[edition urn:cts:greekLit:tlg0006.tlg002.perseus-grc2] [episode] |1 Ὦ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼ |2 θῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν. |3 Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος |4 Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· |5 οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸς |6 κτείνω Κύκλωπας· καί με θητεύειν πατὴρ |7 θνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν. |8 ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ, |9 καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας. |10 ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανον |11 παιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, |12 Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶ |13 Ἄδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν, |14 ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. |15 πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους, |16 πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα, |17 οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελε |18 θανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος· |19 ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεται |20 ψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳ |21 θανεῖν πέπρωται καὶ μεταστῆναι βίου. |22 ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ, |23 λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. |24 ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, |25 ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμους |26 μέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο, |27 φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών. [anapests] |28 ἆ ἆ· |29 τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς, |30 Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρων |31 ἀφοριζόμενος καὶ καταπαύων; |32 οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτου |33 διακωλῦσαι, Μοίρας δολίῳ |34 σφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖ |35 χέρα τοξήρη φρουρεῖς ὁπλίσας, |36 ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’ |37 αὐτὴ προθανεῖν Πελίου παῖς. |38 θάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω. |39 τί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις; |40 σύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί. |41 καὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν. |42 φίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι. |43 καὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ; |44 ἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην. |45 πῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός; |46 δάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα. |47 κἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα. |48 λαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε. |49 κτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα. |50 οὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν. |51 ἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν. |52 ἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι; |53 οὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει. |54 οὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις. |55 νέων φθινόντων μεῖζον ἄρνυμαι γέρας. |56 κἂν γραῦς ὄληται, πλουσίως ταφήσεται. |57 πρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης. |58 πῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν; |59 ὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν. |60 οὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν; |61 οὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους. |62 ἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους. |63 οὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ. |64 ἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν· |65 τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ, |66 Εὐρυσθέως πέμψαντος ἵππειον μέτα |67 ὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων, |68 ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοις |69 βίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται. |70 κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάρις |71 δράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί. |72 πόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις· |73 ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους. |74 στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει· |75 ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶν |76 ὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα. [choral] [anapests] |77 —τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων; |78 —τί σεσίγηται δόμος Ἀδμήτου; |79 —ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς, |80 ὅστις ἂν εἴποι πότερον φθιμένην |81 βασίλεαν πενθεῖν χρή μʼ, ἢ ζῶσ’ ἔτι |82 φῶς τόδε λεύσσει Πελίου παῖς |83 Ἄλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστη |84 δόξασα γυνὴ |85 πόσιν εἰς αὑτῆς γεγενῆσθαι. [strophe 1] |86 —κλύει τις ἢ στεναγμὸν ἢ |87 χειρῶν κτύπον κατὰ στέγας |88 ἢ γόον ὡς πεπραγμένων; |89 —οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα- |90 τίζεται ἀμφὶ πύλας. εἰ |91 γὰρ μετακύμιος ἄτας, |92 ὦ Παιάν, φανείης. [anapests] |93 —οὔ τἂν φθιμένης γ’ ἐσιώπων. |94 —νέκυς ἤδη. |94a —οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων. |95 —πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει; |96 —πῶς ἂν ἔρημον τάφον Ἄδμητος |97 κεδνῆς ἂν ἔπραξε γυναικός; [antistrophe 1] |98 —πυλῶν πάροιθε δ’ οὐχ ὁρῶ |99 πηγαῖον ὡς νομίζεται |100 χέρνιβ’ ἐπὶ φθιτῶν πύλαις. |101 —χαίτα τ’ οὔτις ἐπὶ προθύροις το- |102 μαῖος, ἃ δὴ νεκύων πέν- |103 θει πίτνει· οὐ νεολαία |104 δουπεῖ χεὶρ γυναικῶν. [anapests] |105 —καὶ μὴν τόδε κύριον ἦμαρ . . . |106 —τί τόδ’ αὐδᾷς; |107 —ᾧ χρή σφε μολεῖν κατὰ γαίας. |108 —ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν. |109 —χρὴ τῶν ἀγαθῶν διακναιομένων |110 πενθεῖν ὅστις |111 χρηστὸς ἀπ’ ἀρχῆς νενόμισται. [strophe 2] |112 —ἀλλ’ οὐδὲ ναυκληρίαν |113 ἔσθ’ ὅποι τις αἴας |114 στείλας, ἢ Λυκίαν |115 εἴτ’ ἐπὶ τὰς ἀνύδρους |116 Ἀμμωνιάδας ἕδρας, |117 δυστάνου παραλύσαι |118 ψυχάν· μόρος γὰρ ἀπότομος |119 πλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραις |120 οὐκ ἔχω ἐπὶ τίνα |121 μηλοθύταν πορευθῶ. [antistrophe 2] |122 —μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦν |123 ὄμμασιν δεδορκὼς |124 Φοίβου παῖς, προλιποῦσ’ |125 ἦλθεν ἕδρας σκοτίους |126 Ἅιδα τε πύλας· |127 δμαθέντας γὰρ ἀνίστη, |128 πρὶν αὐτὸν εἷλε διόβολον |129 πλῆκτρον πυρὸς κεραυνίου. |130 νῦν δὲ τίν’ ἔτι βίου |131 ἐλπίδα προσδέχωμαι; [lyric] |132 —πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι, |133 πάντων δὲ θεῶν ἐπὶ βωμοῖς |134 αἱμόρραντοι θυσίαι πλήρεις· |135 οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν. [episode] |136 ἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεται |137 δακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι; |138 πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει, |139 συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴ |140 εἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν. |141 καὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι. |142 καὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι; |143 ἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ. |144 ὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις. |145 οὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ. |146 ἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον; |147 πεπρωμένη γὰρ ἡμέρα βιάζεται. |148 οὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα; |149 κόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις. |150 ἴστω νυν εὐκλεής γε κατθανουμένη |151 γυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ. |152 πῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται; |153 τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένην |154 γυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τις |155 πόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν; |156 καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις· |157 ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων. |158 ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίαν |159 ἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόα |160 ἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμων |161 ἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο, |162 καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο· |163 Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός, |164 πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι, |165 τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίλην |166 σύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν. |167 μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαι |168 θανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμονας |169 ἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον. |170 πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους, |171 προσῆλθε κἀξέστεψε καὶ προσηύξατο, |172 πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην, |173 ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸν |174 κακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν. |175 κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος, |176 ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε· |177 Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼ |178 κορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι, |179 χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲ |180 μόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσιν |181 θνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, |182 σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως. |183 κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιον |184 ὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι. |185 ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον, |186 στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων, |187 καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφη |188 κἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν. |189 παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοι |190 ἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλας |191 ἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη. |192 πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγας |193 δέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰν |194 προύτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸς |195 ὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν. |196 τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά. |197 καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχει |198 τοσοῦτον ἄλγος, οὗ ποτ’—οὐ λελήσεται. |199 ἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς, |200 ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή; |201 κλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων, |202 καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχανα |203 ζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ. |204 παρειμένη δέ, χειρὸς ἄθλιον βάρος |205 ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτι |206 βλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίου |207 ὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον. |208 ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται. |209 ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν· |210 οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις, |211 ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι· |212 σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος. [choral] [strophe 1] |213 — ἰὼ Ζεῦ, τίς ἂν πῶς πᾷ πόρος κακῶν |214 γένοιτο καὶ λύσις τύχας |214a ἃ πάρεστι κοιράνοις; |215 —αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα, |216 καὶ μέλανα στολμὸν πέπλων |217 ἀμφιβαλώμεθ’ ἤδη; |218 —δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμως |219 θεοῖσιν εὐχώμεσθα· θεῶν |219a γὰρ δύναμις μεγίστα. |220 —ὦναξ Παιάν, |221 ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν. |222 —πόριζε δὴ πόριζε· καὶ πάρος γὰρ |223 τοῦδ’ ἐφεῦρες, καὶ νῦν |224 λυτήριος ἐκ θανάτου γενοῦ, |225 φόνιον δ’ ἀπόπαυσον Ἅιδαν. [antistrophe 1] |226 — παπαῖ |226a ὦ παῖ Φέρητος, οἷ’ ἔπρα- |227 ξας δάμαρτος σᾶς στερείς. |228 —αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε, |229 καὶ πλέον ἢ βρόχῳ δέρην |230 οὐρανίῳ πελάσσαι; |231 τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάταν |232 γυναῖκα κατθανοῦσαν ἐν |233 ἄματι τῷδ’ ἐπόψῃ. |234 —ἰδοὺ ἰδού, |234a ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται. |235 —βόασον ὦ, στέναξον, ὦ Φεραία |235a χθών, τὰν ἀρίσταν |236 γυναῖκα μαραινομέναν νόσῳ |237 κατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν. [anapests] |238 οὔποτε φήσω γάμον εὐφραίνειν |239 πλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεν |240 τεκμαιρόμενος καὶ τάσδε τύχας |241 λεύσσων βασιλέως, ὅστις ἀρίστης |242 ἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτον |243 τὸν ἔπειτα χρόνον βιοτεύσει. [strophe 1] |244 Ἅλιε καὶ φάος ἁμέρας, |245 οὐράνιαί τε δῖναι νεφέλας δρομαίου. |246 ὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας, |247 οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ. [antistrophe 1] |248 γαῖά τε καὶ μελάθρων στέγαι |249 νυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ. |250 ἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς· |251 λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς. [strophe 2] |252 ὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ· |253 νεκύων δὲ πορθμεὺς |254 ἔχων χέρ’ ἐπὶ κοντῷ Χάρων |255 μ’ ἤδη καλεῖ· Τί μέλλεις; |256 ἐπείγου· σὺ κατείργεις. τάδε τοί με |256a σπερχόμενος ταχύνει. |257 οἴμοι, πικράν γε τήνδε μοι ναυκληρίαν |258 ἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν. [antistrophe 2] |259 ἄγει μ’ ἄγει τις· ἄγει μέ τις—οὐχ ὁρᾷς;— |260 νεκύων ἐς αὐλάν, |261 ὑπ’ ὀφρύσι κυαναυγέσι |262 βλέπων πτερωτός—αἵδας. |263 μέθες με· τί ῥέξεις; ἄφες.—οἵαν ὅδον ἁ δει- |263a λαιότατα προβαίνω. |264 οἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶ |265 καὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε. [epode] |266 μέθετε μέθετέ μ’ ἤδη. |267 κλίνατʼ, οὐ σθένω ποσίν· |268 πλησίον Ἅιδας. |269 σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει. |270 τέκνα, τέκνʼ, οὐκέτι δὴ |271 οὐκέτι μάτηρ σφῷν ἔστιν. |272 χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον. [anapests] |273 οἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούω |274 καὶ παντὸς ἐμοὶ θανάτου μεῖζον. |275 μὴ πρός σε θεῶν τλῇς με προδοῦναι, |276 μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς, |277 ἀλλ’ ἄνα, τόλμα· |277a σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην· |278 ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή· |279 σὴν γὰρ φιλίαν σεβόμεσθα. [episode] |280 Ἄδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει, |281 λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι. |282 ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆς |283 ψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν, |284 θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν, |285 ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον, |286 καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι. |287 οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σου |288 σὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμην |289 ἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ. |290 καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν, |291 καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου, |292 καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν. |293 μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦν |294 σοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα. |295 κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, |296 κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενες |297 καὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲν |298 θεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν. |299 εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν· |300 αἰτήσομαι γάρ σ’—ἀξίαν μὲν οὔποτε· |301 ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον— |302 δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖς |303 οὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς· |304 τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων, |305 καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις, |306 ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳ |307 τοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ. |308 μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ. |309 ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοις |310 τοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα. |311 καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν, |312 ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν. |313 σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς; |314 ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί; |315 μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόνα |316 ἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους. |317 οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲ |318 οὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον, |319 παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον. |320 δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριον |321 οὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν, |322 ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι. |323 χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι, |324 γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν, |325 ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι. |326 θάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι· |327 δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει. |328 ἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼ |329 καὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴ |330 μόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτε |331 τόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται. |332 οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦς |333 οὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή. |334 ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαι |335 θεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα. |336 οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν, |337 ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι, |338 στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸν |339 πατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι. |340 σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλτατα |341 ψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρα |342 τοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν; |343 παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίας |344 στεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους. |345 οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτι |346 οὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖν |347 αὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου. |348 σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸν |349 εἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται, |350 ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέρας |351 ὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαις |352 δόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν· |353 ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάρος |354 ψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασι |355 φοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλους |356 κἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον. |357 εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, |358 ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσιν |359 ὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν, |360 κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύων |361 οὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρων |362 ἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον. |363 ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω, |364 καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι. |365 ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροις |366 σοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλας |367 πλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτε |368 σοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί. |369 καὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳ |370 λυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία. |371 ὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατε |372 πατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲ |373 γυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ. |374 καὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε. |375 ἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου. |376 δέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός. |377 σὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις. |378 πολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις. |379 ὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω. |380 οἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος; |381 χρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών. |382 ἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω. |383 ἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν. |384 ὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς. |385 καὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται. |386 ἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι. |387 ὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ. |388 ὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν. |389 οὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα. |390 βλέψον πρὸς αὐτοὺς βλέψον. |390b οὐδέν εἰμ’ ἔτι. |391 τί δρᾷς; προλείπεις; |391b χαῖρʼ. |391c ἀπωλόμην τάλας. |392 βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή. [strophe 1] |393 ἰώ μοι τύχας. μαῖα δὴ κάτω |394 βέβακεν, οὐκέτ’ ἔστιν, ὦ |395 πάτερ, ὑφ’ ἁλίῳ. |396 προλιποῦσα δ’ ἀμὸν |397 βίον ὠρφάνισσε τλάμων. |398 ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας. |400 ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω. |401 ἐγώ σ’ ἐγώ, μᾶτερ, |402 καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ- |403 στόμασιν νεοσσός. |404 τὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼ |405 καὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα. [antistrophe 1] |406 νέος ἐγώ, πάτερ, λείπομαι φίλας |407 μονόστολός τε ματρός· ὦ |408 σχέτλια δὴ παθὼν |409 ἐγὼ ἐργὰ . ., |410 σύ τέ μοι σύγκασι κούρα |411 συνέτλας· ὦ πάτερ, |412 ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρως |413 ἔβας τέλος σὺν τᾷδʼ· |414 ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ, |415 μᾶτερ, ὄλωλεν οἶκος. |416 Ἄδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν· |417 οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶν |418 γυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲ |419 ὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται. |420 ἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδε |421 προσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι. |422 ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ, |423 πάρεστε καὶ μένοντες ἀντηχήσατε |424 παιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ. |425 πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶ |426 πένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγω |427 κουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ· |428 τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκας |429 πώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην. |430 αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύπος |431 ἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας· |432 οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸν |433 τοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοι |434 τιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη. [choral] [strophe 1] |435 ὦ Πελίου θύγατερ, |436 χαίρουσά μοι εἰν Ἀίδαο δόμοις |437 τὸν ἀνάλιον οἶκον οἰκετεύοις. |438 ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳ |440 πηδαλίῳ τε γέρων |441 νεκροπομπὸς ἵζει, |442 πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίσταν |443 λίμναν Ἀχεροντίαν πορεύ- |444 σας ἐλάτᾳ δικώπῳ. [antistrophe 1] |445 