[edition urn:cts:greekLit:tlg0006.tlg006.perseus-grc2] [episode] |1 Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι, |2 ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ |3 Πριάμου τύραννον ἑστίαν ἀφικόμην |4 δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι, |5 ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ, |6 νῦν δ’, εἴ τις ἄλλη, δυστυχεστάτη γυνή· |7 ἐμοῦ πέφυκεν ἢ γενήσεταί ποτε |8 ἥτις πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως |9 θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει |10 ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων, |11 ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον· |12 αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων |13 οἴκων νομισθεῖσ’ Ἑλλάδ’ εἰσαφικόμην |14 τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας |15 δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον. |16 Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας |17 σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία |18 Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις |19 φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς |20 Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων. |21 ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως, |22 Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας, |23 ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν. |24 κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον, |25 πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ. |26 καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως |27 ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου |28 ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν· |29 ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ |30 τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος, |31 κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι. |32 λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις |33 τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην, |34 αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω |35 τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ· |36 ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην, |37 νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας, |38 ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει. |39 ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν, |40 πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε. |41 καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν |42 ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ |43 δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον |44 θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν. |45 Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως |46 σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων. |47 ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ |48 ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη. |49 ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα |50 προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν |51 Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην |52 δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν |53 ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην, |54 εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος |55 θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ. |56 δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε |57 καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν |58 τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον, |59 εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει, |60 καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους, |61 φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται, |62 οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται |63 Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα. |64 ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ |65 τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ— |66 τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ, |67 κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ; |68 τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ, |69 κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου. |70 οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον; |71 πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην. |72 οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε· |73 φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο. |74 ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε |75 δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος |76 πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων. |77 δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς |78 κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων. |79 οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις; |80 γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών. |81 καὶ μὴν ἔπεμψ’ ἐπ’ αὐτὸν οὐχ ἅπαξ μόνον. |82 μῶν οὖν δοκεῖς σου φροντίσαι τιν’ ἀγγέλων; |83 πόθεν; θέλεις οὖν ἄγγελος σύ μοι μολεῖν; |84 τί δῆτα φήσω χρόνιος οὖσ’ ἐκ δωμάτων; |85 πολλὰς ἂν εὕροις μηχανάς· γυνὴ γὰρ εἶ. |86 κίνδυνος· Ἑρμιόνη γὰρ οὐ σμικρὸν φύλαξ. |87 ὁρᾷς; ἀπαυδᾷς ἐν κακοῖς φίλοισι σοῖς. |88 οὐ δῆτα· μηδὲν τοῦτ’ ὀνειδίσῃς ἐμοί. |89 ἀλλ’ εἶμ’, ἐπεί τοι κοὐ περίβλεπτος βίος |90 δούλης γυναικός, ἤν τι καὶ πάθω κακόν. |91 χώρει νυν· ἡμεῖς δ’, οἷσπερ ἐγκείμεσθ’ ἀεὶ |92 θρήνοισι καὶ γόοισι καὶ δακρύμασι, |93 πρὸς αἰθέρ’ ἐκτενοῦμεν· ἐμπέφυκε γὰρ |94 γυναιξὶ τέρψις τῶν παρεστώτων κακῶν |95 ἀνὰ στόμ’ ἀεὶ καὶ διὰ γλώσσης ἔχειν. |96 πάρεστι δ’ οὐχ ἓν ἀλλὰ πολλά μοι στένειν, |97 πόλιν πατρῴαν τὸν θανόντα θ’ Ἕκτορα |98 στερρόν τε τὸν ἐμὸν δαίμον’ ᾧ συνεζύγην |99 δούλειον ἦμαρ εἰσπεσοῦσ’ ἀναξίως. |100 χρὴ δ’ οὔποτ’ εἰπεῖν οὐδέν’ ὄλβιον βροτῶν, |101 πρὶν ἂν θανόντος τὴν τελευταίαν ἴδῃς |102 ὅπως περάσας ἡμέραν ἥξει κάτω. [elegiacs] |103 Ἰλίῳ αἰπεινᾷ Πάρις οὐ γάμον ἀλλά τιν’ ἄταν |104 ἠγάγετ’ εὐναίαν εἰς θαλάμους Ἑλέναν. |105 ἇς ἕνεκ’, ὦ Τροία, δορὶ καὶ πυρὶ δηιάλωτον |106 εἷλέ σ’ ὁ χιλιόναυς Ἑλλάδος ὠκὺς Ἄρης |107 καὶ τὸν ἐμὸν μελέας πόσιν Ἕκτορα, τὸν περὶ τείχη |108 εἵλκυσε διφρεύων παῖς ἁλίας Θέτιδος· |109 αὐτὰ δ’ ἐκ θαλάμων ἀγόμαν ἐπὶ θῖνα θαλάσσας, |110 δουλοσύναν στυγερὰν ἀμφιβαλοῦσα κάρᾳ. |111 πολλὰ δὲ δάκρυά μοι κατέβα χροός, ἁνίκ’ ἔλειπον |112 ἄστυ τε καὶ θαλάμους καὶ πόσιν ἐν κονίαις. |113 ὤμοι ἐγὼ μελέα, τί μ’ ἐχρῆν ἔτι φέγγος ὁρᾶσθαι |114 Ἑρμιόνας δούλαν; ἇς ὕπο τειρομένα |115 πρὸς τόδ’ ἄγαλμα θεᾶς ἱκέτις περὶ χεῖρε βαλοῦσα |116 τάκομαι ὡς πετρίνα πιδακόεσσα λιβάς. [choral] [strophe 1] |117 ὦ γύναι, ἃ Θέτιδος δάπεδον καὶ ἀνάκτορα θάσσεις |118 δαρὸν οὐδὲ λείπεις, |119 Φθιὰς ὅμως ἔμολον ποτὶ σὰν Ἀσιήτιδα γένναν, |120 εἴ τί σοι δυναίμαν |121 ἄκος τῶν δυσλύτων πόνων τεμεῖν, |122 οἳ σὲ καὶ Ἑρμιόναν ἔριδι στυγερᾷ συνέκλῃσαν, |123 τλάμον’ ἀμφὶ λέκτρων |124 διδύμων ἐπίκοινον ἐοῦσαν |125 ἀμφὶ παῖδ’ Ἀχιλλέως. [antistrophe 1] |126 γνῶθι τύχαν, λόγισαι τὸ παρὸν κακὸν εἰς ὅπερ ἥκεις. |127 δεσπόταις ἁμιλλᾷ |128 Ἰλιὰς οὖσα κόρα Λακεδαίμονος ἐγγενέτῃσιν; |129 λεῖπε δεξίμηλον |130 δόμον τᾶς ποντίας θεοῦ. τί σοι |131 καιρὸς ἀτυζομένᾳ δέμας αἰκέλιον καταλείβειν |132 δεσποτῶν ἀνάγκαις; |133 τὸ κρατοῦν δέ σ’ ἔπεισι. τί μόχθον |134 οὐδὲν οὖσα μοχθεῖς; [strophe 2] |135 ἀλλ’ ἴθι λεῖπε θεᾶς Νηρηίδος ἀγλαὸν ἕδραν, |136 γνῶθι δ’ οὖσ’ ἐπὶ ξένας |137 δμωὶς ἐπ’ ἀλλοτρίας |138 πόλεος, ἔνθ’ οὐ φίλων τιν’ εἰσορᾷς |139 σῶν, ὦ δυστυχεστάτα, |140 παντάλαινα νύμφα. [antistrophe 2] |141 οἰκτροτάτα γὰρ ἔμοιγ’ ἔμολες, γύναι Ἰλιάς, οἴκους |142 δεσποτῶν ἐμῶν· φόβῳ δ’ |143 ἡσυχίαν ἄγομεν— |144 τὸ δὲ σὸν οἴκτῳ φέρουσα τυγχάνω— |145 μὴ παῖς τᾶς Διὸς κόρας |146 σοί μ’ εὖ φρονοῦσαν εἰδῇ. [episode] |147 κόσμον μὲν ἀμφὶ κρατὶ χρυσέας χλιδῆς |148 στολμόν τε χρωτὸς τόνδε ποικίλων πέπλων |149 οὐ τῶν Ἀχιλλέως οὐδὲ Πηλέως ἄπο |150 δόμων ἀπαρχὰς δεῦρ’ ἔχουσ’ ἀφικόμην, |151 ἀλλ’ ἐκ Λακαίνης Σπαρτιάτιδος χθονὸς |152 Μενέλαος ἡμῖν ταῦτα δωρεῖται πατὴρ |153 πολλοῖς σὺν ἕδνοις, ὥστ’ ἐλευθεροστομεῖν. |154 ὑμᾶς μὲν οὖν τοῖσδ’ ἀνταμείβομαι λόγοις· |155 σὺ δ’ οὖσα δούλη καὶ δορίκτητος γυνὴ |156 δόμους κατασχεῖν ἐκβαλοῦσ’ ἡμᾶς θέλεις |157 τούσδε, στυγοῦμαι δ’ ἀνδρὶ φαρμάκοισι σοῖς, |158 νηδὺς δ’ ἀκύμων διὰ σέ μοι διόλλυται· |159 δεινὴ γὰρ ἠπειρῶτις εἰς τὰ τοιάδε |160 ψυχὴ γυναικῶν· ὧν ἐπισχήσω σ’ ἐγώ, |161 κοὐδέν σ’ ὀνήσει δῶμα Νηρῇδος τόδε, |162 οὐ βωμὸς οὐδὲ ναός, ἀλλὰ κατθανῇ. |163 ἢν δ’ οὖν βροτῶν τίς σ’ ἢ θεῶν σῷσαι θέλῃ, |164 δεῖ σ’ ἀντὶ τῶν πρὶν ὀλβίων φρονημάτων |165 πτῆξαι ταπεινὴν προσπεσεῖν τ’ ἐμὸν γόνυ, |166 σαίρειν τε δῶμα τοὐμὸν ἐκ χρυσηλάτων |167 τευχέων χερὶ σπείρουσαν Ἀχελῴου δρόσον, |168 γνῶναί θ’ ἵν’ εἶ γῆς. οὐ γάρ ἐσθ’ Ἕκτωρ τάδε, |169 οὐ Πρίαμος οὐδὲ χρυσός, ἀλλ’ Ἑλλὰς πόλις. |170 εἰς τοῦτο δ’ ἥκεις ἀμαθίας, δύστηνε σύ, |171 ἣ παιδὶ πατρός, ὃς σὸν ὤλεσεν πόσιν, |172 τολμᾷς ξυνεύδειν καὶ τέκν’ αὐθέντου πάρα |173 τίκτειν. τοιοῦτον πᾶν τὸ βάρβαρον γένος· |174 πατήρ τε θυγατρὶ παῖς τε μητρὶ μίγνυται |175 κόρη τ’ ἀδελφῷ, διὰ φόνου δ’ οἱ φίλτατοι |176 χωροῦσι, καὶ τῶνδ’ οὐδὲν ἐξείργει νόμος. |177 ἃ μὴ παρ’ ἡμᾶς εἴσφερ’· οὐδὲ γὰρ καλὸν |178 δυοῖν γυναικοῖν ἄνδρ’ ἕν’ ἡνίας ἔχειν, |179 ἀλλ’ εἰς μίαν βλέποντες εὐναίαν Κύπριν |180 στέργουσιν, ὅστις μὴ κακῶς οἰκεῖν θέλει. |181 ἐπίφθονόν τοι χρῆμα θηλείας φρενὸς |182 καὶ ξυγγάμοισι δυσμενὲς μάλιστ’ ἀεί. |183 φεῦ φεῦ· |184 κακόν γε θνητοῖς τὸ νέον ἔν τε τῷ νέῳ |185 τὸ μὴ δίκαιον ὅστις ἀνθρώπων ἔχει. |186 ἐγὼ δὲ ταρβῶ μὴ τὸ δουλεύειν μέ σοι |187 λόγων ἀπώσῃ πόλλ’ ἔχουσαν ἔνδικα, |188 ἢν δ’ αὖ κρατήσω, μὴ ’πὶ τῷδ’ ὄφλω βλάβην· |189 οἱ γὰρ πνέοντες μεγάλα τοὺς κρείσσους λόγους |190 πικρῶς φέρουσι τῶν ἐλασσόνων ὕπο· |191 ὅμως δ’ ἐμαυτὴν οὐ προδοῦσ’ ἁλώσομαι. |192 εἴπ’, ὦ νεᾶνι, τῷ σ’ ἐχεγγύῳ λόγῳ |193 πεισθεῖσ’ ἀπωθῶ γνησίων νυμφευμάτων; |194 ὡς ἡ Λάκαινα τῶν Φρυγῶν μείων πόλις, |195 τύχῃ θ’ ὑπερθεῖ, κἄμ’ ἐλευθέραν ὁρᾷς; |196 ἢ τῷ νέῳ τε καὶ σφριγῶντι σώματι |197 πόλεως τε μεγέθει καὶ φίλοις ἐπηρμένη |198 οἶκον κατασχεῖν τὸν σὸν ἀντὶ σοῦ θέλω; |199 πότερον ἵν’ αὐτὴ παῖδας ἀντὶ σοῦ τέκω |200 δούλους ἐμαυτῇ τ’ ἀθλίαν ἐφολκίδα; |201 ἢ τοὺς ἐμούς τις παῖδας ἐξανέξεται |202 Φθίας τυράννους ὄντας, ἢν σὺ μὴ τέκῃς; |203 φιλοῦσι γάρ μ’ Ἕλληνες Ἕκτορός τ’ ἄπο; |204 αὐτή τ’ ἀμαυρὰ κοὐ τύραννος ἦ Φρυγῶν; |205 οὐκ ἐξ ἐμῶν σε φαρμάκων στυγεῖ πόσις, |206 ἀλλ’ εἰ ξυνεῖναι μὴ ’πιτηδεία κυρεῖς. |207 φίλτρον δὲ καὶ τόδ’· οὐ τὸ κάλλος, ὦ γύναι, |208 ἀλλ’ ἁρεταὶ τέρπουσι τοὺς ξυνευνέτας. |209 σὺ δ’ ἤν τι κνισθῇς, ἡ Λάκαινα μὲν πόλις |210 μέγ’ ἐστί, τὴν δὲ Σκῦρον οὐδαμοῦ τίθης· |211 πλουτεῖς δ’ ἐν οὐ πλουτοῦσι· Μενέλεως δέ σοι |212 μείζων Ἀχιλλέως. ταῦτά τοί σ’ ἔχθει πόσις. |213 χρὴ γὰρ γυναῖκα, κἂν κακῷ πόσει δοθῇ, |214 στέργειν, ἅμιλλάν τ’ οὐκ ἔχειν φρονήματος. |215 εἰ δ’ ἀμφὶ Θρῄκην χιόνι τὴν κατάρρυτον |216 τύραννον ἔσχες ἄνδρ’, ἵν’ ἐν μέρει λέχος |217 δίδωσι πολλαῖς εἷς ἀνὴρ κοινούμενος, |218 ἔκτεινας ἂν τάσδ’; εἶτ’ ἀπληστίαν λέχους |219 πάσαις γυναιξὶ προστιθεῖσ’ ἂν ηὑρέθης. |220 αἰσχρόν γε· καίτοι χείρον’ ἀρσένων νόσον |221 ταύτην νοσοῦμεν, ἀλλὰ προύστημεν καλῶς. |222 ὦ φίλταθ’ Ἕκτορ, ἀλλ’ ἐγὼ τὴν σὴν χάριν |223 σοὶ καὶ ξυνήρων, εἴ τί σε σφάλλοι Κύπρις, |224 καὶ μαστὸν ἤδη πολλάκις νόθοισι σοῖς |225 ἐπέσχον, ἵνα σοι μηδὲν ἐνδοίην πικρόν. |226 καὶ ταῦτα δρῶσα τῇ ἀρετῇ προσηγόμην |227 πόσιν· σὺ δ’ οὐδὲ ῥανίδ’ ὑπαιθρίας δρόσου |228 τῷ σῷ προσίζειν ἀνδρὶ δειμαίνουσ’ ἐᾷς. |229 μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, |230 ζήτει παρελθεῖν· τῶν κακῶν γὰρ μητέρων |231 φεύγειν τρόπους χρὴ τέκν’, ὅςοις ἔνεστι νοῦς. |232 δέσποιν’, ὅσον σοι ῥᾳδίως προσίσταται, |233 τοσόνδε πείθου τῇδε συμβῆναι λόγοις. |234 τί σεμνομυθεῖς κεἰς ἀγῶν’ ἔρχῃ λόγων, |235 ὡς δὴ σὺ σώφρων, τἀμὰ δ’ οὐχὶ σώφρονα; |236 οὔκουν ἐφ’ οἷς γε νῦν καθέστηκας λόγοις. |237 ὁ νοῦς ὁ σός μοι μὴ ξυνοικοίη, γύναι. |238 νέα πέφυκας καὶ λέγεις αἰσχρῶν πέρι. |239 σὺ δ’ οὐ λέγεις γε, δρᾷς δέ μ’ εἰς ὅσον δύνῃ. |240 οὐκ αὖ σιωπῇ Κύπριδος ἀλγήσεις πέρι; |241 τί δ’; οὐ γυναιξὶ ταῦτα πρῶτα πανταχοῦ; |242 ναί, |242a καλῶς γε χρωμέναισιν· εἰ δὲ μή, οὐ καλά. |243 οὐ βαρβάρων νόμοισιν οἰκοῦμεν πόλιν. |244 κἀκεῖ τά γ’ αἰσχρὰ κἀνθάδ’ αἰσχύνην ἔχει. |245 σοφὴ σοφὴ σύ· κατθανεῖν δ’ ὅμως σε δεῖ. |246 ὁρᾷς ἄγαλμα Θέτιδος εἰς σ’ ἀποβλέπον; |247 μισοῦν γε πατρίδα σὴν Ἀχιλλέως φόνῳ. |248 Ἑλένη νιν ὤλεσ’, οὐκ ἐγώ, μήτηρ δὲ σή. |249 ἦ καὶ πρόσω γὰρ τῶν ἐμῶν ψαύσεις κακῶν; |250 ἰδοὺ σιωπῶ κἀπιλάζυμαι στόμα. |251 ἐκεῖνο λέξον, οὗπερ εἵνεκ’ ἐστάλην. |252 λέγω σ’ ἐγὼ νοῦν οὐκ ἔχειν ὅσον σε δεῖ. |253 λείψεις τόδ’ ἁγνὸν τέμενος ἐναλίας θεοῦ; |254 εἰ μὴ θανοῦμαί γ’· εἰ δὲ μή, οὐ λείψω ποτέ. |255 ὡς τοῦτ’ ἄραρε, κοὐ μενῶ πόσιν μολεῖν. |256 ἀλλ’ οὐδ’ ἐγὼ μὴν πρόσθεν ἐκδώσω μέ σοι. |257 πῦρ σοι προσοίσω, κοὐ τὸ σὸν προσκέψομαι— |258 σὺ δ’ οὖν κάταιθε· θεοὶ γὰρ εἴσονται τάδε. |259 καὶ χρωτὶ δεινῶν τραυμάτων ἀλγηδόνας. |260 σφάζ’, αἱμάτου θεᾶς βωμόν, ἣ μέτεισί σε. |261 ὦ βάρβαρον σὺ θρέμμα καὶ σκληρὸν θράσος, |262 ἐγκαρτερεῖς δὴ θάνατον; ἀλλ’ ἐγώ σ’ ἕδρας |263 ἐκ τῆσδ’ ἑκοῦσαν ἐξαναστήσω τάχα· |264 τοιόνδ’ ἔχω σου δέλεαρ. ἀλλὰ γὰρ λόγους |265 κρύψω, τὸ δ’ ἔργον αὐτὸ σημανεῖ τάχα. |266 κάθησ’ ἑδραία· καὶ γὰρ εἰ πέριξ σ’ ἔχοι |267 τηκτὸς μόλυβδος, ἐξαναστήσω σ’ ἐγὼ |268 πρὶν ᾧ πέποιθας παῖδ’ Ἀχιλλέως μολεῖν. |269 πέποιθα. δεινὸν δ’ ἑρπετῶν μὲν ἀγρίων |270 ἄκη βροτοῖσι θεῶν καταστῆσαί τινα· |271 ὃ δ’ ἔστ’ ἐχίδνης καὶ πυρὸς περαιτέρω, |272 οὐδεὶς γυναικὸς φάρμακ’ ἐξηύρηκέ πω |273 κακῆς· τοσοῦτόν ἐσμεν ἀνθρώποις κακόν. [choral] [strophe 1] |274 Ἦ μεγάλων ἀχέων ἄρ’ ὑπῆρξεν, ὅτ’ Ἰδαίαν |275 ἐς νάπαν ἦλθ’ ὁ Μαί- |276 ας τε καὶ Διὸς τόκος, |277 τρίπωλον ἅρμα δαιμόνων |278 ἄγων τὸ καλλιζυγές, |279 ἔριδι στυγερᾷ κεκορυθμένον εὐμορφίας |280 σταθμοὺς ἐπὶ βούτα, |281 βοτῆρά τ’ ἀμφὶ μονότροπον νεανίαν |282 ἔρημόν θ’ |283 ἑστιοῦχον αὐλάν. [antistrophe 1] |284 ταὶ δ’ ἐπεὶ ὑλόκομον νάπος ἤλυθον οὐρειᾶν |285 πιδάκων νίψαν αἰ- |286 γλᾶντα σώματα ῥοαῖς, |287 ἔβαν δὲ Πριαμίδαν ὑπερ- |288 βολαῖς λόγων δυσφρόνων |289 παραβαλλόμεναι, δολίοις δ’ ἕλε Κύπρις λόγοις, |290 τερπνοῖς μὲν ἀκοῦσαι, |291 πικρὰν δὲ σύγχυσιν βίου Φρυγῶν πόλει |292 ταλαίνᾳ |292a περγάμοις τε Τροίας. [strophe 2] |293 ἀλλ’ εἴθ’ ὑπὲρ κεφαλὰν ἔβαλεν κακὸν |294 ἁ τεκοῦσά νιν Πάριν |294a πρὶν Ἰδαῖ- |295 ον κατοικίσαι λέπας· |296 ὅτε νιν παρὰ θεσπεσίῳ δάφνᾳ |297 βόασε Κασάνδρα κτανεῖν, |298 μεγάλαν Πριάμου πόλεως λώβαν. |299 τίν’ οὐκ ἐπῆλθε, ποῖον οὐκ ἐλίσσετο |299a δαμογερόν- |300 των βρέφος φονεύειν; [antistrophe 2] |301 οὔτ’ ἂν ἐπ’ Ἰλιάσι ζυγὸν ἤλυθε |302 δούλιον, σύ τ’ ἂν γύναι, |303 τυράννων |303a ἔσχες ἂν δόμων ἕδρας· |304 παρέλυσε δ’ ἂν Ἑλλάδος ἀλγεινοὺς |305 μόχθους οὓς ἀμφὶ Τροίαν |306 δεκέτεις ἀλάληντο νέοι λόγχαις. |307 λέχη τ’ ἔρημ’ ἂν οὔποτ’ ἐξελείπετο, |308 καὶ τεκέων |308a ὀρφανοὶ γέροντες. [episode] |309 ἥκω λαβὼν σὸν παῖδ’, ὃν εἰς ἄλλους δόμους |310 λάθρᾳ θυγατρὸς τῆς