[edition urn:cts:greekLit:tlg0006.tlg011.perseus-grc2] [episode] |1 Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθος |2 πόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶ |3 κάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός. |4 ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόνα |5 Φοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξ |6 ὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶν |7 εὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει· |8 ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸς |9 ὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ Παρνάσιος |10 Φωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδος |11 ἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας, |12 πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας· |13 ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεται |14 Δούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ. |15 ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτορα |16 φόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροις |17 πέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών. |18 πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματα |19 πρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲ |20 πρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳ |21 ἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι, |22 οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν. |23 ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦ |24 Ἥρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας — |25 λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς· |26 ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή, |27 νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει. |28 πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδων |29 βοᾷ Σκάμανδρος δεσπότας κληρουμένων. |30 καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼς |31 εἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι. |32 ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαις |33 ταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναι |34 στρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα Τυνδαρὶς |35 Ἑλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως. |36 τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει, |37 πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος, |38 δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ· |39 ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφου |40 λάθρα τέθνηκε τλημόνως Πολυξένη· |41 φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένον |42 μεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ, |43 τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲς |44 γαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος. |45 ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλις |46 ξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσεν |47 Παλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι. |48 ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸς |49 μέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον, |50 λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν; |51 ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι, |52 ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν. |53 ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶ |54 κοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ. |55 μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, |56 ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα; |57 οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν, |58 πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω. |59 ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦν |60 ἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης; |61 ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγους |62 καὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω; |63 μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν· |64 πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν; |65 τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, |66 στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν. |67 τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπους |68 μισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς; |69 οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς; |70 οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ. |71 κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο. |72 καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει. |73 τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς. |74 ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί; |75 δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω. |76 ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα; |77 ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου. |78 καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετον |79 πέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα· |80 ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, |81 βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί. |82 σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόρον |83 τρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, |84 πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν, |85 ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖν |86 εἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν. |87 ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγων |88 δεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός. |89 ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδες |90 Σκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραι |91 πολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν. |92 ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰς |93 λαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, |94 ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως. |95 μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις, |96 ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων, |97 ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον. [choral] [anapests] |98 ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή· |99 ἐπάειρε δέρην· οὐκέτι Τροία |100 τάδε καὶ βασιλῆς ἐσμεν Τροίας. |101 μεταβαλλομένου δαίμονος ἀνέχου. |102 πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα, |103 μηδὲ προσίστω πρῷραν βιότου |104 πρὸς κῦμα πλέουσα τύχαισιν. |105 αἰαῖ αἰαῖ. |106 τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν, |107 ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις; |108 ὦ πολὺς ὄγκος συστελλόμενος |109 προγόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα. |110 τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; |111 τί δὲ θρηνῆσαι; |112 δύστηνος ἐγὼ τῆς βαρυδαίμονος |113 ἄρθρων κλίσεως, ὡς διάκειμαι, |114 νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ. |115 οἴμοι κεφαλῆς, οἴμοι κροτάφων |116 πλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαι |117 καὶ διαδοῦναι νῶτον ἄκανθάν τʼ |118 εἰς ἀμφοτέρους τοίχους, μελέων |119 ἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους. |120 μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις |121 ἄτας κελαδεῖν ἀχορεύτους. [lyric] |122 πρῷραι ναῶν, ὠκείαις |123 Ἴλιον ἱερὰν αἳ κώπαις |124 διʼ ἅλα πορφυροειδέα καὶ |125 λιμένας Ἑλλάδος εὐόρμους |126 αὐλῶν παιᾶνι στυγνῷ |127 συρίγγων τʼ εὐφθόγγων φωνᾷ |128 βαίνουσαι πλεκτὰν Αἰγύπτου |129 παιδείαν ἐξηρτήσασθʼ, |130 αἰαῖ, Τροίας ἐν κόλποις |131 τὰν Μενελάου μετανισόμεναι |132 στυγνὰν ἄλοχον, Κάστορι λώβαν |133 τῷ τʼ Εὐρώτᾳ δυσκλείαν, |134 ἃ σφάζει μὲν |135 τὸν πεντήκοντʼ ἀροτῆρα τέκνων |136 Πρίαμον, ἐμέ τε μελέαν Ἑκάβαν |137 ἐς τάνδʼ ἐξώκειλʼ ἄταν. |138 ὤμοι, θάκους οἵους θάσσω, |139 σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις. |140 δούλα δʼ ἄγομαι |141 γραῦς ἐξ οἴκων πενθήρη |142 κρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς. |143 ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώων |144 ἄλοχοι μέλεαι, |144a καὶ κοῦραι κοῦραι δύσνυμφοι, |145 τύφεται Ἴλιον, αἰάζωμεν. |146 μάτηρ δʼ ὡσεί τις πτανοῖς |147 ὄρνισιν, ὅπως ἐξάρξω ʼγὼ |148 κλαγγάν, μολπάν, οὐ τὰν αὐτὰν |149 οἵαν ποτὲ δὴ |150 σκήπτρῳ Πριάμου διερειδομένα |151 ποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίους |152 εὐκόμποις ἐξῆρχον θεούς. [strophe 1] |153 Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις; |154 ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρων |155 ἄιον οἴκτους οὓς οἰκτίζῃ. |156 διὰ δὲ στέρνων φόβος ἄισσεν |157 Τρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσω |158 δουλείαν αἰάζουσιν. |159 ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη |160 κινεῖται κωπήρης χείρ; |161 οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδη |162 ναυσθλώσουσιν πατρίας ἐκ γᾶς; |163 οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν. |164 ἰὼ ἰώ. |165 μέλεαι μόχθων ἐπακουσόμεναι |166 Τρῳάδες, ἔξω κομίζεσθʼ οἴκων· |167 στέλλουσʼ Ἀργεῖοι νόστον. |168 