[edition urn:cts:greekLit:tlg0006.tlg003.perseus-grc2] [episode] |1 Εἴθ’ ὤφελ’ Ἀργοῦς μὴ διαπτάσθαι σκάφος |2 Κόλχων ἐς αἶαν κυανέας Συμπληγάδας, |3 μηδ’ ἐν νάπαισι Πηλίου πεσεῖν ποτε |4 τμηθεῖσα πεύκη, μηδ’ ἐρετμῶσαι χέρας |5 ἀνδρῶν ἀρίστων, οἳ τὸ πάγχρυσον δέρας |6 Πελίᾳ μετῆλθον. οὐ γὰρ ἂν δέσποιν’ ἐμὴ |7 Μήδεια πύργους γῆς ἔπλευσ’ Ἰωλκίας |8 ἔρωτι θυμὸν ἐκπλαγεῖσ’ Ἰάσονος· |9 οὐδ’ ἂν κτανεῖν πείσασα Πελιάδας κόρας |10 πατέρα κατῴκει τήνδε γῆν Κορινθίαν |11 ξὺν ἀνδρὶ καὶ τέκνοισιν, ἁνδάνουσα μὲν |12 φυγῇ πολιτῶν ὧν ἀφίκετο χθόνα, |13 αὐτή τε πάντα ξυμφέρουσ’ Ἰάσονι· |14 ἥπερ μεγίστη γίγνεται σωτηρία, |15 ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ. |16 νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ φίλτατα. |17 προδοὺς γὰρ αὑτοῦ τέκνα δεσπότιν τ’ ἐμὴν |18 γάμοις Ἰάσων βασιλικοῖς εὐνάζεται, |19 γήμας Κρέοντος παῖδ’, ὃς αἰσύμνᾷ χθονός· |20 Μήδεια δ’ ἡ δύστηνος ἠτιμασμένη |21 βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δὲ δεξιάς, |22 πίστιν μεγίστην, καὶ θεοὺς μαρτύρεται |23 οἵας ἀμοιβῆς ἐξ Ἰάσονος κυρεῖ. |24 κεῖται δ’ ἄσιτος, σῶμ’ ὑφεῖσ’ ἀλγηδόσι, |25 τὸν πάντα συντήκουσα δακρύοις χρόνον, |26 ἐπεὶ πρὸς ἀνδρὸς ᾔσθετ’ ἠδικημένη, |27 οὔτ’ ὄμμ’ ἐπαίρουσ’ οὔτ’ ἀπαλλάσσουσα γῆς |28 πρόσωπον· ὡς δὲ πέτρος ἢ θαλάσσιος |29 κλύδων ἀκούει νουθετουμένη φίλων· |30 ἢν μή ποτε στρέψασα πάλλευκον δέρην |31 αὐτὴ πρὸς αὑτὴν πατέρ’ ἀποιμώξῃ φίλον |32 καὶ γαῖαν οἴκους θ’, οὓς προδοῦσ’ ἀφίκετο |33 μετ’ ἀνδρὸς ὅς σφε νῦν ἀτιμάσας ἔχει. |34 ἔγνωκε δ’ ἡ τάλαινα συμφορᾶς ὕπο |35 οἷον πατρῴας μὴ ἀπολείπεσθαι χθονός. |36 στυγεῖ δὲ παῖδας οὐδ’ ὁρῶσ’ εὐφραίνεται. |37 δέδοικα δ’ αὐτὴν μή τι βουλεύσῃ νέον· |38 βαρεῖα γὰρ φρήν, οὐδ’ ἀνέξεται κακῶς |39 πάσχουσ’· ἐγᾦδα τήνδε, δειμαίνω τέ νιν |40 μὴ θηκτὸν ὤσῃ φάσγανον δι’ ἥπατος, |41 σιγῇ δόμους εἰσβᾶσ’, ἵν’ ἔστρωται λέχος, |42 ἢ καὶ τύραννον τόν τε γήμαντα κτάνῃ, |43 κἄπειτα μείζω συμφορὰν λάβῃ τινά. |44 δεινὴ γάρ· οὔτοι ῥᾳδίως γε συμβαλὼν |45 ἔχθραν τις αὐτῇ καλλίνικον οἴσεται. |46 ἀλλ’ οἵδε παῖδες ἐκ τρόχων πεπαυμένοι |47 στείχουσι, μητρὸς οὐδὲν ἐννοούμενοι |48 κακῶν· νέα γὰρ φροντὶς οὐκ ἀλγεῖν φιλεῖ. |49 παλαιὸν οἴκων κτῆμα δεσποίνης ἐμῆς, |50 τί πρὸς πύλαισι τήνδ’ ἄγουσ’ ἐρημίαν |51 ἕστηκας, αὐτὴ θρεομένη σαυτῇ κακά; |52 πῶς σοῦ μόνη Μήδεια λείπεσθαι θέλει; |53 τέκνων ὀπαδὲ πρέσβυ τῶν Ἰάσονος, |54 χρηστοῖσι δούλοις ξυμφορὰ τὰ δεσποτῶν |55 κακῶς πίτνοντα, καὶ φρενῶν ἀνθάπτεται. |56 ἐγὼ γὰρ ἐς τοῦτ’ ἐκβέβηκ’ ἀλγηδόνος, |57 ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε κοὐρανῷ |58 λέξαι μολούσῃ δεῦρο δεσποίνης τύχας. |59 οὔπω γὰρ ἡ τάλαινα παύεται γόων; |60 ζηλῶ σ’· ἐν ἀρχῇ πῆμα κοὐδέπω μεσοῖ. |61 ὦ μῶρος—εἰ χρὴ δεσπότας εἰπεῖν τόδε· |62 ὡς οὐδὲν οἶδε τῶν νεωτέρων κακῶν. |63 τί δ’ ἔστιν, ὦ γεραιέ; μὴ φθόνει φράσαι. |64 οὐδέν· μετέγνων καὶ τὰ πρόσθ’ εἰρημένα. |65 μή, πρὸς γενείου, κρύπτε σύνδουλον σέθεν· |66 σιγὴν γάρ, εἰ χρή, τῶνδε θήσομαι πέρι. |67 ἤκουσά του λέγοντος, οὐ δοκῶν κλύειν, |68 πεσσοὺς προσελθών, ἔνθα δὴ παλαίτατοι |69 θάσσουσι, σεμνὸν ἀμφὶ Πειρήνης ὕδωρ, |70 ὡς τούσδε παῖδας γῆς ἐλᾶν Κορινθίας |71 σὺν μητρὶ μέλλοι τῆσδε κοίρανος χθονὸς |72 Κρέων. ὁ μέντοι μῦθος εἰ σαφὴς ὅδε |73 οὐκ οἶδα· βουλοίμην δ’ ἂν οὐκ εἶναι τόδε. |74 καὶ ταῦτ’ Ἰάσων παῖδας ἐξανέξεται |75 πάσχοντας, εἰ καὶ μητρὶ διαφορὰν ἔχει; |76 παλαιὰ καινῶν λείπεται κηδευμάτων, |77 κοὐκ ἔστ’ ἐκεῖνος τοῖσδε δώμασιν φίλος. |78 ἀπωλόμεσθ’ ἄρ’, εἰ κακὸν προσοίσομεν |79 νέον παλαιῷ, πρὶν τόδ’ ἐξηντληκέναι. |80 ἀτὰρ σύ γ’—οὐ γὰρ καιρὸς εἰδέναι τόδε |81 δέσποιναν—ἡσύχαζε καὶ σίγα λόγον. |82 ὦ τέκν’, ἀκούεθ’ οἷος εἰς ὑμᾶς πατήρ; |83 ὄλοιτο μὲν μή· δεσπότης γάρ ἐστ’ ἐμός· |84 ἀτὰρ κακός γ’ ὢν ἐς φίλους ἁλίσκεται. |85 τίς δ’ οὐχὶ θνητῶν; ἄρτι γιγνώσκεις τόδε, |86 ὡς πᾶς τις αὑτὸν τοῦ πέλας μᾶλλον φιλεῖ, |87 οἳ μὲν δικαίως, οἳ δὲ καὶ κέρδους χάριν, |88 εἰ τούσδε γ’ εὐνῆς οὕνεκ’ οὐ στέργει πατήρ. |89 ἴτ’—εὖ γὰρ ἔσται—δωμάτων ἔσω, τέκνα. |90 σὺ δ’ ὡς μάλιστα τούσδ’ ἐρημώσας ἔχε |91 καὶ μὴ πέλαζε μητρὶ δυσθυμουμένῃ. |92 ἤδη γὰρ εἶδον ὄμμα νιν ταυρουμένην |93 τοῖσδ’, ὥς τι δρασείουσαν· οὐδὲ παύσεται |94 χόλου, σάφ’ οἶδα, πρὶν κατασκῆψαί τινα . . . |95 ἐχθρούς γε μέντοι, μὴ φίλους, δράσειέ τι. [choral] [anapests] |96 ἰώ, |96a δύστανος ἐγὼ μελέα τε πόνων, |97 ἰώ μοί μοι, πῶς ἂν ὀλοίμαν; [anapests] |98 τόδ’ ἐκεῖνο, φίλοι παῖδες· μήτηρ |99 κινεῖ κραδίαν, κινεῖ δὲ χόλον. |100 σπεύσατε θᾶσσον δώματος εἴσω |101 καὶ μὴ πελάσητ’ ὄμματος ἐγγύς, |102 μηδὲ προσέλθητ’, ἀλλὰ φυλάσσεσθ’ |103 ἄγριον ἦθος στυγεράν τε φύσιν |104 φρενὸς αὐθάδους.— |105 ἴτε νῦν, χωρεῖθ’ ὡς τάχος εἴσω.— |106 δῆλον δ’ ἀρχῆς ἐξαιρόμενον |107 νέφος οἰμωγῆς ὡς τάχ’ ἀνάψει |108 μείζονι θυμῷ· τί ποτ’ ἐργάσεται |109 μεγαλόσπλαγχνος δυσκατάπαυστος |110 ψυχὴ δηχθεῖσα κακοῖσιν; [anapests] |111 αἰαῖ, |111a ἔπαθον τλάμων ἔπαθον μεγάλων |112 ἄξι’ ὀδυρμῶν· ὦ κατάρατοι |113 παῖδες ὄλοισθε στυγερᾶς ματρὸς |114 σὺν πατρί, καὶ πᾶς δόμος ἔρροι. [anapests] |115 ἰώ μοί μοι, ἰὼ τλήμων. |116 τί δέ σοι παῖδες πατρὸς ἀμπλακίας |117 μετέχουσι; τί τούσδ’ ἔχθεις; οἴμοι, |118 τέκνα, μή τι πάθηθ’ ὡς ὑπεραλγῶ. |119 δεινὰ τυράννων λήματα καί πως |120 ὀλίγ’ ἀρχόμενοι, πολλὰ κρατοῦντες |121 χαλεπῶς ὀργὰς μεταβάλλουσιν. |122 τὸ γὰρ εἰθίσθαι ζῆν ἐπ’ ἴσοισιν |123 κρεῖσσον· ἐμοὶ γοῦν ἐν μὴ μεγάλοις |124 ὀχυρῶς γ’ εἴη καταγηράσκειν. |125 τῶν γὰρ μετρίων πρῶτα μὲν εἰπεῖν |126 τοὔνομα νικᾷ, χρῆσθαί τε μακρῷ |127 λῷστα βροτοῖσιν· τὰ δ’ ὑπερβάλλοντ’ |128 οὐδένα καιρὸν δύναται θνητοῖς· |129 μείζους δ’ ἄτας, ὅταν ὀργισθῇ |130 δαίμων οἴκοις, ἀπέδωκεν. [lyric] |131 ἔκλυον φωνάν, ἔκλυον δὲ βοὰν |132 τᾶς δυστάνου Κολχίδος, οὐδέ πω |133 ἤπιος· ἀλλ’ ὦ γηραιά, |134 λέξον· ἐπ’ ἀμφιπύλου γὰρ ἔσω μελάθρου βοὰν |135 ἔκλυον· οὐδὲ συνήδομαι, ὦ γύναι, ἄλγεσιν |136 δώματος· ἐπεί μοι φίλον κέκρανται. [anapests] |139 οὐκ εἰσὶ δόμοι· φροῦδα τάδ’ ἤδη. |140 τὸν μὲν γὰρ ἔχει λέκτρα τυράννων, |141 ἃ δ’ ἐν θαλάμοις τάκει βιοτὰν |142 δέσποινα, φίλων οὐδενὸς οὐδὲν |143 παραθαλπομένα φρένα μύθοις. |144 αἰαῖ· ὦ Ζεῦ καὶ Γᾶ καὶ Φῶς· |144a διά μου κεφαλᾶς φλὸξ οὐρανία |145 βαίη· τί δέ μοι ζῆν ἔτι κέρδος; |146 φεῦ φεῦ· θανάτῳ καταλυσαίμαν |147 βιοτὰν στυγερὰν προλιποῦσα. [strophe 1] |148 —ἄιες· ὦ Ζεῦ καὶ γᾶ καὶ φῶς· |149 ἀχὰν οἵαν ἁ δύστανος |150 μέλπει νύμφα; |151 —τίς σοί ποτε τᾶς ἀπλάτου |152 κοίτας ἔρος, ὦ ματαία; |153 σπεύσει θανάτου τελευτά· |154 μηδὲν τόδε λίσσου. |155 —εἰ δὲ σὸς πόσις |156 καινὰ λέχη σεβίζει, |157 κείνῳ τόδε· μὴ χαράσσου· |158 —Ζεύς σοι τάδε συνδικήσει. μὴ λίαν |159 τάκου δυρομένα σὸν εὐνάταν. [anapests] |160 ὦ μεγάλα Θέμι καὶ πότνι’ Ἄρτεμι |161 λεύσσεθ’ ἃ πάσχω, μεγάλοις ὅρκοις |162 ἐνδησαμένα τὸν κατάρατον |163 πόσιν; ὅν ποτ’ ἐγὼ νύμφαν τ’ ἐσίδοιμ’ |164 αὐτοῖς μελάθροις διακναιομένους, |165 οἷ’ ἐμὲ πρόσθεν τολμῶσ’ ἀδικεῖν. |166 ὦ πάτερ, ὦ πόλις, ὧν ἀπενάσθην |167 αἰσχρῶς τὸν ἐμὸν κτείνασα κάσιν. |168 κλύεθ’ οἷα λέγει κἀπιβοᾶται |169 Θέμιν εὐκταίαν Ζῆνά θ’, ὃς ὅρκων |170 θνητοῖς ταμίας νενόμισται; |171 οὐκ ἔστιν ὅπως ἔν τινι μικρῷ |172 δέσποινα χόλον καταπαύσει. [antistrophe 1] |173 —πῶς ἂν ἐς ὄψιν τὰν ἁμετέραν |174 ἔλθοι μύθων τ’ αὐδαθέντων |175 δέξαιτ’ ὀμφάν; |176 —εἴ πως βαρύθυμον ὀργὰν |177 καὶ λῆμα φρενῶν μεθείη, |178 μήτοι τό γ’ ἐμὸν πρόθυμον |179 φίλοισιν ἀπέστω. |180 —ἀλλὰ βᾶσά νιν |181 δεῦρο πόρευσον οἴκων |182 ἔξω· φίλα καὶ τάδ’ αὔδα. |183 —σπεῦσον πρίν τι κακῶσαι τοὺς εἴσω· |183a πένθος γὰρ μεγάλως τόδ’ ὁρμᾶται. [anapests] |184 δράσω τάδ’· ἀτὰρ φόβος εἰ πείσω |185 δέσποιναν ἐμήν· |186 μόχθου δὲ χάριν τήνδ’ ἐπιδώσω. |187 