ἐμῆς ὑπεξέθου. |311 σὲ μὲν γὰρ ηὔχεις θεᾶς βρέτας σῴσειν τόδε, |312 τοῦτον δὲ τοὺς κρύψαντας· ἀλλ’ ἐφηυρέθης |313 ἧσσον φρονοῦσα τοῦδε Μενέλεω, γύναι. |314 κεἰ μὴ τόδ’ ἐκλιποῦσ’ ἐρημώσεις πέδον, |315 ὅδ’ ἀντὶ τοῦ σοῦ σώματος σφαγήσεται. |316 ταῦτ’ οὖν λογίζου, πότερα κατθανεῖν θέλεις |317 ἢ τόνδ’ ὀλέσθαι σῆς ἁμαρτίας ὕπερ, |318 ἣν εἰς ἔμ’ εἴς τε παῖδ’ ἐμὴν ἁμαρτάνεις. |319 ὦ δόξα δόξα, μυρίοισι δὴ βροτῶν |320 οὐδὲν γεγῶσι βίοτον ὤγκωσας μέγαν. |321 εὔκλεια δ’ οἷς μὲν ἔστ’ ἀληθείας ὕπο, |322 εὐδαιμονίζω· τοὺς δ’ ὑπὸ ψευδῶν, ἔχειν |323 οὐκ ἀξιώσω, πλὴν τύχῃ φρονεῖν δοκεῖν. |324 σὺ δὴ στρατηγῶν λογάσιν Ἑλλήνων ποτὲ |325 Τροίαν ἀφείλου Πρίαμον, ὧδε φαῦλος ὤν; |326 ὅστις θυγατρὸς ἀντίπαιδος ἐκ λόγων |327 τοσόνδ’ ἔπνευσας, καὶ γυναικὶ δυστυχεῖ |328 δούλῃ κατέστης εἰς ἀγῶν’; οὐκ ἀξιῶ |329 οὔτ’ οὖν σὲ Τροίας οὔτε σοῦ Τροίαν ἔτι. |330 ἔξωθέν εἰσιν οἱ δοκοῦντες εὖ φρονεῖν |331 λαμπροί, τὰ δ’ ἔνδον πᾶσιν ἀνθρώποις ἴσοι, |332 πλὴν εἴ τι πλούτῳ· τοῦτο δ’ ἰσχύει μέγα. |333 Μενέλαε, φέρε δὴ διαπεράνωμεν λόγους· |334 τέθνηκα τῇ σῇ θυγατρὶ καί μ’ ἀπώλεσε· |335 μιαιφόνον μὲν οὐκέτ’ ἂν φύγοι μύσος. |336 ἐν τοῖς δὲ πολλοῖς καὶ σὺ τόνδ’ ἀγωνιῇ |337 φόνον· τὸ συνδρῶν γάρ σ’ ἀναγκάσει χρέος. |338 ἢν δ’ οὖν ἐγὼ μὲν μὴ θανεῖν ὑπεκδράμω, |339 τὸν παῖδά μου κτενεῖτε; κᾆτα πῶς πατὴρ |340 τέκνου θανόντος ῥᾳδίως ἀνέξεται; |341 οὐχ ὧδ’ ἄνανδρον αὐτὸν ἡ Τροία καλεῖ· |342 ἀλλ’ εἶσιν οἷ χρή—Πηλέως γὰρ ἄξια |343 πατρός τ’ Ἀχιλλέως ἔργα δρῶν φανήσεται— |344 ὤσει δὲ σὴν παῖδ’ ἐκ δόμων· σὺ δ’ ἐκδιδοὺς |345 ἄλλῳ τί λέξεις; πότερον ὡς κακὸν πόσιν |346 φεύγει τὸ ταύτης σῶφρον; ἀλλὰ πεύσεται. |347 γαμεῖ δὲ τίς νιν; ἤ σφ’ ἄνανδρον ἐν δόμοις |348 χήραν καθέξεις πολιόν; ὦ τλήμων ἀνήρ, |349 κακῶν τοσούτων οὐχ ὁρᾷς ἐπιρροάς; |350 πόσας ἂν εὐνὰς θυγατέρ’ ἠδικημένην |351 βούλοι’ ἂν εὑρεῖν ἢ παθεῖν ἁγὼ λέγω; |352 οὐ χρὴ ’πὶ μικροῖς μεγάλα πορσύνειν κακὰ |353 οὐδ’, εἰ γυναῖκές ἐσμεν ἀτηρὸν κακόν, |354 ἄνδρας γυναιξὶν ἐξομοιοῦσθαι φύσιν. |355 ἡμεῖς γὰρ εἰ σὴν παῖδα φαρμακεύομεν |356 καὶ νηδὺν ἐξαμβλοῦμεν, ὡς αὐτὴ λέγει, |357 ἑκόντες οὐκ ἄκοντες, οὐδὲ βώμιοι |358 πίτνοντες, αὐτοὶ τὴν δίκην ὑφέξομεν |359 ἐν σοῖσι γαμβροῖς, οἷσιν οὐκ ἐλάσσονα |360 βλάβην ὀφείλω προστιθεῖσ’ ἀπαιδίαν. |361 ἡμεῖς μὲν οὖν τοιοίδε· τῆς δὲ σῆς φρενὸς— |362 ἕν σου δέδοικα· διὰ γυναικείαν ἔριν |363 καὶ τὴν τάλαιναν ὤλεσας Φρυγῶν πόλιν. |364 ἄγαν ἔλεξας ὡς γυνὴ πρὸς ἄρσενας, |365 καί σου τὸ σῶφρον ἐξετόξευσεν φρενός. |366 γύναι, τάδ’ ἐστὶ σμικρὰ καὶ μοναρχίας |367 οὐκ ἄξι’, ὡς φῄς, τῆς ἐμῆς οὐδ’ Ἑλλάδος. |368 εὖ δ’ ἴσθ’, ὅτου τις τυγχάνει χρείαν ἔχων, |369 τοῦτ’ ἔσθ’ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν. |370 κἀγὼ θυγατρί—μεγάλα γὰρ κρίνω τάδε, |371 λέχους στέρεσθαι—σύμμαχος καθίσταμαι. |372 τὰ μὲν γὰρ ἄλλα δεύτερ’ ἂν πάσχοι γυνή, |373 ἀνδρὸς δ’ ἁμαρτάνουσ’ ἁμαρτάνει βίου. |374 δούλων δ’ ἐκεῖνον τῶν ἐμῶν ἄρχειν χρεὼν |375 καὶ τῶν ἐκείνου τοὺς ἐμούς, ἡμᾶς τε πρός· |376 φίλων γὰρ οὐδὲν ἴδιον, οἵτινες φίλοι |377 ὀρθῶς πεφύκασ’, ἀλλὰ κοινὰ χρήματα. |378 μένων δὲ τοὺς ἀπόντας, εἰ μὴ θήσομαι |379 τἄμ’ ὡς ἄριστα, φαῦλός εἰμι κοὐ σοφός. |380 ἀλλ’ ἐξανίστω τῶνδ’ ἀνακτόρων θεᾶς· |381 ὡς, ἢν θάνῃς σύ, παῖς ὅδ’ ἐκφεύγει μόρον, |382 σοῦ δ’ οὐ θελούσης κατθανεῖν, τόνδε κτενῶ. |383 δυοῖν δ’ ἀνάγκη θατέρῳ λιπεῖν βίον. |384 οἴμοι, πικρὰν κλήρωσιν αἵρεσίν τέ μοι |385 βίου καθίστης· καὶ λαχοῦσά γ’ ἀθλία |386 καὶ μὴ λαχοῦσα δυστυχὴς καθίσταμαι. |387 ὦ μεγάλα πράσσων αἰτίας μικρᾶς πέρι, |388 πιθοῦ· τί καίνεις μ’; ἀντὶ τοῦ; ποίαν πόλιν |389 προύδωκα; τίνα σῶν ἔκτανον παίδων ἐγώ; |390 ποῖον δ’ ἔπρησα δῶμ’; ἐκοιμήθην βίᾳ |391 σὺν δεσπόταισι· κᾆτ’ ἔμ’, οὐ κεῖνον κτενεῖς, |392 τὸν αἴτιον τῶνδ’, ἀλλὰ τὴν ἀρχὴν ἀφεὶς |393 πρὸς τὴν τελευτὴν ὑστέραν οὖσαν φέρῃ; |394 οἴμοι κακῶν τῶνδ’, ὦ τάλαιν’ ἐμὴ πατρίς, |395 ὡς δεινὰ πάσχω. τί δέ με καὶ τεκεῖν ἐχρῆν |396 ἄχθος τ’ ἐπ’ ἄχθει τῷδε προσθέσθαι διπλοῦν; |397 ἀτὰρ τί ταῦτα δύρομαι, τὰ δ’ ἐν ποσὶν |398 οὐκ ἐξικμάζω καὶ λογίζομαι κακά; |399 ἥτις σφαγὰς μὲν Ἕκτορος τροχηλάτους |400 κατεῖδον οἰκτρῶς τ’ Ἴλιον πυρούμενον, |401 αὐτὴ δὲ δούλη ναῦς ἐπ’ Ἀργείων ἔβην |402 κόμης ἐπισπασθεῖσ’· ἐπεὶ δ’ ἀφικόμην |403 Φθίαν, φονεῦσιν Ἕκτορος νυμφεύομαι. |404 τί δῆτ’ ἐμοὶ ζῆν ἡδύ; πρὸς τί χρὴ βλέπειν; |405 πρὸς τὰς παρούσας ἢ παρελθούσας τύχας; |406 εἷς παῖς ὅδ’ ἦν μοι λοιπὸς ὀφθαλμὸς βίου· |407 τοῦτον κτενεῖν μέλλουσιν οἷς δοκεῖ τάδε. |408 οὐ δῆτα τοὐμοῦ γ’ εἵνεκ’ ἀθλίου βίου· |409 ἐν τῷδε μὲν γὰρ ἐλπίς, εἰ σωθήσεται, |410 ἐμοὶ δ’ ὄνειδος μὴ θανεῖν ὑπὲρ τέκνου. |411 ἰδοὺ προλείπω βωμὸν ἥδε χειρία |412 σφάζειν φονεύειν, δεῖν, ἀπαρτῆσαι δέρην. |413 ὦ τέκνον, ἡ τεκοῦσά σ’, ὡς σὺ μὴ θάνῃς, |414 στείχω πρὸς Ἅιδην· ἢν δ’ ὑπεκδράμῃς μόρον, |415 μέμνησο μητρός, οἷα τλᾶσ’ ἀπωλόμην, |416 καὶ πατρὶ τῷ σῷ διὰ φιλημάτων ἰὼν |417 δάκρυά τε λείβων καὶ περιπτύσσων χέρας |418 λέγ’ οἷ’ ἔπραξα. πᾶσι δ’ ἀνθρώποις ἄρ’ ἦν |419 ψυχὴ τέκν’· ὅστις δ’ αὔτ’ ἄπειρος ὢν ψέγει, |420 ἧσσον μὲν ἀλγεῖ, δυστυχῶν δ’ εὐδαιμονεῖ. |421 ᾤκτιρ’ ἀκούσασ’· οἰκτρὰ γὰρ τὰ δυστυχῆ |422 βροτοῖς ἅπασι, κἂν θυραῖος ὢν κυρῇ. |423 εἰς ξύμβασιν δὲ χρῆν σε παῖδα σὴν ἄγειν, |424 Μενέλαε, καὶ τήνδ’, ὡς ἀπαλλαχθῇ πόνων. |425 λάβεσθέ μοι τῆσδ’, ἀμφελίξαντες χέρας, |426 δμῶες· λόγους γὰρ οὐ φίλους ἀκούσεται |427 ἐγώ σ’, ἵν’ ἁγνὸν βωμὸν ἐκλίποις θεᾶς, |428 προύτεινα παιδὸς θάνατον, ᾧ σ’ ὑπήγαγον |429 εἰς χεῖρας ἐλθεῖν τὰς ἐμὰς ἐπὶ σφαγήν. |430 καὶ τἀμφὶ σοῦ μὲν ὧδ’ ἔχοντ’ ἐπίστασο· |431 τὰ δ’ ἀμφὶ παιδὸς τοῦδε παῖς ἐμὴ κρινεῖ, |432 ἤν τε κτανεῖν νιν ἤν τε μὴ κτανεῖν θέλῃ. |433 ἀλλ’ ἕρπ’ ἐς οἴκους τούσδ’, ἵν’ εἰς ἐλευθέρους |434 δούλη γεγῶσα μήποθ’ ὑβρίζειν μάθῃς. |435 οἴμοι· δόλῳ μ’ ὑπῆλθες, ἠπατήμεθα. |436 κήρυσσ’ ἅπασιν· οὐ γὰρ ἐξαρνούμεθα. |437 ἦ ταῦτ’ ἐν ὑμῖν τοῖς παρ’ Εὐρώτᾳ σοφά; |438 καὶ τοῖς γε Τροίᾳ, τοὺς παθόντας ἀντιδρᾶν. |439 τὰ θεῖα δ’ οὐ θεῖ’ οὐδ’ ἔχειν ἡγῇ δίκην; |440 ὅταν τάδ’ ᾖ, τότ’ οἴσομεν· σὲ δὲ κτενῶ. |441 ἦ καὶ νεοσσὸν τόνδ’, ὑπὸ πτερῶν σπάσας; |442 οὐ δῆτα· θυγατρὶ δ’, ἢν θέλῃ, δώσω κτανεῖν. |443 οἴμοι· τί δῆτά σ’ οὐ καταστένω, τέκνον; |444 οὔκουν θρασεῖά γ’ αὐτὸν ἐλπὶς ἀναμένει. |445 ὦ πᾶσιν ἀνθρώποισιν ἔχθιστοι βροτῶν |446 Σπάρτης ἔνοικοι, δόλια βουλευτήρια, |447 ψευδῶν ἄνακτες, μηχανορράφοι κακῶν, |448 ἑλικτὰ κοὐδὲν ὑγιές, ἀλλὰ πᾶν πέριξ |449 φρονοῦντες, ἀδίκως εὐτυχεῖτ’ ἀν’ Ἑλλάδα. |450 τί δ’ οὐκ ἐν ὑμῖν ἐστιν; οὐ πλεῖστοι φόνοι; |451 οὐκ αἰσχροκερδεῖς; οὐ λέγοντες ἄλλα μὲν |452 γλώσσῃ, φρονοῦντες δ’ ἄλλ’ ἐφευρίσκεσθ’ ἀεί; |453 ὄλοισθ’. ἐμοὶ μὲν θάνατος οὐχ οὕτω βαρὺς |454 ὡς σοὶ δέδοκται· κεῖνα γάρ μ’ ἀπώλεσεν, |455 ὅθ’ ἡ τάλαινα πόλις ἀνηλώθη Φρυγῶν |456 πόσις θ’ ὁ κλεινός, ὅς σε πολλάκις δορὶ |457 ναύτην ἔθηκεν ἀντὶ χερσαίου κακόν. |458 νῦν δ’ εἰς γυναῖκα γοργὸς ὁπλίτης φανεὶς |459 κτείνεις μ’. ἀπόκτειν’· ὡς ἀθώπευτόν γέ σε |460 γλώσσης ἀφήσω τῆς ἐμῆς καὶ παῖδα σήν. |461 ἐπεὶ σὺ μὲν πέφυκας ἐν Σπάρτῃ μέγας, |462 ἡμεῖς δὲ Τροίᾳ γ’. εἰ δ’ ἐγὼ πράσσω κακῶς, |463 μηδὲν τόδ’ αὔχει· καὶ σὺ γὰρ πράξειας ἄν. [choral] [strophe 1] |464 οὐδέποτε δίδυμα λέκτρ’ ἐπαινέσω βροτῶν |466 οὐδ’ ἀμφιμάτορας κόρους, |467 ἔριδας οἴκων δυσμενεῖς τε λύπας. |468 μίαν μοι στεργέτω πόσις γάμοις |469 ἀκοινώ- |470 νητον ἀνδρὸς εὐνάν. [antistrophe 1] |471 οὐδέ γ’ ἐνὶ πόλεσι δίπτυχοι τυραννίδες |472 μιᾶς ἀμείνονες φέρειν, |475 ἄχθος ἐπ’ ἄχθει καὶ στάσις πολίταις· |476 τεκόντοιν θ’ ὕμνον ἐργάταιν δυοῖν |477 ἔριν Mοῦ- |478 σαι φιλοῦσι κραίνειν. [strophe 2] |479 πνοαὶ δ’ ὅταν φέρωσι ναυτίλους θοαί, |480 κατὰ πηδαλίων