##### edition (grc) === book 7 === === epigram 1 === [Αλκαιου Μεσσηνιου] 1 ἡρώων τὸν ἀοιδὸν Ἴῳ ἔνι παῖδες Ὅμηρον 2 ἤκαχον, ἐκ Μουσέων γρῖφον ὑφηνάμενοι· 3 νέκταρι δʼ εἰνάλιαι Νηρηίδες ἐχρίσαντο, 4 καὶ νέκυν ἀκταίῃ θῆκαν ὑπὸ σπιλάδι, 5 ὅττι Θέτιν κύδηνε καὶ υἱέα, καὶ μόθον ἄλλων 6 ἡρώων, Ἰθακοῦ τʼ ἔργματα Λαρτιάδεω. 7 ὀλβίστη νήσων πόντῳ Ἴος, ὅττι κέκευθε 8 βαιὴ Μουσάων ἀστέρα καὶ Χαρίτων. === epigram 2 === 1 τὰν μερόπων Πειθώ, τὸ μέγα στόμα, τὰν ἴσα Μούσαις 2 φθεγξαμέναν κεφαλάν, ὦ ξένε, Μαιονίδεω 3 ἅδʼ ἔλαχον νασῖτις Ἴου σπιλάς· οὐ γὰρ ἐν ἄλλᾳ 4 ἱερόν, ἀλλʼ ἐν ἐμοί, πνεῦμα θανὼν ἔλιπεν, 5 ᾧ νεῦμα Κρονίδαο τὸ παγκρατές, ᾦ καὶ Ὄλυμπον 6 καὶ τὰν Αἴαντος ναύμαχον εἶπε βίαν, 7 καὶ τὸν Ἀχιλλείοις Φαρσαλίσιν Ἕκτορα, πώλοις 8 ὀστέα Δαρδανικῷ δρυπτόμενον πεδίῳ. 9 εἰ δʼ ὀλίγα κρύπτω τὸν ταλίκον, ἴσθʼ ὅτι κεύθει 10 καὶ Θέτιδος γαμέταν ἁ βραχύβωλος Ἴκος. === epigram 2b === 1 εἰ καὶ βαιὸς ὁ τύμβος, ὁδοιπόρε, μή με παρέλθῃς, 2 ἀλλὰ κατασπείσας, ἶσα θεοῖσι σέβου· 3 τὸν γὰρ Πιερίδεσσι τετιμένον ἔξοχα Μούσαις 4 ποιητὴν ἐπέων θεῖον Ὅμηρον ἔχω. === epigram 3 === 1 ἐνθάδε τὴν ἱερὴν κεφαλὴν κατὰ γαῖα καλύπτει, 2 ἀνδρῶν ἡρώων κοσμήτορα, θεῖον Ὅμηρον. === epigram 4 === 1 ἐνθάδε Πιερίδων τὸ σοφὸν στόμα, θεῖον Ὅμηρον, 2 κλεινὸς ἐπʼ ἀγχιάλῳ τύμβος ἔχει σκοπέλῳ. 3 εἰ δʼ ὀλίγη γεγαυῖα τόσον χάδεν ἀνέρα νῆσος, 4 μὴ τόδε θαμβήσῃς, ὦ ξένε, δερκόμενος· 5 καὶ γὰρ ἀλητεύουσα κασιγνήτη ποτὲ Δῆλος 6 μητρὸς ἀπʼ ὠδίνων δέξατο Λητοΐδην. === epigram 5 === 1 Οὐδʼ εἴ με χρύσειον ἀπὸ ῥαιστῆρος Ὅμηρον 2 στήσητε φλογέαις ἐν Διὸς ἀστεροπαῖς, 3 οὐκ εἴμʼ οὐδʼ ἔσομαι Σαλαμίνιος, οὐδʼ ὁ Μέλητος 4 Δμησαγόρου· μὴ ταῦτʼ ὄμμασιν Ἑλλὰς ἴδοι. 5 ἄλλον ποιητὴν βασανίζετε· τἀμὰ δέ, Μοῦσαι 6 καὶ Χίος, Ἑλλήνων παισὶν ἀείσετʼ ἔπη. === epigram 6 === 1 ἡρώων κάρυκʼ ἀρετᾶς, μακάρων δὲ προφήταν, 2 Ἑλλάνων βιοτᾷ δεύτερον ἀέλιον, 3 Μουσῶν φέγγος Ὅμηρον, ἀγήραντον στόμα κόσμου 4 παντός, ἁλιρροθία, ξεῖνε, κέκευθε κόνις. === epigram 7 === 1 ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε, 2 Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου. === epigram 8 === 1 οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτρας 2 ἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας· 3 οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν, 4 οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα. 5 ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρες 6 Μναμοσύνας, μάτηρ δʼ ἔξοχα Καλλιόπα. 7 τί φθιμένοις στοναχεῦμεν ἐφʼ υἱάσιν, ἁνίκʼ ἀλαλκεῖν 8 τῶν παίδων Ἀΐδην οὐδὲ θεοῖς δύναμις ; === epigram 9 === 1 Ὀρφέα Θρηικίῃσι παρὰ προμολ̆σιν Ὀλύμπου 2 τύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης, 3 ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ σὺν ἀμʼ ἕσπετο πέτρη 4 ἄψυχος, θηρῶν θʼ ὑλονόμων ἀγέλα, 5 ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου, 6 καὶ στίγον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί, 7 ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημα 8 καὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ. === epigram 10 === [ἄδηλον] 1 Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόντα 2 ἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες· 3 στικτοὺς δʼ ᾑμάξαντο βραχίονας, ἀμφιμελαίνῃ 4 δευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον· 5 καὶ δʼ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳ 6 ἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες, 7 μυρόμεναι τὸν ἀοιδὸν ἐπωδύραντο δὲ πέτραι 8 καὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ. === epigram 11 === 1 Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν, 2 ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς, 3 ἀλλʼ ἑτέρων πολλῶν δυνατώτερος· εἰ δʼ Ἀίδας μοι 4 μὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχʼ ὄνομα; === epigram 12 === 1 ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων, 2 ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι, 3 ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντων 4 μοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης· 5 σὸς δʼ ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖ 6 φθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν. === epigram 13 === 1 Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσαν 2 Ἤρινναν, Μουσῶν ἄνθεα δρεπτομέναν, 3 ᾍδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδʼ ἔμφρων 4 εἶπʼ ἐτύμως ἁ παῖς. βάσκανός ἐσσ’, Ἀίδα. === epigram 14 === 1 Σαπφώ τοι κεύθεις, χθὼν Αἰολί, τὰν μετὰ Μούσαις 2 ἀθανάταις θνατὰν Μοῦσαν ἀειδομέναν, 3 ἃν Κύπρις καὶ Ἔρως συνάμʼ ἔτραφον, ἇς μέτα Πειθὼ 4 ἔπλεκʼ ἀείζωον Πιερίδων στέφανον, 5 Ἑλλάδι μὲν τέρψιν, σοὶ δὲ κλέος. ὦ τριέλικτον 6 Μοῖραι δινεῦσαι νῆμα κατʼ ἠλακάτας, 7 πῶς οὐκ ἐκλώσασθε πανάφθιτον ἦμαρ ἀοιδῷ 8 ἄφθιτα μησαμένᾳ δῶρʼ Ἑλικωνιάδων ; === epigram 15 === 1 οὔνομά μευ Σαπφώ. τόσσον δʼ ὑπερέσχον ἀοιδὰν 2 θηλειᾶν, ἀνδρῶν ὅσσον ὁ Μαιονίδας. === epigram 16 === 1 ὀστέα μὲν καὶ κωφὸν ἔχει τάφος οὔνομα Σαπφοῦς· 2 αἱ δὲ σοφαὶ κείνης ῥήσιες ἀθάνατοι. === epigram 17 === 1 Αἰολικὸν παρὰ τύμβον ἰών, ξένε, μή με θανοῦσαν 2 τὰν Μυτιληναίαν ἔννεπʼ ἀοιδοπόλον 3 τόνδε γὰρ ἀνθρώπων ἔκαμον χέρες· ἔργα δὲ φωτῶν 4 ἐς ταχινὴν ἔρρει τοιάδε ληθεδόνα. 5 ἢν δέ με Μουσάων ἐτάσῃς χάριν, ὧν ἀφʼ ἑκάστης 6 δαίμονος ἄνθος ἐμῇ θῆκα παρʼ ἐννεάδι, 7 γνώσεαι ὡς Ἀίδεω σκότον ἔκφυγον οὐδέ τις ἔσται 8 τῆς λυρικῆς Σαπφοῦς νώνυμος ἠέλιος. === epigram 18 === 1 ἀνέρα μὴ πέτρῃ τεκμαίρεο. λιτὸς ὁ τύμβος 2 ὀφθῆναι, μεγάλου δʼ ὀστέα φωτὸς ἔχει. 3 εἰδήσεις Ἀλκμᾶνα, λύρης ἐλατῆρα Λακαίνης 4 ἔξοχον, ὃν Μουσέων ἐννέʼ ἀριθμὸς ἔχει· 5 κεῖται δʼ ἠπείροις διδύμοις ἔρις, εἴθʼ ὅγε Λυδὸς, 6 εἴτε Λάκων πολλαὶ μητέρες ὑμνοπόλων. === epigram 19 === 1 τὸν χαρίεντʼ Ἀλκμᾶνα, τὸν ὑμνητῆρʼ ὑμεναίων 2 κύκνον, τὸν Μουσῶν ἄξια μελψάμενον, 3 τύμβος ἔχει, Σπάρτας μεγάλαν χάριν, †εἰθʼ ὅ γε λοῖσθος 4 ἄχθος ἀπορρίψας οἴχεται εἰς Ἀίδαν. === epigram 20 === 1 Ἐσβέσθης, γηραιὲ Σοφόκλεες, ἄνθος ἀοιδῶν, 2 οἰνωπὸν Βάκχου βότρυν ἐρεπτόμενος. === epigram 21 === 1 τόν σὲ χοροῖς μέλψαντα Σοφοκλέα, παῖδα Σοφίλλου, 2 τὸν τραγικῆς Μούσης ἀστέρα Κεκρόπιον, 3 πολλάκις ὃν θυμέλῃσι καὶ ἐν σκηνῇσι τεθηλὼς 4 βλαισὸς· Ἀχαρνίτης κισσὸς ἔρεψε κόμην, 5 τύμβος ἔχει καὶ γῆς ὀλίγον μέρος· ἀλλʼ ὁ περισσὸς 6 αἰὼν ἀθανάτοις δέρκεται ἐν σελίσιν. === epigram 22 === 1 ἠρέμʼ ὑπὲρ τύμβοιο Σοφοκλέος, ἠρέμα, κισσέ 2 ἑρπύζοις, χλοεροὺς ἐκπροχέων πλοκάμους, 3 καὶ πέταλον πάντῃ θάλλοι ῥόδου, ἥ τε φιλορρὼξ 4 ἄμπελος, ὑγρὰ πέριξ κλήματα χευαμένη, 5 εἵνεκεν εὐεπίης πινυτόφρονος, ἣν ὁ μελιχρὸς 6 ἤσκησ’ ἐκ Μουσέων ἄμμιγα καὶ Χαρίτων. === epigram 23 === 1 θάλλοι τετρακόρυμβος, Ἀνάκρεον, ἀμφὶ σὲ κισσός, 2 ἁβρά τε λειμώνων πορφυρέων πέταλα· 3 πηγαὶ δʼ ἀργινόεντος ἀναθλίβοιντο γάλακτος, 4 εὐῶδες δʼ ἀπὸ γῆς ἡδὺ χέοιτο μέθυ, 5 ὄφρα κέ τοι σποδιή τε καὶ ὀστέα τέρψιν ἄρηται, 6 εἰ δή τις φθιμένοις χρίμπτεται εὐφροσύνα. === epigram 23b === 1 ὦ τὸ φίλον στέρξας, φίλε, βάρβιτον, ὦ σὺν ἀοιδᾷ 2 πάντα διαπλώσας καὶ σὺν ἔρωτι βίον. === epigram 24 === 1 Ἡμερὶ πανθέλκτειρα, μεθυτρόφε, μῆτερ ὀπώρας, 2 οὔλης ἣ σκολιὸν πλέγμα φύεις ἕλικος, 3 Τηίου ἡβήσειας Ἀνακρείοντος ἐπʼ ἄκρῃ 4 στήλῃ καὶ λεπτῷ χώματι τοῦδε τάφου, 5 ὡς ὁ φιλάκρητός τε καὶ οἰνοβαρὴς φιλοκώμοις 6 παννυχίσιν κρούων τὴν φιλόπαιδα χέλυν, 7 κἠν χθονὶ πεπτηὼς, κεφαλῆς ἐφύπερθε φέροιτο 8 ἀγλαὸν ὡραίων βότρυν ἀπʼ ἀκρεμόνων, 9 καί μιν ἀεὶ τέγγοι νοτερὴ δρόσος, ἧς ὁ γεραιὸς 10 λαρότερον μαλακῶν ἔπνεεν ἐκ στομάτων. === epigram 25 === 1 οὗτος Ἀνακρείοντα, τὸν ἄφθιτον εἵνεκα Μουσέων 2 ὑμνοπόλον, πάτρης τύμβος ἔδεκτο Τέω, 3 ὃς Χαρίτων πνείοντα μέλη, πνείοντα δʼ Ἐρώτων, 4 τὸν γλυκὺν ἐς παίδων ἵμερον ἡρμόσατο. 5 μοῦνος δʼ εἰν Ἀχέροντι βαρύνεται, οὐχ ὅτι λείπων 6 ἠέλιον, Λήθης ἐνθάδʼ ἔκυρσε δόμων 7 ἀλλʼ ὅτι τὸν χαρίεντα μετʼ ἠιθέοισι Μεγιστέα, 8 καὶ τὸν Σμερδίεω Θρῇκα λέλοιπε πόθον. 9 μολπῆς δʼ οὐ λήγει μελιτερπέος, ἀλλʼ ἔτʼ ἐκεῖνον 10 βάρβιτον οὐδὲ θανὼν εὔνασεν εἰν Ἀίδῃ. === epigram 26 === 1 ξεῖνε, τάφον παρὰ λιτὸν Ἀνακρείοντος ἀμείβων, 2 εἲ τί τοι ἐκ βίβλων ἦλθεν ἐμῶν ὄφελος, 3 σπεῖσον ἐμῇ σποδιῇ σπεῖσον γάνος, ὄφρα κεν οἴνῳ 4 ὀστέα γηθήσῃ τἀμὰ νοτιζόμενα, 5 ὡς ὁ Διωνύσου μεμελημένος εὐάσι κώμοις, 6 ὡς ὁ φιλακρήτου σύντροφος ἁρμονίης 7 μηδὲ καταφθίμενος Βάκχου δίχα τοῦτον ὑποίσω 8 τὸν γενεῇ μερόπων χῶρον ὀφειλόμενον. === epigram 27 === 1 εἴης ἐν μακάρεσσιν, Ἀνάκρεον, εὖχος Ἰώνων, 2 μήτʼ ἐρατῶν κώμων ἄνδιχα, μήτε λύρης· 3 ὑγρὰ δὲ δερκομένοισιν ἐν ὄμμασιν οὖλον ἀείδοις, 4 αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης, 5 ἠὲ πρὸς Εὐρυπύλην τετραμμένος, ἠὲ Μεγιστῆ, 6 ἢ Κίκονα Θρῃκὸς Σμερδίεω πλόκαμον, 7 ἡδὺ μέθυ βλύζων, ἀμφίβροχος εἵματα Βάκχῳ, 8 ἄκρητον λείβων νέκταρ ἀπὸ στολίδων. 9 τρισσοῖς γάρ, Μούσαισι, Διωνύσῳ καὶ Ἔρωτι, 10 πρέσβυ, κατεσπείσθη πᾶς ὁ τεὸς βίοτος. === epigram 28 === 1 ὦ ξένε, τόνδε τάφον τὸν Ἀνακρείοντος ἀμείβων, 2 σπεῖσόν μοι παριών εἰμὶ γὰρ οἰνοπότης. === epigram 29 === 1 εὕδεις ἐν φθιμένοισιν, Ἀνάκρεον, ἐσθλὰ πονήσας, 2 εὕδει δʼ ἡ γλυκερὴ νυκτιλάλος κιθάρη· 3 εὕδει καὶ Σμέρδις, τὸ Πόθων ἔαρ, ᾧ σὺ μελίσδων 4 βάρβιτʼ ἀνεκρούου νέκταρ ἐναρμόνιον. 5 ἠϊθέων γὰρ Ἔρωτος ἔφυς σκοπός· εἰς δὲ σὲ μοῦνον 6 τόξα τε καὶ σκολιὰς εἶχεν ἑκηβολίας. === epigram 30 === 1 τύμβος Ἀνακρείοντος· ὁ Τήιος ἐνθάδε κύκνος 2 εὕδει, χἠ παίδων ζωροτάτη μανίη. 3 ἀκμὴν οἱ λυρόεν τι μελίζεται ἀμφὶ Βαθύλλῳ 4 ἵμερα, καὶ κισσοῦ λευκὸς ὄδωδε λίθος. 5 οὐδʼ Ἀίδης σοι ἔρωτας ἀπέσβεσεν, ἐν δʼ Ἀχέροντος 6 ὢν ὅλος ὠδίνεις κύπριδι θερμοτέρῃ. === epigram 31 === 1 Σμερδίῃ ὦ ἐπὶ Θρῃκὶ τακεὶς καὶ ἐπʼ ἔσχατον ὀστεῦν, 2 κώμου καὶ πάσης κοίρανε παννυχίδος, 3 τερπνότατε Μούσῃσιν Ἀνάκρεον, ὦ πὶ Βαθύλλῳ 4 χλωρὸν ὑπὲρ κυλίκων πολλάκι δάκρυ χέας, 5 αὐτόματαί τοι κρῆναι ἀναβλύζοιεν ἀκρήτου, 6 κἠκ μακάρων προχοαὶ νέκταρος ἀμβροσίου; 7 αὐτόματοι δὲ φέροιεν ἴον, τὸ φιλέσπερον ἄνθος, 8 κῆποι, καὶ μαλακῇ μύρτα τρέφοιτο δρόσῳ· 9 ὄφρα καὶ ἐν Δηοῦς οἰνωμένος ἁβρὰ χορεύσῃς, 10 βεβληκὼς χρυσέην χεῖρας ἐπʼ Εὐρυπύλην. === epigram 32 === 1 πολλάκι μὲν τόδʼ ἄεισα, καὶ ἐκ τύμβου δὲ βοήσω· 2 πίνετε, πρὶν ταύτην ἀμφιβάλησθε, κόνιν, === epigram 33 === 1 α. πολλὰ πιὼν τέθνηκας, Ἀνάκρεον. β. ἀλλὰ τρυφήσας· 2 καὶ σὺ δὲ μὴ πίνων ἵξεαι εἰς Ἀίδην. === epigram 34 === 1 Πιερικὰν σάλπιγγα, τὸν εὐαγέων βαρὺν ὕμνων 2 χαλκευτάν, κατέχει Πίνδαρον ἅδε κόνις, 3 οὗ μέλος εἰσαΐων φθέγξαιό κεν, ὥς ἀπὸ Μουσῶν 4 ἐν Κάδμου θαλάμοις σμῆνος ἀπεπλάσατο. === epigram 35 === 1 ἄρμενος ἦν ξείνοισιν ἀνὴρ ὅδε καὶ φίλος ἀστοῖς, 2 Πίνδαρος, εὐφώνων Πιερίδων· πρόπολος. === epigram 36 === 1 αἰεί τοι λιπαρῷ ἐπὶ σήματι, δῖε Σοφόκλεις, 2 σκηνίτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας, 3 αἰεί τοι βούπαισι περιστάζοιτο μελίσσαις 4 τύμβος, Ὑμηττείῳ λειβόμενος μέλιτι, 5 ὡς ἄν τοι ῥείῃ μὲν ἀεὶ γάνος Ἀτθίδι δέλτῳ 6 κηρός, ὑπὸ στεφάνοις δʼ αἰὲν ἔχῃς πλοκάμους. === epigram 37 === 1 α. τύμβος ὅδʼ ἔστʼ, ὤνθρωπε, Σοφοκλέος, ὃν παρὰ Μουσέων 2 ἱρὴν παρθεσίην, ἱερὸς ὢν, ἔλαχον· 3 ὅς με τὸν ἐκ Φλιοῦντος, ἔτι τρίβολον πατέοντα, 4 πρίνινον, ἐς χρύσεον σχῆμα μεθηρμόσατο, 5 καὶ λεπτὴν ἐνέδυσεν ἁλουργίδα· τοῦ δὲ θανόντος 6 εὔθετον ὀρχηστὴν τῇδʼ ἀνέπαυσα πόδα. 7 β. ὄλβιος, ὡς ἁγνὴν ἔλαχες στάσιν ἡ δʼ ἐνὶ χερσὶν 8 κούριμος, ἐκ ποίης ἥδε διδασκαλίης; 9 α. εἴτε σοὶ Ἀντιγόνην εἰπεῖν φίλον, οὐκ ἂν ἁμάρτοις, 10 εἴτε καὶ Ἠλέκτραν ἀμφότεραι γάρ ἄκρον. === epigram 38 === 1 θεῖος Ἀριστοφάνευς ὑπʼ ἐμοὶ νέκυς· εἰ τινα πεύθῃ], 2 κωμικός, ἀρχαίης μνᾶμα χοροστασίης. === epigram 39 === 1 ὁ τραγικὸν φώνημα καὶ ὀφρυόεσσαν ἀοιδὴν 2 πυργώσας στιβαρῇ πρῶτος ἐν εὐεπίῃ, 3 Αἰσχύλος Εὐφορίωνος, Ἐλευσινίης ἑκὰς αἴης 4 κεῖται, κυδαίνων σήματι Τρινακρίην. === epigram 40 === 1 Αἰσχύλον ἥδε λέγει ταφίη λίθος ἐνθάδε κεῖσθαι 2 τὸν μέγαν, οἰκείης τῆλʼ ἀπὸ Κεκροπίης, 3 λευκὰ Γέλα Σικελοῖο παρʼ ὕδατα· τίς φθόνος, αἰαῖ, 4 Θησείδας ἀγαθῶν ἔγκοτος αἰὲν ἔχει; === epigram 41 === 1 ἆ μάκαρ ἀμβροσίῃσι συνέστιε φίλτατε Μούσαις, 2 χαῖρε καὶ εἰν Ἀίδεω δώμασι, Καλλίμαχε, === epigram 42 === 1 ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ, 2 ἦ ῥʼ ἐτεὸν κεράων, οὐδʼ ἐλέφαντος ἔης. 3 τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτʼ οὐ πάρος ἀνέρες ἴδμεν, 4 ἀμφί τε ἀθανάτους, ἀμφί τε ἡμιθέους, 5 εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα 6 ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων 7 αἱ δʼ οἱ εἰρομένῳ ἀμφʼ ὠγυγίων ἡρώων 8 αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι. === epigram 43 === 1 χαῖρε μελαμπετάλοις, Εὐριπίδη, ἐν γυάλοισι 2 Πιερίας τὸν ἀεὶ νυκτὸς ἔχων θάλαμον 3 ἴσθι δʼ ὑπὸ χθονὸς ὤν, ὅτι σοι κλέος ἄφθιτον ἔσται 4 ἶσον Ὁμηρείαις ἀενάοις χάρισιν. === epigram 44 === 1 εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος, 2 καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες, 3 τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν, 4 τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα, 5 ἀλλʼ ἔμολες Πελλαῖον ὑπʼ ἠρίον, ὡς ἂν ὁ λάτρις 6 Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων. === epigram 45 === 1 μνῆμα μὲν Ἑλλὰς ἅπασ’ Εὐριπίδου· ὀστέα δʼ ἴσχει 2 γῆ Μακεδών ἢ γὰρ δέξατο τέρμα βίου. 3 πατρὶς δʼ Ἑλλάδος Ἑλλάς, Ἀθῆναι· πλεῖστα δε Μούσαις 4 τέρψας, ἐκ πολλῶν καὶ τὸν ἔπαινον ἔχει. === epigram 46 === 1 οὐ σὸν μνῆμα τόδʼ ἔστʼ, Εὐριπίδη, ἀλλὰ σὺ τοῦδε· 2 τῇ σῇ γὰρ δόξῃ μνῆμα τόδʼ ἀμπέχεται. === epigram 47 === 1 ἅπασ’ Ἀχαιὶς μνῆμα σόν, Εὐριπίδη· 2 οὔκουν ἄφωνος, ἀλλὰ καὶ λαλητέος. === epigram 48 === 1 Αἰθαλέοιο πυρὸς σάρκες ῥιπῇσι τρυφηλαὶ 2 ληφθεῖσαι, νοτίην ὦσαν ἄπʼ αἰθόμεναι· 3 μοῦνα δʼ ἔνεστι τάφῳ πολυδακρύῳ ὀστέα κωφά, 4 καὶ πόνος εἰνοδίοις τῇδε παρερχομένοις. === epigram 49 === 1 ἁ Μακέτις σε κέκευθε τάφου κόνις· ἀλλὰ πυρωθεὶς 2 Ζανὶ κεραυνείῳ, γαῖαν ἀπημφίασας. 3 τρὶς γὰρ ἐπαστράψας, Εὐριπίδη, ἐκ Διὸς αἰθὴρ 4 ἥγνισε τὰν θνατὰν σώματος ἱστορίαν === epigram 50 === 1 τὴν Εὐριπίδεω μήτʼ ἔρχεο, μήτʼ ἐπιβάλλου, 2 δύσβατον ἀνθρώποις οἶμον, ἀοιδοθέτα. 3 λείη μὲν γὰρ ἰδεῖν καὶ ἐπίρροθος· ἢν δέ τις αὐτὴν 4 εἰσβαίνῃ, χαλεποῦ τρηχυτέρη σκόλοπος· 5 ἢν δὲ τὰ Μηδείης Αἰητίδος ἄκρα χαράξῃς, 6 ἀμνήμων κείσῃ νέρθεν. ἔα στεφάνους. === epigram 51 === 1 οὔ σε κυνῶν γένος εἷλʼ, Εὐριπίδη, οὐδὲ γυναικὸς 2 οἶστρος, τὸν σκοτίης Κύπριδος ἀλλότριον, 3 ἀλλʼ Ἀίδης καὶ γῆρας· ὑπαὶ Μακέτῃ δʼ Ἀρεθούσῃ 4 κεῖσαι, ἑταιρείῃ τίμιος Ἀρχέλεω. 5 σὸν δʼ οὐ τοῦτον ἐγὼ τίθεμαι τάφον, ἀλλὰ τὰ Βάκχου 6 βήματα καὶ σκηνὰς ἐμβάδʼ ˘ ἐρειδομένας. === epigram 52 === 1 Ἑλλάδος εὐρυχόρου στέφανον καὶ κόσμον ἀοιδῆς, 2 Ἀσκραῖον γενεὴν Ἡσίοδον κατέχω. === epigram 53 === 1 Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκα, 2 ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον. === epigram 54 === 1 Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντος 2 ὀστέα πληξίππων γῆ Μινυῶν κατέχει 3 Ἡσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶν 4 ἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης. === epigram 55 === 1 Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιο 2 νύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων, 3 καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶν 4 ἔρραναν, ξανθῷ μιξάμενοι μέλιτι· 5 τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέων 6 ὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων. === epigram 56 === 1 ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει· 2 “ οὐκ ἔλεγον γελόων, Πάντα πέλουσι γέλως; 3 καὶ γὰρ ἐγὼ σοφίην μετʼ ἀπείρονα, καὶ στίχα βίβλων 4 τοσσατίων, κεῖμαι νέρθε τάφοιο γέλως.” === epigram 57 === 1 καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον, 2 ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος; 3 ὃς θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν, 4 καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν. === epigram 58 === 1 εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις, 2 Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτου 3 εὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσαν 4 ἀχνυμένην ἐπὶ. σοὶ μοῦνος ἔκαμψε γέλως. === epigram 59 === 1 Πλούτων δέξο μάκαρ Δημόκριτον, ὥς κεν ἀνάσσων 2 αἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις. === epigram 60 === 1 σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ 2 ἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέης 3 εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον, 4 οὗτος ἔχει πλεῖστον, καὶ φθόνον οὐ φέρεται. === epigram 61 === 1 γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος, 2 ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων 3 υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων 4 τιμᾷ ἀνὴρ ἀγαθός, θεῖον ἰδόντα βίον. === epigram 62 === [αἰετέ] 1 α. αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον ; ἢ τίνος, εἰπέ, 2 ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις; 3 β. ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον 4 εἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει. === epigram 63 === 1 τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ, 2 γυμνώσαντα βίου παντὸς ἐπισκύνιον. === epigram 64 === 1 α. εἰπέ, κύον, τίνος ἀνδρὸς· ἐφεστὼς σῆμα φυλάσσεις; 2 β. τοῦ Κυνός. α. ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ κύων; 3 β. Διογένης. α. γένος εἰπέ. β. Σίνωπεύς. α. ὃς 4 πίθον ᾤκει ; 5 β. καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει. === epigram 65 === 1 Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ 2 ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον, 3 ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμʼ ἐφοίτα 4 σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας. 5 ἀλλὰ τάφου τοῦδʼ ἐκτὸς ἴτʼ, ἄφρονες, ὡς ὁ Σινωπεὺς 6 ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ. === epigram 66 === 1 βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖο 2 Διογένευς βιότου φόρτος ὁ κουφότατος. 3 πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς· 4 ἀλλὰ κύον σαίνοις Κέρβερε τόν με κύνα. === epigram 67 === 1 Ἀίδεω λυπηρὲ διήκονε, τοῦτʼ Ἀχέροντος 2 ὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ, 3 δέξαι μʼ, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσα 4 βᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην. 5 ὄλπη μοι καὶ πήρη ἐφόλκια, καὶ τὸ παλαιὸν 6 ἔσθος, χὠ φθιμένους ναυστολέων ὀβολός. 7 πάνθʼ ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρʼ ᾍδαν 8 ἔρχομʼ ἔχων λείπω δʼ οὐδὲν ὑπʼ ἠελίῳ. === epigram 68 === 1 Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων, 2 ὃς βαθὺ πορθμεύεις τοῦτʼ Ἀχέροντος ὕδωρ, 3 εἰ καί σοι βέβριθεν ὑπʼ εἰδώλοισι καμόντων 4 ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα. 5 ὄλπην καὶ σκίπωνα φέρω, καὶ διπλόον εἷμα, 6 καὶ πήρην, καὶ σοὶ ναυτιλίης ὀβολόν. 7 καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω, 8 εἶχον· ὑπʼ ἠελίου δʼ οὔ τι λέλοιπα φάει. === epigram 69 === 1 Κέρβερε δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων, 2 ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν· 3 Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβων 4 δριμύν, πικροχόλου τικτόμενον στόματος. 5 οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεω 6 νηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας. === epigram 70 === 1 νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρου 2 ὄμμασιν ἀγρύπνοις τρισσὲ φύλασσε κύον. 3 εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων 4 ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες, 5 πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλων 6 νεκρὸς ἅπας, φεύγων τάρβος ἐπεσβολίης; === epigram 71 === 1 σῆμα τόδʼ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴν 2 μοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ, 3 αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης, 4 μυρόμενος τρισσῶν ἅμματα θυγατέρων. 5 ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδε 6 κινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους. === epigram 72 === 1 χαῖρε, Νεοκλείδα, δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶν 2 πατρίδα δουλοσύνας ῥύσαθʼ, ὁ δʼ ἀφροσύνας. === epigram 73 === 1 ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δʼ ἐπὶ ταύταν 2 δούρατα, βαρβαρικᾶς σύμβολα ναυφθορίας, 3 καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρη 4 καὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα. 5 στάλα δʼ ἁ Σαλαμὶς ἐπικείσεται, ἔργα λέγουσα 6 τἀμά τί με σμικροῖς τόν μέγαν ἐντίθετε; === epigram 74 === 1 τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνης 2 λαός, ὅτʼ ἐκ Μήδων πατρίδα ῥυσάμενος 3 ὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτως 4 ὁ φθόνος· αἱ δʼ ἀρεταὶ μεῖον ἔχουσι γέρας. === epigram 75 === 1 Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης, 2 ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον, 3 οὗ, κατὰ Πυθαγόρου φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρου 4 ψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο. === epigram 76 === 1 Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δʼ ἀρότρου 2 γευόμενον, ξείνῳ Μέμφις ἔκρυψε τάφῳ, 3 ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳ 4 τἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε. 5 καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα· νῦν δὲ καλυφθεὶς 6 κύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον. === epigram 77 === 1 οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδεω ἐστὶ σαωτήρ, 2 ὃς καὶ τεθνηὼς ζῶντʼ ἀπέδωκε χάριν. === epigram 78 === 1 Πρηΰτερον γῆράς σε, καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴ 2 ἔσβεσεν εὐνήθης δʼ ὕπνον ὀφειλόμενον, 3 ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνη 4 μαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων, 5 Ἀγλαοῦ υἱέ· φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαι 6 πὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ. === epigram 79 === 1 α. ὤνθρωπʼ, Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρεῖν 2 φαμί τὰ δʼ ἐς πάτραν κρέσσονα καὶ σοφίης· 3 λὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδρας 4 ὑλάκτευν. β. λαμπρὰ θρεψαμένοισι χάρις. 5 α. οὐκ ἀπʼ ἐμεῦ; β. μὴ τρηχύς. α. ἐπεὶ τάχα καὶ σύ τι πεύσῃ 6 τρηχύτερον Πάτρας. β. χαῖρε. α. σὺ δʼ ἐξ Ἐφέσου. === epigram 80 === 1 εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυ 2 ἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροι 3 ἥλιον ἐν λέσχῃ κατεδύσαμεν ἀλλὰ σὺ μέν που, 4 ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή· 5 αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντων 6 ἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ. === epigram 81 === 1 ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδος 2 φατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχειν 3 Πιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη· 4 Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας· 5 ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα, 6 πάντας ἀριζάλου σωφροσύνας φύλακας. === epigram 82 === 1 Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳ 2 καὶ Σατύροις Σικελὸν τῇδʼ Ἐπίχαρμον ἔχω. === epigram 83 === 1 τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασ’ ἀνέδειξεν, 2 ἀστρολόγων πάντων πρεσβύτατον σοφίῃ. === epigram 84 === 1 ἦ ὀλίγον τόδε σᾶμα, τὸ δὲ κλέος οὐρανόμηκες 2 τοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη. === epigram 85 === 1 γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ, 2 τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου. 3 αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυς 4 οὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο. === epigram 86 === 1 ἡ Μήδων ἄδικον παύσασ’ ὕβριν ἥδε Σόλωνα 2 τόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν. === epigram 87 === 1 σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ, 2 ὀστὰ δʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες· 3 ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον εὖ γὰρ 4 θῆκε νόμοις ἀστοῖς ἄχθεα κουφότατα. === epigram 88 === 1 Φωσφόρε σοί Πολύδευκες ἔχω χάριν, οὕνεκεν υἱὸς 2 Χίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινον 3 εἰ δʼ ὁ πατὴρ στεφανοῦχον ἰδὼν 〈τέκνον〉 ἤμυσεν ἡσθείς, 4 οὐ νεμεσητὸν ἐμοὶ τοῖος ἴτω θάνατος. === epigram 89 === 1 ξεῖνος Ἀταμνείτης τις ἀνείρετο Πιττακὸν οὕτω 2 τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον· 3 “ ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ 4 νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ· 5 ἡ δʼ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δʼ ἄγε σύν μοὶ 6 βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.” 7 εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, 8 Ἡνιδʼ, ἐκεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος· 9 ʽὁἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες 10 ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ·̓ 11 κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη 12 πλησίον· οἱ δʼ ἔλεγον τὴν κατὰ σαυτὸν ἔλα. 13 ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου 14 δράξασθαι, παίδων κληδόνα συνθέμενος. 15 τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην, 16 οὕτω καὶ σὺ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα. === epigram 90 === 1 κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτει 2 ἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν. === epigram 91 === 1 τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆς 2 εἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενον 3 εἶπε γάρ, εἶπε δίκην Βίαντα τινός· εἶτʼ ἀποκλινθεὶς 4 παιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον. === epigram 92 === 1 ἐς Σκυθίην Ἀνάχαρσις ὅτʼ ἤλυθε πολλὰ μογήσας, 2 πάντας ἔπειθε βιοῦν ἤθεσιν ἑλλαδικοῖς· 3 τὸν δʼ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχοντα 4 πτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ, === epigram 93 === [εἰς Φερεκύδην] 1 τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πάσχω, 2 Πυθαγόρῃ τῷ μῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἀπάντων 3 ἔστιν ἀνʼ Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδʼ ἀγορεύων. === epigram 94 === 1 ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσας 2 οὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας. === epigram 95 === 1 ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν, 2 καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας· 3 ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον· ὁ δʼ αὑτὸν 4 ἐξάγαγεν βιότου μαλθακίῃ σοφίης, === epigram 96 === 1 πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντως 2 καὶ σοφὸν εἶπε θεὸς, καὶ θεὸς ἡ Σοφία. 3 πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω, 4 αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι. === epigram 97 === 1 οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον, 2 ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι· 3 παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας, 4 ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος. === epigram 98 === 1 εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται 2 φεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου, 3 ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν 4 οὕτως ἀρέσκῃ κεῖθι καὶ μένειν ἔγνως. === epigram 99 === 1 δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶ 2 Μοῖραι ἐπέκλωσαν δή ποτε γεινομέναις· 3 σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκον ἔργων 4 δαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν· 5 κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς, 6 ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων. === epigram 100 === 1 νῦν ὅτε μηδέν, Ἄλεξις, ὅσον μόνον εἶφʼ, ὅτι καλός, 2 ὦπται, καὶ πάντῃ πᾶσι περιβλέπεται. 3 θυμέ, τί μηνύεις κυσὶν ὀστέον, εἶτʼ ἀνιήσει 4 ὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν; === epigram 101 === 1 ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι, 2 οὐκ ἂν ἔπεισὲ μέ τις τόδε λέξαι, 3 ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶν 4 κάτθανεν ἂν διά τι σφόδρα μικρόν. === epigram 102 === 1 χαλκῇ προσκόψας λεκάνῃ ποτέ, καὶ τὸ μέτωπον 2 “ πλήξας, ἴαχεν ὤ σύντονον, εἶτʼ ἔθανεν, 3 ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.” === epigram 103 === 1 μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωνα 2 ἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος, 3 ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθος 4 ἱερὸς ἤισσεν δαιμονίου στόματος, 5 καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμει 6 αἰῶνʼ ἀστρέπτοις δόγμασι πειθόμενος. === epigram 104 === 1 Ἀρκεσίλαε, τί μοι τί τοσοῦτον ἄκρητον ἀφειδῶς 2 ἔσπασας, ἔσπασας φρενῶν ἐκτὸς ὄλισθες ἑῶν; 3 οἰκτείρω σ’ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσας 4 ὕβρισας, οὐ μετρίῃ χρησάμενος κύλικι. === epigram 105 === 1 καί σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρα καί σε 2 Βάκχος ἑλὼν ἀίδην ποσσὶν ἔσυρεν ἄκροις. 3 ἦ σαφὲς ἦν Διόνυσος ὅτʼ ἀν πολὺς ἐς δέμας ἔλθῃ, 4 λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ; === epigram 106 === 1 χαίρετε καὶ μέμνησθε τὰ δόγματα· τοῦτʼ Ἐπίκουρος 2 ὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος· 3 θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε, καὶ τὸν ἄκρητον 4 ἔσπασεν, εἶτʼ ἀίδην ψυχρὸν ἐπεσπάσατο. === epigram 107 === 1 μέλλων Εὐρυμέδων ποτʼ Ἀριστοτέλην ἀσεβείας 2 γράψασθαι, Δηοῦς μύστιδος ὢν πρόπολος, 3 ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτʼ ἀκονιτὶ 4 ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους. === epigram 108 === 1 καὶ πῶς εἰ μὴ Φοῖβος ἀνʼ Ἑλλάδα φύσε Πλάτωνα, 2 ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο; 3 καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ 4 σώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων. === epigram 109 === 1 Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα, 2 τὸν μὲν ἵνα ψυχήν, τὸν δʼ ἵνα σῶμα σάοι 3 δαισάμενος δὲ γάμον, πόλιν ἤλυθεν ἥν ποθʼ ἑαυτῷ 4 ἔκτισε, καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο. === epigram 110 === 1 οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη, 2 ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον 3 δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος 4 ἦν δέμας, εἶτʼ ἀνεθεὶς κάτθανε πηρομελής. === epigram 111 === 1 λεπτὸς ἀνὴρ δέμας ἦν — εἰ μὴ προσέχῃς, ἀπόχρη μοι· 2 Στράτωνα τοῦτʼ οὖν φημί γε, 3 Λάμψακος ὃν ποτʼ ἔφυσεν ἀεὶ δὲ νόσοισι παλαίων 4 θνῄσκει λαθὼν, οὐδʼ ᾔσθετο. === epigram 112 === 1 οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς 2 κάτθανε· θαυμάζω τοῦτο μάλιστα δʼ ἐγώ, 3 τὴν οὕτως ἀίδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν 4 ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ. === epigram 113 === 1 ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον 2 ἰὸν ἔχουσα πολὺν 3 ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπʼ ὀμμάτων, 4 ἀλλʼ ἀίδην μέλανα. === epigram 114 === 1 ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη, 2 ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων 3 ἀλλὰ διεψεύσθης σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ 4 ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὢν, ἑάλως. === epigram 115 === 1 τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκώς, 2 ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν. 3 ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο; 4 πάντως εἰς ἀίδην δεῖ τινʼ ὁδηγὸν ἔχειν. === epigram 116 === 1 Διόγενες, ἄγε λέγε, τίς ἔλαβέ σε μόρος 2 ἐς Ἄϊδος; ἔλαβέ με κυνὸς ἄγριον ὀδάξ. === epigram 117 === 1 ἔκτισας αὐτάρκειαν, ἀφεὶς κενεαυχέα πλοῦτον, 2 Ζήνων, σὺν πολιῷ σεμνὸς ἐπισκυνίῳ· 3 ἄρσενα γὰρ λόγον εὗρες, ἐνηθλήσω δὲ προνοίᾳ, 4 αἵρεσιν ἀτρέστου αἵρεσιν ἐλευθερίης. 5 εἰ δὲ πάτρα Φοίνισσα, τίς ὁ φθόνος; ἦν καὶ ὁ Κάδμος 6 κεῖνος, ἀφʼ οὗ γραπτὰν Ἑλλὰς ἔχει σελίδα. === epigram 118 === 1 τὸν Κιτιέα Ζήνωνα θανεῖν λόγος ὡς ὑπὸ γήρως 2 πολλὰ καμὼν ἐλύθη μένων ἄσιτος 3 οἱ δʼ ὅτι προσκόψας ποτʼ ἔφη χερὶ γᾶν ἀλοήσας, 4 ἔρχομαι αὐτόματος· τί δὴ καλεῖς με; === epigram 119 === 1 ἡνίκα Πυθαγόρης τὸ περικλεὲς εὕρετο γράμμα 2 κεῖνʼ, ἐφʼ ὅτῳ κλεινὴν ἤγαγε βουθυσίην. === epigram 120 === 1 καὶ ποτέ μιν στυφελιζομένου σκύλακος παριόντα 2 φασὶν ἐποικτεῖραι, καὶ τόδε φάσθαι ἔπος· 3 “ παῦσαι, μηδὲ ῥάπιζʼ, ἐπειὴ φίλου ἀνέρος ἐστὶ 4 ψυχή, τὴν ἔγνων, φθεγξαμένης ἀίων.” === epigram 121 === 1 οὐ μόνος ἐμψύχων ἄπεχες χέρας, ἀλλὰ καὶ ἡμεῖς· 2 τίς γὰρ ὃς ἐμψύχων ἥψατο, Πυθαγόρη; 3 ἀλλʼ ὅταν ἑψηθῇ τι καὶ ὀπτηθῇ καὶ ἁλισθῇ 4 δὴ τότε καὶ ψυχὴν οὐκ ἔχον ἐσθίομεν. === epigram 122 === 1 αἰαῖ, Πυθαγόρης τί τόσον κυάμους ἐσεβάσθη, 2 καὶ θάνε φοιτηταῖς ἄμμιγα τοῖς ἰδίοις; 3 χωρίον ἦν κυάμων ἵνα μὴ τούτους δὲ πατήσῃ 4 ἐξ Ἀκραγαντίνων κάτθανʼ ἐνὶ τριόδῳ. === epigram 123 === 1 καὶ σὺ ποτʼ, Ἐμπεδόκλεις, διερῇ φλογὶ σῶμα καθήρας 2 πῦρ ἀπὸ κρητήρων ἔκπιες ἀθάνατον 3 οὐκ ἐρέω δʼ ὅτι σαυτὸν ἑκὼν βάλες ἐς ῥόον Αἴτνης, 4 ἀλλὰ λαθεῖν ἐθέλων ἔμπεσες οὐκ ἐθέλων. === epigram 124 === 1 ναὶ μὴν Ἐμπεδοκλῆα θανεῖν λόγος ὥς ποτʼ ἀμάξης 2 ἔκπεσε, καὶ μηρὸν κλάσσατο δεξιτερὸν 3 εἰ δὲ πυρὸς κρητῆρας ἐσήλατο καὶ πίε τὸ ζῆν, 4 πῶς ἂν ἔτʼ ἐν Μεγάροις δείκνυτο τοῦδε τάφος; === epigram 125 === 1 εἴ τι παραλλάσσει φαέθων μέγας ἅλιος ἄστρων, 2 καὶ πόντος ποταμῶν μείζονʼ ἔχει δύναμιν, 3 φαμὶ τοσοῦτον ἐγὼ σοφίᾳ προέχειν Ἐπίχαρμον, 4 ὃν πατρὶς ἐστεφάνωσ’ ἅδε Συρακοσίων. === epigram 126 === 1 τὴν ὑπόνοιαν πᾶσι μάλιστα λέγω θεραπεύειν 2 εἰ γὰρ καὶ μὴ δρᾷς, ἀλλὰ δοκεῖς, ἀτυχεῖς. 