[edition urn:cts:greekLit:tlg0006.tlg004.perseus-grc2] [episode] |1 Πάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον· |2 ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ, |3 ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένον |4 πόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς, |5 αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών. |6 ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων, |7 ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνων |8 πλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει, |9 ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸν |10 ναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖς |11 σῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας. |12 ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ, |13 πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν· |14 ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται, |15 ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοι |16 ἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν. |17 πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖς |18 ὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι· |19 πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένους |20 κήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός, |21 πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίλην |22 ἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα. |23 οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες, |24 σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους, |25 τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς. |26 ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοις |27 καὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς, |28 ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν· |29 Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ, |30 Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς. |31 πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι, |32 Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόνα |33 ἱκέται καθεζόμεσθα βώμιοι θεῶν, |34 προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸς |35 δισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος, |36 κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος, |37 τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμονας |38 κλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον. |39 δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή· |40 ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις, |41 ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένος |42 ἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένη |43 σῴζει· νέας γὰρ παρθένους αἰδούμεθα |44 ὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν. |45 Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένος |46 ζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα, |47 ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός. |48 ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶν |49 πέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέως |50 στείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕπο |51 πάσης ἀλῆται γῆς ἀπεστερημένοι. |52 ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ· |53 ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶ |54 ἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά. |55 ἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖς |56 πόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν· |57 οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεται |58 τὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως. |59 χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴ |60 ἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη. |61 οὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ, |62 ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν. |63 βούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί; |64 οὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών. |65 γνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε. |66 οὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε. |67 ἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς, |68 ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως. |69 ὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον, |70 ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸς |71 βιαζόμεσθα καὶ στέφη μιαίνεται — |72 πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία. [choral] |73 — ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλας |74 ἕστηκε; ποίαν συμφορὰν δείξει τάχα; [strophe 1] |75 — ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳ |76 χύμενον· ὦ τάλας. |77 — πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις; |78 ὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺς |79 ἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων. |80 σὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολιν |81 ξύνοικον ἦλθες λαόν; ἢ πέρα- |82 θεν ἁλίῳ πλάτᾳ |83 κατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν; |84 οὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον, |85 ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα. |86 ὄνομα τί σε, γέρον, |87 Μυκηναῖος ὠνόμαζεν λεώς; |88 τὸν Ἡράκλειον ἴστε που παραστάτην |89 Ἰόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε. |90 οἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲ |91 ἐν χερὶ σᾷ κομίζεις κόρους |92 νεοτρεφεῖς; φράσον. |93 Ἡρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι, |94 ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι. [antistrophe 1] |95 τί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι, |96 μελόμενοι τυχεῖν; |97 μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν |98 τῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν. |99 ἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει, |100 οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε. |101 εἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε, |102 καὶ μὴ βιαίῳ χερὶ δαιμόνων |103 ἀπολείπειν σʼ ἕδη· |104 πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται. |105 ἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως, |106 κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί. |107 ἄθεον ἱκεσίαν |108 μεθεῖναι πόλει ξένων προστροπάν. |109 καλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα, |110 εὐβουλίας τυχόντα τῆς ἀμείνονος. [episode] |111 οὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σε |112 χρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένους |113 θεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν. |114 τίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ; |115 ἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως. |116 πρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγου |117 μάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην. |118 καὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχων |119 Ἀκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων. |120 ἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρους |121 βοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός, |122 λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη; |123 ἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέους |124 βωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ, |125 πατρός τε πιστὸς Ἰόλεως παραστάτης. |126 τί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά; |127 βίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγειν |128 ζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυ |129 γέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ. |130 καὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλων |131 ἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε. |132 σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶ |133 ποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών; |134 Ἀργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν· |135 ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω. |136 πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξ |137 ἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε, |138 δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων. |139 Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγω |140 ἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων, |141 νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένους |142 θανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιν |143 αὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας. |144 πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοι |145 ἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις, |146 κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά. |147 ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοι |148 δεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνων |149 ῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται· |150 οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί που |151 μόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδος |152 τὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν. |153 φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶς |154 ἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς; |155 τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν, |156 Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέως |157 ἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει. |158 ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματα |159 βλέψας πεπανθῇς, ἐς πάλην καθίσταται |160 δορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομεν |161 δόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ. |162 τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς, |163 τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν; |164 ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερ |165 θάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγον |166 κτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα, |167 τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος, |168 παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα. |169 ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον. |170 καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές· |171 κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοις |172 μάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σε |173 ψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνος |174 ἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ· |175 δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲ |176 κτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶν |177 πάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸν |178 φίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς. |179 τίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον, |180 πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς; |181 ἄναξ — ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί — |182 εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι, |183 κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν. |184 ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει· |185 ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι, |186 ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν, |187 πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοι |188 ὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός; |189 ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρον |190 φεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ; |191 οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳ |192 τοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς. |193 οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸν |194 πόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ, |195 τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις, |196 ἤλαυνες ἱκέτας βωμίους καθημένους. |197 εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς, |198 οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι. |199 ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν· |200 θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάρος |201 τοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται. |202 πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονον |203 λίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴ |204 καὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος. |205 σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαι |206 σῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός. |207 Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ Πιτθέως |208 Αἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθεν |209 Θησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος. |210 Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς, |211 κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίων |212 πατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς. |213 γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν· |214 ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖ |215 τεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτε |216 σύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶ |217 ζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα· |218 Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶν |219 πατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ. |220 ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν, |221 μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶν |222 τῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός. |223 σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν, |224 ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς — |225 βλέψον πρὸς αὐτοὺς βλέψον· — ἕλκεσθαι βίᾳ. |226 ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν, |227 καὶ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃς |228 τοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών· |229 γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλος |230 πατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρ |231 ταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν. |232 ᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ. |233 τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένην |234 νῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸς |235 ἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως. |236 τρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί, |237 Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους· |238 τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιος |239 θακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν· |240 τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶς |241 πράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν· |242 τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι· |243 εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳ |244 ξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέραν |245 οἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳ |246 ἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας. |247 ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν, |248 ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τις |249 σὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ. |250 σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον, |251 πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις, |252 δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ. |253 οὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ; |254 καὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ; |255 οὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος; |256 ἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ. |257 σὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν. |258 σκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν. |259 δεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον. |260 ἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα. |261 ταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως. |262 οὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος; |263 βλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς. |264 βλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς. |265 οὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν. |266 κἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι. |267 ἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών. |268 οὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν. |269 πειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι. |270 κλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς. |271 μὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν. |272 εἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται. |273 ἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ. |274 στείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη. |275 ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼν |276 πάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ με |277 μένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξ |278 αὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοις |279 καραδοκῶν τἀνθένδε τέρμασιν μένει. |280 λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεται |281 σοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς· |282 μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθα |283 πολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι. |284 φθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ. |285 ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲ |286 ἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλει |287 ὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω. [anapests] |288 ὥρα προνοεῖν, πρὶν ὅροις πελάσαι |289 στρατὸν Ἀργείων· |290 μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων, |291 ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν. |292 πᾶσι γὰρ οὗτος κήρυξι νόμος, |293 δὶς τόσα πυργοῦν τῶν γιγνομένων |294 πόσα νιν λέξειν βασιλεῦσι δοκεῖς, |295 ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸν |296 ψυχὴν ἦλθεν διακναῖσαι; |297 οὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας, |298 ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναι |299 γαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳ |300 κακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω, |301 τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν. |302 τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεται |303 τῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶν |304 ἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλους |305 καὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένης |306 Ἑλληνίδος γῆς τῶνδε προύστησαν μόνοι. |307 δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε· |308 ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε. |309 ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων· |310 ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇ |311 καὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός |312 σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε, |313 καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυ |314 μέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλιν |315 πασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβειν |316 οἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼν |317 ἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν, |318 πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμως |319 οὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός. |320 ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω, |321 πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλας |322 ὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶ |323 ὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσας |324 τοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδα |325 σῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺς |326 οὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός, |327 παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσως |328 εὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός. |329 ἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοις |330 σὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν. |331 τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλων |332 ἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας. |333 σοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον, |334 τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις. |335 κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι, |336 τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸν |337 πολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺς |338 πέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών· |339 ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος· |340 μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμους |341 σὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών. |342 εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ, |343 μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον. |344 οὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴ |345 ἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν· |346 ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς, |347 ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσιν |348 χρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ· |349 τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ, |350 ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίαν |351 καὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν· |352 νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται. [choral] [strophe 1] |353 Εἰ σὺ μέγʼ αὐχεῖς, ἕτεροι |354 σοῦ πλέον οὐ μέλονται, |355 ὦ ξεῖν’ Ἀργόθεν ἐλθών, |356 μεγαληγορίαισι δʼ ἐμὰς |357 φρένας οὐ φοβήσεις. |358 μήπω ταῖς μεγάλαισιν οὕ- |359 τω καὶ καλλιχόροις Ἀθή- |360 ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ- |361 γει Σθενέλου τύραννος. [antistrophe 1] |362 ὃς πόλιν ἐλθὼν ἑτέραν |363 οὐδὲν ἐλάσσονʼ Ἄργους, |364 θεῶν ἱκτῆρας ἀλάτας |365 καὶ ἐμᾶς χθονὸς ἀντομένους |366 ξένος ὢν βιαίως |367 ἕλκεις, οὐ βασιλεῦσιν εἴ- |368 ξας, οὐκ ἄλλο δίκαιον εἰ- |369 πών· ποῦ ταῦτα καλῶς ἂν εἴ- |370 η παρά γʼ εὖ φρονοῦσιν; [epode] |371 Εἰρήνα μὲν ἐμοί γʼ ἀρέ- |372 σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ, |373 λέγω, εἰ πόλιν ἥξεις, |374 οὐχ οὕτως ἃ δοκεῖς κυρή- |375 σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼ |376 ἰτέα κατάχαλκός ἐστιν. |377 ἀλλʼ οὐ, πολέμων ἐραστάς, |378 μή μοι δορὶ συνταράξεις |379 τὰν εὖ χαρίτων ἔχουσαν |380 πόλιν, ἀλλʼ ἀνάσχου. [episode] |381 ὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρων |382 ἥκεις; νέον τι πολεμίων λέξεις πέρι; |383 μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ; |384 οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους· |385 ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶν |386 εἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν, |387 ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτων |388 ὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων. |389 ἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ· |390 ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών, |391 ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς, |392 οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν. |393 πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πω |394 στρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενος |395 σκοπεῖ — δόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι — |396 ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸς |397 ἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός. |398 καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς· |399 πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμένα |400 ἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν, |402 τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια, |401 θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο. |403 χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσας |404 ἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμένα |405 λόγια παλαιά, τῇδε γῇ σωτήρια. |406 καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοις |407 πόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει· |408 σφάξαι κελεύουσίν με παρθένον Κόρῃ |409 Δήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς. |410 ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαν |411 τοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶ |412 οὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσω |413 ἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ, |414 ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα; |415 καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις, |416 τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοις |417 ἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴν |418 κατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε, |419 οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται. |420 ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπως |421 αὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε, |422 κἀγὼ πολίταις μὴ διαβληθήσομαι. |423 οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω· |424 ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι. |425 ἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸς |426 ξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν; |427 ὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινες |428 χειμῶνος ἐκφυγόντες ἄγριον μένος |429 ἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθεν |430 πνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν. |431 οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆς |432 ἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι. |433 οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά με |434 ἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν; |435 συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλει |436 κτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχω |437 καὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδε |438 πράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις. |439 ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι. |440 ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν; |441 ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα; |442 ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή. |443 κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει, |444 πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών· |445 ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα, |446 καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός. |447 ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν, |448 τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην. |449 χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέρας |450 πεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον. |451 ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρ |452 πέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας· |453 ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ, |454 καὶ μήτε κινδύνευε, σωθήτω τέ μοι |455 τέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω. |456 μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼν |457 τὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι· |458 σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷ |459 ἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι· |460 πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι. |461 ὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν· |462 τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸν |463 γένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν. |464 γενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα. |465 οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ· |466 τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέον |467 θανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν. |468 δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς, |469 νεανίαι τε καὶ πατρὸς μεμνημένοι |470 λύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών. |471 ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέραν |472 βουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανος |473 χρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως. |474 ξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖς |475 προσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι· |476 γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖν |477 κάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων. |478 τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτων |479 ἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους. |480 ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοι |481 μάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέρι |482 θέλω πυθέσθαι, μὴ ’πὶ τοῖς πάλαι κακοῖς |483 προσκείμενόν τι πῆμα σὴν δάκνει φρένα. |484 ὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνων |485 τῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω. |486 ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμος |487 πάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον· |488 χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε, |489 οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένον |490 σφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής, |491 εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν. |492 ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνα |493 σφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός. |494 κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως, |495 εἰ μή τι τούτων ἐξαμηχανήσομεν, |496 ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά, |497 αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα. |498 ἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ; |499 ἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες. |500 μή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ· |501 ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον, |502 θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ. |503 τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖ |504 κίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν, |505 αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους, |506 παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν; |507 οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια, |508 στένειν μὲν ἱκέτας δαιμόνων καθημένους, |509 πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμεν |510 κακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει; |511 κάλλιον, οἶμαι, τῆσδʼ — ἃ μὴ τύχοι ποτέ — |512 πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν, |513 κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦς |514 παθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν. |515 ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός; |516 κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ· |517 Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοις |518 αὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός· |519 κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν. |520 ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων, |521 αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω· |522 — πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους. — |523 τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτʼ ἔχειν, |524 ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται; |525 οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖν |526 ἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶ |527 μᾶλλον τάδʼ, ἥτις μὴ ’πίσημος ὡς ἐγώ. |528 ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδε |529 καὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ· |530 νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάρα |531 ἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαι |532 θνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ. |533 εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼ |534 κάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον. |535 φεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγον |536 κλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν; |537 τούτων τίς ἂν λέξειε γενναίους λόγους |538 μᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι; |539 ὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα, |540 ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸς |541 πέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαι |542 τοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι. |543 ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω· |544 πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν, |545 κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ· |546 σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου. |547 οὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ· |548 χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον. |549 ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοι |550 χρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼ |551 δίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ. |552 φεῦ· |553 ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος· |554 κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρεις |555 τόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον. |556 οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον, |557 θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς. |558 σοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματος |559 τοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω. |560 ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶ |561 θέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών· |562 ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ, |563 εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι. |564 οὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ. |565 σὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων, |566 ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον. |567 ἔσται τάδʼ, ὦ τάλαινα παρθένων, ἐπεὶ |568 κἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς, |569 πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίας |570 καὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲ |571 πασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ. |572 ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τε |573 χώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν. |574 ὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοι |575 τοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς, |576 ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ. |577 πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν· |578 σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα. |579 ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμου |580 διδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην. |581 ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία, |582 εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσων |583 ἡμὴ πάροιθε καρδία σφαγήσεται. |584 καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμων |585 τιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦ |586 ξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνων |587 καὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν, |588 μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών. |589 κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴς |590 ὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους. |591 τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλια |592 καὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός· |593 εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομεν |594 κἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν, |595 οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖν |596 κακῶν μέγιστον φάρμακον νομίζεται. |597 ἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳ |598 πασῶν γυναικῶν, ἴσθι, τιμιωτάτη |599 καὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ· |600 καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν, |601 ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην. |602 ὦ παῖδες, οἰχόμεσθα· λύεται μέλη |603 λύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατε |604 αὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα. |605 ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις, |606 χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον· |607 μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε. [choral] [strophe 1] |608 οὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον, |609 ἄνδρα γενέσθαι· |610 οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμον |611 εὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλα |612 μοῖρα διώκει. |613 τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε, |614 τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει. |615 μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί- |616 ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό- |617 θυμος ἀεὶ πόνον ἕξει. [antistrophe 1] |618 ἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγει |620 φροντίδα λύπᾳ· |621 εὐδόκιμον γὰρ ἔχει θανάτου μέρος |622 ἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς· |623 οὐδʼ ἀκλεής νιν |624 δόξα πρὸς ἀνθρώπων ὑποδέξεται· |625 ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων. |626 ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί- |627 ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά- |628 τους ἀγαθῶν, μετέχω σοι. [episode] |630 ὦ τέκνα, χαίρετʼ· Ἰόλεως δὲ ποῦ γέρων; |631 μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ; |632 πάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία. |633 τί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις; |634 φροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην. |635 ἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα. |636 γέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα. |637 ἥκω γε μέντοι χάρμα σοι φέρων μέγα. |638 τίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ; |639 Ὕλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν; |640 ὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης; |641 μάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε. |642 ὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω, |643 ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους. |644 πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένων |645 ψυχὴν ἐτήκου νόστος εἰ γενήσεται. |646 τί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγος |647 Ἰόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼν |648 κῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴ |649 ῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε, |650 οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ. |651 ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼ |652 μήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί, |653 δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ. |654 θάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθεν |655 κῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων. |656 τί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου; |657 σέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας. |658 οὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε; |659 ἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν. |660 ὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν. |661 ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδα |662 ποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰ |663 σὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα; |664 στρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων. |665 τοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή. |666 μέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε. |667 τί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν; |668 πόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων; |669 πολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι. |670 ἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι; |671 ἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας. |672 ἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός; |673 καὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς. |674 πόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ; |675 ὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς. |676 τί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας; |677 ᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν. |678 ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέρος |679 οὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν. |680 κἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν, |681 φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν. |682 ἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος. |683 καὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις. |684 οὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός. |685 τί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος; |686 σθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις. |687 οὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται. |688 οὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν. |689 ἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι. |690 σμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις. |691 μή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον. |692 δρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως. |693 ὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα. |694 πῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ; |695 ἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα, |696 τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομεν |697 ζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός. |698 ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼν |699 ἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι. |700 αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε, |701 τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν. [anapests] |702 λῆμα μὲν οὔπω στόρνυσι χρόνος |703 τὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον. |704 τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει, |705 σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν; |706 χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν, |707 τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπως |708 ἥβην κτήσῃ πάλιν αὖθις. |709 τί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢν |710 λιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς; |711 ἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν. |712 τί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι; |713 παιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις. |714 ἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ; |715 οἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι. |716 τοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω. |717 καὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων. |718 φεῦ· |718a Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς· |719 εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ. |720 ὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν, |721 φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας· |722 ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖ |723 μέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος, |724 νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσιν |725 κόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως. |726 καλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχων |727 τεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην, |728 λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα. |729 ἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών; |730 ὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον. |731 εἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ. |732 ἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης. |733 σύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν. |734 οὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται; |735 ὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε. |736 οὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ. |737 τί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε. |738 διʼ ἀσπίδος θείνοντα πολεμίων τινά. |739 εἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος. |740 φεῦ· |740a εἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σε |741 μεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν Ἡρακλεῖ |742 Σπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοι |743 τοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέως |744 θείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ. |745 ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον, |746 εὐψυχίας δόκησις· οἰόμεσθα γὰρ |747 τὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς. [choral] [strophe 1] |748 Γᾶ καὶ παννύχιος σελά- |749 να καὶ λαμπρόταται θεοῦ |750 φαεσίμβροτοι αὐγαί, |751 ἀγγελίαν μοι ἐνέγκαιτʼ· |752 ἰαχήσατε δʼ οὐρανῷ |753 καὶ παρὰ θρόνον ἀρχέταν |754 γλαυκᾶς ἐν Ἀθάνας. |755 μέλλω τᾶς πατριώτιδος |756 γᾶς, μέλλω καὶ ὑπὲρ δόμων |757 ἱκέτας ὑποδεχθεὶς |758 κίνδυνον πολιῷ τεμεῖν σιδάρῳ. [antistrophe 1] |759 δεινὸν μὲν πόλιν ὡς Μυκή- |760 νας εὐδαίμονα καὶ δορὸς |761 πολυαίνετον ἀλκᾷ |762 μῆνιν ἐμᾷ χθονὶ κεύθειν· |763 κακὸν δʼ, ὦ πόλις, εἰ ξένους |764 ἱκτῆρας παραδώσομεν |765 κελεύμασιν Ἄργους. |766 Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ- |767 μαι, Ζεύς μοι χάριν ἐνδίκως |768 ἔχει· οὔποτε θνατῶν |769 ἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται. [strophe 2] |770 ἀλλʼ, ὦ πότνια — σὸν γὰρ οὖ- |771 δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά- |772 τηρ δέσποινά τε καὶ φύλαξ — |773 πόρευσον ἄλλᾳ τὸν οὐ δικαίως |774 τᾷδʼ ἐπάγοντα δορυσσοῦν |775 στρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷ |776 δίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων. [antistrophe 2] |777 ἐπεί σοι πολύθυτος ἀεὶ |778 τιμὰ κραίνεται, οὐδὲ λά- |779 θει μηνῶν φθινὰς