δίδυμαι πραπίδων γνῶμαι, |481 σοφῶν τε πλῆθος ἀθρόον ἀσθενέστερον |482 φαυλοτέρας φρενὸς αὐτοκρατοῦς. |483 ἑνὸς ἁ δύνασις ἀνά τε μέλαθρα |484 κατά τε πόλιας, ὁπόταν εὑ- |485 ρεῖν θέλωσι καιρόν. [antistrophe 2] |486 ἔδειξεν ἡ Λάκαινα τοῦ στρατηλάτα |487 Μενέλα· διὰ γὰρ πυρὸς ἦλθ’ ἑτέρῳ λέχεϊ, |489 κτείνει δὲ τὴν τάλαιναν Ἰλιάδα κόραν |490 παῖδά τε δύσφρονος ἔριδος ὕπερ. |491 ἄθεος ἄνομος ἄχαρις ὁ φόνος· |492 ἔτι σε, πότνια, μετατροπὰ |493 τῶνδ’ ἔπεισιν ἔργων. [episode] [anapests] |494 καὶ μὴν ἐσορῶ |495 τόδε σύγκρατον ζεῦγος πρὸ δόμων |496 ψήφῳ θανάτου κατακεκριμένον. |497 δύστηνε γύναι, τλῆμον δὲ σὺ παῖ, |498 μητρὸς λεχέων ὃς ὑπερθνῄσκεις |499 οὐδὲν μετέχων |500 οὐδ’ αἴτιος ὢν βασιλεῦσιν. [strophe] |501 ἅδ’ ἐγὼ χέρας αἱματη- |502 ρὰς βρόχοισι κεκλῃμένα |503 πέμπομαι κατὰ γαίας. |504 μᾶτερ μᾶτερ, ἐγὼ δὲ σᾷ |505 πτέρυγι συγκαταβαίνω. |506 θῦμα δάιον, ὦ χθονὸς |507 Φθίας κράντορες. |507b ὦ πάτερ, |508 μόλε φίλοις ἐπίκουρος. |510 κείσῃ δή, τέκνον ὦ φίλος, |511 μαστοῖς ματέρος ἀμφὶ σᾶς |512 νεκρὸς ὑπὸ χθονί, σὺν νεκρῷ τ’ |513 ὤμοι μοι, τί πάθω; τάλας |514 δῆτ’ ἐγὼ σύ τε, μᾶτερ. [anapests] |515 ἴθ’ ὑποχθόνιοι· καὶ γὰρ ἀπ’ ἐχθρῶν |516 ἥκετε πύργων· δύο δ’ ἐκ δισσαῖν |517 θνῄσκετ’ ἀνάγκαιν· σὲ μὲν ἡμετέρα |518 ψῆφος ἀναιρεῖ, παῖδα δ’ ἐμὴ παῖς |519 τόνδ’ Ἑρμιόνη· καὶ γὰρ ἀνοία |520 μεγάλη λείπειν ἐχθροὺς ἐχθρῶν, |521 ἐξὸν κτείνειν |522 καὶ φόβον οἴκων ἀφελέσθαι. [antistrophe] |523 ὦ πόσις πόσις, εἴθε σὰν |524 χεῖρα καὶ δόρυ σύμμαχον |525 κτησαίμαν, Πριάμου παῖ. |526 δύστανος, τί δ’ ἐγὼ μόρου |527 παράτροπον μέλος εὕρω; |529 λίσσου, γούνασι δεσπότου |530 χρίμπτων, ὦ τέκνον. |530b ὦ φίλος, |531 φίλος, ἄνες θάνατόν μοι. |532 λείβομαι δάκρυσιν κόρας, |533 στάζω λισσάδος ὡς πέτρας |534 λιβὰς ἀνήλιος, ἁ τάλαιν’ |535 ὤμοι μοι, τί δ’ ἐγὼ κακῶν |536 μῆχος ἐξανύσωμαι; [anapests] |537 τί με προσπίτνεις, ἁλίαν πέτραν |538 ἢ κῦμα λιταῖς ὣς ἱκετεύων; |539 τοῖς γὰρ ἐμοῖσιν γέγον’ ὠφελία, |540 σοὶ δ’ οὐδὲν ἔχω φίλτρον, ἐπεί τοι |541 μέγ’ ἀναλώσας ψυχῆς μόριον |542 Τροίαν εἷλον καὶ μητέρα σήν· |543 ἧς ἀπολαύων |544 Ἅιδην χθόνιον καταβήσῃ. |545 καὶ μὴν δέδορκα τόνδε Πηλέα πέλας, |546 σπουδῇ τιθέντα δεῦρο γηραιὸν πόδα. |547 ὑμᾶς ἐρωτῶ τόν τ’ ἐφεστῶτα σφαγῇ, |548 τί ταῦτα; πῶς ταῦτ’; ἐκ τίνος λόγου νοσεῖ |549 δόμος; τί πράσσετ’ ἄκριτα μηχανώμενοι; |550 Μενέλα’, ἐπίσχες· μὴ τάχυν’ ἄνευ δίκης |551 ἡγοῦ σὺ θᾶσσον, οὐ γὰρ ὡς ἔοικέ μοι |552 σχολῆς τόδ’ ἔργον· ἀλλ’ ἀνηβητηρίαν |553 ῥώμην μ’ ἐπαινῶ λαμβάνειν, εἴπερ ποτέ |554 πρῶτον μὲν οὖν κατ’ οὖρον ὥσπερ ἱστίοις |555 ἐμπνεύσομαι τῇδ’· εἰπέ, τίνι δίκῃ χέρας |556 βρόχοισιν ἐκδήσαντες οἵδ’ ἄγουσί σε |557 καὶ παῖδ’; ὕπαρνος γάρ τις οἶς ἀπόλλυσαι, |558 ἡμῶν ἀπόντων τοῦ τε κυρίου σέθεν. |559 οἵδ’, ὦ γεραιέ, σὺν τέκνῳ θανουμένην |560 ἄγουσί μ’ οὕτως ὡς ὁρᾷς. τί σοι λέγω; |561 οὐ γὰρ μιᾶς σε κληδόνος προθυμίᾳ |562 μετῆλθον, ἀλλὰ μυρίων ὑπ’ ἀγγέλων. |563 ἔριν δὲ τὴν κατ’ οἶκον οἶσθά που κλύων |564 τῆς τοῦδε θυγατρός, ὧν τ’ ἀπόλλυμαι χάριν. |565 καὶ νῦν με βωμοῦ Θέτιδος, ἣ τὸν εὐγενῆ |566 ἔτικτέ σοι παῖδ’, ἣν σὺ θαυμαστὴν σέβεις, |567 ἄγουσ’ ἀποσπάσαντες, οὔτε τῳ δίκῃ |568 κρίναντες οὔτε τοὺς ἀπόντας ἐκ δόμων |569 μείναντες, ἀλλὰ τὴν ἐμὴν ἐρημίαν |570 γνόντες τέκνου τε τοῦδ’, ὃν οὐδὲν αἴτιον |571 μέλλουσι σὺν ἐμοὶ τῇ ταλαιπώρῳ κτενεῖν. |572 ἀλλ’ ἀντιάζω σ’, ὦ γέρον, τῶν σῶν πάρος |573 πίτνουσα γονάτων—χειρὶ δ’ οὐκ ἔξεστί μοι |574 τῆς σῆς λαβέσθαι φιλτάτης γενειάδος— |575 ῥῦσαί με πρὸς θεῶν· εἰ δὲ μή, θανούμεθα |576 αἰσχρῶς μὲν ὑμῖν, δυστυχῶς δ’ ἐμοί, γέρον. |577 χαλᾶν κελεύω δεσμὰ πρὶν κλαίειν τινά, |578 καὶ τῆσδε χεῖρας διπτύχους ἀνιέναι. |579 ἐγὼ δ’ ἀπαυδῶ γ’ ἄλλος οὐχ ἥσσων σέθεν |580 καὶ τῆσδε πολλῷ κυριώτερος γεγώς. |581 πῶς; ἦ τὸν ἀμὸν οἶκον οἰκήσεις μολὼν |582 δεῦρ’; οὐχ ἅλις σοι τῶν κατὰ Σπάρτην κρατεῖν; |583 εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ. |584 οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας. |585 οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά; |586 ναί, |586a δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ. |587 ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός. |588 σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα; |589 ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου. |590 σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν; |591 σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου; |592 ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος, |593 ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών, |594 ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων |595 πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις |596 σώφρων γένοιτο Σπαρτιατίδων κόρη, |597 αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους |598 γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις |599 δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ |600 κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν |601 εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε; |602 Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων |603 τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε |604 νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα. |605 κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον |606 τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον; |607 ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ, |608 κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν |609 μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν. |610 ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας, |611 ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας, |612 παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις, |613 πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα. |614 ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ |615 μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως. |616 ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος, |617 κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν |618 ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν. |619 κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ |620 κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν |621 κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ |622 μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι, |623 μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν. |624 πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας, |625 σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα; |626 οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς. |627 ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι— |628 οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών, |629 ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος |630 φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα, |631 ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ. |632 κἄπειτ’ ἐς οἴκους τῶν ἐμῶν ἐλθὼν τέκνων |633 πορθεῖς ἀπόντων, καὶ γυναῖκα δυστυχῆ |634 κτείνεις ἀτίμως παῖδά θ’, ὃς κλαίοντά σε |635 καὶ τὴν ἐν οἴκοις σὴν καταστήσει κόρην, |636 κεἰ τρὶς νόθος πέφυκε. πολλάκις δέ τοι |637 ξηρὰ βαθεῖαν γῆν ἐνίκησε σπορᾷ, |638 νόθοι τε πολλοὶ γνησίων ἀμείνονες. |639 ἀλλ’ ἐκκομίζου παῖδα. κύδιον βροτοῖς |640 πένητα χρηστὸν ἢ κακὸν καὶ πλούσιον |641 γαμβρὸν πεπᾶσθαι καὶ φίλον· σὺ δ’ οὐδὲν εἶ. |642 σμικρᾶς ἀπ’ ἀρχῆς νεῖκος ἀνθρώποις μέγα |643 γλῶσσ’ ἐκπορίζει· τοῦτο δ’ οἱ σοφοὶ βροτῶν |644 