[edition urn:cts:greekLit:tlg0006.tlg005.perseus-grc2] [episode] |1 Πολλὴ μὲν ἐν βροτοῖσι κοὐκ ἀνώνυμος, |2 θεὰ κέκλημαι Κύπρις, οὐρανοῦ τ’ ἔσω· |3 ὅσοι τε Πόντου τερμόνων τ’ Ἀτλαντικῶν |4 ναίουσιν εἴσω φῶς ὁρῶντες ἡλίου, |5 τοὺς μὲν σέβοντας τἀμὰ πρεσβεύω κράτη, |6 σφάλλω δ’ ὅσοι φρονοῦσιν εἰς ἡμᾶς μέγα. |7 ἔνεστι γὰρ δὴ κἀν θεῶν γένει τόδε· |8 τιμώμενοι χαίρουσιν ἀνθρώπων ὕπο. |9 δείξω δὲ μύθων τῶνδ’ ἀλήθειαν τάχα· |10 ὁ γάρ με Θησέως παῖς, Ἀμαζόνος τόκος, |11 Ἱππόλυτος, ἁγνοῦ Πιτθέως παιδεύματα, |12 μόνος πολιτῶν τῆσδε γῆς Τροζηνίας |13 λέγει κακίστην δαιμόνων πεφυκέναι, |14 ἀναίνεται δὲ λέκτρα κοὐ ψαύει γάμων· |15 Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην, |16 τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος· |17 χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ |18 κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός, |19 μείζω βροτείας προσπεσὼν ὁμιλίας. |20 τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ; |21 ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι |22 Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ |23 πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ. |24 ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων |25 σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων |26 Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ |27 ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο |28 ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν. |29 καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν, |30 πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον |31 γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο, |32 ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι |33 τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν. |34 ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα, |35 μίασμα φεύγων αἵματος Παλλαντιδῶν, |36 καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα, |37 ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν, |38 ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη |39 κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται |40 σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον. |41 ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν· |42 δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται. |43 καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν |44 κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος |45 ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας, |46 μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ. |47 ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται, |48 Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν |49 τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ |50 δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν. |51 ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως |52 στείχοντα, θήρας μόχθον ἐκλελοιπότα, |53 Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων. |54 πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους |55 κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν |56 ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας |57 Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε. [lyric] |58 ἕπεσθ’ ἀείδοντες ἕπεσθε |59 τὰν Διὸς οὐρανίαν |60 Ἄρτεμιν, ᾇ μελόμεσθα. |61 πότνια πότνια σεμνοτάτα, |62 Ζανὸς γένεθλον, |63 χαῖρε, χαῖρέ μοι, ὦ κόρα |65 Λατοῦς Ἄρτεμι καὶ Διός, |66 καλλίστα πολὺ παρθένων, |67 ἃ μέγαν κατ’ οὐρανὸν |68 ναίεις εὐπατέρειαν αὐ- |69 λάν, Ζηνὸς πολύχρυσον οἶκον. |70 χαῖρέ μοι, ὦ καλλίστα καλ- |71 λίστα τῶν κατ’ Ὄλυμπον. |72 παρθένων, Ἄρτεμι. [dialogue] |73 σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου |74 λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω, |75 ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ |76 οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον |77 μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται, |78 Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις· |79 ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει |80 τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς, |81 τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις. |82 ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης |83 ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο. |84 μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν· |85 σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι, |86 κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν. |87 τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου. |88 ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών — |89 ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ; |90 καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν. |91 οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος |92 οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι; |93 μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον. |94 ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν; |95 ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις; |96 πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ. |97 ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε; |98 εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα. |99 πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων |100 τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα. |101 τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις. |102 πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι. |103 σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς. |104 ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει. |105 εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ. |106 οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν. |107 τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών. |108 χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους |109 σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας |110 τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν |111 ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο |112 βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα. |113 τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω. |114 ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον, |115 φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν, |116 προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν, |117 δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν, |118 εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων |119 μάταια βάζει· μὴ δόκει τούτων κλύειν· |120 σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς. [choral] [strophe 1] |121 Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται, |122 βαπτὰν κάλπισι ῥυτὰν πα- |123 γὰν προιεῖσα κρημνῶν· |125 ὅθι μοί τις ἦν φίλα |126 πορφύρεα φάρεα |127 ποταμίᾳ δρόσῳ |128 τέγγουσα, θερ- |128a μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ- |129 αλίου κατέβαλλ’· ὅθεν |130 μοι πρώτα φάτις ἦλθε δεσποίνας· [antistrophe 1] |131 τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν |132 οἴκων, λεπτὰ δὲ φάρη ξάν- |133 θαν κεφαλὰν σκιάζειν· |135 τριτάταν δέ νιν κλύω |136 τάνδ’ ἀβρωσίᾳ |137 στόματος ἁμέραν |138 Δάματρος ἀ- |138a κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ- |139 πτῷ πένθει θανάτου θέλου- |140 σαν κέλσαι ποτὶ τέρμα δύστανον. [strophe 2] |141 — ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα, |142 εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας |143 ἢ σεμνῶν Κορυβάντων φοι- |144 τᾷς ἢ ματρὸς ὀρείας; |145 — σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί- |146 κτυνναν ἀμπλακίαις ἀνίε- |147 ρος ἀθύτων πελάνων τρύχῃ; |148 φοιτᾷ γὰρ καὶ διὰ λίμνας |149 χέρσον θ’ ὑπὲρ πελάγους |150 δίναις ἐν νοτίαις ἅλμας. [antistrophe 2] |151 — ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν |152 ἀρχαγόν, τὸν εὐπατρίδαν, |153 ποιμαίνει τις ἐν οἴκοις κρυ- |154 πτὰ κοίτα λεχέων σῶν; |155 — ἢ ναυβάτας τις ἔπλευσεν Κρή- |156 τας ἔξορμος ἀνὴρ λιμένα |157 τὸν εὐξεινότατον ναύταις, |158 φήμαν πέμπων βασιλείᾳ, |159 λύπᾳ δ’ ὑπὲρ παθέων |160 εὐναία δέδεται ψυχά; [epode] |161 — φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν |162 ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν, |163 ὠδινῶν τε καὶ ἀφροσύνας. |165 δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’ |166 αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν |167 τόξων μεδέουσαν ἀύτευν |168 Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ |169 σὺν θεοῖσι φοιτᾷ. [episode] [anapests] |170 — ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν |171 τήνδε κομίζουσ’ ἔξω μελάθρων· |172 στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται. |173 τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή, |174 τί δεδήληται |175 δέμας ἀλλόχροον βασιλείας. |176 ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι. |177 τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω; |178 τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ· |179 ἔξω δὲ δόμων ἤδη νοσερᾶς |180 δέμνια κοίτης. |181 δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι· |182 τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν. |183 ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις, |184 οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν |185 φίλτερον ἡγῇ. |186 κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν· |187 τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει |188 λύπη τε φρενῶν χερσίν τε πόνος. |189 πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων, |190 κοὐκ ἔστι πόνων ἀνάπαυσις. |191 ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο |192 σκότος ἀμπίσχων κρύπτει νεφέλαις. |194 τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν |193 δυσέρωτες δὴ φαινόμεθ’ ὄντες, |195 δι’ ἀπειροσύνην ἄλλου βιότου |196 κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας· |197 μύθοις δ’ ἄλλως φερόμεσθα. |198 ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα· |199 λέλυμαι μελέων σύνδεσμα φίλων. |200 λάβετ’ εὐπήχεις χεῖρας, πρόπολοι. |201 βαρύ μοι κεφαλᾶς ἐπίκρανον ἔχειν· |202 ἄφελ’, ἀμπέτασον βόστρυχον ὤμοις. |203 θάρσει, τέκνον, καὶ μὴ χαλεπῶς |204 μετάβαλλε δέμας. |205 ῥᾷον δὲ νόσον μετά θ’ ἡσυχίας |206 καὶ γενναίου λήματος οἴσεις· |207 μοχθεῖν δὲ βροτοῖσιν ἀνάγκη. |208 αἰαῖ· |208a πῶς ἂν δροσερᾶς ἀπὸ κρηνῖδος |209 καθαρῶν ὑδάτων πῶμ’ ἀρυσαίμαν, |210 ὑπό τ’ αἰγείροις ἔν τε κομήτῃ |211 λειμῶνι κλιθεῖσ’ ἀναπαυσαίμαν; |212 ὦ παῖ, τί θροεῖς; |213 οὐ μὴ παρ’ ὄχλῳ τάδε γηρύσῃ |214 μανίας ἔποχον ῥίπτουσα λόγον; |215 πέμπετέ μ’ εἰς ὄρος· εἶμι πρὸς ὕλαν |216 καὶ παρὰ πεύκας, ἵνα θηροφόνοι |217 στείβουσι κύνες |218 βαλιαῖς ἐλάφοις ἐγχριμπτόμεναι· |219 πρὸς θεῶν, ἔραμαι κυσὶ θωΰξαι |220 καὶ παρὰ χαίταν ξανθὰν ῥῖψαι |221 Θεσσαλὸν ὅρπακ’, ἐπίλογχον ἔχουσ’ |222 ἐν χειρὶ βέλος. |223 τί ποτ’, ὦ τέκνον, τάδε κηραίνεις; |224 τί κυνηγεσίων καὶ σοὶ μελέτη; |225 τί δὲ κρηναίων νασμῶν ἔρασαι; |226 πάρα γὰρ δροσερὰ πύργοις συνεχὴς |227 κλιτύς, ὅθεν σοι πῶμα γένοιτ’ ἄν. |228 δέσποιν’ ἁλίας Ἄρτεμι Λίμνας |229 καὶ γυμνασίων τῶν ἱπποκρότων, |230 εἴθε γενοίμαν ἐν σοῖς δαπέδοις, |231 πώλους Ἐνέτας δαμαλιζομένα. |232 τί τόδ’ αὖ παράφρων ἔρριψας ἔπος; |233 νῦν δὴ μὲν ὄρος βᾶσ’ ἐπὶ θήρας |234 πόθον ἐστέλλου, νῦν δ’ αὖ ψαμάθοις |235 ἐπ’ ἀκυμάντοις πώλων ἔρασαι. |236 τάδε μαντείας ἄξια πολλῆς, |237 ὅστις σε θεῶν ἀνασειράζει |238 καὶ παρακόπτει φρένας, ὦ παῖ. |239 δύστηνος ἐγώ, τί ποτ’ εἰργασάμην; |240 ποῖ παρεπλάγχθην γνώμης ἀγαθῆς; |241 ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ. |242 φεῦ φεῦ, τλήμων. |243 μαῖα, πάλιν μου κρύψον κεφαλήν, |244 αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι. |245 κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει, |246 καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται. |247 τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ· |248 τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ |249 μὴ γιγνώσκοντ’ ἀπολέσθαι. |250 κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος |251 σῶμα καλύψει; |252 πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος. |253 χρῆν γὰρ μετρίας εἰς ἀλλήλους |254 φιλίας θνητοὺς ἀνακίρνασθαι |255 καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς, |256 εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν |257 ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι. |258 τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν |259 ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ |260 τῆσδ’ ὑπεραλγῶ. |261 βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις |262 φασὶ σφάλλειν πλέον ἢ τέρπειν |263 τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν. |264 οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ |265 τοῦ μηδὲν ἄγαν· |266 καὶ ξυμφήσουσι σοφοί μοι. [dialogue] |267 γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ |268 Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας, |269 ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος· |270 σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν. |271 οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει. |272 οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ; |273 ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε. |274 ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας. |275 πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν; |276 πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη; |277 θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου. |278 θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει. |279 κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν. |280 ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων; |281 ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός. |282 σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη |283 νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν; |284 ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον· |285 οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας, |286 ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς |287 οἵα πέφυκα δυστυχοῦσι δεσπόταις. |288 ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων |289 λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ |290 στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν, |291 ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην |292 μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον. |293 κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν, |294 γυναῖκες αἵδε συγκαθιστάναι νόσον· |295 εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας, |296 λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε. |297 εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον, |298 ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω, |299 ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις. |300 φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ, |301 γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους, |302 ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε |303 λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. — |304 ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα |305 γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς |306 παῖδας πατρῴων μὴ μεθέξοντας δόμων, |307 μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα, |308 ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο |309 νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς, |310 Ἱππόλυτον |310b οἴμοι. |310c θιγγάνει σέθεν τόδε; |311 ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν |312 τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι. |313 ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις |314 παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον. |315 φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι. |316 ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς; |317 χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι. |318 μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος; |319 φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών. |320 Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν; |321 μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς. |322 τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν; |323 ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω. |324 οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι. |325 τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη; |326 καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε. |327 κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά. |328 μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν; |329 ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει. |330 κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ; |331 ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα. |332 οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ. |333 ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες. |334 οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν. |335 δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν. |336 σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος. |337 ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον, |338 ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε; |339 σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ, |340 τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς; |341 τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι. |342 ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος; |343 ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς. |344 οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν. |345 φεῦ· |345a πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; |346 οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς. |347 τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν; |348 ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα. |349 ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι. |350 τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος; |351 ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος |352 Ἱππόλυτον αὐδᾷς; |352b σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις. |353 οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας. |354 γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι |355 ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος. |356 ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι |357 βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ. |358 οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως |359 κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός, |360 ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ, |361 ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν. [strophe 1] |362 ἄιες ὤ, ἔκλυες ὤ, |362a ἀνήκουστα τᾶς |363 τυράννου πάθεα μέλεα θρεομένας; |364 — ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν |365 κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ. |366 — ὦ τάλαινα τῶνδ’ ἀλγέων· |367 — ὦ πόνοι τρέφοντες βροτούς. |368 — ὄλωλας, ἐξέφηνας ἐς φάος κακά. |369 — τίς σε παναμέριος ὅδε χρόνος μένει; |370 — τελευτάσεταί τι καινὸν δόμοις. |371 — ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα |372 Κύπριδος, ὦ τάλαινα παῖ Κρησία. [dialogue] |373 Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον |374 οἰκεῖτε χώρας Πελοπίας προνώπιον, |375 ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ |376 θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος. |377 καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν |378 πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν |379 πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε· |380 τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν, |381 οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο, |382 οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ |383 ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου, |384 μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν, |385 αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή, |386 ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής, |387 οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα. |388 ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ, |389 οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν |390 ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν. |391 λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν· |392 ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως |393 κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν |394 ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον. |395 γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν |396 φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται, |397 αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά. |398 τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν |399 τῷ σωφρονεῖν νικῶσα προυνοησάμην. |400 τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον |401 Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι, |402 κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων. |403 ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ |404 μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν. |405 τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ, |406 γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς, |407 μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως |408 ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη |409 πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων |410 τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν. |411 ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ, |412 ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά. |413 μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις, |414 λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας. |415 αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι, |416 βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν |417 οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην |418 τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ; |419 ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι, |420 ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ, |421 μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι |422 παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν |423 κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς. |424 δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ, |425 ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά. |426 μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ, |427 γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ. |428 κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ, |429 προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ |430 χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ. |431 φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν |432 καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται. |433 δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως |434 ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον· |435 νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς |436 αἱ δεύτεραί πως φροντίδες σοφώτεραι. |437 οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου |438 πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς. |439 ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν. |440 κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς; |441 οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας, |442 ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών· |443 Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ· |444 ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται, |445 ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα, |446 τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν. |447 φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ |448 κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ· |449 ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον |450 οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι. |451 ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων |452 ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί, |453 ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων |454 Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε |455 ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως |456 ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ |457 ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς, |458 στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι. |459 σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα |460 πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς |461 ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους. |462 πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν |463 νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν; |464 πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι |465 συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ |466 τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά. |467 οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς· |468 οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι |469 καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην |470 πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς; |471 ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις, |472 ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν. |473 ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν, |474 λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις |475 τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν· |476 τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε. |477 νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου. |478 εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι· |479 φανήσεταί τι τῆσδε φάρμακον νόσου. |480 ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν, |481 εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν. |482 Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα |483 πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ. |484 ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων |485 τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν. |486 τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας |487 δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι. |488 οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν, |489 ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται. |490 τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων |491 δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον, |492 τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον. |493 εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος |494 τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή, |495 οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς |496 προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας |497 σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε. |498 ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα |499 καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους; |500 αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι. |501 κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε, |502 ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη. |503 καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ — |504 πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ |505 ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς, |506 ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι. |507 εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν· |508 εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις. |509 ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια |510 ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω, |511 ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν |512 παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή. |513 δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου |514 σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο |515 λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν. |516 πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον; |517 οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον. |518 δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή. |519 πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί; |520 μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ. |521 ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς. |522 μόνον σύ μοι, δέσποινα ποντία Κύπρι, |523 συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ |524 τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις. [choral] [strophe 1] |525 Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων |526 στάζεις πόθον, εἰσάγων γλυκεῖαν |527 ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ, |528 μή μοί ποτε σὺν κακῷ φανείης |529 μηδ’ ἄρρυθμος ἔλθοις. |530 οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος, |531 οἷον τὸ τᾶς Ἀφροδίτας |532 ἵησιν ἐκ χερῶν |533 Ἔρως, ὁ Διὸς παῖς. [antistrophe 1] |535 ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ |536 Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις |537 βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει· |538 Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν, |539 τὸν τᾶς Ἀφροδίτας |540 φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν, |541 πέρθοντα καὶ διὰ πάσας |542 ἰόντα συμφορᾶς |543 θνατοῖς, ὅταν ἔλθῃ. [strophe 2] |545 τὰν μὲν Οἰχαλίᾳ |546 πῶλον ἄζυγα λέκτρων, ἄναν- |547 δρον τὸ πρὶν καὶ ἄνυμφον, οἴ- |548 κων ζεύξασ’ ἀπ’ Εὐρυτίων |549 δρομάδα Ναΐδ’ ὅπως τε Βάκ- |550 χαν σὺν αἵματι, σὺν καπνῷ |551 φονίοις θ’ ὑμεναίοις |552 Ἀλκμήνας τόκῳ Κύπρις ἐξέδωκεν· |553 ὦ τλάμων ὑμεναίων. [antistrophe 2] |555 ὦ Θήβας ἱερὸν |556 τεῖχος, ὦ στόμα Δίρκας, συνεί- |557 ποιτ’ ἂν ἁ Κύπρις οἷον ἕρ- |558 πει. βροντᾷ γὰρ ἀμφιπύρῳ |559 τοκάδα τὰν διγόνοιο Βάκ- |560 χου νυμφευσαμένα πότμῳ |561 φονίῳ κατηύνασεν. |562 δεινὰ γὰρ παντᾷ ποτιπνεῖ, μέλισσα δ’ |563 οἵα τις πεπόταται. [episode] |565 σιγήσατ’, ὦ γυναῖκες· ἐξειργάσμεθα. |566 τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι; |567 ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω. |568 σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε. |569 ἰώ μοι, αἰαῖ· |570 ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων. [lyric] |571 τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον; |572 ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι, |573 φρένας ἐπίσσυτος; |575 ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις |576 ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει. [lyric] |577 σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα |578 φάτις δωμάτων. |579 ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν; |581 ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ |582 Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά. [lyric] |585 ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω· |586 γεγωνεῖ δ’ ὅπᾳ |587 διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά. |589 καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν, |590 τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος. [lyric] |591 ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα. |592 τί σοι μήσομαι; |593 τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι — |594 αἰαῖ, ἒ ἔ. |595 πρόδοτος ἐκ φίλων. |596 ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς, |597 φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον. |598 πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα; |599 οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος, |600 τῶν νῦν παρόντων πημάτων ἄκος μόνον. |601 ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί, |602 οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα. |603 σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς. |604 οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι. |605 ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου. |606 οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων. |607 ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ. |608 τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν; |609 ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε. |610 τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν. |611 ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς. |612 ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος. |613 ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ; |614 ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος. |615 σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον. |616 ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν |617 γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας; |618 εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος, |619 οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε, |620 ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς |621 ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος |622 παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος |623 τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν |624 ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ. |625 νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν |626 μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν. |627 τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα· |628 προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ |629 φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ. |630 ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν |631 γέγηθε κόσμον προστιθεὶς ἀγάλματι |632 καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ |633 δύστηνος, ὄλβον δωμάτων ὑπεξελών. |634 ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς |635 γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος, |636 ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς |637 λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές. |638 ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς |639 εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή. |640 σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις |641 εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή. |642 τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις |643 ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ |644 γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη. |645 χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν, |646 ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη |647 θηρῶν, ἵν’ εἶχον μήτε προσφωνεῖν τινα |648 μήτ’ ἐξ ἐκείνων φθέγμα δέξασθαι πάλιν. |649 νῦν δ’ αἳ μὲν ἔνδον δρῶσιν αἱ κακαὶ κακὰ |650 βουλεύματ’, ἔξω δ’ ἐκφέρουσι πρόσπολοι. |651 ὡς καὶ σύ γ’ ἡμῖν πατρός, ὦ κακὸν κάρα, |652 λέκτρων ἀθίκτων ἦλθες ἐς συναλλαγάς· |653 ἁγὼ ῥυτοῖς νασμοῖσιν ἐξομόρξομαι, |654 ἐς ὦτα κλύζων. πῶς ἂν οὖν εἴην κακός, |655 ὃς οὐδ’ ἀκούσας τοιάδ’ ἁγνεύειν δοκῶ; |656 εὖ δ’ ἴσθι, τοὐμόν σ’ εὐσεβὲς σῴζει, γύναι· |657 εἰ μὴ γὰρ ὅρκοις θεῶν ἄφαρκτος ᾑρέθην, |658 οὐκ ἄν ποτ’ ἔσχον μὴ οὐ τάδ’ ἐξειπεῖν πατρί. |659 νῦν δ’ ἐκ δόμων μέν, ἔστ’ ἂν ἔκδημος χθονὸς |660 Θησεύς, ἄπειμι· σῖγα δ’ ἕξομεν στόμα. |661 θεάσομαι δὲ σὺν πατρὸς μολὼν ποδὶ |662 πῶς νιν προσόψῃ καὶ σὺ καὶ δέσποινα σή· |663 τῆς σῆς δὲ τόλμης εἴσομαι γεγευμένος. |664 ὄλοισθε. μισῶν δ’ οὔποτ’ ἐμπλησθήσομαι |665 γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν· |666 ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί. |667 ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω, |668 ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί. [antistrophe 1] |669 τάλανες ὦ κακοτυχεῖς |669a γυναικῶν πότμοι. |670 τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας |671 σφαλεῖσαι κάθαμμα λύειν λόγους; |672 ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς. |673 πᾷ ποτ’ ἐξαλύξω τύχας; |674 πῶς δὲ πῆμα κρύψω, φίλαι; |675 τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν |676 πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων |677 φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος |678 πέραν δυσεκπέρατον ἔρχεται βίου. |679 κακοτυχεστάτα γυναικῶν ἐγώ. |680 φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι, |681 δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει. |682 ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ, |683 οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς |684 πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί. |685 οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; — |686 σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι; |687 σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς |688 θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων. |689 οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας |690 ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας, |691 ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς, |692 πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων. |693 ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλους |694 πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν. |695 δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά· |696 τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ· |697 ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν. |698 ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι |699 ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην. |700 εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ· |701 πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα. |702 ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι, |703 τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις; |704 μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ. |705 ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον. |706 παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς |707 παρῄνεσάς μοι κἀπεχείρησας κακά. |708 ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι |709 φρόντιζ’· ἐγὼ γὰρ τἀμὰ θήσομαι καλῶς. |710 ὑμεῖς δέ, παῖδες εὐγενεῖς Τροζήνιαι, |711 τοσόνδε μοι παράσχετ’ ἐξαιτουμένῃ, |712 σιγῇ καλύπτειν ἁνθάδ’ εἰσηκούσατε. |713 ὄμνυμι σεμνὴν Ἄρτεμιν, Διὸς κόρην, |714 μηδὲν κακῶν σῶν ἐς φάος δείξειν ποτέ. |715 καλῶς ἔλεξας· ἓν δὲ προτρέπουσ’ ἐγὼ |716 εὕρημα δῆτα τῆσδε συμφορᾶς ἔχω, |717 ὥστ’ εὐκλεᾶ μὲν παισὶ προσθεῖναι βίον, |718 αὐτή τ’ ὀνάσθαι πρὸς τὰ νῦν πεπτωκότα. |719 οὐ γάρ ποτ’ αἰσχυνῶ γε Κρησίους δόμους, |720 οὐδ’ ἐς πρόσωπον Θησέως ἀφίξομαι |721 αἰσχροῖς ἐπ’ ἔργοις οὕνεκα ψυχῆς μιᾶς. |722 μέλλεις δὲ δὴ τί δρᾶν ἀνήκεστον κακόν; |723 θανεῖν· ὅπως δέ, τοῦτ’ ἐγὼ βουλεύσομαι. |724 εὔφημος ἴσθι. |724b καὶ σύ γ’ εὖ με νουθέτει. |725 ἐγὼ δὲ Κύπριν, ἥπερ ἐξόλλυσί με, |726 ψυχῆς ἀπαλλαχθεῖσα τῇδ’ ἐν ἡμέρᾳ |727 τέρψω· πικροῦ δ’ ἔρωτος ἡσσηθήσομαι. |728 ἀτὰρ κακόν γε χἁτέρῳ γενήσομαι |729 θανοῦσ’, ἵν’ εἰδῇ μὴ ’πὶ τοῖς ἐμοῖς κακοῖς |730 ὑψηλὸς εἶναι· τῆς νόσου δὲ τῆσδέ μοι |731 κοινῇ μετασχὼν σωφρονεῖν μαθήσεται. [choral] [strophe 1] |732 Ἠλιβάτοις ὑπὸ κευθμῶσι γενοίμαν, |733 ἵνα με πτεροῦσσαν ὄρνιν ἀγέλῃσι |734 ποταναῖς θεὸς ἐνθείη· |735 ἀρθείην δ’ ἐπὶ πόντιον |736 κῦμα τᾶς Ἀδριηνᾶς |737 ἀκτᾶς Ἠριδανοῦ θ’ ὕδωρ· |738 ἔνθα πορφύρεον σταλάσ- |738a σουσιν ἐς οἶδμα πατρὸς τάλαι- |739 ναι κόραι Φαέθοντος οἴ- |740 κτῳ δακρύων |741 τὰς ἠλεκτροφαεῖς αὐγάς. [antistrophe 1] |742 Ἑσπερίδων δ’ ἐπὶ μηλόσπορον ἀκτὰν |743 ἀνύσαιμι τᾶν ἀοιδῶν, ἵν’ ὁ ποντο- |744 μέδων πορφυρέας λίμνας |745 ναύταις οὐκέθ’ ὁδὸν νέμει, |746 σεμνὸν τέρμονα κυρῶν |747 οὐρανοῦ, τὸν Ἄτλας ἔχει· |748 κρῆναί τ’ ἀμβρόσιαι χέον- |749 ται Ζηνὸς μελάθρων παρὰ κοί- |750 ταις, ἵν’ ἁ βιόδωρος αὔ- |750a ξει ζαθέα |751 χθὼν εὐδαιμονίαν θεοῖς. [strophe 2] |752 ὦ λευκόπτερε Κρησία |753 πορθμίς, ἃ διὰ πόντιον |754 κῦμ’ ἁλίκτυπον ἅλμας |755 ἐπόρευσας ἐμὰν ἄνασσαν ὀλβίων ἀπ’ οἴκων, |756 κακονυμφοτάταν ὄνασιν. ἦ γὰρ ἀπ’ ἀμφοτέρων |757 ἁ Κρησίας ἐκ γᾶς δύσορ- |758 νις ἔπτατο κλεινὰς Ἀθή- |759 νας· Μουνίχου δ’ ἀκταῖσιν ἐκ- |760 δήσαντο πλεκτὰς πεισμάτων |761 ἀρχάς, ἐπ’ ἀ- |762 πείρου τε γᾶς ἔβασαν. [antistrophe 2] |764 ἀνθ’ ὧν, οὐχ ὁσίων ἐρώ- |765 των δεινᾷ φρένας Ἀφροδί- |766 τας νόσῳ κατεκλάσθη· |767 χαλεπᾷ δ’ ὑπέραντλος οὖσα συμφορᾷ τεράμνων |768 ἀπὸ νυμφιδίων κρεμαστὸν ἅψεται ἀμφὶ βρόχον |769 λευκᾷ καθαρμόζουσα δεί- |770 ρᾳ, δαίμονα στυγνὸν καται- |771 δεσθεῖσα, τὰν δ’ εὔδοξον ἀνθ- |772 αιρουμένα φήμαν, ἀπαλ- |773 λάσσουσά τ’ ἀλ- |774 γεινὸν φρενῶν ἔρωτα. [episode] |776 ἰοὺ ἰού· |776a βοηδρομεῖτε πάντες οἱ πέλας δόμων· |777 ἐν ἀγχόναις δέσποινα, Θησέως δάμαρ. |778 — φεῦ φεῦ, πέπρακται· βασιλὶς οὐκέτ’ ἔστι δὴ |779 γυνή, κρεμαστοῖς ἐν βρόχοις ἠρτημένη. |780 οὐ σπεύσετ’; οὐκ οἴσει τις ἀμφιδέξιον |781 σίδηρον, ᾧ τόδ’ ἅμμα λύσομεν δέρης; |782 — φίλαι, τί δρῶμεν; ἢ δοκεῖ περᾶν δόμους |783 λῦσαί τ’ ἄνασσαν ἐξ ἐπισπαστῶν βρόχων; |784 — τί δ’; οὐ πάρεισι πρόσπολοι νεανίαι; |785 τὸ πολλὰ πράσσειν οὐκ ἐν ἀσφαλεῖ βίου. |786 ὀρθώσατ’ ἐκτείνοντες ἄθλιον νέκυν· |787 πικρὸν τόδ’ οἰκούρημα δεσπόταις ἐμοῖς. |788 — ὄλωλεν ἡ δύστηνος, ὡς κλύω, γυνή· |789 ἤδη γὰρ ὡς νεκρόν νιν ἐκτείνουσι δή. |790 γυναῖκες, ἴστε τίς ποτ’ ἐν δόμοις βοή; |791 ἠχὼ βαρεῖα προσπόλων ἀφίκετο. |792 οὐ γάρ τί μ’ ὡς θεωρὸν ἀξιοῖ δόμος |793 πύλας ἀνοίξας εὐφρόνως προσεννέπειν. |794 μῶν Πιτθέως τι γῆρας εἴργασται νέον; |795 πρόσω μὲν ἤδη βίοτος, ἀλλ’ ὅμως ἔτ’ ἂν |796 λυπηρὸς ἡμῖν τούσδ’ ἂν ἐκλίποι δόμους. |797 οὐκ ἐς γέροντας ἥδε σοι τείνει τύχη, |798 Θησεῦ· νέοι θανόντες ἀλγυνοῦσί σε. |799 οἴμοι· τέκνων μοι μή τι συλᾶται βίος; |800 ζῶσιν, θανούσης μητρὸς ὡς ἄλγιστά σοι. |801 τί φῄς; ὄλωλεν ἄλοχος; ἐκ τίνος τύχης; |802 βρόχον κρεμαστὸν ἀγχόνης ἀνήψατο. |803 λύπῃ παχνωθεῖσ’, ἢ ἀπὸ συμφορᾶς τινος; |804 τοσοῦτον ἴσμεν· ἄρτι γὰρ κἀγὼ δόμοις, |805 Θησεῦ, πάρειμι σῶν κακῶν πενθήτρια. |806 αἰαῖ· τί δῆτα τοῖσδ’ ἀνέστεμμαι κάρα |807 πλεκτοῖσι φύλλοις, δυστυχὴς θεωρὸς ὤν; |808 χαλᾶτε κλῇθρα, πρόσπολοι, πυλωμάτων, |825 ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω πικρὰν θέαν |810 γυναικός, ἥ με κατθανοῦσ’ ἀπώλεσεν. [lyric] |811 — ἰὼ ἰὼ τάλαινα μελέων κακῶν· |811a ἔπαθες, εἰργάσω |812 τοσοῦτον ὥστε τούσδε συγχέαι δόμους. |813 — αἰαῖ τόλμας, ὦ βιαίως θανοῦσ’ |814 ἀνοσίῳ τε συμφορᾷ, σᾶς χερὸς |815 πάλαισμα μελέας. |816 — τίς ἄρα σάν, τάλαιν’, ἀμαυροῖ ζόαν; [strophe 1] |817 ὤμοι ἐγὼ πόνων· ἔπαθον, ὦ πόλις, |818 τὰ μάκιστ’ ἐμῶν κακῶν. ὦ τύχα, |819 ὥς μοι βαρεῖα καὶ δόμοις ἐπεστάθης, |820 κηλὶς ἄφραστος ἐξ ἀλαστόρων τινός. |821 κατακονὰ μὲν οὖν ἀβίοτος βίου· |822 κακῶν δ’, ὢ τάλας, πέλαγος εἰσορῶ |823 τοσοῦτον ὥστε μήποτ’ ἐκνεῦσαι πάλιν, |824 μηδ’ ἐκπερᾶσαι κῦμα τῆσδε συμφορᾶς. |826 τίνα λόγον τάλας, τίνα τύχαν σέθεν |827 βαρύποτμον, γύναι, προσαυδῶν τύχω; |828 ὄρνις γὰρ ὥς τις ἐκ χερῶν ἄφαντος εἶ, |829 πήδημ’ ἐς Ἅιδου κραιπνὸν ὁρμήσασά μοι. |830 αἰαῖ αἰαῖ, μέλεα μέλεα τάδε πάθη. |831 πρόσωθεν δέ ποθεν ἀνακομίζομαι |832 τύχαν δαιμόνων |833 ἀμπλακίαισι τῶν πάροιθέν τινος. |834 οὐ σοὶ τάδ’, ὦναξ, ἦλθε δὴ μόνῳ κακά, |835 πολλῶν μετ’ ἄλλων δ’ ὤλεσας κεδνὸν λέχος. [antistrophe 1] |836 τὸ κατὰ γᾶς θέλω, τὸ κατὰ γᾶς κνέφας |837 μετοικεῖν σκότῳ θανὼν ὁ τλάμων, |838 τῆς σῆς στερηθεὶς φιλτάτης ὁμιλίας· |839 ἀπώλεσας γὰρ μᾶλλον ἢ κατέφθισο. |840 τίνος κλύω; πόθεν θανάσιμος τύχα, |841 γύναι, σὰν ἔβα, τάλαινα, καρδίαν; |842 εἴποι τις ἂν τὸ πραχθέν, ἢ μάτην ὄχλον |843 στέγει τύραννον δῶμα προσπόλων ἐμῶν; |844 ὤμοι μοι σέθεν, |845 μέλεος, οἷον εἶδον ἄλγος δόμων, |846 οὐ τλητὸν οὐδὲ ῥητόν. ἀλλ’ ἀπωλόμην· |847 ἔρημος οἶκος, καὶ τέκν’ ὀρφανεύεται. |848 ἔλιπες οὓς ἔτεκες, ἔλιπες, ὦ φίλα |849 γυναικῶν ἀρίστα θ’ ὁπόσας ὁρᾷ |850 φέγγος ἀελίου |851 τε καὶ νυκτὸς ἀστερωπὸν σέλας. [lyric] |852 ἰὼ τάλας· ὦ τάλας· ὅσον κακὸν ἔχει δόμος. |853 δάκρυσί μου βλέφαρα |854 καταχυθέντα τέγγεται σᾷ τύχᾳ· |855 τὸ δ’ ἐπὶ τῷδε πῆμα φρίσσω πάλαι. |856 ἔα ἔα· |856a τί δή ποθ’ ἥδε δέλτος ἐκ φίλης χερὸς |857 ἠρτημένη; θέλει τι σημῆναι νέον; |858 ἀλλ’ ἦ λέχους μοι καὶ τέκνων ἐπιστολὰς |859 ἔγραψεν ἡ δύστηνος, ἐξαιτουμένη; |860 θάρσει, τάλαινα· λέκτρα γὰρ τὰ Θησέως |861 οὐκ ἔστι δῶμά θ’ ἥτις εἴσεισιν γυνή. |862 καὶ μὴν τύποι γε σφενδόνης χρυσηλάτου |863 τῆς οὐκέτ’ οὔσης τῆσδε προσσαίνουσί με. |864 φέρ’, ἐξελίξας περιβολὰς σφραγισμάτων |865 ἴδω τί λέξαι δέλτος ἥδε μοι θέλει. [lyric] |866 — φεῦ φεῦ· τόδ’ αὖ νεοχμὸν ἐκδοχαῖς |867 ἐπιφέρει θεὸς κακόν. ἐμοὶ μὲν οὖν |868 ἀβίοτος βίου τύχα πρὸς τὸ κρανθέν· εἴη τυχεῖν. |869 — ὀλομένους γάρ, οὐκέτ’ ὄντας λέγω, |870 φεῦ φεῦ, τῶν ἐμῶν τυράννων δόμους. |871 — ὦ δαῖμον, εἴ πως ἔστι, μὴ σφήλῃς δόμους, |872 αἰτουμένης δὲ κλῦθί μου· πρὸς γάρ τινος |873 οἰωνὸν ὥστε μάντις εἰσορῶ κακοῦ. |874 οἴμοι· τόδ’ οἷον ἄλλο πρὸς κακῷ κακόν, |875 οὐ τλητὸν οὐδὲ λεκτόν. ὦ τάλας ἐγώ. |876 τί χρῆμα; λέξον, εἴ τί μοι λόγου μέτα. [lyric] |877 βοᾷ βοᾷ δέλτος ἄλαστα. πᾷ φύγω |878 βάρος κακῶν; ἀπὸ γὰρ ὀλόμενος οἴχομαι, |879 οἷον οἷον εἶδον ἐν γραφαῖς μέλος |880 φθεγγόμενον τλάμων. |881 αἰαῖ, κακῶν ἀρχηγὸν ἐκφαίνεις λόγον. |882 τόδε μὲν οὐκέτι στόματος ἐν πύλαις |883 καθέξω δυσεκπέρατον, ὀλοὸν |884 κακόν· ἰὼ πόλις. |885 Ἱππόλυτος εὐνῆς τῆς ἐμῆς ἔτλη θιγεῖν |886 βίᾳ, τὸ σεμνὸν Ζηνὸς ὄμμ’ ἀτιμάσας. |887 ἀλλ’, ὦ πάτερ Πόσειδον, ἃς ἐμοί ποτε |888 ἀρὰς ὑπέσχου τρεῖς, μιᾷ κατέργασαι |889 τούτων ἐμὸν παῖδ’, ἡμέραν δὲ μὴ φύγοι |890 τήνδ’, εἴπερ ἡμῖν ὤπασας σαφεῖς ἀράς. |891 ἄναξ, ἀπεύχου ταῦτα πρὸς θεῶν πάλιν· |892 γνώσῃ γὰρ αὖθις ἀμπλακών. ἐμοὶ πιθοῦ. |893 οὐκ ἔστι· καὶ πρός γ’ ἐξελῶ σφε τῆσδε γῆς, |894 δυοῖν δὲ μοίραιν