##### edition (grc) === book 9 === [ἐπιγράμματα ἐπιδεικτικά] === epigram 1 === [Πολιταίνου Σαρδιανοῦ] 1 δορκάδος ἀρτιτόκοιο τιθηνητήριον οὖθαρ 2 ἔμπλεον ἠμῦσαν ˘ πικρὸς ἔτυψεν ἔχις. 3 νεβρὸς δʼ ἰομιγῆ θηλὴν σπάσε, καὶ τὸ δυσαλθὲς 4 τραύματος ἐξ ὀλοοῦ πικρὸν ἔβροξε γάλα. 5 ᾅδην δʼ ἠλλάξαντο, καὶ αὐτίκα νηλέι μοίρῃ, 6 ἣν ἔπορεν γαστήρ, μαστὸς ἀφεῖλε χάριν. === epigram 2 === 1 Κεμμάδος ἀρτιτόκου μαζοῖς βρίθουσι γάλακτος 2 ἡ φονίη δακέτων ἰὸν ἐνῆκεν ἔχις· 3 φαρμαχθὲν δʼ ἰῷ μητρὸς γάλα νεβρὸς ἀμέλξας 4 χείλεσι, τὸν κείνης ἐξέπιεν θάνατον. === epigram 3 === 1 εἰνοδίην καρύην με παρερχομένοις ἐφύτευσαν 2 παισὶ λιθοβλήτου παίγνιον εὐστοχίης. 3 πάντας δʼ ἀκρεμόνας τε καὶ εὐθαλέας ὀροδάμνους 4 κέκλασμαι, πυκιναῖς χερμάσι βαλλομένη. 5 δένδρεσιν εὐκάρποις οὐδὲν πλέον ἦ γὰρ ἔγωγε 6 δυσδαίμων ἐς ἐμὴν ὕβριν ἐκαρποφόρουν. === epigram 4 === 1 ἡ πάρος ἐν δρυμοῖσι νόθης ζείδωρος ὀπώρης 2 ἀχράς, θηροβότου πρέμνον ἐρημοσύνης, 3 ὀθνείοις ὄζοισι μετέμφυτος, ἥμερα θάλλω, 4 οὐκ ἐμὸν ἡμετέροις κλωσὶ φέρουσα βάρος. 5 πολλή σοι, φυτοεργέ, πόνου χάρις· εἵνεκα σεῖο 6 ἀχρὰς ἐν εὐκάρποις δένδρεσιν ἐγγράφομαι. === epigram 5 === 1 Ὄχνη, χειρὸς ἐμῆς γλυκερὸς πόνος, ᾗ μὲν ἐφʼ ὑγρῷ 2 φλοιῷ φύλλον ἔδησα θέρει· πτόρθος δʼ ἐπὶ δένδρῳ 3 ῥιζωθεὶς δένδροιο τομῇ, καὶ καρπὸν ἀμείψας, 4 νέρθε μὲν ἀχρὰς ἔτʼ ἐστίν, ὕπερθε δʼ ἄρʼ εὔπνοος ὄχνη. === epigram 6 === 1 ἀχρὰς ἔην θῆκας σέο χερσὶ μυρίπνοον ὄχνην, 2 δένδρῳ πτόρθον ἐνείς· σὴν χάριν εἰς σὲ φέρω, === epigram 7 === 1 εἰ καί σευ πολύφωνος ἀεὶ πίμπλησιν ἀκουὰς 2 ἢ φόβος εὐχομένων, ἢ χάρις εὐξαμένων, 3 Ζεῦ Σχερίης ἐφέπων ἱερὸν πέδον, ἀλλὰ καὶ ἡμέων 4 κλῦθι, καὶ ἀψευδεῖ νεῦσον ὑποσχεσίῃ, 5 ἤδη μοι ξενίης εἶναι πέρας, ἐν δέ με πάτρῃ 6 ζώειν, τῶν δολιχῶν παυσάμενον καμάτων. === epigram 8 === 1 ἐλπὶς ἀεὶ βιότου κλέπτει χρόνον ἡ πυμάτη δὲ 2 ἠὼς τὰς πολλὰς ἔφθασεν ἀσχολίας. === epigram 9 === 1 πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας 2 τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης· 3 δῴης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις 4 ἤδη, καὶ καμάτων ὅρμισον εἰς λιμένας. 5 οἶκος καὶ πάτρη βιότου χάρις· αἱ δὲ περισσαὶ 6 φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος. === epigram 10 === 1 Πούλυπος εἰναλίῃ ποτʼ ἐπὶ προβλῆτι τανυσθεὶς 2 ἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πέδα· 3 οὔπω δʼ ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιν 4 αἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδών 5 πλοχμοῖς δʼ εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος· ἦ ῥα 6 ἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου. === epigram 11 === 1 πηρὸς ὁ μὲν γυίοις, ὁ δʼ ἄρʼ ὄμμασιν ἀμφότεροι δὲ 2 εἰς αὑτοὺς τὸ τύχης ἐνδεὲς ἠράνισαν. 3 τυφλὸς γὰρ λιπόγυιον ἐπωμάδιον βάρος αἴρων 4 ταῖς κείνου φωναῖς ἀτραπὸν ὠρθοβάτει· 5 πάντα δὲ ταῦτʼ ἐδίδαξε πικρὴ πάντολμος ἀνάγκη, 6 ἀλλήλοις μερίσαι τοὐλλιπὲς εἰς τέλεον. === epigram 12 === 1 τυφλὸς ἀλητεύων χωλὸν πόδας ἠέρταζεν, 2 ὄμμασιν ἀλλοτρίοις ἀντερανιζόμενος. 3 ἄμφω δʼ ἡμιτελεῖς πρὸς ἑνὸς φύσιν ἡρμόσθησαν 4 τοὐλλιπὲς ἀλλήλοις ἀντιπαρασχόμενοι. === epigram 13 === 1 ἀνέρα τις λιπόγυιον ὑπὲρ νώτοιο λιπαυγὴς 2 ἦρε, πόδας χρήσας, ὄμματα χρησάμενος. === epigram 13b === 1 ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλʼ ὁ μὲν ὄψεις, 2 ὃς δὲ βάσεις· ἄλλου δʼ ἄλλος ὑπηρεσίη· 3 τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων 4 ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει. 5 ἡ μία δʼ ἀμφοτέροις ἤρκει φύσις· ἐν γὰρ ἑκάστῳ 6 τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν. === epigram 14 === 1 αἰγιαλοῦ τενάγεσσιν ὑποπλώοντα λαθραίῃ 2 εἰρεσίῃ Φαίδων εἴσιδε πουλυπόδην 3 μάρψας δʼ ὠκὺς ἔριψεν ἐπὶ χθόνα, πρὶν περὶ χεῖρας 4 πλέξασθαι βρύγδην ὀκτατόνους ἕλικας· 5 δισκευθεὶς δʼ ἐπὶ θάμνον ἐς οἰκία δειλὰ λαγωοῦ, 6 εἰληδὸν ταχινοῦ πτωκὸς ἔδησε πόδας· 7 εἷλε δʼ ἁλούς· σὺ δʼ ἄελπτον ἔχεις γέρας ἀμφοτέρωθεν 8 ἄγρης χερσαίης, πρέσβυ, καὶ εἰναλίης, === epigram 15 === 1 αὐτὸ τὸ πῦρ καύσειν διζήμενος, οὗτος, ὁ νύκτωρ 2 τὸν καλὸν ἱμείρων λύχνον ἀναφλογίσαι, 3 δεῦρʼ ἀπʼ ἐμῆς ψυχῆς ἅψον σέλας· ἔνδοθι γάρ μου 4 καιόμενον πολλὴν ἐξανίησι φλόγα. === epigram 16 === 1 τρισσαὶ μὲν Χάριτες, τρεῖς δὲ γλυκυπάρθενοι Ὧραι· 2 τρεῖς δʼ ἐμὲ θηλυμανεῖς οἰστοβολοῦσι Πόθοι. 3 ἦ γάρ τοι τρία τόξα κατήρτισεν, ὡς ἄρα μέλλων 4 οὐχὶ μίαν τρώσειν, τρεῖς δʼ ἐν ἐμοὶ κραδίας. === epigram 17 === 1 οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος, 2 ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός· 3 ἀλλʼ οὐδʼ ὣς ἤλυξε κακὸν μόρον αὐτίκα γάρ μιν 4 εἰνάλιος μάρψας πνεύματος ὠρφάνισεν. 5 ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα· ἦ ῥά σε δαίμων 6 κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν. === epigram 18 === 1 ἐκ κυνὸς εἷλε κύων με. τί τὸ ξένον; εἰς ἐμὲ θῆρες 2 ὑγροὶ καὶ πεζοὶ θυμὸν ἔχουσιν ἕνα. 3 αἰθέρα λοιπὸν ἔχοιτε, λαγοί, βατόν. ἀλλὰ φοβοῦμαι, 4 οὐρανέ· καὶ σὺ φέρεις ἀστερόεντα κύνα. === epigram 19 === 1 ὁ πρὶν ἀελλοπόδων λάμψας πλέον Αἰετὸς ἵππων, 2 ὁ πρὶν ὑπαὶ μίτραις κῶλα καθαψάμενος, 3 ὃν Φοίβου χρησμῳδὸς ἀέθλιον ἔστεφε Πυθώ, 4 ὀρνύμενον πτανοῖς ὠκυπέταις ἴκελον, 5 καὶ Νεμέη βλοσυροῖο τιθηνήτειρα λέοντος, 6 Πῖσά τε, καὶ δοιὰς ᾐόνας Ἰσθμὸς ἔχων, 7 νῦν κλοιῷ δειρὴν πεπεδημένος, οἷα χαλινῷ, 8 καρπὸν ἐλᾷ Δηοῦς ὀκριόεντι λίθῳ, 9 ἴσαν μοῖραν ἔχων Ἡρακλέι· καὶ γὰρ ἐκεῖνος 10 τόσσ’ ἀνύσας δούλαν ζεῦγλαν ἐφηρμόσατο. === epigram 20 === 1 ὁ πρὶν ἐπʼ Ἀλφειῷ στεφανηφόρος, ὦνερ, ὁ τὸ πρὶν 2 δισσάκι κηρυχθεὶς Κασταλίης παρʼ ὕδωρ, 3 ὁ πρὶν ἐγὼ Νεμέῃ βεβοημένος, ὁ πρὶν ἐπʼ Ἰσθμῷ 4 πῶλος, ὁ πρὶν πτηνοῖς ἶσα δραμὼν ἀνέμοις, 5 νῦν ὅτε γηραιός, γυροδρόμον ἠνίδε πέτρον 6 δινεύω, στεφέων ὕβρις, ἐλαυνόμενος. === epigram 21 === 1 σοί, πατρὶ Θεσσαλίη πωλοτρόφε, μέμψιν ἀνάπτω 2 Πήγασος, ὡς ἀδίκου τέρματος ἠντίασα· 3 ὃς Πυθοῖ, κἠν Ἰσθμῷ ἐκώμασα, κἠπὶ Νέμειον 4 Ζᾶνα, καὶ Ἀρκαδικοὺς ἤλυθον ἀκρεμόνας· 5 νῦν δὲ βάρος πέτρης Νισυρίδος ἔγκυκλον ἕλκω, 6 λεπτύνων Δηοῦς καρπὸν ἀπʼ ἀσταχύων. === epigram 22 === 1 νηδύι βριθομένην δάμαλιν Λητωίδι κούρῃ] 2 στῆσαν νηοκόροι θῦμα χαριζόμενοι, . 3 ἧς ἀίδην μέλλοντα προέφθασεν εὔστοχος ὠδίς, 4 πέμφθη δʼ εἰς ἀγέλην τεκνογονεῖν ἄφετος. 5 ἡ θεὸς ὠδίνων γὰρ ἐπίσκοπος οὐδʼ ἐδίκαζεν 6 τικτούσας κτείνειν, ἃς ἐλεεῖν ἔμαθεν. === epigram 23 === 1 Γειαρότης Ἄρχιππος, ὅτʼ ἐκ νούσοιο βαρείης 2 ἄρτι λιποψυχέων ἔρρεεν εἰς ἀίδην, 3 εἶπε τάδʼ υἱήεσσιν “ἰὼ φίλα τέκνα, μάκελλαν 4 καὶ τὸν ἀροτρίτην στέρξατέ μοι βίοτον 5 μὴ σφαλερῆς αἰνεῖτε πόνον στονόεντα θαλάσσης, 6 καὶ βαρὺν ἀτηρῆς ναυτιλίης κάματον. 7 ὅσσον μητρυιῆς γλυκερωτέρη ἔπλετο μήτηρ, 8 τόσσον ἁλὸς πολιῆς γαῖα ποθεινοτέρη.ʼ” === epigram 24 === 1 ἄστρα μὲν ἠμαύρωσε καὶ ἱερὰ κύκλα σελήνης 2 ἄξονα δινήσας ἔμπυρος ἠέλιος· 3 ὑμνοπόλους δʼ ἀγεληδὸν ἀπημάλδυνεν Ὅμηρος, 4 λαμπρότατον Μουσῶν φέγγος ἀνασχόμενος. === epigram 25 === 1 γράμμα τόδʼ Ἀρήτοιο δαήμονος, ὅς ποτε λεπτῇ 2 φροντίδι δηναιοὺς ἀστέρας ἐφράσατο, 3 ἀπλανέας τʼ ἄμφω καὶ ἀλήμονας, οἷσιν ἐναργὴς 4 ἰλλόμενος κύκλοις οὐρανὸς ἐνδέδεται. 5 αἰνείσθω δὲ καμὼν ἔργον μέγα, καὶ Διὸς εἶναι 6 δεύτερος, ὅστις ἔθηκʼ ἄστρα φαεινότερα. === epigram 26 === 1 τάσδε θεογλώσσους Ἑλικὼν ἔθρεψε γυναῖκας 2 ὕμνοις, καὶ Μακεδὼν Πιερίας σκόπελος, 3 Πρήξιλλαν, Μοιρώ, Ἀνύτης στόμα, θῆλυν Ὅμηρον, 4 Λεσβιάδων Σαπφὼ κόσμον ἐυπλοκάμων, 5 Ἤρινναν, Τελέσιλλαν ἀγακλέα, καὶ σέ, Κόριννα, 6 θοῦριν Ἀθηναίης ἀσπίδα μελψαμέναν, 7 Νοσσίδα θηλύγλωσσον, ἰδὲ γλυκυαχέα Μύρτιν, 8 πάσας ἀενάων ἐργάτιδας σελίδων. 9 ἐννέα μὲν Μούσας μέγας Οὐρανός, ἐννέα δʼ αὐτὰς 10 γαῖα τέκεν, θνατοῖς ἄφθιτον εὐφροσύναν. === epigram 27 === 1 Εὔφημος γλώσσῃ παραμείβεο τὰν λάλον Ἠχὼ, 2 κοὐ λάλον ἤν τι κλύω, τοῦτʼ ἀπαμειβομέναν. 3 εἰς σὲ γὰρ ὃν σὺ λέγεις στρέψω λόγον ἢν δὲ σιωπᾷς, 4 σιγήσω. τίς ἐμεῦ γλῶσσα δικαιοτέρη; === epigram 28 === 1 εἰ καὶ ἐρημαίη κέχυμαι κόνις ἔνθα Μυκήνη, 2 εἰ καὶ ἀμαυροτέρη παντὸς ἰδεῖν σκοπέλου, 3 Ἴλου τις καθορῶν κλεινὴν πόλιν, ἧς ἐπάτησα 4 τείχεα, καὶ Πριάμου πάντʼ ἐκένωσα δόμον, 5 γνώσεται ἔνθεν ὅσον πάρος ἔσθενον. εἰ δέ με γῆρας 6 ὕβρισεν, ἀρκοῦμαι μάρτυρι Μαιονίδῃ. === epigram 29 === 1 τόλμα, νεῶν ἀρχηγὲ ʽσὺ γὰρ δρόμον ηὕραο πόντου, 2 καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισασʼ, 3 οἷον ἐτεκτήνω δόλιον ξύλον, οἷον ἐνῆκας 4 ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον; 5 ἦν ὄντως μερόπων χρύσεον γένος, εἰ γʼ ἀπὸ χέρσου 6 τηλόθεν, ὡς Ἀίδης, πόντος ἀπεβλέπετο. === epigram 30 === 1 ἐκλάσθην ἐπὶ γῆς ἀνέμῳ πίτυς· ἐς τί με πόντῳ 2 στέλλετε ναυηγὸν κλῶνα πρὸ ναυτιλίης; === epigram 31 === 1 ἐς τί πίτυν πελάγει πιστεύετε, γομφωτῆρες, 2 ἧς πολὺς ἐξ ὀρέων ῥίζαν ἔλυσε Νότος; 3 αἴσιον οὐκ ἔσομαι πόντου σκάφος, ἐχθρὸν ἀήταις 4 δένδρεον ἐν χέρσῳ τὰς ἁλὸς οἶδα τύχας. === epigram 32 === 1 Ἀρτιπαγῆ ῥοθίαισιν ἐπὶ κροκάλαισί με νῆα, 2 καὶ μήπω χαροποῦ κύματος ἁψαμέναν, 3 οὐδʼ ἀνέμεινε θάλασσα· τὸ δʼ ἄγριον ἐπλήμμυρεν 4 χεῦμα καὶ ἐκ σταθερῶν ἥρπασεν ἠιόνων 5 ὁλκάδα τὰν δείλαιον % ἀεὶ κλόνος, ᾗ γε τὰ πόντου 6 χεύματα κἠν χέρσῳ λοίγια κἠν πελάγει. === epigram 33 === 1 οὔπω ναῦς, καὶ ὄλωλα· τί δʼ ἂν πλέον, εἰ βυθὸν ἔγνων, 2 ἔτλην; φεῦ, πάσαις ὁλκάσι μοῖρα κλύδων, === epigram 34 === 1 μυρία με τρίψασαν ἀμετρήτοιο θαλάσσης 2 κύματα, καὶ χέρσῳ βαιὸν ἐρεισαμένην, 3 ὤλεσεν οὐχὶ θάλασσα, νεῶν φόβος, ἀλλʼ ἐπὶ γαίης 4 Ἥφαιστος. τίς ἐρεῖ πόντον ἀπιστότερον; 5 ἔνθεν ἔφυν ἀπόλωλα· παρʼ ἠιόνεσσι δὲ κεῖμαι, 6 χέρσῳ τὴν πελάγευς ἐλπίδα μεμφομένη. === epigram 35 === 1 ἄρτι με πηγνυμένην ἀκάτου τρόπιν ἔσπασε γείτων 2 πόντος, κἠν χέρσῳ εἰς ἐμὲ μηνάμενος. === epigram 36 === 1 ὁλκὰς ἀμετρήτου πελάγους ἀνύσασα κέλευθον, 2 καὶ τοσάκις χαροποῖς κύμασι νηξαμένη, 3 ἣν ὁ μέλας οὔτʼ Εὖρος ἐπόντισεν, οὔτʼ ἐπὶ χέρσον 4 ἤλασε χειμερίων ἄγριον οἶδμα Νότων, 5 ἐν πυρὶ νῦν ναυηγὸς ἐγὼ χθονὶ μέμφομʼ ἀπίστῳ, 6 νῦν ἁλὸς ἡμετέρης ὕδατα διζομένη. === epigram 37 === [εἰς πηγὴν ἐπώνυμον Ἡσυχίας] 1 α. σιγήσας ἄρυσαι. β. τίνος οὕνεκα ; α. μηκέτʼ ἀρύου. 2 β. τεῦ χάριν; α. ἡσυχίης ἡδὺ λέλογχα ποτόν. 3 β. δύσκολος ἡ κρήνη. α. γεῦσαι, καὶ μᾶλλον ἐρεῖς με 4 δύσκολον. β. ὢ πικροῦ νάματος. α. ὢ λαλιῆς. === epigram 38 === 1 εἰ μὲν ἀνὴρ ἥκεις, ἄρυσαι, ξένε, τῆσδʼ ἀπὸ πηγῆς· 2 εἰ δὲ φύσει μαλακός, μή με πίῃς πρόφασιν. 3 ἄρρεν ἐγὼ ποτόν εἰμι, καὶ ἀνδράσι μοῦνον ἀρέσκω· 4 τοῖς δὲ φύσει μαλακοῖς ἡ φύσις ἐστὶν ὕδωρ. === epigram 39 === 1 ἁ Κύπρις Μούσαισι· “ κοράσια, τὰν Ἀφροδίταν 2 τιμᾶτʼ, ἢ τὸν Ἔρων ὔμμιν ἐφοπλίσομαι.” 3 χαἰ Μοῦσαι ποτὶ Κύπριν “Ἄρει τὰ στωμύλα ταῦτα· 4 ἡμῖν δʼ οὐ πέτεται τοῦτο τὸ παιδάριον.” === epigram 40 === 1 οὐ μόνον ὑσμίνῃσι καὶ ἐν στονόεντι κυδοιμῷ 2 ῥύομʼ ἀρειτόλμου θυμὸν Ἀναξιμένους, 3 ἀλλὰ καὶ ἐκ πόντου, ὁπότʼ ἔσχισε νῆα θάλασσα, 4 ἀσπίς, ἐφʼ ἡμετέρης νηξάμενον σανίδος. 5 εἰμὶ δὲ κἠν πελάγει καὶ ἐπὶ χθονὸς ἐλπὶς ἐκείνῳ, 6 τὸν θρασὺν ἐκ διπλῶν ῥυσαμένη θανάτων. === epigram 41 === 1 ἡ πάρος ἀντιπάλων ἐπιήρανος ἀσπὶς ἀκόντων, 2 ἡ φόνιον στυγνοῦ κῦμα φέρουσα, μόθου, 3 ἄγριον οὐδʼ ὅτε πόντος ἐπὶ κλόνον ἤλασε φωτί, 4 καὶ πικρὴ ναυτέων ἔπλεθʼ ἁλιφθορίη, 5 συζυγίης ἀμέλησα· καλὸν δέ σε φόρτον ἄγουσα, 6 ναὶ φίλος, εὐκταίων ἄχρις ἔβην λιμένων. === epigram 42 === 1 εἰν ἑνὶ κινδύνους ἔφυγον δύο Μυρτίλος ὅπλῳ, 2 τὸν μέν, ἀριστεύσας· τὸν δʼ, ἐπινηξάμενος, 3 ἀργέστης ὅτʼ ἔδυσε νεὼς τρόπιν ἀσπίδα δʼ ἔσχον 4 σωθεὶς κεκριμένην κύματι καὶ πολέμῳ. === epigram 43 === 1 ἀρκεῖ μοι χλαίνης λιτὸν σκέπας, οὐδὲ τραπέζαις 2 δουλεύσω, Μουσέων ἄνθεα βοσκόμενος. 3 μισῶ πλοῦτον ἄνουν, κολάκων τροφόν, οὐδὲ παρʼ ὀφρὺν 4 στήσομαι οἶδʼ ὀλίγης δαιτὸς ἐλευθερίην. === epigram 44 === 1 χρυσὸν ἀνὴρ εὑρὼν ἔλιπε βρόχον αὐτὰρ ὁ χρυσὸν 2 ὃν λίπεν οὐχ; εὑρὼν ἧψεν ὃν εὗρε βρόχον. === epigram 45 === 1 χρυσὸν ἀνὴρ ὁ μὲν εὗρεν, ὁ δʼ ὤλεσεν· ὧν ὁ μὲν εὑρὼν 2 ῥῖψεν, ὁ δʼ οὐχ εὑρὼν λυγρὸν ἔδησε βρόχον. === epigram 46 === 1 πηρὸς ἄπαις, ἢ φέγγος ἰδεῖν ἢ παῖδα τεκέσθαι 2 εὐξαμένη, δοιῆς ἔμμορεν εὐτυχίης· 3 τίκτε γὰρ εὐθὺς ἄελπτα μετʼ οὐ πολύ, καὶ τριποθήτου 4 αὐτῆμαρ γλυκερὸν φέγγος ἐσεῖδε φάους. 5 Ἄρτεμις ἀμφοτέροισιν ἐπήκοος, ἥ τε λοχείης 6 μαῖα, καὶ ἀργεννῶν φωσφόρος ἡ σελάων. === epigram 47 === 1 τὸν λύκον ἐξ ἰδίων μαζῶν τρέφω οὐκ ἐθέλουσα, 2 ἀλλὰ μʼ ἀναγκάζει ποιμένος ἀφροσύνη. 3 αὐξηθεὶς δʼ ὑπʼ ἐμοῦ, κατʼ ἐμοῦ πάλι θηρίον ἔσται· 4 ἡ χάρις ἀλλάξαι τὴν φύσιν οὐ δύναται. === epigram 48 === 1 Ζεὺς κύκνος, ταῦρος, σάτυρος, χρυσὸς διʼ ἔρωτα 2 Λήδης, Εὐρώπης, Ἀντιόπης, Δανάης. === epigram 49 === 1 ἐλπὶς καὶ σύ, Τύχη, μέγα χαίρετε· τὸν λιμένʼ εὗρον 2 οὐδὲν ἐμοὶ χʼ ὑμῖν· παίζετε τοὺς μετʼ ἐμέ. === epigram 50 === 1 τὴν σαυτοῦ φρένα τέρπε· δυσηλεγέων δὲ πολιτῶν 2 ἄλλος τίς σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ. === epigram 51 === 1 αἰὼν πάντα φέρει· δολιχὸς χρόνος οἶδεν ἀμείβειν 2 οὔνομα καὶ μορφὴν καὶ φύσιν ἠδὲ τύχην. === epigram 52 === 1 ἰχθύας ἀγκίστρῳ τις ἀπʼ ᾐόνος εὔτριχι βάλλων 2 εἵλκυσε ναυηγοῦ κρᾶτα λιποτριχέα. 3 οἰκτείρας δὲ νέκυν τὸν ἀσώματον, ἐξ ἀσώματον 4 χειρὸς ἐπισκάπτων λιτὸν ἔχωσε τάφον. 5 εὗρε δὲ κευθόμενον χρυσοῦ κτέαρ. ἦ ῥα δικαίοις 6 ἀνδράσιν εὐσεβίης οὐκ ἀπόλωλε χάρις. === epigram 53 === 1 Ἱπποκράτης φάος ἦν μερόπων, καὶ σῴετο λαῶν 2 ἔθνεα, καὶ νεκύων ἦν σπάνις εἰν ἀίδῃ. === epigram 54 === 1 γῆρας ἐπὰν μὲν ἀπῇ, πᾶς εὔχεται· ἢν δὲ ποτʼ ἔλθῃ, 2 μέμφεται· ἔστι δʼ ἀεὶ κρεῖσσον ὀφειλόμενον. === epigram 55 === 1 εἴ τις γηράσας ζῆν εὔχεται, ἄξιός ἐστι 2 γηράσκειν πολλῶν εἰς ἐτέων δεκάδας. === epigram 56 === 1 Ἕβρου Θρηικίου κρυμῷ πεπεδημένον ὕδωρ 2 νήπιος εἰσβαίνων οὐκ ἔφυγεν θάνατον 3 ἐς ποταμὸν δʼ ἤδη λαγαρούμενον ἴχνος ὀλισθὼν, 4 κρυμῷ τοὺς ἁπαλοὺς αὐχένας ἀμφεκάρη. 5 καὶ τὸ μὲν ἐξεσύρη λοιπὸν δέμας· ἡ δὲ μένουσα 6 ὄψις ἀναγκαίην εἶχε τάφου πρόφασιν. 7 δύσμορος ἧς ὠδῖνα διείλατο πῦρ τε καὶ ὕδωρ· 8 ἀμφοτέρων δὲ δοκῶν, οὐδενός ἐστιν ὅλως. === epigram 57 === 1 τίπτε παναμέριος, Πανδιονὶ κάμμορε κούρα,, 2 μυρομένα κελαδεῖς τραυλὰ διὰ στομάτων; 3 ἤ τοι παρθενίας πόθος ἵκετο, τάν τοι ἀπηύρα 4 Θρηίκιος Τηρεὺς αἰνὰ βιησάμενος; === epigram 58 === 1 καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος 2 καὶ τὸν ἐπʼ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην, 3 κάπων τʼ αἰώρημα, καὶ Ἠελίοιο κολοσσόν, 4 καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον, 5 μνᾶμά τε Μαυσώλοιο πελώριον ἀλλʼ ὅτʼ ἐσεῖδον 6 Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον, 7 κεῖνα μὲν ἠμαύρωτο † δεκηνιδε νόσφιν Ὀλύμπου 8 ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο. === epigram 59 === 1 τέσσαρες αἰωροῦσι τανυπτερύγων ἐπὶ νώτων 2 νῖκαι ἰσηρίθμους υἱέας ἀθανάτων 3 ἁ μὲν Ἀθηναίαν πολεμαδόκον, ἁ δʼ Ἀφροδίταν, 4 ἁ δὲ τὸν Ἀλκείδαν, ἁ δʼ ἀφόβητον Ἄρη, 5 σεῖο κατʼ εὐόροφον γραπτὸν τέγος· ἐς δὲ νέονται 6 οὐρανόν, ὦ Ῥώμας Γαῖε πάτρας ἔρυμα. 7 θείη ἀνίκατον μὲν ὁ βουφάγος. ἁ δέ σε Κύπρις 8 εὔγαμον, εὔμητιν Παλλάς, ἄτρεστον Ἄρης. === epigram 60 === 1 πύργος ὅδʼ εἰναλίης ἐπὶ χοιράδος, οὔνομα νήσῳ 2 ταὐτὸν ἔχων, ὅρμου σύμβολόν εἰμι Φάρος. === epigram 61 === 1 γυμνὸν ἰδοῦσα Λάκαινα παλίντροπον ἐκ πολέμοιο 2 παῖδʼ ἑὸν ἐς πάτραν ὠκὺν ἱέντα πόδα, 3 ἀντίη ἀίξασα διʼ ἥπατος ἤλασε λόγχαν, 4 ἄρρενα ῥηξαμένα φθόγγον ἐπὶ κταμένῳ· 5 “ ἀλλότριον Σπάρτας, εἶπεν, γένος, ἔρρε πρὸς ᾅδαν, 6 ἔρρʼ, ἐπεὶ ἐψεύσω πατρίδα καὶ γενέταν.” === epigram 62 === 1 ξεῖνοι, τὴν περίβωτον ἐμὲ πτόλιν, Ἴλιον ἱρήν, 2 τὴν πάρος εὐπύργοις τείχεσι κλῃζομένην, 3 αἰῶνος τέφρη κατεδήδοκεν· ἀλλʼ ἐν Ὁμήρῳ 4 κεῖμαι χαλκείων ἕρκος ἔχουσα πυλῶν. 5 οὐκέτι με σκάψει Τρωοφθόρα δούρατʼ Ἀχαιῶν, 6 πάντων δʼ Ἑλλήνων κείσομαι ἐν στόμασιν. === epigram 63 === 1 Λυδὴ καὶ γένος εἰμὶ καὶ οὔνομα· τῶν δʼ ἀπὸ Κόδρου 2 σεμνοτέρη πασῶν εἰμι διʼ Ἀντίμαχον. 3 τίς γὰρ ἔμʼ οὐκ ἤεισε; τίς οὐκ ἀνελέξατο Λύδην, 4 τὸ ξυνὸν Μουσῶν γράμμα καὶ Ἀντιμάχου; === epigram 64 === 1 αὐταὶ ποιμαίνοντα μεσημβρινὰ μῆλά σε Μοῦσαι 2 ἔδρακον ἐν κραναοῖς οὔρεσιν, Ἡσίοδε, 3 καί σοι καλλιπέτηλον, ἐρυσσάμεναι περὶ πᾶσαι, 4 ὤρεξαν δάφνας ἱερὸν ἀκρεμόνα, 5 δῶκαν δὲ κράνας Ἑλικωνίδος ἔνθεον ὕδωρ, 6 τὸ πτανοῦ πώλου πρόσθεν ἔκοψεν ὄνυξ· 7 οὗ σὺ κορεσσάμενος μακάρων γένος ἔργα τε μολπαῖς 8 καὶ γένος ἀρχαίων ἔγραφες ἡμιθέων. === epigram 65 === 1 γῇ μὲν ἔαρ κόσμος πολυδένδρεον, αἰθέρι δʼ ἄστρα, 2 Ἑλλάδι δʼ ἥδε χθών, οἵδε δὲ τῇ πόλεϊ. === epigram 66 === 1 Μναμοσύναν ἕλε θάμβος, ὅτʼ ἔκλυε τᾶς μελιφώνου 2 Σαπφοῦς, μὴ δεκάταν Μοῦσαν ἔχουσι βροτοί. === epigram 67 === 1 στήλην μητρυιῆς, μακρὰν λίθον, ἔστεφε κοῦρος, 2 ὡς βίον ἠλλάχθαι καὶ τρόπον οἰόμενος· 3 ἡ δὲ τάφῳ κλινθεῖσα κατέκτανε παῖδα πεσοῦσα. 4 φεύγετε μητρυιῆς καὶ τάφον οἱ πρόγονοι. === epigram 68 === 1 μητρυιαὶ προγόνοισιν ἀεὶ κακόν· οὐδὲ φιλοῦσαι 2 σῴζουσιν Φαίδρην γνῶθι καὶ Ἱππόλυτον. === epigram 69 === 1 μητρυιῆς δύσμηνις ἀεὶ χόλος, οὐδʼ ἐν ἔρωτι 2 ἤπιος· οἶδα πάθη σώφρονος Ἱππολύτου. === epigram 70 === 1 Τραυλὰ μινυρομένα, Πανδιονὶ παρθένε, φωνᾷ, 2 Τηρέος οὐ θεμιτῶν ἁψαμένα λεχέων, 3 τίπτε παναμέριος γοάεις ἀνὰ δῶμα, χελιδόν; 4 παύεʼ, ἐπεί σε μένει καὶ κατόπιν δάκρυα. === epigram 71 === 1 κλῶνες ἀπῃόριοι ταναῆς δρυός, εὔσκιον ὕψος 2 ἀνδράσιν ἄκρητον καῦμα φυλασσομένοις, 3 εὐπέταλοι, κεράμων στεγανώτεροι, οἰκία φαττῶν, 4 οἰκία τεττίγων, ἔνδιοι ἀκρεμόνες, 5 κἠμὲ τὸν ὑμετέραισιν ὑποκλινθέντα κόμαισιν 6 ῥύσασθʼ, ἀκτίνων ἠελίου φυγάδα, === epigram 72 === 1 εὔκολος Ἑρμείας, ὦ ποιμένες, ἐν δὲ γάλακτι 2 χαίρων καὶ δρυΐνῳ σπενδομένοις μέλιτι· 3 ἀλλʼ οὐχ Ἡρακλέης· ἕνα δὲ κτίλον ἢ παχὺν ἄρνα 4 αἰτεῖ, καὶ πάντως ἓν θύος ἐκλέγεται. 5 ἀλλὰ λύκους εἴργει. τί δὲ τὸ πλέον, εἰ τὸ φυλαχθὲν 6 ὄλλυται εἴτε λύκοις, εἴθʼ ὑπὸ τοῦ φύλακος; === epigram 73 === 1 Εὐβοϊκοῦ κόλποιο παλινδίνητε θάλασσα, 2 πλαγκτὸν ὕδωρ, ἰδίοις ῥεύμασιν ἀντίπαλον, 3 ἠελίῳ κἠν νυκτὶ τεταγμένον ἐς τρίς, ἄπιστον 4 ναυσὶν ὅσον πέμπεις χεῦμα δανειζόμενον 5 θαῦμα βίου, θαμβῶ σε τὸ μυρίον, οὑ δὲ ματεύω 6 σὴν στάσιν ἀρρήτῳ ταῦτα μέμηλε φύσει. === epigram 74 === 1 ἀγρὸς Ἀχαιμενίδου γενόμην ποτέ, νῦν δὲ Μενίππου· 2 καὶ πάλιν ἐξ ἑτέρου βήσομαι εἰς ἕτερον. 3 καὶ γὰρ ἐκεῖνος ἔχειν μὲ ποτʼ ᾤετο, καὶ πάλιν οὗτος 4 οἴεται· εἰμὶ δʼ ὅλως οὐδενός, ἀλλὰ Τύχης. === epigram 75 === 1 κἤν με φάγῃς ἐπὶ ῥίζαν, ὅμως ἔτι καρποφορήσω 2 ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ. === epigram 76 === 1 Δισσᾶν ἐκ βροχίδων ἁ μὲν μία πίονα κίχλαν, 2 ἁ μία δʼ ἱππείᾳ κόσσυφον εἷλε πάγᾳ· 3 ἀλλʼ ἁ μὲν κίχλας θαλερὸν δέμας ἐς φάος Ἠοῦς 4 οὐκέτʼ ἀπὸ πλεκτᾶς ἧκε δεραιοπέδας, 5 ἁ δʼ αὖθις μεθέηκε τὸν ἱερόν. ἦν ἄρʼ ἀοιδῶν 6 φειδὼ κἠν κωφαῖς, ξεῖνε, λινοστασίαις. === epigram 77 === 1 Πριομένα κάλλει Γανυμήδεος εἶπέ ποθʼ Ἥρα, 2 θυμοβόρον ζάλου κέντρον ἔχουσα νόῳ 3 “ ἄρσεν πῦρ ἔτεκεν Τροία Διί· τοιγὰρ ἐγὼ πῦρ 4 πέμψω ἐπὶ Τροίᾳ, πῆμα φέροντα Πάριν· 5 ἥξει δʼ Ἰλιάδαις οὐκ ἀετός, ἀλλʼ ἐπὶ θοίναν 6 γῦπες, ὅταν Δαναοὶ σκῦλα φέρωσι πόνων.” === epigram 78 === 1 μὴ μέμψῃ μʼ ἀπέπειρον ἀεὶ θάλλουσαν ὀπώρην 2 ἀχράδα, τὴν καρποῖς πάντοτε βριθομένην. 3 ὁππόσα γὰρ κλαδεῶσι πεπαίνομεν, ἄλλος ἐφέλκει· 4 ὁππόσα δʼ ὠμὰ μένει, μητρὶ περικρέμαται. === epigram 79 === 1 Αὐτοθελὴς καρποὺς ἀποτέμνομαι, ἀλλὰ πεπείρους· 2 πάντοτε μὴ σκληροῖς τύπτε με χερμαδίοις. 3 μηνίσει καὶ Βάκχος ἐνυβρίζοντι τὰ κείνου 4 ἔργα· Λυκούργειος μὴ λαθέτω σε τύχη. === epigram 80 === 1 μάντιες ἀστερόεσσαν ὅσοι ζητεῖτε κέλευθον, 2 ἔρροιτʼ, εἰκαίης ψευδολόγοι σοφίης. 3 ὑμέας ἀφροσύνη μαιώσατο, Τόλμα δʼ ἔτικτεν, 4 τλήμονας, οὐδʼ ἰδίην εἰδότας ἀκλεΐην. === epigram 81 === 1 μὴ εἴπῃς θάνατον βιοτῆς ὅρον εἰσὶ καμοῦσιν, 2 ὡς ζωοῖς, ἀρχαὶ συμφορέων ἕτεραι. 3 ἄθρει Νικίεω Κῴου μόρον ἤδη ἔκειτο 4 εἰν ἀίδῃ, νεκρὸς δʼ ἦλθεν ὑπʼ ἠέλιον 5 ἀστοὶ γὰρ τύμβοιο μετοχλίσσαντες ὀχῆας, 6 εἴρυσαν ἐς ποινὰς τλήμονα δυσθανέα. === epigram 82 === 1 %2Μηδʼ ὅτʼ ἐπʼ ἀγκύρης, ὀλοῇ πίστευε θαλάσσῃ, 2 ναυτίλε, μηδʼ εἴ τοι πείσματα χέρσος ἔχοι. 3 καὶ γὰρ Ἴων ὅρμῳ ἔνι κάππεσεν ἐς δὲ κόλυμβον 4 ναύτου τὰς ταχινὰς οἶνος ἔδησε χέρας. 5 φεῦγε χοροιτυπίην ἐπινήιον ἐχθρὸς Ἰάκχῳ 6 πόντος· Τυρσηνοὶ τοῦτον ἔθεντο νόμον. === epigram 83 === 1 νηὸς ἐπειγομένης ὠκὺν δρόμον ἀμφεχόρευον 2 δελφῖνες, πελάγους ἰχθυφάγοι σκύλακες. 3 καπροφόνος δὲ κύων θηρσὶν κείνους ἰκελώσας 4 δύσμορος, ὡς ἐπὶ γῆν εἰς βυθὸν ἐξέθορεν. 5 ὤλετο δʼ ἀλλοτρίης θήρης χάριν· οὐ γὰρ ἐλαφρὸς 6 πάντων ἐστὶ κυνῶν ὁ δρόμος ἐν πελάγει. === epigram 84 === 1 νηὸς ἁλιστρέπτου πλαγκτὸν κύτος εἶδεν ἐπʼ ἀκτῆς 2 μηλοβότης, βλοσυροῖς κύμασι συρόμενον, 3 χεῖρα δʼ ἐπέρριψεν· τὸ δʼ ἐπεσπάσατʼ ἐς βυθὸν ἅλμης 4 τὸν σῴζονθʼ οὕτως πᾶσιν ἀπηχθάνετο· 5 ναυηγὸν δʼ ὁ νομεὺς ἔσχεν μόρον. ὢ διʼ ἐκείνην 6 καὶ δρυμοὶ χῆροι πορθμίδα καὶ λιμένες. === epigram 85 === 1 νῆα μὲν ὤλεσε πόντος, ἐμοὶ δʼ ἔπορεν πάλι δαίμων 2 πλαζομένῳ φύσεως νῆα ποθεινοτέρην· 3 πατρὸς ἰδὼν γὰρ ἐγὼ δέμας εἰς ἐμὲ καίριον ἐλθόν, 4 μουνερέτης ἐπέβην, φόρτος ὀφειλόμενος. 5 ἤγαγεν εἰς λιμένας δὲ καὶ ἔσπειρεν δὶς ὁ πρέσβυς, 6 νήπιον ἐν γαίῃ, δεύτερον ἐν πελάγει. === epigram 86 === 1 Παμφάγος ἑρπηστὴς κατὰ δώματα λιχνοβόρος μῦς, 2 ὄστρεον ἀθρήσας χείλεσι πεπταμένον, 3 πώγωνος διεροῖο νόθην ὠδάξατο σάρκα 4 αὐτίκα δʼ ὀστρακόεις ἐπλατάγησε δόμος, 5 ἁρμόσθη δʼ ὀδύναισιν ὁ δʼ ἐν κλείθροισιν ἀφύκτοις 6 ληφθεὶς αὐτοφόνον τύμβον ἐπεσπάσατο. === epigram 87 === 1 μηκέτι νῦν μινύριζε παρὰ δρυΐ, μηκέτι φώνει 2 κλωνὸς ἐπʼ ἀκροτάτου, κόσσυφε, κεκλιμένος· 3 ἐχθρόν σοι τόδε δένδρον ἐπείγεο δʼ, ἄμπελος ἔνθα 4 ἀντέλλει γλαυκῶν σύσκιος ἐκ πετάλων 5 κείνης ταρσὸν ἔρεισον ἐπὶ κλάδον;, ἀμφὶ τʼ ἐκείνῃ 6 μέλπε, λιγὺν προχέων ἐκ στομάτων κέλαδον. 7 δρῦς γὰρ ἐπʼ ὀρνίθεσσι φέρει τὸν ἀνάρσιον ἰξόν, 8 ἁ δὲ βότρυν στέργει δʼ ὑμνοπόλους Βρόμιος. === epigram 88 === 1 μεμφομένη Βορέην ἐπεπωτώμην ὑπὲρ ἅλμης· 2 πνεῖ γὰρ ἐμοὶ Θρῄκης ἤπιος οὐδʼ ἄνεμος. 3 ἀλλά με τὴν μελίγηρυν ἀηδόνα δέξατο νώτοις 4 δελφίν, καὶ πτηνὴν πόντιος ἡνιόχει. 5 πιστοτάτῳ δʼ ἐρέτῃ πορθμευομένη, τὸν ἄκωπον 6 ναύτην τῇ στομάτων θέλγον ἐγὼ κιθάρῃ. 7 εἰρεσίην δελφῖνες ἀεὶ Μούσῃσιν ἄμισθον 8 ἤνυσαν οὐ ψεύστης μῦθος Ἀριόνιος. === epigram 89 === 1 λιμὸν ὀιζυρὴν ἀπαμυνομένη πολύγηρως 2 Νικὼ σὺν κούραις ἠκρολόγει στάχυας· 3 ὤλετο δʼ ἐκ θάλπους· τῇ δʼ ἐκ καλάμης συνέριθοι 4 νῆσαν πυρκαϊὴν ἄξυλον ἀσταχύων. 5 μὴ νεμέσα, Δήμητερ, ἀπὸ χθονὸς εἰ βροτὸν οὖσαν 6 κοῦραι τοῖς γαίης σπέρμασιν ἠμφίεσαν. === epigram 90 === 1 νηῶν ὠκυπόρων ὃς ἔχεις κράτος, ἵππιε δαῖμον, 2 καὶ μέγαν Εὐβοίης ἀμφικρεμῆ σκόπελον, 3 οὔριον εὐχομένοισι δίδου πλόον Ἄρεος ἄχρις 4 ἐς πόλιν, ἐκ Συρίης πείσματα λυσαμένοις === epigram 91 === 1 Ἑρμῆ Κωρυκίων ναίων πόλιν, ὦ ἄνα, χαίροις, 2 Ἑρμῆ, καὶ λιτῇ προσγελάσαις ὁσίῃ. === epigram 92 === 1 ἀρκεῖ τέττιγας μεθύσαι δρόσος· ἀλλὰ πιόντες 2 ἀείδειν κύκνων εἰσὶ γεγωνότεροι. 3 ὣς καὶ ἀοιδὸς ἀνήρ, ξενίων χάριν, ἀνταποδοῦναι 4 ὕμνους εὐέρκταις οἶδε, παθὼν ὀλίγα. 5 τοὔνεκά σοι πρώτως μὲν ἀμείβομαι· ἢν δʼ ἐθέλωσιν 6 Μοῖραι, πολλάκι μοι κείσεαι ἐν σελίσιν. === epigram 93 === 1 Ἀντίπατρος Πείσωνι γενέθλιον ὤπασε βίβλον 2 μικρήν, ἐν δὲ μιῇ νυκτὶ πονησάμενος. 3 ἵλαος ἀλλὰ δέχοιτο, καὶ αἰνήσειεν ἀοιδόν, 4 Ζεὺς μέγας ὡς ὀλίγῳ πειθόμενος λιβάνῳ. === epigram 94 === 1 Πούλυπον ἀγρεύσας ποτὲ Τύννιχος, ἐξ ἁλὸς εἰς γῆν 2 ἔρριψεν, δείσας θηρὸς ἱμαντοπέδην. 3 ἀλλʼ ὃ γʼ ἐφʼ ὑπνώοντα πεσὼν συνέδησε λαγωόν, 4 φεῦ, τάχα θηρευτὰς ἄρτι φυγόντα κύνας. 5 ἀγρευθεὶς ἤγρευσεν· ὁ δʼ εἰς ἅλα Τύννιχος ἰχθὺν 6 ἧκε πάλιν ζωόν, λύτρα λαγωὸν ἔχων. === epigram 95 === 1 Χειμερίαις νιφάδεσσι παλυνομένα τιθὰς ὄρνις 2 τέκνοις εὐναίας ἀμφέχεε πτέρυγας, 3 μέσφα μιν οὐράνιον κρύος ὤλεσεν ἦ γὰρ ἔμεινεν 4 αἴθριος, οὐρανίων ἀντίπαλος νεφέων. 5 Πρόκνη καὶ Μήδεια, κατʼ Ἄϊδος αἰδέσθητε 6 μητέρες ὀρνίθων ἔργα διδασκόμεναι. === epigram 96 === 1 Ἀντιγένης ὁ Γελῷος ἔπος ποτὲ τοῦτο θυγατρὶ 2 εἶπεν, ὅτʼ ἦν ἤδη νεύμενος εἰς Ἀίδην 3 “ παρθένε καλλιπάρῃε, κόρη δʼ ἐμή, ἴσχε συνεργὸν 4 ἠλακάτην, ἀρκεῦν κτῆμα πένητι βίῳ· 5 ἢν δʼ ἵκᾐ εἰς ὑμέναιον, Ἀχαιίδος ἤθεα μητρὸς 6 χρηστὰ φύλασσε, πόσει προῖκα βεβαιοτάτην.” === epigram 97 === 1 Ἀνδρομάχης ἔτι θρῆνον ἀκούομεν, εἰσέτι Τροίην 2 δερκόμεθʼ ἐκ βάθρων πᾶσαν ἐρειπομένην, 3 καὶ μόθον Αἰάντειον, ὑπὸ στεφάνῃ τε πόληος 4 ἔκδετον ἐξ ἵππων Ἕκτορα συρόμενον, 5 Μαιονίδεω διὰ μοῦσαν, ὃν οὐ μία πατρὶς ἀοιδὸν 6 κοσμεῖται, γαίης δʼ ἀμφοτέρης κλίματα. === epigram 98 === 1 Οἰδίποδες δισσοί σε, καὶ Ἠλέκτρη βαρύμηνις, 2 καὶ δείπνοις ἐλαθεὶς Ἀτρέος Ἠέλιος, 3 ἄλλα τε πουλυπαθέσσι, Σοφόκλεες, ἀμφὶ τυράννοις 4 ἄξια τῆς Βρομίου βύβλα χοροιτυπίης, 5 ταγὸν ἐπὶ τραγικοῖο κατῄνεσσαν θιάσοιο, 6 αὐτοῖς ἡρώων φθεγξάμενον στόμασι. === epigram 99 === 1 Ἴξαλος εὐπώγων αἰγὸς πόσις ἒν ποθʼ ἁλωῇ 2 οἴνης τοὺς ἁπαλοὺς πάντας ἔδαψε κλάδους. 3 τῷ δʼ ἔπος ἐκ γαίης τόσον ἄπυε· “κεῖρε, κάκιστε, 4 γναθμοῖς ἡμέτερον κλῆμα τὸ καρποφόρον· 5 ῥίζα γάρ ἔμπεδος οὖσα πάλιν γλυκὺ νέκταρ ἀνήσει, 6 ὅσσον ἐπισπεῖσαι σοί, τράγε, θυομένῳ.” === epigram 100 === 1 Λητοῦς ὠδίνων ἱερὴ τροφέ, τὴν ἀσάλευτον 2 Αἰγαίῳ Κρονίδης ὡρμίσατʼ ἐν πελάγει, 3 οὒ νύ σε δειλαίην, μὰ τεούς, δέσποινα, βοήσω, 4 δαίμονας, οὐδὲ λόγοις ἕψομαι Ἀντιπάτρου· 5 ὀλβίζω δʼ, ὅτι Φοῖβον ἐδέξαο, καὶ μετʼ Ὄλυμπον 6 Ἄρτεμις οὐκ ἄλλην ἢ σὲ λέγει πατρίδα. === epigram 101 === 1 ἡρώων ὀλίγαι μὲν ἐν ὄμμασιν, αἱ δʼ ἔτι λοιπαὶ 2 πατρίδες οὐ πολλῷ γʼ αἰπύτεραι πεδίων 3 οἵην καὶ σέ, τάλαινα, παρερχόμενός γε Μυκήνην 4 ἔγνων, αἰπολίου παντὸς ἐρημοτέρην, 5 αἰπολικὸν μήνυμα· γέρων δέ τις, ἡ πολύχρυσος, 6 εἶπεν, Κυκλώπων τῇδʼ ἐπέκειτο πόλις. === epigram 102 === 1 ἡ πρὶν ἐγὼ Περσῆος ἀκρόπτολις αἰθερίοιο 2 ἡ πικρὸν Ἰλιάδαις ἀστέρα θρεψαμένη, 3 αἰπολίοισιν ἔναυλον ἐρημαίοισιν ἀνεῖμαι, 4 τίσασα Πριάμου δαίμοσιν ὀψὲ δίκας. === epigram 103 === 1 ἡ πολύχρυσος ἐγὼ τὸ πάλαι πόλις, ἡ τὸν Ἀτρειδῶν 2 οἶκον ἀπʼ οὐρανίου δεξαμένη γενεῆς, 3 ἡ Τροίην πέρσασα θεόκτιτον, ἡ βασίλειον 4 ἀσφαλὲς Ἑλλήνων οὖσά ποθʼ ἡμιθέων, 5 μηλόβοτος κεῖμαι καὶ βούνομος ἔνθα Μυκήνη, 6 τῶν ἐν ἐμοὶ μεγάλων τοὔνομʼ ἔχουσα μόνον. 7 Ἴλιον ἆ Νεμέσει μεμελημένον, εἴ γε, Μυκήνης 8 μηκέθʼ ὁρωομένης, ἐσσί, καὶ ἐσσὶ πόλις. === epigram 104 === 1 Ἄργος, Ὁμηρικὲ μῦθε, καὶ Ἑλλάδος ἱερὸν οὖδας, 2 καὶ χρυσέη τὸ πάλαι Περσέος ἀκρόπολι, 3 ἐσβέσαθʼ ἡρώων κείνων κλέος, οἵ ποτε Τροίης 4 ἤρειψαν κατὰ γῆς θειόδομον στέφανον. 5 ἀλλʼ ἡ μὲν κρείσσων ἐστὶν πόλις· αἱ δὲ πεσοῦσαι 6 δείκνυσθʼ εὐμύκων αὔλια βουκολίων. === epigram 105 === 1 ἐκλάσθην ἀνέμοισι πίτυς. τί με τεύχετε νῆα, 2 ναυηγῶν ἀνέμων χερσόθι γευσαμέναν; ˘ === epigram 106 === 1 ὁλκάδα πῦρ μʼ ἔφλεξε, τόσην ἅλα μετρήσασαν, 2 ἐν χθονί, τῇ πεύκας εἰς ἐμὲ κειραμένᾐ, 3 ἣν πέλαγος διέσωσεν, ἐπʼ ᾐόνος· ἀλλὰ θαλάσσης 4 τὴν ἐμὲ γειναμένην εὗρον ἀπιστοτέρην. === epigram 107 === 1 τὴν μικρήν με λέγουσι, καὶ οὐκ ἴσα ποντοπορεύσαις 2 ναυσὶ διιθύνειν ἄτρομον εὐπλοΐην 3 οὐκ ἀπόφημι δʼ ἐγώ· βραχὺ μὲν σκάφος, ἀλλὰ θαλάσσῃ 4 πᾶν ἴσον οὐ μέτρων ἡ κρίσις, ἀλλὰ τύχης. 5 ἔστω πηδαλίοις ἑτέρῃ πλέον ἄλλο γὰρ ἄλλῃ 6 θάρσος· ἐγὼ δʼ εἴην δαίμοσι σῳζομένη. === epigram 108 === 1 ὁ Ζεὺς πρὸς τὸν Ἔρωτα· βέλη τὰ σὰ πάντʼ ἀφελοῦμαι· 2 χὠ πτανός· Βρόντα, καὶ πάλι κύκνος ἔσῃ. === epigram 109 === 1 οὐκ οἶδʼ εἴτε σάκος λέξαιμί σε, τὴν ἐπὶ πολλοὺς 2 ἀντιπάλους πιστὴν σύμμαχον ὡπλισάμην, 3 εἴτε σε βαιὸν ἐμοὶ πόντου σκάφος, ἥ μʼ ἀπὸ νηὸς 4 ὀλλυμένης κόμισας νηκτὸν ἐπʼ ἠιόνας. 