##### edition (grc) === poem 1 === 1 κλυτοφόρμιγγες Δ̣[ιὸς ὑ- 2 ψιμέδοντος παρθένοι 3 ¯˘˘Πι]ε̣ρίδες 4 ¯¯]ενυφαι[˘˘¯¯ 5 ¯˘˘]ο̣υς ἵνα κ[¯ 6 ¯¯˘]γαίας Ἰσθμί[ας 7 ¯¯˘]ν, εὐβούλου ν̣[˘¯ 8 ¯˘γαμ]βρὸν Νηρέ[ος 9 !˘!!˘!¯!] νάσοιό τʼ ἐϋ- 10 !!˘!!˘!!] αν, ἔνθ̣[¯˘¯ 13 ὦ Πέλοπος λιπαρᾶς 14 νάσου θεόδματοι πύλαι 19 ¯˘¯¯¯˘ὑφʼ ἅρ]μ̣ασιν ἵππους 20 οἱ δὲ π]έ̣τ̣οντο ![˘¯¯ 21 ¯˘¯¯]εσσιν ἀν[δρῶν 22 ¯˘˘¯˘]τον αὐτ[¯ 23 ¯˘¯]ἄλλαισιν[¯¯¯˘¯¯ 47 ˘˘¯¯¯]ν̣ πυκ[ιν¯ 48 ˘˘¯¯]γοὶ κόρ̣[αι 49 ¯˘˘¯]αγορā 50 ¯¯]ο̣ μελίφρονος ὕπ̣[νου 51 ¯˘˘ἁμετ[έραν 52 ¯¯˘ ἀ̣ρ]χ̣α̣ίαν πόλιν 53 ¯¯˘¯¯]γ̣οιμεν οἴ- 54 κους ἐπʼ]ἀ̣νδ̣ήροις ἁλός 55 ὑπό τʼ α]ὐ̣γαῖς ἀελι̣ο̣υ 72 ¯˘˘¯]σαγόραι 73 ¯¯Μα]κ̣ελὼ δὲ τ[˘¯¯ 74 ¯˘φιλ]āλάκατος, 75 ¯¯]δʼ ἐπʼ εὐναῆ [πόρον 76 ¯¯]α· προσφώνει τέ νιν 77 ¯˘¯]σαίνουσʼ ὀπί· 78 ˘˘¯¯μ]ὲν στέρομαι 79 ˘˘ἀμ]φάκει δύᾳ 80 ¯˘˘¯π]ενίᾳ 81 ¯¯˘˘¯]!γετ[!] πάμπα[ν 82 ¯˘˘¯˘˘]α̣ς 83 ¯¯˘¯¯¯]ομοι 111 ¯ ˘]αφθε[ ¯ ˘ × ¯ ˘ ˘ ¯ ¯ 112 ! ! ς· τριτάτᾳ με[˘ ¯ ¯ 113 ἁμέρᾳ Μίνως ἀρ[ῇο]ς 114 ἤλυθεν αἰολοπρύμνοις 115 ναυσὶ πεντήκοντα σὺν Κρητῶν ὁμίλῳ· 116 Διὸς εὐκλείου δὲ ϝέκα- 117 τι βαθύζωνον κόραν 118 Δεξιθέαν δάμασεν· 119 καί ϝοι λίπεν ἥμισυ λαῶν, 120 ἄνδρας ἀρηϊφίλους, 121 τοῖσιν πολύκρημνον χθόνα 122 νείμας ἀποπλ έω ν ᾤχετʼ ἐς 123 Κνωσὸν ἱμερτὰν πόλιν 124 βασιλεὺς Εὐρωπιάδας· 125 δεκάτῳ δʼ Εὐξάντιον 126 μηνὶ τέ]κʼ εὐπλόκ[αμος 127 νύμφα φερ]εκυδέ[ϊ νάσῳ 128 ¯ ˘ ˘ ¯]πρύτα[νιν 129 δν 138 ἄλλα]ξαν θύγατρες 139 πόλ[ιν ¯ ¯ ¯]ν βαθυδεί- 140 ελον· [ἐκ τᾶ]ς μὲν γένος 141 ἔπλε[το καρτε]ρόχειρ 142 Ἀργεῖος [˘ ¯ ˘] λέοντος 143 θυμὸ[ν ἔχων], ὁπότε 144 χρεῖ[ός τι συμ]βολοῖ μάχας, 145 ποσσί[ν τʼ ἐλα]φρό[ς, π]ατρίων 146 τʼ οὐκ [ἀπόκλαρος κ]αλῶν, 147 τόσα Παν[θείδᾳ κλυτό]το- 148 ξος Ἀπό[λλων ὤπασε]ν, 149 ἀμφί τʼ ἰατορίᾳ 150 ξείνων τε φιλάνορι τιμᾷ· 151 εὖ δὲ λαχὼν Χαρίτων 152 πολλοῖς τε θαυμασθεὶς βροτᾶν 153 αἰῶνʼ ἔλυσεν, πέντε παῖ- 154 δας μεγαινήτους λιπών. 155 τῶν ἕνα ϝοι Κρονίδας 156 ὑψίζυγος Ἰσθμιόνικον 157 θῆκεν ἀντʼ εὐεργεσιᾶν, λιπαρῶν τʼ ἄλ- 158 λων στεφάνων ἐπίμοιρον. 159 φαμὶ καὶ φάσω μέγιστον 160 κῦδος ἔχειν ἀρετάν, πλοῦ- 161 τος δὲ καὶ δειλοῖσιν ἀνθρώπων ὁμιλεῖ, 162 ἐθέλει δʼ αὔξειν φρένας ἀν- 163 δρός· ὁ δʼ εὖ ἔρδων θεοὺς 164 ἐλπίδι κυδροτέρᾳ 165 σαίνει κέαρ· εἰ δʼ ὑγιείας 166 θνατὸς ἐὼν ἔλαχεν, 167 ζώειν τʼ ἀπʼ οἰκείων ἔχει, 168 πρώτοις ἐρίζει· παντί τοι 169 τέρψις ἀνθρώπων βίῳ 170 ἕπεται νόσφιν γε νόσων 171 πενίας τʼ ἀμαχάνου. 172 ἶσον ὅ τʼ ἀφνεὸς ἱ- 173 μείρει μεγάλων ὅ τε μείων 174 παυροτέρων· τὸ δὲ πάν- 175 των εὐμαρεῖν οὐδὲν γλυκὺ 176 θνατοῖσιν, ἀλλʼ αἰεὶ τὰ φεύ- 177 γοντα δίζηνται κιχεῖν. 178 ὅντινα κουφόταται 179 θυμὸν δονέουσι μέριμναι, 180 ὅσσον ἂν ζώῃ λάχε τόνδε χρόνον τι- 181 μάν· ἀρετὰ δʼ ἐπίμοχθος 182 μέν, τε]λευταθεῖσα δʼ ὀρθῶς 183 ἀνδρὶ κ]αὶ εὖτε θάνῃ λεί- 184 πει πο]λυζήλωτον εὐκλείας ἄγαλμα. === poem 2 === 1 ἄ[ϊξεν ἁ] σεμνοδότειρα Φήμα 2 ἐς Κέον ἱεράν, χαριτώ- 3 νυμον φέρουσʼ ἀγγελίαν, 4 ὅτι μ[άχ]ας θρασύχειρος Ἀρ- 5 γεῖος ἄρατο νίκαν· 6 καλῶν δʼ ἀνέμνασεν, ὅσʼ ἐν κλεεννῷ 7 αὐχένι ϝισθμοῦ ζαθέαν 8 λιπόντες Εὐξαντίδα νᾶ- 9 σον ἐπεδείξαμεν ἑβδομή- 10 κοντα σὺν στεφάνοισιν. 11 καλεῖ δὲ Μοῦσʼ αὐθιγενὴς 12 γλυκεῖαν αὐλῶν καναχάν, 13 γεραίρουσʼ ἐπινικίοις 14 Πανθείδα φίλον υἱόν. === poem 3 === 1 ἀριστοκάρπου Σικελίας κρέουσαν 2 Δάματρα ϝιοστέφανόν τε κούραν 3 ὕμνει, γλυκύδωρε Κλειοῖ, θοάς τʼ Ὀ- 4 λυμπιοδρόμους Ἱέρωνος ἵππους. 5 σεύον]το γὰρ σὺν ὑπερόχῳ τε Νίκᾳ 6 σὺν Ἀγ]λαΐᾳ τε παρʼ εὐρυδίναν 7 Ἀλφ εό ν, τόθι Δ]εινομέν εο ς ἔθηκαν 8 ὄλβιον [γόνον στεφάνω]ν κυρῆσαι. 9 θρόησε δὲ λ[αὸς ἀπείρων· 10 ἆ τρισευδαίμ[ων ἀνήρ, 11 ὃ παρὰ Ζηνὸς λαχὼν 12 πλείσταρχον Ἑλλάνων γέρας 13 οἶδε πυργωθέντα πλοῦτον μὴ μελαμ- 14 φαρέϊ κρύπτειν σκότῳ. 