θατέρᾳ πεπλήξεται· |895 ἢ γὰρ Ποσειδῶν αὐτὸν εἰς Ἅιδου δόμους |896 θανόντα πέμψει τὰς ἐμὰς ἀρὰς σέβων, |897 ἢ τῆσδε χώρας ἐκπεσὼν ἀλώμενος |898 ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσει βίον. |899 καὶ μὴν ὅδ’ αὐτὸς παῖς σὸς ἐς καιρὸν πάρα, |900 Ἱππόλυτος· ὀργῆς δ’ ἐξανεὶς κακῆς, ἄναξ |901 Θησεῦ, τὸ λῷστον σοῖσι βούλευσαι δόμοις. |902 κραυγῆς ἀκούσας σῆς ἀφικόμην, πάτερ, |903 σπουδῇ· τὸ μέντοι πρᾶγμ’ ἐφ’ ᾧτινι στένεις |904 οὐκ οἶδα, βουλοίμην δ’ ἂν ἐκ σέθεν κλύειν. |905 ἔα, τί χρῆμα; σὴν δάμαρθ’ ὁρῶ, πάτερ, |906 νεκρόν· μεγίστου θαύματος τόδ’ ἄξιον· |907 ἣν ἀρτίως ἔλειπον, ἣ φάος τόδε |908 οὔπω χρόνον παλαιὸν εἰσεδέρκετο. |909 τί χρῆμα πάσχει; τῷ τρόπῳ διόλλυται; |910 πάτερ, πυθέσθαι βούλομαι σέθεν πάρα. |911 σιγᾷς· σιωπῆς δ’ οὐδὲν ἔργον ἐν κακοῖς· |912 ἡ γὰρ ποθοῦσα πάντα καρδία κλύειν |913 κἀν τοῖς κακοῖσι λίχνος οὖσ’ ἁλίσκεται. |914 οὐ μὴν φίλους γε κἄτι μᾶλλον ἢ φίλους |915 κρύπτειν δίκαιον σάς, πάτερ, δυσπραξίας. |916 ὦ πόλλ’ ἁμαρτάνοντες ἄνθρωποι μάτην, |917 τί δὴ τέχνας μὲν μυρίας διδάσκετε |918 καὶ πάντα μηχανᾶσθε κἀξευρίσκετε, |919 ἓν δ’ οὐκ ἐπίστασθ’ οὐδ’ ἐθηράσασθέ πω, |920 φρονεῖν διδάσκειν οἷσιν οὐκ ἔνεστι νοῦς; |921 δεινὸν σοφιστὴν εἶπας, ὅστις εὖ φρονεῖν |922 τοὺς μὴ φρονοῦντας δυνατός ἐστ’ ἀναγκάσαι. |923 ἀλλ’ οὐ γὰρ ἐν δέοντι λεπτουργεῖς, πάτερ, |924 δέδοικα μή σου γλῶσσ’ ὑπερβάλῃ κακοῖς. |925 φεῦ, χρῆν βροτοῖσι τῶν φίλων τεκμήριον |926 σαφές τι κεῖσθαι καὶ διάγνωσιν φρενῶν, |927 ὅστις τ’ ἀληθής ἐστιν ὅς τε μὴ φίλος, |928 δισσάς τε φωνὰς πάντας ἀνθρώπους ἔχειν, |929 τὴν μὲν δικαίαν, τὴν δ’ ὅπως ἐτύγχανεν, |930 ὡς ἡ φρονοῦσα τἄδικ’ ἐξηλέγχετο |931 πρὸς τῆς δικαίας, κοὐκ ἂν ἠπατώμεθα. |932 ἀλλ’ ἦ τις ἐς σὸν οὖς με διαβαλὼν ἔχει |933 φίλων, νοσοῦμεν δ’ οὐδὲν ὄντες αἴτιοι; |934 ἔκ τοι πέπληγμαι· σοὶ γὰρ ἐκπλήσσουσί με |935 λόγοι παραλλάσσοντες ἔξεδροι φρενῶν. |936 φεῦ τῆς βροτείας· ποῖ προβήσεται; φρενός. |937 τί τέρμα τόλμης καὶ θράσους γενήσεται; |938 εἰ γὰρ κατ’ ἀνδρὸς βίοτον ἐξογκώσεται, |939 ὁ δ’ ὕστερος τοῦ πρόσθεν εἰς ὑπερβολὴν |940 πανοῦργος ἔσται, θεοῖσι προσβαλεῖν χθονὶ |941 ἄλλην δεήσει γαῖαν, ἣ χωρήσεται |942 τοὺς μὴ δικαίους καὶ κακοὺς πεφυκότας. |943 σκέψασθε δ’ ἐς τόνδ’, ὅστις ἐξ ἐμοῦ γεγὼς |944 ᾔσχυνε τἀμὰ λέκτρα κἀξελέγχεται |945 πρὸς τῆς θανούσης ἐμφανῶς κάκιστος ὤν. |946 δεῖξον δ’, ἐπειδή γ’ ἐς μίασμ’ ἐλήλυθας, |947 τὸ σὸν πρόσωπον δεῦρ’ ἐναντίον πατρί. |948 σὺ δὴ θεοῖσιν ὡς περισσὸς ὢν ἀνὴρ |949 ξύνει; σὺ σώφρων καὶ κακῶν ἀκήρατος; |950 οὐκ ἂν πιθοίμην τοῖσι σοῖς κόμποις ἐγὼ |951 θεοῖσι προσθεὶς ἀμαθίαν φρονεῖν κακῶς. |952 ἤδη νυν αὔχει καὶ δι’ ἀψύχου βορᾶς |953 σίτοις καπήλευ’, Ὀρφέα τ’ ἄνακτ’ ἔχων |954 βάκχευε πολλῶν γραμμάτων τιμῶν καπνούς· |955 ἐπεί γ’ ἐλήφθης. τοὺς δὲ τοιούτους ἐγὼ |956 φεύγειν προφωνῶ πᾶσι· θηρεύουσι γὰρ |957 σεμνοῖς λόγοισιν, αἰσχρὰ μηχανώμενοι. |958 τέθνηκεν ἥδε· τοῦτό σ’ ἐκσώσειν δοκεῖς; |959 ἐν τῷδ’ ἁλίσκῃ πλεῖστον, ὦ κάκιστε σύ· |960 ποῖοι γὰρ ὅρκοι κρείσσονες, τίνες λόγοι |961 τῆσδ’ ἂν γένοιντ’ ἄν, ὥστε σ’ αἰτίαν φυγεῖν; |962 μισεῖν σε φήσεις τήνδε καὶ τὸ δὴ νόθον |963 τοῖς γνησίοισι πολέμιον πεφυκέναι· |964 κακὴν ἄρ’ αὐτὴν ἔμπορον βίου λέγεις, |965 εἰ δυσμενείᾳ σῇ τὰ φίλτατ’ ὤλεσεν. |966 ἀλλ’ ὡς τὸ μῶρον ἀνδράσιν μὲν οὐκ ἔνι, |967 γυναιξὶ δ’ ἐμπέφυκεν; οἶδ’ ἐγὼ νέους, |968 οὐδὲν γυναικῶν ὄντας ἀσφαλεστέρους, |969 ὅταν ταράξῃ Κύπρις ἡβῶσαν φρένα· |970 τὸ δ’ ἄρσεν αὐτοὺς ὠφελεῖ προσκείμενον. |971 νῦν οὖν — τί ταῦτα σοῖς ἁμιλλῶμαι λόγοις |972 νεκροῦ παρόντος μάρτυρος σαφεστάτου; |973 ἔξερρε γαίας τῆσδ’ ὅσον τάχος φυγάς, |974 καὶ μήτ’ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, |975 μήτ’ εἰς ὅρους γῆς ἧς ἐμὸν κρατεῖ δόρυ. |976 εἰ γὰρ παθών γε σοῦ τάδ’ ἡσσηθήσομαι, |977 οὐ μαρτυρήσει μ’ Ἴσθμιος Σίνις ποτὲ |978 κτανεῖν ἑαυτόν, ἀλλὰ κομπάζειν μάτην, |979 οὐδ’ αἱ θαλάσσῃ σύννομοι Σκιρωνίδες |980 φήσουσι πέτραι τοῖς κακοῖς μ’ εἶναι βαρύν. |981 οὐκ οἶδ’ ὅπως εἴποιμ’ ἂν εὐτυχεῖν τινα |982 θνητῶν· τὰ γὰρ δὴ πρῶτ’ ἀνέστραπται πάλιν. |983 πάτερ, μένος μὲν ξύστασίς τε σῶν φρενῶν |984 δεινή· τὸ μέντοι πρᾶγμ’ ἔχον καλοὺς λόγους, |985 εἴ τις διαπτύξειεν, οὐ καλὸν τόδε. |986 ἐγὼ δ’ ἄκομψος εἰς ὄχλον δοῦναι λόγον, |987 ἐς ἥλικας δὲ κὠλίγους σοφώτερος. |988 ἔχει δὲ μοῖραν καὶ τόδ’· οἱ γὰρ ἐν σοφοῖς |989 φαῦλοι παρ’ ὄχλῳ μουσικώτεροι λέγειν. |990 ὅμως δ’ ἀνάγκη, ξυμφορᾶς ἀφιγμένης, |991 γλῶσσάν μ’ ἀφεῖναι. πρῶτα δ’ ἄρξομαι λέγειν, |992 ὅθεν μ’ ὑπῆλθες πρῶτον ὡς διαφθερῶν |993 κοὐκ ἀντιλέξοντ’. εἰσορᾷς φάος τόδε |994 καὶ γαῖαν· ἐν τοῖσδ’ οὐκ ἔνεστ’ ἀνὴρ ἐμοῦ, |995 οὐδ’ ἢν σὺ μὴ φῇς, σωφρονέστερος γεγώς. |996 ἐπίσταμαι γὰρ πρῶτα μὲν θεοὺς σέβειν, |997 φίλοις τε χρῆσθαι μὴ ἀδικεῖν πειρωμένοις, |998 ἀλλ’ οἷσιν αἰδὼς μήτ’ ἐπαγγέλλειν κακὰ |999 μήτ’ ἀνθυπουργεῖν αἰσχρὰ τοῖσι χρωμένοις· |1000 οὐκ ἐγγελαστὴς τῶν ὁμιλούντων, πάτερ, |1001 ἀλλ’ αὑτὸς οὐ παροῦσι κἀγγὺς ὢν φίλοις. |1002 ἑνὸς δ’ ἄθικτος, ᾧ με νῦν ἑλεῖν δοκεῖς· |1003 λέχους γὰρ ἐς τόδ’ ἡμέρας ἁγνὸν δέμας· |1004 οὐκ οἶδα πρᾶξιν τήνδε πλὴν λόγῳ κλύων |1005 γραφῇ τε λεύσσων· οὐδὲ ταῦτα γὰρ σκοπεῖν |1006 πρόθυμός εἰμι, παρθένον ψυχὴν ἔχων. |1007 καὶ δὴ τὸ σῶφρον τοὐμὸν οὐ πείθει σ’· ἴτω· |1008 δεῖ δή σε δεῖξαι τῷ τρόπῳ διεφθάρην. |1009 πότερα τὸ τῆσδε σῶμ’ ἐκαλλιστεύετο |1010 πασῶν γυναικῶν; ἢ σὸν οἰκήσειν δόμον |1011 ἔγκληρον εὐνὴν προσλαβὼν ἐπήλπισα; |1012 μάταιος ἆρ’ ἦν, οὐδαμοῦ μὲν οὖν φρενῶν. |1013 ἀλλ’ ὡς τυραννεῖν ἡδύ; τοῖσι σώφροσιν |1014 ἥκιστά γ’, εἰ μὴ τὰς φρένας διέφθορεν |1015 θνητῶν ὅσοισιν ἁνδάνει μοναρχία. |1016 ἐγὼ δ’ ἀγῶνας μὲν κρατεῖν Ἑλληνικοὺς |1017 πρῶτος θέλοιμ’ ἄν, ἐν πόλει δὲ δεύτερος |1018 σὺν τοῖς ἀρίστοις εὐτυχεῖν ἀεὶ φίλοις. |1019 πράσσειν τε γὰρ πάρεστι, κίνδυνός τ’ ἀπὼν |1020 κρείσσω δίδωσι τῆς τυραννίδος χάριν. |1021 ἓν οὐ λέλεκται τῶν ἐμῶν, τὰ δ’ ἄλλ’ ἔχεις· |1022 εἰ μὲν γὰρ ἦν μοι μάρτυς οἷός εἰμ’ ἐγώ, |1023 καὶ τῆσδ’ ὁρώσης φέγγος ἠγωνιζόμην, |1024 ἔργοις ἂν εἶδες τοὺς κακοὺς διεξιών· |1025 νῦν δ’ ὅρκιόν σοι Ζῆνα καὶ πέδον χθονὸς |1026 ὄμνυμι τῶν σῶν μήποθ’ ἅψασθαι γάμων |1027 μηδ’ ἂν θελῆσαι μηδ’ ἂν ἔννοιαν λαβεῖν. |1028 ἦ τἄρ’ ὀλοίμην ἀκλεὴς ἀνώνυμος, |1029 ἄπολις ἄοικος, φυγὰς ἀλητεύων χθόνα, |1030 καὶ μήτε πόντος μήτε γῆ δέξαιτό μου |1031 σάρκας θανόντος, εἰ κακὸς πέφυκ’ ἀνήρ. |1032 εἰ δ’ ἥδε δειμαίνουσ’ ἀπώλεσεν βίον |1033 οὐκ οἶδ’· ἐμοὶ γὰρ οὐ θέμις πέρα λέγειν. |1034 ἐσωφρόνησεν οὐκ ἔχουσα σωφρονεῖν, |1035 ἡμεῖς δ’ ἔχοντες οὐ καλῶς ἐχρώμεθα. |1036 ἀρκοῦσαν εἶπας αἰτίας ἀποστροφήν, |1037 ὅρκους παρασχών, πίστιν οὐ σμικράν, θεῶν. |1038 ἆρ’ οὐκ ἐπῳδὸς καὶ γόης πέφυχ’ ὅδε, |1039 ὃς τὴν ἐμὴν πέποιθεν εὐοργησίᾳ |1040 ψυχὴν κρατήσειν, τὸν τεκόντ’ ἀτιμάσας; |1041 καὶ σοῦ γε ταὐτὰ κάρτα θαυμάζω, πάτερ· |1042 εἰ γὰρ σὺ μὲν παῖς ἦσθ’, ἐγὼ δὲ σὸς πατήρ, |1043 ἔκτεινά τοί σ’ ἂν κοὐ φυγαῖς ἐζημίουν, |1044 εἴπερ γυναικὸς ἠξίουν σ’ ἐμῆς θιγεῖν. |1045 ὡς ἄξιον τόδ’ εἶπας· οὐχ οὕτω θανῇ. |1047 ταχὺς γὰρ Ἅιδης ῥᾷστος ἀνδρὶ δυστυχεῖ· |1048 ἀλλ’ ἐκ πατρῴας φυγὰς ἀλητεύων χθονὸς |1046 ὥσπερ σὺ σαυτῷ τόνδε προύθηκας νόμον — |1049 ξένην ἐπ’ αἶαν λυπρὸν ἀντλήσεις βίον· |1050 μισθὸς γὰρ οὗτός ἐστιν ἀνδρὶ δυσσεβεῖ. |1051 οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον |1052 δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός; |1053 πέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν, |1054 εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα. |1055 οὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων |1056 φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς; |1057 ἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη |1058 κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα |1059 φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω. |1060 ὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα, |1061 ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι; |1062 οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ, |1063 μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα. |1064 οἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν. |1065 οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς; |1066 ποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων |1067 δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών; |1068 ὅστις γυναικῶν λυμεῶνας ἥδεται |1069 ξένους κομίζων καὶ ξυνοικούρους κακῶν. |1070 αἰαῖ, πρὸς ἧπαρ· δακρύων τ’ ἐγγὺς τόδε, |1071 εἰ δὴ κακός γε φαίνομαι, δοκῶ τέ σοι. |1072 τότε στενάζειν καὶ προγιγνώσκειν σ’ ἐχρῆν |1073 ὅτ’ ἐς πατρῴαν ἄλοχον ὑβρίζειν ἔτλης. |1074 ὦ δώματ’, εἴθε φθέγμα γηρύσαισθέ μοι |1075 καὶ μαρτυρήσαιτ’ εἰ κακὸς πέφυκ’ ἀνήρ. |1076 ἐς τοὺς ἀφώνους μάρτυρας φεύγεις σοφῶς· |1077 τὸ δ’ ἔργον οὐ λέγον σε μηνύει κακόν. |1078 φεῦ· |1078a εἴθ’ ἦν ἐμαυτὸν προσβλέπειν ἐναντίον |1079 στάνθ’, ὡς ἐδάκρυσ’ οἷα πάσχομεν κακά. |1080 πολλῷ γε μᾶλλον σαυτὸν ἤσκησας σέβειν |1081 ἢ τοὺς τεκόντας ὅσια δρᾶν δίκαιος ὤν. |1082 ὦ δυστάλαινα μῆτερ, ὦ πικραὶ γοναί· |1083 μηδείς ποτ’ εἴη τῶν ἐμῶν φίλων νόθος. |1084 οὐχ ἕλξετ’ αὐτόν, δμῶες; οὐκ ἀκούετε |1085 πάλαι ξενοῦσθαι τόνδε προυννέποντά με; |1086 κλαίων τις αὐτῶν ἆρ’ ἐμοῦ τεθίξεται· |1087 σὺ δ’ αὐτός, εἴ σοι θυμός, ἐξώθει χθονός. |1088 δράσω τάδ’, εἰ μὴ τοῖς ἐμοῖς πείσῃ λόγοις· |1089 