ἐξευλαβοῦνται, μὴ φίλοις τεύχειν ἔριν. |645 τί δῆτ’ ἂν εἴποις τοὺς γέροντας, ὡς σοφοί, |646 καὶ τοὺς φρονεῖν δοκοῦντας Ἕλλησίν ποτε; |647 ὅτ’ ὢν σὺ Πηλεὺς καὶ πατρὸς κλεινοῦ γεγώς, |648 κῆδος συνάψας, αἰσχρὰ μὲν σαυτῷ λέγεις |649 ἡμῖν δ’ ὀνείδη διὰ γυναῖκα βάρβαρον, |650 ἣν χρῆν σ’ ἐλαύνειν τήνδ’ ὑπὲρ Νείλου ῥοὰς |651 ὑπέρ τε Φᾶσιν, κἀμὲ παρακαλεῖν ἀεί |652 οὖσαν μὲν ἠπειρῶτιν, οὗ πεσήματα |653 πλεῖσθ’ Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν, |654 τοῦ σοῦ δὲ παιδὸς αἵματος κοινουμένην. |655 Πάρις γάρ, ὃς σὸν παῖδ’ ἔπεφν’ Ἀχιλλέα, |656 Ἕκτορος ἀδελφὸς ἦν, δάμαρ δ’ ἥδ’ Ἕκτορος. |657 καὶ τῇδέ γ’ εἰσέρχῃ σὺ ταὐτὸν εἰς στέγος |658 καὶ ξυντράπεζον ἀξιοῖς ἔχειν βίον, |659 τίκτειν δ’ ἐν οἴκοις παῖδας ἐχθίστους ἐᾷς. |660 ἁγὼ προνοίᾳ τῇ τε σῇ κἀμῇ, γέρον, |661 κτανεῖν θέλων τήνδ’ ἐκ χερῶν ἁρπάζομαι. |662 καίτοι φέρ’· ἅψασθαι γὰρ οὐκ αἰσχρὸν λόγου· |663 ἢν παῖς μὲν ἡμὴ μὴ τέκῃ, ταύτης δ’ ἄπο |664 βλάστωσι παῖδες, τῆσδε γῆς Φθιώτιδος |665 στήσεις τυράννους, βάρβαροι δ’ ὄντες γένος |666 Ἕλλησιν ἄρξουσ’; εἶτ’ ἐγὼ μὲν οὐ φρονῶ |667 μισῶν τὰ μὴ δίκαια, σοὶ δ’ ἔνεστι νοῦς; |668 κἀκεῖνο νῦν ἄθρησον· εἰ σὺ παῖδα σὴν |669 δούς τῳ πολιτῶν, εἶτ’ ἔπασχε τοιάδε, |670 σιγῇ καθῆσ’ ἄν; οὐ δοκῶ· ξένης δ’ ὕπερ |671 τοιαῦτα λάσκεις τοὺς ἀναγκαίους φίλους; |672 καὶ μὴν ἴσον γ’ ἀνήρ τε καὶ γυνὴ στένει |673 ἀδικουμένη πρὸς ἀνδρός· ὡς δ’ αὔτως ἀνὴρ |674 γυναῖκα μωραίνουσαν ἐν δόμοις ἔχων. |675 καὶ τῷ μὲν ἔστιν ἐν χεροῖν μέγα σθένος, |676 τῇ δ’ ἐν γονεῦσι καὶ φίλοις τὰ πράγματα. |677 οὔκουν δίκαιον τοῖς γ’ ἐμοῖς ἐπωφελεῖν; |678 γέρων γέρων εἶ. τὴν δ’ ἐμὴν στρατηγίαν |679 λέγων ἔμ’ ὠφελοῖς ἂν ἢ σιγῶν πλέον. |680 Ἑλένη δ’ ἐμόχθησ’ οὐχ ἑκοῦσ’, ἀλλ’ ἐκ θεῶν, |681 καὶ τοῦτο πλεῖστον ὠφέλησεν Ἑλλάδα· |682 ὅπλων γὰρ ὄντες καὶ μάχης ἀίστορες |683 ἔβησαν εἰς τἀνδρεῖον· ἡ δ’ ὁμιλία |684 πάντων βροτοῖσι γίγνεται διδάσκαλος. |685 εἰ δ’ εἰς πρόσοψιν τῆς ἐμῆς ἐλθὼν ἐγὼ |686 γυναικὸς ἔσχον μὴ κτανεῖν, ἐσωφρόνουν. |687 οὐδ’ ἂν σὲ Φῶκον ἤθελον κατακτανεῖν. |688 ταῦτ’ εὖ φρονῶν σ’ ἐπῆλθον, οὐκ ὀργῆς χάριν· |689 ἢν δ’ ὀξυθυμῇς, σοὶ μὲν ἡ γλωσσαλγία |690 μείζων, ἐμοὶ δὲ κέρδος ἡ προμηθία. |691 παύσασθον ἤδη· λῷστα γὰρ μακρῷ τάδε· |692 λόγων ματαίων, μὴ δύο σφαλῆθ’ ἅμα. |693 οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται· |694 ὅταν τροπαῖα πολεμίων στήσῃ στρατός, |695 οὐ τῶν πονούντων τοὔργον ἡγοῦνται τόδε, |696 ἀλλ’ ὁ στρατηγὸς τὴν δόκησιν ἄρνυται, |697 ὃς εἷς μετ’ ἄλλων μυρίων πάλλων δόρυ, |698 οὐδὲν πλέον δρῶν ἑνὸς ἔχει πλείω λόγον. |699 σεμνοὶ δ’ ἐν ἀρχαῖς ἥμενοι κατὰ πτόλιν |700 φρονοῦσι δήμου μεῖζον, ὄντες οὐδένες· |701 οἱ δ’ εἰσὶν αὐτῶν μυρίῳ σοφώτεροι, |702 εἰ τόλμα προσγένοιτο βούλησίς θ’ ἅμα. |703 ὡς καὶ σὺ σός τ’ ἀδελφὸς ἐξωγκωμένοι |704 Τροίᾳ κάθησθε τῇ τ’ ἐκεῖ στρατηγίᾳ, |705 μόχθοισιν ἄλλων καὶ πόνοις ἐπηρμένοι. |706 δείξω δ’ ἐγώ σοι μὴ τὸν Ἰδαῖον Πάριν |707 ἥσσω νομίζειν Πηλέως ἐχθρόν ποτε, |708 εἰ μὴ φθερῇ τῆσδ’ ὡς τάχιστ’ ἀπὸ στέγης |709 καὶ παῖς ἄτεκνος, ἣν ὅ γ’ ἐξ ἡμῶν γεγὼς |710 ἐλᾷ δι’ οἴκων τῶνδ’ ἐπισπάσας κόμης· |711 ἣ στερρὸς οὖσα μόσχος οὐκ ἀνέξεται |712 τίκτοντας ἄλλους, οὐκ ἔχουσ’ αὐτὴ τέκνα. |713 ἀλλ’, εἰ τὸ κείνης δυστυχεῖ παίδων πέρι, |714 ἄπαιδας ἡμᾶς δεῖ καταστῆναι τέκνων; |715 φθείρεσθε τῆσδε, δμῶες, ὡς ἂν ἐκμάθω |716 εἴ τίς με λύειν τῆσδε κωλύσει χέρας. |717 ἔπαιρε σαυτήν· ὡς ἐγὼ καίπερ τρέμων |718 πλεκτὰς ἱμάντων στροφίδας ἐξανήσομαι. |719 ὧδ’, ὦ κάκιστε, τῆσδ’ ἐλυμήνω χέρας; |720 βοῦν ἢ λέοντ’ ἤλπιζες ἐντείνειν βρόχοις; |721 ἢ μὴ ξίφος λαβοῦσ’ ἀμυνάθοιτό σε |722 ἔδεισας; ἕρπε δεῦρ’ ὑπ’ ἀγκάλας, βρέφος, |723 ξύλλυε μητρὸς δεσμόν· ἐν Φθίᾳ σ’ ἐγὼ |724 θρέψω μέγαν τοῖσδ’ ἐχθρόν. εἰ δ’ ἀπῆν δορὸς |725 τοῖς Σπαρτιάταις δόξα καὶ μάχης ἀγών, |726 τἄλλ’ ὄντες ἴστε μηδενὸς βελτίονες. |727 ἀνειμένον τι χρῆμα πρεσβυτῶν γένος |728 καὶ δυσφύλακτον ὀξυθυμίας ὕπο. |729 ἄγαν προνωπὴς εἰς τὸ λοιδορεῖν φέρῃ· |730 ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν |731 οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι. |732 καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω— |733 ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω |734 Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη, |735 νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω |736 στρατηλατήσας χὑποχείριον λαβεῖν. |737 ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν, |738 ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς |739 γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους. |740 κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ |741 σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται· |742 θυμούμενος δὲ τεύξεται θυμουμένων, |743 ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται. |744 τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω· |745 σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις, |746 ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον. |747 ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς, |748 σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου |749 τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους. |750 ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς, |751 σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα. |752 ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ |753 πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με, |754 γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ |755 καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε, |756 μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον. |757 οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον· |758 χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα |759 ψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου |760 πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα· |761 ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς, |762 ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον |763 τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν. |764 πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ |765 κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν; [choral] [strophe] |766 μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν |767 εἴην πολυκτήτων τε δόμων μέτοχος. |770 εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς |771 οὐ σπάνις εὐγενέταις, |772 κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων |773 τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν |775 ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ |776 καὶ θανοῦσι λάμπει. [antistrophe] |778 κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν |780 ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν. |781 ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν, |782 ἐν δὲ χρόνῳ τελέθει |784 ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων. |785 ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν, |787 μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις |788 καὶ πόλει δύνασθαι. [epode] |789 ὦ γέρον Αἰακίδα, |790 πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ- |791 ρων ὁμιλῆσαι δορὶ |792 κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν |794 ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων |795 κλεινὰν ἐπὶ ναυστολίαν, |796 Ἰλιάδα τε πόλιν ὅτε πάρος |798 εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ, |800 κοινὰν τὰν εὔκλειαν ἔχοντ’ |801 Εὐρώπαν ἀφικέσθαι. [episode] |802 ὦ φίλταται γυναῖκες, ὡς