15 βρύει μὲν ἱερὰ βουθύτοις ἑορταῖς, 16 βρύουσι φιλοξενίας ἀγυιαί· 17 λάμπει δʼ ὑπὸ μαρμαρυγαῖς ὁ χρυσὸς 18 ὑψιδαιδάλτων τριπόδων σταθέντων 19 πάροιθε ναοῦ, τόθι μέγιστον ἄλσος 20 Φοίβου παρὰ Κασταλίας ῥεέθροις 21 Δελφοὶ διέπουσι. θεόν, θεόν τις 22 ἀγλαϊζέτ ω, ὁ γὰρ ἄριστος ὄλβων. 23 ἐπεί ποτε καὶ δαμασίππου 24 Λυδίας ἀρχαγέταν, 25 εὖτε τὰν πεπ[ρωμέναν 26 Ζηνὸς τελε[ιοῦσαι κρίσιν 27 Σάρδιες Περσᾶ[ν ἐπορθεῦντο στρ]ατῷ, 28 Κροῖσον ὁ χρυσά[ορος 29 φύλαξʼ Ἀπόλλων. [ὁ δʼ ἐς ἄ]ελπτον ἆμαρ 30 μολὼν πολυδ[άκρυον] οὐκ ἔμελλε 31 μίμνειν ἔτι δ[ουλοσύ]ναν· πυρὰν δὲ 32 χαλκοτειχέος π[ροπάροι]θεν αὐ[λᾶς 33 ναήσατʼ, ἔνθα σὺ[ν ἀλόχῳ] τε κεδνᾷ 34 σὺν εὐπλοκάμοις τʼ ἐπέβαινʼ ἄλα[στον 35 θυγατράσι δυρομέναις· χέρας δʼ ἐς 36 αἰπὺν αἰθέρα σφετέρας ἀείρας 37 γέγω]νεν· ὑπέρβιε δαῖμον, 38 ποῦ θεῶν ἐστιν χάρις; 39 ποῦ δὲ Λατοίδας ἄναξ; 40 πίτνουσ]ιν Ἀλυάττα δόμοι, 41 ¯˘¯×¯˘¯×] μυρίων 42 ¯˘¯×¯˘¯]ν; 43 ׯ˘˘×˘˘˘¯˘]ν ἄστυ, 44 φοινίσσεται αἵματι χρυσο]δίνας 45 Πακτωλός· ἀεικελίως γυναῖκες 46 ἐξ ἐϋκτίτων μεγάρων ἄγονται· 47 τὰ πρόσθε δʼ ἐχθρὰ φίλα· θανεῖν γλύκιστον. 48 τόσʼ εἶπε, καὶ ἁβροβάταν κέλευσεν 49 ἅπτειν ξύλινον δόμον. ἔ[κλαγ]ον δὲ 50 παρθένοι, φίλας τʼ ἀνὰ ματρὶ χεῖρας 51 ἔβαλλον· ὁ γὰρ προφανὴς θνα- 52 τοῖσιν ἔχθιστος φόνων· 53 ἀλλʼ ἐπεὶ δεινοῦ πυρὸς 54 λαμπρὸν διάϊ[σσεν μέ]νος, 55 Ζεὺς ἐπιστάσα[ς μελαγκευ]θὲς νέφος 56 σβέννυεν ξανθὰ[ν φλόγα. 57 ἄπιστον οὐδέν, ὅ τι θ[εῶν μέ]ριμνα 58 τεύχει· τότε Δαλογενὴς Ἀπόλλων 59 φέρων ἐς Ὑπερβορέους γέροντα 60 σὺν τανισφύροις κατένασσε κούραις 61 δι’ εὐσέβειαν, ὅτι μέγιστα θνατῶν. 62 ἐς ἀγαθέαν ἀνέπεμψε Πυθώ. 63 ὅσοι γε μὲν Ἑλλάδʼ ἔχουσιν, οὔτι[ς, 64 ὦ μεγαίνητε Ἱέρων, θελήσει 65 φάμ]εν σέο πλείονα χρυσὸν 66 Λοξί]ᾳ πέμψαι βροτῶν. 67 εὖ λέγ]ειν πάρεστιν, ὅσ- 68 τις μὴ φθόνῳ πιαίνεται, 69 θεοφι]λῆ φίλιππον ἄνδρʼ ἀρήϊον, 70 τεθμ]ίου σκᾶπτρον Διὸς 71 ἰοπλό]κων τε μέρο[ς ἔχοντ]α Μουσᾶν· 72 ὡς δʼ ἐν] Μαλέᾳ ποτέ, [χεῖμα δαί]μων 73 ἐπʼ ἔθ]νος ἐφάμερον α[ἶψʼ ἵησι. 74 καίρι]α σκοπεῖς· βραχ[ὺς ἄμμιν αἰών· 75 δολό]εσσα δʼ ἐλπὶς ὑπ[ὸ κέαρ δέδυκεν 76 ἐφαμ]ερίων· ὁ δʼ ἄναξ [Ἀπόλλων 77 ὁ βουκό]λος εἶπε Φέρη[τος υἷι· 78 θνατὸν εὖντα χρὴ διδύμους ἀέξειν 79 γνώμας, ὅτι τʼ αὔριον ὄψ εα ι 80 μοῦνον ἁλίου φάος, 81 χὥτι πεντήκοντʼ ἔτ εα 82 ζωὰν βαθύπλουτον τελεῖς. 83 ὅσια δρῶν εὔφραινε θυμόν· τοῦτο γὰρ 84 κερδέων ὑπέρτατον. 85 φρον έο ντι συνετὰ γαρύω· βαθὺς μὲν 86 αἰθὴρ ἀμίαντος· ὕδωρ δὲ πόντου 87 οὐ σάπεται· εὐφροσύνα δʼ ὁ χρυσός· 88 ἀνδρὶ δʼ οὐ θέμις, πολιὸν π[αρ]έντα 889 γῆρας, θάλειαν αὖτις ἀγκομίσσαι 90 ἥβαν. ἀρετᾶ[ς γε μ]ὲν οὐ μινύθει 91 βροτῶν ἅμα σ[ώμα]τι φέγγος, ἀλλὰ 92 Μοῦσά νιν τρ[έφει]. Ἱέρων, σὺ δʼ ὄλβου 93 κάλλιστʼ ἐπεδ[είξ]αο θνατοῖς 94 ἄνθεα· πράξα[ντι] δʼ εὖ 95 οὐ φέρει κόσμον σιω- 96 πά· σὺν δʼ ἀλαθείᾳ καλῶν 97 καὶ μελιγλώσσου τις ὑμνήσει χάριν 98 Κηΐας ἀηδόνος. === poem 4 === 1 ἔτι Συρακοσίαν φιλεῖ 2 πόλιν ὁ χρυσοκόμας Ἀπόλλων, 3 ἀστύθεμίν θʼ Ἱέρωνα γεραίρει· 4 τρίτον γὰρ παρʼ ὀμφα]λὸν ὑψιδείρου χθονὸς 5 Πυθιόνικ[ος ἀείδε]ται 6 ὠκυπόδ[ων ἀρετᾶ] σὺν ἵππων. 7 έ̣[!!!!] ἁδυεπὴς ἀ[να- 8 ξιφόρ]μιγγος Ουρ[αν]ίας ἀλέκτωρ 9 !!!!!!]εν· ἀλλʼ ἑκ[όν]τι νόῳ, 10 !!!!!ο]υς ἐπέσεισ̣εν ὕμνους 11 ἔτι δὲ τέ]τρατον εἴ τις ορ- 12 !!!!!!!]εἵλκε Δίκ]ας τάλαν[τον 13 Δεινομέν εό ς κʼ ἐγερα[ίρο]μεν υἱόν. 14 πάρεστίν νιν ἀγχιάλοισ[ι Κρίσ]ας μυχοῖς 15 μοῦνον ἐπιχθονίων τάδε 16 μησάμενον στεφάνοις ἐρέπτειν 17 δύο τʼ Ὀλυμπιονίκας 18 ἀείδειν. τί φέρτερον ἢ θεοῖσιν 19 φίλον ἐόντα παντο[δα]πῶν 20 λαγχάνειν ἄπο μοῖρα[ν ἐσ]θλῶν; === poem 5 === 1 εὔμοιρε Συρακοσίων 2 ἱπποδινήτων στραταγέ, 3 γνώσει μὲν ἰοστεφάνων 4 Μοισᾶν γλυκύδωρον ἄγαλμα, τῶν γε νῦν 5 αἴ τις ἐπιχθονίων, 6 ὀρθῶς· φρένα δʼ εὐθύδικον 7 ἀτρέμʼ ἀμπαύσας μεριμνᾶν 8 δεῦρʼ ἐπάθρησον νόῳ, 9 ᾗ σὺν Χαρίτεσσι βαθυζώνοις ὑφάνας 10 ὕμνον ἀπὸ ζαθέας 11 νάσου ξένος ὑμετέραν πέμ- 12 πει κλεεννὰν ἐς πόλιν, 13 χρυσάμπυκος Οὐρανίας κλει- 14 νὸς θεράπων· ἐθέλει δὲ 15 γᾶρυν ἐκ στηθ έω ν χέων 16 αἰνεῖν