3 οὕτω καὶ Φιλόλαον ἀνεῖλε Κρότων ποτὲ πάτρη, 4 ὥς μιν ἔδοξε θέλειν δῶμα τύραννον ἔχειν. === epigram 127 === 1 πολλάκις Ἡράκλειτον ἐθαύμασα, πῶς ποτε τὸ ζῆν 2 ὧδε διαντλήσας δύσμορος, εἶτʼ ἔθανεν 3 σῶμα γὰρ ἀρδεύουσα κακὴ νόσος ὕδατι, φέγγος 4 ἔσβεσεν ἐκ βλεφάρων καὶ σκότον ἠγάγετο. === epigram 128 === 1 Ἡράκλειτος ἐγώ· τί μʼ ἄνω κάτω ἕλκετʼ ἄμουσοι; 2 οὐχ ὑμῖν ἐπόνουν, τοῖς δʼ ἔμʼ ἐπισταμένοις. 3 εἷς ἐμοὶ ἄνθρωπος τρισμύριοι, οἱ δʼ ἀνάριθμοι 4 οὐδείς. ταῦτʼ αὐδῶ καὶ παρὰ Περσεφόνῃ. === epigram 129 === 1 ἤθελες, ὦ Ζήνων, καλὸν ἤθελες, ἄνδρα τύραννον 2 κτείνας ἐκλῦσαι δουλοσύνης Ἐλέαν 3 ἀλλʼ ἐδάμης· δὴ γάρ σε λαβὼν ὁ τύραννος ἐν ὅλμῳ 4 κόψε· τί τοῦτο λέγω; σῶμα γάρ, οὐχὶ δὲ σέ. === epigram 130 === 1 καὶ σεῦ, Πρωταγόρη, φάτιν ἔκλυον, ὡς ἄρʼ Ἀθηνῶν 2 ἔκ ποτʼ ἰὼν καθʼ ὁδὸν πρέσβυς ἐὼν ἔθανες· 3 εἵλετο γάρ σε φυγεῖν Κέκροπος πόλις· ἀλλὰ σὺ 4 μέν που 5 Παλλάδος ἄστυ φύγες, Πλουτέα δʼ οὐκ ἔφυγες. === epigram 131 === 1 Πρωταγόρην λόγος ὧδε θανεῖν φέρει· ἀλλὰ γὰρ † οὔτι 2 ἥκατο σῶμα γαῖαν, ψυχὰ δʼ ἇλτο σοφοῖς. === epigram 132 === 1 καὶ σέο, Πρωταγόρη, σοφίης ἴδμεν βέλος ὀξύ, 2 ἀλλʼ οὐ τιτρῶσκον, † "ὢν δὲ γλυκὺ {"κρῆμα.˘ === epigram 133 === 1 πτίσσετε, Νικοκρέων, ἔτι καὶ μάλα, θύλακός ἐστι· 2 πτίσσετʼ, Ἀνάξαρχος δʼ ἐν Διός ἐστι πάλαι· 3 καὶ σὲ διαστείλασα γνάφοις ὀλίγον τάδε λέξει 4 ῥήματα Περσεφόνη· ἔρρε μυλωθρὲ κακέ. === epigram 134 === 1 ἐνθάδε Γοργίου ἡ κεφαλὴ κυνικοῦ κατάκειμαι, 2 οὐκέτι χρεμπτομένη, οὔτʼ ἀπομυσσομένη. === epigram 135 === 1 Θεσσαλὸς Ἱπποκράτης, Κῷος γένος, ἐνθάδε κεῖται, 2 Φοίβου ἀπὸ ῥίζης ἀθανάτου γεγαώς. 3 πλεῖστα τρόπαια νόσων στήσας ὅπλοις Ὑγιείης, 4 δόξαν ἑλὼν πολλῶν οὐ τύχᾳ, ἀλλὰ τέχνᾳ. === epigram 136 === 1 ἥρωος Πριάμου βαιὸς τάφος· οὐχ ὅτι τοίου 2 ἄξιος, ἀλλʼ ἐχθρῶν χερσὶν ἐχωννύμεθα. === epigram 137 === 1 μή με τάφῳ σύγκρινε τὸνἝκτορα, μηδʼ ἐπὶ τύμβῳ 2 μέτρει τὸν πάσης Ἑλλάδος ἀντίπαλον, 3 Ἰλιάς, τὐτὸς Ὅμηρος ἐμοὶ τάφος, Ἑλλάς, Ἀχαιοὶ 4 φεύγοντες — τούτοις πᾶσιν ἐχωννύμεθα· 5 [εἰ δʼ ὀλίγην ἀθρεῖς ἐπʼ ἐμοὶ κόνιν, οὐκ ἐμοὶ αἶσχος· 6 Ἑλλήνων ἐχθραῖς χερσὶν ἐχωννύμεθα.] === epigram 138 === 1 Ἕκτορ Ὁμηρείῃσιν ἀεὶ βεβοημένε βίβλοις, 2 θειοδόμου τείχευς ἕρκος ἐρυμνότατον, 3 ἐν σοὶ Μαιονίδης ἀνεπαύσατο· σοῦ δὲ θανόντος, 4 Ἕκτορ, ἐσιγήθη καὶ σελὶς Ἰλιάδος. === epigram 139 === 1 Ἕκτορι μὲν Τροίη συγκάτθανεν, οὐδʼ ἔτι χεῖρας 2 ἀντῆρεν Δαναῶν παισὶν ἐπερχομένοις· 3 Πέλλα δʼ Ἀλεξάνδρῳ συναπώλετο. πατρίδες ἆρα 4 ἀνδράσιν, οὐ πάτραις ἄνδρες ἀγαλλόμεθα. === epigram 140 === 1 καὶ γενέταν τοῦ νέρθε καὶ οὔνομα καὶ χθόνα φώνει, 2 στάλα, καὶ ποίᾳ κηρὶ δαμεὶς ἔθανε. — 3 “πατὴρ μὲν Πρίαμος, γᾶ δʼ Ἴλιον, οὔνομα δʼ Ἕκτωρ, 4 ὦνερ, ὑπὲρ πάτρας δʼ ὤλετο μαρνάμενος.” === epigram 141 === 1 Θεσσαλὲ Πρωτεσίλαε, σὲ μὲν πολὺς ᾅσεται αἰὼν, 2 Τροίᾳ ὀφειλομένου πτώματος ἀρξάμενου· 3 σῆμα δέ τοι πτελέῃσι συνηρεφὲς ἀμφικομεῦσι 4 νύμφαι, ἀπεχθομένης Ἰλίου ἀντιπέρας· 5 δένδρα δὲ δυσμήνιτα, καὶ ἢν ποτὶ τεῖχος ἴδωσι 6 Τρώιον, αὐαλέαν φυχλλοχοεῦντι κόμην, 7 ὅσσος ἐν ἡρώεσσι τότʼ ἦν χόλος, εἰ μέρος ἀκμὴν 8 ἐχθρὸν ἐν ἀψύχοις σώζεται ἀκρεμόσιν ; === epigram 142 === 1 τύμβος Ἀχιλλῆος ῥηξήνορος, ὃν ποτʼ Ἀχαιοὶ 2 δώμησαν, Τρώων δεῖμα καὶ ἐσσομένων 3 αἰγιαλῷ δὲ νένευκεν, ἵνα στοναχῇσι θαλάσσης 4 κυδαίνοιτο πάις τῆς ἁλίας Θέτιδος. === epigram 143 === 1 ἄνδρε δύω φιλότητι καὶ ἐν τεύχεσσιν ἀρίστω, 2 χαίρετον, Αἰακίδη, καὶ σύ, Μενοιτιάδη. === epigram 144 === 1 ἡδυεπὴς Νέστωρ Πύλιος Νηλήιος ἥρως 2 ἐν Πύλῳ ἠγαθέῃ τύμβον ἔχει τριγέρων. === epigram 145 === 1 ἅδʼ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῷδε κάθημαι 2 Αἴαντος τύμβῳ κειραμένα πλοκάμους, 3 θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἰ παρʼ Ἀχαιοῖς 4 ἁ δολόφρων Ἀπάτα κρέσσον ἐμεῦ δύναται. === epigram 146 === 1 σῆμα παρʼ Αἰάντειον ἐπὶ Ῥοιτηίσιν ἀκταῖς 2 θυμοβαρὴς Ἀρετὰ μύρομαι ἑζομένα, 3 ἀπλόκαμος, πινόεσσα, διὰ κρίσιν ὅττι Πελασγῶν 4 οὐκ ἀρετὰ νικᾶν ἔλλαχεν, ἀλλὰ δόλος. 5 τεύχεα δʼ ἂν λέξειεν Ἀχιλλέος· “ἄρσενος ἀκμᾶς, 6 οὐ σκολιῶν μύθων ἄμμες ἐφιέμεθα.” === epigram 147 === 1 μοῦνος ἐναιρομένοισιν ὑπέρμαχος ἀσπίδα τείνας, 2 νηυσὶ βαρὺν Τρώων, Αἶαν, ἔμεινας ἄρην· 3 οὐδέ σε χερμαδίων ὦσεν κτύπος, οὐ νέφος ἰῶν, 4 οὐ πῦρ, οὐ δοράτων, οὐ ξιφέων πάταγος· 5 ἀλλʼ αὔτως προβλής τε καὶ ἔμπεδος, ὥς τις ἐρίπνα 6 ἱδρυθείς, ἔτλης λαίλαπα δυσμενέων. 7 εἰ δέ σε μὴ τεύχεσσιν Ἀχιλλέος ὥπλισεν Ἑλλάς, 8 ἄξιον ἀντʼ ἀρετᾶς ὅπλα ποροῦσα γέρας, 9 Μοιράων βουλῇσι τάδʼ ἤμπλακεν, ὡς ἂν ὑπʼ ἐχθρῶν 10 μή τινος, ἀλλὰ σὺ σῇ πότμον ἕλῃς παλάμῃ. === epigram 148 === 1 σῆμα τόδʼ Αἴαντος Τελαμωνίου, ὃν κτάνε Μοῖρα, 2 αὐτοῦ χρησαμένα καὶ χερὶ καὶ ξίφεϊ. 3 οὐδὲ γὰρ ἐν θνητοῖσι δυνήσατο καὶ μεμαυῦα 4 εὑρέμεναι Κλωθὼ τῷδʼ ἕτερον φονέα. === epigram 149 === 1 κεῖται ἐνὶ Τροίῃ Τελαμώνιος, οὔ τινι δʼ ἔμπης 2 ἀντιβίων ὀπάσας εὖχος ἑοῦ θανάτου· 3 τόσσης γὰρ Χρόνος ἄλλον ἐπάξιον ἀνέρα τόλμης 4 οὐχ εὑρὼν, παλάμῃ θῆκεν ὑπʼ αὐτοφόνῳ. === epigram 150 === 1 Αἴας ἐν Τροίῃ μετὰ μυρίον εὖχος ἀέθλων 2 μέμφεται οὐκ ἐχθροῖς κείμενος, ἀλλὰ φίλοις. === epigram 151 === 1 Ἕκτωρ Αἴαντι ξίφος ὤπασεν, Ἕκτορι δʼ Αἴας 2 ζωστῆρʼ· ἀμφοτέρων ἡ χάρις εἷς θάνατος. === epigram 152 === 1 πικρὴν ἀλλήλοις Ἕκτωρ χάριν ἠδὲ φέρασπις 2 Αἴας ἐκ πολέμου μνῆμʼ ἔπορον φιλίης· 3 Ἕκτωρ γὰρ ζωστῆρα λαβὼν ξίφος ἔμπαλι δῶκε· 4 τὴν δὲ χάριν δώρων πείρασαν ἐν θανάτῳ· 5 τὸ ξίφος εἷλʼ Αἴαντα μεμηνότα, καὶ πάλι ζωστὴρ 6 εἵλκυσε Πριαμίδην δίφρια συρόμενον. 7 οὕτως ἐξ ἐχθρῶν αὐτοκτόνα πέμπετο δῶρα, 8 ἐν χάριτος προφάσει μοῖραν ἔχοντα μόρου. === epigram 153 === 1 χαλκῆ παρθένος εἰμί, Μίδα δʼ ἐπὶ σήματι κεῖμαι. 2 ἔστʼ ἂν ὕδωρ τε νάῃ, καὶ δένδρεα μακρὰ τεθήλῃ, 3 αὐτοῦ τῇδε μένουσα πλουκλαύτῳ ἐπὶ τύμβῳ, 4 ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται. === epigram 154 === [εἰς Κόροίβον] 1 κοινὸν ἐγὼ Μεγαρεῦσι καὶ Ἰναχίδαισιν ἄθυρμα 2 ἵδρυμαι, Ψαμάθης ἔκδικον οὐλομένης· 3 εἰμὶ δὲ Κὴρ τυμβοῦχος· ὁ δὲ κτείνας με Κόροιβος· 4 κεῖται δʼ ὧδʼ ὑπʼ ἐμοῖς ποσσὶ διὰ τρίποδα· 5 δελφὶς γὰρ φάμα τόδʼ ἐθέσπισεν, ὄφρα γενοίμαν 6 τᾶς κείνου νύμφας σῆμα καὶ ἱστορίης. === epigram 155 === [εἰς Φιλιστίωνα τὸν Νικαέα γελωτοποιόν] 1 ὁ τὸν πολυστένακτον ἀνθρώπων βίον 2 γέλωτι κεράσας Νικαεὺς Φιλιστίων 3 ἐνταῦθα κεῖμαι, λείψανον παντὸς βίου, 4 πολλάκις ἀποθανών, ὧδε δʼ οὐδεπώποτε. === epigram 156 === 1 ἰξῷ καὶ καλάμοισιν ἀπʼ ἠέρος αὑτὸν ἔφερβεν 2 Εὔμηλος, λιτῶς, ἀλλʼ ἐν ἐλευθερίῃ. 3 οὔποτε δʼ ὀθνείην ἔκυσεν χέρα γαστρὸς ἕκητι· 4 τοῦτο τρυφὴν κείνῳ, τοῦτʼ ἔφερʼ εὐφροσύνην. 5 τρὶς δὲ τριηκοστὸν ζήσας ἔτος ἐνθάδʼ ἰαύει, 6 παισὶ λιπὼν ἰξὸν καὶ πτερὰ καὶ καλάμους. === epigram 157 === 1 τρεῖς ἐτέων δεκάδας, τριάδας δύο, μέτρον ἔθηκαν 2 ἡμετέρης βιοτῆς μάντιες αἰθέριοι. 3 ἀρκοῦμαι τούτοισιν ὁ γὰρ χρόνος ἄνθος ἄριστον 4 ἡλικίης· ἔθανεν χὠ τριγέρων Πύλιος. === epigram 158 === [εἰς Μάρκελλον τὸν Σιδίτην ἰατρόν] 1 Μαρκέλλου τόδε σῆμα περικλυτοῦ ἰητῆρος, 2 φωτὸς κυδίστοιο τετιμένου ἀθανάτοισιν, 3 οὗ βίβλους ἀνέθηκεν ἐυκτιμένῃ ἐνὶ Ῥώμῃ 4 Ἀδριανός προτέρων προφερέστερος ἡγεμονήων, 5 καὶ πάις Ἀδριανοῖο μέγʼ ἔξοχος Ἀντωνῖνος, 6 ὄφρα καὶ ἐσσομένοισι μετʼ ἀνδράσι κῦδος ἄροιτο 7 εἵνεκεν εὐεπίης, τὴν οἱ πόρε Φοῖβος Ἀπόλλων, 8 ἡρῴῳ μέλψαντι μέτρῳ θεραπήια νούσων 9 βίβλοις ἐν πινυταῖς Χειρωνίσι τεσσαράκοντα. === epigram 159 === 1 Ὀρφεὺς μὲν κιθάρᾳ πλεῖστον γέρας εἵλετο θνητῶν, 2 Νέστωρ δὲ γλώσσης ἡδυλόγου σοφίῃ, 3 τεκτοσύνῃ δʼ ἐπέων πολυίστωρ θεῖος Ὅμηρος, 4 Τηλεφάνης δʼ αὐλοῖς, οὗ τάφος ἐστὶν ὅδε. === epigram 160 === 1 καρτερὸς ἐν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα 2 Ἄρης δʼ οὐκ ἀγαθῶν φείδεται, ἀλλὰ κακῶν. === epigram 161 === 1 α. ὄρνι, Διὸς Κρονίδαο διάκτορε, τεῦ χάριν ἔστας 2 γοργὸς ὑπὲρ μεγάλου τύμβον Ἀριστομένους·; 3 β. ἀγγέλλω μερόπεσσιν ὅθʼ οὕνεκεν ὅσσον ἄριστος 4 οἰωνῶν γενόμαν, τόσσον ὅδʼ ἠιθέων. 5 δειλαί τοι δειλοῖσιν ἐφεδρήσσουσι πέλειαι· 6 ἄμμες δʼ ἀτρέστοις ἀνδράσι τερπόμεθα. === epigram 162 === 1 Εὐφράτην μὴ καῖε, Φιλώνυμε, μηδὲ μιήνῃς 2 πῦρ ἐπʼ ἐμοί· Πέρσης εἰμὶ καὶ ἐκ πατέρων, 3 Πέρσης αὐθιγενής, ναὶ δέσποτα· πῦρ δὲ μιῆναι 4 ἡμῖν τοῦ χαλεποῦ πικρότερον θανάτου. 5 ἀλλὰ περιστείλας με δίδου χθονί· μηδʼ ἐπὶ νεκρῷ 6 λουτρὰ χέῃς· σέβομαι, δέσποτα, καὶ ποταμούς, === epigram 163 === 1 α. τίς τίνος εὖσα, γύναι, Παρίην ὑπὸ κίονα κεῖσαι; 2 β. Πρηξὼ Καλλιτέλευς. α. καὶ ποδαπή; β. Σαμίη. 3 α. τίς δέ σε καὶ κτερέιξε; β. Θεόκριτος, ᾧ με γονῆες 4 ἐξέδοσαν. α. θνῄσκεις δʼ ἐκ τίνος ; β. ἐκ τοκετοῦ. 5 α. εὖσα πόσων ἐτέων ; β. δύο κεἴκοσιν. α. ἦ ῥὰ γʼ ἄτεκνος ; 6 β. οὔκ, ἀλλὰ τριετῆ Καλλιτέλην ἔλιπον. 7 α. Ζώοι σοι κεῖνός γε, καὶ ἐς βαθὺ γῆρας ἵκοιτο. 8 β. καὶ σοί, ξεῖνε, πόροι πάντα Τύχη τὰ καλά. === epigram 164 === 1 α. φράζε, γύναι, γενεήν, ὄνομα, χθόνα. β. Καλλιτέλης μὲν 2 ὁ σπείρας, Πρηξὼ δʼ οὔνομα, γῆ δὲ Σάμος. 3 α. σῆμα δὲ τίς τόδʼ ἔχωσε ; β. Θεόκριτος, ὁ πρὶν ἄθικτα 4 ἡμετέρας λύσας ἅμματα παρθενίης. 5 α. πῶς δʼ ἔθανες; β. Λοχίοισιν ἐν ἄλγεσιν· α. εἰπὲ δὲ ποίην 6 ἦλθες ἐς ἡλικίην. β. Δισσάκις ἑνδεκέτις. 7 α. ἦ καὶ ἄπαις; β. οὐ, ξεῖνε· λέλοιπα γὰρ ἐν νεότητι 8 Καλλιτέλη, τριετῆ παῖδʼ ἔτι νηπίαχον. 9 α. ἔλθοι ἐς ὀλβίστην πολιὴν τρίχα. β. καὶ σόν, ὁδῖτα, 10 οὔριον ἰθύνοι πάντα Τύχη βίοτον. === epigram 165 === 1 α. εἰπὲ γύναι τίς ἔφυς. β. Πρηξώ. α. τίνος ἔπλεο πατρός ; 2 β. Καλλιτέλευς. α. πάτρας δʼ ἐκ τίνος ἐσσί; β. Σάμου. 3 α. μνᾶμα δέ σου τίς ἔτευξε; β. θεόκριτος, ὅς με σύνευνον 4 ἤγετο. α. πῶς δʼ ἐδάμης; β. ἄλγεσιν ἐν λοχίοις. 5 α. εἰν ἔτεσιν τίσιν εὖσα; β. δὶς ἕνδεκα. α. παῖδα δὲ λείπεις ; 6 β. νηπίαχον τρισσῶν Καλλιτέλην ἐτέων. 7 α. ζωῆς τέρμαθʼ ἵκοιτο μετʼ ἀνδράσι. β. καὶ σέο δοίη 8 παντὶ Τύχη βιότῳ τερπνόν, ὁδῖτα, τέλος. === epigram 166 === 1 τὴν γοεραῖς πνεύσασαν ἐν ὠδίνεσσι Λαμίσκην 2 ὕστατα, Νικαρέτης παῖδα καὶ Εὐπόλιδος, 3 σὺν βρέφεσιν διδύμοις, Σαμίην γένος, αἱ παρὰ Νείλῳ 4 κρύπτουσιν Λιβύης ᾐόνες εἰκοσέτιν. 5 ἀλλά, κόραι, τῇ παιδὶ λεχώια δῶρα φέρουσαι, 6 θερμὰ κατὰ ψυχροῦ δάκρυα χεῖτε τάφου. === epigram 167 === 1 Ἀρχέλεώ με δάμαρτα Πολυξείνην, Θεοδέκτου 2 παῖδα καὶ αἰνοπαθοῦς ἔννεπε Δημαρέτης, 3 ὅσσον ἐπʼ ὠδῖσιν καὶ μητέρα· παῖδα δὲ δαίμων 4 ἔφθασεν οὐδʼ αὐτῶν εἴκοσιν ἠελίων. 5 ὀκτωκαιδεκέτις δʼ αὐτὴ θάνον, ἄρτι τεκοῦσα, 6 ἄρτι δὲ καὶ νύμφη, πάντʼ ὀλιγοχρόνιος. === epigram 168 === 1 εὐχέσθω τις ἔπειτα γυνὴ τόκον, εἶπε Πολυξώ, 2 γαστέρʼ ὑπὸ τρισσῶν ῥηγνυμένη τεκέων 3 μαίης δʼ ἐν παλάμῃσι χύθη νέκυς· οἱ δʼ ἐπὶ γαῖαν 4 ὤλισθον κοίλων ἄρρενες ἐκ λαγόνων, 5 μητέρος ἐκ νεκρῆς ζωὸς γόνος· εἷς ἄρα δαίμων 6 τῆς μὲν ἀπὸ ζωὴν εἵλετο, τοῖς δʼ ἔπορεν. === epigram 169 === [εἰς τὴν δάμαλιν τὴν ἱσταμένην πίραν Βυζαντίου ἐν Ἰναχίης] 1 Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδʼ ἀπʼ ἐμεῖο 2 κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. 3 κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασενἭρης 4 ἐς Φάρον ἥδε δʼ ἐγὼ Κεκροπίς εἰμι νέκυς. 5 εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δʼ ὅτʼ ἔπλωεν ἐκεῖνος 6 τῇδε, Φιλιππείων ἀντίπαλος σκαφέων. 7 Βοιίδιον δὲ καλεῦμαι ἐγὼ τότε· νῦν δὲ Χάρητος 8 εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. === epigram 170 === 1 τὸν τριετῆ παίζοντα περὶ φρέαρ Ἀρχιάνακτα 2 εἴδωλον μορφᾶς κωφὸν ἐπεσπάσατο 3 ἐκ δʼ ὕδατος τὸν παῖδα διάβροχον ἥρπασε μάτηρ 4 σκεπτομένα ζωᾶς εἴ τινα μοῖραν ἔχει· 5 νύμφας δʼ οὐκ ἐμίηνεν ὁ νήπιος, ἀλλʼ ἐπὶ γούνων 6 ματρὸς κοιμαθεὶς τὸν βαθὺν ὕπνον ἔχει. === epigram 171 === 1 Ἀμπαύσει καὶ τῇδε θοὸν πτερὸν ἱερὸς ὄρνις, 2 τᾶσδʼ ὑπὲρ ἁδείας ἑζόμενος πλατάνου· 3 ὤλετο γὰρ Ποίμανδρος ὁ Μάλιος, οὐδʼ ἔτι νεῖται 4 ἰξὸν ἐπʼ ἀγρευταῖς χευάμενος καλάμοις. === epigram 172 === 1 ὁ πρὶν ἐγὼ καὶ ψῆρα καὶ ἁρπάκτειραν ἐρύκων 2 σπέρματος, ὑψιπετῆ Βιστονίαν γέρανον, 3 ῥινοῦ χερμαστῆρος ἐΰστροφα κῶλα τιταίνων, 4 Ἀλκιμένης, πτανῶν εἶργον ἄπωθε νέφος· 5 καὶ μέ τις οὐτήτειρα παρὰ σφυρὰ διψὰς ἔχιδνα 6 σαρκὶ τὸν ἐκ γενύων πικρὸν ἐνεῖσα χόλον 7 ἠελίου χήρωσεν ἴδʼ ὡς τὰ κατʼ αἰθέρα λεύσσων 8 τοὐμ ποσὶν οὐκ ἐδάην πῆμα κυλινδόμενον. === epigram 173 === 1 αὐτόμαται δείλῃ ποτὶ ταὔλιον αἱ βόες ἦλθον 2 ἐξ ὄρεος, πολλῇ νιφόμεναι χιόνι· 3 αἰαῖ, Θηρίμαχος δὲ παρὰ δρυῒ τὸν μακρὸν εὕδει 4 ὕπνον ἐκοιμήθη δʼ ἐκ πυρὸς οὐρανίου. === epigram 174 === 1 οὐκέτι συρίγγων νόμιον μέλος ἀγχόθι ταύτας 2 ἁρμόζῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου· 3 οὐδέ σευ ἐκ καλάμων κερααὶ βόες ἁδὺ μέλισμα 4 δέξονται, σκιερᾷ πὰρ δρυῒ κεκλιμένου. 5 ὤλεσε γὰρ πρηστήρ σε κεραύνιος· αἱ δʼ ἐπὶ μάνδραν 6 ὀψὲ βόες νιφετῷ σπερχόμεναι κατέβαν. === epigram 175 === 1 οὕτω πᾶσ’ ἀπόλωλε, γεωπόνε, βῶλος ἀρότροις, 2 ἤδη καὶ τύμβους νωτοβατοῦσι βόες, 3 ἡ δʼ ὕνις ἐν νεκύεσσι; τί τοι πλέον; ἢ πόσος οὗτος 4 πυρός, ὃν ἐκ τέφρης, κοὐ χθονὸς ἁρπάσετε; 5 οὐκ αἰεὶ ζήσεσθε, καὶ ὑμέας ἄλλος ἀρώσει, 6 τοίης ἀρξαμένους πᾶσι κακοσπορίης. === epigram 176 === 1 οὐχ ὅτι με φθίμενον κῆδος λίπεν, ἐνθάδε κεῖμαι 2 γυμνὸς ὑπὲρ γαίης πυροφόροιο νέκυς· 3 ταρχύθην γὰρ ἐγὼ τὸ πρίν ποτε, νῦν δʼ ἀροτῆρος 4 χερσὶ σιδηρείη μʼ ἐξεκύλισεν ὕνις. 5 ἦ ῥα κακῶν θάνατόν τις ἐρεῖ λύσιν, ὁππότʼ ἐμεῖο, 6 ξεῖνε, πέλει παθέων ὕστατον οὐδὲ τάφος; === epigram 177 === 1 σᾶμα τόδε Σπίνθηρι πατὴρ ἐπέθηκε θανόντι. === epigram 178 === 1 Λυδὸς ἐγώ, ναὶ Λυδός, ἐλευθερίῳ δέ με τύμβῳ, 2 δέσποτα, Τιμάνθη τὸν σὸν ἔθευ τροφέα. 3 εὐαίων ἀσινῆ τείνοις βίον ἢν δʼ ὑπὸ γήρως 4 πρός με μόλῃς, σὸς ἐγώ, δέσποτα, κἠν Ἀίδῃ. === epigram 179 === 1 σοὶ καὶ νῦν ὑπὸ γῆν, ναί, δέσποτα, πιστὸς ὑπάρχω, 2 ὡς πάρος, εὐνοίης οὐκ ἐπιληθόμενος, 3 ὥς με τότʼ ἐκ νούσου τρὶς ἐπʼ ἀσφαλὲς ἤγαγες ἴχνος, 4 καὶ νῦν ἀρκούσᾐ τῇδʼ ὑπέθου καλύβῃ, 5 Μάνην ἀγγείλας, Πέρσην γένος. εὖ δέ με ῥέξας 6 ἕξεις ἐν χρείῃ δμῶας ἑτοιμοτέρους. === epigram 180 === 1 ἠλλάχθη θανάτοιο τεὸς μόρος, ἀντὶ δὲ σεῖο, 2 δέσποτα, δοῦλος ἐγὼ στυγνὸν ἔπλησα τάφον 3 ἡνίκα σεῦ δακρυτὰ κατὰ χθονὸς ἠρία τεῦχον, 4 ὡς ἂν ἀποφθιμένου κεῖθι δέμας κτερίσω· 5 ἀμφὶς ˘ ἔμʼ ὤλισθεν γυρὴ κόνις. οὐ βαρὺς ἡμῖν 6 ἔστʼ Ἀίδης· ζήσω τὸν σὸν ὑπʼ ἠέλιον. === epigram 181 === 1 οἰκτρὰ δὴ δνοφερὸν δόμον ἤλυθες εἰς Ἀχέροντος, 2 Δαμοκράτεια φίλα, ματρὶ λιποῦσα γόους. 3 ἁ δέ, σέθεν φθιμένας, πολιοὺς νεοθῆγι σιδάρῳ 4 κείρατο γηραλέας ἐκ κεφαλᾶς πλοκάμους. === epigram 182 === 1 οὐ γάμον, ἀλλʼ Ἀίδαν ἐπινυμφίδιον Κλεαρίστα 2 δέξατο, παρθενίας ἅμματα λυομένα. 3 ἄρτι γὰρ ἑσπέριοι νύμφας ἐπὶ δικλίσιν ἄχευν 4 λωτοί, καὶ θαλάμων ἐπλαταγεῦντο θύραι· 5 ἠῷοι δʼ ὀλολυγμὸν ἀνέκραγον, ἐκ δʼ Ὑμέναιος 6 σιγαθεὶς γοερὸν φθέγμα μεθαρμόσατο· 7 αἱ δʼ αὐταὶ καὶ φέγγος ἐδᾳδούχουν παρὰ παστῷ 8 πεῦκαι, καὶ φθιμένᾳ νέρθεν ἔφαινον ὁδόν. === epigram 183 === 2 ᾅδης τὴν Κροκάλης ἔφθασε παρθενίην 3 εἰς δὲ γόους Ὑμέναιος ἐπαύσατο· τὰς δὲ γαμούντων 4 ἐλπίδας οὐ θάλαμος κοίμισεν, ἀλλὰ τάφος. === epigram 184 === 1 παρθενικῆς τάφος εἴμʼ Ἑλένης, πένθει δʼ ἐπʼ ἀδελφοῦ 2 προφθιμένου διπλᾶ μητρὸς ἔχω δάκρυα· 3 μνηστῆρσιν δʼ ἔλιπον κοίνʼ ἄλγεα· τὴν γὰρ ἔτʼ οὔπω 4 οὐδενὸς ἡ πάντων ἐλπὶς ἔκλαυσεν ἴσως. === epigram 185 === 1 Αὐσονίη με Λίβυσσαν ἔχει κόνις, ἄγχι δὲ Ῥώμης 2 κεῖμαι παρθενικὴ τῇδε παρὰ ψαμάθῳ· 3 ἡ δέ με θρεψαμένη Πομπηίη ἀντὶ θυγατρός, 4 κλαυσαμένη τύμβῳ θῆκεν ἐλευθερίῳ, 5 πῦρ ἕτερον σπεύδουσα· τὸ δʼ ἔφθασεν, οὐδὲ κατʼ εὐχὴν 6 ἡμετέραν ἧψεν λαμπάδα Περσεφόνη. === epigram 186 === 1 ἄρτι μὲν ἐν θαλάμοις Νικιππίδος ἡδὺς ἐπήχει 2 λωτός, καὶ γαμικοῖς † ὕμνος ἔχαιρε κρότοις· 3 θρῆνος δʼ εἰς ὑμέναιον ἐκώμασεν ἡ δὲ τάλαινα, 4 οὔπω πάντα γυνή, καὶ νέκυς ἐβλέπετο. 5 δακρυόεις Ἀίδη, τί πόσιν νύμφης διέλυσας, 6 αὐτὸς ἐφʼ ἁρπαγίμοις τερπόμενος λέχεσιν; === epigram 187 === 1 ἡ γρῆυς Νικὼ Μελίτης τάφον ἐστεφάνωσε 2 παρθενικῆς. Ἀίδη, τοῦθʼ ὁσίως κέκρικας; === epigram 188 === 1 δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη, 2 ὥριος, ἀκμαίης οἷὰ τʼ ἐφʼ ἡλικίης· 3 ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος, 4 οὐδʼ Ἥρης ζυγίης λαμπάδες ἠντίασαν, 5 πένθιμος ἀλλʼ Ἀίδης ἐπεκώμασεν, ἀμφὶ δʼ Ἐρινὺς 6 φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα· 7 ἤματι δʼ ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς, 8 τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες. === epigram 189 === 1 οὐκέτι δή σε λίγεια κατʼ ἀφνεὸν Ἀλκίδος οἶκον 2 ἀκρὶ μελιζομέναν ὄψεται ἀέλιος· 3 ἤδη γὰρ λειμῶνας ἐπὶ Κλυμένου πεπότησαι 4 καὶ δροσερὰ χρυσέας ἄνθεα Περσεφόνας. === epigram 190 === 1 Ἀκρίδι τᾷ κατʼ ἄρουραν ἀηδόνι, καὶ δρυοκοίτᾳ 2 τέττιγι ξυνὸν τύμβον ἔτευξε Μυρώ, 3 παρθένιον στάξασα κόρα δάκρυ· δισσὰ γὰρ αὐτᾶς 4 παίγνιʼ ὁ δυσπειθὴς ᾤχετʼ ἔχων Ἀίδας. === epigram 191 === 1 ἁ πάρος ἀντίφθογγον ἀποκλάγξασα νομεῦσι 2 πολλάκι καὶ δρυτόμοις κίσσα καὶ ἰχθυβόλοις, 3 πολλάκι δὲ κρέξασα πολύθροον, οἷά τις ἀχώ, 4 κέρτομον ἀντῳδοῖς χείλεσιν ἁρμονίαν, 5 νῦν εἰς γᾶν ἄγλωσσος ἀναύδητός τε πεσοῦσα 6 κεῖμαι, μιμητὰν ζᾶλον ἀνηναμένα. === epigram 192 === 1 οὐκέτι δὴ πτερύγεσσι λιγυφθόγγοισιν ἀείσεις, 2 ἀκρί, κατʼ εὐκάρπους αὔλακας ἑζομένα, 3 οὐδέ με κεκλιμένον σκιερὰν ὑπὸ φυλλάδα τέρψεις, 4 ξουθᾶν ἐκ πτερύγων ἁδὺ κρέκουσα μέλος. === epigram 193 === 1 τάνδε κατʼ εὔδενδρον στείβων δρίος εἴρυσα χειρὶ 2 πτώσσουσαν βρομίης οἰνάδος ἐν πετάλοις, 3 ὄφρα μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη, 4 τερπνὰ διʼ ἀγλώσσου φθεγγομένα στόματος. === epigram 194 === 1 ἀκρίδα Δημοκρίτου μελεσίπτερον ἅδε θανοῦσαν 2 ἄργιλος δολιχὰν ἀμφὶ κέλευθον ἔχει, 3 ἇς καί, ὅτʼ ἰθύσειε πανέσπερον ὕμνον ἀείδειν, 4 πᾶν μέλαθρον μολπᾶς ἴαχʼ ὑπʼ εὐκελάδου. === epigram 195 === 1 Ἀκρίς, ἐμῶν ἀπάτημα πόθων, παραμύθιον ὕπνου, 2 ἀκρίς, ἀρουραίη Μοῦσα, λιγυπτέρυγε, 3 αὐτοφυὲς μίμημα λύρας, κρέκε μοί τι ποθεινόν, 4 ἐγκρούουσα φίλοις ποσσὶ λάλους πτέρυγας, 5 ὥς με πόνων ῥύσαιο παναγρύπνοιο μερίμνης, 6 ἀκρί, μιτωσαμένη φθόγγον ἐρωτοπλάνον. 7 δῶρα δέ σοι γήτειον ἀειθαλὲς ὀρθρινὰ δώσω, 8 καὶ δροσερὰς στόματι σχιζομένας ψακάδας. === epigram 196 === 1 Ἀχήεις τέττιξ, δροσεραῖς σταγόνεσσι μεθυσθείς, 2 ἀγρονόμαν μέλπεις μοῦσαν ἐρημολάλον 3 ἄκρα δʼ ἐφεζόμενος πετάλοις, πριονώδεσι κώλοις 4 αἰθίοπι κλάζεις χρωτὶ μέλισμα λύρας. 5 ἀλλά, φίλος, φθέγγου τι νέον δενδρώδεσι Νύμφαις 6 παίγνιον, ἀντῳδὸν Πανὶ κρέκων κέλαδον, 7 ὄφρα φυγὼν τὸν Ἔρωτα, μεσημβρινὸν ὕπνον ἀγρεύσω 8 ἐνθάδʼ ὑπὸ σκιερᾷ κεκλιμένος πλατάνῳ. === epigram 197 === 1 Δαμοκρίτῳ μὲν ἐγώ, λιγυρὰν ὅκα μοῦσαν ἐνείην 2 ἀκρὶς ἀπὸ πτερύγων, τὸν βαθὺν ἆγον ὕπνον 3 Δαμόκριτος δʼ ἐπʼ ἐμοὶ τὸν ἐοικότα τύμβον, ὁδῖτα, 4 ἐγγύθεν Ὠρωποῦ χεῦεν ἀποφθιμένᾳ. === epigram 198 === 1 εἰ καὶ μικρὸς ἰδεῖν καὶ ἐπʼ οὔδεος, ὦ παροδῖτα, 2 λᾶας ὁ τυμβίτης ἄμμιν ἐπικρέμαται, 3 αἰνοίης, ὤνθρωπε, Φιλαινίδα· τὴν γὰρ ἀοιδὸν 4 ἀκρίδα, τὴν εὖσαν τὸ πρὶν ἀκανθοβάτιν, 5 διπλοῦς ἐς λυκάβαντας ἐφίλατο τὴν καλαμῖτιν, 6 κἀμφίεφʼ ὑμνιδίῳ χρησαμένην πατάγῳ· 7 καὶ μʼ οὐδὲ φθιμένην ἀπανήνατο· τοῦτο δʼ ἐφʼ ἡμῖν 8 τὠλίγον ὤρθωσεν σᾶμα πολυστροφίης. === epigram 199 === 1 ὄρνεον ὦ Χάρισιν μεμελημένον, ὦ παρόμοιον 2 ἀλκυόσιν τὸν σὸν φθόγγον ἰσωσάμενον, 3 ἡρπάσθης, φίλʼ ἐλαιέ· σὰ δʼ ἤθεα καὶ τὸ σὸν ἡδὺ 4 πνεῦμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί. === epigram 200 === 1 οὐκέτι δὴ τανύφυλλον ὑπὸ κλάκα κλωνὸς ἑλιχθεὶς 2 τέρψομʼ ἀπὸ ῥαδινῶν φθόγγον ἱεὶς πτερύγων· 3 χεῖρα γὰρ εἰς † ἀρετὰν παιδὸς πέσον, ὅς με λαθραίως 4 μάρψεν, ἐπὶ χλωρῶν ἑζόμενον πετάλων. === epigram 201 === 1 οὐκέτι δὴ χλωροῖσιν ἐφεζόμενος πετάλοισιν 2 ἁδεῖαν μέλπων ἐκπροχέεις ἰαχὰν 3 ἀλλά σε γηρύοντα κατήναρεν, ἠχέτα τέττιξ, 4 παιδὸς ἀπʼ ἠλιθίου χεὶρ ἀναπεπταμένα. === epigram 202 === 1 οὐκέτι μʼ ὡς τὸ πάρος πυκιναῖς πτερύγεσσιν ἐρέσσων 2 ὄρσεις ἐξ εὐνῆς ὄρθριος ἐγρόμενος· 3 ἦ γάρ σ’ ὑπνώοντα σίνις λαθρηδὸν ἐπελθὼν 4 ἔκτεινεν λαιμῷ ῥίμφα καθεὶς ὄνυχα. === epigram 203 === 1 οὐκέτʼ ἀνʼ ὑλῆεν δρίος εὔσκιον, ἀγρότα πέρδιξ, 2 ἠχήεσσαν ἵης γῆρυν ἀπὸ στομάτων, 3 θηρεύων βαλιοὺς συνομήλικας ἐν νομῷ ὕλης· 4 ᾤχεο γὰρ πυμάταν εἰς Ἀχέροντος ὁδόν. === epigram 204 === 1 οὐκέτι που, τλῆμον, σκοπέλων μετανάστρια πέρδιξ, 2 πλεκτὸς λεπταλέαις οἶκος ἔχει σε λύγοις, 3 οὐδʼ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος Ἠριγενείης 4 ἄκρα παραιθύσσεις θαλπομένων πτερύγων. 5 σὴν κεφαλὴν αἴλουρος ἀπέθρισε, τἄλλα δὲ πάντα 6 ἥρπασα, καὶ φθονερὴν οὐκ ἐκόρεσσε γένυν. 7 νῦν δέ σε μὴ κούφη κρύπτοι κόνις, ἀλλὰ βαρεῖα, 8 μὴ τὸ τεὸν κείνη λείψανον ἐξερύσῃ. === epigram 205 === 1 οἰκογενὴς αἴλουρος ἐμὴν πέρδικα φαγοῦσα 2 ζώειν ἡμετέροις ἔλπεται ἐν μεγάροις; 3 οὔ σε, φίλη πέρδιξ, φθιμένην ἀγέραστον ἐάσω, 4 ἀλλʼ ἐπὶ σοὶ κτείνω τὴν σέθεν ἀντιβίην. 5 ψυχὴ γὰρ σέο μᾶλλον ὀρίνεται, εἰσόκε ῥέξω 6 ὅσσ’ ἐπʼ Ἀχιλλῆος Πύρρος ἔτευξε τάφῳ. === epigram 206 === 1 Ἀνδροβόρων ὁμότεχνε κυνῶν, αἴλουρε κακίστη, 2 τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων. 3 κτήτορος Ἀγαθίαο τεοῦ πέρδικα φαγοῦσα, 4 λυπεῖς, ὡς αὐτὸν κτήτορα δασσαμένη. 5 καὶ σὺ μὲν ἐν πέρδιξιν ἔχεις νόον οἱ δὲ μύες νῦν 6 ὀρχοῦνται, τῆς σῆς δραξάμενοι σπατάλης. === epigram 207 === 1 τὸν ταχύπουν, ἔτι παῖδα συναρπασθέντα τεκούσης 2 ἄρτι μʼ ἀπὸ στέρνων, οὐατόεντα λαγὼν 3 ἐν κόλποις στέργουσα διέτρεφεν ἁ γλυκερόχρως 4 Φανίον, εἰαρινοῖς ἄνθεσι βοσκόμενον. 5 οὐδέ με μητρὸς ἔτʼ εἶχε πόθος· θνῄσκω δʼ ὑπὸ θοίνης 6 ἀπλήστου, πολλῇ δαιτὶ παχυνόμενος. 7 καί μου πρὸς κλισίαις κρύψεν νέκυν, ὡς ἐν ὀνείροις 8 αἰὲν ὁρᾶν κοίτης γειτονέοντα τάφον. === epigram 208 === 1 μνᾶμα τόδε φθιμένου μενεδαΐου εἵσατο Δᾶμις 2 ἵππου, ἐπεὶ στέρνον τοῦδε δαφοινὸς Ἄρης 3 τύψε· μέλαν δέ οἱ αἷμα ταλαυρίνου διὰ χρωτὸς 4 ζέσσ’, ἐπὶ δʼ ἀργαλέᾳ βῶλον ἔδευσε φονᾷ. === epigram 209 === 1 αὐτοῦ σοὶ παρʼ ἅλωνι, δυηπαθὲς ἐργάτα μύρμηξ, 2 ἠρίον ἐκ βώλου διψάδος ἐκτισάμαν, 3 ὄφρα σε καὶ φθίμενον Δηοῦς σταχυητρόφος αὖλαξ 4 θέλγῃ, ἀροτραίᾐ κείμενον ἐν θαλάμῃ. === epigram 210 === 1 .ἄρτι νεηγενέων σε, χελιδονί, μητέρα τέκνων, 2 ἄρτι σε θάλπουσαν παῖδας ὑπὸ πτέρυγι, 3 ἀίξας ἔντοσθε νεοσσοκόμοιο καλιῆς 4 νόσφισεν ὠδίνων τετραέλικτος ὄφις, 5 καὶ σὲ κινυρομέναν ὁπότʼ ἀθρόος ἦλθε δαΐζων, 6 ἤριπεν ἐσχαρίου λάβρον ἐπʼ ἄσθμα πυρός. 7 ὡς θάνεν ἠλιτοεργός· ἴδʼ ὡς Ἥφαιστος ἀμύντωρ 8 τὰν ἀπʼ Ἐριχθονίου παιδὸς ἔσωσε γονάν. === epigram 211 === 1 τῇδε τὸν ἐκ Μελίτης ἀργὸν κύνα φησὶν ὁ πέτρος 2 ἴσχειν, Εὐμήλου πιστότατον φύλακα. 3 ταῦρόν μιν καλέεσκον, ὅτʼ ἦν ἔτι· νῦν δὲ τὸ κείνου 4 φθέγμα σιωπηραὶ νυκτὸς ἔχουσιν ὁδοί. === epigram 212 === 1 Αἰθυίας, ξένε, τόνδε ποδηνέμου ἔννεπε τύμβον, 2 τᾶς ποτʼ ἐλαφρότατον χέρσος ἔθρεψε γόνυ· 3 πολλάκι ˘ γὰρ νάεσσιν ἰσόδρομον ἄνυσε μᾶκος, 4 ὄρνις ὅπως δολιχὰν ἐκπονέουσα τρίβον. === epigram 213 === 1 πρὶν μὲν ἐπὶ χλωροῖς ἐριθηλέος ἔρνεσι πεύκας 2 ἥμενος, ἢ σκιερᾶς ἀκροκόμου πίτυος, 3 ἔκρεκες εὐτάρσοιο διʼ ἰξύος ἀχέτα μολπὰν 4 τέττιξ, οἰονόμοις ἐλαφρότατον χέλυος. 5 νῦν δέ σε, μυρμάκεσσιν ὑπʼ εἰνοδίοισι δαμέντα, 6 Ἄϊδος ἀπροϊδὴς ἀμφεκάλυψε μυχός. 7 εἰ δʼ ἑάλως, συγγνωστόν, ἐπεὶ καὶ κοίρανος ὕμνων 8 Μαιονίδας γρίφοις ἰχθυβόλων ἔθανεν. === epigram 214 === 1 οὐκέτι παφλάζοντα διαΐσσων βυθὸν ἅλμης 2 δελφίς, πτοιήσεις εἰναλίων ἀγέλας, 3 οὐδὲ πολυτρήτοιο μέλος καλάμοιο χορεύων 4 ὑγρὸν ἀναρρίψεις ἅλμα παρὰ σκαφίσιν 5 οὐδὲ σὺ γʼ, ἀφρηστά, Νηρηίδας ὡς πρὶν ἀείρων 6 νώτοις πορθμεύσεις Τηθύος εἰς πέρατα. 7 ἦ γὰρ ἴσον; πρηῶνι Μαλείης ὡς ἐκυκήθη, 8 κῦμα πολυψάμμους ὦσέ σ’ ἐπὶ ψαμάθους. === epigram 215 === 1 οὐκέτι δὴ πλωτοῖσιν ἀγαλλόμενος πελάγεσσιν 2 αὐχένʼ ἀναρρίψω βυσσόθεν ὀρνύμενος, 3 οὐδὲ περὶ † σκαλάμοισι νεὼς περικαλλέα χείλη 4 ποιφύσσω, τἀμᾷ τερπόμενος προτομᾷ· 5 ἀλλά με πορφυρέα πόντου νοτὶς ὦσ’ ἐπὶ χέρσον, 6 κεῖμαι δὲ † ῥαδινὰν τάνδε παρʼ ἠιόνα. === epigram 216 === 1 κύματα καὶ τρηχύς με κλύδων ἐπὶ χέρσον ἔσυρεν 2 δελφῖνα, ξείνοις κοινὸν ὅραμα τύχης. 3 ἀλλʼ ἐπὶ μὲν γαίης ἐλέῳ τόπος· οἱ γὰρ ἰδόντες 4 εὐθύ με πρὸς τύμβους ἔστεφον εὐσεβέες· 5 νῦν δὲ τεκοῦσα θάλασσα διώλεσε. τίς παρὰ πόντῳ 6 πίστις, ὃς οὐδʼ ἰδίης φείσατο συντροφίης; === epigram 217 === 1 Ἀρχεάνασσαν ἔχω, τὰν ἐκ Κολοφῶνος ἑταίραν, 2 ἇς καὶ ἐπὶ ῥυτίδων ὁ γλυκὺς ἕζετʼ Ἔρως. 3 ἆ νέον ἥβης ἄνθος ἀποδρέψαντες ἐρασταὶ 4 πρωτοβόλου, διʼ ὅσης ἤλθετε πυρκαϊῆς. === epigram 218 === 1 τὴν καὶ ἅμα χρυσῷ καὶ ἁλουργίδι καὶ σὺν Ἔρωτι 2 θρυπτομένην, ἁπαλῆς Κύπριδος ἁβροτέραν 3 Λαΐδʼ ἔχω, πολιῆτιν ἁλιζώνοιο Κορίνθου, 4 Πειρήνης λευκῶν φαιδροτέραν λιβάδων, 5 τὴν θνητὴν Κυθέρειαν, ἐφʼ ᾗ μνηστῆρες ἀγαυοὶ 6 πλείονες ἢ νύμφης εἵνεκα Τυνδαρίδος, 7 δρεπτόμενοι χάριτάς τε καὶ ὠνητὴν ἀφροδίτην· 8 ἧς καὶ ὑπʼ εὐώδει τύμβος ὄδωδε κρόκῳ, 9 ἧς ἔτι κηώεντι μύρῳ τὸ διάβροχον ὀστεῦν, 10 καὶ λιπαραὶ θυόεν ἄσθμα πνέουσι κόμαι 11 ᾗ ἔπι καλὸν ἄμυξε κάτα ῥέθος Ἀφρογένεια, 12 καὶ γοερὸν λύζων ἐστονάχησεν Ἔρως. 13 εἰ δʼ οὐ πάγκοινον δούλην θέτο κέρδεος εὐνήν, 14 Ἑλλὰς ἄν, ὡς Ἑλένης, τῆσδʼ ὕπερ ἔσχε πόνον. === epigram 219 === 1 ἡ τὸ καλὸν καὶ πᾶσιν ἐράσμιον ἀνθήσασα, 2 ἡ μούνη Χαρίτων λείρια δρεψαμένη, 3 οὐκέτι χρυσοχάλινον ὁρᾷ δρόμον ἠελίοιο 4 Λαΐς, ἐκοιμήθη δʼ ὕπνον ὀφειλόμενον, 5 κώμους, καὶ τὰ νέων ζηλώματα, καὶ τὰ ποθεύντων 6 κνίσματα, καὶ μύστην λύχνον ἀπειπαμένη. === epigram 220 === 1 ἕρπων εἰς Ἐφύρην τάφον ἔδρακον ἀμφὶ κέλευθον 2 Λαΐδος ἀρχαίης, ὡς τὸ χάραγμα λέγει. 3 δάκρυ δʼ ἐπισπείσας, “ χαίροις, γύναι, ἐκ γὰρ ἀκουῆς 4 οἰκτείρω σέ” γʼ, ἔφην, “ἣν πάρος οὐκ ἰδόμην. 5 ἆ πόσον ἠϊθέων νόον ἤκαχες· ἀλλʼ ἴδε, Λήθην 6 ναίεις, ἀγλαΐην ἐν χθονὶ κατθεμένη.” === epigram 221 === 1 Ἀκμαίη πρὸς ἔρωτα καὶ ἡδέα Κύπριδος ἔργα, 2 Πατροφίλα, κανθοὺς τοὺς γλυκεροὺς ἔμυσας· 3 ἐσβέσθη δὲ τὰ φίλτρα τὰ κωτίλα, χὠ μετʼ ἀοιδῆς 4 ψαλμὸς, καὶ κυλίκων αἱ λαμυραὶ προπόσεις. 5 ᾍδη δυσκίνητε, τί τὴν ἐπέραστον ἑταίρην 6 ἥρπασας; ἢ καὶ σὴν Κύπρις ἔμηνε φρένα; === epigram 222 === 1 ἐνθάδε τῆς τρυφερῆς μαλακὸν ῥέθος, ἐνθάδε κεῖται 2 Τρυγόνιον, σαβακῶν ἄνθεμα Σαλμακίδων 3 ᾗ καλύβη καὶ δοῦπος ἐνέπρεπεν, ᾗ φιλοπαίγμων 4 στωμυλίη, Μήτηρ ἣν ἐφίλησε θεῶν 5 ἡ μούνη στέρξασα τὰ Κύπριδος ἡμιγυναίκων 6 ὄργια, καὶ φίλτρων Λαΐδος ἁψαμένη. 7 φῦε κατὰ στήλης, ἱερὴ κόνι, τῇ φιλοβάκχῳ 8 μὴ βάτον, ἀλλʼ ἁπαλὰς λευκοΐων κάλυκας. === epigram 223 === 1 ἡ κροτάλοις ὀρχηστρὶς Ἀρίστιον, ἡ περὶ πεύκας 2 τῇ Κυβέλῃ πλοκάμους ῥῖψαι ἐπισταμένη, 3 ἡ λωτῷ κερόεντι φορουμένη, ἡ τρὶς ἐφεξῆς 4 εἰδυῖʼ ἀκρήτου χειλοποτεῖν κύλικας, 5 ἐνθάδʼ ὑπὸ πτελέαις ἀναπαύεται, οὐκέτʼ ἔρωτι, 6 οὐκέτʼ παννυχίδων τερπομένη καμάτοις. 7 κῶμοι καὶ μανίαι, μέγα χαίρετε· κεῖθʼ 〈ἱερὰ θρίξ〉 8 ἡ τὸ πρὶν στεφάνων ἄνθεσι κρυπτομένη. === epigram 224 === 1 εἴκοσι Καλλικράτεια καὶ ἐννέα τέκνα τεκοῦσα, 2 οὐδʼ ἑνὸς οὐδὲ μιῆς ἐδρακόμην θάνατον 3 ἀλλʼ ἑκατὸν καὶ πέντε διηνυσάμην ἐνιαυτούς, 4 σκίπωνι τρομερὰν οὐκ ἐπιθεῖσα χέρα. === epigram 225 === 1 Ψήχει καὶ πέτρην ὁ πολὺς χρόνος, οὐδὲ σιδήρου 2 φείδεται, ἀλλὰ μιῇ πάντʼ ὀλέκει δρεπάνῃ· 3 ὣς καὶ Λαέρταο τόδʼ ἠρίον, ὃ σχεδὸν ἀκτῆς 4 βαιὸν ἄπο, ψυχρῶν λείβεται ἐξ ὑετῶν. 5 οὔνομα μὴν ἥρωος ἀεὶ νέον οὐ γὰρ ἀοιδὰς 6 ἀμβλύνειν αἰών, κἢν ἐθέλῃ, δύναται. === epigram 226 === 1 Ἀβδήρων προθανόντα τὸν αἰνοβίην Ἀγάθωνα 2 πᾶσ’ ἐπὶ πυρκαϊῆς ἥδʼ ἐβόησε πόλις. 3 οὔ τινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης 4 ἠνάρισεν στυγερῆς ἐν στροφάλιγγι μάχης. === epigram 227 === 1 οὐδὲ λέων ὣς δεινὸς ἐν οὔρεσιν, ὡς ὁ Μίκωνος 2 υἱὸς Κριναγόρης ἐν σακέων πατάγῳ. 3 εἰ δὲ κάλυμμʼ ὀλίγον, μὴ μέμφεο μικρὸς ὁ χῶρος, 4 ἀλλʼ ἄνδρας πολέμου τλήμονας οἶδε φέρειν. === epigram 228 === 1 αὑτῷ καὶ τεκέεσσι γυναικί τε τύμβον ἔδειμεν 2 Ἀνδροτίων οὔπω δʼ οὐδενός εἰμι τάφος. 3 οὕτω καὶ μείναιμι πολὺν χρόνον εἰ δʼ ἄρα καὶ δεῖ, 4 δεξαίμην ἐν ἐμοὶ τοὺς προτέρους προτέρους. === epigram 229 === 1 τᾷ Πιτάνᾳ Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους, 2 ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, 3 δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς 4 παῖδʼ ἐπὶ πυρκαϊὴν Τύννιχος εἶπε τιθείς· 5 “ δειλοὶ κλαιέσθωσαν ἐγὼ δὲ σέ, τέκνον, ἄδακρυς 6 θάψω, τὸν καὶ ἐμὸν καὶ Αακεδαιμόνιον.” === epigram 230 === 1 ἁνίκʼ ἀπὸ πτολέμου τρέσσαντά σε δέξατο μάτηρ, 2 πάντα τὸν ὁπλιστὰν κόσμον ὀλωλεκότα, 3 αὐτά τοι φονίαν, Δαμάτριε, αὐτίκα λόγχαν 4 εἶπε διὰ πλατέων ὠσαμένα λαγόνων 5 “ κάτθανε, μηδʼ ἐχέτω Σπάρτα ψόγον οὐ γὰρ ἐκείνα 6 ἤμπλακεν, εἰ δειλοὺς τοὐμὸν ἔθρεψε γάλα.” === epigram 231 === 1 ὧδʼ ὑπὲρ Ἀμβρακίας ὁ βοαδρόμος ἀσπίδʼ ἀείρας 2 τεθνάμεν ἢ φεύγειν εἵλετʼ Ἀρισταγόρας, 3 υἱὸς ὁ Θευπόμπου. μὴ θαῦμʼ ἔχε· Δωρικὸς ἀνὴρ 4 πατρίδος, οὐχ ἥβας ὀλλυμένας ἀλέγει. === epigram 232 === 1 Λύδιον οὖδας ἔχει τόδʼ Ἀμύντορα, παῖδα Φιλίππου, 2 πολλὰ σιδηρείης χερσὶ θιγόντα μάχης· 3 οὐδέ μιν ἀλγινόεσσα νόσος δόμον ἄγαγε Νυκτός, 4 ἀλλʼ ὄλετʼ ἀμφʼ ἑτάρῳ σχὼν κυκλόεσσαν ἴτυν. === epigram 233 === 1 Αἴλιος, Αὐσονίης στρατιῆς πρόμος, ὁ χρυσέοισι 2 στέμμασι σωρεύσας αὐχένας ὁπλοφόρους, 3 νοῦσον ὅτʼ εἰς ὑπάτην ὠλίσθανε τέρμα τʼ ἄφυκτον 4 εἶδεν, ἀριστείην † ἐμφανὲς εἰς ἰδίην 5 πῆξε δʼ ὑπὸ σπλάγχνοισιν ἑὸν ξίφος, εἶπέ τε θνῄσκων 6 αὐτὸς ἑκὼν ἐδάμην, μὴ νόσος εὖχος ἔχῃ. === epigram 234 === 1 Αἴλιος ὁ θρασύχειρ Ἄρεος πρόμος, ὁ ψελιώσας 2 αὐχένα χρυσοδέτοις ἐκ πολέμου στεφάνοις, 3 τηξιμελεῖ νούσῳ κεκολουμένος, ἔδραμε θυμῷ 4 ἐς προτέρην ἔργων ἄρσενα μαρτυρίην, 5 ὦσε δʼ ὑπὸ σπλάγχνοις πλατὺ φάσγανον, ἓν μόνον εἰπών 6 ἄνδρας Ἄρης κτείνει, δειλοτέρους δὲ νόσος. === epigram 235 === 1 μὴ μέτρει Μάγνητι τὸ πηλίκον οὔνομα τύμβῳ, 2 μηδὲ Θεμιστοκλέους ἔργα σε λανθανέτω. 3 τεκμαίρου Σαλαμῖνι καὶ ὁλκάσι τὸν φιλόπατριν 4 γνώσῃ δʼ ἐκ τούτων μείζονα Κεκροπίης. === epigram 236 === 1 οὐχὶ Θεμιστοκλέους Μάγνης τάφος· ἀλλὰ κέχωσμαι 2 Ἑλλήνων φθονερῆς σῆμα κακοκρισίης. === epigram 237 === 1 οὔρεά μευ καὶ πόντον ὑπὲρ τύμβοιο χάρασσε, 2 καὶ μέσον ἀμφοτέρων μάρτυρα Λητοΐδην, 3 ἀενάων τε βαθὺν ποταμῶν ῥόον, οἵ ποτε ῥείθροις 4 Ξέρξου μυριόναυν οὐχ ὑπέμειναν Ἄρην. 5 ἔγγραφε καὶ Σαλαμῖνα, Θεμιστοκλέους ἵνα σῆμα 6 κηρύσσει Μάγνης δῆμος ἀποφθιμένου. === epigram 238 === 1 Ἠμαθίην ὃς πρῶτος ἐς Ἄρεα βῆσα Φίλιππος, 2 Αἰγαίην κεῖμαι βῶλον ἐφεσσάμενος, 3 ῥέξας οἷʼ οὔπω βασιλεὺς τὸ πρὶν εἰ δέ τις αὐχεῖ 4 μεῖζον ἐμεῦ, καὶ τοῦθʼ αἵματος ἡμετέρου. === epigram 239 === 1 φθίσθαι Ἀλέξανδρον ψευδὴς φάτις, εἴπερ ἀληθὴς 2 Φοῖβος. ἀνικήτων ἅπτεται οὐδʼ Ἀίδης. === epigram 240 === 1 τύμβον Ἀλεξάνδροιο Μακηδόνος ἤν τις ἀείδῃ, 2 ἠπείρους κείνου σῆμα λέγʼ ἀμφοτέρας. === epigram 241 === 1 μυρία σοι, Πτολεμαῖε, πατήρ ἔπι, μυρία μάτηρ 2 τειρομένα θαλεροὺς ᾐκίσατο πλοκάμους· 3 πολλὰ τιθηνητήρ ὀλοφύρατο, χερσὶν ἀμήσας 4 ἀνδρομάχοις δνοφερὰν κρατὸς ὕπερθε κόνιν. 5 ἁ μεγάλα δʼ Αἴγυπτος ἑὰν ὠλόψατο χαίταν, 6 καὶ πλατὺς Εὐρώπας ἐστονάχησε δόμος. 7 καὶ δʼ αὐτὰ διὰ πένθος ἀμαυρωθεῖσα Σελάνα 8 ἄστρα καὶ οὐρανίας ἀτραπιτοὺς ἔλιπεν. 9 ὤλεο γὰρ διὰ λοιμὸν ὅλας θοινήτορα χέρσου, 10 πρὶν πατέρων νεαρᾷ σκᾶπτρον ἑλεῖν παλάμᾳ· 11 οὐ δέ σε νὺξ ἐκ νυκτὸς ἐδέξατο· δὴ γὰρ ἄνακτας 12 τοίους οὐκ Ἀίδας, Ζεὺς δʼ ἐς Ὄλυμπον ἄγει. === epigram 242 === 1 οἵδε πάτραν, πολύδακρυν ἐπʼ αὐχένι δεσμὸν ἔχουσαν, 2 ῥυόμενοι, δνοφερὰν ἀμφεβάλοντο κόνιν 3 ἄρνυνται δʼ ἀρετᾶς αἶνον μέγαν. ἀλλά τις ἀστῶν 4 τούσδʼ ἐσιδὼν θνᾴσκειν τλάτω ὑπὲρ πατρίδος. === epigram 243 === 1 Φωκίδι πὰρ πέτρῃ δέρκευ τάφον εἰμὶ δʼ ἐκείνων 2 τῶν ποτε μηδοφόνων μνᾶμα τριηκοσίων, 3 οἳ Σπάρτας ἀπὸ γᾶς τηλοῦ πέσον, ἀμβλύναντες 4 Ἄρεα καὶ Μῆδον καὶ Λακεδαιμόνιον. 5 ἣν δʼ ἐσορῇς ἐπʼ ἐμεῖο † βοόστρυχον εἰκόνα θηρός, 6 ἔννεπε· τοῦ ταγοῦ μνᾶμα Λεωνίδεω. === epigram 244 === 1 δισσὰ τριηκοσίων τάδε φάσγανα θούριος Ἄρης 2 ἔσπασεν Ἀργείων καὶ Λακεδαιμονίων, 3 ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπʼ ἄλλῳ 4 πίπτοντες· Θυρέαι δʼ ἦσαν ἄεθλα δορός. === epigram 245 === 1 ὦ Χρόνε, παντοίων θνητοῖς πανεπίσκοπε δαῖμον, 2 ἄγγελος ἡμετέρων πᾶσι γενοῦ παθέων· 3 ὡς ἱερὰν σώζειν πειρώμενοι Ἑλλάδα χώρην, 4 Βοιωτῶν κλεινοῖς θνῄσκομεν ἐν δαπέδοις. === epigram 246 === 1 Ἰσσοῦ ἐπὶ προμολῇσιν ἁλὸς παρὰ κῦμα Κιλίσσης 2 ἄγριον αἱ Περσῶν κείμεθα μυριάδες, 3 ἔργον Ἀλεξάνδροιο Μακηδόνος, οἳ ποτʼ ἄνακτι 4 Δαρείῳ πυμάτην οἶμον ἐφεσπόμεθα. === epigram 247 === 1 Ἄκλαυστοι καὶ ἄθαπτοι, ὁδοιπόρε, τῷδʼ ἐπὶ τύμβῳ 2 Θεσσαλίας τρισσαὶ κείμεθα μυριάδες, 3 Ἠμαθίῃ μέγα πῆμα· τὸ δὲ θρασὺ κεῖνο Φιλίππου 4 πνεῦμα θοῶν ἐλάφων ᾤχετʼ ἐλαφρότερον. === epigram 248 === 1 μυριάσιν ποτὲ τῇδε τριηκοσίαις ἐμάχοντο 2 ἐκ Πελοποννάσου χιλιάδες τέτορες. === epigram 249 === 1 ὦ ξεῖνʼ, ἄγγειλον Λακεδαιμονίοις ὅτι τῇδε 2 κείμεθα, τοῖς κείνων ῥήμασι πειθόμενοι. === epigram 250 === 1 ἀκμᾶς ἑστακυῖαν ἐπὶ ξυροῦ Ἑλλάδα πᾶσαν 2 ταῖς αὑτῶν ψυχαῖς κείμεθα ῥυσάμενοι. === epigram 251 === 1 ἄσβεστον κλέος οἵδε φίλῃ περὶ πατρίδι θέντες 2 κυάνεον θανάτου ἀμφεβάλοντο νέφος. 3 οὐδὲ τεθνᾶσι θανόντες, ἐπεὶ σφʼ ἀρετὴ καθύπερθε 4 κυδαίνουσ’ ἀνάγει δώματος ἐξ Ἀίδεω. === epigram 252 === 1 οἵδʼ Ἀίδαν στέρξαντες ἐνόπλιον, οὐχ, ἅπερ ἄλλοι, 2 στάλαν, ἀλλʼ ἀρετὰν ἀντʼ ἀρετᾶς ἔλαχον. === epigram 253 === 1 εἰ τὸ καλῶς θνῄσκειν ἀρετῆς μέρος ἐστὶ μέγιστον, 2 ἡμῖν ἐκ πάντων τοῦτʼ ἀπένειμε τύχη· 3 Ἑλλάδι γὰρ σπεύδοντες ἐλευθερίην περιθεῖναι 4 κείμεθʼ ἀγηράτῳ χρώμενοι εὐλογίῃ. === epigram 254 === 1 χαίρετʼ ἀριστῆες πολέμου μέγα κῦδος ἔχοντες, 2 κοῦροι Ἀθηναίων, ἔξοχοι ἱπποσύνῃ, 3 οἵ ποτε καλλιχόρου περὶ πατρίδος ὠλέσαθʼ ἥβην 4 πλείστοις Ἑλλήνων ἀντία μαρνάμενοι. === epigram 254b === 1 Κρὴς γενεὰν Βρόταχος Γορτύνιος ἐνθάδε κεῖμαι, 2 οὐ κατὰ τοῦτʼ ἐλθών, ἀλλὰ κατʼ ἐμπορίην. === epigram 255 === 1 κυανέη καὶ τούσδε μενεγχέας ὤλεσεν ἄνδρας 2 μοῖρα, πολύρρηνον πατρίδα ῥυομένους. 