμοῦ τάφῳ. |822 ἃ δʼ εἶδον αὐτός, τάδε φράσω τεκμήρια· |823 Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός, |824 ἣν χερσὶ πάλλων παρθένον Πισάτιδα |825 ἐκτήσαθʼ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, |826 ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην. |827 ὦ φίλτατʼ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ, |828 ἔχω σʼ, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδος |830 Ἀργόθεν, ὦ φίλος. [lyric] |831 κἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται. |832 κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷ |833 τὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δʼ ἐμόν. |834 τόδʼ ἔτι βρέφος |835 ἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦ |836 νεαρὸν ἐν δόμοις. |837 ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μου |839 ψυχά, τί φῶ; θαυμάτων |840 πέρα καὶ λόγου πρόσω τάδʼ ἐπέβα. |841 τὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα. |842 ἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι· |843 δέδοικα δʼ ἐκ χερῶν με μὴ πρὸς αἰθέρα |844 ἀμπτάμενος φύγῃ· |845 ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς, |846 Μυκήνα φίλα, |847 χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς, |848 ὅτι μοι συνομαίμονα τόνδε δόμοις |849 ἐξεθρέψω φάος. |850 γένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, |851 ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος. |852 ἐγᾦδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανον |854 δέρᾳ θῆκέ μοι μελεόφρων πατήρ. |855 οἴμοι. δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ. |856 ἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέως |857 ἐς κλισίαν λέκτρων |859 δολίαν ὅτʼ ἀγόμαν· |860 παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. |861 φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ. |862 ᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ. |864 ἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον. |865 ἄλλα δʼ ἐξ ἄλλων κυρεῖ |867 δαίμονος τύχᾳ τινός. |866 εἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας. |868 ὦ μελέα δεινᾶς τόλμας. δείνʼ ἔτλαν |870 δείνʼ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δʼ ὀλίγον |871 ἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶν |872 δαϊχθεὶς χερῶν. |873 ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά; |874 τίς τύχα μοι συγχωρήσει; |875 τίνα σοι πόρον εὑρομένα — |878 πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψω |879 πατρίδʼ ἐς Ἀργείαν, |880 πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι; |881 τόδε τόδε σόν, ὦ μελέα ψυχά, |882 χρέος ἀνευρίσκειν. |884 πότερον κατὰ χέρσον, οὐχὶ ναΐ — ; |885 ἀλλὰ ποδῶν ῥιπᾷ |886 θανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλα |887 καὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴν |890 στενοπόρου πέτρας μακρὰ κέλευθα να- |891 ΐοισιν δρασμοῖς. |894 τάλαινα, τάλαινα. |895 τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢ |896 τί τῶν ἀδοκήτων, |897 πόρον ἄπορον ἐξανύσας, δυοῖν |898 τοῖν μόνοιν Ἀτρείδαιν φαίνοι |899 κακῶν ἔκλυσιν; [iambic] |900 ἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρα |901 τάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπαγγελῶ. |902 τὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων, |903 Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν· |904 λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών, |905 ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίας |906 λαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου. |907 σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης, |908 καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν. |909 καλῶς ἔλεξας· τῇ τύχῃ δʼ οἶμαι μέλειν |910 τοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ, |911 σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει. |912 μηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου, |913 πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμον |914 εἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί. |915 τῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα. |916 οὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς; |917 Στρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ. |918 ὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός; |919 ἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος. |920 οὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. |921 οὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά. |922 χαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου. |923 κἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον. |924 τὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι; |925 σιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ. |926 ἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν; |927 ἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν. |928 σιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει; |929 Μενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας. |930 οὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους; |931 οὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός. |932 ταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς; |933 ὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι. |934 ἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί. |935 ὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί. |936 τί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα; |937 Φοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην. |938 τί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον; |939 λέγοιμʼ ἄν· ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων. |940 ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰ |941 ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων |942 ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα |943 ἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας, |944 δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς. |945 ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ |946 Ζεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος. |947 ἐλθὼν δʼ ἐκεῖσε — πρῶτα μέν μʼ οὐδεὶς ξένων |948 ἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον· |949 οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι |950 παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, |951 σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπως |952 δαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα, |953 ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίου |954 μέτρημα πληρώσαντες εἶχον ἡδονήν. |955 κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, |956 ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι, |957 μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς. |958 κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆ |959 τελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν, |960 χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. |961 ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκην |962 ἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον, |963 τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων. |964 εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι, |965 Φοῖβός μʼ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοι |966 ψήφους διηρίθμησε Παλλὰς ὠλένῃ· |967 νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια. |968 ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ, |969 ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν· |970 ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, |971 δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί, |972 ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον, |973 καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς, |974 ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών, |975 εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν. |976 ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼν |977 Φοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖν |978 ἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί. |979 ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν, |980 σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, |981 μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφει |982 στείλας Μυκήναις ἐγκαταστήσω πάλιν. |983 ἀλλʼ, ὦ φιληθεῖσʼ, ὦ κασίγνητον κάρα, |984 σῷσον πατρῷον οἶκον, ἔκσῳσον δʼ ἐμέ· |985 ὡς τἄμʼ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, |986 οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας. |987 δεινή τις ὀργὴ δαιμόνων ἐπέζεσε |988 τὸ Ταντάλειον σπέρμα διὰ πόνων τʼ ἄγει. |989 τὸ μὲν πρόθυμον, πρίν σε δεῦρʼ ἐλθεῖν, ἔχω |990 Ἄργει γενέσθαι καὶ σέ, σύγγονʼ, εἰσιδεῖν. |991 θέλω δʼ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνων |992 νοσοῦντά τʼ οἶκον, οὐχὶ τῷ κτανόντι με |993 θυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω· |994 σφαγῆς τε γὰρ σῆς χεῖρʼ ἀπαλλάξαιμεν ἂν |995 σῴσαιμί τʼ οἴκους. τὴν θεὸν δʼ ὅπως λάθω |996 δέδοικα καὶ τύραννον, ἡνίκʼ ἂν κενὰς |997 κρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος. |998 πῶς δʼ οὐ θανοῦμαι; τίς δʼ ἔνεστί μοι λόγος; |999 ἀλλʼ, εἰ μὲν — ἕν τι — τοῦθʼ ὁμοῦ γενήσεται, |1000 ἄγαλμά τʼ οἴσεις κἄμʼ ἐπʼ εὐπρύμνου νεὼς |1001 ἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν· |1002 τούτου δὲ χωρισθεῖσʼ — ἐγὼ μὲν ὄλλυμαι, |1003 σὺ δʼ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις. |1004 οὐ μήν τι φεύγω γʼ, οὐδέ σʼ εἰ θανεῖν χρεὼν |1005 σῴσασαν· οὐ γὰρ ἀλλʼ ἀνὴρ μὲν ἐκ δόμων |1006 θανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ. |1007 οὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς· |1008 ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶ |1009 καὶ ζῆν θέλοιμʼ ἂν καὶ θανὼν λαχεῖν ἴσον. |1010 ἄξω δέ γʼ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, |1011 πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα. |1012 γνώμης δʼ ἄκουσον· εἰ πρόσαντες ἦν τόδε |1013 Ἀρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισε |1014 κομίσαι μʼ ἄγαλμα θεᾶς πόλισμʼ ἐς Παλλάδος |1015 καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρ |1016 συνθεὶς τάδʼ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν. |1017 πῶς οὖν γένοιτʼ ἂν ὥστε μήθʼ ἡμᾶς θανεῖν, |1018 λαβεῖν θʼ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖ |1019 νόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα. |1020 ἆρʼ ἂν τύραννον διολέσαι δυναίμεθʼ ἄν; |1021 δεινὸν τόδʼ εἶπας, ξενοφονεῖν ἐπήλυδας. |1022 ἀλλʼ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον. |1023 οὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα. |1024 τί δʼ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα; |1025 ὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; |1026 κλεπτῶν γὰρ ἡ νύξ, τῆς δʼ ἀληθείας τὸ φῶς. |1027 εἴσʼ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν. |1028 οἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν; |1029 ἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι. |1030 ποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω. |1031 ταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι. |1032 δειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. |1033 φονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν. |1034 χρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς. |1035 ὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, |1036 τίνʼ αἰτίαν ἔχουσʼ; ὑποπτεύω τι γάρ. |1037 οὐ καθαρὸν ὄντα· τὸ δʼ ὅσιον δώσω φόβῳ. |1038 τί δῆτα μᾶλλον θεᾶς ἄγαλμʼ ἁλίσκεται; |1039 πόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι, |1040 ἔτʼ ἐν δόμοισι βρέτας, ἐφʼ ᾧ πεπλεύκαμεν. |1041 κἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ. |1042 ποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον; |1043 οὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν. |1044 σὺ δʼ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας; |1045 ἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστʼ ἐμοὶ μόνῃ. |1046 Πυλάδης δʼ ὅδʼ ἡμῖν ποῦ τετάξεται πόνου; |1047 ταὐτὸν χεροῖν σοὶ λέξεται μίασμʼ ἔχων. |1048 λάθρα δʼ ἄνακτος ἢ εἰδότος δράσεις τάδε; |1049 πείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε. |1050 καὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. |1051 σοὶ δὴ μέλειν χρὴ τἄλλʼ ὅπως ἕξει καλῶς. |1052 ἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε. |1053 ἀλλʼ ἀντίαζε καὶ λόγους πειστηρίους |1054 εὕρισκʼ· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή. |1055 τὰ δʼ ἄλλʼ ἴσως — . ἅπαντα συμβαίη καλῶς. |1056 ὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω, |1057 καὶ τἄμʼ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχειν |1058 ἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτρας |1059 φίλου τʼ ἀδελφοῦ φιλτάτης τε συγγόνου. |1060 καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδʼ ἀρχέτω· |1061 γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένος |1062 σῴζειν τε κοινὰ πράγματʼ ἀσφαλέσταται. |1063 σιγήσαθʼ ἡμῖν καὶ συνεκπονήσατε |1064 φυγάς. καλόν τοι γλῶσσʼ ὅτῳ πιστὴ παρῇ. |1065 ὁρᾶτε δʼ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, |1066 ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει. |1067 σωθεῖσα δʼ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης, |1068 σώσω σʼ ἐς Ἑλλάδʼ. ἀλλὰ πρός σε δεξιᾶς |1069 σὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος, |1070 γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτων |1071 μητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ. |1072 τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν — |1073 φθέγξασθε — ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγους |1074 ὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας. |1075 θάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον· |1076 ὡς ἔκ γʼ ἐμοῦ σοι πάντα σιγηθήσεται — |1077 ἴστω μέγας Ζεύς — ὧν ἐπισκήπτεις πέρι. |1078 ὄναισθε μύθων καὶ γένοισθʼ εὐδαίμονες. |1079 σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους· |1080 ὡς αὐτίχʼ ἥξει τῆσδε κοίρανος χθονός, |1081 θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων. |1082 >ὦ πότνιʼ, ἥπερ μʼ Αὐλίδος κατὰ πτυχὰς |1083 δεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός, |1084 σῶσόν με καὶ νῦν τούσδε τʼ· ἢ τὸ Λοξίου |1085 οὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα. |1086 ἀλλʼ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸς |1087 ἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδʼ οὐ πρέπει |1088 ναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα. [choral] [strophe 1] |1089 ὄρνις, ἃ παρὰ πετρίνας |1090 πόντου δειράδας, ἀλκυών, |1091 ἔλεγον οἶτον ἀείδεις, |1092 εὐξύνετον ξυνετοῖς βοάν, |1093 ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς, |1094 ἐγώ σοι παραβάλλομαι |1095 θρήνους, ἄπτερος ὅρνις, |1096 ποθοῦσʼ Ἑλλάνων ἀγόρους, |1097 ποθοῦσʼ Ἄρτεμιν λοχίαν, |1098 ἃ παρὰ Κύνθιον ὄχθον οἰ- |1099 κεῖ φοίνικά θʼ ἁβροκόμαν |1100 δάφναν τʼ εὐερνέα καὶ |1101 γλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί- |1102 ας, Λατοῦς ὠδῖνα φίλαν, |1103 λίμναν θʼ εἱλίσσουσαν ὕδωρ |1104 κύκλιον, ἔνθα κύκνος μελῳ- |1105 δὸς Μούσας θεραπεύει. [antistrophe 1] |1106 ὦ πολλαὶ δακρύων λιβάδες, |1107 αἳ παρηίδας εἰς ἐμὰς |1108 ἔπεσον, ἁνίκα πύργων |1109 ὀλομένων ἐν ναυσὶν ἔβαν |1110 πολεμίων ἐρετμοῖσι καὶ λόγχαις. |1111 ζαχρύσου δὲ διʼ ἐμπολᾶς |1112 νόστον βάρβαρον ἦλθον, |1113 ἔνθα τᾶς ἐλαφοκτόνου |1114 θεᾶς ἀμφίπολον κόραν |1115 παῖδʼ Ἀγαμεμνονίαν λατρεύ- |1116 ω βωμούς τʼ οὐ μηλοθύτας, |1117 ζηλοῦσʼ ἄταν διὰ παν- |1118 τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ- |1119 καις οὐ κάμνεις σύντροφος ὤν. |1120 μεταβάλλει δυσδαιμονία· |1121 τὸ δὲ μετʼ εὐτυχίας κακοῦ- |1122 σθαι θνατοῖς βαρὺς αἰών. [strophe 2] |1123 καὶ σὲ μέν, πότνιʼ, Ἀργεία |1124 πεντηκόντορος οἶκον ἄξει· |1125 συρίζων θʼ ὁ κηροδέτας |1126 κάλαμος οὐρείου Πανὸς |1127 κώπαις ἐπιθωΰξει, |1128 ὁ Φοῖβός θʼ ὁ μάντις ἔχων |1129 κέλαδον ἑπτατόνου λύρας |1130 ἀείδων ἄξει λιπαρὰν |1131 εὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν. |1132 ἐμὲ δʼ αὐτοῦ λιποῦσα |1133 βήσῃ ῥοθίοισι πλάταις· |1134 ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν ὑ- |1135 πὲρ στόλον ἐκπετάσουσι πόδα |1136 ναὸς ὠκυπόμπου. [antistrophe 2] |1138 λαμπροὺς ἱπποδρόμους βαίην, |1139 ἔνθʼ εὐάλιον ἔρχεται πῦρ· |1140 οἰκείων δʼ ὑπὲρ θαλάμων |1141 πτέρυγας ἐν νώτοις ἁμοῖς |1142 λήξαιμι θοάζουσα· |1143 χοροῖς δʼ ἑσταίην, ὅθι καὶ |1144 παρθένος, εὐδοκίμων γάμων, |1145 παρὰ πόδʼ εἱλίσσουσα φίλας |1146 ματρὸς ἡλίκων θιάσους, |1147 χαρίτων εἰς ἁμίλλας, |1148 χαίτας ἁβρόπλουτον ἔριν, |1149 ὀρνυμένα, πολυποίκιλα φάρεα |1150 καὶ πλοκάμους περιβαλλομένα |1151 γένυσιν ἐσκίαζον. [episode] |1153 ποῦ ʼσθʼ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴ |1154 Ἑλληνίς; ἤδη τῶν ξένων κατήρξατο; |1155 ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί; |1156 ἥδʼ ἐστίν, ἥ σοι πάντʼ, ἄναξ, ἐρεῖ σαφῶς. |1157 ἔα· |1157a τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων, |1158 Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμʼ ἐν ὠλέναις; |1159 ἄναξ, ἔχʼ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν. |1160 τί δʼ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις; |1161 ἀπέπτυσʼ· Ὁσίᾳ γὰρ δίδωμʼ ἔπος τόδε. |1162 τί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς. |1163 οὐ καθαρά μοι τὰ θύματʼ ἠγρεύσασθʼ, ἄναξ. |1164 τί τοὐκδιδάξαν τοῦτό σʼ; ἢ δόξαν λέγεις; |1165 βρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. |1166 αὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός; |1167 αὐτόματον· ὄψιν δʼ ὀμμάτων ξυνήρμοσεν. |1168 ἡ δʼ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος; |1169 ἥδʼ, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον. |1170 ἀλλʼ ἦ τινʼ ἔκανον βαρβάρων ἀκτῆς ἔπι; |1171 οἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι. |1172 τίνʼ; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν. |1173 μητέρα κατειργάσαντο κοινωνῷ ξίφει. |1174 Ἄπολλον, οὐδʼ ἐν βαρβάροις ἔτλη τις ἄν. |1175 πάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. |1176 ἦ τῶνδʼ ἕκατι δῆτʼ ἄγαλμʼ ἔξω φέρεις; |1177 σεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου. |1178 μίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ; |1179 ἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν. |1180 σοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς. |1181 καὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν. |1182 τῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι; |1183 τὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν. |1184 ὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων. |1185 καὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν. |1186 σὺ δʼ ἐς τὸ τῆς θεοῦ γʼ ἐξένευσας εἰκότως. |1187 πᾶσάν γε μισοῦσʼ Ἑλλάδʼ, ἥ μʼ ἀπώλεσεν. |1188 τί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι; |1189 τὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν. |1190 οὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν; |1191 ἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω. |1192 πηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ; |1193 θάλασσα κλύζει πάντα τἀνθρώπων κακά. |1194 ὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν. |1195 καὶ τἀμά γʼ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι. |1196 οὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων; |1197 ἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν. |1198 ἄγʼ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθʼ ὁρᾶν. |1199 ἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας. |1200 εἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος. |1201 οὐ γάρ ποτʼ ἄν νιν ἠράμην βάθρων ἄπο. |1202 δίκαιος ηὑσέβεια καὶ προμηθία. [trochees] |1203 οἶσθά νυν ἅ μοι γενέσθω; |1203b σὸν τὸ σημαίνειν τόδε. |1204 δεσμὰ τοῖς ξένοισι πρόσθες. |1204b ποῖ δέ σʼ ἐκφύγοιεν ἄν; |1205 πιστὸν Ἑλλὰς οἶδεν οὐδέν. |1205b ἴτʼ ἐπὶ δεσμά, πρόσπολοι. |1206 κἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους — |1206b ἔσται τάδε. |1207 κρᾶτα κρύψαντες πέπλοισιν. |1207b ἡλίου πρόσθεν φλογός. |1208 σῶν τέ μοι σύμπεμπʼ ὀπαδῶν. |1208b οἵδʼ ὁμαρτήσουσί σοι. |1209 καὶ πόλει πέμψον τινʼ ὅστις σημανεῖ — |1209b ποίας τύχας; |1210 ἐν δόμοις μίμνειν ἅπαντας. |1210b μὴ συναντῷεν φόνῳ; |1211 μυσαρὰ γὰρ τὰ τοιάδʼ ἐστί. |1211b στεῖχε καὶ σήμαινε σύ — |1212 μηδένʼ εἰς ὄψιν πελάζειν. |1212b εὖ γε κηδεύεις πόλιν. |1213 καὶ φίλων γʼ οὓς δεῖ μάλιστα. |1213b τοῦτʼ ἔλεξας εἰς ἐμέ. |1214b ὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις. |1215 σὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ — |1215b τί χρῆμα δρῶ; |1216 ἅγνισον πυρσῷ μέλαθρον. |1216b καθαρὸν ὡς μόλῃς πάλιν. |1217 ἡνίκʼ ἂν δʼ ἔξω περῶσιν οἱ ξένοι — |1217b τί χρή με δρᾶν; |1218 πέπλον ὀμμάτων προθέσθαι. |1218b μὴ παλαμναῖον λάβω. |1219 ἢν δʼ ἄγαν δοκῶ χρονίζειν — |1219b τοῦδʼ ὅρος τίς ἐστί μοι; |1220 θαυμάσῃς μηδέν. |1220b τὰ τῆς θεοῦ πρᾶσσʼ — ἐπεὶ σχολή — καλῶς. |1221 εἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι. |1221b συνεύχομαι. |1222 τούσδʼ ἄρʼ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένους |1223 καὶ θεᾶς κόσμους νεογνούς τʼ ἄρνας, ὡς φόνῳ φόνον |1224 μυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τʼ ἄλλʼ ὅσα |1225 προυθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια. |1226 ἐκποδὼν δʼ αὐδῶ πολίταις τοῦδʼ ἔχειν μιάσματος, |1227 εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖς |1228 ἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται, |1229 φεύγετʼ, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε. |1230 ὦ Διὸς Λητοῦς τʼ ἄνασσα παρθένʼ, ἢν νίψω φόνον |1231 τῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον, |1232 εὐτυχεῖς δʼ ἡμεῖς ἐσόμεθα. τἄλλα δʼ οὐ λέγουσʼ, ὅμως |1233 τοῖς τὰ πλείονʼ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά. [choral] [strophe 1] |1234 εὔπαις ὁ Λατοῦς γόνος, |1235 τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοις |1236 ἔτικτε, χρυσοκόμαν |1238 ἐν κιθάρᾳ σοφόν, ἅ τʼ ἐπὶ τόξων |1239 εὐστοχίᾳ γάνυται· φέρε δʼ αὐτά |1240 νιν ἀπὸ δειράδος εἰναλίας, |1241 λοχεῖα κλεινὰ λιποῦσα μά- |1242 τηρ, τὰν ἀστάκτων ὑδάτων |1243 βακχεύουσαν Διονύ- |1244 σῳ Παρνάσιον κορυφάν· |1244a ὅθι ποικιλόνωτος οἰ- |1245 νωπὸς δράκων, |1246 σκιερᾷ κατάχαλκος εὐ- |1247 φύλλῳ δάφνᾳ, |1248 γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ- |1248a ον Χθόνιον. |1249 ἔτι μιν ἔτι βρέφος, ἔτι φίλας |1250 ἐπὶ ματέρος ἀγκάλαισι θρῴσκων |1251 ἔκανες, ὦ Φοῖβε, μαντείων δʼ ἐπέβας ζαθέων, |1254 τρίποδί