Ἱέρωνα. βαθὺν 17 δʼ αἰθέρα ξουθαῖσι τάμνων 18 ὑψοῦ πτερύγεσσι ταχεί- 19 αις αἰετὸς εὐρυάνακτος ἄγγελος 20 Ζηνὸς ἐρισφαράγου 21 θαρσεῖ κρατερᾷ πίσυνος 22 ἰσχύϊ, πτάσσοντι δʼ ὄρνι- 23 χες λιγύφθογγοι φόβῳ· 24 οὔ νιν κορυφαὶ μεγάλας ἴσχουσι γαίας, 25 οὐδʼ ἁλὸς ἀκαμάτας 26 δυσπαίπαλα κύματα· νωμᾶ- 27 ται δʼ ἐν ἀτρύτῳ χάει 28 λεπτότριχα σὺν ζεφύρου πνοι- 29 αῖσιν ἔθειραν ἀρίγνω- 30 τος μετʼ ἀνθρώποις ἰδεῖν· 31 τὼς νῦν καὶ ἐμοὶ μυρία πάντᾳ κέλευθος 32 ὑμετέραν ἀρετὰν 33 ὑμνεῖν, κυανοπλοκάμου θʼ ἕκατι Νίκας 34 χαλκεοστέρνου τʼ Ἄρηος, 35 Δεινομένευς ἀγέρω- 36 χοι παῖδες· εὖ ἔρδων δὲ μὴ κάμοι θεός. 37 ξανθότριχα μὲν Φερένικον 38 Ἀλφεὸν παρʼ εὐρυδίναν 39 πῶλον ἀελλοδρόμαν 40 εἶδε νικάσαντα χρυσόπαχυς Ἀώς, 41 Πυθῶνί τʼ ἐν ἀγαθέᾳ· 42 γᾷ δʼ ἐπισκήπτων πιφαύσκω· 43 οὔπω νιν ὑπὸ προτέρων 44 ἵππων ἐν ἀγῶνι κατέχρανεν κόνις 45 πρὸς τέλος ὀρνύμενον· 46 ῥιπᾷ γὰρ ἴσος βορέα 47 ὃν κυβερνήταν φυλάσσων 48 ἵεται νεόκροτον 49 νίκαν Ἱέρωνι φιλοξείνῳ τιτύσκων. 50 ὄλβιος ᾧτινι θ εὸ ς 51 μοῖράν τε καλῶν ἔπορεν 52 σύν τʼ ἐπιζήλῳ τύχᾳ 53 ἀφν εὸ ν βιοτὰν διάγειν· οὐ 54 γάρ τις ἐπιχθονίων 55 πάντα γʼ εὐδαίμων ἔφυ. 56 καὶ μάν π]οτʼ ἐρειψιπύλαν 57 παῖδʼ ἀνίκ]ατον λέγουσιν 58 δῦναι Διὸς] ἀργικεραύ- 59 νου δώματα Φερσεφόνας τανισφύρου, 60 καρχαρόδοντα κύνʼ ἄ- 61 ξοντʼ ἐς φάος ἐξ Ἀΐδα, 62 υἱὸν ἀπλάτοιʼ Ἐχίδνας· 63 ἔνθα δυστάνων βροτῶν 64 ψυχὰς ἐδάη παρὰ Κωκυτοῦ ῥεέθροις, 65 οἷά τε φύλλʼ ἄνεμος 66 Ἴδας ἀνὰ μηλοβότους 67 πρῶνας ἀργηστὰς δονεῖ. 68 ταῖσιν δὲ μετέπρεπεν εἴδω- 69 λον θρασυμέμνονος ἐγ- 70 χεσπάλου Πορθανίδα· 71 τὸν δʼ ὡς ἴδεν Ἀλκμήνιος θαυμαστὸς ἥρως 72 τεύχεσι λαμπόμενον, 73 νευρὰν ἐπέβασε λιγυκλαγγῆ κορώνας, 74 χαλκεόκρανον δʼ ἔπειτʼ ἐξ- 75 είλετο ϝιὸν ἀνα- 76 πτύξας φαρέτρας πῶμα· τῷ δʼ ἐναντία 77 ψυχὰ προφάνη Μελεάγρου 78 καί νιν εὖ εἰδὼς προσεῖπεν· 79 υἱὲ Διὸς μεγάλου, 80 στᾶθί τʼ ἐν χώρᾳ, γελανώσας τε θυμόν 81 μὴ ταΰσιον προΐει 82 τραχὺν ἐκ χειρῶν ὀϊστὸν 83 ψυχαῖσιν ἔπι φθιμένων· 84 οὔτοι δέος. ὣς φάτο· θάμβησεν δʼ ἄναξ 85 Ἀμφιτρυωνιάδας, 86 εἶπέν τε· τίς ἀθανάτων 87 ἢ βροτῶν τοιοῦτον ἔρνος 88 θρέψεν ἐν ποίᾳ χθονί; 89 τίς δʼ ἔκτανεν ; ἦ τάχα καλλίζωνος Ἥρα 90 κεῖνον ἐφʼ ἁμετέρᾳ 91 πέμψει κεφαλᾷ· τὰ δέ που 92 Παλλάδι ξανθᾷ μέλει. 93 τὸν δὲ προσέφα Μελέαγρος 94 δακρυόεις· χαλεπὸν 95 θ εῶ ν παρατρέψαι νόον 96 ἄνδρεσσιν ἐπιχθονίοις. 97 καὶ γὰρ ἂν πλάξιππος Οἰνεὺς 98 παῦσεν καλυκοστεφάνου 99 σεμνᾶς χόλον Ἀρτέμιδος λευκωλένου 100 λισσόμενος πολέων 101 τʼ αἰγῶν θυσίαισι πατὴρ 102 καὶ βοῶν φοινικονώτων· 103 ἀλλʼ ἀνίκατον θεὰ 104 ἔσχεν χόλον· εὐρυβίαν δʼ ἔσσευε κούρα 105 κάπρον ἀναιδομάχαν 106 ἐς καλλίχορον Καλυδῶ- 107 νʼ, ἔνθα πλημύρων σθένει 108 ὄρχους ἐπέκειρεν ὀδόντι, 109 σφάζε τε μῆλα, βροτῶν 110 θʼ ὅστις εἰσάνταν μόλοι. 111 τῷ δὲ στυγερὰν δῆριν Ἑλλάνων ἄριστοι 112 στασάμεθʼ ἐνδυκέως 113 ἓξ ἄματα συνεχέως· ἐπεὶ δὲ δαίμων 114 κάρτος Αἰτωλοῖς ὄρεξεν, 115 θάπτομεν οὓς κατέπε- 116 φνεν σῦς ἐριβρύχας ἐπαΐσσων βίᾳ, 117 Ἀγκαῖον ἐμῶν τʼ Ἀγέλαον 118 φ[έρτ]ατον κεδνῶν ἀδελφ εῶ ν, 119 οὓς τέ]κεν ἐν μεγάροις 120 πατρὸ]ς Ἀλθαία περικλειτοῖσιν Οἰνέος· 121 τῶν δʼ ὤ]λεσε μοῖρʼ ὀλοὰ 122 πλεῦνα]ς· οὐ γάρ πω δαΐφρων 123 παῦσεν] χόλον ἀγροτέρα 124 Λατοῦς θυγάτηρ· περὶ δʼ αἴθωνος δορᾶς 125 μαρνάμεθʼ ἐνδυκέως 126 Κουρῆσι μενεπτολέμοις· 127 ἔνθʼ ἐγὼ πολλοῖς σὺν ἄλλοις 128 Ἴφικλον κατέκτανον 129 ἐσθλόν τʼ Ἀφάρητα, θοοὺς μάτρωας· οὐ γὰρ 130 καρτερόθυμος Ἄρης 131 κρίνει φίλον ἐν πολέμῳ· 132 τυφλὰ δʼ ἐκ χειρῶν βέλη 133 ψυχαῖς ἔπι δυσμενέων φοι- 134 τᾷ θάνατόν τε φέρει 135 τοῖσιν ἂν δαίμων θέλῃ· 136 ταῦτʼ οὐκ ἐπιλεξαμένα 137 Θεστίου κούρα δαΐφρων 138 μάτηρ κακόποτμος ἐμοὶ 139 βούλευσεν ὄλεθρον ἀτάρβακτος γυνά· 140 καῖέ τε δαιδαλέας 141 ἐκ λάρνακος ὠκύμορον 142 φιτρὸν ἀγκλαύσασα, τὸν δὴ 143 μοῖρʼ ἐπέκλωσεν τότε 144 ζωᾶς ὅρον ἁμετέρας ἔμμεν. τύχον μὲν 145 Δαϊπύλου Κλύμενον 146 παῖδʼ ἄλκιμον ἐξεναρί- 147 ζων ἀμώμητον δέμας, 148 πύργων προπάροιθε κιχήσας· 149 τοὶ δὲ πρὸς εὐκτιμέναν 150 φεῦγον ἀρχαίαν πόλιν 151 Πλευρῶνα· μινύνθη δέ μοι ψυχὰ γλυκεῖα, 152 γνῶν δʼ ὀλιγοσθενέων· 153 αἰαῖ· πύματον δὲ πνέων δάκρυσα τλ[άμων 154 ἀγλαὰν ἥβαν προλείπων. 