3 ζωὸν δὲ φθιμένων πέλεται κλέος, οἵ ποτε γυίοις 4 τλήμονες Ὀσσαίαν ἀμφιέσαντο κόνιν, 5 ρ. μ. === epigram 256 === 1 οἵδε ποτʼ Αἰγαίοιο βαρύβρομον οἶδμα λιπόντες 2 Ἐκβατάνων πεδίῳ κείμεθʼ ἐνὶ μεσάτῳ. 3 χαῖρε, κλυτή ποτε πατρὶς Ἐρέτρια· χαίρετʼ, Ἀθῆναι 4 γείτονες Εὐβοίης· χαῖρε, θάλασσα φίλη. === epigram 257 === 1 παῖδες Ἀθηναίων Περσῶν στρατὸν ἐξολέσαντες 2 ἤρκεσαν ἀργαλέην πατρίδι δουλοσύνην. === epigram 258 === 1 οἵδε παρʼ Εὐρυμέδοντά ποτʼ ἀγλαὸν ὤλεσαν ἥβην 2 μαρνάμενοι Μήδων τοξοφόρων προμάχοις 3 αἰχμηταὶ πεζοί τε καὶ ὠκυπόρων ἐπὶ νηῶν· 4 κάλλιστον δʼ ἀρετῆς μνῆμʼ ἔλιπον φθίμενοι. === epigram 259 === 1 Εὐβοίης γένος ἐσμὲν Ἐρετρικόν, ἄγχι δὲ Σούσων 2 κείμεθα· φεῦ, γαίης ὅσσον ἀφʼ ἡμετέρης. === epigram 260 === 1 μὴ μέμψῃ παριὼν τὰ μνήματά μου, παροδῖτα 2 οὐδὲν ἔχω θρήνων ἄξιον οὐδὲ θανών. 3 τέκνων τέκνα λέλοιπα· μιῆς ἀπέλαυσα γυναικὸς 4 συγγήρου· τρισσοῖς παισὶν ἔδωκα γάμους, 5 ἐξ ὧν πολλάκι παῖδας ἐμοῖς ἐνεκοίμισα κόλποις, 6 οὐδενὸς οἰμώξας οὐ νόσον, οὐ θάνατον, 7 οἵ με κατασπείσαντες ἀπήμονα, τὸν γλυκὺν ὕπνον 8 κοιμᾶσθαι, χώρην πέμψαν ἐπʼ εὐσεβέων. === epigram 261 === 1 τί πλέον εἰς ὠδῖνα πονεῖν, τί δὲ τέκνα τεκέσθαι, 2 ἣ τέκοι εἰ μέλλει παιδὸς ὁρᾶν θάνατον; 3 ἠιθέῳ γὰρ σῆμα Βιάνορι χεύατο μήτηρ· 4 ἔπρεπε δʼ ἐκ παιδὸς μητέρα τοῦδε τυχεῖν. === epigram 262 === 1 αὐδήσει τὸ γράμμα τί σᾶμά τε καί τίς ὑπʼ αὐτῷ. 2 Γλαύκης εἰμὶ τάφος τῆς ὀνομαζομένης. === epigram 263 === 1 καὶ σέ, Κλεηνορίδη, πόθος ὤλεσε πατρίδος αἴης 2 θαρσήσαντα Νότου λαίλαπι χειμερίῃ. 3 ὥρη γάρ σε πέδησεν ἀνέγγυος· ὑγρὰ δὲ τὴν σὴν 4 κύματʼ ἀφʼ ἱμερτὴν ἔκλυσεν ἡλικίην. === epigram 264 === 1 εἴη ποντοπόρῳ πλόος οὔριος· ὃν δʼ ἄρʼ ἀήτης, 2 ὡς ἐμέ, τοῖς Ἀίδεω· προσπελάσῃ λιμέσιν, 3 μεμφέσθω μὴ λαῖτμα κακόξενον, ἀλλʼ ἕο τόλμαν, 4 ὅστις ἀφʼ ἡμετέρου πείσματʼ ἔλυσε τάφου. === epigram 265 === 1 Ναυηγοῦ τάφος εἰμί ὁ δʼ ἀντίον ἐστὶ γεωργοῦ· 2 ὡς ἁλὶ καὶ γαίῃ ξυνὸς ὕπεστʼ Ἀίδης. === epigram 266 === 1 Ναυηγοῦ τάφος εἰμὶ Διοκλέος· οἱ δʼ ἀνάγονται, 2 φεῦ τόλμης, ἀπʼ ἐμοῦ πείσματα λυσάμενοι. === epigram 267 === 1 ναυτίλοι, ἐγγὺς ἁλὸς τί με θάπτετε; πολλὸν ἄνευθε 2 χῶσαι ναυηγοῦ τλήμονα τύμβον ἔδει. 3 φρίσσω κύματος ἦχον, ἐμὸν μόρον, ἀλλὰ καὶ οὕτως 4 χαίρετε, Νικήτην οἵτινες οἰκτίρετε. === epigram 268 === 1 Ναυηγόν με δέδορκας. ὃν οἰκτείρασα θάλασσα 2 γυμνῶσαι πυμάτου φάρεος ᾐδέσατο, 3 ἄνθρωπος παλάμῃσιν ἀταρβήτοις μʼ ἀπέδυσε, 4 τόσσον ἄγος τόσσου κέρδεος ἀράμενος. 5 κεῖνο καὶ ἐνδύσαιτο, καὶ εἰς Ἀίδαο φέροιτο, 6 καί μιν ἴδοι Μίνως τοὐμὸν ἔχοντα ῥάκος. === epigram 269 === 1 πλωτῆρες, σῴζοισθε καὶ εἰν ἁλὶ καὶ κατὰ γαῖαν 2 ἴστε δὲ ναυηγοῦ σῆμα παρερχόμενοι. === epigram 270 === 1 τούσδε ποτʼ ἐκ Σπάρτας ἀκροθίνια Φοίβῳ ἄγοντας 2 ἓν πέλαγος, μία νύξ, ἓν σκάφος ἐκτέρισεν. === epigram 271 === 1 ὤφελε μηδʼ ἐγένοντο θοαὶ νέες· οὐ γὰρ ἂν ἡμεῖς 2 παῖδα Διοκλείδου Σώπολιν ἐστένομεν 3 νῦν δʼ ὁ μὲν εἰν ἁλί που φέρεται νέκυς· ἀντὶ δʼ ἐκείνου 4 οὔνομα καὶ κενεὸν σῆμα παρερχόμεθα, 5 η. ο. Βθθομιῐ, Ζπ α Οανάβη, ρ. θδ. === epigram 272 === 1 Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλʼ ἐνὶ πόντῳ 2 ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην, 3 ἔμπορος Αἰγίνηθεν ὅτʼ ἔπλεε· χὠ μὲν ἐν ὑγρῇ 4 νεκρός· ἐγὼ δʼ ἄλλως οὔνομα τύμβος ἔχων, 5 κηρύσσω πανάληθες ἔπος τόδε· “ φεῦγε θαλάσσῃ 6 συμμίσγειν Ἐρίφων, ναυτίλε, δυομένων.” === epigram 273 === 1 Εὔρου με τρηχεῖα καὶ αἰπήεσσα καταιγίς, 2 καὶ νύξ, καὶ δνοφερῆς κύματα πανδυσίης 3 ἔβλαψʼ Ὠρίωνος· ἀπώλισθον δὲ βίοιο 4 Κάλλαισχρος, Λιβυκοῦ μέσσα θέων πελάγευς. 5 κἀγὼ μὲν πόντῳ δινεύμενος, ἰχθύσι κύρμα, 6 οἴχημαι· ψεύστης δʼ οὗτος ἔπεστι λίθος. === epigram 274 === 1 οὔνομα κηρύσσω Τιμοκλέος, εἰς ἅλα πικρὴν 2 πάντῃ σκεπτομένη ποῦ ποτʼ ἄρʼ ἐστὶ νέκυς. 3 αἰαῖ· τὸν δʼ ἤδη φάγον ἰχθύες· ἡ δὲ περισσὴ 4 πέτρος ἐγὼ τὸ μάτην γράμμα τορευθὲν ἔχω. === epigram 275 === 1 ἁ Πέλοπος νᾶσος καὶ δύσπλοος ὤλεσε Κρήτα, 2 καὶ Μαλέου τυφλαὶ καμπτομένου σπιλάδες 3 Δάμιδος Ἀστυδάμαντα Κυδώνιον. ἀλλʼ ὁ μὲν ἤδη 4 ἔπλησεν θηρῶν νηδύας εἰναλίων 5 τὸν ψεύσταν δέ με τύμβον ἐπὶ χθονὶ θέντο. τί θαῦμα; 6 Κρῆτες ὅπου ψεῦσται, καὶ Διὸς ἔστι τάφος, === epigram 276 === 1 ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς 2 ἄνδρα, πολύκλαυτον ναυτιλίης σκύβαλον 3 κέρδεα δʼ οὐκ ἐδίωξαν ἃ μὴ θέμις· ἀλλὰ σὺν αὐτοῖς 4 ἰχθύσι τῇδʼ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ. 5 ὦ χθών, τὸν ναυηγὸν ἔχεις ὅλον ἀντὶ δὲ λοιπῆς 6 σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις. === epigram 277 === 1 τίς, ξένος ὦ ναυηγέ; Λεόντιχος ἐνθάδε νεκρὸν 2 εὗρέ σ’ ἐπʼ αἰγιαλοῦ, χῶσε δὲ τῷδε τάφῳ, 3 δακρύσας ἐπίκηρον ἑὸν βίον οὐδὲ γὰρ αὐτὸς 4 ἥσυχος, αἰθυίῃ δʼ ἶσα θαλασσοπορεῖ. === epigram 278 === 1 οὐδὲ νέκυς, ναυηγὸς ἐπὶ χθόνα Θῆρις ἐλασθεὶς 2 κύμασιν, ἀγρύπνων λήσομαι ἠιόνων. 3 ἦ γὰρ ἁλιρρήκτοις ὑπὸ δειράσιν, ἀγχόθι πόντου 4 δυσμενέος, ξείνου χερσὶν ἔκυρσα τάφου· 5 αἰεὶ δὲ βρομέοντα καὶ ἐν νεκύεσσι θαλάσσης 6 ὁ τλήμων ἀίω δοῦπον ἀπεχθόμενον 7 μόχθων οὐδʼ Ἀίδης με κατεύνασεν, ἡνίκα μοῦνος 8 οὐδὲ θανὼν λείῃ κέκλιμαι ἡσυχίῃ. === epigram 279 === 1 παῦσαι νηὸς ἐρετμὰ καὶ ἔμβολα τῷδʼ ἐπὶ τύμβῳ 2 αἰὲν ἐπὶ ψυχρῇ ζωγραφέων σποδιῇ. 3 ναυηγοῦ τὸ μνῆμα. τί τῆς ἐνὶ κύμασι λώβης 4 αὖθις ἀναμνῆσαι τὸν κατὰ γῆς ἐθέλεις; === epigram 280 === 1 τὸ χῶμα τύμβος ἐστὶν ἀλλὰ τὼ βόε 2 ἐπίσχες οὗτος, τὰν ὕνιν τʼ ἀνάσπασον 3 κινεῖς σποδὸν γάρ. ἐς δὲ τοιαύταν κόνιν 4 μὴ σπέρμα πυρῶν, ἀλλὰ χεῦε δάκρυα. === epigram 281 === 1 Ἄπισχʼ, ἄπισχε χεῖρας, ὦ γεωπόνε, 2 μηδʼ ἀμφίταμνε τὰν ἐν ἠρίῳ κόνιν. 3 αὐτὰ κέκλαυται βῶλος· ἐκ κεκλαυμένας δʼ 4 οὔτοι κομάτας ἀναθαλήσεται στάχυς. === epigram 282 === 1 Ναυηγοῦ τάφος εἰμί· σὺ δὲ πλέε· καὶ γὰρ ὅθʼ ἡμεῖς 2 ὠλλύμεθʼ, αἱ λοιπαὶ νῆες ἐποντοπόρουν. - === epigram 283 === 1 τετρηχυῖα θάλασσα, τί μʼ οὐκ οἰζυρὰ παθόντα 2 τηλόσ’ ἀπὸ ψιλῆς ἔπτυσας ἠιόνος; 3 ὡς σεῦ μηδʼ Ἀίδαο κακὴν ἐπιειμένος ἀχλὺν 4 Φυλεὺς Ἀμφιμένευς ἆσσον ἐγειτόνεον. === epigram 284 === 1 ὀκτώ μευ πήχεις ἄπεχε, τρηχεῖα θάλασσα, 2 καὶ κύμαινε, βόα θʼ ἡλίκα σοι δύναμις· 3 ἢν δὲ τὸν Εὐμάρεω καθέλῃς τάφον, ἄλλο μὲν οὐδὲν 4 κρήγυον, εὑρήσεις δʼ ὀστέα καὶ σποδιήν. === epigram 285 === 1 οὐ κόνις οὐδʼ ὀλίγον πέτρης βάρος, ἀλλʼ Ἐρασίππου 2 ἣν ἐσορᾷς αὕτη πᾶσα θάλασσα τάφος· 3 ὤλετο γὰρ σὺν νηί· τὰ δʼ ὀστέα ποῦ ποτʼ ἐκείνου 4 πύθεται, αἰθυίαις γνωστὰ μόναις ἐνέπειν. === epigram 286 === 1 δύσμορε Νικάνωρ, πολιῷ μεμαραμμένε πόντῳ, 2 κεῖσαι δὴ ξείνῃ γυμνὸς ἐπʼ ἠιόνι, 3 ἢ σύ γε πρὸς πέτρῃσι· τὰ δʼ ὄλβια κεῖνα μέλαθρα 4 φροῦδα 〈καὶ ἡ〉 πάσης ἐλπὶς ὄλωλε Τύρου. 5 οὐδὲ τί σε κτεάνων ἐρρύσατο· φεῦ, ἐλεεινέ, 6 ὤλεο μοχθήσας ἰχθύσι καὶ πελάγει. === epigram 287 === 1 καὶ νέκυν ἀπρήυντος ἀνιήσει με θάλασσα 2 Λῦσιν, ἐρημαίῃ κρυπτὸν ὑπὸ σπιλάδι, 3 στρηνὲς ἀεὶ φωνεῦσα παρʼ οὔατι, καὶ παρὰ κωφὸν 4 σῆμα. τί μʼ, ὤνθρωποι, τῇδε παρῳκίσατε, 5 ἣ πνοιῆς χήρωσε τὸν οὐκ ἐπὶ φορτίδι νηὶ 6 ἔμπορον, ἀλλʼ ὀλίγης ναυτίλον εἰρεσίης 7 θηκαμένη ναυηγόν; ὁ δʼ ἐκ πόντοιο ματεύων 8 ζωήν, ἐκ πόντου καὶ μόρον εἱλκυσάμην. === epigram 288 === 1 οὐδετέρης ὅλος εἰμὶ θανὼν νέκυς, ἀλλὰ θάλασσα 2 καὶ χθὼν τὴν ἀπʼ ἐμεῦ μοῖραν ἔχουσιν ἴσην. 3 σάρκα γὰρ ἐν πόντῳ φάγον ἰχθύες· ὀστέα δʼ αὖτε 4 βέβρασται ψυχρῇ τῇδε παρʼ ἠιόνι. === epigram 289 === 1 ἀνθέα τὸν ναυηγὸν ἐπὶ στόμα Πηνειοῖο 2 νυκτὸς ὑπὲρ βαιῆς νηξάμενον σανίδος, 3 μούνιος ἐκ θάμνοιο θορὼν λύκος, ἄσκοπον ἄνδρα, 4 ἔκτανεν. ὦ γαίης κύματα πιστότερα, === epigram 290 === 1 λαίλαπα καὶ μανίην ὀλοῆς προφυγόντα θαλάσσης 2 ναυηγόν, Λιβυκαῖς κείμενον ἐν ψαμάθοις, 3 οὐχ ἑκὰς ἠιόνων, πυμάτῳ βεβαρημένον ὕπνῳ, 4 γυμνόν, ἀπὸ στυγερῆς ὡς κάμε ναυφθορίης, 5 ἔκτανε λυγρὸς ἔχις. τί μάτην πρὸς κύματʼ ἐμόχθει, 6 τὴν ἐπὶ γῆς φεύγων μοῖραν ὀφειλομένην; === epigram 291 === 1 χαῖταί σου στάζουσιν ἔθʼ ἁλμυρά, δύσμορε κούρη, 2 ναυηγέ, φθιμένης εἰν ἁλί, Λυσιδίκη. 3 ἦ γάρ, ὀρινομένου πόντου, δείσασα θαλάσσης 4 ὕβριν ὑπὲρ κοίλου δούρατος ἐξέπεσες. 5 καὶ σὸν μὲν φωνεῖ τάφος οὔνομα, καὶ χθόνα Κύμην, 6 ὀστέα δὲ ψυχρῷ κλύζετʼ ἐπʼ αἰγιαλῷ, 7 πικρὸν Ἀριστομάχῳ γενέτῃ κακόν, ὅς σε κομίζων 8 ἐς γάμον, οὔτε κόρην ἤγαγεν οὔτε νέκυν. === epigram 292 === 1 ἀλκυόσιν, Ληναῖε, μέλεις τάχα· κωφὰ δὲ μήτηρ 2 μύρεθʼ ὑπὲρ κρυεροῦ δυρομένη σε τάφου. === epigram 293 === 1 οὐ χεῖμα Νικόφημον, οὐκ ἄστρων δύσις 2 ἁλὸς Λιβύσσης κύμασιν κατέκλυσεν 3 ἀλλʼ ἐν γαλήνῃ, φεῦ τάλας, ἀνηνέμῳ 4 πλόῳ πεδηθείς, ἐφρύγη δίψευς ὕπο. 5 καὶ τοῦτʼ ἀήτεων ἔργον· ἆ πόσον κακὸν 6 ναύταισιν ἢ πνέοντες ἢ μεμυκότες. === epigram 294 === 1 Γρυνέα τὸν πρέσβυν, τὸν ἁλιτρύτου ἀπὸ κύμβης 2 ζῶντα, τὸν ἀγκίστροις καὶ μογέοντα λίνοις, 3 ἐκ δεινοῦ τρηχεῖα Νότου κατέδυσε θάλασσα, 4 ἔβρασε δʼ ἐς κροκάλην πρώϊον ἠϊόνα, 5 χεῖρας ἀποβρωθέντα. τίς οὐ νόον ἰχθύσιν εἴποι 6 ἔμμεναι, οἳ μούνας, αἷς ὀλέκοντο, φάγον; === epigram 295 === 1 Θῆριν τὸν τριγέροντα, τὸν εὐάγρων ἀπὸ κύρτων 2 ζῶντα, τὸν αἰθυίης πλείονα νηξάμενον, 3 ἰχθυσιληϊστῆρα, σαγηνέα, χηραμοδύτην, 4 οὐχὶ πολυσκάλμου πλώτορα ναυτιλίης, 5 ἔμπης οὔτʼ Ἀρκτοῦρος ἀπώλεσεν, οὔτε καταιγὶς 6 ἤλασε τὰς πολλὰς τῶν ἐτέων δεκάδας· 7 ἀλλʼ ἔθανʼ ἐν καλύβῃ σχοινίτιδι, λύχνος ὁποῖα, 8 τῷ μακρῷ σβεσθεὶς ἐν χρόνῳ αὐτόματος. 9 σῆμα δὲ τοῦτʼ οὐ παῖδες ἐφήρμοσαν, οὐδʼ ὁμόλεκτρος, 10 ἀλλὰ συνεργατίνης ἰχθυβόλων θίασος. === epigram 296 === 1 ἐξ οὗ γʼ Εὐρώπην Ἀσίας δίχα πόντος ἔνειμε, 2 καὶ πόλεμον λαῶν θοῦρος Ἄρης ἐφέπει, 3 οὐδαμά πω κάλλιον ἐπιχθονίων γένετʼ ἀνδρῶν 4 ἔργον ἐν ἠπείρῳ καὶ κατὰ πόντον ἅμα. 5 οἵδε γὰρ ἐν Κύπρῳ Μήδων πολλοὺς ὀλέσαντες, 6 Φοινίκων ἑκατὸν ναῦς ἕλον ἐν πελάγει 7 ἀνδρῶν πληθούσας· μέγα δʼ ἔστενεν Ἀσὶς ὑπʼ αὐτῶν 8 πληγεῖσ’ ἀμφοτέραις χερσὶ κράτει πολέμου. === epigram 297 === 1 τὸν μέγαν Ἀκροκόρινθον Ἀχαιικὸν, Ἑλλάδος ἄστρον, 2 καὶ διπλῆν Ἰσθμοῦ σύνδρομον ἠιόνα 3 Λεύκιος ἐστυφέλιξε· δοριπτοίητα δὲ νεκρῶν 4 ὀστέα σωρευθεὶς εἷς ἐπέχει σκόπελος. 5 τοὺς δὲ δόμον Πριάμοιο πυρὶ πρήσαντας Ἀχαιοὺς 6 ἀκλαύστους κτερέων νόσφισαν Αἰνεάδαι. === epigram 298 === 1 αἰαῖ, τοῦτο κάκιστον, ὅταν κλαίωσι θανόντα 2 νυμφίον ἢ νυμφίον ἡνίκα δʼ ἀμφοτέρους, 3 Εὔπολιν ὡς ἀγαθήν τε Λυκαίνιον, ὧν ὑμέναιον 4 ἔσβεσεν ἐν πρώτῃ νυκτὶ πεσὼν θάλαμος, 5 οὐκ ἄλλῳ τόδε κῆδος ἰσόρροπον, ᾧ σὺ μὲν υἱόν, 6 Νῖκι, σὺ δʼ ἔκλαυσας, Θεύδικε, θυγατέρα. === epigram 299 === 1 ἅδʼ ἔσθʼ — ἅδε Πλάταια τί τοι λέγω; — ἅν ποτε σεισμὸς 2 ἐλθὼν ἐξαπίνας κάββαλε πανσυδίῃ· 3 λείφθη δʼ αὖ μοῦνον τυτθὸν γένος· οἱ δὲ θανόντες 4 σᾶμʼ ἐρατὰν πάτραν κείμεθʼ ἐφεσσάμενοι. === epigram 300 === 1 ἐνθάδε Σιμωνίδου κασίγνητόν τε κέκευθεν 2 γαῖʼ, ἐρατῆς ἥβης πρὶν τέλος ἄκρον ἰδεῖν. 3 μνῆμα δʼ ἀποφθιμένοισι πατὴρ Μεγάριστος ἔθηκεν 4 ἀθάνατον θνητοῖς παισὶ χαριζόμενος. === epigram 301 === 1 εὐκλέας αἶα κέκευθε, Λεωνίδα, οἳ μετὰ σεῖο 2 τῇδʼ ἔθανον, Σπάρτης εὐρυχόρου βασιλεῦ, 3 πλείστων δὴ τόξων τε καὶ ὠκυπόδων σθένος ἵππων 4 Μηδείων ἀνδρῶν δεξάμενοι πολέμῳ. === epigram 302 === 1 τῶν αὐτοῦ τις ἕκαστος ἀπολλυμένων ἀνιᾶται· 2 Νικόδικον δὲ φίλοι καὶ πόλις ἥδε † πολή. === epigram 303 === 1 τὸν μικρὸν Κλεόδημον ἔτι ζώοντα γάλακτι, 2 ἴχνος ὑπὲρ τοίχων νηὸς ἐρεισάμενον, 3 ὁ Θρήιξ ἐτύμως Βορέης βάλεν εἰς ἁλὸς οἶδμα, 4 κῦμα δʼ ἀπὸ ψυχὴν ἔσβεσε νηπιάχου. 5 Ἰνοῖ, ἀνοικτίρμων τις ἔφυς θεός, ἣ Μελικέρτεω 6 ἥλικος οὐκ Ἀίδην πικρὸν ἀπηλάσαο. === epigram 304 === 1 ἀνδρὶ μὲν Ἱππαίμων ὄνομʼ ἦν, ἵππῳ δὲ Πόδαργος, 2 καὶ κυνὶ Λήθαργος, καὶ θεράποντι Βάβης, 3 Θεσσαλός, ἐκ Κρήτης, Μάγνης γένος, Αἵμονος υἱός· 4 ὤλετο δʼ ἐν προμάχοις ὀξὺν Ἄρη συνάγων. === epigram 305 === 1 ὁ γριπεὺς Διότιμος, ὁ κύμασιν ὁλκάδα πιστὴν 2 κἠν χθονὶ τὴν αὐτὴν οἶκον ἔχων πενίης, 3 νήγρετον ὑπνώσας Ἀΐδαν τὸν ἀμείλιχον ἷκτο 4 αὐτερέτης, ἰδίῃ νηὶ κομιζόμενος· 5 ἣν γὰρ ἔχε ζωῆς παραμύθιον, ἔσχεν ὁ πρέσβυς 6 καὶ φθίμενος πύματον πυρκαϊῆς ὄφελος. === epigram 306 === 1 Ἀβρότονον Θρήισσα γυνὴ πέλον ἀλλὰ τεκέσθαι 2 τὸν μέγαν Ἕλλησίν φημι Θεμιστοκλέα. === epigram 307 === 1 α. οὔνομά μοι. β. τί δὲ τοῦτο; α. πατρὶς δέ μοι. 2 β. ἐς τί δὲ τοῦτο; 3 α. κλεινοῦ δʼ εἰμὶ γένους. β. εἰ γὰρ ἀφαυροτάτου; 4 α. ζήσας δʼ ἐνδόξως ἔλιπον βίον. β. εἰ γὰρ ἀδόξως; 5 α. κεῖμαι δʼ ἐνθάδε νῦν. β. τίς τίνι ταῦτα λέγεις; === epigram 308 === 1 παῖδά με πενταέτηρον, ἀκηδέα θυμὸν ἔχοντα, 2 νηλειὴς Ἀίδης ἥρπασε Καλλίμαχον. 3 ἀλλά με μὴ κλαίοις· καὶ γὰρ βιότοιο μετέσχον 4 παύρου, καὶ παύρων τῶν βιότοιο κακῶν. === epigram 309 === 1 ἑξηκοντούτης Διονύσιος ἐνθάδε κεῖμαι, 2 Ταρσεύς, μὴ γήμας· αἴθε δὲ μηδʼ ὁ πατήρ. === epigram 310 === 1 Θάψεν ὅ με κτείνας κρύπτων φόνον εἰ δέ με τύμβῳ 2 δωρεῖται, τοίης ἀντιτύχοι χάριτος. === epigram 311 === [εἰς τὴν γυναῖκα Λώτ] 1 ὁ τύμβος οὗτος ἔνδον οὐκ ἔχει νεκρὸν 2 ὁ νεκρὸς οὗτος· ἐκτὸς οὐκ ἔχει τάφον, 3 ἀλλʼ αὐτὸς αὑτοῦ νεκρός ἐστι καὶ τάφος. === epigram 312 === [εἰς τοὺς ἀναφεθέντας ὑπὸ τοῦ τῶν Ῥωμαίων ὑπάτου Σύλα] 1 οἱ πρὸς Ῥωμαίους δεινὸν στήσαντες Ἄρηα 2 κεῖνται, ἀριστείης σύμβολα δεικνύμενοι· 3 οὐ γάρ τις μετὰ νῶτα τυπεὶς θάνεν, ἀλλʼ ἅμα πάντες 4 ὤλοντο κρυφίῳ καὶ δολερῷ θανάτῳ. === epigram 313 === [εἰς Τίμωνα τὸν μισάνθρωπον] 1 ἐνθάδʼ ἀπορρήξας ψυχὴν βαρυδαίμονα κεῖμαι· 2 τοὔνομα δʼ οὐ πεύσεσθε, κακοὶ δὲ κακῶς ἀπόλοισθε. === epigram 314 === [εἰς τὸν αὐτὸν Τίμωνα] 1 μὴ πόθεν εἰμὶ μάθῃς, μηδʼ 2 οὔνομα· πλὴν ὅτι θνῄσκειν 3 τοὺς παρʼ ἐμὴν στήλην ἐρχομένους ἐθέλω. === epigram 315 === [εἰς τὸν αὐτὸν Τίμωνα] 1 τρηχεῖαν κατʼ ἐμεῦ, ψαφαρὴ κόνι, ῥάμνον ἑλίσσοις 2 πάντοθεν, ἢ σκολιῆς ἄγρια κῶλα βάτου, 3 ὡς ἐπʼ ἐμοὶ μηδʼ ὄρνις ἐν εἴαρι κοῦφον ἐρείδοι 4 ἴχνος, ἐρημάζω δʼ ἥσυχα κεκλιμένος. 5 ἦ γὰρ ὁ μισάνθρωπος, ὁ μηδʼ ἀστοῖσι φιληθεὶς 6 Τίμων οὐδʼ Ἀίδῃ γνήσιός εἰμι νέκυς. === epigram 316 === [εἰς τὸν αὐτὸν ὁμοίως] 1 τὴν ἐπʼ 2 ἐμεῦ στήλην παραμείβεο, μήτε με χαίρειν 3 εἰπὼν, μήθʼ 4 ὅστις, μὴ τίνος ἐξετάσας· 5 ἢ μὴ τὴν ἀνύεις τελέσαις ὁδὸν ἢν δὲ παρέλθῃς 6 σιγῇ, μηδʼ οὕτως ἣν ἀνύεις τελέσαις. === epigram 317 === [εἰς τὸν αὐτὸν Τίμωνα] 1 α. Τίμων ʽοὐ γὰρ ἔτʼ ἐσσἴ, τί τοι, σκότος ἢ φάος, 2 ἐχθρόν,β. τὸ σκότος· ὑμέων γὰρ πλείονες εἰν Ἀίδῃ. === epigram 318 === [εἰς τὸν αὐτὸν Τίμωνα] 1 μὴ χαίρειν εἴπῃς με, κακὸν κέαρ, ἀλλὰ πάρελθε 2 ἶσον ἐμοὶ χαίρειν ἐστὶ τὸ μὴ σὲ πελᾶν. === epigram 319 === [εἰς τὸν αὐτὸν Τίμωνα] 1 καὶ νέκυς ὢν Τίμων ἄγριος· σὺ δὲ γʼ, ὦ πυλαωρὲ 2 Πλούτωνος, τάρβει, Κέρβερε, μή σε δάκῃ. === epigram 320 === [εἰς τὸν αὐτὸν Τίμωνα μισέλληνα] 1 ὀξεῖαι πάντῃ περὶ τὸν τάφον εἰσὶν ἄκανθαι 2 καὶ σκόλοπες· βλάψεις τοὺς πόδας, ἢν προσίῃς· 3 Τίμων μισάνθρωπος ἐνοικέω· ἀλλὰ πάρελθε, 4 οἰμώζειν εἴπας πολλά, πάρελθε μόνον. === epigram 321 === 1 γαῖα φίλη, τὸν πρέσβυν Ἀμύντιχον ἔνθεο κόλποις, 2 πολλῶν μνησαμένη τῶν ἐπὶ σοὶ καμάτων. 3 καὶ γὰρ ἀειπέταλόν σοι ἐνεστήριξεν ἐλαίην 4 πολλάκι, καὶ Βρομίου κλήμασιν ἠγλάισεν, 5 καὶ Δηοῦς ἔπλησε, καὶ ὕδατος αὔλακας ἕλκων 6 θῆκε μὲν εὐλάχανον, θῆκε δʼ ὀπωροφόρον. 7 ἀνθʼ ὧν σὺ πρηεῖα κατὰ κροτάφου πολιοῖο 8 κεῖσο, καὶ εἰαρινὰς ἀνθοκόμει βοτάνας. === epigram 322 === 1 Κνωσίου Ἰδομενῆος ὅρα τάφον αὐτὰρ ἐγώ τοι 2 πλησίον ἵδρυμαι Μηριόνης ὁ Μόλου. === epigram 323 === 1 εἷς δύʼ ἀδελφειοὺς ἐπέχει τάφος· ἓν γὰρ ἐπέσχον 2 ἦμαρ καὶ γενεῆς οἱ δύο καὶ θανάτου. === epigram 324 === [ἀδέσποτον] 1 ἅδʼ ἐγὼ ἁ περίβωτος ὑπὸ πλακὶ τῇδε τέθαμμαι, 2 μούνῳ ἑνὶ ζώναν ἀνέρι λυσαμένα. === epigram 325 === [εἰς τὸν Σαρδανάπαλλον] 1 Τόσσ’ ἔχω ὅσσ’ ἔφαγον καὶ ἔπιον, καὶ μετʼ ἐρώτων 2 τέρπνʼ ἐδάην τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται. === epigram 326 === 1 ταῦτʼ ἔχω ὅσσ’ ἔμαθον καὶ ἐφρόντισα, καὶ μετὰ Μουσῶν 2 σέμνʼ ἐδάην τὰ δὲ πολλὰ καὶ ὄλβια τῦφος ἔμαρψεν === epigram 327 === [εἰς Κάσανδρον τὸν ὡραῖον τὸν Λαρίσσᾐ κείμενον] 1 μὴ σύγε θνητὸς ἐὼν ὡς ἀθάνατός τι λογίζου· 2 οὐδὲν γὰρ βιότου πιστὸν ἐφημερίοις, 3 εἰ καὶ τόνδε Κάσανδρον ἔχει σορὸς ἥδε θανόντα, 4 ἄνθρωπον φύσεως ἄξιον ἀθανάτου. === epigram 328 === 1 τίς λίθος οὐκ ἐδάκρυσε, σέθεν φθιμένοιο, Κάσανδρε; 2 τίς πέτρος, ὃς τῆς σῆς λήσεται ἀγλαΐης; 3 ἀλλά σε νηλειὴς καὶ βάσκανος ὤλεσε δαίμων 4 ἡλικίην ὀλίγην εἴκοσιν ἓξ ἐτέων, 5 ὃς χήρην ἄλοχον θῆκεν, μογερούς τε τοκῆας 6 γηραλέους, στυγερῷ πένθεϊ τειρομένους. === epigram 329 === 1 Μυρτάδα τὴν ἱεραῖς με Διωνύσου παρὰ ληνοῖς 2 ἄφθονον ἀκρήτου σπασσαμένην κύλικα, 3 οὐ κεύθει φθιμένην βαιὴ κόνις· ἀλλὰ πίθος μοι, 4 σύμβολον εὐφροσύνης, τερπνὸς ἔπεστι τάφος. === epigram 330 === 1 ἐν τῷ Δορυλαίῳ 2 τὴν σορόν, ἣν ἐσορᾷς, ζῶν Μάξιμος αὐτὸς ἑαυτῷ 3 θῆκεν, ὅπως ναίῃ παυσάμενος βιότου· 4 σύν τε, γυναικὶ Καληποδίῃ τεῦξεν τόδε σῆμα, 5 ὣς ἵνα τὴν στοργὴν κἠν φθιμένοισιν ἔχοι. === epigram 331 === [εἰς Ὤρακα ἐν Φρυγίᾳ] 1 τύμβον ἐμοὶ τοῦτον γαμέτης δωρήσατο Φρούρης, 2 ἄξιον ἡμετέρης εὐσεβίης στέφανον· 3 λείπω δʼ ἐν θαλάμοις γαμέτου χορὸν εὐκλέα παίδων, 4 πιστὸν ἐμοῦ βιότου μάρτυρα σωφροσύνης. 5 μουνόγαμος θνῄσκω, δέκα δʼ ἐν ζωοῖσιν ἔτι ζῶ, 6 νυμφικὸν εὐτεκνίης καρπὸν ἀειραμένη. === epigram 332 === [εἰς Ἀκμονίαν] 1 αἰνόμορον βάκχη με κατέκτανε θηροτρόφον πρίν, 2 οὐ κρίσει ἐν σταδίοις, γυμνασίαις δὲ κλυταῖς. === epigram 333 === [εἰς Ἀδριανοὺς ἐν Φρυγίᾳ] 1 μηδὲ καταχθονίοις μετὰ δαίμοσιν ἄμμορος εἴης 2 ἡμετέρων δώρων, ὧν σ’ ἐπέοικε τυχεῖν, 3 ἀμμία, οὕνεκα Νικόμαχος θυγάτηρ τε Διώνη 4 τύμβον καὶ στήλην σὴν ἐθέμεσθα χάριν. === epigram 334 === [εὑρέθη ἐν Κυζίκῳ] 1 νηλεὲς ὦ δαῖμον, τί δέ μοι καὶ φέγγος ἔδειξας 2 εἰς ὀλίγων ἐτέων μέτρα μινυνθάδια; 3 ἢ ἵνα λυπήσῃς διʼ ἐμὴν βιότοιο τελευτὴν 4 μητέρα δειλαίην δάκρυσι καὶ στοναχαῖς, 5 ἥ μʼ ἔτεχʼ, ἥ μʼ ἀτίτηλε, καὶ ἣ πολὺ μείζονα πατρὸς 6 φροντίδα παιδείης ἤνυσεν ἡμετέρης; 7 ὃς μὲν γὰρ τυτθόν τε καὶ ὀρφανὸν ἐν μεγάροισι 8 κάλλιπεν· ἡ δʼ ἐπʼ ἐμοὶ πάντας ἔτλη καμάτους. 9 ἦ μὲν ἐμοὶ φίλον ἦεν ἐφʼ ἁγνῶν ἡγεμονήων 10 ἐμπρεπέμεν μύθοις ἀμφὶ δικασπολίας· 11 ἀλλά μοι οὐ γενύων ὑπεδέξατο κούριμον ἄνθος 12 ἡλικίης ἐρατῆς, οὐ γάμον, οὐ δαΐδας· 13 οὐχ ὑμέναιον ἄεισε περικλυτόν, οὐ τέκος εἶδε, 14 δύσποτμος, ἐκ γενεῆς λείψανον ἡμετέρης, 15 τῆς πολυθρηνήτου· λυπεῖ δέ με καὶ τεθνεῶτα 16 μητρὸς Πωλίττης πένθος ἀεξόμενον, 17 Φρόντωνος γοεραῖς ἐπὶ φροντίσιν, ἣ τέκε παῖδα 18 ὠκύμορον, κενεὸν χάρμα φίλης πατρίδος. === epigram 335 === 1 α. Πώλιττα, τλῆθι πένθος, εὔνασον δάκρυ. 2 πολλαὶ θανόντας εἶδον υἱεῖς μητέρες. 3 β. ἀλλʼ οὐ τοιούτους τὸν τρόπον καὶ τὸν βίον, 4 οὐ μητέρων σέβοντας ἡδίστην θέαν. 5 α. τί περισσὰ θρηνεῖς; τί δὲ μάτην ὀδύρεαι; 6 εἰς κοινὸν ᾍδην πάντες ἥξουσι βροτοί. === epigram 336 === 1 γήραϊ καὶ πενίῃ τετρυμένος, οὐδʼ ὀρέγοντος 2 οὐδενὸς ἀνθρώπου δυστυχίης ἔρανον, 3 τοῖς τρομεροῖς κώλοισιν ὑπήλυθον ἠρέμα τύμβον, 4 εὑρὼν οἰζυροῦ τέρμα μόλις βιότου. 5 ἠλλάχθη δʼ ἐπʼ ἐμοὶ νεκύων νόμος· οὐ γὰρ ἔθνῃσκον 6 ἔπειτʼ, ἔπειτʼ ἐτάφην ἀλλὰ ταφεὶς ἔθανον. === epigram 337 === 1 μή με θοῶς, κύδιστε, παρέρχεο τύμβον, ὁδῖτα, 2 σοῖσιν ἀκοιμήτοις ποσσί, κελευθοπόρε· 3 δερκόμενος δʼ ἐρέεινε, τίς ἢ πόθεν; ἁρμονίαν γὰρ 4 γνώσεαι, ἧς γενεὴ λάμπεται ἐν Μεγάροις· 5 πάντα γάρ, ὅσσα βροτοῖσι φέρει κλέος, ἦεν ἰδέσθαι, 6 εὐγενίην ἐρατήν, ἤθεα, σωφροσύνην. 7 τοίης τύμβον ἄθρησον ἐς οὐρανίας γὰρ ἀταρποὺς 8 ψυχὴ παπταίνει σῶμʼ ἀποδυσαμένη. === epigram 338 === 1 ἅδε τοι Ἀρχίου υἱὲ Περίκλεες, ἁ λιθίνα γὼ 2 ἕστακα στάλα, μνᾶμα κυναγεσίας· 3 πάντα δέ τοι περὶ σᾶμα τετεύχαται, ἵπποι, ἄκοντες, 4 αἱ κύνες, αἱ στάλικες, δίκτυʼ ὑπὲρ σταλίκων, 5 αἰαῖ, λάινα πάντα· περιτροχάουσι δὲ θῆρες· 6 αὐτὸς δʼ εἰκοσέτας νήγρετον ὕπνον ἔχεις. === epigram 339 === 1 οὐδὲν ἁμαρτήσας γενόμην παρὰ τῶν με τεκόντων 2 γεννηθεὶς δʼ ὁ τάλας ἔρχομαι εἰς Ἀίδην. 3 ὦ μίξις γονέων θανατηφόρος· ὤ μοι ἀνάγκης, 4 ἥ με προσπελάσει τῷ στυγερῷ θανάτῳ. 5 οὐδὲν ἐὼν γενόμην πάλιν ἔσσομαι, ὡς πάρος, οὐδὲν 6 οὐδὲν καὶ μηδὲν τῶν μερόπων τὸ γένος· 7 λοιπόν μοι τὸ κύπελλον ἀποστίλβωσον, ἑταῖρε, 8 καὶ λύπης † ὀδύνην τὸν Βρόμιον πάρεχε· === epigram 340 === 1 εὑρέθη ἐν Θεσσαλονίκῃ 2 Νικόπολιν Μαράθωνις ἐθήκατο τῇδʼ ἐνὶ πέτρῃ, 3 ὀμβρήσας δακρύοις λάρνακα μαρμαρέην. 4 ἀλλʼ οὐδὲν πλέον ἔσχε· τί γὰρ πλέον ἀνέρι κήδευς 5 μούνῳ ὑπὲρ γαίης, οἰχομένης ἀλόχου; === epigram 341 === 1 Πρόκλος ἐγὼ Λύκιος γενόμην γένος, ὃν Συριανὸς 2 ἐνθάδʼ ἀμοιβὸν ἑῆς θρέψε διδασκαλίης. 3 ξυνὸς δʼ ἀμφοτέρων ὅδε σώματα δέξατο τύμβος, 4 αἴθε δὲ καὶ ψυχὰς χῶρος ἕεις λελάχοι. === epigram 342 === 1 Κάτθανον, ἀλλὰ μένω σε· μενεῖς δέ τε καὶ σὺ τινʼ ἄλλον 2 πάντας ὁμῶς θνητοὺς εἷς Ἀίδης δέχεται. === epigram 343 === 1 Πατέριον λιγύμυθον, ἐπήρατον, ἔλλαχε τύμβος, 2 Μιλτιάδου φίλον υἷα καὶ Ἀττικίης βαρυτλήτου, 3 Κεκροπίης βλάστημα, κλυτὸν γένος Αἰακιδάων, 4 ἔμπλεον Αὐσονίων θεσμῶν σοφίης τʼ ἀναπάσης, 5 τῶν πισύρων ἀρετῶν ἀμαρύγματα πάντα φέροντα· 6 ἠίθεον χαρίεντα, τὸν ἥρπασε μόρσιμος αἶσα, 7 οἷά τε ἀγλαόμορφον ἀπὸ χθονὸς ἔρνος ἀήτης, 8 εἰκοσικαιτέτρατον βιότου λυκάβαντα περῶντα· 9 λεῖψε φίλοις δὲ τοκεῦσι γόον καὶ πένθος ἄλαστον. === epigram 344a === 1 θηρῶν μὲν κάρτιστος ἐγώ, θνατῶν δʼ ὃν ἐγὼ νῦν 2 φρουρῶ, τῷδε τάφῳ λαΐνῳ ἐμβεβαώς. === epigram 344b === 1 ἀλλʼ εἰ μὴ θυμόν γε Λέων ἐμὸν οὔνομὰ τʼ εἶχεν, 2 οὐκ ἂν ἐγὼ τύμβῳ τῷδʼ ἐπέθηκα πόδας, === epigram 345 === 1 ἐγὼ Φιλαινὶς ἡ πίβωτος ἀνθρώποις 2 ἐνταῦθα γήρᾳ τῷ μακρῷ κεκοίμημαι. 3 μὴ μʼ, ὦ μάταιε ναῦτα, τὴν ἄκραν κάμπτων, 4 χλεύην τε ποιεῦ καὶ γέλωτα καὶ λάσθην. 5 οὐ γάρ, μὰ τὸν Ζῆνʼ οὐδὲ τοὺς κάτω Κούρους, 6 οὐκ ἦν ἐς ἄνδρας μάχλος οὐδὲ δημώδης· 7 Πολυκράτης δὲ τὴν γονὴν Ἀθηναῖος, 8 λόγων τι παιπάλημα καὶ κακὴ γλῶσσα, 9 ἔγραψεν οἷʼ ἔγραψʼ, ἐγὼ γὰρ οὐκ οἶδα. === epigram 346 === 1 τοῦτό τοι ἡμετέρης μνημήιον, ἐσθλὲ Σαβῖνε, 2 ἡ λίθος ἡ μικρή, τῆς μεγάλης φιλίης. 3 αἰεὶ ζητήσω σε· σὺ δʼ, εἰ θέμις, ἐν φθιμένοισι 4 τοῦ Λήθης ἐπʼ ἐμοὶ μή τι πίῃς ὕδατος. === epigram 347 === 1 οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς 2 Ἑλλὰς ἐλευθερίης ἀμφέθετο στέφανον. === epigram 348 === 1 πολλὰ πιὼν καὶ πολλὰ φαγὼν, καὶ πολλὰ κάκʼ εἰπὼν 2 ἀνθρώπους, κεῖμαι Τιμοκρέων Ῥόδιος. === epigram 349 === 1 βαιὰ φαγὼν καὶ βαιὰ πιὼν καὶ πολλὰ νοσήσας, 2 ὀψὲ μέν, ἀλλʼ ἔθανον. ἔρρετε πάντες ὁμοῦ. === epigram 350 === 1 Ναυτίλε, μὴ πεύθου τίνος ἐνθάδε τύμβος ὅδʼ εἰμί, 2 ἀλλʼ αὐτὸς πόντου τύγχανε χρηστοτέρου. === epigram 351 === 1 οὐ μὰ τόδε φθιμένων σέβας ὅρκιον, αἵδε Λυκάμβεω, 2 αἳ λάχομεν στυγερὴν κλῃδόνα, θυγατέρες, 3 οὔτε τι παρθενίην ᾐσχύναμεν, οὔτε τοκῆας, 4 οὔτε Πάρον νήσων αἰπυτάτην ἱερῶν. 5 ἀλλὰ καθʼ ἡμετέρης γενεῆς ῥιγηλὸν ὄνειδος 6 φήμην τε στυγερὴν ἔβλυσεν Ἀρχίλοχος. 7 Ἀρχίλοχον, μὰ θεοὺς καὶ δαίμονας, οὔτʼ ἐν ἀγυιαῖς 8 εἴδομεν, οὔθʼ Ἥρης ἐν μεγάλῳ τεμένει. 9 εἰ δʼ ἦμεν μάχλοι καὶ ἀτάσθαλοι, οὐκ ἂν ἐκεῖνος 10 ἤθελεν ἐξ ἡμέων γνήσια τέκνα τεκεῖν. === epigram 352 === 1 δεξιτερὴν Ἀίδαο θεοῦ χέρα καὶ τὰ κελαινὰ 2 ὄμνυμεν ἀρρήτου δέμνια Περσεφόνης, 3 παρθένοι ὡς ἔτυμον καὶ ὑπὸ χθονί· πολλὰ δʼ ὁ πικρὸς 4 αἰσχρὰ καθʼ ἡμετέρης ἔβλυσε παρθενίης 5 Ἀρχίλοχος· ἐπέων δὲ καλὴν φάτιν οὐκ ἐπὶ καλὰ 6 ἔργα, γυναικεῖον δʼ ἔτραπεν ἐς πόλεμον. 7 Πιερίδες, τί κόρῃσιν ἔφʼ ὑβριστῆρας ἰάμβους 8 ἐτράπετʼ, οὐχ ὁσίῳ φωτὶ χαριζόμεναι; === epigram 353 === 1 τῆς πολιῆς τόδε σῆμα Μαρωνίδος, ἧς ἐπὶ τύμβῳ 2 γλυπτὴν ἐκ πέτρης αὐτὸς ὁρᾷς κύλικα. 3 ἡ δὲ φιλάκρητος καὶ ἀείλαλος οὐκ ἐπὶ τέκνοις 4 μύρεται, οὐ τεκέων ἀκτεάνῳ πατέρι· 5 ἓν δὲ τόδʼ αἰάζει καὶ ὑπʼ ἠρίον, ὅττι τὸ Βάκχου 6 ἄρμενον οὐ Βάκχου πλῆρες ἔπεστι τάφῳ. === epigram 354 === 1 παίδων Μηδείης οὗτος τάφος, οὓς ὁ πυρίπνους 2 ζᾶλος τῶν Γλαύκης θῦμʼ ἐποίησε γάμων, 3 οἷς αἰεὶ πέμπει μειλίγματα Σισυφὶς αἶα, 4 μητρὸς ἀμείλικτον θυμὸν ἱλασκομένα. === epigram 355 === 1 τὴν ἱλαρὰν φωνὴν καὶ τίμιον, ὦ παριόντες, 2 τῷ χρηστῷ χαίρειν εἴπατε Πραξιτέλει· 3 ἦν δʼ ὡνὴρ Μουσέων ἱκανὴ μερίς, ἠδὲ παρʼ οἴνῳ 4 κρήγυος. ὦ χαίροις Ἄνδριε Πραξίτελες. === epigram 356 === 1 εἴς τινα ὑπὸ λῃστοῦ ἀναιρεθέντα καὶ ὑπʼ αὐτοῦ πάλιν θαπτόμενον 2 ζωὴν συλήσας, δωρῇ τάφον ἀλλά με κρύπτεις, 3 οὐ θάπτεις. τοίου καὐτὸς ὄναιο τάφου. === epigram 357 === [εἰς τὸν αὐτόν] 1 κἄν με κατακρύπτῃς, ὡς οὐδενὸς ἀνδρὸς ὁρῶντος, 2 ὄμμα Δίκης καθορᾷ πάντα τὰ γινόμενα. === epigram 358 === [εἰς τὸν ἀντόν] 1 ἔκτανες, εἶτά μʼ ἔθαπτες, ἀτάσθαλε, χερσὶν ἐκείναις 2 αἷς με διεχρήσω· μή σε λάθοι Νέμεσις. === epigram 359 === [εἰς τὸν αὐτόν] 1 εἴ με νέκυν κατέθαπτες ἰδὼν οἰκτίρμονι θυμῷ, 2 εἶχες ἂν ἐκ μακάρων μισθὸν ἐπʼ εὐσεβίῃ· 3 νῦν δʼ ὅτε δὴ τύμβῳ με κατακρύπτεις ὁ φονεύσας, 4 τῶν αὐτῶν μετέχοις ὧνπερ ἐμοὶ παρέχεις. === epigram 360 === [εἰς τὸν αὐτόν] 1 χερσὶ κατακτείνας τάφον ἔκτισας, οὐχ ἵνα θάψῃς, 2 ἀλλʼ ἵνα με κρύψῃς· ταὐτὸ δὲ καὶ σὺ πάθοις. === epigram 361 === 1 υἷϊ πατήρ τόδε σῆμα· τὸ δʼ ἔμπαλιν ἦν τὸ δίκαιον 2 ἦν δὲ δικαιοσύνης ὁ φθόνος ὀξύτερος. === epigram 362 === 1 ἐνθάδε τὴν ἱερὴν κεφαλὴν σορὸς ἥδε κέκευθεν 2 Ἀετίου χρηστοῦ, ῥήτορος ἐκπρεπέος. 3 ἦλθεν δʼ 4 εἰς Ἀίδαο δέμας, ψυχὴ δʼ ἐν Ὀλύμπῳ 5 τέρπεθʼ ἅμα Ζηνὶ καὶ ἄλλοισιν μακάρεσσι 6 ἀθάνατον δὲ 7 οὔτε λόγος ποιεῖν οὔτε θεὸς δύναται. === epigram 363 === 1 ʽ ʽΤετμενάνης ὅδε τύμβος ἐυγλύπτοιο μετάλλου 2 ἥρωος μεγάλου νέκυος κατὰ σῶμα καλύπτει 3 Ζηνοδότου· ψυχὴ δὲ κατʼ οὐρανόν, ᾗχί περ Ὀρφεύς, 4 ᾗχι Πλάτων, ἱερὸν θεοδέγμονα θῶκον ἐφεῦρεν. 5 ἱππεὺς μὲν γὰρ ἔην βασιλήιος ἄλκιμος οὗτος, 6 κύδιμος, ἀρτιεπής, θεοείκελος· ἐν δʼ ἄρα μύθοις 7 Σωκράτεος μίμημα παρʼ Αὐσονίοισιν ἐτύχθη· 8 παισὶ δὲ καλλείψας πατρώϊον αἴσιον ὄλβον, 9 ὠμογέρων τέθνηκε, λιπὼν ἀπερείσιον ἄλγος 10 εὐγενέεσσι φίλοισι καὶ ἄστεϊ καὶ πολιήταις. === epigram 364 === 1 Ἀκρίδι καὶ τέττιγι Μυρὼ τόδε θήκατο σῆμα, 2 λιτὴν ἀμφοτέροις χερσὶ βαλοῦσα κόνιν, 3 ἵμερα δακρύσασα πυρῆς ἔπι· τὸν γὰρ ἀοιδὸν 4 ᾅδης, τὴν δʼ ἑτέρην ἥρπασε Περσεφόνη. === epigram 365 === 1 Ἀίδῃ ὃς ταύτης καλαμώδεος ὕδατι λίμνης 2 κωπεύεις νεκύων βᾶριν, † ἐλῶν ὀδύνην, 3 τῷ Κινύρου τὴν χεῖρα βατηρίδος ἐμβαίνοντι 4 κλίμακος ἐκτείνας, δέξο, κελαινὲ Χάρον 5 πλάζει γὰρ τὸν παῖδα τὰ σάνδαλα· γυμνὰ δὲ θεῖναι 6 ἴχνια δειμαίνει ψάμμον ἔπʼ ᾐονίην. === epigram 366 === 1 Ἀώου προχοαὶ σέ, Μενέστρατε, καὶ σέ, Μένανδρε, 2 λαῖλαψ Καρπαθίη, καὶ σὲ πόρος Σικελὸς 3 ὤλεσεν ἐν πόντῳ, Διονύσιε· φεῦ πόσον ἄλγος 4 Ἑλλάδι· τοὺς πάντων κρέσσονας ἀθλοφόρων. === epigram 367 === 1 Αὔσονος Ἠγερίου με λέγειν νέκυν, ᾧ μετιόντι 2 νύμφην ὀφθαλμοὺς ἀμβλὺ κατέσχε νέφος, 3 ὄμμασι δὲ πνοιὴν συναπέσβεσε μοῦνον ἰδόντος 4 κούρην. φεῦ κείνης, Ἥλιε, θευμορίης· 5 ἔρροι δὴ κεῖνο φθονερὸν σέλας, εἴθʼ Ὑμέναιος 6 ἧψέ μιν οὐκ ἐθέλων, εἴτʼ Ἀίδης ἐθέλων. === epigram 368 === 1 Ἀτθὶς ἐγώ· κείνη γὰρ ἐμὴ πόλις· ἐκ δὲ μʼ Ἀθηνῶν 2 λοιγὸς Ἄρης Ἰταλῶν πρὶν ποτʼ ἐληίσατο, 3 καὶ θέτο Ῥωμαίων πολιήτιδα· νῦν δὲ θανούσης 4 ὀστέα νησαίη Κύζικος ἠμφίασε. 5 χαίροις ἡ θρέψασα, καὶ ἡ μετέπειτα λαχοῦσα 6 χθών με, καὶ ἡ κόλποις ὕστατα δεξαμένη. === epigram 369 === 1 Ἀντιπάτρου ῥητῆρος ἐγὼ τάφος· ἡλίκα δʼ ἔπνει 2 ἔργα, Πανελλήνων πεύθεο μαρτυρίης. 3 κεῖται δʼ ἀμφήριστος, Ἀθηνόθεν, εἴτʼ ἀπὸ Νείλου 4 ἦν γένος· ἠπείρων δʼ ἄξιος ἀμφοτέρων. 5 ἄστεα καὶ δʼ ἄλλως ἑνὸς αἵματος, ὡς λόγος Ἕλλην 6 κλήρῳ δʼ ἡ μὲν ἀεὶ Παλλάδος, ἡ δὲ Διός. === epigram 370 === 1 Βάκχῳ καὶ Μούσῃσι μεμηλότα, τὸν Διοπείθους, 2 Κεκροπίδην ὑπʼ ἐμοί, ξεῖνε, Μένανδρον ἔχω, 3 ἐν πυρὶ τὴν ὀλίγην ὃς ἔχει κόνιν εἰ δὲ Μένανδρον 4 δίζηαι, δήεις ἐν Διὸς ἢ μακάρων. === epigram 371 === 1 γῆ μευ καὶ μήτηρ κικλήσκετο· γῆ με καλύπτει 2 καὶ νέκυν. οὐ κείνης ἥδε χερειοτέρη· 3 ἔσσομαι ἐν ταύτῃ δηρὸν χρόνον ἐκ δέ με μητρὸς 4 ἥρπασεν ἠελίου καῦμα τὸ θερμότατον. 5 κεῖμαι δʼ ἐν ξείνῃ, ὑπὸ χερμάδι, μακρὰ γοηθείς, 6 Ἴναχος, εὐπειθὴς Κριναγόρου θεράπων. === epigram 372 === 1 γαῖα Ταραντίνων, ἔχε μείλιχος ἀνέρος ἐσθλοῦ 2 τόνδε νέκυν. ψεῦσται δαίμονες ἁμερίων 3 ἦ γὰρ ἐὼν Θήβηθεν Ἀτύμνιος οὐκέτι πρόσσω 4 ἤνυσεν, ἀλλὰ τεὴν βῶλον ὑπῳκίσατο· 5 ὀρφανικῷ δʼ ἐπὶ παιδὶ λιπὼν βίον, εὖνιν ἔθηκεν 6 ὀφθαλμῶν. κείνῳ ˘ μὴ βαρὺς ἔσσο τάφος. === epigram 373 === 1 δισσὰ φάη, Μίλητε, τεῆς βλαστήματα γαίης, 2 Ἰταλὶς ὠκυμόρους ἀμφεκάλυψε κόνις· 3 πένθεα δὲ στεφάνων ἠλλάξαο· λείψανα δʼ, αἰαῖ, 4 ἔδρακες ἐν βαιῇ κάλπιδι κευθόμενα. 5 φεῦ, πάτρα τριτάλαινα· πόθεν πάλιν ἢ πότε τοίους 6 ἀστέρας αὐχήσεις Ἑλλάδι λαμπομένους; === epigram 374 === 1 δύσμορος ἐκρύφθην πόντῳ νέκυς, ὃν παρὰ κῦμα 2 ἔκλαυσεν μήτηρ μυρία Λυσιδίκη, 3 ψεύστην αὐγάζουσα κενὸν τάφον ἀλλά με δαίμων 4 ἄπνουν αἰθυίαις θῆκεν ὁμορρόθιον 5 Πνυταγόρην· ἔσχον δὲ κατʼ Αἰγαίην ἅλα πότμον, 6 πρυμνούχους στέλλων ἐκ Βορέαο κάλους. 7 ἀλλʼ οὐδʼ ὣς ναύτην ἔλιπον δρόμον, ἀλλʼ ἀπὸ νηὸς 8 ἄλλην πὰρ φθιμένοις εἰσανέβην ἄκατον. === epigram 375 === 1 δώματά μοι σεισθέντα κατήριπεν· ἀλλʼ ἐμὸς ἀπτὼς 2 ἦν θάλαμος, τοίχων ὀρθὰ τιναξαμένων, 3 οἷς ὑποφωλεύουσαν ὑπήλυθον αἱ κακόμοιροι 4 ὠδῖνες· σεισμῷ δʼ ἄλλον ἔμιξα φόβον. 5 μαῖα δέ μοι λοχίων αὐτὴ φύσις· ἀμφότεροι δὲ 6 κοινὸν ὑπὲρ γαίης εἴδομεν ἠέλιον. === epigram 376 === 1 δείλαιοι, τί κεναῖσιν ἀλώμεθα θαρσήσαντες 2 ἐλπίσιν, ἀτηροῦ ληθόμενοι θανάτου; 3 ἦν ὅδε καὶ μύθοισι καὶ ἤθεσι πάντα Σέλευκος 4 ἄρτιος, ἀλλʼ ἥβης βαιὸν ἐπαυρόμενος, 5 ὑστατίοις ἐν Ἴβηρσι, τόσον δίχα τηλόθι Λέσβου, 6 κεῖται ἀμετρήτων ξεῖνος ἐπʼ αἰγιαλῶν. === epigram 377 === 1 εἰ καὶ ὑπὸ χθονὶ κεῖται, ὅμως ἔτι καὶ κατὰ πίσσαν 2 τοῦ μιαρογκώσσου χεύατε Παρθενίου, 3 οὕνεκα Πιερίδεσσιν ἐνήμεσε μυρία κεῖνα 4 φλέγματα καὶ μυσαρῶν ἀπλυσίην ἐλέγων. 5 ἤλασε καὶ μανίης ἐπὶ δὴ τόσον, ὥστʼ ἀγορεῦσαι 6 πηλὸν Ὀδυσσείην καὶ βάτον Ἰλιάδα. 7 τοιγὰρ ὑπὸ ζοφίαισιν Ἐρινύσιν ἀμμέσον ἧπται 8 Κωκυτοῦ κλοιῷ λαιμὸν ἀπαγχόμενος. === epigram 378 === 1 ἔφθανεν Ἡλιόδωρος, ἐφέσπετο δʼ, οὐδʼ ὅσον ὥρῃ 2 ὕστερον, ἀνδρὶ φίλῳ Διογένεια δάμαρ. 3 ἄμφω δʼ, ὡς ἅμʼ ἔναιον, ὑπὸ πλακὶ τυμβεύονται, 4 ξυνὸν ἀγαλλόμενοι καὶ τάφον ὡς θάλαμον. === epigram 379 === 1 α. εἰπέ, Δικαιάρχεια, τί σοι τόσον εἰς ἅλα χῶμα 2 βέβληται, μέσσου γευόμενον πελάγους; 3 Κυκλώπων τάδε χεῖρες ἐνιδρύσαντο θαλάσσῃ 4 τείχεα· μέχρι πόσου, Γαῖα, βιαζόμεθα; 5 β. κόσμου νηίτην δέχομαι στόλον εἴσιδε Ῥώμην 6 ἐγγύθεν, εἰ ταύτης μέτρον ἔχω λιμένα. === epigram 380 === 1 εἰ καὶ τὸ σῆμα λυγδίνης ἀπὸ πλακὸς 2 καὶ ξεστὸν ὀρθῇ λαοτέκτονος στάθμῃ, 3 οὐκ ἀνδρὸς ἐσθλοῦ. μὴ λίθῳ τεκμαίρεο, 4 ὦ λῷστε, τὸν θανόντα. κωφὸν ἡ λίθος, 5 τῇ καὶ ζοφώδης ἀμφιέννυται νέκυς. 6 κεῖται δὲ τῇδε τὠλιγηπελὲς ῥάκος 7 Εὐνικίδαο, σήπεται δʼ ὑπὸ σποδῷ. === epigram 381 === 1 ἡ μία καὶ βιότοιο καὶ Ἄϊδος ἤγαγεν εἴσω 2 ναῦς Ἱεροκλείδην, κοινὰ λαχοῦσα τέλη. 3 ἔτρεφεν ἰχθυβολεῦντα, κατέφλεγε τεθνειῶτα, 4 σύμπλοος εἰς ἄγρην, σύμπλοος εἰς Ἀίδην. 5 ὄλβιος ὁ γριπεὺς ἰδίῃ καὶ πόντον ἐπέπλει 6 νηί, καὶ ἐξ ἰδίης ἔδραμεν εἰς Ἀίδην. === epigram 382 === 1 ἠπείρῳ μʼ ἀποδοῦσα νέκυν, τρηχεῖα θάλασσα, 2 σύρεις καὶ τέφρης λοιπὸν ἔτι σκύβαλον. 3 κἠν Ἀίδῃ ναυηγὸς ἐγὼ μόνος, οὐδʼ ἐπὶ χέρσου 4 εἰρήνην ἕξω φρικαλέης σπιλάδος. 5 ἢ τύμβευέ κενοῦσα καθʼ ὕδατος, ἢ παραδοῦσα 6 γαίῃ, τὸν κείνης μηκέτι κλέπτε νέκυν. === epigram 383 === 1 ᾘόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει 2 σπαρτόν, ἁλιρραγέων ἐκχύμενον σκοπέλων 3 τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων 4 κόρση· τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες, 5 πλευρά τε σαρκολιπῆ, ταρσοὶ δʼ ἑτέρωθεν ἄμοιροι 6 νεύρων, καὶ κώλων ἔκλυτος ἁρμονίη. 7 οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί, 8 ὅσσοι ἀπʼ ὠδίνων οὐκ ἴδον ἠέλιον. === epigram 384 === 1 ἡ Βρόμιον στέρξασα πολὺ πλέον ἢ τροφὸς Ἰνώ, 2 ἡ λάλος ἀμπελίνη γρῆυς Ἀριστομάχη, 3 ἡνίκα τὴν ἱερὴν ὑπέδυ χθόνα, πᾶν τʼ ἐμαράνθη 4 πνεῦμα πάρος κυλίκων πλεῖστον ἐπαυρομένῃ, 5 εἶπε τάδʼ· “ὦ Μινοῖ, πῆλαι, φέρε, κάλπιν ἐλαφρὴν 6 οἴσω κυάνεον τοὐξ Ἀχέροντος ὕδωρ· 7 καὐτὴ παρθένιον γὰρ ἀπώλεσα.” τοῦτο δʼ ἔλεξε 8 ψευδές, ἵνʼ αὐγάζῃ κἠν φθιμένοισι πίθον. === epigram 385 === 1 ἥρως Πρωτεσίλαε, σὺ γὰρ πρώτην ἐμύησας 2 Ἴλιον Ἑλλαδικοῦ θυμὸν ἰδεῖν δόρατος, 3 καὶ περὶ σοῖς τύμβοις ὅσα δένδρεα μακρὰ τέθηλε, 4 πάντα τὸν εἰς Τροίην ἐγκεκύηκε χόλον 5 Ἴλιον ἢν ἐσίδῃ γὰρ ἀπʼ ἀκρεμόνων κορυφαίων, 6 καρφοῦται, πετάλων κόσμον ἀναινόμενα. 7 θυμὸν ἐπὶ Τροίῃ πόσον ἔζεσας, ἡνίκα τὴν σὴν 8 σῴζει καὶ στελέχη μῆνιν ἐπʼ ἀντιπάλους. === epigram 386 === 1 ἥδʼ ἐγὼ ἡ τοσάκις Νιόβη λίθος, ὁσσάκι μήτηρ· 2 δύσμορος ἣ μαστῶν [θερμὸν] ἔπηξα γάλα· 3 Ἀίδεω πολὺς ὄλβος ἐμῆς ὠδῖνος ἀριθμός, 4 ᾧ τέκον. ὦ μεγάλης λείψανα πυρκαϊῆς. === epigram 387 === 1 Θειονόης ἔκλαιον ἐμῆς μόρον, ἀλλʼ ἐπὶ παιδὸς 2 ἐλπίσι κουφοτέρας ἔστενον εἰς ὀδύνας. 3 νῦν δέ με καὶ παιδὸς φθονερὴ γʼ ἀπενόσφισε Μοῖρα· 4 φεῦ· βρέφος ἐψεύσθην καὶ σὲ τὸ λειπόμενον. 5 Περσεφόνη, τόδε πατρὸς ἐπὶ θρήνοισιν ἄκουσον 6 θὲς βρέφος ἐς κόλπους μητρὸς ἀποιχομένης. === epigram 388 === 1 ἰχθύσι καὶ ποταμῷ Κλειτώνυμον ἐχθρὸς ὅμιλος 2 ὦσεν, ὅτʼ εἰς ἄκρην ἦλθε τυραννοφόνος. 3 ἀλλὰ Δίκα μιν ἔθαψεν ἀποσπασθεῖσα γὰρ ὄχθα 4 πᾶν δέμας ἐς κορυφὴν ἐκ ποδὸς ἐκτέρισεν· 5 κεῖται δʼ οὐχ ὑδάτεσσι διάβροχος· αἰδομένα δὲ 6 γᾶ κεύθει τὸν ἑᾶς ὅρμον ἐλευθερίας. === epigram 389 === 1 καὶ τίς ὃς οὐκ ἔτλη κακὸν ἔσχατον υἱέα κλαύσας; 2 ἀλλʼ ὁ Ποσειδίππου πάντας ἔθαψε δόμος 3 τέσσαρας, οὓς Ἀίδαο συνήριθμον ἥρπασεν ἦμαρ, 4 τὴν πολλὴν παίδων ἐλπίδα κειραμένου. 5 πατρὸς δʼ ὄμματα λυγρὰ κατομβρηθέντα γόοισιν 6 ὤλετο· κοινή που νὺξ μία πάντας ἔχει. === epigram 390 === 1 Κυλλήνην ὄρος Ἀρκάδων ἀκούεις· 2 αὕτη σῆμʼ ἐπίκειτʼ Ἀπολλοδώρῳ. 3 Πίσηθέν μιν ἰόντα νυκτὸς ὥρῃ 4 ἔκτεινεν Διόθεν πεσὼν κεραυνός. 5 τηλοῦ δʼ Αἰανέης τε καὶ Βεροίης 6 νικηθεὶς Διὸς ὁ δρομεὺς καθεύδει. === epigram 391 === 1 Κλειδοῦχοι νεκύων, πάσας Ἀίδαο κελεύθους 2 φράγνυτε· καὶ στομίοις κλεῖθρα δέχοισθε, πύλαι. 