[edition urn:cts:greekLit:tlg0006.tlg012.perseus-grc2] [episode] |1 ὦ γῆς παλαιὸν ἄργος, Ἰνάχου ῥοαί, |2 ὅθεν ποτʼ ἄρας ναυσὶ χιλίαις Ἄρη |3 ἐς γῆν ἔπλευσε Τρῳάδʼ Ἀγαμέμνων ἄναξ. |4 κτείνας δὲ τὸν κρατοῦντʼ ἐν Ἰλιάδι χθονὶ |5 Πρίαμον, ἑλών τε Δαρδάνου κλεινὴν πόλιν, |6 ἀφίκετʼ ἐς τόδʼ Ἄργος, ὑψηλῶν δʼ ἐπὶ |7 ναῶν ἔθηκε σκῦλα πλεῖστα βαρβάρων. |8 κἀκεῖ μὲν εὐτύχησεν· ἐν δὲ δώμασι |9 θνῄσκει γυναικὸς πρὸς Κλυταιμήστρας δόλῳ |10 καὶ τοῦ Θυέστου παιδὸς Αἰγίσθου χερί. |11 χὣ μὲν παλαιὰ σκῆπτρα Ταντάλου λιπὼν |12 ὄλωλεν, Αἴγισθος δὲ βασιλεύει χθονός, |13 ἄλοχον ἐκείνου Τυνδαρίδα κόρην ἔχων. |14 οὓς δʼ ἐν δόμοισιν ἔλιφʼ ὅτʼ ἐς Τροίαν ἔπλει, |15 ἄρσενά τʼ Ὀρέστην θῆλύ τʼ Ἠλέκτρας θάλος, |16 τὸν μὲν πατρὸς γεραιὸς ἐκκλέπτει τροφεὺς |17 μέλλοντʼ Ὀρέστην χερὸς ὑπʼ Αἰγίσθου θανεῖν |18 Στροφίῳ τʼ ἔδωκε Φωκέων ἐς γῆν τρέφειν· |19 ἣ δʼ ἐν δόμοις ἔμεινεν Ἠλέκτρα πατρός, |20 ταύτην ἐπειδὴ θαλερὸς εἶχʼ ἥβης χρόνος, |21 μνηστῆρες ᾔτουν Ἑλλάδος πρῶτοι χθονός. |22 δείσας δὲ μή τῳ παῖδʼ ἀριστέων τέκοι |23 Ἀγαμέμνονος ποινάτορʼ, εἶχεν ἐν δόμοις |24 Αἴγισθος οὐδʼ ἥρμοζε νυμφίῳ τινί. |25 ἐπεὶ δὲ καὶ τοῦτʼ ἦν φόβου πολλοῦ πλέων, |26 μή τῳ λαθραίως τέκνα γενναίῳ τέκοι, |27 κτανεῖν σφε βουλεύσαντος, ὠμόφρων ὅμως |28 μήτηρ νιν ἐξέσῳσεν Αἰγίσθου χερός. |29 ἐς μὲν γὰρ ἄνδρα σκῆψιν εἶχʼ ὀλωλότα, |30 παίδων δʼ ἔδεισε μὴ φθονηθείη φόνῳ. |31 ἐκ τῶνδε δὴ τοιόνδʼ ἐμηχανήσατο |32 Αἴγισθος· ὃς μὲν γῆς ἀπηλλάχθη φυγὰς |33 Ἀγαμέμνονος παῖς, χρυσὸν εἶφʼ ὃς ἂν κτάνῃ, |34 ἡμῖν δὲ δὴ δίδωσιν Ἠλέκτραν ἔχειν |35 δάμαρτα, πατέρων μὲν Μυκηναίων ἄπο |36 γεγῶσιν — οὐ δὴ τοῦτό γʼ ἐξελέγχομαι· |37 λαμπροὶ γὰρ ἐς γένος γε, χρημάτων δὲ δὴ |38 πένητες, ἔνθεν ηὑγένειʼ ἀπόλλυται — |39 ὡς ἀσθενεῖ δοὺς ἀσθενῆ λάβοι φόβον. |40 εἰ γάρ νιν ἔσχεν ἀξίωμʼ ἔχων ἀνήρ, |41 εὕδοντʼ ἂν ἐξήγειρε τὸν Ἀγαμέμνονος |42 φόνον δίκη τʼ ἂν ἦλθεν Αἰγίσθῳ τότε. |43 ἣν οὔποθʼ ἁνὴρ ὅδε — σύνοιδέ μοι Κύπρις — |44 ᾔσχυνεν εὐνῇ· παρθένος δʼ ἔτʼ ἐστὶ δή. |45 αἰσχύνομαι γὰρ ὀλβίων ἀνδρῶν τέκνα |46 λαβὼν ὑβρίζειν, οὐ κατάξιος γεγώς. |47 στένω δὲ τὸν λόγοισι κηδεύοντʼ ἐμοὶ |48 ἄθλιον Ὀρέστην, εἴ ποτʼ εἰς Ἄργος μολὼν |49 γάμους ἀδελφῆς δυστυχεῖς ἐσόψεται. |50 ὅστις δέ μʼ εἶναί φησι μῶρον, εἰ λαβὼν |51 νέαν ἐς οἴκους παρθένον μὴ θιγγάνω, |52 γνώμης πονηροῖς κανόσιν ἀναμετρούμενος |53 τὸ σῶφρον ἴστω καὐτὸς αὖ τοιοῦτος ὤν. |54 ὦ νὺξ μέλαινα, χρυσέων ἄστρων τροφέ, |55 ἐν ᾗ τόδʼ ἄγγος τῷδʼ ἐφεδρεῦον κάρᾳ |56 φέρουσα πηγὰς ποταμίας μετέρχομαι — |57 οὐ δή τι χρείας ἐς τοσόνδʼ ἀφιγμένη, |58 ἀλλʼ ὡς ὕβριν δείξωμεν Αἰγίσθου θεοῖς — |59 γόους τʼ ἀφίημʼ αἰθέρʼ ἐς μέγαν πατρί. |60 ἡ γὰρ πανώλης Τυνδαρίς, μήτηρ ἐμή, |61 ἐξέβαλέ μʼ οἴκων, χάριτα τιθεμένη πόσει· |62 τεκοῦσα δʼ ἄλλους παῖδας Αἰγίσθῳ πάρα |63 πάρεργʼ Ὀρέστην κἀμὲ ποιεῖται δόμων — |64 τί γὰρ τάδʼ, ὦ δύστηνʼ, ἐμὴν μοχθεῖς χάριν |65 πόνους ἔχουσα, πρόσθεν εὖ τεθραμμένη, |66 καὶ ταῦτʼ ἐμοῦ λέγοντος οὐκ ἀφίστασαι; |67 ἐγώ σʼ ἴσον θεοῖσιν ἡγοῦμαι φίλον· |68 ἐν τοῖς ἐμοῖς γὰρ οὐκ ἐνύβρισας κακοῖς. |69 μεγάλη δὲ θνητοῖς μοῖρα συμφορᾶς κακῆς |70 ἰατρὸν εὑρεῖν, ὡς ἐγὼ σὲ λαμβάνω. |71 δεῖ δή με κἀκέλευστον εἰς ὅσον σθένω |72 μόχθου ʼπικουφίζουσαν, ὡς ῥᾷον φέρῃς, |73 συνεκκομίζειν σοι πόνους. ἅλις δʼ ἔχεις |74 τἄξωθεν ἔργα· τἀν δόμοις δʼ ἡμᾶς χρεὼν |75 ἐξευτρεπίζειν. εἰσιόντι δʼ ἐργάτῃ |76 θύραθεν ἡδὺ τἄνδον εὑρίσκειν καλῶς. |77 εἴ τοι δοκεῖ σοι, στεῖχε· καὶ γὰρ οὐ πρόσω |78 πηγαὶ μελάθρων τῶνδʼ. ἐγὼ δʼ ἅμʼ ἡμέρᾳ |79 βοῦς εἰς ἀρούρας ἐσβαλὼν σπερῶ γύας. |80 ἀργὸς γὰρ οὐδεὶς θεοὺς ἔχων ἀνὰ στόμα |81 βίον δύναιτʼ ἂν ξυλλέγειν ἄνευ πόνου. |82 Πυλάδη, σὲ γὰρ δὴ πρῶτον ἀνθρώπων ἐγὼ |83 πιστὸν νομίζω καὶ φίλον ξένον τʼ ἐμοί· |84 μόνος δʼ Ὀρέστην τόνδʼ ἐθαύμαζες φίλων, |85 πράσσονθʼ ἃ πράσσω δείνʼ ὑπʼ Αἰγίσθου παθών, |86 ὅς μου κατέκτα πατέρα — χἡ πανώλεθρος |87 μήτηρ. ἀφῖγμαι δʼ ἐκ θεοῦ μυστηρίων |88 Ἀργεῖον οὖδας οὐδενὸς ξυνειδότος, |89 φόνον φονεῦσι πατρὸς ἀλλάξων ἐμοῦ. |90 νυκτὸς δὲ τῆσδε πρὸς τάφον μολὼν πατρὸς |91 δάκρυά τʼ ἔδωκα καὶ κόμης ἀπηρξάμην |92 πυρᾷ τʼ ἐπέσφαξʼ αἷμα μηλείου φόνου, |93 λαθὼν τυράννους οἳ κρατοῦσι τῆσδε γῆς. |94 καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα, |95 δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην |96 πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ |97 ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν, |98 ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις |99 ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν· |100 ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν |101 λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω. |102 νῦν οὖν — ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται — |103 ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα. |104 ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ |105 φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν |106 εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή. |107 ἀλλʼ — εἰσορῶ γὰρ τήνδε προσπόλον τινά, |108 πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ |109 φέρουσαν — ἑζώμεσθα κἀκπυθώμεθα |110 δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος |111 ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα. [choral] [strophe 1] |112 σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ, |113 ἔμβα, ἔμβα κατακλαίουσα· |114 ἰώ μοί μοι. |115 ἐγενόμαν Ἀγαμέμνονος |116 καί μʼ ἔτεκεν Κλυταιμήστρα |117 στυγνὰ Τυνδάρεω κόρα, |118 κικλήσκουσι δέ μʼ ἀθλίαν |119 Ἠλέκτραν πολιῆται. |120 φεῦ φεῦ σχετλίων πόνων |121 καὶ στυγερᾶς ζόας. |122 ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα |123 κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς |124 Αἰγίσθου τʼ, Ἀγάμεμνον. [mesode] |125 ἴθι τὸν αὐτὸν ἔγειρε γόον, |126 ἄναγε πολύδακρυν ἁδονάν. [antistrophe 1] |127 σύντεινʼ — ὥρα — ποδὸς ὁρμάν· ὤ, |128 ἔμβα, ἔμβα, κατακλαίουσα· |129 ἰώ μοί μοι. |130 τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ |131 τλᾶμον σύγγονʼ, ἀλατεύεις |132 οἰκτρὰν ἐν θαλάμοις λιπὼν |133 πατρῴοις ἐπὶ συμφοραῖς |134 ἀλγίσταισιν ἀδελφάν; |135 ἔλθοις τῶνδε πόνων ἐμοὶ |136 τᾷ μελέᾳ λυτήρ, |137 ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων |138 ἐχθίστων ἐπίκουρος, Ἄρ- |139 γει κέλσας πόδʼ ἀλάταν. [strophe 2] |140 θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ- |141 λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους |142 ἐπορθροβοάσω, |143 ἰαχάν, Ἀΐδα μέλος, |144 Ἀΐδα, πάτερ, σοι |144a κατὰ γᾶς ἐνέπω γόους |145 οἷς ἀεὶ τὸ κατʼ ἦμαρ |146 διέπομαι, κατὰ μὲν φίλαν |147 ὄνυχι τεμνομένα δέραν |148 χέρα τε κρᾶτʼ ἐπὶ κούριμον |149 τιθεμένα θανάτῳ σῷ. [mesode] |150 αἶ αἶ, δρύπτε κάρα· |151 οἷα δέ τις κύκνος ἀχέτας |152 ποταμίοις παρὰ χεύμασιν |153 πατέρα φίλτατον καλεῖ, |154 ὀλόμενον δολίοις βρόχων |155 ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον, |156 πάτερ, ἐγὼ κατακλαίομαι, [antistrophe 2] |157 λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ |158 κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου. |159 ἰώ μοι, ἰώ μοι |160 πικρᾶς μὲν πελέκεως τομᾶς |161 σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ |162 Τροΐας ὁδίου βουλᾶς· |163 οὐ μίτραισι γυνή σε |164 δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις, |164a ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν |165 Αἰγίσθου λώβαν θεμένα |166 δόλιον ἔσχεν ἀκοίταν. [strophe 3] |167 Ἀγαμέμνονος ὦ κόρα, |168 ἤλυθον, Ἠλέκτρα, ποτὶ |169 σὰν ἀγρότειραν αὐλάν. |170 ἔμολέ τις ἔμολεν γαλακτοπότας ἀνὴρ |170a Μυκηναῖος ὀρειβάτας· |171 ἀγγέλλει δʼ ὅτι νῦν τριταί- |172 αν καρύσσουσιν θυσίαν |173 Ἀργεῖοι, πᾶσαι δὲ παρʼ Ἥ- |174 ραν μέλλουσιν παρθενικαὶ στείχειν. |175 οὐκ ἐπʼ ἀγλαΐαις, φίλαι, |176 θυμὸν οὐδʼ ἐπὶ χρυσέοις |177 ὅρμοις ἐκπεπόταμαι |178 τάλαινʼ, οὐδʼ ἱστᾶσα χοροὺς |179 Ἀργείαις ἅμα νύμφαις |180 εἱλικτὸν κρούσω πόδʼ ἐμόν. |181 δάκρυσι νυχεύ- |182 ω, δακρύων δέ μοι μέλει |183 δειλαίᾳ τὸ κατʼ ἦμαρ. |184 σκέψαι μου πιναρὰν κόμαν |185 καὶ τρύχη τάδʼ ἐμῶν πέπλων, |186 εἰ πρέποντʼ Ἀγαμέμνονος |187 κούρᾳ ʼσται βασιλείᾳ |188 τᾷ Τροίᾳ θʼ, ἃ ʼμοῦ πατέρος |189 μέμναταί ποθʼ ἁλοῦσα. [antistrophe 3] |190 μεγάλα θεός· ἀλλʼ ἴθι, |191 καὶ παρʼ ἐμοῦ χρῆσαι πολύ- |192 πηνα φάρεα δῦναι, |193 χρύσεά τε — χαρίσαι — προσθήματʼ ἀγλαΐας. |194 δοκεῖς τοῖσι σοῖς δακρύοις |194a μὴ τιμῶσα θεούς, κρατή- |195 σειν ἐχθρῶν; οὔτοι στοναχαῖς, |196 ἀλλʼ εὐχαῖσι