155 φασὶν ἀδεισιβόαν 156 Ἀμφιτρύωνος παῖδα μοῦνον δὴ τότε 157 τέγξαι βλέφαρον, ταλαπενθ έο ς 158 πότμον οἰκτίροντα φωτός· 159 καί νιν ἀμειβόμενος 160 τοῖʼ ἔφα· θνατοῖσι μὴ φῦναι φέριστον, 161 μηδʼ ἀελίου προσιδεῖν 162 φέγγος· ἀλλʼ οὐ γάρ τίς ἐστιν 163 πρᾶξις τάδε μυρομένοις, 164 χρὴ κεῖνο λέγειν ὅ,τι καὶ μέλλει τελεῖν. 165 ἦ ῥα τις ἐν μεγάροις 166 Οἰνῆος ἀρηϊφίλου 167 ἔστιν ἀδμήτα θυγάτρων, 168 σοὶ φυὰν ἀλιγκία; 169 τάν κεν λιπαρὰν ἐθέλων θείμαν ἄκοιτιν. 170 τὸν δὲ μενεπτολέμου 171 ψυχὰ προσέφα Μελεά- 172 γρου· λίπον χλωραύχενα 173 ἐν δώμασι Δαϊάνειραν, 174 νῆϊν ἔτι χρυσέας 175 Κύπριδος θελξιμβρότου. 176 λευκώλενε Καλλιόπα, 177 στᾶσον εὐποίητον ἅρμα 178 αὐτοῦ· Δία τε Κρονίδαν 179 ὕμνησον Ὀλύμπιον ἀρχαγὸν θεῶν, 180 τόν τʼ ἀκαμαντορόαν 181 Ἀλφ εό ν, Πέλοπός τε βίαν, 182 καὶ Πίσαν, ἔνθʼ ὁ κλεεννὸς 183 ποσσὶ νικάσας δρόμῳ 184 ἦλθ]εν Φερένικος ἐς εὐπύργους Συρακόσ- 185 σας Ἱέρωνι φέρων 186 εὐδ]αιμονίας πέταλον. 187 χρὴ δʼ ἀλαθείας χάριν 188 αἰνεῖν, φθόνον ἀμφοτέραισιν 189 χερσὶν ἀπωσάμενον, 190 εἴ τις εὖ πράσσοι βροτῶν. 191 Βοιωτὸς ἀνὴρ τᾷδε φών[ησεν, γλυκειᾶν 192 Ἡσίοδος πρόπολος 193 Μουσᾶν, ὃν ἂν ἀθάνατοι τι[μῶσι, τούτῳ 194 καὶ βροτῶν φήμαν ἕπ[εσθαι. 195 πείθομαι εὐμαρέως 196 εὐκλ έα κελεύθου γλῶσσαν οὐ[κ ἐκτὸς δίκας 197 πέμπειν Ἱέρωνι· τόθεν γὰρ 198 πυθμένες θάλλουσιν ἐσθλ[ῶν, 199 τοὺς ὁ μεγιστοπάτωρ 200 Ζεὺς ἀκινήτους ἐν εἰρήν[ᾳ φυλάσσοι. === poem 6 === 1 Λάχων Διὸς μεγίστου 2 λάχε φέρτατον πόδεσσι 3 κῦδος ἐπʼ Ἀλφ εοῦ προχοαῖσ[ι νικῶν, 4 διʼ ὅσσα πάροιθεν 5 ἀμπελοτρόφον Κέον 6 ἄεισάν ποτʼ Ὀλυμπίᾳ 7 πύξ τε καὶ στάδιον κρατεῦ- 8 σαν] στεφάνοις ἐθείρας 9 νεανίαι βρύοντες. 10 σὲ δὲ νῦν ἀναξιμόλπου 11 Οὐρανίας ὕμνος ἕκατι νίκ[ας 12 Ἀριστομένειον 13 ὦ ποδάνεμον τέκος, 14 γεραίρει προδόμοις ἀοι- 15 δαῖς, ὅτι στάδιον κρατή- 16 σας Κέον εὐκλέϊξας. === poem 7 === 1 ὦ λιπαρὰ θύγατερ Χρόνου τε κ[αὶ 2 Νυκτός, σὲ πεντήκοντα μηνῶν ἁμέραν 3 ἑκκαιδεκάταν ἐν Ὀλυμπ[ίᾳ ˘¯ 4 !!!]β̣αρυβρ[!!!!!!!!!!!!!] ἕκατι 5 !!!]ι̣τοσαιμα̣[ 6 κρίνειν τα[χυτᾶτά τε] λαιψηρῶν ποδῶν 7 Ἕλλασι καὶ γυίων ἀρισταλκὲς σθένος· 8 ᾧ δὲ σὺ πρεσβύτατον νείμῃς γέρας 9 νίκας ἐπʼ ἀνθρώποισιν εὔδοξος κέκλη- 10 ται καὶ πολυζήλωτος. Ἀρ[ιστομένει]ον 11 νῦν γ]ʼ ἐκόσμη[σας στε]φάν[οισι Λάχω]να === poem 8 === 17 Πυθῶνά τε μηλοθύταν 18 ὑμν έω ν Νεμέαν τε καὶ Ἰσθμόν· 19 γᾷ δʼ ἐπισκήπτων χέρα 20 κομπάσομαι· σὺν ἀλα- 21 θείᾳ δὲ πᾶν λάμπει χρέος· 22 οὔτις ἀνθρώπων κ[αθʼ Ἕλλα- 23 νας ἐν ἅλικι χρόνῳ 24 παῖς ἐὼ ν ἀνήρ τε π[λεῦ- 25 νας ἐδέξατο νίκας. 26 ὦ Ζεῦ κεραυνεγχές, κα[ὶ ἐπʼ ἀργυ]ροδίνα 27 ὄχθαισιν Ἀλφειοῦ τέλεσσ[ας μεγ]αλοκλ έα ς 28 θ εο δότους εὐχάς, περὶ κ[ρατί τʼ ὄ]πα[σσα]ς 29 γλαυκὸν Αἰτωλίδος 30 ἄνδημʼ ἐλαίας 31 ἐν Πέλοπος Φρυγίου 32 κλεινοῖς ἀέθλοις. === poem 9 === 1 δόξαν, ὦ χρυσαλάκατοι Χάριτες, 2 πεισίμβροτον δοίητʼ, ἐπεὶ 3 Μουσᾶν γε ϝιοβλεφάρων θεῖος προφάτας 4 εὔτυκος Φλειοῦντά τε καὶ Νεμεαίου 5 Ζηνὸς εὐθαλὲς πέδον 6 ὑμνεῖν, ὅθι μηλοδαΐκταν 7 θρέψεν ἁ λευκώλενος 8 Ἥρα περικλειτῶν ἀέθλων 9 πρῶτον Ἡρακλεῖ βαρύφθογγον λέοντα. 10 κεῖ[θι φοι]νικάσπιδες ἡμίθεοι 11 πρώτιστον Ἀργείων κριτοὶ 12 ἄθλησαν ἐπʼ Ἀρχεμόρῳ, τὸν ξανθοδερκὴς 13 πέφνʼ ἀωτεύοντα δράκων ὑπέροπλος, 14 σᾶμα μέλλοντος φόνου. 15 ὦ μοῖρα πολυκρατές· οὔ νιν 16 πεῖθʼ Ὀϊκλείδας πάλιν 17 στείχειν ἐς εὐάνδρους ἀγυιάς. 18 ἐλπὶς ἀνθρώπων ὑφαιρ[εῖται νόημ]α 19 ἃ καὶ τότʼ Ἄδραστον Ταλ[αϊονίδαν 20 πέμπεν ἐς Θήβας Πολυνείκεϊ πλα[γκτῷ] πρόξεν[ον. 21 κείνων ἀπʼ εὐδόξων ἀγώνων 22 ἐν Νεμ έᾳ κλεινοὶ βροτῶν 23 οἳ τριέτει στεφάνῳ 24 ξανθὰν ἐρέψωνται κόμαν. 25 Αὐτομήδει νῦν γε νικά- 26 σαντί νιν δαίμων ἔδωκεν. 27 πενταέθλοισιν γὰρ ἐνέπρεπεν ὡς 28 ἄστρων διακρίνει φάη 29 νυκτὸς διχομήνιδος εὐφεγγὴς σελάνα· 30 τοῖος Ἑλλάνων διʼ ἀπείρονα κύκλον 31 φαῖνε θαυμαστὸν δέμας, 32 δισκὸν τροχοειδέα ῥίπτων, 33 καὶ μελαμφύλλου κλάδον 34 ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων 35 αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν, 36 ἢ τελευταίας ἀμάρυγμα πάλας· 37 τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι 38 γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας 39 ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν, 40 τοῦ κ[λέος π]ᾶσαν χθόνα 41 ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου· 42 ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ 43 οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν 44 ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος, 45 σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν, 46 ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος. 47 στείχει διʼ εὐρείας κελεύθου 48 μυρία παντᾷ φάτις 49 σᾶς γενεᾶς λιπαρο- 50 ζώνων θυγάτρων, ἃς θεοὶ 51 σὺν τύχαις ᾤκισσαν ἀρχα- 52 γοὺς ἀπορθήτων ἀγυιᾶν. 53 τίς γὰρ οὐκ οἶδεν κυανοπλοκάμου 54 Θήβας ἐΰδμ[ατον πόλι]ν, 55 ἢ τὰν μεγαλώνυ]μον Αἴγιναν, μεγίστου 56 Ζηνὸς ἃ πλαθεῖσα λέ]χει τέκεν ἥρω 57 ¯ δ̣ε̣σ̣ω̣ ¯ ¯ ου· 58 ὃς γ]ᾶς βασά[νοισιν Ἀχ]αιῶν 59 ¯ ˘ ¯ × ¯ ˘ ¯ 60 ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ ¯ 61 α[˘ ¯ ¯ ¯ ˘ ε]ὔπ[ε]πλον [ 62 ἠ[δὲ Πειράν]αν ἑλικοστέφα[νον 63 κ[ούραν, ὅ]σαι τʼ ἄλλαι θεῶν 64 ε̣[ὐναῖς ἐδ]άμησαν ἀριγνώτοις π[α]λαι[οῦ 65 παῖδες αἰ]δ̣οῖαι ποταμοῦ κελάδοντος· 66 ¯˘¯¯]αν πόλιν 67 ¯¯˘˘¯]σί τε νίκα[ς 68 ¯˘¯ αὐ]λῶν βοαὶ 69 σύμφωνα πνείο]υσαι· με[γίστου 70 ¯˘¯¯¯˘¯¯¯˘¯]α̣ν· 71 ¯¯˘¯¯¯˘˘¯˘]νέος 72 χρ]υσέα[ν προσ]θέντα ϝιόπλοκον εὖ εἰπεῖν [κόραν, 73 καὶ μ]ατ[έρʼ ἀγ]νάμπτων ἐρώτων 74 ¯ ˘ ¯ κλε]ινὰν βροτο[ῖς 75 ¯ ˘ ˘ ¯ ˘]λέων 76 ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ 77 ¯ ˘ ¯ νασι]ώταν 78 ¯ ˘ ¯ ¯ ¯ ˘]ν ὕμνον, 79 ¯ ˘ ¯ ¯ ¯] καὶ ἀποφθιμένῳ 80 τὸν πάντʼ ἐς ἄτ]ρυτον χρόνον, 81 καὶ τοῖς ἐπιγ]ιγνομένοις αἰεὶ πιφαύσκοι 82 σὰν Νε]μέᾳ νίκαν· τό [γέ] τοι καλὸν ἔργον 83 γνησίων ὕμνων τυχὸν 84 ὑψοῦ παρὰ δαίμοσι κεῖται· 85 σὺν δʼ ἀλαθείᾳ βροτῶν 86 κάλλιστον, εἴπ[ερ καὶ θάνῃ τις, 87 λείπεται Μουσᾶν [˘¯¯¯ ἄθυ]ρμα. 88 εἰσὶ δʼ ἀνθρ[ώπων ˘˘¯˘˘¯ 89 πολλαί· διακρίνει δὲ θ εῶ ν 90 βουλὰ [τὸ καλυπτό]μενον νυκτὸς [δνόφοισιν· 91 !]!!![˘¯¯¯˘]γε καὶ τὸν ἀρείω 92 ¯˘¯¯¯˘]που. 93 ¯¯˘˘¯˘˘]εύσων 94 ¯˘¯¯¯˘¯ 95 ¯¯˘¯¯¯˘ π]αύροις 96 ἀν]δρ[άσιν ¯¯˘¯¯¯]ι̣ τὸ μέλλον· 97 !!]ι̣μιω̣[¯¯˘ ἔδ]ωκε χάριν 98 κ]αὶ Διων[ύσου Κρονίδας] θεοτίματον πόλιν 99 ναίειν ἀπο[ρθήτους θαλ]εῦντας· 100 χρυσεοσκάπτρ[ου Διὸς 101 ὅς] τι καλὸν φέ[ρεται, 102 πᾶς αἰ]νέοι· Τιμοξ[ένου 103 πα]ιδὶ σὺν κώ[μοις ἁμαρ- 104 τ[έ]ο]ιτε πεντ[άθλου ϝέκατι. === poem 10 === 1 Φή]μα, σὺ γ[ὰ]ρ ἀ[γγελίαις θνατῶν ἐπ]οιχνεῖς 2 φῦ]λα, καὶ πᾶ[!¯˘¯× 3 !!!!!]μ̣εαλμει̣[˘˘¯ 4 !!!!!]πὸ κεύ[˘˘¯× 5 !!!!]νωνται [¯˘¯¯ 6 ¯˘]!!ῳ ξ[υν]όν, ὅ,τι χρυ[σέαν ˘˘¯ 7 ο[!!!] ὀφθαλμοῖσι Ν[ίκαν 8 π[αῦλ]αν ἀπράκταν [!!!!![ 9 Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας 10 νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν, 11 ἀχ]ειρὲς ἵνʼ ἀθάνατον Μουσᾶν ἄγαλμα 12 ξυνὸν ἀνθρώποισιν εἴη 13 χάρμα, τεὰν ἀρετὰν 14 μανῦον ἐπιχθονίοισιν, 15 ὁσσάκις Νίκας ἕκατι 16 ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν 17 κῦδος εὐρείαις Ἀθάναις 18 θῆκας Οἰνείδαις τε δόξαν. 