κακὸν κακῷ |803 διάδοχον ἐν τῇδ’ ἡμέρᾳ πορσύνεται. |804 δέσποινα γὰρ κατ’ οἶκον, Ἑρμιόνην λέγω, |805 πατρός τ’ ἐρημωθεῖσα συννοίᾳ θ’ ἅμα, |806 οἷον δέδρακεν ἔργον Ἀνδρομάχην κτανεῖν |807 καὶ παῖδα βουλεύσασα, κατθανεῖν θέλει, |808 πόσιν τρέμουσα, μὴ ἀντὶ τῶν δεδραμένων |809 ἐκ τῶνδ’ ἀτίμως δωμάτων ἀποσταλῇ, |810 ἢ κατθάνῃ κτείνουσα τοὺς οὐ χρὴ κτανεῖν. |811 μόλις δέ νιν θέλουσαν ἀρτῆσαι δέρην |812 εἴργουσι φύλακες δμῶες ἔκ τε δεξιᾶς |813 ξίφη καθαρπάζουσιν ἐξαιρούμενοι. |814 οὕτω μεταλγεῖ καὶ τὰ πρὶν δεδραμένα |815 ἔγνωκε πράξασ’ οὐ καλῶς. ἐγὼ μὲν οὖν |816 δέσποιναν εἴργουσ’ ἀγχόνης κάμνω, φίλαι· |817 ὑμεῖς δὲ βᾶσαι τῶνδε δωμάτων ἔσω |818 θανάτου νιν ἐκλύσασθε· τῶν γὰρ ἠθάδων |819 φίλων νέοι μολόντες εὐπιθέστεροι. |820 καὶ μὴν ἐν οἴκοις προσπόλων ἀκούομεν |821 βοὴν ἐφ’ οἷσιν ἦλθες ἀγγέλλουσα σύ. |822 δείξειν δ’ ἔοικεν ἡ τάλαιν’ ὅσον στένει |823 πράξασα δεινά· δωμάτων γὰρ ἐκπερᾷ |824 φεύγουσα χεῖρας προσπόλων πόθῳ θανεῖν. [strophe 1] |825 ἰώ μοί μοι· |826 σπάραγμα κόμας ὀνύχων τε δάι’ ἀ- |827 μύγματα θήσομαι. |828 ὦ παῖ, τί δράσεις; σῶμα σὸν καταικιῇ; [antistrophe 1] |829 αἰαῖ αἰαῖ· |830 ἔρρ’ αἰθέριον πλοκάμων ἐμῶν ἄπο, |831 λεπτόμιτον φάρος. |832 τέκνον, κάλυπτε στέρνα, σύνδησαι πέπλους. [strophe 2] |833 τί δέ με δεῖ στέρνα |834 καλύπτειν πέπλοις; δῆλα καὶ |835 ἀμφιφανῆ καὶ ἄκρυπτα δε- |835a δράκαμεν πόσιν. |836 ἀλγεῖς, φόνον ῥάψασα συγγάμῳ σέθεν; [antistrophe 2] |837 κατὰ μὲν οὖν στένω |838 δαΐας τόλμας, ἂν ἔρεξ’· |839 ὦ κατάρατος ἐγὼ κατά- |839a ρατος ἀνθρώποις. |840 συγγνώσεταί σοι τήνδ’ ἁμαρτίαν πόσις. [lyric] |841 τί μοι ξίφος |842 ἐκ χερὸς ἠγρεύσω; |843 ἀπόδος, ὦ φίλα, ’πόδος, ἵν’ ἀνταίαν |844 ἐρείσω πλαγάν· τί με βρόχων εἴργεις; |845 ἀλλ’ εἴ σ’ ἀφείην μὴ φρονοῦσαν, ὡς θάνῃς; [lyric] |846 οἴμοι πότμου. |847 ποῦ μοι πυρὸς φίλα φλόξ; |848 ποῦ δ’ εἰς πέτρας ἀερθῶ, |849 ἢ κατὰ πόντον ἢ καθ’ ὕλαν ὀρέων, |850 ἵνα θανοῦσα νερτέροισιν μέλω; |851 τί ταῦτα μοχθεῖς; συμφοραὶ θεήλατοι |852 πᾶσιν βροτοῖσιν ἢ τότ’ ἦλθον ἢ τότε. [lyric] |854 ἔλιπες ἔλιπες, ὦ πάτερ, ἐπακτίαν |855 ὡσεὶ μονάδ’ ἔρημον οὖσαν ἐνάλου κώπας. |856 —ὀλεῖ ὀλεῖ με· τᾷδ’ οὐκέτ’ ἐνοικήσω |858 νυμφιδίῳ στέγᾳ. |859 τίνος ἀγαλμάτων ἱκέτις ὁρμαθῶ; |860 ἢ δούλα δούλας γόνασι προσπέσω; |861 Φθιάδος ἐκ γᾶς |862 κυανόπτερος ὄρνις εἴθ’ εἴην, |863 ἢ πευκᾶεν |864 σκάφος, ἃ διὰ Κυανέας ἐπέρασεν ἀκτὰς |865 πρωτόπλοος πλάτα. |866 ὦ παῖ, τὸ λίαν οὔτ’ ἐκεῖν’ ἐπῄνεσα, |867 ὅτ’ εἰς γυναῖκα Τρῳάδ’ ἐξημάρτανες, |868 οὔτ’ αὖ τὸ νῦν σου δεῖμ’ ὃ δειμαίνεις ἄγαν. |869 οὐχ ὧδε κῆδος σὸν διώσεται πόσις |870 φαύλοις γυναικὸς βαρβάρου πεισθεὶς λόγοις. |871 οὐ γάρ τί σ’ αἰχμάλωτον ἐκ Τροίας ἔχει, |872 ἀλλ’ ἀνδρὸς ἐσθλοῦ παῖδα σὺν πολλοῖς λαβὼν |873 ἕδνοισι, πόλεώς τ’ οὐ μέσως εὐδαίμονος. |874 πατὴρ δέ σ’ οὐχ ὧδ’ ὡς σὺ δειμαίνεις, τέκνον, |875 προδοὺς ἐάσει δωμάτων τῶνδ’ ἐκπεσεῖν. |876 ἀλλ’ εἴσιθ’ εἴσω μηδὲ φαντάζου δόμων |877 πάροιθε τῶνδε, μή τιν’ αἰσχύνην λάβῃς, |878 πρόσθεν μελάθρων τῶνδ’ ὁρωμένη, τέκνον. |879 καὶ μὴν ὅδ’ ἀλλόχρως τις ἔκδημος ξένος |880 σπουδῇ πρὸς ἡμᾶς βημάτων πορεύεται. |881 ξέναι γυναῖκες, ἦ τάδ’ ἔστ’ Ἀχιλλέως |882 παιδὸς μέλαθρα καὶ τυραννικαὶ στέγαι; |883 ἔγνως· ἀτὰρ δὴ τίς σὺ πυνθάνῃ τάδε; |884 Ἀγαμέμνονός τε καὶ Κλυταιμήστρας τόκος, |885 ὄνομα δ’ Ὀρέστης· ἔρχομαι δὲ πρὸς Διὸς |886 μαντεῖα Δωδωναῖ’. ἐπεὶ δ’ ἀφικόμην |887 Φθίαν, δοκεῖ μοι ξυγγενοῦς μαθεῖν πέρι |888 γυναικός, εἰ ζῇ κεὐτυχοῦσα τυγχάνει |889 ἡ Σπαρτιᾶτις Ἑρμιόνη· τηλουρὰ γὰρ |890 ναίουσ’ ἀφ’ ἡμῶν πεδί’ ὅμως ἐστὶν φίλη. |891 ὦ ναυτίλοισι χείματος λιμὴν φανεὶς |892 Ἀγαμέμνονος παῖ, πρός σε τῶνδε γουνάτων, |893 οἴκτιρον ἡμᾶς ὧν ἐπισκοπεῖς τύχας, |894 πράσσοντας οὐκ εὖ. στεμμάτων δ’ οὐχ ἥσσονας |895 σοῖς προστίθημι γόνασιν ὠλένας ἐμάς. |896 ἔα· |896a τί χρῆμα; μῶν ἐσφάλμεθ’ ἢ σαφῶς ὁρῶ |897 δόμων ἄνασσαν τήνδε Μενέλεω κόρην; |898 ἥνπερ μόνην γε Τυνδαρὶς τίκτει γυνὴ |899 Ἑλένη κατ’ οἴκους πατρί· μηδὲν ἀγνόει. |900 ὦ Φοῖβ’ ἀκέστορ, πημάτων δοίης λύσιν. |901 τί χρῆμα; πρὸς θεῶν ἢ βροτῶν πάσχεις κακά; |902 τὰ μὲν πρὸς ἡμῶν, τὰ δὲ πρὸς ἀνδρὸς ὅς μ’ ἔχει, |903 τὰ δ’ ἐκ θεῶν του· πανταχῇ δ’ ὀλώλαμεν. |904 τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω |905 παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος; |906 τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου. |907 ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις; |908 τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν. |909 κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη. |910 τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην. |911 μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή; |912 φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ. |913 κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο; |914 γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων. |915 σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου; |916 πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών. |917 κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί; |918 αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών. |919 συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν. |920 ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν; |921 ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον, |922 πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω |923 ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε |924 δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με, |925 μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος |926 Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις, |927 κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν |928 νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ. |929 πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες; |930 κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν, |931 αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους· |932 Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις |933 δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην; |934 μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις |935 βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη. |936 κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους, |937 σοφῶν πανούργων ποικίλων λαλημάτων, |938 ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν |939 πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει; |940 πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν· |941 παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν, |942 ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς. |943 ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ— |944 χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή, |945 πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν |946 γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν· |947 ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος, |948 ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει, |949 πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοι |950 νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε |951 κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας· |952 ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι |953 δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά. |954 ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον. |955 συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν |956 κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους. |957 σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς |958 λόγους ἀκούειν τῶν ἐναντίων πάρα. |959 ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων |960 ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος, |961 φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς |962 εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳ |963 γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις. |964 ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς, |965 εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον, |966 πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν |967 σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ, |968 ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματα |969 γυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστερον |970 τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν. |971 ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος, |972 σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμην |973 γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας |974 καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν |975 γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως, |976 φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς. |977 ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνον |978 τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί. |979 κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν |980 ἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην, |981 σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων. |982 νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας |983 καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς, |984 ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί. |985 τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς |986 οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου. |987 νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς |988 μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε. |989 ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων, |990 μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις, |991 ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν |992 Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν. |993 θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως |994 μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε. |995 τοία γὰρ αὐτῷ μηχανὴ πεπλεγμένη |996 βρόχοις ἀκινήτοισιν ἕστηκεν φόνου |997 πρὸς τῆσδε χειρός· ἣν πάρος μὲν οὐκ ἐρῶ, |998 τελουμένων δὲ Δελφὶς εἴσεται πέτρα. |999 ὁ μητροφόντης δ’, ἢν δορυξένων ἐμῶν |1000 μείνωσιν ὅρκοι Πυθικὴν ἀνὰ χθόνα, |1001 δείξει γαμεῖν σφε μηδέν’ ὧν ἐχρῆν ἐμέ. |1002 πικρῶς δὲ πατρὸς φόνιον αἰτήσει δίκην |1003 ἄνακτα Φοῖβον· οὐδέ νιν μετάστασις |1004 γνώμης ὀνήσει θεῷ διδόντα νῦν δίκας, |1005 ἀλλ’ ἔκ τ’ ἐκείνου διαβολαῖς τε ταῖς ἐμαῖς |1006 κακῶς ὀλεῖται· γνώσεται δ’ ἔχθραν ἐμήν. |1007 ἐχθρῶν γὰρ ἀνδρῶν μοῖραν εἰς ἀναστροφὴν |1008 δαίμων δίδωσι κοὐκ ἐᾷ φρονεῖν μέγα. [choral] [strophe 1] |1009 ὦ Φοῖβε πυργώσας τὸν ἐν Ἰλίῳ εὐτειχῆ πάγον |1010 καὶ πόντιε κυανέαις ἵπποις διφρεύ- |1011 ων ἅλιον πέλαγος, |1012 τίνος οὕνεκ’ ἄτιμον ὀργᾶς |1015 ἃν χέρα τεκτοσύνας Ἐ- |1016 νυαλίῳ δοριμήστορι προσθέν- |1017 τες τάλαιναν τάλαι- |1018 ναν μεθεῖτε Τροίαν; [antistrophe 1] |1019 πλείστους δ’ ἐπ’ ἀκταῖσιν Σιμοεντίσιν εὐίππους |1019a ὄχους |1020 ἐζεύξατε καὶ φονίους ἀνδρῶν ἁμίλ- |1021 λας ἔθετ’ ἀστεφάνους· |1022 ἀπὸ δὲ φθίμενοι βεβᾶσιν |1023 Ἰλιάδαι βασιλῆες, |1024 οὐδ’ ἔτι πῦρ ἐπιβώμιον ἐν Τροί- |1025 ᾳ θεοῖσιν λέλαμ- |1026 πεν καπνῷ θυώδει. [strophe 2] |1027 βέβακε δ’ Ἀτρείδας ἀλόχου παλάμαις, |1028 αὐτά τ’ ἐναλλάξασα φόνον θανάτῳ |1030 πρὸς τέκνων ἀπηύρα |1031 θεοῦ. θεοῦ νιν κέλευμ’ ἐπεστράφη |1032 μαντόσυνον, ὅτε νιν Ἀργόθεν πορευθεὶς |1033 Ἀγαμεμνόνιος κέλωρ, ἀδύτων ἐπιβὰς |1035 κτεάνων, ματρὸς φονεὺς |1036 ὦ δαῖμον, ὦ Φοῖβε, πῶς πείθομαι; [antistrophe 2] |1037 πολλαὶ δ’ ἀν’ Ἑλλάνων ἀγόρους στοναχὰς |1039 μέλποντο δυστάνων τεκέων, ἄλοχοι δ’ |1040 ἐξέλειπον οἴκους |1041 πρὸς ἄλλον εὐνάτορ’. οὐχὶ σοὶ μόνᾳ |1042 δύσφρονες ἐπέπεσον, οὐ φίλοισι, λῦπαι· |1044 νόσον Ἑλλὰς ἔτλα, νόσον· διέβα δὲ Φρυγῶν |1045 καὶ πρὸς εὐκάρπους γύας |1046 σκηπτὸς σταλάσσων τὸν Ἅιδα φόνον. [episode] |1047 Φθιώτιδες γυναῖκες, ἱστοροῦντί μοι |1048 σημήνατ’· ᾐσθόμην γὰρ οὐ σαφῆ λόγον |1049 ὡς δώματ’ ἐκλιποῦσα Μενέλεω κόρη |1050 φρούδη τάδ’· ἥκω δ’ ἐκμαθεῖν σπουδὴν ἔχων |1051 εἰ ταῦτ’ ἀληθῆ· τῶν γὰρ ἐκδήμων φίλων |1052 δεῖ τοὺς κατ’ οἶκον ὄντας ἐκπονεῖν τύχας. |1053 Πηλεῦ, σαφῶς ἤκουσας· οὐδ’ ἐμοὶ καλὸν |1054 κρύπτειν ἐν οἷς παροῦσα τυγχάνω κακοῖς· |1055 βασίλεια γὰρ τῶνδ’ οἴχεται φυγὰς δόμων. |1056 τίνος φόβου τυχοῦσα; διαπέραινέ μοι. |1057 πόσιν τρέμουσα, μὴ δόμων νιν ἐκβάλῃ. |1058 μῶν ἀντὶ παιδὸς θανασίμων βουλευμάτων; |1059 ναί, καὶ γυναικὸς αἰχμαλωτίδος φόβῳ. |1060 σὺν πατρὶ δ’ οἴκους ἢ τίνος λείπει μέτα; |1061 Ἀγαμέμνονός νιν παῖς βέβηκ’ ἄγων χθονός. |1062 ποίαν περαίνων ἐλπίδ’; ἦ γῆμαι θέλων; |1063 καὶ σῷ γε παιδὸς παιδὶ πορσύνων μόρον. |1064 κρυπτὸς καταστὰς ἢ κατ’ ὄμμ’ ἐλθὼν μάχῃ; |1065 ἁγνοῖς ἐν ἱεροῖς Λοξίου Δελφῶν μέτα. |1066 οἴμοι· τόδ’ ἤδη δεινόν. οὐχ ὅσον τάχος |1067 χωρήσεταί τις Πυθικὴν πρὸς ἑστίαν |1068 καὶ τἀνθάδ’ ὄντα τοῖς ἐκεῖ λέξει φίλοις, |1069 πρὶν παῖδ’ Ἀχιλλέως κατθανεῖν ἐχθρῶν ὕπο; |1070 ὤμοι μοι· |1070a οἵας ὁ τλήμων ἀγγελῶν ἥκω τύχας |1071 σοί τ’, ὦ γεραιέ, καὶ φίλοισι δεσπότου. |1072 αἰαῖ· πρόμαντις θυμὸς ὥς τι προσδοκᾷ. |1073 οὐκ ἔστι σοι παῖς παιδός, ὡς μάθῃς, γέρον |1074 Πηλεῦ· τοιάσδε φασγάνων πληγὰς ἔχει |1075 Δελφῶν ὑπ’ ἀνδρῶν καὶ Μυκηναίου ξένου. |1076 ἆ ἆ, τί δράσεις, ὦ γεραιέ; μὴ πέσῃς· |1077 ἔπαιρε σαυτόν. |1077b οὐδέν εἰμ’· ἀπωλόμην. |1078 φρούδη μὲν αὐδή, φροῦδα δ’ ἄρθρα μου κάτω. |1079 ἄκουσον, εἰ καὶ σοῖς φίλοις ἀμυναθεῖν |1080 χρῄζεις, τὸ πραχθέν, σὸν κατορθώσας δέμας. |1081 ὦ μοῖρα, γήρως ἐσχάτοις πρὸς τέρμασιν |1082 οἵα με τὸν δύστηνον ἀμφιβᾶσ’ ἔχεις. |1083 πῶς δ’ οἴχεταί μοι παῖς μόνου παιδὸς μόνος; |1084 σήμαιν’· ἀκοῦσαι δ’ οὐκ ἀκούσθ’ ὅμως θέλω. |1085 ἐπεὶ τὸ κλεινὸν ἤλθομεν Φοίβου πέδον, |1086 τρεῖς μὲν φαεννὰς ἡλίου διεξόδους |1087 θέᾳ διδόντες ὄμματ’ ἐξεπίμπλαμεν. |1088 καὶ τοῦθ’ ὕποπτον ἦν ἄρ’· εἰς δὲ συστάσεις |1089 κύκλους τ’ ἐχώρει λαὸς οἰκήτωρ θεοῦ. |1090 Ἀγαμέμνονος δὲ παῖς διαστείχων πόλιν |1091 ἐς οὖς ἑκάστῳ δυσμενεῖς ηὔδα λόγους· |1092 Ὁρᾶτε τοῦτον, ὃς διαστείχει θεοῦ |1093 χρυσοῦ γέμοντα γύαλα, θησαυροὺς βροτῶν, |1094 τὸ δεύτερον παρόντ’ ἐφ’ οἷσι καὶ πάρος |1095 δεῦρ’ ἦλθε, Φοίβου ναὸν ἐκπέρσαι θέλων; |1096 κἀκ τοῦδ’ ἐχώρει ῥόθιον ἐν πόλει κακόν· |1097 ἀρχαί τε, πληροῦντές τε βουλευτήρια, |1098 ἰδίᾳ θ’ ὅσοι θεοῦ χρημάτων ἐφέστασαν, |1099 φρουρὰν ἐτάξαντ’ ἐν περιστύλοις δόμοις. |1100 ἡμεῖς δὲ μῆλα, φυλλάδος Παρνασίας |1101 παιδεύματ’, οὐδὲν τῶνδέ πω πεπυσμένοι, |1102 λαβόντες ᾖμεν ἐσχάραις τ’ ἐφέσταμεν |1103 σὺν προξένοισι μάντεσίν τε Πυθικοῖς. |1104 καί τις τόδ’ εἶπεν· Ὦ νεανία, τί σοι |1105 θεῷ κατευξώμεσθα; τίνος ἥκεις χάριν; |1106 ὃ δ’ εἶπε· Φοίβῳ τῆς πάροιθ’ ἁμαρτίας |1107 δίκας παρασχεῖν βουλόμεσθ’· ᾔτησα γὰρ |1108 πατρός ποτ’ αὐτὸν αἵματος δοῦναι δίκην. |1109 κἀνταῦθ’ Ὀρέστου μῦθος ἰσχύων μέγα |1110 ἐφαίνεθ’, ὡς ψεύδοιτο δεσπότης ἐμός, |1111 ἥκων ἐπ’ αἰσχροῖς. ἔρχεται δ’ ἀνακτόρων |1112 κρηπῖδος ἐντός, ὡς πάρος χρηστηρίων |1113 εὔξαιτο Φοίβῳ· τυγχάνει δ’ ἐν ἐμπύροις· |1114 τῷ δὲ ξιφήρης ἆρ’ ὑφειστήκει λόχος |1115 δάφνῃ σκιασθείς· ὧν Κλυταιμήστρας τόκος |1116 εἷς ἦν ἁπάντων τῶνδε μηχανορράφος. |1117 χὣ μὲν κατ’ ὄμμα στὰς προσεύχεται θεῷ· |1118 οἳ δ’ ὀξυθήκτοις φασγάνοις ὡπλισμένοι |1119 κεντοῦσ’ ἀτευχῆ παῖδ’ Ἀχιλλέως λάθρᾳ. |1120 χωρεῖ δὲ πρύμναν· οὐ γὰρ εἰς καιρὸν τυπεὶς |1121 ἐτύγχαν’· ἐξέλκει δὲ καὶ παραστάδος |1122 κρεμαστὰ τεύχη πασσάλων καθαρπάσας |1123 ἔστη ’πὶ βωμοῦ γοργὸς ὁπλίτης ἰδεῖν, |1124 βοᾷ δὲ Δελφῶν παῖδας ἱστορῶν τάδε· |1125 Τίνος μ’ ἕκατι κτείνετ’ εὐσεβεῖς ὁδοὺς |1126 ἥκοντα; ποίας ὄλλυμαι πρὸς αἰτίας;— |1127 τῶν δ’ οὐδὲν οὐδεὶς μυρίων ὄντων πέλας |1128 ἐφθέγξατ’, ἀλλ’ ἔβαλλον ἐκ χερῶν πέτροις. |1129 πυκνῇ δὲ νιφάδι πάντοθεν σποδούμενος |1130 προὔτεινε τεύχη κἀφυλάσσετ’ ἐμβολὰς |1131 ἐκεῖσε κἀκεῖσ’ ἀσπίδ’ ἐκτείνων χερί. |1132 ἀλλ’ οὐδὲν ἦνεν· ἀλλὰ πόλλ’ ὁμοῦ βέλη, |1133 οἰστοί, μεσάγκυλ’ ἔκλυτοί τ’ ἀμφώβολοι, |1134 σφαγῆς ἐχώρουν βουπόροι ποδῶν πάρος. |1135 δεινὰς δ’ ἂν εἶδες πυρρίχας φρουρουμένου |1136 βέλεμνα παιδός. ὡς δέ νιν περισταδὸν |1137 κύκλῳ κατεῖχον οὐ διδόντες ἀμπνοάς, |1138 βωμοῦ κενώσας δεξίμηλον ἐσχάραν, |1139 τὸ Τρωικὸν πήδημα πηδήσας ποδοῖν |1140 χωρεῖ πρὸς αὐτούς· οἳ δ’ ὅπως πελειάδες |1141 ἱέρακ’ ἰδοῦσαι πρὸς φυγὴν ἐνώτισαν. |1142 πολλοὶ δ’ ἔπιπτον μιγάδες ἔκ τε τραυμάτων |1143 αὐτοί θ’ ὑπ’ αὐτῶν στενοπόρους κατ’ ἐξόδους, |1144 κραυγὴ δ’ ἐν εὐφήμοισι δύσφημος δόμοις |1145 πέτραισιν ἀντέκλαγξ’· ἐν εὐδίᾳ δέ πως |1146 ἔστη φαεννοῖς δεσπότης στίλβων ὅπλοις· |1147 πρὶν δή τις ἀδύτων ἐκ μέσων ἐφθέγξατο |1148 δεινόν τι καὶ φρικῶδες, ὦρσε δὲ στρατὸν |1149 στρέψας πρὸς ἀλκήν. ἔνθ’ Ἀχιλλέως πίτνει |1150 παῖς ὀξυθήκτῳ πλευρὰ φασγάνῳ τυπεὶς |1151 Δελφοῦ πρὸς ἀνδρός, ὅσπερ αὐτὸν ὤλεσε, |1152 πολλῶν μετ’ ἄλλων· ὡς δὲ πρὸς γαῖαν πίτνει, |1153 τίς οὐ σίδηρον προσφέρει, τίς οὐ πέτρον, |1154 βάλλων ἀράσσων; πᾶν δ’ ἀνήλωται δέμας |1155 τὸ καλλίμορφον τραυμάτων ὑπ’ ἀγρίων. |1156 νεκρὸν δὲ δή νιν κείμενον βωμοῦ πέλας |1157 ἐξέβαλον ἐκτὸς θυοδόκων ἀνακτόρων. |1158 ἡμεῖς δ’ ἀναρπάσαντες ὡς τάχος χεροῖν |1159 κομίζομέν νιν σοὶ κατοιμῶξαι γόοις |1160 κλαῦσαί τε, πρέσβυ, γῆς τε κοσμῆσαι τάφῳ. |1161 τοιαῦθ’ ὁ τοῖς ἄλλοισι θεσπίζων ἄναξ, |1162 ὁ τῶν δικαίων πᾶσιν ἀνθρώποις κριτής, |1163 δίκας διδόντα παῖδ’ ἔδρασ’ Ἀχιλλέως. |1164 ἐμνημόνευσε δ’, ὥσπερ ἄνθρωπος κακός, |1165 παλαιὰ νείκη· πῶς ἂν οὖν εἴη σοφός; [choral] [anapests] |1166 καὶ μὴν ὅδ’ ἄναξ ἤδη φοράδην |1167 Δελφίδος ἐκ γῆς δῶμα πελάζει. |1168 τλήμων ὁ παθών, τλήμων δέ, γέρον, |1169 καὶ σύ· δέχῃ γὰρ τὸν Ἀχίλλειον |1170 σκύμνον ἐς οἴκους οὐχ ὡς σὺ θέλεις· |1171 αὐτός τε κακοῖς πήμασι κύρσας |1172 εἰς ἓν μοίρας συνέκυρσας. [strophe 1] |1173 ὤμοι ἐγώ, κακὸν οἷον ὁρῶ τόδε |1174 καὶ δέχομαι χερὶ δώμασί τ’ ἀμοῖς. |1175 ἰώ μοί μοι, αἰαῖ, |1176 ὦ πόλι Θεσσαλία, διολώλαμεν, |1177 οἰχόμεθ’· οὐκέτι μοι γένος, οὐκέτι μοι τέκνα |1178 λείπεται οἴκοις· |1179 ὦ σχέτλιος παθέων ἐγώ· εἰς τίνα |1180 δὴ φίλον αὐγὰς βάλλων τέρψομαι; |1181 ὦ φίλιον στόμα καὶ γένυ καὶ χέρες, |1182 εἴθε σ’ ὑπ’ Ἰλίῳ ἤναρε δαίμων |1183 Σιμοεντίδα παρ’ ἀκτάν. |1184 οὗτός τ’ ἂν ὡς ἐκ τῶνδ’ ἐτιμᾶτ’ ἄν, γέρον, |1185 θανών, τὸ σὸν δ’ ἦν ὧδ’ ἂν εὐτυχέστερον. [antistrophe 1] |1186 ὦ γάμος, ὦ γάμος, ὃς τάδε δώματα |1187 καὶ πόλιν ἀμὰν ὤλεσας· αἰαῖ, |1188 ἒ ἔ· ὦ παῖ, |1189 μήποτε σῶν λεχέων τὸ δυσώνυμον |1190 ὤφελ’ ἐμὸν γένος εἰς τέκνα καὶ δόμον |1191 ἀμφιβαλέσθαι |1192 Ἑρμιόνας Ἀίδαν ἐπὶ σοί, τέκνον, |1193 ἀλλὰ κεραυνῷ πρόσθεν ὀλέσθαι· |1194 μηδ’ ἐπὶ τοξοσύνᾳ φονίῳ πατρὸς |1195 αἷμα τὸ διογενές ποτε Φοίβου |1196 βροτὸς εἰς θεὸν ἀνάψαι. [strophe 2] |1197 ὀττοτοτοτοῖ, θανόντα δεσπόταν γόοις |1198 νόμῳ τῷ |1199 νερτέρων κατάρξω. |1200 ὀττοτοτοτοῖ, διάδοχα δ’ ὦ τάλας ἐγὼ |1201 γέρων καὶ |1202 δυστυχὴς δακρύω. |1203 θεοῦ γὰρ αἶσα, θεὸς ἔκρανε συμφοράν. |1204 ὦ φίλος, |1205 δόμον ἔλιπες ἔρημον, |1206 ὤμοι μοι, ταλαίπωρον ἐμὲ |1207 γέροντ’ ἄπαιδα νοσφίσας. |1208 θανεῖν θανεῖν σε, πρέσβυ, χρῆν πάρος τέκνων. |1209 οὐ σπαράξομαι κόμαν, |1210 οὐκ ἐμῷ ’πιθήσομαι |1211 κάρᾳ κτύπημα χειρὸς ὀλοόν; ὦ πόλις, |1212 διπλῶν τέκνων |1213 μ’ ἐστέρησ’ ὁ Φοῖβος. [antistrophe 2] |1214 ὦ κακὰ παθὼν ἰδών τε δυστυχὴς γέρον, |1214a τίν’ αἰῶν’ |1215 εἰς τὸ λοιπὸν ἕξεις; |1216 ἄτεκνος ἔρημος, οὐκ ἔχων πέρας κακῶν |1216a διαντλή- |1217 σω πόνους ἐς Ἅιδαν. |1218 μάτην δέ σ’ ἐν γάμοισιν ὤλβισαν θεοί. |1219 ἀμπτάμενα |1219a φροῦδα πάντα, κεῖται |1220 κόμπων μεταρσίων πρόσω. |1221 μόνος μόνοισιν ἐν δόμοις ἀναστρέφῃ. |1222 οὐκέτ’ εἶ, πόλις, πόλις, |1223 σκῆπτρά τ’ ἐρρέτω τάδε ἐπὶ γαῖαν, |1224 σύ τ’, ὦ κατ’ ἄντρα νύχια Νηρέως κόρη, |1224a πανώλεθρόν |1225 μ’ ὄψεαι πίτνοντα πρὸς γᾶν. [episode] [anapests] |1226 ἰὼ ἰώ· |1226a τί κεκίνηται; τίνος αἰσθάνομαι |1227 θείου; κοῦραι, λεύσσετ’ ἀθρήσατε· |1228 δαίμων ὅδε τις λευκὴν αἰθέρα |1229 πορθμευόμενος τῶν ἱπποβότων |1230 Φθίας πεδίων ἐπιβαίνει. |1231 Πηλεῦ, χάριν σοι τῶν πάρος νυμφευμάτων |1232 ἥκω Θέτις λιποῦσα Νηρέως δόμους. |1233 καὶ πρῶτα μέν δὴ τοῖς παρεστῶσιν κακοῖς |1234 μηδέν τι λίαν δυσφορεῖν παρῄνεσα· |1235 κἀγὼ γάρ, ἣν ἄκλαυτα χρῆν τίκτειν τέκνα, |1236 ἀπώλεσ’ ἐκ σοῦ παῖδα τὸν ταχὺν πόδας |1237 Ἀχιλλέα τεκοῦσα πρῶτον Ἑλλάδος. |1238 ὧν δ’ οὕνεκ’ ἦλθον σημανῶ, σὺ δ’ ἐνδέχου. |1239 τὸν μὲν θανόντα τόνδ’ Ἀχιλλέως γόνον |1240 θάψον πορεύσας Πυθικὴν πρὸς ἐσχάραν, |1241 Δελφοῖς ὄνειδος, ὡς ἀπαγγέλλῃ τάφος |1242 φόνον βίαιον τῆς Ὀρεστείας χερός· |1243 γυναῖκα δ’ αἰχμάλωτον, Ἀνδρομάχην λέγω, |1244 Μολοσσίαν γῆν χρὴ κατοικῆσαι, γέρον, |1245 Ἑλένῳ συναλλαχθεῖσαν εὐναίοις γάμοις, |1246 καὶ παῖδα τόνδε, τῶν ἀπ’ Αἰακοῦ μόνον |1247 λελειμμένον δή. βασιλέα δ’ ἐκ τοῦδε χρὴ |1248 ἄλλον δι’ ἄλλου διαπερᾶν Μολοσσίας |1249 εὐδαιμονοῦντας· οὐ γὰρ ὧδ’ ἀνάστατον |1250 γένος γενέσθαι δεῖ τὸ σὸν κἀμόν, γέρον, |1251 Τροίας τε· καὶ γὰρ θεοῖσι κἀκείνης μέλει, |1252 καίπερ πεσούσης Παλλάδος προθυμίᾳ. |1253 σὲ δ’, ὡς ἂν εἰδῇς τῆς ἐμῆς εὐνῆς χάριν, |1254 θεὰ γεγῶσα καὶ θεοῦ πατρὸς τέκος, |1255 κακῶν ἀπαλλάξασα τῶν βροτησίων |1256 ἀθάνατον ἄφθιτόν τε ποιήσω θεόν. |1257 κἄπειτα Νηρέως ἐν δόμοις ἐμοῦ μέτα |1258 τὸ λοιπὸν ἤδη θεὸς συνοικήσεις θεᾷ· |1259 ἔνθεν κομίζων ξηρὸν ἐκ πόντου πόδα |1260 τὸν φίλτατον σοὶ παῖδ’ ἐμοί τ’ Ἀχιλλέα |1261 ὄψῃ δόμους ναίοντα νησιωτικοὺς |1262 Λευκὴν κατ’ ἀκτὴν ἐντὸς Εὐξείνου πόρου. |1263 ἀλλ’ ἕρπε Δελφῶν εἰς θεόδμητον πόλιν |1264 νεκρὸν κομίζων τόνδε, καὶ κρύψας χθονὶ |1265 ἐλθὼν παλαιᾶς χοιράδος κοῖλον μυχὸν |1266 Σηπιάδος ἵζου· μίμνε δ’, ἔστ’ ἂν ἐξ ἁλὸς |1267 λαβοῦσα πεντήκοντα Νηρῄδων χορὸν |1268 ἔλθω κομιστήν σου· τὸ γὰρ πεπρωμένον |1269 δεῖ σ’ ἐκκομίζειν· Ζηνὶ γὰρ δοκεῖ τάδε. |1270 παῦσαι δὲ λύπης τῶν τεθνηκότων ὕπερ· |1271 πᾶσιν γὰρ ἀνθρώποισιν ἥδε πρὸς θεῶν |1272 ψῆφος κέκρανται κατθανεῖν τ’ ὀφείλεται. |1273 ὦ πότνι’, ὦ γενναῖα συγκοιμήματα, |1274 Νηρέως γένεθλον, χαῖρε· ταῦτα δ’ ἀξίως |1275 σαυτῆς τε ποιεῖς καὶ τέκνων τῶν ἐκ σέθεν. |1276 παύω δὲ λύπην σοῦ κελευούσης, θεά, |1277 καὶ τόνδε θάψας εἶμι Πηλίου πτυχάς, |1278 οὗπερ σὸν εἷλον χερσὶ κάλλιστον δέμας. |1279 κᾆτ’ οὐ γαμεῖν δῆτ’ ἔκ τε γενναίων χρεὼν |1280 δοῦναί τ’ ἐς ἐσθλούς, ὅστις εὖ βουλεύεται, |1281 κακῶν δὲ λέκτρων μὴ ’πιθυμίαν ἔχειν, |1282 μηδ’ εἰ ζαπλούτους οἴσεται φερνὰς δόμοις; |1283 οὐ γάρ ποτ’ ἂν πράξειαν ἐκ θεῶν κακῶς. [anapests] |1284 πολλαὶ μορφαὶ τῶν δαιμονίων, |1285 πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· |1286 καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, |1287 τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. |1288 τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.