οὐ γάρ τις οἶκτος σῆς μ’ ὑπέρχεται φυγῆς. |1090 ἄραρεν, ὡς ἔοικεν· ὦ τάλας ἐγώ· |1091 ὡς οἶδα μὲν ταῦτ’, οἶδα δ’ οὐχ ὅπως φράσω. |1092 ὦ φιλτάτη μοι δαιμόνων Λητοῦς κόρη, |1093 σύνθακε, συγκύναγε, φευξόμεσθα δὴ |1094 κλεινὰς Ἀθήνας. ἀλλὰ χαιρέτω πόλις |1095 καὶ γαῖ’ Ἐρεχθέως· ὦ πέδον Τροζήνιον, |1096 ὡς ἐγκαθηβᾶν πόλλ’ ἔχεις εὐδαίμονα, |1097 χαῖρ’· ὕστατον γάρ σ’ εἰσορῶν προσφθέγγομαι. |1098 ἴτ’ ὦ νέοι μοι τῆσδε γῆς ὁμήλικες, |1099 προσείπαθ’ ἡμᾶς καὶ προπέμψατε χθονός· |1100 ὡς οὔποτ’ ἄλλον ἄνδρα σωφρονέστερον |1101 ὄψεσθε, κεἰ μὴ ταῦτ’ ἐμῷ δοκεῖ πατρί. [choral] [strophe 1] |1102 ἦ μέγα μοι τὰ θεῶν μελεδήμαθ’, ὅταν φρένας ἔλθῃ, |1103 λύπας παραιρεῖ· ξύνεσιν δέ τιν’ ἐλπίδι κεύθων |1104 λείπομαι ἔν τε τύχαις θνατῶν καὶ ἐν ἔργμασι λεύσσων· |1105 ἄλλα γὰρ ἄλλοθεν ἀμείβεται, μετὰ δ’ ἵσταται ἀνδράσιν |1106 αἰὼν |1107 πολυπλάνητος αἰεί. [antistrophe 1] |1111 εἴθε μοι εὐξαμένᾳ θεόθεν τάδε μοῖρα παράσχοι, |1112 τύχαν μετ’ ὄλβου καὶ ἀκήρατον ἄλγεσι θυμόν· |1115 δόξα δὲ μήτ’ ἀτρεκὴς μήτ’ αὖ παράσημος ἐνείη· |1116 ῥᾴδια δ’ ἤθεα τὸν αὔριον μεταβαλλομένα χρόνον αἰεὶ |1118 βίον συνευτυχοίην. [strophe 2] |1120 οὐκέτι γὰρ καθαρὰν φρέν’ ἔχω τὰ παρ’ ἐλπίδα λεύσ- |1120a σων, |1121 ἐπεὶ τὸν Ἑλλανίας |1122 φανερώτατον ἀστέρ’ Ἀθήνας |1123 εἴδομεν εἴδομεν ἐκ πατρὸς ὀργᾶς |1125 ἄλλαν ἐπ’ αἶαν ἱέμενον. |1126 ὦ ψάμαθοι πολιήτιδος ἀκτᾶς, |1128 ὦ δρυμὸς ὄρειος, ὅθι κυνῶν |1129 ὠκυπόδων μέτα θῆρας ἔναιρεν |1130 Δίκτυνναν ἀμφὶ σεμνάν. [antistrophe 2] |1131 οὐκέτι συζυγίαν πώλων Ἐνετᾶν ἐπιβάσῃ |1132 τὸν ἀμφὶ Λίμνας τρόχον |1133 κατέχων ποδὶ γυμνάδος ἵππου. |1134 μοῦσα δ’ ἄυπνος ὑπ’ ἄντυγι χορδᾶν |1135 λήξει πατρῷον ἀνὰ δόμον· |1136 ἀστέφανοι δὲ κόρας ἀνάπαυλαι |1137 Λατοῦς βαθεῖαν ἀνὰ χλόαν· |1138 νυμφιδία δ’ ἀπόλωλε φυγᾷ σᾷ |1139 λέκτρων ἅμιλλα κούραις. [epode] |1142 — ἐγὼ δὲ σᾷ δυστυχίᾳ |1143 δάκρυσι διοίσω πότμον |1144 ἄποτμον· ὦ τάλαινα μᾶ- |1145 τερ, ἔτεκες ἀνόνατα· φεῦ· |1146 μανίω θεοῖσιν· |1147 ἰὼ ἰώ· |1148 συζύγιαι Χάριτες, τί τὸν τάλαν’ ἐκ πατρίας γᾶς |1149 οὐδὲν ἄτας αἴτιον |1150 πέμπετε τῶνδ’ ἀπ’ οἴκων; [episode] |1151 — καὶ μὴν ὀπαδὸν Ἱππολύτου τόνδ’ εἰσορῶ |1152 σπουδῇ σκυθρωπὸν πρὸς δόμους ὁρμώμενον. |1153 ποῖ γῆς ἄνακτα τῆσδε Θησέα μολὼν |1154 εὕροιμ’ ἄν, ὦ γυναῖκες; εἴπερ ἴστε μοι |1155 σημήνατ’· ἆρα τῶνδε δωμάτων ἔσω; |1156 ὅδ’ αὐτὸς ἔξω δωμάτων πορεύεται. |1157 Θησεῦ, μερίμνης ἄξιον φέρω λόγον |1158 σοὶ καὶ πολίταις οἵ τ’ Ἀθηναίων πόλιν |1159 ναίουσι καὶ γῆς τέρμονας Τροζηνίας. |1160 τί δ’ ἔστι; μῶν τις συμφορὰ νεωτέρα |1161 δισσὰς κατείληφ’ ἀστυγείτονας πόλεις; |1162 Ἱππόλυτος οὐκέτ’ ἔστιν, ὡς εἰπεῖν ἔπος· |1163 δέδορκε μέντοι φῶς ἐπὶ σμικρᾶς ῥοπῆς. |1164 πρὸς τοῦ; δι’ ἔχθρας μῶν τις ἦν ἀφιγμένος, |1165 ὅτου κατῄσχυν’ ἄλοχον ὡς πατρὸς βίᾳ; |1166 οἰκεῖος αὐτὸν ὤλεσ’ ἁρμάτων ὄχος |1167 ἀραί τε τοῦ σοῦ στόματος, ἃς σὺ σῷ πατρὶ |1168 πόντου κρέοντι παιδὸς ἠράσω πέρι. |1169 ὦ θεοὶ Πόσειδόν θ’, ὡς ἄρ’ ἦσθ’ ἐμὸς πατὴρ |1170 ὀρθῶς, ἀκούσας τῶν ἐμῶν κατευγμάτων. |1171 πῶς καὶ διώλετ’; εἰπέ· τῷ τρόπῳ Δίκης |1172 ἔπαισεν αὐτὸν ῥόπτρον αἰσχύναντ’ ἐμέ; |1173 ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας |1174 ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας |1175 κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων |1176 ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα |1177 Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων. |1178 ὃ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος |1179 ἡμῖν ἐπ’ ἀκτάς· μυρία δ’ ὀπισθόπους |1180 φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις. |1181 χρόνῳ δὲ δήποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων· |1182 Τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις. |1183 ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους, |1184 δμῶες· πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι. |1185 τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο, |1186 καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας |1187 πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν. |1188 μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος, |1189 αὐταῖσιν ἀρβύλαισιν ἁρμόσας πόδα. |1190 καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας· |1191 Ζεῦ, μηκέτ’ εἴην, εἰ κακὸς πέφυκ’ ἀνήρ· |1192 αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ |1193 ἤτοι θανόντας ἢ φάος δεδορκότας. |1194 κἀν τῷδ’ ἐπῆγε κέντρον ἐς χεῖρας λαβὼν |1195 πώλοις ὁμαρτῇ· πρόσπολοι δ’ ὑφ’ ἅρματος |1196 πέλας χαλινῶν εἱπόμεσθα δεσπότῃ |1197 τὴν εὐθὺς Ἄργους κἀπιδαυρίας ὁδόν. |1198 ἐπεὶ δ’ ἔρημον χῶρον εἰσεβάλλομεν, |1199 ἀκτή τις ἔστι τοὐπέκεινα τῆσδε γῆς |1200 πρὸς πόντον ἤδη κειμένη Σαρωνικόν. |1201 ἔνθεν τις ἠχὼ χθόνιος ὡς βροντὴ Διὸς |1202 βαρὺν βρόμον μεθῆκε, φρικώδη κλύειν· |1203 ὀρθὸν δὲ κρᾶτ’ ἔστησαν οὖς τ’ ἐς οὐρανὸν |1204 ἵπποι· παρ’ ἡμῖν δ’ ἦν φόβος νεανικὸς |1205 πόθεν ποτ’ εἴη φθόγγος. ἐς δ’ ἁλιρρόθους |1206 ἀκτὰς ἀποβλέψαντες ἱερὸν εἴδομεν |1207 κῦμ’ οὐρανῷ στηρίζον, ὥστ’ ἀφῃρέθη |1208 Σκίρωνος ἀκτὰς ὄμμα τοὐμὸν εἰσορᾶν· |1209 ἔκρυπτε δ’ Ἰσθμὸν καὶ πέτραν Ἀσκληπιοῦ. |1210 κἄπειτ’ ἀνοιδῆσάν τε καὶ πέριξ ἀφρὸν |1211 πολὺν καχλάζον ποντίῳ φυσήματι |1212 χωρεῖ πρὸς ἀκτὰς οὗ τέθριππος ἦν ὄχος. |1213 αὐτῷ δὲ σὺν κλύδωνι καὶ τρικυμίᾳ |1214 κῦμ’ ἐξέθηκε ταῦρον, ἄγριον τέρας· |1215 οὗ πᾶσα μὲν χθὼν φθέγματος πληρουμένη |1216 φρικῶδες ἀντεφθέγγετ’, εἰσορῶσι δὲ |1217 κρεῖσσον θέαμα δεργμάτων ἐφαίνετο. |1218 εὐθὺς δὲ πώλοις δεινὸς ἐμπίπτει φόβος· |1219 καὶ δεσπότης μὲν ἱππικοῖσιν ἤθεσιν |1220 πολὺς ξυνοικῶν ἥρπασ’ ἡνίας χεροῖν, |1221 ἕλκει δὲ κώπην ὥστε ναυβάτης ἀνὴρ |1222 ἱμᾶσιν ἐς τοὔπισθεν ἀρτήσας δέμας· |1223 αἳ δ’ ἐνδακοῦσαι στόμια πυριγενῆ γναθμοῖς |1224 βίᾳ φέρουσιν, οὔτε ναυκλήρου χερὸς |1225 οὔθ’ ἱπποδέσμων οὔτε κολλητῶν ὄχων |1226 μεταστρέφουσαι. κεἰ μὲν ἐς τὰ μαλθακὰ |1227 γαίας ἔχων οἴακας εὐθύνοι δρόμον, |1228 προυφαίνετ’ ἐς τὸ πρόσθεν, ὥστ’ ἀναστρέφειν, |1229 ταῦρος, φόβῳ τέτρωρον ἐκμαίνων ὄχον· |1230 εἰ δ’ ἐς πέτρας φέροιντο μαργῶσαι φρένας, |1231 σιγῇ πελάζων ἄντυγι ξυνείπετο |1232 ἐς τοῦθ’ ἕως ἔσφηλε κἀνεχαίτισεν, |1233 ἁψῖδα πέτρῳ προσβαλὼν ὀχήματος. |1234 σύμφυρτα δ’ ἦν ἅπαντα· σύριγγές τ’ ἄνω |1235 τροχῶν ἐπήδων ἀξόνων τ’ ἐνήλατα. |1236 αὐτὸς δ’ ὁ τλήμων ἡνίαισιν ἐμπλακεὶς |1237 δεσμὸν δυσεξήνυστον ἕλκεται δεθείς, |1238 σποδούμενος μὲν πρὸς πέτραις φίλον κάρα |1239 θραύων τε σάρκας, δεινὰ δ’ ἐξαυδῶν κλύειν· |1240 Στῆτ’, ὦ φάτναισι ταῖς ἐμαῖς τεθραμμέναι, |1241 μή μ’ ἐξαλείψητ’· ὦ πατρὸς τάλαιν’ ἀρά. |1242 τίς ἄνδρ’ ἄριστον βούλεται σῶσαι παρών; |1243 πολλοὶ δὲ βουληθέντες ὑστέρῳ ποδὶ |1244 ἐλειπόμεσθα. χὣ μὲν ἐκ δεσμῶν λυθεὶς |1245 τμητῶν ἱμάντων οὐ κάτοιδ’ ὅτῳ τρόπῳ |1246 πίπτει, βραχὺν δὴ βίοτον ἐμπνέων ἔτι· |1247 ἵπποι δ’ ἔκρυφθεν καὶ τὸ δύστηνον τέρας |1248 ταύρου λεπαίας οὐ κάτοιδ’ ὅποι χθονός. |1249 δοῦλος μὲν οὖν ἔγωγε σῶν δόμων, ἄναξ, |1250 ἀτὰρ τοσοῦτόν γ’ οὐ δυνήσομαί ποτε, |1251 τὸν σὸν πιθέσθαι παῖδ’ ὅπως ἐστὶν κακός· |1252 οὐδ’ εἰ γυναικῶν πᾶν κρεμασθείη γένος, |1253 καὶ τὴν ἐν Ἴδῃ γραμμάτων πλήσειέ τις |1254 πεύκην, ἐπεί νιν ἐσθλὸν ὄντ’ ἐπίσταμαι. |1255 αἰαῖ· κέκρανται συμφορὰ νέων κακῶν, |1256 οὐδ’ ἔστι μοίρας τοῦ χρεών τ’ ἀπαλλαγή. |1257 μίσει μὲν ἀνδρὸς τοῦ πεπονθότος τάδε |1258 λόγοισιν ἥσθην τοῖσδε· νῦν δ’ αἰδούμενος |1259 θεούς τ’ ἐκεῖνόν θ’, οὕνεκ’ ἐστὶν ἐξ ἐμοῦ, |1260 οὔθ’ ἥδομαι τοῖσδ’ οὔτ’ ἐπάχθομαι κακοῖς. |1261 πῶς οὖν; κομίζειν, ἢ τί χρὴ τὸν ἄθλιον |1262 δράσαντας ἡμᾶς σῇ χαρίζεσθαι φρενί; |1263 φρόντιζ’· ἐμοῖς δὲ χρώμενος βουλεύμασιν |1264 οὐκ ὠμὸς ἐς σὸν παῖδα δυστυχοῦντ’ ἔσῃ. |1265 κομίζετ’ αὐτόν, ὡς ἰδὼν ἐν ὄμμασιν |1266 τὸν τἄμ’ ἀπαρνηθέντα μὴ χρᾶναι λέχη |1267 λόγοις τ’ ἐλέγξω δαιμόνων τε συμφοραῖς. [choral] [lyric] |1268 σὺ τὰν θεῶν ἄκαμπτον φρένα καὶ βροτῶν |1269 ἄγεις, Κύπρι, σὺν δ’ |1270 ὁ ποικιλόπτερος ἀμφιβαλὼν |1271 ὠκυτάτῳ πτερῷ. |1272 ποτᾶται δὲ γαῖαν εὐάχητόν θ’ |1273 ἁλμυρὸν ἐπὶ πόντον. |1274 θέλγει δ’ Ἔρως, ᾧ μαινομένᾳ κραδίᾳ |1275 πτανὸς ἐφορμάσῃ χρυσοφαής, |1276 φύσιν ὀρεσκόων σκυλάκων πελαγίων θ’ |1277 ὅσα τε γᾶ τρέφει |1278 τά τ’ ἀέλιος αἰθόμενα δέρκεται, |1280 ἄνδρας τε· συμπάντων βασιληίδα τιμάν, |1281 Κύπρι, τῶνδε μόνα κρατύνεις. [episode] [anapests] |1283 σὲ τὸν εὐπατρίδην Αἰγέως κέλομαι |1284 παῖδ’ ἐπακοῦσαι· |1285 Λητοῦς δὲ κόρη σ’ Ἄρτεμις αὐδῶ. |1286 Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ, |1287 παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας, |1288 ψευδέσι μύθοις ἀλόχου πεισθεὶς |1289 ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην. |1290 πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις |1291 δέμας αἰσχυνθείς, |1292 ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον |1293 πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις; |1294 ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι |1295 κτητὸν βιότου μέρος ἐστίν. |1296 ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν· |1297 καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε. |1298 ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα |1299 τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ, |1300 καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ |1301 γενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶν |1302 ἡμῖν, ὅσαισι παρθένειος ἡδονή, |1303 δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν. |1304 γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη |1305 τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς, |1306 ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον. |1307 ὃ δ’, ὥσπερ ὢν δίκαιος, οὐκ ἐφέσπετο |1308 λόγοισιν, οὐδ’ αὖ πρὸς σέθεν κακούμενος |1309 ὅρκων ἀφεῖλε πίστιν, εὐσεβὴς γεγώς. |1310 ἣ δ’ εἰς ἔλεγχον μὴ πέσῃ φοβουμένη |1311 ψευδεῖς γραφὰς ἔγραψε καὶ διώλεσεν |1312 δόλοισι σὸν παῖδ’· ἀλλ’ ὅμως ἔπεισέ σε. |1313 οἴμοι. |1313a δάκνει σε, Θησεῦ, μῦθος; ἀλλ’ ἔχ’ ἥσυχος, |1314 τοὐνθένδ’ ἀκούσας ὡς ἂν οἰμώξῃς πλέον. |1315 ἆρ’ οἶσθα πατρὸς τρεῖς ἀρὰς ἔχων σαφεῖς; |1316 ὧν τὴν μίαν παρεῖλες, ὦ κάκιστε σύ, |1317 ἐς παῖδα τὸν σόν, ἐξὸν εἰς ἐχθρόν τινα. |1318 πατὴρ μὲν οὖν σοι πόντιος φρονῶν καλῶς |1319 ἔδωχ’ ὅσονπερ χρῆν, ἐπείπερ ᾔνεσεν· |1320 σὺ δ’ ἔν τ’ ἐκείνῳ κἀν ἐμοὶ φαίνῃ κακός, |1321 ὃς οὔτε πίστιν οὔτε μάντεων ὄπα |1322 ἔμεινας, οὐκ ἤλεγξας, οὐ χρόνῳ μακρῷ |1323 σκέψιν παρέσχες, ἀλλὰ θᾶσσον ἤ σ’ ἐχρῆν |1324 ἀρὰς ἀφῆκας παιδὶ καὶ κατέκτανες. |1325 δέσποιν’, ὀλοίμην. |1325b δείν’ ἔπραξας, ἀλλ’ ὅμως |1326 ἔτ’ ἔστι καί σοι τῶνδε συγγνώμης τυχεῖν· |1327 Κύπρις γὰρ ἤθελ’ ὥστε γίγνεσθαι τόδε, |1328 πληροῦσα θυμόν. θεοῖσι δ’ ὧδ’ ἔχει νόμος· |1329 οὐδεὶς ἀπαντᾶν βούλεται προθυμίᾳ |1330 τῇ τοῦ θέλοντος, ἀλλ’ ἀφιστάμεσθ’ ἀεί. |1331 ἐπεί, σάφ’ ἴσθι, Ζῆνα μὴ φοβουμένη |1332 οὐκ ἄν ποτ’ ἦλθον ἐς τόδ’ αἰσχύνης ἐγὼ |1333 ὥστ’ ἄνδρα πάντων φίλτατον βροτῶν ἐμοὶ |1334 θανεῖν ἐᾶσαι. τὴν δὲ σὴν ἁμαρτίαν |1335 τὸ μὴ εἰδέναι μὲν πρῶτον ἐκλύει κάκης· |1336 ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴ |1337 λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα. |1338 μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά, |1339 λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ |1340 θνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς |1341 αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν. [anapests] |1342 καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει, |1343 σάρκας νεαρὰς ξανθόν τε κάρα |1344 διαλυμανθείς. ὦ πόνος οἴκων, |1345 οἷον ἐκράνθη δίδυμον μελάθροις |1346 πένθος θεόθεν καταληπτόν. [anapests] |1347 αἰαῖ αἰαῖ· |1348 δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου |1349 χρησμοῖς ἀδίκοις διελυμάνθην. |1350 ἀπόλωλα τάλας, οἴμοι μοι. |1351 διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι, |1352 κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος. |1353 σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω. |1354 ἓ ἕ· |1355 ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς |1356 βόσκημα χερός, |1357 διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας. |1358 φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες, |1359 χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν. |1360 τίς ἐφέστηκεν δεξιὰ πλευροῖς; |1361 πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε |1362 τὸν κακοδαίμονα καὶ κατάρατον |1363 πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς; |1364 ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ, |1365 ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν |1366 προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας |1367 ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως |1368 τῆς εὐσεβίας |1369 εἰς ἀνθρώπους ἐπόνησα. [lyric] |1370 αἰαῖ αἰαῖ· |1371 καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει — |1372 μέθετέ με, τάλανες — |1373 καί μοι θάνατος Παιὰν ἔλθοι. |1374 προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί- |1375 μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι, |1376 διαμοιρᾶσαι |1377 διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον. |1378 ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά· |1379 μιαιφόνων τε συγγόνων παλαιῶν |1380 προγεννητόρων ἐξορίζεται |1381 κακόν, οὐδὲ μέλλει, |1382 ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ- |1383 δὲν ὄντ’ ἐπαίτιον κακῶν; |1384 ἰώ μοί μοι· |1385 — τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ- |1386 γήτου πάθους; εἴθε με κοι- |1387 μάσειε τὸν δυσδαίμον’ Ἅι- |1388 δου μέλαινα νύκτερός τ’ ἀνάγκα. |1389 ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης· |1390 τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν. |1391 ἔα· |1391a ὦ θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς |1392 ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας· |1393 ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά. |1394 ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν. |1395 ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον; |1396 ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ. |1397 οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης, |1398 οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι. |1399 οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ. |1400 Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο. |1401 ὤμοι· φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν. |1402 τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο. |1403 τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις. |1404 πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον. |1405 ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας. |1406 ἐξηπατήθη δαίμονος βουλεύμασιν. |1407 ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ. |1408 ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου. |1409 στένω σὲ μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας. |1410 εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός. |1411 ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά. |1412 ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα. |1413 τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος. |1414 δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι. |1415 φεῦ· |1415a εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος. |1416 ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον |1417 θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας |1418 ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας |1419 σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν. |1420 ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς |1421 ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν |1422 τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι. |1423 σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν |1424 τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ |1425 δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος |1426 κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ |1427 πένθη μέγιστα δακρύων καρπουμένῳ. |1428 ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων |1429 ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν |1430 ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται. |1431 σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ |1432 σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι· |1433 ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲ |1434 θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν. |1435 καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν, |1436 Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης. |1437 καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν |1438 οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς· |1439 ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ. |1440 χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία· |1441 μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν. |1442 λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν· |1443 καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις. |1444 αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος· |1445 λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας. |1446 οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα; |1447 ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας. |1448 ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα; |1449 οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου. |1450 τί φῄς; ἀφίης αἵματός μ’ ἐλεύθερον; |1451 τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι. |1452 ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί. |1455 τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν. |1454 οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς. |1453 ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ. |1456 μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει. |1457 κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ. |1458 κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις. |1459 ὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα, |1460 οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ· |1461 ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι. [anapests] |1462 κοινὸν τόδ’ ἄχος πᾶσι πολίταις |1463 ἦλθεν ἀέλπτως. |1464 πολλῶν δακρύων ἔσται πίτυλος· |1465 τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς |1466 φῆμαι μᾶλλον κατέχουσιν.