3 αὐτὸς ἐγὼν Ἀίδας ἐνέπω· Γερμανικὸς ἄστρων, 4 οὐκ ἐμός· οὐ χωρεῖ νῆα τόσην Ἀχέρων. === epigram 392 === 1 λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο, 2 καὶ σκότος, Αἰγαίου τʼ οἶδμα κακὸν πελάγευς, 3 ταῦθʼ ἅμα πάνθʼ ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶς 4 ἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ. 5 ναυηγὸν κλαίοιτε παρʼ αἰγιαλοῖσι, γονῆες, 6 Τλησιμένη, κωφὴν στησάμενοι λίθακα. === epigram 393 === 1 μή με κόνι κρύψητε, τί γάρ; πάλι, μηδʼ ἔτι ταύτης 2 ᾐόνος οὐκ ὀνοτὴν γαῖαν ἐμοὶ τίθετε. 3 μαίνεται εἴς με θάλασσα, καὶ ἐν χέρσοιό με δειλὸν 4 εὑρίσκει ῥαχίαις· οἶδέ με κἠν Ἀίδῃ. 5 χέρσῳ ἐπεκβαίνειν εἰ ἐμεῦ χάριν ὕδατι θυμός, 6 † πάρκειμαι σταθερῇ μιμνέμεν ὡς ἄταφος. === epigram 394 === 1 Μυλεργάτας ἀνήρ με κἠν ζωᾶς χρόνοις 2 βαρυβρομήταν εἶχε δινητὸν πέτρον, 3 πυρηφάτον Δάματρος εὐκάρπου λάτριν, 4 καὶ κατθανὼν στάλωσε τῷδʼ ἐπʼ ἠρίῳ, 5 σύνθημα τέχνας· ὣς ἔχει μʼ ἀεὶ βαρύν, 6 καὶ ζῶν ἐν ἔργοις, καὶ θανὼν ἐπʼ ὀστέοις. === epigram 395 === 1 οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος, ὃν βαθὺ χεῦμα 2 ἔσφηλεν Λιβυκῶν ἐνδρομέοντα πόρων, 3 συρμὸς ὅτʼ Ὠρίωνος ἀνεστρώφησε θαλάσσης 4 βένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης. 5 καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες, 6 κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε. === epigram 396 === 1 Οἰδίποδος παίδων Θήβη τάφος· ἀλλʼ ὁ πανώλης 2 τύμβος ἔτι ζώντων αἰσθάνεται πολέμων. 3 κείνους οὔτʼ Ἀίδης ἐδαμάσσατο, κἠν Ἀχέροντι 4 μάρνανται· κείνων χὠ τάφος ἀντίπαλος, 5 καὶ πυρὶ πῦρ ἤλεγξαν ἐναντίον. ὦ ἐλεεινοὶ 6 παῖδες, ἀκοιμήτων ἁψάμενοι δοράτων. === epigram 397 === 1 οὐχ ὅδε δειλαίου Σατύρου τάφος, οὐδʼ ὑπὸ ταύτῃ, 2 ὡς λόγος, εὔνηται πυρκαϊῇ Σάτυρος· 3 ἀλλʼ εἲ πού τινα πόντον ἀκούετε, πικρὸν ἐκεῖνον, 4 τὸν πέλας αἰγονόμου κλυζόμενον Μυκάλας, 5 κείνῳ δινήεντι καὶ ἀτρυγέτῳ ἔτι κεῖμαι 6 ὕδατι, μαινομένῳ μεμφόμενος Βορέῃ. === epigram 398 === 1 οὐκ οἶδʼ εἰ Διόνυσον ὀνόσσομαι, ἢ Διὸς ὄμβρον 2 μέμψομʼ ὀλισθηροὶ δʼ εἰς πόδας ἀμφότεροι. 3 ἀγρόθε γὰρ κατιόντα Πολύξενον ἔκ ποτε δαιτὸς 4 τύμβος ἔχει γλίσχρων ἐξεριπόντα λόφων 5 κεῖται δʼ Αἰολίδος Σμύρνης ἑκάς. ἀλλά τις ὄρφνης 6 δειμαίνοι μεθύων ἀτραπὸν ὑετίην. === epigram 399 === 1 τηλοτάτω χεύασθαι ἔδει τάφον Οἰδιπόδαο 2 παισὶν ἀπʼ ἀλλήλων, οἷς πέρας οὐδʼ Ἀίδας· 3 ἀλλὰ καὶ εἰς Ἀχέροντος ἕνα πλόον ἠρνήσαντο, 4 χὠ στυγερὸς ζώει κἠν φθιμένοισιν Ἄρης. 5 ἠνίδε πυρκαϊῆς ἄνισον φλόγα· δαιομένα γὰρ 6 ἐξ ἑνὸς εἰς δισσὰν δῆριν ἀποστρέφεται. === epigram 400 === 1 τοῦτʼ ὀστεῦν φωτὸς πολυεργέος. ἦ ῥά τις ἦσθα 2 ἔμπορος, ἢ τυφλοῦ κύματος ἰχθυβόλος. 3 ἄγγειλον θνητοῖσιν ὅτι σπεύδοντες ἐς ἄλλας 4 ἐλπίδας εἰς τοίην ἐλπίδα λυόμεθα. === epigram 401 === 1 τήνδʼ ὑπὸ δύσβωλον θλίβει χθόνα φωτὸς ἀλιτροῦ 2 ὀστέα μισητῆς τύμβος ὑπὲρ κεφαλῆς, 3 στέρνα τʼ ἐποκριόεντα, καὶ οὐκ εὔοδμον ὀδόντων 4 πρίονα, καὶ κώλων δούλιον οἰοπέδην, 5 ἄτριχα καὶ κόρσην, Εὐνικίδου ἡμιπύρωτα 6 λείψανʼ, ἔτι χλωρῆς ἔμπλεα τηκεδόνος. 7 χθὼν ὦ δυσνύμφευτε, κακοσκήνευς ἐπὶ τέφρης 8 ἀνδρὸς μὴ κούφη κέκλισο, μηδʼ ὀλίγη, === epigram 402 === 1 χειμερίου νιφετοῖο περὶ θριγκοῖσι τακέντος 2 δῶμα πεσὸν τὴν γραῦν ἔκτανε Λυσιδίκην 3 σῆμα δέ οἱ κωμῆται ὁμώλακες οὐκ ἀπʼ ὀρυκτῆς 4 γαίης, ἀλλʼ αὐτὸν πύργον ἔθεντο τάφον, === epigram 403 === 1 Ψύλλος, ὁ τὰς ποθινὰς ἐπιμισθίδας αἰὲν ἑταίρας 2 πέμπων ἐς τὰ νέων ἡδέα συμπόσια, 3 οὗτος ὁ θηρεύων ἀταλόφρονας, ἐνθάδε κεῖται, 4 αἰσχρὸν ἀπʼ ἀνθρώπων μισθὸν ἐνεγκάμενος. 5 ἀλλὰ λίθους ἐπὶ τύμβον, ὁδοιπόρε, μήτε σὺ βάλλε, 6 μήτʼ ἄλλον πείσῃς· σῆμα λέλογχε νέκυς. 7 φεῖσαι δʼ οὐχ ὅτι κέρδος ἐπῄνεσεν, ἀλλʼ ὅτι κοινὰς 8 θρέψας, μοιχεύειν οὐκ ἐδίδαξε νέους. === epigram 404 === 1 ψυχράν σευ κεφαλᾶς ἐπαμήσομαι αἰγιαλῖτιν 2 θῖνα κατὰ κρυεροῦ χευάμενος νέκυος· 3 οὐ γάρ σευ μήτηρ ἐπιτύμβια κωκύουσα 4 εἶδεν ἁλίξαντον σὸν μόρον εἰνάλιον 5 ἀλλὰ σ’ ἐρημαῖοί τε καὶ ἄξεινοι πλαταμῶνες 6 δέξαντʼ Αἰγαίης γείτονες ἠιόνος· 7 ὥστʼ ἔχε μὲν ψαμάθου μόριον βραχύ, πουλὺ δὲ δάκρυ, 8 ξεῖνʼ, ἐπεὶ εἰς ὀλοὴν ἔδραμες ἐμπορίην, === epigram 405 === 1 ξεῖνε, φεῦγε τὸν χαλαζεπῆ τάφον 2 τὸν φρικτὸν Ἱππώνακτος, οὗτε χἀ τέφρα 3 ἰαμβιάζει Βουπάλειον ἐς στύγος, 4 μή πως ἐγείρῃς σφῆκα τὸν κοιμώμενον, 5 ὃς οὐδʼ ἐν ᾅδῃ νῦν κεκοίμικεν χόλον, 6 σκάζουσι μέτροις ὀρθὰ τοξεύσας ἔπη === epigram 406 === 1 Εὐφορίων, ὁ περισσὸν ἐπιστάμενός τι ποῆσαι, 2 Πειραϊκοῖς κεῖται τοῖσδε παρὰ σκέλεσιν. 3 ἀλλὰ σὺ τῷ μύστῃ ῥοιὴν ἢ μῆλον ἄπαρξαι, 4 ἢ μύρτον καὶ γὰρ ζωὸς ἐὼν ἐφίλει. === epigram 407 === 1 ἥδιστον φιλέουσι νέοις προσανάκλιμʼ ἐρώτων, 2 Σαπφώ, σὺν Μούσαις ἦ ῥά σε Πιερίη 3 ἢ Ἑλικὼν εὔκισσος, ἴσα πνείουσαν ἐκείναις, 4 κοσμεῖ, τὴν Ἐρέσῳ Μοῦσαν ἐν Αἰολίδι, 5 ἢ καὶ Ὑμὴν Ὑμέναιος ἔχων εὐφεγγέα πεύκην 6 σὺν σοὶ νυμφιδίων ἵσταθʼ ὑπὲρ θαλάμων 7 ἢ Κινύρεω νέον ἔρνος ὀδυρομένῃ Ἀφροδίτῃ 8 σύνθρηνος, μακάρων ἱερὸν ἄλσος ὁρῇς· 9 πάντῃ, πότνια, χαῖρε θεοῖς ἴσα· σὰς γὰρ ἀοιδὰς 10 ἀθανάτων ἄγομεν νῦν ἔτι θυγατέρας. === epigram 408 === 1 ἀτρέμα τὸν τύμβον παραμείβετε, μὴ τὸν ἐν ὕπνῳ 2 πικρὸν ἐγείρητε σφῆκʼ ἀναπαυόμενον. 3 ἄρτι γὰρ Ἱππώνακτος ὁ καὶ τοκεῶνε βαΰξας 4 ἄρτι κεκοίμηται θυμὸς ἐν ἡσυχίῃ. 5 ἀλλὰ προμηθήσασθε· τὰ γὰρ πεπυρωμένα κείνου 6 ῥήματα πημαίνειν οἶδε καὶ εἰν Ἀίδῃ. === epigram 409 === 1 ὄβριμον ἀκαμάτου στίχον αἴνεσον Ἀντιμάχοιο, 2 ἄξιον ἀρχαίων ὀφρύος ἡμιθέων, 3 Πιερίδων χαλκευτὸν ἐπʼ ἄκμοσιν, εἰ τορὸν οὖας 4 ἔλλαχες, εἰ ζαλοῖς τὰν ἀγέλαστον ὄπα, 5 εἰ τὰν ἄτριπτον καὶ ἀνέμβατον ἀτραπὸν ἄλλοις 6 μαίεαι. εἰ δʼ ὕμνων σκᾶπτρον Ὅμηρος ἔχει, 7 καὶ Ζεύς τοι κρέσσων Ἐνοσίχθονος· ἀλλʼ Ἐνοσίχθων 8 τοῦ μὲν ἔφυ μείων, ἀθανάτων δʼ ὕπατος· 9 καὶ ναετὴρ Κολοφῶνος ὑπέζευκται μὲν Ὁμήρῳ, 10 ἁγεῖται δʼ ἄλλων πλάθεος ὑμνοπόλων. === epigram 410 === 1 Θέσπις ὅδε, τραγικὴν ὃς ἀνέπλασε πρῶτος ἀοιδὴν 2 κωμήταις νεαρὰς καινοτομῶν χάριτας, 3 Βάκχος ὅτε τριετῆ ˘ κατάγοι χορόν, ᾧ τράγος ἄθλων 4 χὠττικὸς ἦν σύκων ἄρριχος ἆθλον ἔτι. 5 οἱ δὲ μεταπλάσσουσι νέοι τάδε· μυρίος αἰὼν 6 πολλὰ προσευρήσει χἄτερα· τἀμὰ δʼ ἐμά. === epigram 411 === 1 Θέσπιδος εὕρεμα τοῦτο, τὰ τʼ ἀγροιῶτιν ἀνʼ ὕλαν 2 παίγνια, καὶ κώμους τούσδε, τελειοτέρους 3 Αἰσχύλος ἐξύψωσεν, ὁ μὴ σμιλευτὰ χαράξας 4 γράμματα, χειμάρρῳ δʼ οἷα καταρδόμενα, 5 καὶ τὰ κατὰ σκηνὴν μετεκαίνισεν. ὦ στόμα πάντη 6 δεξιόν, ἀρχαίων ἦσθά τις ἡμιθέων. === epigram 412 === 1 πᾶσά τοι οἰχομένῳ, Πυλάδη, κωκύεται Ἑλλάς, 2 ἄπλεκτον χαίταν ἐν χροῒ κειραμένα· 3 αὐτὸς δʼ ἀτμήτοιο κόμας ἀπεθήκατο δάφνας 4 Φοῖβος, ἑὸν τιμῶν ᾗ θέμις ὑμνοπόλον 5 Μοῦσαι δʼ ἐκλαύσαντο· ῥόον δʼ ἔστησεν ἀκούων 6 Ἀσωπὸς γοερῶν ἦχον ἀπὸ στομάτων 7 ἔλληξεν δὲ μέλαθρα Διωνύσοιο χορείης, 8 εὖτε σιδηρείην οἶμον ἔβης Ἀίδεω. === epigram 413 === 1 οὐχὶ βαθυστόλμων Ἱππαρχία ἔργα γυναικῶν, 2 τῶν δὲ Κυνῶν ἑλόμαν ῥωμαλέον βίοτον 3 οὐδέ μοι ἀμπεχόναι περονήτιδες, οὐ βαθύπελμος 4 εὔμαρις, οὐ λιπόων εὔαδε κεκρύφαλος· 5 οὐλὰς δὲ σκίπωνι συνέμπορος, ἅ τε συνῳδὸς 6 δίπλαξ, καὶ κοίτας βλῆμα χαμαιλεχέος. 7 ἄμμι δὲ Μαιναλίας κάρρων † ἄμιν Ἀταλάντας 8 τόσσον, ὅσον σοφία κρέσσον ὀριδρομίας. === epigram 414 === 1 καὶ καπυρὸν γελάσας παραμείβεο, καὶ φίλον εἰπὼν 2 ῥῆμʼ ἐπʼ ἐμοί. Ῥίνθων εἴμʼ ὁ Συρακόσιος, 3 Μουσάων ὀλίγη τις ἀηδονίς· ἀλλὰ φλυάκων 4 ἐκ τραγικῶν ἴδιον κισσὸν ἐδραψάμεθα, === epigram 415 === 1 Βαττιάδεω παρὰ σῆμα φέρεις πόδας, εὖ μὲν ἀοιδὴν 2 εἰδότος, εὖ δʼ οἴνῳ καίρια συγγελάσαι. === epigram 416 === 1 Εὐκράτεω Μελέαγρον ἔχω, ξένε, τὸν σὺν Ἔρωτι 2 καὶ Μούσαις κεράσανθʼ ἡδυλόγους Χάριτας. === epigram 417 === 1 νᾶσος ἐμὰ θρέπτειρα Τύρος· πάτρα δέ με τεκνοῖ 2 Ἀτθὶς ἐν Ἀσσυρίοις ναιομένα, Γάδαρα· 3 Εὐκράτεω δʼ ἔβλαστον ὁ σὺν Μούσαις Μελέαγρος 4 πρῶτα Μενιππείοις συντροχάσας Χάρισιν. 5 εἰ δὲ Σύρος, τί τὸ θαῦμα; μίαν, ξένε, πατρίδα κόσμον 6 ναίομεν· ἓν Θνατοὺς πάντας ἔτικτε Χάος. 7 πουλυετὴς δʼ ἐχάραξα. τάδʼ ἐν δέλτοισι πρὸ τύμβου· 8 γήρως γὰρ γείτων ἐγγύθεν Ἀίδεω. 9 ἀλλά με τὸν λαλιὸν καὶ πρεσβύτην προτιειπὼν 10 χαίρειν εἰς γῆρας καὐτὸς ἵκοιο λάλον, === epigram 418 === 1 πρώτα μοι Γαδάρων κλεινὰ πόλις ἔπλετο πάτρα, 2 ἤνδρωσεν δʼ ἱερὰ δεξαμένα με Τύρος· 3 εἰς γῆρας δʼ ὅτʼ ἔβην, ἁ καὶ Δία θρεψαμένα Κῶς 4 κἀμὲ θετὸν Μερόπων ἀστὸν ἐγηροτρόφει. 5 Μοῦσαι δʼ εἰν ὀλίγοις με, τὸν Εὐκράτεω Μελέαγρον 6 παῖδα, Μενιππείοις ἠγλάισαν Χάρισιν. === epigram 419 === 1 ἀτρέμας, ὦ ξένε, βαῖνε· παρʼ εὐσεβέσιν γὰρ ὁ πρέσβυς 2 εὕδει, κοιμηθεὶς ὕπνον ὀφειλόμενον, 3 Εὐκράτεω Μελέαγρος, ὁ τὸν γλυκύδακρυν Ἔρωτα 4 καὶ Μούσας ἱλαραῖς συστολίσας Χάρισιν 5 ὃν θεόπαις ἤνδρωσε Τύρος Γαδάρων θʼ ἱερὰ χθών 6 κῶς δʼ ἐρατὴ Μερόπων πρέσβυν ἐγηροτρόφει. 7 ἀλλʼ εἰ μὲν Σύρος ἐσσί, Σαλάμ· εἰ δʼ οὖν σύ γε Φοῖνιξ, 8 Ναίδιος· · εἰ δʼ Ἕλλην, Χαῖρε· τὸ δʼ αὐτὸ φράσον. === epigram 420 === 1 ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαὶ — οὐ γὰρ ἂν ὧδε 2 Λέσβονʼ ὁ λυσιμελὴς ἀμφεκάλυψʼ Ἀίδης, 3 ὅς ποτε καὶ βασιλῆι συνέδραμε, — ναὶ μετʼ Ἐρώτων 4 χαίρετε κουφόταται δαίμονες ἀθανάτων. 5 αὐλοὶ δʼ ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε, 6 κεῖσθʼ, ἐπεὶ οὐ θιάσους οἶδʼ Ἀχέρων. === epigram 421 === [αἰνιγματῶδες] 1 πτανέ, τί σοι σιβύνης, τί δὲ καὶ συὸς εὔαδε δέρμα; 2 καὶ τίς ἐὼν στάλας σύμβολον ἐσσὶ τίνος; 3 οὐ Ἔρωτʼ ἐνέπω σε — τί γάρ; νεκύεσσι πάροικος 4 ἵμερος; αἰάζειν ὁ θρασὺς οὐκ ἔμαθεν — 5 οὐδὲ μὲν οὐδʼ αὐτὸν ταχύπουν Κρόνον· ἔμπαλι γὰρ δὴ 6 κεῖνος μὲν τριγέρων, σοὶ δὲ τέθηλε μέλη. 7 ἀλλʼ ἄρα, ναὶ δοκέω γάρ, ὁ γᾶς ὑπένερθε σοφιστὰς 8 ἐστί· σὺ δʼ ὁ πτερόεις, τοὔνομα τοῦδε, λόγος. 9 Λατῴας δʼ ἄμφηκες ἔχεις γέρας, ἔς τε γέλωτα 10 καὶ σπουδάν, καί που μέτρον ἐρωτογράφον. 11 ναὶ μὲν δὴ Μελέαγρον ὀμώνυμον Οἰνέος υἱῷ 12 σύμβολα σημαίνει ταῦτα συοκτασίης. 13 χαῖρε καὶ ἐν φθιμένοισιν, ἐπεὶ καὶ Μοῦσαν Ἔρωτι 14 καὶ Χάριτας σοφίαν εἰς μίαν ἡρμόσαο. === epigram 422 === 1 τί στοχασώμεθά σου, Πεισίστρατε, χῖον ὁρῶντες 2 γλυπτὸν ὑπὲρ τύμβου κείμενον ἀστράγαλον; 3 ἦ ῥά γε μὴ ὅτι Χῖος; ἔοικε γάρ· ἢ ῥʼ ὅτι παίκτας 4 ἦσθά τις, οὐ λίην δʼ, ὦ ʼγαθέ, πλειστοβόλος; 5 ἢ τὰ μὲν οὐδὲ σύνεγγυς, ἐν ἀκρήτῳ δὲ κατέσβης 6 Χίῳ; ναὶ δοκέω, τῷδε προσηγγίσαμεν. === epigram 423 === 1 τὰν μὲν ἀεὶ πολύμυθον, ἀεὶ λάλον, ὦ ξένε, κίσσα 2 φάσει, τὰν δὲ μέθας σύντροφον ἅδε κύλιξ, 3 τὰν Κρῆσσαν δὲ τὰ τόξα, τὰ δʼ εἴρια τὰν φιλοεργόν, 4 ἄνδεμα δʼ αὖ μίτρας τὰν πολιοκρόταφον· 5 τοιάνδε σταλοῦχος ὅδʼ ἔκρυφε Βιττίδα τύμβος 6 † τιμελάχραντον νυμφιδίαν ἄλοχον. 7 ἀλλʼ, ὦνερ, καὶ χαῖρε, καὶ οἰχομένοισιν ἐς ᾅδαν 8 τὰν αὐτὰν μύθων αὖθις ὄπαζε χάριν. === epigram 424 === 1 α. Μαστεύω τί σευ Ἆγις ἐπὶ σταλίτιδι πέτρᾳ, 2 Λυσιδίκα, γλυπτὸν τόνδʼ ἐχάραξε νόον· 3 ἁνία γὰρ καὶ κημός, ὃ τʼ εὐόρνιθι Τανάγρᾳ 4 οἰωνὸς βλαστῶν, θοῦρος ἐγερσιμάχας, 5 οὐχ ἅδεν οὐδʼ ἐπέοικεν ὑπωροφίαισι γυναιξίν, 6 ἀλλὰ τὰ τʼ ἠλακάτας ἔργα τὰ θʼ ἱστοπόδων. 7 β. τάν μὲν ἀνεγρομέναν με ποτʼ εἴρια νύκτερος ὄρνις, 8 ἁνία δʼ αὐδάσει δώματος ἁνίοχον 9 ἱππαστὴρ δʼ ὅδε κημὸς ἀείσεται οὐ πολύμυθον, 10 οὐ λάλον, ἀλλὰ καλᾶς ἔμπλεον ἁσυχίας. === epigram 425 === 1 μὴ θάμβει, μάστιγα Μυροῦς ἐπὶ σάματι λεύσσων, 2 γλαῦκα, βιόν, χαροπὰν χᾶνα, θοὰν σκύλακα. 3 τόξα μὲν αὐδάσει με πανεύτονον ἁγέτιν οἴκου, 4 ἁ δὲ κύων τέκνων γνήσια καδομέναν 5 μάστιξ δʼ οὐκ ὀλοάν, ξένε, δεσπότιν, οὐδʼ ἀγέρωχον 6 δμωσί, κολάστειραν δʼ ἔνδικον ἀμπλακίας· 7 χὰν δὲ δόμων φυλακᾶς μελεδήμονα τὰν δʼ ἄ〈ρʼ ἄγρυπνον〉 8 γλαῦξ ἅδε γλαυκᾶς Παλλάδος ἀμφίπολον. 9 τοιοῖσδʼ ἀμφʼ ἔργοισιν ἐγάθεον ἔνθεν ὅμευνος 10 τοιάδʼ ἐμᾷ στάλᾳ σύμβολα τεῦξε Βίτων. === epigram 426 === 1 α. εἰπέ, λέων, φθιμένοιο τίνος τάφον ἀμφιβέβηκας, 2 βουφάγε; τίς τᾶς σᾶς ἄξιος ἦν ἀρετᾶς; 3 β. υἱὸς Θευδώροιο Τελευτίας, ὃς μέγα πάντων 4 φέρτερος ἦν, θηρῶν ὅσσον ἐγὼ κέκριμαι. 5 οὐχὶ μάταν ἕστακα, φέρω δέ τι σύμβολον ἀλκᾶς 6 ἀνέρος· ἦν γὰρ δὴ δυσμενέεσσι λέων. === epigram 427 === 1 ἁ στάλα, φέρʼ ἴδω, τίνʼ ἔχει νέκυν. ἀλλὰ δέδορκα 2 γράμμα μὲν οὐδέν πω τμαθὲν ὕπερθε λίθου, 3 ἐννέα δʼ ἀστραγάλους πεπτηότας· ὧν πίσυρες μὲν 4 πρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον, 5 οἱ δὲ τὸ τᾶς νεότατος ἐφήλικος ἄνθος, ἔφηβον, 6 εἷς δʼ ὅ γε μανύει Χῖον ἀφαυρότερον. 7 ἦ ῥα τόδʼ ἀγγέλλοντι, Καὶ ὁ σκάπτροισι μεγαυχὴς 8 χὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει; 9 ἢ τὸ μὲν οὔ· δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσειν 10 ἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος. 11 ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼς 12 οὔνομʼ, ἐφηβαίῃ δʼ ὤλετʼ ἐν ἁλικίᾳ. 13 ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲν 14 πνεῦμα διʼ ἀφθέγκτων εἶπέ τις ἀστραγάλων. === epigram 428 === [εἰς Ἀντίπατρον τὸν Σιδώνιον] 1 ἁ στάλα, σύνθημα τί σοι γοργωπὸς ἀλέκτωρ 2 ἔστα, καλλαΐνᾳ σκαπτοφόρος πτέρυγι, 3 ποσσὶν ὑφαρπάζων νίκας κλάδον; ἄκρα δʼ ἐπʼ αὐτᾶς 4 βαθμῖδος προπεσὼν κέκλιται ἀστράγαλος. 5 ἦ ῥά γε νικάεντα μάχᾳ σκαπτοῦχον ἄνακτα 6 κρύπτεις; ἀλλὰ τί σοι παίγνιον ἀστράγαλος; 7 πρὸς δέ, τί λιτὸς ὁ τύμβος; ἐπιπμέπει ἀνδρὶ πενιχρῷ, 8 ὄρνιθος κλαγγαῖς νυκτὸς ἀνεγρομένῳ. 9 οὐ δοκέω· σκᾶπτρον γὰρ ἀναίνεται. ἀλλὰ σὺ κεύθεις 10 ἀθλοφόρον, νίκαν ποσσὶν ἀειράμενον. 11 οὐ ψαύω καὶ τῇδε· τί γὰρ ταχὺς εἴκελος ἀνὴρ 12 ἀστραγάλῳ; νῦν δὴ τὠτρεκὲς ἐφρασάμαν 13 φοῖνιξ οὐ νίκαν ἐνέπει, πάτραν δὲ μεγαυχῆ 14 ματέρα Φοινίκων, τὰν πολύπαιδα Τύρον 15 ὄρνις δʼ, ὅττι γεγωνὸς ἀνήρ, καί που περὶ Κύπριν 16 πρᾶτος κἠν Μούσαις ποικίλος ὑμνοθέτας. 17 σκᾶπτρα δʼ ἔχει σύνθημα λόγου· θνάσκειν δὲ πεσόντα 18 οἰνοβρεχῆ, προπετὴς ἐννέπει ἀστράγαλος. 19 καὶ δὴ σύμβολα ταῦτα τὸ δʼ οὔνομα πέτρος ἀείδει, 20 Ἀντίπατρον προγόνων, φύντʼ ἀπʼ ἐρισθενέων. === epigram 429 === 1 δίζημαι κατὰ θυμὸν ὅτου χάριν ἁ παροδῖτις 2 δισσάκι φῖ μοῦνον γράμμα λέλογχε πέτρος, 3 λαοτύποις σμίλαις κεκολαμμένον. ἆρα γυναικὶ 4 τᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα; 5 τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός. 6 ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν, 7 ἁ δʼ οἰκτρὸν ναίουσα τόδʼ ἠρίον ἔπλετο Φιδίς; 8 νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμην. 9 αἰνετὸς οὑκ δισσοῖο καμὼν αἴνιγμα τύποιο, 10 φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δʼ ἔρεβος === epigram 430 === 1 τίς τὰ νεοσκύλευτα ποτὶ δρυῒ τᾷδε καθᾶψεν 2 ἔντεα; τῷ πέλτα Δωρὶς ἀναγράφεται; 3 πλάθει γὰρ Θυρεᾶτις ὑφʼ αἵματος ἅδε λοχιτᾶν, 4 χἀμὲς ἀπʼ Ἀργείων τοὶ δύο λειπόμεθα. 5 πάντα νέκυν μάστευε δεδουπότα, μή τις, ἔτʼ ἔμπνους 6 λειπόμενος, Σπάρτᾳ κῦδος ἔλαμψε νόθον. 7 ἴσχε βάσιν. νίκα γὰρ ἐπʼ ἀσπίδος ὧδε Λακώνων 8 φωνεῖται θρόμβοις αἵματος Ὀθρυάδα, 9 χὠ τόδε μοχθήσας σπαίρει πέλας. ἆ πρόπατορ Ζεῦ, 10 στύξον ἀνικάτω σύμβολα φυλόπιδος. === epigram 431 === 1 οἵδε τριηκόσιοι, Σπάρτα πατρί, τοῖς συναρίθμοις 2 Ἰναχίδαις Θυρέαν ἀμφὶ μαχεσσάμενοι, 3 αὐχένας οὐ στρέψαντες, ὅπᾳ ποδὸς ἴχνια πρᾶτον 4 ἁρμόσαμεν, ταύτᾳ καὶ λίπομεν βιοτάν. 5 ἄρσενι δʼ Ὀθρυάδαο φόνῳ κεκαλυμμένον ὅπλον 6 καρύσσει· Θυρέα, Ζεῦ, Λακεδαιμονίων. 7 αἰ δέ τις Ἀργείων ἔφυγεν μόρον, ἦς ἀπʼ Ἀδράστου· 8 Σπάρτᾳ δʼ οὐ τὸ θανεῖν, ἀλλὰ φυγεῖν θάνατος. === epigram 432 === 1 ὦ Λακεδαιμόνιοι, τὸν ἀρήιον ὔμμιν ὁ τύμβος 2 Γύλλιν ὑπὲρ Θυρέας οὗτος ἔχει φθίμενον, 3 ἄνδρας ὃς Ἀργείων τρεῖς ἔκτανε, καὶ τόδʼ ἔειπεν· 4 τεθναίην Σπάρτας ἄξια μησάμενος. === epigram 433 === 1 τὸν παραβάντα νόμους Δαμάτριον ἔκτανε μάτηρ 2 ἁ Λακεδαιμόνιον τὸν Λακεδαιμόνιον. 3 θηκτὸν δʼ ἐν προβολᾷ θεμένα ξίφος, εἶπεν, ὀδόντα 4 ὀξὺν ἐπιβρύκουσ’, οἷα Λάκαινα γυνά· 5 “ἔρρε κακὸν σκυλάκευμα, κακὰ μερίς, ἔρρε ποθʼ ᾅδαν 6 ἔρρε· τὸν οὐ Σπάρτας ἄξιον οὐδʼ ἔτεκον.” === epigram 434 === [εἰς δηΐων πέμψασα λόχους Δημαινέτη ὀκτὼ] 1 παῖδας, ὑπὸ στήλῃ πάντας ἔθαπτε μιᾷ. 2 δάκρυα δʼ οὐκ ἔρρηξʼ ἐπὶ πένθεσιν ἀλλὰ τόδʼ εἶπεν 3 μοῦνον ἰώ, Σπάρτα, σοὶ τέκνα ταῦτʼ ἔτεκον. === epigram 435 === 1 Εὐπυλίδας, Ἐράτων, Χαῖρις, Λύκος, Ἆγις, Ἀλέξων 2 ἓξ Ἰφικρατίδα παῖδες, ἀπωλόμεθα 3 Μεσσάνας ὑπὸ τεῖχος· ὁ δʼ ἕβδομος ἄμμε Γύλιππος 4 ἐν πυρὶ θεὶς μεγάλαν ἦλθε φέρων σποδιάν, 5 Σπάρτᾳ μὲν μέγα κῦδος, Ἀλεξίππᾳ δὲ μέγʼ ἄχθος 6 ματρί τὸ δʼ ἓν πάντων καὶ καλὸν ἐντάφιον. === epigram 436 === 1 εἴποι τις παρὰ τύμβον ἰὼν ἀγέλαστος ὁδίτας 2 τοῦτʼ ἔπος· “ Ὀγδώκοντʼ ἐνθάδε μυριάδας 3 Σπάρτας χίλιοι ἄνδρες ἐπέσχον λήματι Περσῶν, 4 καὶ θάνον ἀστρεπτεί· Δώριος ἁ μελέτα.” === epigram 437 === 1 οὐκ ἔτλας, ὤριστε Λεωνίδα, αὖτις ἱκέσθαι 2 Εὐρώταν, χαλεπῷ σπερχόμενος πολέμῳ· 3 ἀλλʼ ἐπὶ Θερμοπύλαισι τὸ Περσικὸν ἔθνος ἀμύνων 4 ἐδμάθης, πατέρων ἁζόμενος νόμιμα. === epigram 438 === 1 ὤλεο δὴ πατέρων περὶ ληίδα καὶ σύ, Μαχάτα, 2 δριμὺν ἐπʼ Αἰτωλοῖς ἀντιφέρων πόλεμον, 3 πρωθήβας· χαλεπὸν γὰρ Ἀχαιικὸν ἄνδρα νοῆσαι 4 ἄλκιμον, εἰς πολιὰν ὅστις ἔμεινε τρίχα. === epigram 439 === 1 οὕτω δὴ Πύλιον τὸν Ἀγήνορος, ἄκριτε Μοῖρα, 2 πρώιον ἐξ ἥβας ἔθρισας Αἰολέων, 3 κῆρας ἐπισσεύσασα. βίου κύνας. ὦ πόποι, ἀνὴρ 4 οἷος ἀμειδήτῳ κεῖται ἕλωρ Ἀίδῃ. === epigram 440 === 1 ἠρίον, οἷον νυκτὶ καταφθιμένοιο καλύπτεις 2 ὀστέον, οἵην, γαῖʼ, ἀμφέχανες κεφαλήν, 3 πολλὸν μὲν ξανθαῖσιν ἀρεσκομένου Χαρίτεσσι, 4 πολλοῦ δʼ ἐν μνήμῃ πᾶσιν Ἀριστοκράτης. 5 ᾔδει Ἀριστοκράτης καὶ μείλιχα δημολογῆσαι, 6 [ στρεβλὴν οὐκ ὀφρὺν ἐσθλὸς ἐφελκόμενος· 7 ᾔδει καὶ Βάκχοιο παρὰ κρητῆρος ἄδηριν] 8 ἰθῦναι κείνην εὐκύλικα λαλιὴν 9 ᾔδει καὶ ξείνοισι καὶ ἐνδήμοισι προσηνέα 10 ἔρδειν. γαῖʼ ἐρατή, τοῖον ἔχεις φθίμενον. === epigram 441 === 1 ὑψηλοὺς Μεγάτιμον Ἀριστοφόωντά τε Νάξου 2 κίονας, ὦ μεγάλη γαῖʼ, ὑπένερθεν ἔχεις. === epigram 442 === 1 Εὐθυμάχων ἀνδρῶν μνησώμεθα, τῶν ὅδε τύμβος, 2 οἳ θάνον εὔμηλον ῥυόμενοι Τεγέαν, 3 αἰχμηταὶ πρὸ πόληος, ἵνα σφίσι μὴ καθέληται 4 Ἑλλὰς ἀποφθιμένου κρατὸς ἐλευθερίαν. === epigram 443 === 1 τῶνδέ ποτὲ στέρνοισι τανυγλώχινας ὀιστοὺς 2 λοῦσεν φοινίσσᾳ θοῦρος Ἄρης ψακάδι. 3 ἀντὶ δʼ ἀκοντοδόκων ἀνδρῶν μνημεῖα θανόντων. 4 ἄψυχʼ ἐμψύχων, ἅδε κέκευθε κόνις. === epigram 444 === 1 χείματος οἰνωθέντα τὸν Ἀνταγόρεω μέγαν οἶκον 2 ἐκ νυκτῶν ἔλαθεν πῦρ ὑπονειμάμενον 3 ὀγδώκοντα δʼ ἀριθμὸν ἐλεύθεροι ἄμμιγα δούλοις 4 τῆς ἐχθρῆς ταύτης πυρκαϊῆς ἔτυχον. 5 οὐκ εἶχον διελεῖν προσκηδέες ὀστέα χωρίς· 6 ξυνὴ δʼ ἦν κάλπις, ξυνὰ δὲ τὰ κτέρεα· 7 εἷς καὶ τύμβος ἀνέστη· ἀτὰρ τὸν ἕκαστον ἐκείνων 8 οἶδε καὶ ἐν τέφρᾐ ῥηιδίως Ἀίδης. === epigram 445 === 1 Μαντιάδας, ὦ ξεῖνε, καὶ Εὔστρατος, υἷες Ἐχέλλου, 2 Δυμαῖοι, κραναῇ κείμεθʼ ἐνὶ ξυλόχῳ, 3 ἄγραυλοι γενεῆθεν ὀροιτύποι. οἱ δʼ ἐπὶ τύμβῳ, 4 μανυταὶ τέχνας, δουροτόμοι πελέκεις. === epigram 446 === 1 Ἑρμιονεὺς ὁ ξεῖνος, ἐν ἀλλοδαπῶν δὲ τέθαπται, 2 Ζωίλος, Ἀργείαν γαῖαν ἐφεσσάμενος, 3 ἃν ἐπὶ οἱ βαθύκολπος ἀμάσατο δάκρυσι νύμφα 4 λειβομένα, παῖδὲς τʼ εἰς χρόα κειράμενοι. === epigram 447 === 1 σύντομος ἦν ὁ ξεῖνος· ὃ καὶ στίχος· οὐ μακρὰ λέξω· 2 Θῆρις Ἀρισταίου, Κρὴς ἐπʼ ἐμοὶ δολιχός. === epigram 448 === 1 Πραταλίδα τὸ μνᾶμα Λυκαστίω, ἄκρον ἐρώτων 2 εἰδότος, ἄκρα μάχας, ἄκρα λινοστασίας, 3 ἄκρα χοροιτυπίας. χθόνιοι, 〈Μίνωϊ τὸν ἄνδρα〉 4 τοῦτον, Κρηταιεῖς Κρῆτα, παρῳκίσατε. === epigram 449 === 1 Πραταλίδᾳ παιδεῖον Ἔρως πόθον, Ἄρτεμις ἄγραν, 2 Μοῦσα χορούς, Ἄρης ἐγγυάλιξε μάχαν. 3 πῶς οὐκ εὐαίων ὁ Λυκάστιος, ὃς καὶ ἔρωτι 4 ἆρχε καὶ ἐν μολπᾷ, καὶ δορὶ καὶ στάλικι; === epigram 450 === 1 τῆς Σαμίης τὸ μνῆμα Φιλαινίδος· ἀλλὰ προσειπεῖν 2 τλῆθί με, καὶ στήλης πλησίον, ὦνερ, ἴθι. 3 οὐκ εἴμʼ ἡ τὰ γυναιξὶν ἀναγράψασα προσάντη 4 ἔργα, καὶ Αἰσχύνην οὐ νομίσασα θεὸν 5 ἀλλὰ φιλαιδήμων, ναὶ ἐμὸν τάφον εἰ δέ τις ἡμέας 6 αἰσχύνων λαμυρὴν ἔπλασεν ἱστορίην, 7 τοῦ μὲν ἀναπτύξαι χρόνος οὔνομα· τἀμὰ δὲ λυγρὴν 8 ὀστέα τερφθείη κληδόνʼ ἀπωσαμένης. === epigram 451 === 1 τᾷδε Σάων ὁ Δίκωνος Ἀκάνθιος ἱερὸν ὕπνον 2 κοιμᾶται. θνάσκειν μὴ λέγε τοὺς ἀγαθούς. === epigram 452 === 1 Μεμνησθʼ Εὐβούλοιο σαόφρονος, ὦ παριόντες. 2 πίνωμεν κοινὸς πᾶσι λιμὴν Ἀίδης. === epigram 453 === 1 Δωδεκέτη τὸν παῖδα πατὴρ ἀπέθηκε Φίλιππος 2 ἐνθάδε, τὴν πολλὴν ἐλπίδα, Νικοτέλην. === epigram 454 === 1 τὸν βαθὺν οἰνοπότην Ἐρασίξενον ἡ δὶς ἐφεξῆς 2 ἀκρήτου προποθεῖσ’ ᾤχετʼ ἔχουσα κύλιξ. === epigram 455 === 1 Μαρωνὶς ἡ φίλοινος, ἡ πίθων σποδός, 2 ἐνταῦθα κεῖται γρῆϋς, ἧς ὑπὲρ τάφου 3 γνωστὸν πρόκειται πᾶσιν Ἀττικὴ κύλιξ. 4 στένει δὲ καὶ γᾶς νέρθεν, οὐχ ὑπὲρ τέκνων, 5 οὐδʼ ἀνδρός, οὓς λέλοιπεν ἐνδεεῖς βίου· 6 ἓν δʼ ἀντὶ πάντων, οὕνεχʼ ἡ κύλιξ κενή. === epigram 456 === 1 τὴν τίτθην Ἱέρων Σειληνίδα, τήν, ὅτε πίνοι 2 ζωρόν, ὑπʼ 3 οὐδεμιῆς θλιβομένην κύλικος, 4 ἀγρῶν ἐντὸς ἔθηκεν, ἵνʼ ἡ φιλάκρητος ἐκείνη 5 καὶ φθιμένη ληνῶν γείτονα τύμβον ἔχοι. === epigram 457 === 1 ἀμπελὶς ἡ φιλάκρητος ἐπὶ σκήπωνος ὁδηγοῦ 2 ἤδη τὸ σφαλερὸν γῆρας ἐρειδομένη, 3 λαθριδίη Βάκχοιο νεοθλιβὲς ἦρʼ ἀπὸ ληνοῦ 4 πῶμα Κυκλωπείην πλησομένη κύλικα· 5 πρὶν δʼ ἀρύσαι μογερὰν ἔκαμεν χέρα· γραῦς δὲ παλαιή, 6 ναῦς ἅθʼ ὑποβρύχιος ζωρὸν ἔδυ πέλαγος. 7 Εὐτέρπη δʼ ἐπὶ τύμβῳ ἀποφθιμένης θέτο σῆμα 8 λάινον, οἰνηρῶν γείτονα θειλοπέδων. === epigram 458 === 1 τὴν Φρυγίην Αἴσχρην, ἀγαθὸν γάλα, πᾶσιν ἐν ἐσθλοῖς 2 Μίκκος καὶ ζωὴν οὖσαν ἐγηροκόμει, 3 καὶ φθιμένην ἀνέθηκεν, ἐπεσσομένοισιν ὁρᾶσθαι 4 ἡ γρηῢς μαστῶν ὡς ἀπέχει χάριτας. === epigram 459 === 1 Κρηθίδα τὴν πολύμυθον, ἐπισταμένην καλὰ παίζειν, 2 δίζηνται Σαμίων πολλάκι θυγατέρες, 3 ἡδίστην συνέριθον, ἀείλαλον· ἡ δʼ ἀποβρίζει 4 ἐνθάδε τὸν πάσαις ὕπνον ὀφειλόμενον. === epigram 460 === 1 εἶχον ἀπὸ σμικρῶν ὀλίγον βίον, οὔτε τι δεινὸν 2 ῥέζων, οὔτʼ ἀδικῶν οὐδένα. γαῖα φίλη, 3 Μικύλος εἴ τι πονηρὸν ἐπῄνεσα, μήτε συ κούφη 4 γίνεο, μήτʼ ἄλλοι δαίμονες, οἳ μʼ ἔχετε, === epigram 461 === 1 παμμῆτορ γῆ, χαῖρε· σὺ τὸν πάρος οὐ βαρὺν εἰς σὲ 2 Αἰσιγένην καὐτὴ νῦν ἐπέχοις ἀβαρής. === epigram 462 === 1 Ἀγχιτόκον Σατύραν Ἀίδας λάχε, Σιδονία δὲ 2 κρύψε κόνις, πάτρα δʼ ἐστονάχησε Τύρος. === epigram 463 === 1 αὕτα Τιμόκλειʼ, αὕτα Φιλώ, αὕτα Ἀριστώ, 2 αὕτα Τιμαιθώ, παῖδες Ἀριστοδίκου, 3 πᾶσαι ὑπʼ ὠδῖνος πεφονευμέναι· αἷς ἔπι τοῦτο 4 σᾶμα πατὴρ στάσας κάτθανʼ Ἀριστόδικος. === epigram 464 === 1 ἤπου σὲ χθονίας, Ἀρετημιάς, ἐξ ἀκάτοιο 2 Κωκυτοῦ θεμέναν ἴχνος ἐπʼ ἀιόνι, 3 οἰχόμενον βρέφος ἄρτι νέῳ φορέουσαν ἀγοστῷ 4 ᾤκτειραν θαλεραὶ Δωρίδες εἰν ἀίδᾳ, 5 πευθόμεναι τέο κῆρα σὺ δὲ ῥαίνουσα παρειὰς 6 δάκρυσιν, ἄγγειλας κεῖνʼ ἀνιαρὸν ἔπος· 7 “ διπλόον ὠδίνασα, φίλαι, τέκος, ἄλλο μὲν ἀνδρὶ 8 εὔφρονι καλλιπόμαν, ἄλλο δʼ ἄγω φθιμένοις.” === epigram 465 === 1 ἁ κόνις ἀρτίσκαπτος, ἐπὶ στάλας δὲ μετώπων 2 σείονται φύλλων ἡμιθαλεῖς στέφανοι 3 γράμμα διακρίναντες, ὁδοιπόρε, πέτρον ἴδωμεν, 4 λευρὰ περιστέλλειν ὀστέα φατὶ τίνος. — 5 “ ξεῖνʼ, Ἀρετημιάς εἰμι· πάτρα Κνίδος· Εὔφρονος ἦλθον 6 εἰς λέχος· ὠδίνων οὐκ ἄμορος γενόμαν 7 δισσὰ δʼ ὁμοῦ τίκτουσα, τὸ μὲν λίπον ἀνδρὶ ποδηγὸν 8 γήρως· ὃν δʼ ἀπάγω μναμόσυνον πόσιος.” === epigram 466 === 1 ἆ δείλʼ Ἀντίκλεις, δειλὴ δʼ ἐγὼ ἡ τὸν ἐν ἥβης 2 ἀκμῇ καὶ μοῦνον παῖδα πυρωσαμένη, 3 ὀκτωκαιδεκέτης ὃς ἀπώλεο, τέκνον ἐγὼ δʼ 4 ὀρφάνιον κλαίω γῆρας ὀδυρομένη. 5 βαίην εἰς Ἄϊδος σκιερὸν δόμον οὔτε μοι ἠὼς 6 ἡδεῖʼ οὔτʼ ἀκτὶς ὠκέος ἠελίου. 7 ἆ δείλʼ Ἀντίκλεις, μεμορημένε, πένθεος εἴης 8 ἰητήρ, ζωῆς ἔκ με κομισσάμενος. === epigram 467 === 1 τοῦτό τοι, Ἀρτεμίδωρε, τεῷ ἐπὶ σάματι μάτηρ 2 ἴαχε, δωδεκέτη σὸν γοόωσα μόρον 3 ὤλετʼ “ ἐμᾶς ὠδῖνος ὁ πᾶς πόνος εἰς σποδὸν εἰς πῦρ, 4 ὤλεθʼ ὁ παμμέλεος γειναμένου κάματος· 5 ὤλετο χἀ ποθινὰ τέρψις σέθεν ἐς γὰρ ἄκαμπτον, 6 ἐς τὸν ἀνόστητον χῶρον ἔβης ἐνέρων 7 οὐδʼ ἐς ἐφηβείαν ἦλθες, τέκος· ἀντὶ δὲ σεῖο 8 στάλα καὶ κωφὰ λείπεται ἄμμι κόνις.” === epigram 468 === 1 οἰκτρότατον μάτηρ σε, Χαρίξενε, δῶρον ἐς ᾅδαν, 2 ὀκτωκαιδεκέταν ἐστόλισεν χλαμύδι. 3 ἦ γὰρ δὴ καὶ πέτρος ἀνέστενεν, ἁνίκʼ ἀπʼ οἴκων 4 ἅλικες οἰμωγᾷ σὸν νέκυν ἠχθοφόρευν. 5 πένθος δʼ, οὐχ ὑμέναιον ἀνωρύοντο γονῆες· 6 αἰαῖ, τὰς μαστῶν ψευδομένας χάριτας, 7 καὶ κενεὰς ὠδῖνας· ἰὼ κακοπάρθενε Μοῖρα, 8 στεῖρα γονᾶς στοργὰν ἔπτυσας εἰς ἀνέμους. 9 τοῖς μὲν ὁμιλήσασι ποθεῖν πάρα, τοῖς δὲ τοκεῦσι 10 πενθεῖν, οἷς δʼ ἀγνώς, πευθομένοις ἐλεεῖν. === epigram 469 === 1 εὔβουλόν τέκνωσεν Ἀθηναγόρης περὶ πάντων 2 ἥσσονα μὲν μοίρᾳ, κρέσσονα δʼ εὐλογίᾳ. === epigram 470 === 1 α. εἶπον ἀνειρομένῳ τίς καὶ τίνος ἐσσί. β. φίλαυλος 2 Εὐκρατίδεω. α. ποδαπὸς δʼ εὔχεαι 3 α. Ἔζησας δὲ τίνα στέργων βίον; β. οὐ τὸν ἀρότρου, 4 οὐδὲ τὸν ἐκ νηῶν, τὸν δὲ σοφοῖς ἕταρον. 5 α. γήραϊ δʼ ἢ νηῶν βίον ἔλλιπες; β. ἤλυθον ᾍδαν 6 αὐτοθελεί, Κείων γευσάμενος κυλίκων. 7 α. ἠ πρέσβυς; β. καὶ κάρτα. α. λάχοι νύ σε 8 βῶλος ἐλαφρὴ 9 σύμφωνον πινυτῷ σχόντα λόγῳ βίοτον. === epigram 471 === 1 εἴπας Ἥλιε, χαῖρε Κλεόμβροτος Ὡμβρακιώτης 2 ἥλατʼ ἀφʼ ὑψηλοῦ τείχεος εἰς ἀΐδαν, 3 ἄξιον οὐδὲν ἰδὼν θανάτου κακόν, ἀλλὰ Πλάτωνος 4 ἓν τὸ περὶ ψυχῆς γράμμʼ ἀναλεξάμενος. === epigram 472 === 1 μυρίος ἦν, ἄνθρωπε, χρόνος προτοῦ, ἄχρι πρὸς ἠῶ 2 ἦλθες, χὠ λοιπὸς μυρίος εἰς ἀίδην. 3 τίς μοῖρα ζωῆς ὑπολείπεται, ἢ ὅσον ὅσσον 4 στιγμὴ καὶ στιγμῆς εἴ τι χαμηλότερον; 5 μικρή σευ ζωὴ τεθλιμμένη· οὐδὲ γὰρ αὐτὴ 6 ἡδεῖʼ, ἀλλʼ ἐχθροῦ στυγνοτέρη θανάτου. 7 ἐκ τοίης ὥνθρωποι ἀπηκριβωμένοι ὀστῶν 8 ἁρμονίης, †† ὕψιστʼ ἠέρα καὶ νεφέλας· 9 ὦνερ, ἴδʼ ὡς ἀχρεῖον, ἐπεὶ περὶ νήματος ἄκρον 10 εὐλὴ ἀκέρκιστον λῶπος ἐφεζομένη· 11 οἷον τὸ † † ψαλα, θρῖον ἀπεψιλωμένον οἷον, 12 πόλλον ἀραχναίου στυγνότερον σκελετοῦ. 13 ἠοῦν ἐξ ἠοῦς ὅσσον σθένος, ὦνερ, ἐρευνῶν 14 εἴης ἐν λιτῇ κεκλιμένος βιοτῇ· 15 αἰὲν τοῦτο νόῳ μεμνημένος ἄχρις ὁμιλῇς 16 ζωοῖς, ἐξ οἵης ἡρμόνισαι καλάμης. === epigram 472b === 1 χειμέριον ζωὴν ὑπαλεύεο, νεῖο δʼ ἐς ὅρμον, 2 ὡς κἠγὼ Φείδων ὁ Κρίτου εἰς ἀίδην. === epigram 473 === 1 Δαμὼ καὶ Μάθυμνα τὸν ἐν τριετηρίσιν Ἥρας 2 Εὔφρονα λυσσατὰν ὡς ἐπύθοντο νέκυν, 3 ζωὰν ἀρνήσαντο, τανυπλέκτων δʼ ἀπὸ μιτρᾶν 4 χερσὶ δεραιούχους ἐκρεμάσαντο βρόχους. === epigram 474 === 1 εἷς ὅδε Νικάνδρου τέκνων τάφος· ἓν φάος ἀοῦς 2 ἄνυσε τὰν ἱερὰν Λυσιδίκας γενεάν. === epigram 475 === 1 νυμφίον Εὐαγόρην ποτὶ πενθερὸν ἡ Πολυαίνου 2 Σκυλλὶς ἀνʼ εὐρείας ἦλθε βοῶσα πύλας, 3 παῖδα τὸν Ἡγεμάχειον ἐφέστιον οὐδʼ ἄρʼ ἐκείνη 4 χήρη πατρῴους αὖθις ἐσῆλθε δόμους, 5 δαιμονίη· τριτάτῳ δὲ κατέφθιτο μηνὶ δυσαίων 6 οὐλομένῃ ψυχῆς δύσφρονι τηκεδόνι. 7 τοῦτο δʼ ἐπʼ ἀμφοτέροισι πολύκλαυτον φιλότητος 8 ἕστηκεν λείῃ μνῆμα παρὰ τριόδῳ. === epigram 476 === 1 δάκρυά σοι καὶ νέρθε διὰ χθονός, Ἡλιοδώρα, 2 δωροῦμαι, στοργᾶς λείψανον, εἰς ἀίδαν, 3 δάκρυα δυσδάκρυτα· πολυκλαύτῳ δʼ ἐπὶ τύμβῳ 4 σπένδω μνᾶμα πόθων, μνᾶμα φιλοφροσύνας. 5 οἰκτρὰ γὰρ οἰκτρὰ φίλαν σε καὶ ἐν φθιμένοις Μελέαγρος 6 αἰάζω, κενεὰν εἰς Ἁχέροντα χάριν. 7 αἰαῖ, ποῦ τὸ ποθεινὸν ἐμοὶ θάλος; ἅρπασεν ᾍδας, 8 ἅρπασεν ἀκμαῖον δʼ ἄνθος ἔφυρε κόνις. 9 ἀλλά σε γουνοῦμαι, Γᾶ παντρόφε, τὰν πανόδυρτον 10 ἠρέμα σοῖς κόλποις, μᾶτερ, ἐναγκάλισαι. === epigram 477 === 1 μή σοι τοῦτο, Φιλαινί, λίην ἐπικάρδιον ἔστω, 2 εἰ μὴ πρὸς Νείλῳ γῆς μορίης ἔτυχες, 3 ἀλλὰ σ’ Ἐλευθέρνης ὅδʼ ἔχει τάφος· ἔστι γὰρ ἲση˘ 4 πάντοθεν εἰς ἀίδην ἐρχομένοισιν ὁδός. === epigram 478 === 1 τίς ποτʼ ἄρʼ εἶ; τίνος ἆρα παρὰ τρίβον ὀστέα ταῦτα 2 τλήμονʼ ἐν ἡμιφαεῖ λάμνακι γυμνὰ μένει; 3 μνῆμα δὲ καὶ τάφος αἰὲν ἀμαξεύοντος ὁδίτεω 4 ἄξονι καὶ τροχιᾖ λιτὰ παραξέεται· 5 ἤδη σου καὶ πλευρὰ παρατρίψουσιν ἄμαξαι, 6 σχέτλιε, σοὶ δʼ οὐδεὶς οὐδʼ ἐπὶ δάκρυ βαλεῖ. === epigram 479 === 1 Πέτρος ἐγὼ τὸ πάλαι γυρὴ καὶ ἄτριπτος ἐπιβλὴς 2 τὴν Ἡρακλείτου ἔνδον ἔχω κεφαλὴν 3 αἰών μʼ ἔτριψεν κροκάλαις ἴσον ἐν γὰρ ἀμάξῃ 4 παμφόρῳ αἰζηῶν εἰνοδίη τέταμαι. 5 ἀγγέλλω δὲ βροτοῖσι, καὶ ἄστηλός περ ἐοῦσα, 6 θεῖον ὑλακτητὴν δήμου ἔχουσα κύνα. === epigram 480 === 1 ἤδη μευ τέτριπται ὑπεκκεκαλυμμένον ὀστεῦν 2 ἁρμονίᾐ τʼ, ὦνερ, πλὰξ ἐπικεκλιμένη· 3 ἤδη καὶ σκώληκες ὑπὲκ σοροῦ αὐγάζονται 4 ἡμετέρης· τί πλέον γῆν ἐπιεννύμεθα; 5 ἦ γὰρ τὴν οὔπω πρὶν ἰτὴν ὁδὸν ἐτμήξαντο 6 ἄνθρωποι, κατʼ ἐμῆς νισσόμενοι κεφαλῆς. 7 ἀλλὰ πρὸς ἐγγαίων, Ἀϊδωνέος Ἑρμεία τε 8 καὶ Νυκτός, ταύτης ἐκτὸς ἴτʼ ἀτραπιτοῦ. === epigram 481 === 1 α στάλα βαρύθουσα λέγει τάδε· “ τὰν μινύωρον 2 τὰν μικκὰν Ἀίδας ἅρπασε Θειοδόταν.” 3 χἀ μικκὰ τάδε πατρὶ λέγει πάλιν· “ ἴσχεο λύπας, 4 Θειόδοτε· θνατοὶ πολλάκι δυστυχέες.” === epigram 482 === 1 οὔπω τοι πλόκαμοι τετμημένοι, οὐδὲ σελάνας 2 τοὶ τριετεῖς μηνῶν ἁνιοχεῦντο δρόμοι, 3 Κλεύδικε, Νικασὶς ὅτε σὰν περὶ λάρνακα μάτηρ, 4 τλῆμον, ἐπʼ αἰακτᾷ πόλλʼ ἐβόα στεφάνα, 5 καὶ γενέτας Περίκλειτος· ἐπʼ ἀγνώτῳ δʼ Ἀχέροντι 6 ἡβάσεις ἥβαν, Κλεύδικʼ, ἀνοστοτάταν. === epigram 483 === 1 Ἀίδη ἀλλιτάνευτε καὶ ἄτροπε, τίπτε τοι οὕτω 2 Κάλλαισχρον ζωᾶς νήπιον ὠρφάνισας; 3 ἔσται μὰν ὅ γε παῖς ἐν δώμασι Φερσεφονείοις 4 παίγνιον· ἀλλʼ οἴκοι λυγρὰ λέλοιπε πάθη. === epigram 484 === 1 πέντε κόρας καὶ πέντε Βιὼ Διδύμωνι τεκοῦσα 2 ἄρσενας, οὐδὲ μιᾶς οὐδʼ ἑνὸς ὠνάσατο· 3 ἣ μέγʼ ἀρίστη ἐοῦσα καὶ εὔτεκνος οὐχ ὑπὸ παίδων, 4 ὀθνείαις δʼ ἐτάφη χερσὶ θανοῦσα Βιώ. === epigram 485 === 1 Βάλλεθʼ ὑπὲρ τύμβου πολιὰ κρίνα, καὶ τὰ συνήθη 2 τύμπανʼ ἐπὶ στήλῃ ῥήσσετʼ Ἀλεξιμένευς, 3 καὶ περιδινήσασθε μακρῆς ἀνελίγματα χαίτης 4 Στρυμονίην ἄφετοι θυιάδες ἀμφὶ πόλιν, 5 ἣ γλυκερὰ πνεύσαντος ἐφʼ ὑμετέροισιν † ἀδάπταις 6 πολλάκι πρὸς μαλακοὺς τοῦδʼ ἐχόρευε νόμους. === epigram 486 === 1 πολλάκι τῷδʼ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλείνα 2 μάτηρ ὠκύμορον παῖδʼ ἐβόασε φίλαν, 3 ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιο 4 χλωρὸν ὑπὲρ ποταμοῦ χεῦμʼ Ἀχέροντος ἔβα. === epigram 487 === 1 ὤλεο δὴ πρὸ γάμοιο, Φιλαίνιον, οὐδέ σε μάτηρ 2 Πυθιὰς ὡραίους ἤγαγεν εἰς θαλάμους 3 νυμφίου· ἀλλʼ ἐλεεινὰ καταδρύψασα παρειὰς 4 τεσσαρακαιδεκέτιν τῷδʼ ἐκάλυψε τάφῳ. === epigram 488 === 1 αἰαῖ Ἀριστοκράτεια, σὺ μὲν βαθὺν εἰς Ἀχέροντα 2 οἴχεαι ὡραίου κεκλιμένα πρὸ γάμου· 3 ματρὶ δὲ δάκρυα σᾷ καταλείπεται, ἅ σ’ ἐπὶ τύμβῳ 4 πολλάκι κεκλιμένα κωκύει ἐκ † κεφαλᾶς. === epigram 489 === 1 Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσαν 2 δέξατο Φερσεφόνας κυάνεος θάλαμος, 3 ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳ 4 ἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν. === epigram 490 === 1 παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶ 2 νυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον, 3 κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλʼ ἐπὶ πάντων 4 ἐλπίδας οὐλομένα Μοῖρʼ ἐκύλισε πρόσω. === epigram 491 === 1 αἰαῖ παρθενίας ὀλοόφρονος, ἇς ἄπο φαιδρὰν 2 ἔκλασας ἁλικίαν, ἱμερόεσσα Κλεοῖ· 3 καδδέ σ’ ἀμυξάμεναι περιδάκρυες αἵδʼ ἐπὶ τύμβῳ 4 λᾶες Σειρήνων ἕσταμες εἰδάλιμοι. === epigram 492 === 1 Ὠχόμεθʼ, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων 2 τὰν ἄνομον Γαλατᾶν κύπριν ἀναινόμεναι, 3 παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς 4 Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης. 5 οὐ γὰρ ἐμείναμεν ἅμμα τὸ δυσσεβὲς οὐδʼ Ὑμέναιον 6 νυμφίον, ἀλλʼ Ἀίδην κηδεμόνʼ εὑρόμεθα. === epigram 493 === 1 οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκα 2 οὐδʼ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθα 3 ἀλλʼ αὐταί, πάτρας ὁπότʼ ἔφλεγεν ἄστυ Κορίνθου 4 γοργὸς Ἄρης, ἀίδαν ἄλκιμον εἱλόμεθα. 5 ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ, 6 οὐδʼ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου, 7 ἇψε δʼ ἐναυχενίῳ δειρὰν βρόχῳ· ἦς γὰρ ἀμείνων 8 δουλοσύνας ἁμῖν πότμος ἐλευθέριος. === epigram 494 === 1 ἐν πόντῳ Σώδαμος ὁ Κρὴς θάνεν, ᾧ φίλα, Νηρεῦ, 2 δίκτυα καὶ τὸ σὸν ἦν κεῖνο σύνηθες ὕδωρ, 3 ἰχθυβολεὺς ὁ περισσὸς ἐν ἀνδράσιν. ἀλλὰ θάλασσα 4 οὔ τι διακρίνει χείματος οὐδʼ ἁλιεῖς. === epigram 495 === 1 στυγνὸς ἐπʼ Ἀρκτούρῳ ναύταις πλόος· ἐκ δὲ Βορείης 2 λαίλαπος Ἀσπάσιος πικρὸν ἔτευξα μόρον, 3 οὗ στείχεις παρὰ τύμβον, ὁδοιπόρε· σῶμα δὲ πόντος 4 ἔκρυψʼ Αἰγαίῳ ῥαινόμενον πελάγει. 5 ἠϊθέων δακρυτὸς ἅπας μόρος· ἐν δὲ θαλάσσῃ 6 πλεῖστα πολυκλαύτου κήδεα ναυτιλίης. === epigram 496 === 1 ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον 2 τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν, 3 μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης, 4 ἄγκεα νιφομένης ἀμφὶ Μεθουριάδος. 5 νῦν δʼ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς· οἱ δὲ βαρεῖαν 6 ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι. === epigram 497 === 1 καί ποτε Θυμώδης, τὰ παρʼ ἐλπίδα κήδεα κλαίων, 2 παιδὶ Λύκῳ κενεὸν τοῦτον ἔχευε τάφον 3 οὐδὲ γὰρ ὀθνείην ἔλαχεν κόνιν, ἀλλά τις ἀκτὴ 4 Θυνιὰς ἢ νήσων ποντιάδων τις ἔχει· 5 ἔνθʼ ὅγε που πάντων κτερέων ἄτερ ὀστέα φαίνει 6 γυμνὸς ἐπʼ ἀξείνου κείμενος αἰγιαλοῦ. === epigram 498 === 1 Δᾶμις ὁ Νυσαιεὺς ἐλαχὺ σκάφος ἔκ ποτε πόντου 2 Ἰονίου ποτὶ γᾶν ναυστολέων Πέλοπος, 3 φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαόν, 4 κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων, 5 ἀσκηθεῖς ἐσάωσε· καθιεμένης δʼ ἐπὶ πέτραις 6 ἀγκύρης, ψυχρῶν κάτθανεν ἐκ νιφάδων 7 ἠμύσας ὁ πρέσβυς. ἴδʼ ὡς λιμένα γλυκὺν ἄλλοις 8 δούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα. === epigram 499 === 1 ναυτίλοι ὦ πλώοντες, ὁ Κυμηναῖος Ἀρίστων 2 πάντας ὑπὲρ Ξενίου λίσσεται ὔμμε Διός, 3 εἰπεῖν πατρὶ Μένωνι, παρʼ Ἰκαρίαις ὅτι πέτραις 4 κεῖται, ἐν Αἰγαίῳ θυμὸν ἀφεὶς πελάγει. === epigram 500 === 1 ὦ παρʼ ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα, 2 εἰς Χίον εὖτʼ ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ, 3 ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖρος 4 ὤλεσεν, Εὐίππου δʼ αὐτὸ λέλειπτʼ ὄνομα. === epigram 501 === 1 Εὔρου χειμέριαί σε καταιγίδες ἐξεκύλισαν, 2 Φίλλι, πολυκλύστῳ γυμνὸν ἐπʼ ἠιόνι, 3 οἰνηρῆς Λέσβοιο παρὰ σφυρὸν αἰγίλιπος δέ 4 πέτρου ἁλιβρέκτῳ κεῖσαι ὑπὸ πρόποδι. === epigram 502 === 1 ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνην 2 λείπων εἰς † αὐτὴν ἔρχεαι Ἀμφίπολιν, 3 εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷ 4 Στρυμονίης ἐρίφων ὤλεσε πανδυσίῃ. === epigram 503 === 1 α. ἀρχαίης ὦ θινὸς ἐπεστηλωμένον ἄχθος, 2 εἴποις ὅντινʼ ἔχεις, ἢ τίνος, ἢ ποδαπόν. 