5 Ἄρεος ἐν πολέμοις ἔφυγον χόλον, ἔν τε θαλάσσῃ 6 Νηρῆος· σὺ δʼ ἄρʼ ἦς ὅπλον ἐν ἀμφοτέροις. === epigram 110 === 1 οὐ στέργω βαθυληίους ἀρούρας, 2 οὐκ ὄλβον πολύχρυσον, οἷα Γύγης. 3 αὐτάρκους ἔραμαι βίου, Μακρῖνε· 4 τὸ Μηθὲν γὰρ ἄγαν ἄγαν με τέρπει. === epigram 111 === 1 Θρήικας αἰνείτω τις, ὅτι στοναχεῦσι μὲν υἷας 2 μητέρος ἐκ κόλπων πρὸς φάος ἐρχομένους, 3 ἔμπαλι δʼ ὀλβίζουσιν ὅσους αἰῶνα λιπόντας 4 ἀπροϊδὴς Κηρῶν λάτρις ἔμαρψε Μόρος. 5 οἱ μὲν γὰρ ζώοντες ἀεὶ παντοῖα περῶσιν 6 ἐς κακά, τοὶ δὲ κακῶν εὗρον ἄκος φθίμενοι. === epigram 112 === 1 τρὶς δέκα με πνεύσειν καὶ δὶς τρία μάντιες ἄστρων 2 φασὶν ἐμοὶ δʼ ἀρκεῖ καὶ δεκὰς ἡ τριτάτη· 3 τοῦτο γὰρ ἀνθρώποις βιοτῆς ὅρος· ἡ δʼ ἐπὶ τούτοις 4 Νέστορι· καὶ Νέστωρ δʼ ἤλυθεν εἰς ἀίδην, === epigram 113 === 1 οἱ κόρις ἄχρι κόρου κορέσαντό μου· ἀλλʼ ἐκορέσθην 2 ἄχρι κόρου καὐτὸς τοὺς κόρις ἐκκορίσας. === epigram 114 === 1 παιδὸς ἀφʼ ὑψηλῶν κεράμων ὑπὲρ ἄκρα μέτωπα 2 κύπτοντος ʽΜοῖρα νηπιάχοις ἄφοβονʼ, 3 μήτηρ ἐξόπιθεν μαζῷ μετέτρεψε νόημα· 4 δὶς δὲ τέκνῳ ζωὴν ἓν κεχάριστο γάλα, === epigram 115 === 1 ἀσπίδʼ Ἀχιλλῆος, τὴνἝκτορος αἷμα πιοῦσαν, 2 Λαρτιάδης Δαναῶν ἦρε κακοκρισίῃ·̓· 3 ναυηγοῦ δὲ θάλασσα κατέσπασε, καὶ παρὰ τύμβον 4 Αἴαντος νηκτὴν ὥρμισεν, οὐκ Ἰθάκῃ, === epigram 115b === 1 καλὰ Ποσειδάων δίκασεν πολὺ μᾶλλον Ἀθήνης· 3 καὶ κρίσιν Ἑλλήνων στυγερὴν ἀπέδειξε θάλασσα, 4 καὶ Σαλαμὶς ἀπέχει κῦδος ὀφειλόμενον. === epigram 116 === 1 ἀσπὶς ἐν αἰγιαλοῖσι βοᾷ, καὶ σῆμα τινάσσει, 2 αὐτόν σ’ ἐκκαλέουσα, τὸν ἄξιον ἀσπιδιώτην 3 ἔγρεο, παῖ Τελαμῶνος, ἔχεις σάκος Αἰακίδαο. === epigram 117 === 1 πένθιμον ἡνίκα πατρὶ Πολυξείνης ὑμέναιον 2 ἤνυσεν ὀγκωτοῦ Πύρρος ὕπερθε τάφου, 3 ὧδε πολυκλαύτοιο κόμας λακίσασα καρήνου 4 Κισσηὶς τεκέων κλαῦσε φόνους Ἑκάβη· 5 “ πρόσθε μὲν ἀξονίοις φθιτὸν εἴρυσας Ἕκτορα δεσμοῖς· 6 νῦν δὲ Πολυξείνης αἷμα δέχῃ φθίμενος· 7 Αἰακίδη, τί τοσοῦτον ἐμῇ ὠδύσσαο νηδυῖ; 8 παισὶν ἔφυς γὰρ ἐμοῖς ἤπιος οὐδὲ νέκυς.” === epigram 118 === 1 ὤ μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο· 2 τοῦ μὲν ἐπερχομένου, τῆς δʼ ἀπονισαμένης, === epigram 119 === 1 εἴ τις ἀνὴρ ἄρχων ἐθέλει κολάκων ἀνέχεσθαι, 2 πολλοὺς ἐκδώσει τοῖς μιαροῖς στόμασιν 3 ὥστε χρὴ τὸν ἄριστον, ἀπεχθαίροντα δικαίως, 4 ὡς κόλακας μισεῖν τοὺς κολακευομένους. === epigram 120 === 1 φαῦλος ἀνὴρ πίθος ἐστὶ τετρημένος, εἰς ὃν ἁπάσας 2 ἀντλῶν τὰς χάριτας, εἰς κενὸν ἐξέχεας. === epigram 121 === 1 Σπάρτας καὶ Σαλαμῖνος ἐγὼ φυτὸν ἀμφήριστον 2 κλαίω δʼ ἠιθέων ἔξοχον ἢ προμάχων. === epigram 122 === 1 Ἀτθὶ κόρα μελίθρεπτε, λάλος λάλον ἁρπάξασα 2 τέττιγα πτανοῖς δαῖτα φέρεις τέκεσιν, 3 τὸν λάλον ἁ λαλόεσσα, τὸν εὔπτερον ἁ πτερόεσσα, 4 τὸν ξένον ἁ ξείνα, τὸν θερινὸν θερινά; 5 κοὐχὶ τάχος ῥίψεις; οὐ γὰρ θέμις, οὐδὲ δίκαιον, 6 ὄλλυσθʼ ὑμνοπόλους ὑμνοπόλοις στόμασιν. === epigram 123 === 1 ἐκ θοίνης φάος ἔσχεν ἐπʼ ἀχράδα μηκὰς ἰοῦσα, 2 ἐκ δʼ ἐφάνη τυφλὴν μηκέτʼ ἔχουσα κόρην· 3 δισσῶν τὴν ἑτέρην γὰρ ἐκέντρισεν ὀξὺς ἀκάνθης 4 ὄζος. ἴδʼ ὡς τέχνης δένδρον ἐνεργότερον. === epigram 124 === 1 ποῖ Φοῖβος πεπόρευται; Ἄρης ἀναμίγνυται Δάφνῃ. === epigram 125 === 1 θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ 2 τέκνα ταλαντεύουσι, καὶ οὐ πάρος εἰσὶ τοκῆες, 3 πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ. 4 αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπων 5 νηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας 6 αὐτὸς ἐπʼ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδʼ ἀλεγίζει, 7 οὔπω γὰρ γενέταο φέρει νοῦν, πρὶν γʼ ἐπαθρήσῃ 8 κεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο· 9 ἡ δὲ μετʼ εἰλείθυιαν ἐπʼ ἄλγεσιν ἄλγος ἔχουσα 10 μήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα, 11 ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ. === epigram 126 === 1 τίνας ἂν εἴποι λόγους Κλυταιμνήστρα Ὀρέστου μέλλοντος 2 αὐτὴν σφάξαι. 3 πῇ ξίφος ἰθύνεις; κατὰ γαστέρος, ἢ κατὰ μαζῶν; 4 γαστὴρ ἥδʼ ἐλόχευσεν, ἀνεθρέψαντο δὲ μαζοί. === epigram 127 === 1 ἂν περιλειφθῇ μικρὸν ἐν ἄγγεσιν ἡδέος οἴνου, 2 εἰς ὀξὺ τρέπεται τοῦτο τὸ λειπόμενον 3 οὕτω ἀπαντλήσας τὸν ὅλον βίον, εἰς βαθὺ δʼ ἐλθὼν 4 γῆρας, ὁ πρεσβύτης γίνεται ὀξύχολος. === epigram 128 === 1 εἷρπε δράκων, καὶ ἔπινεν ὕδωρ· σβέννυντο δὲ πηγαὶ 2 καὶ ποταμὸς κεκόνιστο, καὶ ἦν ἔτι διψαλέος θήρ. === epigram 129 === 1 εἷρπε τὸ μέν, τὸ δʼ ἔμελλε, τὸ δʼ ἦν ἔτι νωθρὸν ἐν εὐνῇ· 2 αὐτὰρ ὃ διψήσας ποταμῷ ὑπέθηκε γένειον. 3 πᾶς δʼ ἄρα Κηφισὸς εἴσω ῥέεν ἀργαλέον δὲ 4 ἀνθερεὼν κελάρυζε. κατερχομένου δὲ ῥεέθρου, 5 Κηφισὸν κώκυον ὀλωλότα πολλάκι Νύμφαι. === epigram 130 === 1 Παλλάδος εἰμὶ φυτόν· Βρομίου τί με θλίβετε κλῶνες 2 ἄρατε τοὺς βότρυας· παρθένος οὐ μεθύω. === epigram 131 === 1 οὔρεσιν ἐν δολιχοῖς βλωθρὴν πίτυν ὑέτιός με 2 πρόρριζον γαίης ἐξεκύλισε Νότος· 3 ἔνθεν ναῦς γενόμην, ἀνέμοις πάλιν ὄφρα μάχωμαι, 4 ἄνθρωποι τόλμης οὔ ποτε φειδόμενοι. === epigram 132 === 1 σωφροσύνη καὶ Ἔρως κατεναντίον ἀλλήλοισιν 2 ἐλθόντες ψυχὰς ὤλεσαν ἀμφότερον· 3 Φαίδρην μὲν κτεῖνεν πυρόεις πόθος Ἱππολύτοιο· 4 Ἱππόλυτον δʼ ἁγνὴ πέφνε σαοφροσύνη·. === epigram 133 === 1 εἴ τις ἅπαξ γήμας πάλι δεύτερα λέκτρα διώκει, 2 ναυηγὸς πλώει δὶς βυθὸν ἀργαλέον. === epigram 134 === This epigram has been joined with 135. === epigram 135 === 1 ἐλπὶς, καὶ σὺ Τύχη, μέγα χαίρετε· τὴν ὁδὸν εὗρον 2 οὐκέτι γὰρ σφετέροις ἐπιτέρπομαι. ἔρρετε ἄμφω, 3 οὕνεκεν ἐν μερόπεσσι πολυπλανέες μάλα, ἐστέ. 4 ὅσσα γὰρ ἀτρεκέως οὐκ ἔσσεται, ὔμμες ἐν ἡμῖν 5 φάσματα, ὡς ὕπνῳ, ἐμβάλλετε, οἷά τʼ ἐόντα. 6 ἔρρε κακὴ γλήνη, πολυώδυνε· ἔρρετε ἄμφω. 7 παίζοιτʼ, εἴγε θέλοιτε, ὅσους ἐμεῦ ὕστερον ὄντας 8 εὕροιτʼ οὐ νοέοντας ὅπερ θέμις ἐστὶ νοῆσαι. 9 ἀτρεκέως μάλα πᾶσι πλάνη Τύχη ἐστὶ βροτοῖσιν 10 ἔστι γὰρ ἀδρανέη, τὸ δʼ ἐπιπλέον οὐδὲ πέλουσα. 11 γράψε τίς; οἶδε θεός· τίνος εἵνεκεν; οἶδε καὶ αὐτός. === epigram 136 === 1 αἴθε πατήρ μʼ ἐδίδαξε δασύτριχα μῆλα νομεύειν, 2 ὥς κεν ὑπὸ πτελέῃσι καθήμενος, ἢ ὑπὸ πέτρῃς 3 συρίσδων καλάμοισιν ἐμὰς τέρπεσκον ἀνίας. 4 Πιερίδες, φεύγωμεν ἐυκτιμένην πόλιν ἄλλην 5 πατρίδα μαστεύσωμεν. ἀπαγγελέω δʼ ἄρα πᾶσιν 6 ὡς ὀλοοὶ κηφῆνες ἐδηλήσαντο μελίσσας. === epigram 137 === [τινος ἡμιξήρου πρὸς Ἁδριανὸν τὸν βασιλέα] 1 ἥμισύ μου τέθνηκε, τὸ δʼ ἥμισυ λιμὸς ἐλέγχει· 2 σῶσόν μου, βασιλεῦ, μουσικὸν ἡμίτονον. 3 πρὸς ὃν ὁ βασιλεὺς Ἁδριανὸς ἀπεκρίνατο 4 ἀμφοτέρους ἀδικεῖς καὶ Πλουτέα καὶ Φαέθοντα· 5 τὸν μὲν ἔτʼ εἰσορόων, τοῦ δʼ ἀπολειπόμενος. === epigram 138 === 1 ἦν νέος, ἀλλὰ πένης· νῦν γηρῶν πλούσιός εἰμι, 2 ὦ μόνος ἐκ πάντων οἰκτρὸς ἐν ἀμφοτέροις· 3 ὃς τότε μὲν χρῆσθαι δυνάμην, ὁπότʼ οὐδὲ ἓν εἶχον, 4 νῦν δʼ ὁπότε χρῆσθαι μὴ δύναμαι, τότʼ ἔχω. === epigram 139 === 1 Μαχλὰς ἐϋκροτάλοισιν ἀνευάζουσα χορείαις, 2 δίζυγα παλλομένοισι τινάγμασι χαλκὸν ἀράσσει· 4 τῆς μὲν ὑποκλέπτων πολιὴν τρίχα, γείτονα μοίρης. 5 ἠλεμάτοις ἀκτῖσι χαράσσεται ὄμματος αὐγή 6 ψευδόμενον δʼ ἐρύθημα κατέγραφεν ἄχροος αἰδώς, 7 ἀγλαΐῃ στέψασα νόθῃ κεκαλυμμένα μῆλα. === epigram 140 === 1 ἕδρην χαλκεόπεζον ἐπὶ προθύροις Ἑλικῶνος 2 εἱστήκει θεράπων τις ὑπὲρ νώτοιο μεμαρπώς, 3 οὐδʼ ἔθελεν μογέοντι πορεῖν ἐπίβαθρον ἀοιδῆς· 4 τοὔνεκά μευ θώρηξε νόον πολύμητις ἀνάγκη. === epigram 141 === 1 κοινῇ πὰρ κλισίῃ ληθαργικὸς ἠδὲ φρενοπλὴξ 2 κείμενοι, ἀλλήλων νοῦσον ἀπεσκέδασαν. 3 ἐξέθορε κλίνης γὰρ ὁ τολμήεις ὑπὸ λύσσης, 4 καὶ τὸν ἀναίσθητον παντὸς ἔτυπτε μέλους. 5 πληγαὶ δʼ ἀμφοτέροις ἐγένοντʼ ἄκος, αἷς ὁ μὲν αὐτῶν 6 ἔγρετο, τὸν δʼ ὕπνῳ πουλὺς ἔριψε κόπος. === epigram 142 === 1 Κρημνοβάταν, δίκερων, Νυμφῶν ἡγήτορα Πᾶνα 2 ἁζόμεθʼ, ὃς πετρίνου τοῦδε κέκηδε δόμου, 3 ἵλαον ἔμμεναι ἄμμιν, ὅσοι λίβα τήνδε μολόντες 4 ἀενάου πόματος, δίψαν ἀπωσάμεθα. === epigram 143 === 1 λιτός τοι δόμος οὗτος ʽ ἐπεὶ παρὰ κύματι πηγῷ 2 ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνοσʼ, 3 ἀλλὰ φίλος· πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι 4 χαίρω, καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις. 5 ἱλάσκευ τὴν Κύπριν ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι 6 οὔριος, ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει. === epigram 144 === 1 Κύπριδος οὗτος ὁ χῶρος, ἐπεὶ φίλον ἔπλετο τήνᾳ, 2 αἰὲν ἀπʼ ἠπείρου λαμπρὸν ὁρῆν πέλαγος, 3 ὄφρα φίλον ναύτῃσι τελῇ πλόον ἀμφὶ δὲ πόντος 4 δειμαίνει, λιπαρὸν δερκόμενος ξόανον. === epigram 145 === 1 ἐλθὼν εἰς ἀίδην, ὅτε δὴ σοφὸν ἤνυσε γῆρας, 2 Διογένης ὁ κύων Κροῖσον ἰδὼν ἐγέλα, 3 καὶ στρώσας ὁ γέρων τὸ τριβώνιον ἐγγὺς ἐκείνου, 4 τοῦ πολὺν ἐκ ποταμοῦ χρυσὸν ἀφυσσαμένου, 5 εἶπεν “ἐμοὶ καὶ νῦν πλείων τόπος· ὅσσα γὰρ εἶχον, 6 πάντα φέρω σὺν ἐμοί· Κροῖσε, σὺ δʼ οὐδὲν ἔχεις.” === epigram 146 === 1 ἐλπίδα καὶ Νέμεσιν Εὔνους παρὰ βωμὸν ἔτευξα, 2 τὴν μὲν, ἵνʼ ἐλπίζῃς· τὴν δʼ, ἵνα μηδὲν ἔχῃς. === epigram 147 === 1 ὦ ἴτε Δήμητρος πρὸς ἀνάκτορον, ὦ ἴτε, μύσται, 2 μὴ δʼ ὕδατος προχοὰς δείδιτε χειμερίους. 3 τοῖον γὰρ Ξενοκλῆς [ὁ Ξείνιδος ἀσφαλὲς ὔμμιν 4 ζεῦγμα διὰ πλατέος τοῦδʼ ἔβαλεν ποταμοῦ. === epigram 148 === 1 τὸν βίον, Ἡράκλειτε, πολὺ πλέον ἤπερ ὅτʼ ἔζης 2 δάκρυε· νῦν ὁ βίος ἔστʼ ἐλεεινότερος. 3 τὸν βίον ἄρτι γέλα, Δημόκριτε, τὸ πλέον ἢ πρὶν 4 νῦν ὁ βίος πάντων ἐστὶ γελοιότερος. 5 εἰς ὑμέας δὲ καὶ αὐτὸς ὁρῶν, τὸ μεταξὺ μεριμνῶ 6 πῶς ἅμα σοὶ κλαύσω, πῶς ἅμα σοὶ γελάσω. === epigram 149 === 1 εἶχεν Ἀριστείδης ὁ βοκέρριος οὐκ ἀπὸ πολλῶν 2 πολλά, μιῆς δʼ ὄιος καὶ βοὸς εὐπορίην. 3 ἀλλὰ γὰρ οὐδʼ ὁ πένης ἔφυγε φθόνον ἤματι δʼ αὐτῷ 4 θῆρες ὄιν, τὴν βοῦν δʼ ὤλεσε δυστοκίη. 5 μισήσας δʼ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης 6 ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν. === epigram 150 === 1 πλοῦτος Ἀριστείδῃ δάμαλις μία καὶ τριχόμαλλος 2 ἦν ὄις· ἐκ τούτων λιμὸν ἔλαυνε θύρης. 3 ἤμβροτε δʼ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δʼ ὠδὶς 4 τὴν δάμαλιν πενίης δʼ ὤλετο βουκόλιον. 5 πηροδέτῳ δʼ ὃ γʼ ἱμάντι κατʼ αὐχένος ἅμμα λυγώσας, 6 οἰκτρὸς ἀμυκήτῳ κάτθανε πάρ καλύβᾐ, === epigram 151 === 1 ποῦ τὸ περίβλεπτον κάλλος σέο, Δωρὶ Κόρινθε; 2 ποῦ στεφάναι πύργων, ποῦ τὰ πάλαι κτέανα, 3 ποῦ νηοὶ μακάρων, ποῦ δώματα, ποῦ δὲ δάμαρτες 4 Σισύφιαι, λαῶν θʼ αἱ ποτε μυριάδες; 5 οὐδὲ γὰρ οὐδʼ ἴχνος, πολυκάμμορε, σεῖο λέλειπται, 6 πάντα δὲ συμμάρψας ἐξέφαγεν πόλεμος. 7 μοῦναι ἀπόρθητοι Νηρηίδες, Ὠκεανοῖο 8 κοῦραι, σῶν ἀχέων μίμνομεν ἁλκυόνες. === epigram 152 === 1 ἅδε ποθʼ ἁ κλεινὰ Πριάμου πόλις, ἃν ἀλαπάξαι 2 Ἑλλάνων δεκέτης οὐκ ἐτάλασσεν ἄρης 3 ἀμφαδόν, ἀλλʼ ἵπποιο κακὸν ξύλον. αἴθε δʼ Ἐπειὸς 4 κάτθανε πρὶν τεῦξαι δουρατέαν παγίδα. 5 οὐ γὰρ ἄν, Ἀτρειδᾶν ὀροφηφάγον ἁψαμένων πῦρ, 6 οὕτω ἐφʼ ἁμετέροις λάεσιν ἠριπόμαν. === epigram 153 === 1 ὦ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα, πῆ πολύολβοι 2 νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων; 3 πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς; 4 πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης; 5 πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ 6 ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην. 7 καί σε τόσον νίκησε βαρὺς φθόνος· ἀλλʼ ἄρα μοῦνον 8 οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται. === epigram 154 === 1 ἱλήκοις, πολιοῦχε. σὲ μὲν χρυσαυγέι νηῷ, 2 ὡς θέμις, ἁ τλάμων Ἴλιος ἠγασάμην 3 ἀλλὰ σύ με προλέλοιπας ἑλώριον· ἀντὶ δὲ μήλου 4 πᾶσαν ἀπεδρέψω τείχεος ἀγλαΐην. 5 ἄρκιον ἦν θνᾴσκειν τὸν βουκόλον εἰ γὰρ ἄθεσμος 6 ἔπλετο, τᾶς πάτρας οὐκ ἀλίτημα τόδε. === epigram 155 === 1 εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς· 2 οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη. 3 εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε· Δαρδανικοῖς γὰρ 4 σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις. 5 εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας 6 ζηλήμων δηίων ἐξεκένωσεν ἄρης, 7 εἰμὶ πάλιν βασίλεια. σὺ δʼ, ὦ τέκος, ἄτρομε Ῥώμη, 8 βάλλε καθʼ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης. === epigram 156 === 1 Δέρκεο τὸν Τροίας % δεκέτη λόχον εἴσιδε πῶλον 2 εὐόπλου Δαναῶν ἔγκυον ἡσυχίης. 3 τεκταίνει μὲν Ἐπειός, Ἀθηναίη δὲ κελεύει 4 ἔργον· ὑπὲκ νώτου δʼ Ἑλλὰς ὅλα δύεται. 5 ἦ ῥα μάταν ἀπόλοντο τόσος στρατός, εἰ πρὸς Ἄρηα 6 ἦν δόλος Ἀτρείδαις ἐσθλότερος πολέμου. === epigram 157 === 1 τίς θεὸν εἶπεν Ἔρωτα; θεοῦ κακὸν οὐδὲν ὁρῶμεν 2 ἔργον ὁ δʼ ἀνθρώπων αἵματι μειδιάει. 3 οὐ θοὸν ἐν παλάμαις κατέχει ξίφος; ἠνίδʼ ἄπιστα 4 τῆς θειοδμήτου σκῦλα μιαιφονίης. 5 μήτηρ μὲν σὺν παιδὶ κατέφθιτο αὐτὰρ ἐπʼ αὐτοῖς 6 ποίνιμος ἔκτεινεν φῶτα λιθοκτονίη. 7 καὶ ταῦτʼ οὔτʼ Ἄϊδος, οὔτʼ Ἄρεος, ἔργα δʼ Ἔρωτος 8 λεύσσομεν, οἷς παίζει κεῖνος ὁ νηπίαχος. === epigram 158 === 1 αἱ τρισσαί ποτε παῖδες ἐν ἀλλήλαισιν ἔπαιζον 2 κλήρῳ, τίς προτέρη βήσεται εἰς ἀίδην 3 καὶ τρὶς μὲν χειρῶν ἔβαλον κύβον, ἦλθε δὲ πασῶν 4 ἐς μίαν· ἡ δʼ ἐγέλα κλῆρον ὀφειλόμενον. 5 ἐκ τέγεος γὰρ ἄελπτον ἔπειτʼ ὤλισθε πέσημα 6 δύσμορος, ἐς δʼ ἀίδην ἤλυθεν, ὡς ἔλαχεν. 7 ἀψευδὴς ὁ κλῆρος, ὅτῳ κακὸν ἐς δὲ τὸ λῷον 8 οὔτʼ εὐχαὶ θνητοῖς εὔστοχοι, οὔτε χέρες. === epigram 159 === 1 κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν 2 εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου· 3 δεξιτερὴν δʼ ἔρριψεν ἐπὶ χθόνα, καὶ λίθον ἧκεν, 4 κωφὸν μὲν δοκέοντʼ, ἀλλὰ πνέοντα δίκης. 5 ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο, καὶ τὸν ἀφέντα 6 πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας. 7 καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ 8 ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην. === epigram 160 === 1 Ἡρόδοτος Μούσας ὑπεδέξατο· τῷ δʼ ἄρʼ ἑκάστη 2 ἀντὶ φιλοξενίης βίβλον ἔδωκε μίαν. === epigram 161 === 1 Ἡσιόδου ποτὲ βίβλον ἐμαῖς ὑπὸ χερσὶν ἑλίσσων 2 Πύρρην ἐξαπίνης εἶδον ἐπερχομένην 3 βίβλον δὲ ῥίψας ἐπὶ γῆν χερί, τοῦτʼ ἐβόησα· 4 ἔργα τί μοι παρέχεις, ὦ γέρον Ἡσίοδε; === epigram 162 === 1 ἤμην ἀχρεῖον κάλαμος φυτὸν ἐκ γὰρ ἐμεῖο 2 οὐ σῦκʼ, οὐ μῆλον φύεται, οὐ σταφυλή· 3 ἀλλὰ μʼ ἀνὴρ ἐμύησ’ ἑλικωνίδα, λεπτὰ τορήσας 4 χείλεα, καὶ στεινὸν ῥοῦν ὀχετευσάμενος. 5 ἐκ δὲ τοῦ εὖτε πίοιμι μέλαν ποτόν, ἔνθεος οἷα, 6 πᾶν ἔπος ἀφθέγκτῳ τῷδε λαλῶ στόματι. === epigram 163 === 1 ἐκ πυρὸς Ἰλιακοῦ δοράτων μέσον ἥρπασεν ἥρως 2 Αἰνείας, ὅσιον παιδὶ βάρος, πατέρα· 3 ἔκλαγε δʼ Ἀργείοις· “μὴ ψαύετε· μικρὸν ἐς ἄρη 4 κέρδος ὁ γηραλέος, τῷ δὲ φέροντι μέγα.” === epigram 164 === 1 τίς σε, Δικαιοσύνη, βροτὸς ἤκαχεν; — οὗτος ὁ κλέπτης 2 ἐνθάδε με στήσας, οὐδὲν ἔχων πρὸς ἐμέ. === epigram 165 === 1 ὀργὴ τοῦ Διός ἐστι γυνή, πυρὸς ἀντιδοθεῖσα 2 δῶρον, ἀνιηρὸν τοῦ πυρὸς ἀντίδοτον. 3 ἄνδρα γὰρ ἐκκαίει ταῖς φροντίσιν ἠδὲ μαραίνει, 4 καὶ γῆρας προπετὲς τῇ νεότητι φέρει. 5 οὐδʼ ὁ Ζεὺς ἀμέριμνος ἔχει χρυσόθρονον Ἥρην 6 πολλάκι γοῦν αὐτὴν ῥῖψεν ἀπʼ ἀθανάτων, 7 ἠέρι καὶ νεφέλῃσι μετῄορον· οἶδεν Ὅμηρος, 8 καὶ Δία συγγράψας τῇ γαμετῇ χόλιον. 9 οὕτως οὐδέποτʼ ἐστὶ γυνὴ σύμφωνος ἀκοίτῃ, 10 οὐδὲ καὶ ἐν χρυσέῳ μιγνυμένη δαπέδῳ. === epigram 166 === 1 πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα, 2 σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον. 3 ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν, 4 καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι. 5 Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός· 6 αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις. === epigram 167 === 1 ὁ Ζεὺς ἀντὶ πυρὸς πῦρ ὤπασεν ἄλλο, γυναῖκας. 2 εἴθε δὲ μήτε γυνή, μήτε τὸ πῦρ ἐφάνη· 3 πῦρ μὲν δὴ ταχέως καὶ σβέννυται· ἡ δὲ γυνὴ πῦρ 4 ἄσβεστον, φλογερόν, πάντοτʼ ἀναπτόμενον. === epigram 168 === 1 μῆνιν οὐλομένην γαμετὴν ὁ τάλας γεγάμηκα, 2 καὶ παρὰ τῆς τέχνης μήνιδος ἀρξάμενος. 3 ὤμοι ἐγὼ πολύμηνις, ἔχων διχόλωτον ἀνάγκην, τέχνης 4 γραμματικῆς καὶ γαμετῆς μαχίμης. === epigram 169 === 1 μῆνις Ἀχιλλῆος καὶ ἐμοὶ πρόφασις γεγένηται 2 οὐλομένης πενίης γραμματικευσαμένῳ. 3 εἴθε δὲ σὺν Δαναοῖς με κατέκτανε μῆνις 4 ἐκείνη, πρὶν χαλεπὸς λιμὸς γραμματικῆς ὀλέσει. ἀλλʼ ἵνʼ 5 ἀφαρπάξῃ Βρισηίδα πρὶν Ἀγαμέμνων, 6 τὴν Ἑλένην δʼ ὁ Πάρις, πτωχὸς ἐγὼ γενόμην. === epigram 170 === 1 νηδὺν ἀναίσχυντον στιβαροῖς ᾔσχυνα λογισμοῖς, 2 σωφροσύνῃ κολάσας ἔντερον ἀργαλέον εἰ γὰρ ἔχω τὸν νοῦν 3 ἐπικείμενον ὑψόθι γαστρός, πῶς μὴ νικήσω τὴν ὑποτασσομένην; === epigram 171 === 1 πωλῶ, εἰς ἑτέρας τέχνης ἔργα μετερχόμενος. Πιερίδες, 2 σῴζοισθε· λόγοι, συντάσσομαι ὑμῖν· σύνταξις γὰρ ἐμοὶ καὶ 3 θάνατον παρέχει. === epigram 172 === 1 ἐλπίδος οὐδὲ Τύχης 2 ἔτι μοι μέλει, οὐδʼ ἀλεγίζω λοιπὸν τῆς ἀπάτης· ἤλυθον εἰς 3 λιμένα. εἰμὶ πένης ἄνθρωπος, ἐλευθερίῃ δὲ συνοικῶ· 4 ὑβριστὴν πενίης πλοῦτον ἀποστρέφομαι. === epigram 173 === 1 ἀρχὴ γραμματικῆς πεντάστιχός ἐστι κατάρα· 2 πρῶτος μῆνιν ἔχει· δεύτερος οὐλομένην, 3 καὶ μετὰ δʼ οὐλομένην, Δαναῶν πάλιν ἄλγεα πολλά· 4 ὁ τρίτατος ψυχὰς εἰς Ἀίδην κατάγει· 5 τοῦ δὲ τεταρταίου τὰ ἑλώρια καὶ κύνες ἀργοί· 6 πέμπτου δʼ οἰωνοί, καὶ χόλος ἐστὶ Διός. 7 πῶς οὖν γραμματικὸς δύναται μετὰ πέντε κατάρας, 8 καὶ πέντε πτώσεις, μὴ μέγα πένθος ἔχειν; === epigram 174 === 1 ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις, 2 τοῖσιν ἀπʼ οὐλομένης μήνιδος ἀρχομένοις· 3 ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετʼ ἀνάγκης, 4 βύβλῳ καὶ χάρτῃ δησαμένη πενίην 5 ὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον, 6 τὸν μικρὸν χάρτην, τὸν παραριπτόμενον. 7 κλέπτει δʼ ἐξ ὀλίγου μισθοῦ, καὶ χαλκὸν ἀμείβει, 8 καὶ μόλιβον μίσγει, καὶ τὸ ἔθος δέχεται. 9 εἰ δέ τις εἰς ἐνιαυτὸν ἄγοι χρυσοῖο νόμισμα, 10 ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη, 11 ἀγνώμων τε φανείς, καὶ τὸν πρότερον διασύρας 12 γραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος. === epigram 175 === 1 Καλλίμαχον πωλῶ καὶ Πίνδαρον, ἠδὲ καὶ αὐτὰς 2 πτώσεις γραμματικῆς, πτῶσιν ἔχων πενίης. 3 Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε, 4 πρεσβείην κατʼ ἐμοῦ τὴν ἀσεβῆ τελέσας. 5 ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδὲ μʼ ἐάσῃς 6 συνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι. === epigram 176 === 1 ἐκλήθην παρὰ σοῦ τοῦ ῥήτορος· εἰ δʼ ἀπελείφθην, 2 τὴν τιμὴν ἀπέχω, καὶ πλέον εἰμὶ φίλος. 3 οὐδὲ γὰρ ἡ ψυχὴ τὸ φαγεῖν κρίνουσα γέγηθεν, 4 ἀλλὰ μόνον τιμῆς αἰσθομένη τρέφεται. === epigram 177 === 1 Αἴαντος παρὰ τύμβον ἀταρβήτοιο παραστὰς 2 Φρὺξ ἥρωι κακῆς ἦρχεν ἐπεσβολίης· 3 Αἴας οὐκέτʼ ἔμιμνεν ὁ δʼ ἀντεγέγωνεν ἔνερθε· 4 μίμνεν· ὁ δʼ οὐκέτʼ ἔτλη ζωὸς ἀποφθίμενον. === epigram 178 === 1 ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶ 2 νᾶσος, ἴσον δʼ αὐχῶ φέγγος ἀπʼ ἀμφοτέρων. 3 ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς, 4 Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων. 5 πῶς εἴπω τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξεν 6 ἐξ ἁλός, ὃς δʼ ἤδη ῥύσατο δυομέναν. === epigram 179 === 1 Τοξοβόλον τὸν Ἔρωτα τίς ἔξεσεν ἐκ λιβανωτοῦ, 2 τόν ποτε μηδʼ αὐτοῦ Ζηνὸς ἀποσχόμενον; 3 ὀψέ ποθʼ Ἡφαίστῳ κεῖται σκοπός, ὃν καθορᾶσθαι 4 ἔπρεπεν οὐκ ἄλλως ἢ πυρὶ τυφόμενον. === epigram 180 === 1 τύχη καπηλεύουσα πάντα τὸν βίον, 2 ἀσυγκέραστον τὴν φύσιν κεκτημένη, 3 καὶ συγκυκῶσα καὶ μεταντλοῦσ’ αὖ πάλιν, 4 καὐτὴ κάπηλός ἐστι νῦν τις, οὐ θεά, 5 τέχνην λαχοῦσα τὴν τρόπων ἐπαξίαν. === epigram 181 === 1 ἀνεστράφησαν, ὡς ὁρῶ, τὰ πράγματα, 2 καὶ τὴν Τύχην νῦν δυστυχοῦσαν εἴδομεν. === epigram 182 === 1 καὶ σὺ Τύχη δέσποινα, τύχην ἀτυχῆ πόθεν ἔσχες; 2 ἡ παρέχουσα τύχας πῶς ἀτυχὴς γέγονας; 3 μάνθανε καὶ σὺ φέρειν τὰ σὰ ῥεύματα, καὶ σὺ διδάσκου 4 τὰς ἀτυχεῖς πτώσεις, ἃς παρέχεις ἑτέροις. === epigram 183 === 1 καὶ σὺ Τύχη λοιπὸν μεταβαλλομένη καταπαίζου, 2 μηδὲ τύχης τῆς σῆς ὕστατα φεισαμένη· 3 ἣ πρὶν νηὸν ἔχουσα, καπηλεύεις μετὰ γῆρας, 4 θερμοδότις μερόπων νῦν ἀναφαινομένη. 5 νῦν ὁσίως στένε καὶ σὺ τεὸν πάθος, ἄστατε δαῖμον, 6 τὴν σήν, ὡς μερόπων, νῦν μετάγουσα τύχην. === epigram 184 === 1 Πίνδαρε, Μουσάων ἱερὸν στόμα, καὶ λάλε Σειρήν, 2 Βακχυλίδη, Σαπφοῦς τʼ Αἰολίδες χάριτες, 3 γράμμα τʼ Ἀνακρείοντος, Ὁμηρικὸν ὃς τʼ ἀπὸ ῥεῦμα 4 ἔσπασας οἰκείοις, Στησίχορʼ, ἐν καμάτοις, 5 ἥ τε Σιμωνίδεω γλυκερὴ σελίς, ἡδύ τε Πειθοῦς, 6 Ἴβυκε, καὶ παίδων ἄνθος ἀμησάμενε, 7 καὶ ξίφος Ἀλκαίοιο, τὸ πολλάκις αἷμα τυράννων 8 ἔσπεισεν, πάτρης θέσμια ῥυόμενον, 9 θηλυμελεῖς τʼ Ἀλκμᾶνος ἀηδόνες, ἵλατε, πάσης 10 ἀρχὴν οἳ λυρικῆς καὶ πέρας ἐστάσατε. === epigram 185 === 1 Ἀρχιλόχου τάδε μέτρα καὶ ἠχήεντες ἴαμβοι, 2 θυμοῦ καὶ φοβερῆς ἰὸς ἐπεσβολίης. === epigram 186 === 1 βίβλοι Ἀριστοφάνευς, θεῖος πόνος, αἷσιν Ἀχαρνεὺς 2 κισσὸς ἐπὶ χλοερὴν πουλὺς ἔσεισε κόμην. 3 ἠνίδʼ ὅσον Διόνυσον ἔχει σελίς, οἷα δὲ μῦθοι 4 ἠχεῦσιν, φοβερῶν πληθόμενοι χαρίτων. 5 ὦ καὶ θυμὸν ἄριστε, καὶ Ἑλλάδος ἤθεσιν ἶσα, 6 κωμικέ, καὶ στύξας ἄξια καὶ γελάσας. === epigram 187 === 1 αὐταί σοι στομάτεσσιν ἀνηρείψαντο μέλισσαι 2 ποικίλα Μουσάων ἄνθεα δρεψάμεναι· 3 αὐταὶ καὶ Χάριτές σοι δωρήσαντο, Μένανδρε, 4 στωμύλον εὐτυχίην δράμασιν ἐνθέμεναι. 5 ζώεις εἰς αἰῶνα τὸ δὲ κλέος ἐστὶν Ἀθήναις 6 ἐκ σέθεν οὐρανίων ἁπτόμενον νεφέων. === epigram 188 === 1 Ἀτθίδος εὐγλώσσου στόμα φέρτατον, οὐ σέο μεῖζον 2 φθέγμα Πανελλήνων πᾶσα κέκευθε σελίς· 3 πρῶτος δʼ εἴς τε θεὸν καὶ ἐς οὐρανὸν ὄμμα τανύσσας 4 θεῖε Πλάτων, ἤθη καὶ βίον ηὐγάσαο, 5 Σωκρατικῷ Σάμιον κεράσας μυκτῆρι φρόνημα, 6 κάλλιστον σεμνῆς σῆμα διχοστασίης, === epigram 189 === 1 ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης, 2 Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθʼ ἑλισσόμεναι, 3 ἔνθα καλὸν στήσασθε θεῇ χορὸν ὔμμι δʼ ἀπάρξει 4 Σαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην, 5 ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος· ἦ γλυκὺν ὕμνον 6 εἰσαΐειν αὐτῆς δόξετε Καλλιόπης. === epigram 190 === 1 Λέσβιον Ἠρίννης τόδε κηρίον εἰ δέ τι μικρόν, 2 ἀλλʼ ὅλον ἐκ Μουσέων κιρνάμενον μέλιτι. 3 οἱ δὲ τριηκόσιοι ταύτης στίχοι ἶσοι Ὁμήρῳ, 4 τῆς καὶ παρθενικῆς ἐννεακαιδεκέτευς· 5 ἣ καὶ ἐπʼ ἠλακάτῃ μητρὸς φόβῳ, ἣ καὶ ἐφʼ ἱστῷ 6 ἑστήκει Μουσέων λάτρις ἐφαπτομένη. 7 Σαπφὼ δʼ Ἠρίννης ὅσσον μελέεσσιν ἀμείνων, 8 Ἤριννα Σαπφοῦς τόσσον ἐν ἑξαμέτροις. === epigram 191 === 1 οὐκ ἂν ἐν ἡμετέροισι πολυγνάμπτοις λαβυρίνθοις 2 ῥηιδίως προμόλοις ἐς φάος, αἴκε τύχῃς· 3 τοίους γὰρ Πριαμὶς Κασσάνδρη φοίβασε μύθους, 4 ἄγγελος οὓς βασιλεῖ ἔφρασε λοξοτρόχις. 5 εἰ δέ σε φίλατο Καλλιόπη, λάβε μʼ ἐς χέρας· εἰ δὲ 6 νῆις ἔφυς Μουσέων, χερσὶ βάρος φορέεις. === epigram 192 === 1 α. αἱ βίβλοι, τίνες ἐστέ; τί κεύθετε; β. θυγατέρες μὲν 2 Μαιονίδου, μύθων δʼ ἵστορες Ἰλιακῶν 3 ἁ μία μὲν μηνιθμὸν Ἀχιλλέος, ἔργα τε χειρὸς 4 Ἑκτορέας, δεκέτους τʼ ἆθλα λέγει πολέμου· 5 ἁ δʼ ἑτέρα μόχθον τὸν 6 Ὀδυσσέος, ἀμφί τε λέκτροις 7 χηρείοις ἀγαθᾶς δάκρυα Πηνελόπας. 8 α. Ἵλατε σὺν Μούσαισι· μεθʼ ὑμετέρας γὰρ ἀοιδὰς 9 εἶπεν ἔχειν αἰὼν ἕνδεκα Πιερίδας. === epigram 193 === 1 ἱστορίην ἐτέλεσσα Θεοῦ χαρίτεσσι σοφῇσι, 2 πράγματʼ ἀληθείης ποικίλʼ ὑφηνάμενος. === epigram 194 === 1 γράμματα δώδεκʼ ἔχει Φιλοστόργιος, οὔνομα καλόν. 2 τοὔνεκα δὴ κατὰ γράμμα λόγους ἀνεγράψατο τούτους, 3 ἀρξάμενος πρώτου ἀπὸ γράμματος, εἶτεν ἐφεξῆς· 4 καὶ διὰ τῆς αὐτῶν ἀρχῆς ἑὸν οὔνομα γράψας. === epigram 195 === 1 Κωνσταντινιάδης Ἀσκληπιὸς ἄστυ γεραίρων 2 γράψεν Ἀναζαρβοῦ πάτρια κυδαλίμης. === epigram 196 === [εἰς τὸν βίον Πρόκλου] 1 ἀθανάτοισι θεοῖς κεχαρισμένα πάντοτε ῥέζων 2 καὶ τάδʼ ἐπʼ εὐσεβέοντι νόῳ συνέγραψε Μαρῖνος.· === epigram 197 === 1 καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον, 2 Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνον 3 ἀθανάτων, μερόπεσσι βοηθόον εὐσεβέεσσιν, 4 ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ 5 κάλλιπες, ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνων 6 γράψε τάδʼ ἐσσομένοις μνημήια σῶν ἀρετάων. === epigram 198 === 1 Νόννος ἐγώ· Πανὸς μὲν ἐμὴ πόλις· ἐν Φαρίῃ δὲ 2 ἔγχεϊ φωνήεντι γονὰς ἤμησα Γιγάντων. === epigram 199 === 1 Δίου Ὀρειβασίοιο, τὸν ἀθανάτην διὰ τέχνην 2 πολλάκι δειμαίνουσα μίτους ἀνεβάλλετο Μοίρη, === epigram 200 === 1 βίβλος μηχανική· Κύρινος δέ μιν ἐξεπόνησε, 2 Μαρκέλλου γνωτοῖο συνερχομένου κατὰ μόχθον. === epigram 201 === 1 θέσφατα μαντῴης Φοιβηίδος ὄργια τέχνης 2 ἀστρολόγων Παῦλὸς μʼ ἐδιδάξατο κύδιμος ἀνήρ. === epigram 202 === 1 βίβλος Θέωνος καὶ Πρόκλου, τῶν πανσόφων 2 βίβλος πόλου τε καὶ χθονὸς φέρει μέτρα. 3 Θέων πόλον μέν, καὶ Πρόκλος μετρεῖ χθόνα· 4 Πρόκλος μὲν οὖν γῆν, καὶ Θέων μετρεῖ πόλον. 5 ἄμφω δʼ ἐπίσης τῶν ἐπαίνων ἄξιοι, 6 ἄμφω δʼ ἀμοιβὴν τῶν λόγων τετεύχατον. 7 Θέων Πρόκλου γὰρ λαμβάνων σοφὰς θέσεις, 8 δείκνυσι ταύταις τοὺς δρόμους τῶν ἀστέρων 9 Πρόκλος δὲ δείξεις τοῦ Θέωνος λαμβάνων, 10 ταύταις ἀναλύει καὶ προβάλλει τὰς θέσεις. 11 ἀλλʼ, ὦ σοφὴ ξυνωρί, χαῖρέ μοι λίαν 12 χαίροις Θέων ἄριστε, πάνσοφον κάρα, 13 ὁ νῦν πυκάζων τὴν Ἀλεξάνδρου πόλιν 14 χαίροις δὲ καὶ σύ, Πρόκλε, τοῦ Σαρπηδόνος 15 ἄριστον αἷμα τοῖς ὅλοις βοώμενον, === epigram 203 === 1 ἔρωτα πικρόν, ἀλλὰ σώφρονα βίον 2 ὁ Κλειτοφῶντος ὥσπερ ἐμφαίνει λόγος· 3 ὁ Λευκίππης δὲ σωφρονέστατος βίος 4 ἅπαντας ἐξίστησι· πῶς τετυμμένη, 5 κεκαρμένη τε καὶ κατηχρειωμένη, 6 τὸ δὴ μέγιστον, τρὶς θανοῦσ’ ἐκαρτέρει. 7 εἴπερ δὲ καὶ σὺ σωφρονεῖν θέλεις, φίλος, 8 μὴ τὴν πάρεργον τῆς γραφῆς σκόπει θέαν, 9 τὴν τοῦ λόγου δὲ πρῶτα συνδρομὴν μάθε· 10 νυμφοστολεῖ γὰρ τοὺς ποθοῦντας ἐμφρόνως. === epigram 204 === 1 μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα, 2 πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου. 3 εἰμὶ μέλας τρηχύς τε· σὺ δʼ εἴρεο θεῖον ὅμηρον, 4 πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ. 5 νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης 6 ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης. 7 ἀλλὰ μέ τις κρύψειεν ὑπὸ χθονός· αἰδέομαι γὰρ 8 παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος. === epigram 205 === 1 Βωκολικαὶ Μοῖσαι σποράδες ποκά, νῦν δʼ ἅμα πᾶσαι 2 ἐντὶ μιᾶς μάνδρας, ἐντὶ μιᾶς ἀγέλας. === epigram 206 === 1 Στίξαντος τὴν Καθόλου 2 Ταυτολόγων κανόνων φεῦ πληθύος, ἠδʼ ἀιδήλων 3 ξυσμάων, λεπτὸς τὰς ἐχάραξε δόναξ. 4 ὄμματά μευ κέκμηκε, τένων, ῥάχις, ἰνίον, ὦμοι· 5 τῆς Καθόλου δὲ φέρω τὴν ὀδύνην καθόλου, === epigram 207 === 1 μῆτιν Ἐπικτήτοιο τεῷ ἐνικάτθεο θυμῷ, 2 ὄφρα κεν εἰσαφίκηαι ἐς οὐρανίους κενεῶνας, 3 ψυχὴν ὑψικέλευθον ἐλαφρίζων ἀπὸ γαίης. === epigram 208 === 1 ὅς κεν Ἐπικτήτοιο σοφὴν τελέσειε μενοινήν, 2 μειδιάει, βιότοιο γαληνιόων ἐνὶ πόντῳ, 3 καὶ μετὰ ναυτιλίην βιοτήσιον εἰσαφικάνει 4 οὐρανίην ἁψῖδα καὶ ἀστερίην περιωπήν. === epigram 209 === [ἀπὸ ἱξευτοῦ πρὸς στρουθίον] 1 τίπτε μετοκλάζεις πωτωμένη ὄζον ἀπʼ ὄζου; 2 τοῖα καὶ ἄλλη ἔρεξε, καὶ οὐ φύγεν ἰξοφορῆας 3 ἡμετέρους δόνακας, περὶ δὲ πτερὰ πυκνὰ βαλοῦσα 4 ἤλυθε τεχνήεντα, καὶ οὐκ ἐθέλουσα, πρὸς ἄνδρα. === epigram 210 === [εἰς βίβλον Τακτικῶν Ὀρβικίου] 1 Δέρκεό μοι κρατερῶν καμάτων ἐγκύμονα βίβλον 2 ἣν πάρος Ἀδριανὸς μὲν ἄναξ ἔχεν ἐν πολέμοισι, 3 κρύψε δʼ ἀεργίη χρόνον ἄσπετον ἐγγύθι λήθης. 4 ἀλλʼ ὑπὸ καρτερόχειρος Ἀναστασίου βασιλῆος 5 ἤλυθον ἐς φάος αὖθις, ἵνα στρατιῇσιν ἀρήξω. 6 οἶδα γὰρ ἀνδροφόνου καμάτους πολέμοιο διδάσκειν 7 οἶδα δὲ πῶς μετʼ ἐμεῖο καὶ ἑσπερίης ἁλὸς ἄνδρας 8 καὶ Πέρσας ὀλέσεις καὶ αἰνομόρους Σαρακηνούς, 9 καὶ θοὸν ἱπποκέλευθον ἀρειμανέων γένος Οὔννων, 10 πετράων τʼ ἐφύπερθεν ἀλυσκάζοντας Ἰσαύρους. 