19 ἐν Ποσειδᾶνος περικλειτοῖς ἀέθλοις 20 εὐθὺς ἔνδειξ]ας Ἕλλασιν ποδῶν ὁρμὰν ταχεῖαν· 21 δεύτερον δʼ οὔ]ροισιν ἔπι σταδίου, 22 θερμ[ὰν ἔτι] πνέων ἄελλαν, 23 ἔστα[· βρέχω]ϝ̣ δʼ ᾆξʼ αὖτε θατήρων ἐλαίῳ 24 φάρε[ʼ ἐς εὔθροο]ν ἐμπίτνων ὅμιλον, 25 τετρ[αέλικτο]ν ἐπεὶ 26 κάμ[ψεν δρό]μον. Ἰσθμιονίκαν 27 δίς ν[ιν ἀγκ]άρυξαν εὐβού- 28 λων [ἀεθλάρχ]ων προφᾶται· 29 δὶς δʼ ἐ[ν Νεμέ]ᾳ Κρονίδα Ζηνὸς παρʼ ἁγνὸν 30 βωμό[ν· ἁ κλει]νά τε Θήβα 31 δέκτ[ό νιν ε]ὐρύχορόν 32 τʼ Ἄργο[ς Σικυώ]ν τε κατʼ αἶσαν· 33 οἵ τε Π[ελλάν]αν νέμονται, 34 ἀμφί τʼ Εὔβοιαν πολ[υλάϊο]ν, οἵ θʼ ἱερὰν 35 νᾶσο[ν Αἴγιν]αν. ματεύει 36 δʼ ἄλλ[ος ἀλλοί]αν κέλευθον, 37 ἅντι[να στείχ]ων ἀριγνώτοιο δόξας 38 τεύξεται. μυρίαι δʼ ἀνδρῶν ἐπιστᾶμαι πέλονται· 39 ἢ γὰρ σοφὸς ἢ Χαρίτων τιμᾶν λελογχὼς 40 ἐλπίδι χρυ εῳ τέθαλεν· 41 ἤ τινα θευπροπίαν 42 εἰδώς· ἕτερος δʼ ἐπὶ πάσι 43 ποικίλον τόξον τιταίνει· 44 οἱ δʼ ἐπʼ ἔργοισίν τε καὶ ἀμφὶ βοῶν ἀγέλαις 45 θυμὸν αὔξουσιν· τὸ μέλλον 46 δʼ ἀκρίτους τίκτει τελευτάς, 47 πᾷ τύχα βρίσει. τὸ μὲν κάλλιστον, ἐσθλὸν 48 ἄνδρα πολλῶν ὑπʼ ἀνθρώπων πολυζήλωτον εἶμεν· 49 οἶδα καὶ πλούτου μεγάλαν δύνασιν, 50 ἃ καὶ τὸν ἀχρεῖον τί[θησ]ι 51 χρηστόν. τί μακρὰν γλῶσσαν ἰθύσας ἐλαύνω 52 ἐκτὸς ὁδοῦ ; πέφαται θνατοῖσι νίκας 53 ὕστε]ρον εὐφροσύνα· 54 αὐλῶν [δὲ ˘¯˘˘¯¯ 55 μειγν̣[υτ¯¯˘¯¯ 56 χρή τιν[¯¯¯˘¯¯ === poem 11 === 1 Νίκα [γλυκύδωρε, μεγίσταν 2 σοὶ πατ[ὴρ ὤπασσε τιμὰν 3 ὑψίζυγ[ος Οὐρανιδᾶν 4 ἐν πολυχρύσῳ δʼ Ὀλύμπῳ 5 Ζηνὶ παρισταμένα 6 κρίνεις τέλος ἀθανάτοι- 7 σίν τε καὶ θνατοῖς ἀρετᾶς. 8 ἔλλαθι, [βαθυ]πλοκάμου 9 κούρα [Στυγὸς ὀρ]θοδίκου· σέθεν δʼ ἕκατι 10 καὶ νῦν Μεταπόντιον εὐ- 11 γυίων [κατέχ]ουσι νέων 12 κῶμοί τε καὶ εὐφροσύναι θ εό τιμον ἄστυ· 13 ὑμνεῦσι δὲ Πυθιόνικον 14 παῖδα θαητὸν Φαΐσκου. 15 ἵλ εῳ νιν ὁ Δαλογενὴς υἱ- 16 ὸς βαθυζώνοιο Λατοῦς 17 δέκτο βλεφάρῳ· πολέες 18 δʼ ἀμφʼ Ἀλεξίδαμον ἀνθ έω ν 19 ἐν πεδίῳ στέφανοι 20 Κίρρας ἔπεσον κρατερᾶς 21 ἦρα παννίκοιο πάλας· 22 οὐκ εἶδέ νιν ἀέλιος 23 κείνῳ γε σὺν ἄματι πρὸς γαίᾳ πεσόντα. 24 φάσω δὲ καὶ ἐν ζαθέοις 25 ἁγνοῦ Πέλοπος δαπέδοις 26 Ἀλφ εὸ ν παρὰ καλλιρόαν, δίκας κέλευθον 27 εἰ μή τις ἀπέτραπεν ὀρθᾶς, 28 παγξένῳ χαίταν ἐλαίᾳ 29 γλαυκᾷ στεφανωσάμενον 30 πορτιτρόφ[ον ἂν πεδίον πάτ]ραν θʼ ἱκέσθαι. 31 [οὔ τι δόλος κακόφρων] 32 παῖδʼ ἐν χθονὶ καλλιχόρῳ 33 ποικίλαις τέχναις πέλασσεν· 34 ἀλλʼ ἢ θεὸς αἴτιος, ἢ 35 γνῶμαι πολύπλαγκτοι βροτῶν 36 ἄ]μερσαν ὑπέρτατον ἐκ χειρῶν γέρας. 37 νῦν δʼ Ἄρτεμις ἀγροτέρα 38 χρυσαλάκατος λιπαρὰν 39 ἡμέ]ρα τοξόκλυτος νίκαν ἔδωκε. 40 τᾷ ποτʼ Ἀβαντιάδας 41 βωμὸν κατένασσε πολύλ- 42 λιστον εὔπεπλοί τε κοῦραι· 43 τὰς ἐξ ἐρατῶν ἐφόβησεν 44 παγκρατὴς Ἥρα μελάθρων 45 Προίτου, παραπλῆγι φρένας 46 καρτερᾷ ζεύξασʼ ἀνάγκᾳ· 47 παρθενίᾳ γὰρ ἔτι 48 ψυχᾷ κίον ἐς τέμενος 49 πορφυροζώνοιο θεᾶς· 50 φάσκον δὲ πολὺ σφέτερον 51 πλούτῳ προφέρειν πατέρα ξανθᾶς παρέδρου 52 σεμνοῦ Διὸς εὐρυβία. 53 ταῖσιν δὲ χολωσαμένα 54 στήθεσσι παλίντροπον ἔμβαλεν νόημα· 55 φεῦγον δʼ ὄρος ἐς τανίφυλλον, 56 σμερδαλ έα ν φωνὰν ἱεῖσαι, 57 Τιρύνθιον ἄστυ λιποῦσαι 58 καὶ θεοδμάτους ἀγυιάς, 59 ἤδη γὰρ ἔτος δέκατον 60 θ εο φιλὲς λιπόντες Ἄργος 61 ναῖον ἀδεισιβόαι 62 χαλκάσπιδες ἡμίθεοι 63 σὺν πολυζήλῳ βασιλεῖ. 64 νεῖκος γὰρ ἀμαιμάκετον 65 βληχρᾶς ἀνέπαλτο κασιγνητοῖς ἀπʼ ἀρχᾶς 66 Προίτῳ τε καὶ Ἀκρισίῳ· 67 λαούς τε διχοστασίαις 68 ἤρειπον ἀμετροδίκοις μάχαις τε λυγραῖς. 69 λίσσοντο δὲ παῖδας Ἄβαντος 70 γᾶν πολύκριθον λαχόντας 71 Τίρυνθα τὸν ὁπλότερον 72 κτίζειν, πρὶν ἐς ἀργαλέαν πεσεῖν ἀνάγκαν· 73 Ζεύς τʼ ἔθελεν Κρονίδας, 74 τιμῶν Δαναοῦ γενεὰν 75 καὶ διωξίπποιο Λυγκ έο ς, 76 παῦσαι στυγερῶν ἀχέων. 77 τεῖχος δὲ Κύκλωπες κάμον 78 ἐλθόντες ὑπερφίαλοι κλεινᾷ πόλει 79 κάλλιστον, ἵνʼ ἀντίθεοι 80 ναῖον κλυτὸν ἱππόβοτον 81 Ἄργος ἥρωες περικλειτοὶ λιπόντες. 82 ἔνθεν ἀπεσσύμεναι 83 Προίτου κυανοπλόκαμοι 84 φεῦγον ἄδματοι θύγατρες, 85 τὸν δʼ εἷλεν ἄχος κραδίαν, ξεί- 86 να τέ νιν πλᾶξεν μέριμνα· 87 δοίαξε δὲ φάσγανον ἄμ- 88 φακες ἐν στέρνοισι πᾶξαι. 89 ἀλλά νιν αἰχμοφόροι 90 μύθοισί τε μειλιχίοις 91 καὶ βίᾳ χειρῶν κάτεχον. 