θεοὺς σεβί- |197 ζουσʼ ἕξεις εὐαμερίαν, ὦ παῖ. |198 οὐδεὶς θεῶν ἐνοπᾶς κλύει |199 τᾶς δυσδαίμονος, οὐ παλαι- |200 ῶν πατρὸς σφαγιασμῶν. |201 οἴμοι τοῦ καταφθιμένου |202 τοῦ τε ζῶντος ἀλάτα, |203 ὅς που γᾶν ἄλλαν κατέχει, |204 μέλεος ἀλαί- |205 νων ποτὶ θῆσσαν ἑστίαν, |206 τοῦ κλεινοῦ πατρὸς ἐκφύς. |207 αὐτὰ δʼ ἐν χερνῆσι δόμοις |208 ναίω ψυχὰν τακομένα |209 δωμάτων πατρίων φυγάς, |210 οὐρείας ἀνʼ ἐρίπνας. |211 μάτηρ δʼ ἐν λέκτροις φονίοις |212 ἄλλῳ σύγγαμος οἰκεῖ. [episode] |213 πολλῶν κακῶν Ἕλλησιν αἰτίαν ἔχει |214 σῆς μητρὸς Ἑλένη σύγγονος δόμοις τε σοῖς. |215 οἴμοι, γυναῖκες, ἐξέβην θρηνημάτων. |216 ξένοι τινὲς παρʼ οἶκον οἵδʼ ἐφεστίους |217 εὐνὰς ἔχοντες ἐξανίστανται λόχου· |218 φυγῇ σὺ μὲν κατʼ οἶμον, ἐς δόμους δʼ ἐγὼ |219 φῶτας κακούργους ἐξαλύξωμεν ποδί. |220 μένʼ, ὦ τάλαινα· μὴ τρέσῃς ἐμὴν χέρα. |221 ὦ Φοῖβʼ Ἄπολλον· προσπίτνω σε μὴ θανεῖν. |222 ἄλλους κτάνοιμι μᾶλλον ἐχθίους σέθεν. |223 ἄπελθε, μὴ ψαῦʼ ὧν σε μὴ ψαύειν χρεών. |224 οὐκ ἔσθʼ ὅτου θίγοιμʼ ἂν ἐνδικώτερον. |225 καὶ πῶς ξιφήρης πρὸς δόμοις λοχᾷς ἐμοῖς; |226 μείνασʼ ἄκουσον, καὶ τάχʼ οὐκ ἄλλως ἐρεῖς. |227 ἕστηκα· πάντως δʼ εἰμὶ σή· κρείσσων γὰρ εἶ. |228 ἥκω φέρων σοι σοῦ κασιγνήτου λόγους. |229 ὦ φίλτατʼ, ἆρα ζῶντος ἢ τεθνηκότος; |230 ζῇ· πρῶτα γάρ σοι τἀγάθʼ ἀγγέλλειν θέλω. |231 εὐδαιμονοίης, μισθὸν ἡδίστων λόγων. |232 κοινῇ δίδωμι τοῦτο νῷν ἀμφοῖν ἔχειν. |233 ποῦ γῆς ὁ τλήμων τλήμονας φυγὰς ἔχων; |234 οὐχ ἕνα νομίζων φθείρεται πόλεως νόμον. |235 οὔ που σπανίζων τοῦ καθʼ ἡμέραν βίου; |236 ἔχει μέν, ἀσθενὴς δὲ δὴ φεύγων ἀνήρ. |237 λόγον δὲ δὴ τίνʼ ἦλθες ἐκ κείνου φέρων; |238 εἰ ζῇς, ὅπως τε ζῶσα συμφορᾶς ἔχεις. |239 οὐκοῦν ὁρᾷς μου πρῶτον ὡς ξηρὸν δέμας. |240 λύπαις γε συντετηκός, ὥστε με στένειν. |241 καὶ κρᾶτα πλόκαμόν τʼ ἐσκυθισμένον ξυρῷ. |242 δάκνει σʼ ἀδελφὸς ὅ τε θανὼν ἴσως πατήρ. |243 οἴμοι, τί γάρ μοι τῶνδέ γʼ ἐστὶ φίλτερον; |244 φεῦ φεῦ· τί δαὶ σὺ σῷ κασιγνήτῳ, δοκεῖς; |245 ἀπὼν ἐκεῖνος, οὐ παρὼν ἡμῖν φίλος. |246 ἐκ τοῦ δὲ ναίεις ἐνθάδʼ ἄστεως ἑκάς; |247 ἐγημάμεσθʼ, ὦ ξεῖνε, θανάσιμον γάμον. |248 ᾤμωξʼ ἀδελφὸν σόν. Μυκηναίων τίνι; |249 οὐχ ᾧ πατήρ μʼ ἤλπιζεν ἐκδώσειν ποτέ. |250 εἴφʼ, ὡς ἀκούσας σῷ κασιγνήτῳ λέγω. |251 ἐν τοῖσδʼ ἐκείνου τηλορὸς ναίω δόμοις. |252 σκαφεύς τις ἢ βουφορβὸς ἄξιος δόμων. |253 πένης ἀνὴρ γενναῖος ἔς τʼ ἔμʼ εὐσεβής. |254 ἡ δʼ εὐσέβεια τίς πρόσεστι σῷ πόσει; |255 οὐπώποτʼ εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν. |256 ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν; |257 γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου. |258 καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών; |259 οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε. |260 ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην. |261 τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ. |262 φεῦ· |262a γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον. |263 εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών. |264 μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο; |265 γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι. |266 τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε; |267 τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς. |268 ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας; |269 τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην. |270 οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις; |271 οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν. |272 αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους; |273 ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς. |274 τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ; |275 ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή; |276 ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός; |277 τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ. |278 ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν; |279 ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο. |280 λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ; |281 θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς. |282 φεῦ· |282a εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε. |283 ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν. |284 νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου. |285 εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων. |286 ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου; |287 πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων. |288 ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ; |289 ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων. |290 οἴμοι, τόδʼ οἷον εἶπας· — αἴσθησις γὰρ οὖν |291 κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς. |292 λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω |293 λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν. |294 ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ, |295 σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον |296 γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν. |297 κἀγὼ τὸν αὐτὸν τῷδʼ ἔρον ψυχῆς ἔχω. |298 πρόσω γὰρ ἄστεως οὖσα τἀν πόλει κακὰ |299 οὐκ οἶδα, νῦν δὲ βούλομαι κἀγὼ μαθεῖν. |300 λέγοιμʼ ἄν, εἰ χρή — χρὴ δὲ πρὸς φίλον λέγειν — |301 τύχας βαρείας τὰς ἐμὰς κἀμοῦ πατρός. |302 ἐπεὶ δὲ κινεῖς μῦθον, ἱκετεύω, ξένε, |303 ἄγγελλʼ Ὀρέστῃ τἀμὰ καὶ κείνου κακά, |304 πρῶτον μὲν οἵοις ἐν πέπλοις αὐλίζομαι, |305 πίνῳ θʼ ὅσῳ βέβριθʼ, ὑπὸ στέγαισί τε |306 οἵαισι ναίω βασιλικῶν ἐκ δωμάτων, |307 αὐτὴ μὲν ἐκμοχθοῦσα κερκίσιν πέπλους, |308 ἢ γυμνὸν ἕξω σῶμα κἀστερήσομαι, |309 αὐτὴ δὲ πηγὰς ποταμίους φορουμένη, |310 ἀνέορτος ἱερῶν καὶ χορῶν τητωμένη. |311 ἀναίνομαι γυναῖκας οὖσα παρθένος, |312 ἀναίνομαι δὲ Κάστορʼ, ᾧ πρὶν ἐς θεοὺς |313 ἐλθεῖν ἔμʼ ἐμνήστευον, οὖσαν ἐγγενῆ. |314 μήτηρ δʼ ἐμὴ Φρυγίοισιν ἐν σκυλεύμασιν |315 θρόνῳ κάθηται, πρὸς δʼ ἕδραισιν Ἀσίδες |316 δμωαὶ στατίζουσʼ, ἃς ἔπερσʼ ἐμὸς πατήρ, |317 Ἰδαῖα φάρη χρυσέαις ἐζευγμέναι |318 πόρπαισιν. αἷμα δʼ ἔτι πατρὸς κατὰ στέγας |319 μέλαν σέσηπεν, ὃς δʼ ἐκεῖνον ἔκτανεν, |320 ἐς ταὐτὰ βαίνων ἅρματʼ ἐκφοιτᾷ πατρί, |321 καὶ σκῆπτρʼ ἐν οἷς Ἕλλησιν ἐστρατηλάτει |322 μιαιφόνοισι χερσὶ γαυροῦται λαβών. |323 Ἀγαμέμνονος δὲ τύμβος ἠτιμασμένος |324 οὔπω χοάς ποτʼ οὐδὲ κλῶνα μυρσίνης |325 ἔλαβε, πυρὰ δὲ χέρσος ἀγλαϊσμάτων. |326 μέθῃ δὲ βρεχθεὶς τῆς ἐμῆς μητρὸς πόσις |327 ὁ κλεινός, ὡς λέγουσιν, ἐνθρῴσκει τάφῳ |328 πέτροις τε λεύει μνῆμα λάινον πατρός, |329 καὶ τοῦτο τολμᾷ τοὔπος εἰς ἡμᾶς λέγειν· |330 ποῦ παῖς Ὀρέστης; ἆρά σοι τύμβῳ καλῶς |331 παρὼν ἀμύνει; — ταῦτʼ ἀπὼν ὑβρίζεται. |332 ἀλλʼ, ὦ ξένʼ, ἱκετεύω σʼ, ἀπάγγειλον τάδε. |333 πολλοὶ δʼ ἐπιστέλλουσιν, ἑρμηνεὺς δʼ ἐγώ, |334 αἱ χεῖρες ἡ γλῶσσʼ ἡ ταλαίπωρός τε φρήν, |335 κάρα τʼ ἐμὸν ξυρῆκες, ὅ τʼ ἐκεῖνον τεκών. |336 αἰσχρὸν γάρ, εἰ πατὴρ μὲν ἐξεῖλεν Φρύγας, |337 ὁ δʼ ἄνδρʼ ἕνʼ εἷς ὢν οὐ δυνήσεται κτανεῖν, |338 νέος πεφυκὼς κἀξ ἀμείνονος πατρός. |339 καὶ μὴν δέδορκα τόνδε, σὸν λέγω πόσιν, |340 λήξαντα μόχθου πρὸς δόμους ὡρμημένον. |341 ἔα· τίνας τούσδʼ ἐν πύλαις ὁρῶ ξένους; |342 τίνος δʼ ἕκατι τάσδʼ ἐπʼ ἀγραύλους πύλας |343 προσῆλθον; ἦ ʼμοῦ δεόμενοι; γυναικί τοι |344 αἰσχρὸν μετʼ ἀνδρῶν ἑστάναι νεανιῶν. |345 ὦ φίλτατʼ, εἰς ὕποπτα μὴ μόλῃς ἐμοί· |346 τὸν ὄντα δʼ εἴσῃ μῦθον· οἵδε γὰρ ξένοι |347 ἥκουσʼ Ὀρέστου πρός με κήρυκες λόγων. |348 ἀλλʼ, ὦ ξένοι, σύγγνωτε τοῖς εἰρημένοις. |349 τί φασίν; ἁνὴρ ἔστι καὶ λεύσσει φάος; |350 ἔστιν λόγῳ γοῦν, φασὶ δʼ οὐκ ἄπιστʼ ἐμοί. |351 ἦ καί τι πατρὸς σῶν τε μέμνηται κακῶν; |352 ἐν ἐλπίσιν ταῦτʼ· ἀσθενὴς φεύγων ἀνήρ. |353 ἦλθον δʼ Ὀρέστου τίνʼ ἀγορεύοντες λόγον; |354 σκοποὺς ἔπεμψε τούσδε τῶν ἐμῶν κακῶν. |355 οὐκοῦν τὰ μὲν λεύσσουσι, τὰ δὲ σύ που λέγεις. |356 ἴσασιν, οὐδὲν τῶνδʼ ἔχουσιν ἐνδεές. |357 οὐκοῦν πάλαι χρῆν τοῖσδʼ ἀνεπτύχθαι πύλας; |358 χωρεῖτʼ ἐς οἴκους· ἀντὶ γὰρ χρηστῶν λόγων |359 ξενίων κυρήσεθʼ, οἷʼ ἐμὸς κεύθει δόμος. |360 αἴρεσθʼ, ὀπαδοί, τῶνδʼ ἔσω τεύχη δόμων. |361 καὶ μηδὲν ἀντείπητε, παρὰ φίλου φίλοι |362 μολόντες ἀνδρός· καὶ γὰρ εἰ πένης ἔφυν, |363 οὔτοι τό γʼ ἦθος δυσγενὲς παρέξομαι. |364 πρὸς θεῶν, ὅδʼ ἁνὴρ ὃς συνεκκλέπτει γάμους |365 τοὺς σούς, Ὀρέστην οὐ καταισχύνειν θέλων; |366 οὗτος κέκληται πόσις ἐμὸς τῆς ἀθλίας. |367 φεῦ· |367a οὐκ ἔστʼ ἀκριβὲς οὐδὲν εἰς εὐανδρίαν· |368 ἔχουσι γὰρ ταραγμὸν αἱ φύσεις