11 πάντα δʼ ὑπὸ σκήπτροισιν Ἀναστασίοιο τελέσσω, 12 ὃν καὶ Τραϊανοῖο φαάντερον ἤγαγεν αἰών. === epigram 211 === 1 Παιήων, Χείρων, Ἀσκληπιός, Ἱπποκράτης τε· 2 τοῖς δʼ ἔπι Νίκανδρος προφερέστερον ἔλλαχεν εὖχος. === epigram 212 === 1 φάρμακα πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρὰ 2 Νίκανδρος κατέλεξεν, ἐπιστάμενος περὶ πάντων 3 ἀνθρώπων. ἦ γὰρ Παιήονός ἐστι γενέθλης. === epigram 213 === 1 καὶ Κολοφὼν ἀρίδηλος ἐνὶ πτολίεσσι τέτυκται, 2 δοιοὺς θρεψαμένη παῖδας ἀριστονόους, 3 πρωτότοκον μὲνὍμηρον, ἀτάρ Νίκανδρον ἔπειτα, 4 ἀμφοτέρους Μούσαις οὐρανίῃσι φίλους. === epigram 214 === 1 τῇ τῶν λόγων σου κογχύλῃ, Πορφύριε, 2 βάπτεις τὰ χείλη, καὶ στολίζεις τὰς φρένας. === epigram 215 === 1 αἰεὶ θηλυτέρῃσιν ὕδωρ κακὸν Ἑλλήσποντος, 2 ξεῖνε· Κλεονίκης πεύθεο Δυρραχίδος. 3 πλῶε γὰρ ἐς Σηστὸν μετὰ νυμφίον ἐν δὲ μελαίνῃ 4 φορτίδι τὴν Ἕλλης μοῖραν ἀπεπλάσατο. 5 Ἡροῖ δειλαίη, σὺ μὲν ἀνέρα,, Δηίμαχος δὲ 6 νύμφην, ἐν παύροις ὠλέσατε σταδίοις. === epigram 216 === 1 Ἁρμονίης ἱερὸν φήσεις γάμον ἀλλʼ ἀθέμιστος 2 Οἰδίποδος. λέξεις Ἀντιγόνην ὁσίην 3 ἀλλὰ κασίγνητοι μιαρώτατοι. ἄμβροτος Ἰνώ· 4 ἀλλʼ Ἀθάμας τλήμων. τειχομελὴς κιθάρη 5 ἀλλʼ αὐλὸς δύσμουσος. ἴδʼ ὡς ἐκεράσσατο Θήβῃ 6 δαίμων, ἐσθλὰ κακοῖς δʼ εἰς ἓν ἔμιξεν ἴσα. === epigram 217 === 1 αἱ χίμαροι, τί ποτʼ ἆρα τὰ μὲν θύμα καὶ τιθύμαλλα 2 λείπετε καὶ χλοερὴν αἰγίνομον βοτάνην, 3 γυρὰ δʼ ἐπʼ ἀλλήλαις σκιρτήματα γαῦρα τίθεσθε 4 ἀμφὶ τὸν ὑλιβάτην ἁλλόμεναι Νόμιον; 5 οὐκ ἀπὸ πυγμαχίης ἀποπαύσετε; μὴ ποτʼ ἀπεχθὴς 6 ἀντήσῃ κορύνη χειρὸς ἀπʼ αἰπολικῆς. === epigram 218 === 1 Ἀβάλε χειμερίου με κατέκλυσε κύματα πόντου 2 δειλαίην, νεκύων φόρτον ἀμειψαμένην. 3 αἰδέομαι σωθεῖσα. τί μοι πλέον ὅρμον ἱκέσθαι, 4 δευομένῃ φωτῶν πείσματα δησομένων; 5 Κωκυτοῦ με λέγοιτε βαρὺ σκάφος· ὤλεσα φῶτας, 6 ὤλεσα· ναυηγοὶ δʼ εἰσὶν ἔσω λιμένος. === epigram 219 === 1 Αἰγιβότου Σκύροιο λιπὼν πέδον Ἴλιον ἔπλω 2 οἷος Ἀχιλλείδης πρόσθε Νεοπτόλεμος, 3 τοῖος ἐν Αἰνεάδῃσι Νέρων ἀγὸς ἄστυ Ῥέμοιο 4 νεῖται, ἐπʼ ὠκυρόην Θύβριν ἀμειψάμενος, 5 κοῦρος ἔτʼ ἀρτιγένειον ἔχων χνόον. ἀλλʼ ὁ μὲν ἔγχει 6 θῦεν ὁ δʼ ἀμφοτέροις, καὶ δορὶ καὶ σοφίῃ. === epigram 220 === 1 ἁ χλοερὰ πλατάνιστος ἴδʼ ὡς ἔκρυψε φιλεύντων 2 ὄργια, τὰν ἱερὰν φυλλάδα τεινομένα. 3 ἀμφὶ δʼ ἄρʼ ἀκρεμόνεσσιν ἑοῖς κεχαρισμένος ὥραις 4 ἡμερίδος λαρῆς βότρυς ἀποκρέμαται. 5 οὕτως, ὦ πλατάνιστε, φύοις· χλοερὰ δʼ ἀπὸ σεῖο 6 φυλλὰς ἀεὶ κεύθοι τοὺς Παφίης ἑτάρους. === epigram 221 === 1 Αὐγάζω τὸν ἄφυκτον ἐπὶ σφραγῖδος Ἔρωτα 2 χερσὶ λεοντείαν ἁνιοχεῦντα βίαν, 3 ὡς τᾷ μὲν μάστιγα κατʼ αὐχένος, ᾇ δὲ χαλινοὺς 4 εὐθύνει· πολλὰ δʼ ἀμφιτέθηλε χάρις. 5 φρίσσω τὸν βροτολοιγὸν ὁ γὰρ καὶ θῆρα δαμάζων 6 ἄγριον, οὐδʼ ὀλίγον φείσεται ἁμερίων. === epigram 222 === 1 ἀνέρα θήρ, χερσαῖον ὁ πόντιος, ἄπνοον ἔμπνους, 2 ἀράμενος λοφιῆς ὑγρὸν ὕπερθε νέκυν, 3 εἰς ψαμάθους ἐκόμισσα. τί δὲ πλέον; ἐξ ἁλὸς εἰς γῆν 4 νηξάμενος, φόρτου μισθὸν ἔχω θάνατον 5 δαίμονα δʼ ἀλλήλων ἠμείψαμεν ἡ μὲν ἐκείνου 6 χθὼν ἐμέ, τὸν δʼ ἀπὸ γῆς ἔκτανε τοὐμὸν ὕδωρ. === epigram 223 === 1 ἀγγελίην πὰρ Ζηνὸς ἐπεὶ φέρεν ἠεροδίνης 2 αἰετός, οἰωνῶν μοῦνος ἐνουράνιος, 3 οὐκ ἔφθη τὸν Κρῆτα· θοὴν δʼ ἐπετείνατο νευρήν, 4 πτηνὸν δʼ ὁ πτερόεις ἰὸς ἐλεηίσατο. 5 Ζηνὸς δʼ οὔτι Δίκην ἔλαθεν μόνος· ἔμπεσε δʼ ὄρνις 6 ἀνδρί, τὰ δʼ εὐστοχίης ἀνταπέτισε βέλη. 7 αὐχένι δʼ ἰὸν ἔπηξεν, ὃν ἥπατι κοίμισεν αὐτός· 8 ἓν δὲ βέλος δισσῶν αἷμʼ ἔπιεν θανάτων. === epigram 224 === 1 αἶγά με τὴν εὔθηλον, ὅσων ἐκένωσεν ἀμολγεὺς 2 οὔθατα πασάων πουλυγαλακτοτάτην, 3 γευσάμενος, μελιηδὲς ἐπεὶ τʼ ἐφράσσατο πῖαρ 4 Καῖσαρ, κἠν νηυσὶν σύμπλοον εἰργάσατο. 5 ἥξω δʼ αὐτίκα που καὶ ἐς ἀστέρας· ᾧ γὰρ ἐπέσχον 6 μαζὸν ἐμόν, μείων οὐδʼ ὅσον Αἰγιόχου. === epigram 225 === 1 Ἀσωπὶς κρήνη καὶ Πηγασίς, ὕδατʼ ἀδελφά, 2 ἵππου καὶ ποταμοῦ δῶρα ποδορραγέα 3 χὠ μὲν ἔκοψʼ Ἑλικῶνος, ὁ δὲ φλέβας Ἀκροκορίνθου 4 ἔπληξʼ. ὢ πτέρνης εἰς ἴσον εὐστοχίη. === epigram 226 === 1 αἰ δʼ ἄγετε ξουθαὶ σιμβληίδες ἄκρα μέλισσαι 2 φέρβεσθʼ ἠὲ θύμων ῥικνὰ περικνίδια, 3 ἢ πετάλας μάκωνος, ἢ ἀσταφιδίτιδα ῥῶγα, 4 ἢ ἴον, ἢ μάλων χνοῦν ἐπικαρπίδιον· 5 πάντα περικνίξασθε, καὶ ἄγγεα κηρώσασθε, 6 ὄφρα μελισσοσόος Πὰν ἐπικυψέλιος 7 γεύσηται τὸ μὲν αὐτός, ὁ δὲ βλιστηρίδι χειρὶ 8 καπνώσας βαιὴν κὔμμι λίπῃ μερίδα. === epigram 227 === 1 Ἀκταίην παρὰ θῖνα διαυγέος ἔνδοθεν ἅλμας 2 ἰχθύα πουλυπόδην ἔδρακεν ἰχθυβόλος· 3 νηχομένῳ δʼ ἐπόρουσε καὶ ἐξ ἁλὸς ἧκʼ ἐπὶ χέρσον 4 ἁρπάγδην, ἄγρης δεσμὸν ὑποφθάμενος. 5 αὐτὰρ ὁ δισκηθεὶς κατακαίριος ἔμπεσε δειλῷ 6 πτωκὶ ταχύς· σχοίνῳ κεῖτο γὰρ ὑπναλέος. 7 τὸν δὲ χυθεὶς περὶ πάντα πεδήσατο, φωτὶ δʼ ὑπʼ ἄγρης 8 ἐμβυθίης ἄγρη χερσόθεν ἠντίασε·. === epigram 228 === 1 ἀγγελίης ἤκουσεν ἀνωΐστου Μελίτεια, 2 υἱέα σὺν φόρτῳ κύματι κρυπτόμενον· 3 ἠιόσιν δʼ ἐπικέλσαν ἁλίκλυστον δέμας ἄλλου 4 δύσμορος οἰκείης σύμβολον εἶδε τύχης, 5 υἱέα δʼ ὣς ἔστειλε. Δίων δʼ ἐπὶ νηὸς ἀθραύστου 6 ἤλυθεν εὐκταίης σῶος ἀπʼ ἐμπορίης. 7 μητέρες ὡς ἀνίσου μοίρης λάχον ἡ μὲν ἄελπτον 8 ζωὸν ἔχει, κείνη δʼ ὄψεται οὐδὲ νέκυν. === epigram 229 === 1 ἀρχαίη σύνδειπνε, καπηλικὰ μέτρα φιλεῦσα, 2 εὔλαλε, πρηΰγελως, εὔστομε, μακροφάρυξ, 3 αἰὲν ἐμῆς πενίης βραχυσύμβολε μύστι, λάγυνε, 4 ἦλθες ὅμως ὑπʼ ἐμὴν χεῖρά ποτε χρόνιος. 5 αἴθʼ ὄφελες καὶ ἄμικτος ἀνύμφευτός τε παρείης, 6 ἄφθορος ὡς κούρη πρὸς πόσιν ἐρχομένη. === epigram 230 === 1 Ἀμβαίνων Ἑλικῶνα μέγαν κάμες, ἀλλʼ ἐκορέσθης 2 Πηγασίδος κρήνης νεκταρέων λιβάδων 3 οὕτως καὶ σοφίης πόνος ὄρθιος· ἢν δʼ ἄρʼ ἐπʼ ἄκρον 4 τέρμα μόλῃς, ἀρύσῃ Πιερίδων χάριτας, === epigram 231 === 1 αὔην με πλατάνιστον ἐφερπύζουσα καλύπτει 2 ἄμπελος· ὀθνείῃ δʼ ἀμφιτέθηλα κόμῃ, 3 ἡ πρὶν ἐμοῖς θαλέθουσιν ἐνιθρέψασ’ ὀροδάμνοις 4 βότρυας, ἡ ταύτης οὐκ ἀπετηλοτέρη· 5 τοίην μέντοι ἔπειτα τιθηνείσθω τις ἑταίρην, 6 ἥτις ἀμείψασθαι καὶ νέκυν οἶδε μόνη. === epigram 232 === 1 Ἀδριακοῖο κύτους λαιμὸς τὸ πάλαι μελίγηρυς, 2 ἡνίκʼ ἐγαστροφόρουν Βακχιακὰς χάριτας, 3 νῦν κλασθεὶς κεῖμαι νεοθηλέι καρτερὸν ἕρκος 4 κλήματι, πρὸς τρυφερὴν τεινομένῳ καλύβην. 5 αἰεί τοι Βρομίῳ λατρεύομεν· ἢ γεραὸν γὰρ 6 φρουροῦμεν πιστῶς, ἢ νέον ἐκτρέφομεν. === epigram 233 === 1 αὖά τοι ἐκτάμνοντι γεράνδρυα, κάμμορε Μίνδων, 2 φωλὰς ἀραχναίη σκαιὸν ἔτυψε πόδα, 3 νειόθεν ἀντιάσασα χύδην δʼ ἔβρυξε μελαίνῃ 4 σηπεδόνι χλωρὴν σάρκα κατʼ ἀστραγάλους. 5 ἐτμήθη δʼ ἀπὸ τῆς στιβαρὸν γόνυ, καὶ σὲ κομίζει 6 μουνόποδα βλωθρῆς σκηπάνιον κοτίνου. === epigram 234 === 1 ἄχρι τεῦ, ἆ δείλαιε, κεναῖσιν ἐπʼ ἐλπίσι, θυμέ, 2 πωτηθεὶς ψυχρῶν ἀσσοτάτω νεφέων, 3 ἄλλοις ἄλλʼ ἔπʼ ὄνειρα διαγράψεις ἀφένοιο; 4 κτητὸν γὰρ θνητοῖς οὐδὲ ἓν αὐτόματον. 5 Μουσέων ἀλλʼ ἐπὶ δῶρα μετέρχεο· ταῦτα δʼ ἀμυδρὰ 6 εἴδωλα ψυχῆς ἠλεμάτοισι μέθες. === epigram 235 === 1 Ἄγχουροι μεγάλαι κόσμου χθόνες, ἃς διὰ Νεῖλος 2 πιμπλάμενος μελάνων τέμνει ἀπʼ Αἰθιόπων, 3 ἀμφότεραι βασιλῆας ἐκοινώσασθε γάμοισιν, 4 ἓν γένος Αἰγύπτου καὶ Λιβύης θέμεναι. 5 ἐκ πατέρων εἴη παισὶν πάλι τοῖσιν ἀνάκτων 6 ἔμπεδον ἠπείροις σκῆπτρον ἐπʼ ἀμφοτέραις. === epigram 236 === 1 Ἄρρηκτοι Μοιρῶν πυμάτην ἐσφράγισαν ὅρκοι 2 τῷ Φρυγὶ πὰρ βωμῷ τὴν Πριάμου θυσίην. 3 ἀλλὰ σοί, Αἰνεία, στόλος ἱερὸς Ἰταλὸν ἤδη 4 ὅρμον ἔχει, πάτρης φροίμιον οὐρανίης. 5 ἐς καλὸν ὤλετο πύργος ὁ Τρώιος· ἦ γὰρ ἐν ὅπλοις 6 ἠγέρθη κόσμου παντὸς ἄνασσα πόλις. === epigram 237 === 1 α. βουκόλε, πρὸς τῶ Πανός, ὁ φήγινος, εἰπέ, κολοσσὸς 2 οὗτος, ὅτῳ σπένδεις τὸ γλάγος, ἔστι τίνος; 3 β. τῶ λειοντοπάλα Τιρυνθίω. οὐ δὲ τὰ τόξα, 4 νήπιε, καὶ σκυτάλην ἀγριέλαιον ὁρῇς; 5 χαίροις Ἀλκείδα δαμαληφάγε, καὶ τάδε φρούρει 6 αὔλια, κἠξ ὀλίγων μυριόβοια τίθει. === epigram 238 === 1 βούπαις ὡπόλλων τόδε χάλκεον ἔργον Ὀνατᾶ, 2 ἀγλαΐης Λητοῖ καὶ Διὶ μαρτυρίη, 3 οὔθʼ ὅτι τῆσδε μάτην Ζεὺς ἤρατο, χὤτι κατʼ αἶνον 4 ὄμματα καὶ κεφαλὴν ἀγλαὸς ὁ Κρονίδης. 5 οὐδʼ Ἥρῃ νεμεσητὸν ἐχεύατο χαλκὸν Ὀνατᾶς, 6 ὃν μετʼ Ἐλειθυίης τοῖον ἀπεπλάσατο. === epigram 239 === 1 βίβλων ἡ γλυκερὴ λυρικῶν ἐν τεύχεϊ τῷδε 2 πεντὰς ἀμιμήτων ἔργα φέρει Χαρίτων. 3 δῶρον δʼ εἰς ἱερὴν Ἀντωνίῃ ἥκομεν ἠῶ, 4 κάλλευς καὶ πραπίδων ἔξοχʼ ἐνεγκαμένῃ. === epigram 240 === 1 βαιὸν ἀποπλανίην λιπομήτορα παῖδα Καλύπτρης 2 κριὸς ἑλιξόκερως θεῖνε θρασυνόμενος. 3 κάπρος δʼ Ἡράκλειος ἀπορρήξας ἀπὸ δεσμῶν, 4 ἐς νηδὺν κριοῦ πᾶσαν ἔβαψε γένυν 5 ζωὴν νηπιάχῳ δʼ ἐχαρίσσατο. ἆρʼ † ἀπὸ Ἥρης 6 Ἡρακλέης βρεφέων ᾤκτισεν ἡλικίην; === epigram 241 === 1 βουκόλος ἔπλεο, Φοῖβε, Ποσειδάων δὲ καβάλλης, 2 κύκνος Ζεύς, Ἄμμων δʼ ὡμφιβόητος ὄφις, 3 χοἰ μὲν ἐπʼ ἠιθέας, σὺ δὲ παιδικός, ὄφρα λάθοιτε· 4 ἐστὲ γὰρ οὐ πειθοῦς εὐνέται, ἀλλὰ βίης. 5 Εὐαγόρας δʼ ὢν χαλκὸς ἄτερ δόλου αὐτὸς ἐναργὴς 6 πάντας καὶ πάσας, οὐ μεταβαλλόμενος. === epigram 242 === 1 Γλαῦκος ὁ νησαίοιο διαπλώουσιν ὁδηγὸς 2 πορθμοῦ, καὶ Θασίων ἔντροφος αἰγιαλῶν, 3 πόντου ἀροτρευτὴρ ἐπιδέξιος, οὐδʼ, ὅτʼ ἔκνωσσεν, 4 πλαζομένῃ στρωφῶν πηδάλιον παλάμῃ, 5 μυριέτης, ἁλίοιο βίου ῥάκος, οὐδʼ, ὅτʼ ἔμελλεν 6 θνῄσκειν, ἐκτὸς ἔβη γηραλέης σανίδος· 7 τοὶ δὲ κέλυφος ἔκαυσαν ἐπʼ ἀνέρι, τόφρʼ ὁ γεραιὸς 8 πλώσῃ ἐπʼ οἰκείης εἰς ἀίδην ἀκάτου. === epigram 243 === 1 γήθησαν περὶ παιδὸς Ἀριστίπποιο τοκῆες, 2 καὶ κλαῦσαν μοίρης δʼ ἦμαρ ἓν ἀμφοτέρης. 3 εὖτε γὰρ αἰθόμενον δόμον ἔκφυγεν, ἰθὺ κεραυνοῦ 4 Ζεὺς κατὰ οἱ κεφαλῆς ἄσπετον ἧκε σέλας. 5 τοῦτο δʼ ἔπος τότʼ ἔλεξαν ὅσοι νέκυν ὠδύροντο· 6 ὦ πυρὶ δαιμονίῳ τλῆμον ὀφειλόμενε. === epigram 244 === 1 Δειματόεις ἐλάφων κεραὸς λόχος, εὖτε κρυώδεις 2 πλῆσαν ὀρῶν κορυφὰς χιόνεαι νιφάδες, 3 δείλαιαι ποταμοῖσιν ἐφώρμισαν, ἐλπίδι φροῦδοι 4 χλιῆναι νοτεροῖς ἄσθμασιν ὠκὺ γόνυ. 5 τὰς δὲ περιφράξας ἐχθρὸς ῥόος ἀθρόον ἄφνω 6 χειμερίῃ στυγεροῦ δῆσε πάγοιο πέδῃ. 7 πληθὺς δʼ ἀγροτέρων ἀλίνου θοινήσατο θήρης, 8 ἣ φύγεν ἁρπεδόνην πολλάκι καὶ στάλικα. === epigram 245 === 1 Δυσμοίρων θαλάμων ἐπὶ παστάσιν οὐχ Ὑμέναιος, 2 ἀλλʼ Ἀίδης ἔστη πικρογάμου Πετάλης. 3 δείματι γὰρ μούνην πρωτόζυγα Κύπριν ἀνʼ ὄρφνην 4 φεύγουσαν, ξυνὸν παρθενικαῖσι φόβον, 5 φρουροδόμοι νηλεῖς κύνες ἔκτανον· ἣν δὲ γυναῖκα 6 ἐλπὶς ἰδεῖν, ἄφνως ἔσχομεν οὐδὲ νέκυν. === epigram 246 === 1 Ἐθραύσθης, ἡδεῖα παρʼ οἰνοπόταισι λάγυνε, 2 νηδύος ἐκ πάσης χευαμένη Βρόμιον. 3 τηλόθε γὰρ λίθος εἰς σὲ βαρύστονος, οἷα κεραυνός, 4 οὐ Διὸς ἐκ χειρῶν, ἀλλὰ Δίωνος ἔβη. 5 ἦν δὲ γέλως ἐπὶ σοὶ καὶ σκώμματα πυκνά, τυπείσης, 6 καὶ πολὺς ἐξ ἑτάρων γινόμενος θόρυβος. 7 οὐ θρηνῶ σε, λάγυνε, τὸν εὐαστῆρα τεκοῦσαν 8 Βάκχον, ἐπεὶ Σεμέλη καὶ σὺ πεπόνθατʼ ἴσα. === epigram 247 === 1 Εὐθηλῆ πλάτανόν με Νότου βαρυλαίλαπες αὖραι 2 ῥίζης ἐξ αὐτῆς ἐστόρεσαν δαπέδοις· 3 λουσαμένη Βρομίῳ δʼ ἔστην πάλιν, ὄμβρον ἔχουσα 4 χείματι καὶ θάλπει τοῦ Διὸς ἡδύτερον. 5 ὀλλυμένη δʼ ἔζησα· μόνη δὲ πιοῦσα Λυαῖον, 6 ἄλλων κλινομένων, ὀρθοτέρη βλέπομαι. === epigram 248 === 1 εἰ τοῖος Διόνυσος ἐς ἱερὸν ἦλθεν Ὄλυμπον, 2 κωμάζων Λήναις σύν ποτε καὶ Σατύροις, 3 οἷον ὁ τεχνήεις Πυλάδης ὠρχήσατο κεῖνον, 4 ὀρθὰ κατὰ τραγικῶν τέθμια μουσοπόλων, 5 παυσαμένη ζήλου Διὸς ἂν φάτο σύγγαμος Ἥρη· 6 ἐψεύσω, Σεμέλη, Βάκχον ἐγὼ δʼ ἔτεκον. === epigram 249 === 1 Εὐπέταλον γλαυκὰν ἀναδενδράδα τάνδε παρʼ ἄκραις 2 ἱδρυθεὶς λοφιαῖς Πὰν ὅδʼ ἐπισκοπέω. 3 εἰ δέ σε πορφύροντος ἔχει πόθος, ὦ παροδῖτα, 4 βότρυος, οὐ φθονέω γαστρὶ χαριζομένῳ· 5 ἢν δὲ χερὶ ψαύσῃς κλοπίῃ μόνον, αὐτίκα δέξῃ 6 ὀζαλέην βάκτρου τήνδε καρηβαρίην. === epigram 250 === 1 ἔστην ἐν φόρμιγγι, κατηρείφθην δὲ σὺν αὐλῷ 2 Θήβη· φεῦ Μούσης ἔμπαλιν ἁρμονίης· 3 κωφὰ δέ μοι κεῖται λυροθελγέα λείψανα πύργων, 4 πέτροι μουσοδόμοις τείχεσιν αὐτόμολοι, 5 σῆς χερός, Ἀμφίων, ἄπονος χάρις· ἑπτάπυλον γὰρ 6 πάτρην ἑπταμίτῳ τείχισας ἐν κιθάρῃ. === epigram 251 === 1 ἐχθίστη Μούσαις σελιδηφάγε, λωβήτειρα 2 φωλάς, ἀεὶ σοφίης κλέμματα φερβομένη, 3 τίπτε, κελαινόχρως, ἱεραῖς ψήφοισι λοχάζῃ, 4 σίλφη, τὴν φθονερὴν εἰκόνα πλαττομένη; 5 φεῦγʼ ἀπὸ Μουσάων, ἴθι τηλόσε, μηδʼ ὅσον ὄψει 6 βάσκανον † ἐν ψήφῳ δόξαν ἐπεισαγάγῃς. === epigram 252 === 1 ἐς βαθὺν ἥλατο Νεῖλον ἀπʼ ὀφρύος ὀξὺς ὁδίτης, 2 ἡνίκα λαιμάργων εἶδε λύκων ἀγέλην. 3 ἀλλά μιν ἀγρεύσαντο διʼ ὕδατος· ἔβρυχε δʼ ἄλλος 4 ἄλλον, ἐπουραίῳ δήγματι δραξάμενος. 5 μακρὰ γεφυρώθη δὲ λύκοις βυθός, ἔφθανε δʼ ἄνδρα 6 νηχομένων θηρῶν αὐτοδίδακτος ἄρης. === epigram 253 === 1 ἐν Θήβαις Κάδμου κλεινὸς γάμος, ἀλλὰ μυσαχθὴς 2 Οἰδίποδος· τελετὰς Εὔιος ἠσπάσατο, 3 ἃς γελάσας Πενθεὺς ὠδύρατο τείχεα χορδαῖς 4 ἔστη, καὶ λωτοῖς ἔστενε λυόμενα· 5 Ἀντιόπης ὁσίη, χαλεπὴ δʼ ὠδὶς Ἰοκάστης· 6 ἦν Ἰνὼ φιλόπαις, ἀλλʼ ἀσεβὴς Ἀθάμας. 7 † οἰκτρὸν ἀεὶ πτολίεθρον ἴδʼ ὡς ἐσθλῶν περὶ Θήβας 8 μύθων καὶ στυγνῶν ἤρκεσεν ἱστορίη. === epigram 254 === 1 ἡ πυρὶ πάντα τεκοῦσα Φιλαίνιον, ἡ βαρυπενθὴς 2 μήτηρ, ἡ τέκνων τρισσὸν ἰδοῦσα τάφον, 3 ἀλλοτρίαις ὠδῖσιν ἐφώρμισα· ἦ γὰρ ἐώλπειν 4 πάντως μοι ζήσειν τοῦτον ὃν οὐκ ἔτεκον. 5 ἡ δʼ εὔπαις θετὸν υἱὸν ἀνήγαγον ἀλλά με δαίμων 6 ἤθελε μηδʼ ἄλλης μητρὸς ἔχειν χάριτα. 7 κληθεὶς ἡμέτερος γὰρ ἀπέφθιτο· νῦν δὲ τεκούσαις 8 ἤδη καὶ λοιπαῖς πένθος ἐγὼ γέγονα. === epigram 255 === 1 ἠρίθμει πολὺν ὄλβον Ἀριστείδης ὁ πενιχρὸς 2 τὴν ὄιν ὡς ποίμνην, τὴν βόα δʼ ὡς ἀγέλην 3 ἤμβροτε δʼ ἀμφοτέρων· ἀμνὴν λύκος, ἔκτανε δʼ ὠδὶς 4 τὴν δάμαλιν, πενίης δʼ ὤλετο βουκόλιον· 5 πηροδέτῳ δʼ ὃ γʼ ἱμάντι κατʼ αὐχένος ἅμμα πεδήσας 6 οἰκτρὸς ἀμυκήτῳ κάτθανε πὰρ καλύβῃ. === epigram 256 === 1 ἥμισύ μευ ζώειν ἐδόκουν ἔτι, κεῖνο δʼ ἔφυσεν 2 ἓν μόνον αἰπυτάτου μῆλον ἐπʼ ἀκρεμόνος· 3 ἡ δὲ κύων δένδρων καρποφθόρος, ἡ πτιλόνωτος 4 κάμπἠ, καὶ τὸ μόνον βάσκανος ἐξέφαγεν. 5 ὁ Φθόνος εἰς πολὺν ὄγκον ἀπέβλεπεν ὃς δὲ τὰ μικρὰ 6 πορθεῖ, καὶ τούτου χείρονα δεῖ με λέγειν. === epigram 257 === 1 ἡ Καθαρὴ ʽ Νύμφαι γὰρ ἐπώνυμον ἔξοχον ἄλλων 2 κρήνῃ πασάων δῶκαν ἐμοὶ λιβάδωνʼ, 3 ληιστὴς ὅτε μοι παρακλίντορας ἔκτανεν ἄνδρας, 4 καὶ φονίην ἱεροῖς ὕδασι λοῦσε χέρα, 5 κεῖνον ἀναστρέψασα γλυκὺν ῥόον, οὐκέθʼ ὁδίταις 6 βλύζω· τίς γὰρ ἐρεῖ τὴν Καθαρὴν ἔτι με; === epigram 258 === 1 ἡ πάρος εὐύδροισι λιβαζομένη προχοαῖσι, 2 πτωχὴ νῦν νυμφῶν μέχρι καὶ εἰς σταγόνα· 3 λυθρώδεις γὰρ ἐμοῖσιν ἐνίψατο νάμασι χεῖρας 4 ἀνδροφόνος, κηλῖδʼ ὕδασιν ἐγκεράσας· 5 ἐξ οὗ μοι κοῦραι φύγον ἥλιον, εἰς ἕνα Βάκχον, 6 εἰποῦσαι, νύμφαι μισγόμεθʼ, οὐκ ἐς Ἄρη. === epigram 259 === 1 ἤριπεν ἐξ ἄκρης δόμος ἀθρόος, ἀλλʼ ἐπὶ παιδὶ 2 νηπιάχῳ Ζεφύρου πολλὸν ἐλαφρότερος· 3 φείσατο κουροσύνης καὶ ἐρείπιον. ὦ μεγάλαυχοι 4 μητέρες, ὠδίνων καὶ λίθος αἰσθάνεται. === epigram 260 === 1 ἡ τὸ πάλαι Λαῒς πάντων βέλος, οὐκέτι Λαΐς 2 ἀλλʼ ἐτέων φανερὴ πᾶσιν ἐγὼ Νέμεσις. 3 οὐ μὰ Κύπριν ʽτί δὲ Κύπρις ἐμοὶ γʼ ἔτι, πλὴν ὅσον ὅρκος;ʼ 4 γνώριμον οὐδʼ αὐτῇ Λαΐδι Λαῒς ἔτι. === epigram 261 === 1 ἡ πάρος εὐπετάλοισιν ἐν οἰνάνθαις νεάσασα, 2 καὶ τετανῶν βοτρύων ῥᾶγα κομισσαμένη, 3 νῦν οὕτω γραιοῦμαι. ἴδʼ ὁ χρόνος οἷα δαμάζει· 4 καὶ σταφυλὴ γήρως αἰσθάνεται ῥυτίδων. === epigram 262 === 1 ἠρίθμουν ποτὲ πάντες Ἀριστοδίκην κλυτόπαιδα 2 ἑξάκις ὠδίνων ἄχθος ἀπωσαμένην 3 ἤρισε δʼ εἰς αὐτὴν ὕδωρ χθονί· τρεῖς γὰρ ὄλοντο 4 νούσῳ, λειπόμενοι δʼ ἤμυσαν ἐν πελάγει. 5 αἰεὶ δʼ ἡ βαρύδακρυς, ἐπὶ στήλαις μὲν ἀηδών, 6 μεμφομένη δὲ βυθοῖς ἀλκυονὶς βλέπεται. === epigram 263 === 1 ἡ γραῦς Εὐβούλη, ὅτε οἱ καταθύμιον ἦν τι, 2 Φοίβου τὸν πρὸ ποδῶν μάντιν ἄειρε λίθον, 3 χείρεσι πειράζουσα· καὶ ἦν βαρύς, ἡνίκα μή τι 4 ἤθελεν εἰ δὲ θέλοι, κουφότερος πετάλων. 5 αὐτὴ δὲ πρήσσουσα τὸ οἱ φίλον, ἤν ποθʼ ἁμάρτῃ, 6 Φοίβῳ τὰς ἀνίσους χεῖρας ἐπεγράφετο. === epigram 264 === 1 θάμνου ποτʼ ἄκρους ἀμφὶ κλῶνας ἥμενος 2 τέττιξ πτερῷ, φλέγοντος ἡλίου μέσου, 3 νηδὺν ῥαπίζων, δαίδαλʼ αὐτουργῷ μέλει 4 ἡδὺς κατωργάνιζε τῆς ἐρημίας. 5 Κρίτων δʼ, ὁ πάσης ἰξοεργὸς Πιαλεὺς 6 θήρης, ἀσάρκου νῶτα δουνακεύσατο. 7 τίσιν δʼ ἔτισεν εἰς γὰρ ἠθάδας πάγας 8 σφαλεὶς ἀλᾶται παντὸς ἱμείρων πτεροῦ. === epigram 265 === 1 Ἰοτυπὴς Διὸς ὄρνις ἐτίσατο Κρῆτα φαρέτρης, 2 οὐρανόθεν τόξῳ τόξον ἀμυνόμενος· 3 κεῖνον δʼ εὐθὺς ἄκοντι παλινδρομέοντι κατέκτα 4 ἠέριος, πίπτων δʼ ἔκτανεν ὡς ἔθανεν. 5 μηκέτʼ ἐφʼ ὑμετέροις ἀψευδέσι Κρῆτες ὀιστοῖς 6 αὐχεῖθʼ· ὑμνείσθω καὶ Διὸς εὐστοχίη. === epigram 266 === 1 ἵμερον αὐλήσαντι πολυτρήτων διὰ λωτῶν 2 εἶπε λιγυφθόγγῳ Φοῖβος ἐπὶ Γλαφύρῳ· 3 “ Μαρσύη, ἐψεύσω τεὸν εὕρεμα, τοὺς γὰρ Ἀθήνης 4 αὐλοὺς ἐκ Φρυγίης οὗτος ἐληΐσατο· 5 εἰ δὲ σὺ τοιούτοις τότʼ ἐνέπνεες, οὐκ ἂν Ὕαγνις 6 τὴν ἐπὶ Μαιάνδρῳ κλαῦσε δύσαυλον ἔριν.” === epigram 267 === 1 Ἰκαρίην πλώων [ πρῴην] ἅλα, νηὸς ὀλισθὼν 2 Δᾶμις ὁ Νικαρέτου κάππεσεν εἰς πέλαγος. 3 πολλὰ πατὴρ δʼ ἠρᾶτο πρὸς ἀθανάτους, καὶ ἐς ὕδωρ 4 φθέγγεθʼ, ὑπὲρ τέκνου κύματα λισσόμενος. 5 ὤλετο δʼ οἰκτίστως βρυχθεὶς ἁλί· κεῖνο δὲ πατρὸς 6 ἔκλυεν ἀράων οὐδὲ πάλαι πέλαγος. === epigram 268 === 1 Κρῆσσα κύων ἐλάφοιο κατʼ ἴχνιον ἔδραμε Γοργώ, 2 ἔγκυος, ἀμφοτέρην Ἄρτεμιν εὐξαμένη· 3 τίκτε δʼ ἀποκτείνουσα· θοὴ δʼ ἐπένευσεν Ἐλευθὼ 4 ἄμφω, εὐαγρίης δῶρα καὶ εὐτοκίης· 5 καὶ νῦν ἐννέα παισὶ διδοῖ γάλα. φεύγετε, Κρῆσσαι 6 κεμμάδες, ἐκ τοκάδων τέκνα διδασκόμεναι. === epigram 269 === 1 Κλασθείσης ποτὲ νηὸς ἐν ὕδατι δῆριν ἔθεντο 2 δισσοὶ ὑπὲρ μούνης μαρνάμενοι σανίδος. 3 τύψε μὲν Ἀνταγόρης Πεισίστρατον οὐ νεμεσητόν, 4 ἦν γὰρ ὑπὲρ ψυχῆς· ἀλλʼ ἐμέλησε Δίκῃ. 5 νῆχε δʼ ὁ μὲν, τὸν δʼ εἷλε κύων ἁλός. ἦ παναλάστωρ 6 κηρῶν οὐδʼ ὑγρῷ παύεται ἐν πελάγει. === epigram 270 === 1 κωμάζω, χρύσειον ἐς ἑσπερίων χορὸν ἄστρων 2 λεύσσων, οὐδʼ ἄλλων λὰξ ἐβάρυνʼ ὀάρους· 3 στρέψας δʼ ἀνθόβολον κρατὸς τρίχα, τὴν κελαδεινὴν 4 πηκτίδα μουσοπόλοις χερσὶν ἐπηρέθισα. 5 καὶ τάδε δρῶν εὔκοσμον ἔχω βίον οὐδὲ γὰρ αὐτὸς 6 κόσμος ἄνευθε λύρης ἔπλετο καὶ στεφάνου. === epigram 271 === 1 καὶ πότε δὴ νήεσσ’ ἄφοβος πόρος, εἰπέ, θάλασσα, 2 εἰ καὶ ἐν ἀλκυόνων ἤμασι κλαυσόμεθα, 3 ἀλκυόνων, αἷς πόντος ἀεὶ στηρίξατο κῦμα 4 νήνεμον, ὡς κρῖναι χέρσον ἀπιστοτέρην; 5 ἀλλὰ καὶ ἡνίκα μαῖα καὶ ὠδίνεσσιν ἀπήμων 6 αὐχεῖς, σὸν φόρτῳ δῦσας Ἀριστομένην. === epigram 272 === 1 Καρφαλέος δίψει Φοίβου λάτρις εὖτε γυναικὸς 2 εἶδεν ὑπὲρ τύμβου κρωσσίον ὀμβροδόκον, 3 κλάγξεν ὑπὲρ χείλους, ἀλλʼ οὐ γένυς ἥπτετο βυσσοῦ. 4 Φοῖβε, σὺ δʼ εἰς τέχνην ὄρνιν ἐκαιρομάνεις· 5 χερμάδα δὲ % ψαλμῶν σφαῖρον ποτὸν ἅρπαγι χείλει 6 ἔφθανε μαιμάσσων λαοτίνακτον ὕδωρ. === epigram 273 === 1 καύματος ἐν θάμνοισι λαλίστατος ἡνίκα τέττιξ 2 φθέγξατο διγλώσσῳ μελπόμενος στόματι, 3 δουνακόεντα Κρίτων συνθεὶς δόλον, εἷλεν ἀοιδὸν 4 ἠέρος, οὐκ ἰδίην ἰξοβολῶν μελέτην. 5 ἄξια δʼ οὐχ ὁσίης θήρης πάθεν οὐ γὰρ ἔτʼ ἄλλων 6 πήξατʼ ἐπʼ ὀρνίθων εὔστοχον ὡς πρὶν ἄγρην. === epigram 274 === 1 καὶ τὸν; ἀρουραῖον γυρήτομον αὔλακα τέμνει 2 μηροτυπεῖ κέντρῳ πειθομένη δάμαλις· 3 καὶ μετʼ ἀροτροπόνους ζεύγλας πάλι τῷ νεοθηλεῖ 4 πινομένη μόσχῳ δεύτερον ἄλγος ἔχει. 5 μὴ θλίψῃς αὐτὴν ὁ γεωμόρος· οὗτος ὁ βαιὸς 6 μόσχος, ἐὰν φείσῃ, σοὶ τρέφεται δαμάλης. === epigram 275 === 1 κάπρον μὲν χέρσῳ Κόδρος ἔκτανε· τὴν δὲ ταχεῖαν 2 εἰν ἁλὶ καὶ χαροποῖς κύμασιν εἷλʼ ἔλαφον. 3 εἰ δʼ ἦν καὶ πτηνὴ θηρῶν φύσις, οὐδʼ ἂν ἐν αἴθρῃ 4 τὴν κείνου κενεὴν Ἄρτεμις εἶδε χέρα. === epigram 276 === 1 λῶπος ἀποκλύζουσα παρὰ κροκάλαισι θαλάσσης 2 χερνῆτις, διεροῦ τυτθὸν ὕπερθε πάγου, 3 χέρσον ἐπεκβαίνοντι κατασπασθεῖσα κλύδωνι, 4 δειλαίη πικροῦ κῦμʼ ἔπιεν θανάτου· 5 πνεῦμα δʼ ὁμοῦ πενίῃ ἀπελύσατο. τίς κʼ ἐνὶ νηὶ 6 θαρσήσαι πεζοῖς τὴν ἀφύλακτον ἅλα; === epigram 277 === 1 Λαβροπόδη χείμαρρε, τί δὴ τόσον ὧδε κορύσσῃ, 2 πεζὸν ἀποκλείων ἴχνος ὁδοιπορίης; 3 ἦ μεθύεις ὄμβροισι, καὶ οὐ Νύμφαισι διαυγὲς 4 νᾶμα φέρεις, θολεραῖς δʼ ἠράνισαι νεφέλαις. 5 ὄψομαι ἠελίῳ σε κεκαυμένον, ὅστις ἐλέγχειν 6 καὶ γόνιμον ποταμῶν καὶ νόθον οἶδεν ὕδωρ. === epigram 278 === 1 λάρνακα πατρῴων ἔτι λείψανα κοιμίζουσαν 2 νεκρῶν χειμάρρῳ παῖς ἴδε συρομένην 3 καί μιν ἄχος τόλμης ἐπλήσατο, χεῦμα δʼ ἀναιδὲς 4 εἰσέθορεν, πικρὴν δʼ ἦλθʼ ἐπὶ συμμαχίην. 5 ὀστέα μὲν γὰρ ἔσωσεν ἀφʼ ὕδατος, ἀντὶ δὲ τούτων 6 αὐτὸς ὑπὸ βλοσυροῦ χεύματος ἐφθάνετο. === epigram 279 === 1 Ληθαίης ἀκάτοιο τριηκοσίους ὅτε ναύτας 2 δεύτερον ἔσχʼ Ἀίδης, πάντας ἀρηϊφάτους, 3 Σπάρτας ὁ στόλος, εἶπεν “ἴδʼ ὡς πάλι πρὸςθια πάντα 4 τραύματα, καὶ στέρνοις δῆρις ἔνεστι μόνοις 5 νῦν γε μόθου κορέσασθε, καὶ εἰς ἐμὸν ἀμπαύσασθε 6 ὕπνον, ἀνικάτου δῆμος Ἐνυαλίου.” === epigram 280 === 1 Λαίλιος, Αὐσονίων ὑπάτων κλέος, εἶπεν ἀθρήσας 2 Εὐρώταν· Σπάρτης χαῖρε φέριστον ὕδωρ. 3 Μουσάων δʼ ἐπὶ χεῖρα βαλὼν πολυΐστορι βίβλῳ, 4 εἶδεν ὑπὲρ κορυφῆς σύμβολον εὐμαθίης· 5 κίτται, μιμηλὸν βιότου πτερόν, ἐν σκιεροῖσιν 6 ἄγκεσι παμφώνων μέλπον ἀπὸ στομάτων. 7 ὡρμήθη δʼ ἐπὶ ταῖσι. τί δʼ οὐ ζηλωτὸς ὁ μόχθος, 8 εἰ καὶ πτηνὰ ποθεῖ === epigram 281 === 1 ξυνὸν ὁπηνίκα θαῦμα κατείδομεν Ἀσὶς ἅπασα, 2 πῶλον ἐπʼ ἀνδρομέαν σάρκα φριμασσόμενον, 3 Θρηικίης φάτνης πολιὸς λόγος εἰς ἐμὸν ὄμμα 4 ἤλυθε δίζημαι δεύτερον Ἡρακλέα. === epigram 282 === 1 ξεῖνοι, παρθένος εἰμὶ τὸ δένδρεον εἴπατε δάφνης 2 φείσασθαι δμώων χερσὶν ἑτοιμοτόμοις· 3 ἀντὶ δʼ ἐμεῦ κομάρου τις ὁδοιπόρος ἢ τερεβίνθου 4 δρεπτέσθω χθαμαλὴν ἐς χύσιν οὐ γὰρ ἑκάς· 5 ἀλλʼ ἀπʼ ἐμεῦ ποταμὸς μὲν ὅσον τρία, τοῦ δʼ ἀπὸ πηγῶν 6 ὕλη πανθηλὴς δοιὰ πέλεθρʼ ἀπέχει. === epigram 283 === 1 οὔρεα Πυρηναῖα καὶ αἱ βαθυάγκεες Ἄλπεις, 2 αἳ Ῥήνου προχοὰς ἐγγὺς ἀποβλέπετε, 3 μάρτυρες ἀκτίνων, Γερμανικὸς ἃς ἀνέτειλεν, 4 ἀστράπτων Κελτοῖς πουλὺν ἐνυάλιον. 5 οἱ δʼ ἄρα δουπήθησαν ἀολλέες· εἶπε δʼ Ἐνυὼ 6 Ἄρεϊ· τοιαύταις χερσὶν ὀφειλόμεθα. === epigram 284 === 1 οἵους ἀνθʼ οἵων οἰκήτορας, ὦ ἐλεεινή, 2 εὕραο. φεῦ μεγάλης Ἑλλάδος ἀμμορίης. 3 αὐτίκα καὶ γαίης χθαμαλωτέρη εἴθε, Κόρινθε, 4 κεῖσθαι, καὶ Λιβυκῆς ψάμμου ἐρημοτέρη, 5 ἢ τοίοις διὰ πᾶσα παλιμπρήτοισι δοθεῖσα 6 θλίβειν ἀρχαίων ὀστέα Βακχιαδῶν. === epigram 285 === 1 οὐκέτι πυργωθεὶς ὁ φαλαγγομάχας ἐπὶ δῆριν 2 ἄσχετος ὁρμαίνει μυριόδους ἐλέφας, 3 ἀλλὰ φόβῳ στείλας βαθὺν αὐχένα πρὸς ζυγοδέσμους, 4 ἄντυγα διφρουλκεῖ Καίσαρος οὐρανίου. 5 ἔγνω δʼ εἰρήνης καὶ θὴρ χάριν ὄργανα ῥίψας 6 Ἄρεος, εὐνομίης ἀντανάγει πατέρα. === epigram 286 === 1 ὄρνι, τί μοι φίλον ὕπνον ἀφήρπασας; ἡδὺ δὲ Πύρρης 2 εἴδωλον κοίτης ᾤχετʼ ἀποπτάμενον. 3 ἢ τάδε θρέπτρα τίνεις, ὅτι θῆκά σε, δύσμορε, πάσης 4 ᾠοτόκου κραίνειν ἐν μεγάροις ἀγέλης; 5 ναὶ βωμὸν καὶ σκῆπτρα Σαράπιδος, οὐκέτι νυκτὸς 6 φθέγξεαι, ἀλλʼ ἕξεις βωμὸν ὃν ὠμόσαμεν. === epigram 287 === 1 ὁ πρὶν ἐγὼ Ῥοδίοισιν ἀνέμβατος ἱερὸς ὄρνις, 2 ὁ πρὶν Κερκαφίδαις αἰετὸς ἱστορίη, 3 ὑψιπετῆ τότε ταρσὸν ἀνὰ πλατὺν ἠέρʼ ἀερθεὶς 4 ἤλυθον, Ἠελίου νῆσον ὅτʼ εἶχε Νέρων 5 κείνου δʼ αὐλίσθην ἐνὶ δώμασι, χειρὶ συνήθης 6 κράντορος, οὐ φεύγων Ζῆνα τὸν ἐσσόμενον. === epigram 288 === 1 οὗτος ὁ Κεκροπίδῃσι βαρὺς λίθος Ἄρεϊ κεῖμαι, 2 ξεῖνε, Φιλιππείης σύμβολον ἠνορέης, 3 ὑβρίζων Μαραθῶνα καὶ ἀγχιάλου Σαλαμῖνος 4 ἔργα, Μακηδονίης ἔγχεσι κεκλιμένα. 5 ὄμνυε νῦν νέκυας, Δημόσθενες· αὐτάρ ἔγωγε 6 καὶ ζωοῖς ἔσομαι καὶ φθιμένοισι βαρύς. === epigram 289 === 1 οὐλόμεναι νήεσσι Καφηρίδες, αἵ ποτε νόστον 2 ὠλέσαθʼ Ἑλλήνων καὶ στόλον Ἰλιόθεν, 3 πυρσὸς ὅτε ψεύστας χθονίης δνοφερώτερα νυκτὸς 4 ἧψε σέλα, τυφλὴ δʼ ἔδραμε πᾶσα τρόπις 5 χοιράδας ἐς πέτρας, Δαναοῖς πάλιν Ἴλιος ἄλλη 6 ἔπλετε, καὶ δεκέτους ἐχθρότεραι πολέμου. 7 καὶ τὴν μὲν τότʼ ἔπερσαν ἀνίκητος δὲ Καφηρεύς. 8 Ναύπλιε σοὶ χάρμην Ἑλλὰς ἔκλαυσε δάκρυ. === epigram 290 === 1 ὅτʼ ἐξ ἀήτου Λίβυος, ἐκ ζαοῦς Νότου; 2 συνεζοφώθη πόντος, ἐκ δὲ νειάτων 3 μυχῶν βυθῖτις ψάμμος ἐξηρεύγετο, 4 ἱστὸς δὲ πᾶς ὤλισθεν εἰς ἁλὸς πτύχας, 5 φορτὶς δʼ ἐσύρετʼ ἐς ἀίδαν πλανωμένη, 6 ἀρωγοναύτας δαίμονας Λυσίστρατος 7 ἐλιπάρησεν οἱ δὲ τῷ νεωκόρῳ 8 μούνῳ θάλασσαν ἀγρίαν ἐκοίμισαν, === epigram 291 === 1 †οὐδʼ ἢν Ὠκεανὸς πᾶσαν πλήμμυραν ἐγείρῃ, 2 οὐδʼ ἢν Γερμανίη Ῥῆνον ἅπαντα πίῃ, 3 Ῥώμης οὐδʼ ὅσσον βλάψει σθένος, ἄχρι κε μίμνῃ 4 δεξιὰ σημαίνειν Καίσαρι θαρσαλέη. 5 οὕτως χαἰ ἱεραὶ Ζηνὸς δρύες ἔμπεδα ῥίζαις 6 ἑστᾶσιν, φύλλων δʼ αὖα χέουσ’ ἄνεμοι. === epigram 292 === 1 παίδων ὃν μὲν ἔκαιεν Ἀρίστιον, ὃν δʼ ἐσάκουσε 2 ναυηγὸν δισσὸν δʼ ἄλγος ἔτηξε μίαν. 3 αἰαῖ μητέρα Μοῖρα διείλετο, τὴν ἴσα τέκνα 4 καὶ πυρὶ καὶ πικρῷ νειμαμένην ὕδατι. === epigram 293 === 1 πουλὺ Λεωνίδεω κατιδὼν δέμας αὐτοδάικτον 2 Ξέρξης ἐχλαίνου φάρεϊ πορφυρέῳ· 3 κἠκ νεκύων δʼ ἤχησεν ὁ τᾶς Σπάρτας πολὺς ἥρως· 4 “οὐ δέχομαι προδόταις μισθὸν ὀφειλόμενον 5 ἀσπὶς ἐμοὶ τύμβου κόσμος μέγας· αἶρε τὰ Περσῶν 6 χἤξω κεἰς ἀΐδην ὡς Λακεδαιμόνιοσ” === epigram 294 === 1 α. πορφυρέαν τοι τάνδε, Λεωνίδα, ὤπασε χλαῖναν 2 Ξέρξης, ταρβήσας ἔργα τεᾶς ἀρετᾶς. 3 β. οὐ δέχομαι· προδόταις αὕτα χάρις. ἀσπὶς ἔχοι με 4 καὶ νέκυν ὁ πλοῦτος δʼ οὐκ ἐμὸν ἐντάφιον. 5 α. ἀλλʼ ἔθανες· τί τοσόνδε καὶ ἐν νεκύεσσιν ἀπεχθὴς 6 Πέρσαις; β. οὐ θνᾴσκει ζᾶλος ἐλευθερίας. === epigram 295 === 1 πῶλον, τὸν πεδίων ἀλλʼ οὐχ ἁλὸς ἱππευτῆρα, 2 νηὶ διαπλώειν πόντον ἀναινόμενον, 3 μὴ θάμβει χρεμέθοντα καὶ ἐν ποσὶ λὰξ πατέοντα 4 τοίχους, καὶ θυμῷ δεσμὰ βιαζόμενον. 5 ἄχθεται εἰ φόρτου μέρος ἔρχεται· οὐ γάρ ἐπʼ ἄλλοις 6 κεῖσθαι τὸν πάντων ἔπρεπεν ὠκύτατον. === epigram 296 === 1 Σκύλλος, ὅτε Ξέρξου δολιχὸς στόλος Ἑλλάδα πᾶσαν 2 ἤλαυνεν, βυθίην εὕρετο ναυμαχίην, 3 Νηρῆος λαθρίοισιν ὑποπλεύσας τενάγεσσι, 4 καὶ τὸν ἀπʼ ἀγκύρης ὅρμον ἔκειρε νεῶν. 5 αὔτανδρος δʼ ἐπὶ γῆν ὠλίσθανε Περσὶς ἄναυδος 6 ὀλλυμένη, πρώτη πεῖρα Θεμιστοκλέους. === epigram 297 === 1 Στέλλευ ἐπʼ Εὐφρήτην, Ζηνὸς τέκος· εἰς σὲ γὰρ ἤδη 2 ἠῷοι Πάρθων αὐτομολοῦσι πόδες. 3 στέλλευ, ἄναξ· δήεις δὲ φόβῳ κεχαλασμένα τόξα, 4 Καῖσαρ· πατρῴων δʼ ἄρξαι ἀπʼ ἐντολέων 5 Ῥώμην δʼ, ὠκεανῷ περιτέρμονα πάντοθεν, αὐτὸς 6 πρῶτος ἀνερχομένῳ σφράγισαι ἠελίῳ. === epigram 298 === 1 Σκίπων με πρὸς νηὸν ἀνήγαγεν, ὄντα βέβηλον 2 οὐ μοῦνον τελετῆς, ἀλλὰ καὶ ἠελίου· 3 μύστην δʼ ἀμφοτέρων με Θεαὶ θέσαν οἶδα δʼ ἐκείνῃ 4 νυκτὶ καὶ ὀφθαλμῶν νύκτα καθηράμενος. 5 ἀσκίπων δʼ εἰς ἄστυ κατέστιχον, ὄργια Δηοῦς 6 κηρύσσων γλώσσης ὄμμασι τρανότερον. === epigram 299 === 1 ταῦροι πρηϋτένοντες, ἀροτρευτῆρες ἀρούρης, 2 εἰν ἁλὶ τοὺς γαίης ἀντέχομεν καμάτους· 3 αὔλακα τὴν ἀσίδαρον ἐν ὕδασιν ἕλκομεν ἄμφω, 4 μακροτόνων σχοίνων ἅμμα σαγηνόδετον 5 ἰχθύσι δʼ ἐκ σταχύων λατρεύομεν. ἆ ταλαεργοί· 6 ἤδη κἠν πελάγει καρπὸν ἀροῦσι βόες. === epigram 300 === 1 Ταύρῳ φρικαλέον νάπος ἐκβαίνοντι Δοβήρου 2 Πευκέστης ἵππῳ καρτερὸς ἠντίασεν. 3 ἀλλʼ ὁ μὲν ὡρμήθη πρηὼν ἅτε τοῦ δʼ ἁπαλοῖο 4 Παιονίδα λόγχην ἧκε διὰ κροτάφου· 5 συλήσας κεφαλῆς δὲ διπλοῦν κέρας, αἰὲν ἐκείνῳ 6 ζωροποτῶν ἐχθροῦ κόμπον ἔχει θανάτου. === epigram 301 === 1 τίπτε τὸν ὀγκητὴν βραδύπουν ὄνον ἄμμιγʼ ἐν ἵπποις 2 γυρὸν ἀλωειναῖς ἐξελάατε δρόμον; 3 οὐχ ἅλις, ὅττι μύλοιο περίδρομον ἄχθος ἀνάγκῃ 4 σπειρηδὸν σκοτόεις κυκλοδίωκτος ἔχω; 5 ἀλλʼ ἔτι καὶ πώλοισιν ἐρίζομεν. ἦ ῥʼ ἔτι λοιπὸν 6 νῦν μοι τὴν σκολιὴν αὐχένι γαῖαν ἀροῦν. === epigram 302 === 1 τὸ βρέφος Ἑρμώνακτα διεχρήσασθε μέλισσαι 2 ʽφ̔εῦ κύνεσ̓ ἑρπυστήν, κηρία μαιόμενον 3 πολλάκι δʼ ἐξ ὑμέων ἐψισμένον ὠλέσατʼ, αἰαῖ, 4 κέντροις. εἰ δʼ ὀφίων φωλεὰ μεμφόμεθα, 5 πείθεο Λυσιδίκῃ καὶ Ἀμύντορι μηδὲ μελίσσας 6 αἰνεῖν κἀκείναις πικρὸν ἔνεστι μέλι. === epigram 303 === 1 τῇ βαιῇ Καλαθίνῃ ὑπὸ σκυλάκων μογεούσῃ 2 Λητωὶς κούφην εὐτοκίην ἔπορεν. 