[edition urn:cts:greekLit:tlg0006.tlg010.perseus-grc2] [episode] |1 Ἄτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸν |2 θεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶν |3 μιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατο |4 Ἑρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν. |5 ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸν |6 μέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖς |7 τά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί. |8 ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις, |9 τῆς χρυσολόγχου Παλλάδος κεκλημένη, |10 οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοις |11 βίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτρας |12 Παλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸς |13 Μακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος. |14 ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον — |15 γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος, |16 τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφος |17 ἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷ |18 Κρέουσα, κἀκτίθησιν ὡς θανούμενον |19 κοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ, |20 προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦς |21 Ἐριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρη |22 φρουρὼ παραζεύξασα φύλακε σώματος |23 δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι |24 δίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖ |25 νόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοις |26 τρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴν |27 τέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ. |28 κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε· |29 ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονα |30 κλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν — |31 λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτρας |32 αὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχει |33 ἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια, |34 καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν. |35 τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς — |36 ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάριν |37 πράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτος |38 ἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπι |39 τίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτος |40 ἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς. |41 κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳ |42 προφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ· |43 ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳ |44 ἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρη |45 λαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον, |46 ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν· |47 οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸς |48 συνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων — |49 τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲ |50 οὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ, |51 ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται. |52 νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰς |53 ἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας, |54 Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦ |55 ταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροις |56 θεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον. |57 Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίαν |58 Ξούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο· |59 ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις, |60 οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων· |61 ὃν συμπονήσας καὶ συνεξελὼν δορὶ |62 γάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο, |63 οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸς |64 γεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχη |65 ἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκα |66 ἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδε |67 ἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχην |68 ἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ. |69 δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδε |70 Ξούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναι |71 κείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμους |72 γνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίου |73 κρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα. |74 Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός, |75 ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα. |76 ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε, |77 τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι. |78 ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνον |79 τόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματα |80 δάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν, |81 Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν. [choral] [anapests] |82 ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππων |83 Ἥλιος ἤδη λάμπει κατὰ γῆν, |84 ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέρος |85 ἐς νύχθʼ ἱεράν· |86 Παρνησιάδες δʼ ἄβατοι κορυφαὶ |87 καταλαμπόμεναι τὴν ἡμερίαν |88 ἁψῖδα βροτοῖσι δέχονται. |89 σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφους |90 Φοίβου πέταται. |91 θάσσει δὲ γυνὴ τρίποδα ζάθεον |92 Δελφίς, ἀείδουσʼ Ἕλλησι βοάς, |93 ἃς ἂν Ἀπόλλων κελαδήσῃ. |94 ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες, |95 τὰς Κασταλίας ἀργυροειδεῖς |96 βαίνετε δίνας, καθαραῖς δὲ δρόσοις |97 ἀφυδρανάμενοι στείχετε ναούς· |98 στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν, |99 φήμας τʼ ἀγαθὰς |100 τοῖς ἐθέλουσιν μαντεύεσθαι |101 γλώσσης ἰδίας ἀποφαίνειν. |102 ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸς |103 μοχθοῦμεν ἀεί, πτόρθοισι δάφνης |104 στέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβου |105 καθαρὰς θήσομεν, ὑγραῖς τε πέδον |106 ῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας, |107 αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα, |108 τόξοισιν ἐμοῖς φυγάδας θήσομεν· |109 ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼς |110 τοὺς θρέψαντας |111 Φοίβου ναοὺς θεραπεύω. [strophe 1] |112 ἄγʼ, ὦ νεηθαλὲς ὦ |113 καλλίστας προπόλευμα δά- |114 φνας, ἃ τὰν Φοίβου θυμέλαν |115 σαίρεις ὑπὸ ναοῖς, |116 κήπων ἐξ ἀθανάτων, |117 ἵνα δρόσοι τέγγουσʼ ἱεραί, |118 ῥοὰν ἀέναον |119 παγᾶν ἐκπροϊεῖσαι, |120 μυρσίνας ἱερὰν φόβαν· |121 ᾇ σαίρω δάπεδον θεοῦ |122 παναμέριος ἅμʼ ἁλίου |123 πτέρυγι θοᾷ |124 λατρεύων τὸ κατʼ ἦμαρ. |125 ὦ Παιὰν ὦ Παιάν, |126 εὐαίων εὐαίων |127 εἴης, ὦ Λατοῦς παῖ. [antistrophe 1] |128 καλόν γε τὸν πόνον, ὦ |129 Φοῖβε, σοὶ πρὸ δόμων λατρεύ- |130 ω τιμῶν μαντεῖον ἕδραν· |131 κλεινὸς δʼ ὁ πόνος μοι |132 θεοῖσιν δούλαν χέρʼ ἔχειν |133 οὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις· |134 εὐφάμους δὲ πόνους |135 μοχθεῖν οὐκ ἀποκάμνω. |136 Φοῖβός μοι γενέτωρ πατήρ· |137 τὸν βόσκοντα γὰρ εὐλογῶ, |138 τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέρος |139 ὄνομα λέγω |140 Φοίβου τοῦ κατὰ ναόν. |141 ὦ Παιὰν ὦ Παιάν, |142 εὐαίων εὐαίων |143 εἴης, ὦ Λατοῦς παῖ. [anapests] |144 ἀλλʼ ἐκπαύσω γὰρ μόχθους |145 δάφνας ὁλκοῖς, |146 χρυσέων δʼ ἐκ τευχέων ῥίψω |147 Γαίας παγάν, |148 ἃν ἀποχεύονται |149 Κασταλίας δῖναι, |149a νοτερὸν ὕδωρ βάλλων, |150 ὅσιος ἀπʼ εὐνᾶς ὤν. |151 εἴθʼ οὕτως αἰεὶ Φοίβῳ |152 λατρεύων μὴ παυσαίμαν, |153 ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ. |154 ἔα ἔα· |154a φοιτῶσʼ ἤδη λείπουσίν τε |155 πτανοὶ Παρνασοῦ κοίτας· |156 αὐδῶ μὴ χρίμπτειν θριγκοῖς |157 μηδʼ ἐς χρυσήρεις οἴκους — |158 μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς |159 κῆρυξ, ὀρνίθων γαμφηλαῖς |160 ἰσχὺν νικῶν. |161 ὅδε πρὸς θυμέλας ἄλλος ἐρέσσει |162 κύκνος. οὐκ ἄλλᾳ |163 φοινικοφαῆ πόδα κινήσεις; |164 οὐδέν σʼ ἁ φόρμιγξ ἁ Φοίβου |165 σύμμολπος τόξων ῥύσαιτʼ ἄν. |166 πάραγε πτέρυγας· |167 λίμνας ἐπίβα τᾶς Δηλιάδος· |168 αἱμάξεις, εἰ μὴ πείσῃ, |169 τὰς καλλιφθόγγους ᾠδάς. |170 ἔα ἔα· |170a τίς ὅδʼ ὀρνίθων καινὸς προσέβα; |171 μῶν ὑπὸ θριγκοὺς εὐναίας |172 καρφυρὰς θήσων τέκνοις; |173 ψαλμοί σʼ εἴρξουσιν τόξων. |174 οὐ πείσῃ; χωρῶν δίναις |175 ταῖς Ἀλφειοῦ παιδούργει, |176 ἢ νάπος Ἴσθμιον, |177 ὡς ἀναθήματα μὴ βλάπτηται |178 ναοί θʼ οἱ Φοίβου |179 κτείνειν δʼ ὑμᾶς αἰδοῦμαι |180 τοὺς θεῶν ἀγγέλλοντας φήμας |181 θνατοῖς· οἷς δʼ ἔγκειμαι μόχθοις, |182 Φοίβῳ δουλεύσω, κοὐ λήξω |183 τοὺς βόσκοντας θεραπεύων. [strophe 1] |184 — οὐκ ἐν ταῖς ζαθέαις Ἀθά- |185 ναις εὐκίονες ἦσαν αὐ- |186 λαὶ θεῶν μόνον, οὐδʼ ἀγυι- |186a άτιδες θεραπεῖαι· |187 ἀλλὰ καὶ παρὰ Λοξίᾳ |188 τῷ Λατοῦς διδύμων προσώ- |189 πων καλλιβλέφαρον φῶς. |190 — ἰδοὺ τάνδʼ, ἄθρησον, |191 Λερναῖον ὕδραν ἐναίρει |192 χρυσέαις ἅρπαις ὁ Διὸς παῖς· |193 φίλα, πρόσιδʼ ὄσσοις. [antistrophe 1] |194 — ὁρῶ. καὶ πέλας ἄλλος αὐ- |195 τοῦ πανὸν πυρίφλεκτον αἴ- |196 ρει τις — ἆρʼ ὃς ἐμαῖσι μυ- |197 θεύεται παρὰ πήναις, |198 ἀσπιστὰς Ἰόλαος, ὃς |199 κοινοὺς αἰρόμενος πόνους |200 Δίῳ παιδὶ συναντλεῖ; |201 — καὶ μὰν τόνδʼ ἄθρησον |202 πτεροῦντος ἔφεδρον ἵππου· |203 τὰν πῦρ πνέουσαν ἐναίρει |204 τρισώματον ἀλκάν. [strophe 2] |205 — πάντᾳ τοι βλέφαρον διώ- |206 κω. σκέψαι κλόνον ἐν τείχεσ- |207 σι λαΐνοισι Γιγάντων. |208 — ὦ φίλαι, ὧδε δερκόμεσθα. |209 — λεύσσεις οὖν ἐπʼ Ἐγκελάδῳ |210 γοργωπὸν πάλλουσαν ἴτυν — |211 — λεύσσω Παλλάδʼ, ἐμὰν θεόν. |212 — τί γάρ; κεραυνὸν ἀμφίπυρον |213 ὄβριμον ἐν Διὸς |214 ἑκηβόλοισι χερσίν; |215 — ὁρῶ· τὸν δάϊον |216 