βροτῶν. |369 ἤδη γὰρ εἶδον ἄνδρα γενναίου πατρὸς |370 τὸ μηδὲν ὄντα, χρηστά τʼ ἐκ κακῶν τέκνα, |371 λιμόν τʼ ἐν ἀνδρὸς πλουσίου φρονήματι, |372 γνώμην τε μεγάλην ἐν πένητι σώματι. |373 πῶς οὖν τις αὐτὰ διαλαβὼν ὀρθῶς κρινεῖ; |374 πλούτῳ; πονηρῷ τἄρα χρήσεται κριτῇ. |375 ἢ τοῖς ἔχουσι μηδέν; ἀλλʼ ἔχει νόσον |376 πενία, διδάσκει δʼ ἄνδρα τῇ χρείᾳ κακόν. |377 ἀλλʼ εἰς ὅπλʼ ἔλθω; τίς δὲ πρὸς λόγχην βλέπων |378 μάρτυς γένοιτʼ ἂν ὅστις ἐστὶν ἁγαθός; |379 κράτιστον εἰκῇ ταῦτʼ ἐᾶν ἀφειμένα. |380 οὗτος γὰρ ἁνὴρ οὔτʼ ἐν Ἀργείοις μέγας |381 οὔτʼ αὖ δοκήσει δωμάτων ὠγκωμένος, |382 ἐν τοῖς δὲ πολλοῖς ὤν, ἄριστος ηὑρέθη. |383 οὐ μὴ ἀφρονήσεθʼ, οἳ κενῶν δοξασμάτων |384 πλήρεις πλανᾶσθε, τῇ δʼ ὁμιλίᾳ βροτοὺς |385 κρινεῖτε καὶ τοῖς ἤθεσιν τοὺς εὐγενεῖς; |386 οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ |387 καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν |388 ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ |389 μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει· |390 ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ. |391 ἀλλʼ — ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν |392 Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν — |393 δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών, |394 δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης |395 εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος. |396 αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων, |397 ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς |398 ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους. |399 ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι |400 χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ. |401 νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ |402 θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν |403 μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς. |404 ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν |405 τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους; |406 τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς, |407 οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς; |408 ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν, |409 ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός, |410 ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους |411 τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς |412 ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος· |413 κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων |414 ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα. |415 ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς, |416 ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ. |417 οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα |418 λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν, |419 εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι. |420 ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους |421 γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος |422 καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ |423 χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα. |424 ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι, |425 ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς. |426 ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω, |427 σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος, |428 ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν |429 δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς |430 ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ |431 ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει. [choral] [strophe 1] |432 κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν |433 τοῖς ἀμετρήτοις ἐρετμοῖς |434 πέμπουσαι χοροὺς μετὰ Νηρῄδων, |435 ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ- |436 φὶς πρῴραις κυανεμβόλοι- |437 σιν εἱλισσόμενος, |438 πορεύων τὸν τᾶς Θέτιδος |439 κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ |440 σὺν Ἀγαμέμνονι Τρωίας |441 ἐπὶ Σιμουντίδας ἀκτάς. [antistrophe 1] |442 Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι |443 μόχθους ἀσπιστὰς ἀκμόνων |444 Ἡφαίστου χρυσέων ἔφερον τευχέων, |445 ἀνά τε Πήλιον ἀνά τε πρυ- |446 μνὰς Ὄσσας ἱερᾶς νάπας |447 Νυμφαίας σκοπιὰς |448 κόρας μάτευσʼ, ἔνθα πατὴρ |449 ἱππότας τρέφεν Ἑλλάδι φῶς |450 Θέτιδος εἰνάλιον γόνον |451 ταχύπορον πόδʼ Ἀτρείδαις. [strophe 2] |452 Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν |453 Ναυπλίοισι βεβῶτος |454 τᾶς σᾶς, ὦ Θέτιδος παῖ, |455 κλεινᾶς ἀσπίδος ἐν κύκλῳ |456 τοιάδε σήματα, δείματα |457 Φρύγια, τετύχθαι· |458 περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ |459 Περσέα λαιμοτόμαν ὑπὲρ |460 ἁλὸς ποτανοῖσι πεδί- |461 λοισι φυὰν Γοργόνος ἴ- |462 σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ- |463 μᾷ, τῷ Μαί- |463b ας ἀγροτῆρι κούρῳ· [antistrophe 2] |464 ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων |465 κύκλος ἀελίοιο |466 ἵπποις ἂμ πτεροέσσαις |467 ἄστρων τʼ αἰθέριοι χοροί, |468 Πλειάδες, Ὑάδες, Ἕκτορος |469 ὄμμασι τροπαῖοι· |470 ἐπὶ δὲ χρυσοτύπῳ κράνει |471 Σφίγγες ὄνυξιν ἀοίδιμον |472 ἄγραν φέρουσαι· περιπλεύ- |473 ρῳ δὲ κύτει πύρπνοος ἔ- |474 σπευδε δρόμῳ λέαινα χαλ- |474a αῖς Πειρη- |475 ναῖον ὁρῶσα πῶλον. [epode] |476 ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ- |477 λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις. |479 τοιῶνδʼ ἄνακτα δοριπόνων |480 ἔκανεν ἀνδρῶν, Τυνδαρίς, |481 σὰ λέχεα, κακόφρων κούρα. |483 τοιγάρ σέ ποτʼ οὐρανίδαι |484 πέμψουσιν θανάτοις· ἦ σὰν |485 ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν |486 ὄψομαι αἷμα χυθὲν σιδάρῳ. [episode] |487 ποῦ ποῦ νεᾶνις πότνιʼ ἐμὴ δέσποινά τε, |488 Ἀγαμέμνονος παῖς, ὅν ποτʼ ἐξέθρεψʼ ἐγώ; |489 ὡς πρόσβασιν τῶνδʼ ὀρθίαν οἴκων ἔχει |490 ῥυσῷ γέροντι τῷδε προσβῆναι ποδί. |491 ὅμως δὲ πρός γε τοὺς φίλους ἐξελκτέον |492 διπλῆν ἄκανθαν καὶ παλίρροπον γόνυ. |493 ὦ θύγατερ — ἄρτι γάρ σε πρὸς δόμοις ὁρῶ — |494 ἥκω φέρων σοι τῶν ἐμῶν βοσκημάτων |495 ποίμνης νεογνὸν θρέμμʼ ὑποσπάσας τόδε |496 στεφάνους τε τευχέων τʼ ἐξελὼν τυρεύματα, |497 παλαιόν τε θησαύρισμα Διονύσου τόδε |498 ὀσμῇ κατῆρες, μικρόν, ἀλλʼ ἐπεσβαλεῖν |499 ἡδὺ σκύφον τοῦδʼ ἀσθενεστέρῳ ποτῷ. |500 ἴτω φέρων τις τοῖς ξένοις τάδʼ ἐς δόμους· |501 ἐγὼ δὲ τρύχει τῷδʼ ἐμῶν πέπλων κόρας |502 δακρύοισι τέγξας ἐξομόρξασθαι θέλω. |503 τί δʼ, ὦ γεραιέ, διάβροχον τόδʼ ὄμμʼ ἔχεις; |504 μῶν τἀμὰ διὰ χρόνου σʼ ἀνέμνησεν κακά; |505 ἢ τὰς Ὀρέστου τλήμονας φυγὰς στένεις |506 καὶ πατέρα τὸν ἐμόν, ὅν ποτʼ ἐν χεροῖν ἔχων |507 ἀνόνητʼ ἔθρεψας σοί τε καὶ τοῖς σοῖς φίλοις; |508 ἀνόνηθʼ· ὅμως δʼ οὖν τοῦτό γʼ οὐκ ἠνεσχόμην. |509 ἦλθον γὰρ αὐτοῦ πρὸς τάφον πάρεργʼ ὁδοῦ |510 καὶ προσπεσὼν ἔκλαυσʼ ἐρημίας τυχών, |511 σπονδάς τε, λύσας ἀσκὸν ὃν φέρω ξένοις, |512 ἔσπεισα, τύμβῳ δʼ ἀμφέθηκα μυρσίνας. |513 πυρᾶς δʼ ἐπʼ αὐτῆς οἶν μελάγχιμον πόκῳ |514 σφάγιον ἐσεῖδον αἷμά τʼ οὐ πάλαι χυθὲν |515 ξανθῆς τε χαίτης βοστρύχους κεκαρμένους. |516 κἀθαύμασʼ, ὦ παῖ, τίς ποτʼ ἀνθρώπων ἔτλη |517 πρὸς τύμβον ἐλθεῖν· οὐ γὰρ Ἀργείων γέ τις. |518 ἀλλʼ ἦλθʼ ἴσως που σὸς κασίγνητος λάθρᾳ, |519 μολὼν δʼ ἐθαύμασʼ ἄθλιον τύμβον πατρός. |520 σκέψαι δὲ χαίτην προστιθεῖσα σῇ κόμῃ, |521 εἰ χρῶμα ταὐτὸν κουρίμης ἔσται τριχός· |522 φιλεῖ γάρ, αἷμα ταὐτὸν οἷς ἂν ᾖ πατρός, |523 τὰ πόλλʼ ὅμοια σώματος πεφυκέναι. |524 οὐκ ἄξιʼ ἀνδρός, ὦ γέρον, σοφοῦ λέγεις, |525 εἰ κρυπτὸν ἐς γῆν τήνδʼ ἂν Αἰγίσθου φόβῳ |526 δοκεῖς ἀδελφὸν τὸν ἐμὸν εὐθαρσῆ μολεῖν. |527 ἔπειτα χαίτης πῶς συνοίσεται πλόκος, |528 ὁ μὲν παλαίστραις ἀνδρὸς εὐγενοῦς τραφείς, |529 ὁ δὲ κτενισμοῖς θῆλυς; ἀλλʼ ἀμήχανον. |530 πολλοῖς δʼ ἂν εὕροις βοστρύχους ὁμοπτέρους |531 καὶ μὴ γεγῶσιν αἵματος ταὐτοῦ, γέρον. |532 σὺ δʼ εἰς ἴχνος βᾶσʼ ἀρβύλης σκέψαι βάσιν |533 εἰ σύμμετρος σῷ ποδὶ γενήσεται, τέκνον. |534 πῶς δʼ ἂν γένοιτʼ ἂν ἐν κραταιλέῳ πέδῳ |535 γαίας ποδῶν ἔκμακτρον; εἰ δʼ ἔστιν τόδε, |536 δυοῖν ἀδελφοῖν ποὺς ἂν οὐ γένοιτʼ ἴσος |537 ἀνδρός τε καὶ γυναικός, ἀλλʼ ἅρσην κρατεῖ. |538 οὐκ ἔστιν, εἰ καὶ γῆν κασίγνητος μολών, |539 κερκίδος ὅτῳ γνοίης ἂν ἐξύφασμα σῆς, |540 ἐν ᾧ ποτʼ αὐτὸν ἐξέκλεψα μὴ θανεῖν; |541 οὐκ οἶσθʼ, Ὀρέστης ἡνίκʼ ἐκπίπτει χθονός, |542 νέαν μʼ ἔτʼ οὖσαν; εἰ δὲ κἄκρεκον πέπλους, |543 πῶς ἂν τότʼ ὢν παῖς