[edition urn:cts:greekLit:tlg0006.tlg009.perseus-grc2] [episode] |1 Τίς τὸν Διὸς σύλλεκτρον οὐκ οἶδεν βροτῶν, |2 Ἀργεῖον Ἀμφιτρύωνʼ, ὃν Ἀλκαῖός ποτε |3 ἔτιχθʼ ὁ Περσέως, πατέρα τόνδʼ Ἡρακλέους; |4 ὃς τάσδε Θήβας ἔσχον, ἔνθʼ ὁ γηγενὴς |5 σπαρτῶν στάχυς ἔβλαστεν, ὧν γένους Ἄρης |6 ἔσωσʼ ἀριθμὸν ὀλίγον, οἳ Κάδμου πόλιν |7 τεκνοῦσι παίδων παισίν. ἔνθεν ἐξέφυ |8 Κρέων Μενοικέως παῖς, ἄναξ τῆσδε χθονός. |9 Κρέων δὲ Μεγάρας τῆσδε γίγνεται πατήρ, |10 ἣν πάντες ὑμεναίοισι Καδμεῖοί ποτε |11 λωτῷ συνηλάλαξαν, ἡνίκʼ εἰς ἐμοὺς |12 δόμους ὁ κλεινὸς Ἡρακλῆς νιν ἤγετο. |13 λιπὼν δὲ Θήβας, οὗ κατῳκίσθην ἐγώ, |14 Μεγάραν τε τήνδε πενθερούς τε παῖς ἐμὸς |15 Ἀργεῖα τείχη καὶ Κυκλωπίαν πόλιν |16 ὠρέξατʼ οἰκεῖν, ἣν ἐγὼ φεύγω κτανὼν |17 Ἠλεκτρύωνα· συμφορὰς δὲ τὰς ἐμὰς |18 ἐξευμαρίζων καὶ πάτραν οἰκεῖν θέλων, |19 καθόδου δίδωσι μισθὸν Εὐρυσθεῖ μέγαν, |20 ἐξημερῶσαι γαῖαν, εἴθʼ Ἥρας ὕπο |21 κέντροις δαμασθεὶς εἴτε τοῦ χρεὼν μέτα. |22 καὶ τοὺς μὲν ἄλλους ἐξεμόχθησεν πόνους, |23 τὸ λοίσθιον δὲ Ταινάρου διὰ στόμα |24 βέβηκʼ ἐς Ἅιδου, τὸν τρισώματον κύνα |25 ἐς φῶς ἀνάξων, ἔνθεν οὐχ ἥκει πάλιν. |26 γέρων δὲ δή τις ἔστι Καδμείων λόγος |27 ὡς ἦν πάρος Δίρκης τις εὐνήτωρ Λύκος |28 τὴν ἑπτάπυργον τήνδε δεσπόζων πόλιν, |29 τὼ λευκοπώλω πρὶν τυραννῆσαι χθονὸς |30 Ἀμφίονʼ ἠδὲ Ζῆθον, ἐκγόνω Διός. |31 οὗ ταὐτὸν ὄνομα παῖς πατρὸς κεκλημένος, |32 Καδμεῖος οὐκ ὤν, ἀλλʼ ἀπʼ Εὐβοίας μολών, |33 κτείνει Κρέοντα καὶ κτανὼν ἄρχει χθονός, |34 στάσει νοσοῦσαν τήνδʼ ἐπεσπεσὼν πόλιν. |35 ἡμῖν δὲ κῆδος ἐς Κρέοντʼ ἀνημμένον |36 κακὸν μέγιστον, ὡς ἔοικε, γίγνεται. |37 τοὐμοῦ γὰρ ὄντος παιδὸς ἐν μυχοῖς χθονὸς |38 ὁ καινὸς οὗτος τῆσδε γῆς ἄρχων Λύκος |39 τοὺς Ἡρακλείους παῖδας ἐξελεῖν θέλει |40 κτανὼν δάμαρτά θʼ, ὡς φόνῳ σβέσῃ φόνον, |41 κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν |42 γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι |43 μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην. |44 ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν |45 τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς |46 μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός — |47 σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους, |48 βωμὸν καθίζω τόνδε σωτῆρος Διός, |49 ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο |50 Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος. |51 πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν, |52 σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ |53 πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι |54 δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας. |55 φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους, |56 οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν. |57 τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία· |58 ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ |59 τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον. |60 ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν |61 στρατηλατήσας κλεινὰ Καδμείων δορός, |62 ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές. |63 ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης, |64 ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ, |65 ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι |66 πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα, |67 ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷ |68 ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας. |69 καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο, |70 ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον, |71 οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς |72 σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη. |73 οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων, |74 Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς; |75 τί δρᾷ, πόθʼ ἥξει; τῷ νέῳ δʼ ἐσφαλμένοι |76 ζητοῦσι τὸν τεκόντʼ· ἐγὼ δὲ διαφέρω |77 λόγοισι, μυθεύουσα. θαυμάζων δʼ ὅταν |78 πύλαι ψοφῶσι, πᾶς ἀνίστησιν πόδα, |79 ὡς πρὸς πατρῷον προσπεσούμενοι γόνυ. |80 νῦν οὖν τίνʼ ἐλπίδʼ ἢ πέδον σωτηρίας |81 ἐξευμαρίζῃ, πρέσβυ; πρὸς σὲ γὰρ βλέπω. |82 ὡς οὔτε γαίας ὅριʼ ἂν ἐκβαῖμεν λάθρᾳ· |83 φυλακαὶ γὰρ ἡμῶν κρείσσονες κατʼ ἐξόδους· |84 οὔτʼ ἐν φίλοισιν ἐλπίδες σωτηρίας |85 ἔτʼ εἰσὶν ἡμῖν. ἥντινʼ οὖν γνώμην ἔχεις |86 λέγʼ ἐς τὸ κοινόν, μὴ θανεῖν ἕτοιμον ᾖ. |88 ὦ θύγατερ, οὔτοι ῥᾴδιον τὰ τοιάδε |89 φαύλως παραινεῖν, σπουδάσαντʼ ἄνευ πόνου· |87 χρόνον δὲ μηκύνωμεν ὄντες ἀσθενεῖς. |90 λύπης τι προσδεῖς ἢ φιλεῖς οὕτω φάος; |91 καὶ τῷδε χαίρω καὶ φιλῶ τὰς ἐλπίδας. |92 κἀγώ· δοκεῖν δὲ τἀδόκητʼ οὐ χρή, γέρον. |93 ἐν ταῖς ἀναβολαῖς τῶν κακῶν ἔνεστʼ ἄκη. |94 ὁ δʼ ἐν μέσῳ με λυπρὸς ὢν δάκνει χρόνος. |95 ἔτʼ ἂν γένοιτʼ, ὦ θύγατερ, οὔριος δρόμος |96 ἐκ τῶν παρόντων τῶνδʼ ἐμοὶ καὶ σοὶ κακῶν, |97 ἔλθοι τʼ ἔτʼ ἂν παῖς οὑμός, εὐνήτωρ δὲ σός. |98 ἀλλʼ ἡσύχαζε καὶ δακρυρρόους τέκνων |99 πηγὰς ἀφαίρει καὶ παρευκήλει λόγοις, |100 κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως. |101 κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί, |102 καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει· |103 οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς. |104 ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα. |105 οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι |106 πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ. [choral] [strophe 1] |107 —ὑπώροφα μέλαθρα καὶ |108 γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις |109 ἔρεισμα θέμενος, ἐστάλην |110 ἰηλέμων γόων ἀοι- |110a δὸς ὥστε πολιὸς ὄρνις, |111 ἔπεα μόνον καὶ δόκη- |112 μα νυκτερωπὸν ἐννύχων ὀνείρων, |113 τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ. |114 ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ, |115 ὦ γεραιὲ σύ τε τάλαινα μᾶ- |116 τερ, ἃ τὸν Ἀίδα δόμοις |117 πόσιν ἀναστενάζεις. [antistrophe 1] |119 —μὴ προκάμητε πόδα βαρύ τε |120 κῶλον ὥστε πρὸς πετραῖον |121 λέπας ζυγηφόρον πῶλον |122 ἀνέντες ὡς βάρος φέρον |122a τροχηλάτοιο πώλου . |123 λαβοῦ χερῶν καὶ πέπλων, |124 ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος· |125 γέρων γέροντα παρακόμιζʼ, |127 ᾧ ξύνοπλα δόρατα νέα νέῳ |126 τὸ πάρος ἐν ἡλίκων πόνοις |128 ξυνῆν ποτʼ, εὐκλεεστάτας [epode] |130 —ἴδετε, πατέρος ὡς γορ- |131 γῶπες αἵδε προσφερεῖς |132 ὀμμάτων αὐγαί, |133 τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων |134 οὐδʼ ἀποίχεται χάρις. |135 Ἑλλὰς ὦ ξυμμάχους |136 οἵους οἵους ὀλέσα- |137 σα τούσδʼ ἀποστερήσῃ. [episode] |138 —ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς |139 Λύκον περῶντα τῶνδε δωμάτων πέλας. |140 τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον, |141 εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης |142 ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι. |143 τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον; |144 τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν; |145 ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον |146 πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν |147 τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών, |148 σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς, |149 ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών, |150 σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ. |151 τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει, |152 ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν |153 ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν |154 βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν. |155 τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα |156 τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών; |157 ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας |158 θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος, |159 ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ |160 οὐδʼ ἦλθε λόγχης ἐγγύς, ἀλλὰ τόξʼ ἔχων, |161 κάκιστον ὅπλον, τῇ φυγῇ πρόχειρος ἦν. |162 ἀνδρὸς δʼ ἔλεγχος οὐχὶ τόξʼ εὐψυχίας, |163 ἀλλʼ ὃς μένων βλέπει τε κἀντιδέρκεται |164 δορὸς ταχεῖαν ἄλοκα τάξιν ἐμβεβώς. |165 ἔχει δὲ τοὐμὸν οὐκ ἀναίδειαν, γέρον, |166 ἀλλʼ εὐλάβειαν· οἶδα γὰρ κατακτανὼν |167 Κρέοντα πατέρα τῆσδε καὶ θρόνους ἔχων. |168 οὔκουν τραφέντων τῶνδε τιμωροὺς ἐμοὺς |169 χρῄζω λιπέσθαι τῶν δεδραμένων δίκην. |170 τῷ τοῦ Διὸς μὲν Ζεὺς ἀμυνέτω μέρει |171 παιδός· τὸ δʼ εἰς ἔμʼ, Ἡράκλεις, ἐμοὶ μέλει |172 λόγοισι τὴν τοῦδʼ ἀμαθίαν ὑπὲρ σέθεν |173 δεῖξαι· κακῶς γάρ σʼ οὐκ ἐατέον κλύειν. |174 πρῶτον μὲν οὖν τἄρρητʼ — ἐν ἀρρήτοισι γὰρ |175 τὴν σὴν νομίζω