καίτοι τοκάδος δέργμα λεαίνης |188 ἀποταυροῦται δμωσίν, ὅταν τις |189 μῦθον προφέρων πέλας ὁρμηθῇ. |190 σκαιοὺς δὲ λέγων κοὐδέν τι σοφοὺς |191 τοὺς πρόσθε βροτοὺς οὐκ ἂν ἁμάρτοις, |192 οἵτινες ὕμνους ἐπὶ μὲν θαλίαις |193 ἐπί τ’ εἰλαπίναις καὶ παρὰ δείπνοις |194 ηὕροντο βίου τερπνὰς ἀκοάς· |195 στυγίους δὲ βροτῶν οὐδεὶς λύπας |196 ηὕρετο μούσῃ καὶ πολυχόρδοις |197 ᾠδαῖς παύειν, ἐξ ὧν θάνατοι |198 δειναί τε τύχαι σφάλλουσι δόμους. |199 καίτοι τάδε μὲν κέρδος ἀκεῖσθαι |200 μολπαῖσι βροτούς· ἵνα δ’ εὔδειπνοι |201 δαῖτες, τί μάτην τείνουσι βοήν; |202 τὸ παρὸν γὰρ ἔχει τέρψιν ἀφ’ αὑτοῦ |203 δαιτὸς πλήρωμα βροτοῖσιν. [epode] |204 ἰαχὰν ἄιον πολύστονον γόων, |205 λιγυρὰ δ’ ἄχεα μογερὰ βοᾷ |206 τὸν ἐν λέχει προδόταν κακόνυμφον· |207 θεοκλυτεῖ δ’ ἄδικα παθοῦσα |208 τὰν Ζηνὸς ὁρκίαν Θέμιν, |209 ἅ νιν ἔβασεν |210 Ἑλλάδ’ ἐς ἀντίπορον |211 δι’ ἅλα νύχιον ἐφ’ ἁλμυρὰν |212 πόντου κλῇδ’ ἀπέραντον. [episode] |214 Κορίνθιαι γυναῖκες, ἐξῆλθον δόμων, |215 μή μοί τι μέμφησθ’· οἶδα γὰρ πολλοὺς βροτῶν |216 σεμνοὺς γεγῶτας, τοὺς μὲν ὀμμάτων ἄπο, |217 τοὺς δ’ ἐν θυραίοις· οἱ δ’ ἀφ’ ἡσύχου ποδὸς |218 δύσκλειαν ἐκτήσαντο καὶ ῥᾳθυμίαν. |219 δίκη γὰρ οὐκ ἔνεστ’ ἐν ὀφθαλμοῖς βροτῶν, |220 ὅστις πρὶν ἀνδρὸς σπλάγχνον ἐκμαθεῖν σαφῶς |221 στυγεῖ δεδορκώς, οὐδὲν ἠδικημένος. . . . |222 χρὴ δὲ ξένον μὲν κάρτα προσχωρεῖν πόλει . . . |223 οὐδ’ ἀστὸν ᾔνεσ’ ὅστις αὐθάδης γεγὼς |224 πικρὸς πολίταις ἐστὶν ἀμαθίας ὕπο. |225 ἐμοὶ δ’ ἄελπτον πρᾶγμα προσπεσὸν τόδε |226 ψυχὴν διέφθαρκ’· οἴχομαι δὲ καὶ βίου |227 χάριν μεθεῖσα κατθανεῖν χρῄζω, φίλαι. |228 ἐν ᾧ γὰρ ἦν μοι πάντα γιγνώσκειν καλῶς, |229 κάκιστος ἀνδρῶν ἐκβέβηχ’ οὑμὸς πόσις. |230 πάντων δ’ ὅσ’ ἔστ’ ἔμψυχα καὶ γνώμην ἔχει |231 γυναῖκές ἐσμεν ἀθλιώτατον φυτόν· |232 ἃς πρῶτα μὲν δεῖ χρημάτων ὑπερβολῇ |233 πόσιν πρίασθαι, δεσπότην τε σώματος |234 λαβεῖν· κακοῦ γὰρ τοῦτ’ ἔτ’ ἄλγιον κακόν. |235 κἀν τῷδ’ ἀγὼν μέγιστος, ἢ κακὸν λαβεῖν |236 ἢ χρηστόν. οὐ γὰρ εὐκλεεῖς ἀπαλλαγαὶ |237 γυναιξίν, οὐδ’ οἷόν τ’ ἀνήνασθαι πόσιν. |238 ἐς καινὰ δ’ ἤθη καὶ νόμους ἀφιγμένην |239 δεῖ μάντιν εἶναι, μὴ μαθοῦσαν οἴκοθεν, |240 ὅτῳ μάλιστα χρήσεται ξυνευνέτῃ. |241 κἂν μὲν τάδ’ ἡμῖν ἐκπονουμέναισιν εὖ |242 πόσις ξυνοικῇ μὴ βίᾳ φέρων ζυγόν, |243 ζηλωτὸς αἰών· εἰ δὲ μή, θανεῖν χρεών. |244 ἀνὴρ δ’, ὅταν τοῖς ἔνδον ἄχθηται ξυνών, |245 ἔξω μολὼν ἔπαυσε καρδίαν ἄσης· |246 ἢ πρὸς φίλον τιν’ ἢ πρὸς ἥλικα τραπείς· |247 ἡμῖν δ’ ἀνάγκη πρὸς μίαν ψυχὴν βλέπειν. |248 λέγουσι δ’ ἡμᾶς ὡς ἀκίνδυνον βίον |249 ζῶμεν κατ’ οἴκους, οἳ δὲ μάρνανται δορί· |250 κακῶς φρονοῦντες· ὡς τρὶς ἂν παρ’ ἀσπίδα |251 στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ. |252 ἀλλ’ οὐ γὰρ αὑτὸς πρὸς σὲ κἄμ’ ἥκει λόγος· |253 σοὶ μὲν πόλις θ’ ἥδ’ ἐστὶ καὶ πατρὸς δόμοι |254 βίου τ’ ὄνησις καὶ φίλων συνουσία, |255 ἐγὼ δ’ ἔρημος ἄπολις οὖσ’ ὑβρίζομαι |256 πρὸς ἀνδρός, ἐκ γῆς βαρβάρου λελῃσμένη, |257 οὐ μητέρ’, οὐκ ἀδελφόν, οὐχὶ συγγενῆ |258 μεθορμίσασθαι τῆσδ’ ἔχουσα συμφορᾶς. |259 τοσοῦτον οὖν σου τυγχάνειν βουλήσομαι, |260 ἤν μοι πόρος τις μηχανή τ’ ἐξευρεθῇ |261 πόσιν δίκην τῶνδ’ ἀντιτείσασθαι κακῶν, |262 τὸν δόντα τ’ αὐτῷ θυγατέρ’ ἥ τ’ ἐγήματο |263 σιγᾶν. γυνὴ γὰρ τἄλλα μὲν φόβου πλέα |264 κακή τ’ ἐς ἀλκὴν καὶ σίδηρον εἰσορᾶν· |265 ὅταν δ’ ἐς εὐνὴν ἠδικημένη κυρῇ, |266 οὐκ ἔστιν ἄλλη φρὴν μιαιφονωτέρα. |267 δράσω τάδ’· ἐνδίκως γὰρ ἐκτείσῃ πόσιν, |268 Μήδεια. πενθεῖν δ’ οὔ σε θαυμάζω τύχας. |269 ὁρῶ δὲ καὶ Κρέοντα, τῆσδ’ ἄνακτα γῆς, |270 στείχοντα, καινῶν ἄγγελον βουλευμάτων. |271 σὲ τὴν σκυθρωπὸν καὶ πόσει θυμουμένην, |272 Μήδειαν, εἶπον τῆσδε γῆς ἔξω περᾶν |273 φυγάδα, λαβοῦσαν δισσὰ σὺν σαυτῇ τέκνα· |274 καὶ μή τι μέλλειν· ὡς ἐγὼ βραβεὺς λόγου |275 τοῦδ’ εἰμί, κοὐκ ἄπειμι πρὸς δόμους πάλιν, |276 πρὶν ἄν σε γαίας τερμόνων ἔξω βάλω. |277 αἰαῖ· πανώλης ἡ τάλαιν’ ἀπόλλυμαι. |278 ἐχθροὶ γὰρ ἐξιᾶσι πάντα δὴ κάλων, |279 κοὐκ ἔστιν ἄτης εὐπρόσοιστος ἔκβασις. |280 ἐρήσομαι δὲ καὶ κακῶς πάσχουσ’ ὅμως· |281 τίνος μ’ ἕκατι γῆς ἀποστέλλεις, Κρέον; |282 δέδοικά σ’—οὐδὲν δεῖ παραμπίσχειν λόγους— |283 μή μοί τι δράσῃς παῖδ’ ἀνήκεστον κακόν. |284 συμβάλλεται δὲ πολλὰ τοῦδε δείματος· |285 σοφὴ πέφυκας καὶ κακῶν πολλῶν ἴδρις, |286 λυπῇ δὲ λέκτρων ἀνδρὸς ἐστερημένη. |287 κλύω δ’ ἀπειλεῖν σ’, ὡς ἀπαγγέλλουσί μοι, |288 τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην |289 δράσειν τι. ταῦτ’ οὖν πρὶν παθεῖν φυλάξομαι. |290 κρεῖσσον δέ μοι νῦν πρός σ’ ἀπεχθέσθαι, γύναι, |291 ἢ μαλθακισθένθ’ ὕστερον μέγα στένειν. |292 φεῦ φεῦ. |292a οὐ νῦν με πρῶτον, ἀλλὰ πολλάκις, Κρέον, |293 ἔβλαψε δόξα μεγάλα τ’ εἴργασται κακά. |294 χρὴ δ’ οὔποθ’ ὅστις ἀρτίφρων πέφυκ’ ἀνὴρ |295 παῖδας περισσῶς ἐκδιδάσκεσθαι σοφούς· |296 χωρὶς γὰρ ἄλλης ἧς ἔχουσιν ἀργίας |297 φθόνον πρὸς ἀστῶν ἀλφάνουσι δυσμενῆ. |298 σκαιοῖσι μὲν γὰρ καινὰ προσφέρων σοφὰ |299 δόξεις ἀχρεῖος κοὐ σοφὸς πεφυκέναι· |300 τῶν δ’ αὖ δοκούντων εἰδέναι τι ποικίλον |301 κρείσσων νομισθεὶς ἐν πόλει λυπρὸς φανῇ. |302 ἐγὼ δὲ καὐτὴ τῆσδε κοινωνῶ τύχης. |303 σοφὴ γὰρ οὖσα, τοῖς μέν εἰμ’ ἐπίφθονος, |304 τοῖς δ’ ἡσυχαία, τοῖς δὲ θατέρου τρόπου, |305 τοῖς δ’ αὖ προσάντης· εἰμὶ δ’ οὐκ ἄγαν σοφή. |306 σὺ δ’ οὖν φοβῇ με· μὴ τί πλημμελὲς πάθῃς; |307 οὐχ ὧδ’ ἔχει μοι—μὴ τρέσῃς ἡμᾶς, Κρέον— |308 ὥστ’ ἐς τυράννους ἄνδρας ἐξαμαρτάνειν. |309 σὺ γὰρ τί μ’ ἠδίκηκας; ἐξέδου κόρην |310 ὅτῳ σε θυμὸς ἦγεν. ἀλλ’ ἐμὸν πόσιν |311 μισῶ· σὺ δ’, οἶμαι, σωφρονῶν ἔδρας τάδε. |312 καὶ νῦν τὸ μὲν σὸν οὐ φθονῶ καλῶς ἔχειν· |313 νυμφεύετ’, εὖ πράσσοιτε· τήνδε δὲ χθόνα |314 ἐᾶτέ μ’ οἰκεῖν. καὶ γὰρ ἠδικημένοι |315 σιγησόμεσθα, κρεισσόνων νικώμενοι. |316 λέγεις ἀκοῦσαι μαλθάκ’, ἀλλ’ ἔσω φρενῶν |317 ὀρρωδία μοι μή τι βουλεύσῃς κακόν, |318 τόσῳ δέ γ’ ἧσσον ἢ πάρος πέποιθά σοι· |319 γυνὴ γὰρ ὀξύθυμος, ὡς δ’ αὔτως ἀνήρ, |320 ῥᾴων φυλάσσειν ἢ σιωπηλὸς σοφός. |321 ἀλλ’ ἔξιθ’ ὡς τάχιστα, μὴ λόγους λέγε· |322 ὡς ταῦτ’ ἄραρε, κοὐκ ἔχεις τέχνην ὅπως |323 μενεῖς παρ’ ἡμῖν οὖσα δυσμενὴς ἐμοί. |324 μή, πρός σε γονάτων τῆς τε νεογάμου κόρης. |325 λόγους ἀναλοῖς· οὐ γὰρ ἂν πείσαις ποτέ. |326 ἀλλ’ ἐξελᾷς με κοὐδὲν αἰδέσῃ λιτάς; |327 φιλῶ γὰρ οὐ σὲ μᾶλλον ἢ δόμους ἐμούς. |328 ὦ πατρίς, ὥς σου κάρτα νῦν μνείαν ἔχω. |329 πλὴν γὰρ τέκνων ἔμοιγε φίλτατον πολύ. |330 φεῦ φεῦ, βροτοῖς ἔρωτες ὡς κακὸν μέγα. |331 ὅπως ἄν, οἶμαι, καὶ παραστῶσιν τύχαι. |332 Ζεῦ, μὴ λάθοι σε τῶνδ’ ὃς αἴτιος κακῶν. |333 ἕρπ’, ὦ ματαία, καί μ’ ἀπάλλαξον πόνων. |334 πονοῦμεν ἡμεῖς κοὐ πόνων κεχρήμεθα. |335 τάχ’ ἐξ ὀπαδῶν χειρὸς ὠσθήσῃ βίᾳ. |336 μὴ δῆτα τοῦτό γ’, ἀλλά σ’ αἰτοῦμαι, Κρέον . . . |337 ὄχλον παρέξεις, ὡς ἔοικας, ὦ γύναι. |338 φευξούμεθ’· οὐ τοῦθ’ ἱκέτευσα σοῦ τυχεῖν. |339 τί δαὶ βιάζῃ κοὐκ ἀπαλλάσσῃ χερός; |340 μίαν με μεῖναι τήνδ’ ἔασον ἡμέραν |341 καὶ ξυμπερᾶναι φροντίδ’ ᾗ φευξούμεθα, |342 παισίν τ’ ἀφορμὴν τοῖς ἐμοῖς, ἐπεὶ πατὴρ |343 οὐδὲν προτιμᾷ μηχανήσασθαι τέκνοις. |344 οἴκτιρε δ’ αὐτούς· καὶ σύ τοι παίδων πατὴρ |345 πέφυκας· εἰκὸς δ’ ἐστὶν εὔνοιάν σ’ ἔχειν. |346 τοὐμοῦ γὰρ οὔ μοι φροντίς, εἰ φευξούμεθα, |347 κείνους δὲ κλαίω συμφορᾷ κεχρημένους. |348 ἥκιστα τοὐμὸν λῆμ’ ἔφυ τυραννικόν, |349 αἰδούμενος δὲ πολλὰ δὴ διέφθορα· |350 καὶ νῦν ὁρῶ μὲν ἐξαμαρτάνων, γύναι, |351 ὅμως δὲ τεύξῃ τοῦδε· προυννέπω δέ σοι, |352 εἴ σ’ ἡ ’πιοῦσα λαμπὰς ὄψεται θεοῦ |353 καὶ παῖδας ἐντὸς τῆσδε τερμόνων χθονός, |354 θανῇ· λέλεκται μῦθος ἀψευδὴς ὅδε. |355 νῦν δ’, εἰ μένειν δεῖ, μίμν’ ἐφ’ ἡμέραν μίαν· |356 οὐ γάρ τι δράσεις δεινὸν ὧν φόβος μ’ ἔχει. [anapests] |357 δύστανε γύναι, |358 φεῦ φεῦ, μελέα τῶν σῶν ἀχέων. |359 ποῖ ποτε τρέψῃ; τίνα πρὸς ξενίαν; |360 ἦ δόμον