ταὐτὰ νῦν ἔχοι φάρη, |544 εἰ μὴ ξυναύξοινθʼ οἱ πέπλοι τῷ σώματι; |545 ἀλλʼ ἤ τις αὐτοῦ τάφον ἐποικτίρας ξένος |546 ἐκείρατʼ, ἢ τῆσδε σκοποὺς λαβὼν χθονὸς — |547 οἱ δὲ ξένοι ποῦ; βούλομαι γὰρ εἰσιδὼν |548 αὐτοὺς ἔρεσθαι σοῦ κασιγνήτου πέρι. |549 οἵδʼ ἐκ δόμων βαίνουσι λαιψηρῷ ποδί. |550 ἀλλʼ εὐγενεῖς μέν, ἐν δὲ κιβδήλῳ τόδε· |551 πολλοὶ γὰρ ὄντες εὐγενεῖς εἰσιν κακοί. |552 ὅμως δέ. — χαίρειν τοὺς ξένους προσεννέπω. |553 χαῖρʼ, ὦ γεραιέ. — τοῦ ποτʼ, Ἠλέκτρα, τόδε |554 παλαιὸν ἀνδρὸς λείψανον φίλων κυρεῖ; |555 οὗτος τὸν ἁμὸν πατέρʼ ἔθρεψεν, ὦ ξένε. |556 τί φῄς; ὅδʼ ὃς σὸν ἐξέκλεψε σύγγονον; |557 ὅδʼ ἔσθʼ ὁ σώσας κεῖνον, εἴπερ ἔστʼ ἔτι. |558 ἔα· |558a τί μʼ ἐσδέδορκεν ὥσπερ ἀργύρου σκοπῶν |559 λαμπρὸν χαρακτῆρʼ; ἢ προσεικάζει μέ τῳ; |560 ἴσως Ὀρέστου σʼ ἥλιχʼ ἥδεται βλέπων. |561 φίλου γε φωτός. τί δὲ κυκλεῖ πέριξ πόδα; |562 καὐτὴ τόδʼ εἰσορῶσα θαυμάζω, ξένε. |563 ὦ πότνιʼ, εὔχου, θύγατερ Ἠλέκτρα, θεοῖς. |564 τί τῶν ἀπόντων ἢ τί τῶν ὄντων πέρι; |565 λαβεῖν φίλον θησαυρόν, ὃν φαίνει θεός. |566 ἰδού· καλῶ θεούς. ἢ τί δὴ λέγεις, γέρον; |567 βλέψον νυν ἐς τόνδʼ, ὦ τέκνον, τὸν φίλτατον. |568 πάλαι δέδορκα, μὴ σύ γʼ οὐκέτʼ εὖ φρονῇς. |569 οὐκ εὖ φρονῶ ʼγὼ σὸν κασίγνητον βλέπων; |570 πῶς εἶπας, ὦ γεραίʼ, ἀνέλπιστον λόγον; |571 ὁρᾶν Ὀρέστην τόνδε τὸν Ἀγαμέμνονος. |572 ποῖον χαρακτῆρʼ εἰσιδών, ᾧ πείσομαι; |573 οὐλὴν παρʼ ὀφρύν, ἥν ποτʼ ἐν πατρὸς δόμοις |574 νεβρὸν διώκων σοῦ μέθʼ ᾑμάχθη πεσών. |575 πῶς φῄς; ὁρῶ μὲν πτώματος τεκμήριον. |576 ἔπειτα μέλλεις προσπίτνειν τοῖς φιλτάτοις; |577 ἀλλʼ οὐκέτʼ, ὦ γεραιέ· συμβόλοισι γὰρ |578 τοῖς σοῖς πέπεισμαι θυμόν. — ὦ χρόνῳ φανείς, |579 ἔχω σʼ ἀέλπτως — |579b κἀξ ἐμοῦ γʼ ἔχῃ χρόνῳ. |580 οὐδέποτε δόξασα. |580b οὐδʼ ἐγὼ γὰρ ἤλπισα. |581 ἐκεῖνος εἶ σύ; |581b σύμμαχός γέ σοι μόνος. |582 ἢν δʼ ἀνσπάσωμαί γʼ ὃν μετέρχομαι βόλον — |583 πέποιθα δʼ· ἢ χρὴ μηκέθʼ ἡγεῖσθαι θεούς, |584 εἰ τἄδικʼ ἔσται τῆς δίκης ὑπέρτερα. [lyric] |585 ἔμολες ἔμολες, ὤ, χρόνιος ἁμέρα, |586 κατέλαμψας, ἔδειξας ἐμφανῆ |587 πόλει πυρσόν, ὃς παλαιᾷ φυγᾷ |588 πατρίων ἀπὸ δωμάτων τάλας |589 ἀλαίνων ἔβα. |590 θεὸς αὖ θεὸς ἁμετέραν τις ἄγει |591 νίκαν, ὦ φίλα. |592 ἄνεχε χέρας, ἄνεχε λόγον, ἵει λιτὰς |593 ἐς θεούς, τύχᾳ σοι τύχᾳ |595 κασίγνητον ἐμβατεῦσαι πόλιν. |596 εἶἑν· φίλας μὲν ἡδονὰς ἀσπασμάτων |597 ἔχω, χρόνῳ δὲ καὖθις αὐτὰ δώσομεν. |598 σὺ δʼ, ὦ γεραιέ — καίριος γὰρ ἤλυθες — |599 λέξον, τί δρῶν ἂν φονέα τεισαίμην πατρός; |600 μητέρα τε κοινωνὸν ἀνοσίων γάμων; |601 ἔστιν τί μοι κατʼ Ἄργος εὐμενὲς φίλων; |602 ἢ πάντʼ ἀνεσκευάσμεθʼ, ὥσπερ αἱ τύχαι; |603 τῷ ξυγγένωμαι; νύχιος ἢ καθʼ ἡμέραν; |604 ποίαν ὁδὸν τραπώμεθʼ εἰς ἐχθροὺς ἐμούς; |605 ὦ τέκνον, οὐδεὶς δυστυχοῦντί σοι φίλος. |606 εὕρημα γάρ τοι χρῆμα γίγνεται τόδε, |607 κοινῇ μετασχεῖν τἀγαθοῦ καὶ τοῦ κακοῦ. |608 σὺ δʼ — ἐκ βάθρων γὰρ πᾶς ἀνῄρησαι φίλοις |609 οὐδʼ ἐλλέλοιπας ἐλπίδʼ — ἴσθι μου κλύων, |610 ἐν χειρὶ τῇ σῇ πάντʼ ἔχεις καὶ τῇ τύχῃ, |611 πατρῷον οἶκον καὶ πόλιν λαβεῖν σέθεν. |612 τί δῆτα δρῶντες τοῦδʼ ἂν ἐξικοίμεθα; |613 κτανὼν Θυέστου παῖδα σήν τε μητέρα. |614 ἥκω ʼπὶ τόνδε στέφανον· ἀλλὰ πῶς λάβω; |615 τειχέων μὲν ἐλθὼν ἐντὸς οὐδʼ ἂν εἰ θέλοις. |616 φρουραῖς κέκασται δεξιαῖς τε δορυφόρων; |617 ἔγνως· φοβεῖται γάρ σε κοὐχ εὕδει σαφῶς. |618 εἶἑν· σὺ δὴ τοὐνθένδε βούλευσον, γέρον. |619 κἀμοῦ γʼ ἄκουσον· ἄρτι γάρ μʼ ἐσῆλθέ τι. |620 ἐσθλόν τι μηνύσειας, αἰσθοίμην δʼ ἐγώ. |621 Αἴγισθον εἶδον, ἡνίχʼ εἷρπον ἐνθάδε. |622 προσηκάμην τὸ ῥηθέν. ἐν ποίοις τόποις; |623 ἀγρῶν πέλας τῶνδʼ ἱπποφορβίων ἔπι. |624 τί δρῶνθʼ; ὁρῶ γὰρ ἐλπίδʼ ἐξ ἀμηχάνων. |625 Νύμφαις ἐπόρσυνʼ ἔροτιν, ὡς ἔδοξέ μοι. |626 τροφεῖα παίδων ἢ πρὸ μέλλοντος τόκου; |627 οὐκ οἶδα πλὴν ἕν· βουσφαγεῖν ὡπλίζετο. |628 πόσων μετʼ ἀνδρῶν; ἢ μόνος δμώων μέτα; |629 οὐδεὶς παρῆν Ἀργεῖος, οἰκεία δὲ χείρ. |630 οὔ πού τις ὅστις γνωριεῖ μʼ ἰδών, γέρον; |631 δμῶες μέν εἰσιν, οἳ σέ γʼ οὐκ εἶδόν ποτε. |632 ἡμῖν ἂν εἶεν, εἰ κρατοῖμεν, εὐμενεῖς; |633 δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον. |634 πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ; |635 στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται. |636 ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει; |637 ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ. |638 πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ. |639 τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει. |640 καλῶς ἔλεξας. — ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ; |641 Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι. |642 τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει; |643 ψόγον τρέμουσα δημοτῶν ἐλείπετο. |644 ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει. |645 τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή. |646 πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ; |647 ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι. |648 καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς. |649 ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε. |650 ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον; |651 λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών· |652 λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ. |653 πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή; |654 δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ. |655 καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον; |656 ἥξει κλύουσα λόχιά μου νοσήματα. |657 πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον; |658 ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων. |659 ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε. |660 ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται. |661 καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας. |662 οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε; |663 εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε. |664 πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον — |665 Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς; |666 ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον. |667 ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν. |668 σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου. |669 στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ. |670 καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως. |671 ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ — |672 οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν — |673 οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους. |674 Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς — |675 νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα. |676 δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην. |677 σύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ — |678 καὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς — |679 ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις. |680 νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών. |681 οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ — |683 χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας. |682 ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών; |684 πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή. |685 καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν· |686 ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ, |687 τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε· |688 παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει. |689 δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι. |690 ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν, |691 ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου |692 τἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω. |693 πάντʼ οἶδα. |693b πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή. |694 ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε |695 κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ |696 πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ. |697 οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη |698 δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι. [choral] [strophe 1] |699 ἀταλᾶς ὑπὸ ματρὸς ἄρνʼ |699a Ἀργείων |700 ὀρέων ποτὲ κληδὼν ἐν |701 πολιαῖσι μένει φήμαις |702 εὐαρμόστοις ἐν καλάμοις |703 Πᾶνα μοῦσαν ἡδύθροον |704 