δειλίαν, Ἡράκλεες — |176 σὺν μάρτυσιν θεοῖς δεῖ μʼ ἀπαλλάξαι σέθεν. |177 Διὸς κεραυνόν τʼ ἠρόμην τέθριππά τε, |178 ἐν οἷς βεβηκὼς τοῖσι γῆς βλαστήμασιν |179 Γίγασι πλευροῖς πτήνʼ ἐναρμόσας βέλη |180 τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν· |181 τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος, |182 Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων, |183 ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν, |184 ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν. |185 Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδα |186 οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπου |187 ἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν. |188 τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν, |189 μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ. |190 ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων |191 καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς |192 αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας, |193 θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι |194 θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον· |195 ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον, |196 ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς |197 ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν, |198 ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται |199 τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν |200 τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις, |201 ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃ |202 σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς |203 σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον. |204 λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν |205 γνώμην ἔχουσι τῶν καθεστώτων πέρι. |206 παῖδας δὲ δὴ τί τούσδʼ ἀποκτεῖναι θέλεις; |207 τί σʼ οἵδʼ ἔδρασαν; ἕν τί σʼ ἡγοῦμαι σοφόν, |208 εἰ τῶν ἀρίστων τἄκγονʼ αὐτὸς ὢν κακὸς |209 δέδοικας. ἀλλὰ τοῦθʼ ὅμως ἡμῖν βαρύ, |210 εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα, |211 ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν, |212 εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας. |213 εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις, |214 ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός· |215 βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν, |216 ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ. |217 φεῦ· |217a ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι |218 λόγους ὀνειδιστῆρας ἐνδατούμενος· |219 τοιαῦτʼ ἀμύνεθʼ Ἡρακλεῖ τέκνοισί τε; |220 ὃς εἷς Μινύαισι πᾶσι διὰ μάχης μολὼν |221 Θήβαις ἔθηκεν ὄμμʼ ἐλεύθερον βλέπειν. |222 οὐδʼ Ἑλλάδʼ ᾔνεσʼ — οὐδʼ ἀνέξομαί ποτε |223 σιγῶν — κακίστην λαμβάνων ἐς παῖδʼ ἐμόν, |224 ἣν χρῆν νεοσσοῖς τοῖσδε πῦρ λόγχας ὅπλα |225 φέρουσαν ἐλθεῖν, ποντίων καθαρμάτων |226 χέρσου τʼ ἀμοιβάς — ὧν ἐμόχθησας χάριν. |227 τὰ δʼ, ὦ τέκνʼ, ὑμῖν οὔτε Θηβαίων πόλις |228 οὔθʼ Ἑλλὰς ἀρκεῖ· πρὸς δʼ ἔμʼ ἀσθενῆ φίλον |229 δεδόρκατʼ, οὐδὲν ὄντα πλὴν γλώσσης ψόφον. |230 ῥώμη γὰρ ἐκλέλοιπεν ἣν πρὶν εἴχομεν, |231 γήρᾳ δὲ τρομερὰ γυῖα κἀμαυρὸν σθένος. |232 εἰ δʼ ἦ νέος τε κἄτι σώματος κρατῶν, |233 λαβὼν ἂν ἔγχος τοῦδε τοὺς ξανθοὺς πλόκους |234 καθῃμάτωσʼ ἄν, ὥστʼ Ἀτλαντικῶν πέραν |235 φεύγειν ὅρων ἂν δειλίᾳ τοὐμὸν δόρυ. |236 ἆρʼ οὐκ ἀφορμὰς τοῖς λόγοισιν ἁγαθοὶ |237 θνητῶν ἔχουσι, κἂν βραδύς τις ᾖ λέγειν; |238 σὺ μὲν λέγʼ ἡμᾶς οἷς πεπύργωσαι λόγοις, |239 ἐγὼ δὲ δράσω σʼ ἀντὶ τῶν λόγων κακῶς. |240 ἄγʼ, οἳ μὲν Ἑλικῶνʼ, οἳ δὲ Παρνασοῦ πτυχὰς |241 τέμνειν ἄνωχθʼ ἐλθόντες ὑλουργοὺς δρυὸς |242 κορμούς· ἐπειδὰν δʼ ἐσκομισθῶσιν πόλει, |243 βωμὸν πέριξ νήσαντες ἀμφήρη ξύλα |244 ἐμπίμπρατʼ αὐτῶν καὶ πυροῦτε σώματα |245 πάντων, ἵνʼ εἰδῶσʼ οὕνεκʼ οὐχ ὁ κατθανὼν |246 κρατεῖ χθονὸς τῆσδʼ, ἀλλʼ ἐγὼ τὰ νῦν τάδε. |247 ὑμεῖς δέ, πρέσβεις, ταῖς ἐμαῖς ἐναντίοι |248 γνώμαισιν ὄντες, οὐ μόνον στενάξετε |249 τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου |250 τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ |251 δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος. |252 — ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ |253 λάβρον δράκοντος ἐξερημώσας γένυν, |254 οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, |255 ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα |256 καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν |257 ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν; |258 ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ. |259 — οὐδʼ ἁπόνησα πόλλʼ ἐγὼ καμὼν χερὶ |260 ἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε, |261 ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτε |262 τοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆς |263 ἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα. |264 — ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις, |265 ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει. |266 — κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺς |267 θανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ; |268 — ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ, |269 ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας. |270 ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά με |271 καὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν. |272 ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλις |273 στάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν. |274 οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο. |275 γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκα |276 ὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών· |277 ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοι |278 πάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων, |279 γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν. |280 ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶ |281 ἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν |282 δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳ |283 ὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν. |284 ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼν |285 μὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλων |286 διδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν. |287 ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά· |288 σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός, |289 ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο· |290 οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις, |291 ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι |292 δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖς |293 κάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ, |294 ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον. |295 σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι· |296 ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο; |297 καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν; |298 ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν; |299 ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών, |300 σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς· |301 ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις. |302 ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα |303 φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον, |304 πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν· |305 ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις |306 ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον. |307 τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως. |308 προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν· |309 τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας, |310 πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων· |311 ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ. |312 εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων |313 ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν· |314 νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν |315 ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων. |316 οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος |317 θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι |318 σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν. |319 ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη |320 κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο. |321 μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα· |322 κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος, |323 ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν, |324 ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα |325 πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ, |326 πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν. |327 κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν, |328 ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ· |329 κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν, |330 δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα — |331 ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός. |332 ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω. |333 κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων. |334 ὅταν δὲ κόσμον περιβάλησθε σώμασιν, |335 ἥξω πρὸς ὑμᾶς νερτέρᾳ δώσων χθονί. |336 ὦ τέκνʼ, ὁμαρτεῖτʼ ἀθλίῳ μητρὸς ποδὶ |337 πατρῷον ἐς μέλαθρον, οὗ τῆς οὐσίας |338 ἄλλοι κρατοῦσι, τὸ δʼ ὄνομʼ ἔσθʼ ἡμῶν ἔτι. |339 ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην, |340 μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν· |341 σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος. |342 ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν· |343 παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους. |344 σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν, |345 τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών, |346 σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους. |347 ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς. [choral] [strophe 1] |348 —αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ |349 μολπᾷ Φοῖβος ἰαχεῖ |350 τὸν κάλλει φθιτόν, κιθάραν |351 ἐλαύνων πλήκτρῳ χρυσέῳ· |351a ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ |352 ἐς ὄρφναν μολόντα, παῖδʼ |353 εἴτε Διός νιν εἴπω, |354 εἴτʼ Ἀμφιτρύωνος ἶνιν, |355 ὑμνῆσαι στεφάνωμα μό- |356 χθων διʼ εὐλογίας θέλω. |357 γενναίων δʼ ἀρεταὶ πόνων |358 τοῖς θανοῦσιν ἄγαλμα. [ephymnion 1] |359 —πρῶτον μὲν Διὸς ἄλσος |360 ἠρήμωσε λέοντος, |361 πυρσῷ δʼ ἀμφεκαλύφθη |362 ξανθὸν κρᾶτʼ ἐπινωτίσας |363 δεινῷ χάσματι θηρός· [antistrophe 1] |364 —τάν τʼ ὀρεινόμον ἀγρίων |365 Κενταύρων ποτὲ γένναν |366 ἔστρωσεν τόξοις φονίοις, |367 ἐναίρων πτανοῖς βέλεσιν. |368 ξύνοιδε Πηνειὸς ὁ καλ- |369 λιδίνας μακραί τʼ ἄρου- |369a ραι πεδίων ἄκαρποι |370 καὶ Πηλιάδες θεράπναι |371 σύγχορτοί τʼ Ὀμόλας ἔναυ- |372 λοι, πεύκαισιν ὅθεν χέρας |373 πληροῦντες χθόνα Θεσσαλῶν |374 ἱππείαις ἐδάμαζον· [ephymnion 1] |375 —τάν τε χρυσοκάρανον |376 δόρκαν ποικιλόνωτον |377 συλήτειραν ἀγρωστᾶν |378 κτείνας, θηροφόνον θεὰν |379 Οἰνωᾶτιν ἀγάλλει· [strophe 2] |380 —τεθρίππων τʼ ἐπέβα |381 καὶ ψαλίοις ἐδάμασε πώλους |382 Διομήδεος, αἳ φονίαισι φάτναις ἀχάλινʼ ἐθόα- |383 ζον κάθαιμα σῖτα γένυσι, |384 χαρμοναῖσιν ἀνδροβρῶσι |385 δυστράπεζοι· πέραν δʼ |386 ἀργυρορρύτων Ἕβρου |387 διεπέρασεν ὄχθων, |388 Μυκηναίῳ πονῶν τυράννῳ. [ephymnion 2] |389 —ἄν τε Πηλιάδʼ ἀκτὰν |390 Ἀναύρου παρὰ πηγὰς |391 Κύκνον ξεινοδαΐκταν |392 τόξοις ὤλεσεν, Ἀμφαναί- |393 ας οἰκήτορʼ ἄμεικτον· [antistrophe 2] |394 —ὑμνῳδούς τε κόρας |395 ἤλυθεν ἑσπέριον ἐς αὐλάν, |396 χρυσέων πετάλων ἄπο μηλοφόρον χερὶ καρπὸν ἀμέρ- |397 ξων, δράκοντα πυρσόνωτον, |398 ὅς σφʼ ἄπλατον ἀμφελικτὸς |399 ἕλικʼ ἐφρούρει, κτανών· |400 ποντίας θʼ ἁλὸς μυχοὺς |401 εἰσέβαινε, θνατοῖς |402 γαλανείας τιθεὶς ἐρετμοῖς· [ephymnion 2] |403 —οὐρανοῦ θʼ ὑπὸ μέσσαν |404 ἐλαύνει χέρας ἕδραν, |405 Ἄτλαντος δόμον ἐλθών, |406 ἀστρωπούς τε κατέσχεν οἴ- |407 κους εὐανορίᾳ θεῶν· [strophe 3] |408 —τὸν ἱππευτάν τʼ Ἀμαζό- |409 νων στρατὸν Μαιῶτιν ἀμφὶ |410 πολυπόταμον ἔβα διʼ Ἄ- |410a ξεινον οἶδμα λίμνας, |411 τίνʼ οὐκ ἀφʼ Ἑλλανίας |412 ἄγορον ἁλίσας φίλων, |413 κόρας Ἀρείας πέπλων |414 χρυσεόστολον φάρος, |415 ζωστῆρος ὀλεθρίους ἄγρας. |416 τὰ κλεινὰ δʼ Ἑλλὰς ἔλαβε βαρ- |417 βάρου κόρας λάφυρα, καὶ |418 σῴζεται Μυκήναις. [ephymnion 3] |419 —τάν τε μυριόκρανον |420 πολύφονον κύνα Λέρνας |421 ὕδραν ἐξεπύρωσεν, |422 βέλεσί τʼ ἀμφέβαλʼ ἰόν, |423 τὸν τρισώματον οἷσιν ἔ- |424 κτα βοτῆρʼ Ἐρυθείας. [antistrophe 3] |425 —δρόμων τʼ ἄλλων ἀγάλματʼ |426 εὐτυχῆ διῆλθε· τόν τε |427 πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι- |427a δαν, πόνων τελευτάν, |428 ἵνʼ ἐκπεραίνει τάλας |429 βίοτον, οὐδʼ ἔβα πάλιν. |430 στέγαι δʼ ἔρημοι φίλων, |431 τὰν δʼ ἀνόστιμον τέκνων |432 Χάρωνος ἐπιμένει πλάτα |433 βίου κέλευθον ἄθεον ἄδι- |434 κον· ἐς δὲ σὰς χέρας βλέπει |435 δώματʼ οὐ παρόντος. [ephymnion 3] |436 —εἰ δʼ ἐγὼ σθένος ἥβων |437 δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ, |438 Καδμείων τε σύνηβοι, |439 τέκεσιν ἂν προπαρέσταν |440 ἀλκᾷ· νῦν δʼ ἀπολείπομαι |441 τᾶς εὐδαίμονος ἥβας. [episode] [anapests] |442 —ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων |443 ἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλου |444 δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους, |445 ἄλοχόν τε φίλην ὑπὸ σειραίοις |446 ποσὶν ἕλκουσαν τέκνα, καὶ γεραιὸν |447 πατέρʼ Ἡρακλέους. δύστηνος ἐγώ, |448 δακρύων ὡς οὐ δύναμαι κατέχειν |450 γραίας ὄσσων ἔτι πηγάς. |451 εἶἑν· τίς ἱερεύς, τίς σφαγεὺς τῶν δυσπότμων |452 ἢ τῆς ταλαίνης τῆς ἐμῆς ψυχῆς φονεύς; |453 ἕτοιμʼ ἄγειν τὰ θύματʼ εἰς Ἅιδου τάδε. |454 ὦ τέκνʼ, ἀγόμεθα ζεῦγος οὐ καλὸν νεκρῶν, |455 ὁμοῦ γέροντες καὶ νέοι καὶ μητέρες. |456 ὦ μοῖρα δυστάλαινʼ ἐμή τε καὶ τέκνων |457 τῶνδʼ, οὓς πανύστατʼ ὄμμασιν προσδέρκομαι |458 ἔτεκον μὲν ὑμᾶς, πολεμίοις δʼ ἐθρεψάμην |459 ὕβρισμα κἀπίχαρμα καὶ διαφθοράν. |460 φεῦ· |460a ἦ πολύ με δόξης ἐξέπαισαν ἐλπίδες, |461 ἣν πατρὸς ὑμῶν ἐκ λόγων ποτʼ ἤλπισα. |462 σοὶ μὲν γὰρ Ἄργος ἔνεμʼ ὁ κατθανὼν πατήρ, |463 Εὐρυσθέως δʼ ἔμελλες οἰκήσειν δόμους |464 τῆς καλλικάρπου κράτος ἔχων Πελασγίας, |465 στολήν τε θηρὸς ἀμφέβαλλε σῷ κάρᾳ |466 λέοντος, ᾗπερ αὐτὸς ἐξωπλίζετο· |467 σὺ δʼ ἦσθα Θηβῶν τῶν φιλαρμάτων ἄναξ, |468 ἔγκληρα πεδία τἀμὰ γῆς κεκτημένος, |469 ὡς ἐξέπειθες τὸν κατασπείραντά σε· |470 ἐς δεξιάν τε σὴν ἀλεξητήριον |471 ξύλον καθίει δαίδαλον, ψευδῆ δόσιν. |472 σοὶ δʼ ἣν ἔπερσε τοῖς ἑκηβόλοις ποτὲ |473 τόξοισι δώσειν Οἰχαλίαν ὑπέσχετο. |474 τρεῖς δʼ ὄντας ὑμᾶς τριπτύχοις τυραννίσι |475 πατὴρ ἐπύργου, μέγα φρονῶν εὐανδρίᾳ· |476 ἐγὼ δὲ νύμφας ἠκροθινιαζόμην, |477 κήδη συνάψουσʼ, ἔκ τʼ Ἀθηναίων χθονὸς |478 Σπάρτης τε Θηβῶν θʼ, ὡς ἀνημμένοι κάλῳς |479 πρυμνησίοισι βίον ἔχοιτʼ εὐδαίμονα. |480 καὶ ταῦτα φροῦδα· μεταβαλοῦσα δʼ ἡ τύχη |481 νύμφας μὲν ὑμῖν Κῆρας ἀντέδωκʼ ἔχειν, |482 ἐμοὶ δὲ δάκρυα λουτρά — δύστηνος φρενῶν. |483 πατὴρ δὲ πατρὸς ἑστιᾷ γάμους ὅδε, |484 Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός. |485 ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον |486 πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα; |487 τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος |488 μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους, |489 ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ; |490 ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται |491 θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω· |492 θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ, |493 ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς. |494 ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι· |495 ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ· |496 κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά. |497 σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι· |498 ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν |499 αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν |500 μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις. |501 καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ· |502 θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει. |503 ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου, |504 τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε, |505 ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι. |506 ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται |507 σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο. |508 ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς |509 ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη |510 ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ. |511 ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ |512 βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον |513 πανύστατον νῦν, ἥλικες, δεδόρκατε. |514 ἔα· |514a ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ; |515 οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει. |516 ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν, |517 εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν. |518 τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ; |519 οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον. |520 δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων, |521 ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς |522 σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος. |523 ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς, |524 ὡς ἄσμενός σʼ ἐσεῖδον ἐς φάος μολών. |525 ἔα· τί χρῆμα; τέκνʼ ὁρῶ πρὸ δωμάτων |526 στολμοῖσι νεκρῶν κρᾶτας ἐξεστεμμένα, |527 ὄχλῳ τʼ ἐν ἀνδρῶν τὴν ἐμὴν ξυνάορον, |528 πατέρα τε δακρύοντα — συμφορὰς τίνας; |529 φέρʼ ἐκπύθωμαι τῶνδε πλησίον σταθείς· |530 γύναι, τί καινὸν ἦλθε δώμασιν χρέος; |531 ὦ φίλτατʼ ἀνδρῶν |531b ὦ φάος μολὼν πατρί |532 ἥκεις, ἐσώθης εἰς ἀκμὴν ἐλθὼν φίλοις; |533 τί φῄς; τίνʼ ἐς ταραγμὸν ἥκομεν, πάτερ; |534 διολλύμεσθα· σὺ δέ, γέρον, σύγγνωθί μοι, |535 εἰ πρόσθεν ἥρπασʼ ἃ σὲ λέγειν πρὸς τόνδʼ ἐχρῆν· |536 τὸ θῆλυ γάρ πως μᾶλλον οἰκτρὸν ἀρσένων, |537 καὶ τἄμʼ ἔθνῃσκε τέκνʼ, ἀπωλλύμην δʼ ἐγώ. |538 Ἄπολλον, οἵοις φροιμίοις ἄρχῃ λόγου. |539 τεθνᾶσʼ ἀδελφοὶ καὶ πατὴρ οὑμὸς γέρων. |540 πῶς φῄς; τί δράσας ἢ δορὸς ποίου τυχών; |541 Λύκος σφʼ ὁ καινὸς γῆς ἄναξ διώλεσεν. |542 ὅπλοις ἀπαντῶν ἢ νοσησάσης χθονός; |543 στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος. |544 τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος; |545 κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα. |546 τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων; |547 μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο. |548 κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων; |549 θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα. |550 καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ. |551 φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν. |552 πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία; |553 Εὐρυσθέως κήρυκες ἤγγελλον τάδε. |554 τί δʼ ἐξελείπετʼ οἶκον ἑστίαν τʼ ἐμήν; |555 βίᾳ, πατὴρ μὲν ἐκπεσὼν στρωτοῦ λέχους |556 κοὐκ ἔσχεν αἰδῶ τὸν γέροντʼ ἀτιμάσαι; |557 αἰδώς γʼ ἀποικεῖ τῆσδε τῆς θεοῦ πρόσω. |558 οὕτω δʼ ἀπόντες ἐσπανίζομεν φίλων; |559 φίλοι γάρ εἰσιν ἀνδρὶ δυστυχεῖ τίνες; |560 μάχας δὲ Μινυῶν ἃς ἔτλην ἀπέπτυσαν; |561 ἄφιλον, ἵνʼ αὖθίς σοι λέγω, τὸ δυστυχές. |562 οὐ ῥίψεθʼ Ἅιδου τάσδε περιβολὰς κόμης |563 καὶ φῶς ἀναβλέψεσθε, τοῦ κάτω σκότου |564 φίλας ἀμοιβὰς ὄμμασιν δεδορκότες; |565 ἐγὼ δέ — νῦν γὰρ τῆς ἐμῆς ἔργον χερός — |566 πρῶτον μὲν εἶμι καὶ κατασκάψω δόμους |567 καινῶν τυράννων, κρᾶτα δʼ ἀνόσιον τεμὼν |568 ῥίψω κυνῶν ἕλκημα· Καδμείων δʼ ὅσους |569 κακοὺς ἐφηῦρον εὖ παθόντας ἐξ ἐμοῦ, |570 τῷ καλλινίκῳ τῷδʼ ὅπλῳ χειρώσομαι· |571 τοὺς δὲ πτερωτοῖς διαφορῶν τοξεύμασι |572 νεκρῶν ἅπαντʼ Ἰσμηνὸν ἐμπλήσω φόνου, |573 Δίρκης τε νᾶμα λευκὸν αἱμαχθήσεται. |574 τῷ γάρ μʼ ἀμύνειν μᾶλλον ἢ δάμαρτι χρὴ |575 καὶ παισὶ καὶ γέροντι; χαιρόντων πόνοι· |576 μάτην γὰρ αὐτοὺς τῶνδε μᾶλλον ἤνυσα. |577 καὶ δεῖ μʼ ὑπὲρ τῶνδʼ, εἴπερ οἵδʼ ὑπὲρ πατρός, |578 θνῄσκειν ἀμύνοντʼ· ἢ τί φήσομεν καλὸν |579 ὕδρᾳ μὲν ἐλθεῖν ἐς μάχην λέοντί τε |580 Εὐρυσθέως πομπαῖσι, τῶν δʼ ἐμῶν τέκνων |581 οὐκ ἐκπονήσω θάνατον; οὐκ ἄρʼ Ἡρακλῆς |582 ὁ καλλίνικος ὡς πάροιθε λέξομαι. |583 δίκαια τοὺς τεκόντας ὠφελεῖν τέκνα, |584 πατέρα τε πρέσβυν τήν τε κοινωνὸν γάμων. |585 πρὸς σοῦ μέν, ὦ παῖ, τοῖς φίλοις τʼ εἶναι φίλον |586 τά τʼ ἐχθρὰ μισεῖν· ἀλλὰ μὴ ʼπείγου λίαν. |587 τί δʼ ἐστὶ τῶνδε θᾶσσον ἢ χρεών, πάτερ; |588 πολλοὺς πένητας, ὀλβίους δὲ τῷ λόγῳ |589 δοκοῦντας εἶναι συμμάχους ἄναξ ἔχει, |590 οἳ στάσιν ἔθηκαν καὶ διώλεσαν πόλιν |591 ἐφʼ ἁρπαγαῖσι τῶν πέλας, τὰ δʼ ἐν δόμοις |592 δαπάναισι φροῦδα διαφυγόνθʼ ὑπʼ ἀργίας. |593 ὤφθης ἐσελθὼν πόλιν· ἐπεὶ δʼ ὤφθης, ὅρα |594 ἐχθροὺς ἀθροίσας μὴ παρὰ γνώμην πέσῃς. |595 μέλει μὲν οὐδὲν εἴ με πᾶσʼ εἶδεν πόλις· |596 ὄρνιν δʼ ἰδών τινʼ οὐκ ἐν αἰσίοις ἕδραις, |597 ἔγνων πόνον τινʼ ἐς δόμους πεπτωκότα· |598 ὥστʼ ἐκ προνοίας κρύφιος εἰσῆλθον χθόνα. |599 καλῶς· παρελθὼν νῦν πρόσειπέ θʼ ἑστίαν |600 καὶ δὸς πατρῴοις δώμασιν σὸν ὄμμʼ ἰδεῖν. |601 ἥξει γὰρ αὐτὸς σὴν δάμαρτα καὶ τέκνα |602 ἕλξων φονεύσων κἄμʼ ἐπισφάξων ἄναξ· |603 μένοντι δʼ αὐτοῦ πάντα σοι γενήσεται |604 τῇ τʼ ἀσφαλείᾳ κερδανεῖς· πόλιν δὲ σὴν |605 μὴ πρὶν ταράξῃς πρὶν τόδʼ εὖ θέσθαι, τέκνον. |606 δράσω τάδʼ· εὖ γὰρ εἶπας· εἶμʼ ἔσω δόμων. |607 χρόνῳ δʼ ἀνελθὼν ἐξ ἀνηλίων μυχῶν |608 Ἅιδου Κόρης τʼ ἔνερθεν, οὐκ ἀτιμάσω |609 θεοὺς προσειπεῖν πρῶτα τοὺς κατὰ στέγας. |610 ἦλθες γὰρ ὄντως δώματʼ εἰς Ἅιδου, τέκνον; |611 καὶ θῆρά γʼ ἐς φῶς τὸν τρίκρανον ἤγαγον. |612 μάχῃ κρατήσας ἢ θεᾶς δωρήμασιν; |613 μάχῃ· τὰ μυστῶν δʼ ὄργιʼ εὐτύχησʼ ἰδών. |614 ἦ καὶ κατʼ οἴκους ἐστὶν Εὐρυσθέως ὁ θήρ; |615 Χθονίας νιν ἄλσος Ἑρμιών τʼ ἔχει πόλις. |616 οὐδʼ οἶδεν Εὐρυσθεύς σε γῆς ἥκοντʼ ἄνω; |617 οὐκ οἶδʼ· ἵνʼ ἐλθὼν τἀνθάδʼ εἰδείην πάρος. |618 χρόνον δὲ πῶς τοσοῦτον ἦσθʼ ὑπὸ χθονί; |619 Θησέα κομίζων ἐχρόνισʼ ἐξ Ἅιδου, πάτερ. |620 καὶ ποῦ ʼστιν; ἢ γῆς πατρίδος οἴχεται πέδον; |621 βέβηκʼ Ἀθήνας νέρθεν ἄσμενος φυγών. |622 ἀλλʼ εἶʼ, ὁμαρτεῖτʼ, ὦ τέκνʼ, ἐς δόμους πατρί· |623 καλλίονές τἄρʼ εἴσοδοι τῶν ἐξόδων |624 πάρεισιν ὑμῖν. ἀλλὰ θάρσος ἴσχετε |625 καὶ νάματʼ ὄσσων μηκέτʼ ἐξανίετε· |626 σύ τʼ, ὦ γύναι μοι, σύλλογον ψυχῆς λαβὲ |627 τρόμου τε παῦσαι, καὶ μέθεσθʼ ἐμῶν πέπλων· |628 οὐ γὰρ πτερωτὸς οὐδὲ φευξείω φίλους. |629 ἆ, |629a οἵδʼ οὐκ ἀφιᾶσʼ, ἀλλʼ ἀνάπτονται πέπλων |630 τοσῷδε μᾶλλον· ὧδʼ ἔβητʼ ἐπὶ ξυροῦ; |631 ἄξω λαβών γε τούσδʼ ἐφολκίδας χεροῖν, |632 ναῦς δʼ ὣς ἐφέλξω· καὶ γὰρ οὐκ ἀναίνομαι |633 θεράπευμα τέκνων. πάντα τἀνθρώπων ἴσα· |634 φιλοῦσι παῖδας οἵ τʼ ἀμείνονες βροτῶν |635 οἵ τʼ οὐδὲν ὄντες· χρήμασιν δὲ διάφοροι· |636 ἔχουσιν, οἳ δʼ οὔ· πᾶν δὲ φιλότεκνον γένος. [choral] [strophe 1] |637 ἁ νεότας μοι φίλον αἰ- |638 εί· τὸ δὲ γῆρας ἄχθος |639 βαρύτερον Αἴτνας σκοπέλων |640 ἐπὶ κρατὶ κεῖται, βλεφάρων |642 σκοτεινὸν φάος ἐπικαλύψαν. |643 μή μοι μήτʼ Ἀσιήτιδος |644 τυραννίδος ὄλβος εἴη, |645 μὴ χρυσοῦ δώματα πλήρη |646 τᾶς ἥβας ἀντιλαβεῖν, |647 ἃ καλλίστα μὲν ἐν ὄλβῳ, |648 καλλίστα δʼ ἐν πενίᾳ. |649 τὸ δὲ λυγρὸν φόνιόν τε γῆ- |650 ρας μισῶ· κατὰ κυμάτων δʼ |651 ἔρροι, μηδέ ποτʼ ὤφελεν |652 θνατῶν δώματα καὶ πόλεις |653 ἐλθεῖν, ἀλλὰ κατʼ αἰθέρʼ αἰ- |654 εὶ πτεροῖσι φορείσθω. [antistrophe 1] |655 εἰ δὲ θεοῖς ἦν ξύνεσις |656 καὶ σοφία κατʼ ἄνδρας, |657 δίδυμον ἂν ἥβαν ἔφερον |659 φανερὸν χαρακτῆρʼ ἀρετᾶς |660 ὅσοισιν μέτα, κατθανόντες τʼ |661 εἰς αὐγὰς πάλιν ἁλίου |662 δισσοὺς ἂν ἔβαν διαύλους, |663 ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν |664 εἶχεν ζόας βίοτον, |665 καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν |666 γνῶναι καὶ τοὺς ἀγαθούς, |667 ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ- |668 στρων ναύταις ἀριθμὸς πέλει. |669 νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν |670 χρηστοῖς οὐδὲ κακοῖς σαφής, |671 ἀλλʼ εἱλισσόμενός τις αἰ- |672 ὼν πλοῦτον μόνον αὔξει. [strophe 2] |673 οὐ παύσομαι τὰς Χάριτας |674 Μούσαις συγκαταμειγνύς, |675 ἁδίσταν συζυγίαν. |676 μὴ ζῴην μετʼ ἀμουσίας, |677 αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ- |678 ην· ἔτι τοι γέρων ἀοι- |679 δὸς κελαδεῖ Μναμοσύναν· |680 ἔτι τὰν Ἡρακλέους |681 καλλίνικον ἀείδω |682 παρά τε Βρόμιον οἰνοδόταν |683 παρά τε χέλυος ἑπτατόνου |684 μολπὰν καὶ Λίβυν αὐλόν· |685 οὔπω καταπαύσομεν |686 Μούσας, αἵ μʼ ἐχόρευσαν. [antistrophe 2] |687 παιᾶνα μὲν Δηλιάδες |688 ὑμνοῦσʼ ἀμφὶ πύλας τὸν |689 Λατοῦς εὔπαιδα γόνον |690 εἱλίσσουσαι καλλίχορον· |691 παιᾶνας δʼ ἐπὶ σοῖς μελά- |692 θροις κύκνος ὣς γέρων ἀοι- |693 δὸς πολιᾶν ἐκ γενύων |694 κελαδήσω· τὸ γὰρ εὖ |695 τοῖς ὕμνοισιν ὑπάρχει· |696 Διὸς ὁ παῖς· τᾶς δʼ εὐγενίας |697 πλέον ὑπερβάλλων ἀρετᾷ |698 μοχθήσας τὸν ἄκυμον |699 θῆκεν βίοτον βροτοῖς |700 πέρσας δείματα θηρῶν. [episode] |701 ἐς καιρὸν οἴκων Ἀμφιτρύων ἔξω περᾷ· |702 χρόνος γὰρ ἤδη δαρὸς ἐξ ὅτου πέπλοις |703 κοσμεῖσθε σῶμα καὶ νεκρῶν ἀγάλμασιν. |704 ἀλλʼ εἶα, παῖδας καὶ δάμαρθʼ Ἡρακλέους |705 ἔξω κέλευε τῶνδε φαίνεσθαι δόμων, |706 ἐφʼ οἷς ὑπέστητʼ αὐτεπάγγελτοι θανεῖν. |707 ἄναξ, διώκεις μʼ ἀθλίως πεπραγότα |708 ὕβριν θʼ ὑβρίζεις ἐπὶ θανοῦσι τοῖς ἐμοῖς· |709 ἃ χρῆν σε μετρίως, κεἰ κρατεῖς, σπουδὴν ἔχειν. |710 ἐπεὶ δʼ ἀνάγκην προστίθης ἡμῖν θανεῖν, |711 στέργειν ἀνάγκη· δραστέον δʼ ἃ σοὶ δοκεῖ. |712 ποῦ δῆτα Μεγάρα; ποῦ τέκνʼ Ἀλκμήνης γόνου; |713 δοκῶ μὲν αὐτήν, ὡς θύραθεν εἰκάσαι — |714 τί χρῆμα δόξης; τοῦ δʼ ἔχεις τεκμήριον; |715 ἱκέτιν πρὸς ἁγνοῖς Ἑστίας θάσσειν βάθροις |716 ἀνόνητά γʼ ἱκετεύουσαν ἐκσῷσαι βίον. |717 καὶ τὸν θανόντα γʼ ἀνακαλεῖν μάτην πόσιν. |718 ὃ δʼ οὐ πάρεστιν οὐδὲ μὴ μόλῃ ποτέ. |719 οὔκ, εἴ γε μή τις θεῶν ἀναστήσειέ νιν. |720 χώρει πρὸς αὐτὴν κἀκκόμιζε δωμάτων. |721 μέτοχος ἂν εἴην τοῦ φόνου δράσας τόδε. |722 ἡμεῖς, ἐπειδὴ σοὶ τόδʼ ἔστʼ ἐνθύμιον, |723 οἱ δειμάτων ἔξωθεν ἐκπορεύσομεν |724 σὺν μητρὶ παῖδας. δεῦρʼ ἕπεσθε, πρόσπολοι, |725 ὡς ἂν σχολὴν λύσωμεν ἄσμενοι πόνων. |726 σὺ δʼ οὖν ἴθʼ, ἔρχῃ δʼ οἷ χρεών· τὰ δʼ ἄλλʼ ἴσως |727 ἄλλῳ μελήσει. προσδόκα δὲ δρῶν κακῶς |728 κακόν τι πράξειν. ὦ γέροντες, ἐς καλὸν |729 στείχει, βρόχοισι δʼ ἀρκύων γενήσεται |730 ξιφηφόροισι, τοὺς πέλας δοκῶν κτενεῖν |731 ὁ παγκάκιστος. εἶμι δʼ, ὡς ἴδω νεκρὸν |732 πίπτοντʼ· ἔχει γὰρ ἡδονὰς θνῄσκων ἀνὴρ |733 ἐχθρὸς τίνων τε τῶν δεδραμένων δίκην. [choral] [strophe 1] |735 —μεταβολὰ κακῶν· μέγας ὁ πρόσθʼ ἄναξ |736 πάλιν ὑποστρέφει βίοτον ἐξ Ἅιδα. |737 ἰώ· |737a δίκα καὶ θεῶν παλίρρους πότμος. |740 —ἦλθες χρόνῳ μὲν οὗ δίκην δώσεις θανών, |741 ὕβρεις ὑβρίζων εἰς ἀμείνονας σέθεν. |742 —χαρμοναὶ δακρύων ἔδοσαν ἐκβολάς· |744 πάλιν ἔμολεν — |745 ἃ πάρος οὔποτε διὰ φρενὸς ἤλπισʼ ἂν |746 παθεῖν — γᾶς ἄναξ. |747 —ἀλλʼ, ὦ γεραιοί, καὶ τὰ δωμάτων ἔσω |748 σκοπῶμεν, εἰ πράσσει τις ὡς ἐγὼ θέλω. |750 ἰώ μοί μοι. [antistrophe 1] |751 —τόδε κατάρχεται μέλος ἐμοὶ κλύειν |752 φίλιον ἐν δόμοις· θάνατος οὐ πόρσω. |753 >βοᾷ |753a φόνου φροίμιον στενάζων ἄναξ. |754 ὦ πᾶσα Κάδμου γαῖʼ, ἀπόλλυμαι δόλῳ. |755 —καὶ γὰρ διώλλυς· ἀντίποινα δʼ ἐκτίνων |756 τόλμα, διδούς γε τῶν δεδραμένων δίκην. |757 —τίς ὁ θεοὺς ἀνομίᾳ χραίνων, θνητὸς ὤν, |757a ἄφρονα λόγον |758 οὐρανίων μακάρων κατέβαλʼ, ὡς ἄρʼ οὐ |759 σθένουσιν θεοί; |760 — γέροντες, οὐκέτʼ ἔστι δυσσεβὴς ἀνήρ. |761 — σιγᾷ μέλαθρα· πρὸς χοροὺς τραπώμεθα. |762 — φίλοι γὰρ εὐτυχοῦσιν οὓς ἐγὼ θέλω. [strophe 2] |763 —χοροὶ χοροὶ |764 καὶ θαλίαι μέλουσι Θή- |764a βας ἱερὸν κατʼ ἄστυ. |765 μεταλλαγαὶ γὰρ δακρύων, |766 μεταλλαγαὶ συντυχίας |767 νέας ἔτεκον ἀοιδάς. |768 βέβακʼ ἄναξ ὁ καινός, ὁ δὲ παλαίτερος |770 κρατεῖ, λιμένα λιπών γε τὸν Ἀχερόντιον. |771 δοκημάτων |771a ἐκτὸς ἦλθεν ἐλπίς. [antistrophe 2] |772 θεοὶ θεοὶ |772a τῶν ἀδίκων μέλουσι καὶ |773 τῶν ὁσίων ἐπᾴειν. |774 ὁ χρυσὸς ἅ τʼ εὐτυχία |775 φρενῶν βροτοὺς ἐξάγεται, |776 δύνασιν ἄδικον ἐφέλκων. |777 Χρόνου γὰρ οὔτις τὸ πάλιν εἰσορᾶν ἔτλα· |778 νόμον παρέμενος, ἀνομίᾳ χάριν διδοὺς |779 ἔθραυσεν ὄλ- |780 βου κελαινὸν ἅρμα. [strophe 3] |781 Ἰσμήνʼ ὦ στεφαναφόρει, |782 ξεσταί θʼ ἑπταπύλου πόλεως |783 ἀναχορεύσατʼ ἀγυιαί, |784 Δίρκα θʼ ἁ καλλιρρέεθρος, |785 σύν τʼ Ἀσωπιάδες κόραι, |786 πατρὸς ὕδωρ βᾶτε λιποῦσαι συναοιδοί, |788 Νύμφαι, τὸν Ἡρακλέους |789 καλλίνικον ἀγῶνα. |790 Πυθίου δενδρῶτι πέτρα |791 Μουσῶν θʼ Ἑλικωνιάδων |791a δώματʼ, ὤ, |792 ἥξετʼ εὐγαθεῖ κελάδῳ |793 ἐμὰν πόλιν, ἐμὰ τείχη, |794 Σπαρτῶν ἵνα γένος ἔφανε |795 χαλκασπίδων λόχος, ὃς γᾶν |796 τέκνων τέκνοις μεταμείβει, |797 Θήβαις ἱερὸν φῶς. [antistrophe 3] |798 ὦ λέκτρων δύο συγγενεῖς |799 εὐναί, θνατογενοῦς τε καὶ |800 Διός, ὃς ἦλθεν ἐς εὐνὰν |801 Νύμφας τᾶς Περσηίδος· ὡς |802 πιστόν μοι τὸ παλαιὸν ἤ- |803 δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη, |805 λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος |806 τὰν Ἡρακλέος ἀλκάν· |807 γᾶς ὃς ἐξέβα θαλάμων |808 Πλούτωνος δῶμα λιπὼν |808a νέρτερον. |809 κρείσσων μοι τύραννος ἔφυς |810 ἢ δυσγένειʼ ἀνάκτων, |811 ἃ νῦν ἐσορᾶν ἔφανε |812 ξιφηφόρων ἐς ἀγώνων |813 ἅμιλλαν, εἰ τὸ δίκαιον |814 θεοῖς ἔτʼ ἀρέσκει. [episode] |815 — ἔα ἔα· |816 ἆρʼ ἐς τὸν αὐτὸν πίτυλον ἥκομεν φόβου, |817 γέροντες, οἷον φάσμʼ ὑπὲρ δόμων ὁρῶ; |818 — φυγῇ φυγῇ |819 νωθὲς πέδαιρε κῶλον, ἐκποδὼν ἔλα. |820 — ὦναξ Παιάν, |821 ἀπότροπος γένοιό μοι πημάτων. |822 θαρσεῖτε Νυκτὸς τήνδʼ ὁρῶντες ἔκγονον |823 Λύσσαν, γέροντες, κἀμὲ τὴν θεῶν λάτριν |824 Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος, |825 ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν, |826 ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο. |827 πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς, |828 τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρ |829 Ζεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ· |830 ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως, |831 Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλει |832 παῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ. |833 ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν, |834 Νυκτὸς κελαινῆς ἀνυμέναιε παρθένε, |835 μανίας τʼ ἐπʼ ἀνδρὶ τῷδε καὶ παιδοκτόνους |836 φρενῶν ταραγμοὺς καὶ ποδῶν σκιρτήματα |837 ἔλαυνε, κίνει, φόνιον ἐξίει κάλων, |838 ὡς ἂν πορεύσας διʼ Ἀχερούσιον πόρον |839 τὸν καλλίπαιδα στέφανον αὐθέντῃ φόνῳ |840 γνῷ μὲν τὸν Ἥρας οἷός ἐστʼ αὐτῷ χόλος, |841 μάθῃ δὲ τὸν ἐμόν· ἢ θεοὶ μὲν οὐδαμοῦ, |842 τὰ θνητὰ δʼ ἔσται μεγάλα, μὴ δόντος δίκην. |843 ἐξ εὐγενοῦς μὲν πατρὸς ἔκ τε μητέρος |844 πέφυκα, Νυκτὸς Οὐρανοῦ τʼ ἀφʼ αἵματος· |845 τιμάς τʼ ἔχω τάσδʼ οὐκ ἀγασθῆναι φίλοις |846 οὐδʼ ἥδομαι φοιτῶσʼ ἐπʼ ἀνθρώπων φίλους, |847 παραινέσαι δέ, πρὶν σφαλεῖσαν εἰσιδεῖν, |848 Ἥρᾳ θέλω σοί τʼ, ἢν πίθησθʼ ἐμοῖς λόγοις. |849 ἀνὴρ ὅδʼ οὐκ ἄσημος οὔτʼ ἐπὶ χθονὶ |850 οὔτʼ ἐν θεοῖσιν, οὗ σύ μʼ ἐσπέμπεις δόμους· |851 ἄβατον δὲ χώραν καὶ θάλασσαν ἀγρίαν |852 ἐξημερώσας, θεῶν ἀνέστησεν μόνος |853 τιμὰς πιτνούσας ἀνοσίων ἀνδρῶν ὕπο· |854 σοί τʼ οὐ παραινῶ μεγάλα βούλεσθαι κακά. [trochees] |855 μὴ σὺ νουθέτει τά θʼ Ἥρας κἀμὰ μηχανήματα. [trochees] |856 ἐς τὸ λῷον ἐμβιβάζω σʼ ἴχνος ἀντὶ τοῦ κακοῦ. [trochees] |857 οὐχὶ σωφρονεῖν γʼ ἔπεμψε δεῦρό σʼ ἡ Διὸς δάμαρ. [trochees] |858 Ἥλιον μαρτυρόμεσθα δρῶσʼ ἃ δρᾶν οὐ βούλομαι. |859 εἰ δὲ δή μʼ Ἥρᾳ θʼ ὑπουργεῖν σοί τʼ ἀναγκαίως ἔχει |860 τάχος ἐπιρροίβδην θʼ ὁμαρτεῖν ὡς κυνηγέτῃ κύνας, |861 εἶμί γʼ· οὔτε πόντος οὕτως κύμασιν στένων λάβρως |862 οὔτε γῆς σεισμὸς κεραυνοῦ τʼ οἶστρος ὠδῖνας πνέων, |863 οἷʼ ἐγὼ στάδια δραμοῦμαι στέρνον εἰς Ἡρακλέους· |864 καὶ καταρρήξω μέλαθρα καὶ δόμους ἐπεμβαλῶ, |865 τέκνʼ ἀποκτείνασα πρῶτον· ὁ δὲ κανὼν οὐκ εἴσεται |866 παῖδας οὓς ἔτικτʼ ἐναίρων, πρὶν ἂν ἐμὰς λύσσας ἀφῇ. |867 ἢν ἰδού· καὶ δὴ τινάσσει κρᾶτα βαλβίδων ἄπο |868 καὶ διαστρόφους ἑλίσσει σῖγα γοργωποὺς κόρας. |869 ἀμπνοὰς δʼ οὐ σωφρονίζει, ταῦρος ὣς ἐς ἐμβολὴν |870 δεινός· μυκᾶται δὲ Κῆρας ἀνακαλῶν τὰς Ταρτάρου. |871 τάχα σʼ ἐγὼ μᾶλλον χορεύσω καὶ καταυλήσω φόβῳ. |872 στεῖχʼ ἐς Οὔλυμπον πεδαίρουσʼ, Ἶρι, γενναῖον πόδα· |873 ἐς δόμους δʼ ἡμεῖς ἄφαντοι δυσόμεσθʼ Ἡρακλέους. [choral] [lyric] |875 —ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται |876 σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος· |877 μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν |878 ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας |879 χορευθέντʼ ἐναύλοις. |880 —βέβακεν ἐν δίφροισιν ἁ πολύστονος, |881 ἅρμασι δʼ ἐνδίδωσι |882 κέντρον ὡς ἐπὶ λώβᾳ |883 Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις |884 ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός. |885 —ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων, |886 ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται. [lyric] |887 ἰώ μοι μέλεος. [lyric] |888 —ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα |889 λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ |890 κακοῖσιν ἐκπετάσουσιν. [lyric] |890a ἰὼ στέγαι. [lyric] |891 —κατάρχεται χόρευμα τυμπάνων ἄτερ, |892 οὐ βρομίῳ κεχαρισμένα θύρσῳ [lyric] |893 ἰὼ δόμοι. [lyric] |894 πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος |895 βοτρύων ἐπὶ χεύμασι λοιβᾶς. [lyric] |896 φυγῇ, τέκνʼ, ἐξορμᾶτε. [lyric] |896b —δάιον τόδε |897 δάιον μέλος ἐπαυλεῖται. |898 κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι |899 Λύσσα βακχεύσει. [lyric] |900 αἰαῖ κακῶν. [lyric] |901 —αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω |902 πατέρα τάν τε παιδοτρόφον, ᾇ μάταν |903 τέκεα γεννᾶται. |904 —ἰδοὺ ἰδού, |905 θύελλα σείει δῶμα, συμπίπτει στέγη. [lyric] |906 ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ; |908 τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς, |909 ἐς δόμους πέμπεις. [episode] [lyric] |910 ὦ λευκὰ γήρᾳ σώματʼ |910b ἀνακαλεῖς με τίνα |911 βοάν; |911b ἄλαστα τἀν δόμοισι. [lyric] |911c μάντιν οὐχ |912 ἕτερον ἄξομαι. |913 τεθνᾶσι παῖδες. [lyric] |913b αἰαῖ. |914 στενάζεθʼ, ὡς στενακτά. [lyric] |914b δάιοι φόνοι, |915 δάιοι δὲ τοκέων χέρες· ὤ. |916 οὐκ ἄν τις εἴποι μᾶλλον ἢ πεπόνθαμεν. [lyric] |917 πῶς παισὶ στενακτὰν ἄταν ἄταν |918 πατέρος ἀμφαίνεις; |919 λέγε, τίνα τρόπον ἔσυτο θεόθεν ἐπὶ |920 μέλαθρα κακὰ τάδε, |921 