3 μούναις οὔ τι γυναιξὶν ἐπήκοος, ἀλλὰ καὶ αὐτὰς 4 συνθήρους σῴζειν Ἄρτεμις οἶδε κύνας. === epigram 304 === 1 τὸν γαίης καὶ πόντου ἀμειφθείσαισι κελεύθοις 2 ναύτην ἠπείρου, πεζοπόρον πελάγους, 3 ἐν τρισσαῖς δοράτων ἑκατοντάσιν ἔστεγεν ἄρης 4 Σπάρτης. αἰσχύνεσθʼ, οὔρεα καὶ πελάγη. === epigram 305 === 1 ὕδατος ἀκρήτου κεκορημένῳ ἄγχι παραστὰς 2 χθιζὸν ἐμοὶ λεχέων Βάκχος ἔλεξε τάδε· 3 “ εὕδεις ἄξιον ὕπνον ἀπεχθομένων Ἀφροδίτῃ· 4 εἰπέ μοι, ὦ νήφων, πεύθεαι Ἱππολύτου; 5 τάρβει, μή τι πάθῃς ἐναλίγκιον.” ὣς ὁ μὲν εἰπὼν 6 ᾤχετʼ ἐμοὶ δʼ ἀπὸ τῆς οὐκέτι τερπνὸν ὕδωρ. === epigram 306 === 1 ὑλοτόμοι παύσασθε, νεῶν χάριν. οὐκέτι πεύκη 2 κύματος, ἀλλʼ ἤδη ῥινὸς ἐπιτροχάει· 3 γόμφος δʼ οὐδʼ ἔτι χαλκὸς ἐν ὁλκάσιν, οὐδὲ σίδηρος, 4 ἀλλὰ λίνῳ τοίχων ἁρμονίη δέδεται. 5 τὰς δʼ αὐτὰς ποτὲ πόντος ἔχει νέας, ἄλλοτε γαῖα 6 πτυκτὸν ἀμαξίτην φόρτον ἀειρομένας. 7 Ἀργὼ μὲν προτέροισιν ἀοίδιμος· ἀλλὰ Σαβίνῳ 8 καινοτέρην πῆξαι Παλλὰς ἔνευσε τρόπιν. === epigram 307 === 1 Φοῖβον ἀνηναμένη Δάφνη ποτέ, νῦν ἀνέτειλεν 2 Καίσαρος ἐκ βωμοῦ κλῶνα μελαμπέταλον 3 ἐκ δὲ θεοῦ θεὸν εὗρεν ἀμείνονα· Λητοΐδην γὰρ 4 ἐχθήρασα, θέλει Ζῆνα τὸν Αἰνεάδην. 5 ῥίζαν δʼ οὐκ ἀπὸ γῆς μητρὸς βάλεν, ἀλλʼ ἀπὸ πέτρης. 6 Καίσαρι μὴ τίκτειν οὐδὲ λίθος δύναται. === epigram 308 === 1 φῶρες ὅτʼ εἰνάλιοι Τυρσηνίδος ἀγχόθι δίνης 2 φορμικτὰν ἀκάτου θῆκαν ὕπερ βύθιον, 3 αὐτίκα μιν κιθάρῃ λιγυαχέι δέξατο δελφὶν 4 σύνθροον, ἐκ δὲ βυθοῦ νήχετʼ ἐρυσσάμενος,˘ 5 μέχρις ἐπʼ ἰσθμὸν ἔκελσε Κορίνθιον. ἆρα θάλασσα 6 ἰχθῦς ἀνθρώπων εἶχε δικαιοτέρους; === epigram 309 === 1 χειμέριον καίουσαν ἐφʼ ἑστίῃ ἄνθρακα Γοργὼ 2 τὴν γρηῢν βροντῆς ἐξεπάταξε φόβος· 3 πνεύμονα δὲ ψυχθεῖσα κατήμυσεν. ἦν ἄρα μέσσῃ 4 γήρως καὶ θανάτου λειπομένη πρόφασις. === epigram 310 === 1 Ψῆγμʼ ἄπυρον χρυσοῖο σιδηρείων ὑπʼ ὀδόντων 2 ῥινηθέν, Λιβυκῆς κουφότερον ψαμάθου, 3 μῦς ὀλίγος βαρὺ δεῖπνον ἐδαίσατο· πᾶσα δὲ νηδὺς 4 συρομένη βραδύπουν θῆκε τὸν ὠκύτατον. 5 ληφθεὶς δʼ ἐκ μεσάτης ἀνετέμνετο κλέμματα γαστρός· 6 ἦς ἄρα κἠν ἀλόγοις, χρυσέ, κακοῦ πρόφασις, === epigram 311 === 1 ὠκείαις ἐλάφοισι κύων ἰσάμιλλα δραμοῦσα 2 ἔγκυος ἡλκώθη παιδοπόρον γένεσιν 3 πᾶσα δὲ συγκατέμυσε κατουλωθεῖσα χρόνοισιν, 4 ἤδη δʼ ἡ τοκετῶν ὥριος ἦν βάσανος· 5 πολλὰ δʼ ἐπωρύουσαν ἀνὴρ ἐσιδηροτόμησεν, 6 καὶ σκύλακες φίλιοι νηδύος ἐξέθορον. 7 Ἀρτέμιδος λέλυται λοχίων χάρις· ἔμπαλι δʼ Ἄρης 8 ἦρκται μαιοῦσθαι γαστέρα θηλυτέραις, === epigram 312 === 1 ὦνερ, τᾶν βαλάνων τὰν ματέρα φείδεο κόπτειν, 2 φείδεο· γηραλέαν δʼ ἐκκεράϊζε πίτυν, 3 ἢ πεύκαν, ἢ τάνδε πολυστέλεχον παλίουρον, 4 ἢ πρῖνον, ἢ τὰν αὐαλέαν κόμαρον 5 τηλόθι δʼ ἴσχε δρυὸς πέλεκυν κοκύαι γάρ ἔλεξαν 6 ἁμῖν ὡς πρότεραι ματέρες ἐντὶ δρύες. === epigram 313 === 1 ἵζευ ἅπας ὑπὸ καλὰ δάφνας εὐθαλέα φύλλα, 2 ὡραίου τʼ ἄρυσαι νάματος ἁδὺ πόμα, 3 ὄφρα τοι ἀσθμαίνοντα πόνοις θέρεος φίλα γυῖα 4 ἀμπαύσῃς, πνοιῇ τυπτόμενα Ζεφύρου. === epigram 314 === 1 Ἑρμᾶς τᾷδʼ ἔστακα παρʼ ὄρχατον ἠνεμόεντα 2 ἐν τριόδοις, πολιᾶς ἐγγύθεν ἀιόνος, 3 ἀνδράσι κεκμηῶσιν ἔχων ἄμπαυσιν ὁδοῖο· 4 ψυχρὸν δʼ ἀχραὲς κράνα † ὑποϊάχει. === epigram 315 === 1 ἵζευ ὑπʼ αἰγείροισιν, ἐπεὶ κάμες, ἐνθάδʼ, ὁδῖτα, 2 καὶ πῖθʼ ἆσσον ἰὼν πίδακος ἁμετέρας· 3 μνᾶσαι δὲ κράναν καὶ ἀπόπροθι, ᾇ ˘ ἔπι Γίλλῳ 4 Σῖμος ἀποφθιμένῳ παιδὶ παριδρύεται. === epigram 316 === 1 ὦ τάνδε στείχοντες ἀταρπιτόν, αἴτε ποτʼ ἀγροὺς 2 δαμόθεν, αἴτʼ ἀπʼ ἀγρῶν νεῖσθε ποτʼ ἀκρόπολιν, 3 ἄμμες ὅρων φύλακες, δισσοὶ θεοί, ὧν ὁ μέν, Ἑρμᾶς, 4 οἷον ὁρῇς μʼ, οὗτος δʼ ἅτερος, Ἡρακλέης· 5 ἄμφω μὲν θνατοῖς εὐάκοοι, ἀλλὰ ποθʼ αὑτούς — 6 αἰ ξύνᾷ παραθῇς ἀχράδας, ἐγκέκαφεν 7 ναὶ μὰν ὡσαύτως τοὺς βότρυας, αἴτε πέλονται 8 ὥριμοι, αἴτε χύδαν ὄμφακες, εὐτρέπικεν. 9 μισέω τὰν μετοχάν, οὐδʼ ἥδομαι· ἀλλʼ ὁ φέρων τι, 10 ἀμφίς, μὴ κοινᾷ, τοῖς δυσὶ παρτιθέτω, 11 καὶ λεγέτω· τὶν τοῦθʼ, Ἡράκλεες· ἄλλοτε, “ τοῦτο 12 Ἑρμᾷ·” καὶ λύοι τὰν ἔριν ἀμφοτέρων. === epigram 317 === 1 α. χαίρω τὸν λακόρυζον ὁρῶν θεὸν εἰς τὸ φάλανθον 2 βρέγμʼ ὑπὸ τᾶν ὀχνᾶν, αἰπόλε, τυπτόμενον. 3 β. αἰπόλε, τοῦτον ἐγὼ τρὶς ἐπύγισα· τοὶ δὲ τραγίσκοι 4 εἰς ἐμὲ δερκόμενοι τὰς χιμάρας ἐβάτευν. 5 γ. ὄντως σ’, Ἑρμαφρόδιτε, πεπύγικεν; α. οὐ μὰ τὸν Ἑρμᾶν, 6 αἰπόλε. β. ναὶ τὸν Πᾶνʼ, αἰπόλε, κἀπιγελῶν. === epigram 318 === 1 Εὐμάραθον πρηῶνα καὶ εὐσκάνδικα λελογχώς, 2 Ἑρμῆ, καὶ ταύταν, ἆ φίλος, αἰγίβοσιν, 3 καὶ λαχανηλόγῳ ἔσσο καὶ αἰγινομῆι προσηνής· 4 ἕξεις καὶ λαχάνων καὶ γλάγεος μερίδα. === epigram 319 === 1 Τληπόλεμός ὁ Μυρεὺς Ἑρμᾶν ἀφετήριον ἕρμα 2 [ἱροδρόμοις θῆκεν παῖς ὁ Πολυκρίτεω, 3 δὶς δέκʼ ἀπὸ σταδίων ἐναγώνιον ἀλλὰ πονεῖτε, 4 μαλθακὸν ἐκ γονάτων ὄκνον ἀπωσάμενοι. === epigram 320 === 1 εἶπέ ποκʼ Εὐρώτας ποτὶ τὰν Κύπριν “ἢ λάβε τεύχη, 2 ἢ ʼξιθι τᾶς Σπάρτας· ἁ πόλις ὁπλομανεῖ.” 3 ἁ δʼ ἁπαλὸν γελάσασα, καὶ ἔσσομαι αἰὲν ἀτευχής, 4 εἶπε, καὶ οἰκήσω τὰν Λακεδαιμονίαν. 5 χἀμῖν Κύπρις ἄνοπλος· ἀναιδέες οἵδε λέγουσιν 6 ἵστορες, ὡς ἁμῖν χἀ θεὸς ὁπλοφορεῖ. === epigram 321 === 1 τίπτε, μόθων ἄτλητος, Ἐνυαλίοιο λέλογχας, 2 Κύπρι; τίς ὁ ψεύστας στυγνὰ καθᾶψε μάτην 3 ἔντεα; σοὶ γὰρ Ἔρωτες ἐφίμεροι, ἅ τε κατʼ εὐνὰν 4 τέρψις, καὶ κροτάλων θηλυμανεῖς ὄτοβοι. 5 δούρατα δʼ αἱματόεντα κάθες· Τριτωνίδι δίᾳ 6 ταῦτα· σὺ δʼ εὐχαίταν εἰς Ὑμέναιον ἴθι. === epigram 322 === 1 οὐκ ἐμὰ ταῦτα λάφυρα τίς ὁ θριγκοῖσιν ἀνάψας 2 Ἄρηος ταύταν τὰν ἄχαριν χάριτα; 3 ἄθλαστοι μὲν κῶνοι, ἀναίμακτοι δὲ γανῶσαι 4 ἀσπίδες, ἄκλαστοι δʼ αἱ κλαδαραὶ κάμακες. 5 αἰδοῖ πάντα πρόσωπʼ ἐρυθαίνομαι, ἐκ δὲ μετώπου 6 ἱδρὼς πιδύων στῆθος ἐπισταλάει. 7 παστάδα τις τοιοῖσδε καὶ ἀνδρειῶνα καὶ αὐλὰν 8 κοσμείτω καὶ τὸν νυμφίδιον θάλαμον 9 Ἄρευς δʼ αἱματόεντα διωξίπποιο λάφυρα 10 νηὸν κοσμοίη τοῖς γὰρ ἀρεσκόμεθα,. === epigram 323 === 1 τίς θέτο μαρμαίροντα βοάγρια; τίς δʼ ἀφόρυκτα 2 δούρατα, καὶ ταύτας ἀρραγέας κόρυθας, 3 ἀγκρεμάσας Ἄρηι μιάστορι κόσμον ἄκοσμον; 4 οὐκ ἀπʼ ἐμῶν ῥίψει ταῦτά τις ὅπλα δόμων; 5 ἀπτολέμων τάδʼ ἔοικεν ἐν οἰνοπλῆξι τεράμνοις 6 πλάθειν, οὐ θριγκῶν ἐντὸς Ἐνυαλίου. 7 σκῦλά μοι ἀμφίδρυπτα, καὶ ὀλλυμένων ἅδε λύθρος 8 ἀνδρῶν, εἴπερ ἔφυν ὁ βροτολοιγὸς Ἄρης. === epigram 324 === 1 ἁ σῦριγξ, τί μοι ὧδε παρʼ Ἀφρογένειαν ὄρουσας; 2 τίπτʼ ἀπὸ ποιμενίου χείλεος ὧδε πάρει; 3 οὔ τοι πρῶνες ἔθʼ ὧδʼ οὔτʼ ἄγκεα, πάντα δʼ ἔρωτες 4 καὶ Πόθος· ἁ δʼ ἀγρία Μοῦσ’ ἐν ὄρει νέμεται. === epigram 325 === 1 πρὶν μὲν ἁλικλύστου πέτρας ἐνὶ βένθεσιν ἥμαν 2 εὐαλδὲς πόντου φῦκος ἐπεννυμένα· 3 νῦν δέ μοι ἱμερόεις κόλπων ἔντοσθεν ἰαύει 4 λάτρις ἐϋστεφάνου Κύπριδος ἁβρὸς Ἔρως. === epigram 326 === 1 πέτρης ἐκ δισσῆς ψυχρὸν κατεπάλμενον ὕδωρ, 2 χαίροις, καὶ Νυμφέων ποιμενικὰ ξόανα, 3 πίστραι ˘ τε κρηνέων, καὶ ἐν ὕδασι κόσμια ταῦτα 4 ὑμέων, ὦ κοῦραι, μυρία τεγγόμενα, 5 χαίρετʼ· Ἀριστοκλεης δʼ ὅδʼ ὁδοιπόρος, ᾧπερ ἀπῶσα 6 δίψαν βαψάμενος τοῦτο δίδωμι γέρας. === epigram 327 === 1 νύμφαι ἐφυδριάδες, ταῖς Ἑρμοκρέων τάδε δῶρα 2 εἵσατο, καλλινάου πίδακος ἀντιτυχών, 3 χαίρετε, καὶ στείβοιτʼ ἐρατοῖς ποσὶν ὑδατόεντα 4 τόνδε δόμον, καθαροῦ πιμπλάμεναι πόματος. === epigram 328 === 1 νύμφαι Νηιάδες, καλλίρροον αἳ τόδε νᾶμα 2 χεῖτε κατʼ οὐρείου πρωνὸς ἀπειρέσιον, 3 ὔμμιν ταῦτα πόρεν Δαμόστρατος Ἀντίλα υἱὸς 4 ξέσματα, καὶ δοιῶν ῥινὰ κάπρων λάσια. === epigram 329 === 1 νύμφαι ἐφυδριάδες, Δώρου γένος, ἀρδεύοιτε 2 τοῦτον Τιμοκλέους κᾶπον ἐπεσσύμεναι· 3 καὶ γὰρ Τιμοκλέης ὔμμιν, κόραι, αἰὲν ὁ καπεὺς 4 κάπων ἐκ τούτων ὥρια δωροφορεῖ. === epigram 330 === 1 α. κράνας εὐύδρου παρὰ νάμασι καὶ παρὰ Νύμφαις, 2 ἔστασέν με Σίμων, Πᾶνα τὸν αἰγιπόδην. 3 β. τεῦ δὲ χάριν; α. λέξω τοι· ὅσον ποθέεις ἀπὸ κράνας 4 καὶ πίε, καὶ κοίλαν κάλπιν ἑλὼν ἄρυσαι· 5 ποσσὶ δὲ μὴ ποτὶ νίπτρα φέρειν κρυστάλλινα Νυμφᾶν 6 δῶρα, τὸν ὑβριστὰν εἰς ἐμὲ δερκόμενος. 7 β. ὦ σέμνʼ — - α. οὐ λέξεις ἕτερον λόγον, ἀλλὰ παρέξεις 8 πυγίξαι· τούτοις χρῶμαι ὁ Πὰν νομίμοις. 9 ἢν δὲ ποιῇς ἐπίτηδες, ἔχων πάθος, ἔστι καὶ ἄλλα 10 τέχνα· τῷ ῥοπάλῳ τὰν κεφαλὰν λέπομες. === epigram 331 === 1 αἱ Νύμφαι τὸν Βάκχον, ὅτʼ ἐκ πυρὸς ἥλαθʼ ὁ κοῦρος, 2 νίψαν ὑπὲρ τέφρης ἄρτι κυλιόμενον. 3 τοὔνεκα σὺν Νύμφαις Βρόμιος φίλος· ἢν δέ νιν εἴργῃς 4 μίσγεσθαι, δέξῃ πῦρ ἔτι καιόμενον. === epigram 332 === 1 Ἐλθοῖσαι ποτὶ ναὸν ἰδώμεθα τᾶς Ἀφροδίτας 2 τὸ βρέτας, ὡς χρυσῷ διαδαλόεν τελέθει. 3 εἵσατό μιν Πολυαρχίς, ἐπαυρομένα μάλα πολλὰν 4 κτῆσιν ἀπʼ οἰκείου σώματος ἀγλαΐας. === epigram 333 === 1 στῶμεν ἁλιρράντοιο παρὰ χθαμαλὰν χθόνα † πόντου, 2 δερκόμενοι τέμενος Κύπριδος Εἰναλίας, 3 κράναν τʼ αἰγείροιο κατάσκιον, ἇς ἄπο νᾶμα 4 ξουθαὶ ἀφύσσονται χ;χείλεσιν ἀλκυόνες. === epigram 334 === 1 κἀμὲ τὸν ἐν σμικροῖς ὀλίγον θεὸν ἢν ἐπιβώσῃς 2 εὐκαίρως, τεύξῃ μὴ μεγάλων δὲ γλίχου. 3 ὡς ὅ τι δημοτέρων δύναται θεὸς ἀνδρὶ πενέστῃ 4 δωρεῖσθαι, τούτων κύριός εἰμι Τύχων === epigram 335 === 1 Ὑλοφόρου τὠγάλμαθʼ, ὁδοιπόρε, Μικκαλίωνος· 2 Ἑρμῆς, ἀλλʼ ἴδε τὸν κρήγυον ὑλοφόρον, 3 ὡς ἐξ οἰζυρῆς ἠπίστατο δωροδοκῆσαι 4 ἐργασίης· αἰὲν δʼ ὦ ʼγαθὸς ἐστʼ ἀγαθός. === epigram 336 === 1 ἥρως Αἰετίωνος ἐπίσταθμος Ἀμφιπολίτεω 2 ἵδρυμαι μικρῷ μικρὸς ἐπὶ προθύρῳ, 3 λοξὸν ὄφιν καὶ μοῦνον ἔχων ξίφος· ἀνδρὶ † ιπείωι 4 θυμωθεὶς πεζὸν κἀμὲ παρῳκίσατο. === epigram 337 === 1 Εὐάγρει, λαγόθηρα, καὶ εἰ πετεεινὰ διώκων 2 ἰξευτὴς ἥκεις τοῦθʼ ὑπὸ δισσὸν ὄρος, 3 κἀμὲ τὸν ὑληωρὸν ἀπὸ κρημνοῖο βόασον 4 Πᾶνα· συναγρεύω καὶ κυσὶ καὶ καλάμοις. === epigram 338 === 1 εὕδεις φυλλοστρῶτι πέδῳ, Δάφνι, σῶμα κεκμακὸς 2 ἀμπαύων στάλικες δʼ ἀρτιπαγεῖς ἀνʼ ὄρη. 3 ἀγρεύει δέ τυ Πάν, καὶ ὁ τὸν κροκόεντα Πρίηπος 4 κισσὸν ἐφʼ ἱμερτῷ κρατὶ καθαπτόμενος, 5 ἄντρον ἔσω στείχοντες ὁμόρροθοι. ἀλλὰ τὺ φεῦγε, 6 φεῦγε, μεθεὶς ὕπνου κῶμα καταρχόμενον. === epigram 339 === 1 ἔν ποτε παμφαίνοντι μέλαν πτερὸν αἰθέρι νωμῶν 2 σκορπίον ἐκ γαίης εἶδε θορόντα κόραξ, 3 ὃν μάρψων ὤρουσεν ὁ δʼ ἀίξαντος ἐπʼ οὖδας 4 οὐ βραδὺς εὐκέντρῳ πέζαν ἔτυψε βέλει, 5 καὶ ζωῆς μιν ἄμερσεν. ἴδʼ ὡς ὃν ἔτευχεν ἐπʼ ἄλλῳ, 6 ἐκ κείνου τλήμων αὐτὸς ἔδεκτο μόρον. === epigram 340 === 1 αὐλοὶ τοῦ Φρυγὸς ἔργον Ὑάγνιδος, ἡνίκα Μήτηρ 2 ἱερὰ τἀν Κυβέλοις πρῶτʼ ἀνέδειξε θεῶν, 3 καὶ πρὸς ἐμὸν φώνημα καλὴν ἀνελύσατο χαίταν 4 ἔκφρων Ἰδαίης ἀμφίπολος θαλάμης· 5 εἰ δὲ Κελαινίτης ποιμὴν πάρος † ουπερ ἀείσας 6 ἐγνώσθη, Φοίβου κεινὸν ἔδειρεν ˘ ἔρις. === epigram 341 === 1 α. νύμφαι, πευθομένῳ φράσατʼ ἀτρεκές, εἰ παροδεύων 2 Δάφνις τὰς λευκὰς ὧδʼ ἀνέπαυσ’ ἐρίφους. 3 β. ναὶ ναί, Πὰν συρικτά, καὶ εἰς αἴγειρον ἐκείναν 4 σοί τι κατὰ φλοιοῦ γράμμʼ ἐκόλαψε λέγειν 5 Πάν, Πάν, πρὸς Μαλέαν, πρὸς ὄρος Ψωφίδιον ἔρχευ· 6 ἱξοῦμαι. α. νύμφαι, χαίρετʼ· ἐγὼ δʼ ὑπάγω. === epigram 342 === 1 φημὶ πολυστιχίην ἐπιγράμματος οὐ κατὰ Μούσας 2 εἶναι. μὴ ζητεῖτʼ ἐν σταδίῳ δόλιχον· 3 πόλλʼ ἀνακυκλοῦται δολιχὸς δρόμος· ἐν σταδίῳ δὲ 4 ὀξὺς ἐλαυνόμενος πνεύματός ἐστι τόνος. === epigram 343 === 1 αὐταῖς σὺν κίχλαισιν ὑπὲρ φραγμοῖο διωχθεὶς 2 κόσσυφος ἠερίης κόλπον ἔδυ νεφέλης. 3 καὶ τὰς μὲν συνοχηδὸν ἀνέκδρομος ὤχμασε θώμιγξ, 4 τὸν δὲ μόνον πλεκτῶν αὖθι μεθῆκε λίνων. 5 ἱρὸν ἀοιδοπόλων ἔτυμον γένος. ἦ ἄρα πολλὴν 6 καὶ κωφαὶ πτανῶν φροντίδʼ ἔχουσι πάγαι. === epigram 344 === 1 ἦν ὁπότε γραμμαῖσιν ἐμὴν φρένα μοῦνον ἔτερπον, 2 οὐδʼ ὄναρ εὐγενέταις γνώριμος Ἰταλίδαις· 3 ἀλλὰ τανῦν πάντεσσιν ἐράσμιος· ὀψὲ γὰρ ἔγνων 4 ὁππόσον Οὐρανίην Καλλιόπη προφέρει. === epigram 345 === 1 οὐδὲ τοσόνδʼ Ἀθάμας ἐπεμήνατο παιδὶ Λεάρχῳ, 2 ὅσσον ὁ Μηδείης θυμὸς ἐτεκνοφόνα, 3 ζῆλος ἐπεὶ μανίης μεῖζον κακὸν εἰ δὲ φονεύῃ 4 μήτηρ, ἐν τίνι νῦν πίστις ἔτʼ ἐστὶ τέκνων; === epigram 346 === 1 αἶαν ὅλην νήσους τε διιπταμένη σὺ χελιδών, 2 Μηδείης γραπτῇ πυκτίδι νοσσοτροφεῖς· 3 ἔλπῃ δʼ ὀρταλίχων πίστιν σέο τήνδε φυλάξειν 4 Κολχίδα, μηδʼ ἰδίων φεισαμένην τεκέων; === epigram 347 === 1 οὐ μόνον εὐάροτον βόες οἴδαμεν αὔλακα τέμνειν, 2 ἀλλʼ ἴδε κἠκ πόντου νῆας ἐφελκόμεθα· 3 ἔργα γὰρ εἰρεσίης δεδιδάγμεθα· καὶ σύ, θάλασσα, 4 δελφῖνας γαίῃ ζεῦξον ἀροτροφορεῖν. === epigram 348 === 1 ὁ σταφυλοκλοπίδας Ἑκατώνυμος εἰς Ἀίδαο 2 ἔδραμε, μαστιχθεὶς κλήματι φωριδίῳ. === epigram 349 === 1 ὕδατά σοι Κοτίλεια γενέθλιον ἦμαρ ὁρῶντι, 2 Καῖσαρ, ἐπιβλύζοι σωρὸν ἀκεσφορίης, 3 ὄφρα σε κόσμος ἅπας πάππον αὐγάζηται, 4 ὡς πατέρα τρισσῆς εἴσιδεν εὐτοκίης. === epigram 350 === 1 Ἤτριά μοι βύβλων χιονώδεα σὺν καλάμοισιν 2 πέμπεις, Νειλορύτου δῶρον ἀπὸ προβολῆς. 3 μουσοπόλῳ δʼ ἀτελῆ, Διονύσιε, μηκέτι πέμπε 4 ὄργανα· τίς τούτων χρῆσις ἄτερ μέλανος; === epigram 351 === 1 Λυσίππης ὁ νεογνὸς ἀπὸ κρημνοῦ πάις ἕρπων 2 Ἀστυανακτείης ἤρχετο δυσμορίης· 3 ἡ δὲ μεθωδήγησεν ἀπὸ στέρνων προφέρουσα 4 μαζόν, τὸν λιμοῦ ῥύτορα καὶ θανάτου. === epigram 352 === 1 Νεῖλος ἑορτάζει παρὰ Θύμβριδος ἱερὸν ὕδωρ, 2 εὐξάμενος θύσειν Καίσαρι σῳζομένῳ· 3 οἱ δʼ ἑκατὸν βουπλῆγες ἑκούσιον αὐχένα ταύρων 4 ᾕμαξαν βωμοῖς Οὐρανίοιο Διός. === epigram 353 === 1 καὶ λόγον ἱστορίῃ κοσμούμενον ἠκρίβωσας 2 καὶ βίον ἐν φιλίῃ, Πάππε, βεβαιότατον. 3 τοῦτο δʼ ἑορτάζοντι γενέθλιον ἠριγένειαν 4 δῶρον ὁ Νειλαιεὺς πέμπει ἀοιδοπόλος. === epigram 354 === 1 ὅν πόλεμος δεδιὼς οὐκ ὤλεσε, νῦν ὑπὸ νούσου 2 θλίβομαι, ἐν δʼ ἰδίῳ τήκομʼ ὅλος πολέμῳ. 3 ἀλλὰ διὰ στέρνων ἴθι φάσγανον ὡς γὰρ ἀριστεὺς 4 θνῄξομʼ ἀπωσάμενος καὶ νόσον ὡς πόλεμον. === epigram 355 === 1 οὐράνιον μίμημα γενεθλιακαῖσιν ἐν ὥραις 2 τοῦτʼ ἀπὸ Νειλογενοῦς δέξο Λεωνίδεω, 3 Ποππαία, Διὸς εὖνι, Σεβαστιάς· εὔαδε γάρ σοι 4 δῶρα τὰ καὶ λέκτρων ἄξια καὶ σοφίης. === epigram 356 === 1 Οἴγνυμεν ἐξ ἑτέρης πόμα πίδακος, ὥστʼ ἀρύσασθαι 2 ξεῖνον μουσοπόλου γράμμα Λεωνίδεω· 3 δίστιχα γὰρ ψήφοισιν ἰσάζεται. ἀλλὰ σύ, Μῶμε, 4 ἔξιθι, κεἰς ἑτέρους ὀξὺν ὀδόντα βάλε. === epigram 357 === 1 τέσσαρὲς εἰσιν ἀγῶνες ἀνʼ Ἑλλάδα, τέσσαρες ἱροί, 2 οἱ δύο μὲν θνητῶν, οἱ δύο δʼ ἀθανάτων 3 Ζηνός, Λητοΐδαο, Παλαίμονος, Ἀρχεμόροιο. 4 ἆθλα δὲ τῶν, κότινος, μῆλα, σέλινα, πίτυς. === epigram 358 === 1 εἴ με Πλάτων οὐ γράψε, δύω ἐγένοντο Πλάτωνες. 2 Σωκρατικῶν ὀάρων ἄνθεα πάντα φέρω· 3 ἀλλὰ νόθον μʼ ἐτέλεσσε Παναίτιος. ὃς ῥʼ ἐτέλεσσε 4 καὶ ψυχὴν θνητήν, κἀμὲ νόθον τελέσει. === epigram 359 === 1 ποίην τις βιότοιο τάμῃ τρίβον; εἰν ἀγορῇ μὲν 2 νείκεα καὶ χαλεπαὶ πρήξιες· ἐν δὲ δόμοις 3 φροντίδες· ἐν δʼ ἀγροῖς καμάτων ἅλις· ἐν δὲ θαλάσσῃ 4 τάρβος· ἐπὶ ξείνης δʼ, ἢν μὲν ἔχῃς τι, δέος· 5 ἢν δʼ ἀπορῇς, ἀνιηρόν. ἔχεις γάμον; οὐκ ἀμέριμνος 6 ἔσσεαι· οὐ γαμέεις; ζῇς ἔτʼ ἐρημότερος· 7 τέκνα πόνοι, πήρωσις ἄπαις βίος· αἱ νεότητες 8 ἄφρονες, αἱ πολιαὶ δʼ ἔμπαλιν ἀδρανέες. 9 ἦν ἄρα τοῖν δισσοῖν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι 10 μηδέποτʼ, ἢ τὸ θανεῖν αὐτίκα τικτόμενον. === epigram 360 === 1 παντοίην βιότοιο τάμοις τρίβον εἰν ἀγορῇ μὲν 2 κύδεα καὶ πινυταὶ πρήξιες· ἐν δὲ δόμοις 3 ἄμπαυμʼ ἐν δʼ ἀγροῖς φύσιος χάρις· ἐν δὲ θαλάσσῃ 4 κέρδος. ἐπὶ ξείνης, ἢν μὲν ἔχῃς τι, κλέος· 5 ἢν δʼ ἀπορῇς, μόνος οἶδας. ἔχεις γάμον; οἶκος ἄριστος 6 ἔσσεται· οὐ γαμέεις; ζῇς ἔτʼ ἐλαφρότερος. 7 τέκνα πόθος, ἄφροντις ἄπαις βίος· αἱ νεότητες 8 ῥωμαλέαι, πολιαὶ δʼ ἔμπαλιν εὐσεβέες. 9 οὐκ ἄρα τῶν δισσῶν ἑνὸς αἵρεσις, ἢ τὸ γενέσθαι 10 μηδέποτʼ, ἢ τὸ θανεῖν πάντα γὰρ ἐσθλὰ βίῳ. === epigram 361 === 1 μῆτερ ἐμὴ δύσμητερ, ἀπηνέα θυμὸν ἔχουσα, 2 λίην ἄχθομαι ἕλκος, ὅ με βροτὸς οὔτασεν ἀνήρ 3 νύκτα διʼ ὀρφναίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι, 4 γυμνὸς ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος. 5 πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· αὐτὰρ ἔπειτα 6 οὐρόν τε προέηκεν ἀπήμονά τε λιαρόν τε. === epigram 362 === 1 ἱμερόεις Ἀλφειέ, Διὸς στεφανηφόρον ὕδωρ, 2 ὃς διὰ Πισαίων πεδίων κεκονιμένος ἕρπεις, 3 ἡσύχιος τὸ πρῶτον, ἐπὴν δʼ ἐς πόντον ἵκηαι, 4 ὀξὺς ἀμετρήτοιο πεσὼν ὑπὸ κῦμα θαλάσσης, 5 νυμφίος αὐτοκέλευθος ἑῶν ὀχετηγὸς ἐρώτων, 6 ἐς Σικελὴν Ἀρέθουσαν ἐπείγεαι ὑγρὸς ἀκοίτης, 7 ἡ δέ σε κεκμηῶτα καὶ ἀσθμαίνοντα λαβοῦσα, 8 φῦκος ἀποσμήξασα καὶ ἄνθεα πικρὰ θαλάσσης, 9 χείλεα μὲν στομάτεσσι συνήρμοσεν· οἷα δὲ νύμφη 10 νυμφίον ἀμφιχυθεῖσα περίπλοκον ἡδέι δεσμῷ 11 κείμενον ἐν κόλποισιν Ὀλύμπιον εὔνασεν ὕδωρ 12 καὶ φονίᾐ ῥαθάμιγγι λιβὰς κατεκίρνατο πηγή. 13 οὐδὲ Συρακοσίης ἔτι σοι μέλεν ἵμερος εὐνῆς· 14 πορφυρέᾐ δʼ ἀνέκοπτες ὕδωρ πεπιεσμένον αἰδοῖ, 15 φειδόμενος καὶ πόντον ὁμοῦ καὶ λέκτρα μιῆναι. 16 πολλάκι δʼ εὐναίων ὀάρων βεβιημένος ὁρμῇ, 17 αὐτὴν ἐς φιλότητα χυτῆς ἀλόχοιο περήσας, 18 ἑστήκεις ἄχραντον ὁρῶν Ἀρεθούσιον ὕδωρ· 19 ἡ δέ σε παπταίνουσα Πελωριάδος κατὰ πέτρης 20 δάκρυσι κυμαίνοντα, κατοικτείρουσα καὶ αὐτὴ 21 εὐειδὴς Ἀρέθουσα φίλους ἀνεκόπτετο μαζούς, 22 καὶ δρόσος οἷα ῥόδοισιν ἐτήκετο· μυρομένῳ δὲ 23 Πισαίῳ ποταμῷ Σικελὴ προσεμύρετο πηγή. 24 οὐδὲ Δίκην ἔλαθεν πανδερκέα φοίνιος ἀνὴρ 25 Ἑλλάδος ἀμώων ἄγαμον στάχυν, ᾧ ἔπι πολλαὶ 26 ἡρώων ἄλοχοι, μινυώρια τέκνα τεκοῦσαι 27 μαψιδίως ὠδῖνας ἀνεκλαύσαντο γυναῖκες. === epigram 363 === 1 χείματος ἠνεμόεντος ἀπʼ αἰθέρος οἰχομένοιο, 2 πορφυρέη μείδησε φερανθέος εἴαρος ὥρη. 3 γαῖα δὲ κυανέη χλοερὴν ἐστέψατο ποίην, 4 καὶ φυτὰ θηλήσαντα νέοις ἐκόμησε πετήλοις. 5 οἱ δʼ ἁπαλὴν πίνοντες ἀεξιφύτου δρόσον Ἠοῦς 6 λειμῶνες γελόωσιν, ἀνοιγομένοιο ῥόδοιο. 7 χαίρει καὶ σύριγγι νομεὺς ἐν ὄρεσσι λιγαίνων, 8 καὶ πολιοῖς ἐρίφοις ἐπιτέρπεται αἰπόλος αἰγῶν. 9 ἤδη δὲ πλώουσιν ἐπʼ εὐρέα κύματα ναῦται 10 πνοιῇ ἀπημάντῳ Ζεφύρου λίνα κολπώσαντος. 11 ἤδη δʼ εὐάζουσι φερεσταφύλῳ Διονύσῳ, 12 ἄνθεϊ βοτρυόεντος ἐρεψάμενοι τρίχα κισσοῦ, 13 ἔργα δὲ τεχνήεντα βοηγενέεσσι μελίσσαις 14 καλὰ μέλει, καὶ σίμβλῳ ἐφήμεναι ἐργάζονται 15 λευκὰ πολυτρήτοιο νεόρρυτα κάλλεα κηροῦ 16 πάντῃ δʼ ὀρνίθων γενεὴ λιγύφωνον ἀείδει, 17 ἀλκυόνες περὶ κῦμα, χελιδόνες ἀμφὶ μέλαθρα, 18 κύκνος ἐπʼ ὄχθαισιν ποταμοῦ, καὶ ὑπʼ ἄλσος ἀηδών. 19 εἰ δὲ φυτῶν χαίρουσι κόμαι, καὶ γαῖα τέθηλεν, 20 συρίζει δὲ νομεὺς, καὶ τέρπεται εὔκομα μῆλα, 21 καὶ ναῦται πλώουσι, Διώνυσος δὲ χορεύει, 22 καὶ μέλπει πετεεινά, καὶ ὠδίνουσι μέλισσαι, 23 πῶς οὐ χ;χρὴ καὶ ἀοιδὸν ἐν εἴαρι καλὸν ἀεῖσαι; === epigram 364 === 1 Σπείσατέ μοι, Μοῦσαι, λιγυρὴν εὐτερπέα φωνήν, 2 ἡδὺν ἀπὸ στομάτων Ἑλικωνίδος ὄμβρον ἀοιδῆς. 3 ὅσσοι γὰρ προχέουσιν ἀοιδοτόκου πόμα πηγῆς, 4 ὑμετέρων ἐπέων λιγυρῇ τέρπονται ἀοιδῇ. === epigram 365 === 1 ἀλλοίην ὁρόω δονάκων φύσιν. ἦπου ἀπʼ ἄλλης 2 χαλκείης τάχα μᾶλλον ἀνεβλάστησαν ἀρούρης, 3 ἄγριοι, οὐδʼ ἀνέμοισιν ὑφʼ ἡμετέροις δονέονται· 4 ἀλλʼ ἀπὸ ταυρείης προθορὼν σπήλυγγος ἀήτης 5 νέρθεν ἐϋτρήτων καλάμων ὑπὸ ῥίζαν ὁδεύει· 6 καί τις ἀνὴρ ἀγέρωχος ἔχων θοὰ δάκτυλα χειρῶν, 7 ἵσταται ἀμφαφόων κανόνας συμφράδμονας αὐλῶν 8 οἱ δʼ ἁπαλὸν σκιρτῶντες ἀποθλίβουσιν ἀοιδήν. === epigram 366 === [ἀποφθέγματα τῶν ἑπτὰ σοφῶν] 1 ἑπτὰ σοφῶν ἐρέω κατʼ ἔπος πόλιν, οὔνομα, φωνήν. 2 μέτρον μὲν Κλεόβουλος ὁ Λίνδιος εἶπεν ἄριστον 3 Χίλων δʼ ἐν κοίλῃ Λακεδαίμονι, γνῶθι σεαυτόν. 4 ὃς δὲ Κόρινθον ἔναιε Χόλου κρατέειν Περίανδρος. 5 Πιττακός, οὐδὲν ἄγαν, ὃς ἔην γένος ἐκ Μυτιλήνης. 6 τέρμα δʼ ὁρᾶν βιότοιο, Σόλων ἱεραῖς ἐν Ἀθήναις. 7 τοὺς πλέονας κακίους δὲ Βίας ἀπέφηνε Πριηνεύς, 8 ἐγγύην φεύγειν δὲ Θαλῆς Μιλήσιος ηὔδα. === epigram 367 === 1 τὸν πατρικὸν πλοῦτον νέος ὢν Θήρων ὁ Μενίππου 2 αἰσχρῶς εἰς ἀκρατεῖς ἐξέχεεν δαπάνας· 3 ἀλλά μιν Εὐκτήμων, πατρικὸς φίλος, ὡς ἐνόησεν 4 ἤδη καρφαλέῃ τειρόμενον πενίῃ, 5 καί μιν δακρυχέων ἀνελάμβανε, καὶ πόσιν αὐτὸν 6 θῆκε θυγατρὸς ἑῆς, πόλλʼ ἐπὶ μείλια δούς. 7 αὐτάρ ἐπεὶ Θήρωνα περὶ φρένας ἤλυθε πλοῦτος, 8 αὐτίκα ταῖς αὐταῖς ἐτρέφετʼ ἐν δαπάναις, 9 γαστρὶ χαριζόμενος πᾶσαν χάριν οὐ κατὰ κόσμον, 10 τῇ θʼ ὑπὸ τὴν μιαρὰν γαστέρα μαργοσύνῃ. 11 οὕτως μὲν Θήρωνα τὸ δεύτερον ἀμφεκάλυψεν 12 οὐλομένης πενίης κῦμα παλιρρόθιον. 13 Εὐκτήμων δʼ ἐδάκρυσε τὸ δεύτερον, οὐκέτι κεῖνον, 14 ἀλλὰ θυγατρὸς ἑῆς προῖκά τε καὶ θάλαμον. 15 ἔγνω δʼ ὡς οὐκ ἔστι κακῶς κεχρημένον ἄνδρα 16 τοῖς ἰδίοις εἶναι πιστὸν ἐν ἀλλοτρίοις. === epigram 368 === 1 τίς πόθεν εἶς Διόνυσε; μὰ γὰρ τὸν ἀληθέα Βάκχον, 2 οὔ σ’ ἐπιγιγνώσκω· τὸν Διὸς οἶδα μόνον. 3 κεῖνος νέκταρ ὄδωδε· σὺ δὲ τράγου. ἦ ῥά σε Κελτοὶ 4 τῇ πενίᾐ βοτρύων τεῦξαν ἀπʼ ἀσταχύων. 5 τῷ σε χρὴ καλέειν Δημήτριον, οὐ Διόνυσον, 6 πυρογενῆ μᾶλλον καὶ Βρόμον, οὐ Βρόμιον· === epigram 369 === 1 πάγκαλὸν ἐστʼ ἐπίγραμμα τὸ δίστιχον ἢν δὲ παρέλθῃς 2 τοὺς τρεῖς, ῥαψῳδεῖς, κοὐκ ἐπίγραμμα λέγεις. === epigram 370 === 1 οὐ κύνες, οὐ στάλικές με κατήνυσαν, οὐχὶ κυνηγοὶ 2 δορκάδα τὸν δʼ ἀπὸ γῆς εἰν ἁλὶ πλῆσα μόρον. 3 ἐξ ὕλης πόντῳ γὰρ ἐνέδραμον εἶτά με πλεκταὶ 4 ἕλξαν ἐπʼ αἰγιαλοὺς δικτυβόλων παγίδες. 5 ἤλιτον ἡ χέρσοιο μάτην φυγάς· οὐδʼ ἀδίκως με 6 εἷλε σαγηνευτὴς τἀμὰ λιποῦσαν ὄρη. 7 οὔποτʼ ἄγρης, ἁλιῆες, ἔτʼ ἄστοχον οἴσετε χεῖρα, 8 χέρσῳ καὶ πελάγει κοινὰ πλέκοντες ὕφη. === epigram 371 === 1 δίκτυον ἐκθρώσκοντα πολύπλοκον ἄρτι λαγωὸν 2 σεῦε κύων θερμοῖς ἴχνεσιν ὠκυπόδην. 3 τρηχὺν ὁ δʼ ἐκνεύσας ταχινῶς πάγον, ἐς βαθὺ πόντου 4 ἥλατʼ ἀλυσκάζων κῦμα παρακτίδιον. 5 εἰνάλιος τὸν δʼ αἶψα κύων βρυχηδὸν ὀδοῦσιν 6 μάρψε. κυσὶν τλήμων ἦν ἄρʼ·ʼ ὀφειλόμενος. === epigram 372 === 1 λεπτὸν ὑφηναμένα ῥαδινοῖς ὑπὸ ποσσὶν ἀράχνα 2 τέττιγα σκολιαῖς ἔνδετον εἶχε πάγαις. 3 ἀλλʼ οὐ μὰν λεπταῖσιν ἐπαιάζοντα ποδίστραις 4 τὸν φιλαοιδὸν ἰδὼν παῖδα παρετρόχασα· 5 λύσας δʼ ἐκ βροχίδων ἀπεκούφισα, καὶ τόδʼ ἔλεξα· 6 σῴζου μουσείῳ φθεγγόμενος κελάδᾠ . === epigram 373 === 1 τίπτε με τὸν φιλέρημον ἀναιδέϊ ποιμένες ἄγρῃ; 2 τέττιγα δροσερῶν ἕλκετʼ ἀπʼ ἀκρεμόνων, 3 τὴν Νυμφῶν παροδῖτιν ἀηδόνα, κἤματι μέσσῳ 4 οὔρεσι καὶ σκιεραῖς ξουθὰ λαλεῦντα νάπαις; 5 ἠνίδε καὶ κίχλην καὶ κόσσυφον, ἠνίδε τόσσους 6 ψᾶρας, ἀρουραίης ἅρπαγας εὐπορίης· 7 καρπῶν δηλητῆρας ἑλεῖν θέμις· ὄλλυτʼ ἐκείνους· 8 φύλλων καὶ χλοερῆς τίς φθόνος ἐστὶ δρόσου; === epigram 374 === 1 ἀέναον Καθαρήν με παρερχομένοισιν ὁδίταις 2 πηγὴν ἀμβλύζει γειτονέουσα νάπη· 3 πάντῃ δʼ εὖ πλατάνοισι καὶ ἡμεροθηλέσι δάφναις 4 ἔστεμμαι, σκιερὴν ψυχομένη κλισίην 5 τοὔνεκα μή με θέρευς παραμείβεο· δίψαν ἀλαλκὼν 6 ἄμπαυσον παρʼ ἐμοὶ καὶ κόπον ἡσυχίῃ. === epigram 375 === 1 τίς ποτʼ ἀκηδέστως οἰνοτρόφον ὄμφακα Βάκχου 2 ἀνήρ ἀμπελίνου κλήματος ἐξέταμεν, 3 χείλεα δὲ στυφθεὶς ἀπό μιν βάλεν, ὡς ἂν ὁδίταις 4 εἴη νισσομένοις ἡμιδακὲς σκύβαλον; 5 εἴη οἱ Διόνυσος ἀνάρσιος, οἷα Λυκοῦργος 6 ὅττι % μιν αὐξομέναν ἔσβεσεν εὐφροσύναν. 7 τοῦδε γὰρ ἂν τάχα τις διὰ πώματος ἢ πρὸς ἀοιδὰς 8 ἤλυθεν, ἢ γοεροῦ κάδεος ἔσχε λύσιν. === epigram 376 === 1 τίπτε με τὴν ἀνέμοισιν ἁλώσιμον, ἠλεὲ τέκτον, 2 τήνδε πίτυν τεύχεις νῆα θαλασσοπόρον, 3 οὐδʼ οἰωνὸν ἔδεισας; ὅ τοι Βορέης μʼ ἐδίωξεν 4 ἐν χθονί· πῶς ἀνέμους φεύξομαι ἐν πελάγει; === epigram 377 === 1 Τάνταλος οὐδὲν ἔτρωγε· τινασσομένων γὰρ ὕπερθεν 2 καρπὸς ὑπὲρ κεφαλῆς αὐτὸν ἔφευγε φυτῶν, 3 καὶ διὰ· τοῦτο τροφῆς κεχρημένος ἧττον ἐδίψα· 4 εἰ δὲ καὶ ἔτρωγεν σῦκα πεπαινόμενα, 5 καὶ βραβύλους καὶ μῆλα, τί τηλίκον ἀνδράσι νεκροῖς 6 δίψος ἀπὸ χλωρῶν γίνεται ἀκροδρύων; 7 ἡμεῖς δʼ ἐσθίομεν κεκλημένοι ἁλμυρὰ πάντα, 8 χέννια, καὶ τυρούς, χηνὸς ἁλιστὰ λίπη, 9 ὄρνια καὶ μόσχεια· μίαν δʼ ἐπιπίνομεν αὐτοῖς. 10 πάσχομεν οὐκοῦν σεῦ, Τάνταλε, πικρότερα. === epigram 378 === 1 ἀνδροφόνῳ σαθρὸν παρὰ τειχίον ὑπνώοντι 2 νυκτὸς ἐπιστῆναι φασὶ Σάραπιν ὄναρ, 3 καὶ χρησμῳδῆσαι· “ κατακείμενος οὗτος, ἀνίστω, 4 καὶ κοιμῶ μεταβάς, ὦ τάλας, ἀλλαχόθι.” 5 ὃς δὲ διυπνισθεὶς μετέβη. τὸ δὲ σαθρὸν ἐκεῖνο 6 τειχίον ἐξαίφνης εὐθὺς ἔκειτο χαμαί. 7 σῶστρα δʼ ἕωθεν ἔθυε θεοῖς χαίρων ὁ κακοῦργος, 8 ἥδεσθαι νομίσας τὸν θεὸν ἀνδροφόνοις. 9 ἀλλʼ ὁ Σάραπις ἔχρησε πάλιν, διὰ νυκτὸς ἐπιστάς· 10 “ κήδεσθαί με δοκεῖς, ἄθλιε, τῶν ἀδίκων; 11 εἰ μὴ νῦν σε μεθῆκα θανεῖν, θάνατον μὲν ἄλυπον 12 νῦν ἔφυγες, σταυρῷ δʼ ἴσθι φυλαττόμενος.” === epigram 379 === 1 φασὶ παροιμιακῶς· κἂν ὗς δάκοι ἄνδρα πονηρὸν 2 ἀλλὰτόδʼ οὐχ οὕτω φημὶ προσῆκε λέγειν 3 ἀλλὰ “ δάκοι κἂν ὗς ἀγαθοὺς καὶ ἀπράγμονας ἄνδρας, 4 τὸν δὲ κακὸν δεδιὼς δήξεται οὐδὲ δράκων.” === epigram 380 === 1 εἰ κύκνῳ δύναται κόρυδος παραπλήσιον ᾅδειν 2 τολμῷεν δʼ ἐρίσαι σκῶπες ἀηδονίσιν, 3 εἰ κόκκυξ τέττιγος ἐρεῖ λιγυρώτερος εἶναι, 4 ἶσα ποεῖν καὶ ἐγὼ Παλλαδίῳ δύναμαι. === epigram 381 === [εἰς Λέανδρον καὶ Ἡρῶ] 1 ἀκτῇ ἐπὶ προὐχούσῃ, ἐπὶ πλατεῖ Ἑλλησπόντῳ, 2 παρθένος αἰδοίη ὑπερώιον εἰσαναβᾶσα 3 πύργῳ ἐφειστήκει γοόωσά τε μυρομένη τε· 4 χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει, 5 κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι 6 νηχόμενος — καὶ λαῖτμα τάχισθʼ ἁλὸς ἐκπεράασκε 7 νύκτα διʼ ἀμβροσίην, ὅτε θʼ εὕδουσι βροτοὶ ἄλλοι· 8 ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο. 9 ὅσσαι γὰρ νύκτες τε καὶ ἡμέραι ἐκγεγάασι, 10 παρθένος ἠίθεὸς τʼ ὀαρίζετον ἀλλήλοισιν, 11 εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας, 12 οἳ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην. === epigram 382 === [ὁ πρῶτος Ἠχοῦς ἀκούσας] 1 ὦ φίλοι, ἥρωες Δαναοί, θεράποντες Ἄρηος, 2 ψεύσομαι, ἢ ἔτυμον ἐρέω; κέλεται δέ με θυμός. 3 ἀγροῦ ἐπʼ ἐσχατιῆς, ὅθι δένδρεα μακρὰ πεφύκει, 4 ναίει ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα, 5 ἢ θεός, ἠὲ γυνή· τοὶ δὲ φθέγγοντο καλεῦντες. 6 εἰ δὲ φθεγξαμένου του ἢ αὐδήσαντος ἀκούσῃ, 7 αὖτις ἀριζήλως εἰρημένα μυθολογεύει. 8 ἀλλὰ τίη τοι ταῦτα διεξέρχεσθαι ἕκαστα; 9 τὴν δʼ οὔτʼ ἀθρῆσαι δύναμʼ ἀντίον, οὔτε νοῆσαι. 10 ὁπποῖὸν κʼ εἴπῃσθα ἔπος, τοῖὸν κʼ ἐπακούσαις. === epigram 383 === 1 πρῶτος Θὼθ ἐδάη δρεπάνην ἐπὶ βότρυν ἐγείρειν. 2 ἰχθυβόλοισι Φαωφὶ φέρει πανδήμιον ἄγρην. 3 πληιάδων φαίνουσαν Ἀθὺρ τεκμαίρεται ὥρην. 4 Χοιὰκ σπειρομένων σταχύων δείκνυσι γενέθλην. 5 Τυβὶ δὲ πορφύρεον βουληφόρον εἷμα τιταίνει. 6 σημαίνει πλωτῆρσι Μεχεὶρ πλόον ἀμφιπολεύειν. 7 Ἄρεος ὅπλα φέρειν Φαμενὼθ δείκνυσι μαχηταῖς. 8 εἰαρινῶν Φαρμουθὶ ῥόδων πρωτάγγελός ἐστι· 9 λήια δʼ αὐανθέντα Παχὼν δρεπάνῃσι φυλάσσει· 10 εὐκάρπου δὲ Παϋνὶ προάγγελός ἐστιν ὀπώρης· 11 καὶ σταφυλὴν κατέχων εὐάμπελός ἐστιν Ἐπηφί·. 12 καὶ Μεσορὶ Νείλοιο φέρει φυσίζοον ὕδωρ. === epigram 384 === 1 ἐξ ἐμέθεν λυκάβαντος ὑπηελίοιο θύρετρα, 2 Αὐσονίης θʼ ˘ ὕψος δέρκεται Ἠέλιος. 3 αὐτὰρ ἐγὼ θαμινῇσι γύην νιφάδεσσι διαίνω, 4 τεύχων εἰαρινῆς ἔγκυον ἀγλαΐης. 5 ἄρχετʼ Ἄρης ἀπʼ ἐμεῖο, καὶ ἄνθεα καὶ γλάγος ἡδύ· 6 ἴση δʼ εἰκοστῷ ἤματι νὺξ τελέθει. 7 ἐντύνοι τημόσδε φυτοσκάφος, ἔρνεα τάμνων, 8 ῥίζᾐ ἐπʼ ἀγροτέρῃ ἥμερον ἀκρεμόνα. 9 οἴγεται ἄρτι θάλασσα· ἐφοπλίζοιτε δὲ νῆας· 10 ὥριον ἀκλύστων ἐκτὸς ἄγειν λιμένων. 11 μεσσάτιος ῥόδου εἰμὶ καὶ ἀργεννοῖο κρίνοιο, 12 καὶ ξανθῆς κεράσου βρίθομαι ἀκρεμόσιν. 13 καρκίνον Ἠέλιος μετανίσσεται· ἀστάχυας δὲ 14 καρφαλέους κείρει γειοπόνος δρεπάνῃ. 15 κρίνω ἐγὼ Δηὼ καὶ ἀχυρμιάς· ἐν δὲ Λέοντι 16 ἀτρεκέα τελέθει χεύματα Νηιάδων. 17 βρίθω ἐγὼ σταφυλῇ, βρίθω δʼ ἐπὶ πάσῃ ὀπώρῃ·̓· 18 αὖθις δʼ ἰσοπαλὴς γίνεται ἤματι νύξ. 19 τίς δὲ κʼ ἐμεῖο πέλοι γλυκερώτερος, ὃς μέθυ χεύω, 20 ληνῷ ἐπεὶ κατάγω Βάκχον ἀπʼ οἰνοπέδου; 21 εἴ τοι Ἀθηναίης πέλει ἔρνεα, ὥριον ἤδη 22 καρπὸν ἀποθλίβειν, μνῆστιν ἔχειν καμάτων. 23 παύσασθαι νειοῦ κέλομαι· γλαγόωντι γὰρ ἤδη 24 σπέρματι ῥιγεδανὴ πηγυλὶς ἀντιάσει. === epigram 385 === [Ἀκρόστιχα εἰς τὴν Ἰλιάδα κατὰ ῥαψῳδίαν] 1 ἄλφα λιτὰς Χρύσου, λοιμὸν στρατοῦ, ἔχθος ἀνάκτων, 2 βῆτα δʼ ὄνειρον ἔχει, ἀγορήν, καὶ νῆας ἀριθμεῖ. 3 γάμμα δʼ ἄρʼ ἀμφʼ Ἑλένης οἴοις μόθος ἐστὶν ἀκοίταις. 4 Δέλτα θεῶν ἀγορή, ὅρκων χύσις, ἄρεος ἀρχή. 5 εἶ, βάλλει Κυθέρειαν Ἄρηά τε Τυδέος υἱός· 6 ζῆτα δʼ ἄρʼ Ἀνδρομάχης καὶ Ἕκτορός ἐστʼ ὀαριστύς. 7 ἦτα δʼ, Αἴας πολέμιζε μόνῳ μόνος Ἕκτορι δίῳ. 8 θῆτα, θεῶν ἀγορή, Τρώων κράτος, Ἕκτορος εὖχος. 9 ἐξεσίη δʼ Ἀχιλῆος ἀπειθέος ἐστὶν Ἰῶτα· 10 κάππα δʼ ἄρʼ ἀμφοτέρων σκοπιαζέμεν ἢλυθον ἄνδρες. 11 λάμβδα δʼ, ἀριστῆας Δαναῶν βάλον Ἕκτορος ἄνδρες. 12 Μῦ Τρώων παλάμῃσι κατήριπε τεῖχος Ἀχαιῶν. 13 νῦ δέ, Ποσειδάων Δαναοῖς κράτος ὤπασε λάθρῃ. 14 Ξῖ, Κρονίδην λεχέεσσι σὺν ὕπνῳ τʼ ἤπαφεν Ἥρη. 15 οὖ, Κρονίδης κεχόλωτο Ποσειδάωνι καὶ Ἥρῃ. 16 πῖ, Πάτροκλον ἔπεφνεν ἀρήιον Ἕκτορος αἰχμή. 