αἶ, αἶ. |169 μή νύν μοι τὰν |170 ἐκβακχεύουσαν Κασάνδραν, |172 αἰσχύναν Ἀργείοισιν, |171 πέμψητʼ ἔξω, |173 μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ. |173a ἰώ. |174 Τροία Τροία δύστανʼ, ἔρρεις, |174a δύστανοι δʼ οἵ σʼ ἐκλείποντες |175 καὶ ζῶντες καὶ δμαθέντες. [antistrophe 1] |176 οἴμοι. τρομερὰ σκηνὰς ἔλιπον |177 τάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα, |178 βασίλεια, σέθεν· μή με κτείνειν |179 δόξʼ Ἀργείων κεῖται μελέαν; |180 ἢ κατὰ πρύμνας ἤδη ναῦται |181 στέλλονται κινεῖν κώπας; |182 ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν. |183 ἐκπληχθεῖσʼ ἦλθον φρίκᾳ. |184 ἤδη τις ἔβα Δαναῶν κῆρυξ; |185 τῷ πρόσκειμαι δούλα τλάμων; |186 ἐγγύς που κεῖσαι κλήρου. |187 ἰὼ ἰώ. |187a τίς μʼ Ἀργείων ἢ Φθιωτᾶν |188 ἢ νησαίαν μʼ ἄξει χώραν |189 δύστανον πόρσω Τροίας; |190 φεῦ φεῦ. |190a τῷ δʼ ἁ τλάμων |191 ποῦ πᾷ γαίας δουλεύσω γραῦς, |192 ὡς κηφήν, ἁ δειλαία, |192a νεκροῦ μορφά, |193 νεκύων ἀμενηνὸν ἄγαλμα, |194 αἰαῖ |194a τὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼ |195 ἢ παίδων θρέπτειρʼ, ἃ Τροίας |196 ἀρχαγοὺς εἶχον τιμάς; [strophe 2] |197 αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοις |198 τὰν σὰν λύμαν ἐξαιάζεις; |199 οὐκ Ἰδαίοις ἱστοῖς κερκίδα |200 δινεύουσʼ ἐξαλλάξω. |201 νέατον τεκέων σώματα λεύσσω, |202 νέατον |202a μόχθους ἕξω κρείσσους, |203 ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων |204 ʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων.ʼ |205 ἢ Πειρήνας ὑδρευσομένα |206 πρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων. |207 τὰν κλεινὰν εἴθʼ ἔλθοιμεν |208 Θησέως εὐδαίμονα χώραν. |210 μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα, |211 τὰν ἐχθίσταν θεράπναν Ἑλένας, |212 ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα, |213 τῷ τᾶς Τροίας πορθητᾷ. [antistrophe 2] |214 τὰν Πηνειοῦ σεμνὰν χώραν, |215 κρηπῖδʼ Οὐλύμπου καλλίσταν, |216 ὄλβῳ βρίθειν φάμαν ἤκουσʼ |217 εὐθαλεῖ τʼ εὐκαρπείᾳ· |218 τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰν |219 Θησέως ζαθέαν ἐλθεῖν χώραν. |220 καὶ τὰν Αἰτναίαν Ἡφαίστου |221 Φοινίκας ἀντήρη χώραν, |222 Σικελῶν ὀρέων ματέρʼ, ἀκούω |223 καρύσσεσθαι στεφάνοις ἀρετᾶς. |224 τάν τʼ ἀγχιστεύουσαν γᾶν |225 Ἰονίῳ ναύται πόντῳ, |226 ἃν ὑγραίνει καλλιστεύων |227 ὁ ξανθὰν χαίταν πυρσαίνων |228 Κρᾶθις ζαθέαις πηγαῖσι τρέφων |229 εὔανδρόν τʼ ὀλβίζων γᾶν. [episode] [anapests] |230 καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶς |231 κῆρυξ, νεοχμῶν μύθων ταμίας, |232 στείχει ταχύπουν ἴχνος ἐξανύων. |233 τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ |234 Δωρίδος ἐσμὲν χθονὸς ἤδη. |235 Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺς |236 ἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ, |237 ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι, |238 Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον. [lyric] |239 αἰαῖ, τόδε |239a τόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι. |240 ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος. |241 αἰαῖ, τίνʼ ἢ |241a Θεσσαλίας πόλιν ἢ |242 Φθιάδος εἶπας ἢ Καδμείας χθονός; |243 κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε. |244 τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴς |245 Ἰλιάδων μένει; |246 οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ. |247 τοὐμὸν τίς ἆρʼ |248 ἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν; |249 ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ. |250 ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳ |251 δούλαν; ἰώ μοί μοι. |252 οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια. |253 ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁ |254 χρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν; |255 ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης. |256 ῥῖπτε, τέκνον, ζαθέους κλῇ- |257 δας καὶ ἀπὸ χροὸς ἐνδυ- |258 τῶν στεφέων ἱεροὺς στολμούς. |259 οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν; |260 τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι; |262 Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς; |263 ταύταν· τῷ πάλος ἔζευξεν; |264 τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως. |265 ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν. |266 ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τί |267 θέσμιον, ὦ φίλος, Ἑλλάνων; |268 εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς. |269 τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει; |270 ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων. |271 τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ, |272 Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν; |273 καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον. |274 ἐγὼ δὲ τῷ |275 πρόσπολος ἁ τριτοβάμονος χερὶ |276 δευομένα βάκτρου γεραιῷ κάρᾳ; |277 Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν. |278 ἒ ἔ. |279 ἄρασσε κρᾶτα κούριμον, |280 ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν. |281 ἰώ μοί μοι. |282 μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν, |283 πολεμίῳ δίκας, παρανόμῳ δάκει, |285 ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼ |286 ἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳ |287 φίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων. |288 γοᾶσθʼ, ὦ Τρῳάδες, με. |289 βέβακα δύσποτμος. οἴχομαι ἁ |290 τάλαινα, δυστυχεστάτῳ |291 προσέπεσον κλήρῳ. [iambic] |292 τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχας |293 τίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει; |294 ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼν |295 ὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃ |296 ἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμένας |297 καὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω. |298 ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας; |299 πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς, |300 ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸς |301 πρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματα |302 θανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερον |303 ἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά. |304 ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορον |305 ἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ. |306 οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴ |307 μαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ. [lyric] |308 Ἄνεχε· πάρεχε. |308a φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού — |309 λαμπάσι τόδʼ ἱερόν. |310 ὦ Ὑμέναιʼ ἄναξ· |311 μακάριος ὁ γαμέτας· |312 μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις |313 κατʼ Ἄργος ἁ γαμουμένα. |314 Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ. |315 ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶ |316 γόοισι τὸν θανόντα πατέρα πατρίδα τε |317 φίλαν καταστένουσʼ ἔχεις, |319 ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖς |320 ἀναφλέγω πυρὸς φῶς |321 ἐς αὐγάν, ἐς αἴγλαν, |322 διδοῦσʼ, ὦ Ὑμέναιε, σοί, |323 διδοῦσʼ, ὦ Ἑκάτα, φάος, |324 παρθένων ἐπὶ λέκτροις |324a ᾇ νόμος ἔχει. |325 πάλλε πόδα. |326 αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ· |327 ὡς ἐπὶ πατρὸς ἐμοῦ |328 μακαριωτάταις |329 τύχαις· ὁ χορὸς ὅσιος. |329a ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναις |330 ἀνάκτορον θυηπολῶ, |331 Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν. |332 χόρευε, μᾶτερ, ἀναγέλασον· |333 ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶν |334 φέρουσα φιλτάταν βάσιν. |335 βοάσαθʼ Ὑμέναιον, ὤ, |336 μακαρίαις ἀοιδαῖς |337 ἰαχαῖς τε νύμφαν. |338 ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶν |339 κόραι, μέλπετʼ ἐμῶν γάμων |340 τὸν πεπρωμένον εὐνᾷ |340a πόσιν ἐμέθεν. [iambic] |341 βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην, |342 μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν; |343 Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν, |344 ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγα |345 ἔξω τε μεγάλων ἐλπίδων. |345a οἴμοι, τέκνον, |346 ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸς |347 γάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε. |348 παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖς |349 μαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον, |350 ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις. |351 ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατε |352 τοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις. |353 μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον, |354 καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις· |355 καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ, |356 ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας, |357 Ἑλένης γαμεῖ με δυσχερέστερον γάμον |358 ὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ. |359 κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμους |360 ποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ |361 ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν, |362 ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων· |363 μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοι |364 θήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν. |365 πόλιν δὲ δείξω τήνδε μακαριωτέραν |366 ἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμως |367 τοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων· |368 οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν, |369 θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν. |370 ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερ |371 τὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεν |372 τέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα, |373 καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης. |374 ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους, |375 ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοι |376 οὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι, |377 οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖν |378 πέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇ |379 κεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο· |380 χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοις |381 ἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοις |382 ἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται. |383 ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. — |384 σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοι |385 γένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά. |386 Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος, |387 ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ, |388 νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕπο |389 ἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός, |390 χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο· |391 ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν, |392 ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοις |393 ᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί. |394 τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει· |395 δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, |396 καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται· |397 εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν. |398 Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή, |399 σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις. |400 φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ· |401 εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλει |402 καλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές. |403 ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν, |404 οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶ |405 καὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ. |406 ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς, |407 μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως. |408 εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας, |409 οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάτας |410 τοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. |411 ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰ |412 οὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα. |413 ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, |414 Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετον |415 μαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ, |416 ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην. |417 καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας — |418 Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσεις |419 ἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοι |420 πρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ. |421 σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκος |422 ἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτρις |423 γυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον. |424 ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομα |425 κήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, |426 οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται; |427 σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέως |428 ἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι, |429 οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι |430 αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ. |431 δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν· |432 ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰ |433 δόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτη |434 πρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν |435 οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτρας |436 δεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτης |437 Κύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτρια |438 Κίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια, |439 λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες, |440 αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε, |441 πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω, |442 ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρ |443 κάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών. [trochees] |444 ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους; |445 στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα. |446 ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ, |447 ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα. |448 κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένην |449 ὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου, |450 θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν. |451 ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια, |452 χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην. |453 ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόα |454 δῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ. |455 ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή; |456 οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν, |457 ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός. |458 χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς, |459 οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ, |460 οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόρος |461 καὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο. [iambic] |462 Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατε |463 δέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει; |464 οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί, |465 γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας. |466 ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι — |467 κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξια |468 πάσχω τε καὶ πέπονθα κἄτι πείσομαι. |469 ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους, |470 ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς, |471 ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην. |472 πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον· |473 τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ. |474 ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην, |475 κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, |476 οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν· |477 οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαρος |478 γυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. |479 κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷ |480 τρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν, |481 καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρα |482 κλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιν |483 αὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ, |484 πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένους |485 ἐς ἀξίωμα νυμφίων ἐξαίρετον, |486 ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην. |487 κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι, |488 αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε. |489 τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν, |490 δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι. |491 ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα, |492 τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτριν |493 κλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα, |494 ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχειν |495 ῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων, |496 τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόα |497 πέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν. |498 οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕνα |499 γυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι. |500 ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς, |501 οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν. |502 σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη; |503 ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰ |504 πολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ. |505 τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο; |506 ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα, |507 νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆ |508 πέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶ |509 δακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων |510 μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ. [choral] [strophe 1] |512 ἀμφί μοι Ἴλιον, ὦ |513 Μοῦσα, καινῶν ὕμνων |514 ἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον· |515 νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω, |517 τετραβάμονος ὡς ὑπʼ ἀπήνας |518 Ἀργείων ὀλόμαν τάλαινα δοριάλωτος, |519 ὅτʼ ἔλιπον ἵππον οὐράνια |520 βρέμοντα χρυσεοφάλαρον ἔνο- |521 πλον ἐν πύλαις Ἀχαιοί· |522 ἀνὰ δʼ ἐβόασεν λεὼς |523 Τρῳάδος ἀπὸ πέτρας σταθείς· |524 Ἴτʼ, ὦ πεπαυμένοι πόνων, |525 τόδʼ ἱερὸν ἀνάγετε ξόανον |526 Ἰλιάδι Διογενεῖ κόρᾳ. |527 τίς οὐκ ἔβα νεανίδων, |528 τίς οὐ γεραιὸς ἐκ δόμων; |529 κεχαρμένοι δʼ ἀοιδαῖς |530 δόλιον ἔσχον ἄταν. [antistrophe 1] |532 πᾶσα δὲ γέννα Φρυγῶν |533 πρὸς πύλας ὡρμάθη, |534 πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείων |535 καὶ Δαρδανίας ἄταν θέᾳ δώσων, |537 χάριν ἄζυγος ἀμβροτοπώλου· |538 κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶ |539 σκάφος κελαινόν, εἰς ἕδρανα |540 λάινα δάπεδά τε φόνια πατρί- |541 δι Παλλάδος θέσαν θεᾶς. |542 ἐπὶ δὲ πόνῳ καὶ χαρᾷ |543 νύχιον ἐπεὶ κνέφας παρῆν, |544 Λίβυς τε λωτὸς ἐκτύπει |545 Φρύγιά τε μέλεα, παρθένοι δʼ |546 ἀέριον ἀνὰ κρότον ποδῶν |547 βοὰν ἔμελπον εὔφρονʼ, ἐν |548 δόμοις δὲ παμφαὲς σέλας |549 πυρὸς μέλαιναν αἴγλαν |550 ἄκος ἔδωκεν ὕπνῳ. [epode] |552 ἐγὼ δὲ τὰν ὀρεστέραν |553 τότʼ ἀμφὶ μέλαθρα παρθένον |554 Διὸς κόραν ἐμελπόμαν |555 χοροῖσι· φοινία δʼ ἀνὰ |556 πτόλιν βοὰ κατεῖχε Περ- |557 γάμων ἕδρας· βρέφη δὲ φίλι- |558 α περὶ πέπλους ἔβαλλε μα- |559 τρὶ χεῖρας ἐπτοημένας· |560 λόχου δʼ ἐξέβαινʼ Ἄρης, |561 κόρας ἔργα Παλλάδος. |562 σφαγαὶ δʼ ἀμφιβώμιοι |563 Φρυγῶν, ἔν τε δεμνίοις |564 καράτομος ἐρημία |565 νεανίδων στέφανον ἔφερεν |566 Ἑλλάδι κουροτρόφον, |567 Φρυγῶν πατρίδι πένθη. [episode] [anapests] |568 Ἑκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχην |569 ξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην; |570 παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεται |571 φίλος Ἀστυάναξ, Ἕκτορος ἶνις. |572 ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ, |573 δύστανε γύναι, πάρεδρος χαλκέοις |574 Ἕκτορος ὅπλοις σκύλοις τε Φρυγῶν |574a δοριθηράτοις, |575 οἷσιν Ἀχιλλέως παῖς Φθιώτας |576 στέψει ναοὺς ἀπὸ Τροίας; [strophe 1] |577 Ἀχαιοὶ δεσπόται μʼ ἄγουσιν. |578 οἴμοι. |578b τί παιᾶνʼ ἐμὸν στενάζεις; |579 αἰαῖ — |579b τῶνδʼ ἀλγέων — |580 ὦ Ζεῦ — |580b καὶ συμφορᾶς. |581 τέκεα, |581b πρίν ποτʼ ἦμεν. [antistrophe 1] |582 βέβακʼ ὄλβος, βέβακε Τροία |583 τλάμων. |583b ἐμῶν τʼ εὐγένεια παίδων. |584 φεῦ φεῦ. |584b φεῦ δῆτʼ ἐμῶν |585 κακῶν. |585b οἰκτρὰ τύχα |586 πόλεος, |586b ἃ καπνοῦται. [strophe 2] |587 μόλοις, ὦ πόσις, μοι — |588 βοᾷς τὸν παρʼ Ἅιδᾳ |589 παῖδʼ ἐμόν, ὦ μελέα. |590 σᾶς δάμαρτος ἄλκαρ. [antistrophe 2] |591 σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν, |592 τέκνων δέσποθʼ ἁμῶν, |593 πρεσβυγενὲς Πρίαμε, |594 κοίμισαί μʼ ἐς Ἅιδου. [strophe 3] |595 οἵδε πόθοι μεγάλοι |595b σχετλία, τάδε πάσχομεν ἄλγη. |596 οἰχομένας πόλεως |596b ἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται. |597 δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν, |598 ὃς λεχέων στυγερῶν χάριν ὤλεσε |598a πέργαμα Τροίας· αἱματόεντα δὲ |599 θεᾷ παρὰ Παλλάδι σώματα νεκρῶν |600 γυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσε |600a δούλια Τροίᾳ. [antistrophe 3] |601 ὦ πατρίς, ὦ μελέα |601b καταλειπομέναν σε δακρύω, |602 νῦν τέλος οἰκτρὸν ὁρᾷς. |602b καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην. |603 ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν, |604 οἷος ἰάλεμος, οἷά τε πένθη |605 δάκρυά τʼ ἐκ δακρύων καταλείβεται |606 ἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι- |607 λάθεται ἀλγέων ἀδάκρυτος. |608 ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσι |609 θρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει. |610 ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶ |611 πλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς; |612 ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνω |613 τὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν. |614 ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲς |615 ἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον. |616 τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦ |617 βέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ. |618 φεῦ φεῦ· |618a ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος |619 παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα. |620 ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι· |621 κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. |622 τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένη |623 σφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ. |624 οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαι |625 Ταλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές. |626 εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχων |627 ἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν. |628 αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων· |629 αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι. |630 ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦ |631 ζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ. |632 οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν· |633 τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες. |634 ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγον |635 ἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί. |636 τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω, |637 τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν. |638 ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος· |639 ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼν |640 ψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας. |641 κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, |642 τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν. |643 ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίας |644 λαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον. |645 ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα, |646 ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας. |647 πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇ |648 ψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεται |649 κακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει, |650 τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις· |651 ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπη |652 οὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλον |653 οἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί. |654 γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσει |655 παρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν, |656 κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι. |657 καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸν |658 ἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην, |659 Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖν |660 δάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις. |661 κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάρα |662 πρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα, |663 κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖ |664 στυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι. |665 καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷ |666 τὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος· |667 ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάρος |668 καινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ. |669 ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇ |670 τῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν. |671 καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυ |672 ξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται. |673 σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοι |674 ξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν· |675 ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμων |676 πρῶτος τὸ παρθένειον ἐζεύξω λέχος. |677 καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼ |678 πρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν. |679 ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶν |680 Πολυξένης ὄλεθρος, ἣν καταστένεις; |681 ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖς |682 ξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρένας |683 πράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν. |684 ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲ |685 τὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ. |686 αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, |687 γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι. |688 ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν, |689 προθυμίαν ἔχουσι σωθῆναι πόνων, |690 ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς, |691 ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃ |692 πολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃ |693 παρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν. |694 οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματα |695 ἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα· |696 νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων. |697 ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχας |698 ἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά· |699 τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν, |700 φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων. |701 κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλους |702 καὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂν |703 Τροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε — |704 ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλιν |705 κατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι. |706 ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος, |707 τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτριν |708 στείχοντα καινῶν ἄγγελον βουλευμάτων; |709 Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ, |710 μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ. |711 Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα |712 τί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν. |713 ἔδοξε τόνδε παῖδα πῶς εἴπω λόγον; |714 μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν; |715 οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ. |716 ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν; |717 οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά. |718 ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά. |719 κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα. |720 οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν. |721 νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων |722 αἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά. |723 λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς |724 τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι. |725 ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο. |726 ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ· |727 μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς, |728 μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει. |729 ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή· |730 πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ, |731 ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν |732 οἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶν |733 οὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν, |734 οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς. |735 εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός, |736 οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι. |737 σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένη |738 τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις |739 αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις. |740 ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον, |741 θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών, |742 ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ, |743 ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία, |744 τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός. |745 ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι, |746 οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε, |747 οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν, |748 ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου. |749 ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν; |750 τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων, |751 νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς; |752 οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυ |753 γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν, |754 οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν· |755 λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθεν |756 πεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν. |757 ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον, |758 ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα |759 ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε, |760 μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις. |761 νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν, |762 πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλένας |763 ἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον. |764 ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά, |765 τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον; |766 ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός, |767 πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι, |768 Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου, |769 Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά. |770 οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ, |771 πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε. |772 ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄπο |773 αἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν. |774 ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ· |775 δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶν |776 διολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂν |777 θάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμας |778 καὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι |779 ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον. |780 τάλαινα Τροία, μυρίους ἀπώλεσας |781 μιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν. [anapests] |782 ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶς |783 μητρὸς μογερᾶς, βαῖνε πατρῴων |784 πύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοι |785 πνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη. |786 λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴ |787 κηρυκεύειν, ὅστις ἄνοικτος |788 καὶ ἀναιδείᾳ τῆς ἡμετέρας |789 γνώμης μᾶλλον φίλος ἐστίν. [anapests] |790 ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ, |791 συλώμεθα σὴν ψυχὴν ἀδίκως |792 μήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ, |793 δύσμορε, δράσω; τάδε σοι δίδομεν |794 πλήγματα κρατὸς στέρνων τε κόπους· |795 τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως, |796 οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν; |797 τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳ |798 χωρεῖν ὀλέθρου διὰ παντός; [choral] [strophe 1] |799 μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών, |800 νάσου περικύμονος οἰκήσας ἕδραν |801 τᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίας |802 πρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα, |803 οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις, |804 ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι- |805 στεύων ἅμʼ Ἀλκμήνας γόνῳ |806 Ἴλιον Ἴλιον ἐκπέρσων πόλιν |807 ἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος· [antistrophe 1] |809 ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενος |810 πώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάταν |811 ἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶν |812 καὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν, |814 Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου |815 πυρὸς φοίνικι πνοᾷ καθελὼν |816 Τροίας ἐπόρθησε χθόνα. |818 δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶ |819 Δαρδανίας φοινία κατέλυσεν αἰχμά. [strophe 2] |820 μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων, |821 Λαομεδόντιε παῖ, |823 Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν· |825 ἁ δέ σε γειναμένα πυρὶ δαίεται· |826 ἠιόνες δʼ ἅλιαι |829 ἴακχον οἰωνὸς οἷ- |830 ον τεκέων ὕπερ βοᾷ, |831 ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας, |832 ᾇ δὲ ματέρας γεραιάς. |833 τὰ δὲ σὰ δροσόεντα λουτρὰ |834 γυμνασίων τε δρόμοι |835 βεβᾶσι, σὺ δὲ πρόσωπα νεα- |836 ρὰ χάρισι παρὰ Διὸς θρόνοις |837 καλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖαν |838 Ἑλλὰς ὤλεσʼ αἰχμά. [antistrophe 2] |840 Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθες |842 οὐρανίδαισι μέλων, |844 ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσι |845 κῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸς |846 οὐκέτʼ ὄνειδος ἐρῶ· |847 τὸ τᾶς δὲ λευκοπτέρου |849 φίλιον Ἁμέρας βροτοῖς |850 φέγγος ὀλοὸν εἶδε γαῖαν, |851 εἶδε περγάμων ὄλεθρον, |852 τεκνοποιὸν ἔχουσα τᾶσδε |854 γᾶς πόσιν ἐν