πνέοντʼ, ἀγρῶν ταμίαν, |705 χρυσέαν καλλιπλόκαμον |706 πορεῦσαι. πετρίνοις δʼ ἐπι- |707 στὰς κᾶρυξ ἰάχει βάθροις· |708 Ἀγορὰν ἀγοράν, Μυκη- |709 ναῖοι, στείχετε μακαρίων |710 ὀψόμενοι τυράννων |711 φάσματα δείματα χοροὶ δʼ Ἀτρει- |712 δᾶν ἐγέραιρον οἴκους· [antistrophe 1] |713 θυμέλαι δʼ ἐπίτναντο χρυ- |714 σήλατοι, |715 σελαγεῖτο δʼ ἀνʼ ἄστυ πῦρ |715a ἐπιβώμιον Ἀργείων· |716 λωτὸς δὲ φθόγγον κελάδει |717 κάλλιστον, Μουσᾶν θεράπων· |718 μολπαὶ δʼ ηὔξοντʼ ἐραταί, |719 χρυσέας ἀρνὸς ἐπίλογοι, |720 Θυέστου· κρυφίαις γὰρ εὐ- |721 ναῖς πείσας ἄλοχον φίλαν |722 Ἀτρέως, τέρας ἐκκομί- |723 ζει πρὸς δώματα· νεόμενος δʼ |724 εἰς ἀγόρους ἀυτεῖ |724a τὰν κερόεσσαν ἔχειν χρυσεόμαλ- |725 λον κατὰ δῶμα ποίμναν. [strophe 2] |726 τότε δὴ τότε φαεν- |727 νὰς ἄστρων μετέβασʼ ὁδοὺς |728 Ζεὺς καὶ φέγγος ἀελίου |730 λευκόν τε πρόσωπον ἀ- |731 οῦς, τὰ δʼ ἕσπερα νῶτʼ ἐλαύ- |732 νει θερμᾷ φλογὶ θεοπύρῳ, |733 νεφέλαι δʼ ἔνυδροι πρὸς ἄρ- |734 κτον, ξηραί τʼ Ἀμμωνίδες ἕ- |735 δραι φθίνουσʼ ἀπειρόδροσοι, |736 καλλίστων ὄμβρων Διόθεν στερεῖσαι. [antistrophe 2] |737 λέγεται, τὰν δὲ πί- |738 στιν σμικρὰν παρʼ ἔμοιγʼ ἔχει, |739 στρέψαι θερμὰν ἀέλιον |740 χρυσωπὸν ἕδραν ἀλλά- |741 ξαντα δυστυχίᾳ βροτεί- |742 ῳ θνατᾶς ἕνεκεν δίκας. |743 φοβεροὶ δὲ βροτοῖσι μῦ- |744 θοι κέρδος πρὸς θεῶν θεραπεί- |745 αν. ὧν οὐ μνασθεῖσα πόσιν |746 κτείνεις, κλεινῶν συγγενέτειρʼ ἀδελφῶν. [episode] |747 ἔα ἔα· |747a φίλαι, βοῆς ἠκούσατʼ — ἢ δοκὼ κενὴ |748 ὑπῆλθέ μʼ; — ὥστε νερτέρα βροντὴ Διός; |749 ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται· |750 δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε. |751 φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν; |752 οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω. |753 ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως. |754 μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν. |755 Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν; |756 οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς. |757 σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν; |758 ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν. |759 οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι; |760 ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν. |761 ὦ καλλίνικοι παρθένοι Μυκηνίδες, |762 νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις, |763 Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ |764 Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών. |765 τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε; |766 οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον; |767 ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν |768 εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή. |769 τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς; |770 τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω. |771 ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε. |772 ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου |773 κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν. |774 ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα, |775 ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν |776 ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ. |777 κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς, |778 δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους· |779 ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες |780 πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός; |781 ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν |782 θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί. |783 κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε· |784 νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ |785 θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν |786 νύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους |787 ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους — |788 καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν |789 παρῆγεν ἡμᾶς — οὐδʼ ἀπαρνεῖσθαι χρεών· |790 ἐπεὶ δʼ ἐν οἴκοις ἦμεν, ἐννέπει τάδε· |791 λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω, |792 ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας. |793 ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα |794 λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο. |795 εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών, |796 Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ. |797 τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον· |798 λόγχας δὲ θέντες δεσπότου φρουρήματα |799 δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας· |800 οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ, |801 ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας |802 λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη. |803 λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν |804 ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη· |805 νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν |806 καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν |807 πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς |808 — λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς |809 τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους, |810 λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν |811 Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα |812 τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ, |813 κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν |814 δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε· |815 Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς |816 εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς |817 ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε, |818 δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν. |819 ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν, |820 ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα, |821 Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην, |822 δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα, |823 λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα· |824 θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς |825 δισσοὺς διαύλους ἱππίους διήνυσε, |826 κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν |827 Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν |828 σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας |829 κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς. |830 χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ· |831 τί χρῆμʼ ἀθυμεῖς; — ὦ ξένʼ, ὀρρωδῶ τινα |832 δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν |833 Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις· |834 ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον, |835 πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια |836 θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς |837 οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν; |838 λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν |839 ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω |840 ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν |841 ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ |842 ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω |843 ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ. |844 δμῶες δʼ ἰδόντες εὐθὺς ᾖξαν ἐς δόρυ, |845 πολλοὶ μάχεσθαι πρὸς δύʼ· ἀνδρείας δʼ ὕπο |846 ἔστησαν ἀντίπρῳρα σείοντες βέλη |847 Πυλάδης Ὀρέστης τʼ. εἶπε δʼ· οὐχὶ δυσμενὴς |848 ἥκω πόλει τῇδʼ οὐδʼ ἐμοῖς ὀπάοσιν, |849 φονέα δὲ πατρὸς ἀντετιμωρησάμην |850 τλήμων Ὀρέστης· ἀλλὰ μή με καίνετε, |851 πατρὸς παλαιοὶ δμῶες. οἳ δʼ, ἐπεὶ λόγων |852 ἤκουσαν, ἔσχον κάμακας· ἐγνώσθη δʼ ὑπὸ |853 γέροντος ἐν δόμοισιν ἀρχαίου τινός. |854 στέφουσι δʼ εὐθὺς σοῦ κασιγνήτου κάρα |855 χαίροντες ἀλαλάζοντες. ἔρχεται δὲ σοὶ |856 κάρα ʼπιδείξων οὐχὶ Γοργόνος φέρων, |857 ἀλλʼ ὃν στυγεῖς Αἴγισθον· αἷμα δʼ αἵματος |858 πικρὸς δανεισμὸς ἦλθε τῷ θανόντι νῦν. [choral] [strophe] |859 θὲς ἐς χορόν, ὦ φίλα, ἴχνος, |860 ὡς νεβρὸς οὐράνιον |861 πήδημα κουφίζουσα σὺν ἀγλαΐᾳ. |862 νικᾷ στεφαναφορίαν |863 κρείσσω τοῖς παρʼ Ἀλφειοῦ ῥεέθροισι τελέσσας |864 κασίγνητος σέθεν· ἀλλʼ ἐπάειδε |865 καλλίνικον ᾠδὰν