ἢ χθόνα σωτῆρα κακῶν |361 ἐξευρήσεις; |362 ὡς εἰς ἄπορόν σε κλύδωνα θεός, |363 Μήδεια, κακῶν ἐπόρευσε. |364 κακῶς πέπρακται πανταχῇ· τίς ἀντερεῖ; |365 ἀλλ’ οὔτι ταύτῃ ταῦτα, μὴ δοκεῖτέ πω. |366 ἔτ’ εἴσ’ ἀγῶνες τοῖς νεωστὶ νυμφίοις |367 καὶ τοῖσι κηδεύσασιν οὐ σμικροὶ πόνοι. |368 δοκεῖς γὰρ ἄν με τόνδε θωπεῦσαί ποτε, |369 εἰ μή τι κερδαίνουσαν ἢ τεχνωμένην; |370 οὐδ’ ἂν προσεῖπον οὐδ’ ἂν ἡψάμην χεροῖν. |371 ὃ δ’ ἐς τοσοῦτον μωρίας ἀφίκετο, |372 ὥστ’ ἐξὸν αὐτῷ τἄμ’ ἑλεῖν βουλεύματα |373 γῆς ἐκβαλόντι, τήνδ’ ἀφῆκεν ἡμέραν |374 μεῖναί μ’, ἐν ᾗ τρεῖς τῶν ἐμῶν ἐχθρῶν νεκροὺς |375 θήσω, πατέρα τε καὶ κόρην πόσιν τ’ ἐμόν. |376 πολλὰς δ’ ἔχουσα θανασίμους αὐτοῖς ὁδούς, |377 οὐκ οἶδ’ ὁποίᾳ πρῶτον ἐγχειρῶ, φίλαι· |378 πότερον ὑφάψω δῶμα νυμφικὸν πυρί, |379 ἢ θηκτὸν ὤσω φάσγανον δι’ ἥπάτος, |380 σιγῇ δόμους ἐσβᾶσ’, ἵν’ ἔστρωται λέχος. |381 ἀλλ’ ἕν τί μοι πρόσαντες· εἰ ληφθήσομαι |382 δόμους ὑπεσβαίνουσα καὶ τεχνωμένη, |383 θανοῦσα θήσω τοῖς ἐμοῖς ἐχθροῖς γέλων. |384 κράτιστα τὴν εὐθεῖαν, ᾗ πεφύκαμεν |385 σοφαὶ μάλιστα, φαρμάκοις αὐτοὺς ἑλεῖν. |386 εἶἑν· |386a καὶ δὴ τεθνᾶσι· τίς με δέξεται πόλις; |387 τίς γῆν ἄσυλον καὶ δόμους ἐχεγγύους |388 ξένος παρασχὼν ῥύσεται τοὐμὸν δέμας; |389 οὐκ ἔστι. μείνασ’ οὖν ἔτι σμικρὸν χρόνον, |390 ἢν μέν τις ἡμῖν πύργος ἀσφαλὴς φανῇ, |391 δόλῳ μέτειμι τόνδε καὶ σιγῇ φόνον· |392 ἢν δ’ ἐξελαύνῃ ξυμφορά μ’ ἀμήχανος, |393 αὐτὴ ξίφος λαβοῦσα, κεἰ μέλλω θανεῖν, |394 κτενῶ σφε, τόλμης δ’ εἶμι πρὸς τὸ καρτερόν. |395 οὐ γὰρ μὰ τὴν δέσποιναν ἣν ἐγὼ σέβω |396 μάλιστα πάντων καὶ ξυνεργὸν εἱλόμην, |397 Ἑκάτην, μυχοῖς ναίουσαν ἑστίας ἐμῆς, |398 χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. |399 πικροὺς δ’ ἐγώ σφιν καὶ λυγροὺς θήσω γάμους, |400 πικρὸν δὲ κῆδος καὶ φυγὰς ἐμὰς χθονός. |401 ἀλλ’ εἶα· φείδου μηδὲν ὧν ἐπίστασαι, |402 Μήδεια, βουλεύουσα καὶ τεχνωμένη· |403 ἕρπ’ ἐς τὸ δεινόν· νῦν ἀγὼν εὐψυχίας. |404 ὁρᾷς ἃ πάσχεις· οὐ γέλωτα δεῖ σ’ ὀφλεῖν |405 τοῖς Σισυφείοις τοῖς τ’ Ἰάσονος γάμοις, |406 γεγῶσαν ἐσθλοῦ πατρὸς Ἡλίου τ’ ἄπο. |407 ἐπίστασαι δέ· πρὸς δὲ καὶ πεφύκαμεν |408 γυναῖκες, ἐς μὲν ἔσθλ’ ἀμηχανώταται, |409 κακῶν δὲ πάντων τέκτονες σοφώταται. [choral] [strophe 1] |410 ἄνω ποταμῶν ἱερῶν χωροῦσι παγαί, |411 καὶ δίκα καὶ πάντα πάλιν στρέφεται. |412 ἀνδράσι μὲν δόλιαι βουλαί, θεῶν δ’ |414 οὐκέτι πίστις ἄραρε· |415 τὰν δ’ ἐμὰν εὔκλειαν ἔχειν βιοτὰν στρέψουσι φᾶμαι· |419 ἔρχεται τιμὰ γυναικείῳ γένει· |420 οὐκέτι δυσκέλαδος φάμα γυναῖκας ἕξει. [antistrophe 1] |421 μοῦσαι δὲ παλαιγενέων λήξουσ’ ἀοιδῶν |422 τὰν ἐμὰν ὑμνεῦσαι ἀπιστοσύναν. |423 οὐ γὰρ ἐν ἁμετέρᾳ γνώμᾳ λύρας |425 ὤπασε θέσπιν ἀοιδὰν |426 Φοῖβος, ἀγήτωρ μελέων· ἐπεὶ ἀντάχησ’ ἂν ὕμνον |427 ἀρσένων γέννᾳ. μακρὸς δ’ αἰὼν ἔχει |430 πολλὰ μὲν ἁμετέραν ἀνδρῶν τε μοῖραν εἰπεῖν. [strophe 2] |431 σὺ δ’ ἐκ μὲν οἴκων πατρίων ἔπλευσας |432 μαινομένᾳ κραδίᾳ, διδύμους ὁρίσασα πόντου |433 πέτρας· ἐπὶ δὲ ξένᾳ |435 ναίεις χθονί, τᾶς ἀνάνδρου |436 κοίτας ὀλέσασα λέκτρον, |437 τάλαινα, φυγὰς δὲ χώρας |438 ἄτιμος ἐλαύνῃ. [antistrophe 2] |439 βέβακε δ’ ὅρκων χάρις, οὐδ’ ἔτ’ αἰδὼς |440 Ἑλλάδι τᾷ μεγάλᾳ μένει, αἰθερία δ’ ἀνέπτα. |441 σοὶ δ’ οὔτε πατρὸς δόμοι, |442 δύστανε, μεθορμίσασθαι |443 μόχθων πάρα, τῶν τε λέκτρων |444 ἄλλα βασίλεια κρείσσων |445 δόμοισιν ἐπέστα. [episode] |446 οὐ νῦν κατεῖδον πρῶτον ἀλλὰ πολλάκις |447 τραχεῖαν ὀργὴν ὡς ἀμήχανον κακόν. |448 σοὶ γὰρ παρὸν γῆν τήνδε καὶ δόμους ἔχειν |449 κούφως φερούσῃ κρεισσόνων βουλεύματα, |450 λόγων ματαίων οὕνεκ’ ἐκπεσῇ χθονός. |451 κἀμοὶ μὲν οὐδὲν πρᾶγμα· μὴ παύσῃ ποτὲ |452 λέγουσ’ Ἰάσον’ ὡς κάκιστός ἐστ’ ἀνήρ· |453 ἃ δ’ ἐς τυράννους ἐστί σοι λελεγμένα, |454 πᾶν κέρδος ἡγοῦ ζημιουμένη φυγῇ. |455 κἀγὼ μὲν αἰεὶ βασιλέων θυμουμένων |456 ὀργὰς ἀφῄρουν καί σ’ ἐβουλόμην μένειν· |457 σὺ δ’ οὐκ ἀνίεις μωρίας, λέγουσ’ ἀεὶ |458 κακῶς τυράννους· τοιγὰρ ἐκπεσῇ χθονός. |459 ὅμως δὲ κἀκ τῶνδ’ οὐκ ἀπειρηκὼς φίλοις |460 ἥκω, τὸ σὸν δὲ προσκοπούμενος, γύναι, |461 ὡς μήτ’ ἀχρήμων σὺν τέκνοισιν ἐκπέσῃς |462 μήτ’ ἐνδεής του· πόλλ’ ἐφέλκεται φυγὴ |463 κακὰ ξὺν αὑτῇ. καὶ γὰρ εἰ σύ με στυγεῖς, |464 οὐκ ἂν δυναίμην σοὶ κακῶς φρονεῖν ποτε. |465 ὦ παγκάκιστε, τοῦτο γάρ σ’ εἰπεῖν ἔχω, |466 γλώσσῃ μέγιστον εἰς ἀνανδρίαν κακόν· |467 ἦλθες πρὸς ἡμᾶς, ἦλθες ἔχθιστος γεγώς; |468 θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει; |469 οὔτοι θράσος τόδ’ ἐστὶν οὐδ’ εὐτολμία, |470 φίλους κακῶς δράσαντ’ ἐναντίον βλέπειν, |471 ἀλλ’ ἡ μεγίστη τῶν ἐν ἀνθρώποις νόσων |472 πασῶν, ἀναίδει’· εὖ δ’ ἐποίησας μολών· |473 ἐγώ τε γὰρ λέξασα κουφισθήσομαι |474 ψυχὴν κακῶς σε καὶ σὺ λυπήσῃ κλύων. |475 ἐκ τῶν δὲ πρώτων πρῶτον ἄρξομαι λέγειν. |476 ἔσῳσά σ’, ὡς ἴσασιν Ἑλλήνων ὅσοι |477 ταὐτὸν συνεισέβησαν Ἀργῷον σκάφος, |478 πεμφθέντα ταύρων πυρπνόων ἐπιστάτην |479 ζεύγλῃσι καὶ σπεροῦντα θανάσιμον γύην· |480 δράκοντά θ’, ὃς πάγχρυσον ἀμπέχων δέρας |481 σπείραις ἔσῳζε πολυπλόκοις ἄυπνος ὤν, |482 κτείνασ’ ἀνέσχον σοὶ φάος σωτήριον. |483 αὐτὴ δὲ πατέρα καὶ δόμους προδοῦσ’ ἐμοὺς |484 τὴν Πηλιῶτιν εἰς Ἰωλκὸν ἱκόμην |485 σὺν σοί, πρόθυμος μᾶλλον ἢ σοφωτέρα· |486 Πελίαν τ’ ἀπέκτειν’, ὥσπερ ἄλγιστον θανεῖν, |487 παίδων ὑπ’ αὐτοῦ, πάντα τ’ ἐξεῖλον δόμον. |488 καὶ ταῦθ’ ὑφ’ ἡμῶν, ὦ κάκιστ’ ἀνδρῶν, παθὼν |489 προύδωκας ἡμᾶς, καινὰ δ’ ἐκτήσω λέχη— |490 παίδων γεγώτων· εἰ γὰρ ἦσθ’ ἄπαις ἔτι, |491 συγγνώστ’ ἂν ἦν σοι τοῦδ’ ἐρασθῆναι λέχους. |492 ὅρκων δὲ φρούδη πίστις, οὐδ’ ἔχω μαθεῖν |493 ἦ θεοὺς νομίζεις τοὺς τότ’ οὐκ ἄρχειν ἔτι, |494 ἢ καινὰ κεῖσθαι θέσμι’ ἀνθρώποις τὰ νῦν, |495 ἐπεὶ σύνοισθά γ’ εἰς ἔμ’ οὐκ εὔορκος ὤν. |496 φεῦ δεξιὰ χείρ, ἧς σὺ πόλλ’ ἐλαμβάνου, |497 καὶ τῶνδε γονάτων, ὡς μάτην κεχρῴσμεθα |498 κακοῦ πρὸς ἀνδρός, ἐλπίδων δ’ ἡμάρτομεν. |499 ἄγ’· ὡς φίλῳ γὰρ ὄντι σοι κοινώσομαι |500 —δοκοῦσα μὲν τί πρός γε σοῦ πράξειν καλῶς; |501 ὅμως δ’· ἐρωτηθεὶς γὰρ αἰσχίων φανῇ— |502 νῦν ποῖ τράπωμαι; πότερα πρὸς πατρὸς δόμους, |503 οὓς σοὶ προδοῦσα καὶ πάτραν ἀφικόμην; |504 ἢ πρὸς ταλαίνας Πελιάδας; καλῶς γ’ ἂν οὖν |505 δέξαιντό μ’ οἴκοις ὧν πατέρα κατέκτανον. |506 ἔχει γὰρ οὕτω· τοῖς μὲν οἴκοθεν φίλοις |507 ἐχθρὰ καθέστηχ’, οὓς δέ μ’ οὐκ ἐχρῆν κακῶς |508 δρᾶν, σοὶ χάριν φέρουσα πολεμίους ἔχω. |509 τοιγάρ με πολλαῖς μακαρίαν Ἑλληνίδων |510 ἔθηκας ἀντὶ τῶνδε· θαυμαστὸν δέ σε |511 ἔχω πόσιν καὶ πιστὸν ἡ τάλαιν’ ἐγώ, |512 εἰ φεύξομαί γε γαῖαν ἐκβεβλημένη, |513 φίλων ἔρημος, σὺν τέκνοις μόνη μόνοις— |514 καλόν γ’ ὄνειδος τῷ νεωστὶ νυμφίῳ, |515 πτωχοὺς ἀλᾶσθαι παῖδας ἥ τ’ ἔσῳσά σε. |516 ὦ Ζεῦ, τί δὴ χρυσοῦ μὲν ὃς κίβδηλος ᾖ |517 τεκμήρι’ ἀνθρώποισιν ὤπασας σαφῆ, |518 ἀνδρῶν δ’ ὅτῳ χρὴ τὸν κακὸν διειδέναι, |519 οὐδεὶς χαρακτὴρ ἐμπέφυκε σώματι; |520 δεινή τις ὀργὴ καὶ δυσίατος πέλει, |521 ὅταν φίλοι φίλοισι συμβάλωσ’ ἔριν. |522 δεῖ μ’, ὡς ἔοικε, μὴ κακὸν φῦναι λέγειν, |523 ἀλλ’ ὥστε ναὸς κεδνὸν οἰακοστρόφον |524 ἄκροισι λαίφους κρασπέδοις ὑπεκδραμεῖν |525 τὴν σὴν στόμαργον, ὦ γύναι, γλωσσαλγίαν. |526 ἐγὼ δ’, ἐπειδὴ καὶ λίαν πυργοῖς χάριν, |527 Κύπριν νομίζω τῆς ἐμῆς ναυκληρίας |528 σώτειραν εἶναι θεῶν τε κἀνθρώπων μόνην. |529 σοὶ δ’ ἔστι μὲν νοῦς λεπτός—ἀλλ’ ἐπίφθονος |530 λόγος διελθεῖν, ὡς Ἔρως σ’ ἠνάγκασε |531 τόξοις ἀφύκτοις τοὐμὸν ἐκσῷσαι δέμας. |532 ἀλλ’ οὐκ ἀκριβῶς αὐτὸ θήσομαι λίαν· |533 ὅπῃ γὰρ οὖν ὤνησας, οὐ κακῶς ἔχει. |534 μείζω γε μέντοι τῆς ἐμῆς σωτηρίας |535 εἴληφας ἢ δέδωκας, ὡς ἐγὼ φράσω. |536 πρῶτον μὲν Ἑλλάδ’ ἀντὶ βαρβάρου χθονὸς |537 γαῖαν κατοικεῖς καὶ δίκην ἐπίστασαι |538 νόμοις τε χρῆσθαι μὴ πρὸς ἰσχύος χάριν· |539 πάντες δέ σ’ ᾔσθοντ’ οὖσαν Ἕλληνες σοφὴν |540 καὶ δόξαν ἔσχες· εἰ δὲ γῆς ἐπ’ ἐσχάτοις |541 ὅροισιν ᾤκεις, οὐκ ἂν ἦν λόγος σέθεν. |542 εἴη δ’ ἔμοιγε μήτε χρυσὸς ἐν δόμοις |543 μήτ’ Ὀρφέως κάλλιον ὑμνῆσαι μέλος, |544 εἰ μὴ ’πίσημος ἡ τύχη γένοιτό μοι. |545 τοσαῦτα μέν σοι τῶν ἐμῶν πόνων πέρι |546 ἔλεξ’· ἅμιλλαν γὰρ σὺ προύθηκας λόγων. |547 ἃ δ’ ἐς γάμους μοι βασιλικοὺς ὠνείδισας, |548 ἐν τῷδε δείξω πρῶτα μὲν σοφὸς γεγώς, |549 ἔπειτα σώφρων, εἶτα σοὶ μέγας φίλος |550 καὶ παισὶ τοῖς ἐμοῖσιν—ἀλλ’ ἔχ’ ἥσυχος. |551 ἐπεὶ μετέστην δεῦρ’ Ἰωλκίας χθονὸς |552 πολλὰς ἐφέλκων συμφορὰς ἀμηχάνους, |553 τί τοῦδ’ ἂν εὕρημ’ ηὗρον εὐτυχέστερον |554 ἢ παῖδα γῆμαι βασιλέως φυγὰς γεγώς; |555 οὐχ, ᾗ σὺ κνίζῃ, σὸν μὲν ἐχθαίρων λέχος, |556 καινῆς δὲ νύμφης ἱμέρῳ πεπληγμένος, |557 οὐδ’ εἰς ἅμιλλαν πολύτεκνον σπουδὴν ἔχων· |558 ἅλις γὰρ οἱ γεγῶτες οὐδὲ μέμφομαι· |559 ἀλλ’ ὡς, τὸ μὲν μέγιστον, οἰκοῖμεν καλῶς |560 καὶ μὴ σπανιζοίμεσθα, γιγνώσκων ὅτι |561 πένητα φεύγει πᾶς τις ἐκποδὼν φίλος, |562 παῖδας δὲ θρέψαιμ’ ἀξίως δόμων ἐμῶν |563 σπείρας τ’ ἀδελφοὺς τοῖσιν ἐκ σέθεν τέκνοις |564 ἐς ταὐτὸ θείην, καὶ ξυναρτήσας γένος |565 εὐδαιμονοῖμεν. σοί τε γὰρ παίδων τί δεῖ; |566 ἐμοί τε λύει τοῖσι μέλλουσιν τέκνοις |567 τὰ ζῶντ’ ὀνῆσαι. μῶν βεβούλευμαι κακῶς; |568 οὐδ’ ἂν σὺ φαίης, εἴ σε μὴ κνίζοι λέχος. |569 ἀλλ’ ἐς τοσοῦτον ἥκεθ’ ὥστ’ ὀρθουμένης |570 εὐνῆς γυναῖκες πάντ’ ἔχειν νομίζετε, |571 ἢν δ’ αὖ γένηται ξυμφορά τις ἐς λέχος, |572 τὰ λῷστα καὶ κάλλιστα πολεμιώτατα |573 τίθεσθε. χρῆν γὰρ ἄλλοθέν ποθεν βροτοὺς |574 παῖδας τεκνοῦσθαι, θῆλυ δ’ οὐκ εἶναι γένος· |575 χοὕτως ἂν οὐκ ἦν οὐδὲν ἀνθρώποις κακόν. |576 Ἰᾶσον, εὖ μὲν τούσδ’ ἐκόσμησας λόγους· |577 ὅμως δ’ ἔμοιγε, κεἰ παρὰ γνώμην ἐρῶ, |578 δοκεῖς προδοὺς σὴν ἄλοχον οὐ δίκαια δρᾶν. |579 ἦ πολλὰ πολλοῖς εἰμι διάφορος βροτῶν. |580 ἐμοὶ γὰρ ὅστις ἄδικος ὢν σοφὸς λέγειν |581 πέφυκε, πλείστην ζημίαν ὀφλισκάνει· |582 γλώσσῃ γὰρ αὐχῶν τἄδικ’ εὖ περιστελεῖν, |583 τολμᾷ πανουργεῖν· ἔστι δ’ οὐκ ἄγαν σοφός. |584 ὡς καὶ σὺ μή νυν εἰς ἔμ’ εὐσχήμων γένῃ |585 λέγειν τε δεινός. ἓν γὰρ ἐκτενεῖ σ’ ἔπος· |586 χρῆν σ’, εἴπερ ἦσθα μὴ κακός, πείσαντά με |587 γαμεῖν γάμον τόνδ’, ἀλλὰ μὴ σιγῇ φίλων. |588 καλῶς γ’ ἄν, οἶμαι, τῷδ’ ὑπηρέτεις λόγῳ, |589 εἴ σοι γάμον κατεῖπον, ἥτις οὐδὲ νῦν |590 τολμᾷς μεθεῖναι καρδίας μέγαν χόλον. |591 οὐ τοῦτό σ’ εἶχεν, ἀλλὰ βάρβαρον λέχος |592 πρὸς γῆρας οὐκ εὔδοξον ἐξέβαινέ σοι. |593 εὖ νῦν τόδ’ ἴσθι, μὴ γυναικὸς οὕνεκα |594 γῆμαί με λέκτρα βασιλέων ἃ νῦν ἔχω, |595 ἀλλ’, ὥσπερ εἶπον καὶ πάρος, σῷσαι θέλων |596 σέ, καὶ τέκνοισι τοῖς ἐμοῖς ὁμοσπόρους |597 φῦσαι τυράννους παῖδας, ἔρυμα δώμασι. |598 μή μοι γένοιτο λυπρὸς εὐδαίμων βίος |599 μηδ’ ὄλβος ὅστις τὴν ἐμὴν κνίζοι φρένα. |600 οἶσθ’ ὡς μέτευξαι, καὶ σοφωτέρα φανῇ; |601 τὰ χρηστὰ μή σοι λυπρὰ φαίνεσθαι ποτέ, |602 μηδ’ εὐτυχοῦσα δυστυχὴς εἶναι δοκεῖν. |603 ὕβριζ’, ἐπειδὴ σοὶ μὲν ἔστ’ ἀποστροφή, |604 ἐγὼ δ’ ἔρημος τήνδε φευξοῦμαι χθόνα. |605 αὐτὴ τάδ’ εἵλου· μηδέν’ ἄλλον αἰτιῶ. |606 τί δρῶσα; μῶν γαμοῦσα καὶ προδοῦσά σε; |607 ἀρὰς τυράννοις ἀνοσίους ἀρωμένη. |608 καὶ σοῖς ἀραία γ’ οὖσα τυγχάνω δόμοις. |609 ὡς οὐ κρινοῦμαι τῶνδέ σοι τὰ πλείονα. |610 ἀλλ’, εἴ τι βούλῃ παισὶν ἢ σαυτῆς φυγῇ |611 προσωφέλημα χρημάτων ἐμῶν λαβεῖν, |612 λέγ’· ὡς ἕτοιμος ἀφθόνῳ δοῦναι χερὶ |613 ξένοις τε πέμπειν σύμβολ’, οἳ δράσουσί σ’ εὖ. |614 καὶ ταῦτα μὴ θέλουσα μωρανεῖς, γύναι· |615 λήξασα δ’ ὀργῆς κερδανεῖς ἀμείνονα. |616 οὔτ’ ἂν ξένοισι τοῖσι σοῖς χρησαίμεθ’ ἄν, |617 οὔτ’ ἄν τι δεξαίμεσθα, μηδ’ ἡμῖν δίδου· |618 κακοῦ γὰρ ἀνδρὸς δῶρ’ ὄνησιν οὐκ ἔχει. |619 ἀλλ’ οὖν ἐγὼ μὲν δαίμονας μαρτύρομαι, |620 ὡς πάνθ’ ὑπουργεῖν σοί τε καὶ τέκνοις θέλω· |621 σοὶ δ’ οὐκ ἀρέσκει τἀγάθ’, ἀλλ’ αὐθαδίᾳ |622 φίλους ἀπωθῇ· τοιγὰρ ἀλγυνῇ πλέον. |623 χώρει· πόθῳ γὰρ τῆς νεοδμήτου κόρης |624 αἱρῇ χρονίζων δωμάτων ἐξώπιος. |625 νύμφευ’· ἴσως γάρ—σὺν θεῷ δ’ εἰρήσεται— |626 γαμεῖς τοιοῦτον ὥστε σ’ ἀρνεῖσθαι γάμον. [choral] [strophe 1] |627 ἔρωτες ὑπὲρ μὲν ἄγαν |628 ἐλθόντες οὐκ εὐδοξίαν |629 οὐδ’ ἀρετὰν παρέδωκαν |630 ἀνδράσιν· εἰ δ’ ἅλις ἔλθοι |631 Κύπρις, οὐκ ἄλλα θεὸς εὔχαρις οὕτως. |632 μήποτ’, ὦ δέσποιν’, ἐπ’ ἐμοὶ χρυσέων τόξων ἐφείης |633 ἱμέρῳ χρίσασ’ ἄφυκτον οἰστόν. [antistrophe 1] |635 στέργοι δέ με σωφροσύνα, |636 δώρημα κάλλιστον θεῶν· |637 μηδέ ποτ’ ἀμφιλόγους ὀργὰς |638 ἀκόρεστά τε νείκη |639 θυμὸν ἐκπλήξασ’ ἑτέροις ἐπὶ λέκτροις |640 προσβάλοι δεινὰ Κύπρις, ἀπτολέμους δ’ εὐνὰς σεβίζουσ’ |641 ὀξύφρων κρίνοι λέχη γυναικῶν. [strophe 2] |643 ὦ πατρίς, ὦ δώματα, μὴ |644 δῆτ’ ἄπολις γενοίμαν |645 τὸν ἀμηχανίας ἔχουσα |646 δυσπέρατον αἰῶν’, |647 οἰκτροτάτων ἀχέων. |648 θανάτῳ θανάτῳ πάρος δαμείην |649 ἁμέραν τάνδ’ ἐξανύσασα· μό- |650 χθων δ’ οὐκ ἄλλος ὕπερθεν ἢ |651 γᾶς πατρίας στέρεσθαι. [antistrophe 2] |652 εἴδομεν, οὐκ ἐξ ἑτέρων |653 μῦθον ἔχω φράσασθαι· |655 σὲ γὰρ οὐ πόλις, οὐ φίλων τις |656 ᾤκτισεν παθοῦσαν |657 δεινότατον παθέων. |658 ἀχάριστος ὄλοιθ’, ὅτῳ πάρεστιν |660 μὴ φίλους τιμᾶν καθαρᾶν ἀνοί- |661 ξαντα κλῇδα φρενῶν· ἐμοὶ |662 μὲν φίλος οὔποτ’ ἔσται. [episode] |663 Μήδεια, χαῖρε· τοῦδε γὰρ προοίμιον |664 κάλλιον οὐδεὶς οἶδε προσφωνεῖν φίλους. |665 ὦ χαῖρε καὶ σύ, παῖ σοφοῦ Πανδίονος, |666 Αἰγεῦ. πόθεν γῆς τῆσδ’ ἐπιστρωφᾷ πέδον; |667 Φοίβου παλαιὸν ἐκλιπὼν χρηστήριον. |668 τί δ’ ὀμφαλὸν γῆς θεσπιῳδὸν ἐστάλης; |669 παίδων ἐρευνῶν σπέρμ’ ὅπως γένοιτό μοι. |670 πρὸς θεῶν—ἄπαις γὰρ δεῦρ’ ἀεὶ τείνεις βίον; |671 ἄπαιδές ἐσμεν δαίμονός τινος τύχῃ. |672 δάμαρτος οὔσης, ἢ λέχους ἄπειρος ὤν; |673 οὐκ ἐσμὲν εὐνῆς ἄζυγες γαμηλίου. |674 τί δῆτα Φοῖβος εἶπέ σοι παίδων πέρι; |675 σοφώτερ’ ἢ κατ’ ἄνδρα συμβαλεῖν ἔπη. |676 θέμις μὲν ἡμᾶς χρησμὸν εἰδέναι θεοῦ; |677 μάλιστ’, ἐπεί τοι καὶ σοφῆς δεῖται φρενός. |678 τί δῆτ’ ἔχρησε; λέξον, εἰ θέμις κλύειν. |679 ἀσκοῦ με τὸν προύχοντα μὴ λῦσαι πόδα— |680 πρὶν ἂν τί δράσῃς ἢ τίν’ ἐξίκῃ χθόνα; |681 πρὶν ἂν πατρῴαν αὖθις ἑστίαν μόλω. |682 σὺ δ’ ὡς τί χρῄζων τήνδε ναυστολεῖς χθόνα; |683 Πιτθεύς τις ἔστι, γῆς ἄναξ Tροζηνίας. . . . |684 παῖς, ὡς λέγουσι, Πέλοπος, εὐσεβέστατος. |685 τούτῳ θεοῦ μάντευμα κοινῶσαι θέλω. |686 σοφὸς γὰρ ἁνὴρ καὶ τρίβων τὰ τοιάδε. |687 κἀμοί γε πάντων φίλτατος δορυξένων. |688 ἀλλ’ εὐτυχοίης καὶ τύχοις ὅσων ἐρᾷς. |689 τί γὰρ σὸν ὄμμα χρώς τε συντέτηχ’ ὅδε; |690 Αἰγεῦ, κάκιστός ἐστί μοι πάντων πόσις. |691 τί φῄς; σαφῶς μοι σὰς φράσον δυσθυμίας. |692 ἀδικεῖ μ’ Ἰάσων οὐδὲν ἐξ ἐμοῦ παθών. |693 τί χρῆμα δράσας; φράζε μοι σαφέστερον. |694 γυναῖκ’ ἐφ’ ἡμῖν δεσπότιν δόμων ἔχει. |695 οὔ που τετόλμηκ’ ἔργον αἴσχιστον τόδε; |696 σάφ’ ἴσθ’· ἄτιμοι δ’ ἐσμὲν οἱ πρὸ τοῦ φίλοι. |697 πότερον ἐρασθεὶς ἢ σὸν ἐχθαίρων λέχος; |698 μέγαν γ’ ἔρωτα πιστὸς οὐκ ἔφυ φίλοις. |699 ἴτω νυν, εἴπερ, ὡς λέγεις, ἐστὶν κακός. |700 ἀνδρῶν τυράννων κῆδος ἠράσθη λαβεῖν. |701 δίδωσι δ’ αὐτῷ τίς; πέραινέ μοι λόγον. |702 Κρέων, ὃς ἄρχει τῆσδε γῆς Κορινθίας. |703 συγγνωστὰ μέν τἄρ’ ἦν σε λυπεῖσθαι, γύναι. |704 ὄλωλα· καὶ πρός γ’ ἐξελαύνομαι χθονός. |705 πρὸς τοῦ; τόδ’ ἄλλο καινὸν αὖ λέγεις κακόν. |706 Κρέων μ’ ἐλαύνει φυγάδα γῆς Κορινθίας. |707 ἐᾷ δ’ Ἰάσων; οὐδὲ ταῦτ’ ἐπῄνεσα. |708 λόγῳ μὲν οὐχί, καρτερεῖν δὲ βούλεται. |709 ἀλλ’ ἄντομαί σε τῆσδε πρὸς γενειάδος |710 γονάτων τε τῶν σῶν ἱκεσία τε γίγνομαι, |711 οἴκτιρον οἴκτιρόν με τὴν δυσδαίμονα |712 καὶ μή μ’ ἔρημον ἐκπεσοῦσαν εἰσίδῃς, |713 δέξαι δὲ χώρᾳ καὶ δόμοις ἐφέστιον. |714 οὕτως ἔρως σοὶ πρὸς θεῶν τελεσφόρος |715 γένοιτο παίδων, καὐτὸς ὄλβιος θάνοις. |716 εὕρημα δ’ οὐκ οἶσθ’ οἷον ηὕρηκας τόδε· |717 παύσω δέ σ’ ὄντ’ ἄπαιδα καὶ παίδων γονὰς |718 σπεῖραί σε θήσω· τοιάδ’ οἶδα φάρμακα. |719 πολλῶν ἕκατι τήνδε σοι