92 τρισκαίδεκα μὲν τελέους 93 μῆνας κατὰ δάσκιον ἠλύκταζον ὕλαν 94 φεῦγόν τε κατʼ Ἀρκαδίαν 95 μηλοτρόφον· ἀλλʼ ὅτε δὴ 96 Λοῦσον ποτὶ καλλιρόαν πατὴρ ἵκανεν, 97 ἔνθεν χρόα νιψάμενος φοι- 98 νικο[κραδέμνοι]ο Λατοῦς 99 κίκλ[ῃσκε θύγατρα] βοῶπιν, 100 χεῖρας ἀντείνων πρὸς αὐγὰς 101 ἱππώκεος ἀελίου, 102 τέκνα δυστάνοιο λύσσας 103 πάρφρονος ἐξαγαγεῖν· 104 θύσω δέ τοι εἴκοσι βοῦς 105 ἄζυγας φοινικότριχας. 106 τοῦ δʼ ἔκλυʼ ἀριστοπάτρα 107 θηροσκόπος εὐχομένου· πιθοῦσα δʼ Ἥραν 108 παῦσεν καλυκοστεφάνους 109 κούρας μανιᾶν ἀθέων· 110 ταὶ δʼ αὐτίκα ϝοι τέμενος βωμόν τε τεῦχον, 111 χραῖνόν τέ μιν αἵματι μήλων 112 καὶ χοροὺς ἵσταν γυναικῶν. 113 ἔνθεν καὶ ἀρηϊφίλοις 114 ἄνδρεσσιν ἐς ἱπποτρόφον πόλιν τʼ Ἀχαιοῖς 115 ἕσπεο, σὺν δὲ τύχᾳ 116 ναίεις Μεταπόντιον, ὦ 117 χρυσέα δέσποινα λαῶν· 118 ἄλσος τέ τοι ἱμερόεν 119 Κάσαν παρʼ εὔυδρον πρὸ να- 120 οῖʼ ἑσσαμένων, Πριάμοιʼ ἐπεὶ χρόνῳ 121 βουλαῖσι θεῶν μακάρων 122 πέρσαν πόλιν εὐκτιμέναν 123 χαλκοθωράκων μετʼ Ἀτρειδᾶν. δικαίας 124 ὅστις ἔχει φρένας, εὑ- 125 ρήσει σὺν ἅπαντι χρόνῳ 126 μυρίας ἀλκὰς Ἀχαιῶν. === poem 12 === 1 ὡσεὶ κυβερνήτας σοφός, ὑμνοάνασ- 2 σʼ εὔθυνε Κλειοῖ 3 νῦν φρένας ἁμετέρας, 4 εἰ δή ποτε καὶ πάρος· ἐς γὰρ ὀλβίαν 5 ξείνοισί με πότνια Νίκα 6 νᾶσον Αἰγίνας ἀπάρχει 7 ἐλθόντα κοσμῆσαι θεόδματον πόλιν· 8 τάν τʼ ἐν Νεμέᾳ γυιαλκέα μουνοπάλαν 34 ξεινου̣ [!!!!]νιοι αστ[ׯ˘¯ 35 ἀμφικ[τιόν]ω̣ν ἐν ἀέθλοι̣[ς 36 σὺν τρι[άκο]ντʼ ἀ̣γλααῖσιν 37 νίκαις [ἐκ]ωμάσθησαν οἱ μει̣[¯˘¯, 38 οἱ δʼ ἐν Πέλοπος ζ̣α̣θέας 39 νάσου π[ι]τυώδεϊ δείρᾳ, 40 οἱ δὲ φοινικοστερόπα τεμένει 41 Ζηνὸς Νεμ εαί ου· 42 . . . (.)] ταύτας̣ καὶ ἐπʼ ἀργυροδίνα === poem 13 === 8 ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ 9 ¯ ˘ ˘ ¯ ˘ ˘ λειω 10 ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ ¯ ´ ̣ ε̣ρ̣[ 11 ¯ ˘ ˘ ¯ ˘ ˘ ¯ 12 ¯ ¯ ˘ ¯ ¯ ¯ ˘ ¯ δαν· 44 ὕβριος ὑψινόου 45 παύσει, δίκας θνατοῖσι κραίνων· 46 οἵαν τινὰ δύσλοφον ὠ- 47 μηστᾷ λέοντι 48 Περσείδας ἐφίησι ν 49 χεῖρα παντοίαισι τέχναις· 50 οὐ γὰρ] δαμασίμβροτος αἴθων 51 χαλ]κὸς ἀπλάτου θέλει 52 χωρε]ῖν διὰ σώματος, ἐ- 53 γνάμ]φθη δʼ ὀπίσσω 54 φάσγα]νον· ἦ ποτέ φαμι 55 τᾷδε] περὶ στεφάνοισι 56 παγκ]ρατίου πόνον Ἑλ- 57 λάνεσσι]ν ἱδρώεντʼ ἔσεσθαι. 58 ὃς νῦν παρ]ὰ βωμὸν ἀριστάρχου Διὸς 59 Νίκας ἐ]ρ[ικ]υδέος ἀν- 60 δεθε]ῖσιν ἄνθ εα , 61 χρυσέ]αν δόξαν πολύφαντον ἐν αἰ- 62 ῶνι] τρέφει παύροις βροτῶν 63 αἰ]εί, καὶ ὅταν θανάτοιο 64 κυάν εο ν νέφος καλύψῃ, λείπεται 65 ἀθάνατον κλέος εὖ ἐρ- 66 χθέντος ἀσφαλεῖ σὺν αἴσᾳ. 67 τῶν καὶ σὺ τυχὼν Νεμέᾳ, 68 Λάμπωνος υἱέ, 69 πανθαλ έω ν στεφάνοισιν 70 ἀνθέων] χαίταν ἐρεφθείς, 71 !!!!!!] πόλιν ὑψιάγυιαν 72 !!!!!!! τε]ρψιμβρότων 73 ![!!!!!!!!!] ἁβ̣[ροπν]όων 74 κώμων πατρῴαν 75 νᾶσον, ὑπέρβιον ἰσχὺν 76 παμμαχιᾶν ἀναφαίνων. 77 ὦ ποταμοῦ θύγατερ 78 δινᾶντος Αἴγινʼ ἠπιόφρον, 79 ἦ τοι μεγάλαν [Κρονίδας 80 ἔδωκε τιμὰν 81 ἐν πάντεσσιν [ἀγῶσιν,, 82 πυρσὸν ὣς Ἕλλ[ασι ¯× 83 φαίνων· τό γε σὸ[ν κλέος αἰ]νεῖ 84 καί τις ὑψαυχὴς κό[ρα, 85 ¯¯˘˘¯˘˘ ραν 86 πόδεσσι ταρφ έω [ς, 87 ἠΰτε νεβρὸς ἀπενθής, 88 ἀνθεμόεντας ἐπʼ [ὄχθους 89 κοῦφα σὺν ἀγχιδό[μοις 90 θρῴσκουσʼ ἀγακλειτα[ῖς ἑταίραις· 91 ταὶ δὲ στεφανωσάμε[ναι πλόκοις ν]έων 92 ἀνθ έω ν δόνακός τʼ ἐ[πιχω- 93 ρίαν ἄθυρσιν 94 παρθένοι μέλπουσι τ[εὸν κράτος], ὦ 95 δέσποινα παγξε[ίνου χθονός, 96 Ἐνδαΐδα τε ῥοδό[παχυν, 97 ἃ τ[ὸν ἱππευτὰ]ν ἔτ[ικτε Πηλέα 98 καὶ Τελαμῶνα [κρα]τ̣[α]ι̣όν, 99 Αἰακῷ μειχθεῖσʼ ἐν ε[ὐναῖς· 100 τῶν θʼ υἷας ἀερσιμάχους, 101 ταχύν τʼ Ἀχιλλ έα 102 εὐειδ έο ς τʼ Ἐριβοίας 103 παῖδʼ ὑπέρθυμον βοα[θ όο ν 104 Αἴαντα σακεσφόρον ἥ[ρω, 105 ὅς τʼ ἐπὶ πρύμνᾳ σταθεὶς 106 ἔσχεν θρασυκάρδιον [ὁρ- 107 μαίνοντα ν[ᾶας 108 θεσπεσίῳ πυ[ρὶ καῦσαι 109 Ἕκτορα χαλ[κεομίτρα]ν, 110 ὁππότε Π[ηλεΐδας 111 τραχεῖαν [Ἀργείοισι μ]ᾶνιν 112 ὠρίνατ[ο, Δαρδανίδας 113 τʼ ἔλυσεν ἄ[τας· 114 οἳ πρὶν μὲν [πολύπυργο]ν 115 Ἰλίου θαητὸν ἄστυ 116 οὐ λεῖπον, ἀτυζόμενοι [δὲ 117 πτ]ᾶσσον ὀξεῖαν μάχαν, 