τʼ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳ |1255 μαντείας βροτοῖς θεσφάτων νέμων |1257 ἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσον |1258 γᾶς ἔχων μέλαθρον. [antistrophe 1] |1259 Θέμιν δʼ ἐπεὶ γᾶς ἰὼν |1260 παῖδʼ ἀπενάσσατο Πυθῶνος ἀπὸ ζαθέων |1261 χρηστηρίων, νύχια |1262 Χθὼν ἐτεκνώσατο φάσματʼ ὀνείρων, |1263 οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τʼ |1265 ἔπειθʼ, ὅσσα τʼ ἔμελλε τυχεῖν, |1266 ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ- |1267 νὰς ἔφραζον· Γαῖα δὲ τὰν |1268 μαντεῖον ἀφείλετο τι- |1269 μὰν Φοῖβον, φθόνῳ θυγατρός. |1270 ταχύπους δʼ ἐς Ὄλυμπον ὁρ- |1271 μαθεὶς ἄναξ |1271a χέρα παιδνὸν ἕλιξεν ἐκ |1272 Διὸς θρόνων |1273 Πυθίων δόμων χθονίαν ἀφελεῖν μῆ- |1273a νιν θεᾶς. νυχίους τʼ ἐνοπὰς. |1274 γέλασε δʼ, ὅτι τέκος ἄφαρ ἔβα |1275 πολύχρυσα θέλων λατρεύματα σχεῖν· |1276 ἐπὶ δʼ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς, |1277 ἀπὸ δʼ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν, |1280 καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ, |1281 πολυάνορι δʼ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖς |1282 θεσφάτων ἀοιδαῖς. [episode] |1284 ὦ ναοφύλακες βώμιοί τʼ ἐπιστάται, |1285 Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς; |1286 καλεῖτʼ ἀναπτύξαντες εὐγόμφους πύλας |1287 ἔξω μελάθρων τῶνδε κοίρανον χθονός. |1288 τί δʼ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν; |1289 βεβᾶσι φροῦδοι δίπτυχοι νεανίαι |1290 Ἀγαμεμνονείας παιδὸς ἐκ βουλευμάτων |1291 φεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέτας |1292 λαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς. |1293 ἄπιστον εἶπας μῦθον· ὃν δʼ ἰδεῖν θέλεις |1294 ἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς. |1295 ποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα. |1296 οὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νιν |1297 ὅπου κυρήσας τούσδʼ ἀπαγγελεῖς λόγους. |1298 ὁρᾶτʼ, ἄπιστον ὡς γυναικεῖον γένος· |1299 μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος. |1300 μαίνῃ· τί δʼ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα; |1301 οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος; |1302 οὔ, πρίν γʼ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε, |1303 εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον ἀρχηγὸς χθονός. |1304 ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω, |1305 καὶ δεσπότῃ σημήναθʼ οὕνεκʼ ἐν πύλαις |1306 πάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν. |1307 τίς ἀμφὶ δῶμα θεᾶς τόδʼ ἵστησιν βοήν, |1308 πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω; |1309 φεῦ· |1309a πῶς ἔλεγον αἵδε, καί μʼ ἀπήλαυνον δόμων, |1310 ὡς ἐκτὸς εἴης· σὺ δὲ κατʼ οἶκον ἦσθʼ ἄρα. |1311 τί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι; |1312 αὖθις τὰ τῶνδε σημανῶ· τὰ δʼ ἐν ποσὶ |1313 παρόντʼ ἄκουσον. ἡ νεᾶνις ἣ ʼνθάδε |1314 βωμοῖς παρίστατʼ, Ἰφιγένειʼ, ἔξω χθονὸς |1315 σὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶς |1316 ἄγαλμʼ ἔχουσα· δόλια δʼ ἦν καθάρματα. |1317 πῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη; |1318 σῴζουσʼ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ. |1319 τὸν ποῖον; ἆρʼ ὃν Τυνδαρὶς τίκτει κόρη; |1320 ὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο. |1321 ὦ θαῦμα — πῶς σε μεῖζον ὀνομάσας τύχω; |1322 μὴ ʼνταῦθα τρέψῃς σὴν φρένʼ, ἀλλʼ ἄκουέ μου· |1323 σαφῶς δʼ ἀθρήσας καὶ κλύων ἐκφρόντισον |1324 διωγμὸς ὅστις τοὺς ξένους θηράσεται. |1325 λέγʼ· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρον |1326 φεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ. |1327 ἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας, |1328 οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη, |1329 ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένων |1330 ἔχοντας, ἐξένευσʼ ἀποστῆναι πρόσω |1331 Ἀγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγα |1332 θύουσα καὶ καθαρμὸν ὃν μετῴχετο, |1333 αὐτὴ δʼ ὄπισθε δέσμʼ ἔχουσα τοῖν ξένοιν |1334 ἔστειχε χερσί. καὶ τάδʼ ἦν ὕποπτα μέν, |1335 ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ. |1336 χρόνῳ δʼ, ἵνʼ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον, |1337 ἀνωλόλυξε καὶ κατῇδε βάρβαρα |1338 μέλη μαγεύουσʼ, ὡς φόνον νίζουσα δή. |1339 ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον, |1340 ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοι |1341 κτάνοιεν αὐτὴν δραπέται τʼ οἰχοίατο. |1342 φόβῳ δʼ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθα |1343 σιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγος |1344 στείχειν ἵνʼ ἦσαν, καίπερ οὐκ ἐωμένοις. |1345 κἀνταῦθʼ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφος |1346 ταρσῷ κατήρει πίτυλον ἐπτερωμένον, |1347 ναύτας τε πεντήκοντʼ ἐπὶ σκαλμῶν πλάτας |1348 ἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίας |1349 ἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς. |1350 κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δʼ ἐπωτίδων |1351 ἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακας |1352 σπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια, |1353 πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν. |1354 ἡμεῖς δʼ ἀφειδήσαντες, ὡς ἐσείδομεν |1355 δόλια τεχνήματʼ, εἰχόμεσθα τῆς ξένης |1356 πρυμνησίων τε, καὶ διʼ εὐθυντηρίας |1357 οἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς. |1358 λόγοι δʼ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετε |1359 κλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους; |1360 τίνος τίς ὢν σὺ τήνδʼ ἀπεμπολᾷς χθονός; |1361 ὁ δʼ εἶπʼ· Ὀρέστης, τῆσδʼ ὅμαιμος, ὡς μάθῃς, |1362 Ἀγαμέμνονος παῖς, τήνδʼ ἐμὴν κομίζομαι |1363 λαβὼν ἀδελφήν, ἣν ἀπώλεσʼ ἐκ δόμων. |1364 ἀλλʼ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένης |1365 καὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν· |1366 ὅθεν τὰ δεινὰ πλήγματʼ ἦν γενειάδων. |1367 κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖν |1368 ἡμεῖς τε· πυγμαί τʼ ἦσαν ἐγκροτούμεναι, |1369 καὶ κῶλʼ ἀπʼ ἀμφοῖν τοῖν νεανίαιν ἅμα |1370 ἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, |1371 ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη. |1372 δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοι |1373 ἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳ |1374 κάθαιμʼ ἔχοντες τραύμαθʼ, οἳ δʼ ἐν ὄμμασιν· |1375 ὄχθοις δʼ ἐπισταθέντες εὐλαβεστέρως |1376 ἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν. |1377 ἀλλʼ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπι |1378 σταθέντες ἰοῖς, ὥστʼ ἀναστεῖλαι πρόσω. |1379 κἀν τῷδε — δεινὸς γὰρ κλύδων ὤκειλε ναῦν |1380 πρὸς γῆν, φόβος δʼ ἦν παρθένῳ τέγξαι πόδα — |1381 λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν, |1382 βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών, |1383 ἔθηκʼ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς, |1384 τό τʼ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρης |1385 ἄγαλμα. ναὸς δʼ ἐκ μέσης ἐφθέγξατο |1386 βοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼς |1387 λάβεσθε κώπαις ῥόθιά τʼ ἐκλευκαίνετε· |1388 ἔχομεν γὰρ ὧνπερ οὕνεκʼ ἄξενον πόρον |1389 Συμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν. |1390 οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοι |1391 ἔπαισαν ἅλμην. ναῦς δʼ, ἕως μὲν ἐντὸς ἦν |1392 λιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲ |1393 λάβρῳ κλύδωνι συμπεσοῦσʼ ἠπείγετο· |1394 δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼς |1395 ὠθεῖ παλίμπρυμνʼ ἱστίʼ· οἳ δʼ ἐκαρτέρουν |1396 πρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλιν |1397 κλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲ |1398 Ἀγαμέμνονος παῖς ηὔξατʼ· ὦ Λητοῦς κόρη |1399 σῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδα |1400 ἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθʼ ἐμαῖς. |1401 φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά· |1402 φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει. |1403 ναῦται δʼ ἐπευφήμησαν εὐχαῖσιν κόρης |1404 παιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδας |1405 κώπῃ προσαρμόσαντες ἐκ κελεύσματος. |1406 μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος· |1407 χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν, |1408 ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας. |1409 κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρʼ ἀπεστάλην, |1410 σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας. |1411 ἀλλʼ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν· |1412 εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται, |1413 οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας. |1414 πόντου δʼ ἀνάκτωρ Ἴλιόν τʼ ἐπισκοπεῖ |1415 σεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος, |1416 καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνον |1417 σοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖν |1418 λαβεῖν, ἀδελφήν θʼ, ἣ φόνον τὸν Αὐλίδι |1419 ἀμνημόνευτον θεᾷ προδοῦσʼ ἁλίσκεται. |1420 ὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέτα |1421 θανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας. |1422 ὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός, |1423 οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίας |1424 παράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼς |1425 Ἑλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷ |1426 σπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε, |1427 οἳ δʼ ὠκυπομποὺς ἕλξετʼ ἐς πόντον πλάτας; |1428 ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασι |1429 λαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτρας |1430 ῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας. |1431 ὑμᾶς δὲ τὰς τῶνδʼ ἴστορας βουλευμάτων, |1432 γυναῖκες, αὖθις, ἡνίκʼ ἂν σχολὴν λάβω, |1433 ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένην |1434 σπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι. |1435 ποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξ |1436 Θόας; ἄκουσον τῆσδʼ Ἀθηναίας λόγους. |1437 παῦσαι διώκων ῥεῦμά τʼ ἐξορμῶν στρατοῦ· |1438 πεπρωμένος γὰρ θεσφάτοισι Λοξίου |1439 δεῦρʼ ἦλθʼ Ὀρέστης, τόν τʼ Ἐρινύων χόλον |1440 φεύγων ἀδελφῆς τʼ Ἄργος ἐσπέμψων δέμας |1441 ἄγαλμά θʼ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα, |1441b τῶν νῦν παρόντων πημάτων ἀναψυχάς. |1442 πρὸς μὲν σὲ ὅδʼ ἡμῖν μῦθος· ὃν δʼ ἀποκτενεῖν |1443 δοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ, |1444 ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμονα |1445 πόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ. |1446 μαθὼν δʼ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς — |1447 κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς — |1448 χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν. |1449 ὅταν δʼ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, |1450 χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοις |1451 ὅροισι, γείτων δειράδος Καρυστίας, |1452 ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς· |1453 ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας, |1454 ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν, |1455 οὓς ἐξεμόχθεις περιπολῶν καθʼ Ἑλλάδα |1456 οἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶ |1457 τὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν. |1458 νόμον τε θὲς τόνδʼ· ὅταν ἑορτάζῃ λεώς, |1459 τῆς σῆς σφαγῆς ἄποινʼ ἐπισχέτω ξίφος |1460 δέρῃ πρὸς ἀνδρὸς αἷμά τʼ ἐξανιέτω, |1461 ὁσίας ἕκατι θεά θʼ ὅπως τιμὰς ἔχῃ. |1462 σὲ δʼ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακας |1463 Βραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ· |1464 οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλων |1465 ἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, |1466 ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖς |1467 λίπωσʼ ἐν οἴκοις. τάσδε δʼ ἐκπέμπειν χθονὸς |1468 Ἑλληνίδας γυναῖκας ἐξεφίεμαι |1469 γνώμης δικαίας οὕνεκʼ |1469b ἐκσῴσασα δὲ |1470 καὶ πρίν σʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσας |1471 κρίνασʼ, Ὀρέστα· καὶ νόμισμʼ ἔσται τόδε, |1472 νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ. |1473 ἀλλʼ ἐκκομίζου σὴν κασιγνήτην χθονός, |1474 Ἀγαμέμνονος παῖ. — καὶ σὺ μὴ θυμοῦ, Θόας. |1475 ἄνασσʼ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοις |1476 ὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ. |1477 ἐγὼ δʼ Ὀρέστῃ τʼ, εἰ φέρων βρέτας θεᾶς |1478 βέβηκʼ, ἀδελφῇ τʼ οὐχὶ θυμοῦμαι· τί γὰρ |1479 πρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν; |1480 ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματι |1481 γαῖαν, καθιδρύσαιντό τʼ εὐτυχῶς βρέτας. |1482 πέμψω δὲ καὶ τάσδʼ Ἑλλάδʼ εἰς εὐδαίμονα |1483 γυναῖκας, ὥσπερ σὸν κέλευσμʼ ἐφίεται. |1484 παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοις |1485 ναῶν τʼ ἐρετμά, σοὶ τάδʼ ὡς δοκεῖ, θεά. |1486 αἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ. |1487 ἴτʼ, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονος |1488 παῖδʼ εἰς Ἀθήνας· συμπορεύσομαι δʼ ἐγὼ |1489 σῴζουσʼ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας. [anapests] |1490 ἴτʼ ἐπʼ εὐτυχίᾳ τῆς σῳζομένης |1491 μοίρας εὐδαίμονες ὄντες. |1492 ἀλλʼ, ὦ σεμνὴ παρά τʼ ἀθανάτοις |1493 καὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα, |1494 δράσομεν οὕτως ὡς σὺ κελεύεις. |1495 μάλα γὰρ τερπνὴν κἀνέλπιστον |1496 φήμην ἀκοαῖσι δέδεγμαι. |1497 — — — |1497a ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν |1498 βίοτον κατέχοις |1499 καὶ μὴ λήγοις στεφανοῦσα.