17 ῥῶ, Δαναοὶ Τρῶές τε νέκυν πέρι χεῖρας ἔμισγον. 18 σῖγμα, Θέτις Ἀχιλῆι παρʼ Ἡφαίστου φέρεν ὅπλα· 19 ταῦ δʼ, ἀπέληγε χόλοιο, καὶ ἔκθορε δῖος Ἀχιλλεύς. 20 ὗ, μακάρων ἔρις ὦρτο, φέρει δʼ ἐπὶ κάρτος Ἀχαιοῖς. 21 φῖ, κρατερῶς κατὰ χεύματʼ ἐδάμνατο Τρῶας Ἀχιλλεύς. 22 Χῖ δʼ ἄρα, τρὶς περὶ τεῖχος ἄγων κτάνεν Ἕκτορʼ Ἀχιλλεύς· 23 Ψῖ, Δαναοῖσιν ἀγῶνα διδοὺς ἐτέλεσσεν Ἀχιλλεύς. 24 ὦ, Πριάμῳ νέκυν υἷα λαβὼν γέρα δῶκεν Ἀχιλλεύς. === epigram 386 === 1 ἁ Κύπρις πρῴαν γυμνὰν σ’ ἐβόασεν ἰδοῦσα· 2 “ φεῦ, φεῦ, πῶς σταγόνων ἔκτοθεν Οὐρανίων, 3 ζαλώσας ὠδῖνα Θαλάσσας, ὁ θρασὺς ἄλλαν 4 Νεῖλος ἀπὸ γλυκερῶν Κύπριν ἀνῆκε βυθῶν;” === epigram 387 === 1 Ἕκτορ, Ἀρήιον αἷμα, κατὰ χθονὸς εἴ που ἀκούεις, 2 χαῖρε, καὶ ἄμπνευσον βαιὸν ὑπὲρ πατρίδος. 3 Ἴλιον οἰκεῖται κλεινὴ πόλις, ἄνδρας ἔχουσα 4 σοῦ μὲν ἀφαυροτέρους, ἀλλʼ ἔτʼ ἀρηιφίχους· 5 Μυρμιδόνες δʼ ἀπόλοντο. παρίστασο, καὶ λέγʼ Ἀχιλλεῖ 6 Θεσσαλίην κεῖσθαι πᾶσαν ὑπʼ Αἰνεάδαις. === epigram 388 === See 389. === epigram 389 === 1 πρὸς ταῦτα ὑπέγραψε στρατιώτης· φασὶ δὲ Τραϊανοῦ εἶναι. 2 Θάρσυνοι· οὐ γὰρ ἐμῆς κόρυθος λεύσσουσι μέτωπον. 3 εἶτα τοὖ Βασιλέως ἐπαινέσαντος, καὶ γράψαντος “δήλωσὸν 4 μοι τίς εἶ,” ἀντέγραψεν· 5 εἰμὶ μὲν εὐθώρηκος Ἐνυαλίου πολεμιστής· 6 εἰμὶ δὲ καὶ θεράπων Ἑλικωνίου Ἀπόλλωνος, 7 αὐτοῖς ἐν πρώτοισι λελεγμένος ἀσπιδιώταις. === epigram 390 === 1 παισὶν ἐπὶ προτέροις ἤδη τρίτον ἐν πυρὶ μήτηρ 2 θεῖσα, καὶ ἀπλήστῳ δαίμονι μεμφομένη, 3 τέτρατον ἄλγος ἔτικτε, καὶ οὐκ ἀνέμεινεν ἀδήλους 4 ἐλπίδας, ἐν δὲ πυρὶ ζωὸν ἔθηκε βρέφος, 5 οὐ θρέψω λέξασα· “τί γὰρ πλέον; Ἄϊδι μαστοὶ 6 κάμνετε· κερδήσω πένθος ἀμοχθότερον.” === epigram 391 === 1 τὰν ἥβαν ἐς ἄεθλα πάλας ἤσκησε κραταιᾶς 2 ἅδε Ποσειδῶνος καὶ Διὸς ἁ γενεά. 3 κεῖται δέ σφιν ἀγὼν οὐ χάλκεος ἀμφὶ λέβητος, 4 ἀλλʼ ὅστις ζωὰν οἴσεται ἢ θάνατον. 5 Ἀνταίου τὸ πτῶμα· πρέπει δʼ Ἡρακλέα νικᾶν 6 τὸν Διός. Ἀργείων ἁ πάλα, οὐ Λιβύων. === epigram 392 === 1 εἴ τις ἀπάγξασθαι μὲν ὀκνεῖ, θανάτου δʼ ἐπιθυμεῖ, 2 ἐξ Ἱερᾶς Πόλεως ψυχρὸν ὕδωρ πιέτω. === epigram 393 === 1 οὐδεὶς καὶ καθαρὸς καὶ μείλιχος ἤλυθεν ἄρχων 2 ἓν γὰρ ἑνὸς δοκέει δόγματος ἀντίπαλον 3 τὸ γλυκὺ τοῦ κλέπτοντος, ὑπερφιάλου δὲ τὸ ἁγνόν. 4 ὄργανα τῆς ἀρχῆς ταῦτα δύʼ ἐστὶ πάθη. === epigram 394 === 1 Χρυσέ, πάτερ κολάκων, ὀδύνης καὶ φροντίδος υἱέ, 2 καὶ τὸ ἔχειν σε, φόβος· καὶ μὴ ἔχειν σ’, ὀδύνη. === epigram 395 === 1 ὡς οὐδὲν γλύκιον ἧς πατρίδος, εἶπεν Ὀδυσσεύς· 2 ἐν γὰρ τοῖς Κίρκης ἔκχυτον οὐκ ἔφαγεν, 3 οὗ μόνον εἰ καὶ καπνὸν ἀποθρῴσκοντʼ ἐνόησεν, 4 εἶπεν ἂν οἰμώζειν καὶ δέκα Πηνελόπαις. === epigram 396 === 1 ὄρθριος εὐπλέκτοιο λίνου νεφοειδέι κόλπῳ 2 ἔμπεσε σὺν κίχλῃ κόσσυφος ἡδυβόας. 3 καὶ τὰν μὲν πανάφυκτος ἕλε βρόχος· ὠκὺ δʼ ἀπέπτα 4 ἐξ ὀρνιθοπέδας ᾠδὸς ἐρημοφίλας. 5 ἦ τάχα που τριμάκαιρα φιλαγρέτις ὄρνιν ἀοιδὸν 6 Ἄρτεμις εὐμόλπῳ λῦσεν ἄνακτι λύρης. === epigram 397 === 1 φεῦγε Λάκων ποτὲ δῆριν ὑπαντιάσασα δὲ μήτηρ 2 εἶπε, κατὰ στέρνων ἆορ ἀνασχομένη· 3 “ ζώων μὲν σέο μητρὶ διαμπερὲς αἶσχος ἀνάπτεις, 4 καὶ κρατερῆς Σπάρτης πάτρια θεσμὰ λύεις· 5 ἢν δὲ θάνῃς παλάμῃσιν ἐμαῖς, μήτηρ μὲν ἀκούσω 6 δύσμορος, ἀλλʼ ἐν ἐμῇ πατρίδι σῳζομένη.” === epigram 398 === 1 ὁλκὰς ὕδωρ προφυγοῦσα πολυφλοίσβοιο θαλάσσης 2 ἐν χθονὸς ἀγκοίναις ὤλετο μητριάσιν. 3 ἱσταμένην γὰρ πυρσὸς ἐπέφλεγε· καιομένη δὲ 4 δυσμενέων ὑδάτων συμμαχίην ἐκάλει. === epigram 399 === 1 ἠέλιον νίκησε τεὸς νόος ἡδὺ φαείνων, 2 αἰὲν ἀπαστράπτων βροτοφεγγέα πάνσοφον αἴγλην, 3 ἡδυφαῆ, χαρίεσσαν, ἀπαστράπτουσαν ἀλύπως. === epigram 400 === 1 ὅταν βλέπω σε, προσκυνῶ, καὶ τοὺς λόγους, 2 τῆς παρθένου τὸν οἶκον ἀστρῷον βλέπων 3 εἰς οὐρανὸν γάρ ἐστί σου τὰ πράγματα, 4 Ὑπατία σεμνή, τῶν λόγων εὐμορφία, 5 ἄχραντον ἄστρον τῆς σοφῆς παιδεύσεως. === epigram 401 === 1 ἡ φύσις ἐξεῦρεν, φιλίης θεσμοὺς ἀγαπῶσα, 2 τῶν ἀποδημούντων ὄργανα συντυχίης, 3 τὸν κάλαμον, χάρτην, τὸ μέλαν, τὰ χαράγματα, χειρός, 4 σύμβολα τῆς ψυχῆς τηλόθεν ἀχνυμένης. === epigram 402 === 1 τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου. === epigram 403 === 1 αὐτὸς ἄναξ ἔμβαινε θοῷ πηδήματι, ληνοῦ 2 λακτιστής, ἔργου δʼ ἡγέο νυκτερίου, 3 λεύκωσαι πόδα γαῦρον, ἐπίρρωσαι δὲ χορείην 4 λάτριν, ὑπὲρ κούφων ζωσάμενος γονάτων 5 εὔγλωσσον δʼ ὀχέτευε κενούς, μάκαρ, ἐς πιθεῶνας 6 οἶνον ἐπὶ ψαιστοῖς καὶ λασίᾐ χιμάρῳ, === epigram 404 === 1 ἆ καλὸν αὐτοπόνητον ἐν αἰθέρι ῥεῦμα μελισσῶν, 2 κἄπλαστοι χειρῶν αὐτοπαγεῖς θαλάμαι, 3 προίκιος ἀνθρώπων βιότῳ χάρις, οὐχὶ μακέλλας, 4 οὐ βοός, οὐ γαμψῶν δευομένα δρεπάνων, 5 γαυλοῦ δὲ σμικροῖο, τόθι γλυκὺ νᾶμα μέλισσα 6 πηγάζει σκήνευς δαψιλὲς ἐξ ὀλίγου. 7 χαίροιτʼ εὐαγέες, καὶ ἐν ἄνθεσι ποιμαίνεσθε, 8 αἰθερίου πτηναὶ νέκταρος ἐργάτιδες. === epigram 405 === 1 Ἀδρήστειά σε δῖα, καὶ ἰχναίη σε φυλάσσοι 2 παρθένος, ἡ πολλοὺς ψευσαμένη, Νέμεσις. 3 δείδια σόν τε φυῆς ἐρατὸν τύπον, ἠδὲ σά, κοῦρε, 4 δήνεα, θεσπεσίης καὶ μένος ἠνορέης, 5 καὶ σοφίην, καὶ μῆτιν ἐπίφρονα. τοιάδε τέκνα, 6 Δροῦσε, πέλειν μακάρων πευθόμεθʼ ἀθανάτων. === epigram 406 === 1 ἀργυρέη κρηνίς με, τὸν οὐκέτι μακρὰ βοῶντα 2 βάτραχον, οἰνηραῖς ἔσχεν ὑπὸ σταγόσιν 3 κεῖμαι δʼ ἐν Νύμφαις, κείναις φίλος, οὐδὲ Λυαίῳ 4 ἐχθρός, ὑπʼ ἀμφοτέρων λουόμενος σταγόσιν. 5 ὀψὲ ποτʼ εἰς Διόνυσον ἐκώμασα. φεῦ τίνες ὕδωρ 6 πίνουσιν, μανίην σώφρονα μαινόμενοι. === epigram 407 === 1 Δμώιον Ἱπποκράτευς ἔθανε βρέφος, ἐς πλατὺ πόντου 2 χεῖλος γειτοσύνης ἑρπύσαν ἐκ καλύβης, 3 πλεῖον ἐπεὶ μαζῶν ἔπιεν ποτόν. ἔρρε θάλασσα 4 ἣ βρέφος ὡς μήτηρ ψεύσαο δεξαμένη. === epigram 408 === 1 εἴθε με παντοίοισιν ἔτι πλάζεσθαι ἀήταις 2 ἢ Λητοῖ στῆναι μαῖαν ἀλωομένῃ· 3 οὐκ ἂν χητοσύνην τόσον ἔστενον. οἱ ἐμὲ δειλήν, 4 ὅσσαις Ἑλλήνων νηυσὶ παραπλέομαι, 5 δῆλος ἐρημαίη, τὸ πάλαι σέβας. ὀψέ πη Ἥρη 6 Λητοῦς, ἀλλʼ οἰκτρὴν τήνδʼ ἐπέθηκε δίκην. === epigram 409 === 1 εἴ τινα μὴ τέρπει λωτοῦ † χέλυς,˘ ἢ γλυκὺς ἦχος 2 ψαλμῶν, ἢ τριγέρων νεκτάρεος Βρόμιος, 3 ἢ πεῦκαι, κῶμοι,˘ στέφανοι, μύρα, λιτὰ δὲ δειπνῶν 4 λαθροπόδας τρώκταις χερσὶ τίθησι τόκους, 5 οὗτος ἐμοὶ τέθνηκε † περὶ μνῆστιν δὲ παρέρπω 6 νεκρόν, ἐς ἀλλοτρίους φειδόμενον φάρυγας· === epigram 410 === 1 Σμίνθος, ὁ παντοίης δαιτὸς λίχνος, οὐδὲ μυάγρης 2 δειλός, ὁ κἀκ θανάτου κέρδεα λῃζόμενος, 3 νευρολάλον Φοίβου χορδὴν θρίσεν ἡ δʼ ἐπὶ πῆχυν 4 ἑλκομένη θηρὸς λαιμὸν ἀπεβρόχισεν. 5 τόξων εὐστοχίην θαυμάζομεν ὃς δὲ κατʼ ἐχθρῶν 6 ἤδη καὶ κιθάρην εὔστοχον ὅπλον ἔχει. === epigram 411 === 1 Ἤλλακτʼ ἐξαπίνης Κορνήλιος, οὐδʼ ἔτι λιτῷ 2 τέρπεται ἡμετέρῳ μουσοχαρεῖ βιότῳ· 3 κούφης δʼ αἰωρεῖται ἀπʼ ἐλπίδος· οὐκέτι δʼ ἡμεῖς 4 οἱ πάρος, ἀλλʼ ἑτέρης ἐλπίδος ἐκκρέμαται. 5 εἴκωμεν, ψυχή· πεπαλαίσμεθα, μηδὲ βιάζου· 6 εἰς ἔδαφος τέχνης κείμεθʼ ὑπʼ ἀργυρέης. === epigram 412 === 1 ἤδη καὶ ῥόδον ἐστί, καὶ ἀκμάζων ἐρέβινθος, 2 καὶ καυλοὶ κράμβης, Σωσύλε, πρωτοτόμου, 3 καὶ μαίνη ʽʼσαλαγεῦσα, καὶ ἀρτιπαγὴς ἁλίτυρος, 4 καὶ θριδάκων οὔλων ἁβροφυῆ πέταλα. 5 ἡμεῖς δʼ οὔτʼ ἀκτῆς ἐπιβαίνομεν, οὔτʼ ἐν ἀπόψει 6 γινόμεθʼ, ὡς αἰεί, Σωσύλε, τὸ πρότερον; 7 καὶ μὴν Ἀντιγένης καὶ Βάκχιος ἐχθὲς ἔπαιζον· 8 νῦν δʼ αὐτοὺς θάψαι σήμερον ἐκφέρομεν. === epigram 413 === 1 ἡ τερεβινθώδης ὀλιγάμπελος οἷά τε βαιὴ 2 νησίς, ἀλλʼ ὁμαλὴ πᾶσα καὶ ἀστύφελος· 3 αἱ δʼ ἀγχοῦ, μεγάλαι τε καὶ εὐρέες, ἀλλʼ ἐπὶ πουλὺ 4 τρηχεῖαι· μεγέθει τοῦτο περισσότεραι. 5 καρποῖς, οὐ σταδίοισιν ἐρίζομεν οὐδὲ γὰρ αὖλαξ 6 Αἰγύπτου Λιβύης ψάμμου ἐπιστρέφεται. === epigram 414 === 1 ἡ παλίουρος ἐγώ, τρηχὺ ξύλον, οὖρος ἐν ἕρκει· 2 τίς μʼ ἄφορον λέξει, τὴν φορίμων φύλακα; === epigram 415 === 1 ἤμην καὶ προπάροιθε συνέμπορος ἀνέρι κέρδους, 2 ἡνίκα δημοτέρην Κύπριν ἐναυτολόγει· 3 κεῖθεν καὶ συνέπηξεν ἐμὴν τρόπιν, ὄφρα με λεύσσῃ 4 Κύπρις, τὴν ἀπὸ γῆς εἰν ἁλὶ ῥεμβομένην. 5 ἔστιν ἑταίρειος μὲν ἐμοὶ στόλος, εἰσὶ δὲ λεπτὰ 6 κάρπασα, καὶ λεπτὸν φῦκος ὑπὲρ σανίδων. 7 ναυτίλοι, ἀλλʼ ἄγε πάντες ἐμῆς ἐπιβαίνετε πρύμνης 8 θαρραλέως· πολλοὺς οἶδα φέρειν ἐρέτας. === epigram 416 === 1 ἡ ναῦς ἀπʼ ἔργων Κύπριδος γομφουμένη, 2 πρὸς τὸν γενάρχην πόντον ἤλυθον θεοῦ· 3 ἀνὴρ γὰρ ὥρης μʼ ἔμπορος τεκτήνατο, 4 καλέσας Ἑταίρην εἰμὶ γὰρ πᾶσιν φίλη. 5 ἔμβαινε θαρρῶν μισθὸν οὐκ αἰτῶ βαρύν. 6 ἐλθόντα δέχομαι πάντα· βαστάζω ξένον 7 ἀστὸν τʼ· ἐπὶ γαίης κἠν βυθῷ μʼ ἐρέσσετε. === epigram 417 === 1 θηρευτὴν Λάμπωνα Μίδου κύνα δίψα κατέκτα, 2 καίπερ ὑπὲρ ψυχῆς πολλὰ πονησάμενον. 3 ποσσὶ γὰρ ὤρυσσεν νοτερὸν πέδον, ἀλλὰ τὸ νωθὲς 4 πίδακος ἐκ τυφλῆς οὐκ ἐτάχυνεν ὕδωρ· 5 πῖπτε δʼ ἀπαυδήσας· ἡ δʼ ἔβλυσεν. ἦ ἄρα, Νύμφαι, 6 Λάμπωνι κταμένων μῆνιν ἔθεσθʼ ἐλάφων. === epigram 418 === 1 ἴσχετε χεῖρα μυλαῖον, ἀλετρίδες· εὕδετε μακρά, 2 κἢν ὄρθρον προλέγῃ γῆρυς ἀλεκτρυόνων· 3 Δηὼ γὰρ Νύμφαισι χερῶν ἐπετείλατο μόχθους· 4 αἱ δὲ κατʼ ἀκροτάτην ἁλλόμεναι τροχιήν, 5 ἄξονα δινεύουσιν ὁ δʼ ἀκτίνεσσιν ἑλικταῖς 6 στρωφᾷ Νισυρίων κοῖλα βάρη μυλάκων. 7 γευόμεθʼ ἀρχαίου βιότου πάλιν, εἰ δίχα μόχθου 8 δαίνυσθαι Δηοῦς ἔργα διδασκόμεθα. === epigram 419 === 1 κἢν μυχὸν Ἑρκυναῖον, ἢ ἐς πύματον Σολόεντα 2 ἔλθῃ καὶ Λιβυκῶν κράσπεδον Ἑσπερίδων 3 Καῖσαρ ὁ πουλυσέβαστος, ἅμα κλέος εἶσιν ἐκείνῳ 4 πάντῃ. Πυρήνης ὕδατα μαρτύρια· 5 οἷσι γὰρ οὐδὲ πέριξ δρυτόμοι ἀπεφαιδρύναντο, 6 λουτρὰ καὶ ἠπείρων ἔσσεται ἀμφοτέρων. === epigram 420 === 1 μὴ κλαίων τὸν Ἔρωτα δόκει, Τηλέμβροτε, πείσειν, 2 μηδʼ ὀλίγῳ παύσειν ὕδατι πῦρ ἀτενές. 3 χρυσὸς Ἔρωτος ἀεὶ παιώνιος· ἐσβέσθη δὲ 4 οὐδὲ τότʼ ἐν πολλῷ τικτόμενος πελάγει. === epigram 421 === 1 νῆσοι ἐρημαῖαι, τρύφεα χθονός, ἃς κελαδεινὸς 2 ζωστὴρ Αἰγαίου κύματος ἐντὸς ἔχει, 3 Σίφνον ἐμιμήσασθε καὶ αὐχμηρὴν Φολέγανδρον, 4 τλήμονες, ἀρχαίην δʼ ὠλέσατʼ ἀγλαΐην. 5 ἦ ῥʼ ὑμᾶς ἐδίδαξεν ἕνα τρόπον ἥ ποτε λευκὴ 6 δῆλος, ἐρημαίου δαίμονος ἀρξαμένη. === epigram 422 === 1 πρὸς παίδων εἶπεν “γουνάζομαι, ἤν με θανοῦσαν 2 στείλῃς, μὴ σπεῖσαι δεύτερα φίλτρα γάμου.” 3 εἶπεν ὁ δʼ εἰς ἑτέρην ἐσπούδασεν. ἀλλὰ Φίλιννα 4 Διογένην λήθης τίσατο καὶ φθιμένη· 5 νυκτὶ γὰρ ἐν πρώτῃ θάλαμον σχάσε μῆνις ἄφυκτος, 6 ὡς μὴ λέκτρον ἰδεῖν δεύτερον ἠέλιον. === epigram 423 === 1 Σάρδιες αἱ τὸ πάλαι Γύγου πόλις, αἳ τʼ Ἀλυάττου 2 Σάρδιες, αἱ βασιλεῖ Περσὶς ἐν Ἀσιάδι, 3 αἳ χρυσῷ τὸ παλαιὸν ἐπλινθώσασθε μέλαθρον, 4 ὄλβον Πακτωλοῦ ῥεύματι δεξάμεναι· 5 νῦν δὴ ὅλαι δύστηνοι ἐς ἓν κακὸν ἁρπασθεῖσαι, 6 ἐς βυθὸν ἐξ ἀχανοῦς χάσματος ἠρίπετε, 7 Βοῦρα καὶ εἰς Ἑλίκην ˘ κεκλυσμέναι· αἱ δʼ ἐνὶ χέρσῳ 8 Σάρδιες ἐμβυθίαις εἰς ἓν ἔκεισθε τέλος. === epigram 424 === 1 ἠέριαι νεφέλαι, πόθεν ὕδατα πικρὰ πιοῦσαι 2 νυκτὶ σὺν ἀστεμφεῖ πάντα κατεκλύσατε; 3 οὐ Λιβύης, Ἐφέσου δὲ τὰ μυρία κεῖνα ταλαίνης 4 αὔλια καὶ μακάρων ἐξ ἐτέων κτέανα, 5 ποῦ δὲ σαωτῆρες τότε δαίμονες ἔτραπον ὄμμα; 6 αἰαῖ τὴν Ἰάδων πολλὸν ἀοιδοτάτην. 7 κεῖνα δὲ κύμασι πάντα κυλινδομένοισιν ὁμοῖα 8 εἰς ἅλα σὺν ποταμοῖς ἔδραμε πεπταμένοις. === epigram 425 === 1 ἅδʼ ἐγὼ ἁ τλάμων ἄπολις πόλις, ἄμμιγα νεκροῖς 2 ἐνναέταις κεῖμαι, ἆ, παναποτμοτάτα. 3 Ἥφαιστός μʼ ἐδάμασσε μετὰ κλόνον Ἐννοσιγαίου. 4 φεῦ, ἀπὸ τοσσατίου κάλλεός εἰμι κόνις. 5 ἀλλὰ παραστείχοντες ἐμὰν στοναχήσατε μοῖραν 6 σπείσατε Βηρυτῷ δάκρυ καταφθιμένᾳ. === epigram 426 === 1 ποῦ τελέθει Κύπρις πολιήοχος, ὄφρα νοήσῃ 2 ἔνδιον εἰδώλων τὴν πρὶν ἕδος Χαρίτων; 3 τύμβος ἀταρχύτων μερόπων πόλις, ἧς ὑπὸ τέφρην 4 αἱ Βερόης πολλαὶ κείμεθα χιλιάδες. 5 γράψαθʼ ἑνὸς καθύπερθε λίθου, φίλα λείψανα φωτῶν· 6 Βηρυτὸς γοερὴ κεῖται ὑπὲρ δαπέδων. === epigram 427 === 1 Ναυτίλε, μὴ στήσῃς δρόμον ὁλκάδος εἵνεκʼ ἐμεῖο· 2 λαίφεα μὴ λύσῃς· χέρσον ὁρᾷς λιμένα. 3 τύμβος ὅλη γενόμην ἕτερον δʼ ἐς ἀπενθέα χῶρον 4 δουπήσεις κώπη νηὸς ἐπερχομένης. 5 τοῦτο Ποσειδάωνι φίλον, ξενίοις τε θεοῖσιν 6 χαίρεθʼ ἁλιπλανέες, χαίρεθʼ ὁδοιπλανέες. === epigram 428 === 1 σοί με, Θρηϊκίης σκυληφόρε, Θεσσαλονίκη 2 μήτηρ ἡ πάσης πέμψε Μακηδονίης. 3 ἀείδω δʼ ὑπὸ σοὶ δεδμημένον Ἄρεα Βεσσῶν, 4 ὅσσ’ ἐδάην πολέμου πάντʼ ἀναλεξάμενος. 5 ἀλλά μοι ὡς θεὸς ἔσσο κατήκοος, εὐχομένου δὲ 6 κλῦθι. τίς ἐς Μούσας οὔατος ἀσχολίη; === epigram 429 === 1 τὸν σκοπὸν Εὐβοίης ἁλικύμονος ᾖσεν Ἀριστὼ 2 Ναύπλιον ἐκ μολπῆς δʼ ὁ θρασὺς ἐφλεγόμην. 3 ὁ ψεύστης δʼ ὑπὸ νύκτα Καφηρείης ἀπὸ πέτρης 4 πυρσὸς ἐμὴν μετέβη δυσμόρον ἐς κραδίην. === epigram 430 === 1 τῆς ὄιος γενεὴ μὲν Ἀγαρρική, † ἐντὸς Ἀράξεω 2 ὕδωρ πιλοφόροις πίνεται Ἀρμενίοις· 3 χαῖται δʼ, οὐ μήλοις ἅτε που μαλακοὶ ἔπι μαλλοί, 4 ψεδναὶ δʼ, ἀγροτέρων τρηχύτεραι χιμάρων. 5 νηδὺς δὲ τριτοκεῖ ἀνὰ πᾶν ἔτος, ἐκ δὲ γάλακτος 6 θηλὴ ἀεὶ μαστοῦ πλήθεται οὐθατίου· 7 βληχὴ δʼ ἀσσοτάτω τερένης μυκήματι μόσχου· 8 ἄλλα γὰρ ἀλλοῖαι πάντα φέρουσι γέαι. === epigram 431 === [εἰς κλέπτην εὑρόντα σπάθην χρυσῆν] 1 καὶ χρυσὸν φιλέω καὶ δήιον ἄρεα φεύγω. === epigram 432 === 1 ὦ δείλαιε τὺ Θύρσι, τί τοι πλέον, εἰ καταταξεῖς 2 δάκρυσι διγλήνως ὦπας ὀδυρόμενος; 3 οἴχεται ἁ χίμαρος, τὸ καλὸν τέκος, οἴχετʼ ἐς ᾅδαν· 4 τραχὺς γὰρ χαλαῖς ἀμφεπίαξε λύκος· 5 αἱ δὲ κύνες κλαγγεῦντι. τί τοι πλέον, ἁνίκα τήνας 6 ὀστίον οὐδὲ τέφρα λείπετʼ ἀποιχομένας; === epigram 433 === 1 Λῆς, ποτὶ τᾶν Μοισᾶν, διδύμοις αὐλοῖσιν ἀεῖσαι 2 ἁδὺ τί μοι; κἠγὼ πακτίδʼ ἀειράμενος 3 ἀρξεῦμαί τι κρέκειν· ὁ δὲ βωκόλος ἐγγύθεν ᾀσεῖ 4 Δάφνις, κηροδέτῳ πνεύματι μελπόμενος. 5 ἐγγὺς δὲ στάντες λασιαύχενος ἔνδοθεν ἄντρου 6 Πᾶνα τὸν αἰγιβάταν ὀρφανίσωμες ὕπνου. === epigram 434 === 1 ἄλλος ὁ Χῖος· ἐγὼ δὲ Θεόκριτος, ὃς τάδʼ ἔγραψα, 2 εἷς ἀπὸ τῶν πολλῶν εἰμὶ Συρακοσίων, 3 υἱὸς Πραξαγόραο περικλειτῆς τε Φιλίννης· 4 μοῦσαν δʼ ὀθνείαν οὔ τινʼ ἐφελκυσάμαν. === epigram 435 === 1 ἀστοῖς καὶ ξείνοισιν ἴσον νέμει ἅδε τράπεζα· 2 θεὶς ἀνελεῦ, ψήφου πρὸς λόγον ἐρχομένης. 3 ἄλλος τις πρόφασιν λεγέτω· τὰ δʼ ὀθνεῖα Κάικος 4 χρήματα, καὶ νυκτὸς βουλομένοις ἀριθμεῖ. === epigram 436 === [ἐν Συρακούσαις ἐγράφησαν] 1 ἀρχαῖα τὠπόλλωνι τἀναθήματα 2 ὑπῆρχεν ἡ βάσις δὲ τοῖς μὲν εἴκοσι, 3 τοῖς δʼ ἑπτά, τοῖς δὲ πέντε, τοῖς δὲ δώδεκα, 4 τοῖς δὲ διηκοσίοισι νεωτέρη ἥδʼ ἐνιαυτοῖς· 5 τοσσόσδʼ ἀριθμὸς ˘ ἐξέβη μετρούμενος. . === epigram 437 === 1 τήναν τὰν λαύραν, ὅθι ταὶ δρύες, αἰπόλε, κάμψας, 2 σύκινον εὑρήσεις ἀρτιγλυφὲς ξόανον, 3 τρισκελές, αὐτόφλοιον, ἀνούατον· ἀλλὰ φάλητι 4 παιδογόνῳ δυνατὸν Κύπριδος ἔργα τελεῖν. 5 ἕρκος δʼ εὐίερον περιδέδρομεν ἀέναον δὲ 6 ῥεῖθρον ἀπὸ σπιλάδων πάντοσε τηλεθάει 7 δάφναις καὶ μύρτοισι καὶ εὐώδει κυπαρίσσῳ, 8 ἔνθα πέριξ κέχυται βοτρυόπαις ἕλικι 9 ἄμπελος· εἰαρινοὶ δὲ λίγγυφθόγγοισιν ἀοιδαῖς 10 κόσσυφοι ἀχεῦσιν ποικιλότραυλα μέλη· 11 ξουθαὶ δʼ ἀδονίδες μινυρίσμασιν ἀνταχεῦσαι 12 μέλπουσι στόμασιν τὰν μελίγηρυν ὄπα. 13 ἕζεο δὴ τηνεὶ, καὶ τῷ χαρίεντι Πριάπῳ 14 εὔχου ἀποστέρξαι τοὺς Δάφνιδός με πόθους, 15 κεὐθὺς ἀπορρέξαι χίμαρον καλόν. ἢν δʼ ἀνανεύῃ, 16 τοῦδε τυχὼν ἐθέλω τρισσὰ θύη τελέσαι· 17 ῥέξω γὰρ δαμάλαν, λάσιον τράγον, ἄρνα τὸν ἴσχω 18 σακίταν νεύοι δʼ εὐμενέως ὁ θεός. === epigram 438 === 1 Βωλοτόμοι μύρμηκες, ὁ γῆς στρατός, ἡνίκʼ ἔτενδε 2 γειομόρου μελιχρὴν σμηνοδόκου χάριτα, 3 μηνίσας ὁ πρέσβυς, ἐς ὕδατα κρωσσὸν ἔβαψεν, 4 ἐνθάδε τοὺς ἀπὸ γῆς οὐ δοκέων πελάσειν. 5 οἱ δὲ νέας κάρφας ἀχυρίτιδας ἀντιφέροντες, 6 αὐτοκυβερνῆται πρὸς κύτος ἐτρόχασαν. 7 ἦ ῥα φίλη γαστὴρ καὶ βαιοτάτους ἀνέπεισεν 8 ἐκ χθονὸς εἰς Νύμφας καινοτάτους ἐρέτας. === epigram 439 === 1 βρέγμα πάλαι λαχναῖον, ἐρημαῖόν τε κέλυφος 2 ὄμματος, ἀγλώσσου θʼ ἁρμονίη στόματος, 3 ψυχῆς ἀσθενὲς ἕρκος., ἀτυμβεύτου θανάτοιο 4 λείψανον, εἰνόδιον δάκρυ παρερχομένων, 5 κεῖσο πέλας πρέμνοιο παρʼ ἀτραπόν, ὄφρα μάθῃ τις 6 ἀθρήσας, τί πλέον φειδομένῳ βιότου. === epigram 440 === [ἔρως δραπέτης] 1 ἁ Κύπρις τὸν Ἔρωτα τὸν υἱέα μακρὸν ἐβώστρει· 2 “ εἴ τις ἐνὶ τριόδοισι πλανώμενον εἶδεν Ἔρωτα, 3 δραπετίδας ἐμός ἐστιν· ὁ μανυτὰς γέρας ἑξεῖ. 4 μισθός τοι τὸ φίλαμα τὸ Κύπριδος· ἢν δʼ ἀγάγῃς νιν, 5 οὐ γυμνὸν τὸ φίλαμα, τὺ δʼ, ὦ ξένε, καὶ πλέον ἑξεῖς. 6 ἔστι δʼ ὁ παῖς περίσαμος· ἐν εἴκοσι πᾶσι μάθοις νιν. 7 χρῶτα μὲν οὐ λευκός, πυρὶ δʼ εἴκελος· ὄμματα δʼ αὐτοῦ 8 δριμύλα καὶ φλογόεντα· κακαὶ φρένες, ἁδὺ λάλημα· 9 οὐ γὰρ ἴσον νοέει καὶ φθέγγεται· ὡς μέλι φωνά 10 ἢν δὲ χολᾷ, νόος ἐστὶν ἀνάμερος· ἠπεροπευτάς, 11 οὐδὲν ἀλαθεύων, δόλιον βρέφος, ἄγρια παίσδει. 12 εὐπλόκαμον τὸ κάρανον ἔχει δʼ ἰταμὸν τὸ πρόσωπον. 13 μικκύλα μὲν τήνῳ τὰ χερύδρια, μακρὰ δὲ βάλλει· 14 βάλλει δʼ εἰς Ἀχέροντα καὶ Ἀίδεω βασιλῆα. 15 γυμνὸς μὲν τό γε σῶμα, νόος δʼ οἱ ἐμπεπύκασται· 16 καὶ πτερόεις ὅσον ὄρνις ἐφίπταται ἄλλοτʼ ἐπʼ ἄλλως 17 ἀνέρας ἠδὲ γυναῖκας, ἐπὶ σπλάγχνοις δὲ κάθηται 18 τόξον ἔχει μάλα βαιόν, ὑπὲρ τόξω δὲ βέλεμνον 19 τυτθὸν ἑοῖ τὸ βέλεμνον, ἐς αἰθέρα δʼ ἄχρι φορεῖται· 20 καὶ χρύσεον περὶ νῶτα φαρέτριον ἔνδοθι δʼ ἐντὶ 21 τοὶ πικροὶ κάλαμοι, τοῖς πολλάκι κἀμὲ τιτρώσκει. 22 πάντα μὲν ἄγρια, πάντα· πολὺ πλέον ἁ δαῒς αὐτῷ 23 βαιὰ λαμπὰς ἐοῖσα, τὸν Ἃλιον αὐτὸν ἀναίθει. 24 ἢν τὺ γʼ ἕλῃς τῆνον, δήσας ἄγε, μηδʼ ἐλεήσῃς· 25 κἢν ποτʼ ἴδῃς κλαίοντα, φυλάσσεο μή σε πλανήσῃ· 26 κἢν γελάῃ, τύ νιν ἕλκε· καὶ ἢν ἐθέλῃ σε φιλᾶσαι, 27 φεῦγε· κακὸν τὸ φίλαμα, τὰ χείλεα φάρμακον ἐντί. 28 ἢν δὲ λέγῃ, Λάβε ταῦτα, χαρίζομαι ὅσσα μοι ὅπλα, 29 μὴ τὺ θίγῃς πλάνα δῶρα· τὰ γάρ πυρὶ πάντα βέβαπται.” === epigram 441 === 1 τὸν Διὸς ἐν τριόδοισιν ἐθαύμασα χάλκεον υἷα, 2 τὸν πρὶν ἐν εὐχωλαῖς, νῦν παραριπτόμενον. 3 ὀχθήσας δʼ ἄρʼ ἔειπον “ Ἀλεξίκακε τρισέληνε, 4 μηδέποθʼ ἡττηθείς, σήμερον ἐξετάθης.” 5 νυκτὶ δὲ μειδιόων με θεὸς προσέειπε παραστάς· 6 καιρῷ δουλεύειν καὶ θεὸς ὢν ἔμαθον. === epigram 442 === 1 γριπεύς τις μογέεσκεν ἐπʼ ἰχθύσι· τὸν δʼ ἐσιδοῦσα 2 εὐκτέανος κούρη θυμὸν ἔκαμνε πόθῳ, 3 καί μιν θῆκε σύνευνον ὁ δʼ ἐκ βιότοιο πενιχροῦ 4 δέξατο παντοίης ὄγκον ἀγηνορίης. 5 ἡ δὲ Τύχη γελόωσα παρίστατο, καὶ ποτὶ Κύπριν, 6 οὐ τεὸς οὗτος ἀγών, ἀλλʼ ἐμός ἐστιν, ἔφη. === epigram 443 === 1 μή ποτε κοιλήνῃς παφίῃ νόον ἀντιτύπου γὰρ 2 εὐθὺς ἀποθρώσκει κοῦφος Ἔρως κραδίης. 3 οἶστρος ὀλισθήεσσαν ἔχει φύσιν· ἤν τις ὀιστοῦ 4 ἄκρον ἕλῃ φλογεροῦ, δύεται ἐντὸς ὅλος. 5 ἐλπίδι μὴ θέλξῃς φρένα μαχλάδι· γυιοβόρον γὰρ 6 πῦρ ὑποριπίζει, θυμὸν ἐφελκομένη. ˘ === epigram 444 === 1 καλὰ τὰ παρθενίης κειμήλια· παρθενίη δὲ 2 τὸν βίον ὤλεσσ’ ἂν πᾶσι φυλασσομένη. 3 τοὔνεκεν εὐθέσμως ἄλοχον λάβε, καί τινα κόσμῳ 4 δὸς βροτὸν ἀντὶ σέθεν· φεῦγε δὲ μαχλοσύνην. === epigram 445 === 1 ἤθελε μὲν βασιλεύς σε βοηθόον εἰσέτι πέμπειν 2 ἄστεσι τειρομένοις δευομένων μερόπων, 3 Τητιανὲ χρύσειε· σὺ δʼ ἐν βιότοιο γαλήνῃ 4 πατρίδα καὶ κλῆρον σὸν προβέβουλας ἔχειν, 5 αὔξων σῶν προγόνων κτέρας ἔνδικον ἀρχομένων γὰρ 6 πλοῦτον ὅτι στυγέεις σύνθρονος οἶδε Δίκη. === epigram 446 === 1 ἡδέα πάντα κέλευθα λάχεν βίος· ἄστεϊ μέσσῳ 2 εὖχος, ἑταιρεῖαι· κρυπτὰ δόμοισιν ἄχη· 3 ἀγρὸς τέρψιν ἄγει, κέρδος πλόος, ἀλλοδαπὴ χ;χθὼν 4 γνώσιας· ἐκ δὲ γάμων οἶκος ὁμοφρονέει, 5 τοῖς δʼ ἀγάμοις ἄφροντις ἀεὶ βίος· ἕρκος ἐτύχθη 6 πατρὶ τέκος, φροῦδος τοῖς ἀγόνοισι φόβος· 7 ἠνορέην νεότης, πολιὴ φρένας οἶδεν ὀπάσσαι· 8 ἔνθεν θάρσος ἔχων ζῶε, φύτευε γένος. === epigram 447 === 1 μήτηρ υἷα λιπόντα μάχην μετὰ πότμον ἑταίρων 2 ἔκτανεν, ὠδίνων μνῆστιν ἀνηναμένη. 3 καὶ γὰρ γνήσιον αἷμα διακρίνει Λακεδαίμων 4 ἀλκῇ μαρναμένων, οὐ γενεῇ βρεφέων. === epigram 448 === 1 ἄνδρες ἀπʼ Ἀρκαδίης ἁλιήτορες, ἦ ῥʼ ἔχομέν τι; 2 ὅσσʼ ἕλομεν λιπόμεσθʼ, ὅσσ’ οὐχ ἕλομεν φερόμεσθα. === epigram 449 === 1 τίνας ἂν εἴποι λόγους Ἔρως ἐρῶν 2 τίς πυρὶ πῦρ ἐδάμασσε; τίς ἔσβεσε λαμπάδι πυρσόν; 3 τίς κατʼ ἐμῆς νευρῆς ἑτέρην ἐτανύσσατο νευρήν; 4 καινὸς Ἔρως κατʼ Ἔρωτος ἐμῷ μένει ἰσοφαρίζει === epigram 450 === 1 εἰ ταῖς ἀληθείαισιν οἱ τεθνηκότες 2 αἴσθησιν εἶχον, ἄνδρες ὥς φασίν τινες, 3 ἀπηγξάμην ἄν, ὥστʼ ἰδεῖν Εὐριπίδην. === epigram 451 === 1 τίνας ἂν εἴποι λόγους πρὸς Πρόκνην τὴν ἀδελφὴν Φιλομήλη 2 σός με πόσις κακοεργὸς ἐνὶ σπήλυγγι βαθείῃ 3 μουνώσας βαρύποτμον, ἐμὴν ἀπέκερσε κορείην 4 στυγνὰ δέ μοι πόρεν ἕδνα πολυτλήτοιο γάμοιο· 5 γλῶσσαν ἐμὴν ἐθέρισσε, καὶ ἔσβεσεν ἑλλάδα φωνήν. === epigram 452 === [εἰς τὸ αὐτό] 1 χαῖρε, Πρόκνη, παρὰ σεῖο κασιγνήτης Φιλομήλης, 2 χαίρειν εἰ τόδε γʼ ἔστιν ἐμοῦ δέ σοι ἄλγεα θυμοῦ 3 πέπλος ἀπαγγείλειε, τά μοι λυγρὸς ὤπασε Τηρεύς, 4 ὃς μʼ ἕρξας βαρύποτμον ἐν ἕρκεσι μηλονομήων, 5 πρῶτον παρθενίης, μετέπειτα δʼ ἐνόσφισε φωνῆς. === epigram 453 === 1 αὐτὸς ὁ βοῦς ἱκέτης ἐπιβώμιος, αἰθέριε Ζεῦ, 2 μυκᾶται, ψυχὴν ῥυόμενος θανάτου. 3 ἀλλὰ μέθες, Κρονίδη, τὸν ἀροτρέα· 4 καὶ σὺ γὰρʼ αὐτὸς 5 πορθμεὺς Εὐρώπης ταῦρος, ἄναξ, ἐγένου. === epigram 454 === 1 τίνας ἂν εἴποι λόγους Καλλιόπη εἰς Γεώργιον 2 οὗτος ἐμὸς γενέτης γνήσιος, οὐ Κρονίδης. === epigram 455 === 1 τίνας ἂν εἴποι λόγους Ἀπόλλων περὶ Ὁμήρου 2 Ἤειδον μὲν ἐγών, ἐχάρασσε δὲ θεῖος Ὅμηρος, === epigram 456 === [Πασιφάη πρὸς τὸν Ἔρωτα] 1 Πασιφάη πρὸς τὸν Ἔρωτα 2 εἰ ποθέειν μʼ ἐδίδαξας ἐν οὔρεσι ταῦρον ἀλήτην, 3 μυκηθμόν με δίδαξον, ὅτῳ φίλον ἄνδρα καλέσσω. === epigram 457 === [τί ἂν εἴποι Ἀχιλλεὺς τρωθέντος Ἀγαμέμνονος.] 1 ἔγνως νῦν, Ἀγάμεμνον, ἐμὸν φθισήνορα θυμόν· 2 ἔγνως ἐν σταδίῃσιν ὅσον σθένος Ἕκτορός ἐστι. 3 νῦν γὰρ πάντες ὄλοντο τεῇ πολυπήμονι λώβῃ· 4 σοὶ δʼ αὐτῷ μέγα πῆμα φάνη, θανάτοιο χέριον. 5 ἀφροσύνης κακὰ ἔργα καὶ ἄσχετα πένθεα πάσχεις, 6 ὃς πᾶσιν Δαναοῖσιν ἀρήιον ἕρκος ἐτύχθης. === epigram 458 === [τί ἂν εἴποι Ὀδυσσεὺς ἐπιβὰς τῆς Ἰθάκης] 1 χαῖρʼ Ἰθάκη· μετʼ ἄεθλα, μετʼ ἄλγεα πικρὰ θαλάσσης 2 ἀσπασίως τεὸν οὖδας ἱκάνομαι, ὄφρα νοήσω 3 Λαέρτην, ἄλοχόν τε καὶ ἀγλαὸν υἱέα μοῦνον 4 σὸς γὰρ ἔρως κατέθελξεν ἐμὸν νόον. οἶδα καὶ αὐτός, 5 ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων. === epigram 459 === [τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὸν Ὀδυσσέα ἐν ᾄδῇ] 1 ἀτρεκέως πάντων πολυμήχανός ἐστιν Ὀδυσσεύς 2 ζωὸς ἐὼν ἐνόησεν ἃ μὴ θέμις ἐστὶν ἰδέσθαι, 3 νερτέριον κευθμῶνα καὶ ἄλγεα πικρὰ θανόντων. 4 πῶς δʼ ἔτλη προλιπεῖν ἱερὸν φάος; ἢ τίς ἀνάγκη 5 ἤγαγεν οὐκ ἐθέλοντα; δόλων ἀκόρητος ἐτύχθη 6 ἐν χθονὶ καὶ πελάγεσσι καὶ ἐν νεκύεσσιν Ὀδυσσεύς. === epigram 460 === [τί ἂν εἴποι Ἀχιλλεὺς ὁρῶν τὰ ὅπλα κείμενα] 1 μῆτερ, τεύχεα ταῦτα καὶ ἀγλαὰ δῶρα κομίζεις 2 ἀγχεμάχῳ σέο παιδί, τὰ μὴ πάρος ἔδρακεν ἀνήρ· 3 οἶδα δὲ νῦν ὅτι Παλλὰς ἐφʼ Ἕκτορι χεῖρα κορύσσει 4 ἡμετέρην, καὶ Τρωσὶν ἀεικέα λοιγὸν ἐγείρει. === epigram 461 === [τίνας ἂν εἴποι λόγους ὁ Πύρρος ἐπιβὰς Τροίας] 1 μόχθος ἐμοῦ γενετῆρος ἀμύμονος οὐ τέλος εὗρεν 2 αὐτὰρ ἐγὼ Τρώεσσι φόνον πάντεσσι κορύσσων 3 ἤλυθον· ἠνορέῃ γὰρ ὑπέρτερον εὖχος ἀείρω, 4 καὶ Πρίαμον βασιλῆα, καὶ οὓς προλέλοιπεν Ἀχιλλεύς, 5 πάντας ὁμοῦ κατὰ μῶλον ἐμὸν μένος οἶδεν ὀλέσσαι, 6 καὶ Τροίης πτολίεθρον ἀρήιον ἐξαλαπάξω, 7 καὶ Δαναοῖς δεκέτηρον ἐμὸν δόρυ μόχθον ἀνύσσει. === epigram 462 === [τίνας ἂν εἴποι λόγους Δηϊδάμεια τοῦ Πύρρου πορθήσαντος τὴν Τροίαν] 1 πᾶσαν ἐμῆς κραδίης χαλεπὴν ἀπέπαυσας ἀνίην, 2 ὑμετέρου γενετῆρος Ἀχιλλέος εἵνεκα πότμου, 3 ὃν Τροίη στονόεσσα κατέκτανεν. ἀλλὰ σὺ πᾶσαν 4 Ἴλιον ἐξαλάπαξας· ἐελδομένοισι δʼ Ἀχαιοῖς 5 ἄφθιτον ὤπασας εὖχος, 6 μὴ δεκέτηρος ἐνυοῦς 7 πᾶσιν μαρναμένοις Δαναοῖς χρόνος εὗρεν ἀνύσσαι. === epigram 463 === 1 τί ἂν εἴποι Ἕκτωρ ὁρῶν τὸν Ἀχιλλέα ἐν τοῖς ὅπλοις 2 Πηλείδην κοτέουσα πάλιν θώρηξεν Ἀθήνη 3 ἔντεσιν ἀθανάτοις. ἦ ῥίγιον ἔσσεται ἄλγος 4 αἰνομόροις Τρώεσσι, καὶ Ἕκτορι, καὶ γενετῆρι, 5 ὁππόταν ἔντεα ταῦτα θεὸς πόρεν ἀνέρι τῷδε. === epigram 464 === 1 τί ἂν εἴποι Πάρις τρωθέντος Μενελάου 2 ἔρρετε οἱ ξύμπαντες, ἐλεγχέες, Αἰγιαλῆες, 3 ἄρτι θανὼν Μενέλαος ἐμὸν μέγα κῦδος ἀέξει. === epigram 465 === 1 τίνας ἂν εἴποι λόγους Ἀλθαία παρακαλοῦσα τὸν Μελέαγρον 2 τέκνον ἐμόν, γενεῆς ἐπιλήθεαι, οὐδʼ ἀλεγίζῃ 3 πατρίδος ὀλλυμένης, βριαρὴν δʼ ἀπόειπες ἀκωκήν, 4 αἰσχύνων Καλυδῶνα καὶ Οἰνέα καὶ ναετῆρας. === epigram 466 === [τίνας ἂν εἴποι λόγους Ἄλκηστις, τοῦ Ἀδμήτου ζεύξαντος λέοντα καὶ κάπρον εἰς τὸ ὄχημα] 1 ἠνορέης κλυτὰ ἔργα τεὴν ἔστεψαν ἀπήνην, 2 καὶ νύμφην βοόωσιν ἀριστοπόνοις ὑμεναίοις. === epigram 467 === [τίνας ἂν εἴποι λόγους ὁ Πηλεὺς ἀκούων ὅτι ἀπόμαχός ἐστιν Ἀχιλλεύς] 1 Πηλιάδες σκοπιαί, κουροτρόφοι, εἴπατε παιδί, 2 ὃν Χείρων ἐδίδαξεν ἀριστεύειν ἐνὶ χάρμῃ, 3 μῆνιν ἀπορρῖψαι καὶ λοίγιον ἔχθος Ἀχαιοῖς. === epigram 468 === [τίνας ἂν εἴποι λόγους ἡ Ἥρα ἀποθεωθέντος Ἡρακλέους] 1 σῆς ἀρετῆς ἱδρῶτι καλὴν ἀπέδωκεν ἀμοιβὴν 2 σὸς γενέτης, Ἥρακλες, ἐπεὶ πόνος ἄσπετον εὖχος 3 ἀνδράσιν οἶδεν ἄγειν μετʼ ἀπείρονα κύκλον ἀέθλων. === epigram 469 === [εἰς τὸ αὐτό] 1 σοὶ χάριν ἐξετέλεσσε πόνος καὶ ἀθέσφατος ἱδρώς, 2 χῶρον ἔχειν πολύολβον, ὃν οὐ πάρος ἔλλαχεν ἀνήρ. === epigram 470 === 1 τί ἂν εἴποι Ἀχιλλεὺς πρὸς τὸν Αἴαντα φιλιωθῆναι 2 οὐ θέμις ἐν φθιμένοισιν ἔχειν κότον ἄλγεα γαίης 3 καλλείψας ἀγάπαζε τεὸν φίλον οὐ γὰρ Ὀδυσσεὺς 4 ἤλιτεν εἰς σὲ θέλων, βριαρὴ δὲ σ’ ἔπεφνεν Ἀθήνη, 5 Ζεύς τε πατήρ, καὶ Μοῖρα, καὶ ἠεροφοῖτις Ἐρινύς. 6 αἴθε δὲ τεύχεα ῥῖψεν ἐς ἁλμυρὰ βένθεα πόντου 7 δῖα Θέτις, καὶ νεῖκος ἀπέσβεσε σεῖο μενοινῆς. === epigram 471 === 1 τίνας ἂν εἴποι λόγους Νέστωρ ἀκούσας Ὀδυσσέα ἐπανελθόντα 2 ἐσθλὸς ἀνὴρ φύγε πόντον ἀπηνέα καὶ μετὰ μόχθον 3 ἐς πάτρην ἀφίκανεν;, ἐμοῦ δέ κε φέρτερος εἴη, 4 εὖ δεδαὼς πτόλιάς τε καὶ ἤθεα καὶ νόον ἀνδρῶν. === epigram 472 === 1 πολλὰ καμὼν νόστησεν ἀνὴρ τλήθυμος Ὀδυσσεύς, 2 ἀλλʼ ἔμπης κλέος ἔσχεν ἀνὰ χθόνα καὶ κατὰ πόντον 3 ἀνδράσιν ἐσσομένοισιν ἀεὶ πτολίπορθος Ὀδυσσεύς. === epigram 473 === 1 τίνας ἂν εἴποι λόγους ὁ Ἀγαμέμνων καθοπλισθέντος Ἀχιλλέως 2 Ἴλιος ὀφρυόεσσα κατήριπεν, ἄρτι δὲ πᾶσαν 3 ληιδίην Δαναοῖσι θεὸς πόρεν, ὁππότʼ Ἀχιλλεύς, 4 μῆνιν ἀπορρίψας, φθισήνορα χεῖρα κορύσσει. === epigram 474 === 1 τί ἂν εἴποι Εἰδοθέα ἰδοῦσα τὴν Ἑλένην ἐν Φάρῳ 2 οἰκτείρω σὸν κάλλος, ἐπεὶ Διός ἐσσι γενέθλη. 3 εἰσορόω γὰρ ἄγαλμα διοτρεφές· ἀτρεκέως δὲ 4 Τρωσί τε καὶ Δαναοῖσι μάχη δεκέτηρος ἐτύχθης. 5 ποῦ Διὸς αἰγιόχοιο, τεοῦ γενετῆρος, ἀρωγαί; 6 ἔμπης δʼ ἔρχεο θᾶσσον, ἀπήμονα νόστον ἑλοῦσα 7 Εἰδοθέης ἰότητι, κακῆς ἐπὶ νῶτα θαλάσσης. === epigram 475 === [τίνας ἂν εἴποι λόγους Ἑλένη ὁρῶσα τὸν Μενέλαον καὶ τὸν Πάριδα μονομαχοῦντας] 1 Εὐρώπης Ἀσίης τε δορισθενέες βασιλῆες, 2 ὑμῖν ἀμφοτέροισιν ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς, 3 τίς κεν ἐμὲ τλήθυμος ἕλοι δύστηνον ἀκοίτης· 4 Ζεὺς δὲ πατὴρ δικάσειεν, ἄνευθε δὲ Κυπρογενείης, 5 μὴ πάλιν ἄλλος ἕλῃ με γαμοκλόπος, αἶσχος Ἀχαιοῖς. === epigram 476 === 1 τί ἂν εἴποι Ἕκτωρ, τοῦ Πατρόκλου μὴ δυνηθέντος 2 βαστάσαι τὸ δόρυ Ἀχιλλέως 3 Ἐζημίωσας ἀσθενῶν τὸν Ἕκτορα· 4 φέρεις γὰρ ἡμῖν ἐλλιπῆ σκυλεύματα. === epigram 477 === 1 τί ἂν εἴποι ἡ Θέτις, τοῦ Τηλέφου σκελισθέντος ὑπὸ τῆς ἀμπέλου 2 Ἄμπελε, τί πράξωμεν, ὅταν Δαφναῖος Ἀπόλλων 3 πτόρθον ἐμὸν κλίνῃ διʼ Ἀλεξάνδροιο βελέμνων; === epigram 478 === [τί ἂν εἴποι ὁ Πρίαμος, τοῦ Ἑλένου διδόντος βουλὴν τοῖς Ἕλλησιν, ἵνα ληφθῇ Τροία] 1 τὰ δῶρα λαμπρὰ προσφέρεις τῇ πατρίδι. === epigram 479 === [τί ἂν εἴποι Περσεὺς μετὰ τὴν ἀναίρεσιν τοῦ κήτους, τῆς Ἀνδρομέδας μὴ θελούσης αὐτὸν λαβεῖν] 1 σεῖο νόον πέτρωσεν ἀμείλιχα δέσμια πέτρης, 2 καὶ λίθον ἐκτελέσειε τεὸν δέμας ὄμμα Μεδούσης. === epigram 480 === [τί ἂν εἴποι Ἱπποδάμεια μετὰ τὴν ἀναίρεσιν τοῦ Οἰνομάου, Πέλοπος μὴ θελήσαντος αὐτὴν λαβεῖν] 1 α. ἀπεστράφης νῦν, ὡς λαβὼν ἐξουσίαν 2 β. ταύτῃ γὰρ οὐ πέφυκε συντρέχειν Ἔρως· 3 ἔρως γὰρ ἄλλην ἀνταμείβεται τρίβον. === epigram 481 === 1 βραδύτερον παρελθόντος 2 ἑσπέριὸς μʼ ἐδάμασσεν ὁμοῦ καὶ πρώιος ὕπνος, 3 ὅς μὲν ἐπιβρίσας, ὃς δέ με μὴ καλέσας· 4 ὧν ἐξ ἀμφοτέρων ὁ μὲν ἐρρέτω, ὃς δὲ παρείη 5 ἵλαος, ὡράων μέτρον ἐπιστάμενος. === epigram 482 === 1 Οὐτιδανοὶ μερόπων, εἰ καὶ μέγα ῥέξαμεν ἔργον, 2 οὔτινος εἰς μνήμην δηρὸν ἐπερχόμεθα· 3 οἱ δʼ ἀγαθοί, κἢν μηδέν, ἀναπνεύσωσι δὲ μοῦνον, 4 ὡς Λίβυς εἶπεν ἀνήρ, τοῦτʼ ἀδάμαντι μένει. 