δοῦναι χάριν, |720 γύναι, πρόθυμός εἰμι, πρῶτα μὲν θεῶν, |721 ἔπειτα παίδων ὧν ἐπαγγέλλῃ γονάς· |722 ἐς τοῦτο γὰρ δὴ φροῦδός εἰμι πᾶς ἐγώ. |723 οὕτω δ’ ἔχει μοι· σοῦ μὲν ἐλθούσης χθόνα, |724 πειράσομαί σου προξενεῖν δίκαιος ὤν. |725 τόσον γε μέντοι σοι προσημαίνω, γύναι· |726 ἐκ τῆσδε μὲν γῆς οὔ σ’ ἄγειν βουλήσομαι, |727 αὐτὴ δ’ ἐάνπερ εἰς ἐμοὺς ἔλθῃς δόμους, |728 μενεῖς ἄσυλος κοὔ σε μὴ μεθῶ τινι. |729 ἐκ τῆσδε δ’ αὐτὴ γῆς ἀπαλλάσσου πόδα· |730 ἀναίτιος γὰρ καὶ ξένοις εἶναι θέλω. |731 ἔσται τάδ’· ἀλλὰ πίστις εἰ γένοιτό μοι |732 τούτων, ἔχοιμ’ ἂν πάντα πρὸς σέθεν καλῶς. |733 μῶν οὐ πέποιθας; ἢ τί σοι τὸ δυσχερές; |734 πέποιθα· Πελίου δ’ ἐχθρός ἐστί μοι δόμος |735 Κρέων τε. τούτοις δ’ ὁρκίοισι μὲν ζυγεὶς |736 ἄγουσιν οὐ μεθεῖ’ ἂν ἐκ γαίας ἐμέ· |737 λόγοις δὲ συμβὰς καὶ θεῶν ἀνώμοτος |738 φίλος γένοι’ ἂν τἀπικηρυκεύματα·— |739 οὐκ ἂν πίθοιο· τἀμὰ μὲν γὰρ ἀσθενῆ, |740 τοῖς δ’ ὄλβος ἐστὶ καὶ δόμος τυραννικός. |741 πολλὴν ἔλεξας ἐν λόγοις προμηθίαν· |742 ἀλλ’, εἰ δοκεῖ σοι, δρᾶν τάδ’ οὐκ ἀφίσταμαι. |743 ἐμοί τε γὰρ τάδ’ ἐστὶν ἀσφαλέστατα, |744 σκῆψίν τιν’ ἐχθροῖς σοῖς ἔχοντα δεικνύναι, |745 τὸ σόν τ’ ἄραρε μᾶλλον· ἐξηγοῦ θεούς. |746 ὄμνυ πέδον Γῆς, πατέρα θ’ Ἥλιον πατρὸς |747 τοὐμοῦ, θεῶν τε συντιθεὶς ἅπαν γένος. |748 τί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. |749 μήτ’ αὐτὸς ἐκ γῆς σῆς ἔμ’ ἐκβαλεῖν ποτε, |750 μήτ’ ἄλλος ἤν τις τῶν ἐμῶν ἐχθρῶν ἄγειν |751 χρῄζῃ, μεθήσειν ζῶν ἑκουσίῳ τρόπῳ. |752 ὄμνυμι Γαῖαν Ἡλίου θ’ ἁγνὸν σέβας |753 θεούς τε πάντας ἐμμενεῖν ἅ σου κλύω. |754 ἀρκεῖ· τί δ’ ὅρκῳ τῷδε μὴ ’μμένων πάθοις; |755 ἃ τοῖσι δυσσεβοῦσι γίγνεται βροτῶν. |756 χαίρων πορεύου· πάντα γὰρ καλῶς ἔχει. |757 κἀγὼ πόλιν σὴν ὡς τάχιστ’ ἀφίξομαι, |758 πράξασ’ ἃ μέλλω καὶ τυχοῦσ’ ἃ βούλομαι. [anapests] |759 ἀλλά σ’ ὁ Μαίας πομπαῖος ἄναξ |760 πελάσειε δόμοις, ὧν τ’ ἐπίνοιαν |761 σπεύδεις κατέχων πράξειας, ἐπεὶ |762 γενναῖος ἀνήρ, |763 Αἰγεῦ, παρ’ ἐμοὶ δεδόκησαι. |764 ὦ Ζεῦ Δίκη τε Ζηνὸς Ἡλίου τε φῶς, |765 νῦν καλλίνικοι τῶν ἐμῶν ἐχθρῶν, φίλαι, |766 γενησόμεσθα κεἰς ὁδὸν βεβήκαμεν· |767 νῦν δ’ ἐλπὶς ἐχθροὺς τοὺς ἐμοὺς τείσειν δίκην. |768 οὗτος γὰρ ἁνὴρ ᾗ μάλιστ’ ἐκάμνομεν |769 λιμὴν πέφανται τῶν ἐμῶν βουλευμάτων· |770 ἐκ τοῦδ’ ἀναψόμεσθα πρυμνήτην κάλων, |771 μολόντες ἄστυ καὶ πόλισμα Παλλάδος. |772 ἤδη δὲ πάντα τἀμά σοι βουλεύματα |773 λέξω· δέχου δὲ μὴ πρὸς ἡδονὴν λόγους. |774 πέμψασ’ ἐμῶν τιν’ οἰκετῶν Ἰάσονα |775 ἐς ὄψιν ἐλθεῖν τὴν ἐμὴν αἰτήσομαι· |776 μολόντι δ’ αὐτῷ μαλθακοὺς λέξω λόγους, |777 ὡς καὶ δοκεῖ μοι ταὐτά, καὶ καλῶς ἔχειν |778 γάμους τυράννων οὓς προδοὺς ἡμᾶς ἔχει· |779 καὶ ξύμφορ’ εἶναι καὶ καλῶς ἐγνωσμένα. |780 παῖδας δὲ μεῖναι τοὺς ἐμοὺς αἰτήσομαι, |781 οὐχ ὡς λιποῦσ’ ἂν πολεμίας ἐπὶ χθονὸς |782 ἐχθροῖσι παῖδας τοὺς ἐμοὺς καθυβρίσαι, |783 ἀλλ’ ὡς δόλοισι παῖδα βασιλέως κτάνω. |784 πέμψω γὰρ αὐτοὺς δῶρ’ ἔχοντας ἐν χεροῖν, |785 νύμφῃ φέροντας, τήνδε μὴ φυγεῖν χθόνα, |786 λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον· |787 κἄνπερ λαβοῦσα κόσμον ἀμφιθῇ χροΐ, |788 κακῶς ὀλεῖται πᾶς θ’ ὃς ἂν θίγῃ κόρης· |789 τοιοῖσδε χρίσω φαρμάκοις δωρήματα. |790 ἐνταῦθα μέντοι τόνδ’ ἀπαλλάσσω λόγον· |791 ᾤμωξα δ’ οἷον ἔργον ἔστ’ ἐργαστέον |792 τοὐντεῦθεν ἡμῖν· τέκνα γὰρ κατακτενῶ |793 τἄμ’· οὔτις ἔστιν ὅστις ἐξαιρήσεται· |794 δόμον τε πάντα συγχέασ’ Ἰάσονος |795 ἔξειμι γαίας, φιλτάτων παίδων φόνον |796 φεύγουσα καὶ τλᾶσ’ ἔργον ἀνοσιώτατον. |797 οὐ γὰρ γελᾶσθαι τλητὸν ἐξ ἐχθρῶν, φίλαι. |798 ἴτω· τί μοι ζῆν κέρδος; οὔτε μοι πατρὶς |799 οὔτ’ οἶκος ἔστιν οὔτ’ ἀποστροφὴ κακῶν. |800 ἡμάρτανον τόθ’ ἡνίκ’ ἐξελίμπανον |801 δόμους πατρῴους, ἀνδρὸς Ἕλληνος λόγοις |802 πεισθεῖσ’, ὃς ἡμῖν σὺν θεῷ τείσει δίκην. |803 οὔτ’ ἐξ ἐμοῦ γὰρ παῖδας ὄψεταί ποτε |804 ζῶντας τὸ λοιπὸν οὔτε τῆς νεοζύγου |805 νύμφης τεκνώσει παῖδ’, ἐπεὶ κακῶς κακὴν |806 θανεῖν σφ’ ἀνάγκη τοῖς ἐμοῖσι φαρμάκοις. |807 μηδείς με φαύλην κἀσθενῆ νομιζέτω |808 μηδ’ ἡσυχαίαν, ἀλλὰ θατέρου τρόπου, |809 βαρεῖαν ἐχθροῖς καὶ φίλοισιν εὐμενῆ· |810 τῶν γὰρ τοιούτων εὐκλεέστατος βίος. |811 ἐπείπερ ἡμῖν τόνδ’ ἐκοίνωσας λόγον, |812 σέ τ’’ ὠφελεῖν θέλουσα, καὶ νόμοις βροτῶν |813 ξυλλαμβάνουσα, δρᾶν σ’ ἀπεννέπω τάδε. |814 οὐκ ἔστιν ἄλλως· σοὶ δὲ συγγνώμη λέγειν |815 τάδ’ ἐστί, μὴ πάσχουσαν, ὡς ἐγώ, κακῶς. |816 ἀλλὰ κτανεῖν σὸν σπέρμα τολμήσεις, γύναι; |817 οὕτω γὰρ ἂν μάλιστα δηχθείη πόσις. |818 σὺ δ’ ἂν γένοιό γ’ ἀθλιωτάτη γυνή. |819 ἴτω· περισσοὶ πάντες οὑν μέσῳ λόγοι. |820 ἀλλ’ εἶα χώρει καὶ κόμιζ’ Ἰάσονα· |821 ἐς πάντα γὰρ δὴ σοὶ τὰ πιστὰ χρώμεθα. |822 λέξῃς δὲ μηδὲν τῶν ἐμοὶ δεδογμένων, |823 εἴπερ φρονεῖς εὖ δεσπόταις γυνή τ’ ἔφυς. [choral] [strophe 1] |824 Ἐρεχθεΐδαι τὸ παλαιὸν ὄλβιοι |825 καὶ θεῶν παῖδες μακάρων, ἱερᾶς |826 χώρας ἀπορθήτου τ’ ἄπο, φερβόμενοι |827 κλεινοτάταν σοφίαν, αἰεὶ διὰ λαμπροτάτου |830 βαίνοντες ἁβρῶς αἰθέρος, ἔνθα ποθ’ ἁγνὰς |831 ἐννέα Πιερίδας Μούσας λέγουσι |832 ξανθὰν Ἁρμονίαν φυτεῦσαι· [antistrophe 1] |835 τοῦ καλλινάου τ’ ἐπὶ Κηφισοῦ ῥοαῖς |836 τὰν Κύπριν κλῄζουσιν ἀφυσσαμέναν |837 χώραν καταπνεῦσαι μετρίας ἀνέμων |840 ἡδυπνόους αὔρας· αἰεὶ δ’ ἐπιβαλλομέναν |841 χαίταισιν εὐώδη ῥοδέων πλόκον ἀνθέων |842 τᾷ Σοφίᾳ παρέδρους πέμπειν Ἔρωτας, |845 παντοίας ἀρετᾶς ξυνεργούς. [strophe 2] |846 πῶς οὖν ἱερῶν ποταμῶν |847 ἢ πόλις; ἦ φίλων |848 πόμπιμός σε χώρα |849 τὰν παιδολέτειραν ἕξει, |850 τὰν οὐχ ὁσίαν μετ’ ἄλλων; |851 σκέψαι τεκέων πλαγάν, |852 σκέψαι φόνον οἷον αἴρῃ. |853 μή, πρὸς γονάτων σε πάντη |854 πάντως ἱκετεύομεν, |855 τέκνα φονεύσῃς. [antistrophe 2] |856 πόθεν θράσος ἢ φρενὸς ἢ |857 χειρὶ τέκνων σέθεν |858 καρδίᾳ τε λήψῃ |859 δεινὰν προσάγουσα τόλμαν; |860 πῶς δ’ ὄμματα προσβαλοῦσα |861 τέκνοις ἄδακρυν μοῖραν |862 σχήσεις φόνου; οὐ δυνάσῃ, |863 παίδων ἱκετᾶν πιτνόντων, |864 τέγξαι χέρα φοινίαν |865 τλάμονι θυμῷ. [episode] |866 ἥκω κελευσθείς· καὶ γὰρ οὖσα δυσμενὴς |867 οὔ τἂν ἁμάρτοις τοῦδέ γ’, ἀλλ’ ἀκούσομαι |868 τί χρῆμα βούλῃ καινὸν ἐξ ἐμοῦ, γύναι. |869 Ἰᾶσον, αἰτοῦμαί σε τῶν εἰρημένων |870 συγγνώμον’ εἶναι· τὰς δ’ ἐμὰς ὀργὰς φέρειν |871 εἰκός σ’, ἐπεὶ νῷν πόλλ’ ὑπείργασται φίλα. |872 ἐγὼ δ’ ἐμαυτῇ διὰ λόγων ἀφικόμην |873 κἀλοιδόρησα· Σχετλία, τί μαίνομαι |874 καὶ δυσμεναίνω τοῖσι βουλεύουσιν εὖ, |875 ἐχθρὰ δὲ γαίας κοιράνοις καθίσταμαι |876 πόσει θ’, ὃς ἡμῖν δρᾷ τὰ συμφορώτατα, |877 γήμας τύραννον καὶ κασιγνήτους τέκνοις |878 ἐμοῖς φυτεύων; οὐκ ἀπαλλαχθήσομαι |879 θυμοῦ—τί πάσχω;—θεῶν ποριζόντων καλῶς; |880 οὐκ εἰσὶ μέν μοι παῖδες, οἶδα δὲ χθόνα |881 φεύγοντας ἡμᾶς καὶ σπανίζοντας φίλων; |882 ταῦτ’ ἐννοήσασ’ ᾐσθόμην ἀβουλίαν |883 πολλὴν ἔχουσα καὶ μάτην θυμουμένη. |884 νῦν οὖν ἐπαινῶ· σωφρονεῖν τ’ ἐμοὶ δοκεῖς |885 κῆδος τόδ’ ἡμῖν προσλαβών, ἐγὼ δ’ ἄφρων, |886 ᾗ χρῆν μετεῖναι τῶνδε τῶν βουλευμάτων, |887 καὶ ξυγγαμεῖν σοι, καὶ παρεστάναι λέχει |888 νύμφην τε κηδεύουσαν ἥδεσθαι σέθεν. |889 ἀλλ’ ἐσμὲν οἷόν ἐσμεν, οὐκ ἐρῶ κακόν, |890 γυναῖκες· οὔκουν χρῆν σ’ ὁμοιοῦσθαι κακοῖς, |891 οὐδ’ ἀντιτείνειν νήπι’ ἀντὶ νηπίων. |892 παριέμεσθα, καί φαμεν κακῶς φρονεῖν |893 τότ’, ἀλλ’ ἄμεινον νῦν βεβούλευμαι τάδε· |894 ὦ τέκνα τέκνα, δεῦτε, λείπετε στέγας, |895 ἐξέλθετ’, ἀσπάσασθε καὶ προσείπατε |896 πατέρα μεθ’ ἡμῶν, καὶ διαλλάχθηθ’ ἅμα |897 τῆς πρόσθεν ἔχθρας ἐς φίλους μητρὸς μέτα· |898 σπονδαὶ γὰρ ἡμῖν καὶ μεθέστηκεν χόλος. |899 λάβεσθε χειρὸς δεξιᾶς· οἴμοι, κακῶν |900 ὡς ἐννοοῦμαι δή τι τῶν κεκρυμμένων. |901 ἆρ’, ὦ τέκν’, οὕτω καὶ πολὺν ζῶντες χρόνον |902 φίλην ὀρέξετ’ ὠλένην; τάλαιν’ ἐγώ, |903 ὡς ἀρτίδακρύς εἰμι καὶ φόβου πλέα. |904 χρόνῳ δὲ νεῖκος πατρὸς ἐξαιρουμένη |905 ὄψιν