θαλάμοις, |855 ὃν ἀστέρων τέθριππος ἔλα- |856 βε χρύσεος ὄχος ἀναρπάσας, |857 ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲ |858 φίλτρα φροῦδα Τροίᾳ. [episode] |860 ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, |861 ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαι |862 Ἑλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ |863 Μενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν. |864 ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με |865 γυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶν |866 δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο. |867 κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην |868 αὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ. |869 ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέως |870 ὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω — |871 ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς |872 κατηρίθμηται Τρῳάδων ἄλλων μέτα. |873 οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί, |874 κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν |875 θέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα. |876 ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον |877 Ἑλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃ |878 Ἑλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν, |879 ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι. |880 ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες, |881 κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτης |882 κόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅταν |883 πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα. |884 ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, |885 ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι, |886 Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, |887 προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφου |888 βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις. |889 τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν. |890 αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν. |891 ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ. |892 αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις, |893 πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα. |894 ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες. |895 Μενέλαε, φροίμιον μὲν ἄξιον φόβου |896 τόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθεν |897 βίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι. |898 ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη, |899 ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνες |900 Ἕλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι; |901 οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸς |902 κτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις. |903 ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ, |904 ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα; |905 οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν. |906 ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής, |907 Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγους |908 ἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶν |909 οὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγος |910 κτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν. |911 σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν, |912 ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃ — λόγων |913 δώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν. |914 ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν, |915 οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος. |916 ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦ |917 κατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαι |918 τοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα. |919 πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν, |920 Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσε |921 Τροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος, |922 δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε. |923 ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει. |924 ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν· |925 καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσις |926 Φρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι, |927 Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους |928 τυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις· |929 Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένη |930 δώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοι |931 κάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον· |932 νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοι |933 ὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων, |934 οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι. |935 ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼ |936 εὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαι |937 ἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν. |938 οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν, |939 ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα. |940 ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέτα |941 ὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλεις |942 ὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν· |943 ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼν |944 Σπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα. |945 εἶἑν. |945a οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι· |946 τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμην |947 ξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς; |948 τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ, |949 ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος, |950 κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί. |951 ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον· |952 ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς, |953 χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη, |954 λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν. |955 ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοι |956 πύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί, |957 οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεων |958 πλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε. |959 βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσις |960 Δηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν. |961 πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι, |962 πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ, |963 τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίων |964 πικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖν |965 βούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε. |966 βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳ |967 πειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγει |968 καλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε. |969 ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι |970 καὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα. |971 ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδα |972 οὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ, |973 ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα, |974 Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ, |975 εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέρι |976 ἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰ |977 Ἥρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς; |978 πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν; |979 ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη — |980 ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο, |981 φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰς |982 τὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς. |983 Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς — |984 ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους. |985 οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷ |986 αὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον; |987 ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, |988 ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις· |989 τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς, |990 καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς. |991 ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασι |992 χρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας. |993 ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου, |994 Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλιν |995 χρυσῷ ῥέουσαν ἤλπισας κατακλύσειν |996 δαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεω |997 μέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς. |998 εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν· |999 τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴν |1000 ἀνωλόλυξας — Κάστορος νεανίου |1001 τοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω; |1002 ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σου |1003 κατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία, |1004 εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι, |1005 Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸς |1006 ἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν· |1007 εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε. |1008 ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπως |1009 ἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες. |1010 κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγεις |1011 πύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως; |1012 ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένη |1013 ἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴ |1014 δράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν; |1015 καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις· |1016 Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμους |1017 ἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰς |1018 πέμψω συνεκκλέψασα· καὶ παῦσον μάχης |1019 Ἕλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν. |1020 ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοις |1021 καὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες· |1022 μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμας |1023 ἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσει |1024 τὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα· |1025 ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, |1026 φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένην |1027 ἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέον |1028 ἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις. |1029 Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον, |1030 στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν |1031 σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲς |1032 γυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν. |1033 Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶν |1034 τεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος, |1035 ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς. |1036 ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου, |1037 ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶν |1038 ξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάριν |1039 λόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλας |1040 πόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺς |1041 θανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ. |1042 μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶν |1043 προσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ. |1044 μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς· |1045 ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι. |1046 παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα. |1047 λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶν |1048 τήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται. |1049 μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος. |1050 τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει; |1051 οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. |1052 ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς. |1053 ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεται |1054 ἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις· |1055 ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶς |1056 κακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖν |1057 πάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε· |1058 ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖ |1059 τὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες. [choral] [strophe 1] |1060 οὕτω δὴ τὸν ἐν Ἰλίῳ |1061 ναὸν καὶ θυόεντα βω- |1062 μὸν προύδωκας Ἀχαιοῖς, |1063 ὦ Ζεῦ, καὶ πελάνων φλόγα |1064 σμύρνης αἰθερίας τε κα- |1065 πνὸν καὶ Πέργαμον ἱερὰν |1066 Ἰδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπη |1067 χιόνι κατάρυτα ποταμίᾳ |1069 τέρμονα πρωτόβολόν θʼ ἁλίῳ, |1070 τὰν καταλαμπομέναν ζαθέαν θεράπναν. [antistrophe 1] |1071 φροῦδαί σοι θυσίαι χορῶν τʼ |1072 εὔφημοι κέλαδοι κατʼ ὄρ- |1073 φναν τε παννυχίδες θεῶν, |1074 χρυσέων τε ξοάνων τύποι |1075 Φρυγῶν τε ζάθεοι σελᾶ- |1076 ναι συνδώδεκα πλήθει. |1077 μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ, |1078 οὐράνιον ἕδρανον ἐπιβεβὼς |1079 αἰθέρα τε πτόλεως ὀλομένας, |1080 ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά. [strophe 2] |1081 ὦ φίλος ὦ πόσι μοι, |1082 σὺ μὲν φθίμενος ἀλαίνεις |1085 ἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφος |1086 ἀίσσον πτεροῖσι πορεύσει |1087 ἱππόβοτον Ἄργος, ἵνα τείχεα |1088 λάινα Κυκλώπιʼ οὐράνια νέμονται. |1089 τέκνων δὲ πλῆθος ἐν πύλαις |1090 δάκρυσι κατᾴορα στένει· |1091 βοᾷ βοᾷ· |1092 Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί- |1093 ζουσι σέθεν ἀπʼ ὀμμάτων |1094 κυανέαν ἐπὶ ναῦν |1095 εἰναλίαισι πλάταις |1096 ἢ Σαλαμῖνʼ ἱερὰν |1097 ἢ δίπορον κορυφὰν |1098 Ἴσθμιον, ἔνθα πύλας |1099 Πέλοπος ἔχουσιν ἕδραι. [antistrophe 2] |1100 εἴθʼ ἀκάτου Μενέλα |1101 μέσον πέλαγος ἰούσας, |1102 δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοι |1103 Αἰγαίου κεραυνοφαὲς πῦρ, |1105 Ἰλιόθεν ὅτε με πολύδακρυν |1106 Ἑλλάδι λάτρευμα γᾶθεν ἐξορίζει, |1107 χρύσεα δʼ ἔνοπτρα, παρθένων |1108 χάριτας, ἔχουσα τυγχάνει |1109 Διὸς κόρα· |1110 μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῷ- |1111 όν τε θάλαμον ἑστίας, |1112 μηδὲ πόλιν Πιτάνας |1113 χαλκόπυλόν τε θεάν, |1114 δύσγαμον αἶσχος ἑλὼν |1115 Ἑλλάδι τᾷ μεγάλᾳ |1116 καὶ Σιμοεντιάσιν |1117 μέλεα πάθεα ῥοῇσιν. [episode] [anapests] |1118 ἰὼ ἰώ, |1118a καίνʼ ἐκ καινῶν μεταβάλλουσαι |1119 χθονὶ συντυχίαι. λεύσσετε Τρώων |1120 τόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαι |1121 νεκρόν, ὃν πύργων δίσκημα πικρὸν |1122 Δαναοὶ κτείναντες ἔχουσιν. |1123 Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένος |1124 λάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκου |1125 μέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας· |1126 αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τινας |1127 Πηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸς |1128 Ἄκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος. |1129 οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων, |1130 φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶ |1131 δακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός, |1132 πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτορος |1133 τύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατο |1134 θάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέων |1135 ψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος· |1136 φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδα |1137 τήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο, |1138 μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν, |1139 μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεται |1140 μήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν, |1141 ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνων |1142 ἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλένας |1143 δοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸν |1144 στεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά· |1145 ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχος |1146 ἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ. |1147 ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν, |1148 γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ· |1149 σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα. |1150 ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω· |1151 Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰς |1152 ἔλουσα νεκρὸν κἀπένιψα τραύματα. |1153 ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον, |1154 ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦ |1155 ἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην. |1156 θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ, |1157 λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί. |1158 ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν, |1159 τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνον |1160 καινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲ |1161 πεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα, |1162 ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυ |1163 διωλλύμεσθα μυρίας τʼ ἄλλης χερός, |1164 πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένων |1165 βρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον, |1166 ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ. |1167 ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής. |1168 εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼν |1169 γάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος, |1170 μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον· |1171 νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον, |1172 οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων. |1173 δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίως |1174 τείχη πατρῷα, Λοξίου πυργώματα, |1175 ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχον |1176 φιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷ |1177 ὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω. |1178 ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸς |1179 κέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι. |1180 ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα, |1181 ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους, |1182 Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχων |1183 πλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκων |1184 κώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα. |1185 σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον, |1186 γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν. |1187 οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶ |1188 ὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτε |1189 γράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ; |1190 Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτε |1191 δείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι. |1192 ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμως |1193 ἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν. |1194 ὦ καλλίπηχυν Ἕκτορος βραχίονα |1195 σῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν. |1196 ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύπος |1197 ἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς, |1198 ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχων |1199 ἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι. |1200 φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷ |1201 ἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχας |1202 δαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε. |1203 θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶν |1204 βέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι, |1205 ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσε |1206 πηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε. |1207 καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτων |1208 Φρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ. |1209 ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σε |1210 οὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμους |1211 τιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη, |1212 μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματα |1213 τῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴς |1214 ἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθεν |1215 ἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν. [lyric] |1216 ἒ ἔ, φρενῶν |1217 ἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂν |1217a ἀνάκτωρ πόλεως. |1218 ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒ |1219 Ἀσιατίδων γήμαντα τὴν ὑπερτάτην, |1220 Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός. |1221 σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίων |1222 μῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος, |1223 στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ· |1224 ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦ |1225 κακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα. [lyric] |1226 αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα |1228 γαῖά σʼ ὦ τέκνον δέξεται. |1229 στέναζε, μᾶτερ, |1229b αἰαῖ. |1230 νεκρῶν ἴακχον. |1230b οἴμοι μοι. |1231 οἴμοι δῆτα σῶν ἀλάστων κακῶν. |1232 τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι, |1233 τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ· |1234 τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν. |1235 ἄρασσʼ ἄρασσε κρᾶτα |1236 πιτύλους διδοῦσα χειρός, |1237 ἰώ μοί μοι. |1238 ὦ φίλταται γυναῖκες |1239 Ἑκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν; [iambic] |1240 οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοι |1241 Τροία τε πόλεων ἔκκριτον μισουμένη, |1242 μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸς |1243 ἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός, |1244 ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂν |1245 μούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν. |1246 χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν· |1247 ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη. |1248 δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ, |1249 εἰ πλουσίων τις τεύξεται κτερισμάτων· |1250 κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε. [anapests] |1251 ἰὼ ἰώ· |1251a μελέα μήτηρ, ἣ τὰς μεγάλας |1252 ἐλπίδας ἐν σοὶ κατέκναψε βίου. |1253 μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρων |1254 ἀγαθῶν ἐγένου, |1255 δεινῷ θανάτῳ διόλωλας. |1256 ἔα ἔα· |1256a τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖς |1257 λεύσσω φλογέας δαλοῖσι χέρας |1258 διερέσσοντας; μέλλει Τροίᾳ |1259 καινόν τι κακὸν προσέσεσθαι. |1260 αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναι |1261 Πριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγα |1262 ἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι, |1263 ὡς ἂν κατασκάψαντες Ἰλίου πόλιν |1264 στελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο. |1265 ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο, |1266 χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅταν |1267 σάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ, |1268 πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς. |1269 σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι, |1270 ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάρα |1271 οἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας. |1272 οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιον |1273 καὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν· |1274 ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί. |1275 ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, |1276 ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν. |1277 ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροις |1278 Τροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα. |1279 πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸς |1280 δούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ; |1281 καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι. |1282 φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοι |1283 σὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ. |1284 ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς. |1285 ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴ |1286 ἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας. [lyric] |1287 ὀττοτοτοτοτοῖ. |1288 Κρόνιε, πρύτανι Φρύγιε, γενέτα |1289 πάτερ, ἀνάξια τᾶς Δαρδάνου |1290 γονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας; |1291 δέδορκεν, ἁ δὲ μεγαλόπολις |1292 ἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία. |1294 ὀττοτοτοτοτοῖ. |1295 λέλαμπεν Ἴλιος, Περ- |1296 γάμων τε πυρὶ καταίθεται τέραμνα |1297 καὶ πόλις ἄκρα τε τειχέων. |1298 πτέρυγι δὲ καπνὸς ὥς τις οὐ- |1299 ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ. |1300 μαλερὰ μέλαθρα πυρὶ κατάδρομα |1301 δαΐῳ τε λόγχᾳ. [strophe 1] |1302 ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων. |1303 ἓ ἕ. |1303a ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν. |1304 ἰαλέμῳ τοὺς θανόντας ἀπύεις. |1305 γεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεα καὶ |1306 χερσὶ γαῖαν κτυποῦσα δισσαῖς. |1307 διάδοχά σοι γόνυ τίθημι γαίᾳ |1308 τοὺς ἐμοὺς καλοῦσα νέρθεν |1309 ἀθλίους ἀκοίτας. |1310 ἀγόμεθα φερόμεθʼ |1310b ἄλγος ἄλγος βοᾷς. |1311 δούλειον ὑπὸ μέλαθρον. |1311b ἐκ πάτρας γʼ ἐμᾶς. |1312 ἰώ. |1312a Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενος |1313 ἄταφος ἄφιλος |1314 ἄτας ἐμᾶς ἄιστος εἶ. |1315 μέλας γὰρ ὄσσε κατεκάλυψε |1316 θάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν. [antistrophe 1] |1317 ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα, |1317a ἓ ἕ. |1318 τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν. |1319 τάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι. |1320 κόνις δʼ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέρα |1321 ᾆστον οἴκων ἐμῶν με θήσει. |1322 ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δʼ |1323 ἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστιν |1324 ἁ τάλαινα Τροία. |1325 ἐμάθετʼ, ἐκλύετε; |1325b Περγάμων γε κτύπον. |1326 ἔνοσις ἅπασαν ἔνοσις |1326b ἐπικλύσει πόλιν. |1327 ἰώ· |1328 τρομερὰ μέλεα, φέρετʼ ἐμὸν ἴχνος· |1329 ἴτʼ ἐπί, τάλανα, |1330 δούλειον ἁμέραν βίου. |1331 ἰὼ τάλαινα πόλις· ὅμως δὲ |1332 πρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.