3 β. Φίντωνʼ Ἑρμιονῆα Βαθυκλέος, ὃν πολὺ κῦμα 4 ὤλεσεν, Ἀρκτούρου λαίλαπι χρησάμενον. === epigram 504 === 1 Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής, 2 ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεύς, 3 καὶ λάβρου πέρκης δελεάρπαγος, ὅσσα τε κοίλας 4 σήραγγας πέτρας τʼ ἐμβυθίους νέμεται, 5 ἄγρης ἐκ πρώτης ποτʼ ἰουλίδα πετρήεσσαν 6 δακνάζων, ὀλοὴν ἐξ ἁλὸς ἀράμενος, 7 ἔφθιτʼ ὀλισθηρὴ γὰρ ὑπʼ ἐκ χερὸς ἀίξασα 8 ᾤχετʼ ἐπὶ στεινὸν παλλομένη φάρυγα. 9 χὠ μὲν μηρίνθων καὶ δούνακος ἀγκίστρων τε 10 ἐγγὺς ἀπὸ πνοιὴν ἧκε κυλινδόμενος, 11 νήματʼ ἀναπλήσας ἐπιμοίρια· τοῦ δὲ θανόντος 12 Γρίπων ὁ γριπεὺς τοῦτον ἔχωσε τάφον. === epigram 505 === 1 τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκος 2 κύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας. === epigram 506 === 1 κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα· τοῦτο περισσὸν 2 ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο. 3 ἦ γὰρ ἐπʼ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων, 4 Ἰόνιὸν θʼ ὑγρὸν κῦμα κατερχόμενος, 5 τὴν μὲν ἔσωσ’, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων 6 ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος, 7 ἐβρώθην τοῖόν μοι ἐπʼ ἄγριον εὖ μέγα κῆτος 8 ἦλθεν, ἀπέβροξεν δʼ ἄχρις ἐπʼ ὀμφαλίου. 9 χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶν 10 ἤρανθʼ, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο· 11 ᾐόνι δʼ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ, 12 ἔκρυψαν πάτρην δʼ οὐ πάλιν ἱκόμεθα. === epigram 507a === 1 ἄνθρωπʼ, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸς 2 χερνήτεω μικρὸς τύμβος, ἐμοὶ δʼ ἱκανός. === epigram 507b === 1 οὐκ ἐπιδὼν νύμφεια λέχη κατέβην τὸν ἄφυκτον 2 Γόργιππος ξανθῆς Φερσεφόνης θάλαμον. === epigram 508 === 1 Παυσανίην ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν, 2 τόνδʼ, Ἀσκληπιάδην, πατρὶς ἔθαψε Γέλα, 3 ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοις 4 φῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων. === epigram 509 === 1 σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μʼ ἐπέθηκεν 2 Γλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου. === epigram 510 === 1 σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις· ἐν δέ σε πόντῳ, 2 Κλείσθενες, Εὐξείνῳ μοῖρʼ ἔκιχεν θανάτου 3 πλαζόμενον γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστου 4 ἤμπλακες, οὐδʼ ἵκευ Χῖον ἐπʼ ἀμφιρύτην. === epigram 511 === 1 σῆμα καταφθιμένοιο Μεγακλέος εὖτʼ ἂν ἴδωμαι, 2 οἰκτείρω σε, τάλαν Καλλία, οἷʼ ἔπαθες. === epigram 512 === 1 τῶνδε διʼ 2 ἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸς 3 αἰθέρα δαιομένης εὐρυχόρου Τεγέας, 4 οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖαν 5 παισὶ λιπεῖν, αὐτοὶ δʼ ἐν προμάχοισι θανεῖν. === epigram 513 === 1 φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος, 2 ἡνίκʼ ἀφʼ ἱμερτὴν ἔπνεεν ἡλικίην 3 “ὦ, Τιμηνορίδη, παιδὸς φίλου οὔ ποτε λήξεις 4 οὔτʼ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.” === epigram 514 === 1 αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρου 2 ἀενάου στονόεντʼ ἤγαγεν εἰς θάνατον, 3 Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸν 4 Διφίλου αἰχμητὴς υἱὸς ἔθηκʼ ὄνομα. === epigram 515 === 1 αἰαῖ, νοῦσε βαρεῖα· τί δὴ ψυχαῖσι μεγαίρεις 2 ἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν ; 3 ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσας 4 ἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον. === epigram 516 === 1 οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν, 2 Ζεῦ Ξένιʼ οἱ δʼ ὑπὸ γᾶν θέντες ὄναιντο βίου, === epigram 517 === 1 Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ 2 δυομένου Βασιλὼ κάτθανε παρθενικὴ 3 αὐτοχερί· ζώειν γάρ, ἀδελφεὸν ἐν πυρὶ θεῖσα, 4 οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸν 5 πατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνη 6 πᾶσα, τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον. === epigram 518 === 1 Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφη 2 ἐξ ὄρεος καὶ νῦν ἱερὸς Ἀστακίδης. 3 οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνιν 4 ποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα. === epigram 519 === 1 δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ, 2 Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις, 3 τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνου 4 εἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον. === epigram 520 === 1 ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαι 2 ἤ τι περὶ ψυχῆς, ἢ πάλι πῶς ἔσεαι, 3 δίζεσθαι φυλῆς Πτολεμαΐδος, υἱέα πατρὸς 4 Παυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων. === epigram 521 === 1 Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖν 2 καὶ Διδύμην ἀφανὴς οὔτι γάρ ἡ γενεή· 3 καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαι 4 τοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην. === epigram 522 === 1 Τιμονόη, τίς δʼ ἐσσί; μὰ δαίμονας, οὒ σ’ ἂν ἐπέγνων, 2 εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομα 3 στήλῃ, καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶ 4 χῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη. === epigram 523 === 1 οἵτινες Ἀλείοιο παρέρπετε σᾶμα Κίμωνος 2 ἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι. === epigram 524 === 1 α. ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; β. εἰ τὸν Ἀρίμμα 2 τοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί. 3 α. ὦ Χαρίδα, τί τὰ νέρθε; γ. πολὺς σκότος. α. αἱ δʼ ἄνοδοι τί; 4 γ. ψεῦδος. α. ὁ δὲ Πλούτων; γ. μῦθος. α. ἀπωλόμεθα. 5 γ. οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺν 6 βούλει, Πελλαίου βοῦς μέγας εἰν ἀίδῃ. === epigram 525 === 1 ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου με 2 ἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην. 3 εἰδείης δʼ ἄμφω κεν ὁ μέν κοτε πατρίδος ὅπλων 4 ἦρξεν· ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης. 5 οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδας 6 μὴ λοξῷ πολιοὺς οὐκ ἀπέθεντο φίλους. === epigram 526 === 1 Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον, 2 ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖν 3 πατρίδʼ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν, 4 δοῦλα καταγράψας σκῦλα κατʼ Ἰναχιδᾶν; === epigram 527 === 1 Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντα 2 κώκυσαν, μέλεον πυρσὸν ἀναψάμενοι, 3 αἰνόλινε, τρισάωρε· σὺ δʼ ἀντὶ γάμου τε καὶ ἥβης 4 κάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη. === epigram 528 === 1 Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραι 2 κέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους, 3 πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφην 4 Λάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας. === epigram 529 === 1 τόλμα καὶ εἰς ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει, 2 ἃ καὶ Σωσάνδρου παῖδʼ ἐπέβασε πυρᾶς, 3 Δωρόθεον Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλων 4 ἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας. === epigram 530 === 1 μούναν σὺν τέκνοις νεκυοστόλε δέξο με πορθμεῦ 2 τὰν λάλον ἀρκεῖ σοι φόρτος ὁ Τανταλίδης· 3 πληρώσει γαστὴρ μία σὸν σκάφος· εἴσιδε κούρους 4 καὶ κούρας, Φοίβου σκῦλα καὶ Ἀρτέμιδος. === epigram 531 === 1 αὐτά τοι, τρέσσαντι παρὰ χρέος, ὤπασεν ᾅδαν, 2 βαψαμένα κοίλων ἐντὸς ἄρη λαγόνων, 3 μάτηρ ἅ σ’ ἔτεκεν, Δαμάτριε· φᾶ δὲ σίδαρον 4 παιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου, 5 ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον, 6 δερκομένα λοξαῖς, οἷα Λάκαινα, κόραις 7 “ λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον· ἁνίκα δειλὰν 8 οἶσθα φυγάν, τελέθεις οὔτʼ ἐμὸς οὔτε Λάκων.” === epigram 532 === 1 ἔκ με γεωμορίης Ἐτεοκλέα πόντιος ἐλπὶς 2 εἵλκυσεν, ὀθνείης ἔμπορον ἐργασίης· 3 νῶτα δὲ Τυρσηνῆς ἐπάτευν ἁλός· ἀλλʼ ἅμα νηὶ 4 πρηνιχθεὶς κείνης ὕδασιν ἐγκατέδυν, 5 ἀθρόον ἐμβρίσαντος ἀήματος. οὐκ ἄρʼ ἀλωὰς 6 αὑτὸς ἐπιπνείει κεἰς ὀθόνας ἄνεμος. === epigram 533 === 1 καὶ Διὶ καὶ Βρομίῳ με διάβροχον οὐ μέγʼ ὀλισθεῖν, 2 καὶ μόνον ἐκ δοιῶν, καὶ βροτὸν ἐκ μακάρων. === epigram 534 === 1 ἄνθρωπε, ζωῆς περιφείδεο, μηδὲ παρʼ ὥρην 2 ναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος. 3 δείλαιε Κλεόνικε, σὺ δʼ εἰς λιπαρὴν Θάσον ἐλθεῖν 4 ἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης, 5 ἔμπορος, ὦ Κλεόνικε· δύσιν δʼ ὑπὸ Πλειάδος αὐτὴν 6 ποντοπορῶν, αὐτῇ Πλειάδι συγκατέδυς. === epigram 535 === 1 οὐκέθʼ ὁμοῦ χιμάροισιν ἔχειν βίον, οὐκέτι ναίειν 2 ὁ τραγόπους ὀρέων Πὰν ἐθέλω κορυφάς. 3 τί γλυκύ μοι, τί ποθεινὸν ἐν οὔρεσιν; ὤλετο Δάφνις, 4 Δάφνις ὃς ἡμετέρῃ πῦρ ἔτεκε κραδίῃ. 5 ἄστυ τόδʼ οἰκήσω· θηρῶν δέ τις ἄλλος ἐπʼ ἄγρην 6 στελλέσθω. τὰ πάροιθʼ οὐκέτι Πανὶ φίλα. === epigram 536 === 1 οὐδὲ θανὼν ὁ πρέσβυς ἑῷ ἐπιτέτροφε τύμβῳ 2 βότρυν ἀπʼ οἰνάνθης ἥμερον, ἀλλὰ βάτον, 3 καὶ πνιγόεσσαν ἄχερδον, ἀποστύφουσαν ὁδιτῶν 4 χείλεα καὶ δίψει καρφαλέον φάρυγα. 5 ἀλλά τις Ἱππώνακτος ἐπὴν παρὰ σῆμα νέηται, 6 εὐχέσθω κνώσσειν εὐμενέοντα νέκυν. === epigram 537 === 1 ἠρίον οὐκ ἐπὶ πατρί, πολυκλαύτου δʼ ἐπὶ παιδὸς 2 Λῦσις ἄχει κενεὴν τήνδʼ ἀνέχωσε κόνιν, 3 οὔνομα ταρχύσας, ἐπεὶ οὐχ ὑπὸ χεῖρα τοκήων 4 ἤλυθε δυστήνου λείψανα Μαντιθέου. === epigram 538 === 1 Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼς 2 ἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται. === epigram 539 === 1 οὐ προϊδών, Θεότιμε, κακὴν δύσιν ὑετίοιο 2 ἀρκτούρου, κρυερῆς ἥψαο ναυτιλίης, 3 ἥ σε, διʼ Αἰγαίοιο πολυκλήιδι θέοντα 4 νηί, σὺν οἷς ἑτάροις ἤγαγεν εἰς ἀίδην. 5 αἰαῖ, Ἀριστοδίκη δὲ καὶ Εὔπολις, οἳ σ’ ἐτέκοντο, 6 μύρονται, κενεὸν σῆμα περισχόμενοι. === epigram 540 === 1 πρὸς σὲ Διὸς Ξενίου γουνούμεθα, πατρὶ Χαρίνῳ 2 ἄγγειλον Θήβην, ὦνερ, ἐπʼ Αἰολίδα 3 μῆνιν καὶ Πολύνικον ὀλωλότε, καὶ τόδε φαίης, 4 ὡς οὐ τὸν δόλιον κλαίομεν ἄμμι μόρον, 5 καίπερ ὑπὸ Θρῃκῶν φθίμενοι χερός, ἀλλὰ τὸ κείνου 6 γῆρας ἐν ἀργαλέῃ κείμενον ὀρφανίῃ. === epigram 541 === 1 ἔστης ἐν προμάχοις, Χαιρωνίδη, ὧδʼ ἀγορεύσας, 2 ἢ μόρον, ἢ νίκαν, Ζεῦ, πολέμοιο δίδου, 3 ἡνίκα τοι περὶ Τάφρον Ἀχαιίδα τῇ τότε νυκτὶ 4 δυσμενέες θρασέος δῆριν ἔθεντο πόνου. 5 ναὶ μὴν ἀντʼ ἀρετῆς σε διακριδὸν Ἆλις ἀείδει, 6 θερμὸν ἀνὰ ξείνην αἷμα χέαντα κόνιν. === epigram 542 === 1 Ἕβρου χειμερίοις ἀταλὸς κρυμοῖσι δεθέντος 2 κοῦρος ὀλισθηροῖς ποσσὶν ἔθραυσε πάγον, 3 τοῦ παρασυρομένοιο περιρραγὲς αὐχένʼ ἔκοψεν 4 θηγαλέον ποταμοῦ Βιστονίοιο τρύφος. 5 καὶ τὸ μὲν ἡρπάσθη δίναις μέρος· ἡ δὲ τεκοῦσα 6 λειφθὲν ὕπερθε τάφῳ μοῦνον ἔθηκε κάρα. 7 μυρομένη δὲ τάλαινα, τέκος, τέκος, εἶπε, “τὸ 8 μέν σου 9 πυρκαϊή, τὸ δέ σου πικρὸν ἔθαψεν ὕδωρ.” === epigram 543 === 1 πάντα τις ἀρήσαιτο φυγεῖν πλόον, ὁππότε καὶ σύ, 2 Θεύγενες, ἐν Λιβυκῷ τύμβον ἔθευ πελάγει, 3 ἡνίκα σοι κεκμηὸς ἐπέπτατο φορτίδι νηὶ 4 οὖλον ἀνηρίθμων κεῖνο νέφος γεράνων. === epigram 544 === 1 εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἢν ποθʼ ἵκηαι 2 καὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν. 3 ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτʼ ἔρημον 4 εἶδες Λάμπωνος τόνδʼ ἐπὶ παιδὶ τάφον 5 Δερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ, οὐδʼ ἀναφανδόν, 6 κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον. === epigram 545 === 1 τὴν ἀπὸ πυρκαϊῆς ἐνδέξια φασι κέλευθον 2 Ἑρμῆν τοὺς ἀγαθοὺς εἰς Ῥαδάμανθυν ἄγειν, 3 ᾗ καὶ Ἀριστόνοος, Χαιρεστράτου οὐκ ἀδάκρυτος 4 παῖς, ἡγησίλεω δῶμʼ Ἄϊδος κατέβη. === epigram 546 === 1 εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστων 2 ὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χένας, 3 ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείνας 4 ψεύσασθαι λοξοῖς ὄμμασι φερβομένας. 5 νῦν δʼ ὁ μὲν εἰν ἀίδῃ· τὸ δὲ οἱ βέλος ὀρφανὸν ἤχου 6 καὶ χερός· ἡ δʼ ἄγρη τύμβον ὑπερπέταται. === epigram 547 === 1 τὰν στάλαν ἐχάραξε Βιάνωρ οὐκ ἐπὶ ματρί, 2 οὐδʼ ἐπὶ τῷ γενέτᾳ, πότμον ὀφειλόμενον, 3 παρθενικᾷ δʼ ἐπὶ παιδί· κατέστενε δʼ, οὐχ Ὑμεναίῳ, 4 ἀλλʼ Ἀίδᾳ νύμφαν δωδεκέτιν κατάγων. === epigram 548 === 1 α. 2 τίς Δαίμων Ἀργεῖος ἐπʼ ἠρίῳ; ἆρα σύναιμος 3 ἐστὶ Δικαιοτέλους; β. ἐστὶ Δικαιοτέλους. 4 α. 5 ἠχὼ τοῦτʼ ἐλάλησε πανύστατον, ἢ τόδʼ ἀληθές, 6 κεῖνος ὅδʼ ἐστὶν ἀνήρ; β. κεῖνος ὅδʼ ἐστὶν ἀνήρ. === epigram 549 === 1 Πέτρος ἔτʼ ἐν Σιπύλῳ Νιόβη θρήνοις ἀναλύζει 2 ἑπτὰ δὶς ὠδίνων δυρομένη θάνατον 3 λήξει δʼ οὐδʼ αἰῶνι γόου. τί δʼ ἀλαζόνα μῦθον 4 φθέγξατο, τὸν ζωῆς ἅρπαγα καὶ τεκέων ; === epigram 550 === 1 Ναυηγὸς γλαυκοῖο φυγὼν Τρίτωνος ἀπειλὰς 2 Ἀνθεὺς Φθιώτην οὐ φύγεν αἰνόλυκον· 3 Πηνειοῦ παρὰ χῦμα γὰρ ὤλετο. φεῦ τάλαν ὅστις 4 Νηρεΐδων Νύμφας ἔσχεν ἀπιστοτέρας. === epigram 551 === 1 Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντε 2 ξυνὴν μὲν βιότου συζυγίην ἐχέτην, 3 ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖνα 4 Βοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν. 5 οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην, 6 ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην. 7 χαίρετον ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δʼ ὑμέων 8 ὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης. === epigram 552 === 1 α. ὦ ξένε, τί κλαίεις; β. διὰ σὸν μόρον. α. οἶσθα τίς εἰμι; 2 β. οὐ μὰ τὸν ἀλλʼ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος. 3 ἐσσὶ δὲ τίς; α. Περίκλεια. β. γυνὴ τίνος; α. ἀνδρὸς ἀρίστου, 4 ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου. 5 β. πῶς δέ σε Βοσπορίη κατέχει κόνις; α. εἴρεο μοῖραν, 6 ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον. 7 β. παῖδα λίπες ; α. τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύων 8 ἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα. 9 β. αἴθε καλῶς ζώοι. α. ναί, ναί, φίλος, εὔχεο κείνῳ, 10 ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι. === epigram 553 === 1 Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη, 2 καὶ τῷ σώματι νῦν εὗρεν ἐλευθερίην. === epigram 554 === 1 Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντι 2 χερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον, 3 αἰαῖ, πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος, 4 ἀλλʼ ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος.. 5 φεῦ, στήλη φθιμένῳ κούφη μένε, κεῖνος ἵνʼ εἴπῃ· 6 ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον. === epigram 555 === 1 ἐς πόσιν ἀθρήσασα παρʼ ἐσχατίης λίνα μοίρης 2 ᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους· 3 τοὺς μὲν, ὅτι ζωὸν λίπον ἀνέρα· τοὺς δʼ, ὅτι τοῖον. 4 ἀλλὰ πατήρ μίμνοι παισὶν ἐφʼ ἡμετέροις. === epigram 555b === 1 τοῦτο σαοφροσύνας ἀντάξιον εὕρεο, Νοστώ· 2 δάκρυά σοι γαμέτας σπεῖσε καταφθιμένᾳ. === epigram 556 === 1 νηλειὴς Ἀίδης· ἐπὶ σοὶ δʼ ἐγέλασσε θανόντι, 2 Τίτυρε, καὶ νεκύων θῆκέ σε μιμολόγον. === epigram 557 === 1 τρεῖς ἐτέων δεκάδες, Μαίης χρόνος· ἐς τρία δʼ ἄλλα 2 ἔτρεχεν, ἀλλʼ Ἀίδης πικρὸν ἔπεμψε βέλος· 3 θηλυτέρην δʼ ἥρπαξε ῥόδων καλύκεσσιν ὁμοίην, 4 πάντʼ ἀπομαξαμένην ἔργα τὰ Πηνελόπης. === epigram 558 === 1 ᾌδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην, 2 κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος. 3 οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο, 4 μητρὸς δʼ ἐξ Ἀγάθης· ἀλλὰ μάτην γενόμην. 5 ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας, 6 φεῦ, σοφὸς εἰς ἀίδην, καὶ νέος εἰς ἔρεβος. 7 κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα· 8 δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ. === epigram 559 === 1 εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτην 2 πρῶτον ἐφʼ Ἱπποκράτει, καὶ δεύτερον ἀμφὶ Γαληνῷ· 3 καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται, 4 αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι. === epigram 560 === 1 εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει, 2 εἰ καὶ ἐρικλαύτων τῆλʼ ἔθανες γονέων, 3 πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶν 4 δάκρυα, δυστλήτῳ πένθεϊ δαπτομένων. 5 πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος, οἷά τε πάντων 6 ξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος. 7 αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα, 8 μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη. === epigram 561 === 1 ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρʼ ἔτικτεν 2 ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων, 3 τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα, τὸν καὶ ἀνιγροῖς 4 κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις. 5 εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης 6 μέμφεο, βουλομένης κόσμον ἄκοσμον ἔχειν. === epigram 562 === 1 ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον εἴ γε καὶ αὐδῆς 2 ἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις; 3 ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆς 4 ὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα. 5 οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαι 6 ὦτα λόγοις· κρατερῷ δʼ ἓν τέλος ἠδὲ λόγοις. === epigram 563 === 1 σιγᾷς Χρυσεόμαλλε τὸ χάλκεον, οὐκέτι δʼ ἡμῖν 2 εἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπων 3 νεύμασιν ἀφθόγγοισι· τεὴ δʼ, ὄλβιστε, σιωπὴ 4 νῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα. === epigram 564 === 1 τῇδὲ ποτʼ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσα 2 Λαοδίκην, δηΐων ὕβριν ἀλευομένην. 3 σῆμα δʼ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο, 4 Μάξιμος ἔκδηλον θῆκʼ Ἀσίης ὕπατος, 5 καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατʼ ἄλλῃ 6 κείμενον ἀκλειῶς, τῷδʼ ἐπέθηκε κύκλῳ. === epigram 565 === 1 αὐτὴν Θειοδότην ὁ ζωγράφος. αἴθε δὲ τέχνης 2 ἤμβροτε, καὶ λήθην δῶκεν ὀδυρομένοις. === epigram 566 === 1 γαῖα, καὶ Εἰλείθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις· 2 χαίρετον ἀμφοτέρας ἤνυσα τὸ στάδιον. 3 εἶμι δέ, μὴ νοέων πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέας 4 ἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην. === epigram 567 === 1 Κανδαύλου τόδε σῆμα· δίκη δʼ ἐμὸν οἶτον ἰδοῦσα 2 οὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη. 3 ἤθελε γὰρ δισσοῖσιν ὑπʼ ἀνδράσι μηδὲ φανῆναι, 4 ἀλλʼ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον. 5 χρῆν ἄρα Κανδαύλην παθέειν κακὸν οὐ γὰρ ἂν ἔτλη 6 δεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις. === epigram 568 === 1 ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων, 2 ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν. 3 ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες, οὐδʼ ἐπὶ παστοὺς 4 ἠγάγετʼ οὐδʼ ἐρατῆς ἔργα τεκνοσπορίης; 5 οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιον 6 μέλλον ἄγειν στυγεροῦ δʼ εἰς Ἀχέροντος ἔβην. 7 ἀλλὰ θεοί, λίτομαι, μητρός γε γόους πατέρος τε 8 παύσατε, τηκομένων εἵνεκʼ ἐμεῦ φθιμένης. === epigram 569 === 1 ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ, 2 εὖτʼ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην 3 “ κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος, 4 αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος· 5 ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο, 6 ὄφρʼ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.” === epigram 570 === 1 Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβον 2 ἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτων 3 ὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲν 4 αὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε. === epigram 571 === 1 Ὀρφέος οἰχομένου, τάχα τις τότε λείπετο Μοῦσα· 2 σεῦ δέ, Πλάτων, φθιμένου, παύσατο καὶ κιθάρη· 3 ἦν γὰρ ἔτι προτέρων μελέων ὀλίγη τις ἀπορρὼξ 4 ἐν σαῖς σῳζομένη καὶ φρεσὶ καὶ παλάμαις. === epigram 572 === 1 οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ, 2 λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου· 3 ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργους 4 ἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους. 5 ξυνὴ δʼ ἀμφοτέρους κατέχει παγίς· εἰν ἑνὶ δʼ ἄμφω 6 κεῖνται, συζυγίης οὐκέτι παυόμενοι. === epigram 573 === 1 Χειρεδίου τόδε σῆμα, τὸν ἔτρεφεν Ἀτθὶς ἄρουρα 2 εἰκόνα ῥητήρων τῆς προτέρης δεκάδος, 3 ῥηιδίως πείθοντα δικασπόλον· ἀλλὰ δικάζων 4 οὔποτε τῆς ὀρθῆς οὐδʼ ὅσον ἐτράπετο. === epigram 574 === 1 θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ· 2 μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους· 3 ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων, 4 οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης. 5 οἰκτρὰ δʼ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι 6 κείμενον, οὗ θιάσου κόσμον ὀδυρόμενοι· 7 ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ, 8 αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη. 9 ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς 10 ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην. === epigram 575 === 1 σῆμα Ῥόδης· Τυρίη δὲ γυνὴ πέλεν ἀντὶ δὲ πάτρης 2 ἵκετο τήνδε πόλιν, κηδομένη τεκέων. 3 αὕτη ἀειμνήστοιο λέχος κόσμησε Γεμέλλου, 4 ὃς πάρος εὐνομίης ἴδμονα θῆκε πόλιν. 5 γρηῢς μὲν μόρον εὗρεν, ὄφελλε δὲ μυρία κύκλα 6 ζώειν τῶν ἀγαθῶν οὐ δεχόμεσθα κόρον. === epigram 576 === 1 α. κάτθανες, ὦ Πύρρων; β. ἐπέχω. α. πυμάτην μετὰ μοῖραν 2 φὴς ἐπέχειν; β. ἐπέχω. α. σκέψιν ἔπαυσε τάφος. === epigram 577 === 1 ὅστις με τριόδοισι μέσαις τάρχυσε θανόντα, 2 λυγρὰ παθὼν τύμβου μηδʼ ὀλίγοιο τύχοι, 3 πάντες ἐπεὶ Τίμωνα νέκυν πατέουσιν ὁδῖται, 4 καὶ μόρος ἄμμι μόνοις ἄμμορος ἡσυχίης. === epigram 578 === 1 τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων, 2 τὸν λασιοστέρνων παίγνια παρδαλίων, 3 τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸς 4 σκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην. 5 αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται, 6 αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων. === epigram 579 === 1 Πέτρου ὁρᾷς ῥητῆρος ἀεὶ γελόωσαν ὀπωπήν, 2 ἐξόχου εἰν ἀγοραῖς, ἐξόχου. ἐν φιλίῃ. 3 ἐν δὲ Διωνύσου θηεύμενος ὤλετο μοῦνος, 4 ὑψόθεν ἐκ τέγεος σὺν πλεόνεσσι πεσών, 5 βαιὸν ἐπιζήσας, ὅσον ἤρκεσε. τοῦτον ἔγωγε 6 ἄγριον οὐ καλέω, τὸν δὲ φύσει θάνατον. === epigram 580 === 1 οὔποτέ με κρύψεις ὑπὸ πυθμένα νείατον αἴης 2 τόσσον, ὅσον κρύψαι πάνσκοπον ὄμμα Δίκης. === epigram 581 === 1 ἀντὶ φόνου τάφον ἄμμι χαρίζεαι, ἀλλὰ καὶ αὐτὸς 2 ἴσων ἀντιτύχοις οὐρανόθεν χαρίτων. === epigram 582 === 1 χαῖρέ μοι, ὦ ναυηγέ, καὶ εἰς Ἀίδαο περήσας 2 μέμφεο μὴ πόντου κύμασιν, ἀλλʼ ἀνέμοις. 3 κεῖνοι μὲν σ’ ἐδάμασσαν ἁλὸς δέ σε μείλιχον ὕδωρ 4 ἐς χθόνα καὶ πατέρων ἐξεκύλισε τάφους. === epigram 583 === 1 Ἀβάλε μηδʼ ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα· 2 οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις. 3 νῦν δʼ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται, 4 γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος· 5 τρισσὴ δʼ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνει 6 τὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον. 7 κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης· 8 αὕτη γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις. === epigram 584 === 1 Πλώεις ναυηγόν με λαβὼν καὶ σήματι χώσας ; 2 πλῶε, Μαλειάων ἄκρα φυλασσόμενος· 3 αἰεὶ δʼ εὐπλοΐην μεθέποις φίλος· ἢν δέ τι ῥέξῃ 4 ἄλλο Τύχη, τούτων ἀντιάσαις χαρίτων. === epigram 585 === 1 Μύγδων τέρμα βίοιο λαχὼν, αὐτόστολος ἦλθεν 2 εἰς ἀίδην, νεκύων πορθμίδος οὐ χατέων. 3 ἣν γὰρ ἔχε ζώων βιοδώτορα, μάρτυρα μόχθων, 4 ἄγραις εἰναλίαις πολλάκι βριθομένην, 5 τήνδε καὶ ἐν θανάτῳ λάχε σύνδρομον, εὖτε τελευτὴν 6 εὕρετο συλλήξας ὁλκάδι καιομένῃ. 7 οὕτω πιστὸν ἄνακτι πέλεν σκάφος, οἶκον ἀέξον 8 Μύγδονι, καὶ σύμπλουν ἐς βίον, ἐς θάνατον, === epigram 586 === 1 οὔτι σε πόντος ὄλεσσε καὶ οὐ πνείοντες ἀῆται, 2 ἀλλʼ ἀκόρητος ἔρως φοιτάδος ἐμπορίης. 3 εἴη μοι γαίης ὀλίγος βίος· ἐκ δὲ θαλάσσης 4 ἄλλοισιν μελέτω κέρδος ἀελλομάχον. === epigram 587 === [εἰς Πάμφιλον φιλόσοφον] 1 χθών σε τέκεν, πόντος δὲ διώλεσε, δέκτο δὲ θῶκος 2 Πλουτῆος· κεῖθεν δʼ οὐρανὸν εἰσανέβης. 3 οὐχ ὡς ναυηγὸς δὲ βυθῷ θάνες, ἀλλʼ ἵνα πάντων 4 κλήροις ἀθανάτων, Πάμφιλε, κόσμον ἄγῃς. === epigram 588 === 1 Δαμόχαρις Μοίρης πυμάτην ὑπεδύσατο σιγήν. 2 φεῦ· τὸ καλὸν Μούσης βάρβιτον ἠρεμέει· 3 ὤλετο γραμματικῆς ἱερὴ βάσις. ἀμφιρύτη Κῶς, 4 καὶ πάλι πένθος ἔχεις οἷον ἐφʼ Ἱπποκράτει. === epigram 589 === 1 μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα, 2 μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης, 3 οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν, 4 θεσμῶν τʼ Αὐσονίων ἐλπίδα μαψιδέην, 5 ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίην 6 ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη. 7 καὶ τὸν μὲν κατέχει χθόνιος τάφος· ἀντὶ δʼ ἐκείνου 8 οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα. === epigram 590 === 1 α. κλεινὸς Ἰωάννης. β. θνητός, λέγε. α. γαμβρὸς ἀνάσσης. 2 β. θνητὸς ὅμως. α. γενεῆς ἄνθος Ἀναστασίου. 3 β. θνητοῦ κἀκείνου. α. βίον ἔνδικος. β. οὐκέτι τοῦτο 4 θνητὸν ἔφης· ἀρεταὶ κρείσσονές εἰσι μόρου. === epigram 591 === 1 Ὑπατίου τάφος εἰμί· νέκυν δʼ οὔ φημι καλύπτειν 2 τόσσου τόσσος ἐὼν Αὐσονίων προμάχου· 3 γαῖα γὰρ αἰδομένη λιτῷ μέγαν ἀνέρα χῶσαι 4 σήματι, τῷ πόντῳ μᾶλλον ἔδωκεν ἔχειν. === epigram 592 === 1 αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοισι θαλάσσης 2 κύμασιν, Ὑπατίου σῶμα καλυψαμένοις· 3 ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον, οἷα θανόντα, 4 καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν. 5 ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸν 6 τίμησεν σήματι σήματι τῷδε νέκυν. === epigram 593 === 1 τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐᾳ καὶ ἀοιδᾷ, 2 τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας, 3 Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δʼ ἐπὶ τύμβῳ 4 κείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη. === epigram 594 === 1 μνῆμα σόν, ὦ Θεόδωρε, πανατρεκές, οὐκ ἐπὶ τύμβῳ, 2 ἀλλʼ ἐνὶ βιβλιακῶν μυριάσιν σελίδων, 3 αἷσιν ἀνεζώγρησας ἀπολλυμένων, ἀπὸ λήθης 4 ἁρπάξας, νοερῶν μόχθον ἀοιδοπόλων. === epigram 595 === 1 κάτθανε μὲν Θεόδωρος· ἀοιδοπόλων δὲ παλαιῶν 2 πληθὺς οἰχομένη νῦν θάνεν ἀτρεκέως. 3 πᾶσα γὰρ ἐμπνείοντι συνέπνεε, πᾶσα δʼ ἀπέσβη 4 σβεννυμένου· κρύφθη δʼ εἰν ἑνὶ πάντα τάφῳ. === epigram 596 === 1 ναὶ μὰ τὸν ἐν γαίῃ πύματον δρόμον, οὔτε μʼ ἄκοιτις 2 ἔστυγεν, οὔτʼ αὐτὸς Θεύδοτος Εὐγενίης 3 ἐχθρὸς ἑκὼν γενόμην ἀλλὰ φθόνος ἠέ τις ἄτη 4 ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην. 5 νῦν δʼ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες 6 ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα. === epigram 597 === 1 ἡ γλυκερὸν μέλψασα καὶ ἄλκιμον, ἡ θρόον αὐδῆς 2 μούνη θηλυτέρης στήθεσι ῥηξαμένη, 3 κεῖται σιγαλέη· τόσον ἔσθενε νήματα Μοίρης, 4 ὡς λιγυρὰ κλεῖσαι χείλεα Καλλιόπης. === epigram 598 === 1 οὔτε φύσις θήλεια, καὶ οὐ πολιοῖο καρήνου 2 ἀδρανίη φωνῆς σῆς κατέλυσε βίην 3 ἀλλὰ μόλις ξυνοῖσι νόμοις εἴξασα τελευτῆς, 4 φεῦ, φεῦ, Καλλιόπη, σὴν κατέλυσας ὄπα. === epigram 599 === 1 οὔνομα μὲν Κάλη, φρεσὶ δὲ πλέον ἠὲ προσώπῳ, 2 κάτθανε· φεῦ, Χαρίτων ἐξαπόλωλεν ἔαρ. 3 καὶ γὰρ ἔην Παφίῃ πανομοίιος, ἀλλὰ συνεύνῳ 4 μούνῳ· τοῖς δʼ ἑτέροις Παλλὰς ἐρυμνοτάτη. 5 τίς λίθος οὐκ ἐγόησεν, ὅτʼ ἐξήρπαξεν ἐκείνην 6 εὐρυβίης Ἀίδης ἀνδρὸς ἀπʼ ἀγκαλίδων ; === epigram 600 === 1 ὥριος εἷχέ σε παστάς, ἀώριος εἷλέ σε τύμβος, 2 εὐθαλέων Χαρίτων ἄνθος, Ἀναστασίη. 3 σοὶ γενέτης, σοὶ πικρὰ πόσις κατὰ δάκρυα λείβει, 4 σοὶ τάχα καὶ πορθμεὺς δακρυχέει νεκύων 5 οὐ γὰρ ὅλον λυκάβαντα διήνυσας ἄγχι συνεύνου, 6 ἀλλʼ ἑκκαιδεκέτιν, φεῦ, κατέχει σε τάφος. === epigram 601 === 1 φεῦ, φεῦ, ἀμετρήτων χαρίτων ἔαρ ἡδὺ μαραίνει 2 ἀμφὶ σοὶ ὠμοφάγων χεῖμα τὸ νερτερίων. 3 καὶ σὲ μὲν ἥρπασε τύμβος ἀπʼ ἠελιώτιδος αἴγλης, 4 πέμπτον ἐφʼ ἑνδεκάτῳ πικρὸν ἄγουσαν ἔτος, 5 σὸν δὲ πόσιν γενέτην τε κακαῖς ἀλάωσεν ἀνίαις, 6 οἷς πλέον ἠελίου λάμπες, Ἀναστασίη. === epigram 602 === 1 Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον ἀλλά σε κηρὸν 2 δέρκομαι, οὐδʼ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔπος 3 ἕζεται ἐν στομάτεσσι· τεὴ δʼ εὐάνθεμος ἥβη, 4 αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις. 5 πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦ 6 τετράκις ἓξ μούνους ἔδρακες ἠελίους· 7 οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆρος 8 ὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενος 9 τὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην, 10 ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην. === epigram 603 === 1 α. ἄγριός ἐστι Χάρων. β. πλέον ἤπιος. α. ἥρπασεν ἤδη 2 τὸν νέον. β. ἀλλὰ νόῳ τοῖς πολιοῖσιν ἴσον. 3 α. τερπωλῆς δʼ ἀπέπαυσεν. β. Ἀπεστυφέλιξε δὲ μόχθων. 4 α. οὐκ ἐνόησε γάμους. β. οὐδὲ γάμων ὀδύνας. === epigram 604 === 1 λέκτρα σοι ἀντὶ γάμων ἐπιτύμβια, παρθένε κούρη, 2 ἐστόρεσαν παλάμαις πενθαλέαις γενέται. 3 καὶ σὺ μὲν ἀμπλακίας βιότου καὶ μόχθον Ἐλευθοῦς 4 ἔκφυγες· οἱ δὲ γόων πικρὸν ἔχουσι νέφος. 5 δωδεκέτιν γὰρ μοῖρα, Μακηδονίη, σε καλύπτει, 6 κάλλεσιν ὁπλοτέρην, ἤθεσι γηραλέην. === epigram 605 === 1 σοὶ σορὸν εὐλάιγγα, Ῥοδοῖ, καὶ τύμβον ἐγείρει, 2 ῥύσιά τε ψυχῆς δῶρα πένησι νέμει, 3 ἀντʼ εὐεργεσίης γλυκερὸς πόσις· ὅττι θανοῦσα 4 ὠκύμορος κείνῳ δῶκας ἐλευθερίην. === epigram 606 === 1 Πρηΰς, ἐλευθερίην ἐπιειμένος, ἡδὺς ἰδέσθαι, 2 ἐν βιότῳ προλιπὼν υἱέα γηροκόμον, 3 τύμβον ἔχει Θεόδωρος ἐπʼ ἐλπίδι κρέσσονι μοίρης, 4 ὄλβιος ἐν καμάτοις, ὄλβιος ἐν θανάτῳ. === epigram 607 === 1 Ψυλλὼ πρεσβυγενὴς τοῖς κληρονόμοις φθονέσασα, 2 αὐτὴ κληρονόμος τῶν ἰδίων γέγονεν 3 ἁλλομένη δὲ τάχος κατέβη δόμον εἰς Ἀίδαο, 4 ταῖς δαπάναις τὸ ζῆν σύμμετρον εὑρομένη. 5 πάντα φαγοῦσα βίον συναπώλετο ταῖς δαπάναισιν 6 ἥλατο δʼ εἰς ἀίδην, ὡς ἀπεκερμάτισεν, === epigram 608 === 1 υἱέος ὠκυμόρου θάνατον πενθοῦσα Μενίππη 2 κωκυτῷ μεγάλῳ πνεῦμα συνεξέχεεν, 3 οὐδʼ ἔσχεν παλίνορσον ἀναπνεύσασα γοῆσαι· 4 ἀλλʼ ἅμα καὶ θρήνου παύσατο καὶ βιότου. === epigram 609 === 1 Ἀττικὸς ἐς ξυνήν με παναγρέος ἐλπίδα Μοίρης 2 θυμῷ θαρσαλέῳ ζῶν ἐλάχηνε τάφον, 3 παίζων ἐξ ἀρετῆς θανάτου φόβον. ἀλλʼ ἐπὶ δηρὸν 4 ἠέλιος σοφίης μιμνέτω ἠελίῳ. === epigram 610 === 1 ἥρπασέ τις νύμφην, καὶ τὸν γάμον ἥρπασε δαίμων, 2 ψυχῶν συλήσας τερπομένην ἀγέλην. 3 εἷς γάμος εἰκοσιπέντε τάφους ἔπλησε θανόντων. 4 πάνδημος δὲ νεκρὼν εἷς γέγονεν θάλαμος. 5 νύμφη Πενθεσίλεια πολύστονε, νυμφίε Πενθεῦ, 6 ἀμφοτέρων ὁ γάμος πλούσιος ἐν θανάτοις. === epigram 611 === 1 παρθενικὴν Ἑλένην μετʼ ἀδελφεὸν ἄρτι θανόντα 2 δειλαίη μήτηρ κόψατο διπλασίως. 3 μνηστῆρες δʼ ἐγόησαν ἴσον γόον ἦν γὰρ ἑκάστῳ 4 θρηνεῖν τὴν μήπω μηδενὸς ὡς ἰδίην. === epigram 612 === 1 φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸν 2 Ῥώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις. 3 ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί, 4 ὥσπερ Ἰωάννῃ πάντα συνολλύμενα. 5 καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι, 6 τύμβον Ἰωάννης ἀνθʼ Ἑλικῶνος ἔχειν. === epigram 613 === [ἐπὶ Διογένει ἀδελφόπαιδι] 1 σοὶ τόδε, Διόγενες, θαλερῆς μνημήιον ἥβης 2 πόντῳ ἐν Εὐξείνῳ θήκατο Φρὺξ γενέτης, 3 φεῦ, πάτρης ἑκὰς ὅσσον. ἄγεν δέ σε νεῦμα Θεοῖο, 4 πατρὸς ἀδελφειῷ πένθος ὀφειλόμενον, 5 ὅς σε περιστείλας ἱερῇ παλάμῃ τε καὶ εὐχῇ 6 γείτονα τῆς μακάρων θῆκε χοροστασίης. === epigram 614 === 1 Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξις 2 ἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος· 3 ὅκκα δʼ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσας 4 τὰν Μυτιληναίων γᾶν ἀλάπαξε Πάχης, 5 τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνως 6 ἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος. 7 ταὶ δὲ κατʼ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην, 8 καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτην 9 δάμῳ δʼ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος, 10 μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην.. 11 τοῖα μὲν, ὦ κούρα, πεπονήκατον ἂψ δʼ ἐπὶ πάτραν 12 ἥκετον, ἐν δʼ αὐτᾷ κεῖσθον ἀποφθιμένα· 13 εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνων 14 εὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας· 15 ὑμνεῦσιν δʼ ἔτι πάντες ὁμόφρονας ἡρωίνας, 16 πάτρας καὶ ποσίων πήματα τισαμένας. === epigram 615 === 1 Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδας 2 Μουσαῖον, φθίμενον σῶμʼ ὑπὸ τῷδε τάφῳ. === epigram 616 === 1 ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα, 2 Μούσης Οὐρανίης υἱὸν ἐυστεφάνου. === epigram 617 === 1 Θρήικα χρυσολύρην τῇδʼ Ὀρφέα Μοῦσαι ἔθαψαν, 2 ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει. === epigram 618 === 1 ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ 2 ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη. === epigram 619 === 1 πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθος 2 κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει. === epigram 620 === 1 μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰ 2 τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός· 3 καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη, 4 οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν. === epigram 621 === 1 ἐνθάδʼ ἐγὼ Σοφοκλῆς στυγερὸν δόμον Ἄϊδος ἔσβην 2 κάμμορος, εἴδατι Σαρδῴῳ σελίνοιο γελάσκων. 