5 δήποτε γὰρ Ζήνωνα πολισσοῦχον βασιλῆα, 6 παίγνιον ἀφράστων ἐκτελέοντα κύβων, 7 τοίη ποικιλότευκτος ἕλεν θέσις, εὖτʼ ἀπὸ λευκοῦ, 8 τοῦ καὶ ὀπισθιδίην εἰς ὁδὸν ἐρχομένου, 9 ἑπτὰ μὲν ἕκτος ἔχεν, μίαν εἴνατος· αὐτὰρ ὁ σοῦμμος 10 δισσὰς ἀμφιέπων ἶσος ἔην δεκάτῳ· 11 ὅς τε πέλει μετὰ σοῦμμον ἔχεν δύο, μουνάδα δʼ ἄλλην 12 ψῆφον τὴν πυμάτην ἀμφιέπεσκε δίβος. 13 ἀλλὰ μέλας δισσὰς μὲν ἐν ὀγδοάτῳ λίπε χώρῳ 14 καὶ τόσσας ἑτέρας ἐς θέσιν ἑνδεκάτην 15 ἀμφὶ δυωδέκατον δὲ διέπρεπον εἴκελοι ἄλλαι, 16 καὶ τρισκαιδεκάτῳ ψῆφος ἔκειτο μία· 17 δίζυγες Ἀντίγονον διεκόσμεον ἀλλὰ καὶ αὐτῷ 18 ἶσος ἔμιμνε τύπος πεντεπικαιδεκάτῳ, 19 ὀκτωκαιδεκάτῳ πανομοίιος· εἰσέτι δʼ ἄλλας 20 εἶχεν διχθαδίας τέτρατος ἐκ πυμάτου. 21 αὐτάρ ἄναξ λευκοῖο λαχὼν σημήια πεσσοῦ, 22 καὶ τὴν ἐσσομένην οὐ νοέων παγίδα, 23 τριχθαδίας ἀδόκητα βαλὼν ψηφῖδας ἀπʼ ἠθμοῦ, 24 πύργου δουρατέου κλίμακι κευθομένῃ], 25 δοιὰ καὶ ἓξ καὶ πέντε κατήγαγεν αὐτίκα δʼ ὀκτὼ 26 ἄζυγας εἶχεν ὅλας πρόσθε μεριζομένας, 27 τάβλην φεύγετε πάντες, ἐπεὶ καὶ κοίρανος αὐτὸς 28 κείνης τὰς ἀλόγους οὐχ ὑπάλυξε τύχας. === epigram 483 === 1 ἐκ φονίων Περσῶν φόνιον φυτὸν ἤγαγε Περσεύς, 2 παιδὶ Θεογνώστου τοῦ θανάτου πρόφασιν. === epigram 484 === 1 ἀσκὸν τῶν ἀνέμων ἔλαβέν ποτε δῶρον Ὀδυσσεὺς 2 πόντον ἐπιπλείων χρῆμα γὰρ ἦν τι μέγα. 3 ἀλλʼ ἐμὸς Αἰόλος οὗτος ἔχων ἀνεμώλιον ἦτορ, 4 ὄρνεον ἐκπέμπει τῶν ἀνέμων γεμίσας. 5 πνεύματά μοι πτερόεντα, φίλος, ναὶ πνεύματα πέμπεις· 6 οὐ δύναμαι δὲ φαγεῖν θλιβομένους ἀνέμους. === epigram 485 === 1 τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν, 2 Νηρέος ἀθανάταν εἰναλίοιο κόραν, 3 τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν, 4 τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην 5 ἃ τὸν δουριμανῆ, τὸν δʼ Ἄρεα πτολέμων, 6 Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων 7 δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον 8 τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον, 9 περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν. 10 ἱλήκοις ἥρως ἄμμι Νεοπτόλεμε, 11 ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε· 12 δέχνυσο δʼ εὐμενέων τάνδε θυηπολίην, 13 πᾶν δʼ ἀπέρυκε δέος ἁμετέρας πόλιος. 14 τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν. === epigram 486 === 1 τὴν λαπάραν, τὴν αὐτὸς ἀποσφίγξας ἀποπέμπεις, 2 εὗρεν ὁ παῖς λύσας φῦσαν ὑπηνέμιον. === epigram 487 === 1 βρώματά μοι χοίρων συκιζομένων προέθηκας, 2 ξηρῶν, διψαλέων, Κυπρόθεν ἐρχομένων. 3 ἀλλʼ ἐμὲ συκωθέντα μαθὼν ἢ σφάξον ἑτοίμως, 4 ἢ σβέσον ἐκ δίψης νάματι τῷ Κυπρίῳ. === epigram 488 === 1 τέρπης εὐφόρμιγγα κρέκων σκιάδεσσιν ἀοιδὰν 2 κάτθανʼ † ενοστησας ἐν Λακεδαιμονίοις, 3 οὐκ ἄορι πληγείς, οὐδʼ ἐν βέλει, ἀλλʼ ἐνὶ σύκῳ 4 χείλεα. φεῦ· προφάσεων οὐκ ἀπορεῖ θάνατος. === epigram 489 === 1 γραμματικοῦ θυγάτηρ ἔτεκεν φιλότητι μιγεῖσα 2 παιδίον ἀρσενικόν, θηλυκόν, οὐδέτερον. === epigram 490 === 1 Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν 2 ῥηιδίως Μοίραις καὶ τἀδόκητα πέλει. === epigram 491 === 1 Μονόστιχον εἰς 2 τὴν ἑβδομάδα 3 Ζεύς, Ἄρης, Παφίη, Μήνη, Κρόνος, Ἥλιος, Ἑρμῆς. === epigram 492 === [εἰς σκεύη στρατιώτου] 1 κεῖτο δʼ ὁμοῦ σάκος, ἔγχος, ἄκων, θώρηξ, κόρυς, ἵππος. === epigram 493 === 1 ἀσπίς, τόξα, βέλεμνα, κόρυς, ξίφος, ἄλκιμον ἔγχος. === epigram 494 === 1 ἰός, τόξα, σάκος, κυνέη, δόρυ, φάσγανα, θώρηξ. === epigram 495 === 1 Ἑλλάδος ἐνναετῆρες, ἀμεμφέες ἡγεμονῆες, 2 μηκέτι πιστὰ φέροιτε δολοφρονέουσι γυναιξί. 3 θηλυτέρη μʼ ἐδάμασσε, τὸν οὐ κτάνε δήϊος Ἕκτωρ. === epigram 496 === 1 ὦ Στοϊκῶν μύθων εἰδήμονες, ὦ πανάριστα 2 δόγματα, ταῖς ἱεραῖς ἐνθέμενοι σελίσιν, 3 τὰν ἀρετὰν ψυχᾶς ἀγαθὸν μόνον ἅδε γὰρ ἀνδρῶν 4 μούνα καὶ βίοτον ῥύσατο καὶ πόλιας. 5 σαρκὸς δʼ ἁδυπάθημα, φίλον τέλος ἀνδράσιν ἄλλοις, 6 ἡ μία τῶν Μνήμης ᾔνεσε θυγατέρων· === epigram 497 === 1 ἔρωτα παύει λιμός· εἰ δὲ μή, χρόνος 2 ἐὰν δὲ μηδὲ ταῦτα τὴν φλόγα σβέσῃ, 3 θεραπεία σοι τὸ λοιπὸν ἠρτήσθω βρόχος. === epigram 498 === 1 μὴ θάπτειν τὸν ἄθαπτον, ἔα κυσὶ κύρμα γενέσθαι· 2 γῆ πάντων μήτηρ μητροφθόρον οὐ δέχετʼ ἄνδρα, === epigram 499 === 1 σιγαλέως φέρεται πολιὸς χρόνος· ἀλλὰ παρέρπων 2 καὶ φωνὰς κλέπτει φθεγγομένων μερόπων, 3 καὶ μὴ φαινόμενος τοὺς φαινομένους ἀφανίζει, 4 καὶ μὴ φαινομένους εἰς φανερὸν προφέρει. 5 ὦ ζωῆς ἀόριστος ἐν ἀνθρώποισι τελευτή, 6 ἦμαρ ἐπʼ ἦμαρ ἀεὶ πρὸς ζόφον ἐρχομένων. === epigram 500 === 1 μηκέτι κληρονόμους ὀνομάζετε φέγγος ὁρῶντας· 2 τοὺς δʼ ἀποθνῄσκοντας κληρονόμους λέγετε. 3 οἱ νῦν κληρονόμοι νέκυες μέγα κέρδος ἔχουσι, 4 τὴν ἀναχώρησιν τοῦ μογεροῦ βιότου. === epigram 501 === 1 τὴν πόλιν οἱ νέκυες πρότερον ζῶσαν κατέλειψαν·;, 2 ἡμεῖς δὲ ζῶντες τὴν πόλιν ἐκφέρομεν. === epigram 502 === 1 Κονδίτου μοι δεῖ. τὸ δὲ κονδῖτον πόθεν ἔσχεν 2 τοὔνομα; τῆς φωνῆς ἐστι γὰρ ἀλλότριον 3 τῆς τῶν Ἑλλήνων εἰ Ῥωμαϊκῶς δὲ καλεῖται, 4 αὐτὸς ἂν εἰδείης, Ῥωμαϊκώτατος ὤν. 5 σκεύασον οὖν μοι τοῦτο· τὸ γὰρ κατέχον με νόσημα 6 τοῦ στομάχου χρῄζει τοῦδε, λέγουσι, ποτοῦ. === epigram 503 === 1 οὐκ ἀλόγως ἐν διζύφοις δύναμίν τινα θείαν 2 εἶναι ἔφην. χθὲς γοῦν † δίζυφον ἐν χρονίῳ 3 ἠπιάλῳ κάμνοντι τεταρταίῳ περιῆψα, 4 καὶ γέγονεν ταχέως, οἷα κρότων, ὑγιής. === epigram 504 === [εἰς τὰς Μούσας] 1 Καλλιόπη σοφίην ἡρωίδος εὗρεν ἀοιδῆς· 2 Κλειὼ καλλιχόρου κιθάρης μελιηδέα μολπὴν 3 Εὐτέρπη τραγικοῖο χοροῦ πολυηχέα φωνὴν 4 Μελπομένη θνητοῖσι μελίφρονα βάρβιτον εὗρε· 5 Τερψιχόρη χαρίεσσα πόρεν τεχνήμονας αὐλούς· 6 ὕμνους ἀθανάτων Ἐρατὼ πολυτερπέας εὗρε· 7 τέρψιας ὀρχηθμοῖο Πολύμνια πάνσοφος εὗρεν 8 [ἁρμονίην πάσῃσι Πολύμνια δῶκεν ἀοιδαῖς·] 9 Οὐρανίη πόλον εὗρε καὶ οὐρανίων χορὸν ἄστρων 10 κωμικὸν εὗρε Θάλεια βίον καὶ ἤθεα κεδνά. === epigram 505 === [εἰς τὰς αὐτάς] 1 οὐκ ἴδε Τερψιχόρην ὁ ζωγράφος, ἀλλʼ ὑπὸ τέχνας 2 ψεύδεται ὀφθαλμοὺς δείκελον ἀτρεκίῃ. 3 εἴ ποτε τερψινόοιο, φίλος, φόρμιγγος ἀκούσῃς, 4 τὴν Ἐρατὼ θαύμαζε τόσης εἰδήμονα τέχνης. 5 Εὐτέρπη δονάκεσσι πολυτρήτοισι λιγαίνει, 6 πνεῦμα σοφῆς ὀχετηγὸν ἐπισπείρουσα μελίσσης. 7 κωμικὸν ἀμφιέπω Θάλεια μέλος, ἔργα δὲ φωτῶν 8 οὐχ ὁσίων θυμέλῃσι φιλοκροτάλοισιν ἀθύρω. 9 εἰκόνα σῆς σοφίης ποτιδέρκεο· Καλλιόπης γὰρ 10 εἰκόνα σῇ κραδίῃ λάμβανε τὴν σοφίην. 11 Δαφνοκόμοις Φοίβοιο παρὰ τριπόδεσσι πολεύω 12 Κλειώ, μαντοσύνης Μοῦσα καὶ ἱστορίης. 13 Οὐρανίη ψήφοιο θεορρήτῳ τινὶ μέτρῳ 14 ἀστρῴην ἐδίδαξα παλινδίνητον ἀνάγκην. 15 σκέπτεο χαλκεόφωνον ἐπισπέρχουσαν ἀοιδὴν 16 Μελπομένην, ἐρατῆς ἵστορα εὐεπίης. 17 σιγῶ, φθεγγομένη παλάμης θελξίφρονα παλμόν, 18 νεύματι φωνήεσσαν ἀπαγγέλλουσα σιωπήν. === epigram 506 === 1 ἐννέα τὰς Μούσας φασίν τινες· ὡς ὀλιγώρως· 2 ἠνίδε καὶ Σαπφὼ Λεσβόθεν ἡ δεκάτη. === epigram 507 === 1 Ἡσιόδου τὸ τʼ ἄεισμα καὶ ὁ τρόπος· οὐ τὸν ἀοιδῶν 2 ἔσχατον, ἀλλʼ ὀκνέω μὴ τὸ μελιχρότατον 3 τῶν ἐπέων ὁ Σολεὺς ἀπεμάξατο. χαίρετε, λεπταὶ 4 ῥήσιες, Ἀρήτου σύμβολον ἀγρυπνίης. === epigram 508 === 1 ὅταν θέλῃ τις ἡμέραν ἰδεῖν καλήν, 2 συντυγχάνων σοι γίνεται καλήμερος 3 τοὐναντίον δὲ καί τις εἰ θέλοι παθεῖν, 4 μὴ συντυχών σοι γίνεται κακήμερος. === epigram 509 === 1 Κωλιάδες δὲ γυναῖκες ἐρετμοῖσι φρύξουσιν. === epigram 510 === 1 γῆμε Κριτωνιανός με, Σόλων ἐτέκνωσεν ἐκλήθην 2 Μελτίνη· πλάσθην ἀνδρὸς ἐμοῦ παλάμαις. === epigram 511 === 1 Χιονέην τρίχα, Παιήων ἐκέλευέ με χρυσῷ 2 δαιδάλλειν ἀγανοφροσύνῃ, ἐτέλεσσα δὲ χαίρων, 3 οὕνεκεν ἐξ ἐμέθεν τόδε οἱ θυμῆρες ἔκρινεν. === epigram 512 === [εἰς βίβλον] 1 εὐμενέως Πρώτοιο δεδεγμένος ὄργια βίβλου 2 φιλοπόνου γραφίδεσσι δεδειγμένα βένθεα μύθων, 3 κοιράνου Αὐσονίοισι διδάσκαλε, ἵλαος εἴης. === epigram 513 === 1 δράμασιν ἐν πολλοῖσι διέπρεπες, ὅσσα Μένανδρος 2 ἔγραφεν, ἢ Μουσέων σὺν μιῇ ἢ Χαρίτων. === epigram 514 === 1 ἐς γάμον εὖ ξέσσεν με νεοζεύκτοιο Προκίλλης 2 τὸν νυμφῶν θαλάμοις αἰὲν ἀειδόμενον, 3 εὐξάμενος τάδε Μῆνις ὁ κωμικός· “Ὑμέναιε, 4 ἔρχεο καὶ νύμφῃ καὶ γαμέοντι φίλος.ʼ” === epigram 515 === 1 τρεῖς εἰσ’ αἱ Χάριτες· σὺ δὲ δὴ μία ταῖς τρισὶ ταύταις 2 γεννήθης, ἵνʼ ἔχωσ’ αἱ Χάριτες Χάριτα. === epigram 516 === 1 ἔρδοι τὴν ἔμαθέν τις, ὅπου καὶ ὑπʼ Ἄλπιας ἄκρας 2 ληισταὶ λασίαις ἀμφίκομοι κεφαλαῖς, 3 φωρῆς ἁπτόμενοι, φύλακας κύνας ὧδʼ ἀλέονται 4 χρίονται νεφροῖς πῖαρ ἔπεστιν ὅσον, 5 ψευδόμενοι ῥινῶν ὀξὺν στίβον. ὦ κακὸν εὑρεῖν 6 ῥηΐτεραι Λιγύων μήτιες ἢ ἀγαθόν. === epigram 517 === 1 Ὀρφεὺς θῆρας ἔπειθε, σὺ δʼ Ὀρφέα· Φοῖβος ἐνίκα 2 τὸν Φρύγα, σοὶ δʼ εἴκει μελπομένῳ, Γλάφυρε, 3 οὔνομα καὶ τέχνης καὶ σώματος. οὔ κεν Ἀθήνη 4 ἔρριψεν λωτοὺς τοῖα μελιζομένη, 5 οἷα σὺ ποικιλοτερπές· ἀφυπνώσαι κεν ἀκούων 6 αὐτὸς Πασιθέης Ὕπνος ἐν ἀγκαλίσιν. === epigram 518 === 1 Μακύνου τείχη, Ζεῦ Ὀλύμπιε· πάντα Φιλίππῳ 2 ἀμβατά· χαλκείας κλεῖε πύλας μακάρων. 3 χθὼν μὲν δὴ καὶ πόντος ὑπὸ σκήπτροισι Φιλίππου 4 δέδμηται· λοιπὰ δʼ ἁ πρὸς Ὄλυμπον ὁδός. === epigram 519 === 1 πίομαι, ὦ Ληναῖε, πολὺ πλέον ἢ πίε Κύκλωψ 2 νηδὺν ἀνδρομέων πλησάμενος κρεάων 3 πίομαι, ὡς ὄφελόν γε καὶ ἔγκαρον ἐχθροῦ ἀράξας 4 βρέγμα Φιλιππείης ἐξέπιον κεφαλῆς· 5 ὅσπερ ἑταιρείοιο παρὰ κρητῆρι φόνοιο 6 γεύσατʼ, ἐν ἀκρήτῳ φάρμακα χευάμενος. === epigram 520 === 1 Ἀλκαίου τάφος οὗτος, ὃν ἔκτανεν ἡ πλατύφυλλος 2 τιμωρὸς μοιχῶν γῆς θυγάτηρ ῥάφανος. === epigram 521 === [εἰς Σαπφῶ παρὰ τῶν Μουσῶν] 1 οὐκ ἄρα σοί γε ὄλιζον ἐπὶ κλέος ὤπασε Μοῖρα 2 ἤματι, τῷ πρώτῳ φῶς ἴδες ἀελίου, 3 Σαπφοῖ· σοὶ γὰρ ῥῆσιν ἐνεύσαμεν ἄφθιτον εἶμεν, 4 σὺν δὲ πατὴρ πάντων νεῦσεν ἐρισφάραγος· 5 μέλψῃ δʼ ἐν πάντεσσιν ἀοίδιμος ἁμερίοισιν, 6 οὐδὲ κλυτᾶς φάμας ἔσσεαι ἠπεδανά. === epigram 522 === 1 Ἰλιάς, ὦ μέγα ἔργον, 2 Ὀδυσσείης τε τὸ σῶφρον 3 γράμμα, τὸ καὶ Τροίῃ θῆκεν ἴσην Ἰθάκην, 4 τόν με γέροντʼ αὔξοιτʼ ἐς ἀεὶ νέον ἡ γὰρ Ὁμήρου 5 σειρὴν ὑμετέρων ῥεῖται ἀπὸ στομάτων. === epigram 523 === 1 Καλλιόπη πολύμυθε μελισσοβότου Ἑλικῶνος, 2 τίκτε μοι ἄλλον Ὅμηρον, ἐπεὶ μόλεν ἄλλος Ἀχιλλεύς. === epigram 524 === [ὕμνος εἰς Διόνυσον] 1 μέλπωμεν βασιλῆα φιλεύιον,, εἰραφιώτην, 2 ἁβροκόμην, ἀγροῖκον, ἀοίδιμον, ἀγλαόμορφον, 3 Βοιωτόν, βρόμιον, βακχεύτορα, βοτρυοχαίτην, 4 γηθόσυνον, γονόεντα, γιγαντολέτην, γελόωντα, 5 Διογενῆ, δίγονον, διθυραμβογενῆ, Διόνυσον, 6 εὔιον, εὐχαίτην, εὐάμπελον, ἐγρεσίκωμον, 7 ζηλαῖον, ζάχολον, ζηλήμονα, ζηλοδοτῆρα, 8 ἤπιον, ἡδυπότην, ἡδύθροον, ἠπεροπῆα, 9 θυρσοφόρον, Θρήικα, θιασώτην, θυμολέοντα, 10 Ἰνδολέτην, ἱμερτόν, ἰοπλόκον, ἰραφιώτην, 11 κωμαστήν, κεραόν, κισσοστέφανον, κελαδεινόν, 12 Λυδόν, ληναῖον, λαθικηδέα, λυσιμέριμνον, 13 μύστην, μαινόλιον, μεθυδώτην, μυριόμορφον, 14 νυκτέλιον, νόμιον, νεβρώδεα, νεβριδόπεπλον, 15 ξυστοβόλον, ξυνόν, ξενοδώτην, ξανθοκάρηνον, 16 ὀργίλον, ὀβριμόθυμον, ὀρέσκιον, οὐρεσιφοίτην, 17 πουλυπότην, πλαγκτῆρα, πολυστέφανον, πολύκωμον, 18 ῥηξίνοον, ῥαδινόν, ῥικνώδεα, ῥηνοφορῆα, 19 σκιρτητόν, Σάτυρον, Σεμεληγενέτην, Σεμελῆα, 20 τερπνόν, ταυρωπόν, Τυρρηνολέτην, ταχύμηνιν, 21 ὑπνοφόβην, ὑγρόν, ὑμενήιον, ὑλήεντα, 22 φηρομανῆ, φρικτόν, φιλομειδέα, φοιταλιώτην, 23 χρυσόκερων, χαρίεντα, χαλίφρονα, χρυσεομίτρην, 24 ψυχοπλανῆ, ψεύστην, ψοφομηδέα, ψυχοδαϊκτήν, 25 ὥριον, ὠμηστήν, ὠρείτροφον, ὠρεσίδουπον. 26 μέλπωμεν βασιλῆα φιλεύιον, εἰραφιώτην, === epigram 525 === [ὕμνος εἰς Ἀπόλλωνα] 1 ὑμνέωμεν Παιᾶνα μέγαν θεὸν Ἀπόλλωνα, 2 ἄμβροτον, ἀγλαόμορφον, ἀκερσεκόμην, ἁβροχαίτην, 3 βριθύνοον, βασιλῆα, βελεσσιχαρῆ, βιοδώτην, 4 γηθόσυνον, γελόωντα, γιγαντολέτην, γλυκύθυμον, 5 Διογενῆ, Διόπαιδα, δρακοντολέτην, δαφνογηθῆ, 6 εὔλαλον, εὐρυβίην, ἑκατηβόλον, ἐλπιδοδώτην, 7 ζῳογόνον, ζάθεον, Ζηνόφρονα, ζηλοδοτῆρα, 8 ἤπιον, ἡδυεπῆ, ἡδύφρονα, ἠπιόχειρα, 9 θηροφόνον θαλερόν, θελξίφρονα, θελγεσίμυθον, 10 ἰαφέτην, ἱμερτόν, ἰήιον, ἱπποκορυστήν, 11 κοσμοπλόκον, Κλάριον, κρατερόφρονα, καρπογένεθλον, 12 Λητογενῆ, λαρόν, λυρογηθέα, λαμπετόωντα, 13 μυστιπόλον, μάντιν, μεγαλήτορα, μυριόμορφον, 14 νευροχαρῆ, νοερόν, νηπενθέα, νηφαλιῆα, 15 ξυνοχαρῆ, ξυνόν, ξυνόφρονα, ξυνοδοτῆρα, 16 ὄλβιον, ὀλβιοεργόν, Ὀλύμπιον, οὐρεσιφοίτην, 17 πρηΰν, πανδερκῆ, παναπήμονα, πλουτοδοτῆρα, 18 ῥυσίπονον, ῥυσίπονον, ῥηξήνορα, ῥηξικέλευθον, 19 σιγαλόεντα, σοφόν, σελαηγενέτην, σωτῆρα, 20 τερψίχορον, Τιτᾶνα, τελέστορα, τιμήεντα, 21 ὑμναγόρην, ὕπατον, ὑψαύχενα, ὑψήεντα, 22 Φοῖβον, φοιβάζοντα, φιλοστέφανον, φρενογηθῆ, 23 χρησμαγόρην, χρύσεον, χρυσόχροα, χρυσοβέλεμνον, 24 ψαλμοχαρῆ, ψάλτην, ψευσίστυγα, ψυχοδοτῆρα, 25 ὠκύπον, ὠκυεπῆ, ὠκύσκοπον, ὡρεσιδώτην. 26 ὑμνέωμεν Παιᾶνα μέγαν θεὸν Ἀπόλλωνα. === epigram 526 === 1 Κλεῖε, θεός, μεγάλοιο πύλας ἀκμῆτας Ὀλύμπου· 2 φρούρει, Ζεῦ, ζαθέαν αἰθέρος ἀκρόπολιν. 3 ἤδη γὰρ καὶ πόντος ὑπέζευκται δορὶ Ῥώμης, 4 καὶ χθών· οὐρανίη δʼ οἶμος ἔτʼ ἔστʼ ἄβατος. === epigram 527 === 1 τλῆθι λέων ἄτλητα παθὼν τετληότι θυμῷ 2 οὐδεὶς ἀνθρώπων ἀδικῶν τίσιν οὐκ ἀποτίσει, === epigram 528 === [εἰς τὸν οἶκον Μαρίνης] 1 Χριστιανοὶ γεγαῶτες Ὀλύμπια δώματʼ ἔχοντες 2 ἐνθάδε ναιετάουσιν ἀπήμονες· οὐδὲ γὰρ αὐτοὺς 3 χώνη φόλλιν ἄγουσα φερέσβιον ἐν πυρὶ θήσει. === epigram 529 === 1 ἐς κλινάριον πόρνης ἀπὸ δάφνης 2 λέκτρον ἑνὸς φεύγουσα λέκτρον πολλοῖσιν ἐτύχθην. === epigram 530 === [εἰς ἄρχοντα ἀνάξιον] 1 οὐκ ἐθέλουσα Τύχη σε προήγαγεν, ἀλλʼ ἵνα δείξῃ, 2 ὡς ὅτι καὶ μέχρι σοῦ πάντα ποιεῖν δύναται, === epigram 531 === [εἰς Ἰσαύρους] 1 αὔραις ἶσα θέουσιν, ὅθεν λάχον οὔνομα τοῦτο. === epigram 532 === [εἰς κολόκυνθον] 1 εἰπέ μοι, ὦ κολόκυνθε, τίνος χάριν εἰσέτι καὶ νῦν 2 οὐ σικύων ἐφάνη διερὸν γένος, οὐ κολοκύνθων. 3 ὁ κολόκυνθος πρὸς ταῦτα 4 Ζηνὸς ἐπομβρήσαντος ἐπεκλύσθησαν ἄρουραι, 5 ἡμετέρην δʼ ἀέκουσαν ἔτι κρύπτουσι γενέθλην. === epigram 533 === [εἰς τὸν ἀπὸ κοντοῦ κατερχόμενον θηριομάχην] 1 κοντὸν ἀνὴρ κατέπηξε, δέμας δʼ εἰς ἀέρα ῥίψας 2 ἰδνώθη προκάρηνος, ἀνεγρομένοιο δʼ ὕπερθεν 3 θηρὸς ὑπερκατέβαινεν ἐϋστρέπτοισι πόδεσσιν 4 οὐδὲ λάβεν λαοὶ δὲ μέγʼ ἴαχον ἔκφυγε δʼ ἀνήρ. === epigram 534 === [εἰς Ἄρτεμιν] 1 Ἄρτεμις ἱδρώουσα προάγγελός ἐστι κυδοιμοῦ. === epigram 535 === 1 κισσῷ μὲν Διόνυσος ἀγάλλεται, αἰγίδι δὲ Ζεύς, 2 οἱ ναέται ξείνοις, ἡ δὲ πόλις ναέταις. === epigram 536 === [εἰς Ἀλφειὸν ποταμόν] 1 ἄβροχον ἐν πελάγεσσι διʼ ὕδατος ἔπλεεν ὕδωρ. === epigram 537 === 1 τίπτε με θρυλήσαντες ἐμὴν ἀπεπαύσατʼ ἀοιδήν; 2 ἱππεὺς ἱππεύειν ἐδάη, καὶ ἀοιδὸς ἀείδειν 3 ἢν δέ τις ἱππεύειν δεδαὼς ἐθέλῃσιν ἀείδειν, 4 ἀμφοτέρων ἥμαρτε, καὶ ἱπποσύνης καὶ ἀοιδῆς· === epigram 538 === 1 ἔχει τὰ κδ γράμματα 2 Ἁβροχίτων δʼ ὁ φύλαξ θηροζυγοκαμψιμέτωπος· === epigram 539 === [ὅμοιον] 1 ἁβρὸς δʼ ἐν προχοαῖς Κύκλωψ φθογγάζετο μύρμηξ. === epigram 540 === 1 μὴ ταχὺς Ἡρακλείτου ἐπʼ ὀμφαλὸν εἴλεε βίβλον 2 τοὐφεσίου· μάλα τοι δύσβατος ἀτραπιτός. 3 ὄρφνη καὶ σκότος ἐστὶν ἀλάμπετον ἢν δέ σε μύστης 4 εἰσαγάγῃ, φανεροῦ λαμπρότερʼ ἠελίου. === epigram 541 === 1 Θειογένης Πείσωνι τὰ τεχνήεντα κύπελλα 2 πέμπει· χωροῦμεν δʼ οὐρανὸν ἀμφότερα· 3 δοιὰ γὰρ ἐκ σφαίρης τετμήμεθα, καὶ τὸ μὲν ἡμῶν 4 τοὺς νοτίους, τὸ δʼ ἔχει τείρεα τἀν Βορέῃ. 5 ἀλλὰ σὺ μηκέτʼ Ἄρητον ἐπίβλεπε· δισσὰ γὰρ ἀμφοῖν 6 μέτρα πιὼν ἀθρεῖς πάντα τὰ φαινόμενα. === epigram 542 === 1 θάρσει καὶ τέτταρσι διαπλασθέντα προσώποις 2 μῦθον καὶ τούτων γράψαι ἔτι πλέοσιν 3 οὔτε σὲ γὰρ λείψουσι, Φιλωνίδη, οὔτε Βάθυλλον, 4 τὸν μὲν ἀοιδάων, τὸν δὲ χερῶν χάριτες. === epigram 543 === 1 Θεσσαλίης εὔιππος ὁ ταυρελάτης χορὸς ἀνδρῶν, 2 χερσὶν ἀτευχήτοις θηρσὶν ὁπλιζόμενος, 3 κεντροτυπεῖς πώλους ζεῦξε σκιρτήματι ταύρων, 4 ἀμφιβαλεῖν σπεύδων πλέγμα μετωπίδιον· 5 ἀκρότατον δʼ ἐς γῆν κλίνας ἅμα κεὔροπον ἅμμα 6 θηρὸς τὴν τόσσην ἐξεκύλισε βίην. === epigram 544 === 1 Ἰνδὴν βήρυλλόν με Τρύφων ἀνέπεισε Γαλήνην 2 εἶναι, καὶ μαλακαῖς χερσὶν ἀνῆκε κόμας· 3 ἠνίδε καὶ χείλη νοτερὴν λειοῦντα ˘ θάλασσαν, 4 καὶ μαστούς, τοῖσιν θέλγω ἀνηνεμίην. 5 ἢν δέ μοι ἡ φθονερὴ νεύσῃ λίθος, ὡς ἐν ἑτοίμῳ 6 ὥρμημαι, γνώσῃ καὶ τάχα νηχομένην. === epigram 545 === 1 Καλλιμάχου τὸ τορευτὸν ἔπος τόδε· δὴ γὰρ ἐπʼ αὐτῷ 2 ὡνὴρ τοὺς Μουσέων πάντας ἔσεισε κάλους. 3 ἀείδει δʼ Ἑκάλης τε φιλοξείνοιο καλιὴν 4 καὶ Θησεῖ Μαραθὼν οὓς ἐπέθηκε πόνους, 5 τοῦ σοὶ καὶ νεαρὸν χειρῶν σθένος εἴη ἀρέσθαι, 6 Μάρκελλε, κλεινοῦ τʼ αἶνον ἴσον βιότου. === epigram 546 === 1 κἠν πρύμνῃ λαχέτω μέ ποτε στιβάς, αἳ θʼ ὑπὲρ αὐτῆς 2 ἠχεῦσαι ψακάδων τύμματι διφθερίδες, 3 καὶ πῦρ ἐκ μυλάκων βεβιημένον, ἥ τʼ ἐπὶ τούτων 4 χύτρη, καὶ κενεὸς πομφολύγων θόρυβος, 5 καί κε ῥυπῶντʼ ἐσίδοιμι διήκονον ἡ δὲ τράπεζα 6 ἔστω μοι στρωτὴ νηὸς ὕπερθε σανίς· 7 δὸς λάβε, καὶ ψιθύρισμα τὸ ναυτικόν· εἶχε τύχη τις 8 πρῴην τοιαύτη τὸν φιλόκοινον ἐμέ. === epigram 547 === 1 τὰ εἴκοσι τέσσαρα στοιχεῖα 2 τρηχὺν δʼ ὑπερβὰς φραγμὸν ἐξήνθιζε κλώψ. === epigram 548 === 1 κοῦρον; ἀποπλανίην ἐπιμάζιον Ἑρμώνακτα, 2 φεῦ, βρέφος ὡς ἀδίκως εἵλετε βουγενέες. 3 ἠγνοίησεν ὁ δειλὸς ἐς ὑμέας οἷα μελίσσας 4 ἐλθών· αἱ δʼ ἔχεων ἦτε χερειότεραι·, 5 ἀντὶ δέ οἱ θοίνης ἐνεμάξατε φοίνια κέντρα, 6 ὦ πικραί, γλυκερῆς ἀντίπαλοι χάριτος. === epigram 549 === 1 α. κρηναῖαι λιβάδες, τί πεφεύγατε; ποῦ τόσον ὕδωρ; 2 τίς φλὸξ ἀενάους ἔσβεσεν ἠελίου; 3 β. δάκρυσιν Ἀγρικόλαο τετρύμεθα· πᾶν δʼ ὅσον ἡμῖν 4 ἦν ποτὸν ἡ κείνου διψὰς ἔχει σποδιή. === epigram 550 === 1 κλεινὴν οὐκ ἀπόφημι· σὲ γὰρ προπάροιθεν ἔθηκαν 2 κλῄζεσθαι πτηνοί, Τῆνε, Βορηιάδαι. 3 ἀλλὰ καὶ Ὀρτυγίην εἶχε κλέος, οὔνομα δʼ αὐτῆς 4 ἤρχετο Ῥιπαίων ἄχρις Ὑπερβορέων. 5 νῦν δὲ σὺ μὲν ζώεις, ἡ δʼ οὐκέτι· τίς κεν ἐώλπει 6 ὄψεσθαι Τήνου Δῆλον ἐρημοτέρην; === epigram 551 === 1 Καλχαδὼν δύστηνον ἐρωδιὸν ἐχθρὰ κολάζει· 2 τεῦ χάριν ὁ προδότης ὄρνις ἀεὶ λέγεται, 3 † Φοῖβοσἐρεῖ· τεναγῖτιν ὅτʼ εἰς ἅλα κῶλον ἐλαφρὸν 4 στήσας, ψαμμίτην δόρπον [ ἐθημολόγει, 5 δυσμενέες τότʼ ἔβησαν ἐπὶ πτόλιν ἀντιπέρηθεν, 6 ὀψὲ διδασκόμενοι πεζοβατεῖν πέλαγος. 7 βάλλετε δὴ κακὸν ὄρνιν, ἐπεὶ βαρὺν ἤρατο μισθὸν 8 ἐκ δηίων, κόχλους καὶ βρύον, ὁ προδότης. === epigram 552 === 1 καὶ Μακεδὼν ὁ σίδηρος ἐν ἄορι, καὶ τὰ πρὸς ἀλκὴν 2 τῆς ἀπʼ Ἀλεξάνδρου χειρὸς ἐπιστάμενος, 3 Πείσων, σὴν ποθέων ἱκόμην χέρα· τοῦτο δὲ φωνῶ· 4 χαίρων δεξιτερὴν εὗρον ὀφειλομένην. === epigram 553 === 1 Λευκάδος ἀντί με Καῖσαρ, ἰδʼ Ἀμβρακίης ἐριβώλου, 2 Θυρρείου τε πέλειν, ἀντὶ τʼ Ἀνακτορίου, 3 Ἄργεος Ἀμφιλόχου τε, καὶ ὁππόσα ῥαίσατο κύκλῳ 4 ἄστεʼ ἐπιθρώσκων δουρομανὴς πόλεμος, 5 εἵσατο Νικόπολιν, θείην πόλιν ἀντὶ δὲ νίκης 6 Φοῖβος ἄναξ ταύτην δέχνυται Ἀκτιάδος. === epigram 554 === 1 Λάθριος Ἡράκλεια καλῶν ὑπὸ χείλεσιν ἕλκεις 2 κεῖνο· πάλαι κατὰ σοῦ τοῦτʼ ἐβόησε πόλις. 3 πῶς ἔτλης αἶσχος ῥέξαι κακόν; ἦ σε βιαίως 4 εἵλκυσέ τις θαλερῶν δραξάμενος πλοκάμων; 5 ἤ σοι τοὔνομα τερπνὸν ἀφʼ Ἡρακλῆος ἐχούσῃ, 6 μάχλε, φιλεῖν ἥβην κέκριται ἠιθέων; === epigram 555 === 1 νῆσον τήν, εἰ καί με περιγράψαντες † ἔχουσιν 2 μετρῆσαι, βαιήν, ἑπτὰ μόνον σταδίους, 3 ἔμπης καὶ τίκτουσαν ἐπʼ αὔλακα πῖαρ ἀρότρου 4 ὄψει, καὶ παντὸς κάρπιμον ἀκροδρύου, 5 καὶ πολλοῖς εὔαγρον ὑπʼ ἰχθύσι, καὶ ὑπὸ μαίρῃ 6 εὐάνεμον, λιμένων τʼ ἤπιον ἀτρεμίῃ, 7 ἀγχόθι Κορκύρης Φαιηκίδος. ἀλλὰ γελᾶσθαι 8 † τῷ ἔπʼ ἐωρίσθην, τοῦτʼ ἐθέμην ὄνομα. === epigram 556 === 1 νύμφαι ἐποχθίδιαι, Νηρηίδες, εἴδετε Δάφνιν 2 χθιζόν, ἐπαχνιδίαν ὡς ἀπέλουσε κόνιν, 3 ὑμετέραις λιβάδεσσιν ὅτʼ ἔνθορε σειριόκαυτος, 4 ἠρέμα φοινιχθεὶς μᾶλα παρηίδια. 5 εἴπατέ μοι, καλὸς ἦν; ἢ ἐγὼ τράγος οὐκ ἄρα κνάμαν 6 μοῦνον ἐγυιώθην, ἀλλʼ ἔτι καὶ κραδίαν; === epigram 557 === 1 ὁ σταδιεὺς Ἀρίης ὁ Μενεκλέος οὐ κατελέγχει 2 Περσέα, σὸν κτίστην, Ταρσὲ Κίλισσα πόλι. 3 τοῖοι γὰρ παιδὸς πτηνοὶ πόδες· οὐδʼ ἂν ἐκείνῳ 4 οὐδʼ αὐτὸς Περσεὺς νῶτον ἔδειξε θέων. 5 ἢ γὰρ ἐφʼ ὑσπλήγων ἢ τέρματος εἶδέ τις ἄκρου 6 ἠΐθεον, μέσσῳ δʼ οὒ ποτʼ ἐνὶ σταδίῳ. === epigram 558 === 1 ὁ τράγος ὁ Κλήσωνος ὅλαν διὰ πάννυχον ὄρφναν 2 αἶγας ἀκοιμάτους θῆκε φριμασσόμενος 3 ὀδμὰ γάρ μιν ἔτυψε λύκου χιμαροσφακτῆρος 4 τηλόθι, πετραίαν αὖλιν ἀνερχομένου· 5 μέσφα κύνες κοίτας ἀνεγέρμονες ἐπτοίασαν 6 θῆρα μέγαν τραγίνους δʼ ὕπνος ἔμυσε κόρας. === epigram 559 === 1 πλοῦς μοι ἐπʼ Ἰταλίην ἐντύνεται· ἐς γὰρ ἑταίρους 2 στέλλομαι, ὧν ἤδη δηρὸν ἄπειμι χρόνον. 3 διφέω δʼ ἡγητῆρα περίπλοον , ὅς μʼ ἐπὶ νήσους 4 Κυκλάδας, ἀρχαίην τʼ ἄξει ἐπὶ Σχερίην. 5 σὺν τί μοι ἀλλὰ Μένιππε λάβευ φίλος, ἵστορα κύκλον 6 γράψας, ὦ πάσης ἴδρι γεωγραφίης. === epigram 560 === 1 Ῥιγηλὴ πασῶν ἔνοσι χθονός, εἴτε σε πόντου, 2 εἴτʼ ἀνέμων αἴρει ῥεῦμα τινασσόμενον, 3 οἰκία μοι ῥύευ νεοτευχέα· δεῖμα γὰρ οὔπω 4 ἄλλο τόσον γαίης οἶδʼ ἐλελιζομένης. === epigram 561 === 1 τίς σε πάγος δυσέρημος, ἀνήλιος, ἐξέθρεψεν 2 Βορραίου Σκυθίης, ἄμπελον ἀγριάδα; 3 ἢ Κελτῶν νιφοβλῆτες ἀεὶ κρυμώδεες Ἄλπεις, 4 τῆς τε σιδηροτόκου βῶλος Ἰβηριάδος; 5 ἣ τοὺς ὀμφακόραγας ἐγείναο, τοὺς ἀπεπάντους 6 βότρυας, οἳ στυφελὴν ἐξέχεον σταγόνα. 7 δίζημαι, Λυκόεργε, τεὰς χέρας, ὡς ἀπὸ ῥίζης 8 κλήματος ὠμοτόκου βλαστὸν ὅλον θερίσῃς. === epigram 562 === 1 Ψιττακὸς ὁ βροτόγηρυς, ἀφεὶς λυγοτευχέα κύρτον, 2 ἤλυθεν ἐς δρυμοὺς ἀνθοφυεῖ πτέρυγι. 3 αἰεὶ δʼ ἐκμελετῶν ἀσπάσμασι Καίσαρα κλεινόν, 4 οὐδʼ ἀνʼ ὄρη λήθην ἤγαγεν οὐνόματος· 5 † ἔδραμε δʼ ὠκυδίδακτος ἅπας οἰωνός, βρίζων 6 τίς φθῆναι δύναται δαίμονι χαῖρʼ ἐνέπειν. 7 Ὀρφεὺς θῆρας ἔπεισεν ἐν οὔρεσι· καὶ δὲ σέ, Καῖσαρ, 8 νῦν ἀκέλευστος ἅπας ὄρνις ἀνακρέκεται. === epigram 563 === 1 τὸν φιλοπωριστὴν Δημόκριτον ἤν που ἐφεύρῃς, 2 ὤνθρωπʼ, ἄγγειλον τοῦτο τὸ κοῦφον ἔπος, 3 ὡς ἡ λευκοόπωρος ἐγὼ καὶ ἐφώριος ἤδη 4 κείνῳ συκοφορῶ τὰς ἀπύρους ἀκόλους· 5 σπευσάτω, οὐκ ὀχυρὴν γὰρ ἔχω στάσιν, εἴπερ ὀπώρην 6 ἀβλήτου χρῄζει δρέψαι ἀπʼ ἀκρεμόνος. === epigram 564 === 1 Αἰόλον ἱμεροθαλὲς ἔαρ φαίνουσα, μέλισσα 2 ξουθά, ἐφʼ ὡραίοις ἄνθεσι μαινομένα, 3 χῶρον ἐφʼ ἡδύπνοον πωτωμένα, ἔργα τίθευ σύ, 4 ὄφρα τεὸς πλήθῃ κηροπαγὴς θάλαμος. === epigram 565 === 1 ἦλθε Θεαίτητος καθαρὴν ὁδὸν εἰ δʼ ἐπὶ κισσὸν 2 τὸν τεὸν οὐχ αὕτη, Βάκχε, κέλευθος ἄγει, 3 ἄλλων μὲν κήρυκες ἐπὶ βραχὺν οὔνομα καιρὸν 4 φθέγξονται, κείνου δʼ Ἑλλὰς ἀεὶ σοφίαν. === epigram 566 === 1 μικρή τις, Διόνυσε, καλὰ πρήσσοντι ποιητῇ 2 ῥῆσις ὁ μὲν νικῶ φησὶ τὸ μακρότατον 3 ᾧ δὲ σὺ μὴ πνεύσῃς ἐνδέξιος, ἤν τις ἔρηται, 4 πῶς ἔβαλες; φησί, σκληρὰ τὰ γιγνόμενα. 5 τῷ μερμηρίξαντι τὰ μἤνδικα τοῦτο γένοιτο 6 τοὖπος· ἐμοὶ δʼ, ὦναξ, ἡ βραχυσυλλαβίη. === epigram 567 === 1 ἡ καὶ ἔτʼ ἐκ βρέφεος κοιμωμένη Ἀντιοδημὶς 2 πορφυρέων, Παφίης νοσσίς, ἐπὶ κροκύδων, 3 ἡ τακεραῖς λεύσσουσα κόραις μαλακώτερον ὕπνου, 4 Λύσιδος ἀλκυονίς, τερπνὸν ἄθυρμα Μέθης, 5 ὑδατίνους φορέουσα βραχίονας, ἣ μόνη ὀστοῦν 6 οὐ λάχεν ʽἦν γὰρ ὅλη τοὐν ταλάροισι γάλἀ, 7 Ἰταλίην ἤμειψεν, ἵνα πτολέμοιο καὶ αἰχμῆς 8 ἀμπαύσῃ Ῥώμην μαλθακίνῃ χάριτι. === epigram 568 === 1 αὖλιν Ἀρισταγόρεω καὶ κτήματα μυρίος ἀρθείς, 2 Νεῖλε, μετʼ εἰκαίης ἐξεφόρησας ὁδοῦ. 3 αὐτὸς δʼ οἰκείης ὁ γέρων ἐπενήξατο βώλου 4 ναυηγός, πάσης ἐλπίδος ὀλλυμένης, 5 γείτονος ἡμίθραυστον ἐπʼ αὔλιον, “ὦ πολύς, εἴπας, 6 μόχθος ἐμός, πολιῆς τʼ ἔργα περισσὰ χερός, 7 ὕδωρ πᾶν ἐγένεσθε· τὸ δὲ γλυκὺ τοῦτο γεωργοῖς 8 κῦμʼ ἐπʼ Ἀρισταγόρην ἔδραμε πικρότατον.” === epigram 569 === 1 ἤδη γάρ ποτʼ ἐγὼ γενόμην κοῦρός τε κόρη τε, 2 θάμνος τʼ, οἰωνός τε καὶ ἐξ ἁλὸς ἔμπυρος ἰχθῦς. 3 ὦ φίλοι, οἳ μέγα ἄστυ κατὰ ξανθοῦ Ἀκράγαντος 4 ναίετʼ ἀνʼ ἄκρα πόλιος, ἀγαθῶν μελεδήμονες ἔργων, χαίρετʼ· 5 ἐγὼ δʼ ὔμμιν θεὸς ἄμβροτος, οὐκέτι θνητός, 6 πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικεν, 7 ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις, === epigram 570 === 1 Ξανθώ, κηρόπλαστε, μυρόχροε, μουσοπρόσωπε, 2 εὔλαλε, διπτερύγων καλὸν ἄγαλμα Πόθων, 3 ψῆλόν μοι χερσὶ δροσιναῖς μύρον· “ἐν μονοκλίνῳ 4 δεῖ με λιθοδμήτῳ δή ποτε πετριδίῳ 5 εὕδειν ἀθανάτως πουλὺν χρόνον” ᾆδε πάλιν μοι, 6 Ξανθάριον, ναί, ναί, τὸ γλυκὺ τοῦτο μέλος. 7 [οὐκ ἀίεις, ὤνθρωφʼ, ὁ τοκογλύφος; ἐν μονοκλίνῳ 8 δεῖ σὲ βιοῦν αἰεί, δύσμορε, πετριδίῳ.] ˘ === epigram 571 === [εἰς τοὺς ἐννέα λυρικούς] 1 ἔκλαγεν ἐκ Θηβῶν μέγα Πίνδαρος· ἔπνεε τερπνὰ 2 ἡδυμελεῖ φθόγγῳ μοῦσα Σιμωνίδεω· 3 λάμπει Στησίχορός τε καὶ Ἴβυκος· ἦν γλυκὺς Ἀλκμὰν 4 λαρὰ δʼ ἀπὸ στομάτων φθέγξατο Βακχυλίδης· 5 πειθὼ Ἀνακρείοντι συνέσπετο· ποικίλα δʼ αὐδᾷ 6 Ἀλκαῖος † κύκνω Λέσβιος Αἰολίδι. 7 ἀνδρῶν δʼ οὐκ ἐνάτη Σαπφὼ πέλεν, ἀλλʼ ἐρατειναῖς 8 ἐν Μούσαις δεκάτη Μοῦσα καταγράφεται. === epigram 572 === 1 “ Μουσάων Ἑλικωνιάδων ἀρχώμεθʼ ἀείδειν 2 ” ἔγραφε ποιμαίνων, ὡς λόγος, Ἡσίοδος. 3 μῆνιν ἄειδε, θεά, καὶ “ἄνδρα μοι ἔννεπε, Μοῦσα 4 εἶπεν” Ὁμηρείῳ Καλλιόπη στόματι· 5 κἀμὲ δὲ δεῖ γράψαι τι προοίμιον. ἀλλά τί γράψω, 6 δεύτερον ἐκδιδόναι βιβλίον ἀρχόμενος; 7 “ Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διός, οὐκ ἂν ἐσώθην, 8 εἰ μή μοι Καῖσαρ χαλκὸν ἔδωκε Νέρων.” === epigram 573 === 1 μὴ σύ γʼ ἐπʼ ἀλλοτρίης, ὤνθρωφʼ, ἵζοιο τραπέζης, 2 ψωμὸν ὀνείδειον γαστρὶ χαριζόμενος, 3 ἄλλοτε μὲν κλαίοντι καὶ ἐστυγνωμένῳ ὄμμα 4 συγκλαίων, καὖθις σὺν γελόωντι γελῶν, 5 οὔτε σύ γε κλαυθμοῦ κεχρημένος, οὔτε γέλωτος, 6 καὶ κλαιωμιλίη, καὶ γελοωμιλίη. === epigram 574 === 1 Ἡμάξευσα καὶ αὐτὸς ὁ τρισδύστηνος Ἄναξις 2 τοῦτον δύσζῳον κοὐ βίοτον βίοτον. 3 οὐ μὴν πολλὸν ἐπὶ χρόνον ἤλασα· λὰξ δὲ πατήσας 4 λυσσώδη ζωήν, ἤλυθον εἰς Ἀίδεω. === epigram 575 === 1 οὐρανὸς ἄστρα τάχιον ἀποσβέσει, ἢ τάχα νυκτὸς 2 ἠέλιος φαιδρὴν ὄψιν ἀπεργάσεται, 3 καὶ γλυκὺ νᾶμα θάλασσα βροτοῖς ἀρυτήσιμον ἕξει, 4 καὶ νέκυς εἰς ζωῶν χῶρον ἀναδράμεται, 5 ἤ ποτε Μαιονίδαο βαθυκλεὲς οὔνομʼ Ὁμήρου 6 λήθη γηραλέων ἁρπάσεται σελίδων. === epigram 576 === 1 παρθένε Τριτογένεια, τί τὴν Κύπριν ἄρτι με λυπεῖς, 2 ἁρπάξασα δʼ ἐμὸν δῶρον ἔχεις παλάμῃ; 3 μέμνησαι τὸ πάροιθεν ἐν Ἰδαίοις σκοπέλοισιν 4 ὡς Πάρις οὐ σὲ καλήν, ἀλλʼ ἔμʼ ἐδογμάτισεν. 5 σὸν δόρυ καὶ σάκος ἐστὶν ἐμὸν δὲ τὸ μῆλον ὑπάρχει· 6 ἀρκεῖ τῷ μήλῳ κεῖνος ὁ πρὶν πόλεμος. === epigram 577 === 1 οἶδʼ ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλʼ ὅταν ἄστρων 2 μαστεύω πυκινὰς ἀμφιδρόμους ἕλικας, 3 οὐκέτʼ ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρʼ αὐτῷ 4 Ζανὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης. === epigram 578 === [εἰς τὰ κωνικὰ Ἀπολλωνίου] 1 ὧν ἥδε βίβλος ἔνδον ὠδίνω, φίλε, 2 βαθὺς χαρακτὴρ καὶ περισκελὴς ἄγαν· 3 δεῖται κολυμβητοῦ δὲ πάντως Δηλίου. 4 εἰ δʼ αὖ κυβιστήσει τις εἰς ἐμοὺς μυχοὺς 5 καὶ πᾶν μεταλλεύσειεν ἀκριβῶς βάθος, 6 γεωμετρῶν τὰ πρῶτα λήψεται γέρα, 7 σοφὸς δʼ ἀναμφίλεκτος εἰσκριθήσεται. 8 τούτων δὲ μάρτυς ἐγγυητής τε Πλάτων· === epigram 579 === 1 σχῆμα παλαιοτάτων ἀνδρῶν κηρύκιον ἄθρει, 2 Θρινακίης οἰκιστὰ Κορίνθιε, ὃς ποτʼ ἔπινες 3 ἀμφιβόητα ῥέεθρα Συρηκοσίης Ἀρεθούσης. === epigram 580 === [εἰς τοὺς Ῥωμαίων μῆνας] 1 μὴν ὑπάτων πρῶτος. ὁ δὲ δεύτερος αὔλακα τέμνει. 2 ὁ τρίτος Αὐσονίων γενεὴν ἐπὶ μῶλον ἐγείρει. 3 τέτρατος ἀγγέλλει ῥοδοδάκτυλον εἴαρος ὥρην. 4 εἰμὶ ῥόδων γενέτης. καὶ ἐγὼ κρίνα λευκὰ κομίζω. 5 οὗτος ἀμαλλοδέτης. τὰ δʼ ἐμὰ πτερὰ Νεῖλον ἐγείρει. 6 οὗτος ἐρισταφύλῳ πεφιλημένος ἔπλετο Βάκχῳ. 7 τεύχω δʼ οἶνον ἐγὼ μελιηδέα, χάρμα βροτοῖσι. 8 δαῖτα φέρω χαρίεσσαν ἐς οὔνομα φωτὸς ἑκάστου. 