ἁμέρα, |780 νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί. |781 ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳ |782 ὀλολύγματα παννυχίοις ὑπὸ παρ- |783 θένων ἰαχεῖ ποδῶν κρότοισιν. [episode] |784 δέσποινα, μύθους σοί τε συντομωτάτους |785 κλύειν ἐμοί τε τῷδε καλλίστους φέρω. |786 νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεται |787 παντευχίαν ἔχοντα πολεμίων σέθεν. |788 ὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασεν |789 ἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν. |790 μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς· |791 φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω. |792 ζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν. |793 ὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε; |794 μάλιστα, πράξας δʼ ἐκ θεῶν κάλλιστα δή. |795 τί δʼ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο; |796 νέος μεθέστηκʼ ἐκ γέροντος αὖθις αὖ. |797 θαυμάστʼ ἔλεξας· ἀλλά σʼ εὐτυχῆ φίλων |798 μάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω. |799 εἷς μου λόγος σοι πάντα σημανεῖ τάδε. |800 ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸν |801 κατὰ στόμʼ ἐκτείνοντες ἀντετάξαμεν, |802 ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδα |803 ἔστη μέσοισιν ἐν μεταιχμίοις δορός. |804 κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθεν |805 ἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν |806 καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸν |807 ἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳ |808 μάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼν |809 τοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶ |810 τιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες. |811 στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνων |812 καλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν. |813 ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγων |814 οὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢν |815 ἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός, |816 ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼς |817 τοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους. |818 Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν· |819 μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδος |820 διαλλαγὰς ἔγνωσαν οὐ τελουμένας, |821 ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσαν |822 λαιμῶν βροτείων εὐθὺς οὔριον φόνον. |823 οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδων |824 πλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξ |825 στρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ· |826 Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶ |827 καὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών. |828 ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλειν |829 καὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο. |830 ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇ |831 σάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην, |832 πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν, |833 πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ; |834 τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸς |835 ἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν. |836 τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί, |837 ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη· |838 πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος· |839 Ὦ τὰς Ἀθήνας — Ὦ τὸν Ἀργείων γύην |840 σπείροντες — οὐκ ἀρήξετʼ αἰσχύνην πόλει; |841 μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνων |842 ἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ. |843 κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενον |844 ἰδών, ὀρέξας ἱκέτευσε δεξιὰν |845 Ἰόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον. |846 λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέως |847 πώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύων |848 λέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών. |849 Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγον |850 δίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως, |851 ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαν |852 νέος γενέσθαι κἀποτείσασθαι δίκην |853 ἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι. |854 δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖς |855 σταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει· |856 σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροι |857 Ἥβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέων |858 βραχιόνων ἔδειξεν ἡβητὴν τύπον. |859 αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέως |860 τέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν, |861 δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιον |862 κάλλιστον ἥκει τὸν στρατηλάτην ἄγων |863 τὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃ |864 βροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν, |865 τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂν |866 θανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι. |867 ὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβου |868 ἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν. |869 ὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά, |870 χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω· |871 καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼ |872 θεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς. |873 ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων, |874 ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένου |875 Εὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸς |876 ὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸς |877 καὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοι |878 ξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον. |879 ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτε |880 Εὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν; |881 λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε, |882 ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην. |883 τὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοις |884 κρατοῦντα καὶ σῇ δεσποτούμενον χερί. |885 οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίαν |886 ἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετο |887 ζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην. |888 ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοι |889 ὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου, |890 ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴ |891 ἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα. [choral] [strophe 1] |892 Ἐμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω- |893 τοῦ χάρις ενι δαι· |894 εἴη δʼ εὔχαρις Ἀφροδί- |895 τα· τερπνὸν δέ τι καὶ φίλων ἆρʼ |896 εὐτυχίαν ἰδέσθαι |897 τῶν πάρος οὐ δοκούντων. |898 πολλὰ γὰρ |899 τίκτει Μοῖρα τελεσσιδώ- |900 τειρʼ Αἰών τε Χρόνου παῖς. [antistrophe 1] |901 ἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον — οὐ |902 χρή ποτε τοῦδʼ ἀφέσθαι, — |903 τιμᾶν θεούς· ὁ δὲ μή σε φά- |904 σκων ἐγγὺς μανιῶν ἐλαύνει, |905 δεικνυμένων ἐλέγχων |906 τῶνδʼ· ἐπίσημα γάρ τοι |907 θεὸς παραγ- |908 γέλλει, τῶν ἀδίκων παραι- |909 ρῶν φρονήματος αἰεί. [strophe 2] |910 ἔστιν ἐν οὐρανῷ βεβα- |911 κὼς τεὸς γόνος, ὦ γεραι- |912 ά· φεύγει λόγον ὡς τὸν Ἅι- |913 δα δόμον κατέβα, πυρὸς |914 δεινᾷ φλογὶ σῶμα δαισθείς· |915 Ἥβας τʼ ἐρατὸν χροΐζει |916 λέχος χρυσέαν κατʼ αὐλάν. |917 ὦ Ὑμέναιε, δισσοὺς παῖ- |918 δας Διὸς ἠξίωσας. [antistrophe 2] |919 συμφέρεται τὰ πολλὰ πολ- |920 λοῖς· καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά- |921 