3 ὣς μὲν ἐγών, ἕτεροι δʼ ἄλλως· πάντες δέ τε πάντως. === epigram 622 === 1 Βόρχος ὁ βουποίμην ὅτʼ ἐπὶ γλυκὺ κηρίον εἷρπεν, 2 αἰγίλιπα σχοίνῳ πέτρον ἐπερχόμενος, 3 εἵπετό οἱ σκυλάκων τις ὁ καὶ βοσίν, ὃς φάγε λεπτὴν 4 σχοῖνον ἀνελκομένῳ χραινομένην μέλιτι· 5 κάππεσε δʼ εἰς Ἀίδαο· τὸ δʼ ἀτρυγὲς ἀνδράσιν ἄλλοις 6 κεῖνο μέλι ψυχῆς ὤνιον εἰρύσατο. === epigram 623 === 1 ἕλκε, τάλαν, παρὰ μητρὸς ὃν οὐκέτι μαστὸν ἀμέλξεις· 2 ἕλκυσον ὑστάτιον νᾶμα καταφθιμένης· 3 ἤδη γὰρ ξιφέεσσι λιπόπνοος· ἀλλὰ τὰ μητρὸς 4 φίλτρα καὶ εἰν ἀίδῃ παιδοκομεῖν ἔμαθεν. === epigram 624 === 1 ἔρροις, Ἰονίοιο πολυπτοίητε θάλασσα, 2 νηλὴς, Ἀίδεω πορθμὲ κελαινοτάτου, 3 ἣ τόσσους κατέδεξο. τίς ἂν τεά, κάμμορε, λέξαι 4 αἴσυλα, δυστήνων αἶσαν ὀπιζόμενος; 5 Αἰγέα καὶ Λαβέωνα σὺν ὠκυμόροισιν ἑταίροις 6 νηί τε σὺν πάσῃ βρύξας ἁλιρροθίῃ. === epigram 625 === 1 εἰδότα κἠπʼ 2 Ἄτλαντα τεμεῖν πόρον, εἰδότα Κρήτης 3 κύματα καὶ Πόντου ναυτιλίην Μέλανος, 4 Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόντα 5 ἐν λιμένι, πρῴρης νύκτερον ἐκχύμενον, 6 δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτʼ ἤμεεν. ἆ πόσον ὕδωρ 7 ὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει. === epigram 626 === 1 ἐσχατιαὶ Λιβύων Νασαμωνίδες, οὐκέτι θηρῶν 2 ἔθνεσιν ἠπείρου νῶτα βαρυνόμεναι, 3 ἠχοῖ ἐρημαίαισιν ἐπηπύσεσθε λεόντων 4 ὠρυγαῖς ψαμάθους ἄχρις ὑπὲρ Νομάδων, 5 φῦλον ἐπεὶ νήριθμον ἐν ἰχνοπέδαισιν ἀγρευθὲν 6 ἐς μίαν αἰχμηταῖς Καῖσαρ ἔθηκεν ὁ παῖς· 7 αἱ δὲ πρὶν ἀγραύλων ἐγκοιτάδες ἀκρώρειαι 8 θηρῶν, νῦν ἀνδρῶν εἰσὶ βοηλασίαι. === epigram 627 === 1 ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα, 2 κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου· 3 Θύνιον Ἀστακίην δὲ μάλʼ ἤκαχες, ἥ σε μάλιστα 4 οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον, 5 Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας 6 μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας. === epigram 628 === 1 ἠρνήσαντο καὶ ἄλλαι ἑὸν πάρος οὔνομα νῆσοι 2 ἀκλεές, ἐς δʼ ἀνδρῶν ἦλθον ὁμωνυμίην· 3 κληθείητε καὶ ὔμμες Ἐρωτίδες· οὐ νέμεσίς τοι, 4 ὀξεῖαι, ταύτην κλῆσιν ἀμειψαμέναις. 5 παιδὶ γάρ, ὃν τύμβῳ Δίης ὑπεθήκατο βώλου, 6 οὔνομα καὶ μορφὴν αὐτὸς ἔδωκεν Ἔρως. 7 ὦ χθὼν σηματόεσσα, καὶ ἡ παρὰ θινὶ θάλασσα, 8 παιδὶ σὺ μὲν κούφη κεῖσο, σὺ δʼ ἡσυχίη. === epigram 629 === 1 ἦ χθαμαλὴν ὑπέδυς ὁ τόσος κόνιν; εἰς σέ τις ἀθρῶν, 2 Σώκρατες, Ἑλλήνων μέμψεται ἀκρισίην· 3 νηλέες, οἳ τὸν ἄριστον ἀπώλεσαν, οὐδὲ ἓν αἰδοῖ 4 δόντες. τοιοῦτοι πολλάκι Κεκροπίδαι. === epigram 630 === 1 ἤδη που πάτρης πελάσας σχεδόν, αὔριον, εἶπον, 2 ἡ μακρὴ κατʼ ἐμοῦ δυσπλοΐη κοπάσει. 3 οὔπω χεῖλος ἔμυσε, καὶ ἦν ἴσος Ἄϊδι πόντος, 4 καί με κατέτρυχεν κεῖνο τὸ κοῦφον ἔπος. 5 πάντα λόγον πεφύλαξο τὸν αὔριον· οὐδὲ τὰ μικρὰ 6 λήθει τὴν γλώσσης ἀντίπαλον Νέμεσιν. === epigram 631 === 1 ἢν ἄρα Μιλήτου Φοιβήιον 〈ὅρμον〉 ἵκησθε, 2 λέξατε Διογένει πένθιμον ἀγγελίην, 3 παῖς ὅτι οἱ ναυηγὸς ὑπὸ χθονὶ κεύθεται Ἄνδρου 4 Δίφιλος, Αἰγαίου κῦμα πιὼν πελάγευς. === epigram 632 === 1 κλίμακος ἐξ ὀλίγης ὀλίγον βρέφος ἐν Διοδώρου 2 κάππεσεν, ἐκ δʼ ἐάγη καίριον ἀστράγαλον, 3 δινηθεὶς προκάρηνος. ἐπεὶ δʼ ἴδε θεῖον ἄνακτα 4 ἀντόμενον, παιδνὰς αὐτίκʼ ἔτεινε χέρας. 5 ἀλλὰ σὺ νηπιάχου δμωός, κόνι, μήποτε βρίθειν 6 ὀστέα, τοῦ διετοῦς φειδομένη Κόρακος. === epigram 633 === 1 καὶ αὐτὴ ἤχλυσεν ἀκρέσπερος ἀντέλλουσα 2 μήνη, πένθος ἑὸν νυκτὶ καλυψαμένη, 3 οὕνεκα τὴν χαρίεσσαν ὁμώνυμον εἶδε Σελήνην 4 ἄπνουν εἰς ζοφερὸν δυομένην ἀίδην. 5 κείνῃ γὰρ καὶ κάλλος ἑοῦ κοινώσατο φωτὸς, 6 καὶ θάνατον κείνης μίξεν ἑῷ κνέφεϊ. === epigram 634 === 1 Νεκροδόκον κλιντῆρα Φίλων ὁ πρέσβυς ἀείρων 2 ἐγκλιδόν, ὄφρα λάβοι μισθὸν ἐφημέριον, 3 σφάλματος ἐξ ὀλίγοιο πεσὼν θάνεν ἦν γὰρ ἕτοιμος 4 εἰς ἀίδην, ἐκάλει δʼ ἡ πολιὴ πρόφασιν 5 ὃν δʼ ἄλλοις ἐφόρει νεκυοστόλον, αὐτὸς ἐφʼ αὑτῷ 6 ἀσκάντην ὁ γέρων ἀχθοφορῶν ἔλαθεν. === epigram 635 === 1 ναῦν Ἱεροκλείδης ἔσχεν σύγγηρον, ὁμόπλουν, 2 τὴν αὐτὴν ζωῆς καὶ θανάτου σύνοδον, 3 πιστὴν ἰχθυβολεῦντι συνέμπορον. οὔτις ἐκείνης 4 πώποτʼ ἐπέπλωσεν κῦμα δικαιοτέρη· 5 γήραος ἄχρις ἔβοσκε πονευμένη· εἶτα θανόντα 6 ἐκτέρισεν· συνέπλω δʼ ἄχρι καὶ Ἀίδεω. === epigram 636 === 1 ποιμὴν ὦ μάκαρ, εἴθε κατʼ οὔρεος ἐπροβάτευον 2 κἠγὼ, ποιηρὸν τοῦτʼ ἀνὰ λευκόλοφον, 3 κριοῖς ἁγητῆρσι ποτʼ ἐβληχημένα βάζων, 4 ἢ πικρῇ βάψαι νήοχα πηδάλια 5 ἅλμῃ. τοιγὰρ ἔδυν ὑποβένθιος· ἀμφὶ δὲ ταύτην 6 θῖνά με ῥοιβδήσας Εὖρος ἐφωρμίσατο. === epigram 637 === 1 Πύρρος ὁ μουνερέτης ὀλίγῃ νηῒ λεπτὰ ματεύων 2 φυκία καὶ τριχίνης μαινίδας ἐκ καθέτης, 3 ἠιόνων ἀποτῆλε τυπεὶς κατέδουπε κεραυνῷ· 4 νηῦς δὲ πρὸς αἰγιαλοὺς ἔδραμεν αὐτομάτη 5 ἀγγελίην θείῳ καὶ λιγνύϊ μηνύουσα, 6 καὶ φράσαι Ἀργῴην οὐκ ἐπόθησε τρόπιν. === epigram 638 === 1 παίδων ἀλλαχθέντι μόρῳ ἔπι τοῦτʼ ἐλεεινὴ 2 μήτηρ ἀμφοτέρους εἶπε περισχομένη· 3 “ καὶ νέκυν οὐ σέο, τέκνον, ἐπʼ ἤματι τῷδε γοήσειν 4 ἤλπισα, καὶ ζωοῖς οὐ σὲ μετεσσόμενον.ὄψεσθαι· 5 νῦν δʼ οἱ μὲν ἐς ὑμέας ἠμείφθησαν 6 δαίμονες, ἄψευστον δʼ ἵκετο πένθος ἐμοί.” === epigram 639 === 1 πᾶσα θάλασσα θάλασσα· τί Κυκλάδας στενὸν Ἕλλης 2 κῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα; 3 ἄλλως τοὔνομʼ ἔχουσιν ἐπεὶ τί με, τὸν προφυγ́οντα 4 κεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν; 5 νόστιμον εὐπλοΐην ἀρῷτό τις· ὡς τά γε πόντου 6 πόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης. === epigram 640 === 1 ῥιγηλὴ ναύταις ἐρίφων δύσις, ἀλλὰ Πύρωνι 2 πουλὺ γαληναίη χείματος ἐχθροτέρη· 3 νῆα γὰρ ἀπνοΐῃ πεπεδημένου ἔφθασε ναύταις 4 ληιστέων ταχινὴ δίκροτος ἐσσυμένη· 5 χεῖμα δέ μιν προφυγόντα γαληναίῳ ἐπʼ ὀλέθρῳ 6 ἔκτανον ἆ λυγρῆς δειλὲ καχορμισίης. === epigram 641 === 1 σῆμα δυωδεκάμοιρον ἀφεγγέος ἠελίοιο, 2 τοσσάκις ἀγλώσσῳ φθεγγόμενον στόματι, 3 εὖτʼ ἂν θλιβομένοιο ποτὶ στενὸν ὕδατος ἀὴρ 4 αὐλὸν ἀποστείλῃ πνεῦμα διωλύγιον, 5 θῆκεν Ἀθήναιος δήμῳ χάριν, ὡς ἂν ἐναργὴς 6 εἴη κἠν φθονεραῖς ἠέλιος νεφέλαις. === epigram 642 === 1 Σύρου καὶ Δήλοιο κλύδων μέσος υἷα Μενοίτην 2 σὺν φόρτῳ Σαμίου κρύψε Διαφανέος, 3 εἰς ὅσιον σπεύδοντα πλόου τάχος· ἀλλὰ θάλασσα 4 ἐχθρὴ καὶ νούσῳ πατρὸς ἐπειγομένοις. === epigram 643 === 1 Ὑμνίδα τὴν Εὐάνδρου, ἐράσμιον αἰὲν ἄθυρμα 2 οἰκογενές, κούρην αἱμύλον εἰναέτιν, 3 ἥρπασας, ὦ ἄλλιστʼ Ἀίδη, τί πρόωρον ἐφιεὶς 4 μοῖραν τῇ πάντως σεῖὸ ποτʼ ἐσσομένῃ; === epigram 644 === 1 ὕστατον ἐθρήνησε τὸν ὠκύμορον Κλεαρίστη 2 παῖδα, καὶ ἀμφὶ τάφῳ πικρὸν ἔπαυσε βίον 3 κωκύσασα γὰρ ὅσσον ἐχάνδανε μητρὸς ἀνίη, 4 οὐκέτʼ ἐπιστρέψαι πνεύματος ἔσχε τόνους. 5 θηλύτεραι, τί τοσοῦτον ἐμετρήσασθε τάλαιναι 6 θρῆνον, ἵνα κλαύσητʼ ἄχρι καὶ Ἀίδεω; === epigram 645 === 1 τί δύστηνʼ ὄλβοιο Φιλόστρατε, ποῦ σοι ἐκεῖνα 2 σκῆπτρα καὶ αἱ βασιλέων ἄφθονοι ἐντυχίαι,˘ 3 αἷσιν ἐπῃώρησας ἀεὶ βίον; ἦ ἐπὶ Νείλῳ 4 δαίοις ὢν περίοπτος ὅροις; 5 ὀθνεῖοι καμάτους τοὺς σοὺς διεμοιρήσαντο, === epigram 646 === 1 λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσα 2 εἶπʼ Ἐρατὼ, χλωροῖς δάκρυσι λειβομένα· 3 “ ὦ πάτερ, οὔ τοι ἔτʼ εἰμί, μέλας δʼ ἐμὸν ὄμμα καλύπτει 4 ἤδη ἀποφθιμένης κυάνεος θάνατοσ” === epigram 647 === 1 ὕστατα δὴ τάδʼ ἔειπε φίλην ποτὶ μητέρα Γοργὼ 2 δακρυόεσσα, δέρης χερσὶν ἐφαπτομένη· 3 “ αὖθι μένοις παρὰ πατρί, τέκοις δʼ ἐπὶ λῴονι μοίρᾳ 4 ἄλλαν, σῷ πολιῷ γήραϊ καδεμόνα.” === epigram 648 === 1 ἐσθλὸς Ἀριστοκράτης ὅτʼ ἀπέπλεεν εἰς Ἀχέροντα, 2 εἶπʼ ὀλιγοχρονίης ἁψάμενος κεφαλῆς· 3 “ παίδων τις μνήσαιτο, καὶ ἑδνώσαιτο γυναῖκα, 4 εἰ καί μιν δάκνοι δυσβίοτος πενίη· 5 ζωὴν στυλώσαιτο· κακὸς δʼ ἄστυλος ἰδέσθαι 6 οἶκος· ὃ δʼ αὖ λῷστον,˘ τἀνέρος ἐσχαρεὼν 7 εὐκίων φαίνοιτο, καὶ ἐν πολυκαέι ὄγκῳ 8 ἐμπρέποι,˘ αὐγάζων δαλὸν ἐπεσχάριον” 9 ᾔδει Ἀριστοκράτης τὸ κρήγυον ἀλλὰ γυναικῶν, 10 ὤνθρωπʼ, ἤχθαιρεν τὴν ἀλιτοφροσύνην. === epigram 649 === 1 ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θʼ ὑμεναίων 2 μάτηρ στῆσε τάφῳ τῷδʼ ἐπὶ μαρμαρίνῳ 3 παρθενικάν, μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν, 4 Θερσί· ποτιφθεγκτὰ δʼ 5 ἔπλεο καὶ φθιμένα. === epigram 650 === 1 φεῦγε θαλάσσια ἔργα, βοῶν δʼ 2 ἐπιβάλλευ ἐχέτλῃ, 3 εἲ τί τοι ἡδὺ μακρῆς πείρατʼ ἰδεῖν βιοτῆς· 4 ἠπείρῳ γὰρ ἔνεστι μακρὸς βίος· εἰν ἁλὶ δʼ οὔ πως 5 εὐμαρὲς εἰς πολιὴν ἀνδρὸς ἰδεῖν κεφαλήν. === epigram 651 === 1 οὐχ ὁ τρηχὺς ἔλαιος ἐπʼ ὀστέα κεῖνα καλύπτει, 2 οὐδʼ ἡ κυάνεον γράμμα λαλοῦσα πέτρη· 3 ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο 4 Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις· 5 ἀντὶ δʼ ἐγὼ ξενίης Πολυμήδεος ἡ κενεὴ χθὼν 6 ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις. === epigram 652 === 1 ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτως 2 πλώοντʼ οὐ πολλῇ νηὶ Τελευταγόρην, 3 ἄγρια χειμήνασα, κατεπρηνώσαο πόντῳ 4 σὺν φόρτῳ, λάβρον κῦμʼ ἐπιχευαμένη; 5 χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν 6 τεθρήνητʼ ἄπνους εὐρεῖ ἐπʼ αἰγιαλῷ· 7 Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν 8 τύμβον, δακρύει παῖδα Τελευταγόρην. === epigram 653 === 1 ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶς 2 λὶψ Ἐπιηρείδην Ὑάσι δυομέναις, 3 αὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν ᾧ τόδε σῆμα 4 δακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν. === epigram 654 === 1 αἰεὶ ληισταὶ καὶ ἁλιφθόροι, οὐδὲ δίκαιοι 2 Κρῆτες· τίς Κρητῶν οἶδε δικαιοσύνην; 3 ὡς καὶ ἐμὲ πλώοντα σὺν οὐκ εὐπίονι φόρτῳ 4 Κρηταιεῖς ὦσαν Τιμόλυτον καθʼ ἁλός, 5 δείλαιον. κἠγὼ μὲν ἁλιζώοις λαρίδεσσι 6 κέκλαυμαι, τύμβῳ δʼ οὐχ ὕπο Τιμόλυτος. === epigram 655 === 1 ἀρκεῖ μοι γαίης μικρὴ κόνις· ἡ δὲ περισσὴ 2 ἄλλον ἐπιθλίβοι πλούσια κεκλιμένον 3 στήλη, τὸ σκληρὸν νεκρῶν βάρος· εἴ με θανόντα 4 γνώσοντʼ, Ἀλκάνδρῳ τοῦτο τί Καλλιτέλευς; === epigram 656 === 1 τὴν ὀλίγην βῶλον καὶ τοῦτʼ ὀλιγήριον, ὦνερ, 2 σῆμα ποτίφθεγξαι τλάμονος Ἀλκιμένευς, 3 εἰ καὶ πᾶν κέκρυπται ὑπʼ ὀξείης παλιούρου 4 καὶ βάτου, ἥν ποτʼ ἐγὼ δήϊον Ἀλκιμένης. === epigram 657 === 1 ποιμένες οἳ ταύτην ὄρεος ῥάχιν οἰοπολεῖτε 2 αἶγας κεὐείρους ἐμβοτέοντες ὄις, 3 Κλειταγόρῃ, πρὸς Γῆς, ὀλίγην χάριν, ἀλλὰ προσηνῆ 4 τίνοιτε, χθονίης εἵνεκα Φερσεφόνης. 5 βληχήσαιντʼ ὄιές μοι, ἐπʼ ἀξέστοιο δὲ ποιμὴν 6 πέτρης συρίζοι πρηέα βοσκομέναις· 7 εἴαρι δὲ πρώτῳ λειμώνιον ἄνθος ἀμέρσας 8 χωρίτης στεφέτω τύμβον ἐμὸν στεφάνῳ, 9 καί τις ἀπʼ εὐάρνοιο καταχραίνοιτο γάλακτι 10 οἰός, ἀμολγαῖον μαστὸν ἀνασχόμενος, 11 κρηπῖδʼ ὑγραίνων ἐπιτύμβιον εἰσὶ θανόντων 12 εἰσὶν ἀμοιβαῖαι κἀν φθιμένοις χάριτες. === epigram 658 === 1 γνώσομαι εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸς 2 ἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρʼ, ἔχει. 3 χαιρέτω οὗτος ὁ τύμβος, ἐρεῖς, “ ἐπεὶ Εὐρυμέδοντος 4 κεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.” === epigram 659 === 1 νήπιον υἱὸν ἔλειπες· ἐν ἡλικίῃ δὲ καὶ αὐτός, 2 Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες. 3 σοὶ μὲν ἕδρη θείοισι παρʼ ἀνδράσι· τὸν δὲ πολῖται 4 τιμησεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ. === epigram 660 === 1 ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων, 2 “ χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴῃς· 3 καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω μόρον, ἀντὶ δὲ [ πολλῆς 4 πατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.” === epigram 661 === 1 Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής, 2 δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν. 3 εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα, 4 χὐμνοθέτης ἐν τοῖς δαιμονίως φίλος ὤν. 5 πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεῶθʼ ὁ σοφιστής, 6 καίπερ ἄκικυς ἐὼν, εἶχʼ ἄρα κηδεμόνας. === epigram 662 === 1 ἡ παῖς ᾤχετʼ ἄωρος ἐν ἑβδόμῳ ἥδʼ ἐνιαυτῷ 2 εἰς ἀίδην, πολλῆς ἡλικίης προτέρη, 3 δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν, 4 νήπιον ἀστόργου γευσάμενον θανάτου. 5 αἰαῖ, λυγρὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳ 6 ἀνθρώποις δαίμων θῆκε τὰ δεινότατα. === epigram 663 === 1 ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ Θραΐσσᾳ 2 Μήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ, κἠπέγραψε “ Κλείτας. 3 ” ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντʼ ἐκείνων 4 ὧν τὸν κῶρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται. === epigram 664 === 1 Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰν 2 τὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέος 3 διῆλθε κἠπὶ νύκτα καὶ ποτʼ ἀῶ. 4 ἦ ῥά νιν αἱ Μοῦσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων, 5 ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιος 6 ἔπεά τε ποιεῖν, πρὸς λύραν τʼ ἀείδειν. === epigram 665 === 1 μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ 2 νηί· κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος. 3 ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δʼ ἓν αὔτως 4 ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα. 5 οὐ μὴν οἱ δαίμων πάντῃ κακός· ἀλλʼ ἐνὶ γαίῃ 6 πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν 7 κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα 8 νεκρὸν πεπταμένους θῆκεν ἐπʼ αἰγιαλούς. === epigram 666 === 1 οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντου 2 πορθμὸς, ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς· 3 ταῦθʼ Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου; 4 λείψανον, ὁ προδότης ὧδʼ ἐπέκειτο λύχνος. 5 κοινὸς δʼ ἀμφοτέρους ὅδʼ ἔχει τάφος, εἰσέτι καὶ νῦν 6 κείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ. === epigram 667 === 1 ἐν τῷ ναῷ τῆς ἁγίας Αναστασίας ἐν Θεσσαλόνικᾐ 2 τίπτε μάτην γοόωντες ἐμῷ παραμίμνετε τύμβῳ; 3 οὐδὲν ἔχω θρήνων ἄξιον ἐν φθιμένοις. 4 λῆγε γόων καὶ παῦε, πόσις, καὶ παῖδες ἐμεῖο 5 χαίρετε, καὶ μνήμην σῴζετʼ Ἀμαζονίης. === epigram 668 === 1 Οὐδʼ εἴ μοι γελόωσα καταστορέσειε Γαλήνη 2 κύματα, καὶ μαλακὴν φρῖκα φέροι Ζέφυρος, 3 νηοβάτην ὄψεσθε· δέδοικα γάρ οὓς πάρος ἔτλην 4 κινδύνους ἀνέμοις ἀντικορυσσόμενος, === epigram 669 === 1 ἀστέρας εἰσαθρεῖς ἀστήρ ἐμός. εἴθε γενοίμην 2 οὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω. === epigram 670 === 1 ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος· 2 νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις. === epigram 671 === 1 πάντα Χάρων ἄπληστε, τί τὸν νέον ἥρπασας αὕτως 2 Ἄτταλον; οὐ σὸς ἔην, κἂν θάνε γηραλέος; === epigram 672 === [ἐν Κορίνθῳ γέγραπται] 1 χθὼν μὲν ἔχει δέμας ἐσθλόν, ἔχει κλυτὸν οὐρανὸς ἦτορ 2 Ἀνδρέω, ὃς Δαναοῖσι καὶ Ἰλλυριοῖσι δικάσσας, 3 οὐχ ὁσίων κτεάνων καθαρὰς ἐφυλάξατο χεῖρας. === epigram 673 === 1 εἰ γένος εὐσεβέων ζώει μετὰ τέρμα βίοιο, 2 ναιετάον κατὰ θεσμὸν ἀνὰ στόμα φωτὸς ἑκάστου, 3 Ἀνδρέα, σὺ ζώεις, οὐ κάτθανες· ἀλλά σε χῶρος 4 ἄμβροτος ἀθανάτων ἁγίων ὑπέδεκτο καμόντα. === epigram 674 === 1 Ἀρχιλόχου τόδε σῆμα, τὸν ἐς λυσσῶντας ἰάμβους 2 ἤγαγε Μαιονίδῃ Μοῦσα χαριζομένη. === epigram 675 === 1 ἄτρομος ἐκ τύμβου λύε πείσματα ναυηγοῖο 2 χἠμῶν ὀλλυμένων ἄλλος ἐνηοπόρει. === epigram 676 === 1 δοῦλος Ἐπίκτητος γενόμην, καὶ σῶμʼ ἀνάπηρος, 2 καὶ πενίην Ἶρος, καὶ φίλος ἀθανάτοις. === epigram 677 === 1 μνῆμα τόδε κλεινοῖο Μεγιστίου, ὅν ποτε Μῆδοι 2 Σπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι, 3 μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼς 4 οὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν. === epigram 678 === 1 πληρώσας στρατιὴν Σωτήριχος ἐνθάδε κεῖμαι, 2 ὄλβον ἐμῶν καμάτων γλυκεροῖς τεκέεσσιν ἐάσας. 3 ἦρξα δʼ ἐν ἱππήεσσι, Γερήνιος οἷά τε Νέστωρ· 4 ἐξ ἀδίκων τε πόνων κειμήλιον οὐδὲν ἔτευξα. 5 τοὔνεκα καὶ μετὰ πότμον ὁρῶ φάος Οὐλύμποιο. === epigram 679 === 1 α. Τύμβε, τίς ἢ πόθεν, ἦν δʼ ἔτι παῖς τίνος, ἔργα καὶ ὄλβον, 2 νεκρός, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον. 3 β. οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη 4 εὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης. 5 κτήμασι μὲν πολύολβος ὅλων πλέον ὧν τρέφε Κύπρος, 6 ἐκ πατέρος πατέρων, ἐξ ὁσίων τε πόνων 7 ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν, 8 οὐδʼ ἐμοῦ ἐστι νόου, οὐδʼ ἑτέρων στομάτων 9 πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι 10 δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων. 11 τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη, 12 εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης. === epigram 680 === 1 ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήων 2 ἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται· 3 θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει, 4 ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους. === epigram 681 === 1 οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς· 2 καὶ χωλός περ ἐὼν ἔδραμες εἰς ἀίδην, 3 Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γὰρ 4 ἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου. === epigram 682 === 1 Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης· 2 αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς ἀίδην. === epigram 683 === 1 μηδὲν ἄγαν τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπεν 2 ἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτʼ ἔπαθες· 3 καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος, 4 ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου. 5 οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην, 6 βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας· 7 ἀλλʼ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης, 8 Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων. === epigram 684 === 1 μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι, 2 μηδʼ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον. 3 Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθείς, 4 θνητῆς εὐτυχίης μηκέτʼ ἀνασχόμενος. === epigram 685 === 1 ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε, 2 ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην. 3 ἀλλʼ ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖραν 4 σύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος. === epigram 686 === 1 Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα 2 χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος· 3 “ Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω 4 γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ ;” 5 τὸν δὲ μέγʼ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς· 6 Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει. === epigram 687 === 1 τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνω 2 τοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος, 3 τὴν ἰδίαν γνώμην κατεμέμψατο, καὶ τὸ μάθημα, 4 καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις. === epigram 688 === 1 οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις, 2 τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι. 3 ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον, 4 ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον. === epigram 689 === 1 ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγʼ ἄριστος 2 ψυχὴν δʼ ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ. === epigram 690 === 1 οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν, 2 ἀλλʼ ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει, 3 ὅσσ’ ἔλαχὲς τʼ ἔμαθές τε, φύσει μῆτιν πανάριστε· 4 τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα. === epigram 691 === 1 Ἄλκηστις νέη εἰμί· θάνον δʼ ὑπὲρ ἀνέρος ἐσθλοῦ, 2 Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην, 3 ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκρινʼ ἐμὸν ἦτορ, 4 οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή. === epigram 692 === 1 γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος, 2 ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας, 3 ὁ καινὸς Ἄτλας, αἳ τʼ ἀνίκατοι χέρες 4 ἔρροντι· τὸν δὲ πρόσθεν οὔτʼ ἐν Ἰταλοῖς, 5 οὔθʼ Ἑλλάδι προωστόν, οὔτʼ ἐν Ἀσίδι, 6 ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν. === epigram 693 === 1 Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμάς, 2 πικρῇ κατασπασθέντα κύματος δίνῃ, 3 ὅτʼ ἰχθυάζετʼ ἐξ ἄκρης ἀπορρῶγος· 4 χῶσαν δὲ μʼ ὅσσος λαὸς ἦν συνεργήτης, 5 Πόσειδον, οὓς σὺ σῷζε, καὶ γαληναίην 6 αἰὲν διδοίης ὁρμιηβόλοις θῖνα. === epigram 694 === 1 ἢν παρίῃς ἥρωα, Φιλοπρήγμων δὲ καλεῖται, 2 πρόσθε Ποτιδαίης κείμενον ἐν τριόδῳ, 3 εἰπεῖν οἷον ἐπʼ ἔργον ἄγεις πόδας· εὐθὺς ἐκεῖνος 4 εὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην. === epigram 695 === 1 ὁρᾷς πρόσωπον Κασσίας τῆς σώφρονος. 2 εἰ καὶ τέθνηκε, ταῖς ἀρεταῖς γνωρίζεται 3 ψυχῆς τὸ κάλλος μᾶλλον ἢ τοῦ σώματος. === epigram 696 === 1 Αἰωρῇ θήρειον ἱμασσόμενος δέμας αὔραις 2 τλᾶμον, ἀορτηθεὶς ἐκ λασίας πίτυος, 3 αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης, 4 πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε. 5 σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι, 6 ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεθα. === epigram 697 === 1 οὗτος Ἰωάννην κρύπτει τάφος, ὃς ῥʼ Ἐπιδάμνου 2 ἄστρον ἔην, ἣν πρὶν παῖδες ἀριπρεπέες 3 ἔκτισαν Ἡρακλῆος· ὅθεν καὶ μέρμερος ἥρως 4 αἰεὶ τῶν ἀδίκων σκληρὸν ἔκοπτε μένος. 5 εἶχε δʼ ἀπʼ εὐσεβέων προγόνων ἐρικυδέα πάτρην 6 Λυχνιδόν, ἣν Φοῖνιξ Κάδμος ἔδειμε πόλιν. 7 ἔνθεν λύχνος ἔην Ἑλικώνιος, οὕνεκα Κάδμος 8 στοιχείων Δαναοῖς πρῶτος ἔδειξε τύπον. 9 εἰς ὑπάτους δʼ ἀνέλαμψε, καὶ Ἰλλυριοῖσι δικάζων 10 Μούσας καὶ καθαρὴν ἐστεφάνωσε Δίκην. === epigram 698 === 1 αὐτὸς Ἰωάννης Ἐπιδάμνιος ἐνθάδε κεῖται, 2 τηλεφανὴς ὑπάτων κόσμος ἀειφανέων 3 ὁ γλυκύ μοι Μουσέων πετάσας φάος, ὁ πλέον ἄλλων 4 εὐρύνας ξενίου δαίμονος ἐργασίην, 5 παμφόρβην παλάμην κεκτημένος, ἥντινα μούνην 6 οὐκ ἴδε δωτίνῃς μέτρον ὁριζόμενον. 7 αἰπυτάτην δʼ ηὔξησε [ νόμοις πατρίοισιν ἀπήνην, 8 φαιδρύνας καθαρῆς ἔργα Δικαιοσύνης. 9 ὦ πόποι, οὐκ ἔζησε πολὺν χρόνον, ἀλλʼ ἐνιαυτοὺς 10 μοῦνον ἀναπλήσας τεσσαράκοντα δύο, 11 ᾤχετο μουσοπόλοισι ποθὴν πάντεσσιν ἐάσας, 12 οὓς ἐπόθει πατέρων φέρτερα γειναμένων. === epigram 699 === 1 Ἰκάρου ὦ νεόφοιτον ἐς ἠέρα πωτηθέντος 2 Ἰκαρίη πικρῆς τύμβε κακοδρομίης, 3 ἀβάλε μήτε σε κεῖνος ἰδεῖν, μήτʼ αὐτὸς ἀνεῖναι 4 τρίτων Αἰγαίου νῶτον ὑπὲρ πελάγευς. 5 οὐ γάρ σοι σκεπανή τις ὑφόρμισις, οὔτε βόρειον 6 ἐς κλίτος, οὔτʼ ἀγὴν κύματος ἐς νοτίην. 7 ἔρροις, ὦ δύσπλωτε, κακόξενε· σεῖο δὲ τηλοῦ 8 πλώοιμι, στυγεροῦ ὅσσον ἀπʼ Ἀίδεω. === epigram 700 === 1 ἴστω νυκτὸς ἐμῆς, ἥ μʼ ἔκρυφεν, οἰκία ταῦτα 2 λάινα, Κωκυτοῦ τʼ ἀμφιγόητον ὕδωρ, 3 οὔτι μʼ ἀνήρ, ὃ λέγουσι, κατέκτανεν ἐς γάμον ἄλλης 4 παπταίνων· τί μάτην οὔνομα Ῥουφιανός; 5 ἀλλά με Κῆρες ἄγουσι μεμορμέναι. οὐ μία δήπου 6 παῦλα Ταραντίνη κάτθανεν ὠκύμορος. === epigram 701 === 1 ἰφθίμῳ τόδʼ ἐπʼ ἀνδρὶ φίλη πόλις ἤνυσ’ Ἀχαιῷ 2 γράμμα παρʼ εὐΰδρου νάμασιν Ἀσκανίης. 3 κλαῦσε δέ μιν Νίκαια· πατὴρ δʼ ἐπὶ οἱ Διομήδης 4 λάινον ὑψιφαῆ τόνδʼ ἀνέτεινε τάφον, 5 δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκει 6 υἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ. === epigram 702 === 1 Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρη 2 δούνακος, ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη, 3 εἶδαρ ὅτʼ ἀγκίστρου φόνιον πλάνον ἀμφιχανοῦσα 4 ὀξείην ἐρυθρὴ φυκὶς ἔβρυξε πάγην· 5 ἀγνυμένη δʼ ὑπʼ ὀδόντι κατέκτανεν, ἅλματι λάβρῳ 6 ἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων. === epigram 703 === 1 Θύρσις ὁ κωμήτης, ὁ τὰ νυμφικὰ μῆλα νομεύων, 2 Θύρσις ὁ συρίζων Πανὸς ἴσον δόνακι, 3 ἔνδιος οἰνοπότης σκιερὰν ὑπὸ τὰν πίτυν εὕδει· 4 φρουρεῖ δʼ αὐτὸς ἑλὼν ποίμνια βάκτρον Ἔρως. 5 ἆ Νύμφαι, Νύμφαι, διεγείρατε τὸν λυκοθαρσῆ 6 βοσκόν, μὴ θηρῶν κύρμα γένηται Ἔρως. === epigram 704 === 1 ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί· 2 οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει. === epigram 705 === 1 Στρυμόνι καὶ μεγάλῳ πεποτισμένον Ἑλλησπόντῳ 2 ἠρίον Ἠδωνῆς Φυλλίδος, Ἀμφίπολι, 3 λοιπά τοι Αἰθοπίης Βραυρωνίδος ἴχνια νηοῦ 4 μίμνει, καὶ ποταμοῦ τἀμφιμάχητον ὕδωρ, 5 τὴν δὲ ποτʼ Αἰγείδαις μεγάλην ἔριν ὡς ἁλιανθὲς 6 τρῦχος ἐπʼ ἀμφοτέραις δερκόμεθʼ ἠιόσιν. === epigram 706 === 1 ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸν 2 Χρύσιππος, οὐδʼ ἐφείσατο 3 οὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς, 4 ἀλλʼ ἦλθε δῶμʼ ἐς Ἀίδεω. === epigram 707 === 1 κἠγὼ Σωσιθέου κομέω νέκυν, ὅσσον ἐν ἄστει 2 ἄλλος ἀπʼ αὐθαίμων ἡμετέρων Σοφοκλῆν, 3 Σκίρτος ὁ πυρρογένειος. ἐκισσοφόρησε γὰρ ὡνὴρ 4 ἄξια Φλιασίων, ναὶ μὰ χορούς, Σατύρων 5 κἠμὲ τὸν ἐν καινοῖς τεθραμμένον ἤθεσιν ἤδη 6 ἤγαγεν εἰς μνήμην πατρίδʼ ἀναρχαΐσας· 7 καὶ πάλιν εἰσώρμησα τὸν ἄρσενα Δωρίδι Μούσῃ 8 ῥυθμόν, πρὸς τʼ αὐδὴν ἑλκόμενος μεγάλην 9 † † ἑπτὰ δέ μοι ἔρσων τύπος οὐ χερὶ καινοτομηθεὶς 10 τῇ φιλοκινδύνῳ φροντίδι Σωσιθέου. === epigram 708 === 1 τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνα 2 κισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις· 3 οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλά τι τέχνης 4 ἄξιον ἀρχαίης λείψανον ἠμφίεσας. 5 τοῦτο δʼ ὁ πρέσβυς ἐρεῖ· “ Κέκροπος πόλι, καὶ παρὰ Νείλῳ 6 ἔστιν ὅτʼ ἐν Μούσαις δριμὺ πέφυκε θύμον.” === epigram 709 === 1 Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν 2 ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ βακέλας 3 χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰν 4 οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος, 5 καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων 6 θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω. === epigram 710 === 1 Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ, 2 ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν, 3 τοῖς ἐμὸν ἐρχομένοισι παρʼ ἠρίον εἴπατε χαίρειν, 4 αἴτʼ ἀστοὶ τελέθωντʼ, αἴθʼ ἑτέρας πόλιος· 5 χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό· 6 χὤτι πατήρ μʼ ἐκάλει Βαυκίδα, χὤτι γένος 7 Τηνία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς 8 Ἤριννʼ ἐν τύμβῳ γράμμʼ ἐχάραξε τόδε. === epigram 711 === 1 ἤδη μὲν κροκόεις Πιτανάτιδι πίτνατο νύμφᾳ 2 Κλειναρέτᾳ χρυσέων παστὸς ἔσω θαλάμων, 3 καδεμόνες δʼ ἤλποντο διωλένιον φλόγα πεύκας 4 ἅψειν ἀμφοτέραις ἀνσχόμενοι παλάμαις, 5 Δημὼ καὶ Νίκιππος· ἀφαρπάξασα δὲ νοῦσος 6 παρθενικὰν Λάθας ἄγαγεν ἐς πέλαγος· 7 ἀλγειναὶ δʼ ἐκάμοντο συνάλικες, οὐχὶ θυρέτρων, 8 ἀλλὰ τὸν Ἀίδεω στερνοτυπῆ πάταγον. === epigram 712 === 1 νύμφας Βαυκίδος ἐμμί· πολυκλαύταν δὲ παρέρπων 2 στάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ· 3 βάσκανός ἐσσ’, Ἀίδα· τὰ δέ τοι καλὰ σάμαθʼ ὁρῶντι 4 ὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν, 5 ὡς τὰν παῖδʼ, Ὑμέναιος ἐφʼ αἷς ἀείδετο πεύκαις, 6 ταῖσδʼ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷ 7 καὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰν 8 ἐς θρήνων γοερὸν φθέγμα μεθηρμόσαο, === epigram 713 === 1 Παυροεπὴς Ἤριννα, καὶ οὐ πολύμυθος ἀοιδαῖς· 2 ἀλλʼ ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος. 3 τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν, οὐδὲ μελαίνης 4 νυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι· 5 αἱ δʼ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶν 6 μυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα. 7 λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶν 8 κρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις. === epigram 714 === 1 Ῥήγιον Ἰταλίης τεναγώδεος ἄκρον ἀείδω, 2 αἰεὶ Θρινακίου γευομένην ὕδατος, 3 οὕνεκα τὸν φιλέοντα λύρην φιλέοντά τε παῖδας 4 Ἴβυκον εὐφύλλῳ θῆκεν ὑπὸ πτελέῃ, 5 ἡδέα πολλὰ παθόντα· πολὺν δʼ ἐπὶ σήματι κισσὸν 6 χεύατο καὶ λευκοῦ φυταλιὴν καλάμου. === epigram 715 === 1 πολλὸν ἀπʼ Ἰταλίης κεῖμαι χθονός, ἔκ τε Τάραντος 2 πάτρης· τοῦτο δέ μοι πικρότερον θανάτου. 3 τοιοῦτος πλανίων ἄβιος βίος· ἀλλά με Μοῦσαι 4 ἔστερξαν, λυγρῶν δʼ ἀντὶ μελιχρὸν ἔχω. 5 οὔνομα δʼ οὐκ ἤμυσε Λεωνίδου· αὐτά με δῶρα 6 κηρύσσει Μουσέων πάντας ἐπʼ ἠελίους. === epigram 716 === 1 πρώιος, ἀλλὰ ποθεινὸς ὅσοι πόλιν Ἰαλύσοιο 2 ναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος, 3 δρεψάμενος σοφίην ὀλίγον χρόνον ἀμφὶ δὲ τύμβῳ 4 σεῖο καὶ ἀκλαυτοι γλαῦκες ἔθεντο γόον, 5 Φαινόκριτʼ οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸς 6 φθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες. === epigram 717 === 1 νηιάδες καὶ ψυχρὰ βοαύλια ταῦτα μελίσσαις 2 οἶμον ἐπʼ εἰαρινὴν λέξατε νισσομέναις, 3 ὡς ὁ γέρων Λεύκιππος ἐπʼ ἐπʼ.ἀρσιπόδεσσι λαγωοῖς 4 ἔφθιτο χειμερίᾐ νυκτὶ λοχησάμενος. 5 σμήνεα δʼ οὐκέτι οἱ κομέειν φίλον· αἱ δὲ τὸν ἄκρης 6 γείτονα ποιμένιαι πολλὰ ποθοῦσι νάπαι. === epigram 718 === 1 ὦ ξεῖνʼ, εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μυτιλάναν, 2 τᾶν Σαπφὼ χαρίτων ἄνθος ἐναυσαμέναν, 3 εἰπεῖν, ὡς Μούσαισι φίλαν τήνᾳ τε Λοκρὶς γᾶ 4 τίκτεν ἴσαν ὅτι θʼ οἱ τοὔνομα Νοσσίς· ἴθι. === epigram 719 === 1 Τέλληνος ὅδε τύμβος· ἔχω δʼ ὑποβωλέα πρέσβυν 2 τῆνον τὸν πρᾶτον γνόντα γελοιομελεῖν. === epigram 720 === 1 Κλεύας Οὑτυμοκλεῖος, ὑπὲρ Θυρεᾶν δόρυ τείνας, 2 κάτθανες ἀμφίλογον γᾶν ἀποτεμνόμενος, === epigram 721 === 1 τοῖς Ἄργει Σπάρτηθεν ἶσαι χέρες, ἶσα δὲ τεύχη 2 συμβάλομεν Θυρέαι δʼ ἦσαν ἄεθλα δορός. 3 ἄμφω δʼ ἀπροφάσιστα τὸν οἴκαδε νόστον ἀφέντες 4 οἰωνοῖς θανάτου λείπομεν ἀγγελίαν. === epigram 722 === 1 Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ, 2 ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον. === epigram 723 === 1 ἁ πάρος ἄδμητος καὶ ἀνέμβατος, ὦ Λακεδαῖμον, 2 καπνὸν ἐπʼ Εὐρώτᾳ δέρκεαι Ὠλένιον, 3 ἄσκιος· οἰωνοὶ δὲ κατὰ χθονὸς οἰκία θέντες 4 μύρονται· μήλων δʼ οὐκ ἀίουσι λύκοι. === epigram 724 === 1 ἦ ῥα μένος σε, Πρόαρχʼ, ὄλεσ’ ἐν δαΐ, δῶμά τε πατρὸς 2 Φειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος· 3 ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει, 4 ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος. === epigram 725 === 1 α. Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλὺ 2 ἦσθα τί σε, ξείνων λῷστε, κατειργάσατο; 3 ἦ ῥα τὸ καὶ Κένταυρον; β. ὅ μοι πεπρωμένος ὕπνος 4 ἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν. === epigram 726 === 1 ἑσπέριον κἠῷον ἀπώσατο πολλάκις ὕπνον 2 ἡ γρηῢς πενίην Πλατθὶς ἀμυνομένη· 3 καί τι πρὸς ἠλακάτην καὶ τὸν συνέριθον ἄτρακτον 4 ἤεισεν, πολιοῦ γήραος ἀγχίθυρος, 5 κἄτι παριστίδιος δινευμένη ἄχρις ἐπʼ ἠοῦς 6 κεῖνον Ἀθηναίης σὺν Χάρισιν δόλιχον, 7 ἢ ῥικνῇ ῥικνοῦ περὶ γούνατος ἄρκιον ἱστῷ 8 χειρὶ στρογγύλλουσ’ ἱμερόεσσα κρόκην. 9 ὀγδωκονταέτις δʼ Ἀχερούσιον ηὔγασεν ὕδωρ 10 ἡ καλὴ καλῶς Πλατθὶς ὑφηναμένη. === epigram 727 === 1 τὰν γνώμαν ἐδόκει Φιλέας οὐ δεύτερος ἄλλου 2 εἶμεν ὁ δὲ φθονερὸς κλαιέτω ἔσκε θάνῃ. 3 ἀλλʼ ἔμπας δόξας κενεὰ χάρις· εἰν ἀίδᾳ γὰρ 4 Μίνω Θερσίτας οὐδὲν ἀτιμότερος. === epigram 728 === 1 Ἱερέη Δήμητρος ἐγώ ποτε, καὶ πάλιν Καβείρων, 2 ὦνερ, καὶ μετέπειτα Δινδυμήνης, 3 ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡνο 4 πολλῶν προστασίη νέων γυναικῶν. 5 καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσ’ ἐκείνων 6 εὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων. === epigram 729 === 1 εὐειδὴς Τριτωνὶς ἐπʼ οὐκ ἀγαθαῖς ἐλοχεύθη 2 κλῃδόσιν οὐ γὰρ ἂν ὧδʼ ὤλετο δαιμονίη 3 ἀρτιτόκος· τὰ δὲ πολλὰ κατήγαγεν ἓν βρέφος ᾅδην 4 σὺν κείνῃ· δεκάτην δʼ οὐχ ὑπερῆρεν ἕω. === epigram 730 === 1 δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπʼ ἠρίῳ οὗτος 2 μυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύπος 3 Νευτίμας; ἇς δὴ ποκʼ ἀπὸ ψυχὰν ἐρύσαντο 4 ὠδῖνες, κεῖται δʼ οἷα κατὰ βλεφάρων 5 ἀχλύι πλημμύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ· 6 αἰαῖ Ἀριστοτέλης δʼ οὐκ ἀπάνευθε πατὴρ 7 δεξιτερᾷ κεφαλὰν ἐπεμάσσετο. ὦ μέγα δειλοί, 8 οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθʼ ἀχέων· === epigram 731 === 1 “ ἄμπελος ὣς ἤδη κάμακι στηρίζομαι αὐτῷ 2 σκηπανίῳ· καλέει μʼ εἰς ἀίδην Θάνατος. 3 δυσκώφει μὴ Γόργε· τί τοι χαριέστερον, ἢ τρεῖς 4 ἢ πίσυρας ποίας θάλψαι ὑπʼ ἠελίῳ;” 5 ὧδʼ εἴπας οὐ κόμπῳ, ἀπὸ ζωὴν ὁ παλαιὸς 6 ὤσατο, κἠς πλεόνων ἦλθε μετοικεσίην. === epigram 732 === 1 ᾬχευ ἔτʼ ἀσκίπων Κινησία, Ἑρμόλα υἱὲ 2 ἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον, 3 γήρᾳ ἔτʼ ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιον 4 εὑρών σε στέρξει παντοβίης Ἀχέρων. === epigram 733 === 1 † Αἰνόμενοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ 2 καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος 3 Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δʼ Ἀναξὼ 4 ἐν ζωῇ προπολεῦσ’ ἐννέα δʼ ἠελίων 5 ὀγδωκονταέτεις ἔτι λειπόμεθʼ ἐς τόδʼ ἱκέσθαι 6 τῆς μοίρης· ἐτέων δʼ οὐ φθόνος † ἰσοσίη. 