ἐμῷ χορῷ. |866 ὦ φέγγος, ὦ τέθριππον ἡλίου σέλας, |867 ὦ γαῖα καὶ νὺξ ἣν ἐδερκόμην πάρος, |868 νῦν ὄμμα τοὐμὸν ἀμπτυχαί τʼ ἐλεύθεροι, |869 ἐπεὶ πατρὸς πέπτωκεν Αἴγισθος φονεύς. |870 φέρʼ, οἷα δὴ χω καὶ δόμοι κεύθουσί μου |871 κόμης ἀγάλματʼ ἐξενέγκωμαι, φίλαι, |872 στέψω τʼ ἀδελφοῦ κρᾶτα τοῦ νικηφόρου. [antistrophe] |873 σὺ μέν νυν ἀγάλματʼ ἄειρε |874 κρατί· τὸ δʼ ἁμέτερον |875 χωρήσεται Μούσαισι χόρευμα φίλον. |876 νῦν οἱ πάρος ἁμέτεροι |877 γαίας τυραννεύσουσι φίλοι βασιλῆες, |878 δικαίως τοὺς ἀδίκους καθελόντες. |879 ἀλλʼ ἴτω ξύναυλος βοὰ χαρᾷ. [episode] |880 ὦ καλλίνικε, πατρὸς ἐκ νικηφόρου |881 γεγώς, Ὀρέστα, τῆς ὑπʼ Ἰλίῳ μάχης, |882 δέξαι κόμης σῆς βοστρύχων ἀνδήματα. |883 ἥκεις γὰρ οὐκ ἀχρεῖον ἔκπλεθρον δραμὼν |884 ἀγῶνʼ ἐς οἴκους, ἀλλὰ πολέμιον κτανὼν |885 Αἴγισθον, ὃς σὸν πατέρα κἀμὸν ὤλεσε. |886 σύ τʼ, ὦ παρασπίστʼ, ἀνδρὸς εὐσεβεστάτου |887 παίδευμα Πυλάδη, στέφανον ἐξ ἐμῆς χερὸς |888 δέχου· φέρῃ γὰρ καὶ σὺ τῷδʼ ἴσον μέρος |889 ἀγῶνος· αἰεὶ δʼ εὐτυχεῖς φαίνοισθέ μοι. |890 θεοὺς μὲν ἡγοῦ πρῶτον, Ἠλέκτρα, τύχης |891 ἀρχηγέτας τῆσδʼ, εἶτα κἄμʼ ἐπαίνεσον |892 τὸν τῶν θεῶν τε τῆς τύχης θʼ ὑπηρέτην. |893 ἥκω γὰρ οὐ λόγοισιν ἀλλʼ ἔργοις κτανὼν |894 Αἴγισθον· ὡς δὲ τῷ σάφʼ εἰδέναι τάδε |895 προσθῶμεν, αὐτὸν τὸν θανόντα σοι φέρω, |896 ὃν εἴτε χρῄζεις θηρσὶν ἁρπαγὴν πρόθες, |897 ἢ σκῦλον οἰωνοῖσιν, αἰθέρος τέκνοις, |898 πήξασʼ ἔρεισον σκόλοπι· σὸς γάρ ἐστι νῦν |899 δοῦλος, πάροιθε δεσπότης κεκλημένος. |900 αἰσχύνομαι μέν, βούλομαι δʼ εἰπεῖν ὅμως. |901 τί χρῆμα; λέξον· ὡς φόβου γʼ ἔξωθεν εἶ. |902 νεκροὺς ὑβρίζειν, μή μέ τις φθόνῳ βάλῃ. |903 οὐκ ἔστιν οὐδεὶς ὅστις ἂν μέμψαιτό σε. |904 δυσάρεστος ἡμῶν καὶ φιλόψογος πόλις. |905 λέγʼ, εἴ τι χρῄζεις, σύγγονʼ· ἀσπόνδοισι γὰρ |906 νόμοισιν ἔχθραν τῷδε συμβεβλήκαμεν. |907 εἶἑν· τίνʼ ἀρχὴν πρῶτά σʼ ἐξείπω κακῶν, |908 ποίας τελευτάς; τίνα μέσον τάξω λόγον; |909 καὶ μὴν διʼ ὄρθρων γʼ οὔποτʼ ἐξελίμπανον |910 θρυλοῦσʼ ἅ γʼ εἰπεῖν ἤθελον κατʼ ὄμμα σόν, |911 εἰ δὴ γενοίμην δειμάτων ἐλευθέρα |912 τῶν πρόσθε. νῦν οὖν ἐσμεν· ἀποδώσω δέ σοι |913 ἐκεῖνʼ ἅ σε ζῶντʼ ἤθελον λέξαι κακά. |914 ἀπώλεσάς με κὠρφανὴν φίλου πατρὸς |915 καὶ τόνδʼ ἔθηκας, οὐδὲν ἠδικημένος, |916 κἄγημας αἰσχρῶς μητέρʼ ἄνδρα τʼ ἔκτανες |917 στρατηλατοῦνθʼ Ἕλλησιν, οὐκ ἐλθὼν Φρύγας. |918 ἐς τοῦτο δʼ ἦλθες ἀμαθίας ὥστʼ ἤλπισας |919 ὡς ἐς σὲ ἐμὴν δὴ μητέρʼ οὐχ ἕξοις κακὴν |920 γήμας, ἐμοῦ δὲ πατρὸς ἠδίκεις λέχη. |921 ἴστω δʼ, ὅταν τις διολέσας δάμαρτά του |922 κρυπταῖσιν εὐναῖς εἶτʼ ἀναγκασθῇ λαβεῖν, |923 δύστηνός ἐστιν, εἰ δοκεῖ τὸ σωφρονεῖν |924 ἐκεῖ μὲν αὐτὴν οὐκ ἔχειν, παρʼ οἷ δʼ ἔχειν. |925 ἄλγιστα δʼ ᾤκεις, οὐ δοκῶν οἰκεῖν κακῶς· |926 ᾔδησθα γὰρ δῆτʼ ἀνόσιον γήμας γάμον, |927 μήτηρ δὲ σʼ ἄνδρα δυσσεβῆ κεκτημένη. |928 ἄμφω πονηρὼ δʼ ὄντʼ ἀνῃρεῖσθον τύχην |929 κείνη τε τὴν σὴν καὶ σὺ τοὐκείνης κακόν. |930 πᾶσιν δʼ ἐν Ἀργείοισιν ἤκουες τάδε· |931 Ὁ τῆς γυναικός — οὐχὶ τἀνδρὸς ἡ γυνή. |932 καίτοι τόδʼ αἰσχρόν, προστατεῖν γε δωμάτων |933 γυναῖκα, μὴ τὸν ἄνδρα· κἀκείνους στυγῶ |934 τοὺς παῖδας, ὅστις τοῦ μὲν ἄρσενος πατρὸς |935 οὐκ ὠνόμασται, τῆς δὲ μητρὸς ἐν πόλει. |936 ἐπίσημα γὰρ γήμαντι καὶ μείζω λέχη |937 τἀνδρὸς μὲν οὐδείς, τῶν δὲ θηλειῶν λόγος. |938 ὃ δʼ ἠπάτα σε πλεῖστον οὐκ ἐγνωκότα, |939 ηὔχεις τις εἶναι τοῖσι χρήμασι σθένων· |940 τὰ δʼ οὐδὲν εἰ μὴ βραχὺν ὁμιλῆσαι χρόνον. |941 ἡ γὰρ φύσις βέβαιος, οὐ τὰ χρήματα. |942 ἣ μὲν γὰρ αἰεὶ παραμένουσʼ αἴρει κακά· |943 ὁ δʼ ὄλβος ἀδίκως καὶ μετὰ σκαιῶν ξυνὼν |944 ἐξέπτατʼ οἴκων, σμικρὸν ἀνθήσας χρόνον. |945 ἃ δʼ ἐς γυναῖκας — παρθένῳ γὰρ οὐ καλὸν |946 λέγειν — σιωπῶ, γνωρίμως δʼ αἰνίξομαι. |947 ὕβριζες, ὡς δὴ βασιλικοὺς ἔχων δόμους |948 κάλλει τʼ ἀραρώς. ἀλλʼ ἔμοιγʼ εἴη πόσις |949 μὴ παρθενωπός, ἀλλὰ τἀνδρείου τρόπου. |950 τὰ γὰρ τέκνʼ αὐτῶν Ἄρεος ἐκκρεμάννυται, |951 τὰ δʼ εὐπρεπῆ δὴ κόσμος ἐν χοροῖς μόνον. |952 ἔρρʼ, οὐδὲν εἰδὼς ὧν ἐφευρεθεὶς χρόνῳ |953 δίκην δέδωκας. — ὧδέ τις κακοῦργος ὢν |954 μή μοι τὸ πρῶτον βῆμʼ ἐὰν δράμῃ καλῶς, |955 νικᾶν δοκείτω τὴν Δίκην, πρὶν ἂν πέλας |956 γραμμῆς ἵκηται καὶ τέλος κάμψῃ βίου. |957 ἔπραξε δεινά, δεινὰ δʼ ἀντέδωκε σοὶ |958 καὶ τῷδʼ· ἔχει γὰρ ἡ Δίκη μέγα σθένος. |959 εἶἑν· κομίζειν τοῦδε σῶμʼ ἔσω χρεὼν |960 σκότῳ τε δοῦναι, δμῶες, ὡς, ὅταν μόλῃ |961 μήτηρ, σφαγῆς πάροιθε μὴ εἰσίδῃ νεκρόν. |962 ἐπίσχες· ἐμβάλωμεν εἰς ἄλλον λόγον. |963 τί δʼ; ἐκ Μυκηνῶν μῶν βοηδρόμους ὁρῶ; |964 οὔκ, ἀλλὰ τὴν τεκοῦσαν ἥ μʼ ἐγείνατο. |965 καλῶς ἄρʼ ἄρκυν ἐς μέσην πορεύεται — |966 καὶ μὴν ὄχοις γε καὶ στολῇ λαμπρύνεται. |967 τί δῆτα δρῶμεν; μητέρʼ ἦ φονεύσομεν; |968 μῶν σʼ οἶκτος εἷλε, μητρὸς ὡς εἶδες δέμας; |969 φεῦ· |969a πῶς γὰρ κτάνω νιν, ἥ μʼ ἔθρεψε κἄτεκεν; |970 ὥσπερ πατέρα σὸν ἥδε κἀμὸν ὤλεσεν. |971 ὦ Φοῖβε, πολλήν γʼ ἀμαθίαν ἐθέσπισας — |972 ὅπου δʼ Ἀπόλλων σκαιὸς ᾖ, τίνες σοφοί; |973 ὅστις μʼ ἔχρησας μητέρʼ, ἣν οὐ χρῆν, κτανεῖν. |974 βλάπτῃ δὲ δὴ τί πατρὶ τιμωρῶν σέθεν; |975 μητροκτόνος νῦν φεύξομαι, τόθʼ ἁγνὸς ὤν. |976 καὶ μή γʼ ἀμύνων πατρὶ δυσσεβὴς ἔσῃ. |977 ἐγὼ δὲ μητρὸς — ; τῷ φόνου δώσω δίκας; |978 τῷ δʼ ἢν πατρῴαν διαμεθῇς τιμωρίαν; |979 ἆρʼ αὔτʼ ἀλάστωρ εἶπʼ ἀπεικασθεὶς θεῷ; |980 ἱερὸν καθίζων τρίποδʼ; ἐγὼ μὲν οὐ δοκῶ. |981 οὐδʼ ἂν πιθοίμην εὖ μεμαντεῦσθαι τάδε. |982 οὐ μὴ κακισθεὶς εἰς ἀνανδρίαν πεσῇ. |983 ἀλλʼ ἦ τὸν αὐτὸν τῇδʼ ὑποστήσω δόλον; |984 ᾧ καὶ πόσιν καθεῖλες, Αἴγισθον κτανών. |985 ἔσειμι· δεινοῦ δʼ ἄρχομαι προβλήματος |986 καὶ δεινὰ δράσω γε — εἰ θεοῖς δοκεῖ τάδε, |987 ἔστω· πικρὸν δὲ χἡδὺ τἀγώνισμά μοι. [anapests] |988 ἰώ, |988a βασίλεια γύναι χθονὸς Ἀργείας, |989 παῖ Τυνδάρεω, |990 καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν |991 Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις |992 ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις |993 τιμὰς σωτῆρας ἔχοντες· |994 χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας |995 πλούτου μεγάλης τʼ εὐδαιμονίας. |996 τὰς σὰς δὲ τύχας θεραπεύεσθαι |997 καιρός. χαῖρʼ, ὦ βασίλεια. |998 ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆς |999 λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα. |1000 σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι |1001 Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς |1002 ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα |1003 σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις. |1004 οὔκουν ἐγώ — δούλη γὰρ ἐκβεβλημένη |1005 δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους — |1006 μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός; |1007 δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει. |1008 τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων, |1009 ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα, |1010 ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι. |1011 τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα |1012 ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων. |1013 λέξω δὲ καίτοι δόξʼ ὅταν λάβῃ κακὴ |1014 γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις. |1015 ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ |1016 μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ, |1017 στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν; |1018 ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί, |1019 οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ. |1020 κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως |1021 λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων |1022 πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς |1023 λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα. |1024 κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος, |1025 ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα, |1026 ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν· |1027 νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν |1028 ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο, |1029 τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν. |1030 ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη |1031 οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν· |1032 ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην |1033 λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο |1034 ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν. |1035 μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω· |1036 ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσις |1037 τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει |1038 γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον. |1039 κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται, |1040 οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς. |1041 εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ, |1042 κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν |1043 Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ |1044 ἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖν |1045 κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν; |1046 ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον |1047 πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν |1048 τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι; |1049 λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ, |1050 ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως. |1051 δίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει. |1052 γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει, |1053 ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε, |1054 οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων. |1055 μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους |1056 λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν. |1057 καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον. |1058 ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς; |1059 οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί. |1060 λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου· |1061 εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας. |1062 τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν |1063 Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω, |1064 ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω. |1065 ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο, |1066 σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας, |1067 σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσιν |1068 ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ. |1069 ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς, |1070 νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου, |1071 ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης. |1072 γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων |1073 ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν. |1074 οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς |1075 φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν. |1076 μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων, |1077 εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην, |1078 εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα, |1079 Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν. |1080 καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι· |1081 ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν, |1082 ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην· |1083 Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένης |1084 ἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰ |1085 παράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει. |1086 εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ, |1087 ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος; |1088 πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμους |1089 ἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχει |1090 τἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη; |1091 κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις, |1092 οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲ |1093 κτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεται |1094 φόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼ |1095 καὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι· |1096 εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα. |1097 ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼν |1098 γαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρ |1099 μεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη. |1100 τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ, |1101 τὰ δʼ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν. |1102 ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί· |1103 ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων, |1104 οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός. |1105 συγγνώσομαί σοι· καὶ γὰρ οὐχ οὕτως ἄγαν |1106 χαίρω τι, τέκνον, τοῖς δεδραμένοις ἐμοί. |1107 σὺ δʼ ὧδʼ ἄλουτος καὶ δυσείματος χρόα |1108 λεχὼ νεογνῶν ἐκ τόκων πεπαυμένη; |1109 οἴμοι τάλαινα τῶν ἐμῶν βουλευμάτων· |1110 ὡς μᾶλλον ἢ χρῆν ἤλασʼ εἰς ὀργὴν πόσιν. |1111 ὀψὲ στενάζεις, ἡνίκʼ οὐκ ἔχεις ἄκη. |1112 πατὴρ μὲν οὖν τέθνηκε· τὸν δʼ ἔξω χθονὸς |1113 πῶς οὐ κομίζῃ παῖδʼ ἀλητεύοντα σόν; |1114 δέδοικα· τοὐμὸν δʼ, οὐχὶ τοὐκείνου, σκοπῶ. |1115 πατρὸς γάρ, ὡς λέγουσι, θυμοῦται φόνῳ. |1116 τί δαὶ πόσιν σὸν ἄγριον εἰς ἡμᾶς ἔχεις; |1117 τρόποι τοιοῦτοι· καὶ σὺ δʼ αὐθάδης ἔφυς. |1118 ἀλγῶ γάρ· ἀλλὰ παύσομαι θυμουμένη. |1119 καὶ μὴν ἐκεῖνος οὐκέτʼ ἔσται σοι βαρύς. |1120 φρονεῖ μέγʼ· ἐν γὰρ τοῖς ἐμοῖς ναίει δόμοις. |1121 ὁρᾷς; ἀνʼ αὖ σὺ ζωπυρεῖς νείκη νέα. |1122 σιγῶ· δέδοικα γάρ νιν ὡς δέδοικʼ ἐγώ. |1123 παῦσαι λόγων τῶνδε. ἀλλὰ τί μʼ ἐκάλεις, τέκνον; |1124 ἤκουσας, οἶμαι, τῶν ἐμῶν λοχευμάτων· |1125 τούτων ὕπερ μοι θῦσον — οὐ γὰρ οἶδʼ ἐγώ — |1126 δεκάτῃ σελήνῃ παιδὸς ὡς νομίζεται· |1127 τρίβων γὰρ οὐκ εἴμʼ, ἄτοκος οὖσʼ ἐν τῷ πάρος. |1128 ἄλλης τόδʼ ἔργον, ἥ σʼ ἔλυσεν ἐκ τόκων. |1129 αὐτὴ ʼλόχευον κἄτεκον μόνη βρέφος. |1130 οὕτως ἀγείτων οἶκος ἵδρυται φίλων; |1131 πένητας οὐδεὶς βούλεται κτᾶσθαι φίλους. |1132 ἀλλʼ εἶμι, παιδὸς ἀριθμὸν ὡς τελεσφόρον |1133 θύσω θεοῖσι· σοὶ δʼ ὅταν πράξω χάριν |1134 τήνδʼ, εἶμʼ ἐπʼ ἀγρὸν οὗ πόσις θυηπολεῖ |1135 νύμφαισιν. ἀλλὰ τούσδʼ ὄχους, ὀπάονες, |1136 φάτναις ἄγοντες πρόσθεθʼ· ἡνίκʼ ἂν δέ με |1137 δοκῆτε θυσίας τῆσδʼ ἀπηλλάχθαι θεοῖς, |1138 πάρεστε· δεῖ γὰρ καὶ πόσει δοῦναι χάριν. |1139 χώρει πένητας ἐς δόμους· φρούρει δέ μοι |1140 μή σʼ αἰθαλώσῃ πολύκαπνον στέγος πέπλους. |1141 θύσεις γὰρ οἷα χρή σε δαίμοσιν θύη. |1142 κανοῦν δʼ ἐνῆρκται καὶ τεθηγμένη σφαγίς, |1143 ἥπερ καθεῖλε ταῦρον, οὗ πέλας πεσῇ |1144 πληγεῖσα· νυμφεύσῃ δὲ κἀν Ἅιδου δόμοις |1145 ᾧπερ ξυνηῦδες ἐν φάει. τοσήνδʼ ἐγὼ |1146 δώσω χάριν σοι, σὺ δὲ δίκην ἐμοὶ πατρός. [choral] [strophe] |1147 ἀμοιβαὶ κακῶν· μετάτροποι πνέου- |1148 σιν αὖραι δόμων. τότε μὲν ἐν λουτροῖς |1149 ἔπεσεν ἐμὸς ἐμὸς ἀρχέτας, |1150 ἰάχησε δὲ στέγα λάινοί τε θριγκοὶ δόμων, |1151 τάδʼ ἐνέποντος· Ὦ σχέτλια· τί με, γύναι, φονεύσεις φίλαν |1152 πατρίδα δεκέτεσιν σποραῖσιν ἐλθόντʼ ἐμάν; [antistrophe] |1155 παλίρρους δὲ τάνδʼ ὑπάγεται δίκα |1156 διαδρόμου λέχους μέλεον ἃ πόσιν |1157 χρόνιον ἱκόμενον εἰς οἴκους |1158 Κυκλώπειά τʼ οὐράνια τείχεʼ ὀξυθήκτου βέλους |1160 ἔκανεν αὐτόχειρ, πέλεκυν ἐν χεροῖν λαβοῦσʼ· ἆ τλάμων |1161 πόσις, ὅ τί ποτε τὰν τάλαιναν ἔσχεν κακόν. |1162 ὀρεία τις ὡς λέαινʼ ὀργάδων |1163 δρύοχα νεμομένα, τάδε κατήνυσεν. |1165 ὦ τέκνα, πρὸς θεῶν, μὴ κτάνητε μητέρα. [lyric] |1166 κλύεις ὑπώροφον βοάν; [lyric] |1167 ἰώ μοί μοι. |1168 ᾤμωξα κἀγὼ πρὸς τέκνων χειρουμένης. |1169 νέμει τοι δίκαν θεός, ὅταν τύχῃ· |1170 σχέτλια μὲν ἔπαθες, ἀνόσια δʼ εἰργάσω, |1171 τάλαινʼ, εὐνέταν. |1172 ἀλλʼ οἵδε μητρὸς νεοφόνοις ἐν αἵμασι |1173 πεφυρμένοι βαίνουσιν ἐξ οἴκων πόδα, |1174 τροπαῖα δείγματʼ ἀθλίων προσφαγμάτων. |1175 οὐκ ἔστιν οὐδεὶς οἶκος ἀθλιώτερος |1176 τῶν Τανταλείων οὐδʼ ἔφυ ποτʼ ἐκγόνων. [strophe 1] |1177 ἰὼ Γᾶ καὶ Ζεῦ πανδερκέτα |1178 βροτῶν, ἴδετε τάδʼ ἔργα φόνι- |1179 α μυσαρά, δίγονα σώματʼ ἐν |1180 χθονὶ κείμενα πλαγᾷ |1181 χερὸς ὑπʼ ἐμᾶς, ἄποινʼ ἐμῶν |1181a πημάτων |1182 δακρύτʼ ἄγαν, ὦ σύγγονʼ, αἰτία δʼ ἐγώ. |1183 διὰ πυρὸς ἔμολον ἁ τάλαινα ματρὶ τᾷδʼ, |1184 ἅ μʼ ἔτικτε κούραν. |1185 ἰὼ τύχας, σᾶς τύχας, |1186 μᾶτερ τεκοῦσʼ ἄλαστα, |1187 ἄλαστα μέλεα καὶ πέρα |1188 παθοῦσα σῶν τέκνων ὑπαί. |1189 πατρὸς δʼ ἔτεισας φόνον δικαίως. [antistrophe 1] |1190 ἰὼ Φοῖβʼ, ἀνύμνησας δίκαιʼ |1191 ἄφαντα, φανερὰ δʼ ἐξέπρα- |1192 ξας ἄχεα, φόνια δʼ ὤπασας |1193 λάχεʼ ἀπὸ γᾶς τᾶς Ἑλλανίδος. |1194 τίνα δʼ ἑτέραν μόλω πόλιν; |1195 τίς ξένος, τίς εὐσεβὴς |1196 ἐμὸν κάρα