118 εὖτʼ ἐν πεδίῳ κλονέων 119 μαίνοιτʼ Ἀχιλλεύς, 120 λαοφόνον δόρυ σείων· 121 ἀλλʼ ὅτε δὴ πολέμοιο 122 λῆξεν ἰοστεφάνου 123 Νηρῇδος ἀτρόμητος υἱός· 124 ὥστʼ ἐν κυανανθέϊ Θ[ρᾳκὶ ναυβάτας 125 πόντῳ βορέας ὑπὸ κύ- 126 μασιν δαΐζει 127 νυκτὸς ἀντάσας, ἀνατ[ελλομένᾳ 128 λῆξεν δὲ σὺν φ αε σιμβρότῳ 129 ἀοῖ, στόρεσεν δέ τε πόντον 130 οὐρία· νότου δὲ κόλπ[ωσαν πνοᾷ 131 ἱστίον, ἁρπαλέως τʼ ἄ- 132 ελπτον ἐξίκοντο χέρσον· 133 ὣς Τρῶες, ἐπεὶ κλύον αἰ- 134 χματὰν Ἀχιλλ έα 135 μίμνοντʼ ἐν κλισίῃσιν 136 εἵνεκεν ξανθᾶς γυναικός, 137 Βρισηΐδος ἱμερογυίου, 138 θ εο ῖσιν ἄντειναν χέρας, 139 φοιβὰν ἐσιδόντες ὑπαὶ 140 χειμῶνος αἴγλαν· 141 πασσυδίᾳ δὲ λιπόντες 142 τείχεα Λαομέδοντος 143 ἐς πεδίον κρατερὰν 144 ἄϊξαν ὑσμίναν φέροντες· 145 ὦρσάν τε φόβον Δαναοῖς· 146 ὤτρυνε δʼ Ἄρης 147 εὐεγχής, Λυκίων τε 148 Λοξίας ἄναξ Ἀπόλλων· 149 ἷξόν τʼ ἐπὶ θῖνα θαλάσσας· 150 ναυσὶ δʼ εὐπύμνοις παραὶ 151 μάρναντʼ, ἐναριζομένων 152 δʼ ἔρ]ευθε φώτων 153 αἵμα]τι γαῖα μέλαινα 154 Ἑκτορ]έας ὑπὸ χειρός, 155 πῆμα μ]έγʼ ἡμιθέοις 156 !!!!!] ἰσοθ έω ν διʼ ὁρμάν. 157 !!!!!]ρονες, ἦ μεγάλαισιν ἐλπίσιν 158 !!!!]οντες ὑπερφίαλον 159 [ׯ˘¯¯] 160 !!!!]ς ἱππευταὶ κυανώπιδας ἐκ- 161 ¯¯˘¯¯¯] νέας 162 ¯¯˘˘ εἰλα]πίνας τʼ ἐν 163 ἁμέ]ρ[α]ις ἕξειν θεόδματον πόλιν. 164 μέλλον ἄρα πρότερον δι- 165 νᾶντα φοινίξειν Σκάμανδρον, 166 θνᾴσκοντες ὑπʼ Αἰακίδαις 167 ἐρειψ[ιτ]ο̣ί ̣[χοις· 168 τῶν εἰ καὶ τ[˘˘¯¯ 169 ἢ βαθυξύλω[ι˘¯¯ 175 οὐ γὰρ ἀλα[μπέσ]ι νυ[κτὸς 176 πασιφανὴς Ἀρετὰ 177 κρυφθεῖσʼ ἀμαυρο[ῦται δνόφοισιν, 178 ἀλλʼ ἔμπεδον ἀκ[αμάτᾳ 179 βρύουσα δόξᾳ 180 στρωφᾶται κατὰ γᾶν [τε 181 καὶ πολυπλάγκταν θ[άλασσαν. 182 καὶ μὰν φερεκυδέα ν[ᾶσον 183 Αἰακοῦ τιμᾷ, σὺν Εὐ- 184 κλείᾳ δὲ φιλοστεφ[άνῳ 185 πόλιν κυβερνᾷ, 186 Εὐνομία τε σαόφρων, 187 ἃ θαλίας τε λέλογχεν 188 ἄστεά τʼ εὐσεβέων 189 ἀνδρῶν ἐν εἰρήνᾳ φυλάσσει· 190 νίκαν τʼ ἐρικυδέα μέλπετʼ, ὦ νέοι, 191 Πυθ έα , μελέταν τε βροτω- 192 φελ έα Μενάνδρου, 193 τὰν ἐπʼ Ἀλφειοῦ τε ῥοαῖς θαμὰ δὴ 194 τίμασεν ἁ χρυσάρματος 195 σεμνὰ μεγάθυμος Ἀθάνα, 196 μυρίων τʼ ἤδη μίτραισιν ἀνέρων 197 ἐστεφάνωσεν ἐθείρας 198 ἐν πανελλάνων ἀέθλοις. 199 εἰ μή τινα θερσιεπὴς 200 φθόνος βιᾶται, 201 αἰνείτω σοφὸν ἄνδρα 202 σὺν δίκᾳ. βροτῶν δὲ μῶμος 203 πάντεσσι μέν ἐστιν ἐπʼ ἔργοις· 204 ἁ δʼ ἀλαθεία φιλεῖ 205 νικᾶν, ὅ τε πανδαμάτωρ 206 χρόνος τὸ καλῶς 207 ἐ]ργμένον αἰὲν ἀ[έξει· 208 δυσμενέων δὲ μα[ταία 209 γλῶσσʼ ἀϊδ]ὴς μιν[ύθει 220 ἐλπίδι θυμὸν ἰαίνει· 221 τᾷ καὶ ἐγὼ πίσυνο[ς 222 φοινικοκραδέμνοισ[ι Μούσαις 223 ὕμνων τινὰ τάνδε ν[εόπλοκον δόσιν 224 φαίνω, ξενίαν τε [φιλά- 225 γλαον γεραίρω, 226 τὰν ἐμοὶ Λάμπων [παρέχων χάριν οὐ 227 βληχρὰν ἐπαθρήσαις τ[ίει, 228 τὰν εἴ γʼ ἐτύμως ἄρα Κλειὼ 229 πανθαλὴς ἐμαῖς ἐνέσταξ[εν φρασίν, 230 τερψιεπεῖς νιν ἀοιδαὶ 231 παντὶ καρύξοντι λαῷ. === poem 14 === 1 εὖ μὲν εἱμάρθαι παρὰ δαί[μονος ἀν- 2 θρώποις ἄριστον· 3 συμφορὰ δʼ ἐσθλόν τʼ ἀμαλδύ- 4 νει βαρύτλατος μολοῦσα· 5 κἀγατ]ὸν ἰδʼ ὑψιφανῆ τε[ύ- 6 χει κ]ατορθωθεῖσα· τιμὰν 7 δʼ ἄλ]λος ἀλλοίαν ἔχει· 8 μυρί]αι δʼ ἀνδρῶν ἀρεταί, μία δʼ ἐ[κ 9 πασᾶ]ν πρόκειται, 10 ὃς τὸ] πὰρ χειρὸς κυβερνᾶ- 11 ται δι]καίαισι φρένεσσιν. 12 οὔτʼ ἐ]ν βαρυπενθέσιν ἁρμό- 13 ζει μ]άχαις φόρμιγγος ὀμφὰ 14 καὶ λι]γυκλαγγεῖς χοροί, 15 οὔτʼ ἐ]ν θαλίαις καναχὰ 16 χαλκ]όκτυπος· ἀλλʼ ἐφʼ ἑκάστῳ 17 καιρὸς] ἀνδρῶν ἔργματι κάλ- 18 λιστος· εὖ ἔρδοντα δὲ καὶ θεὸς ὀ[ρθοῖ. 19 Κλεοπτολέμῳ δὲ χάριν 20 νῦν χρὴ Ποσειδᾶνός τε Πετραί- 21 ου τέμενος κελαδῆσαι, 22 Πυρρίχου τʼ εὔδοξον ἱππόν[ικον υἱόν, 23 ὃς φιλοξείνου τε καὶ ὀρθοδ[ίκου === poem 14b === 1 Ἐστία χρυσόθρονʼ, εὐ- 2 δόξων Ἀγαθοκλεαδᾶν ἅτʼ ἀφνε![ῶν 3 ἀνδρων μέγαν ὄλβον ἀέξεις 4 ἡμένα μέσαις ἀγυιαῖς 5 Πηνειὸν ἀμφʼ εὐώδεα Θεσσαλία[ς 6 μηλοτρόφου ἐν γυάλοις· 7 κεῖθεν καὶ Ἀριστοτέλης Κίρ- 8 ραν πρὸς εὐθαλέα μολών 9 δὶς στεφανώσατο Λα- 10 ρίσα[ς ἀναξίππου χάριν [