9 φορμίζειν δεδάηκα καὶ ὑπνώοντας ἐγείρειν. === epigram 581 === 1 τοξότα, Πιερίδων μεδέων, ἑκατηβόλε Φοῖβε, 2 εἰπὲ κασιγνήτῃ, κρατεροὺς ἵνα θῆρας ἐγείρῃ, 3 ὅσσον ἐπιψαῦσαι μερόπων δέμας, ὅσσον ἀῦσαι 4 λαῶν τερπομένων ἱερὸν στόμα· μηδὲ νοήσω, 5 Ζηνὸς Μειλιχίοιο λαχὼν θρόνον, ἀνέρος οἶτον === epigram 582 === 1 Ἀρμενίων τάδε φῦλα καὶ ἄλκιμον ἔθνος Ἰβήρων, 2 Χριστοῦ ζῆλον ἔχοντες ἑκούσιον ἐς ζυγὸν ἦλθον, 3 θεσμῷ ὑποδρήσσοντες ἀνικήτων βασιλήων. === epigram 583 === [εἰς Θουκυδίδην] 1 ὦ φίλος, εἰ σοφὸς εἶ, λάβε μʼ ἐς χέρας· εἰ δέ γε πάμπαν 2 νῆϊς ἔφυς Μουσέων, ῥῖψον ἃ μὴ νοέῃς. 3 εἰμὶ γὰρ οὐ πάντεσσι βατός· παῦροι δʼ ἀγάσαντο 4 Θουκυδίδην Ὀλόρου, Κεκροπίδην τὸ γένος. === epigram 584 === 1 Εὔνομον, ὤπολλον, σύ μὲν οἶσθά με, πῶς ποτʼ ἐνίκων 2 Σπάρτιν ὁ Λοκρὸς ἐγώ· πευθομένοις δʼ ἐνέπω. 3 αἰόλον ἐν κιθάρᾳ νόμον ἔκρεκον, ἐν δὲ μεσεύσᾳ 4 ᾠδᾷ μοι χορδὰν πλᾶκτρον ἀπεκρέμασεν. 5 καί μοι φθόγγον ἑτοῖμον ὁπανίκα καιρὸς ἀπῄτει, 6 εἰς ἀκοὰς ῥυθμῶν τὠτρεκὲς οὐκ ἔνεμεν 7 καί τις ἀπʼ αὐτομάτω κιθάρας ἐπὶ πῆχυν ἐπιπτὰς 8 τέττιξ ἐπλήρου τοὐλλιπὲς ἁρμονίας. 9 νεῦρα γὰρ ἓξ ἐτίνασσον ὅθʼ ἑβδομάτας δὲ μελοίμαν 10 χορδᾶς, τὰν τούτω γῆρυν ἐκιχράμεθα· 11 πρὸς γὰρ ἐμὰν μελέταν ὁ μεσαμβρινὸς οὔρεσιν ᾠδὸς 12 τῆνο τὸ ποιμενικὸν φθέγμα μεθηρμόσατο, 13 καὶ μὲν ὅτε φθέγγοιτο σὺν ἀψύχοις τόκα νευραῖς 14 τῷ μεταβαλλομένῳ συμμετέπιπτε θρόῳ. 15 τοὔνεκα συμφώνῳ μὲν ἔχω χάριν ὃς δὲ τυπωθεὶς 16 χάλκεος ἁμετέρας ἕζεθʼ ὑπὲρ κιθάρας, === epigram 585 === [εἰς μισσώριον ἔχον Ἀφροδίτην καὶ Ἔρωτας] 1 τέσσαρές εἰσιν Ἔρωτες· ὁ μὲν στέφος ἀμφικαλύπτει 2 μητρὸς ἑῆς· ὁ δὲ χεῖλος ἔχει ποτὶ πίδακι μαζοῦ· 3 οἱ δὲ δύω παίζουσι παρʼ ἴχνεσιν εἷμα δὲ κρύπτει 4 μηρῷ γείτονα χῶρον ὅλης γυμνῆς Ἀφροδίτης. === epigram 586 === 1 α. εἰπὲ νομεῦ, τίνος εἰσὶ φυτῶν στίχες; β. αἱ μὲν ἐλαῖαι, 2 Παλλάδος· αἱ δὲ πέριξ ἡμερίδες, Βρομίου. 3 α. καὶ τίνος οἱ στάχυες; β. Δημήτερος. α. ἄνθεα ποίων 4 εἰσὶ θεῶν; β. Ἥρης καὶ ῥοδέης Παφίης. 5 α. Πὰν φίλε, πηκτίδα μίμνε τεοῖς ἐπὶ χείλεσι σύρων· 6 ἠχὼ γὰρ δήεις τοῖσδʼ ἐνὶ θειλοπέδοις. === epigram 587 === [εἰς θερμοχύτην] 1 Βάκχῳ καὶ Νύμφαις μέσος ἵσταμαι· ἐν δὲ κυπέλλοις 2 αἰεὶ τόνδε χέω τὸν παραλειπόμενον. === epigram 588 === 1 οἷον ὁρῇς, ὦ ξεῖνε, τὸ χάλκεον εἰκόνι λῆμα 2 Κλειτομάχου, τοίαν Ἑλλὰς ἐσεῖδε βίαν 3 ἄρτι γὰρ αἱματόεντα χερῶν ἀπελύετο πυγμᾶς 4 ἔντεα, καὶ γοργῷ μάρνατο παγκρατίῳ· 5 τὸ τρίτον οὐκ ἐκόνισεν ἐπωμίδας, ἀλλὰ παλαίσας 6 ἀπτὼς, τοὺς τρισσοὺς Ἰσθμόθεν εἷλε πόνους. 7 μοῦνος δʼ Ἑλλάνων τόδʼ ἔχει γέρας· ἑπτάπυλοι δὲ 8 Θῆβαι καὶ γενέτωρ ἐστέφεθʼ Ἑρμοκράτης. === epigram 589 === [εἰς ἄγαλμα Ἥρας θηλαζούσης τὸν Ἡρακλέα] 1 αὐτὴν μητρυιὴν τεχνήσατο· τοὔνεκα μαζὸν 2 εἰς νόθον ὁ πλάστης οὐ προσέθηκε γάλα. === epigram 590 === [εἰς ἄγαλμα Ἡφαίστου καὶ Ἀθηνᾶς καὶ Ἐρεχθέως] 1 ἡ τέχνη συνάγειρεν ἃ μὴ φύσις εἶπεν ὁ πλάστης, 2 μῆτερ νόσφι τόκων, νυμφίε νόσφι γάμων. === epigram 591 === [εἰς ἄγαλμα Ἄρεος καὶ Ἀφροδίτης] 1 Ἄρεα καὶ Παφίην ὁ ζωγράφος εἰς μέσον οἴκου 2 ἀμφιπεριπλέγδην γέγραφεν ἀμφοτέρους 3 ἐκ θυρίδος δὲ μολὼν Φαέθων πολυπάμφαος αἴγλῃ 4 ἔστη ἀμηχανόων ἀμφοτέρους σκοπέων. 5 ἠέλιος βαρύμηνις ἕως τίνος; οὐδʼ ἐπὶ κηροῦ 6 ἤθελεν ἀψύχου τὸν χόλον ἐξελάσαι. === epigram 592 === [εἰς ἀσπίδα περιέχουσαν τὴν γένναν τοῦ Σωτῆρος] 1 ὦ πόσον εὐήθης ὁ ζωγράφος, ὅττι χαράσσει 2 κοίρανον εἰρήνης ἀσπίδι τικτόμενον. === epigram 593 === [εἰς ἄγαλμα Μηδείας] 1 οἶκτον ὁμοῦ καὶ λύσσαν ἐτήτυμον ἔνθεος ἀνὴρ 2 μαρμάρῳ ἐγκατέμιξε, βιαζομένην δʼ ὑπὸ τέχνης 3 λαϊνέην Μήδειαν ὅλης ἔμνησεν ἀνίης. === epigram 594 === 1 ζωγράφε τὰν μορφὰν ἀπομάξας, αἴθʼ ἐνὶ κηρῷ 2 καὶ ψυχὰν ἐδάης Σωκρατικὰν βαλέειν. === epigram 595 === [εἰς εἰκόνα Ἀπελλοῦ] αὐτὸς ἑαυτὸν ἐν εἰκόνι γράψεν Ἀπελλῆς. === epigram 596 === [εἰς εἰκόνα Χείλωνος] 1 τόνδε δοριστέφανος Σπάρτα Χείλωνα φύτευσεν, 2 ὃς τῶν ἑπτὰ Σοφῶν πρῶτος ἔφυ σοφίᾳ. === epigram 597 === [ἐν Ἀναζάρβῳ] 1 νωθρὸς ἐγὼ τελέθεσκον ἀπʼ ἰξύος ἐς πόδας ἄκρους 2 τῆς πρὶν ἐνεργείης δηρὸν ἀτεμβόμενος, 3 ζωῆς καὶ θανάτοιο μεταίχμιον, Ἄϊδι γείτων, 4 μοῦνον ἀναπνείων, τἆλλα δὲ πάντα νέκυς. 5 ἀλλὰ σοφός με Φίλιππος, ὃν ἐν γραφίδεσσι δοκεύεις, 6 ζώγρησεν, κρυερὴν νοῦσον ἀκεσσάμενος· 7 αὖθις δʼ Ἀντωνῖνος, ἅπερ πάρος, ἐν χθονὶ βαίνω, 8 καὶ ποσὶ πεζεύω, καὶ ὅλος αἰσθάνομαι. === epigram 598 === 1 τὸν τῶ Ζανὸς ὅδʼ ὗμιν υἱὸν ὡνήρ, 2 τὸν λειοντομάχαν, τὸν ὀξύχειρα, 3 πρᾶτος τῶν ἐπάνωθε μουσοποιῶν 4 Πείσανδρος συνέγραψεν οὑκ Καμείρου, 5 χὄσσους ἐξεπόνασεν εἶπʼ ἀέθλους· 6 τοῦτον δʼ αὐτὸν ὁ δᾶμος, ὡς σάφʼ εἰδῇς, 7 ἔστασ’ ἐνθάδε χάλκεον ποήσας, 8 πολλοῖς μησὶν ὄπισθε κἠνιαυτοῖς. === epigram 599 === 1 θᾶσαι τὸν ἀνδριάντα τοῦτον, ὦ ξένε, 2 σπουδᾷ, καὶ λέγʼ, ἐπὰν ἐς οἶκον ἔνθῃς, 3 “ Ἀνακρέοντος εἰκόνʼ εἶδον ἐν Τέῳ, 4 τῶν πρόσθʼ εἴ τι περισσὸν ᾠδοποιοῦ.” 5 προσθεὶς δὲ χὤτι τοῖς νέοισιν ἅδετο, 6 ἐρεῖς ἀτρεκέως ὅλον τὸν ἄνδρα. === epigram 600 === 1 ἅ τε φωνὰ Δώριος, χὠνὴρ ὁ τὰν κωμῳδίαν 2 εὑρὼν Ἐπίχαρμος. 3 ὦ Βάκχε, χάλκεόν νιν ἀντʼ ἀλαθινοῦ 4 τὶν ὧδʼ ἀνέθηκαν 5 τοὶ Συρακόσσαις ἐνίδρυνται, πελωρίστᾳ πόλει, 6 οἷʼ ἀνδρὶ πολίτᾳ· 7 σοφῶν ἔοικε ῥημάτων μεμναμένους 8 τελεῖν ἐπίχειρα· 9 πολλὰ γὰρ ποττὰν ζόαν τοῖς παισὶν εἶπε χρήσιμα· 10 μεγάλα χάρις αὐτῷ. === epigram 601 === 1 τὸ ξόανον τὸ περισσὸν Ἀεξιμένης Ἀφροδίτᾳ 2 εἵσατο, τῆς πάσης ναυτιλίης φύλακι. 3 χαῖρʼ , ὦ πότνια Κύπρι, διδοῦσα δὲ κέρδεα, πλοῦτον 4 ἄρμενον, εἰδήσεις ναῦς ὅτι κοινότατον. === epigram 602 === 1 ἅ ποτε παρθενικαῖσιν ἱλασκομένα παλάμῃσιν 2 Κύπριδα, σὺν πεύκαις καὶ γάμον εὐξαμένα, 3 κουριδίους ἤδη θαλάμῳ λύσασα χιτῶνας, 4 ἀνδρὸς ἄφαρ μηρῶν ἐξελόχευσα τύπους· 5 νυμφίος ἐκ νύμφης δὲ κικλήσκομαι, ἐκ δʼ Ἀφροδίτης 6 Ἄρεα καὶ βωμοὺς ἔστεφον Ἡρακλέους. 7 Θῆβαι Τειρεσίην ἔλεγόν ποτε· νῦν δέ με Χαλκὶς 8 τὴν πάρος ἐν μίτραις ἠσπάσατʼ ἐν χλαμύδι. === epigram 603 === 1 πέντε Διωνύσοιο θεραπνίδες αἵδε Σαώτεω 2 ἐντύνουσι θοᾶς ἔργα χοροστασίης· 3 ἁ μὲν ἀερτάζουσα δέμας βλοσυροῖο λέοντος, 4 ἁ δὲ Λυκαόνιον καλλίκερων ἔλαφον, 5 ἁ τριτάτα δʼ οἰωνὸν ἐΰπτερον, ἁ δὲ τετάρτα 6 τύμπανον, ἁ πέμπτα χαλκοβαρὲς κρόταλον 7 πᾶσαι φοιταλέαι τε παρηόριόν τε νόημα, 8 ἐκπλαγέες λύσσᾳ δαίμονος εὐιάδι. === epigram 604 === 1 Θαυμαρέτας μορφὰν ὁ πίναξ ἔχει· εὖ γε τὸ γαῦρον 2 τεῦξε τὸ θʼ ὡραῖον τᾶς ἀγανοβλεφάρου. 3 σαίνοι κέν σ’ ἐσιδοῖσα καὶ οἰκοφύλαξ σκυλάκαινα, 4 δέσποιναν μελάθρων οἰομένα ποθορῆν. === epigram 605 === 1 τὸν πίνακα ξανθᾶς Καλλὼ δόμον εἰς Ἀφροδίτας 2 εἰκόνα γραψαμένα πάντʼ ἀνέθηκεν ἴσαν. 3 ὡς ἀγανῶς ἕστακεν ἴδʼ ἁ χάρις ἁλίκον ἀνθεῖ. 4 χαιρέτω· οὔ τινα γὰρ μέμψιν ἔχει βιοτᾶς. === epigram 606 === [εἰς λουτρόν] 1 ἣν τὸ πάρος φιλέεσκεν Ἄρης, σκοπίαζε.Κυθείρην 2 ἐνθάδε λουομένην νάμασι φαιδροτάτοις· 3 δέρκεο νηχομένην μὴ δείδιθι· οὐ γὰρ Ἀθήνην 4 παρθένον εἰσοράᾳς, οἷά τε Τειρεσίας. === epigram 607 === 1 αἱ Χάριτες λούσαντο· ἀμειψάμεναι δὲ λοετρὸν 2 δῶκαν ἑῶν ῥεθέων ὕδασιν ἀγλαΐην. === epigram 608 === 1 ἢ τοῖον Κυθέρειαν ὕδωρ τέκεν, ἢ Κυθέρεια 2 τοῖον τεῦξεν ὕδωρ, ὃν χρόα λουσαμένη. === epigram 609 === 1 τῶν Χαρίτων τόδε λουτρὸν ἀθύρματα· καὶ γὰρ ἐκείνας 2 μοῦνας ἔσω παίσδειν τὰς Χάριτας δέχεται. === epigram 609a === 1 ὄντως δὴ Χαρίτων λουτρὸν τόδε· οὐδὲ γὰρ ἄλλους 2 πλείους χωρῆσαι τοῦτο τριῶν δύναται. === epigram 610 === 1 μικρὰ μὲν ἔργα τάδʼ ἐστίν, ἔχει δʼ ἡδεῖαν ὀπωπὴν, 2 ὡς ῥόδον ἐν κήποις, ὡς ἴον ἐν ταλάροις. === epigram 611 === 1 ἐν μικρῷ μεγάλη λουτρῷ χάρις. ἐν δʼ ἐλαχίστῳ 2 νάματι λουομένοις ἡδὺς ἔπεστιν Ἔρως. === epigram 612 === 1 ὡς δένδρον βραχύφυλλον, ἔχει δʼ ἡδεῖαν ὀδωδήν, 2 οὕτως λουτρὰ τάδε μικρὰ μέν, ἀλλὰ φίλα. === epigram 613 === [εἰς τὸ λουτρὸν Μαρίας] 1 τῆς Μαρίης τὸ λοετρὸν ἰδὼν ὑπεδάκρυε Μῶμος, 2 εἰπών, ὡς Μαρίην, καὶ σὲ παρερχόμεθα. === epigram 614 === [εἰς λουτρὸν μικρὸν παρακείμενον τῷ Ζευξίππῳ] 1 μὴ νεμέσα, Ζεύξιππε, παραντέλλοντι λοετρῷ· 2 καὶ μεγάλην παρʼ Ἅμαξαν ἐρωτύλος ἡδὺ φαείνει. === epigram 615 === [εἰς λουτρὸν ἐν Σμύρνῃ] 1 χῶρος, τίς μερόπων σε λιπαυγέα τὸ πρὶν ἐόντα 2 πλούσιον ἐν φέγγει θήκατο λουομένοις; 3 τίς δὲ καὶ αἰθαλόεντι ῥύπῳ πεπαλαγμένον ἄρτι, 4 κεῖνον ἀιστώσας, φαιδρὸν ἔδειξε δόμον; 5 φρὴν σοφὴ ὡς πᾶσιν Θεοδωριάς, ὣς ἐτεὸν δὴ 6 κἀν τούτῳ καθαρὴν δεικνύμενος κραδίην 7 ὃς γὰρ ἐὼν πόλιος κτεάνων ταμίης τε πατήρ τε, 8 κέρδεσιν ἐξ αὐτῶν οὐκ ἐμίηνε χέρας. 9 ἀλλὰ θεὸς φιλόπατριν, ἐρισθενές, ἄφθιτε Χριστέ, 10 πήματος αὐτὸν ἄτερ σῷζε τεῇ παλάμῃ. === epigram 616 === 1 ἐνθάδε λουσαμένων Χαρίτων ποτέ, θέσκελα πέπλα 2 βαιὸς Ἔρως ἔκλεψε, καὶ ᾤχετο· τὰς δʼ ἔλιπʼ αὐτοῦ 3 γυμνάς, αἰδομένας θυρέων ἔκτοσθε φανῆναι. === epigram 617 === [εἰς βαλανεῖον ψυχρόν] 1 τὸν ποταμόν, βαλανεῦ, τίς ἐτείχισε; τίς βαλανεῖον 2 τὴν κρήνην ψευδῶς τήνδε μετωνόμασεν; 3 αἰόλος Ἱπποτάδης φίλος ἀθανάτοισι θεοῖσιν 4 ὧδε μετοικήσας ἤγαγε τοὺς ἀνέμους. 5 πρὸς τί δὲ καὶ σανίδες δύο τοῖς ποσὶν αἵδʼ ὑπόκεινται; 6 οὐ διὰ τὴν θέρμην, τῆς χιόνος δʼ ἕνεκα. 7 Φρίξου καὶ Νάρκης οὗτος τόπος. ἀλλʼ ἐπίγραψον· 8 τῷ Μεσορὶ λοῦσαι· πνεῖ γὰρ ἔσω Βορέας. === epigram 618 === [εἰς ἕτερον λουτρὸν ἐν Βυζαντίῳ] 1 λωτὸν ἐρεπτομένους προτέρων οὐ ψεύσατο μῦθος· 2 πίστιν ἀληθείης τοῦτο τὸ λουτρὸν ἔχει. 3 εἰ γὰρ ἅπαξ καθαροῖσι λοέσσεται ὕδασιν ἀνήρ, 4 οὐ ποθέει πάτρην, οὐκ ἐθέλει γενέτας. === epigram 619 === [εἰς ἕτερον λουτρὸν ἐν Βυζαντίῳ] 1 νῦν ἔγνων, Κυθέρεια, πόθεν νίκησας ἀγῶνα, 2 τὴν πρὶν Ἀλεξάνδρου ψῆφον ὑφαρπαμένη. 3 ἐνθάδε γὰρ τέγγουσα τεὸν δέμας, εὗρες ἐλέγξαι 4 Ἥρην Ἰναχίοις χεύμασι λουσαμένην. 5 νίκησεν τὸ λοετρὸν ἔοικε δὲ τοῦτο βοώσῃ 6 Παλλάς· ἐνικήθην ὕδασιν, οὐ Παφίῃ. === epigram 620 === [εἰς λουτρὸν δίδυμον, ἐν ᾧ λούονται καὶ γυναῖκες καὶ ἄνδρες] 1 ἄγχι μὲν ἐλπὶς ἔρωτος· ἑλεῖν δʼ οὐκ ἔστι γυναῖκας· 2 εἶρξε πυλὶς Παφίην τὴν μεγάλην ὀλίγη. 3 ἀλλʼ ἔμπης γλυκὺ τοῦτο ποθοβλήτοις γὰρ ἐπʼ ἔργοις 4 ἐλπὶς ἀληθείης ἐστὶ μελιχροτέρη. === epigram 621 === [εἰς ἕτερον λουτρόν] 1 Ὅσσαις θηλυτέραις ἐστὶν πόθος ʽ ἔστι δὲ πάσαισʼ, 2 δεῦρʼ ἴτε, φαιδροτέρης τευξόμεναι χάριτος. 3 χἠ μὲν ἔχουσα πόσιν, τέρψει πόσιν ἡ δʼ ἔτι κούρη 4 ὀτρυνέει πλείστους ἕδνα πορεῖν λεχέων 5 ἡ δὲ φέρουσα πόρους ἀπὸ. σώματος, ἑσμὸν ἐραστῶν 6 ἕξει ἐπὶ προθύροις, ἐνθάδε λουσαμένη. === epigram 622 === [εἰς τὸ αὐτό] 1 εἴτε σε κουριδίης ἀλόχου γλυκὺς ἵμερος ἴσχει, 2 λούεο, φαιδρότερος τῇδε φανησόμενος· 3 εἴτε σε μισθοφόρους ἐπὶ μαχλάδας οἶστρος ὀρίνει, 4 λήψῃ, κοὐ δώσεις, ἐνθάδε λουσάμενος. === epigram 623 === [εἰς ἕτερον εὔμορφον] 1 Κύπρις σὺν Χαρίτεσσι καὶ υἱέι χρυσοβελέμνῳ 2 ἐνθάδε λουσαμένη, μισθὸν ἔδωκε χάριν. === epigram 624 === [εἰς ἕτερον λουτρὸν παρακείμενον τῷ δημοσίῳ ἐν Βυζαντίῳ] 1 Δείματό με ξυνοῖο παρὰ προθύροισι λοετροῦ 2 ἀστὸς ἀνήρ, ἀρετῆς εἵνεκεν, οὐκ ἔριδος. 3 κεῖνο μέλοι πλεόνεσσιν ἐγὼ δʼ ὀλίγοις τε φίλοις τε 4 ἐντύνω προχοὰς καὶ μύρα καὶ χάριτας,. === epigram 625 === [εἰς ἕτερον λουτρὸν ἐν Λυκίοις] 1 πιστότατος μερόπων τις ἔοι πυλαωρὸς ἐμεῖο, 2 κρίνων λουομένων καιρὸν ἐσηλυσίης, 3 μή τινα Νηιάδων τις ἐμοῖς ἐνὶ χεύμασι γυμνήν, 4 ἢ μετὰ καλλικόμων Κύπριν ἴδοι Χαρίτων 5 οὐκ ἐθέλων χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς· 6 τίς γὰρ Ὁμηρείοις ἀντιφέροιτο λόγοις; === epigram 626 === [εἰς ἕτερον λουτρὸν ὀνομαζόμενον Ἔρωτα] 1 μητέρα Κύπριν ἔλουσεν Ἔρως ποτὲ τῷδε λοετρῷ, 2 αὐτὸς ὑποφλέξας λαμπάδι καλὸν ὕδωρ. 3 ἱδρὼς δʼ ἀμβροσίοιο χυθεὶς χροὸς ἄμμιγα λευκοῖς 4 ὕδασι, φεῦ πνοιῆς ὅσσον ἀνῆψεν ἔαρ· 5 ἔνθεν ἀεὶ ῥοδόεσσαν ἀναζείουσιν ἀυτμήν, 6 ὡς ἔτι τῆς χρυσῆς λουομένης Παφίης, === epigram 627 === [εἰς τὸ αὐτό] 1 τᾷδʼ ὑπὸ τὰς πλατάνους ἁπαλῷ τετρυμένος ὕπνῳ 2 εὗδεν Ἔρως, Νύμφαις λαμπάδα παρθέμενος. 3 νύμφαι δʼ ἀλλήλῃσι, “τί μέλλομεν; αἴθε δὲ τούτῳ 4 σβέσσαμεν,” εἶπον, ὁμοῦ πῦρ κραδίης μερόπων. 5 λαμπὰς δʼ ὡς ἔφλεξε καὶ ὕδατα, θερμὸν ἐκεῖθεν 6 νύμφαι Ἐρωτιάδες λουτροχοεῦσιν ὕδωρ. === epigram 628 === [εἰς τὸ δημόσιον λουτρὸν τὸ καλούμενον Ἵππον ἐν Ἀλεξανδρείᾳ] 1 ἵππον ἐϋρρείτην χρονίᾐ μάστιγι δαμέντα 2 χρυσείῳ πολύολβος ἄναξ ἤγειρε χαλινῷ. === epigram 629 === [εἰς ἕτερον] 1 αἴθε σέ, Πίνδαρε, μᾶλλον ἐμοῖς ἐκάθηρα ῥεέθροις, 2 καί κεν ἄριστον ὕδωρ τοὐμὸν ἔφησθα μόνον. === epigram 630 === [εἰς θερμὰ τὰ βασιλικά] 1 θερμὰ τάδʼ ἀτρεκέως βασιλήια· τήνδε γὰρ αὐτοῖς 2 οἱ πρὶν ἀγασσάμενοι θῆκαν ἐπωνυμίην. 3 οὐ γὰρ ὑπὸ βροτέῳ πυρὶ θάλπεται ἀγλαὸν ὕδωρ, 4 αὐτομάτη δὲ λιβὰς τίκτεται αἰθομένη· 5 οὐδὲ ῥόου ψυχροῦ ποτιδεύεαι ἀμφὶ λοετρά, 6 ἀλλʼ οἷον ποθέεις, τοῖον ὑπεκφέρεται. === epigram 631 === [εἰς τὰ θερμὰ τὰ Ἀγαμεμνόνεια ἐν Σμύρνᾐ] 1 χῶρος ἐγὼ Δαναοῖς μεμελημένος, ἔνθα μολόντες 2 τῆς Ποδαλειρείης ἐξελάθοντο τέχνης. 3 ἕλκεα γὰρ μετὰ δῆριν ἐμοῖς ἀκέσαντο ῥεέθροις, 4 βαρβαρικῆς λόγχης ἰὸν ἀπωσάμενοι. 5 ἔνθεν ἀεξήθην ὀροφηφόρος· ἀντὶ δὲ τιμῆς 6 τὴν Ἀγαμεμνονέην εὗρον ἐπωνυμίην. === epigram 632 === [εἰς ἕτερα θερμά] 1 χθὼν μυχάτων γυάλων κοιλώμασιν ἀέναον πῦρ 2 ἔστʼ ἂν ἔχῃ, φλοξὶν δὲ περιζείῃ κρυφίαισιν, 3 ἀτμὸς ἄνω βαίνων εἰς αἰθέρα θερμός, ἔνερθεν 4 θλιβόμενος, πυριθαλπὲς ἐπεύγεται ἰκμάσιν ὕδωρ. === epigram 633 === [εἰς λουτρόν] 1 Ἥρῃ καὶ Παφίῃ καὶ Παλλάδι τοῦτο λοετρὸν 2 ὥς ποτε τὸ χρυσοῦν ἤρεσε μῆλον ἔχειν· 3 καὶ τάχα τῆς μορφῆς κρίσις ἔσσεται οὐ Πάρις αὐταῖς, 4 εἰκὼν δʼ ἀργυφέοις νάμασι δεικνυμένη. === epigram 634 === 1 ὤμοσαν αἱ Χάριτες φερεαυγέα κοίρανον αἴγλης 2 ἐνθάδε ναιετάειν ἢ παρὰ τῇ Παφίῃ. === epigram 635 === 1 δάφνης εὐπετάλοιο φερώνυμόν ἐστι λοετρόν. === epigram 636 === 1 τοῦτο ἰδὼν τὸ λοετρὸν ὁ πάνσοφος εἶπεν Ὅμηρος· 2 νηπενθές ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. === epigram 637 === 1 ἐνθάδε λουσαμένη δέμας ἄμβροτον αὐτίκα Κύπρις 2 δεῖξεν Ἀλεξάνδρῳ, καὶ ἀέθλιον ἥρπασε μῆλον. === epigram 638 === 1 αἱ τρεῖς Ὀρχομενοῦ Χάριτες τὸ λοετρὸν ἔτευξαν 2 τοὔνεκα χωρῆσαι τέσσαρας οὐ δύναται. === epigram 639 === 1 Κύπρις, Ἔρως, Χάριτες, Νύμφαι, Διόνυσος, Ἀπόλλων 2 ὤμοσαν ἀλλήλοις ἐνθάδε ναιετάειν. === epigram 640 === 1 ἀθάνατοι λούονται ἀνοιγομένου βαλανείου, 2 πέμπτῃ δʼ ἡμίθεοι, μετέπειτα δὲ πήματα πάντα. === epigram 641 === [εἰς γέφυραν τοῦ Σαγγαρίου] 1 καὶ σὺ μεθʼ Ἑσπερίην ὑψαύχενα, καὶ μετὰ Μήδων 2 ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, 3 Σαγγάριε, κρατερῇσι ῥοὰς ἀψῖσι πεδηθείς, 4 οὕτω ἐδουλώθης κοιρανικῇ παλάμῃ· 5 ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς, 6 κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. === epigram 642 === [εἰς σωτήρια ἐν Σμύρνῃ ἐν προαστείῳ] 1 πᾶν τὸ βροτῶν σπατάλημα, καὶ ἡ πολύολβος ἐδωδὴ 2 ἐνθάδε κρινομένη τὴν πρὶν ὄλεσσε χάριν. 3 οἱ γὰρ φασιανοί τε καὶ ἰχθύες, αἳ θʼ ὑπὲρ ἴγδιν 4 τρίψιες, ἥ τε τόση βρωματομιξαπάτη 5 γίνεται ἐνθάδε κόπρος· ἀποσσεύει δʼ ἄρα γαστὴρ 6 ὁππόσα πειναλέη δέξατο λαυκανίη. 7 ὀψὲ δὲ γινώσκει τις, ὅτʼ ἄφρονα μῆτιν ἀείρων 8 χρυσοῦ τοσσατίου τὴν κόνιν ἐπρίατο, === epigram 643 === [εἰς τὸ αὐτό] 1 τί στενάχεις κεφαλὴν κεκακωμένος; ἐς τί δὲ πικρὰ 2 οἰμώζεις, μελέων πάγχυ βαρυνομένων; 3 ἐς τί δὲ γαστέρα σεῖο ῥαπίσμασιν ἀμφιπατάσσεις, 4 ἐκθλίψαι δοκέων μάστακος ἐργασίην; 5 μόχθων τοσσατίων οὔ σοι χρέος, εἰ παρὰ δαιτὶ 6 μὴ τοῦ ἀναγκαίου πουλὺ παρεξετάθης. 7 ἀλλʼ ἐπὶ μὲν στιβάδος φρονέεις μέγα, καὶ στόμα τέρπεις 8 βρώμασιν, εὐτυχίην κεῖνα λογιζόμενος· 9 ἐνθάδε δʼ ἀσχάλλεις· μούνη δʼ ἀλιτήματα λαιμοῦ 10 ἡ γαστὴρ τίνει πολλάκι τυπτομένη. === epigram 644 === [εἰς τὸ αὐτό] 1 εὖγε μάκαρ τλήθυμε γεωπόνε· σοὶ βίος αἰεὶ 2 μίμνειν καὶ σκαπάνης ἄλγεα καὶ πενίης· 3 λιτὰ δέ σοι καὶ δεῖπνα, καὶ ἐν ξυλόχοισι καθεύδεις, 4 ὕδατος ἐμπλήσας λαιμὸν ἀμετροπότην. 5 ἔμπης ἀρτίπος ἐσσί, καὶ ἐνθάδε βαιὰ καθεσθεὶς 6 αὐτίκα γαστέρα σὴν θῆκας ἐλαφροτάτην 7 οὐδὲ καταψήχεις ἱερὴν ῥάχιν, οὐδέ τι μηροὺς 8 τύπτεις, ἀρτεμίης φόρτον ἀρωσάμενος. 9 τλήμονες οἱ πλουτοῦντες ἰδʼ οἱ ˘ κείνοισι συνόντες 10 οἷς πλέον ἀρτεμίης εὔαδεν εἰλαπίνη. === epigram 645 === 1 Τμώλῳ ὑπʼ ἀνθεμόεντι, ῥοὴν πάρα Μαίονος Ἕρμου, 2 Σάρδιες, ἡ Λυδῶν ἔξοχός εἰμι πόλις. 3 μάρτυς ἐγὼ πρώτη γενόμην Διός· οὐ γὰρ ἐλέγχειν 4 λάθριον υἷα Ῥέης ἤθελον ἡμετέρης. 5 αὐτὴ καὶ Βρομίῳ γενόμην τροφός· ἐν δὲ κεραυνῷ 6 ἔδρακον εὐρυτέρῳ φωτὶ φαεινόμενον· 7 πρώταις δʼ ἡμετέρῃσιν ἐν ὀργάσιν οἰνὰς ὀπώρη 8 οὔθατος ἐκ βοτρύων ξανθὸν ἄμελξε γάνος. 9 πάντα με κοσμήσαντο· πολὺς δέ με πολλάκις αἰὼν 10 ἄστεσιν ὀλβίστοις εὗρε μεγαιρομένην. === epigram 646 === [εἰς Ἡράκλειαν τὴν Πόντου] 1 εἰ πόλιν Ἡρακλῆος ὁμώνυμον οἶσθα καὶ ἄλλην, 2 ἴσθι με τὴν πόντου μηδὲν ἀτιμοτέρην. === epigram 647 === [εἰς τὴν Ῥώμην] 1 Ῥώμη παμβασίλεια, τὸ σὸν κλέος οὔποτʼ ὀλεῖται· 2 νίκη γάρ σε φυγεῖν ἄπτερος οὐ δύναται. === epigram 648 === [εἰς οἶκον ἐν Κιβύρᾳ] 1 ἀστὸς ἐμοὶ καὶ ξεῖνος ἀεὶ φίλος· οὐ γὰρ ἐρευνᾷν 2 τίς, πόθεν, ἠὲ τίνων, ἐστὶ φιλοξενίης. === epigram 649 === [εἰς τὸ αὐτό] 1 Εὐσεβίη τὸ μέλαθρον ἀπὸ πρώτοιο θεμείλου 2 ἄχρι καὶ ὑψηλοὺς ἤγαγεν εἰς ὀρόφους. 3 οὐ γὰρ ἀπʼ ἀλλοτρίων κτεάνων ληίστορι χαλκῷ 4 ὄλβον ἀολλίζων τεῦξε Μακηδόνιος· 5 οὐδὲ λιπερνήτης κενεῷ καὶ ἀκερδέι μόχθῳ 6 κλαῦσε, δικαιοτάτου μισθοῦ ἀτεμβόμενος. 7 ὡς δὲ πόνων ἄμπαυμα φυλάσσεται ἀνδρὶ δικαίῳ, 8 ὧδε καὶ εὐσεβέων ἔργα μένοι μερόπων. === epigram 650 === [εἰς οἶκον κείμενον μέσον τοῦ Ζευξίππου καὶ τοῦ ἱππικοῦ] 1 ἐν μὲν τῇ Ζεύξιππον ἔχω πέλας, ἡδὺ λοετρὸν 2 ἐκ δʼ ἑτέρης ἵππων χῶρον ἀεθλοφόρων. 3 τοὺς ῥα θεησάμενος, καὶ τῷδʼ ἔνι χρῶτα λοέσσας 4 δεῦρο καὶ ἄμπνευσον δαιτὶ παρʼ ἡμετέρῃ· 5 καί κε πάλιν σταδίοις ποτὶ δείελον ὥριος ἔλθοις, 6 ἐγγύθεν ἐγγὺς ἰὼν γείτονος ἐκ θαλάμου. === epigram 651 === [εἰς οἶκον ὑψηλὸν ἐν Βυζαντίῳ] 1 Τρισσόθεν εἰσορόω πολυτερπέα νῶτα θαλάσσης, 2 πάντοθεν ἠματίῳ φέγγεϊ βαλλόμενος· 3 εἰς ἐμὲ γὰρ κροκόπεπλος ὅταν περικίδναται Ἠώς, 4 τερπομένη, στείχειν πρὸς δύσιν οὐκ ἐθέλει. === epigram 652 === [εἰς οἶκον ἐπίπεδον] 1 ὥρῃ ἀναψύχω θέρεος, καὶ χείματι θάλπω, 2 τοὐλλιπὲς ὡράων ἐξ ἐμέθεν παρέχων. === epigram 653 === [εἰς οἶκον κείμενον ἐν ὕψει ἐν Βυζαντίῳ] 1 τῆς Ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν, 2 ἔννεπεν Ἀσκραῖος, δῶμα τόδε προλέγων. 3 κλίμακα γὰρ ταναὴν περόων κεκαφηότι ταρσῷ, 4 ἱδρῶτι πλαδαρὴν ἀμφεδίηνα κόμην 5 ὑψόθι δʼ εἰσενόησα θαλασσαίην περιωπήν. 6 ναὶ τάχα τῆς Ἀρετῆς πιστότερον ˘ θάλαμος. === epigram 654 === [εἰς ἀφύλακτον οἶκον] 1 κερδαλέους δίζεσθε δόμους, ληΐστορες, ἄλλους· 2 τοῖσδε γάρ ἐστι φύλαξ ἔμπεδος ἡ πενίη. === epigram 655 === [εἰς τὸν τρίκλινον τῆς Μαγναύρας] 1 ὀτραλέως τολύπευσαν τόνδε δόμον βασιλῆες, 2 αἰχμὴν ὀλβοδότειραν ἀπὸ σταυροῖο λαχόντες, 3 αὐτὸς ἄναξ Ἡρακλῆς σὺν Κωνσταντίνῳ υἷι. === epigram 656 === [εἰς τὸν οἶκον τὸν ἐπιλεγόμενον Χαλκῆν ἐν τῷ Παλατίῳ, ὃ ἔκτισε Ἀναστάσιος βασιλεύς] 1 οἶκος Ἀναστασίοιο τυραννοφόνου βασιλῆος 2 μοῦνος ὑπερτέλλω πανυπείροχος ἄστεσι γαίης, 3 θαῦμα φέρων πάντεσσιν, ἐπεὶ κοσμήτορες ἔργων 4 ὕψος ὁμοῦ μῆκός τε καὶ ἄπλετον εὖρος ἰδόντες, 5 ἀσκεπὲς ἐφράσσαντο πελώριον ἔργον ἐᾶσαι· 6 ἀλλὰ πολυκμήτοιο λαχὼν πρεσβήϊα τέχνης 7 αἰθέριος πολύϊδρις ἐμὴν τεχνήσατο μορφήν, 8 ἀχράντῳ βασιλῆι φέρων πρωτάγρια μόχθων. 9 ἔνθεν ἀπειρέσιον μέγεθος περὶ παντὶ τιταίνων, 10 Αὐσονίης νίκησα βοώμενα θαύματα γαίης. 11 εἶξον ἀρειοτέροισι, χάρις Καπετωλίδος αὐλῆς, 12 εἰ καὶ χαλκείων ὀρόφων ἀμαρύγματα πέμπεις· 13 κρύψον ἀμετρήτων μεγάρων στεινούμενον αὐλαῖς, 14 Πέργαμε, φαιδρὸν ἄγαλμα τεόν, Ῥουφίνιον ἄλσος· 15 μηδὲ τανυπλεύροισιν ἀρηρότα, Κύζικε, πέτροις 16 Ἀδριανοῦ βασιλῆος ἀμεμφέα νηὸν ἀείσεις. 17 οὔ μοι Πυραμίδων ἰκέλη κρίσις, οὐδὲ Κολοσσοῦ, 18 οὐδὲ Φάρου· μεγάλην μοῦνος δʼ ὑπερέδραμον ἴλην. 19 αὐτὸς ἐμὸς σκηπτοῦχος Ἰσαυροφόνον μετὰ νίκην 20 χρυσοφαές μʼ ἐτέλεσσεν ἐδέθλιον Ἠριγενείης, 21 πάντῃ τετραπόρων ἀνέμων πεπετασμένον αὔραις. === epigram 657 === [εἰς τὸ παλάτιον Σοφιανῶν] 1 ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει 2 πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπʼ ἠιόνων, 3 χρύσεα συλλέκτρῳ τάδʼ ἀνάκτορα θῆκεν ἀνάσσῃ 4 τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ. 5 ἄξιον, ὦ Ῥώμη μεγαλοκρατές, ἀντία σεῖο 6 κάλλος ἀπʼ Εὐρώπης δέρκεαι εἰς Ἀσίην. === epigram 658 === [ἐν τῷ μεγάλῳ Πραιτωρίῳ καλλωπισθέντι] 1 κόσμον Ἰουστῖνος βασιλεὺς ῥυπόωντα καθήρας 2 καὶ τὰ μέγιστα Δίκης ἠγλάισεν τεμένη· 3 σοῖς δὲ πόνοις, Δομνῖνε, κατηφέα νύκτα διώκεις 4 ἐκ Θέμιδος μεγάρων, ἐκ βιοτῆς μερόπων. === epigram 659 === [εἰς τὸ αὐτό] 1 ὡς ἀγαθὸν καὶ παῖς ἐπὶ γήραϊ· φαιδροτέρους γάρ 2 Δομνῖνος θαλάμους μητρὸς ἔτευξε Δίκης. 3 λάμπω ἐγὼ διὰ παιδός, ὁ παῖς διʼ ἐμεῖο φαείνει· 4 κύδεα δʼ ἀλλήλοις ἀντιχαριζόμεθα, === epigram 660 === [εἰς τὴν βασιλικὴν τῶν παιδευτηρίων ἐν Βυζαντίῳ] 1 χῶρος ἐγὼ θεσμοῖσιν ἀνειμένος· ἐνθάδε πηγὴ 2 ἄφθονος Αὐσονίων ἐκκέχυται νομίμων, 3 ἣ πᾶσιν τέταται μὲν ἀείναος, ἠιθέοις δὲ 4 ἐνθάδʼ ἀγειρομένοις πάντα δίδωσι ῥόον. === epigram 661 === [εἰς βῆμα τοῦ σοφιστοῦ Κρατεροῦ] 1 δένδρον ἐγὼ μακαριστόν, ἐπεί ποτε μεσσόθεν ὕλης 2 ἱστάμενον λιγυροῖς ἐτρεφόμην ἀνέμοις, 3 ὀρνίθων ἐπίβαθρον ἐΰθροον· ἀλλὰ σιδήρῳ 4 ἐτμήγην, κλήρῳ κρείσσονος εὐτυχίης· 5 ἀντὶ γὰρ ὀρνίθων, Κρατεροῦ κρατεροῖς ὑπὸ μύθοις 6 ἄρδομαι, εὐμούσοις χεύμασι τηλεθάον. === epigram 662 === 1 χῶρος ἐγὼ τὸ πρὶν μὲν ἔην στυγερωπὸς ἰδέσθαι, 2 πηλοδόμοις τοίχοις ἀμφιμεριζόμενος. 3 ἐνθάδε δὲ ξείνων τε καὶ ἐνδαπίων καὶ ἀγροίκων 4 νηδὺς ἐπεγδούπει λύματα χευομένη. 5 ἀλλὰ πατήρ με πόληος ἐναλλάξας Ἀγαθίας 6 θῆκεν ἀρίζηλον τὸν πρὶν ἀτιμότατον. === epigram 663 === [εἰς κῆπον παράλιον] 1 πόντος ὑποκλύζει χθονὸς ἕδρανα· πλωτὰ δὲ χέρσου 2 νῶτα θαλασσαίοις ἄλσεσι τηλεθάει. 3 ὡς σοφὸς ὅστις ἔμιξε βυθὸν χθονί, φύκια κήποις, 4 Νηιάδων προχοαῖς χεύματα Νηρεΐδων· === epigram 664 === [εἰς τὸ αὐτό] 1 ἐνθάδʼ ἐριδμαίνουσι τίνος πλέον ἔπλετο χῶρος, 2 νύμφαι Νηιάδες, Νηρεΐς, Ἀδρυάδες· 3 ταῖς δὲ θεμιστεύει μεσάτη Χάρις, οὐ δὲ δικάζειν 4 οἶδεν, ἐπεὶ ξυνὴν τέρψιν ὁ χῶρος ἔχει. === epigram 665 === [εἰς τὸ αὐτό] 1 εἶξον ἐμοί Δάφνης ἱερὸν κλέτας, ἔκτοθι πόντου 2 κείμενον, ἀγραύλου ἀγραύλου ἐρημοσύνης. 3 ἐνθάδε γὰρ Νύμφαι δενδρίτιδες, αἳ τʼ ἐνὶ πόντῳ 4 Νηρεΐδες ξυνὴν θέντο συνηλυσίην 5 ἀμφʼ ἐμὲ γὰρ μάρναντο· δίκασσε δὲ Κυανοχαίτης, 6 καί με παρʼ ἀμφοτέραις μέσσον ἔθηκεν ὅρον. === epigram 666 === [εἰς κῆπον Ἔρωτα προσαγορευόμενον] 1 οὐ μέγας οὐδʼ ὁ Ἔρως, ἀλλʼ εὔχαρις· ὡς καὶ ἐγώ τοι 2 οὐ μέγας ἐν κήποις, ἀλλὰ γέμω χαρίτων. === epigram 667 === [εἰς προάστειον] 1 ὕδασι καὶ κήποισι καὶ ἄλσεσι καὶ Διονύσῳ 2 καὶ πόντου πλήθω γείτονος εὐφροσύνῃ. 3 τερπνὰ δέ μοι γαίης τε καὶ ἐξ ἁλὸς ἄλλοθεν ἄλλος 4 καὶ γριπεὺς ὀρέγει δῶρα καὶ ἀγρονόμος. 5 τοὺς δʼ ἐν ἐμοὶ μίμνοντας ἢ ὀρνίθων τις ἀείδων, 6 ἢ γλυκὺ πορθμήων φθέγμα παρηγορέει. === epigram 668 === [εἰς προάστειον ὀνομαζόμενον Ἔρωτα ἐν Ἀμασείᾳ] 1 ἦ καλὸν ἄλσος Ἔρωτος, ὅπου καλὰ δένδρεα ταῦτα 2 πρηῢς ἐπιπνείων ἀμφιδονεῖ Ζέφυρος· 3 ᾗχι καὶ ἑρσήεις ἀμαρύσσεται ἄνθεσι λειμὼν, 4 πουλὺν ἰοστεφάνων κόσμον ἀνεὶς καλύκων 5 καὶ γλυκερῆς τρίστοιχος ἐπεμβαδὸν ἄλλος ἐπʼ ἄλλῳ 6 μαστὸς ἀναθλίβει χεύματα Ναϊάδος· 7 ὁππόθι δενδρήεντα γέρων παρανήχεται Ἶρις 8 χῶρον, Ἁμαδρυάδων ἔνδιον ἁβροκόμων, 9 καὶ λιπαρῆς εὔβοτρυν ἀνʼ ὀργάδα καρπὸς ἐλαίης 10 θάλλει ἐρισταφύλων πάντοσε θειλοπέδων 11 αἱ δὲ πέριξ λαλαγεῦσιν ἀηδόνες· ὃς δὲ μελίζει 12 ἀντῳδὸν τέττιξ φθέγματος ἁρμονίαν. 13 ἀλλὰ τὸν ἀκλήιστον ὅπως, ξένε, μή με παρέλθῃς 14 τόνδε δόμον, λιτῆς δʼ ἀντίασον ξενίης. === epigram 669 === [εἰς τὸ αὐτό] 1 δεῦρʼ ἴθι, βαιόν, ὁδῖτα, πεσὼν ὑπὸ δάσκιον ἄλσος, 2 ἄμπαυσον καμάτου γυῖα πολυπλανέος, 3 χλωρὸν ὅπου πλατάνων αὐτόρρυτον ἐς μέσον ὕδωρ 4 καλὰ πολυκρούνων ἐκπρορέει στομάτων 5 ὁππόθι πορφυρέης ὑπὲρ αὔλακος εἴαρι θάλλει 6 ὑγρὸν ἴον ῥοδέῃ κιρνάμενον κάλυκι. 7 ἠνίδε πῶς δροσεροῖο πέδον λειμῶνος ἐρέψας 8 ἔκχυτον εὐχαίτης κισσὸς ἔπλεξε κόμην. 9 ἐνθάδε καὶ ποταμὸς λασίην παραμείβεται ὄχθην, 10 πέζαν ὑποξύων αὐτοφύτοιο νάπης. 11 οὗτος Ἔρως· τί γὰρ ἄλλο καὶ ἔπρεπεν οὔνομα χώρῳ, 12 πάντοθεν ἱμερτῶν πληθομένῳ Χαρίτων; === epigram 670 === [ἐν Σμύρνᾐ εἰς μῶλον τᾖ θαλάττᾐ ἐπικείμενον, ἐν ᾧ ἐστι καὶ ὑδρεῖον] 1 α. τίς βυθὸν ἠπείρωσε; τίς ἐν ῥοθίοισιν ἔτευξεν 2 ἀκτὴν ἀμφιρύτην λάεσι μαρμαρέοις; 3 τίς δʼ ἐνὶ κύμασι τεῦξε ποτὸν πλωτῆρας ἀφύσσειν, 4 αὐτῶν ἐκ νηῶν χερσὶν ἀρυομένους; 5 β. οὗτος ὁ ποικιλόμητις ἀνὴρ Βενέτιος ἀμύμων, 6 κτίσμασι νικήσας Θησέα καὶ Πέλοπα. === epigram 671 === [εἰς φάρον ἐν τῇ αὐτῇ πόλει] 1 α. τίς τόσον ἔργον ἔτευξε; τίς ἡ πόλις; ἢ τὸ 2 γέρας τί; 3 β. ἀμβρόσιος Μυλασεὺς τὸν φάρον ἀνθύπατος. === epigram 672 === [εἰς τὴν αὐτὴν πόλιν] 1 εἰ τραφερῆς πάσης ἁλιτέρμονα κύκλον ὁδεύσῃς, 2 οὒ ποτὲ μοί τινα χῶρον ἀρείονα τοῦδε νοήσεις, 3 θέσκελον οἷον ἔτευξεν ἀγακλυτὸς Ἰωάννης, 4 κυδαίνων βασίλειαν ὅλης χθονός· ἐκ ῥοθίων γὰρ 5 τερπωλὴν ἀκόρητον ἐν ἀστεϊ θῆκεν Ὁμήρου. === epigram 673 === [εἰς τὴν αὐτὴν πόλιν, εἰς τόπον τινά] 1 Ἱππολύτῃ καὶ τοῦτʼ Ἀσκληπιὸς ὤπασεν ἔργον === epigram 674 === [ἐν τῷ φάρῳ Ἀλεξανδρείας] 1 πύργος ἐγὼ ναύτῃσιν ἀλωομένοισιν ἀρήγων 2 εἰμί, Ποσειδάωνος ἀπενθέα πυρσὸν ἀνάπτων, 3 καί με πεσεῖν μέλλοντα βαρυγδούποισιν ἀήταις 4 στῆσεν ἑοῖς καμάτοις Ἀμμώνιος, ὃς βασιλῆος 5 ἐστὶ πατήρ κείνῳ δὲ μετʼ ἄγρια κύματα ναῦται 6 χεῖρας ἀερτάζουσιν, ἅτε κλυτῷ Ἐννοσιγαίῳ. === epigram 675 === [εἰς τὸν φάρον ἐν Σμύρνῃ] 1 μηκέτι δειμαίνοντες ἀφεγγέα νυκτὸς ὁμίχλην, 2 εἰς ἐμὲ θαρσαλέως πλώετε, ποντοπόροι. 3 πᾶσιν ἀλωομένοις τηλαυγέα δαλὸν ἀνάπτω, 4 τῶν Ἀσκληπιαδῶν μνημοσύνην καμάτων. === epigram 676 === [εἰς πηγὴν ἐν τῷ Ὀλύμπῳ ὄρει] 1 ταῖς Προύσης Νύμφαις ὑποείκομεν ἀλλὰ καὶ αὐταὶ 2 κρέσσονες ἡμείων χαίρετε Πυθιάδες· 3 αἱ δʼ ἄλλαι πᾶσαι μετὰ Πύθια καὶ μετὰ Προῦσαν 4 ἡμετέραις Νύμφαις εἴξατε Νηιάδες. === epigram 677 === [εἰς οἶκον ἐν Βυζαντίῳ] 1 τεῦξέ με πολλὰ καμὼν Μουσώνιος οἶκον ἀγητὸν 2 τηλίκον, ἀρκτῴοις ἄσθμασι βαλλόμενον. 3 ἔμπης οὐκ ἀπέειπεν ἀφεγγέα δώματα Μοίρης, 4 ἀλλά με καλλείψας ἐν χθονὶ ναιετάει. 5 καὶ ῥʼ ὁ μὲν εἰς ὀλίγην κεῖται κόνιν ἡ δὲ περισσὴ 6 τέρψις ἐπὶ ξείνοις ἀνδράσιν ἐκκέχυμαι. === epigram 678 === [ἐν κώμᾐ τῆς Σμύρνης] 1 οἷον ἔτλης καὶ τοῦτον, Ἀγακλείδη, μέγαν ἆθλον, 2 θυμῷ τολμητῇ κῦδος ἄριστον ἑλών 3 νύμφης ἀρχαίης Βάσσης πολυκαγκέα χώρην 4 ὕδασι καὶ λουτροῖς θῆκας ἀφνειοτέρην· === epigram 679 === [ἐν Ἄσσῳ] 1 πᾶσα μὲν Ἀξιόχῳ πόλις εὔχεται· ἄλλο γὰρ ἄλλης 2 πῆμα παραστείχων, ὡς θεός, ἠκέσατο· 3 ἔξοχα δὲ κραναῇ ῥόον ὕδατος ὤπασεν Ἄσσῳ, 4 πολλῶν πετράων σκληρὰ μέτωπα τεμών. 5 μηκέτι φεύγετε πάντες ἀποπρὸ θέοντες, ὁδῖται· 6 πλημμύρῳ ψυχροῖς ὕδασιν Ἀξιόχου. === epigram 680 === [εἰς παραθαλάσσιον κῆπον, ἐν ᾧ ἦν καὶ λουτρόν, ἐν Ἀντιοχείᾳ] 1 τὰς τρεῖς μοι Χάριτας λεύσσεις, ξένε· ποντομέδων 2 γείτονος ἐκ πόντου τὴν μίαν εἰργάσατο· 3 τὴν δʼ ἑτέρην ἐτέλεσσε φυτῶν εὔκαρπος ἀλωή· 4 τὴν δʼ ὑπολειπομένην τοῦτο τὸ λουτρὸν ἔχει. === epigram 681 === [εἰς κόγχην ἔχουσαν Ἀφροδίτην] 1 ἆ μέγα σοι, Διόνυσε, χαρίζομαι· εἰς ἐμὲ Κύπρις 2 λούεται· ἐξ αὐτῆς σοὶ τὰ κύπελλα φέρω. === epigram 682 === [εἰς τὸν τετράπλευρον κίονα τὸν ἐν Ἱπποδρόμῳ] 1 κίονα τετράπλευρον, ἀεὶ χθονὶ κείμενον ἄχθος, 2 μοῦνος ἀναστῆσαι Θευδόσιος βασιλεὺς 3 τολμήσας, Πρόκλον ἐπεκέκλετο, καὶ τόσος ἔστη 4 κίων ἠελίοις ἐν τριακονταδύο, === epigram 683 === 1 Ἀλφεὸς ἄρρεν ὕδωρ, Ἀρεθούσιόν ἐστι τὸ θῆλυ· 2 καὶ γάμον εὗρεν Ἔρως, κιρναμένων ὑδάτων. === epigram 684 === [εἰς τὴν ἐν Τάφῳ τῇ νήσῳ κρήνην] 1 Ὠκεανοῦ θυγάτηρ καὶ Τηθύος εἰμὶ Νύχεια 2 κρήνη· Τηλεβόαι γάρ με τόδʼ ὠνόμασαν 3 νύμφαις μὲν προχέω λουτρόν, θνητοῖσι δʼ ὑγείην 4 θῆκε δέ με Πτερέλας υἱὸς Ἐνυαλίου. === epigram 685 === [εἰς Καμάριναν τὴν ὲν ˘,Σικελίᾳ λίμνην] 1 μὴ κίνει Καμάριναν, ἀκίνητος γὰρ ἀμείνων, 2 μή ποτε κινήσας τὴν μείονα μείζονα θείης. === epigram 686 === [εἰς τὴν πύλην τὴν ἀνατολικὴν τῆς Θεσσαλονίκης] 1 ἠνορέης ὀλετῆρα ὑπερφιάλου Βαβυλῶνος 2 καὶ σέλας ἀκτεάνοιο δίκης Βασίλειον ὕπαρχον, 3 ξεῖνε, νόῳ σκίρτησον, ἰδὼν ἐφύπερθε πυλάων. 