Μίμαντα πυρὶ καταιθαλοῖ. |217 — καὶ Βρόμιος ἄλλον ἀπολέμοι- |217a σι κισσίνοισι βάκτροις |218 ἐναίρει Γᾶς τέκνων ὁ Βακχεύς. [antistrophe 2] |219 σέ τοι, τὸν παρὰ ναὸν αὐ- |220 δῶ· θέμις γυάλων ὑπερ- |221 βῆναι, λευκῷ ποδί γʼ — ; |222 οὐ θέμις, ὦ ξέναι. |222a οὐδʼ ἂν |223 ἐκ σέθεν ἂν πυθοίμεθʼ αὐδάν; |223a τίνα τήνδε θέλεις; |223b ἆρʼ ὄντως μέσον ὀμφαλὸν |224 γᾶς Φοίβου κατέχει δόμος; |224a στέμμασί γʼ ἐνδυτόν, ἀμφὶ δὲ Γοργόνες. |225 οὕτω καὶ φάτις αὐδᾷ. |226 εἰ μὲν ἐθύσατε πέλανον πρὸ δόμων |227 καί τι πυθέσθαι χρῄζετε Φοίβου, |228 πάριτʼ ἐς θυμέλας· ἐπὶ δʼ ἀσφάκτοις |229 μήλοισι δόμων μὴ πάριτʼ ἐς μυχόν. |230 ἔχω μαθοῦσα· θεοῦ δὲ νόμον |231 οὐ παραβαίνομεν, |232 ἃ δʼ ἐκτός, ὄμμα τέρψει. |233 πάντα θεᾶσθʼ, ὅ τι καὶ θέμις, ὄμμασι. |233a μεθεῖσαν δεσπόται |234 με θεοῦ γύαλα τάδʼ εἰσιδεῖν. |234a δμῳαὶ δὲ τίνων κλῄζεσθε δόμων; |235 Παλλάδι σύνοικα τρόφιμα μέλα- |235a θρα τῶν ἐμῶν τυράννων· |236 παρούσας δʼ ἀμφὶ τᾶσδʼ ἐρωτᾷς. [episode] |237 γενναιότης σοι, καὶ τρόπων τεκμήριον |238 τὸ σχῆμʼ ἔχεις τόδʼ, ἥτις εἶ ποτʼ, ὦ γύναι. |239 γνοίη δʼ ἂν ὡς τὰ πολλά γʼ ἀνθρώπου πέρι |240 τὸ σχῆμʼ ἰδών τις εἰ πέφυκεν εὐγενής. |240a ἔα· |241 ἀλλʼ ἐξέπληξάς μʼ, ὄμμα συγκλῄσασα σὸν |242 δακρύοις θʼ ὑγράνασʼ εὐγενῆ παρηίδα, |243 ὡς εἶδες ἁγνὰ Λοξίου χρηστήρια. |244 τί ποτε μερίμνης ἐς τόδʼ ἦλθες, ὦ γύναι; |245 ὃ πάντες ἄλλοι γύαλα λεύσσοντες θεοῦ |246 χαίρουσιν, ἐνταῦθʼ ὄμμα σὸν δακρυρροεῖ; |247 ὦ ξένε, τὸ μὲν σὸν οὐκ ἀπαιδεύτως ἔχει |248 ἐς θαύματʼ ἐλθεῖν δακρύων ἐμῶν πέρι· |249 ἐγὼ δʼ ἰδοῦσα τούσδʼ Ἀπόλλωνος δόμους |250 μνήμην παλαιὰν ἀνεμετρησάμην τινά· |251 οἴκοι δὲ τὸν νοῦν ἔσχον ἐνθάδʼ οὖσά που. |252 ὦ τλήμονες γυναῖκες· ὦ τολμήματα |253 θεῶν. τί δῆτα; ποῖ δίκην ἀνοίσομεν, |254 εἰ τῶν κρατούντων ἀδικίαις ὀλούμεθα; |255 τί χρῆμʼ ἀνερμήνευτα δυσθυμῇ, γύναι; |256 οὐδέν· μεθῆκα τόξα· τἀπὶ τῷδε δὲ |257 ἐγώ τε σιγῶ, καὶ σὺ μὴ φρόντιζʼ ἔτι. |258 τίς δʼ εἶ; πόθεν γῆς ἦλθες; ἐκ ποίας πάτρας |259 πέφυκας; ὄνομα τί σε καλεῖν ἡμᾶς χρεών; |260 Κρέουσα μέν μοι τοὔνομʼ, ἐκ δʼ Ἐρεχθέως |261 πέφυκα, πατρὶς γῆ δʼ Ἀθηναίων πόλις. |262 ὦ κλεινὸν οἰκοῦσʼ ἄστυ γενναίων τʼ ἄπο |263 τραφεῖσα πατέρων, ὥς σε θαυμάζω, γύναι. |264 τοσαῦτα κεὐτυχοῦμεν, ὦ ξένʼ, οὐ πέρα. |265 πρὸς θεῶν ἀληθῶς, ὡς μεμύθευται βροτοῖς ; |266 τί χρῆμʼ ἐρωτᾷς, ὦ ξένʼ, ἐκμαθεῖν θέλων; |267 ἐκ γῆς πατρός σου πρόγονος ἔβλαστεν πατήρ; |268 Ἐριχθόνιός γε· τὸ δὲ γένος μʼ οὐκ ὠφελεῖ. |269 ἦ καί σφʼ Ἀθάνα γῆθεν ἐξανείλετο; |270 ἐς παρθένους γε χεῖρας, οὐ τεκοῦσά νιν. |271 δίδωσι δʼ, ὥσπερ ἐν γραφῇ νομίζεται ; |272 Κέκροπός γε σῴζειν παισὶν οὐχ ὁρώμενον. |273 ἤκουσα λῦσαι παρθένους τεῦχος θεᾶς. |274 τοιγὰρ θανοῦσαι σκόπελον ᾕμαξαν πέτρας. |275 εἶἑν· |275a τί δαὶ τόδʼ; ἆρʼ ἀληθὲς ἢ μάτην λόγος |276 τί χρῆμʼ ἐρωτᾷς; καὶ γὰρ οὐ κάμνω σχολῇ. |277 πατὴρ Ἐρεχθεὺς σὰς ἔθυσε συγγόνους; |278 ἔτλη πρὸ γαίας σφάγια παρθένους κτανεῖν. |279 σὺ δʼ ἐξεσώθης πῶς κασιγνήτων μόνη; |280 βρέφος νεογνὸν μητρὸς ἦν ἐν ἀγκάλαις. |281 πατέρα δʼ ἀληθῶς χάσμα σὸν κρύπτει χθονός; |282 πληγαὶ τριαίνης ποντίου σφʼ ἀπώλεσαν. |283 Μακραὶ δὲ χῶρός ἐστʼ ἐκεῖ κεκλημένος; |284 τί δʼ ἱστορεῖς τόδʼ; ὥς μʼ ἀνέμνησάς τινος. |285 τιμᾷ σφε Πύθιος ἀστραπαί τε Πύθιαι. |286 τιμᾶ τιμᾶ· ὡς μήποτʼ ὤφελόν σφʼ ἰδεῖν. |287 τί δὲ στυγεῖς σὺ τοῦ θεοῦ τὰ φίλτατα; |288 οὐδέν· ξύνοιδʼ ἄντροισιν αἰσχύνην τινά. |289 πόσις δὲ τίς σʼ ἔγημʼ Ἀθηναίων, γύναι; |290 οὐκ ἀστός, ἀλλʼ ἐπακτὸς ἐξ ἄλλης χθονός. |291 τίς; εὐγενῆ νιν δεῖ πεφυκέναι τινά. |292 Ξοῦθος, πεφυκὼς Αἰόλου Διός τʼ ἄπο. |293 καὶ πῶς ξένος σʼ ὢν ἔσχεν οὖσαν ἐγγενῆ; |294 Εὔβοιʼ Ἀθήναις ἔστι τις γείτων πόλις |295 ὅροις ὑγροῖσιν, ὡς λέγουσʼ, ὡρισμένη. |296 ταύτην ἔπερσε Κεκροπίδαις κοινῷ δορί. |297 ἐπίκουρος ἐλθών; κᾆτα σὸν γαμεῖ λέχος; |298 φερνάς γε πολέμου καὶ δορὸς λαβὼν γέρας. |299 σὺν ἀνδρὶ δʼ ἥκεις ἢ μόνη χρηστήρια; |300 σὺν ἀνδρί. σηκοὺς δʼ ἐκστρέφει Τροφωνίου. |301 πότερα θεατὴς ἢ χάριν μαντευμάτων; |302 κείνου τε Φοίβου θʼ ἓν θέλων μαθεῖν ἔπος. |303 καρποῦ δʼ ὕπερ γῆς ἥκετʼ, ἢ παίδων πέρι; |304 ἄπαιδές ἐσμεν, χρόνιʼ ἔχοντʼ εὐνήματα. |305 οὐδʼ ἔτεκες οὐδὲν πώποτʼ, ἀλλʼ ἄτεκνος εἶ; |306 ὁ Φοῖβος οἶδε τὴν ἐμὴν ἀπαιδίαν. |307 ὦ τλῆμον, ὡς τἄλλʼ εὐτυχοῦσʼ οὐκ εὐτυχεῖς. |308 σὺ δʼ εἶ τίς; ὥς σου τὴν τεκοῦσαν ὤλβισα. |309 τοῦ θεοῦ καλοῦμαι δοῦλος εἰμί τʼ, ὦ γύναι. |310 ἀνάθημα πόλεως, ἤ τινος πραθεὶς ὕπο; |311 οὐκ οἶδα πλὴν ἕν· Λοξίου κεκλήμεθα. |312 ἡμεῖς σʼ ἄρʼ αὖθις, ὦ ξένʼ, ἀντοικτίρομεν. |313 ὡς μὴ εἰδόθʼ ἥτις μʼ ἔτεκεν ἐξ ὅτου τʼ ἔφυν. |314 ναοῖσι δʼ οἰκεῖς τοισίδʼ ἢ κατὰ στέγας; |315 ἅπαν θεοῦ μοι δῶμʼ, ἵνʼ ἂν λάβῃ μʼ ὕπνος. |316 παῖς δʼ ὢν ἀφίκου ναὸν ἢ νεανίας; |317 βρέφος λέγουσιν οἱ δοκοῦντες εἰδέναι. |318 καὶ τίς γάλακτί σʼ ἐξέθρεψε Δελφίδων; |319 οὐπώποτʼ ἔγνων μαστόν· ἣ δʼ ἔθρεψέ με |320 τίς, ὦ ταλαίπωρʼ; ὡς νοσοῦσʼ ηὗρον νόσους. |321 Φοίβου προφῆτις, μητέρʼ ὣς νομίζομεν. |322 ἐς δʼ ἄνδρʼ ἀφίκου τίνα τροφὴν κεκτημένος; |323 βωμοί μʼ ἔφερβον οὑπιών τʼ ἀεὶ ξένος. |324 τάλαινά σʼ ἡ τεκοῦσα· τίς ποτʼ ἦν ἄρα; |325 ἀδίκημά του γυναικὸς ἐγενόμην ἴσως. |326 ἔχεις δὲ βίοτον· εὖ γὰρ ἤσκησαι πέπλοις. |327 τοῖς τοῦ θεοῦ κοσμούμεθʼ, ᾧ δουλεύομεν. |328 οὐδʼ ᾖξας εἰς ἔρευναν ἐξευρεῖν γονάς; |329 ἔχω γὰρ οὐδέν, ὦ γύναι, τεκμήριον. |330 φεῦ· |330a πέπονθέ τις σῇ μητρὶ ταὔτʼ ἄλλη γυνή. |331 τίς; εἰ πόνου μοι ξυλλάβοι, χαίροιμεν ἄν. |332 ἧς οὕνεκʼ ἦλθον δεῦρο πρὶν πόσιν μολεῖν. |333 ποῖόν τι χρῄζουσʼ; ὡς ὑπουργήσω, γύναι. |334 μάντευμα κρυπτὸν δεομένη Φοίβου μαθεῖν. |335 λέγοις ἄν· ἡμεῖς τἄλλα προξενήσομεν. |336 ἄκουε δὴ τὸν μῦθον. — ἀλλʼ αἰδούμεθα. |337 οὔ τἄρα πράξεις οὐδέν· ἀργὸς ἡ θεός. |338 Φοίβῳ μιγῆναί φησί τις φίλων ἐμῶν. |339 Φοίβῳ γυνὴ γεγῶσα; μὴ λέγʼ, ὦ ξένη. |340 καὶ παῖδά γʼ ἔτεκε τῷ θεῷ λάθρα πατρός. |341 οὐκ ἔστιν· ἀνδρὸς ἀδικίαν αἰσχύνεται. |342 οὔ φησιν αὐτή, καὶ πέπονθεν ἄθλια. |343 τί χρῆμα δράσασʼ, εἰ θεῷ συνεζύγη; |344 τὸν παῖδʼ ὃν ἔτεκεν ἐξέθηκε δωμάτων. |345 ὁ δʼ ἐκτεθεὶς παῖς ποῦ ʼστιν; εἰσορᾷ φάος; |346 οὐκ οἶδεν οὐδείς. ταῦτα καὶ μαντεύομαι. |347 εἰ δʼ οὐκέτʼ ἔστι, τίνι τρόπῳ διεφθάρη; |348 θῆράς σφε τὸν δύστηνον ἐλπίζει κτανεῖν. |349 ποίῳ τόδʼ ἔγνω χρωμένη τεκμηρίῳ; |350 ἐλθοῦσʼ ἵνʼ αὐτὸν ἐξέθηκʼ οὐχ ηὗρʼ ἔτι. |351 ἦν δὲ σταλαγμὸς ἐν στίβῳ τις αἵματος; |352 οὔ φησι. καίτοι πόλλʼ ἐπεστράφη πέδον. |353 χρόνος δὲ τίς τῷ παιδὶ διαπεπραγμένῳ; |354 σοὶ ταὐτὸν ἥβης, εἴπερ, εἶχεν ἂν μέτρον. |355 ἀδικεῖ νιν ὁ θεός· ἡ τεκοῦσα δʼ ἀθλία. |356 οὔκουν ἔτʼ ἄλλον γʼ ὕστερον τίκτει γόνον. |357 τί δʼ, εἰ λάθρα νιν Φοῖβος ἐκτρέφει λαβών; |358 τὰ κοινὰ χαίρων οὐ δίκαια δρᾷ μόνος. |359 οἴμοι· προσῳδὸς ἡ τύχη τὠμῷ πάθει. |360 καὶ σέ, ὦ ξένʼ, οἶμαι μητέρʼ ἀθλίαν ποθεῖν. |361 καὶ μή γʼ ἐπʼ οἶκτόν μʼ ἔξαγʼ οὗ ʼλελήσμεθα. |362 σιγῶ· πέραινε δʼ ὧν σʼ ἀνιστορῶ πέρι. |363 οἶσθʼ οὖν ὃ κάμνει τοῦ λόγου μάλιστά σοι; |364 τί δʼ οὐκ ἐκείνῃ τῇ ταλαιπώρῳ νοσεῖ; |365 πῶς ὁ θεὸς ὃ λαθεῖν βούλεται μαντεύσεται; |366 εἴπερ καθίζει τρίποδα κοινὸν Ἑλλάδος. |367 αἰσχύνεται τὸ πρᾶγμα· μὴ ʼξέλεγχέ νιν. |368 ἀλγύνεται δέ γʼ ἡ παθοῦσα τῇ τύχῃ. |369 οὐκ ἔστιν ὅστις σοι προφητεύσει τάδε. |370 ἐν τοῖς γὰρ αὑτοῦ δώμασιν κακὸς φανεὶς |371 Φοῖβος δικαίως τὸν θεμιστεύοντά σοι |372 δράσειεν ἄν τι πῆμα. ἀπαλλάσσου, γύναι. |373 τῷ γὰρ θεῷ τἀναντίʼ οὐ μαντευτέον. |374 ἐς γὰρ τοσοῦτον ἀμαθίας ἔλθοιμεν ἄν, |375 εἰ τοὺς θεοὺς ἄκοντας ἐκπονήσομεν |376 φράζειν ἃ μὴ θέλουσιν, ἢ προβωμίοις |377 σφαγαῖσι μήλων ἢ διʼ οἰωνῶν πτεροῖς. |378 ἃν γὰρ βίᾳ σπεύδωμεν ἀκόντων θεῶν, |379 ἄκοντα κεκτήμεσθα τἀγάθʼ, ὦ γύναι· |380 ἃ δʼ ἂν διδῶσʼ ἑκόντες, ὠφελούμεθα. |381 πολλαί γε πολλοῖς εἰσι συμφοραὶ βροτῶν, |382 μορφαὶ δὲ διαφέρουσιν· ἓν δʼ ἂν εὐτυχὲς |383 μόλις ποτʼ ἐξεύροι τις ἀνθρώπων βίῳ. |384 ὦ Φοῖβε, κἀκεῖ κἀνθάδʼ οὐ δίκαιος εἶ |385 ἐς τὴν ἀποῦσαν, ἧς πάρεισιν οἱ λόγοι· |386 ὃς οὔτʼ ἔσωσας τὸν σὸν ὃν σῶσαί σʼ ἐχρῆν, |387 οὔθʼ ἱστορούσῃ μητρὶ μάντις ὢν ἐρεῖς, |388 ὡς, εἰ μὲν οὐκέτʼ ἔστιν, ὀγκωθῇ τάφῳ, |389 εἰ δʼ ἔστιν |390 ἀλλʼ ἐᾶν χρὴ τάδʼ, εἰ πρὸς τοῦ θεοῦ |391 κωλυόμεσθα μὴ μαθεῖν ἃ βούλομαι. |392 ἀλλʼ, ὦ ξένʼ, εἰσορῶ γὰρ εὐγενῆ πόσιν |393 Ξοῦθον πέλας δὴ τόνδε, τὰς Τροφωνίου |394 λιπόντα θαλάμας, τοὺς λελεγμένους λόγους |395 σίγα πρὸς ἄνδρα, μή τινʼ αἰσχύνην λάβω |396 διακονοῦσα κρυπτά, καὶ προβῇ λόγος |397 οὐχ ᾗπερ ἡμεῖς αὐτὸν ἐξειλίσσομεν. |398 τὰ γὰρ γυναικῶν δυσχερῆ πρὸς ἄρσενας, |399 κἀν ταῖς κακαῖσιν ἁγαθαὶ μεμειγμέναι |400 μισούμεθʼ· οὕτω δυστυχεῖς πεφύκαμεν. |401 πρῶτον μὲν ὁ θεὸς τῶν ἐμῶν προσφθεγμάτων |402 λαβὼν ἀπαρχὰς χαιρέτω, σύ τʼ, ὦ γύναι. |403 μῶν χρόνιος ἐλθών σʼ ἐξέπληξʼ ὀρρωδίᾳ; |404 οὐδέν γʼ· ἀφίκου δʼ ἐς μέριμναν. ἀλλά μοι |405 λέξον, τί θέσπισμʼ ἐκ Τροφωνίου φέρεις, |406 παίδων ὅπως νῷν σπέρμα συγκραθήσεται; |407 οὐκ ἠξίωσε τοῦ θεοῦ προλαμβάνειν |408 μαντεύμαθʼ· ἓν δʼ οὖν εἶπεν· οὐκ ἄπαιδά με |409 πρὸς οἶκον ἥξειν οὐδὲ σὲ ἐκ χρηστηρίων. |410 ὦ πότνια Φοίβου μῆτερ, εἰ γὰρ αἰσίως |411 ἔλθοιμεν, ἅ τε νῷν συμβόλαια πρόσθεν ἦν |412 ἐς παῖδα τὸν σόν, μεταπέσοι βελτίονα. |413 ἔσται τάδʼ· ἀλλὰ τίς προφητεύει θεοῦ; |414 ἡμεῖς τά γʼ ἔξω, τῶν ἔσω δʼ ἄλλοις μέλει, |415 οἳ πλησίον θάσσουσι τρίποδος, ὦ ξένε, |416 Δελφῶν ἀριστῆς, οὓς ἐκλήρωσεν πάλος. |417 καλῶς· ἔχω δὴ πάνθʼ ὅσων ἐχρῄζομεν. |418 στείχοιμʼ ἂν εἴσω· καὶ γάρ, ὡς ἐγὼ κλύω, |419 χρηστήριον πέπτωκε τοῖς ἐπήλυσι |420 κοινὸν πρὸ ναοῦ· βούλομαι δʼ ἐν ἡμέρᾳ |421 τῇδʼ — αἰσία γάρ — θεοῦ λαβεῖν μαντεύματα. |422 σὺ δʼ ἀμφὶ βωμούς, ὦ γύναι, δαφνηφόρους |423 λαβοῦσα κλῶνας, εὐτέκνους εὔχου θεοῖς |424 χρησμούς μʼ ἐνεγκεῖν ἐξ Ἀπόλλωνος δόμων. |425 ἔσται τάδʼ, ἔσται. Λοξίας δʼ ἐὰν θέλῃ |426 νῦν ἀλλὰ τὰς πρὶν ἀναλαβεῖν ἁμαρτίας, |427 ἅπας μὲν οὐ γένοιτʼ ἂν εἰς ἡμᾶς φίλος, |428 ὅσον δὲ χρῄζει — θεὸς γάρ ἐστι — δέξομαι. |429 τί ποτε λόγοισιν ἡ ξένη πρὸς τὸν θεὸν |430 κρυπτοῖσιν αἰεὶ λοιδοροῦσʼ αἰνίσσεται; |431 ἤτοι φιλοῦσά γʼ ἧς ὕπερ μαντεύεται, |432 ἢ καί τι σιγῶσʼ ὧν σιωπᾶσθαι χρεών; |433 ἀτὰρ θυγατρὸς τῆς Ἐρεχθέως τί μοι |434 μέλει; προσήκει γʼ οὐδέν. ἀλλὰ χρυσέαις |435 πρόχοισιν ἐλθὼν εἰς ἀπορραντήρια |436 δρόσον καθήσω. νουθετητέος δέ μοι |437 Φοῖβος, τί πάσχει· παρθένους βίᾳ γαμῶν |438 προδίδωσι; παῖδας ἐκτεκνούμενος λάθρᾳ |439 θνῄσκοντας ἀμελεῖ; μὴ σύ γʼ· ἀλλʼ, ἐπεὶ κρατεῖς, |440 ἀρετὰς δίωκε. καὶ γὰρ ὅστις ἂν βροτῶν |441 κακὸς πεφύκῃ, ζημιοῦσιν οἱ θεοί. |442 πῶς οὖν δίκαιον τοὺς νόμους ὑμᾶς βροτοῖς |443 γράψαντας, αὐτοὺς ἀνομίαν ὀφλισκάνειν; |444 εἰ δʼ — οὐ γὰρ ἔσται, τῷ λόγῳ δὲ χρήσομαι — |445 δίκας βιαίων δώσετʼ ἀνθρώποις γάμων, |446 σὺ καὶ Ποσειδῶν Ζεύς θʼ ὃς οὐρανοῦ κρατεῖ, |447 ναοὺς τίνοντες ἀδικίας κενώσετε. |448 τὰς ἡδονὰς γὰρ τῆς προμηθίας πάρος |449 σπεύδοντες ἀδικεῖτʼ. οὐκέτʼ ἀνθρώπους κακῶς |450 λέγειν δίκαιον, εἰ τὰ τῶν θεῶν καλὰ |451 μιμούμεθʼ, ἀλλὰ τοὺς διδάσκοντας τάδε. [choral] [strophe 1] |452 σὲ τὰν ὠδίνων λοχιᾶν |453 ἀνειλείθυιαν, ἐμὰν |454 Ἀθάναν, ἱκετεύω, |455 Προμηθεῖ Τιτᾶνι λοχευ- |456 θεῖσαν κατʼ ἀκροτάτας |457 κορυφᾶς Διός, ὦ μάκαιρα Νίκα, |458 μόλε Πύθιον οἶκον, |459 Ὀλύμπου χρυσέων θαλάμων |460 πταμένα πρὸς ἀγυιάς, |461 Φοιβήιος ἔνθα γᾶς |462 μεσσόμφαλος ἑστία |463 παρὰ χορευομένῳ τρίποδι |464 μαντεύματα κραίνει, |465 σὺ καὶ παῖς ἁ Λατογενής, |466 δύο θεαὶ δύο παρθένοι, |467 κασίγνηται σεμναὶ Φοίβου. |468 ἱκετεύσατε δʼ, ὦ κόραι, |469 τὸ παλαιὸν Ἐρεχθέως |470 γένος εὐτεκνίας χρονίου καθαροῖς |471 μαντεύμασι κῦρσαι. [antistrophe 1] |472 ὑπερβαλλούσας γὰρ ἔχει |473 θνατοῖς εὐδαιμονίας |474 ἀκίνητον ἀφορμάν, |475 τέκνων οἷς ἂν καρποτρόφοι |476 λάμπωσιν ἐν θαλάμοις |477 πατρίοισι νεάνιδες ἧβαι, |478 διαδέκτορα πλοῦτον |479 ὡς ἕξοντες ἐκ πατέρων |480 ἑτέροις ἐπὶ τέκνοις. |481 ἀλκά τε γὰρ ἐν κακοῖς |482 σύν τʼ εὐτυχίαις φίλον, |483 δορί τε γᾷ πατρίᾳ φέρει |484 σωτήριον ἀλκάν. |485 ἐμοὶ μὲν πλούτου τε πάρος |486 βασιλικῶν τʼ εἶεν θαλάμων |487 τροφαὶ κήδειοι κεδνῶν γε τέκνων. |488 τὸν ἄπαιδα δʼ ἀποστυγῶ |489 βίον, ᾧ τε δοκεῖ ψέγω· |490 μετὰ δὲ κτεάνων μετρίων βιοτᾶς |491 εὔπαιδος ἐχοίμαν. [epode] |492 ὦ Πανὸς θακήματα καὶ |493 παραυλίζουσα πέτρα |494 μυχώδεσι Μακραῖς, |495 ἵνα χοροὺς στείβουσι ποδοῖν |496 Ἀγλαύρου κόραι τρίγονοι |497 στάδια χλοερὰ πρὸ Παλλάδος |498 ναῶν, συρίγγων |499 ὑπʼ αἰόλας ἰαχᾶς |500 ὕμνων, ὅτʼ ἀναλίοις |501 συρίζεις, ὦ Πάν, |502 τοῖς σοῖσιν ἐν ἄντροις, |503 ἵνα τεκοῦσά τις Φοίβῳ |504 παρθένος, ὦ μελέα, βρέφος, |504a πτανοῖς ἐξόρισεν θοίναν |505 θηρσί τε φοινίαν δαῖτα, πικρῶν γάμων |506 ὕβριν· οὔτʼ ἐπὶ κερκίσιν οὔτε λόγοις |507 φάτιν ἄιον εὐτυχίας μετέχειν |508 θεόθεν τέκνα θνατοῖς. [episode] [trochees] |510 πρόσπολοι γυναῖκες, αἳ τῶνδʼ ἀμφὶ κρηπῖδας δόμων |511 θυοδόκων φρούρημʼ ἔχουσαι δεσπότιν φυλάσσετε, |512 ἐκλέλοιπʼ ἤδη τὸν ἱερὸν τρίποδα καὶ χρηστήριον |513 Ξοῦθος, ἢ μίμνει κατʼ οἶκον ἱστορῶν ἀπαιδίαν; |514 ἐν δόμοις ἔστʼ, ὦ ξένʼ· οὔπω δῶμʼ ὑπερβαίνει τόδε. |515 ὡς δʼ ἐπʼ ἐξόδοισιν ὄντος, τῶνδʼ ἀκούομεν πυλῶν |516 δοῦπον, ἐξιόντα τʼ ἤδη δεσπότην ὁρᾶν πάρα. |517 ὦ τέκνον, χαῖρʼ· ἡ γὰρ ἀρχὴ τοῦ λόγου πρέπουσά μοι. |518 χαίρομεν· σὺ δʼ εὖ φρόνει γε, καὶ δύʼ ὄντʼ εὖ πράξομεν. |519 δὸς χερὸς φίλημά μοι σῆς σώματός τʼ ἀμφιπτυχάς. |520 εὖ φρονεῖς μέν; ἤ σʼ ἔμηνε θεοῦ τις, ὦ ξένε, βλάβη; |521 σωφρονῶ· τὰ φίλταθʼ εὑρὼν οὐ φυγεῖν ἐφίεμαι. |522 παῦε, μὴ ψαύσας τὰ τοῦ θεοῦ στέμματα ῥήξῃς χερί. |523 ἅψομαι· κοὐ ῥυσιάζω, τἀμὰ δʼ εὑρίσκω φίλα. |524 οὐκ ἀπαλλάξῃ, πρὶν εἴσω τόξα πλευμόνων λαβεῖν; |525 ὡς τί δὴ φεύγεις με; σαυτοῦ γνωρίσας τὰ φίλτατα — |526 οὐ φιλῶ φρενοῦν ἀμούσους καὶ μεμηνότας ξένους. |527 κτεῖνε καὶ πίμπρη· πατρὸς γάρ, ἢν κτάνῃς, ἔσῃ φονεύς. |528 ποῦ δέ μοι πατὴρ σύ; ταῦτʼ οὖν οὐ γέλως κλύειν ἐμοῦ; |529 οὔ· τρέχων ὁ μῦθος ἄν σοι τἀμὰ σημήνειεν ἄν. |530 καὶ τί μοι λέξεις; |530b πατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός. |531 τίς λέγει τάδε; |531b ὅς σʼ ἔθρεψεν ὄντα Λοξίας ἐμόν. |532 μαρτυρεῖς σαυτῷ. |532b τὰ τοῦ θεοῦ γʼ ἐκμαθὼν χρηστήρια. |533 ἐσφάλης αἴνιγμʼ ἀκούσας. |533b οὐκ ἄρʼ ὄρθʼ ἀκούομεν. |534 ὁ δὲ λόγος τίς ἐστι Φοίβου; |534b τὸν συναντήσαντά μοι — |535 τίνα συνάντησιν; |535b δόμων τῶνδʼ ἐξιόντι τοῦ θεοῦ |536 συμφορᾶς τίνος κυρῆσαι; |536b παῖδʼ ἐμὸν πεφυκέναι. |537 σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως; |537b δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ. |538 πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν; |538b οὐκ ἄλλῳ, τέκνον. |539 ἡ τύχη πόθεν ποθʼ ἥκει; |539b δύο μίαν θαυμάζομεν. |540 ἔα. τίνος δέ σοι πέφυκα μητρός; |540b οὐκ ἔχω φράσαι. |541 οὐδὲ Φοῖβος εἶπε; |541b τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην. |542 γῆς ἄρʼ ἐκπέφυκα μητρός. |542b οὐ πέδον τίκτει τέκνα. |543 πῶς ἂν οὖν εἴην σός; |543b οὐκ οἶδʼ, ἀναφέρω δʼ ἐς τὸν θεόν. |544 φέρε λόγων ἁψώμεθʼ ἄλλων. |544b ταῦτʼ ἀμείνονʼ, ὦ τέκνον. |545 ἦλθες ἐς νόθον τι λέκτρον; |545b μωρίᾳ γε τοῦ νέου. |546 πρὶν κόρην λαβεῖν Ἐρεχθέως; |546b οὐ γὰρ ὕστερόν γέ πω. |547 ἆρα δῆτʼ ἐκεῖ μʼ ἔφυσας; |547b τῷ χρόνῳ γε συντρέχει. |548 κᾆτα πῶς ἀφικόμεσθα δεῦρο — |548b ταῦτʼ ἀμηχανῶ. |549 διὰ μακρᾶς ἐλθὼν κελεύθου; |549b τοῦτο κἄμʼ ἀπαιολεῖ. |550 Πυθίαν δʼ ἦλθες πέτραν πρίν; |550b ἐς φανάς γε Βακχίου. |551 προξένων δʼ ἔν του κατέσχες; |551b ὅς με Δελφίσιν κόραις |552 ἐθιάσευσʼ, ἢ πῶς τάδʼ αὐδᾷς; |552b Μαινάσιν γε Βακχίου. |553 ἔμφρονʼ ἢ κάτοινον ὄντα; |553b Βακχίου πρὸς ἡδοναῖς. |554 τοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν. |554b ὁ πότμος ἐξηῦρεν, τέκνον. |555 πῶς δʼ ἀφικόμεσθα ναούς; |555b ἔκβολον κόρης ἴσως. |556 ἐκπεφεύγαμεν τὸ δοῦλον. |556b πατέρα νυν δέχου, τέκνον. |557 τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός. |557b εὖ φρονεῖς ἄρα. |558 καὶ τί βουλόμεσθά γʼ ἄλλο — |558b νῦν ὁρᾷς ἃ χρή σʼ ὁρᾶν. |559 ἢ Διὸς παιδὸς γενέσθαι παῖς; |559b ὃ σοί γε γίγνεται. |560 ἦ θίγω δῆθʼ οἵ μʼ ἔφυσαν; |560b πιθόμενός γε τῷ θεῷ. |561 χαῖρέ μοι, πάτερ — |561b φίλον γε φθέγμʼ ἐδεξάμην τόδε. |562 ἡμέρα θʼ ἡ νῦν παροῦσα. |562b μακάριόν γʼ ἔθηκέ με. |563 ὦ φίλη μῆτερ, πότʼ ἆρα καὶ σὸν ὄψομαι δέμας; |564 νῦν ποθῶ σε μᾶλλον ἢ πρίν, ἥτις εἶ ποτʼ, εἰσιδεῖν. |565 ἀλλʼ ἴσως τέθνηκας, ἡμεῖς δʼ οὐδὲν ἂν δυναίμεθα. [iambic] |566 κοιναὶ μὲν ἡμῖν δωμάτων εὐπραξίαι· |567 ὅμως δὲ καὶ δέσποιναν ἐς τέκνʼ εὐτυχεῖν |568 ἐβουλόμην ἂν τούς τʼ Ἐρεχθέως δόμους. |569 ὦ τέκνον, ἐς μὲν σὴν ἀνεύρεσιν θεὸς |570 ὀρθῶς ἔκρανε, καὶ συνῆψʼ ἐμοί τε σέ, |571 σύ τʼ αὖ τὰ φίλταθʼ ηὗρες οὐκ εἰδὼς πάρος. |572 ὃ δʼ ᾖξας ὀρθῶς, τοῦτο κἄμʼ ἔχει πόθος, |573 ὅπως σύ τʼ, ὦ παῖ, μητέρʼ εὑρήσεις σέθεν, |574 ἐγώ θʼ ὁποίας μοι γυναικὸς ἐξέφυς. |575 χρόνῳ δὲ δόντες ταῦτʼ ἴσως εὕροιμεν ἄν. |576 ἀλλʼ ἐκλιπὼν θεοῦ δάπεδʼ ἀλητείαν τε σὴν |577 ἐς τὰς Ἀθήνας στεῖχε κοινόφρων πατρί, |578 οὗ σʼ ὄλβιον μὲν σκῆπτρον ἀναμένει πατρός, |579 πολὺς δὲ πλοῦτος· οὐδὲ θάτερον νοσῶν |580 δυοῖν κεκλήσῃ δυσγενὴς πένης θʼ ἅμα, |581 ἀλλʼ εὐγενής τε καὶ πολυκτήμων βίου. |582 σιγᾷς; τί πρὸς γῆν ὄμμα σὸν βαλὼν ἔχεις; |583 ἐς φροντίδας δʼ ἀπῆλθες, ἐκ δὲ χαρμονῆς |584 πάλιν μεταστὰς δεῖμα προσβάλλεις πατρί. |585 οὐ ταὐτὸν εἶδος φαίνεται τῶν πραγμάτων |586 πρόσωθεν ὄντων ἐγγύθεν θʼ ὁρωμένων. |587 ἐγὼ δὲ τὴν μὲν συμφορὰν ἀσπάζομαι, |588 πατέρα σʼ ἀνευρών· ὧν δὲ γιγνώσκω, πάτερ, |589 ἄκουσον. εἶναί φασι τὰς αὐτόχθονας |590 κλεινὰς Ἀθήνας οὐκ ἐπείσακτον γένος, |591 ἵνʼ ἐσπεσοῦμαι δύο νόσω κεκτημένος, |592 πατρός τʼ ἐπακτοῦ καὐτὸς ὢν νοθαγενής. |593 καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν — |594 μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι· |595 ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸν |596 ζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπο |597 μισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα· |598 ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί, |599 σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα, |600 γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαι |601 οὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ. |602 τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλει |603 ἐς ἀξίωμα βὰς πλέον φρουρήσομαι |604 ψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ· |605 οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα, |606 τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι. |607 ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν |608 γυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένη |609 τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν |610 αὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς, |611 πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι, |612 ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός, |613 ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς, |614 κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃς |615 ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς; |616 ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμων |617 γυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς. |618 ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ, |619 ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξία |620 πατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν. |621 τυραννίδος δὲ τῆς μάτην αἰνουμένης |622 τὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲ |623 λυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής, |624 ὅστις δεδοικὼς καὶ παραβλέπων βίον |625 αἰῶνα τείνει; δημότης ἂν εὐτυχὴς |626 ζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν, |627 ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν, |628 ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος. |629 εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε, |630 πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύειν |631 ἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους· |632 εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ. |633 ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ· |634 τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴν |635 ὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦ |636 πονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν, |637 εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν. |638 θεῶν δʼ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν, |639 ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις. |640 καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι, |641 ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ. |642 ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ, |643 δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμα |644 παρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενος |645 κρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ. |646 ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις, |647 μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν. |648 καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶ |649 ἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις. |650 παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο· |651 θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον, |652 κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών, |653 θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν. |654 καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον |655 δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς |656 ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν. |657 καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι |658 λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν. |659 χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι |660 δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός. |661 Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον, |662 ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ |663 ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων |664 πλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇ |665 πρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν. |666 ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε, |667 ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν. |668 στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι· |669 εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ, |670 ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών, |671 ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή, |672 ὥς μοι γένηται μητρόθεν παρρησία. |673 καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος, |674 κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμα |675 δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν. [choral] [strophe 1] |676 ὁρῶ δάκρυα καὶ πενθίμους |677 ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς, |678 ὅταν ἐμὰ τύραννος εὐπαιδίαν |679 πόσιν ἔχοντʼ εἰδῇ, |680 αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων. |681 τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη- |682 σας ὑμνῳδίαν; |683 πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν |684 τρόφιμος ἐξέβα; γυναικῶν τίνος; |685 οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον. |688 δειμαίνω συμφοράν, |689 ἐφʼ ὅ ποτε βάσεται. |690 ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι, |691 τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει, |692 δόλον τύχαν θʼ, ὁ παῖς |693 ἄλλων τραφεὶς ἐξ αἱμάτων. |694 τίς οὐ τάδε ξυνοίσεται; [antistrophe 1] |695 — φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ |696 τάδε τορῶς ἐς οὖς γεγωνήσομεν; |697 πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων |698 μέτοχος ἦν, τλάμων, |699 — νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ. |700 — πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ |701 — ἀτίετος φίλων. |702 — μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους, |703 μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης |704 (— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν. |705 — καὶ θεοῖσιν μὴ τύχοι |706 καλλίφλογα πέλανον ἐπὶ |707 πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται, |708 ὅσον ἀμᾶς ἔφυν |710 τυραννίδος φίλα. |711 — ἦ δὴ πέλας δείπνων κυρεῖ |713 παῖς καὶ πατὴρ νέος νέων. [epode] |714 ἰὼ δειράδες Παρνασοῦ πέτρας |715 ἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν, |716 ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας |717 λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις, |719 μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς, |720 νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι. |721 στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν |722 ξενικὸν ἐσβολὰν |723 ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν |724 Ἐρεχθεὺς ἄναξ. [episode] |725 ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸς |726 τοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει, |727 ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια, |728 ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ |729 θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο. |730 σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς· |731 ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν, |732 ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ. |733 ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε, |734 δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός. |735 ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων |736 ἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχεις |737 τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας. |738 ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με. |739 αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι |740 συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ. |741 ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης. |742 ἰδού. |742a τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ. |743 βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός. |744 καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ. |745 ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ. |746 οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ. |747 γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος |748 δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις |749 βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν; |750 σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε, |751 οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν. |752 ἰὼ δαῖμον. |753 τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές. |754 ἰὼ τλᾶμον. |755 ἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ; |756 εἶἑν· τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι |757 τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι; |758 εἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν; |759 εἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ. |760 εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ. |761 οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖν |762 τέκνʼ, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ. [lyric] |762a ὤμοι, θάνοιμι. |763 θύγατερ. |763b ὦ τάλαινʼ |764 ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος |764a ἀβίοτον, φίλαι. |764b διοιχόμεσθα. |765 τέκνον. |765b αἰαῖ αἰαῖ· |767 διανταῖος ἔτυπεν ὀδύνα με πλευ- |768 μόνων τῶνδʼ ἔσω. |769 μήπω στενάξῃς |769b ἀλλὰ πάρεισι γόοι. |770 πρὶν ἂν μάθωμεν |770b ἀγγελίαν τίνα μοι; [iambic] |771 εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς |772 κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς. |774 κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας |775 ἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα. |776 τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες |777 ἄχος ἐμοὶ στένειν. |778 πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος |779 τὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν; |780 ἤδη πεφυκότʼ ἐκτελῆ νεανίαν |781 δίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ. |782 πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητον |783 λόγον ἐμοὶ θροεῖς. |785 κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται, |786 σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς. |787 ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶς |788 πρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός. |789 ὀττοτοττοτοῖ· τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακεν |790 ἄρα βίοτον; ἐρημίᾳ δʼ ὀρφανοὺς |791 δόμους οἰκήσω. |792 τίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸς |793 πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών; |794 οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίαν |795 ὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς. |796 ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί- |797 ας Ἑλλανίας, ἀστέρας ἑσπέρους, |799 οἷον οἷον ἄλγος ἔπαθον, φίλαι. |800 ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ; |801 οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει; |802 Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί. |803 μητρὸς δʼ ὁποίας ἐστὶν — |803b οὐκ ἔχω φράσαι. |804 φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον — |805 παιδὸς προθύσων ξένια καὶ γενέθλια |806 σκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις, |807 κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ. |808 δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ — |809 τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένως |810 ὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέως |811 ἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσιν |812 λέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν· |813 ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλιν |814 καὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν, |815 ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενος |816 λάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω. |817 ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοι |818 ὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν, |819 λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρα |820 τὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳ |821 Δελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦ |822 δόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται. |823 νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον, |824 ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν. |825 κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατο |826 πάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰς |827 τοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα, |828 ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλων |829 τυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς. |830 καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένον |831 Ἴων, ἰόντι δῆθεν ὅτι συνήντετο. |832 οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ, |833 οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖς |834 κοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλον |835 θέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον. |836 καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν· |837 ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸς |838 γυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν. |839 ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦς |840 μητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν, |841 ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν, |842 τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων. |843 ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν· |844 ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶ |845 ἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσιν |846 καὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν. |847 εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου. |848 δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος, |849 ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον. |850 ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω, |851 καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμους |852 οὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταις |853 ἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν. |854 ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει, |855 τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρων |856 οὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ. |857 κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλω |858 κοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς. [lyric] |859 ὦ ψυχά, πῶς σιγάσω; |860 πῶς δὲ σκοτίας ἀναφήνω |861 εὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ; |862 τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι; |863 πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς; |864 οὐ πόσις ἡμῶν προδότης γέγονεν, |865 στέρομαι δʼ οἴκων, στέρομαι παίδων, |866 φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαι |867 χρῄζουσα καλῶς οὐκ ἐδυνήθην, |868 σιγῶσα γάμους, |869 σιγῶσα τόκους πολυκλαύτους; |870 ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδος |871 καὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰν |872 λίμνης τʼ ἐνύδρου Τριτωνιάδος |873 πότνιαν ἀκτάν, |874 οὐκέτι κρύψω λέχος, ὡς στέρνων |875 ἀπονησαμένη ῥᾴων ἔσομαι. |876 στάζουσι κόραι δακρύοισιν ἐμαί, |877 ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼ |878 ἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων, |879 οὓς ἀποδείξω |880 λέκτρων προδότας ἀχαρίστους. |881 ὦ τᾶς ἑπταφθόγγου μέλπων |882 κιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοις |883 κέρασιν ἐν ἀψύχοις ἀχεῖ |884 μουσᾶν ὕμνους εὐαχήτους, |885 σοὶ μομφάν, ὦ Λατοῦς παῖ, |886 πρὸς τάνδʼ αὐγὰν αὐδάσω. |887 ἦλθές μοι χρυσῷ χαίταν |888 μαρμαίρων, εὖτʼ ἐς κόλπους |889 κρόκεα πέταλα φάρεσιν ἔδρεπον, |890 ἀνθίζειν χρυσανταυγῆ· |891 λευκοῖς δʼ ἐμφὺς καρποῖσιν |892 χειρῶν εἰς ἄντρου κοίτας |893 κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν |894 θεὸς ὁμευνέτας |895 ἆγες ἀναιδείᾳ |896 Κύπριδι χάριν πράσσων. |897 τίκτω δʼ ἁ δύστανός σοι |898 κοῦρον, τὸν φρίκᾳ ματρὸς |899 εἰς εὐνὰν βάλλω τὰν σάν, |900 ἵνα με λέχεσι μελέαν μελέοις |901 ἐζεύξω τὰν δύστανον. |902 οἴμοι μοι· καὶ νῦν ἔρρει |903 πτανοῖς ἁρπασθεὶς θοίνα |904 παῖς μοι καὶ σός, τλάμων· |905 σὺ δὲ κιθάρᾳ κλάζεις |906 παιᾶνας μέλπων. |907 ὠή, |907a τὸν Λατοῦς αὐδῶ σʼ, |908 ὅστʼ ὀμφὰν κληροῖς |909 πρὸς χρυσέους θάκους |910 καὶ γαίας μεσσήρεις ἕδρας, |911 εἰς οὖς αὐδὰν καρύξω· |912 Ἰὼ κακὸς εὐνάτωρ, |913 ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳ |914 χάριν οὐ προλαβὼν |915 παῖδʼ εἰς οἴκους οἰκίζεις· |916 ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής, |917 οἰωνοῖς ἔρρει συλαθείς, |918 σπάργανα ματέρος ἐξαλλάξας. |919 μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφνας |920 ἔρνεα φοίνικα παρʼ ἁβροκόμαν, |921 ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατο |922 Λατὼ Δίοισί σε καρποῖς. |923 οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυται |924 κακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ. |925 ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαι |926 πρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς. |927 κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί, |928 πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο, |929 οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶν |930 μετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς. |931 τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς; |932 ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεως |933 θηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν. |934 αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως. |935 ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις. |936 ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτρας |937 πρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν; |938 οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας. |939 ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα. |940 τίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις. |941 Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον. |942 ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ; |943 οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν. |944 νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα; |945 τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά. |946 κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους; |947 ἔτεκον — ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον. |948 ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε; |949 μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις. |950 ὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις. |951 τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς. |952 τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν; |953 οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται. |954 τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε. |955 ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις. |956 οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου; |957 αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον. |958 καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης; |959 πῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη — |960 φεῦ· |960a τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν. |961 εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι. |962 μαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν; |963 ἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ. |964 σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον; |965 ὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον. |966 οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται. |967 τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς; |968 σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ. |969 τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει. |970 μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα. |971 τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν. |972 τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν. |973 καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω; |974 πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια. |975 δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω. |976 τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν. |977 αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν. |978 νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα. |979 πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν. |980 ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας. |981 στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε; |982 ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους. |983 ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές. |984 ὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι. |985 καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια. |986 ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ. |987 ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην; |988 οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς. |989 ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας. |990 ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον; |991 ναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά. |992 ποῖόν τι μορφῆς σχῆμʼ ἔχουσαν ἀγρίας; |993 θώρακʼ ἐχίδνης περιβόλοις ὡπλισμένον. |994 ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι; |995 ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν. |996 ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν; |997 τόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ᾖξεν ἐς δόρυ. |998 τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος; |999 Ἐριχθόνιον οἶσθʼ, ἢ — ; τί δʼ οὐ μέλλεις, γέρον; |1000 ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ; |1001 τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳ |1002 τί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος. |1003 δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο. |1004 ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν; |1005 τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων. |1006 ἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος; |1007 χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῷ πατρί. |1008 κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο; |1009 ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω. |1010 πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς; |1011 κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳ |1012 τί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα; |1013 νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου. |1014 ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ; |1015 κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος. |1016 ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς; |1017 χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται. |1018 ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ. |1019 τούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ. |1020 ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν. |1021 ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ. |1022 οὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις. |1023 πῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται; |1024 σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς. |1025 ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις. |1026 αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους. |1027 προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς. |1028 καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν. |1029 οἶσθʼ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼν |1030 χρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον, |1031 ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθρα πόσις, |1032 δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖς |1033 μέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδε |1034 κάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳ |1035 ἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸν |1036 τῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων. |1037 κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεται |1038 κλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ. |1039 σὺ μέν νυν εἴσω προξένων μέθες πόδα· |1040 ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν. |1041 ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦ |1042 ἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι. |1043 ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα, |1044 καὶ συμφόνευε καὶ συνεξαίρει δόμων. |1045 τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸν |1046 τιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶς |1047 θέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος. [choral] [strophe 1] |1048 Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶν |1049 νυκτιπόλων ἐφόδων ἀνάσσεις |1050 καὶ μεθαμερίων, ὅδωσον |1051 δυσθανάτων κρατήρων πλη- |1052 ρώματʼ ἐφʼ οἷσι πέμπει |1053 πότνια πότνιʼ ἐμὰ χθονίας |1054 Γοργοῦς λαιμοτόμων ἀπὸ |1055 σταλαγμῶν |1056 τῷ τῶν Ἐρεχθεϊδᾶν |1057 δόμων ἐφαπτομένῳ· |1058 μηδέ ποτʼ ἄλλος ἄλλων ἀπʼ οἴ- |1059 κων πόλεως ἀνάσσοι |1060 πλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν. [antistrophe 1] |1061 εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί- |1062 νας, ὅ τε καιρὸς ἄπεισι τόλμας, |1063 ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη- |1064 κτὸν ξίφος ἢ δαίμων ἐξά- |1065 ψει βρόχον ἀμφὶ δειρήν, |1066 πάθεσι πάθεα δʼ ἐξανύτουσʼ |1067 εἰς ἄλλας βιότου κάτει- |1068 σι μορφάς. |1069 οὐ γὰρ δόμων γʼ ἑτέρους |1070 ἄρχοντας ἀλλοδαποὺς |1071 ζῶσά ποτʼ ὄμμασι ἐν φαεν- |1072 ναῖς ἀνέχοιτʼ ἂν αὐγαῖς |1073 ἁ τῶν εὐπατριδᾶν γεγῶσʼ οἴκων. [strophe 2] |1074 αἰσχύνομαι τὸν πολύυ- |1075 μνον θεόν, εἰ παρὰ καλλιχόροισι παγαῖς |1076 λαμπάδα θεωρὸν εἰκάδων |1077 ὄψεται ἐννύχιος ἄυπνος ὤν, ὅτε |1078 καὶ Διὸς ἀστερωπὸς |1079 ἀνεχόρευσεν αἰθήρ, |1080 χορεύει δὲ σελάνα |1081 καὶ πεντήκοντα κόραι |1082 Νηρέος, αἱ κατὰ πόντον |1083 ἀενάων τε ποταμῶν |1084 δίνας, χορευόμεναι |1085 τὰν χρυσοστέφανον κόραν |1086 καὶ ματέρα σεμνάν· |1087 ἵνʼ ἐλπίζει βασιλεύ- |1088 σειν ἄλλων πόνον ἐσπεσὼν |1089 ὁ Φοίβειος ἀλάτας. [antistrophe 2] |1090 ὁρᾶθʼ ὅσοι δυσκελάδοι- |1091 σιν κατὰ μοῦσαν ἰόντες ἀείδεθʼ ὕμνοις |1092 ἁμέτερα λέχεα καὶ γάμους |1093 Κύπριδος ἀθέμιτας ἀνοσίους, ὅσον |1094 εὐσεβίᾳ κρατοῦμεν |1095 ἄδικον ἄροτον ἀνδρῶν. |1096 παλίμφαμος ἀοιδὰ |1097 καὶ μοῦσʼ εἰς ἄνδρας ἴτω |1098 δυσκέλαδος ἀμφὶ λέκτρων. |1099 δείκνυσι γὰρ ὁ Διὸς ἐκ |1100 παίδων ἀμνημοσύναν, |1101 οὐ κοινὰν τεκέων τύχαν |1102 οἴκοισι φυτεύσας |1103 δεσποίνᾳ· πρὸς δʼ Ἀφροδί- |1104 ταν ἄλλαν θέμενος χάριν |1105 νόθου παιδὸς ἔκυρσεν. [episode] |1106 κλειναὶ γυναῖκες, ποῦ κόρην Ἐρεχθέως, |1107 δέσποιναν εὕρω; πανταχῇ γὰρ ἄστεως |1108 ζητῶν νιν ἐξέπλησα κοὐκ ἔχω λαβεῖν. |1109 τί δʼ ἔστιν, ὦ ξύνδουλε; τίς προθυμία |1110 ποδῶν ἔχει σε, καὶ λόγους τίνας φέρεις; |1111 θηρώμεθʼ· ἀρχαὶ δʼ ἁπιχώριοι χθονὸς |1112 ζητοῦσιν αὐτήν, ὡς θάνῃ πετρουμένη. |1113 οἴμοι, τί λέξεις; οὔτι που λελήμμεθα |1114 κρυφαῖον ἐς παῖδʼ ἐκπορίζουσαι φόνον; |1115 ἔγνως; — μεθέξεις οὐκ ἐν ὑστάτοις κακοῦ. |1116 ὤφθη δὲ πῶς τὰ κρυπτὰ μηχανήματα; |1117 τὸ μὴ δίκαιον τῆς δίκης ἡσσώμενον |1118 ἐξηῦρεν ὁ θεός, οὐ μιανθῆναι θέλων. |1119 πῶς; ἀντιάζω σʼ ἱκέτις ἐξειπεῖν τάδε. |1120 πεπυσμέναι γάρ, εἰ θανεῖν ὅμως χρεών, |1121 ἥδιον ἂν θάνοιμεν, εἴθʼ ὁρᾶν φάος. |1122 ἐπεὶ θεοῦ μαντεῖον ᾤχετʼ ἐκλιπὼν |1123 πόσις Κρεούσης, παῖδα τὸν καινὸν λαβὼν |1124 πρὸς δεῖπνα θυσίας θʼ ἃς θεοῖς ὡπλίζετο, |1125 Ξοῦθος μὲν ᾤχετʼ ἔνθα πῦρ πηδᾷ θεοῦ |1126 βακχεῖον, ὡς σφαγαῖσι Διονύσου πέτρας |1127 δεύσειε δισσὰς παιδὸς ἀντʼ ὀπτηρίων, |1128 λέξας· Σὺ μὲν νῦν, τέκνον, ἀμφήρεις μένων |1129 σκηνὰς ἀνίστη τεκτόνων μοχθήμασι. |1130 θύσας δὲ Γενέταις Θεοῖσιν ἢν μακρὸν χρόνον |1131 μένω, παροῦσι δαῖτες ἔστωσαν φίλοις. |1132 λαβὼν δὲ μόσχους ᾤχεθʼ· ὁ δὲ νεανίας |1133 σεμνῶς ἀτοίχους περιβολὰς σκηνωμάτων |1134 ὀρθοστάταις ἱδρύεθʼ, ἡλίου βολὰς |1135 καλῶς φυλάξας, οὔτε πρὸς μέσας φλογὸς |1136 ἀκτῖνας, οὔτʼ αὖ πρὸς τελευτώσας βίον, |1137 πλέθρου σταθμήσας μῆκος εἰς εὐγωνίαν, |1138 μέτρημʼ ἔχουσαν τοὐν μέσῳ γε μυρίων |1139 ποδῶν ἀριθμόν, ὡς λέγουσιν οἱ σοφοί, |1140 ὡς πάντα Δελφῶν λαὸν ἐς θοίνην καλῶν. |1141 λαβὼν δʼ ὑφάσμαθʼ ἱερὰ θησαυρῶν πάρα |1142 κατεσκίαζε, θαύματʼ ἀνθρώποις ὁρᾶν. |1143 πρῶτον μὲν ὀρόφῳ πτέρυγα περιβάλλει πέπλων, |1144 ἀνάθημα Δίου παιδός, οὓς Ἡρακλέης |1145 Ἀμαζόνων σκυλεύματʼ ἤνεγκεν θεῷ. |1146 ἐνῆν δʼ ὑφανταὶ γράμμασιν τοιαίδʼ ὑφαί, |1147 Οὐρανὸς ἀθροίζων ἄστρʼ ἐν αἰθέρος κύκλῳ. |1148 ἵππους μὲν ἤλαυνʼ ἐς τελευταίαν φλόγα |1149 Ἥλιος, ἐφέλκων λαμπρὸν Ἑσπέρου φάος· |1150 μελάμπεπλος δὲ Νὺξ ἀσείρωτον ζυγοῖς |1151 ὄχημʼ ἔπαλλεν, ἄστρα δʼ ὡμάρτει θεᾷ· |1152 Πλειὰς μὲν ᾔει μεσοπόρου διʼ αἰθέρος |1153 ὅ τε ξιφήρης Ὠρίων, ὕπερθε δὲ |1154 Ἄρκτος στρέφουσʼ οὐραῖα χρυσήρη πόλῳ· |1155 κύκλος δὲ πανσέληνος ἠκόντιζʼ ἄνω |1156 μηνὸς διχήρης, Ὑάδες τε, ναυτίλοις |1157 σαφέστατον σημεῖον, ἥ τε φωσφόρος |1158 Ἕως διώκουσʼ ἄστρα. τοίχοισιν δʼ ἔπι |1159 ἤμπισχεν ἄλλα βαρβάρων ὑφάσματα· |1160 εὐηρέτμους ναῦς ἀντίας Ἑλληνίσιν, |1161 καὶ μιξόθηρας φῶτας, ἱππείας τʼ ἄγρας |1162 ἐλάφων, λεόντων τʼ ἀγρίων θηράματα. |1163 κατʼ εἰσόδους δὲ Κέκροπα θυγατέρων πέλας |1164 σπείραισιν εἱλίσσοντʼ, Ἀθηναίων τινὸς |1165 ἀνάθημα· χρυσέους τʼ ἐν μέσῳ συσσιτίῳ |1166 κρατῆρας ἔστησʼ. ἐν δʼ ἄκροισι βὰς ποσὶ |1167 κῆρυξ ἀνεῖπε τὸν θέλοντʼ ἐγχωρίων |1168 ἐς δαῖτα χωρεῖν. ὡς δʼ ἐπληρώθη στέγη, |1169 στεφάνοισι κοσμηθέντες εὐόχθου βορᾶς |1170 ψυχὴν ἐπλήρουν. ὡς δʼ ἀνεῖσαν ἡδονήν, |1171 παρελθὼν πρέσβυς ἐς μέσον πέδον |1172 ἔστη, γέλων δʼ ἔθηκε συνδείπνοις πολύν, |1173 πρόθυμα πράσσων· ἔκ τε γὰρ κρωσσῶν ὕδωρ |1174 χεροῖν ἔπεμπε νίπτρα, κἀξεθυμία |1175 σμύρνης ἱδρῶτα, χρυσέων τʼ ἐκπωμάτων |1176 ἦρχʼ, αὐτὸς αὑτῷ τόνδε προστάξας πόνον. |1177 ἐπεὶ δʼ ἐς αὐλοὺς ἧκον ἐς κρατῆρά τε |1178 κοινόν, γέρων ἔλεξʼ· Ἀφαρπάζειν χρεὼν |1179 οἰνηρὰ τεύχη σμικρά, μεγάλα δʼ ἐσφέρειν, |1180 ὡς θᾶσσον ἔλθωσʼ οἵδʼ ἐς ἡδονὰς φρενῶν. |1181 ἦν δὴ φερόντων μόχθος ἀργυρηλάτους |1182 χρυσέας τε φιάλας· ὃ δὲ λαβὼν ἐξαίρετον, |1183 ὡς τῷ νέῳ δὴ δεσπότῃ χάριν φέρων, |1184 ἔδωκε πλῆρες τεῦχος, εἰς οἶνον βαλὼν |1185 ὅ φασι δοῦναι φάρμακον δραστήριον |1186 δέσποιναν, ὡς παῖς ὁ νέος ἐκλίποι φάος· |1187 κοὐδεὶς τάδʼ ᾔδειν. ἐν χεροῖν ἔχοντι δὲ |1188 σπονδὰς μετʼ ἄλλων παιδὶ τῷ πεφηνότι |1189 βλασφημίαν τις οἰκετῶν ἐφθέγξατο· |1190 ὁ δʼ, ὡς ἐν ἱερῷ μάντεσίν τʼ ἐσθλοῖς