τέρειναν τήνδ’ ἔπλησα δακρύων. |906 κἀμοὶ κατ’ ὄσσων χλωρὸν ὡρμήθη δάκρυ· |907 καὶ μὴ προβαίη μεῖζον ἢ τὸ νῦν κακόν. |908 αἰνῶ, γύναι, τάδ’, οὐδ’ ἐκεῖνα μέμφομαι· |909 εἰκὸς γὰρ ὀργὰς θῆλυ ποιεῖσθαι γένος |910 γάμου παρεμπολῶντος ἀλλοίου πόσει. |911 ἀλλ’ ἐς τὸ λῷον σὸν μεθέστηκεν κέαρ, |912 ἔγνως δὲ τὴν νικῶσαν, ἀλλὰ τῷ χρόνῳ, |913 βουλήν· γυναικὸς ἔργα ταῦτα σώφρονος. |914 ὑμῖν δέ, παῖδες, οὐκ ἀφροντίστως πατὴρ |915 πολλὴν ἔθηκε σὺν θεοῖς σωτηρίαν· |916 οἶμαι γὰρ ὑμᾶς τῆσδε γῆς Κορινθίας |917 τὰ πρῶτ’ ἔσεσθαι σὺν κασιγνήτοις ἔτι. |918 ἀλλ’ αὐξάνεσθε· τἄλλα δ’ ἐξεργάζεται |919 πατήρ τε καὶ θεῶν ὅστις ἐστὶν εὐμενής· |920 ἴδοιμι δ’ ὑμᾶς εὐτραφεῖς ἥβης τέλος |921 μολόντας, ἐχθρῶν τῶν ἐμῶν ὑπερτέρους. |922 αὕτη, τί χλωροῖς δακρύοις τέγγεις κόρας, |923 στρέψασα λευκὴν ἔμπαλιν παρηίδα; |924 κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον; |925 οὐδέν. τέκνων τῶνδ’ ἐννοουμένη πέρι. |926 θάρσει νυν· εὖ γὰρ τῶνδ’ ἐγὼ θήσω πέρι. |927 δράσω τάδ’· οὔτοι σοῖς ἀπιστήσω λόγοις· |928 γυνὴ δὲ θῆλυ κἀπὶ δακρύοις ἔφυ. |929 τί δῆτα λίαν τοῖσδ’ ἐπιστένεις τέκνοις; |930 ἔτικτον αὐτούς· ζῆν δ’ ὅτ’ ἐξηύχου τέκνα, |931 ἐσῆλθέ μ’ οἶκτος εἰ γενήσεται τάδε. |932 ἀλλ’ ὧνπερ οὕνεκ’ εἰς ἐμοὺς ἥκεις λόγους, |933 τὰ μὲν λέλεκται, τῶν δ’ ἐγὼ μνησθήσομαι. |934 ἐπεὶ τυράννοις γῆς μ’ ἀποστεῖλαι δοκεῖ— |935 κἀμοὶ τάδ’ ἐστὶ λῷστα, γιγνώσκω καλῶς, |936 μήτ’ ἐμποδὼν σοὶ μήτε κοιράνοις χθονὸς |937 ναίειν· δοκῶ γὰρ δυσμενὴς εἶναι δόμοις— |938 ἡμεῖς μὲν ἐκ γῆς τῆσδ’ ἀπαίρομεν φυγῇ, |939 παῖδες δ’ ὅπως ἂν ἐκτραφῶσι σῇ χερί, |940 αἰτοῦ Κρέοντα τήνδε μὴ φεύγειν χθόνα. |941 οὐκ οἶδ’ ἂν εἰ πείσαιμι, πειρᾶσθαι δὲ χρή. |942 σὺ δ’ ἀλλὰ σὴν κέλευσον αἰτεῖσθαι πατρὸς |943 γυναῖκα παῖδας τήνδε μὴ φεύγειν χθόνα. |944 μάλιστα, καὶ πείσειν γε δοξάζω σφ’ ἐγώ. |945 εἴπερ γυναικῶν ἐστι τῶν ἄλλων μία. |946 συλλήψομαι δὲ τοῦδέ σοι κἀγὼ πόνου· |947 πέμψω γὰρ αὐτῇ δῶρ’ ἃ καλλιστεύεται |948 τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ’ ἐγώ, πολύ, |949 λεπτόν τε πέπλον καὶ πλόκον χρυσήλατον |950 παῖδας φέροντας. ἀλλ’ ὅσον τάχος χρεὼν |951 κόσμον κομίζειν δεῦρο προσπόλων τινά. |952 εὐδαιμονήσει δ’ οὐχ ἕν, ἀλλὰ μυρία, |953 ἀνδρός τ’ ἀρίστου σοῦ τυχοῦσ’ ὁμευνέτου |954 κεκτημένη τε κόσμον ὅν ποθ’ Ἥλιος |955 πατρὸς πατὴρ δίδωσιν ἐκγόνοισιν οἷς. |956 λάζυσθε φερνὰς τάσδε, παῖδες, ἐς χέρας |957 καὶ τῇ τυράννῳ μακαρίᾳ νύμφῃ δότε |958 φέροντες· οὔτοι δῶρα μεμπτὰ δέξεται. |959 τί δ’, ὦ ματαία, τῶνδε σὰς κενοῖς χέρας; |960 δοκεῖς σπανίζειν δῶμα βασίλειον πέπλων, |961 δοκεῖς δὲ χρυσοῦ; σῷζε, μὴ δίδου τάδε. |962 εἴπερ γὰρ ἡμᾶς ἀξιοῖ λόγου τινὸς |963 γυνή, προθήσει χρημάτων, σάφ’ οἶδ’ ἐγώ. |964 μή μοι σύ· πείθειν δῶρα καὶ θεοὺς λόγος· |965 χρυσὸς δὲ κρείσσων μυρίων λόγων βροτοῖς. |966 κείνης ὁ δαίμων, κεῖνα νῦν αὔξει θεός, |967 νέα τυραννεῖ· τῶν δ’ ἐμῶν παίδων φυγὰς |968 ψυχῆς ἂν ἀλλαξαίμεθ’, οὐ χρυσοῦ μόνον. |969 ἀλλ’, ὦ τέκν’, εἰσελθόντε πλουσίους δόμους |970 πατρὸς νέαν γυναῖκα, δεσπότιν δ’ ἐμήν, |971 ἱκετεύετ’, ἐξαιτεῖσθε μὴ φυγεῖν χθόνα, |972 κόσμον διδόντες—τοῦδε γὰρ μάλιστα δεῖ— |973 ἐς χεῖρ’ ἐκείνης δῶρα δέξασθαι τάδε. |974 ἴθ’ ὡς τάχιστα· μητρὶ δ’ ὧν ἐρᾷ τυχεῖν |975 εὐάγγελοι γένοισθε πράξαντες καλῶς. [choral] [strophe 1] |976 νῦν ἐλπίδες οὐκέτι μοι παίδων ζόας, |977 οὐκέτι· στείχουσι γὰρ ἐς φόνον ἤδη. |978 δέξεται νύμφα χρυσέων ἀναδεσμῶν |979 δέξεται δύστανος ἄταν· |980 ξανθᾷ δ’ ἀμφὶ κόμᾳ θήσει τὸν Ἅιδα |981 κόσμον αὐτὰ χεροῖν. λαβοῦσα. [antistrophe 1] |983 πείσει χάρις ἀμβρόσιός τ’ αὐγὰ πέπλων |984 χρυσέων τευκτὸν στέφανον περιθέσθαι· |985 νερτέροις δ’ ἤδη πάρα νυμφοκομήσει. |986 τοῖον εἰς ἕρκος πεσεῖται |987 καὶ μοῖραν θανάτου δύστανος· ἄταν δ’ |988 οὐχ ὑπεκφεύξεται. [strophe 2] |990 σὺ δ’, ὦ τάλαν, ὦ κακόνυμφε κηδεμὼν τυράννων, |991 παισὶν οὐ κατειδὼς |992 ὄλεθρον βιοτᾷ προσάγεις ἀλόχῳ τε |993 σᾷ στυγερὸν θάνατον. |995 δύστανε μοίρας ὅσον παροίχῃ. [antistrophe 2] |996 μεταστένομαι δὲ σὸν ἄλγος, ὦ τάλαινα παίδων |997 μᾶτερ, ἃ φονεύσεις |998 τέκνα νυμφιδίων ἕνεκεν λεχέων, ἅ |1000 σοι προλιπὼν ἀνόμως |1001 ἄλλᾳ ξυνοικεῖ πόσις συνεύνῳ. [episode] |1002 δέσποιν’, ἀφεῖνται παῖδες οἵδε σοὶ φυγῆς, |1003 καὶ δῶρα νύμφη βασιλὶς ἀσμένη χεροῖν |1004 ἐδέξατ’· εἰρήνη δὲ τἀκεῖθεν τέκνοις. |1005 ἔα. |1005a τί συγχυθεῖσ’ ἕστηκας ἡνίκ’ εὐτυχεῖς; |1006 τί σὴν ἔστρεψας ἔμπαλιν παρηίδα |1007 κοὐκ ἀσμένη τόνδ’ ἐξ ἐμοῦ δέχῃ λόγον; |1008 αἰαῖ. |1008a τάδ’ οὐ ξυνῳδὰ τοῖσιν ἐξηγγελμένοις. |1009 αἰαῖ μάλ’ αὖθις. |1009b μῶν τιν’ ἀγγέλλων τύχην |1010 οὐκ οἶδα, δόξης δ’ ἐσφάλην εὐαγγέλου; |1011 ἤγγειλας οἷ’ ἤγγειλας· οὐ σὲ μέμφομαι.· |1012 τί δαὶ κατηφεῖς ὄμμα καὶ δακρυρροεῖς; |1013 πολλή μ’ ἀνάγκη, πρέσβυ· ταῦτα γὰρ θεοὶ |1014 κἀγὼ κακῶς φρονοῦσ’ ἐμηχανησάμην. |1015 θάρσει· κάτει τοι καὶ σὺ πρὸς τέκνων ἔτι. |1016 ἄλλους κατάξω πρόσθεν ἡ τάλαιν’ ἐγώ. |1017 οὔτοι μόνη σὺ σῶν ἀπεζύγης τέκνων· |1018 κούφως φέρειν χρὴ θνητὸν ὄντα συμφοράς. |1019 δράσω τάδ’. ἀλλὰ βαῖνε δωμάτων ἔσω |1020 καὶ παισὶ πόρσυν’ οἷα χρὴ καθ’ ἡμέραν. |1021 ὦ τέκνα τέκνα, σφῷν μὲν ἔστι δὴ πόλις |1022 καὶ δῶμ’, ἐν ᾧ, λιπόντες ἀθλίαν ἐμέ, |1023 οἰκήσετ’ αἰεὶ μητρὸς ἐστερημένοι· |1024 ἐγὼ δ’ ἐς ἄλλην γαῖαν εἶμι δὴ φυγάς, |1025 πρὶν σφῷν ὀνάσθαι κἀπιδεῖν εὐδαίμονας, |1026 πρὶν λέκτρα καὶ γυναῖκα καὶ γαμηλίους |1027 εὐνὰς ἀγῆλαι λαμπάδας τ’ ἀνασχεθεῖν. |1028 ὦ δυστάλαινα τῆς ἐμῆς αὐθαδίας. |1029 ἄλλως ἄρ’ ὑμᾶς, ὦ τέκν’, ἐξεθρεψάμην, |1030 ἄλλως δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις, |1031 στερρὰς ἐνεγκοῦσ’ ἐν τόκοις ἀλγηδόνας. |1032 ἦ μήν ποθ’ ἡ δύστηνος εἶχον ἐλπίδας |1033 πολλὰς ἐν ὑμῖν, γηροβοσκήσειν τ’ ἐμὲ |1034 καὶ κατθανοῦσαν χερσὶν εὖ περιστελεῖν, |1035 ζηλωτὸν ἀνθρώποισι· νῦν δ’ ὄλωλε δὴ |1036 γλυκεῖα φροντίς. σφῷν γὰρ ἐστερημένη |1037 λυπρὸν διάξω βίοτον ἀλγεινόν τ’ ἐμοί. |1038 ὑμεῖς δὲ μητέρ’ οὐκέτ’ ὄμμασιν φίλοις |1039 ὄψεσθ’, ἐς ἄλλο σχῆμ’ ἀποστάντες βίου. |1040 φεῦ φεῦ· τί προσδέρκεσθέ μ’ ὄμμασιν, τέκνα; |1041 τί προσγελᾶτε τὸν πανύστατον γέλων; |1042 αἰαῖ· τί δράσω; καρδία γὰρ οἴχεται, |1043 γυναῖκες, ὄμμα φαιδρὸν ὡς εἶδον τέκνων. |1044 οὐκ ἂν δυναίμην· χαιρέτω βουλεύματα |1045 τὰ πρόσθεν· ἄξω παῖδας ἐκ γαίας ἐμούς. |1046 τί δεῖ με πατέρα τῶνδε τοῖς τούτων κακοῖς |1047 λυποῦσαν αὐτὴν δὶς τόσα κτᾶσθαι κακά; |1048 οὐ δῆτ’ ἔγωγε. χαιρέτω βουλεύματα. |1049 καίτοι τί πάσχω; βούλομαι γέλωτ’ ὀφλεῖν |1050 ἐχθροὺς μεθεῖσα τοὺς ἐμοὺς ἀζημίους; |1051 τολμητέον τάδ’. ἀλλὰ τῆς ἐμῆς κάκης, |1052 τὸ καὶ προσέσθαι μαλθακοὺς λόγους φρενί. |1053 χωρεῖτε, παῖδες, ἐς δόμους. ὅτῳ δὲ μὴ |1054 θέμις παρεῖναι τοῖς ἐμοῖσι θύμασιν, |1055 αὐτῷ μελήσει· χεῖρα δ’ οὐ διαφθερῶ. |1056 ἆ ἆ. |1056a μὴ δῆτα, θυμέ, μὴ σύ γ’ ἐργάσῃ τάδε· |1057 ἔασον αὐτούς, ὦ τάλαν, φεῖσαι τέκνων· |1058 ἐκεῖ μεθ’ ἡμῶν ζῶντες εὐφρανοῦσί σε. |1059 μὰ τοὺς παρ’ Ἅιδῃ νερτέρους ἀλάστορας, |1060 οὔτοι ποτ’ ἔσται τοῦθ’ ὅπως ἐχθροῖς ἐγὼ |1061 παῖδας παρήσω τοὺς ἐμοὺς καθυβρίσαι. |1062 πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, |1063 ἡμεῖς κτενοῦμεν οἵπερ ἐξεφύσαμεν. |1064 πάντως πέπρακται ταῦτα κοὐκ ἐκφεύξεται. |1065 καὶ δὴ ’πὶ κρατὶ στέφανος, ἐν πέπλοισι δὲ |1066 νύμφη τύραννος ὄλλυται, σάφ’ οἶδ’ ἐγώ. |1067 ἀλλ’, εἶμι γὰρ δὴ τλημονεστάτην ὁδόν, |1068 καὶ τούσδε πέμψω τλημονεστέραν ἔτι, |1069 παῖδας προσειπεῖν βούλομαι.