τλήμονάς τε παίδων τύχας; |922 ἱερὰ μὲν ἦν πάροιθεν ἐσχάρας Διὸς |923 καθάρσιʼ οἴκων, γῆς ἄνακτʼ ἐπεὶ κτανὼν |924 ἐξέβαλε τῶνδε δωμάτων Ἡρακλέης· |925 χορὸς δὲ καλλίμορφος εἱστήκει τέκνων |926 πατήρ τε Μεγάρα τʼ· ἐν κύκλῳ δʼ ἤδη κανοῦν |927 εἵλικτο βωμοῦ, φθέγμα δʼ ὅσιον εἴχομεν. |928 μέλλων δὲ δαλὸν χειρὶ δεξιᾷ φέρειν, |929 ἐς χέρνιβʼ ὡς βάψειεν, Ἀλκμήνης τόκος |930 ἔστη σιωπῇ. καὶ χρονίζοντος πατρὸς |931 παῖδες προσέσχον ὄμμʼ· ὁ δʼ οὐκέθʼ αὑτὸς ἦν, |932 ἀλλʼ ἐν στροφαῖσιν ὀμμάτων ἐφθαρμένος |933 ῥίζας τʼ ἐν ὄσσοις αἱματῶπας ἐκβαλὼν |934 ἀφρὸν κατέσταζʼ εὐτρίχου γενειάδος. |935 ἔλεξε δʼ ἅμα γέλωτι παραπεπληγμένῳ· |936 Πάτερ, τί θύω πρὶν κτανεῖν Εὐρυσθέα |937 καθάρσιον πῦρ, καὶ πόνους διπλοῦς ἔχω; |938 ἔργον μιᾶς μοι χειρὸς εὖ θέσθαι τάδε· |939 ὅταν δʼ ἐνέγκω δεῦρο κρᾶτʼ Εὐρυσθέως, |940 ἐπὶ τοῖσι νῦν θανοῦσιν ἁγνιῶ χέρας. |941 ἐκχεῖτε πηγάς, ῥίπτετʼ ἐκ χειρῶν κανᾶ. |942 τίς μοι δίδωσι τόξα; τίς δʼ ὅπλον χερός; |943 πρὸς τὰς Μυκήνας εἶμι· λάζυσθαι χρεὼν |944 μοχλοὺς δικέλλας θʼ, ὥστε Κυκλώπων βάθρα |945 φοίνικι κανόνι καὶ τύκοις ἡρμοσμένα |946 στρεπτῷ σιδήρῳ συντριαινῶσαι πάλιν. |947 αὐτοῦ δὲ βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν |948 ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας |949 κἄθεινε, κέντρον δῆθεν ὡς ἔχων, χερί. |950 διπλοῦς δʼ ὀπαδοῖς ἦν γέλως φόβος θʼ ὁμοῦ. |951 καί τις τόδʼ εἶπεν, ἄλλος εἰς ἄλλον δρακών· |952 Παίζει πρὸς ἡμᾶς δεσπότης ἢ μαίνεται; |953 ὁ δʼ εἷρπʼ ἄνω τε καὶ κάτω κατὰ στέγας, |954 μέσον δʼ ἐς ἀνδρῶνʼ ἐσπεσὼν Νίσου πόλιν |955 ἥκειν ἔφασκε· δωμάτων τʼ ἔσω βεβώς, |956 κλιθεὶς ἐς οὖδας, ὡς ἔχει, σκευάζεται |957 θοίνην. διελθὼν δʼ ὡς βραχὺν χρόνον μονῆς |958 Ἰσθμοῦ ναπαίας ἔλεγε προσβαίνειν πλάκας. |959 κἀνταῦθα γυμνὸν σῶμα θεὶς πορπαμάτων, |960 πρὸς οὐδένʼ ἡμιλλᾶτο κἀκηρύσσετο |961 αὐτὸς πρὸς αὑτοῦ καλλίνικος οὐδενός, |962 ἀκοὴν ὑπειπών. δεινὰ δʼ Εὐρυσθεῖ βρέμων |963 ἦν ἐν Μυκήναις τῷ λόγῳ. πατὴρ δέ νιν |964 θιγὼν κραταιᾶς χειρὸς ἐννέπει τάδε· |965 Ὦ παῖ, τί πάσχεις; τίς ὁ τρόπος ξενώσεως |966 τῆσδʼ; οὔ τί που φόνος σʼ ἐβάκχευσεν νεκρῶν, |967 οὓς ἄρτι καίνεις; ὁ δέ νιν Εὐρυσθέως δοκῶν |968 πατέρα προταρβοῦνθʼ ἱκέσιον ψαύειν χερός, |969 ὠθεῖ, φαρέτραν δʼ εὐτρεπῆ σκευάζεται |970 καὶ τόξʼ ἑαυτοῦ παισί, τοὺς Εὐρυσθέως |971 δοκῶν φονεύειν. οἳ δὲ ταρβοῦντες φόβῳ |972 ὤρουον ἄλλος ἄλλοσʼ, ἐς πέπλους ὁ μὲν |973 μητρὸς ταλαίνης, ὁ δʼ ὑπὸ κίονος σκιάν, |974 ἄλλος δὲ βωμὸν ὄρνις ὣς ἔπτηξʼ ὕπο. |975 βοᾷ δὲ μήτηρ· Ὦ τεκών, τί δρᾷς; τέκνα |976 κτείνεις; βοᾷ δὲ πρέσβυς οἰκετῶν τʼ ὄχλος. |977 ὁ δʼ ἐξελίσσων παῖδα κίονος κύκλῳ, |978 τόρνευμα δεινὸν ποδός, ἐναντίον σταθεὶς |979 βάλλει πρὸς ἧπαρ· ὕπτιος δὲ λαΐνους |980 ὀρθοστάτας ἔδευσεν ἐκπνέων βίον. |981 ὁ δʼ ἠλάλαξε κἀπεκόμπασεν τάδε· |982 Εἷς μὲν νεοσσὸς ὅδε θανὼν Εὐρυσθέως |983 ἔχθραν πατρῴαν ἐκτίνων πέπτωκέ μοι. |984 ἄλλῳ δʼ ἐπεῖχε τόξʼ, ὃς ἀμφὶ βωμίαν |985 ἔπτηξε κρηπῖδʼ ὡς λεληθέναι δοκῶν. |986 φθάνει δʼ ὁ τλήμων γόνασι προσπεσὼν πατρός, |987 καὶ πρὸς γένειον χεῖρα καὶ δέρην βαλών, |988 Ὦ φίλτατʼ, αὐδᾷ, μή μʼ ἀποκτείνῃς, πάτερ· |989 σός εἰμι, σὸς παῖς· οὐ τὸν Εὐρυσθέως ὀλεῖς. |990 ὁ δʼ ἀγριωπὸν ὄμμα Γοργόνος στρέφων, |991 ὡς ἐντὸς ἔστη παῖς λυγροῦ τοξεύματος, |992 μυδροκτύπον μίμημʼ, ὑπὲρ κάρα βαλὼν |993 ξύλον καθῆκε παιδὸς ἐς ξανθὸν κάρα, |994 ἔρρηξε δʼ ὀστᾶ. δεύτερον δὲ παῖδʼ ἑλών, |995 χωρεῖ τρίτον θῦμʼ ὡς ἐπισφάξων δυοῖν. |996 ἀλλὰ φθάνει νιν ἡ τάλαινʼ ἔσω δόμων |997 μήτηρ ὑπεκλαβοῦσα, καὶ κλῄει πύλας. |998 ὁ δʼ ὡς ἐπʼ αὐτοῖς δὴ Κυκλωπίοισιν ὢν |999 σκάπτει μοχλεύει θύρετρα, κἀκβαλὼν σταθμὰ |1000 δάμαρτα καὶ παῖδʼ ἑνὶ κατέστρωσεν βέλει. |1001 κἀνθένδε πρὸς γέροντος ἱππεύει φόνον· |1002 ἀλλʼ ἦλθεν εἰκών, ὡς ὁρᾶν ἐφαίνετο, |1003 Παλλὰς κραδαίνουσʼ ἔγχος ἐπὶ λόφῳ κέαρ, |1004 κἄρριψε πέτρον στέρνον εἰς Ἡρακλέους, |1005 ὅς νιν φόνου μαργῶντος ἔσχε, κεἰς ὕπνον |1006 καθῆκε· πίτνει δʼ ἐς πέδον, πρὸς κίονα |1007 νῶτον πατάξας, ὃς πεσήμασι στέγης |1008 διχορραγὴς ἔκειτο κρηπίδων ἔπι. |1010 ἡμεῖς δʼ ἐλευθεροῦντες ἐκ δρασμῶν πόδα |1009 σὺν τῷ γέροντι δεσμὰ σειραίων βρόχων |1011 ἀνήπτομεν πρὸς κίονʼ, ὡς λήξας ὕπνου |1012 μηδὲν προσεργάσαιτο τοῖς δεδραμένοις. |1013 εὕδει δʼ ὁ τλήμων ὕπνον οὐκ εὐδαίμονα, |1014 παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν |1015 οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος. [choral] [lyric] |1016 —ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα |1017 τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι |1018 τῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ- |1020 έδραμε τὰ τότε κακὰ τάλανι διογενεῖ κόρῳ. |1021 —μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι |1023 θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ |1024 δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ. |1025 —αἰαῖ, τίνα στεναγμὸν |1026 ἢ γόον ἢ φθιτῶν |1027 ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω; |1028 —φεῦ φεῦ· |1029 ἴδεσθε, διάνδιχα κλῇθρα |1030 κλίνεται ὑψιπύλων δόμων. |1031 —ἰώ μοι· |1032 ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς |1033 ἄθλια κείμενα δυστάνου, |1034 εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου. |1035 —περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων |1036 ἐρείσμαθʼ Ἡράκλειον |1037 ἀμφὶ δέμας τάδε λαΐνοις |1038 ἀνημμένα κίοσιν οἴκων. [episode] |1039 —ὁ δʼ ὥς τις ὄρνις ἄπτερον καταστένων |1040 ὠδῖνα τέκνων, πρέσβυς ὑστέρῳ ποδὶ |1041 πικρὰν διώκων ἤλυσιν πάρεσθʼ ὅδε. [lyric] |1042 Καδμεῖοι γέροντες, οὐ σῖγα σῖ- |1043 γα τὸν ὕπνῳ παρειμένον ἐάσετʼ ἐκ- |1044 λαθέσθαι κακῶν; [lyric] |1045 κατὰ σὲ δακρύοις στένω, πρέσβυ, καὶ |1046 τέκεα καὶ τὸ καλλίνικον κάρα. [lyric] |1047 ἑκαστέρω πρόβατε, μὴ |1048 κτυπεῖτε, μὴ βοᾶτε, μὴ |1049 τὸν εὔδιʼ ἰαύονθʼ |1049a ὑπνώδεά τʼ εὐνᾶς |1050 ἐγείρετε. [lyric] |1050b οἴμοι. |1051 φόνος ὅσος ὅδʼ [lyric] |1051b ἆ ἆ, |1052 διά μʼ ὀλεῖτε. [lyric] |1052b κεχυμένος ἐπαντέλλει. [lyric] |1053 οὐκ ἀτρεμαῖα θρῆνον αἰ- |1054 άξετʼ, ὦ γέροντες; |1055 ἢ δέσμʼ ἀνεγειρόμενος χαλάσας ἀπολεῖ πόλιν, |1056 ἀπὸ δὲ πατέρα, μέλαθρά τε καταράξει. [lyric] |1057 ἀδύνατʼ ἀδύνατά μοι. [lyric] |1057b σῖγα, πνοὰς μάθω· |1060 φέρε πρὸς οὖς βάλω. [lyric] |1060b εὕδει; [lyric] |1060c ναί, εὕδει |1061 ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον, |1064 ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας. [lyric] |1065 στέναζέ νυν — [lyric] |1065b στενάζω. [lyric] |1066 τέκνων ὄλεθρον — [lyric] |1066b ὤμοι. [lyric] |1067 σέθεν τε παιδὸς — [lyric] |1067b αἰαῖ. [lyric] |1068 ὦ πρέσβυ [lyric] |1068b σῖγα σῖγα· |1069 παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε, |1070 ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω. [lyric] |1071 θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ. [lyric] |1072 ὁρᾶθʼ ὁρᾶτε. τὸ φάος ἐκ- |1073 λιπεῖν μὲν ἐπὶ κακοῖσιν οὐ |1074 φεύγω τάλας, ἀλλʼ εἴ με κανεῖ πατέρʼ ὄντα, |1075 πρὸς δὲ κακοῖς κακὰ μήσεται |1076 πρὸς Ἐρινύσι θʼ αἷμα σύγγονον ἕξει. [lyric] |1078 τότε θανεῖν σʼ ἐχρῆν, ὅτε δάμαρτι σᾷ |1079 φόνον ὁμοσπόρων ἔμολες ἐκπράξας |1080 Ταφίων περίκλυστον ἄστυ πέρσας. [lyric] |1081 φυγὰν φυγάν, γέροντες, ἀποπρὸ δωμάτων |1082 διώκετε· φεύγετε μάργον |1083 ἄνδρʼ ἐπεγειρόμενον. |1084 ἢ τάχα φόνον ἕτερον ἐπὶ φόνῳ βαλὼν |1085 ἀνʼ αὖ βακχεύσει Καδμείων πόλιν. |1086 ὦ Ζεῦ, τί παῖδʼ ἤχθηρας ὧδʼ ὑπερκότως |1087 τὸν σόν, κακῶν δὲ πέλαγος ἐς τόδʼ ἤγαγες; |1088 ἔα· |1089 ἔμπνους μέν εἰμι καὶ δέδορχʼ ἅπερ με δεῖ, |1090 αἰθέρα τε καὶ γῆν τόξα θʼ Ἡλίου τάδε |1091 ὡς ἐν κλύδωνι καὶ φρενῶν ταράγματι |1092 πέπτωκα δεινῷ καὶ πνοὰς θερμὰς πνέω |1093 μετάρσιʼ, οὐ βέβαια, πνευμόνων ἄπο. |1094 ἰδού, τί δεσμοῖς ναῦς ὅπως ὡρμισμένος |1095 νεανίαν θώρακα καὶ βραχίονα, |1096 πρὸς ἡμιθραύστῳ λαΐνῳ τυκίσματι |1097 ἧμαι, νεκροῖσι γείτονας θάκους ἔχων; |1098 πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ, |1099 ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν |1100 ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο. |1101 οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν, |1102 Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν; |1103 ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον |1104 Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης. |1105 ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ; |1106 ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν, |1107 δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται; |1108 σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων. |1109 γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας; |1110 κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς. |1111 πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας, |1112 τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς; |1113 ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός. |1114 πράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς; |1115 ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι. |1116 μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις. |1117 ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς. |1118 εἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ. |1119 εἰ μηκέθʼ Ἅιδου βάκχος εἶ, φράσαιμεν ἄν. |1120 παπαῖ, τόδʼ ὡς ὕποπτον ᾐνίξω πάλιν. |1121 καί σʼ εἰ βεβαίως εὖ φρονεῖς ἤδη σκοπῶ. |1122 οὐ γάρ τι βακχεύσας γε μέμνημαι φρένας. |1123 λύσω, γέροντες, δεσμὰ παιδός; ἢ τί δρῶ; |1124 καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ. |1125 τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα. |1126 ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι; |1127 ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε; |1128 ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν; |1129 τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά. |1130 ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά. |1131 ἰδού, θέασαι τάδε τέκνων πεσήματα. |1132 οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας; |1133 ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις. |1134 τί πόλεμον εἶπας; τούσδε τίς διώλεσε; |1135 σὺ καὶ σὰ τόξα καὶ θεῶν ὃς αἴτιος. |1136 τί φῄς; τί δράσας; ὦ κάκʼ ἀγγέλλων πάτερ. |1137 μανείς· ἐρωτᾷς δʼ ἄθλιʼ ἑρμηνεύματα. |1138 ἦ καὶ δάμαρτός εἰμʼ ἐγὼ φονεὺς ἐμῆς; |1139 μιᾶς ἅπαντα χειρὸς ἔργα σῆς τάδε. |1140 αἰαῖ· στεναγμῶν γάρ με περιβάλλει νέφος. |1141 τούτων ἕκατι σὰς καταστένω τύχας. |1142 ἦ γὰρ συνήραξʼ οἶκον ἢ βάκχευσʼ ἐμόν; |1143 οὐκ οἶδα πλὴν ἕν· πάντα δυστυχεῖ τὰ σά. |1144 ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν; |1145 ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί. |1146 οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς |1147 τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς; |1148 κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα |1149 ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας |1150 τέκνοις δικαστὴς αἵματος γενήσομαι; |1151 ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί, |1152 δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου; |1153 ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων |1154 Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός. |1155 ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος |1156 ἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν. |1157 οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν |1158 εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών; |1159 φέρʼ ἄν τι κρατὶ περιβάλω σκότον. |1160 αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς· |1161 καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν |1162 οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω. |1163 ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς |1164 μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι, |1165 σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ. |1166 κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν |1167 ὡς σκῆπτρα χώρας τῆσδʼ ἀναρπάσας Λύκος |1168 ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται. |1169 τίνων δʼ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς |1170 σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον, |1171 ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων. |1172 ἔα· |1172a τί νεκρῶν τῶνδε πληθύει πέδον; |1173 οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν |1174 ὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα; |1175 τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον; |1176 οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας, |1177 ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν. [lyric] |1178 ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξ |1179 τί χρῆμά μʼ οἰκτροῖς ἐκάλεσας προοιμίοις; [lyric] |1180 ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν. |1181 οἱ παῖδες οἵδε τίνες, ἐφʼ οἷς δακρυρροεῖς; [lyric] |1182 ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας, |1183 τεκόμενος δʼ ἔκανε, φόνιον αἷμα τλάς. |1184 εὔφημα φώνει. [lyric] |1185 βουλομένοισιν ἐπαγγέλλῃ. |1186 ὦ δεινὰ λέξας. [lyric] |1187 οἰχόμεθʼ οἰχόμεθα πτανοί. |1188 τί φῄς; τί δράσας; [lyric] |1189 μαινομένῳ πιτύλῳ πλαγχθεὶς |1190 ἑκατογκεφάλου τε βαφαῖς ὕδρας. |1191 Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον; [lyric] |1192 ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ |1193 δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ- |1194 σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς. |1195 φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ; [lyric] |1196 οὐκ ἂν εἰδείης ἕτερον |1197 πολυμοχθότερον πολυπλαγκτότερόν |1197a τε θνατῶν. |1198 τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα; [lyric] |1199 αἰδόμενος τὸ σὸν ὄμμα |1200 καὶ φιλίαν ὁμόφυλον |1201 αἷμά τε παιδοφόνον. |1202 ἀλλʼ, εἰ συναλγῶν γʼ ἦλθον, ἐκκάλυπτέ νιν. [lyric] |1204 ὦ τέκνον· πάρες ἀπʼ ὀμμάτων |1205 πέπλον, ἀπόδικε, ῥέθος ἀελίῳ δεῖξον. |1206 βάρος ἀντίπαλον, δακρύοις συναμιλλαταί, |1207 ἱκετεύομεν ἀμφὶ γενειάδα καὶ |1209 γόνυ καὶ χέρα σὰν προπίτνων, πολιόν τε |1210 δάκρυον ἐκβάλλων· ἰὼ παῖ, κατά- |1211 σχεθε λέοντος ἀγρίου θυμόν, ὡς |1212 βρόμον ἐπὶ φόνιον ἀνόσιον ἐξάγῃ, |1213 κακὰ θέλων κακοῖς συνάψαι, τέκνον. |1214 εἶἑν· σὲ τὸν θάσσοντα δυστήνους ἕδρας |1215 αὐδῶ, φίλοισιν ὄμμα δεικνύναι τὸ σόν. |1216 οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος, |1217 ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν. |1218 τί μοι προσείων χεῖρα σημαίνεις φόνον; |1219 ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων; |1220 οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς· |1221 καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον, |1222 ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα. |1223 χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων, |1224 καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει, |1225 συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ. |1226 ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα, |1227 βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν, |1228 φέρει τά γʼ ἐκ θεῶν πτώματʼ οὐδʼ ἀναίνεται. |1229 Θησεῦ, δέδορκας τόνδʼ ἀγῶνʼ ἐμῶν τέκνων; |1230 ἤκουσα, καὶ βλέποντι σημαίνεις κακά. |1231 τί δῆτά μου κρᾶτʼ ἀνεκάλυψας ἡλίῳ; |1232 τί δʼ; οὐ μιαίνεις θνητὸς ὢν τὰ τῶν θεῶν. |1233 φεῦγʼ, ὦ ταλαίπωρʼ, ἀνόσιον μίασμʼ ἐμόν. |1234 οὐδεὶς ἀλάστωρ τοῖς φίλοις ἐκ τῶν φίλων. |1235 ἐπῄνεσʼ· εὖ δράσας δέ σʼ οὐκ ἀναίνομαι. |1236 ἐγὼ δὲ πάσχων εὖ τότʼ οἰκτίρω σε νῦν. |1237 οἰκτρὸς γάρ εἰμι τἄμʼ ἀποκτείνας τέκνα. |1238 κλαίω χάριν σὴν ἐφʼ ἑτέραισι συμφοραῖς. |1239 ηὗρες δέ γʼ ἄλλους ἐν κακοῖσι μείζοσιν; |1240 ἅπτῃ κάτωθεν οὐρανοῦ δυσπραξίᾳ. |1241 τοιγὰρ παρεσκευάσμεθʼ ὥστε κατθανεῖν. |1242 δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν; |1243 αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ. |1244 ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς. |1245 γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ. |1246 δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος; |1247 θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο. |1248 εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους. |1249 σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς. |1250 ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε; |1251 οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον. |1252 εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος; |1253 οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ. |1254 οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν. |1255 ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις |1256 πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι |1257 ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν. |1258 πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν |1259 μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν |1260 ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ. |1261 ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους |1262 ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους. |1263 Ζεὺς δʼ — ὅστις ὁ Ζεύς — πολέμιόν μʼ ἐγείνατο |1264 Ἥρᾳ — σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον· |1265 πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ· |1266 ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις |1267 ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς |1268 ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα. |1269 ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην |1270 ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν; |1271 ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους |1272 Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ |1273 κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα; |1274 τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα |1275 ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων |1276 διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην, |1277 Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος |1278 ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως. |1279 τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον, |1280 παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς. |1281 ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις |1282 Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω, |1283 ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων |1284 εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω. |1285 ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν; |1286 φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν; |1287 κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι, |1288 γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι· |1289 Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε |1290 δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται; |1291 κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ |1292 αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς |1293 ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν. |1294 ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε· |1295 φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με |1296 μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν |1297 πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον |1298 Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι. |1299 καὶ ταῦτʼ ἄριστα μηδένʼ Ἑλλήνων μʼ ὁρᾶν, |1300 ἐν οἷσιν εὐτυχοῦντες ἦμεν ὄλβιοι. |1301 τί δῆτά με ζῆν δεῖ; τί κέρδος ἕξομεν |1302 βίον γʼ ἀχρεῖον ἀνόσιον κεκτημένοι; |1303 χορευέτω δὴ Ζηνὸς ἡ κλεινὴ δάμαρ |1304 κρόουσʼ Ὀλυμπίου Ζηνὸς ἀρβύλῃ πόδα. |1305 ἔπραξε γὰρ βούλησιν ἣν ἐβούλετο, |1306 ἄνδρʼ Ἑλλάδος τὸν πρῶτον αὐτοῖσιν βάθροις |1307 ἄνω κάτω στρέψασα. — τοιαύτῃ θεῷ |1308 τίς ἂν προσεύχοιθʼ; ἣ γυναικὸς οὕνεκα |1309 λέκτρων φθονοῦσα Ζηνὶ τοὺς εὐεργέτας |1310 Ἑλλάδος ἀπώλεσʼ οὐδὲν ὄντας αἰτίους. |1311 οὐκ ἔστιν ἄλλου δαιμόνων ἀγὼν ὅδε |1312 ἢ τῆς Διὸς δάμαρτος· εὖ τόδʼ αἰσθάνῃ. |1313a παραινέσαιμʼ ἂν μᾶλλον ἢ πάσχειν κακῶς. |1314 οὐδεὶς δὲ θνητῶν ταῖς τύχαις ἀκήρατος, |1315 οὐ θεῶν, ἀοιδῶν εἴπερ οὐ ψευδεῖς λόγοι. |1316 οὐ λέκτρʼ ἐν ἀλλήλοισιν, ὧν οὐδεὶς νόμος, |1317 συνῆψαν; οὐ δεσμοῖσι διὰ τυραννίδας |1318 πατέρας ἐκηλίδωσαν; ἀλλʼ οἰκοῦσʼ ὅμως |1319 Ὄλυμπον ἠνέσχοντό θʼ ἡμαρτηκότες. |1320 καίτοι τί φήσεις, εἰ σὺ μὲν θνητὸς γεγὼς |1321 φέρεις ὑπέρφευ τὰς τύχας, θεοὶ δὲ μή; |1322 Θήβας μὲν οὖν ἔκλειπε τοῦ νόμου χάριν, |1323 ἕπου δʼ ἅμʼ ἡμῖν πρὸς πόλισμα Παλλάδος. |1324 ἐκεῖ χέρας σὰς ἁγνίσας μιάσματος, |1325 δόμους τε δώσω χρημάτων τʼ ἐμῶν μέρος. |1326 ἃ δʼ ἐκ πολιτῶν δῶρʼ ἔχω σώσας κόρους |1327 δὶς ἑπτά, ταῦρον Κνώσιον κατακτανών, |1328 σοὶ ταῦτα δώσω. πανταχοῦ δέ μοι χθονὸς |1329 τεμένη δέδασται· ταῦτʼ ἐπωνομασμένα |1330 σέθεν τὸ λοιπὸν ἐκ βροτῶν κεκλήσεται |1331 ζῶντος· θανόντα δʼ, εὖτʼ ἂν εἰς Ἅιδου μόλῃς, |1332 θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι |1333 τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις. |1334 καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο |1335 ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν. |1336 κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας |1337 τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων. |1338 θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων· |1339 ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ. |1340 οἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν, |1341 ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις |1342 στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν |1343 οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι, |1344 οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι. |1345 δεῖται γὰρ ὁ θεός, εἴπερ ἔστʼ ὀρθῶς θεός, |1346 οὐδενός· ἀοιδῶν οἵδε δύστηνοι λόγοι. |1347 ἐσκεψάμην δὲ καίπερ ἐν κακοῖσιν ὤν, |1348 μὴ δειλίαν ὄφλω τινʼ ἐκλιπὼν φάος· |1349 ταῖς συμφοραῖς γὰρ ὅστις οὐχ ὑφίσταται, |1350 οὐδʼ ἀνδρὸς ἂν δύναιθʼ ὑποστῆναι βέλος. |1351 ἐγκαρτερήσω βίοτον· εἶμι δʼ ἐς πόλιν |1352 τὴν σήν, χάριν τε μυρίων δώρων ἔχω. |1353 ἀτὰρ πόνων δὴ μυρίων ἐγευσάμην· |1354 ὧν οὔτʼ ἀπεῖπον οὐδένʼ οὔτʼ ἀπʼ ὀμμάτων |1355 ἔσταξα πηγάς, οὐδʼ ἂν ᾠόμην ποτὲ |1356 ἐς τοῦθʼ ἱκέσθαι, δάκρυʼ ἀπʼ ὀμμάτων βαλεῖν· |1357 νῦν δʼ, ὡς ἔοικε, τῇ τύχῃ δουλευτέον. |1358 εἶἑν· γεραιέ, τὰς ἐμὰς φυγὰς ὁρᾷς, |1359 ὁρᾷς δὲ παίδων ὄντα μʼ αὐθέντην ἐμῶν· |1360 δὸς τούσδε τύμβῳ καὶ περίστειλον νεκροὺς |1361 δακρύοισι τιμῶν — ἐμὲ γὰρ οὐκ ἐᾷ νόμος — |1362 πρὸς στέρνʼ ἐρείσας μητρὶ δούς τʼ ἐς ἀγκάλας, |1363 κοινωνίαν δύστηνον, ἣν ἐγὼ τάλας |1364 διώλεσʼ ἄκων. γῇ δʼ ἐπὴν κρύψῃς νεκρούς, |1365 οἴκει πόλιν τήνδʼ, ἀθλίως μέν, ἀλλʼ ὅμως |1366 ψυχὴν βιάζου τἀμὰ συμφέρειν κακά. |1367 ὦ τέκνʼ, ὁ φύσας καὶ τεκὼν ὑμᾶς πατὴρ |1368 ἀπώλεσʼ, οὐδʼ ὤνασθε τῶν ἐμῶν καλῶν, |1369 ἁγὼ παρεσκεύαζον ἐκμοχθῶν βίᾳ |1370 εὔκλειαν ὑμῖν, πατρὸς ἀπόλαυσιν καλήν. |1371 σέ τʼ οὐχ ὁμοίως, ὦ τάλαινʼ, ἀπώλεσα |1372 ὥσπερ σὺ τἀμὰ λέκτρʼ ἔσῳζες ἀσφαλῶς, |1373 μακρὰς διαντλοῦσʼ ἐν δόμοις οἰκουρίας. |1374 οἴμοι δάμαρτος καὶ τέκνων, οἴμοι δʼ ἐμοῦ, |1375 ὡς ἀθλίως πέπραγα κἀποζεύγνυμαι |1376 τέκνων γυναικός τʼ· ὦ λυγραὶ φιλημάτων |1377 τέρψεις, λυγραὶ δὲ τῶνδʼ ὅπλων κοινωνίαι. |1378 ἀμηχανῶ γὰρ πότερʼ ἔχω τάδʼ ἢ μεθῶ, |1379 ἃ πλευρὰ τἀμὰ προσπίτνοντʼ ἐρεῖ τάδε· |1380 Ἡμῖν τέκνʼ εἷλες καὶ δάμαρθʼ· ἡμᾶς ἔχεις |1381 παιδοκτόνους σούς. εἶτʼ ἐγὼ τάδʼ ὠλέναις |1382 οἴσω; τί φάσκων; ἀλλὰ γυμνωθεὶς ὅπλων, |1383 ξὺν οἷς τὰ κάλλιστʼ ἐξέπραξʼ ἐν Ἑλλάδι, |1384 ἐχθροῖς ἐμαυτὸν ὑποβαλὼν αἰσχρῶς θάνω; |1385 οὐ λειπτέον τάδʼ, ἀθλίως δὲ σῳστέον. |1386 ἕν μοί τι, Θησεῦ, σύγκαμʼ· ἀθλίου κυνὸς |1387 κόμιστρʼ ἐς Ἄργος συγκατάστησον μολών, |1388 λύπῃ τι παίδων μὴ πάθω μονούμενος. |1389 ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς, |1390 κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον |1391 παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε |1392 νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν |1393 Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ. |1394 ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις. |1395 οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου. |1396 καὶ τοὺς σθένοντας γὰρ καθαιροῦσιν τύχαι. |1397 φεῦ· |1397a αὐτοῦ γενοίμην πέτρος ἀμνήμων κακῶν. |1398 παῦσαι· δίδου δὲ χεῖρʼ ὑπηρέτῃ φίλῳ. |1399 ἀλλʼ αἷμα μὴ σοῖς ἐξομόρξωμαι πέπλοις. |1400 ἔκμασσε, φείδου μηδέν· οὐκ ἀναίνομαι. |1401 παίδων στερηθεὶς παῖδʼ ὅπως ἔχω σʼ ἐμόν. |1402 δίδου δέρῃ σὴν χεῖρʼ, ὁδηγήσω δʼ ἐγώ. |1403 ζεῦγός γε φίλιον· ἅτερος δὲ δυστυχής. |1404 ὦ πρέσβυ, τοιόνδʼ ἄνδρα χρὴ κτᾶσθαι φίλον. |1405 ἡ γὰρ τεκοῦσα τόνδε πατρὶς εὔτεκνος. |1406 Θησεῦ, πάλιν με στρέψον, ὡς ἴδω τέκνα. |1407 ὡς δὴ τί; φίλτρον τοῦτʼ ἔχων ῥᾴων ἔσῃ; |1408 ποθῶ· πατρός τε στέρνα προσθέσθαι θέλω. |1409 ἰδοὺ τάδʼ, ὦ παῖ· τἀμὰ γὰρ σπεύδεις φίλα. |1410 οὕτως πόνων σῶν οὐκέτι μνήμην ἔχεις; |1411 ἅπαντʼ ἐλάσσω κεῖνα τῶνδʼ ἔτλην κακά. |1412 εἴ σʼ ὄψεταί τις θῆλυν ὄντʼ, οὐκ αἰνέσει. |1413 ζῶ σοι ταπεινός; ἀλλὰ πρόσθεν οὐ δοκῶ. |1414 ἄγαν γʼ· ὁ κλεινὸς Ἡρακλῆς οὐκ εἶ νοσῶν. |1415 σὺ ποῖος ἦσθα νέρθεν ἐν κακοῖσιν ὤν; |1416 ὡς ἐς τὸ λῆμα παντὸς ἦν ἥσσων ἀνήρ. |1417 πῶς οὖν ἔτʼ εἴπης ὅτι συνέσταλμαι κακοῖς; |1418 πρόβαινε. |1418b χαῖρʼ, ὦ πρέσβυ. |1418c καὶ σύ μοι, τέκνον. |1419 θάφθʼ ὥσπερ εἶπον παῖδας. |1419b ἐμὲ δὲ τίς, τέκνον; |1420 ἐγώ. |1420b πότʼ ἐλθών; |1420c ἡνίκʼ ἂν θάψῃς τέκνα. |1421 πῶς; |1421b εἰς Ἀθήνας πέμψομαι Θηβῶν ἄπο. |1422 ἀλλʼ ἐσκόμιζε τέκνα δυσκόμιστα γῇ· |1423 ἡμεῖς δʼ ἀναλώσαντες αἰσχύναις δόμον, |1424 Θησεῖ πανώλεις ἑψόμεσθʼ ἐφολκίδες. |1425 ὅστις δὲ πλοῦτον ἢ σθένος μᾶλλον φίλων |1426 ἀγαθῶν πεπᾶσθαι βούλεται, κακῶς φρονεῖ. [anapests] |1427 στείχομεν οἰκτροὶ καὶ πολύκλαυτοι, |1428 τὰ μέγιστα φίλων ὀλέσαντες.