τραφείς, |1191 οἰωνὸν ἔθετο, κἀκέλευσʼ ἄλλον νέον |1192 κρατῆρα πληροῦν· τὰς δὲ πρὶν σπονδὰς θεοῦ |1193 δίδωσι γαίᾳ, πᾶσί τʼ ἐκσπένδειν λέγει. |1194 σιγὴ δʼ ὑπῆλθεν. ἐκ δʼ ἐπίμπλαμεν δρόσου |1195 κρατῆρας ἱεροὺς Βυβλίνου τε πώματος. |1196 κἀν τῷδε μόχθῳ πτηνὸς ἐσπίπτει δόμοις |1197 κῶμος πελειῶν — Λοξίου γὰρ ἐν δόμοις |1198 ἄτρεστα ναίουσʼ — ὡς δʼ ἀπέσπεισαν μέθυ, |1199 ἐς αὐτὸ χείλη πώματος κεχρημέναι |1200 καθῆκαν, εἷλκον δʼ εὐπτέρους ἐς αὐχένας. |1201 καὶ ταῖς μὲν ἄλλαις ἄνοσος ἦν λοιβὴ θεοῦ· |1202 ἣ δʼ ἕζετʼ ἔνθʼ ὁ καινὸς ἔσπεισεν γόνος, |1203 ποτοῦ τʼ ἐγεύσατʼ, εὐθὺς εὔπτερον δέμας |1204 ἔσεισε κἀβάκχευσεν, ἐκ δʼ ἔκλαγξʼ ὄπα |1205 ἀξύνετον αἰάζουσʼ· ἐθάμβησεν δὲ πᾶς |1206 θοινατόρων ὅμιλος ὄρνιθος πόνους. |1207 θνῄσκει δʼ ἀπασπαίρουσα, φοινικοσκελεῖς |1208 χηλὰς παρεῖσα. γυμνὰ δʼ ἐκ πέπλων μέλη |1209 ὑπὲρ τραπέζης ἧχʼ ὁ μαντευτὸς γόνος, |1210 βοᾷ δέ· Τίς μʼ ἔμελλεν ἀνθρώπων κτενεῖν; |1211 σήμαινε, πρέσβυ· σὴ γὰρ ἡ προθυμία, |1212 καὶ πῶμα χειρὸς σῆς ἐδεξάμην πάρα. |1213 εὐθὺς δʼ ἐρευνᾷ γραῖαν ὠλένην λαβών, |1214 ἐπʼ αὐτοφώρῳ πρέσβυν ὡς ἔχονθʼ ἕλοι. |1215 ὤφθη δὲ καὶ κατεῖπʼ ἀναγκασθεὶς μόγις |1216 τόλμας Κρεούσης πώματός τε μηχανάς. |1217 θεῖ δʼ εὐθὺς ἔξω συλλαβὼν θοινάτορας |1218 ὁ πυθόχρηστος Λοξίου νεανίας, |1219 κἀν κοιράνοισι Πυθικοῖς σταθεὶς λέγει· |1220 Ὦ Γαῖα σεμνή, τῆς Ἐρεχθέως ὕπο, |1221 ξένης γυναικός, φαρμάκοισι θνῄσκομεν. |1222 Δελφῶν δʼ ἄνακτες ὥρισαν πετρορριφῆ |1223 θανεῖν ἐμὴν δέσποιναν οὐ ψήφῳ μιᾷ, |1224 τὸν ἱερὸν ὡς κτείνουσαν ἔν τʼ ἀνακτόροις |1225 φόνον τιθεῖσαν. πᾶσα δὲ ζητεῖ πόλις |1226 τὴν ἀθλίως σπεύσασαν ἀθλίαν ὁδόν· |1227 παίδων γὰρ ἐλθοῦσʼ εἰς ἔρον Φοίβου πάρα, |1228 τὸ σῶμα κοινῇ τοῖς τέκνοις ἀπώλεσεν. [lyric] |1229 οὐκ ἔστʼ οὐκ ἔστιν θανάτου |1230 παρατροπὰ μελέᾳ μοι· |1231 φανερὰ γὰρ φανερὰ τάδʼ ἤδη, |1232 σπονδᾶς ἐκ Διονύσου, |1233 βοτρύων θοᾶς ἐχίδνας |1234 σταγόσι μειγνυμένας φόνῳ |1235 φανερὰ θύματα νερτέρων, |1236 συμφοραὶ μὲν ἐμῷ βίῳ, |1237 λεύσιμοι δὲ καταφθοραὶ δεσποίνᾳ. |1238 τίνα φυγὰν πτερόεσσαν ἢ |1239 χθονὸς ὑπὸ σκοτίων μυχῶν πορευθῶ, |1240 θανάτου λεύσιμον ἄταν |1241 ἀποφεύγουσα, τεθρίππων |1242 ὠκιστᾶν χαλᾶν ἐπιβᾶσʼ, |1243 ἢ πρύμνας ἐπὶ ναῶν; [anapests] |1244 οὐκ ἔστι λαθεῖν, ὅτε μὴ χρῄζων |1245 θεὸς ἐκκλέπτει. |1246 τί ποτʼ, ὦ μελέα δέσποινα, μένει |1247 ψυχῇ σε παθεῖν; ἆρα θέλουσαι |1248 δρᾶσαί τι κακὸν τοὺς πέλας αὐταὶ |1249 πεισόμεθʼ, ὥσπερ τὸ δίκαιον; [trochees] |1250 πρόσπολοι, διωκόμεσθα θανασίμους ἐπὶ σφαγάς, |1251 Πυθίᾳ ψήφῳ κρατηθεῖσʼ, ἔκδοτος δὲ γίγνομαι. |1252 ἴσμεν, ὦ τάλαινα, τὰς σὰς συμφοράς, ἵνʼ εἶ τύχης. |1253 ποῖ φύγω δῆτʼ; ἐκ γὰρ οἴκων προύλαβον μόγις πόδα |1254 μὴ θανεῖν, κλοπῇ δʼ ἀφῖγμαι διαφυγοῦσα πολεμίους. |1255 ποῖ δʼ ἂν ἄλλοσʼ ἢ ʼπὶ βωμόν; |1255b καὶ τί μοι πλέον τόδε; |1256 ἱκέτιν οὐ θέμις φονεύειν. |1256b τῷ νόμῳ δέ γʼ ὄλλυμαι. |1257 χειρία γʼ ἁλοῦσα. |1257b καὶ μὴν οἵδʼ ἀγωνισταὶ πικροὶ |1258 δεῦρʼ ἐπείγονται ξιφήρεις. |1258b ἵζε νυν πυρᾶς ἔπι. |1259 κἂν θάνῃς γὰρ ἐνθάδʼ οὖσα, τοῖς ἀποκτείνασί σε |1260 προστρόπαιον αἷμα θήσεις· οἰστέον δὲ τὴν τύχην. [iambic] |1261 ὦ ταυρόμορφον ὄμμα Κηφισοῦ πατρός, |1262 οἵαν ἔχιδναν τήνδʼ ἔφυσας ἢ πυρὸς |1263 δράκοντʼ ἀναβλέποντα φοινίαν φλόγα, |1264 ᾗ τόλμα πᾶσʼ ἔνεστιν, οὐδʼ ἥσσων ἔφυ |1265 Γοργοῦς σταλαγμῶν, οἷς ἔμελλέ με κτενεῖν. |1266 λάζυσθʼ, ἵνʼ αὐτῆς τοὺς ἀκηράτους πλόκους |1267 κόμης καταξήνωσι Παρνασοῦ πλάκες, |1268 ὅθεν πετραῖον ἅλμα δισκηθήσεται. |1269 ἐσθλοῦ δʼ ἔκυρσα δαίμονος, πρὶν ἐς πόλιν |1270 μολεῖν Ἀθηνῶν χὑπὸ μητρυιὰν πεσεῖν. |1271 ἐν συμμάχοις γὰρ ἀνεμετρησάμην φρένας |1272 τὰς σάς, ὅσον μοι πῆμα δυσμενής τʼ ἔφυς· |1273 ἔσω γὰρ ἄν με περιβαλοῦσα δωμάτων |1274 ἄρδην ἂν ἐξέπεμψας εἰς Ἅιδου δόμους. |1275 ἀλλʼ οὔτε βωμὸς οὔτʼ Ἀπόλλωνος δόμος |1276 σώσει σʼ· ὁ δʼ οἶκτος ὁ σὸς ἐμοὶ κρείσσων πάρα |1277 καὶ μητρὶ τἠμῇ· καὶ γὰρ εἰ τὸ σῶμά μοι |1278 ἄπεστιν αὐτῆς, τοὔνομʼ οὐκ ἄπεστί πω. |1279 ἴδεσθε τὴν πανοῦργον, ἐκ τέχνης τέχνην |1280 οἵαν ἔπλεξε· βωμὸν ἔπτηξεν θεοῦ, |1281 ὡς οὐ δίκην δώσουσα τῶν εἰργασμένων. |1282 ἀπεννέπω σε μὴ κατακτείνειν ἐμὲ |1283 ὑπέρ τʼ ἐμαυτῆς τοῦ θεοῦ θʼ ἵνʼ ἕσταμεν. |1284 τί δʼ ἐστὶ Φοίβῳ σοί τε κοινὸν ἐν μέσῳ; |1285 ἱερὸν τὸ σῶμα τῷ θεῷ δίδωμʼ ἔχειν. |1286 κἄπειτʼ ἔκαινες φαρμάκοις τὸν τοῦ θεοῦ; |1287 ἀλλʼ οὐκέτʼ ἦσθα Λοξίου, πατρὸς δὲ σοῦ. |1288 ἀλλʼ ἐγενόμεσθα πατρός· οὐσίαν λέγω. |1289 οὐκοῦν τότʼ ἦσθα· νῦν δʼ ἐγώ, σὺ δʼ οὐκέτι. |1290 οὐκ εὐσεβεῖς γε· τἀμὰ δʼ εὐσεβῆ τότʼ ἦν. |1291 ἔκτεινά σʼ ὄντα πολέμιον δόμοις ἐμοῖς. |1292 οὔτοι σὺν ὅπλοις ἦλθον ἐς τὴν σὴν χθόνα. |1293 μάλιστα· κἀπίμπρης γʼ Ἐρεχθέως δόμους. |1294 ποίοισι πανοῖς ἢ πυρὸς ποίᾳ φλογί; |1295 ἔμελλες οἰκεῖν τἄμʼ, ἐμοῦ βίᾳ λαβών. |1296 πατρός γε γῆν διδόντος ἣν ἐκτήσατο. |1297 τοῖς Αἰόλου δὲ πῶς μετῆν τῶν Παλλάδος; |1298 ὅπλοισιν αὐτήν, οὐ λόγοις ἐρρύσατο. |1299 ἐπίκουρος οἰκήτωρ γʼ ἂν οὐκ εἴη χθονός. |1300 κἄπειτα τοῦ μέλλειν μʼ ἀπέκτεινες φόβῳ; |1301 ὡς μὴ θάνοιμί γʼ, εἰ σὺ μὴ μέλλων τύχοις. |1302 φθονεῖς ἄπαις οὖσʼ, εἰ πατὴρ ἐξηῦρέ με. |1303 σὺ τῶν ἀτέκνων δῆτʼ ἀναρπάσεις δόμους; |1304 ἡμῖν δέ γʼ ἀλλὰ πατρικῆς οὐκ ἦν μέρος; |1305 ὅσʼ ἀσπὶς ἔγχος θʼ· ἥδε σοι παμπησία. |1306 ἔκλειπε βωμὸν καὶ θεηλάτους ἕδρας. |1307 τὴν σὴν ὅπου σοι μητέρʼ ἐστὶ νουθέτει. |1308 σὺ δʼ οὐχ ὑφέξεις ζημίαν, κτείνουσʼ ἐμέ; |1309 ἤν γʼ ἐντὸς ἀδύτων τῶνδέ με σφάξαι θέλῃς. |1310 τίς ἡδονή σοι θεοῦ θανεῖν ἐν στέμμασι; |1311 λυπήσομέν τινʼ, ὧν λελυπήμεσθʼ ὕπο. |1312 φεῦ. |1312a δεινόν γε, θνητοῖς τοὺς νόμους ὡς οὐ καλῶς |1313 ἔθηκεν ὁ θεὸς οὐδʼ ἀπὸ γνώμης σοφῆς· |1314 τοὺς μὲν γὰρ ἀδίκους βωμὸν οὐχ ἵζειν ἐχρῆν, |1315 ἀλλʼ ἐξελαύνειν· οὐδὲ γὰρ ψαύειν καλὸν |1316 θεῶν πονηρὰν χεῖρα· τοῖσι δʼ ἐνδίκοις — |1317 ἱερὰ καθίζειν, ὅστις ἠδικεῖτʼ, ἐχρῆν· |1318 καὶ μὴ ʼπὶ ταὐτὸ τοῦτʼ ἰόντʼ ἔχειν ἴσον |1319 τόν τʼ ἐσθλὸν ὄντα τόν τε μὴ θεῶν πάρα. |1320 ἐπίσχες, ὦ παῖ· τρίποδα γὰρ χρηστήριον |1321 λιποῦσα θριγκοῦ τοῦδʼ ὑπερβάλλω πόδα |1322 Φοίβου προφῆτις, τρίποδος ἀρχαῖον νόμον |1323 σῴζουσα, πασῶν Δελφίδων ἐξαίρετος. |1324 χαῖρʼ, ὦ φίλη μοι μῆτερ, οὐ τεκοῦσά περ. |1325 ἀλλʼ οὖν λεγώμεθʼ· ἡ φάτις δʼ οὔ μοι πικρά. |1326 ἤκουσας ὥς μʼ ἔκτεινεν ἥδε μηχαναῖς; |1327 ἤκουσα· καὶ σὺ δʼ ὠμὸς ὢν ἁμαρτάνεις. |1328 οὐ χρή με τοὺς κτείνοντας ἀνταπολλύναι; |1329 προγονοῖς δάμαρτες δυσμενεῖς ἀεί ποτε. |1330 ἡμεῖς δὲ μητρυιαῖς γε πάσχοντες κακῶς. |1331 μὴ ταῦτα· λείπων ἱερὰ καὶ στείχων πάτραν |1332 τί δή με δρᾶσαι νουθετούμενον χρεών; |1333 καθαρὸς Ἀθήνας ἔλθʼ ὑπʼ οἰωνῶν καλῶν. |1334 καθαρὸς ἅπας τοι πολεμίους ὃς ἂν κτάνῃ. |1335 μὴ σύ γε· παρʼ ἡμῶν δʼ ἔκλαβʼ οὓς ἔχω λόγους. |1336 λέγοις ἄν· εὔνους δʼ οὖσʼ ἐρεῖς ὅσʼ ἂν λέγῃς. |1337 ὁρᾷς τόδʼ ἄγγος χερὸς ὑπʼ ἀγκάλαις ἐμαῖς; |1338 ὁρῶ παλαιὰν ἀντίπηγʼ ἐν στέμμασιν. |1339 ἐν τῇδέ σʼ ἔλαβον νεόγονον βρέφος ποτέ. |1340 τί φῄς; ὁ μῦθος εἰσενήνεκται νέος. |1341 σιγῇ γὰρ εἶχον αὐτά· νῦν δὲ δείκνυμεν. |1342 πῶς οὖν ἔκρυπτες τόδε λαβοῦσʼ ἡμᾶς πάλαι; |1343 ὁ θεός σʼ ἐβούλετʼ ἐν δόμοις ἔχειν λάτριν. |1344 νῦν δʼ οὐχὶ χρῄζει; τῷ τόδε γνῶναί με χρή; |1345 πατέρα κατειπὼν τῆσδέ σʼ ἐκπέμπει χθονός. |1346 σὺ δʼ ἐκ κελευσμῶν ἢ πόθεν σῴζεις τάδε; |1347 ἐνθύμιόν μοι τότε τίθησι Λοξίας |1348 τί χρῆμα δρᾶσαι; λέγε, πέραινε σοὺς λόγους. |1349 σῶσαι τόδʼ εὕρημʼ ἐς τὸν ὄντα νῦν χρόνον. |1350 ἔχει δέ μοι τί κέρδος ἢ τίνα βλάβην; |1351 ἐνθάδε κέκρυπται σπάργανʼ οἷς ἐνῆσθα σύ. |1352 μητρὸς τάδʼ ἡμῖν ἐκφέρεις ζητήματα; |1353 ἐπεί γʼ ὁ δαίμων βούλεται· πάροιθε δʼ οὔ. |1354 ὦ μακαρίων μοι φασμάτων ἥδʼ ἡμέρα. |1355 λαβών νυν αὐτὰ τὴν τεκοῦσαν ἐκπόνει. |1356 πᾶσάν γʼ ἐπελθὼν Ἀσιάδʼ Εὐρώπης θʼ ὅρους. |1357 γνώσῃ τάδʼ αὐτός. τοῦ θεοῦ δʼ ἕκατί σε |1358 ἔθρεψά τʼ, ὦ παῖ, καὶ τάδʼ ἀποδίδωμί σοι, |1359 ἃ κεῖνος ἀκέλευστόν μʼ ἐβουλήθη λαβεῖν |1360 σῶσαί θʼ· ὅτου δʼ ἐβούλεθʼ οὕνεκʼ, οὐκ ἔχω λέγειν. |1361 ᾔδει δὲ θνητῶν οὔτις ἀνθρώπων τάδε |1362 ἔχοντας ἡμᾶς, οὐδʼ ἵνʼ ἦν κεκρυμμένα. |1363 καὶ χαῖρʼ· ἴσον γάρ σʼ ὡς τεκοῦσʼ ἀσπάζομαι. |1364 ἄρξαι δʼ ὅθεν σὴν μητέρα ζητεῖν σε χρή· |1365 πρῶτον μὲν εἴ τις Δελφίδων τεκοῦσά σε |1366 ἐς τούσδε ναοὺς ἐξέθηκε παρθένος, |1367 ἔπειτα δʼ εἴ τις Ἑλλάς. — ἐξ ἡμῶν δʼ ἔχεις |1368 ἅπαντα Φοίβου θʼ, ὃς μετέσχε τῆς τύχης. |1369 φεῦ φεῦ· κατʼ ὄσσων ὡς ὑγρὸν βάλλω δάκρυ, |1370 ἐκεῖσε τὸν νοῦν δούς, ὅθʼ ἡ τεκοῦσά με |1371 κρυφαῖα νυμφευθεῖσʼ ἀπημπόλα λάθρα |1372 καὶ μαστὸν οὐκ ὑπέσχεν· ἀλλʼ ἀνώνυμος |1373 ἐν θεοῦ μελάθροις εἶχον οἰκέτην βίον. |1374 τὰ τοῦ θεοῦ μὲν χρηστά, τοῦ δὲ δαίμονος |1375 βαρέα· χρόνον γὰρ ὅν με χρῆν ἐν ἀγκάλαις |1376 μητρὸς τρυφῆσαι καί τι τερφθῆναι βίου, |1377 ἀπεστερήθην φιλτάτης μητρὸς τροφῆς. |1378 τλήμων δὲ χἡ τεκοῦσά μʼ· ὡς ταὐτὸν πάθος |1379 πέπονθε, παιδὸς ἀπολέσασα χαρμονάς. |1380 καὶ νῦν λαβὼν τήνδʼ ἀντίπηγʼ οἴσω θεῷ |1381 ἀνάθημʼ, ἵνʼ εὕρω μηδὲν ὧν οὐ βούλομαι. |1382 εἰ γάρ με δούλη τυγχάνει τεκοῦσά τις, |1383 εὑρεῖν κάκιον μητέρʼ ἢ σιγῶντʼ ἐᾶν. |1384 ὦ Φοῖβε, ναοῖς ἀνατίθημι τήνδε σοῖς |1385 καίτοι τί πάσχω; τοῦ θεοῦ προθυμίᾳ |1386 πολεμῶ, τὰ μητρὸς σύμβολʼ ὃς σέσωκέ μοι. |1387 ἀνοικτέον τάδʼ ἐστὶ καὶ τολμητέον· |1388 τὰ γὰρ πεπρωμένʼ οὐχ ὑπερβαίην ποτʼ ἄν. |1389 ὦ στέμμαθʼ ἱερά, τί ποτέ μοι κεκεύθατε, |1390 καὶ σύνδεθʼ, οἷσι τἄμʼ ἐφρουρήθη φίλα; |1391 ἰδοὺ περίπτυγμʼ ἀντίπηγος εὐκύκλου |1392 ὡς οὐ γεγήρακʼ ἔκ τινος θεηλάτου, |1393 εὐρώς τʼ ἄπεστι πλεγμάτων· ὁ δʼ ἐν μέσῳ |1394 χρόνος πολὺς δὴ τοῖσδε θησαυρίσμασιν. |1395 τί δῆτα φάσμα τῶν ἀνελπίστων ὁρῶ; |1396 σίγα σύ· πολλὰ καὶ πάροιθεν οἶσθά μοι |1397 οὐκ ἐν σιωπῇ τἀμά· μή με νουθέτει. |1398 ὁρῶ γὰρ ἄγγος οὗ ʼξέθηκʼ ἐγώ ποτε |1399 σέ γʼ, ὦ τέκνον μοι, βρέφος ἔτʼ ὄντα νήπιον, |1400 Κέκροπος ἐς ἄντρα καὶ Μακρὰς πετρηρεφεῖς. |1401 λείψω δὲ βωμὸν τόνδε, κεἰ θανεῖν με χρή. |1402 λάζυσθε τήνδε· θεομανὴς γὰρ ἥλατο |1403 βωμοῦ λιποῦσα ξόανα· δεῖτε δʼ ὠλένας. |1404 