7 καὶ πόσιας καὶ τέκνα φιλήσαμεν αἱ δὲ παλαιαὶ 8 πρῶθʼ ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα. === epigram 734 === 1 † ἦξεν ὅλατιτυτειδεστι. τί γάρ; νέκυς ω ποτι παίδων 2 τῶν ἀγαθῶν ἠδʼ ἦν ἀρχιγέρων ὁ γέρων, 3 ἀλλὰ φίλος γʼ ὦ πρέσβυ, γένοιτό τευ ὄλβια τέκνα 4 ἐλθεῖν καὶ λευκῆς ἐς δρόμον ἡλικίης. === epigram 735 === 1 ὑστάτιον, Φώκαια, κλυτὴ πόλι, τοῦτο Θεανὼ 2 εἶπεν ἐς ἀτρύγετον νύκτα κατερχομένη· 3 “ οἴμοι ἐγὼ δύστηνος· Ἀπέλλιχε, ποῖον, ὅμευνε, 4 ποῖον ἐπʼ ὠκείῃ νηὶ περᾷς πέλαγος; 5 αὐτὰρ ἐμεῦ σχεδόθεν μόρος ἵσταται. ὡς ὄφελόν γε 6 χειρὶ φίλην τὴν σὴν χεῖρα λαβοῦσα θανεῖν.” === epigram 736 === 1 μὴ φθείρευ, ὤνθρωπε, περιπλάνιον βίον ἕλκων, 2 ἄλλην ἐξ ἄλλης εἰς χθόνʼ ἀλινδόμενος, 3 μὴ φθείρευ, κἂν εἴ σε περιστέψαιτο καλιὴ 4 ἣν θάλποι μικκὸν πῦρ ἀνακαιόμενον, 5 εἰ καί σοι λιτή τε καὶ οὐκ εὐάλφιτος εἴη 6 φυστὴ ἐνὶ γρώνῃ μασσομένη παλάμαις, 7 ἢ καί σοι γλήχων, ἢ καὶ θύμον, ἢ καὶ ὁ πικρὸς 8 ἁδυμιγὴς εἴη χόνδρος ἐποψίδιος. === epigram 737 === 1 ἐνθάδʼ ἐγὼ λῃστῆρος ὁ τρισδείλαιος ἄρηι 2 ἐδμήθην κεῖμαι δʼ οὐδενὶ κλαιόμενος. === epigram 738 === 1 Κληῖδες Κύπρου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος, 2 Τίμαρχʼ, ὑβριστής τʼ ὤλεσε Λὶψ ἄνεμος, 3 νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαιναν 4 δέξαντʼ οἰζυροί, σχέτλιε, κηδεμόνες. === epigram 739 === 1 αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων, 2 νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη, 3 δεξαμένη σποδιήν τε καὶ ὀστέα ʽ τὸν δὲ δυσαὲς 4 ὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθονʼ, 5 δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες, 6 ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα. === epigram 740 === 1 αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνου 2 δηλοῦσα· Κρήθων δʼ ἐν χθονίοις σποδιά. 3 ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶν 4 βουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις, 5 ὁ πρὶν — τί πλείω μυθεῦμαι; ὁ πᾶσι μακαρτός, 6 φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον. === epigram 741 === 1 Ὀθρυάδην, Σπάρτης τὸ μέγα κλέος, ἢ Κυνέγειρον 2 ναύμαχον, ἢ πάντων ἔργα κάλει πολέμων 3 Ἄρεος αἰχμητὴς Ἰταλὸς παρὰ χεύμασι Ῥήνου 4 κλινθείς, ἐκ πολλῶν ἡμιθανὴς βελέων, 5 αἰετὸν ἁρπασθέντα φίλου στρατοῦ ὡς ἴδʼ ὑπʼ ἐχθροῖς, 6 αὖτις ἀρηιφάτων ἄνθορεν ἐκ νεκύων 7 κτείνας δʼ ὃς σφʼ ἐκόμιζεν, ἑοῖς ἀνεσώσατο ταγοῖς, 8 μοῦνος ἀήττητον δεξάμενος θάνατον. === epigram 742 === 1 οὐκέτι Τιμόκλεια τεῶν φάος ὤλεσας ὄσσων 2 κούρους δοιοτόκῳ νηδύι γειναμένη· 3 ὄμμασι δʼ ἐν πλεόνεσσιν ἀθρεῖς πυριθαλπὲς ʽὄχημα 4 ἠελίου, προτέρης οὖσα τελειοτέρη. === epigram 743 === 1 εἴκοσιν Ἑρμοκράτεια καὶ ἐννέα τέκνα τεκοῦσα 2 οὔτε ἑνὸς οὔτε μιᾶς αὐγασάμην θάνατον. 3 οὐ γὰρ ἀπωίστευσεν ἐμοὺς υἱῆας Ἀπόλλων, 4 οὐ βαρυπενθήτους Ἄρτεμις εἷλε κόρας· 5 ἔμπαλι δʼ ἁ μὲν ἔλυσεν ἐμὰν ὠδῖνα μολοῦσα, 6 Φοῖβος δʼ εἰς ἥβαν ἄρσενας ἀγάγετο 7 ἀβλαβέας νούσοισιν. ἴδʼ ὡς νίκημι δικαίως 8 παισὶν καὶ γλώσσῃ σώφρονι Τανταλίδα. === epigram 744 === 1 ἐν Μέμφει λόγος ἐστὶ μαθεῖν ἰδίην ποτε μοίρην 2 εὔδοξόν παρὰ τοῦ καλλίκερω ταύρου· 3 κοὐδὲν ἔλεξε· πόθεν; βοῒ γὰρ λόγον οὐ πόρε φύτλη, 4 οὐδὲ λάλον μόσχῳ Ἄπιδι στόμα· 5 ἀλλὰ παρʼ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στόλον, 6 προφανῶς τοῦτο διδάσκων “ Ἀποδύσῃ βιοτὴν 7 ὅσσον οὔπω.” διὸ καὶ οἱ ταχέως ἦλθε μόρος, δεκάκις 8 πέντε καὶ τρεῖς εἰσιδόντα ποίας. === epigram 745 === 1 Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νηὸς· 2 βάντʼ ἐς ἐρημαίην ἄστιβον ἠιόνα, 3 ἀλλʼ ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντο 4 μάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατον 5 οὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺς 6 τῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνον 7 Σισυφίην κατὰ γαῖαν. ἰὼ φιλοκερδέα φῦλα 8 ληιστέων, τί θεῶν οὐ πεφόβησθε χόλον; 9 οὐδὲ γὰρ ὁ προπάροιθε κανὼν Αἴγισθος ἀοιδὸν 10 ὄμμα μελαμπέπλων ἔκφυγεν Εὐμενίδων. === epigram 746 === [εἰς τάφον τοῦ Διὸς ἐν Κρήτῃ] 1 ὧδε μέγας κεῖται Ζάν ὃν Δία κικλήσκουσιν. === epigram 747 === 1 Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται, 2 ἀμφότερον, βασιλεὺς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής. === epigram 748 === 1 τίς τόδε μουνόγληνος ἅπαν δωμήσατο Κύκλωψ 2 λάινον Ἀσσυρίης χῶμα Σεμιράμιος, 3 ἢ ποῖοι χθονὸς υἷες ἀνυψώσαντο Γίγαντες 4 κείμενον ἑπταπόρων ἀγχόθι Πληιάδων 5 ἀκλινές, ἀστυφέλικτον, Ἀθωέος ἶσον ἐρίπνᾳ 6 φυρηθὲν γαίης εὐρυπέδοιο βάρος; 7 δᾶμος ἀεὶ μακαριστός, ὃς ἄστεσιν Ἡρακλείης 8 οὐρανίων [νεφέων τεῦξεν ἐπʼ] εὐρυάλων. === book 8 === [ἐκ τῶν ἐπιγραμμάτων τοῦ ἁγίου Γρηγορίου τοῦ Θεολόγου] === epigram 1 === [ἐπιτύμβιον εἰς Ἰωάννην καὶ Θεοδόσιον] 1 ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς, 2 θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον, 3 ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε, 4 καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου, === epigram 2 === [εἰς τὸν μέγαν Βασίλειον τὸν Καισαρείας ἐπίσκοπον τῆς ἐν Καππαδοκίᾳ] 1 σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο, 2 Βασίλιε, Χριστοῦ λάτρι, φίλʼ, ὠιόμην 3 ἀλλʼ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὒ μʼ ἀναείρας 4 θήσεις ἐς μακάρων σήν τε χοροστασίην; 5 μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔ ποτε σεῖο 6 λήσομαι, οὐδὲ θέλων. Γρηγορίοιο λόγος. === epigram 3 === [εἰς τὸν αὐτὸν Βασίλειον τὸν μέγαν] 1 ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμα 2 ἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου, 3 πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι, 4 πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλις 5 οὐκ οἶον κόσμος δὲ μέγʼ ἴαχεν “ὤλετο κῆρυξ, 6 ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος ” === epigram 4 === [εἰς τὸν αὐτόν] 1 κόσμος ὅλος μύθοισιν ὑπʼ ἀντιπάλοισιν ἀεικῶς 2 σείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος· 3 αἰαῖ· Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ. 4 ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλος 5 σαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηνας 6 καὶ βίοτον ἔφηνας καὶ βιότητι λόγον. === epigram 5 === [εἰς τὸν αὐτόν] 1 εἷς θεὸς ὑψιμέδων ἕνα δʼ ἄξιον ἀρχιερῆα 2 ἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε, 3 ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸν 4 Χριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον, 5 Πόντου Καππαδοκῶν τε μέγα κλέος εἰσέτι καὶ νῦν, 6 λίσσομʼ, ὑπὲρ κόσμου ἵστασο δῶρʼ ἀνάγων. === epigram 6 === [εἰς τὸν αὐτόν] 1 ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα 2 θέντο με Καισαρέες, Γρηγορίοιο φίλον, 3 ὃν περὶ κῆρι φίλησα· θεὸς δέ οἱ ὄλβια δοίη 4 ἄλλα τε, καὶ ζωῆς ὡς τάχος ἀντιάσαι 5 ἡμετέρης· τί δʼ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα 6 τήκεσθʼ, οὐρανίης μνωόμενον φιλίης; === epigram 7 === [εἰς τὸν αὐτόν] 1 τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ 2 δῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας, 3 Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμʼ ἱερήων, 4 ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης. === epigram 8 === [εἰς τὸν αὐτόν] 1 ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλʼ Ἀθῆναι, 2 ὦ θείου βιότου τηλόθε συνθεσίαι, 3 ἴστε τόδʼ, ὡς Βασίλειος ἐς οὐρανόν, ὡς ποθέεσκεν., 4 Γρηγόριος δʼ ἐπὶ γῆς χείλεσι δεσμὰ φέρων. === epigram 9 === [εἰς τὸν αὐτόν] 1 Καισαρέων μέγʼ ἄεισμα, φαάντατε ὦ Βασίλειε, 2 βροντὴ σεῖο λόγος, ἀστεροπὴ δὲ βίος· 3 ἀλλὰ καὶ ὣς ἕδρην ἱερὴν λίπες· ἤθελεν οὕτω 4 Χριστός, ὅπως μίξῃ σ’ ὡς τάχος οὐρανίοις. === epigram 10 === [εἰς τὸν αὐτόν] 1 βένθεα πάντʼ ἐδάης τὰ πνεύματος, ὅσσα τʼ ἔασι 2 τῆς χθονίης σοφίης· ἔμπνοον ἱρὸν ἔης. === epigram 10b === [εἰς τὸν αὐτόν] 1 ὀκτάετες λαοῖο θεόφρονος ἡνία τείνας, 2 τοῦτο μόνον τῶν σῶν, ὦ Βασίλειʼ, ὀλίγον. === epigram 11 === [εἰς τὸν αὐτόν] 1 χαίροις, ὦ Βασίλειε, καὶ εἰ λίπες ἡμέας, ἔμπης· 2 Γρηγορίου τόδε σοι γράμμʼ ἐπιτυμβίδιον, 3 μῦθος ὅδʼ ὃν φιλέεσκες· ἔχοις χερός. ὦ Βασίλειε, 4 τῆς φιλίης καὶ σοὶ δῶρον ἀπευκτότατον. 5 Γρηγόριος, Βασίλειε, τεῇ κόνι τήνδʼ ἀνέθηκα 6 τῶν ἐπιγραμματίων, θεῖε, δυωδεκάδα. === epigram 12 === [εἰς τὸν ἑαυτοῦ πατέρα] 1 ἔνθʼ ἑκατονταέτης, ζωῆς βροτέης καθύπερθε, 2 πνεύματι καὶ θώκῳ τεσσαρακονταέτης, 3 μείλιχος, ἡδυεπής, λαμπρὸς Τριάδος ὑποφήτης, 4 νήδυμον ὕπνον ἔχω, Γρηγορίοιο δέμας· 5 ψυχὴ δὲ πτερόεσσα λάχεν Θεόν. ἀλλʼ ἱερῆες 6 ἁζόμενοι κείνου καὶ τάφον ἀμφέπετε. === epigram 13 === [εἰς τὸν αὐτόν] 1 ἔκ με πικρῆς ἐκάλεσσε Θεός μέγας ἀγριελαίης, 2 ποίμνης δʼ ἡγεμόνα θῆκε τὸν οὐδʼ ὀίων 3 ἔσχατον ἐκ πλευρῆς δὲ θεόφρονος ὄλβον ἔνειμεν 4 γῆρας δʼ ἐς λιπαρὸν ἱκόμεθʼ ἀμφότεροι,. 5 ἱρὸς ἐμῶν τεκέων ἀγανώτατος· εἰ δὲ τελευτὴν 6 ἔτλην Γρηγόριος, οὐ μέγα· θνητὸς ἔην. === epigram 14 === [εἰς τὸν αὐτόν] 1 εἴ τις ὄρους καθύπερθεν ἁγνῆς ὀπὸς ἔπλετο μύστης 2 Μωσῆς, καὶ μεγάλου Γρηγορίοιο νόος, 3 ὅν ποτε τηλόθʼ ἐόντα χάρις μέγαν ἀρχιερῆα 4 θήκατο νῦν δʼ ἱερῆς ἐγγὺς ἔχει Τριάδος. === epigram 15 === [εἰς τὸν αὐτόν] 1 αὐτὸς νηὸν ἔρεψα Θεῷ, καὶ δῶχʼ ἱερῆα 2 Γρηγόριον καθαρῇ λαμπόμενον Τριάδι, 3 ἄγγελον ἀτρεκίης ἐριηχέα, ποιμένα λαῶν, 4 ἠίθεον σοφίης ἀμφοτέρης πρύτανιν. === epigram 16 === [εἰς τὸν αὐτόν] 1 τέκνον ἐμόν, τὰ μὲν ἄλλα πατρὸς καὶ φέρτερος εἴης, 2 τὴν δʼ ἀγανοφροσύνην ἄξιος ʽοὔ τι πλέον 3 εὔξασθαι θέμις ἐστἴ· καὶ ἐς βαθὺ γῆρας ἵκοιο, 4 τοίου κηδεμόνος, ὦ μάκαρ, ἀντιάσας. === epigram 17 === [εἰς τὸν αὐτόν] 1 οὐκ ὄις, εἶτʼ ὀίων προφερέστατος1· αὐτὰρ ἔπειτα 2 ποιμήν, εἶτα πατήρ, καὶ νομέων νομέας, 3 θνητοὺς ἀθάνατόν τε Θεὸν μέγαν εἰς ἓν ἀγείρων, 4 κεῖμαι Γρηγόριος Γρηγορίου γενέτης. 5 ὄλβιος, εὐγήρως, εὔπαις θάνον, ἀρχιερῆος 6 ἀρχιερεύς τε πατήρ, Γρηγόριος· τί πλέον; === epigram 18 === [εἰς τὸν αὐτόν] 1 οὔτι μὲν ἐς πολύκαρπον ἀλωὴν ὄρθριος ἦλθον, 2 ἔμπα δὲ τῶν προτέρων πλείονα μισθὸν ἔχω 3 Γρηγόριος, ποιμήν τε καλὸς καὶ πλείονα ποίμνην 4 Χριστῷ ἀναθρέψας ἤθεσι μειλιχίοις. === epigram 19 === [εἰς τὸν αὐτόν] 1 οὐχ ὁσίης ῥίζης μὲν ἐγὼ θάλος, εὐαγέος δὲ 2 συζυγίης κεφαλὴ καὶ τεκέων τριάδος· 3 ποίμνης ἡγεμόνευσα ὁμόφρονος· ἔνθεν ἀπῆλθον 4 πλήρης καὶ χθονίων κοὐρανίων ἐτέων. === epigram 20 === [εἰς τὸν αὐτόν] 1 Γρηγόριος, τὸ δὲ θαῦμα, χάριν καὶ πνεύματος αἴγλην 2 ἔνθεν ἀειρόμενος ῥῖψʼ ἐπὶ παιδὶ φίλῳ. === epigram 21 === [εἰς τὸν αὐτόν] 1 τυτθὴ μάργαρός ἐστιν, ἀτὰρ λιθάκεσσιν ἀνάσσει, 2 τυτθὴ καὶ Βηθλέμ, ἔμπα δὲ χριστοφόρος· 3 ὣς δʼ ὀλίγην μὲν ἐγὼ ποίμνην λάχον, ἀλλὰ φερίστην 4 Γρηγόριος, τὴν σύ, παῖ φίλε, λίσσομʼ, ἄγοις. === epigram 22 === [εἰς τὸν αὐτόν] 1 Ποιμενίην σύριγγα τεαῖς ἐν χερσὶν ἔθηκα 2 Γρηγόριος· σὺ δέ μοι τέκνον ἐπισταμένως 3 σημαίνειν ζωῆς δὲ θύρας πετάσειας ἅπασιν, 4 ἐς δὲ τάφον πατέρος ὥριος ἀντιάσαις. === epigram 23 === [εἰς τὸν αὐτόν] 1 Στράψε μὲν οἷς τὸ πάροιθεν ἐν οὔρεϊ Χριστὸς ἀμείφθη, 2 στράψε δὲ Γρηγορίου τοῦ καθαροῖο νόῳ, , 3 τῆμος ὅτʼ εἰδώλων ἔφυγε ζόφον ὡς δʼ ἐκαθάρθη, 4 ᾗσι θυηπολίαις λαὸν ὃν εἰσέτʼ ἄγει. === epigram 24 === [εἰς τὴν μητέρα ἐκ τοὖ θυσιαστηρίου προσληφθεῖσαν] 1 παντός σοι μύθοιο καὶ ἔργματος ἦεν ἄριστον 2 ἦμαρ κυριακόν. πένθεϊ πένθος ἅπαν, 3 μῆτερ ἐμή, τίουσα, μόναις ὑπόεικες ἑορταῖς. 4 εὐφροσύνης, ἀχέων ἵστορα νηὸν ἔχεις· 5 χῶρος ἅπας δάκρυσι τεοῖς σφρηγίζετο, μῆτερ 6 μούνῳ δὲ σταυρῷ πήγνυτο καὶ δάκρυα. === epigram 25 === [εἰς τὴν αὐτὴν μητέρα Νόνναν] 1 οὔποτε σεῖο τράπεζα, θυηδόχος ἔδρακε νῶτα, 2 οὐδὲ διὰ στομάτων ἦλθε βέβηλον ἔπος· 3 οὐδὲ γέλως μαλακῇσιν ἐφίζανε, μύστι, παρειαῖς. 4 σιγήσω κρυφίους σεῖο, μάκαιρα, πόνους. 5 καὶ τὰ μὲν ἔνδοθι τοῖα, τὰ δʼ ἔκτοθι πᾶσι πέφανται· 6 τοὔνεκα καὶ θείῳ σῶμʼ ἀπέλειπες ἕδει. === epigram 26 === [εἰς τὴν αὐτήν] 1 πῶς ἐλύθη Νόννης καλὰ γούνατα; πῶς δὲ μέμυκεν 2 χείλεα; πῶς ὄσσων οὐ προχέει λιβάδας; 3 ἄλλοι δʼ αὖ βοόωσι παρʼ ἠρίον ἡ δὲ τράπεζα 4 οὐκέτʼ ἔχει καρποὺς τῆς μεγάλης παλάμης· 5 χῶρος δʼ ἐστὶν ἔρημος ἁγνοῦ ποδός, οἱ δʼ ἱερῆες 6 οὐκέτʼ ἐπὶ τρομερὴν κρατὶ βαλοῦσι χέρα. 7 χῆραι δʼ ὀρφανικοί τε, τί ῥέξετε; παρθενίη δὲ 8 καὶ γάμος εὐζυγέων, κέρσατʼ ἄπο πλοκάμους, 10 τοῖσιν ἀγαλλομένη κρατὸς φέρε πάντα χαμᾶζε, 11 τῆμος ὅτʼ ἐν νηῷ ῥικνὸν ἀφῆκε δέμας, === epigram 27 === [εἰς τὴν αὐτήν] 1 Σάρρα σοφὴ τίουσα φίλον πόσιν ἀλλὰ σύ, μῆτερ, 2 πρῶτα Χριστιανόν, εἶθʼ ἱερῆα μέγαν, 3 σὸν πόσιν ἐσθλὸν ἔθηκας ἀπόπροθι φωτὸς ἐόντα. 4 Ἄννα, σὺ δʼ υἷα φίλον καὶ τέκες εὐξαμένη, 5 καὶ νηῷ μιν ἔδωκας ἁγνὸν θεράποντα Σαμουήλ 6 ἡ δʼ ἑτέρη κόλποις Χριστὸν ἔδεκτο μέγαν 7 Νόννα δʼ ἀμφοτέρων ἔλαχε κλέος· ὑστάτιον δὲ 8 νηῷ λισσομένη πάρθετο σῶμα φίλον. === epigram 28 === [εἰς τὴν αὐτήν] 1 Ἐμπεδόκλεις, σὲ μὲν αὐτίκʼ ἐτώσια φυσιόωντα 2 καὶ βροτὸν Αἰτναίοιο πυρὸς κρητῆρες ἔδειξαν 3 Νόννα δʼ οὐ κρητῆρας ἐσήλατο, πρὸς δὲ τραπέζῃ 4 τῇδέ ποτʼ εὐχομένη καθαρὸν θύος ἔνθεν ἀέρθη, 5 καὶ νῦν θηλυτέρῃσι μεταπρέπει εὐσεβέεσσι, 6 Σουσάννῃ, Μαριάμ τε καὶ Ἄνναις, ἕρμα γυναικῶν. === epigram 29 === [εἰς τὴν αὐτήν] 1 Ἥρακλες, Ἐμπεδότιμε, Τροφώνιε, εἴξατε μύθων, 2 καὶ σὺ γʼ Ἀρισταίου κενεαυχέος ὀφρὺς ἄπιστε· 3 ὑμεῖς μὲν θνητοὶ καὶ οὐ μάκαρες παθέεσσι· 4 θυμῷ δʼ ἄρρενι Νόννα βίου τμήξασα κέλευθον, 5 χριστοφόρος, σταυροῖο λάτρις, κόσμοιο περίφρων, 6 ἥλατʼ ἐπουρανίην εἰς ἄντυγα ὡς ποθέεσκεν, 7 τρίσμακαρ ἐν νηῷ σῶμʼ ἀποδυσαμένη. === epigram 30 === [εἰς τὴν αὐτήν] 1 Γρηγόριον βοόωσα παρʼ ἀνθοκόμοισιν ἀλωαῖς 2 ἤντεο, μῆτερ ἐμή, ξείνης ἄπο νισσομένοισι, 3 χεῖρας δʼ ἀμπετάσασα φίλας τεκέεσσι φίλοισι, 4 Γρηγόριον βοόωσα· τὸ δʼ ἔζεεν αἷμα τεκούσης 5 ἀμφοτέροις ἐπὶ παισί, μάλιστα δὲ θρέμματι θηλῆς· 6 τοὔνεκα καὶ σὲ τόσοις ἐπιγράμμασι, μῆτερ, ἔτισα. === epigram 31 === [εἰς τὴν αὐτήν] 1 ἄλλη μὲν κλεινή τις ἐνοικιδίοισι πόνοισιν, 2 ἄλλη δʼ ἐκ χαρίτων ἠδὲ σαοφροσύνης, 3 ἄλλη δʼ εὐσεβίης ἔργοις καὶ σαρκὸς ἀνίαις, 4 δάκρυσιν, εὐχωλαῖς, χερσὶ πενητοκόμοις· 5 Νόννα δʼ ἐν πάντεσσιν ἀοίδιμος· εἰ δὲ τελευτὴν 6 τοῦτο θέμις καλέειν, κάτθανεν εὐχομένη. === epigram 32 === [εἰς τὴν αὐτήν] 1 τέκνον ἐμῆς θηλῆς, ἱερὸν θάλος, ὡς ἐπόθησα, 2 οἴχομαι εἰς ζωήν, Γρηγόριʼ, οὐρανίην 3 καὶ γὰρ πόλλʼ ἐμόγησας ἐμὸν κομέων πατέρος τε 4 γῆρας, ἃ καὶ Χριστοῦ βίβλος ἔχει μεγάλη· 5 ἀλλά, φίλος, τοκέεσσιν ἐφέσπεο, καί σε τάχιστα 6 δεξόμεθʼ ἡμετέροις φάεσι προφρονέως. === epigram 33 === [εἰς τὴν αὐτήν] 1 ψυχὴ μὲν πτερόεσσα πρὸς οὐρανὸν ἤλυθε Νόννης, 2 σῶμα δʼ ἄρʼ ἐκ νηοῦ Μάρτυσι παρθέμεθα. 3 Μάρτυρες, ἀλλʼ ὑπόδεχθε θύος μέγα, τὴν πολύμοχθον 4 σάρκα καὶ ὑμετέροις αἵμασιν ἑσπομένην, 5 αἵμασιν ὑμετέροισιν, ἐπεὶ ψυχῶν ὀλετῆρος 6 δηναιοῖσι πόνοις κάρτος ἔπαυσε μέγα. === epigram 34 === [εἰς τὴν αὐτήν] 1 οὐ μόσχων θυσίην σκιοειδέα, οὐδὲ χιμάρρων, 2 οὐδὲ πρωτοτόκων Νόννʼ ἀνέθηκε Θεῷ· 3 ταῦτα νόμος προτέροισιν, ὅτʼ εἰκόνες· ἡ δʼ ἄρʼ ἑαυτὴν 4 δῶκεν ὅλην βιότῳ, μάνθανε, καὶ θανάτῳ. === epigram 35 === [εἰς τὴν αὐτήν] 1 εὐχομένη βοόωσα παρʼ ἁγνοτάτῃσι τραπέζαις 2 Νόννα λύθη, φωνὴ δʼ ἐδέθη καὶ χείλεα καλὰ 3 γηραλέης. τί τὸ θαῦμα; θεὸς θέλεν ὑμνήτειραν 4 γλῶσσαν ἐπʼ εὐφήμοισι λόγοις κληῖδα βαλέσθαι· 5 καὶ νῦν οὐρανόθεν μέγʼ ἐπεύχεται ἡμερίοισιν. === epigram 36 === [εἰς τὴν αὐτήν] 1 εὐχωλαῖς καὶ πόντον ἐκοίμισε Νόννα θεουδὴς 2 οἷς τεκέεσσι φίλοισι, καὶ ἐκ περάτων συνάγειρεν 3 ἀντολίης δύσιός τε, μέγα κλέος, οὐ δοκέοντας, 4 μητρὸς ἔρως· νοῦσόν τε πικρὴν ἀποέργαθεν ἀνδρός· 5 λισσομένη, τὸ δὲ θαῦμα, λίπεν βίον ἔνδοθι νηοῦ. === epigram 37 === [εἰς τὴν αὐτήν] 1 πολλάκις ἔκ με νόσων τε καὶ ἀργαλέων ὀρυμαγδῶν, 2 σεισμῶν τε κρυερῶν, καὶ ἄγρια κυμαίνοντος 3 οἴδματος ἐξεσάωσας, ἐπεὶ Θεὸν ἵλαον εἶχες· 4 ἀλλὰ σάω καὶ νῦν με, πάτερ, μεγάλῃσι λιτῇσι, 5 καὶ σύ, τεκοῦσα, μάκαιρα ἐν εὐχωλῇσι θανοῦσα. === epigram 38 === [εἰς τὴν αὐτήν] 1 Νόνναν ἐπουρανίοισιν ἀγαλλομένην φαέεσσι, 2 καὶ ῥίζης ἱερῆς πτόρθον ἀειθαλέα, 3 Γρηγορίου ἱερῆος ὁμόζυγα, καὶ πραπίδεσσιν 4 εὐαγέων τεκέων μητέρα, τύμβος ἔχω. === epigram 39 === [εἰς τὴν αὐτήν] 1 εὐχαί τε στοναχαί τε φίλαι καὶ νύκτες ἄυπνοι, 2 καὶ νηοῖο πέδον δάκρυσι δευόμενον, 3 σοί, Νόννα ζαθέη, τοίην βιότοιο τελευτὴν 4 ὤπασαν, ἐν νηῷ ψῆφον ἑλεῖν θανάτου. === epigram 40 === [εἰς τὴν αὐτήν] 1 μούνη σοὶ φωνὴ περιλείπετο, Νόννα φαεινή, 2 πάνθʼ ἄμυδις ληνοῖς ἐνθεμένη μεγάλοις, 3 ἐκ καθαρῆς κραδίης ἁγνὸν θύος· ἀλλʼ ἄρα καὶ τὴν 4 ὑστατίην νηῷ λεῖπες ἀειρομένη. === epigram 41 === [εἰς τὴν αὐτήν] 1 οὐδὲ θάνεν νηοῖο θυώδεος ἔκτοθι Νόννα, 2 φωνὴν δὲ προτέρην ἥρπασε Χριστὸς ἄναξ 3 λισσομένης· πόθεεν γὰρ ἐν εὐχωλῇσι τελέσσαι 4 τόνδε βίον πάσης ἁγνότερον θυσίης. === epigram 42 === [εἰς τὴν αὐτήν] 1 Νόννʼ ἱερή, σὺ δὲ πάντα Θεῷ βίον ἀντείνασα 2 ὑστάτιον ψυχὴν δῶκας ἁγνὴν θυσίην 3 τῇδε γὰρ εὐχομένη ζωὴν λίπες· ἡ δὲ τράπεζα, 4 μῆτερ ἐμή, τῷ σῷ δῶκε κλέος θανάτῳ. === epigram 43 === [εἰς τὴν αὐτήν] 1 τῆσδε πατήρ μὲν ἐμὸς λάτρις μέγας ἦε τραπέζης 2 μήτηρ δʼ εὐχομένη πὰρ ποσὶ λῆξε βίου, 3 Γρηγόριος Νόννα τε μεγακλέες· εὔχομʼ ἄνακτι 4 τοῖαν ἐμοὶ ζωὴν καὶ τέλος ἀντιάσαι. === epigram 44 === [εἰς τὴν αὐτήν] 1 “ πολλά, τράπεζα φίλη, Νόννης καὶ δάκρυʼ ἐδέξω· 2 δέχνυσο καὶ ψυχήν, τὴν πυμάτην θυσίην.” 3 εἶπε καὶ ἐκ μελέων κέαρ ἔπτατο· ἓν δʼ ἄρα μοῦνον, 4 παῖδʼ ἐπόθει, τεκέων τὸν ἔτι λειπόμενον. === epigram 45 === [εἰς τὴν αὐτήν] 1 ἔνθα ποτʼ εὐχομένης τόσσον νόος ἔπτατο Νόννης, 2 μέσφʼ ὅτε καὶ ψυχὴ ἕσπετʼ ἀειρομένῳ· 3 εὐχομένης δὲ νέκυς ἱερῇ παρέκειτο τραπέζῃ. 4 γράψατʼ ἐπερχομένοις θαῦμα τόδʼ, εὐσεβέες. === epigram 46 === [εἰς τὴν αὐτήν] 1 τίς θάνεν ὡς θάνε Νόννα, παρʼ εὐαγέεσσι τραπέζαις, 2 τῶν ἱερῶν σανίδων χερσὶν ἐφαπτομένη; 3 τίς λύσεν εὐχομένης Νόννης τύπον; ὡς ἐπὶ δηρὸν 4 ἤθελεν ἔνθα μένειν καὶ νέκυς εὐσεβέων. === epigram 47 === [εἰς τὴν αὐτήν] 1 ἔνθα ποτʼ εὐχομένῃ Νόννῃ Θεὸς εἶπεν ἄνωθεν 2 ἔρχεο· ἡ δʼ ἐλύθη σώματος ἀσπασίως, 3 χειρῶν ἀμφοτέρων τῇ μὲν κατέχουσα τράπεζαν, 4 τῇ δʼ ἔτι λισσομένη· ἵλαθι, Χριστὲ ἄναξ. === epigram 48 === [εἰς τὴν αὐτήν] 1 ῥίζης εὐσεβέος γενόμην καὶ σὰρξ ἱερῆος, 2 καὶ μήτηρ· Χριστῷ σῶμα, βίον, δάκρυα, 3 πάντʼ ἐκένωσα φέρουσα· τὸ δʼ ἔσχατον, ἔνθεν ἀέρθην 4 νηῷ γηραλέον Νόννα λιποῦσα δέμας. === epigram 49 === [εἰς τὴν αὐτήν] 1 πίστις Ἐνὼχ μετέθηκε καὶ Ἠλίαν, ἐν δὲ γυναιξὶ 2 μητέρʼ ἐμὴν πρώτην οἶδε τράπεζα τόδε, 3 ἔνθεν ἀναιμάκτοισιν ὁμοῦ θυέεσσιν ἀέρθη 4 εἰσέτι λισσομένη σώματι Νόννα φίλη. === epigram 50 === [εἰς τὴν αὐτήν] 1 οὐ νόσος, οὐδέ σε γῆρας ὁμοίιον, οὔ σὲ γʼ ἀνίη, 2 καίπερ γηραλέην, μῆτερ ἐμή, δάμασεν 3 ἀλλʼ ἄτρωτος, ἄκαμπτος ἁγνοῖς ὑπὸ ποσσὶ τραπέζης, 4 εὐχομένη Χριστῷ, Νόννʼ, ἀπέδωκας ὄπα. === epigram 51 === [εἰς τὴν αὐτήν] 1 δῶκε Θεῷ θυσίην Ἀβραὰμ πάιν, ὣς δὲ θύγατρα 2 κλεινὸς Ἰεφθάε, ἀμφότεροι μεγάλην 3 μῆτερ ἐμή, σὺ δʼ ἔδωκας ἁγνὸν βίον, ὑστάτιον δὲ 4 ψυχήν, εὐχωλῆς, Νόννα, φίλον σφάγιον. === epigram 52 === [εἰς τὴν αὐτήν] 1 Σάρρα φίλη, πῶς τὸν σὸν Ἰσαὰκ λίπες, ἦ ποθέουσα 2 τῶν Ἀβραὰμ κόλπων ὡς τάχος ἀντιάσαι, 3 Νόννα, Γρηγορίοιο θεόφρονος; ἦ μέγα θαῦμα 4 μηδὲ θανεῖν νηῶν ἔκτοθι καὶ θυέων. === epigram 52b === [εἰς τὴν αὐτήν] 1 Μάρτυρες, ἱλήκοιτε· μόγοις γε μὲν οὔτι χερείων 2 Νόννα φίλη, κρυπτῷ κἀμφαδίῳ πολέμῳ· 3 τοὔνεκα καὶ τοίης κύρσεν βιότοιο τελευτῆς, 4 εὐχῆς καὶ ζωῆς ἓν τέλος εὑραμένη. === epigram 53 === [εἰς τὴν αὐτήν] 1 ἡ Τριὰς ἣν ποθέεσκες, ὁμὸν σέλας, ἕν τε σέβασμα, 2 ἐκ νηοῦ μεγάλου σε πρὸς οὐρανὸν ἥρπασε, Νόννα, 3 εὐχομένην ζωῆς δὲ τέλος καθαρώτερον εὗρες. 4 οὔποτε χείλεα μίξας ἀνάγνοις χείλεσιν ἁγνά, 5 οὐδʼ ἀθέῳ παλάμῃ καθαρὰν χέρα μέχρις ἐδωδῆς, 6 μῆτερ ἐμή· μισθὸς δὲ λιπεῖν βίον ἐν θυέεσσιν. === epigram 54 === [εἰς τὴν αὐτήν] 1 ἄγγελος αἰγλήεις σὲ φαάντατος ἥρπασε, Νόννα, 2 ἔνθα ποτʼ εὐχομένην, καθαρὴν μελέεσσι νόῳ τε· 3 καὶ τὸ μὲν ἥρπασε σεῖο, τὸ δʼ ἐνθάδε κάλλιπε νηῷ. === epigram 55 === [εἰς τὴν αὐτήν] 1 νηὸς ὅδʼ ʽοὐ γὰρ ὅλην Νόνναν θέμις ἦεν ἐρύξαἰ, 2 ψυχῆς οἰχομένης, μοῦνον ἐπέσχε δέμας, 3 ὡς πάλιν ἐγρομένη καθαρώτερον ἔνθεν ἀερθῇ, 4 σώματι τῷ μογερῷ δόξαν ἐφεσσομένη. === epigram 56 === [εἰς τὴν αὐτήν] 1 ἄλλοις μὲν Νόννης τις ἁγνῶν ἐσθλοῖσιν ἐρίζοι, 2 εὐχωλῆς δὲ μέτροισιν ἐριζέμεν οὐ θέμις ἐστὶν 3 τέκμαρ καὶ βιότοιο τέλος λιτῇσι λυθέντος. === epigram 57 === [εἰς τὴν αὐτήν] 1 ὦ στοναχῶν δακρύων τε καὶ ἐννυχίων μελεδώνων 2 ὦ Νόννης ζαθέης τετρυμένα γυῖα πόνοισι 3 ποῦ ποτʼ ἔην, νηὸς μόχθων λύσε γῆρας ἄκαμπτον. === epigram 58 === [εἰς τὴν αὐτήν] 1 α. Νόννη Φιλτατίου. β. καὶ ποῦ θάνε; α. τῷδʼ 2 ἐνὶ νηῷ. 3 β. καὶ πῶς; α. Εὑχομένη. β. πηνίκα; α. Γηραλέη. 4 β. ὦ καλοῦ βιότοιο καὶ εὐαγέος θανάτοιο. === epigram 59 === [εἰς τὴν αὐτήν] 1 ἅρματι μὲν πυρόεντι πρὸς οὐρανὸν Ἠλίας ἦλθεν 2 Νόνναν δʼ εὐχομένην Πνεῦμʼ ὑπέδεκτο μέγα. === epigram 60 === [εἰς τὴν αὐτήν] 1 ἐνθάδε Νόννα φίλη κοιμήσατο τὸν βαθὺν ὕπνον, 2 ἵλαος ἑσπομένη ᾧ πόσι Γρηγορίῳ. === epigram 61 === [〈εἰς τὴν αὐτήν〉] 1 τάρβος ὁμοῦ καὶ χάρμα· πρὸς οὐρανὸν ἔνθεν ἀέρθη 2 εὐχῆς ἐκ μεσάτης Νόννα λιποῦσα βίον. === epigram 62 === [〈εἰς τὴν αὐτήν〉] 1 εὐχῆς καὶ βιότου Νόννῃ τέλος· ἡ δὲ τράπεζα 2 μάρτυς ἀφʼ ἧς ἤρθη ἄπνοος ἐξαπίνης. === epigram 63 === [εἰς τὴν αὐτήν] 1 Νόννης ἠρίον εἰμὶ σαόφρονος, ἥ ῥα πύλῃσιν 2 ἔχριμψʼ οὐρανίαις, πρὶν βιότοιο λυθῇ. === epigram 64 === [〈εἰς τὴν αὐτήν〉] 1 δακρύετε θνητούς, θνητῶν γένος· εἰ δέ τις οὕτως 2 ὡς Νόννʼ εὐχομένη κάτθανεν, οὐ δακρύω. === epigram 65 === [εἰς τὴν αὐτήν] 1 Νόννης ἁζόμενος ἁγνὸν βίον, ἅζεο μᾶλλον 2 καὶ τέλος· ἐν νηῷ κάτθανεν εὐχομένη. === epigram 66 === [〈εἰς τὴν αὐτήν〉] 1 ἔνθα ποτʼ εὐχομένη πρηνὴς θάνε Νόννα φαεινή 2 νῦν δʼ ἄρʼ ἐν εὐσεβέων λίσσεται ἱσταμένη. === epigram 67 === [εἰς τὴν αὐτήν] 1 στήλη σοι θανάτου μελιηδέος ἥδε τράπεζα, 2 Νόννα, παρʼ ᾗ λύθης εὐχομένη πύματα. === epigram 67b === [〈εἰς τὴν αὐτήν〉] 1 μικρὸν ἔτι ψυχῆς ἦν τὸ πνέον ἀλλʼ ἄρα καὶ τὸ 2 Νόννʼ ἀπέδωκε Θεῷ ἔνθα ποτʼ εὐχομένη. === epigram 68 === [εἰς τὴν αὐτήν] 1 πέμψατε ἐκ νηοῦ θεοειδέα Νόνναν ἅπαντες, 2 πρέσβειραν μεγάλην πέμψατʼ ἀειρομένην. === epigram 69 === [〈εἰς τὴν αὐτήν〉] 1 ἔκ με Θεὸς καθαροῖο πρὸς οὐρανὸν ἥρπασε νηοῦ 2 Νόνναν, ἐπειγομένην οὐρανίοις πελάσαι. === epigram 70 === [—εἰς τὴν αὐτήν] 1 Νόννʼ ἀπανισταμένη νηοῦ μεγάλου τόδʼ ἔειπε· 2 τῶν πολλῶν καμάτων μείζονα μισθὸν ἔχω. === epigram 71 === [〈εἰς τὴν αὐτήν〉] 1 Νόννα φίλης εὐχῆς ἱερήιον ἐνθάδε κεῖται· 2 Νόννα ποτʼ εὐχομένη τῇδʼ ἐλύθη βιότου. === epigram 72 === [εἰς τὴν αὐτήν] 1 ἔνθα ποτʼ εὐχομένης ψυχὴ δέμας ἔλλιπε Νόννης 2 ἔνθεν ἀνηέρθη Νόννα λιποῦσα δέμας. === epigram 73 === [εἰς τὴν αὐτήν] 1 Εκ νηοῦ μεγάλοιο θύος μέγα Νόννʼ ἀπανέστη· 2 νηῷ Νόννʼ ἐλύθη· χαίρετε, εὐσεβέες. === epigram 74 === [〈εἰς τὴν αὐτήν〉] 1 ἥδε τράπεζα Θεῷ θεοειδέα Νόνναν ἔπεμψεν. === epigram 75 === [εὐχὴ παρὰ τῶν γονέων εἰς τὸν μέγαν Γρηγόριον] 1 εἴη σοι βίος ἐσθλὸς ἐπʼ εὐλογίῃσιν ἁπάσαις 2 ὁσσάτιαι τοκέων υἱέσι γηροκόμοις· 3 καὶ κούφης βιότοιο τυχεῖν ὁσίης τε τελευτῆς, 4 οἵην ἡμετέρῳ γήραϊ δῶκεν ἄναξ, 5 ἠιθέων λογίων τὸ μέγα κράτος, ἠδʼ ἱερήων, 6 καὶ πολιῆς σκίπων, Γρηγόριʼ, ἡμετέρης. === epigram 76 === [παρὰ τῶν γονέων] 1 ἀσπάσιοι χθόνα τήνδε φίλαις ὑπὸ χείρεσι παιδὸς 2 ἑσσάμεθʼ εὐσεβέος Γρηγορίου τοκέες· 3 ὃς καὶ γῆρας ἔθηκεν ἑοῖς μόχθοισιν ἐλαφρὸν 4 ἡμέτερον, καὶ νῦν ἀμφιέπει θυσίαις. 5 ἄμπνεε γηροκόμων καμάτων, μέγα φέρτατε παίδων 6 Γρηγόριʼ, εὐαγέας Μάρτυσι παρθέμενος 7 σοὺς τοκέας· μισθὸς δὲ μέγαν Πατέρʼ ἵλαον εἶναι, 8 πνευματικῶν τε τυχεῖν εὐσεβέων τεκέων. === epigram 77 === [εἰς τὸν πάντων αὐτῶν τάφον] 1 λᾶας ὁ μὲν γενέτην τε καὶ υἱέα κυδήεντας 2 κεύθω Γρηγορίους, εἷς λίθος ἶσα φάη, 3 ἀμφοτέρους ἱερῆας· ὁ δʼ εὐπατέρειαν ἐδέγμην 4 Νόνναν σὺν μεγάλῳ υἱέι Καισαρίῳ. 5 τὼς ἐδάσαντο τάφους τε καὶ υἱέας· ἡ δὲ πορείη, 6 πάντες ἄνω· ζωῆς εἷς πόθος οὐρανίης. === epigram 78 === [τίς πρῶτος καὶ τίς μετέπειτα ἀπῆρε] 1 πρῶτος Καισάριος ξυνὸν ἄχος· αὐτὰρ ἔπειτα 2 Γοργόνιον, μετέπειτα πατὴρ φίλος· οὐ μετὰ δηρὸν 3 μήτηρ. ὦ λυπρὴ παλάμη καὶ γράμματα λυπρὴ 4 Γρηγορίου· γράψω καὶ ἐμὸν μόρον ὑστατίου περ. === epigram 79 === [εἰς ἑαυτόν] 1 πρῶτα μὲν εὐξαμένῃ με Θεὸς πόρε μητρὶ φαεινῇ· 2 δεύτερον, ἐκ μητρὸς δῶρον ἔδεκτο φίλον 3 τὸ τρίτον αὖ, θνῄσκοντά μʼ ἁγνὴ ἐσάωσε τράπεζα· 4 τέτρατον, ἀμφήκη μῦθον ἔδωκε Λόγος· 5 πέμπτον, παρθενίη με φίλοις προσπτύξατʼ ὀνείροις· 6 ἕκτον, Βασιλίῳ σύμπνοα ἱρὰ φέρον 7 ἕβδομον, ἐκ βυθίων με Φερέσβιος ἥρπασε κόλπων 8 ὄγδοον εὗ νούσοις ἐξεκάθηρα χέρας· 9 εἴνατον ὁπλοτέρῃ Τριάδʼ ἤγαγον, ὦ ἄνα, Ῥώμῃ· 10 βέβλημαι δέκατον λάεσιν ἠδὲ φίλοις. === epigram 80 === [εἰς ἑαυτόν] 1 Ἑλλὰς ἐμὴ, νεότης τε φίλη, καὶ ὅσσα πεπάσμην, 2 καὶ δέμας, ὡς Χριστῷ εἴξατε προφρονέως. 3 εἰ δʼ ἱερῆα φίλον με Θεῷ θέτο μητέρος εὐχὴ 4 καὶ πατρὸς παλάμη, τίς φθόνος; ἀλλά, μάκαρ, 5 σοῖς με, Χριστέ, χοροῖσι δέχου, καὶ κῦδος ὀπάζοις 6 υἱέι Γρηγορίου σῷ λάτρι Γρηγορίῳ. === epigram 81 === [ἐπὶ τῷ ἰδίῳ τάφῳ] 1 Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖται 2 τῆς ἱερῆς Τριάδος Γρηγόριος θεράπων, 3 καὶ σοφίῃ Σοφίης δεδραγμένος, ἠίθεός τε 4 οἶον πλοῦτον ἔχων ἐλπίδʼ ἐπουρανίην. === epigram 82 === [εἰς ἑαυτόν] 1 τυτθὸν ἔτι ζώεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷ 2 δῶκας ἑκών, σὺν τοῖς καὶ πτερόεντα λόγον 3 νῦν δʼ ἱερῆα μέγαν σε καὶ οὐρανίοιο χορείης 4 οὐρανὸς ἐντὸς ἔχει, κύδιμε Γρηγόριε. === epigram 83 === [εἰς ἑαυτόν] 1 ἔκ με βρέφους ἐκάλεσσε Θεὸς νυχίοισιν ὀνείροις· 2 ἤλυθον ἐς σοφίης πείρατα, σάρκα Λόγῳ 3 ἥγνισα καὶ κραδίην· κόσμου φλόγα γυμνὸς ἀλύξας, 4 ἔστην σὺν Ἀαρὼν Γρηγορίῳ γενέτῃ. === epigram 84 === [εἰς ἑαυτόν] 1 πατρὸς ἐγὼ ζαθέοιο καὶ οὔνομα καὶ θρόνον ἔσχον, 2 καὶ τάφον· ἀλλά, φίλος, μνώεο Γρηγορίου, 3 Γρηγορίου, τὸν μητρὶ θεόσδοτον ὤπασε Χριστὸς 4 φάσμασιν ἐννυχίοις, δῶκε δʼ ἔρον σοφίης. === epigram 85 === [εἰς Καισάριον τὸν ἑαυτοῦ ἀδελφόν] 1 σχέτλιός ἐστιν ὁ τύμβος. ἔγωγε μὲν οὔποτʼ ἐώλπειν, 2 ὥς ῥα κατακρύψει τοὺς πυμάτους προτέρους 3 αὐτὰρ ὃ Καισάριον, ἐρικυδέα υἷα τοκήων, 4 τῶν προτέρων πρότερον δέξατο· ποῖα δίκη; === epigram 85b === [εἰς τὸν αὐτόν] 1 οὐκ ἔσθʼ ὁ τύμβος αἴτιος· μὴ λοιδόρει. 2 φθόνου τόδʼ ἐστὶν ἔργον πῶς δʼ ἤνεγκεν ἂν 3 νέον γερόντων εἰσορῶν σοφώτερον; === epigram 86 === [εἰς τὸν αὐτόν] 1 Γρηγόριε, θνητῶν μὲν ὑπείροχον ἔλλαχες υἷα 2 κάλλεϊ καὶ σοφίῃ, καὶ βασιλῆι φίλον 3 κρείσσονα δʼ οὐκέτι πάμπαν ἀπηλεγέος θανάτοιο. 4 ἦ μὴν ὠιόμην ἀλλὰ τί φησὶ τάφος; 5 “ τέτλαθι· Καισάριος μὲν ἀπέφθιτο· ἀλλὰ μέγιστον 6 υἱέος εὖχος ἔχεις, υἱέος ἀντὶ φίλου.” === epigram 87 === [εἰς τοὺς γονεῖς τοῦ μεγάλου Γρηγορίου καὶ Καισαρίου] 1 ὥριοι εἰς τάφον ἦμεν, ὅτʼ ἐνθάδε τοῦτον ἔθηκαν 2 λᾶαν ἐφʼ ἡμετέρῳ γήραϊ λαοτόμοι· 3 ἀλλʼ ἡμῖν μὲν ἔθηκαν ἔχει δέ μιν οὐ κατὰ κόσμον 4 Καισάριος, τεκέων ἡμετέρων πύματος. 5 ἔτλημεν πανάποτμα, τέκος, τέκος· ἀλλὰ τάχιστα 6 δέξαι ἐς ὑμέτερον τύμβον ἐπειγομένους. === epigram 88 === [εἰς τὸν αὐτὸν Καισάριον] 1 τόνδε λίθον τοκέες μὲν ἑὸν τάφον ἐστήσαντο, 2 ἐλπόμενοι ζωῆς μοῖραν ἔχειν ὀλίγην 3 Καισαρίῳ δʼ υἱῆι πικρὴν χάριν οὐκ ἐθέλοντες 4 δῶκαν, ἐπεὶ πρότερος τοῦδε λύθη βιότου. === epigram 89 === [εἰς τὸν αὐτόν] 1 γῆρας ἐμὸν δήθυνεν ἐπὶ χθονί· ἀντὶ δὲ πατρὸς 2 λᾶαν ἔχεις, τεκέων φίλτατε, Καισάριε. 3 τίς νόμος; οἷα δίκη; θνητῶν ἄνα, πῶς τόδʼ ἔνευσας; 4 ὦ μακροῦ βιότου, ὦ ταχέος θανάτου. === epigram 90 === [εἰς τὸν αὐτόν] 1 οὐκ ἄγαμʼ, οὐκ ἄγαμαι δῶρον τόδε· τύμβον ἐδέξω 2 μοῦνον ἀφʼ ἡμετέμων, Καισάριε, κτεάνων, 3 γηραλέων τοκέων πικρὸν λίθον ὁ Φθόνος οὕτως 4 ἤθελεν. ὦ ζωῆς πήμασι μακροτέρης. === epigram 91 === [εἰς τὸν αὐτόν] 1 πᾶσαν ὅση σοφίη λεπτῆς φρενὸς ἐν μερόπεσσιν 2 ἀμφὶ γεωμετρίην καὶ θέσιν οὐρανίων, 3 καὶ λογικῆς τέχνης τὰ παλαίσματα, γραμματικήν τε 4 ἠδʼ ἰητορίην, ῥητορικῆς τε μένος, 5 Καισάριος πτερόωντι νόῳ μοῦνος καταμάρψας, 6 αἰαῖ· πᾶσιν ὁμῶς νῦν κόνις ἐστʼ ὀλίγη. === epigram 92 === [εἰς τὸν αὐτόν] 1 πάντα κασιγνήτοισιν ἑοῖς λίπες· ἀντὶ δὲ πάντων 2 τύμβον ἔχεις ὀλίγον, κύδιμε Καισάριε· 3 ἡ δὲ γεωμετρίη τε, καὶ ἀστέρες ὧν θέσιν ἔγνως, 4 ἥ τʼ ἰητορίη οὐδὲν ἄκος θανάτου. === epigram 93 === [εἰς τὸν αὐτόν] 1 κάλλιμον ἐκ πατρίης σὲ μεγακλέα τηλόθʼ ἐόντα, 2 ἄκρα φέροντα πάσης, Καισάριε, σοφίης, 3 πέμψαντες βασιλῆι τὸν ἔξοχον ἰητήρων, 4 φεῦ, κόνιν ἐκ Βιθυνῶν δεξάμεθʼ αὖ σε πέδου. === epigram 94 === [εἰς τὸν αὐτόν] 1 σεισμῶν μὲν κρυερῶν ἔφυγες στονόεσσαν ἀπειλήν, 2 ἡνίκα Νικαίης ἄστυ μίγη δαπέδῳ· 3 νούσῳ δʼ ἀργαλέῃ ζωὴν λίπες. ὦ νεότητος 4 σώφρονος, ὦ σοφίης, κάλλιμε Καισάριε. === epigram 95 === [εἰς τὸν αὐτόν] 1 Γρηγορίου Νόννης τε θεουδέος υἷα φέριστον 2 τύμβος ὅδʼ εὐγενέτην Καισάριον κατέχω, 3 ἔξοχον ἐν λογίοισιν, ὑπείροχον ἐν βασιλῄοις, 4 ἀστεροπὴν γαίης πείρασι λαμπομένην. === epigram 96 === [εἰς τὸν αὐτόν] 1 Καισαρίου φθιμένοιο κατήφησαν βασιλῆος 2 αὐλαί, Καππαδόκαι δʼ ἤμυσαν ἐξαπίνης· 3 καὶ καλὸν εἴ τι λέλειπτο μετʼ ἀνθρώποισιν ὄλωλεν, 4 οἱ δὲ λόγοι σιγῆς ἀμφεβάλοντο νέφος. === epigram 97 === [εἰς τὸν αὐτόν] 1 εἴ τινα δένδρον ἔθηκε γόος, καὶ εἴ τινα πέτρην, 2 εἴ τις καὶ πηγὴ ῥεῦσεν ὀδυρομένη, 3 πέτραι καὶ ποταμοὶ καὶ δένδρεα λυπρὰ πέλοισθε, 4 πάντες Καισαρίῳ γείτονες ἠδὲ φίλοι· 5 Καισάριος πάντεσσι τετιμένος, εὖχος ἀνάκτων, 6 αἰαῖ τῶν ἀχέωνʼ ἤλυθεν εἰς ἀίδην. === epigram 98 === [εἰς τὸν αὐτόν] 1 χεὶρ τάδε Γρηγορίοιο· κάσιν ποθέων τὸν ἄριστον, 2 κηρύσσω θνητοῖς τόνδε βίον στυγέειν. 3 Καισαρίῳ τίς κάλλος ὁμοίιος; ἢ τίς ἁπάντων 4 τόσσος ἐὼν τόσσης εἷλε κλέος σοφίης; 5 οὔτις ἐπιχθονίων ἀλλʼ ἔπτατο ἐκ βιότοιο 6 ὡς ῥόδον ἐξ ἀνθέων, ὡς δρόσος ἐκ πετάλων. === epigram 99 === [εἰς τὸν αὐτόν] 1 γείτονες εὐμενέοιτε καὶ ἐν κόλποισι δέχοισθε, 2 Μάρτυρες, ὑμετέροις αἷμα τὸ Γρηγορίου, 3 Γρηγορίου Νόννης τε μεγακλέος, εὐσεβίῃ τε 4 καὶ τύμβοις ἱεροῖς εἰς ἓν ἀγειρομένους. === epigram 100 === [εἰς τὸν αὐτὸν καὶ εἰς Φιλάγριον] 1 κλῦθι, Ἀλεξάνδρεια· Φιλάγριος ὤλεσε μορφὴν 2 τῆς λογικῆς ψυχῆς οὔτι χερειοτέρην, 3 Καισάριον δὲ νέον Φθόνος ἥρπασεν οὔποτε τοῖα 4 πέμψεις εὐίπποις ἄνθεα Καππαδόκαις. === epigram 101 === [εἰς Γοργόνιον τὴν ἑαυτοῦ ἀδελφήν] 1 Γρηγορίου Νόννης τε φίλον τέκος ἐνθάδε κεῖμαι 2 Γοργόνιον, ζωῆς μύστις ἐπουρανίης. === epigram 102 === [εἰς Γοργόνιον] 1 οὐδὲν Γοργόνιον γαίῃ λίπεν, ὀστέα μοῦνα· 2 πάντα δʼ ἔθηκεν ἄνω, Μάρτυρες ἀθλοφόροι. === epigram 103 === [εἰς τὴν αὐτήν καὶ εἰς Ἀλύπιον τὸν αὐτῆς ἄνδρα] 1 κτῆσιν ἑὴν σάρκας τε καὶ ὀστέα πάντʼ ἀναθεῖσα 2 Γοργόνιον Χριστῷ, μοῦνον ἀφῆκε πόσιν 3 οὐ μὰν οὐδὲ πόσιν δηρὸν χρόνον ἀλλʼ ἄρα καὶ τὸν 4 ἥρπασεν ἐξαπίνης κύδιμον Ἀλύπιον. 5 ὄλβιε ὀλβίστης ἀλόχου πόσι· τοῖς ῥα λοετροῖς 6 λύματʼ ἀπωσάμενοι ζῆτε παλιγγενέες. === epigram 104 === [ἐπιτάφιον εἰς Μαρτινιανόν] 1 εἴ τις Τάνταλός ἐστιν ἐν ὕδασιν αὖος ἀπίστοις, 2 εἴ τις ὑπὲρ κεφαλῆς πέτρος ἀεὶ φοβέων, 3 δαπτόμενόν τʼ ὄρνισιν ἀγήραον ἧπαρ ἀλιτροῦ, 4 καὶ πυρόεις ποταμὸς, καὶ ζόφος ἀθάνατος, 5 ταρτάρεοί τε μυχοὶ καὶ δαίμονες ἀγριόθυμοι, 6 ἄλλαι τε φθιμένων τίσιες εἰν ἀίδι· 7 ὅστις Μαρτινιανὸν ἀγακλέα δηλήσαιτο 8 τύμβον ἀνοχλίζων, δείματα πάντα φέροι. === epigram 105 === [κατὰ τυμβωρύχου] 1 οὔρεά σοι καὶ πόντος, ἀτάσθαλε, καὶ πεδίοισι 2 τέρπῃ πυροφόροις τετραπόδων τʼ ἀγέλαις· 3 καὶ χρυσοῖο τάλαντα καὶ ἄργυρος, εὐγενέες τε 4 λᾶες καὶ Σηρῶν νήματα λεπταλέα, 5 πάντα βίος ζωοῖσι· λίθοι δʼ ὀλίγοι τε φίλοι τε 6 τοῖς φθιμένοις. σὺ δέ μοι κἀνθάδε χεῖρα φέρεις, 7 οὐδὲ σὸν αἰδόμενος, τλῆμον, τάφον, ὅν τις ὀλέσσει 8 ἄλλος σοῖσι νόμοις, χερσὶ δικαιοτέραις, === epigram 106 === [εἰς Μαρτινιανόν] 1 ἡνίκα Μαρτινιανὸς ἔδυ χθόνα, μητέρα πάντων, 2 πᾶσα μὲν Αὐσονίων ἐστονάχησε πόλις· 3 πᾶσα δὲ Σικανίη τε, καὶ εὐρέα πείρατα γαίης 4 κείρατʼ, ἀπʼ ἀνθρώπων οἰχομένης Θέμιδος. 