προσόψεται |1197 ματέρα κτανόντος; |1198 ἰὼ ἰώ μοι. ποῖ δʼ ἐγώ, τίνʼ ἐς χορόν, |1199 τίνα γάμον εἶμι; τίς πόσις με δέξεται |1200 νυμφικὰς ἐς εὐνάς; |1201 πάλιν, πάλιν φρόνημα σὸν |1202 μετεστάθη πρὸς αὔραν· |1203 φρονεῖς γὰρ ὅσια νῦν, τότʼ οὐ |1204 φρονοῦσα, δεινὰ δʼ εἰργάσω, |1205 φίλα, κασίγνητον οὐ θέλοντα. [strophe 2] |1206 κατεῖδες, οἷον ἁ τάλαινʼ ἔξω πέπλων |1207 ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν, |1208 ἰώ μοι, πρὸς πέδῳ |1209 τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δʼ ἐγὼ — |1210 σάφʼ οἶδα, διʼ ὀδύνας ἔβας, |1211 ἰήιον κλύων γόον |1212 ματρός, ἅ σʼ ἔτικτε. [antistrophe 2] |1214 βοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν |1215 τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω· |1216 παρῄδων τʼ ἐξ ἐμᾶν |1217 ἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος. |1218 τάλαινα· πῶς ἔτλας φόνον |1219 διʼ ὀμμάτων ἰδεῖν σέθεν |1220 ματρὸς ἐκπνεούσας; [strophe 3] |1221 ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς |1222 φασγάνῳ κατηρξάμαν |1223 ματέρος ἔσω δέρας μεθείς. |1224 ἐγὼ δʼ ἐπεγκέλευσά σοι |1225 ξίφους τʼ ἐφηψάμαν ἅμα. |1226 δεινότατον παθέων ἔρεξας. [antistrophe 3] |1227 λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις |1228 καὶ καθάρμοσον σφαγάς. |1229 φονέας ἔτικτες ἆρά σοι. |1230 ἰδού, φίλᾳ τε κοὐ φίλᾳ |1231 φάρεα τάδʼ ἀμφιβάλλομεν. |1232 τέρμα κακῶν μεγάλων δόμοισιν. [episode] [anapests] |1233 ἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτων |1234 φαίνουσι τίνες — δαίμονες ἢ θεῶν |1235 τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼ |1236 ἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰν |1237 ὄψιν βαίνουσι βροτοῖσιν; |1238 Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε |1239 καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι, |1240 Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε. |1241 δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον |1242 παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν |1243 σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς. |1244 δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς· |1245 Φοῖβός τε, Φοῖβος — ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός, |1246 σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά. |1247 αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ |1248 πράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι. |1249 Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους, |1250 σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιν |1251 τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν. |1252 δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶ |1253 τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον. |1254 ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας |1255 πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας |1256 δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν, |1257 γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον. |1258 ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ |1259 ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι, |1260 Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης, |1261 μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων, |1262 πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη |1263 ψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς. |1264 ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι. |1265 ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ |1266 ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν |1267 ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον. |1268 καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται, |1269 νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί. |1270 δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναι |1271 πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός, |1272 σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον· |1273 σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς |1274 οἰκεῖν Λυκαίου πλησίον σηκώματος· |1275 ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται. |1276 σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυν |1277 Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ. |1278 μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν |1279 Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα, |1280 Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων |1281 ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας· |1282 Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν, |1283 εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον. |1284 Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων |1285 Ἀχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω, |1286 καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω |1287 Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος· |1288 σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶ |1289 χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα. |1290 πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου |1291 εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων. [anapests] |1292 ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς |1293 τὰς ὑμετέρας ἡμῖν πελάθειν; |1294 θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις. |1295 κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι; |1296 καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσω |1297 πρᾶξιν φονίαν. |1298 πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ |1299 τῆς καπφθιμένης |1300 οὐκ ἠρκέσατον κῆρας μελάθροις; |1301 μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών, |1302 Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί. |1303 τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ |1304 φονίαν ἔδοσαν μητρὶ γενέσθαι; |1305 κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι, |1306 μία δʼ ἀμφοτέρους |1307 ἄτη πατέρων διέκναισεν. |1308 ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν |1309 τῶν σῶν εὐθὺς φίλτρων στέρομαι |1310 καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος. |1311 πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼ |1312 οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει |1313 πόλιν Ἀργείων. |1314 καὶ τίνες ἄλλαι στοναχαὶ μείζους |1315 ἢ γῆς πατρίας ὅρον ἐκλείπειν; |1316 ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς |1317 καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον |1318 μητρὸς ὑφέξω. |1319 θάρσει· Παλλάδος |1320 ὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου. |1321 περί μοι στέρνοις στέρνα πρόσαψον, |1322 σύγγονε φίλτατε· |1323 διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων |1324 μελάθρων μητρὸς φόνιοι κατάραι. |1325 βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ |1326 ὡς ἐπὶ τύμβῳ καταθρήνησον. |1327 φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω |1328 καὶ θεοῖσι κλύειν. |1329 ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις |1330 οἶκτοι θνητῶν πολυμόχθων. |1331 οὐκέτι σʼ ὄψομαι. |1332 οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω. |1333 τάδε λοίσθιά μοι προσφθέγματά σου. |1334 ὦ χαῖρε, πόλις· |1335 χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες. |1336 ὦ πιστοτάτη, στείχεις ἤδη; |1337 στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν. |1340 Πυλάδη, χαίρων ἴθι, νυμφεύου |1341 δέμας Ἠλέκτρας. |1342 τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας |1343 τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν· |1344 δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ |1345 χειροδράκοντες χρῶτα κελαιναί, |1346 δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι· |1347 νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇ |1348 σῴσοντε νεῶν πρῴρας ἐνάλους. |1349 διὰ δʼ αἰθερίας στείχοντε πλακὸς |1350 τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν, |1351 οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον |1352 φίλον ἐν βιότῳ, τούτους χαλεπῶν |1353 ἐκλύοντες μόχθων σῴζομεν. |1354 οὕτως ἀδικεῖν μηδεὶς θελέτω |1355 μηδʼ ἐπιόρκων μέτα συμπλείτω· |1356 θεὸς ὢν θνητοῖς ἀγορεύω. |1357 χαίρετε· χαίρειν δʼ ὅστις δύναται |1358 καὶ ξυντυχίᾳ μή τινι κάμνει |1359 θνητῶν, εὐδαίμονα πράσσει.