—δότ’, ὦ τέκνα, |1070 δότ’ ἀσπάσασθαι μητρὶ δεξιὰν χέρα. |1071 ὦ φιλτάτη χείρ, φίλτατον δέ μοι στόμα |1072 καὶ σχῆμα καὶ πρόσωπον εὐγενὲς τέκνων, |1073 εὐδαιμονοῖτον, ἀλλ’ ἐκεῖ· τὰ δ’ ἐνθάδε |1074 πατὴρ ἀφείλετ’. ὦ γλυκεῖα προσβολή, |1075 ὦ μαλθακὸς χρὼς πνεῦμά θ’ ἥδιστον τέκνων. |1076 χωρεῖτε χωρεῖτ’· οὐκέτ’ εἰμὶ προσβλέπειν |1077 οἵα τε πρὸς ὑμᾶς, ἀλλὰ νικῶμαι κακοῖς. |1078 καὶ μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά, |1079 θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων, |1080 ὅσπερ μεγίστων αἴτιος κακῶν βροτοῖς. [anapests] |1081 πολλάκις ἤδη |1082 διὰ λεπτοτέρων μύθων ἔμολον |1083 καὶ πρὸς ἁμίλλας ἦλθον μείζους |1084 ἢ χρὴ γενεὰν θῆλυν ἐρευνᾶν· |1085 ἀλλὰ γὰρ ἔστιν μοῦσα καὶ ἡμῖν, |1086 ἣ προσομιλεῖ σοφίας ἕνεκεν· |1087 πάσαισι μὲν οὔ· παῦρον δὲ δὴ |1088 γένος ἐν πολλαῖς εὕροις ἂν ἴσως |1089 κοὐκ ἀπόμουσον τὸ γυναικῶν. |1090 καί φημι βροτῶν οἵτινές εἰσιν |1091 πάμπαν ἄπειροι μηδ’ ἐφύτευσαν |1092 παῖδας, προφέρειν εἰς εὐτυχίαν |1093 τῶν γειναμένων. |1094 οἱ μὲν ἄτεκνοι δι’ ἀπειροσύνην |1095 εἴθ’ ἡδὺ βροτοῖς εἴτ’ ἀνιαρὸν |1096 παῖδες τελέθουσ’ οὐχὶ τυχόντες |1097 πολλῶν μόχθων ἀπέχονται· |1098 οἷσι δὲ τέκνων ἔστιν ἐν οἴκοις |1099 γλυκερὸν βλάστημ’, ὁρῶ μελέτῃ |1100 κατατρυχομένους τὸν ἅπαντα χρόνον, |1101 πρῶτον μὲν ὅπως θρέψουσι καλῶς |1102 βίοτόν θ’ ὁπόθεν λείψουσι τέκνοις· |1103 ἔτι δ’ ἐκ τούτων εἴτ’ ἐπὶ φλαύροις |1104 εἴτ’ ἐπὶ χρηστοῖς |1104a μοχθοῦσι, τόδ’ ἐστὶν ἄδηλον. |1105 ἓν δὲ τὸ πάντων λοίσθιον ἤδη |1106 πᾶσιν κατερῶ θνητοῖσι κακόν· |1107 καὶ δὴ γὰρ ἅλις βίοτόν θ’ ηὗρον |1108 σῶμά τ’ ἐς ἥβην ἤλυθε τέκνων |1109 χρηστοί τ’ ἐγένοντ’· εἰ δὲ κυρήσαι |1110 δαίμων οὕτως, φροῦδος ἐς Ἅιδην |1111 θάνατος προφέρων σώματα τέκνων. |1112 πῶς οὖν λύει πρὸς τοῖς ἄλλοις |1113 τήνδ’ ἔτι λύπην ἀνιαροτάτην |1114 παίδων ἕνεκεν |1115 θνητοῖσι θεοὺς ἐπιβάλλειν; |1116 φίλαι, πάλαι τοι προσμένουσα τὴν τύχην |1117 καραδοκῶ τἀκεῖθεν οἷ προβήσεται. |1118 καὶ δὴ δέδορκα τόνδε τῶν Ἰάσονος |1119 στείχοντ’ ὀπαδῶν· πνεῦμα δ’ ἠρεθισμένον |1120 δείκνυσιν ὥς τι καινὸν ἀγγελεῖ κακόν. |1121 ὦ δεινὸν ἔργον παρανόμως εἰργασμένη, |1122 Μήδεια, φεῦγε φεῦγε, μήτε ναΐαν |1123 λιποῦσ’ ἀπήνην μήτ’ ὄχον πεδοστιβῆ. |1124 τί δ’ ἄξιόν μοι τῆσδε τυγχάνει φυγῆς; |1125 ὄλωλεν ἡ τύραννος ἀρτίως κόρη |1126 Κρέων θ’ ὁ φύσας φαρμάκων τῶν σῶν ὕπο. |1127 κάλλιστον εἶπας μῦθον, ἐν δ’ εὐεργέταις |1128 τὸ λοιπὸν ἤδη καὶ φίλοις ἐμοῖς ἔσῃ. |1129 τί φῄς; φρονεῖς μὲν ὀρθὰ κοὐ μαίνῃ, γύναι, |1130 ἥτις, τυράννων ἑστίαν ᾐκισμένη, |1131 χαίρεις κλύουσα κοὐ φοβῇ τὰ τοιάδε; |1132 ἔχω τι κἀγὼ τοῖς γε σοῖς ἐναντίον |1133 λόγοισιν εἰπεῖν· ἀλλὰ μὴ σπέρχου, φίλος, |1134 λέξον δέ· πῶς ὤλοντο; δὶς τόσον γὰρ ἂν |1135 τέρψειας ἡμᾶς, εἰ τεθνᾶσι παγκάκως. |1136 ἐπεὶ τέκνων σῶν ἦλθε δίπτυχος γονὴ |1137 σὺν πατρί, καὶ παρῆλθε νυμφικοὺς δόμους, |1138 ἥσθημεν οἵπερ σοῖς ἐκάμνομεν κακοῖς |1139 δμῶες· δι’ ὤτων δ’ εὐθὺς ἦν πολὺς λόγος |1140 σὲ καὶ πόσιν σὸν νεῖκος ἐσπεῖσθαι τὸ πρίν. |1141 κυνεῖ δ’ ὃ μέν τις χεῖρ’, ὃ δὲ ξανθὸν κάρα |1142 παίδων· ἐγὼ δὲ καὐτὸς ἡδονῆς ὕπο |1143 στέγας γυναικῶν σὺν τέκνοις ἅμ’ ἑσπόμην. |1144 δέσποινα δ’ ἣν νῦν ἀντὶ σοῦ θαυμάζομεν, |1145 πρὶν μὲν τέκνων σῶν εἰσιδεῖν ξυνωρίδα, |1146 πρόθυμον εἶχ’ ὀφθαλμὸν εἰς Ἰάσονα· |1147 ἔπειτα μέντοι προὐκαλύψατ’ ὄμματα |1148 λευκήν τ’ ἀπέστρεψ’ ἔμπαλιν παρηίδα, |1149 παίδων μυσαχθεῖσ’ εἰσόδους· πόσις δὲ σὸς |1150 ὀργάς τ’ ἀφῄρει καὶ χόλον νεάνιδος |1151 λέγων τάδ’· Οὐ μὴ δυσμενὴς ἔσῃ φίλοις, |1152 παύσῃ δὲ θυμοῦ καὶ πάλιν στρέψεις κάρα, |1153 φίλους νομίζουσ’ οὕσπερ ἂν πόσις σέθεν, |1154 δέξῃ δὲ δῶρα καὶ παραιτήσῃ πατρὸς |1155 φυγὰς ἀφεῖναι παισὶ τοῖσδ’, ἐμὴν χάριν; |1156 ἣ δ’ ὡς ἐσεῖδε κόσμον, οὐκ ἠνέσχετο, |1157 ἀλλ’ ᾔνεσ’ ἀνδρὶ πάντα, καὶ πρὶν ἐκ δόμων |1158 μακρὰν ἀπεῖναι πατέρα καὶ παῖδας, σέθεν |1159 λαβοῦσα πέπλους ποικίλους ἠμπέσχετο, |1160 χρυσοῦν τε θεῖσα στέφανον ἀμφὶ βοστρύχοις |1161 λαμπρῷ κατόπτρῳ σχηματίζεται κόμην, |1162 ἄψυχον εἰκὼ προσγελῶσα σώματος. |1163 κἄπειτ’ ἀναστᾶσ’ ἐκ θρόνων διέρχεται |1164 στέγας, ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί, |1165 δώροις ὑπερχαίρουσα, πολλὰ πολλάκις |1166 τένοντ’ ἐς ὀρθὸν ὄμμασι σκοπουμένη. |1167 τοὐνθένδε μέντοι δεινὸν ἦν θέαμ’ ἰδεῖν· |1168 χροιὰν γὰρ ἀλλάξασα λεχρία πάλιν |1169 χωρεῖ τρέμουσα κῶλα καὶ μόλις φθάνει |1170 θρόνοισιν ἐμπεσοῦσα μὴ χαμαὶ πεσεῖν. |1171 καί τις γεραιὰ προσπόλων, δόξασά που |1172 ἢ Πανὸς ὀργὰς ἢ τινὸς θεῶν μολεῖν, |1173 ἀνωλόλυξε, πρίν γ’ ὁρᾷ διὰ στόμα |1174 χωροῦντα λευκὸν ἀφρόν, ὀμμάτων τ’ ἄπο |1175 κόρας στρέφουσαν, αἷμά τ’ οὐκ ἐνὸν χροΐ· |1176 εἶτ’ ἀντίμολπον ἧκεν ὀλολυγῆς μέγαν |1177 κωκυτόν. εὐθὺς δ’ ἣ μὲν ἐς πατρὸς δόμους |1178 ὥρμησεν, ἣ δὲ πρὸς τὸν ἀρτίως πόσιν |1179 φράσουσα νύμφης συμφοράν· ἅπασα δὲ |1180 στέγη πυκνοῖσιν ἐκτύπει δρομήμασιν. |1181 ἤδη δ’ ἀνέλκων κῶλον ἔκπλεθρον δρόμου |1182 ταχὺς βαδιστὴς τερμόνων ἂν ἥπτετο, |1183 ἣ δ’ ἐξ ἀναύδου καὶ μύσαντος ὄμματος |1184 δεινὸν στενάξασ’ ἡ τάλαιν’ ἠγείρετο. |1185 διπλοῦν γὰρ αὐτῇ πῆμ’ ἐπεστρατεύετο· |1186 χρυσοῦς μὲν ἀμφὶ κρατὶ κείμενος πλόκος |1187 θαυμαστὸν ἵει νᾶμα παμφάγου πυρός, |1188 πέπλοι δὲ λεπτοί, σῶν τέκνων δωρήματα, |1189 λεπτὴν ἔδαπτον σάρκα τῆς δυσδαίμονος. |1190 φεύγει δ’ ἀναστᾶσ’ ἐκ θρόνων πυρουμένη, |1191 σείουσα χαίτην κρᾶτά τ’ ἄλλοτ’ ἄλλοσε, |1192 ῥῖψαι θέλουσα στέφανον· ἀλλ’ ἀραρότως |1193 σύνδεσμα χρυσὸς εἶχε, πῦρ δ’, ἐπεὶ κόμην |1194 ἔσεισε, μᾶλλον δὶς τόσως ἐλάμπετο. |1195 πίτνει δ’ ἐς οὖδας συμφορᾷ νικωμένη, |1196 πλὴν τῷ τεκόντι κάρτα δυσμαθὴς ἰδεῖν· |1197 οὔτ’ ὀμμάτων γὰρ δῆλος ἦν κατάστασις |1198 οὔτ’ εὐφυὲς πρόσωπον, αἷμα δ’ ἐξ ἄκρου |1199 ἔσταζε κρατὸς συμπεφυρμένον πυρί, |1200 σάρκες δ’ ἀπ’ ὀστέων ὥστε πεύκινον δάκρυ |1201 γναθμοῖς ἀδήλοις φαρμάκων ἀπέρρεον, |1202 δεινὸν θέαμα· πᾶσι δ’ ἦν φόβος θιγεῖν |1203 νεκροῦ· τύχην γὰρ εἴχομεν διδάσκαλον. |1204 πατὴρ δ’ ὁ τλήμων συμφορᾶς ἀγνωσίᾳ |1205 ἄφνω προσελθὼν δῶμα προσπίτνει νεκρῷ· |1206 ᾤμωξε δ’ εὐθύς, καὶ περιπτύξας χέρας |1207 κυνεῖ προσαυδῶν τοιάδ’· Ὦ δύστηνε παῖ, |1208 τίς σ’ ὧδ’ ἀτίμως δαιμόνων ἀπώλεσε; |1209 τίς τὸν γέροντα τύμβον ὀρφανὸν σέθεν |1210 τίθησιν; οἴμοι, συνθάνοιμί σοι, τέκνον. |1211 ἐπεὶ δὲ θρήνων καὶ γόων ἐπαύσατο, |1212 χρῄζων γεραιὸν ἐξαναστῆσαι δέμας |1213 προσείχεθ’ ὥστε κισσὸς ἔρνεσιν δάφνης |1214 λεπτοῖσι πέπλοις, δεινὰ δ’ ἦν παλαίσματα· |1215 ὃ μὲν γὰρ ἤθελ’ ἐξαναστῆσαι γόνυ, |1216 ἣ δ’ ἀντελάζυτ’. εἰ δὲ πρὸς βίαν ἄγοι, |1217 σάρκας γεραιὰς ἐσπάρασσ’ ἀπ’ ὀστέων. |1218 χρόνῳ δ’ ἀπέσβη καὶ μεθῆχ’ ὁ δύσμορος |1219 ψυχήν· κακοῦ γὰρ οὐκέτ’ ἦν ὑπέρτερος. |1220 κεῖνται δὲ νεκροὶ παῖς τε καὶ γέρων πατὴρ |1221 πέλας, ποθεινὴ δακρύοισι συμφορά. |1222 καί μοι τὸ μὲν σὸν ἐκποδὼν ἔστω λόγου· |1223 γνώσῃ γὰρ αὐτὴ ζημίας ἀποστροφήν. |1224 τὰ θνητὰ δ’ οὐ νῦν πρῶτον ἡγοῦμαι σκιάν, |1225 οὐδ’ ἂν τρέσας εἴποιμι τοὺς σοφοὺς βροτῶν |1226 δοκοῦντας εἶναι καὶ μεριμνητὰς λόγων |1227 τούτους μεγίστην ζημίαν ὀφλισκάνειν. |1228 θνητῶν γὰρ οὐδείς ἐστιν εὐδαίμων ἀνήρ· |1229 ὄλβου δ’ ἐπιρρυέντος εὐτυχέστερος |1230 ἄλλου γένοιτ’ ἂν ἄλλος, εὐδαίμων δ’ ἂν οὔ. |1231 ἔοιχ’ ὁ δαίμων πολλὰ τῇδ’ ἐν ἡμέρᾳ |1232 κακὰ ξυνάπτειν ἐνδίκως Ἰάσονι. |1233 ὦ τλῆμον, ὥς σου συμφορὰς οἰκτίρομεν, |1234 κόρη Κρέοντος, ἥτις εἰς Ἅιδου δόμους |1235 οἴχῃ γάμων ἕκατι τῶν Ἰάσονος. |1236 φίλαι, δέδοκται τοὔργον ὡς τάχιστά μοι |1237 παῖδας κτανούσῃ τῆσδ’ ἀφορμᾶσθαι χθονός, |1238 καὶ μὴ σχολὴν ἄγουσαν ἐκδοῦναι τέκνα |1239 ἄλλῃ φονεῦσαι δυσμενεστέρᾳ χερί. |1240 πάντως σφ’ ἀνάγκη κατθανεῖν· ἐπεὶ δὲ χρή, |1241 ἡμεῖς κτενοῦμεν, οἵπερ ἐξεφύσαμεν. |1242 ἀλλ’ εἶ’ ὁπλίζου, καρδία. τί μέλλομεν |1243 τὰ δεινὰ κἀναγκαῖα μὴ πράσσειν κακά; |1244 ἄγ’, ὦ τάλαινα χεὶρ ἐμή, λαβὲ ξίφος, |1245 λάβ’, ἕρπε πρὸς βαλβῖδα λυπηρὰν βίου, |1246 καὶ μὴ κακισθῇς μηδ’ ἀναμνησθῇς τέκνων, |1247 ὡς φίλταθ’, ὡς ἔτικτες· ἀλλὰ τήνδε γε |1248 