5 ἡμεῖς δʼ ἀντί νυ σεῖο τάφον μέγαν ἀμφιέποντες, 6 αἰὲν ἐπερχομένοις δώσομεν ὥς τι σέβας· === epigram 107 === [εἰς τὸν αὐτόν] 1 οἱ Χριστὸν φορέοντες ἀκούσατε, οἵ τε θέμιστας 2 εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίην 3 πάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων, 4 αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμʼ ὀλίγη, 5 Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλʼ ἐπὶ τύμβῳ 6 βάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας. === epigram 108 === [εἰς τὸν αὐτόν] 1 μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα, 2 τύμβος ὅδʼ εὐγενέτην Μαρτινιανὸν ἔχω, 3 ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισιν 4 ἀλλʼ ἀποτῆλε τάφου, πρίν τι κακὸν παθέειν. === epigram 109 === [εἰς τὸν αὐτόν] 1 μὴ πόλεμον φθιμένοισιν — ἅλις ζώοντες, ἀλιτροὶ — 2 μὴ πόλεμον φθιμένοις Μαρτινιανὸς ἐγὼ 3 ταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶν 4 τῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων. === epigram 110 === [εἰς τὸν αὐτόν] 1 Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλαντα 2 ὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίων 3 οὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρον 4 οὗτος ἐμοί. φεῦ, φεῦ· ποῦ δὲ λίθος Σισύφου ; === epigram 111 === [εἰς τὸν αὐτόν] 1 ὄλβιος, εὐγήρως, ἄνοσος θάνον, ἐν βασιλῆος 2 πρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης· 3 εἴ τινα Μαρτινιανὸν ἀκούετε· ἀλλʼ ἀπὸ τύμβου, 4 μηδὲ φέρειν ἐπʼ ἐμοὶ δυσμενέας παλάμας. === epigram 112 === [εἰς τὸν αὐτόν] 1 χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις, 2 λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον· 3 χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρ 4 καὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω. === epigram 113 === [εἰς τὸν αὐτόν] 1 Καππαδοκῶν μέγʼ 2 ἄεισμα, φαάντατε Μαρτινιανέ, 3 σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα· 4 ὃς ποτʼ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων, 5 δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην. === epigram 114 === [εἰς τὸν αὐτόν] 1 Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος, 2 καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν, 3 μήποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαι 4 στήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδʼ ἱεροῖς. === epigram 115 === [εἰς τὸν αὐτόν] 1 Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίης 2 στῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει· 3 ἀλλʼ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι, 4 τῷδε τάφῳ πολλῶν οὐχ ὁσίαι παλάμαι. === epigram 116 === [εἰς τὸν αὐτόν] 1 Μαρτινιανοῦ σῆμα μεγακλέος, εἲ τινʼ ἀκούεις 2 Καππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων, 3 παντοίαις ἀρετῇσι κεκασμένον, ἀλλὰ κόνιν περ 4 ἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν. === epigram 117 === [εἰς τὸν αὐτόν] 1 οὔποτʼ ἐγὼ φθιμένοισιν ἐπέχραον, οὐδʼ ἀπὸ τύμβων 2 ἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους· 3 τοὔνεκα μηδʼ ἐπʼ ἐμοῖσι φέρειν λάεσσι σίδηρον 4 εἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω. 5 Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖο 6 κύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω. === epigram 118 === [εἰς Λιβίαν τὴν γαμετὴν Ἀμφιλόχου] 1 εἷς δόμος, ἀλλʼ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός· 2 τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις· 3 καὶ ῥʼ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντο 4 ὡς σὺ μάκαιρα δάμαρ Ἀμφιλόχου, Λιβίη, 5 κάλλιμὲ θʼ υἱήων, Εὐφήμιε· τούσδʼ ὑπόδεχθε, 6 μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους. === epigram 119 === [εἰς τὴν αὐτήν] 1 ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισιν 2 ὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι· 3 νῦν δέ σε μοῖρʼ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν, 4 εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην. 5 αἰαῖ· Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτος 6 ἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει. === epigram 120 === [εἰς τὴν αὐτὴν Λιβίαν] 1 αἰαῖ· καὶ Λιβίαν κατέχει κόνις. οὔποτʼ ἔγωγε 2 ὠισάμην θνητὴν ἔμμεναι, εἰσορόων 3 εἶδος, μειλιχίην τε σαοφροσύνην τε γυναικός, 4 τοῖς φῦλον πασέων καίνυτο θηλυτέρων 5 τοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσαν 6 σῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος. === epigram 121 === [εἰς Εὐφήμιον καὶ Ἀμφίλοχον αὐταδέλφους] 1 ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά, 2 πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην, 3 υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε, 4 πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες. 5 δεινὸν δʼ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσε 6 ζωῆς, τὸν δʼ ἔλιπεν ἥμισυν Ἀμφίλοχον. === epigram 122 === [εἰς Εὐφήμιον] 1 ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δʼ ἐν ἀοιδοῖς, 2 κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων, 3 ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δʼ ἔρωτας 4 ἐς θαλάμους καλέων, ὤλετο· φεῦ παθέων 5 ἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδʼ ὑμεναίων 6 ἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων. === epigram 123 === [εἰς τὸν αὐτόν] 1 Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις, 2 Ἑλλάδα κʼ Αὐσονίην μοῦσαν ἐφιπτάμενος, 3 στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθʼ ὑπὸ γαῖαν. 4 αἰαῖ· τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος. === epigram 124 === [εἰς τὸν αὐτόν] 1 Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸν 2 λείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας, 3 μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος· 4 τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη. === epigram 125 === [εἰς τὸν αὐτόν] 1 Στράψε μέγʼ ἀνθρώποις Εὐφήμιος, ἀλλʼ ἐπὶ τυτθὸν 2 καὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας· 3 στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν· 4 τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος. === epigram 126 === [εἰς τὸν αὐτόν] 1 τίς; τίνος; — “ Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται, 2 οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος· 3 οὗτος ὃν αἱ Χάριτες Μούσαις δόσαν οἱ δʼ ὑμέναιοι 4 ἀμφὶ θύρας· ἦλθεν δʼ ὁ Φθόνος ὠκύτερος.” === epigram 127 === [εἰς τὸν αὐτόν] 1 ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων, 2 καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφέων, 3 ᾤχετο ἐκ μερόπων Εὐφήμιος· οὑδʼ ἔτʼ ἀνίσχεν, 4 αἰαῖ, σοῖς θαλάμοις πυρσὸς ὃν ἧψεν Ἔρως. === epigram 128 === [—εἰς τὸν αὐτόν] 1 αἱ Χάριτες Μούσαισι· “τί ῥέξομεν; οὐκέτʼ ἄγαλμα 2 χειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.” 3 χαἰ Μοῦσαι Χαρίτεσσιν “ ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός, 4 τόσσον ἔχοι· ἡμῖν δὲ τόδʼ ὅρκιον ἔμπεδον ἔστω, 5 μηκέτʼ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.” === epigram 129 === [εἰς τὸν αὐτόν] 1 κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα, καὶ λαλαγεῦντες 2 ὄρνιθες λιγυροὶ καλὸν ἐπʼ ἀκρεμόνων, 3 αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι, 4 καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων, 5 κλαύσατε. ὦ χαρίεσσ’ Εὐφημιάς· ὥς σε θανών περ 6 Εὐφήμιος κλεινὴν θήκατʼ ἐπωνυμίην. === epigram 130 === [εἰς τὸν αὐτόν] 1 κάλλιμος ἠιθέων Εὐφήμιος, εἴποτʼ ἔην γε· 2 κάλλιμος ἐν χώροις χῶρος ὅδʼ ἠλύσιος· 3 τοὔνεκεν εἰς ἓν ἄγερθεν ἐπεὶ ζωὴν μὲν ἔλειψεν, 4 οὔνομα δʼ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ. === epigram 131 === [εἰς Ἀμφίλοχον] 1 ἤλυθε κʼ Ἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα, 2 ψυχὴ δʼ ἐς μακάρων ᾤχετʼ ἀποπταμένη. 3 πηοῖς πάντα πέπασσο, μακάρτατε· βίβλον ἔῳξας 4 πᾶσαν ὅση θνητῶν, κεἴ τις ἐπουρανίη. 5 γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπας 6 κρείσσονα καὶ τοκέων τὸ πλέον οὐ μερόπων. === epigram 132 === [εἰς τὸν αὐτόν] 1 ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα 2 Ἀμφίλοχος, λιπαροῦ γήραος ἀντιάσας, 3 ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων, 4 πηῶν, εὐσεβέων, εὐγενέων, λογίων, 5 καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδʼ ἑταίρων 6 σῶν ἑνός, ὦ φιλότης, γράμμʼ ἐπιτυμβίδιον. === epigram 133 === [εἰς τὸν αὐτόν] 1 ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντες 2 μῦθοι, καὶ πηγὴ πᾶσιν ἀρυομένη, 3 ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δʼ ἅμʼ ἕσπετο μοῦνον 4 ἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον. 5 Γρηγόριος τάδʼ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖο 6 Ἀμφίλοχʼ, ἐξεδάην ἀντιχαριζόμενος. === epigram 134 === [εἰς τὸν αὐτόν] 1 Ἀμφίλοχος τέθνηκεν ἀπώλετο εἴ τι λέλειπτο 2 καλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος, 3 καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δʼ αὖ σε 4 ἡ Διοκαισαρέων μύρατο πάτρα φίλη. === epigram 135 === [εἰς τὸν αὐτόν] 1 τυτθὸν μὲν πτολίεθρον, ἀτάρ πολὺν ἀνέρα δῶκα 2 βήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων, 3 Ἀμφίλοχον φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσα 4 ῥήτρη, καὶ πάτρης εὖχος ἀριστοτόκου. === epigram 136 === [εἰς τὸν αὐτόν] 1 τὸν ῥήτρην πυρόεσσαν ἐπʼ ἀντιπάλοισι φέροντα, 2 τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδας 3 Ἀμφίλοχον κατέχω τυτθὴ κόνις, ἔκτοθι πάτρης, 4 υἱέα Φιλτατίου Γοργονίας τε μέγαν. === epigram 137 === [εἰς τὸν αὐτόν] 1 ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇ 2 Ἀμφιλόχου μεγάλου τύμβος ὅδʼ ἀμφὶς ἔχω. === epigram 138 === [εἰς τὸν αὐτόν] 1 ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃ 2 πάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν. === epigram 139 === [εἰς Νικομήδην] 1 οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος ἡ δὲ συνωρὶς 2 σῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει; 3 τίς δὲ τέλος νηῷ περικάλλεϊ χεὶρ ἐπιθήσει; 4 τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην, 5 σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα; 6 ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων, === epigram 140 === [εἰς τὸν αὐτόν] 1 Δέρκεο καὶ τύμβον Νικομήδεος, εἲ τινʼ ἀκούεις, 2 ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ, 3 αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτον 4 δῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων, 5 φέρτερον οὐδὲν ἔχων, ἱερεύς, γενέτης τε φέριστος. 6 τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι, === epigram 141 === [εἰς τὸν αὐτόν] 1 ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα 2 ἔνθεν ἀνηέρθης· τίς τάδʼ ἔνευσε δίκη; 3 Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθεν 4 ἰθύνοις τεκέων σὺν ἱερῇ δυάδι. === epigram 142 === [εἰς Καρτέριον ἑταῖρον τοῦ μεγάλου Γρηγορίου] 1 πῆ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθʼ ἑταίρων, 2 ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε; 3 πῆ ποτʼ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν, 4 ἦμος ἐπʼ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην, 5 ὃς βιότῳ μʼ ἔζησας ἀσαρκέι; ἦ ῥʼ ἐτεόν σοι 6 Χριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις. === epigram 143 === [εἰς τὸν αὐτόν] 1 Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστον 2 ἠιθέων, ζωῆς ἡνίοχʼ ἡμετέρης, 3 μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς, 4 ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε. === epigram 144 === [εἰς τὸν αὐτόν] 1 ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσιν 2 ἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναι 3 Καρτερίου· πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν; 4 ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη. === epigram 145 === [εἰς τὸν αὐτόν] 1 ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκα 2 Καρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης. === epigram 146 === [εἰς τὸν αὐτόν] 1 ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμα 2 σταυροφόρων κόλποις Καρτέριον κατέχεις. === epigram 147 === [εἰς Βάσσον τινὰ παρὰ λῃστῶν ἀποκτανθέντα] 1 Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων, 2 τῆλε τεῆς πάτρης ληΐστορι χειρὶ δαμάσθης, 3 οὐδέ σε τύμβος ἔχει πατρώϊος· ἀλλὰ καὶ ἔμπης 4 πᾶσιν Καππαδόκεσσι μέγʼ οὔνομα σεῖο λέλειπται, 5 καὶ στῆλαι παγίων μέγʼ ἀμείνονες, αἷς ἐνιγράφθης. 6 Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες. === epigram 148 === [εἰς τὸν αὐτόν] 1 ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε, 2 σὸν τέκος Ἀβραὰμ πνεύματι Καρτέριον· 3 αὐτὰρ ἐγών, εἰ καί σε τάφος σὺν πατρὶ καλύπτοι, 4 οὔποτʼ ἀφʼ ὑμετέρης στήσομʼ ὁμοζυγίης. === epigram 149 === [εἰς Φιλτάτιον] 1 ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦ 2 χθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας. === epigram 150 === [εἰς Εὐσέβειαν καὶ Βασίλισσαν] 1 Εὐσέβιον, Βασίλισσα, μεγακλέες, ἐνθάδε κεῖνται, 2 Ξώλων ἠγαθέων θρέμματα χριστοφόρα, 3 καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβεις 4 τούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων. === epigram 151 === [εἰς Ἑλλάδιον καὶ Εὐλάλιον αὐταδέλφους] 1 αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν, οὐδʼ ἐπὶ γαίης 2 ἤρειδες χθαμαλῆς ἴχνιον οὐδʼ ὀλίγον 3 τοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ 4 σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε. === epigram 152 === [εἰς Ἑλλάδιον] 1 τὸν νεαρόν, Χριστῷ δὲ μέγαν, πολιόν τε νόημα, 2 χῶρος ὅδʼ ἀθλοφόρων Ἑλλάδιον κατέχω· 3 οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη, 4 σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον. === epigram 153 === [εἰς τὸν αὐτόν] 1 μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ, 2 πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις, 3 Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχιστα 4 δεσμῶν ἐξελύθης τοῦτο γέρας καμάτων. === epigram 154 === [εἰς Γεώργιον] 1 καὶ σὺ Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι, 2 ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας· 3 σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσα 4 ξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον. === epigram 155 === [εἰς Εὐπράξιον] 1 χώρης τῆσδʼ ἱερῆς Εὐπράξιον ἀρχιερῆα 2 ἥδʼ Ἀριανζαίη χθὼν μεγάλη κατέχω, 3 Γρηγορίοιο φίλον καὶ ἥλικα, καὶ συνοδίτην 4 τοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν. === epigram 156 === [εἰς Ναυκράτιον τὸν ἀδελφὸν τοῦ μεγάλου Βασιλείου] 1 Ἰχθυβόλον ποτʼ ἔλυε λίνον βυθίης ἀπὸ πέτρης 2 Ναυκράτιος, δίναις ἐν ποταμοῦ βρυχίαις· 3 καὶ τὸ μὲν οὐκ ἀνέλυσεν ὁ δʼ ἔσχετο· πῶς ἁλιῆα 4 εἴρυσεν ἀνθʼ ἁλίης δίκτυον, εἰπέ, Λόγε, 5 Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω, 6 καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων. === epigram 157 === [εἰς τὸν αὐτόν] 1 Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο, 2 δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος· 3 ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο, 4 ἔνθεν ἀνηέρθη πῶλος ὅδʼ ἄκρα θέων. === epigram 158 === [εἰς τὸν αὐτόν] 1 Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθείς, 2 δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη. === epigram 159 === [εἰς Μαξέντιον] 1 αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖς 2 ἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας, 3 Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταμποῖς 4 ἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦρον 5 τὴν σταθερὴν· Χριστῷ τῆξα δέμας ἄλγεσι πολλοῖς· 6 καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην. === epigram 160 === [εἰς τὸν αὐτὸν Μαξέντιον] 1 Πάλλετʼ ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσα 2 οὔνομα, ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου, 3 ἄμβροτον, αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε, 4 ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει. === epigram 161 === [εἰς Ἐμμελίαν τὴν μητέρα τοῦ ἁγίου Βασιλείου] 1 Ἐμμέλιον τέθνηκε· τίς ἔφρασεν; ἥ γε τοσούτων 2 καὶ τοίων τεκέων δῶκε φάος βιότῳ, 3 υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε· 4 εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων. 5 τρεῖς μὲν τῆσδʼ ἱερῆες ἀγακλέες, ἡ δʼ ἱερῆος 6 σύζυγος· οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων. === epigram 162 === [εἰς τὴν αὐτὴν Ἐμμελίαν] 1 θάμβος ἔχεν μʼ ὁρόωντα τόσον γόνον Ἐμμελίοιο 2 καὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλον 3 ὡς δʼ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα, 4 Ἐμμέλιον, τόδʼ ἔφην οὐ μέγα· ῥίζα τόση. 5 τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη, 6 τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα. === epigram 163 === [εἰς Μακρίναν τὴν ἀδελφὴν τοῦ μεγάλου Βασιλείου] 1 παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἲ τινʼ ἀκούεις 2 Μακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης· 3 ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα· νῦν δʼ ἐνὶ πάντων 4 γλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει. === epigram 164 === [εἰς Θεοσέβιον ἀδελφὴν Βασιλείου] 1 καὶ σὺ Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο, 2 Γρηγορίου μεγάλου σύζυγε ἀτρεκέως, 3 ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἔμμα γυναικῶν 4 εὐσεβέων βιότου δʼ ὥριος ἐξελύθης. === epigram 165 === [εἰς Γρηγόριον τῆς μητρὸς ἀδελφόν] 1 Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδʼ ἔθηκε 2 Γρηγόριος, καθαροῖς Μάρτυσι παρθέμενος, 3 ἠίθεον, θαλέθοντα, νεόχνοον αἱ δὲ πάροιθεν 4 τῆς γηροτροφίης ἐλπίδες ἥδε κόνις. === epigram 166 === [πρὸς τοὺς ἐν μαρτυρίοις τρυφῶντας] 1 εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστω 2 θρύψις ἀεθλοφόροις· ταῦτα γάρ ἀντίθετα. 3 εἰ δʼ οὐκ ὀρχησταῖς ἀθλήματα, οὐδὲ ἀθληταῖς 4 ἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρεις 5 ἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιος 6 ὃς πληροῖ θυλάκους, ἂν ἀδικώτατος ᾖ; === epigram 167 === [εἰς τοὺς αὐτούς] 1 Μάρτυρες, εἴπατε ἄμμιν ἀληθῶς, εἰ φίλον ὑμῖν 2 αἱ σύνοδοι; τί μὲν οὖν ἥδιον; ἀντί τίνος; 3 τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντʼ ἄν, 4 εἰ τιμῷτʼ ἀρετή. τοῦτο μὲν εὖ λέγετε. 5 ἡ δὲ μέθη, τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰς 6 ἄλλοις· ἀθλοφόρων ἔκλυσις ἀλλοτρία. === epigram 168 === [εἰς τοὺς αὐτοὺς ˘] 1 μὴ ψεύδεσθʼ ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί· 2 λαιμῶν οἵδε νόμοι, ὦ ʼγαθοί, ὑμετέρων· 3 μάρτυσι δʼ εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνειν 4 ψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν. === epigram 169 === [εἰς τοὺς αὐτούς] 1 Μαρτύρομʼ, ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν 2 τιμὰς ὑμετέρας οἱ φιλογαστορίδαι. 3 οὐ ζητεῖτε τράπεζαν ἐύπνοον, οὐδὲ μαγείρους· 4 οἱ δʼ ἐρυγὰς παρέχουσ’ ἀντʼ ἀρετῆς τὸ γέρας. === epigram 170 === [εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων] 1 Τρισθανέες, πρῶτον μὲν ἐμίξατε σώματʼ ἀνάγνων 2 ἀθλοφόροις, τύμβοι δὲ θυηπόλον ἀμφὶς ἔχουσι· 3 δεύτερον αὖτε τάφους τοὺς μὲν ἐμίξατε σώματʼ ἀθέσμως, 4 αὐτοὶ σήματʼ ἔχοντες ὁμοίια· τοὺς δʼ ἀπέδοσθε, 5 πολλάκι καὶ τρὶς ἕκαστον ὃ δὲ τρίτον, ἱεροσυλεῖς 6 μάρτυρας οὓς φιλέεις· Σοδομίτιδες ἤξατε πηγαί. === epigram 171 === [εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων] 1 παῖδες χριστιανῶν τόδʼ ἀκούσατε· οὐδὲν ὁ τύμβος· 2 πῶς οὖν ὑμετέρους χώννυτʼ ἀριπρεπέας; 3 ἀλλʼ ἔστιν καὶ πᾶσι γέρας τόδε, μηδὲ τάφοισιν 4 βάλλειν ἀλλοτρίοις δυσμενέας παλάμας. 5 εἰ δʼ ὅτι μὴ νέκυς οἶδε τὰ ἐνθάδε, τοῦτʼ ἀδίκαστον, 6 πείθομαι, ἢν σὺ φέρῃς πατρὸς ὕβριν φθιμένου. === epigram 172 === [εἰς τοὺς αὐτοὺς καὶ κατὰ τυμβωρύχων] 1 Τυμβολέται, γάστρωνες, ἐρευγόβιοι, πλατύνωτοι, 2 μέχρι τίνος· τύμβοις Μάρτυρας ἀλλοτρίοις 3 τιμᾶτʼ, εὐσεβέοντες ἃ μὴ θέμις; ἴσχετε λαιμούς, 4 καὶ τότε πιστεύσω Μάρτυσιν ἦρα φέρειν. === epigram 173 === [πρὸς τοὺς ἀπὸ τῶν ἐκ τάφων λίθων ναοὺς οἰκοδομοῦντας] 1 τιμὴ Μάρτυσίν ἐστιν ἀεὶ θνῄσκειν βιότητι, 2 αἵματος οὐρανίου μνωομένους μεγάλου, 3 τύμβοι δὲ φθιμένοις· ὃς βήματα δʼ ἡμὶν ἐγείρει 4 ἀλλοτρίοισι λίθοις, μηδὲ τάφοιο τύχοι. === epigram 174 === [πρὸς τοὺς ὲν μαρτυρίοις τρυφῶντας] 1 Μάρτυρες, αἷμα Θεῷ μεγάλην ἐσπείσατε λοιβήν, 2 καὶ μέντοι θεόθεν ἄξια δῶρʼ ἔχετε, 3 βήμαθʼ, ὕμνους, λαούς, εὐχῶν σέβας. ἀλλʼ ἀπὸ τύμβων 4 φεύγετε, νεκροκόμοι, Μάρτυσι πειθόμενοι. === epigram 175 === [πρὸς τοὺς αὐτούς] 1 δαίμοσιν εἰλαπίναζον, ὅσοις τὸ πάροιθε μεμήλει 2 δαίμοσιν ἦρα φέρειν, οὐ καθαρὰς θαλίας· 3 τούτου χριστιανοὶ λύσιν εὕρομεν, ἀθλοφόροισι 4 στησάμεθʼ ἡμετέροις πνευματικὰς συνόδους. 5 νῦν δέ τι τάρβος ἔχει με· ἀκούσατε οἱ φιλόκωμοι· 6 πρὸς τοὺς δαιμονικοὺς αὐτομολεῖτε τύπους. === epigram 176 === [κατὰ τυμβωρύχων] 1 μηκέτι πηκτὸν ἄροτρον ἀνήρ ἐπὶ γαῖαν ἐλαύνοι, 2 μὴ πέλαγος πλώοι,. μὴ δόρυ θοῦρον ἔχοι· 3 ἀλλὰ φέρων σκαπάνην τε καὶ ἄγριον ἐν φρεσὶ θυμόν, 4 ἐς τύμβους πατέρων χρυσὸν ἴοι ποθέων 5 ὁππότε καὶ τοῦτόν τις ἐμὸν περικαλλέα τύμβον 6 σκάψεν ἀτασθαλέων εἵνεκα κερδοσύνης. === epigram 177 === [ἄλλο] 1 ἑπτὰ βίοιο πέλει τάδε θαύματα· τεῖχος, ἄγαλμα, 2 κῆποι, πυραμίδες, νηός, ἄγαλμα, τάφος· 3 ὄγδοον ἔσκον ἔγωγε πελώριος ἐνθάδε τύμβος, 4 ὑψιπαγής, σκοπέλων τῶνδʼ ἀποτῆλε θέων 5 πρῶτος δʼ ἐν φθιμένοισιν ἀοίδιμος, ἔργον ἄπληστον 6 τῆς σῆς, ἀνδροφόνε, μαινομένης παλάμης. === epigram 178 === [ἄλλο] 1 ἦν ὅτε ἦν ἀτίνακτος ἐγὼ τάφος οὔρεος ἄκρην 2 πουλὺς ὑπερτέλλων τηλεφανὴς σκόπελος· 3 νῦν δέ με θὴρ ἐτίναξεν ἐφέστιος εἵνεκα χρυσοῦ· 4 ὧδε δʼ ἐτινάχθην γείτονος ἐν παλάμαις. === epigram 179 === [κατὰ τυμβωρύχων] 1 τὸν τύμβοιο τόσου ληίστορα, ὃν πέρι πάντῃ 2 λάων τετραπέδων ἀμφιθέει στέφανος, 3 ἄξιον αὐτίκʼ ἔην, αὐτῷ ἐνὶ σήματι θέντας 4 αὖθις ἐπικλεῖσαι χάσματα δυσσεβέι. === epigram 180 === [κατὰ τυμβωρύχων] 1 ἔργον ἀλιτρὸν ὄπωπα, κεχηνότα τύμβον, ὁδεύων 2 χρυσοῦ ταῦτα πέλει ἔργματα τοῦ δολίου· 3 εἰ μὲν χρυσὸν ἔχεις, εὗρες κακὸν εἰ δʼ ἄρα κεινὸς 4 ἔνθεν ἔβης, κενεὴν μήσαο δυσσεβίην. === epigram 181 === [εἰς τοὺς αὐτούς] 1 ὁσσάτιον παράμειψα βροτῶν βίον οὐδʼ ἄρʼ ἔμελλον 2 ἐκφυγέειν παλάμας γείτονος οὐλομένας, 3 ὅς με καὶ αἰπὺν ἐόντα χαμαὶ βάλε νηλέι θυμῷ, 4 οὔτε Θεὸν δείσας, οὐθʼ ὁσίην φθιμένων. === epigram 182 === [εἰς τοὺς αὐτούς] 1 τὸν τύμβων κακοεργὸν ἀλάστορα φεύγετε πάντες· 2 ἠνίδʼ ὅσην σκοπιὴν ῥήξατο ῥηιδίως· 3 οὐ μὲν ῥηιδίως ἐρρήξατο· ἀλλʼ ἀποτῆλε 4 χάζεσθε· φθιμένους ὧδʼ ἂν ἀρεσσάμεθα. === epigram 183 === [εἰς τοὺς αὐτούς] 1 αἰαῖ ὥς τι κακὸν προτιόσσομαι ἐγγύθεν ἤδη 2 τοῖσί τε τυμβορύχοις, τοῖς τε περικτιόσιν, 3 σήματος ὑψιθέοντος ὀλωλότος· ἀλλὰ τὸν ἐχθρὸν 4 οἶδε δίκη· δακρύειν δʼ ἡμέτερον φθιμένους. === epigram 184 === [εἰς τοὺς αὐτούς] 1 Μαυσώλου τάφος ἐστὶ πελώριος, ἀλλὰ Κάρεσσι 2 τίμιος· οὔτις ἐκεῖ τυμβολέτις παλάμη· 3 Καππαδόκεσσιν ἔγωγε μέγʼ ἔξοχος, ἀλλὰ δέδορκας 4 οἷα πάθον στήλῃ γράψατε νεκροφόνον. === epigram 185 === [εἰς τοὺς αὐτούς] 1 τοῖχος ἐνὶ προπόδεσσι καὶ ὄρθιος· ἔνθεν ἔπειτα 2 ὕπτιος, ἐκ λαγόνων εἰς ἓν ἀγειρομένων 3 τύμβος ἔην, καθύπερθε λόφου λόφος· ἀλλὰ τί ταῦτα 4 οὐδὲν χρυσοφίλαις οἳ μʼ ἐτίναξαν ὅλον. === epigram 186 === [εἰς τοὺς αὐτούς] 1 νεκρῶν νεκρὰ πέλοι καὶ μνήματα· ὃς δʼ ἀνεγείρει 2 τύμβον ἀριπρεπέα τῇ κόνι, τοῖα πάθοι· 3 οὐ γὰρ ἂν οὗτος ἀνήρ τὸν ἐμὸν τάφον ἐξαλάπαξεν, 4 εἰ μὴ χρυσὸν ἔχειν ἤλπετο ἐκ νεκύων. === epigram 187 === [εἰς τοὺς αὐτούς] 1 τίς τίνος; οὐκ ἐρέει στήλη· πρὸ γὰρ ὤλετο τύμβου. 2 τίς χρόνος; ἀρχαίης σῆμα τόδʼ ἐργασίης. 3 τίς δὲ σ’ ἐνήρατο; εἰπέ φόνος τόδε. χεῖρες ἀλιτραὶ 4 γείτονος. ὡς τί λάβῃ; χρυσόν. ἔχοι σκοτίην. === epigram 188 === [εἰς τοὺς αὐτούς] 1 ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, ἴσθι με ταῦτα 2 τοῦ νεοκληρονόμου χερσὶ παθόντʼ ἀδίκως· 3 οὐ γὰρ ἔχον χρυσόν τε καὶ ἄργυρον, ἀλλʼ ἐδοκήθην, 4 κάλλεϊ μαρμαίρων τοσσατίων λαγόνων. === epigram 189 === [εἰς τοὺς αὐτούς] 1 στῆθι πέλας, καὶ κλαῦσον ἰδὼν τόδε σῆμα θανόντος, 2 εἴποτʼ ἔην, νῦν αὖτε τάφον δηλήμονος ἀνδρός· 3 σῆμα πέλω μὴ τύμβον ἐγείρειε βροτὸς ἄλλος. 4 τί πλέον, εἰ παλάμαισι φιλοχρύσοισιν ὀλεῖται; === epigram 190 === [εἰς τοὺς αὐτούς] 1 αἰὼν καὶ κληῖδες ἀμειδήτου θανάτοιο, 2 καὶ λήθη, σκοτίης βένθεα, καὶ νέκυες, 3 πῶς ἔτλη τύμβον τις ἐμὸν ἔπι χεῖρας ἐνεγκεῖν; 4 πῶς ἔτλη; φθιμένων κήδεται οὐδʼ ὁσίη; === epigram 191 === [εἰς τοὺς αὐτούς] 1 τέτρωμαι πληγῇσιν ἀεικελίῃσιν ὁ τύμβος 2 τέτρωμʼ, ὥς τις ἀνὴρ ἐν δαῒ λευγαλέῃ. 3 ταῦτα φίλα θνητοῖσι; τὸ δʼ αἴτιον ὡς ἀθέμιστον 4 τὸν νέκυν οἶον ἔχων, χρυσὸν ἀποξέομαι, === epigram 192 === [εἰς τοὺς αὐτούς] 1 πρός σε Θεοῦ ξενίου λιτάζομαι, ὅστις ἀμείβεις 2 τύμβον ἐμόν, φράζειν τοῖα πάθοις ὁ δράσας. 3 οὐκ οἶδʼ ὅντινα τύμβος ἔχει νέκυν ἀλλʼ ἐρέω γε 4 δάκρυʼ ἐπισπένδων τοῖα πάθοις ὁ δράσας. === epigram 193 === [εἰς τοὺς αὐτούς] 1 πάντα λιπών, γαίης τε μυχοὺς καὶ πείρατα πόντου, 2 ἦλθες ἔχειν ποθέων χρυσὸν ἐμοῦ νέκυος. 3 νεκρὸν ἔχω καὶ μῆνιν ὀλωλότος· ἤν τις ἐπέλθῃ, 4 ταῦτʼ εἰ λείζῃ, δώσομεν ἀσπασίως. === epigram 194 === [εἰς τοὺς αὐτούς] 1 εἴ σοι χρυσὸν ἔδωκα μόνῳ μόνος,, οὐκ ἐφύλασσες 2 τοῦθʼ ὅπερ εἰλήφεις; ἢ κακὸς ἦσθʼ ἂν ἄγαν. 3 εἰ δὲ τάφον σκάπτεις, τὴν αἰδέσιμον παραθήκην, 4 καὶ τόδʼ ἐπὶ χρυσῷ, ἄξιος, εἰπέ, τίνος; === epigram 195 === [εἰς τοὺς αὐτούς] 1 τοὺς ζῶντας κατόρυσσε· τί γὰρ νεκροὺς κατορύσσεις; 2 ἄξιοί εἰσι τάφων, οἳ σὲ ζῆν εἴασαν οὕτω, 3 τὸν τῶν οἰχομένων ὑβριστὴν καὶ φιλόχρυσον. === epigram 196 === [εἰς τοὺς αὐτούς] 1 καὶ σύ, τάλαν, παλάμῃσι τεαῖς ἢ μύστιν ἐδωδὴν 2 δέξῃ θαρσαλέως, ἢ Θεὸν ἀγκαλέσεις 3 χείρεσιν αἷς διόρυξας ἐμὸν τάφον; ἦ ῥα δίκαιοι 4 οὐδὲν ἔχουσι πλέον, εἰ σὺ τάλαντα φύγοις. === epigram 197 === [εἰς τοὺς αὐτούς] 1 φησὶ Δίκη· “τίς πίστις, ὅτʼ ὤλεσας ὃν λαγόνεσσι 2 σῇσιν ἔδωκα, νέκυν, γαῖα φίλη, φθίμενον;” 3 “ οὐ γαίη μʼ ἐτίναξεν ἀτάσθαλος ὤλεσεν ἀνήρ, 4 καὶ φιλοκερδείης εἵνεκα. τοῦτον ἔχε.” === epigram 198 === [εἰς τοὺς αὐτούς] 1 πρόσθε τάδʼ ἦεν ἄσυλα· θεός, νέκυς. ἀλλὰ Θεὸς μὲν 2 ἵλαος· εἰ δὲ νέκυς, ὄψεθʼ ὁ τυμβολέτης. === epigram 199 === [εἰς τοὺς αὐτούς] 1 ἦ ῥά σε δινήσουσιν Ἐρινύες· αὐτὰρ ἔγωγε 2 κλαύσομʼ ἀποφθιμένους, κλαύσομʼ ἄγος παλάμης. === epigram 200 === [εἰς τοὺς αὐτούς] 1 Λήξατε, τυμβοχόοι, ναὶ λήξατε βένθεσι γαίης 2 κεύθειν τοὺς φθιμένους· εἴξατε τυμβολέταις. 3 νεκρῶν καὶ τάδε γʼ ἐστὶ σοφίσματα, ὡς φιλόχρυσον 4 εὕρωσιν παλάμην, σήματα τοῖα χέειν. === epigram 201 === [εἰς τοὺς αὐτούς] 1 τίς σ’ ἀνέηκεν, ἄπληστε, τόσον κακὸν ἀντὶ τόσοιο 2 κέρδεος ἀλλάξαι, μηδὲ παρεσταότος; === epigram 202 === [εἰς τοὺς αὐτούς] 1 στῆλαι καὶ τύμβοι, μέγα χαίρετε, σήματα νεκρῶν 2 οὐκέτι κηρύξω μνήμασι τοὺς φθιμένους, 3 ἡνίκα τὸν περίφαντον ἐμὸν τάφον ὤλεσε γείτων. 4 γαῖα φίλη, σὺ δέ μοι δέχνυσο τοὺς φθιμένους. === epigram 203 === [πρὸς τοὺς αὐτούς] 1 στῆλαι, καὶ πλακόεντες ἐν οὔρεσιν, ἔργα Γιγάντων, 2 τύμβοι, καὶ φθιμένων ἄφθιτε μνημοσύνη, 3 σεισμὸς πάντα βράσειεν, ἐμοῖς νεκύεσσιν ἀρήγων, 4 οἷς ἔπι χεὶρ ὀλοὴ ἦλθε σιδηροφόρος. === epigram 204 === [πρὸς τοὺς αὐτούς] 1 ἡνίκα τὸν περίβωτον ἐπʼ οὔρεος, ἄγριε Τιτάν, 2 τύμβον ἀνερρήξω, πῶς ἔσιδες νέκυας, 3 ὡς δʼ ἔσιδες, πῶς χεῖρες ἐπʼ ὀστέα; ἦ τάχα κέν σε 4 τῇ σχέθον, εἰ θέμις ἦν τοῖσδʼ ἕνα τύμβον ἔχειν. === epigram 205 === [πρὸς τοὺς αὐτούς] 1 σήματα, καὶ σποδιή, καὶ ὀστέα, οἵ τε πάρεδροι 2 δαίμονες, οἵ φθιμένου ναίετε τόνδε λόφον, 3 τόνδʼ ἀλιτρὸν τίννυσθε, ὃς ὑμέας ἐξαλάπαξεν. 4 τῶν δὲ περικτιόνων δάκρυον ὕμμιν ὅσον. === epigram 206 === [κατὰ τυμβωρύχων] 1 Τύμβοι, καὶ σκοπιαί, καὶ οὔρεα, καὶ παροδῖται, 2 κλαύσατε τύμβον ἐμόν, κλαύσατε τυμβολέτην 3 ἠχὼ δʼ ἐκ σκοπέλων Πυματηγόρος ἀντιαχείτω 4 τῶνδε περικτιόνων κλαύσατε τυμβολέτην. === epigram 207 === [εἰς τοὺς αὐτούς] 1 κτείνετε, ληίζεσθε, κακοὶ κακοκερδέες ἄνδρες· 2 οὔτις ἐπισχήσει τὴν φιλοχρημοσύνην. 3 εἰ τάδʼ ἔτλης, κακοεργέ, κακόφρονος εἵνεκα χρυσοῦ, 4 πᾶσι τεὴν ἐπέχειν ἁρπαλέην παλάμην. === epigram 208 === [εἰς τοὺς αὐτούς] 1 οὗτος ἔπερσεν ἐμὸν φίλιον τάφον ἐλπίδι κούφῃ, 2 ὃν μοῦνον κτεάνων ἔνθεν ἀπῆλθον ἔχων 3 καὶ τοῦτόν τις ἀλιτρὸς ἑαῖς παλάμαις ὀλέσειεν, 4 ἐκ δʼ ὀλέσας τύμβου τῆλε βάλοι πατέρων. === epigram 209 === [εἰς τοὺς αὐτούς] 1 τίς τὸν ἐμὸν διέπερσε φίλον τάφον, οὔρεος ἄκρης 2 τῆσδʼ ἀναειρόμενον ἡλίκον ὁσσατίης; 3 χρυσὸς ἔθηξε μάχαιραν ἐπʼ ἀνδράσι· χρυσὸς ἄπληστον 4 κύμασι χειμερίοις ὤλεσε ναυσιβάτην 5 κἀμὲ χρυσὸς ἔπερσε μέγαν περικαλλέα τύμβον 6 ἐλπισθείς· χρυσοῦ δεύτερα πάντʼ ἀδίκοις. === epigram 210 === [εἰς τοὺς αὐτούς] 1 πολλάκι ναυηγοῖο δέμας κατέχωσεν ὁδίτης 2 κύμασι πλαζόμενον, πολλάκι θηρολέτου· 3 ἤδη καὶ πολέμῳ τις ὃν ὤλεσεν ἀλλʼ ἐμὲ γείτων 4 χωσθέντʼ ἀλλοτρίαις χερσὶν ἔπερσε τάφον. === epigram 211 === [εἰς τοὺς αὐτούς] 1 ὦ χρυσοῦ δολίοιο, πόσον κακὸν ἔπλεο θνητοῖς· 2 ζῶσιν καὶ φθιμένοις χεῖρα φέρεις ἀδικῶν 3 οἷς γὰρ ἐμὸν τύμβον τε καὶ ὀστέα δῶκα φυλάσσειν, 4 τῶνδʼ ὑπὸ ταῖς μιαραῖς ἐξολόμην παλάμαις. === epigram 212 === [εἰς τοὺς αὐτούς] 1 πάντʼ ἔθανεν νεκύεσσι. τί παίζομεν; οὔτις ἔτʼ αἰδὼς 2 ἐκ ζώντων φθιμένοις· δέρκεο τόνδε τάφον, 3 ὃν γʼ ἐλπὶς χρυσοῖο διώλεσε, τόσσον ἐόντα 4 θαῦμα παρερχομένοις, θαῦμα περικτίοσιν. === epigram 213 === [εἰς τοὺς αὐτούς] 1 λίσσομαι· ἤν γε θάνω, ποταμῷ δέμας ἠὲ κύνεσσιν 2 ῥίψατε, ἠὲ πυρὶ δάψατε παντοφάγῳ· 3 λώιον ἢ παλάμῃσι φιλοχρύσοισιν ὀλέσθαι. 4 δείδια, τόνδε τάφον τοῖα παθόνθʼ ὁρόων. === epigram 214 === [ἄλλο .] 1 δήποτε Κῦρος ἄναξ βασιλήιον ὡς ἀνέῳξεν 2 τύμβον ἐπὶ χρυσῷ, γράμμα τόδʼ εὗρε μόνον 3 οἴγειν ἀπλήστοιο τάφους χερός. ὣς δὲ σὺ τόσσον 4 σῆμα τόδʼ οὐχ ὁσίαις οἶξας, ἄνερ, παλάμαις. === epigram 215 === [εἰς τοὺς αὐτούς] 1 ὃς κακὸς οὐ φθιμένοισι, τάχʼ ἂν φθιμένοισιν ἀρήγοι 2 ὃς δʼ οὐδὲ φθιμένοις, οὔποτʼ ἂν οὐ φθιμένοις. 3 ὣς δὲ σὺ τοῖς φθιμένοισιν ἐπεὶ τάφον ἐξαλάπαξας, 4 οὔποτʼ ἂν οὐ φθιμένοις χεῖρα φέροις ὁσίην. === epigram 216 === [πρὸς τοὺς αὐτούς] 1 Μαρτύρομʼ· οὐδὲν ἔχω· πτωχὸς νέκυς ἐνθάδε κεῖμαι· 2 μή με τεαῖς ἀτίσῃς τυμβοφόνοις παλάμαις· 3 οὐδὲ γὰρ οὗτος ἔχεν;χρυσὸν τάφος, ἀλλʼ ἐδαΐχθη· 4 πάντα φιλοχρύσοις ἔμβατα· φεῦγε Δίκη. === epigram 217 === [πρὸς τοὺς αὐτούς] 1 οἱ τύμβοι φθιμένοισιν ἀρήξατε εἶπον ἅπαντες, 2 ἡνίχʼ ὁ λυσσήεις τόνδʼ ἐτίνασσε τάφον. 3 οἱ νέκυες τύμβοισι· “ῥέξομεν; αὖθις ἀέρθη 4 ὡς ἐπὶ βουκτασίᾐ γαῖαν ἀφεῖσα Δίκη.” === epigram 218 === [ὁμοίως] 1 ἤλυθεν εἰς Ἀίδην τις· ὁ δʼ 2 ἔπτατο· ἄλλος ὄλεσσε 3 θῆρας· ὁ δὲ πλεκτὸν υἱέϊ τεῦξε δόμον 4 τούτων οὗτος ἀνήρ οὐ δεύτερον ἔργον ἔρεξεν, 5 τόνδε τάφον ῥήξας χείρεσιν οὐχ ὁσίαις. === epigram 219 === [πρὸς τοὺς αὐτούς] 1 εἰ τόσον ἔργον ἔγειρας ὀλωλότι, οὐ μέγα θαῦμα· 2 εἰ δὲ τόσον διέπερσας, ἀοίδιμος ἐσσομένοισιν 3 καὶ σέ τις ἐν μεγάλοισιν ἀριθμήσει κακοεργοῖς, 4 τύμβον ἀναρρήξανθʼ, ὃν καὶ τρομέουσι φονῆες. === epigram 220 === [πρὸς τοὺς αὐτούς] 1 χρυσὸς μὲν Ῥοδίοισιν ἐπέκλυσε· σοὶ δʼ ἀπὸ τύμβων 2 χρυσὸν φέρει σίδηρος, ὃς κακὸν φέρει· 3 ὄρυσσ’ ὄρυσσε πάντας· ἦ τάχʼ 4 ἂν σέ τις 5 τύμβος κʼ ἐξολέσειε πεσών, νεκύεσσι δʼ ἀρήγοι. === epigram 221 === [εἰς τοὺς αὐτούς] 1 τύμβος ἔην νῦν δʼ 2 εἰμὶ λίθων χύσις, οὐκέτι τύμβος. 3 ταῦτα φιλοχρύσοις εὔαδε· ποῖα δίκη. === epigram 222 === [ἄλλο] 1 αἰαῖ καὶ τέφρη γενόμην, καὶ χεῖρας ἀλιτρῶν 2 οὐκ ἔφυγον χρυσοῦ τίπτε χερειότερον; === epigram 223 === [πρὸς τοὺς αὐτούς] 1 ἅζομαι ἀνδρομέης γενεῆς ὕπερ, εἴ σε τις ἔτλη, 2 τύμβε, χαμαὶ βαλέειν οὐχ ὁσίαις παλάμαις. === epigram 224 === [πρὸς τοὺς αὐτούς] 1 τύμβος ἐγώ, σκοπιή τις ἀπʼ οὔρεος· ἀλλά με χεῖρες 2 θῆκαν ἴσον δαπέδῳ· τίς τάδʼ ἄνωξε νόμος; === epigram 225 === [εἰς τοὺς αὐτούς] 1 οὗτος ἐμὸς δόμος ἦεν ὀλωλότος· ἀλλὰ σίδηρος 2 ἦλθʼ ἐπʼ ἐμῷ τύμβῳ· σὸν δόμον ἄλλος ἔχοι. === epigram 226 === [εἰς τοὺς αὐτούς] 1 τὴν σκαπάνην ἐπʼ ἄρουραν, ἐμῷ δʼ ἐπὶ σήματι βάλλειν 2 δάκρυα, μὴ παλάμας· ἥδε δίκη φθιμένων. === epigram 227 === [εἰς τοὺς αὐτούς] 1 τὴν σκαπάνην ἐπʼ 2 ἄρουραν ἐμοῦ δʼ ἀποχάζεο τύμβου, 3 χάζεο· οὐδὲν ἔχω πλὴν ζακότων νεκύων. === epigram 228 === [εἰς τοὺς αὐτούς] 1 εἴ σ’, ἄπληστε, τάφων δηλήμονα τοῖον ἐώλπειν, 2 πάσσαλος ἂν τῇδε καὶ τροχὸς ἐκρέματο. === epigram 229 === [εἰς τοὺς αὐτούς] 1 τίπτε μʼ ἀνοχλίζεις κενεὸν τάφον; ὀστέα μοῦνα 2 κεύθω καὶ σποδιὴν τοῖσιν ἐπερχομένοις. === epigram 230 === [εἰς τοὺς αὐτούς] 1 τύμβος ἐγώ, τύμβων πανυπέρτατος· ἀλλʼ ἐμὲ ᾦξεν, 2 ὥς τινα τῶν πολλῶν, ἀνδροφόνος παλάμη· 3 ἀνδροφόνος παλάμη με διώλεσε· λήξατε τύμβων, 4 θνητοί, καὶ κτερέων. δεῦτʼ ἐπὶ νεκρά, κύνες· 5 δεῦτʼ ἐπὶ νεκρά, κύνες. χρυσοῦ διφήτορες ἄνδρες 6 ἤδη καὶ νεκύων χρυσολογοῦσι κόνιν. === epigram 231 === [εἰς τοὺς αὐτούς] 1 ἄλλος τύμβον ἔγειρε, σὺ δʼ ὤλεσας· ἄλλος ἐγείροι 2 σὸν τάφον, εἴγε θέμις· ἄλλος ἔραζε βάλοι. === epigram 232 === [εἰς τοὺς αὐτούς] 1 ἤδη καὶ νεκύεσσιν ἐπέχραον οἱ φιλόχρυσοι· 2 φεύγετε ἐκ τύμβων, εἰ σθένος, οἱ φθίμενοι. === epigram 233 === [εἰς τοὺς αὐτούς] 1 τίπτε μʼ 2 ἀνοχλίζεις; νεκύων ἀμενηνὰ κάρηνα 3 μοῦνα φέρω· τύμβων ὀστέα πλοῦτος ἅπας. === epigram 234 === [εἰς τοὺς αὐτούς] 1 δαίμονας, οἵ με ἔχουσιν, ἀλεύεο· οὔτι γὰρ ἄλλο 2 τύμβος ἔχω· τύμβων ὀστέα πλοῦτος ἅπας. === epigram 235 === [εἰς τοὺς αὐτούς] 1 εἰ χρυσοῦ δόμος ἦεν ὅλος τάφος, ὦ φιλόχρυσε, 2 οὔποτʼ ἔδει τοίην χεῖρα φέρειν φθιμένοις. === epigram 236 === [εἰς τοὺς αὐτούς] 1 λήθη καὶ σιγὴ νεκύων γέρας· ὃς δʼ ἀλάπαξεν, 2 οὗτος ἐμὸν πολλοῖς θῆκεν ἄεισμα τάφον. === epigram 237 === [ὁμοίως] 1 πάντʼ ἔχετε ζώοντες· ἐμοὶ δʼ ὀλίγοι τε φίλοι τε 2 λᾶες τῷ φθιμένῳ· φείδεο τοῦ νέκυος. === epigram 238 === [πρὸς τοὺς αὐτούς] 1 οὐ χρυσοῦ δόμος εἰμί· τί τέμνομαι; αὐτὸς ἔγωγε 2 τύμβος, ὃν ὀχλίζεις· πλοῦτος ἐμοῦ νέκυες. === epigram 239 === [ὁμοίως] 1 τύμβος ἐγὼ κλέος ἦα περικτιόνων ἀνθρώπων 2 νῦν δʼ εἰμὶ στήλη χειρὸς ἀλιτροτάτης. === epigram 240 === [εἰς τοὺς αὐτούς] 1 εἰ λίην φιλόχρυσον ἔχεις κέαρ, ἄλλον ὀρύσσειν 2 χρυσὸν ἐμοὶ δʼ οὐδὲν πλὴν φθιμένων κτερέων. === epigram 241 === [ὁμοίως] 1 μὴ δείξῃς μερόπεσσι γυμνὸν νέκυν, ἤ σε γυμνώσει 2 ἄλλος· ὁ δὲ χρυσὸς πολλάκις ἐστὶν ὄναρ. === epigram 242 === [εἰς τοὺς αὐτούς] 1 οὐχ ἅλις ἦε βροτοῖσι βροτοὺς ἐπὶ χεῖρας ἰάλλειν, 2 ἀλλὰ καὶ ἐκ νεκύων σπεύδετε χρυσὸν ἔχειν; === epigram 243 === [ὁμοίως] 1 ὑμετέροις τύμβοισιν ἀρήξατε, οἱ τόδʼ ὁρῶντες 2 σῆμα δαϊχθὲν ὅσον. λεύσατε τυμβολέτην. === epigram 244 === [εἰς τοὺς αὐτούς] 1 τίς με τὸν ἐξ αἰῶνος ἀκινήτοισι λίθοισι 2 κευθόμενον θνητοῖς δεῖξε πένητα νέκυν; === epigram 245 === [ὁμοίως] 1 τίπτε τάφον διέκερσας ἐμόν, τάλαν ; ὣς διακέρσαι 2 σοί γε Θεὸς βιοτήν, ὦ φιλόχρυσον ἄγος. === epigram 246 === [εἰς τοὺς αὐτούς] 1 μῦθος Τάρταρος ἦεν, ἐπεὶ τάφον οὐκ ἂν ἔῳξεν 2 οὗτος ἀνήρ οἴμοι, ὡς βραδύπους σύ, Δίκη. === epigram 247 === [ὁμοίως] 1 ὡς βραδύπους σύ, Δίκη, καὶ Τάρταρος οὐκέτι δεινός· 2 οὐ γὰρ ἂν οὗτος ἀνὴρ τόνδʼ ἀνέῳξε τάφον. === epigram 248 === [εἰς τοὺς αὐτούς] 1 ὤμοσα τοὺς φθιμένους, καὶ ὤμοσα Τάρταρον αὐτὸν, 2 μήποτε τυμβολέταις εὐμενὲς ὄμμα φέρειν. === epigram 249 === [ὁμοίως] 1 οὔρεα καὶ πρῶνες τὸν ἐμὸν τάφον ὥς τινʼ ἑταῖρον 2 κλαύσατε· πᾶς δὲ πέσοι τῷ σφε τεμόντι λίθος. === epigram 250 === [εἰς τοὺς αὐτούς] 1 πλούσιός εἰμι πένης· τύμβῳ πολύς, ἔνδον ἄχρυσος· 2 ἴσθι καθυβρίζων νεκρὸν ἀσυλότατον. === epigram 251 === [ὁμοίως] 1 κἂν στῇς πυθμένος ἄχρις ἐμοὺς κευθμῶνας ὀρύσσων, 2 μόχθος σοὶ τὸ πέρας ὀστέα μοῦνον ἔχει. === epigram 252 === [εἰς τοὺς αὐτούς] 1 τέμνετε, τέμνετε ὧδε· πολύχρυσος γὰρ ὁ τύμβος 2 τοῖς ποθέουσι λίθους· τἆλλα δὲ πάντα κόνις. === epigram 253 === [ὁμοίως] 1 γαῖα φίλη, μὴ σοῖσι θανόνθʼ ὑποδέχνυσο κόλποις 2 τὸν τυμβωρυχίης κέρδεσι τερπόμενον. === epigram 254 === [ὁμοίως] 1 ὑβριστὴς ἐπʼ ἔμʼ ἦλθε τὸν οὐ ζώοντα σίδηρος· 2 καὶ χρυσὸν ποθέων εὗρε πένητα νέκυν.