πολλά σε μουσοπόλοι |446 μέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείαν |447 χέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις, |448 Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥρας |450 μηνός, ἀειρομένας |451 παννύχου σελάνας, |452 λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις. |453 τοίαν ἔλιπες θανοῦσα μολ- |454 πὰν μελέων ἀοιδοῖς. [strophe 2] |455 εἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη, |456 δυναίμαν δέ σε πέμψαι |457 φάος ἐξ Ἀίδα τεράμνων |458 καὶ Κωκυτοῖο ῥεέθρων |459 ποταμίᾳ νερτέρᾳ τε κώπᾳ. |460 σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν, |461 σὺ τὸν αὑτᾶς |462 ἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαι |462a ψυχᾶς ἐξ Ἅιδα. κούφα σοι |463 χθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τι |464 καινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴη |465 στυγηθεὶς τέκνοις τε τοῖς σοῖς. [antistrophe 2] |466 ματέρος οὐ θελούσας |467 πρὸ παιδὸς χθονὶ κρύψαι |468 δέμας, οὐδὲ πατρὸς γεραιοῦ, |469 ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι, |470 σχετλίω, πολιὰν ἔχοντε χαίταν. |470a σὺ δ’ ἐν ἥβᾳ |471 νέᾳ προθανοῦσα φωτὸς οἴχῃ. |472 τοιαύτας εἴη μοι κῦρσαι |473 συνδυάδος φιλίας ἀλόχου· τοῦτο γὰρ |474 ἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυπος |475 δι’ αἰῶνος ἂν ξυνείη. [episode] |476 ξένοι, Φεραίας τῆσδε κωμῆται χθονός, |477 Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω; |478 ἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις. |479 ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόνα |480 πέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε. |481 Τιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον. |482 καὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ; |483 Θρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα. |484 πῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου; |485 ἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα. |486 οὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης. |487 ἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί. |488 κτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς. |489 οὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ. |490 τί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις; |491 πώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ. |492 οὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις. |493 εἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο. |494 ἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις. |495 θηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις. |496 φάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας. |497 τίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται; |498 Ἄρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ. |499 καὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις· |500 σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται· |501 εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατο |502 μάχην συνάψαι, πρῶτα μὲν Λυκάονι, |503 αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτον |504 ἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν. |505 ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνον |506 τρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται. |507 καὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸς |508 Ἄδμητος ἔξω δωμάτων πορεύεται. |509 χαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος. |510 Ἄδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ. |511 θέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι. |512 τί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις; |513 θάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν. |514 ἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός. |515 ζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ. |516 πατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται. |517 κἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις. |518 οὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν; |519 διπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν. |520 πότερα θανούσης εἶπας ἢ ζώσης ἔτι; |521 ἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ. |522 οὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις. |523 οὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών; |524 οἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην. |525 πῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε; |526 ἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ. |527 τέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών. |528 χωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται. |529 σὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ. |530 τί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών; |531 γυνή· γυναικὸς ἀρτίως μεμνήμεθα. |532 ὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις; |533 ὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις. |534 πῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον; |535 πατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο. |536 φεῦ. |536a εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον. |537 ὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον; |538 ξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι. |539 οὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν. |540 λυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος. |541 τεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους. |542 αἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους. |543 χωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν. |544 μέθες με, καί σοι μυρίαν ἕξω χάριν. |545 οὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν. |546 ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίους |547 ξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσον |548 σίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατε |549 θύρας μεσαύλους· οὐ πρέπει θοινωμένους |550 κλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους. |551 τί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης, |552 Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ; |553 ἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασα |554 ξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας; |555 οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂν |556 μείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ. |557 καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν, |558 δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους. |559 αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου, |560 ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα. |561 πῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα, |562 φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις; |563 οὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους, |564 εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε. |565 καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ, |566 οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταται |567 μέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους. [choral] [strophe 1] |568 ὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος, |570 σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλων |571 ἠξίωσε ναίειν, |572 ἔτλα δὲ σοῖσι μηλονόμας |573 ἐν δόμοις γενέσθαι, |575 δοχμιᾶν διὰ κλιτύων |576 βοσκήμασι σοῖσι συρίζων |577 ποιμνίτας ὑμεναίους. [antistrophe 1] |578 σὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες, |580 ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντων |581 ἁ δαφοινὸς ἴλα· |582 χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν, |583 Φοῖβε, ποικιλόθριξ |585 νεβρὸς ὑψικόμων πέραν |586 βαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ, |587 χαίρουσ’ εὔφρονι μολπᾷ. [strophe 2] |588 τοιγὰρ πολυμηλοτάταν |589 ἑστίαν οἰκεῖς παρὰ καλλίναον |590 Βοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶν |591 καὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲν |592 ἀελίου κνεφαίαν |593 ἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν τίθεται, |595 πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰν |596 ἀλίμενον Πηλίου κρατύνει. [antistrophe 2] |597 καὶ νῦν δόμον ἀμπετάσας |598 δέξατο ξεῖνον νοτερῷ βλεφάρῳ, |599 τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐν |600 δώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲς |601 ἐκφέρεται πρὸς αἰδῶ. |602 ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι· |603 πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσται |605 θεοσεβῆ φῶτα κεδνὰ πράξειν. [episode] |606 ἀνδρῶν Φεραίων εὐμενὴς παρουσία, |607 νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοι |608 φέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν· |609 ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται, |610 προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν. |611 καὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶ |612 στείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇ |613 κόσμον φέροντας, νερτέρων ἀγάλματα. |614 ἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον· |615 ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονος |616 γυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲν |617 φέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα. |618 δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸς |619 ἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών, |620 ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, |621 καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦ |622 στερέντα γήρᾳ πενθίμῳ καταφθίνειν, |623 πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίον |624 γυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε. |625 ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲ |626 ἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοις |627 εὖ σοι γένοιτο. φημὶ τοιούτους γάμους |628 λύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον. |629 οὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον, |630 οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω. |631 κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται. |632 οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται. |633 τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ. |634 σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖν |635 νέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν; |636 οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ; |637 οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένη |638 μήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματος |639 μαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ; |640 ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ, |641 καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι. |642 ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ, |643 ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίου |644 οὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖν |645 τοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατε |646 γυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέρα |647 πατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην. |648 καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω, |649 τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοι |650 πάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος. |651 κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον, |652 κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς. |653 καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμονα |654 πέπονθας· ἥβησας μὲν ἐν τυραννίδι, |655 παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων, |656 ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμον |657 λείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι. |658 οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸν |659 γῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρων |660 πρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριν |661 τοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην. |662 τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις, |663 οἳ γηροβοσκήσουσι καὶ θανόντα σε |664 περιστελοῦσι καὶ προθήσονται νεκρόν. |665 οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί· |666 τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼν |667 σωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγω |668 καὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον. |669 μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν, |670 γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου· |671 ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεται |672 θνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ. |673 παύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά· |674 ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας. |675 ὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγα |676 κακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν; |677 οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦ |678 πατρὸς γεγῶτα γνησίως ἐλεύθερον; |679 ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγους |680 ῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει. |681 ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμην |682 κἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν· |683 οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον, |684 παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν. |685 σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴς |686 ἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις. |687 πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύας |688 λείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα. |689 τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ; |690 μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ. |691 χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς; |692 ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαι |693 χρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ. |694 σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν, |695 καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην, |696 ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίαν |697 λέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος, |698 ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου; |699 σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε, |700 εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶ |701 γυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοις |702 τοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός; |703 σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖς |704 ψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶς |705 ἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά. |706 πλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά· |707 παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν. |708 λέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύων |709 τἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν. |710 σοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον. |711 ταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν; |712 ψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν. |713 καὶ μὴν Διός γε μείζονα ζῴης χρόνον. |714 ἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών; |715 μακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε. |716 ἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις; |717 σημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας. |718 οὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε. |719 φεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ. |720 μνήστευε πολλάς, ὡς θάνωσι πλείονες. |721 σοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν. |722 φίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον. |723 κακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν. |724 οὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν. |725 θανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς. |726 κακῶς ἀκούειν οὐ μέλει θανόντι μοι. |727 φεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων. |728 ἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα. |729 ἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν. |730 ἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς, |731 δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι. |732 ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν, |733 εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται. |734 ἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι, |735 ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι, |736 γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγος |737 νεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕπο |738 τὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν. |739 ἡμεῖς δέ—τοὐν ποσὶν γὰρ οἰστέον κακόν— |740 ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν. [anapests] |741 ἰὼ ἰώ. σχετλία τόλμης, |742 ὦ γενναία καὶ μέγ’ ἀρίστη, |743 χαῖρε· πρόφρων σὲ χθόνιός θ’ Ἑρμῆς |744 Ἅιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖ |745 πλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’ |746 Ἅιδου νύμφῃ παρεδρεύοις. |747 πολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸς |748 ξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους, |749 οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένου |750 κακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην. |751 ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶν |752 ἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας. |753 ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατο |754 τὰ προστυχόντα ξένια, συμφορὰν μαθών, |755 ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν. |756 ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼν |757 πίνει μελαίνης μητρὸς εὔζωρον μέθυ, |758 ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξ |759 οἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοις |760 ἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν· |761 ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶν |762 οὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομεν |763 δέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳ |764 τέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο. |765 καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶ |766 ξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα, |767 ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμην |768 οὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴν |769 δέσποιναν, ἣ ’μοὶ πᾶσί τ’ οἰκέταισιν ἦν |770 μήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο, |771 ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένον |772 στυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον; |773 οὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις; |774 οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολον |775 εἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί. |776 σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν, |777 στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳ |778 δέχῃ, θυραίου πήματος σπουδὴν ἔχων. |779 δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ. |780 τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν; |781 οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου. |782 βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, |783 κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταται |784 τὴν αὔριον μέλλουσαν εἰ βιώσεται· |785 τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται, |786 κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ. |787 ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα, |788 εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέραν |789 βίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης. |790 τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶν |791 Κύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός. |792 τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοις |793 ἐμοῖσιν—εἴπερ ὀρθά σοι δοκῶ λέγειν; |794 οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶς |795 πίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας, |796 στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκα |797 τοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶν |798 μεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου. |799 ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών· |800 ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοις |801 ἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ, |802 οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά. |803 ἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομεν |804 οὐχ οἷα κώμου καὶ γέλωτος ἄξια. |805 γυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίαν |806 πένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται. |807 τί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά; |808 εἰ μή τι σός με δεσπότης ἐψεύσατο. |809 ἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος. |810 οὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ; |811 ἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν. |812 μῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι; |813 χαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά. |814 ὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος. |815 οὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν. |816 ἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν; |817 οὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις. |818 πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπεις |819 μελαμπέπλους κουράν τε. |819b τίς δ’ ὁ κατθανών; |820 μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ; |821 γυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε. |822 τί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε; |823 ᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων. |824 ὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου. |825 ἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη. |826 ἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦν |827 κουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ με |828 λέγων θυραῖον κῆδος ἐς τάφον φέρειν. |829 βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλας |830 ἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις, |831 πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάρα |832 στεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι, |833 κακοῦ τοσούτου δώμασιν προκειμένου. |834 ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών; |835 ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει, |836 τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου. |837 ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή, |838 νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία |839 Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί. |840 δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως |841 γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον |842 Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν. |843 ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν |844 Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ |845 πίνοντα τύμβου πλησίον προσφαγμάτων. |846 κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς |847 μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν, |848 οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται |849 μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ. |850 ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ |851 πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω |852 Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους |853 αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω |854 Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου, |855 ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε, |856 καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος, |857 ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ. |858 τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος, |859 τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν |860 εὐεργετῆσαι φῶτα γενναῖος γεγώς. [choral] [anapests] |861 ἰώ, στυγναὶ |861a πρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων |862 μελάθρων. ἰώ μοί μοι. αἶ αἶ. |863 ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή; |864 πῶς ἂν ὀλοίμαν; |865 ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν. |866 ζηλῶ φθιμένους, κείνων ἔραμαι, |867 κεῖν’ ἐπιθυμῶ δώματα ναίειν. |868 οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν |869 οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων· |870 τοῖον ὅμηρόν μ’ ἀποσυλήσας |871 Ἅιδῃ Θάνατος παρέδωκεν. [strophe 1] |872 —πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων. |872b αἰαῖ. |873 —πέπονθας ἄξι’ αἰαγμάτων. |873b ἒ ἔ. |874 —δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . . |874b φεῦ φεῦ. |875 —τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς. |875b ἰώ μοί μοι. |876 —τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου |877 πρόσωπόν ἄντα λυπρόν. [anapests] |878 ἔμνησας ὅ μου φρένας ἥλκωσεν· |879 τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν |880 πιστῆς ἀλόχου; μή ποτε γήμας |881 ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους. |882 ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν· |883 μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν |884 μέτριον ἄχθος· |885 παίδων δὲ νόσους καὶ νυμφιδίους |886 εὐνὰς θανάτοις κεραϊζομένας |887 οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους |888 ἀγάμους τ’ εἶναι διὰ παντός. [antistrophe 1] |889 —τύχα τύχα δυσπάλαιστος ἥκει· |889b αἰαῖ. |890 —πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης. |890b ἒ ἔ. |891 —βαρέα μὲν φέρειν, ὅμως δὲ . . . |891b φεῦ φεῦ. |892 —τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . . |892b ἰώ μοί μοι. |893 —γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα |894 πιέζει φανεῖσα θνατῶν. [anapests] |895 ὦ μακρὰ πένθη λῦπαί τε φίλων |896 τῶν ὑπὸ γαῖαν. |897 τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου |898 τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης |899 τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον; |900 δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς |901 τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ |902 χθονίαν λίμνην διαβάντε. [strophe 2] |903 ἐμοί τις ἦν |904 ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος |905 ὤλετ’ ἐν δόμοισιν |906 μονόπαις· ἀλλ’ ἔμπας |907 ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν, |908 πολιὰς ἐπὶ χαίτας |909 ἤδη προπετὴς ὢν |910 βιότου τε πόρσω. [anapests] |912 ὦ σχῆμα δόμων, πῶς εἰσέλθω; |913 πῶς δ’ οἰκήσω μεταπίπτοντος |914 δαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον· |915 τότε μὲν πεύκαις σὺν Πηλιάσιν |916 σύν θ’ ὑμεναίοις ἔστειχον ἔσω, |917 φιλίας ἀλόχου χέρα βαστάζων, |918 πολυάχητος δ’ εἵπετο κῶμος, |919 τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων, |920 ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρων |921 ὄντες ἀρίστων σύζυγες εἶμεν· |922 νῦν δ’ ὑμεναίων γόος ἀντίπαλος |923 λευκῶν τε πέπλων μέλανες στολμοὶ |924 πέμπουσί μ’ ἔσω |925 λέκτρων κοίτας ἐς ἐρήμους. [antistrophe 2] |926 παρ’ εὐτυχῆ |927 σοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’ |928 ἄλγος· ἀλλ’ ἔσωσας |929 βίοτον καὶ ψυχάν. |930 ἔθανε δάμαρ, ἔλιπε φιλίαν· |931 τί νέον τόδε; πολλοῖς |932 ἤδη παρέλυσεν |933 θάνατος δάμαρτας. |935 φίλοι, γυναικὸς δαίμον’ εὐτυχέστερον |936 τοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως· |937 τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε, |938 πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο. |939 ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμον |940 λυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω. |941 πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι; |942 τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο, |943 τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι; |944 ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία, |945 γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰς |946 θρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγας |947 αὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασι |948 πίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότιν |949 στένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν. |950 τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ με |951 γάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοι |952 γυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαι |953 λεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας. |954 ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε· |955 Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν, |956 ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳ |957 πέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ; |958 στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλων |959 θανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόνα |960 ἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι, |961 κακῶς κλύοντι καὶ κακῶς πεπραγότι; [strophe 1] |962 ἐγὼ καὶ διὰ μούσας |963 καὶ μετάρσιος ᾖξα, καὶ |964 πλείστων ἁψάμενος λόγων |965 κρεῖσσον οὐδὲν Ἀνάγκας |966 ηὗρον, οὐδέ τι φάρμακον |967 Θρῄσσαις ἐν σανίσιν, τὰς |968 Ὀρφεία κατέγραψεν |970 γῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκε |971 φάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν. [antistrophe 1] |973 μόνας δ’ οὔτ’ ἐπὶ βωμοὺς |974 ἔστιν οὔτε βρέτας θεᾶς |975 ἐλθεῖν, οὐ σφαγίων κλύει. |976 μή μοι, πότνια, μείζων |977 ἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ. |978 καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ, |979 σὺν σοὶ τοῦτο τελευτᾷ. |980 καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον, |981 οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς. [strophe 2] |984 καὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς. |985 τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθεν |986 κλαίων τοὺς φθιμένους ἄνω. |987 καὶ θεῶν σκότιοι φθίνουσι |990 παῖδες ἐν θανάτῳ. |991 φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν, |992 φίλα δὲ καὶ θανοῦσ’ ἔσται, |994 γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν. [antistrophe 2] |995 μηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθω |996 τύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίως |997 τιμάσθω, σέβας ἐμπόρων. |1000 καί τις δοχμίαν κέλευθον |1001 ἐκβαίνων τόδ’ ἐρεῖ· |1002 Αὕτα ποτὲ προύθαν’ ἀνδρός, |1003 νῦν δ’ ἐστὶ μάκαιρα δαίμων· |1004 χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσι |1005 φῆμαι. [episode] |1006 —καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος, |1007 Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται. |1008 φίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως, |1009 Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχειν |1010 σιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουν |1011 ἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος· |1012 σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυν |1013 γυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις. |1014 ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων. |1015 κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμην |1016 σπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς. |1017 καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε, |1018 οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι. |1019 ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλιν |1020 λέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών, |1021 ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγων |1022 ἔλθω, τύραννον Βιστόνων κατακτανών. |1023 πράξας δ’ ὃ μὴ τύχοιμι—νοστήσαιμι γάρ— |1024 τήνδε σοῖσι προσπολεῖν δόμοις. |1025 πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς· |1026 ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰς |1027 τιθέντας, ἀθληταῖσιν ἄξιον πόνον, |1028 ὅθεν κομίζω τήνδε νικητήρια |1029 λαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦν |1030 ἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονα |1031 νικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια· |1032 γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲ |1033 αἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές. |1034 ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή· |1035 οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼν |1036 ἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως. |1037 οὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶς |1038 ἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας· |1039 ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον, |1040 εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· |1041 ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν. |1042 γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ, |1043 ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼ |1044 σῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοι |1045 ξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν. |1046 οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασιν |1047 ἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσον |1048 προσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι. |1049 ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή; |1050 νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει. |1051 πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην; |1052 καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένη |1053 ἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιον |1054 εἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω. |1055 ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; |1056 καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει; |1057 διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, |1058 μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτιν |1059 προδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας, |1060 καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν· |1061 πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι, |1062 ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδι |1063 μορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας. |1064 οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτων |1065 γυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον. |1066 δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶν |1067 ἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτων |1068 πηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ, |1069 ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ. |1070 ἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην· |1071 χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν. |1072 εἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴν |1073 ἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτων |1074 γυναῖκα καί σοι τήνδε πορσῦναι χάριν. |1075 σάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε; |1076 οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν. |1077 μή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε. |1078 ῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν. |1079 τί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν; |1080 ἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει. |1081 τὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ. |1082 ἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω. |1083 γυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ; |1084 ὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ. |1085 χρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν. |1086 χρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν. |1087 γυνή σε παύσει καὶ νέου γάμου πόθοι. |1088 σίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην. |1089 τί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος; |1090 οὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται. |1091 μῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς; |1092 κείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών. |1093 αἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις. |1094 ὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν. |1095 ἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος. |1096 θάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς. |1097 δέχου νυν εἴσω τήνδε γενναίων δόμων. |1098 μή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός. |1099 καὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε. |1100 καὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι. |1101 πιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις. |1102 φεῦ. |1102a εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ ῎λαβές ποτε. |1103 νικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί. |1104 καλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω. |1105 ἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει. |1106 χρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί. |1107 εἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν. |1108 νίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς. |1109 ἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον. |1110 κομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις. |1111 οὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις. |1112 σὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους. |1113 ἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας. |1114 οὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα. |1115 τῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ. |1116 ἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε. |1117 τόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης. |1118 καὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν. |1119 ἔχεις; |1119b ἔχω; ναί. |1119c σῷζέ νυν, καὶ τὸν Διὸς |1120 φήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον. |1121 βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπειν |1122 γυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο. |1123 ὦ θεοί, τί λέξω—θαῦμ’ ἀνέλπιστον τόδε— |1124 γυναῖκα λεύσσων τήνδʼ; —ἐμὴν ἐτητύμως; |1125 ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά; |1126 οὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν. |1127 ὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ. |1128 οὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον. |1129 ἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν; |1130 σάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην. |1131 θίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν; |1132 πρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες. |1133 ὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας, |1134 ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν. |1135 ἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν. |1136 ὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον, |1137 εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρ |1138 σῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος. |1139 πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε; |1140 μάχην συνάψας δαιμόνων τῷ κυρίῳ. |1141 ποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν; |1142 τύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν. |1143 τί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή; |1144 οὔπω θέμις σοι τῆσδε προσφωνημάτων |1145 κλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροις |1146 ἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος. |1147 ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢν |1148 τὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους. |1149 καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνον |1150 Σθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών. |1151 μεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ. |1152 αὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ. |1153 ἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον. |1154 ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ, |1155 χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναι |1156 βωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς. |1157 νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίον |1158 τοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι. [anapests] |1159 πολλαὶ μορφαὶ τῶν δαιμονίων, |1160 πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· |1161 καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, |1162 τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. |1163 τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.