4 εὐνομίης ποτὶ χῶρον ἀριστογένεθλον ὁδεύεις, 5 βάρβαρον οὐ τρομέεις, οὐκ ἄρρενας ἀρρενοκοίτας. 6 ὅπλα Λάκων, σὺ δὲ τεῖχος ἔχεις βασίλειον ἄγαλμα. === epigram 687 === 1 μορφὰς ὁ γράψας, ἤθελον καὶ τοὺς τρόπους· 2 ἀνεσείρασε δέ μου τὴν ὄρεξιν ἡ τέχνη. 3 κάλει δὲ μʼ Ἀλέξανδρον εὔλαλον, φίλος· === epigram 688 === [εἰς πύλην τοῦ Ἄργους] 1 τήνδε πύλην λάεσσιν ἐυξέστοις ἀραρυῖαν, 2 ἀμφότερον, κόσμον τε πάτρῃ] καὶ θάμβος ὁδίταις, 3 τεῦξε Κλέης Κλεάδας ἀγανῆς πόσις εὐπατερείης, 4 Λερναίων ἀδύτων περιώσιος ὀργιοφάντης, 5 τερπόμενος δώροισιν ἀγασθενέων βασιλήων· === epigram 689 === [εἰς τὴν Εὐγενίου πόρταν ἐν Βυζαντίῳ] 1 οὗτος Ἰουλιανὸς λαοσσόα τείχεα πήξας, 2 στῆσε τρόπαιον, ἑῆς σύμβολον ἀγρυπνίης, 3 σφάζειν ἀντιβίους ἐχθροὺς ἀπάνευθε μενοινῶν, 4 ἢ πόλεως προπάροιθʼ ἐκκροτέειν πολέμους, === epigram 690 === [εἰς πόρταν τὴν ἐπιλεγομένην ξυλόκερκον ἐν Βυζαντίῳ] 1 Θευδόσιος τόδε τεῖχος ἄναξ, καὶ ὕπαρχος Ἑῴας 2 Κωνσταντῖνος ἔτευξαν ἐν ἤμασιν ἑξήκοντα. === epigram 691 === [εἰς πόρταν τοῦ Ῥησίου ἐν Βυζαντίῳ] 1 ἤμασιν ἑξήκοντα φιλοσκήπτρῳ βασιλῆϊ 2 Κωνσταντῖνος ὕπαρχος ἐδείματο τείχεϊ τεῖχος· === epigram 692 === 1 Βιβιανοῦ τόδε ἔργον, ὃν ἀντολίαι δύσιές τε 2 μέλπουσιν γεραρῶς εἵνεκεν εὐνομίης. === epigram 693 === 1 τόνδε Τύχης ἀνέγειρε δόμον Δημήτριος ἀρχὸς, 2 τὴν πόλιν οἰκτείρας, ὡς πάις Ἱερίου· 3 αὐτοῦ καὶ βουλῇ τάδʼ ἐδείματο, οὔτε πόληος 4 οὔτε τι δημοτέροις χρήμασιν, ἀλλʼ ἰδίοις. === epigram 694 === [εἰς καμάραν] 1 Μεσσαλινοῖο γόνος τόδε θέσκελον ἔκτισε τόξον === epigram 695 === [εἰς λίθον ἀκοίτονον] 1 ὁρᾷς τὸ κάλλος ὅσσον ἐστὶ τῆς λίθου 2 ἐν ταῖς ἀτάκτοις τῶν φλεβῶν εὐταξίαις. === epigram 696 === [εἰς ἁψῖδα ἐν τῇ βασιλικᾖ ἐν Βυζαντίῳ] 1 Τετραπόροις ἁψῖσι πόλιν Θεόδωρος ἐγείρας, 2 ἄξιός ἐστι πόλιν καὶ τέτρατον ἡνιοχεῦσαι. === epigram 697 === [εἰς ἕτερον μέρος τῆς αὐτῆς ἁψῖδος] 1 ἔπρεπε σοί, Θεόδωρε, Τύχης ἐυκίονα νηὸν; 2 ἔργου κοσμῆσαι θαύματι τοσσατίου, 3 δῶρά τε κυδήεντα πορεῖν χ;χρυσάσπιδι Ῥώμῃ, 4 ἥ σ’ Ὕπατον τεῦξεν, καὶ τρισέπαρχον ὁρᾷ. === epigram 698 === 1 Μόψου τήνδʼ ἐσορᾷς κλεινὴν πόλιν, ἥν ποτε μάντις 2 δείματο, τῷ ποταμῷ κάλλος ὑπερκρεμάσας. === epigram 699 === [εἰς πηγὴν ὀνομαζομένην Ὀλυμπιάδα] 1 ἔνθεν Ἀλέξανδρος Μακεδὼν πίεν ἀγλαὸν ὕδωρ· 2 μητρὸς δʼ εἶπε γάλακτι πανείκελα ῥεύματα πηγῆς, 3 ᾗ καὶ Ὀλυμπιάδος πόρεν οὔνομα, σῆμα δὲ τοῦτο. === epigram 700 === 1 γράψε Πολύγνωτος, Θάσιος γένος, Ἀγλαοφῶντος 2 υἱός, περθομένην Ἰλίου ἀκρόπολιν. === epigram 701 === [εἰς ναὸν τοῦ Διὸς κτισθέντα παρὰ τῶν Κεκροπιδῶν] 1 αὐτοῦ Ζηνὸς ὅδʼ οἶκος ἐπάξιος· οὐδʼ ἂν Ὄλυμπος 2 μέμψεται οὐρανόθεν Ζῆνα κατερχόμενον. === epigram 702 === [εἰς τὸ αὐτό] 1 Κεκροπίδαι Διὶ τόνδʼ ἔθεσαν δόμον, ὡς ἀπʼ Ὀλύμπου 2 νισσόμενος ποτὶ γᾶν, ἄλλον Ὄλυμπον ἔχοι. === epigram 703 === Τεάρου ποταμοῦ κεφαλαὶ ὕδωρ ἄριστόν τε καὶ κάλλιστον παρέχονται πάντων ποταμῶν καὶ ἐπʼ αὐτὰς ἀπίκετο ἐλαύνων ἐπὶ Σκύθας στρατὸν ἀνήρ κάλλιστος καὶ ἄριστος πάντων ἀνθρώπων Δαρεῖος ὁ Ὑστάσπεος, Περσέων τε καὶ πάσης τῆς ἠπείρου βασιλεύς. === epigram 704 === 1 τήκει καὶ πέτρην ὁ πολὺς χρόνος ἀλλʼ ἀρετάων 2 Ἀσκληπιοδότου τὸ κλέος ἀθάνατον, 3 ὅσσα καὶ οἷα πόρεν γέρα πατρίδι· τοῖς ἐπὶ πᾶσι 4 καὶ τόδε μετρείσθω κοῖλον ἔρεισμα θόλου. === epigram 705 === 1 δῶρον Τερμησσοῖο δικασπολίης χάριν ἁγνῆς· 2 Εὐσέβιος θεράπων θῆκε θεῷ τὸ γέρας. === epigram 706 === 1 δένδρεον ἱερόν εἰμι· παρερχόμενός με φυλάσσευ 2 πημαίνειν· ἀλγῶ, ξεῖνε, κολουομένη. 3 μέμνεο, παρθένιός μοι ἔπι φλόος, οὐχ ἅπερ ὠμαῖς 4 ἀχράσιν· αἰγείρων τίς γένος οὐκ ἐδάη; 5 εἰ δὲ περιδρύψῃς με παρατραπίην περ ἐοῦσαν, 6 δακρύσεις· μέλομαι καὶ ξύλον Ἠελίῳ. === epigram 707 === 1 εἰμὶ μὲν ἐν ποταμοῖς, πελάγει δʼ ἴσα μέτρα διώκω, 2 Στρυμών, Ἠμαθίης τὸ γλυκερὸν πέλαγος· 3 βένθος ὁμοῦ καὶ ἄρουρα διʼ ὕδατος· ἦ γὰρ ἐγείρω 4 ὀμπνιακῶν χαρίτων ἡδύτερον τρίβολον. 5 ἔστι καὶ Ἠμαθίης γόνιμος βυθός· ἄμμι δέ, Νεῖλε, 6 κρείσσων ἔσθʼ ὁ φέρων τὸν στάχυν, οὐχ ὁ τρέφων. === epigram 708 === 1 ἔζευξʼ Ἑλλήσποντον ὁ βάρβαρος ἄφρονι τόλμῃ, 2 τοὺς δὲ τόσους καμάτους πάντας ἔλυσε χρόνος· 3 ἀλλὰ Δικαιάρχεια διηπείρωσε θάλασσαν, 4 καὶ βυθὸν εἰς χέρσου σχῆμα μετεπλάσατο· 5 λᾶα, βαθὺ στήριγμα, κατερρίζωσε πέλωρον, 6 χερσὶ Γιγαντείαις δʼ ἔστασε νέρθεν ὕδωρ. 7 ἦν ἅλʼ ἀεὶ πλώειν διοδευομένη δʼ ὑπὸ ναύταις 8 ἄστατος, εἰς πεζοὺς ὡμολόγησε μένειν. === epigram 709 === 1 Εὐρώταν ὡς ἄρτι διάβροχον ἔν τε ῥεέθροις 2 εἵλκυσ’ ὁ τεχνίτης ἐν πυρὶ λουσάμενον 3 πᾶσι γὰρ ἐν κώλοις ὑδατούμενος ἀμφινένευκεν 4 ἐκ κορυφῆς ἐς ἄκρους ὑγροβατῶν ὄνυχας. 5 ἁ δὲ τέχνα ποταμῷ συνεπήρικεν· ἆ τίς ὁ πείσας 6 χαλκὸν κωμάζειν ὕδατος ὑγρότερον; === epigram 710 === [εἰς τὰς ἐν Μέμφει πυραμίδας] 1 Ὄσσαν ἐπʼ Οὐλύμπῳ καὶ Πήλιον ὑψωθέντα 2 ψευδὴς ἱστορίης ῥῆσις ἀνεπλάσατο· 3 πυραμίδες δʼ ἔτι νῦν Νειλωίδες ἄκρα μέτωπα 4 κύρουσιν χρυσέοις ἀστράσι Πληιάδων. === epigram 711 === 1 αὐτὴν Γραμματικὴν ὁ ζωγράφος ἤθελε γράψαι· 2 Βίκτορα δὲ γράψας, τὸν σκοπόν, εἶπεν, ἔχω. === epigram 712 === 1 αὐτὸν Ἰωάννην ὁ γέρων ὅτʼ ἐδέξατο θεσμός, 2 εἶπεν ἀνηβήσας· αὖθις ἔχω σε, Σόλων. === epigram 713 === [εἰς τὴν Μύρωνος βοῦν] 1 βοίδιόν εἰμι Μύρωνος, ἐπὶ στήλης δʼ ἀνάκειμαι. 2 βουκόλε, κεντήσας εἰς ἀγέλην μʼ ἄπαγε. === epigram 714 === 1 τίπτε, Μύρων, μὲ τὸ βοίδιον ἐνταυθοῖ παρὰ βωμοῖς 2 ἔστασας; οὐκ ἐθέλεις εἰσαγέμεν μέγαρον; === epigram 715 === 1 βουκόλε, τὰν ἀγέλαν πόρρω νέμε, μὴ τὸ Μύρωνος 2 βοίδιον ὡς ἔμπνουν βουσὶ συνεξελάσῃς. === epigram 716 === 1 Βοίδιον οὐ χοάνοις τετυπωμένον, ἀλλʼ ὑπὸ γήρως 2 χαλκωθὲν σφετέρῃ ψεύσατο χειρὶ Μύρων. === epigram 717 === 1 ἢ τὸ δέρας χάλκειον ὅλον βοῒ τᾷδʼ ἐπίκειται 2 ἔκτοθεν, ἢ ψυχὴν ἔνδον ὁ χαλκὸς ἔχει. === epigram 718 === 1 αὐτὸς ἐρεῖ τάχα τοῦτο Μύρων “οὐκ ἔπλασα ταύταν 2 τὰν δάμαλιν, ταύτας δʼ εἰκόνʼ ἀνεπλασάμην.” === epigram 719 === 1 οὐκ ἔπλασέν με Μύρων, ἐψεύσατο· βοσκομέναν δὲ 2 ἐξ ἀγέλας ἐλάσας, δῆσε βάσει λιθίνῳ. === epigram 720 === 1 εἰ μή μου ποτὶ τᾷδε Μύρων πόδας ἥρμοσε πέτρᾳ, 2 ἄλλαις ἂν νεμόμαν βουσὶν ὁμοῦ δάμαλις. === epigram 721 === 1 Μόσχε, τί μοι λαγόνεσσι προσέρχεαι; τίπτε δὲ μυκᾷ; 2 ἁ τέχνα μαζοῖς οὐκ ἐνέθηκε γάλα. === epigram 722 === 1 ἡ βοῦς ἐξ ἀρότου νέον ἤλυθε, καὶ διὰ τοῦτο 2 ὀκνεῖ, κοὐκ ἐθέλει βῆμʼ ἐπίπροσθεν ἄγειν. === epigram 723 === 1 τὰν δάμαλιν, βουφορβέ, παρέρχεο, μηδʼ ἀπάνευθε 2 συρίσδῃς· μαστῷ πόρτιν ἀπεκδέχεται. === epigram 724 === 1 ἁ μόλιβος κατέχει με καὶ ἁ λίθος· εἵνεκα δʼ ἂν σεῦ, 2 πλάστα Μύρων, λωτὸν καὶ θρύον ἐδρεπόμαν. === epigram 724b === 1 ἁ δάμαλις, δοκέω, μυκήσεται· ἦ ῥʼ ὁ Προμηθεὺς 2 οὐχὶ μόνος, πλάττεις ἔμπνοα καὶ σὺ Μύρων. === epigram 725 === 1 βοῦν ἰδίαν ποτὲ βουσὶ Μύρων μιχθεῖσαν ἐζήτει· 2 εὗρε μόλις δʼ αὐτὴν, τὰς βόας ἐξελάσας. === epigram 726 === 1 ἁ βοῦς ἁ τίκτουσ’ ἀπὸ γαστέρος ἔπλασε τὰν βοῦν 2 ἁ δὲ Μύρωνος χεὶρ οὐ πλάσεν, ἀλλʼ ἔτεκεν. === epigram 727 === 1 καὶ χαλκῆ περ ἐοῦσα λάλησεν ἂν ἁ κεραὴ βοῦς, 2 εἲ οἱ σπλάγχνα Μύρων ἔνδον ἐτεχνάσατο. === epigram 728 === 1 ἁ δάμαλις, δοκέω, μυκήσεται· ἢν δὲ βραδύνῃ, 2 χαλκὸς ὁ μὴ νοέων αἴτιος, οὐχὶ Μύρων. === epigram 729 === 1 πηκτόν μοί τις ἄροτρον ἐπʼ αὐχένι καὶ ζυγὰ θέσθω· 2 εἵνεκα γὰρ τέχνας σεῖο, Μύρων, ἀρόσω. === epigram 730 === 1 ἤν μʼ ἐσίδῃ μόσχος, μυκήσεται· ἢν δέ γε ταῦρος, 2 βήσεται· ἢν δὲ νομεύς, εἰς ἀγέλαν ἐλάσει. === epigram 731 === 1 ὧδε Μύρων μʼ ἔστησε τὸ βοίδιον οἱ δὲ νομῆες 2 βάλλουσίν με λίθοις, ὡς ἀπολειπόμενον. === epigram 732 === 1 βουκόλον ἢν ἐσίδῃς τὸν ἐμόν, ξένε, τοῦτʼ ἔπος αὐτῷ 2 εἶπον, ὅθʼ ὁ πλάστης ὧδὲ μʼ ἔδησε Μύρων. === epigram 733 === 1 τὰν βοῦν τάνδε Μύρων, ξεῖνʼ, ἔπλασεν, ἃν ὅδε μόσχος 2 ὡς ζῶσαν σαίνει, ματέρα δερκόμενος. === epigram 734 === 1 ταῦρε, μάτην ἐπὶ μόσχον ἐπείγεαι· ἔστι γὰρ ἄπνους 2 ἀλλὰ σ’ ὁ βουπλάστας ἐξαπάτησε Μύρων. === epigram 735 === 1 σεῖο Μύρων, δαμάλει παρακάτθανε μόσχος ἀλαθείς, 2 καὶ γάλα πιστεύων χαλκὸν ἔσωθεν ἔχειν. === epigram 736 === [ἄλλο] 1 φεῦ σὺ Μύρων, πλάσσας οὐκ ἔφθασας· ἀλλά σὲ χαλκός, 2 πρὶν ψυχὴν βαλέειν, ἔφθασε πηγνύμενος. === epigram 737 === 1 χαλκείαν τύπτεις δάμαλιν μέγα σ’ 2 ἤπαφε τέχνα, 3 βουκόλε· τὰν ψυχὰν οὐ προσέθηκε Μύρων. === epigram 738 === 1 ἐν βοῒ τᾷδʼ ἐμάχοντο Φύσις καὶ πότνια Τέχνα· 2 ἀμφοτέραις δὲ Μύρων ἶσον ὄπασσε γέρας· 3 δερκομένοις μὲν γὰρ Φύσιος κράτος ἥρπασε Τέχνα· 4 αὐτάρ ἐφαπτομένοις ἡ Φύσις ἐστὶ φύσις. === epigram 739 === 1 ἤπαφε καὶ σὲ μύωπα Μύρων, ὅτι κέντρον ἐρείδεις 2 πλευραῖς χαλκοχύτοις ἀντιτύποιο βοός. 3 οὐ νέμεσις δὲ μύωπι· τί γὰρ τόσον; εἴ γε καὶ αὐτοὺς 4 ὀφθαλμοὺς νομέων ἠπερόπευσε Μύρων. === epigram 740 === 1 ἡ βάσις ἡ κατέχουσα τὸ βοίδιον, ᾗ πεπέδηται· 2 ἢν δʼ ἀφεθῇ ταύτης, φεύξεται εἰς ἀγέλην. 3 μυκᾶται γὰρ ὁ χαλκός· ἴδʼ ὡς ἔμπνουν ὁ τεχνίτας 4 θήκατο· κἂν ζεύξῃς ἄλλον, ἴσως ἀρόσει. === epigram 741 === 1 χάλκεος ἦς, ἐπὶ σοὶ δὲ γεωτόμος εἷλκεν ἄροτρον 2 καὶ ζυγόδεσμα φέρων, ψευδομένα δάμαλι. 3 ἀλλὰ Μύρων τέχνᾳ πανυπείροχος, ὅς σε διʼ ἔργων 4 ἔμπνουν, ὥς τινα βοῦν ἐργάτιν εἰργάσατο. === epigram 742 === 1 ἄπαιρέ μου τένοντος, ὦ γεωπόνε, 2 λέπαδνα, καὶ σίδαρον αὐλακεργάταν· 3 χαλκὸν γὰρ ἁμῶν οὐκ ἐσάρκωσεν Μύρων, 4 τέχνα δὲ ζωπόνησεν ὄψιν ἔμπνοον, 5 ὡς πολλάκις με κἀπομυκᾶσθαι θέλειν· 6 εἰς ἔργα δʼ οὐκ εἴασε, προσδήσας βάσει. === epigram 743 === 1 Θεσσαλαὶ αἱ βόες αἵδε· παρὰ προθύροισι δʼ Ἀθάνας 2 ἑστᾶσιν, καλὸν δῶρον, Ἰτωνιάδος· 3 πᾶσαι χάλκειαι, δυοκαίδεκα, Φράδμονος ἔργον, 4 καὶ πᾶσαι γυμνῶν σκῦλον ἀπʼ Ἰλλυριῶν. === epigram 744 === 1 ᾨγινόμοι Σώσων καὶ Σίμαλος, οἱ πολύαιγοι, 2 οἷα βαθυσχίνων, ᾦ ξένε, % παρολκίδαν 3 Ἑρμᾷ τυρευτῆρι καὶ εὔγλαγι τὸν χιμάραρχον 4 χάλκεον εὐπώγωνʼ ὧδʼ ἀνέθεντο τράγον. === epigram 745 === 1 Θάεο τὸν Βρομίου κεραὸν τράγον, ὡς ἀγερώχως 2 ὄμμα κατὰ λασιᾶν γαῦρον ἔχει γενύων, 3 κυδιόων ὅτι οἱ θάμʼ ἐν οὔρεσιν ἀμφὶ παρῇδα 4 βόστρυχον εἰς ῥοδέαν Ναῒς ἔδεκτο χέρα. === epigram 746 === [εἰς δακτύλιον] 1 ἑπτὰ βοῶν σφραγῖδα βραχὺς λίθος εἶχεν ἴασπις, 2 ὡς μίαν, ὡς πάσας ἔμπνοα δερκομένας. 3 καὶ τάχα κἂν † ἀπέρεψε τὰ βοίδια· νῦν δὲ κέκλειται 4 τῇ χρυσῇ μάνδρᾳ τὸ βραχὺ βουκόλιον. === epigram 747 === 1 εἰκόνα πέντε βοῶν μικρὰ λίθος εἶχεν ἴασπις, 2 ὡς ἤδη πάσας ἔμπνοα βοσκομένας. 3 καὶ τάχα κἂν ἀπέφευγε τὰ βοίδια· νῦν δὲ κρατεῖται 4 τῇ χρυσῇ μάνδρῃ τὸ βραχὺ βουκόλιον. === epigram 748 === [εἰς Διόνυσον γεγλυμμένον ἐν ἀμεθύστῳ] 1 ἡ λίθος ἔστʼ ἀμέθυστος, ἐγὼ δʼ ὁ πότης Διόνυσος· 2 ἢ νήφειν πείσῃ μʼ, ἢ μαθέτω μεθύειν. === epigram 749 === [εἰς Ἔρωτα ἐν καυκίῳ γεγλυμμένον] 1 ἐν κυάθῳ τὸν Ἔρωτα τίνος χάριν; ἀρκετὸν οἴνῳ 2 αἴθεσθαι κραδίην μὴ πυρὶ πῦρ ἔπαγε. === epigram 750 === [εἰς βόας ἐν δακτυλίῳ] 1 τὰς βοῦς καὶ τὸν ἴασπιν ἰδὼν περὶ χειρὶ δοκήσεις 2 τὰς μὲν ἀναπνείειν, τὸν δὲ χλοηκομέειν. === epigram 751 === 1 ἁ σφραγὶς ὑάκινθος· Ἀπόλλων δʼ ἐστὶν ἐν αὐτῇ 2 καὶ Δάφνη· ποτέρου μᾶλλον ὁ Λητοΐδας; === epigram 752 === 1 εἰμὶ Μέθη τὸ γλύμμα σοφῆς χερός, ἐν δʼ ἀμεθύστῳ 2 γέγλυμμαι· τέχνης δʼ ἡ λίθος ἀλλοτρίη. 3 ἀλλὰ Κλεοπάτρης ἱερὸν κτέαρ· ἐν γὰρ ἀνάσσης 4 χειρὶ θεὸν νήφειν καὶ μεθύουσαν ἔδει. === epigram 753 === [εἰς κρύσταλλον ἔνδον ὕδωρ ἔχουσαν] 1 Χιονέη κρύσταλλος ὑπʼ ἀνέρος ἀσκηθεῖσα 2 δεῖξεν ἀκηρασίοιο παναίολον εἰκόνα κόσμου, 3 οὐρανὸν ἀγκὰς ἔχοντα βαρύκτυπον ἔνδοθι πόντον. === epigram 754 === 1 α. εἴπʼ ἄγε μοι, κρύσταλλε, λίθῳ πεπυκασμένον ὕδωρ, 2 τίς πῆξεν; β. Βορέης. α. ἢ τίς ἔλυσε; β. νότος, === epigram 755 === [εἰς Σκύλλαν χαλκῆν] 1 εἰ μὴ χαλκὸς ἔλαμπεν, ἐμάνυε δʼ ἔργον ἄνακτος 2 ἔμμεναι Ἡφαίστου δαιδαλέοιο τέχνας, 3 αὐτὴν ἄν τις Σκύλλαν ὀίσσατο τηλόθι λεύσσων 4 ἑστάμεν, ἐκ πόντου γαῖαν ἀμειψαμέναν 5 τόσσον ἐπισσείει, τόσσον κότον ἀντία φαίνει, 6 οἷον ἀπὸ πελάγευς συγκλονέουσα νέας. === epigram 756 === 1 τέχνας εἵνεκα σεῖο καὶ ἁ λίθος οἶδε βρυάζειν, 2 Πραξίτελες· λῦσον, καὶ πάλι κωμάσομαι. 3 νῦν δʼ ἡμῖν οὐ γῆρας ἔτʼ ἀδρανές, ἀλλʼ ὁ πεδητὰς 4 Σειληνοῖς κώμων βάσκανός ἐστι λίθος. === epigram 757 === 1 Ἰφίων τόδʼ ἔγραψε Κορίνθιος. οὐκ ἔνι· μῶμος 2 χερσίν, ἐπεὶ δόξας ἔργα πολὺ προφέρει. === epigram 758 === 1 Κίμων ἔγραψε τὴν θύραν τὴν δεξιάν· 2 τὴν δʼ ἐξιόντων δεξιὰν Διονύσιος. === epigram 759 === 1 εἷς λίθος, ἅρμʼ, ἐλατήρ, ἵπποι, ζυγόν, ἡνία, μάστιξ. === epigram 760 === 1 εἷς λίθος, ἅρμʼ, ἐλατήρ, πῶλοι, ζυγός, ἡνία, Νίκη, === epigram 761 === [εἰς βότρυν ἐκ χρωμάτων] 1 μικροῦ κατέσχον τὸν βότρυν τοῖς δακτύλοις, 2 ὑπεραπατηθεὶς τῇ θέᾳ τῶν χρωμάτων. === epigram 762 === [εἰς δίσκον Ἀσκληπιάδου] 1 Ἥφαιστός μʼ ἐτέλεσσε καμὼν χρόνον ἀλλὰ Κυθείρη 2 ἀνδρὸς ἑοῦ θαλάμων εἵλετο λαθριδίως, 3 Ἀγχίσῃ δʼ ἔπορεν κρυφίης μνημήιον εὐνῆς· 4 καὶ μʼ Ἀσκληπιάδης εὗρε παρʼ Αἰνεάδαις. === epigram 763 === [εἰς ἀρχοντικὸν πέλεκυν] 1 ἢν μὲν ἀλιτραίνῃς, πέλεκυν βλεφάροισι δοκεύεις· 2 ἢν δὲ σαοφρονέῃς, ἄργυρός εἰμι μόνον. === epigram 764 === [εἰς κωνωπεῶνα] 1 οὐ βριαρόν τινα θῆρα, καὶ οὔ τινα πόντιον ἰχθύν, 2 οὐ πτερὸν ἀγρεύω πλέγμασιν ἡμετέροις, 3 ἀλλὰ βροτοὺς ἐθέλοντας· ἀλεξήτειρα δὲ τέχνη 4 ἀνέρα μυιάων κέντρον ἀλευόμενον 5 ἐκ θαλίης ἀβρῶτα μεσημβριάοντα φυλάσσει, 6 οὐδὲν ἀφαυροτέρη τείχεος ἀστυόχου. 7 ὕπνου δʼ ἀστυφέλικτον ἄγω χάριν ἀλλὰ καὶ αὐτοὺς 8 δμῶας μυιοσόβου ῥύομαι ἀτμενίης. === epigram 765 === [εἰς τὸ αὐτό] 1 Καλλιγάμοις λέκτροις περικίδναμαι· εἰμὶ δὲ κεδνῆς 2 δίκτυον οὐ Φοίβης, ἀλλʼ ἁπαλῆς Παφίης. 3 ἀνέρα δʼ ὑπνώοντα μίτῳ πολύσπι καλύπτω, 4 ζῳοφόρων ἀνέμων οὐδὲν ἀτεμβόμενον. === epigram 766 === [εἰς τὸ αὐτό] 1 πλέγμασι μὲν σκοπός ἐστι περισφίγξαι πετεηνῶν 2 ἔθνεα καὶ ταχινοὺς ἔνδοθεν ὀρταλίχους· 3 αὐτὰρ ἐγὼ σεύειν ἐπιτέρπομαι, οὐδὲ καλύπτω 4 ἔνδοθεν, ἀλλʼ εἴργω μᾶλλον ἐπειγομένους. 5 οὐδέ μέ τις λήσειε, καὶ εἰ βραχὺς ἔπλετο, κώνωψ 6 ἡμετέρης διαδὺς πλέγμα λινοστασίης. 7 ὄρνεά που σῴζω· μερόπεσσι δὲ λέκτρα φυλάσσω. 8 ἦ ῥά τις ἡμείων ἐστὶ δικαιότερος; === epigram 767 === [εἰς τάβλαν] 1 ἑζόμενος μὲν τῇδε παρʼ εὐλάιγγι τραπέζῃ 2 παίγνια κινήσεις τερπνὰ βολοκτυπίης. 3 μήτε δὲ νικήσας μεγαλίζεο, μήτε ἀπολειφθεὶς 4 ἄχνυσο, τὴν ὀλίγην μεμφόμενος βολίδα. 5 καὶ γὰρ ἐπὶ σμικροῖσι νόος διαφαίνεται ἀνδρός, 6 καὶ κύβος ἀγγέλλει βένθος ἐχεφροσύνης. === epigram 768 === [εἰς τὸ αὐτό] 1 παίγνια μὲν τάδε πάντα· τύχης δʼ ἑτερότροπος ὁρμὴ 2 ταῖς ἀλόγοις ταύταις ἐμφέρεται βολίσιν 3 καὶ βροτέου βιότου σφαλερὸν μίμημα νοήσεις, 4 νῦν μὲν ὑπερβάλλων, νῦν δʼ ἀπολειπόμενος. 5 αἰνέομεν δὴ κεῖνον, ὃς ἐν βιότῳ τε κύβῳ τε 6 χάρματι καὶ λύπῃ μέτρον ἐφηρμόσατο. === epigram 769 === [εἰς τὸ αὐτό] 1 τοῖς μὲν πρηϋνόοις τάδε παίγνια, τοῖς δʼ ἀκολάστοις 2 λύσσα καὶ ἀμπλακίη καὶ πόνος αὐτόματος. 3 ἀλλὰ σὺ μὴ λέξῃς τι θεημάχον ὕστατος ἕρπων, 4 μηδʼ ἀναροιβδήσῃς ῥινοβόλῳ πατάγῳ. 5 δεῖ γὰρ μήτε πονεῖν ἐν ἀθύρμασι, μήτε τι παίζειν 6 ἐν σπουδῇ· καιρῷ δʼ ἴσθι νέμειν τὸ πρέπον. === epigram 770 === [εἰς ποτήριον οἰκείας θυγατρὸς παρθένου] 1 χεῖλος Ἀνικήτεια τὸ χρύσεον εἰς ἐμὲ τέγγει· 2 ἀλλὰ παρασχοίμην καὶ πόμα νυμφίδιον. === epigram 771 === [εἰς φιάλην ἔχουσαν κινουμένους ἰχθύας] 1 ὄντως Βάκχον ἔδεκτο Θέτις· νῦν μῦθος Ὁμήρου 2 ὀψὲ μέν, ἀλλʼ εὗρεν πίστιν ἐτητυμίης. === epigram 772 === [εἰς φιάλην ἐν ᾗ συνάγονται τὰ περιττά] 1 οἰνοχόῳ φίλον εἰμὶ μόνῳ δέπας, οὕνεκεν αὐτῷ 2 Βάκχον ἀολλίζω τὸν περιλειπόμενον. === epigram 773 === 1 χαλκοτύπος τὸν Ἔρωτα μεταλλάξας ἐπόησε 2 τήγανον, οὐκ ἀλόγως, ὅττι καὶ αὐτὸ φλέγει. === epigram 774 === 1 ἁ βάκχα Παρία μέν, ἐνεψύχωσε δʼ ὁ γλύπτας 2 τὸν λίθον ἀνθρῴσκει δʼ ὡς βρομιαζομένα. 3 ὦ Σκόπα, ἁ θεοποιὸς ἄπιστον ἐμήσατο τέχνα 4 θαῦμα, χιμαιροφόνον θυιάδα μαινομέναν. === epigram 775 === 1 ἡ βάκχη Κρονίδην Σάτυρον θέτο· εἰς δὲ χορείαν 2 θρῴσκει μαινομένων ὡς βρομιαζόμενος, === epigram 776 === 1 Ζεύξιδος ἡ χροιή τε καὶ ἡ χάρις· ἐν δέ με μικρῇ 2 κρυστάλλῳ τὸ καλὸν δαίδαλον Ἀρσινόῃ 3 γράψας τοῦτʼ ἔπορεν Σατυρήϊος. εἰμὶ δʼ ἀνάσσης 4 εἰκὼν, καὶ μεγάλης λείπομαι οὐδʼ ὀλίγον. === epigram 777 === 1 ἴδʼ ὡς ὁ πῶλος χαλκοδαιδάλῳ τέχνᾳ 2 κορωνιῶν ἕστηκε· δριμὺ γὰρ βλέπων 3 ὑψαυχενίζει, καὶ διηνεμωμένας 4 κορυφῆς ἐθείρας οὐρίωκεν ἐς δρόμον. 5 δοκέω, χαλινοὺς εἴ τις ἡνιοστρόφος 6 ἐναρμόσῃ γένυσσι κἀπικεντρίσᾐ, 7 ὁ σὸς πόνος, Λύσιππε, καὶ παρʼ ἐλπίδας 8 τάχʼ ἐκδραμεῖται· τᾷ τέχνᾳ γὰρ ἐμπνέει· === epigram 778 === 1 γαῖαν τὴν φερέκαρπον ὅσην ἔζωσε περίχθων 2 ὠκεανὸς μεγάλῳ Καίσαρι πειθομένην, 3 καὶ γλαυκήν με θάλασσαν ἀπηκριβώσατο Καρπὼ 4 κερκίσιν ἱστοπόνοις πάντʼ ἀπομαξαμένη· 5 Καίσαρι δʼ † ακείνου χάρις ἤλθομεν ἦν γὰρ ἀνάσσης 6 δῶρα φέρειν τὰ θεοῖς καὶ πρὶν ὀφειλόμενα. === epigram 779 === [εἰς βάσιν τοῦ ὡρολογίου τοῦ εἰς τὴν ἁψῖδα τὴν κειμένην εἰς τὴν βασιλικήν] 1 δῶρον Ἰουστίνοιο τυραννοφόνου βασιλῆος 2 καὶ Σοφίης ἀλόχου, φέγγος ἐλευθερίης, 3 ὡράων σκοπίαζε σοφὸν σημάντορα χαλκὸν 4 αὐτῆς ἐκ μονάδος μέχρι δυωδεκάδος, 5 ὅντινα συληθέντα Δίκης θρόνον ἡνιοχεύων 6 εὗρεν Ἰουλιανὸς χερσὶν ἀδωροδόκοις. === epigram 780 === [εἰς ὡρολόγιον] 1 ὠρανὸν ἁ χωροῖσα σοφὰ λίθος, ἁ διὰ τυτθοῦ 2 γνώμονος ἀελίῳ παντὶ μερισδομένα. === epigram 781 === [εἰς κάγκελον οἰκίας] 1 ἢν κλείσῃς μʼ, ἀνέῳγα· καὶ ἢν οἴξῃς μʼ ἐπικλείσεις.˘ 2 τοῖος ἐὼν τηρεῖν σὸν δόμον οὐ δύναμαι. === epigram 782 === [εἰς ὡρολόγιον] 1 ἐνθάδε μιστύλλουσι δρόμον Φαεθοντίδος αἴγλης 2 ἀνέρες ὡράων ἀμφὶ δυωδεκάδι· 3 ὕδασι δʼ ἠελίοιο ταλαντεύουσι κελεύθους, 4 ἐς πόλον ἐκ γαίης μῆτιν ἐρεισάμενοι. === epigram 783 === [εἰς Ἑρμαφρόδιτον ἐν λουτρῷ ἱστάμενον] 1 ἀνδράσιν Ἑρμῆς εἰμι, γυναιξὶ δὲ Κύπρις ὁρῶμαι 2 ἀμφοτέρων δὲ φέρω σύμβολά μοι τοκέων. 3 τοὔνεκεν οὐκ ἀλόγως με τὸν Ἑρμαφρόδιτον ἔθεντο 4 ἀνδρογύνοις λουτροῖς παῖδα τὸν ἀμφίβολον. === epigram 784 === [εἰς λουτρὸν μικρόν] 1 μὴ νεμέσα βαιοῖσι χάρις βαιοῖσιν ὀπηδεῖ· 2 βαιὸς καὶ Παφίης ἔπλετο κοῦρος Ἔρως. === epigram 785 === [εἰς καμάραν τοῦ φόρου πρὸς τὴν δύσιν] 1 Μηνᾶς χρύσεον ἔργον ἐδείματο πᾶσιν ὁδίταις, 2 κυδαίνων πτολίεθρον ἐριχρύσων βασιλήων. === epigram 786 === 1 τόνδε καθιδρύσαντο θεῷ περικαλλέα βωμόν, 2 λευκῆς καὶ Πτελεοῦ μέσσον ὅρον θέμενοι 3 ἐνναέται, χώρης σημήιον ἀμμορίης δὲ 4 αὐτὸς ἄναξ μακάρων ἐστὶ μέσος Κρονίδης. === epigram 787 === [εἰς τόπον ἐπιξενουμένων] 1 ὁ πρὶν ἀλωόμενος καὶ ἀνέστιον ἴχνος ἐλαύνων, 2 εἴτʼ ἀφʼ ὁδοιπορίης, εἴτʼ ἀπὸ ναυτιλίης, 3 ἐνθάδε νῦν προσιὼν στῆσον, ξένε, σὸν πόδα δεῦρο, 4 ναιετάειν ἐθέλων, οἶκον ἕτοιμον ἔχων. 5 εἰ δέ με καὶ τίς ἔτευξεν ἀνακρινέοις, πολιῆτα 6 Εὐλόγιος, Φαρίης ἀρχιερεὺς ἀγαθός. === epigram 788 === 1 ὄλβιον ἀνθρώποισιν ἔχει φάος ἄμβροτος αἰὼν 2 σῇσιν ὑπʼ ἐννεσίῃσ’, εὐγενέτειρα Τύχη. 3 νεύματι γὰρ σῷ πάντα φέρει κλέος ᾧ ποτε χειρὶ 4 δεξιτερῇ παρέχῃς αὐχένα θεσπέσιον. 5 τούτῳ καὶ βασιλῆες ἀμύμονες ἁρμόζονται, 6 καὶ λογίων ἀγέλης ἄμβροτοι ἡγεμόνες· 7 καὶ νῆες λιμένεσσι σαώτερον ἀμπαύονται 8 σὴν διʼ ἀρηγοσύνην σῳζόμεναι πελάγει· 9 καὶ πόλιες χαίρουσιν ἀκύμονες, ἠδέ τε λαοί, 10 καὶ θαλερῶν πεδίων λείμακες ἀμβρόσιοι. 11 τοὔνεκα σὸν θεράποντα πρὸς ὄλβιον ἀθρήσασα === epigram 789 === 1 τέκτονά με σκοπίαζε σοφῶν κοσμήτορα μύθων, 2 ἰθύνοντα τέχνην εὐεπίης κανόνι. === epigram 790 === 1 τίς ποκʼ ἀπʼ Οὐλύμποιο μετάγαγε παρθενεῶνα, 2 τὸν πάρος οὐρανίοις ἐμβεβαῶτα δόμοις, 3 ἐς πόλιν Ἀνδρόκλοιο, θοῶν βασίλειαν Ἰώνων, 4 τὰν δορὶ καὶ Μούσαις αἰπυτάταν Ἔφεσον; 5 ἦ ῥα σὺ φιλαμένα, Τιτυοκτόνε, μέζον Ὀλύμπου 6 τὰν τροφόν, ἐν ταύτᾳ τὸν σὸν ἔθευ θάλαμον. === epigram 791 === 1 μητρὶ περιστεφέος σηκοῦ, Κυθέρεια, θαλάσσῃ 2 κρηπῖδας βυθίας οἴδματι πηξαμένη· 3 χαίρει δʼ ἀμφὶ σὲ πόντος, ἐπὶ ζεφύροιο πνοῇσιν 4 ἀφρὸν ὑπὲρ νώτου κυάνεον γελάσας. 5 εἵνεκα δʼ εὐσεβίης, νηοῦ θʼ ὃν ἐγείρατο σεῖο 6 Πόστουμος, αὐχήσῃ μέζον, † αφλοισι Πάφου. === epigram 792 === 1 Νικίεω πόνος οὗτος· ἀειζώουσα Νεκυία 2 ἤσκημαι πάσης ἠρίον ἡλικίης· 3 δώματα δʼ Αἰδωνῆος ἐρευνήσαντος Ὁμήρου 4 γέγραμμαι κείνου πρῶτον ἀπʼ ἀρχετύπου. === epigram 793 === [εἰς τὴν Μύρωνος βοῦν] 1 πόρτιν τήνδε Μύρωνος ἰδὼν, τάχα τοῦτο βοήσεις· 2 ἢ φύσις ἄπνοός ἐστιν, ἢ ἔμπνοος ἔπλετο τέχνη. === epigram 794 === [εἰς τὸ αὐτό] 1 βουκόλε, πῇ προθέειν με βιάζεαι; ἴσχεο νύσσων 2 οὐ γάρ μοι τέχνη καὶ τόδʼ ὄπασσεν ἔχειν. === epigram 795 === [εἰς τὸ αὐτό] 1 ἢ χαλκὸν ζώωσε Μύρων σοφός, ἢ τάχα πόρτιν 2 χάλκωσε ζωὰν ἐξ ἀγέλας ἐρύσας. === epigram 796 === [εἰς τὸ αὐτό] 1 Πλάστα Μύρων, σέο πόρτιν ὁδοιπόρος ἦλθεν ἐλάσσων 2 χαλκοῦ δὲ ψαύσας, φὼρ κενὸς ἐξεφάνη· === epigram 797 === [εἰς τὸ αὐτό] 1 εἰσορόων με λέων χαίνει στόμα, χερσὶ δʼ ἀείρει 2 γειοπόνος ζεύγλην, ἀγρονόμος κορύνην. === epigram 798 === [εἰς τὸ αὐτό] 1 τλῆθι, Μύρων τέχνη σε βιάζεται· ἄπνοον ἔργον. 2 ἐκ φύσεως τέχνη· οὐ γὰρ φύσιν εὕρετο τέχνη. === epigram 799 === [ἐν τῷ πορφυρῷ κίονι τῷ ὄντι εἰς τὸ Φιλαδέλφιον] 1 εὔνους μὲν βασιλεῖ Μουσήλιος· ἔργα βοῶσιν 2 δημόσια· σθεναρὴν πράγματα πίστιν ἔχει. 3 Μουσεῖον Ῥώμῃ δʼ ἐχαρίσσατο, καὶ βασιλῆος 4 εἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων, 5 τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων, 6 ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς. === epigram 800 === 1 ἐν τῷ αὐτῷ 2 ταῦτα λόγοις ἀνέθηκεν ἑκὼν Μουσήλιος ἔργα, 3 πιστεύων καθαρῶς ὡς Θεός ἐστι Λόγος. === epigram 801 === 1 ἐν τῷ αὐτῷ 2 Μουσείου τὰ μὲν αὐτὸς ἐτεύξατο, πολλὰ δὲ σώσας 3 ἑστῶτα σφαλερῶς, ἵδρυσεν ἀσφαλέως. === epigram 802 === [εἰς εἰκόνα Μαρκιανοῦ βασιλέως] 1 μορφὴν τήνδʼ ὁράᾳς ζωῷ ἐναλίγκιον ἵππῳ, 2 Μαρκιανὸν φορέοντι, βροτῶν βασιλῆα γενέθλης· 3 δεξιτερὴν δʼ ἐτάνυσσε, θέοντα δὲ πῶλον ἐπείγει 4 δυσμενέος καθύπερθεν, ὅτις κεφαλῇ μιν ἀείρει. === epigram 803 === [εἰς εἰκόνα Σοφίας Αὐγούστης ἐν τῇ εἰσόδῳ τοῦ Ζευξίππου] 1 Αὐσονίων δέσποιναν Ἰουλιανὸς πολιοῦχος 2 ὡς σοφίης μεστὴν ἄνθετο τὴν Σοφίην. === epigram 804 === [εἰς στήλην Ἰουστίνου βασιλέως] 1 Ἰουστίνον κατὰ χρέος τὸν δεσπότην 2 Ἰουλιανὸς ὕπαρχος, ὡς εὐεργέτην. === epigram 805 === [εἰς στήλην Ἄρεως κεχωσμένην ἐν Θρᾴκᾐ] 1 εἰσόκε θούριος οὗτος ἐπὶ χθονὶ κέκλιται Ἄρης, 2 οὔποτε Θρηικίης ἐπιβήσεται ἔθνεα Γότθων. === epigram 806 === [εἰς ὡρολόγιον] 1 κῆπος ἔην ὅδε χῶρος· ἀπὸ σκιερῶν δὲ πετήλων 2 νυκτοφανὴς τελέθων ἔσκεπεν ἠέλιον. 3 νῦν δὲ παναιγλήεντα καὶ εὔδιον εὗρε τελέσσαι 4 Σέργιος αὐτόπτης μυστιπόλος Τριάδος, 5 ἔνθα λίθος στατὸς οὗτος ἀειδίνητον ἀνάγκην 6 ἑπτάκις ἀγγέλλει ἄντυγος οὐρανίης. === epigram 807 === 1 μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσι 2 γνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου· 3 βαιὸς δʼ ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείης 4 ὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ. 5 Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖς 6 τοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων. === epigram 808 === [εἰς τὴν Μαξιμίνου οἰκίαν] 1 Δείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης, 2 αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας, 3 ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται. 4 τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν ἀλλὰ καὶ ἄντην 5 πάνθʼ ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα. 6 ἡμετέροις δʼ ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοις 7 πόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν, 8 τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι. 9 πολλάκι δʼ ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθη 10 βαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα, 11 δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν. === epigram 809 === [εἰς ἄγαλμα Πινδάρου] 1 Πίνδαρον ἱμερόεντα παρʼ ὕδασι Κῦρος ἐγείρει, 2 οὕνεκα φορμίζων εἶπεν ἄριστον ὕδωρ. === epigram 810 === 1 οὗτος Ἰουστῖνος Σοφίῃ σχεδὸν ἀμφότεροι δὲ 2 χρύσεον ἔργον ἔτευξαν ἀπʼ Ἀσσυρίοιο θριάμβου. === epigram 811 === 1 φαιδρὸν Ἰουστινιανὸς ἄναξ ἐμὲ χῶρον ἐγείρει, 2 ἠελίῳ παρέχων θάμβος ἀνερχομένῳ. 3 οὔποτε γὰρ τοιοῦτον ἐπὶ χθονὸς ἔδρακε κάλλος 4 ὑψόθεν οὐρανίην οἶμον ἐπερχόμενος. === epigram 812 === [εἰς Ἰουστῖνον] 1 θεῖον Ἰουστῖνον, καθαρὸν φρουρήτορα θεσμῶν, 2 Δομνῖνος καθαροῖς ἐν προθύροισι Δίκης. === epigram 813 === [εἰς Σοφίαν αὐτοῦ γυναῖκα] 1 τῆς Σοφίης τόδʼ ἄγαλμα Δίκης προπάροιθε θυράων 2 οὐ γὰρ ἄνευθε δίκης ἔπρεπε τὴν σοφίην. === epigram 814 === [εἰς λουτρόν] 1 νύμφαι Νηιάδες, μετανάστιοι, οὐχ ἅμα πάσας 2 εἴξειν ὠιόμην χεύμασιν ἡμετέροις· 3 εἰ δὲ τόσην τὸ λοετρὸν ἔχει χάριν, οὐδὲν ὀνήσει 4 ὁ φθόνος, εἰ Νύμφαι πᾶν ἀπέλειπον ὕδωρ. === epigram 815 === 1 ξεῖνε, τί νῦν σπεύδεις ὁρόων ἀκεσώδυνον ὕδωρ; 2 εὐφροσύνης τὸ λοετρὸν ἀπορρύπτει μελεδῶνας· 3 μόχθον ἐλαφρίζει· τόδε γὰρ ποίησε Μιχαήλ, 4 ὃς κρατερῆς βασιληίδος αὐλῆς ἡγεμονεύει. === epigram 816 === [εἰς μινσώριον τῶν Εὐβούλου] 1 ἀντία Τηλεμάχοιο καὶ ἐγγύθι Πηνελοπείης 2 τίπτε, πολυφράδμων, πολυταρβέα χεῖρα τιταίνεις; 3 οὐκ ἐρέει μνηστῆρσι τεόν ποτε νεῦμα τιθήνη. === epigram 817 === [εἰς ἐνδυτήν] 1 ἐν τῇ τραπέζῃ τῶν ἀχράντων θυμάτων 2 πάθη τυθέντων τῶν ὑπὲρ Χριστοῦ γράφω· 3 οὕσπερ γὰρ αἰτῶ πρὸς σκέπην ἔχειν Πέτρος 4 φρικτοῦ τέθεικα τοῖς σκεπάσμασιν τόπου. === epigram 818 === [εἰς δίσκον ἄλλον ἐν τῷ αὐτῷ] 1 καὶ Πέτρος ἄλλος, τὸν τάφον τοῦ Κυρίου 2 τὸν ζωοποιὸν εἰσιδεῖν μὴ συμφθάσας, 3 ἔγλυψα δίσκον, μνήματος θείου τύπον, 4 ἐν ᾧ τὸ Χριστοῦ σῶμα κύψας προσβλέπω. === epigram 819 === [εἰς ποτήριον ἐν τῷ αὐτῷ] 1 κρατὴρ νοητὸς Πνεύματος θείου βλύσει 2 κατανύξεως ῥοῦν ἐγχέω ταῖς καρδίαις. === epigram 820 === [εἰς εἴσοδον τῆς Ἡριας] 1 τοῦτον Ἰουστινιανὸς ἀγακλέα δείματο χῶρον 2 ὕδατι καὶ γαίῃ κάλλος ἐπικρεμάσας. === epigram 821 === [εἰς τὸ αὐτό] 1 κοίρανοι, ὑμετέρην ἀρετὴν κάρτος τε καὶ ἔργα 2 αὐδήσει χρόνος αἰέν, ἕως πόλος ἀστέρας ἕλκῃ, === epigram 822 === [εἰς μινσώριον ἔχον ιβ ζώδια καὶ ἕτερα] 1 ἀργύρεος πόλος οὗτος, ὅπῃ Φαέθοντα Σελήνη 2 δέρκεται ἀντιτύπων πιπλαμένη φαέων· 3 ἀπλανέες δʼ ἑκάτερθε καὶ ἀντιθέοντες ἀλῆται 4 ἀνδρομέης γενεῆς πᾶσαν ἄγουσι τύχην. === epigram 823 === 1 σιγάτω λάσιον Δρυάδων λέπας, οἳ τʼ ἀπὸ πέτρας 2 κρουνοί, καὶ βληχὴ πουλυμιγὴς τοκάδων, 3 αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδῳ Πάν, 4 ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων 5 αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο 6 Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες. === epigram 824 === 1 Εὔστοχα θηροβολεῖτε, κυναγέται, οἱ ποτὶ ταύταν 2 Πανὸς ὀρειώτα νισσόμενοι σκοπιάν, 3 αἴτε λίνοις βαίνοιτε πεποιθότες, αἴτε σιδάρῳ, 4 αἴτε καὶ ἰξευταὶ λαθροβόλῳ δόνακι· 5 κἀμέ τις ὑμείων ἐπιβωσάτω· οἶδά ποδάγραν 6 κοσμεῖν, καὶ λόγχαν, καὶ λίνα, καὶ καλάμους. === epigram 825 === [εἰς ὁλκὸν ὕδατος ἠρέμα καὶ δίχα ἤχου φερόμενον, ἐν ᾧ ἄγαλμα Πανὸς ἵστατο] 1 Πᾶνά με τὸν δυσέρωτα καὶ ἐξ ὑδάτων φύγεν Ἠχώ. === epigram 826 === [εἰς Σάτυρον κρήνᾐ ἐφεστῶτα, καὶ Ἔρωτα καθεύδοντα] 1 τὸν Βρομίου Σάτυρον τεχνήσατο δαιδαλέη χείρ, 2 μούνη θεσπεσίως πνεῦμα βαλοῦσα λίθῳ. 3 εἰμὶ δὲ ταῖς Νύμφαισιν ὁμέψιος· ἀντὶ δὲ τοῦ πρὶν 4 πορφυρέου μέθυος λαρὸν ὕδωρ προχέω. 5 εὔκηλον δʼ ἴθυνε φέρων πόδα, μὴ τάχα κοῦρον 6 κινήσῃς, ἁπαλῷ κώματι θελγόμενον. === epigram 827 === [εἰς τὸ αὐτό] 1 εἰμὶ μὲν εὐκεράοιο φίλος θεράπων Διονύσου, 2 λείβω δʼ ἀργυρέων ὕδατα Ναϊάδων 3 θέλγω δʼ ἠρεμέοντα νέον περὶ κώματι παῖδα