λαθοῦ βραχεῖαν ἡμέραν παίδων σέθεν, |1249 κἄπειτα θρήνει· καὶ γὰρ εἰ κτενεῖς σφ’, ὅμως |1250 φίλοι γ’ ἔφυσαν—δυστυχὴς δ’ ἐγὼ γυνή. [choral] [strophe 1] |1251 ἰὼ Γᾶ τε καὶ παμφαὴς |1252 ἀκτὶς Ἀελίου, κατίδετ’ ἴδετε τὰν |1253 ὀλομέναν γυναῖκα, πρὶν φοινίαν |1254 τέκνοις προσβαλεῖν χέρ’ αὐτοκτόνον· |1255 τεᾶς γὰρ ἀπὸ χρυσέας γονᾶς |1256 ἔβλαστεν, θεοῦ δ’ αἷμά τι πίτνειν |1257 φόβος ὑπ’ ἀνέρων. |1258 ἀλλά νιν, ὦ φάος διογενές, κάτειρ- |1259 γε κατάπαυσον, ἔξελ’ οἴκων φονίαν |1260 τάλαινάν τ’ Ἐρινὺν ὑπ’ ἀλαστόρων. [antistrophe 1] |1261 μάταν μόχθος ἔρρει τέκνων, |1262 ἆρα μάταν γένος φίλιον ἔτεκες, ὦ |1263 κυανεᾶν λιποῦσα Συμπληγάδων |1264 πετρᾶν ἀξενωτάταν ἐσβολάν; |1265 δειλαία, τί σοι φρενῶν βαρὺς |1266 χόλος προσπίτνει καὶ δυσμενὴς |1267 φόνος; ἀμείβεται |1268 χαλεπὰ γὰρ βροτοῖς ὁμογενῆ μιά- |1269 σματα ἐπὶ γαῖαν αὐτοφόνταις ξυνῳ- |1270 δὰ θεόθεν πίτνοντ’ ἐπὶ δόμοις ἄχη. [lyric] |1270a αἰαῖ. [strophe 2] |1273 —ἀκούεις βοὰν ἀκούεις τέκνων; |1274 —ἰὼ τλᾶμον, ὦ κακοτυχὲς γύναι. |1271 —οἴμοι, τί δράσω; ποῖ φύγω μητρὸς χέρας; |1272 —οὐκ οἶδ’, ἄδελφε φίλτατ’· ὀλλύμεσθα γάρ. |1275 παρέλθω δόμους; ἀρῆξαι φόνον |1276 δοκεῖ μοι τέκνοις. |1277 —ναί, πρὸς θεῶν, ἀρήξατ’· ἐν δέοντι γάρ. |1278 —ὡς ἐγγὺς ἤδη γ’ ἐσμὲν ἀρκύων ξίφους. |1279 —τάλαιν’, ὡς ἄρ’ ἦσθα πέτρος ἢ σίδα- |1280 ρος, ἅτις τέκνων |1281 ὃν ἔτεκες ἄροτον αὐτόχειρι μοίρᾳ κτενεῖς. [antistrophe 2] |1282 —μίαν δὴ κλύω μίαν τῶν πάρος |1283 γυναῖκ’ ἐν φίλοις χέρα βαλεῖν τέκνοις· |1284 Ἰνὼ μανεῖσαν ἐκ θεῶν, ὅθ’ ἡ Διὸς |1285 δάμαρ νιν ἐξέπεμψε δωμάτων ἄλῃ· |1286 πίτνει δ’ ἁ τάλαιν’ ἐς ἅλμαν φόνῳ |1287 τέκνων δυσσεβεῖ, |1288 ἀκτῆς ὑπερτείνασα ποντίας πόδα, |1289 δυοῖν τε παίδοιν συνθανοῦσ’ ἀπόλλυται. |1290 τί δῆτ’ οὖν γένοιτ’ ἂν ἔτι δεινόν; ὦ |1291 γυναικῶν λέχος |1292 πολύπονον, ὅσα βροτοῖς ἔρεξας ἤδη κακά. [episode] |1293 γυναῖκες, αἳ τῆσδ’ ἐγγὺς ἕστατε στέγης, |1294 ἆρ’ ἐν δόμοισιν ἡ τὰ δείν’ εἰργασμένη |1295 Μήδεια τοῖσδ’ ἔτ’, ἢ μεθέστηκεν φυγῇ; |1296 δεῖ γάρ νιν ἤτοι γῆς γε κρυφθῆναι κάτω, |1297 ἢ πτηνὸν ἆραι σῶμ’ ἐς αἰθέρος βάθος, |1298 εἰ μὴ τυράννων δώμασιν δώσει δίκην· |1299 πέποιθ’ ἀποκτείνασα κοιράνους χθονὸς |1300 ἀθῷος αὐτὴ τῶνδε φεύξεσθαι δόμων; |1301 ἀλλ’ οὐ γὰρ αὐτῆς φροντίδ’ ὡς τέκνων ἔχω· |1302 κείνην μὲν οὓς ἔδρασεν ἔρξουσιν κακῶς, |1303 ἐμῶν δὲ παίδων ἦλθον ἐκσῴσων βίον, |1304 μή μοί τι δράσωσ’ οἱ προσήκοντες γένει, |1305 μητρῷον ἐκπράσσοντες ἀνόσιον φόνον. |1306 ὦ τλῆμον, οὐκ οἶσθ’ οἷ κακῶν ἐλήλυθας, |1307 Ἰᾶσον· οὐ γὰρ τούσδ’ ἂν ἐφθέγξω λόγους. |1308 τί δ’ ἔστιν; ἦ που κἄμ’ ἀποκτεῖναι θέλει; |1309 παῖδες τεθνᾶσι χειρὶ μητρῴᾳ σέθεν. |1310 οἴμοι τί λέξεις; ὥς μ’ ἀπώλεσας, γύναι. |1311 ὡς οὐκέτ’ ὄντων σῶν τέκνων φρόντιζε δή. |1312 ποῦ γάρ νιν ἔκτειν’; ἐντὸς ἢ ἔξωθεν δόμων; |1313 πύλας ἀνοίξας σῶν τέκνων ὄψῃ φόνον. |1314 χαλᾶτε κλῇδας ὡς τάχιστα, πρόσπολοι, |1315 ἐκλύεθ’ ἁρμούς, ὡς ἴδω διπλοῦν κακόν, |1316 τοὺς μὲν θανόντας—τὴν δὲ τείσωμαι δίκην. |1317 τί τάσδε κινεῖς κἀναμοχλεύεις πύλας, |1318 νεκροὺς ἐρευνῶν κἀμὲ τὴν εἰργασμένην; |1319 παῦσαι πόνου τοῦδ’. εἰ δ’ ἐμοῦ χρείαν ἔχεις, |1320 λέγ’, εἴ τι βούλῃ, χειρὶ δ’ οὐ ψαύσεις ποτέ. |1321 τοιόνδ’ ὄχημα πατρὸς Ἥλιος πατὴρ |1322 δίδωσιν ἡμῖν, ἔρυμα πολεμίας χερός. |1323 ὦ μῖσος, ὦ μέγιστον ἐχθίστη γύναι |1324 θεοῖς τε κἀμοὶ παντί τ’ ἀνθρώπων γένει, |1325 ἥτις τέκνοισι σοῖσιν ἐμβαλεῖν ξίφος |1326 ἔτλης τεκοῦσα, κἄμ’ ἄπαιδ’ ἀπώλεσας· |1327 καὶ ταῦτα δράσασ’ ἥλιόν τε προσβλέπεις |1328 καὶ γαῖαν, ἔργον τλᾶσα δυσσεβέστατον· |1329 ὄλοι’· ἐγὼ δὲ νῦν φρονῶ, τότ’ οὐ φρονῶν, |1330 ὅτ’ ἐκ δόμων σε βαρβάρου τ’ ἀπὸ χθονὸς |1331 Ἕλλην’ ἐς οἶκον ἠγόμην, κακὸν μέγα, |1332 πατρός τε καὶ γῆς προδότιν ἥ σ’ ἐθρέψατο. |1333 τὸν σὸν δ’ ἀλάστορ’ εἰς ἔμ’ ἔσκηψαν θεοί· |1334 κτανοῦσα γὰρ δὴ σὸν κάσιν παρέστιον |1335 τὸ καλλίπρῳρον εἰσέβης Ἀργοῦς σκάφος. |1336 ἤρξω μὲν ἐκ τοιῶνδε· νυμφευθεῖσα δὲ |1337 παρ’ ἀνδρὶ τῷδε καὶ τεκοῦσά μοι τέκνα, |1338 εὐνῆς ἕκατι καὶ λέχους σφ’ ἀπώλεσας. |1339 οὐκ ἔστιν ἥτις τοῦτ’ ἂν Ἑλληνὶς γυνὴ |1340 ἔτλη ποθ’, ὧν γε πρόσθεν ἠξίουν ἐγὼ |1341 γῆμαι σέ, κῆδος ἐχθρὸν ὀλέθριόν τ’ ἐμοί, |1342 λέαιναν, οὐ γυναῖκα, τῆς Τυρσηνίδος |1343 Σκύλλης ἔχουσαν ἀγριωτέραν φύσιν. |1344 ἀλλ’ οὐ γὰρ ἄν σε μυρίοις ὀνείδεσι |1345 δάκοιμι· τοιόνδ’ ἐμπέφυκέ σοι θράσος· |1346 ἔρρ’, αἰσχροποιὲ καὶ τέκνων μιαιφόνε· |1347 ἐμοὶ δὲ τὸν ἐμὸν δαίμον’ αἰάζειν πάρα, |1348 ὃς οὔτε λέκτρων νεογάμων ὀνήσομαι, |1349 οὐ παῖδας οὓς ἔφυσα κἀξεθρεψάμην |1350 ἕξω προσειπεῖν ζῶντας, ἀλλ’ ἀπώλεσα. |1351 μακρὰν ἂν ἐξέτεινα τοῖσδ’ ἐναντίον |1352 λόγοισιν, εἰ μὴ Ζεὺς πατὴρ ἠπίστατο |1353 οἷ’ ἐξ ἐμοῦ πέπονθας οἷά τ’ εἰργάσω· |1354 σὺ δ’ οὐκ ἔμελλες τἄμ’ ἀτιμάσας λέχη |1355 τερπνὸν διάξειν βίοτον ἐγγελῶν ἐμοί· |1356 οὐδ’ ἡ τύραννος, οὐδ’ ὁ σοὶ προσθεὶς γάμους |1357 Κρέων ἀνατεὶ τῆσδέ μ’ ἐκβαλεῖν χθονός. |1358 πρὸς ταῦτα καὶ λέαιναν, εἰ βούλῃ, κάλει |1359 καὶ Σκύλλαν ἣ Τυρσηνὸν ᾤκησεν πέδον· |1360 τῆς σῆς γὰρ ὡς χρὴ καρδίας ἀνθηψάμην. |1361 καὐτή γε λυπῇ καὶ κακῶν κοινωνὸς εἶ. |1362 σάφ’ ἴσθι· λύει δ’ ἄλγος, ἢν σὺ μὴ ’γγελᾷς. |1363 ὦ τέκνα, μητρὸς ὡς κακῆς ἐκύρσατε. |1364 ὦ παῖδες, ὡς ὤλεσθε πατρῴᾳ νόσῳ. |1365 οὔτοι νυν ἡμὴ δεξιά σφ’ ἀπώλεσεν. |1366 ἀλλ’ ὕβρις, οἵ τε σοὶ νεοδμῆτες γάμοι. |1367 λέχους σφε κἠξίωσας οὕνεκα κτανεῖν. |1368 σμικρὸν γυναικὶ πῆμα τοῦτ’ εἶναι δοκεῖς; |1369 ἥτις γε σώφρων· σοὶ δὲ πάντ’ ἐστὶν κακά. |1370 οἵδ’ οὐκέτ’ εἰσί· τοῦτο γάρ σε δήξεται. |1371 οἵδ’ εἰσίν, οἴμοι, σῷ κάρᾳ μιάστορες. |1372 ἴσασιν ὅστις ἦρξε πημονῆς θεοί. |1373 ἴσασι δῆτα σήν γ’ ἀπόπτυστον φρένα. |1374 στύγει· πικρὰν δὲ βάξιν ἐχθαίρω σέθεν. |1375 καὶ μὴν ἐγὼ σήν· ῥᾴδιον δ’ ἀπαλλαγαί. |1376 πῶς οὖν; τί δράσω; κάρτα γὰρ κἀγὼ θέλω. |1377 θάψαι νεκρούς μοι τούσδε καὶ κλαῦσαι πάρες. |1378 οὐ δῆτ’, ἐπεί σφας τῇδ’ ἐγὼ θάψω χερί, |1379 φέρουσ’ ἐς Ἥρας τέμενος Ἀκραίας θεοῦ, |1380 ὡς μή τις αὐτοὺς πολεμίων καθυβρίσῃ, |1381 τύμβους ἀνασπῶν· γῇ δὲ τῇδε Σισύφου |1382 σεμνὴν ἑορτὴν καὶ τέλη προσάψομεν |1383 τὸ λοιπὸν ἀντὶ τοῦδε δυσσεβοῦς φόνου. |1384 αὐτὴ δὲ γαῖαν εἶμι τὴν Ἐρεχθέως, |1385 Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. |1386 σὺ δ’, ὥσπερ εἰκός, κατθανῇ κακὸς κακῶς, |1387 Ἀργοῦς κάρα σὸν λειψάνῳ πεπληγμένος, |1388 πικρὰς τελευτὰς τῶν ἐμῶν γάμων ἰδών. [anapests] |1389 ἀλλά σ’ Ἐρινὺς ὀλέσειε τέκνων |1390 φονία τε Δίκη. |1391 τίς δὲ κλύει σοῦ θεὸς ἢ δαίμων, |1392 τοῦ ψευδόρκου καὶ ξειναπάτου; |1393 φεῦ φεῦ, μυσαρὰ καὶ παιδολέτορ. |1394 στεῖχε πρὸς οἴκους καὶ θάπτ’ ἄλοχον. |1395 στείχω, δισσῶν γ’ ἄμορος τέκνων. |1396 οὔπω θρηνεῖς· μένε καὶ γῆρας. |1397 ὦ τέκνα φίλτατα. |1397b μητρί γε, σοὶ δ’ οὔ. |1398 κἄπειτ’ ἔκανες; |1398b σέ γε πημαίνουσ’. |1399 ὤμοι, φιλίου χρῄζω στόματος |1400 παίδων ὁ τάλας προσπτύξασθαι. |1401 νῦν σφε προσαυδᾷς, νῦν ἀσπάζῃ, |1402 τότ’ ἀπωσάμενος. |1402b δός μοι πρὸς θεῶν |1403 μαλακοῦ χρωτὸς ψαῦσαι τέκνων. |1404 οὐκ ἔστι· μάτην ἔπος ἔρριπται. |1405 Ζεῦ, τάδ’ ἀκούεις ὡς ἀπελαυνόμεθ’, |1406 οἷά τε πάσχομεν ἐκ τῆς μυσαρᾶς |1407 καὶ παιδοφόνου τῆσδε λεαίνης; |1408 ἀλλ’ ὁπόσον γοῦν πάρα καὶ δύναμαι |1409 τάδε καὶ θρηνῶ κἀπιθεάζω, |1410 μαρτυρόμενος δαίμονας ὥς μοι |1411 τέκνα κτείνασ’ ἀποκωλύεις |1412 ψαῦσαί τε χεροῖν θάψαι τε νεκρούς, |1413 οὓς μήποτ’ ἐγὼ φύσας ὄφελον |1414 πρὸς σοῦ φθιμένους ἐπιδέσθαι. |1415 πολλῶν ταμίας Ζεὺς ἐν Ὀλύμπῳ, |1416 πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· |1417 καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, |1418 τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. |1419 τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.