ναν λέγουσʼ ἐπίκουρον εἶ- |922 ναι, καὶ τούσδε θεᾶς πόλις |923 καὶ λαὸς ἔσωσε κείνας· |924 ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ- |925 μὸς ἦν πρὸ δίκας βίαιος. |926 μήποτʼ ἐμοὶ φρόνημα ψυ- |927 χά τʼ ἀκόρεστος εἴη. [episode] |928 δέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται, |929 Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν, |930 ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην· |931 οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν, |932 ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδι |933 ἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλιν |934 πέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίαν |935 δαίμων ἔθηκε, καὶ μετέστησεν τύχην. |936 Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέτας |937 Διὸς τροπαίου καλλίνικον ἵστασαν· |938 ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν, |939 τέρψαι θέλοντες σὴν φρένʼ· ἐκ γὰρ εὐτυχοῦς |940 ἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθʼ ὁρᾶν. |941 ὦ μῖσος, ἥκεις; εἷλέ σʼ ἡ Δίκη χρόνῳ; |942 πρῶτον μὲν οὖν μοι δεῦρʼ ἐπίστρεψον κάρα |943 καὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίον |944 ἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι. |945 ἐκεῖνος εἶ σύ — βούλομαι γὰρ εἰδέναι — |946 ὃς πολλὰ μὲν τὸν ὄνθʼ ὅπου ’στὶ νῦν ἐμὸν |947 παῖδʼ ἠξίωσας, ὦ πανοῦργʼ, ἐφυβρίσαι; |948 τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι; |949 ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες, |950 ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγων |951 ἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰ |952 σιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι. |953 κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον, |954 ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδος |955 ἤλαυνες ἱκέτας δαιμόνων καθημένους, |956 τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι. |957 ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον, |958 οἵ σʼ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς, |959 καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξ |960 θνῄσκειν σὲ πολλὰ πήματʼ ἐξειργασμένον. |961 οὐκ ἔστʼ ἀνυστὸν τόνδε σοι κατακτανεῖν. |962 ἄλλως ἄρʼ αὐτὸν αἰχμάλωτον εἵλομεν; |963 εἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος; |964 τοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ. |965 τί δὴ τόδʼ; ἐχθροὺς τοισίδʼ οὐ καλὸν κτανεῖν; |966 οὐχ ὅντινʼ ἄν γε ζῶνθʼ ἕλωσιν ἐν μάχῃ. |967 καὶ ταῦτα δόξανθʼ Ὕλλος ἐξηνέσχετο; |968 χρῆν δʼ αὐτόν, οἶμαι, τῇδʼ ἀπιστῆσαι χθονί; |969 χρῆν τόνδε μὴ ζῆν μηδʼ ὁρᾶν φάος ἔτι. |970 τότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε. |971 οὐκ οὖν ἔτʼ ἐστὶν ἐν καλῷ δοῦναι δίκην; |972 οὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι. |973 ἔγωγε· καίτοι φημὶ κἄμʼ εἶναί τινα. |974 πολλὴν ἄρʼ ἕξεις μέμψιν, εἰ δράσεις τόδε. |975 φιλῶ πόλιν τήνδʼ· οὐδὲν ἀντιλεκτέον. |976 τοῦτον δʼ, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς, |977 οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται. |978 πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃ |979 καὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴ |980 λέξει· τὸ δʼ ἔργον τοῦτʼ ἐμοὶ πεπράξεται. |981 δεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σʼ ἔχει |982 νεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς. |983 γύναι, σάφʼ ἴσθι μή με θωπεύσοντά σε, |984 μηδʼ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέρι |985 λέξονθʼ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα. |986 ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην· |987 ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς, |988 τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει. |989 ἀλλʼ εἴτʼ ἔχρῃζον εἴτε μή — θεὸς γὰρ ἦν — |990 Ἥρα με κάμνειν τήνδʼ ἔθηκε τὴν νόσον. |991 ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμην |992 κἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος, |993 πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμην |994 καὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί, |995 ὅπως διώσας καὶ κατακτείνας ἐμοὺς |996 ἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ, |997 εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμως |998 ἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢν |999 ἀκούσεται ’μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ. |1000 κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄρα |1001 μισούμενον πρὸς τῶνδε καὶ ξυνειδότα |1002 ἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον, |1003 κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον; |1004 τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ. |1005 οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχας |1006 ἐχθροῦ λέοντος δυσγενῆ βλαστήματα |1007 ἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνως |1008 εἴασας οἰκεῖν Ἄργος; οὔτινʼ ἂν πίθοις. |1009 νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότε |1010 πρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοις |1011 οὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών· |1012 πόλις τʼ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸν |1013 μεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ. |1014 προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴ |1015 τὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν. |1016 οὕτω γε μέντοι τἄμ’ ἔχεις· θανεῖν μὲν οὐ |1017 χρῄζω, λιπὼν δʼ ἂν οὐδὲν ἀχθοίμην βίον. |1018 παραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω, |1019 τὸν ἄνδρʼ ἀφεῖναι τόνδʼ, ἐπεὶ δοκεῖ πόλει. |1020 τί δʼ, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα; |1021 τὰ λῷστ’ ἂν εἴη· πῶς τάδʼ οὖν γενήσεται; |1022 ἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρ |1023 τόνδʼ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλων |1024 δώσω· τὸ γὰρ σῶμʼ οὐκ ἀπιστήσω χθονί, |1025 οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί. |1026 κτεῖνʼ, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν, |1027 ἐπεί μʼ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν, |1028 χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι, |1029 ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ. |1030 θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον, |1031 δίας πάροιθε παρθένου Παλληνίδος· |1032 καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριος |1033 μέτοικος αἰεὶ κείσομαι κατὰ χθονός, |1034 τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος, |1035 ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶ |1036 χάριν προδόντες τήνδε. τοιούτων ξένων |1037 προύστητε. πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένος |1038 δεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ; |1039 Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺ |1040 κοὐκ ἂν προδοῦναί μʼ. ἀλλὰ μήτε μοι χοὰς |1041 μήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον. |1042 κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼ |1043 δώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ, |1044 ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών. |1045 τί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίαν |1046 κατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών, |1047 κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε; |1048 δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην· |1049 ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών. |1050 κομίζετʼ αὐτόν, δμῶες· εἶτα χρὴ κυσὶν |1051 δοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπως |1052 αὖθις πατρῴας ζῶν ἔμʼ ἐκβαλεῖς χθονός. [anapests] |1053 ταὐτὰ δοκεῖ μοι. στείχετʼ, ὀπαδοί. |1054 τὰ γὰρ ἐξ ἡμῶν |1055 καθαρῶς ἔσται βασιλεῦσιν.