σφάζοντες οὐ λήγοιτʼ ἄν· ὡς ἀνθέξομαι |1405 καὶ τῆσδε καὶ σοῦ τῶν τε σῶν κεκρυμμένων. |1406 τάδʼ οὐχὶ δεινά; ῥυσιάζομαι λόγῳ. |1407 οὔκ, ἀλλὰ σοῖς φίλοισιν εὑρίσκῃ φίλος. |1408 ἐγὼ φίλος σός; κᾆτά μʼ ἔκτεινες λάθρα; |1409 παῖς γʼ, εἰ τόδʼ ἐστὶ τοῖς τεκοῦσι φίλτατον. |1410 παῦσαι πλέκουσα. — λήψομαί σʼ ἐγὼ καλῶς. |1411 ἐς τοῦθʼ ἱκοίμην, τοῦδε τοξεύω, τέκνον. |1412 κενὸν τόδʼ ἄγγος ἢ στέγει πλήρωμά τι; |1413 σά γʼ ἔνδυθʼ, οἷσί σʼ ἐξέθηκʼ ἐγώ ποτε. |1414 καὶ τοὔνομʼ αὐτῶν ἐξερεῖς πρὶν εἰσιδεῖν; |1415 κἂν μὴ φράσω γε, κατθανεῖν ὑφίσταμαι. |1416 λέγʼ· ὡς ἔχει τι δεινὸν ἥ γε τόλμα σου. |1417 σκέψασθʼ· ὃ παῖς ποτʼ οὖσʼ ὕφασμʼ ὕφηνʼ ἐγὼ |1418 ποῖόν τι; πολλὰ παρθένων ὑφάσματα. |1419 οὐ τέλεον, οἷον δʼ ἐκδίδαγμα κερκίδος. |1420 μορφὴν ἔχον τίνʼ; ὥς με μὴ ταύτῃ λάβῃς. |1421 Γοργὼ μὲν ἐν μέσοισιν ἠτρίοις πέπλων. |1422 ὦ Ζεῦ, τίς ἡμᾶς ἐκκυνηγετεῖ πότμος; |1423 κεκρασπέδωται δʼ ὄφεσιν αἰγίδος τρόπον. |1424 ἰδού· |1424a τόδʼ ἔσθʼ ὕφασμα, θέσφαθʼ ὡς εὑρίσκομεν. |1425 ὦ χρόνιον ἱστῶν παρθένευμα τῶν ἐμῶν. |1426 ἔστιν τι πρὸς τῷδʼ, ἢ μόνῳ τῷδʼ εὐτυχεῖς; |1427 δράκοντες· ἀρχαῖόν τι παγχρύσῳ γένει |1428 δώρημʼ Ἀθάνας, ἣ τέκνʼ ἐντρέφειν λέγει |1429 Ἐριχθονίου γε τοῦ πάλαι μιμήματα. |1430 τί δρᾶν, τί χρῆσθαι, φράζε μοι, χρυσώματι; |1431 δέραια παιδὶ νεογόνῳ φέρειν, τέκνον. |1432 ἔνεισιν οἵδε· τὸ δὲ τρίτον ποθῶ μαθεῖν. |1433 στέφανον ἐλαίας ἀμφέθηκά σοι τότε, |1434 ἣν πρῶτʼ Ἀθάνα σκόπελον εἰσηνέγκατο, |1435 ὅς, εἴπερ ἔστιν, οὔποτʼ ἐκλείπει χλόην, |1436 θάλλει δʼ, ἐλαίας ἐξ ἀκηράτου γεγώς. |1437 ὦ φιλτάτη μοι μῆτερ, ἄσμενός σʼ ἰδὼν |1438 πρὸς ἀσμένας πέπτωκα σὰς παρηίδας. |1439 ὦ τέκνον, ὦ φῶς μητρὶ κρεῖσσον ἡλίου — |1440 συγγνώσεται γὰρ ὁ θεός — ἐν χεροῖν σʼ ἔχω, |1441 ἄελπτον εὕρημʼ, ὃν κατὰ γᾶς ἐνέρων |1442 χθόνιον μετὰ Περσεφόνας τʼ ἐδόκουν ναίειν. |1443 ἀλλʼ, ὦ φίλη μοι μῆτερ, ἐν χεροῖν σέθεν |1444 ὁ κατθανών τε κοὐ θανὼν φαντάζομαι. [lyric] |1445 ἰὼ ἰώ, λαμπρᾶς αἰθέρος ἀμπτυχαί, |1446 τίνʼ αὐδὰν ἀύσω, |1447 βοάσω; πόθεν μοι |1448 συνέκυρσʼ ἀδόκητος ἡδονά; πόθεν |1449 ἐλάβομεν χαράν; |1450 ἐμοὶ γενέσθαι πάντα μᾶλλον ἄν ποτε, |1451 μῆτερ, παρέστη τῶνδʼ, ὅπως σός εἰμʼ ἐγώ. |1452 ἔτι φόβῳ τρέμω. |1453 μῶν οὐκ ἔχειν μʼ ἔχουσα; |1453b τὰς γὰρ ἐλπίδας |1453c ἀπέβαλον πρόσω. |1454 ἰὼ γύναι, πόθεν πόθεν ἔλαβες ἐμὸν |1454a βρέφος ἐς ἀγκάλας; |1455 τίνʼ ἀνὰ χεῖρα δόμον ἔβα Λοξίου; |1456 θεῖον τόδʼ· ἀλλὰ τἀπίλοιπα τῆς τύχης |1457 εὐδαιμονοῖμεν, ὡς τὰ πρόσθε δυστυχῆ. |1458 τέκνον, οὐκ ἀδάκρυτος ἐκλοχεύῃ, |1459 γόοις δὲ ματρὸς ἐκ χερῶν ὁρίζῃ· |1460 νῦν δὲ γενειάσιν παρὰ σέθεν πνέω |1461 μακαριωτάτας τυχοῦσʼ ἡδονᾶς. |1462 τοὐμὸν λέγουσα καὶ τὸ σὸν κοινῶς λέγεις. |1463 ἄπαιδες οὐκέτʼ ἐσμὲν οὐδʼ ἄτεκνοι· |1464 δῶμʼ ἑστιοῦται, γᾶ δʼ ἔχει τυράννους· |1465 ἀνηβᾷ δʼ Ἐρεχθεύς, |1466 ὅ τε γηγενέτας δόμος οὐκέτι νύκτα δέρκεται, |1467 ἀελίου δʼ ἀναβλέπει λαμπάσιν. |1468 μῆτερ, παρών μοι καὶ πατὴρ μετασχέτω |1469 τῆς ἡδονῆς τῆσδʼ ἧς ἔδωχʼ ὑμῖν ἐγώ. |1470 ὦ τέκνον, |1471 τί φῄς; οἷον οἷον ἀνελέγχομαι. |1472 πῶς εἶπας; |1472a ἄλλοθεν γέγονας, ἄλλοθεν. |1473 ὤμοι· νόθον με παρθένευμʼ ἔτικτε σόν; |1474 οὐχ ὑπὸ λαμπάδων οὐδὲ χορευμάτων |1475 ὑμέναιος ἐμός, |1476 τέκνον, ἔτικτε σὸν κάρα. |1477 αἰαῖ· πέφυκα δυσγενής. μῆτερ, πόθεν; |1478 ἴστω Γοργοφόνα |1478b τί τοῦτʼ ἔλεξας; |1479 ἃ σκοπέλοις ἐπʼ ἐμοῖς |1480 τὸν ἐλαιοφυῆ πάγον |1481 θάσσει |1481b λέγεις μοι δόλια κοὐ σαφῆ τάδε. |1482 παρʼ ἀηδόνιον πέτραν |1483 Φοίβῳ |1483b τί Φοῖβον αὐδᾷς; |1484 κρυπτόμενον λέχος ηὐνάσθην |1485 λέγʼ· ὡς ἐρεῖς τι κεδνὸν εὐτυχές τέ μοι. |1486 δεκάτῳ δέ σε μηνὸς ἐν |1487 κύκλῳ κρύφιον ὠδῖνʼ ἔτεκον Φοίβῳ. |1488 ὦ φίλτατʼ εἰποῦσʼ, εἰ λέγεις ἐτήτυμα. |1489 παρθένια δʼ ἐμᾶς λάθρα ματέρος |1490 σπάργανʼ ἀμφίβολά σοι τάδʼ ἐνῆψα, κερ- |1491 κίδος ἐμᾶς πλάνους. |1492 γάλακτι δʼ οὐκ ἐπέσχον, οὐδὲ μαστῷ |1493 τροφεῖα ματρὸς οὐδὲ λουτρὰ χειροῖν, |1494 ἀνὰ δʼ ἄντρον ἔρημον οἰωνῶν |1495 γαμφηλαῖς φόνευμα θοίναμά τʼ εἰς |1496 Ἅιδαν ἐκβάλλῃ. |1497 ὦ δεινὰ τλᾶσα μῆτερ. |1497b ἐν φόβῳ, τέκνον, |1498 καταδεθεῖσα σὰν |1499 ἀπέβαλον ψυχάν· |1500 ἔκτεινά σʼ ἄκουσʼ. |1500b ἐξ ἐμοῦ τʼ οὐχ ὅσιʼ ἔθνῃσκες. |1502 ἰώ· δειναὶ μὲν τότε τύχαι, |1503 δεινὰ δὲ καὶ τάδʼ· ἑλισσόμεσθʼ ἐκεῖθεν |1505 ἐνθάδε δυστυχίαισιν εὐτυχίαις τε πάλιν, |1506 μεθίσταται δὲ πνεύματα. |1508 μενέτω· τὰ πάροιθεν ἅλις κακά· νῦν δὲ |1509 γένοιτό τις οὖρος ἐκ κακῶν, ὦ παῖ. [iambic] |1510 μηδεὶς δοκείτω μηδὲν ἀνθρώπων ποτὲ |1511 ἄελπτον εἶναι πρὸς τὰ τυγχάνοντα νῦν. |1512 ὦ μεταβαλοῦσα μυρίους ἤδη βροτῶν |1513 καὶ δυστυχῆσαι καὖθις αὖ πρᾶξαι καλῶς, |1514 Τύχη, παρʼ οἵαν ἤλθομεν στάθμην βίου |1515 μητέρα φονεῦσαι καὶ παθεῖν ἀνάξια. |1516 φεῦ· |1516a ἆρʼ ἐν φαενναῖς ἡλίου περιπτυχαῖς |1517 ἔνεστι πάντα τάδε καθʼ ἡμέραν μαθεῖν; |1518 φίλον μὲν οὖν σʼ εὕρημα, μῆτερ, ηὕρομεν, |1519 καὶ τὸ γένος οὐδὲν μεμπτόν, ὡς ἡμῖν, τόδε· |1520 τὰ δʼ ἄλλα πρὸς σὲ βούλομαι μόνην φράσαι. |1521 δεῦρʼ ἔλθʼ· ἐς οὖς γὰρ τοὺς λόγους εἰπεῖν θέλω |1522 καὶ περικαλύψαι τοῖσι πράγμασι σκότον. |1523 ὅρα σύ, μῆτερ· μὴ σφαλεῖσʼ ἃ παρθένοις |1524 ἐγγίγνεται νοσήματʼ ἐς κρυπτοὺς γάμους, |1525 ἔπειτα τῷ θεῷ προστίθης τὴν αἰτίαν, |1526 καὶ τοὐμὸν αἰσχρὸν ἀποφυγεῖν πειρωμένη, |1527 Φοίβῳ τεκεῖν με φῄς, τεκοῦσʼ οὐκ ἐκ θεοῦ; |1528 μὰ τὴν παρασπίζουσαν ἅρμασίν ποτε |1529 Νίκην Ἀθηνᾶν Ζηνὶ γηγενεῖς ἔπι, |1530 οὐκ ἔστιν ὅστις σοι πατὴρ θνητῶν, τέκνον, |1531 ἀλλʼ ὅσπερ ἐξέθρεψε, Λοξίας ἄναξ. |1532 πῶς οὖν τὸν αὑτοῦ παῖδʼ ἔδωκʼ ἄλλῳ πατρὶ |1533 Ξούθου τέ φησι παῖδά μʼ ἐκπεφυκέναι; |1534 πεφυκέναι μὲν οὐχί, δωρεῖται δέ σε |1535 αὑτοῦ γεγῶτα· καὶ γὰρ ἂν φίλος φίλῳ |1536 δοίη τὸν αὑτοῦ παῖδα δεσπότην δόμων. |1537 ὁ θεὸς ἀληθὴς ἢ μάτην μαντεύεται, |1538 ἐμοῦ ταράσσει, μῆτερ, εἰκότως φρένα. |1539 ἄκουε δή νυν ἅμʼ ἐσῆλθεν, ὦ τέκνον· |1540 εὐεργετῶν σε Λοξίας ἐς εὐγενῆ |1541 δόμον καθίζει· τοῦ θεοῦ δὲ λεγόμενος, |1542 οὐκ ἔσχες ἄν ποτʼ οὔτε παγκλήρους δόμους |1543 οὔτʼ ὄνομα πατρός. πῶς γάρ, οὗ γʼ ἐγὼ γάμους |1544 ἔκρυπτον αὐτὴ καί σʼ ἀπέκτεινον λάθρα; |1545 ὃ δʼ ὠφελῶν σε προστίθησʼ ἄλλῳ πατρί. |1546 οὐχ ὧδε φαύλως αὔτʼ ἐγὼ μετέρχομαι, |1547 ἀλλʼ ἱστορήσω Φοῖβον εἰσελθὼν δόμους, |1548 εἴτʼ εἰμὶ θνητοῦ πατρὸς εἴτε Λοξίου. |1549 ἔα· τίς οἴκων θυοδόκων ὑπερτελὴς |1550 ἀντήλιον πρόσωπον ἐκφαίνει θεῶν; |1551 φεύγωμεν, ὦ τεκοῦσα, μὴ τὰ δαιμόνων |1552 ὁρῶμεν — εἰ μὴ καιρός ἐσθʼ ἡμᾶς ὁρᾶν. |1553 μὴ φεύγετʼ· οὐ γὰρ πολεμίαν με φεύγετε, |1554 ἀλλʼ ἔν τʼ Ἀθήναις κἀνθάδʼ οὖσαν εὐμενῆ. |1555 ἐπώνυμος δὲ σῆς ἀφικόμην χθονὸς |1556 Παλλάς, δρόμῳ σπεύσασʼ Ἀπόλλωνος πάρα, |1557 ὃς ἐς μὲν ὄψιν σφῷν μολεῖν οὐκ ἠξίου, |1558 μὴ τῶν πάροιθε μέμψις ἐς μέσον μόλῃ, |1559 ἡμᾶς δὲ πέμπει τοὺς λόγους ὑμῖν φράσαι· |1560 ὡς ἥδε τίκτει σʼ ἐξ Ἀπόλλωνος πατρός, |1561 δίδωσι δʼ οἷς ἔδωκεν, οὐ φύσασί σε, |1562 ἀλλʼ ὡς νομίζῃ ʼς οἶκον εὐγενέστατον. |1563 ἐπεὶ δʼ ἀνεῴχθη πρᾶγμα μηνυθὲν τόδε, |1564 θανεῖν σε δείσας μητρὸς ἐκ βουλευμάτων |1565 καὶ τήνδε πρὸς σοῦ, μηχαναῖς ἐρρύσατο. |1566 ἔμελλε δʼ αὐτὰ διασιωπήσας ἄναξ |1567 ἐν ταῖς Ἀθήναις γνωριεῖν ταύτην τε σήν, |1568 σέ θʼ ὡς πέφυκας τῆσδε καὶ Φοίβου πατρός. |1569 ἀλλʼ ὡς περαίνω πρᾶγμα, καὶ χρησμοὺς θεοῦ, |1570 ἐφʼ οἷσιν ἔζευξʼ ἅρματʼ, εἰσακούσατον. |1571 λαβοῦσα τόνδε παῖδα Κεκροπίαν χθόνα |1572 χώρει, Κρέουσα, κἀς θρόνους τυραννικοὺς |1573 ἵδρυσον. ἐκ γὰρ τῶν Ἐρεχθέως γεγὼς |1574 δίκαιος ἄρχειν τῆς γʼ ἐμῆς ὅδε χθονός, |1575 ἔσται τʼ ἀνʼ Ἑλλάδʼ εὐκλεής. οἱ τοῦδε γὰρ |1576 παῖδες γενόμενοι τέσσαρες ῥίζης μιᾶς |1577 ἐπώνυμοι γῆς κἀπιφυλίου χθονὸς |1578 λαῶν ἔσονται, σκόπελον οἳ ναίουσʼ ἐμόν. |1579 Γελέων μὲν ἔσται πρῶτος· εἶτα δεύτερος |1580 Ὅπλητες Ἀργαδῆς τʼ, ἐμῆς τʼ ἀπʼ αἰγίδος |1581 ἔμφυλον ἕξουσʼ Αἰγικορῆς. οἱ τῶνδε δʼ αὖ |1582 παῖδες γενόμενοι σὺν χρόνῳ πεπρωμένῳ |1583 Κυκλάδας ἐποικήσουσι νησαίας πόλεις |1584 χέρσους τε παράλους, ὃ σθένος τἠμῇ χθονὶ |1585 δίδωσιν· ἀντίπορθμα δʼ ἠπείροιν δυοῖν |1586 πεδία κατοικήσουσιν, Ἀσιάδος τε γῆς |1587 Εὐρωπίας τε· τοῦδε δʼ ὀνόματος χάριν |1588 Ἴωνες ὀνομασθέντες ἕξουσιν κλέος. |1589 Ξούθῳ δὲ καὶ σοὶ γίγνεται κοινὸν γένος, |1590 Δῶρος μέν, ἔνθεν Δωρὶς ὑμνηθήσεται |1591 πόλις κατʼ αἶαν Πελοπίαν· ὁ δεύτερος |1592 Ἀχαιός, ὃς γῆς παραλίας Ῥίου πέλας |1593 τύραννος ἔσται, κἀπισημανθήσεται |1594 κείνου κεκλῆσθαι λαὸς ὄνομʼ ἐπώνυμος. |1595 καλῶς δʼ Ἀπόλλων πάντʼ ἔπραξε· πρῶτα μὲν |1596 ἄνοσον λοχεύει σʼ, ὥστε μὴ γνῶναι φίλους· |1597 ἐπεὶ δʼ ἔτικτες τόνδε παῖδα κἀπέθου |1598 ἐν σπαργάνοισιν, ἁρπάσαντʼ ἐς ἀγκάλας |1599 Ἑρμῆν κελεύει δεῦρο πορθμεῦσαι βρέφος, |1600 ἔθρεψέ τʼ οὐδʼ εἴασεν ἐκπνεῦσαι βίον. |1601 νῦν οὖν σιώπα, παῖς ὅδʼ ὡς πέφυκε σός, |1602 ἵνʼ ἡ δόκησις Ξοῦθον ἡδέως ἔχῃ, |1603 σύ τʼ αὖ τὰ σαυτῆς ἀγάθʼ ἔχουσʼ ἴῃς, γύναι. |1604 καὶ χαίρετʼ· ἐκ γὰρ τῆσδʼ ἀναψυχῆς πόνων |1605 εὐδαίμονʼ ὑμῖν πότμον ἐξαγγέλλομαι. [trochees] |1606 ὦ Διὸς Παλλὰς μεγίστου θύγατερ, οὐκ ἀπιστίᾳ |1607 σοὺς λόγους ἐδεξάμεσθα· πείθομαι δʼ εἶναι πατρὸς |1608 Λοξίου καὶ τῆσδε. — καὶ πρὶν τοῦτο δʼ οὐκ ἄπιστον ἦν. |1609 τἀμὰ νῦν ἄκουσον· αἰνῶ Φοῖβον οὐκ αἰνοῦσα πρίν, |1610 οὕνεχʼ οὗ ποτʼ ἠμέλησε παιδὸς ἀποδίδωσί μοι. |1611 αἵδε δʼ εὐωποὶ πύλαι μοι καὶ θεοῦ χρηστήρια, |1612 δυσμενῆ πάροιθεν ὄντα. νῦν δὲ καὶ ῥόπτρων χέρας |1613 ἡδέως ἐκκρημνάμεσθα καὶ προσεννέπω πύλας. |1614 ᾔνεσʼ οὕνεκʼ εὐλογεῖς θεὸν μεταβαλοῦσʼ· ἀεὶ γὰρ οὖν |1615 χρόνια μὲν τὰ τῶν θεῶν πως, ἐς τέλος δʼ οὐκ ἀσθενῆ. |1616 ὦ τέκνον, στείχωμεν οἴκους. |1616b στείχεθʼ, ἕψομαι δʼ ἐγώ. |1617 ἀξία γʼ ἡμῶν ὁδουρός. |1617b καὶ φιλοῦσά γε πτόλιν. |1618 ἐς θρόνους δʼ ἵζου παλαιούς. |1618b ἄξιον τὸ κτῆμά μοι. |1619 ὦ Διὸς Λητοῦς τʼ Ἄπολλον, χαῖρʼ· ὅτῳ δʼ ἐλαύνεται |1620 συμφοραῖς οἶκος, σέβοντα δαίμονας θαρσεῖν χρεών· |1621 ἐς τέλος γὰρ οἱ μὲν ἐσθλοὶ τυγχάνουσιν ἀξίων, |1622 οἱ κακοὶ δʼ, ὥσπερ πεφύκασʼ, οὔποτʼ εὖ πράξειαν ἄν.